TLG 2062 210 :: JOANNES CHRYSOSTOMUS :: De Melchisedech [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Melchisedech [Sp.]

Citation: Vol — pg — (ln)

56

.

257

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΕἰς τὸν Μελχισεδέκ.
3 αʹ. Ἀποστολικὴν ὑμῖν σήμερον βούλομαι παραθεῖναι τράπεζαν, καὶ πρὸς τὸ πέλαγος τῆς Παύλου φωνῆς δια‐
5τεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ δέδοικα μήποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν ἀποστολικῶν νοημάτων ἰλιγγιάσωμεν, ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου
10μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θά‐ λατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέ‐ ρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θα‐ λάττης. Ἀλλ’ οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλούντων οἱ ἴλιγγοι γίνονται.
15Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυ‐ βιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον· ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι
20δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσιν. Τοσοῦτόν ἐστι μᾶλλον καὶ τοιοῦτον ἀπειρία κακόν. Οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει· ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ’ ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ
25πρὸς τὴν θέαν ἰλιγγιῶσιν, οἱ δὲ ἐν μέσοις οὐ θορυβοῦνται τοῖς κύμασιν. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας. Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυ‐ μὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπι‐
30θυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν. Ἀλλ’ ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομέ‐ νου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράτ‐ τεται, κλονεῖται· ὁρᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπει‐
35ρος καὶ μεμελετηκὼς, τὰ τοιαῦτα φέρει γενναίως· καθά‐ περ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάτ‐
40της γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτειν ἀνάγκη, θορυ‐ βεῖσθαι, ταράττεσθαι· ἐπειδὰν δὲ ἐξέλθωμεν εἰς τὸ πέλαγος· οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ’ ἐπειδὴ
ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γάρ ἐστιν, εὔκολον φύσειColumn end

56

.

258

λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ,
5ἐπήγαγεν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμή‐ νευτος. Τί λέγεις, ὦ Παῦλε; Δυσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν; τῷ τὰ ἀπόῤῥητα ἀκούσαντι; τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευ‐ τος, τίνι καταληπτός; Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ
10παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκο‐ λίαν τῶν ἀκουόντων. Εἰπὼν γοῦν, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ’ ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν; Οὐ μόνον δὲ
15δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία. Διὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμέ‐
20νην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται, καὶ τῇ ποικι‐ λίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς
25τραπέζης τὸ δυσάρεστον θεραπεύσωμεν τῆς γνώμης· οὕτω πολλάκις καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθε‐ νεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ λόγον, καὶ ποικίλας παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατα‐ σκευὰς καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ
30πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Πλὴν ἀλλ’ εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ
35τὴν ἀκρόασιν· τὸ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισά‐ μενος αὐτῶν τὴν ἐπιθυμίαν. βʹ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν. Εἰ καὶ πρὸς τὸ πέλα‐ γος καὶ βάθος τῶν νοημάτων ἀδυνατοῦμεν, κατατολμή‐ σωμεν τῆς θαλάττης, οὐ κατὰ τὴν ἡμετέραν δύναμιν,
40ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν· οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμῶν ὠφέλειαν κατα‐ τολμήσωμεν τῆς θαλάττης, καὶ ἐν τούτῳ Παῦλον μιμού‐ μενοι. Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ περὶ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν,
45Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης,
ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς257

56

.

259

εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμέ‐ νος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνε‐ κές. Ἆρ’ οὐ κατέξανεν ὑμῶν τὰς ἀκοὰς, περὶ ἀνθρώπου
5διαλεγόμενος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλό‐ γητος; Καὶ τί λέγω περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Υἱοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως παράσχῃ ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; Εἰ δὲ ἀμήτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ
10ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ· ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω. Οὔτε γὰρ ἐπὶ γῆς ἔσχεν πατέρα, οὔτε ἐν οὐρανοῖς μητέρα. Ἀγενεαλόγητος. Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες. Καίτοι τινὲς νομίζουσιν ὅτι
15τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴ‐ ρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὔτε τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνην μὲν παραχωροῦσι, περὶ
20δὲ ταύτης κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγη‐ τος. Δείξωμεν οὖν ὅτι περὶ ἑκατέρας τῆς γεννήσεως τοῦτο Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω. Καὶ γὰρ κἀκείνη φρικτὴ, καὶ αὕτη μυστι‐ κωτάτη. Διὰ τοῦτο καὶ Ἡσαΐας φησίν· Τὴν γενεὰν αὐ‐
25τοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπεν τῆς ἄνω. Τί οὖν ἐροῦμεν τῷ Παύλῳ ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Ἵνα μὴ μόνον κατ’ ἐκείνην τὴν γέννησιν, καθ’ ἣν ἀμή‐ τωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ’ ἣν ἀπάτωρ ἐστὶ,
30τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς· διὰ τοῦτο ἀμφότερα θεὶς, τότε εἶπεν, Ἀγενεαλόγητος. Καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προαύλια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πρὸς τὰ ἄδυτα τίς εἰσ‐
35ελθεῖν ἐπιχειρήσει; Ὅτι ἐγεννήθη παρὰ τοῦ Πατρὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα. Ὅτι ἐτέχθη ὑπὸ τῆς Παρθένου ἐπίσταμαι, τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω. Ἑκατέρα γὰρ ἡ γέννησις ὡμολόγηται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὅπερ ἐνταῦθα ἐπὶ τῆς Παρθένου,
40οὐκ εἰδὼς πῶς ἐκ τῆς παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρὸς, εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, ὁμολόγησον. Κἂν εἴπῃ σοι ὁ αἱρετικός· Πῶς ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ
45τὸ φρύαγμα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς Παρθέ‐ νου, καὶ τότε ἐκεῖνα ὅρα. Κάτασχε αὐτὸν καὶ περίστη‐ σον, μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λα‐ βύρινθον τῶν λογισμῶν, ἀλλὰ κάτασχε καὶ ἀπόπνιξον,

56

.

259

(50)

μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι. Μὴ δώσῃς αὐτῷ διαστο‐ λὴν, καὶ διαφύγῃ ὡς βούλεται. Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκο‐ λουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον
55τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνή‐ σεται. Εἰπὲ, Πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου; Οὐκ ἀφ‐ ίσταμαί σου, οὐδὲ ἀναχωρῶ. Ἀλλ’ οὐκ ἂν ἔχοι τὸν τρό‐ πον ἡμῖν εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξῃ λοιπόν; Μόνῃ τῇ πίστει τὰ τοιαῦτα
60παράδεκτα. Εἰ δὲ οὐκ ἂν ἔχοις, ἀλλὰ λογισμοὺς ἐπιζη‐ τεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς Νικόδημον ὁ Χριστός φησιν·
Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς,Column end

56

.

260

ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύετε; Περὶ τῆς ἐκ Παρ‐ θένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὴν οὐράνιον περιεργάζῃ; Καὶ εἴθε μὲν τὸν οὐρανὸν μόνον, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν οὐρανῶν πολυπρα‐
5γμονεῖς. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ’ Οὐ πιστεύετε· δεικνὺς ἡμῖν, ὅτι εἰ καὶ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλ‐ λον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τοκετοῦ διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ
10λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλὰ δῆλον ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ’ ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεν‐ νήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν,
15ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν πῶς ἀναγεννώμεθα ἐκ τῶν ὑδάτων οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παρα‐ δέχεσθαι χρὴ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργά‐ ζεσθαι· πόσης ἂν εἴη μανίας ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ
20τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν; Πῶς ἀπάτωρ καὶ ἀμήτωρ ὁ Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος. γʹ. Ἀλλ’ ἐπειδὴ πολλοὶ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ γεγραμμένα, καὶ μείζονα τοῦ Χριστοῦ αὐτὸν εἶναι εἰρή‐
25κασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται Μελχισεδεκιταὶ, καὶ φιλονεικοῦσιν ἡμῖν, δεῖξαι βουλόμε‐ νοι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ, προφέροντες τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· δεῖ καὶ πρὸς αὐτοὺς ἀπαντῆσαι. Φασὶ γάρ· Πῶς οὐκ ἂν εἴη
30Χριστοῦ μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερα‐ τεύει Χριστός; Ἡμεῖς οὖν λέγομεν αὐτὸν ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ οὔτε μείζονα τοῦ Χριστοῦ, ἀλλ’ οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ· Μείζων γὰρ αὐτοῦ, φησὶν ὁ Χριστὸς, ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἄλ‐
35λοι δὲ πάλιν πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ ἡμεῖς οὐδὲ τοῦτό φαμεν. Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύ‐ ματος ἀνθρώπου γεγονότος; Ὅτι δὲ οὐκ ἔστιν μείζων Χρι‐ στοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν
40ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν· ἆρα οὐρα‐ νίου; ἆρα ἐπιγείου; ἢ καταχθονίου; Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας. Λέγει γὰρ ὁ Ἀπό‐
45στολος, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ τὰ ἑξῆς. Εἰ οὖν πᾶν γόνυ κάμπτει, ὁ Μελχισεδὲκ ἐλάττων ἂν εἴη τοῦ Χρι‐ στοῦ· προσκυνεῖ γὰρ τῷ προσκυνουμένῳ Χριστῷ. Εἰ δὲ οἱ ἄθλιοι καὶ τάλανες, καὶ τὸ ἑξῆς εἰρημένον σκοπήσωσιν· ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ·

56

.

260

(50)

οὕτω δεῖ νοεῖν, ὅτι ὥσπερ καὶ ἡμεῖς κατ’ εἰκόνα Θεοῦ γεγόναμεν καὶ ὁμοίωσιν, οὕτω καὶ αὐτός. Ἰουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο ἀγενεαλόγητον γενέσθαι· πρὸς οὓς ἐροῦμεν, ὅτι Κακῶς φατε. Καὶ γὰρ καὶ Σολομὼν ἐκ τῆς τοῦ Οὐρίου
55γεννηθεὶς γυναικὸς μοιχαλίδος γενεαλογεῖται. Ἀλλ’ ἐπει‐ δὴ ὁ Μελχισεδὲκ τύπος ἦν τοῦ Κυρίου, καὶ εἰκόνα ἔφερε τοῦ Χριστοῦ, καθὼς καὶ Ἰωνᾶς, διὰ τοῦτο ἡ Γραφὴ παρέλιπεν αὐτοῦ τὸν πατέρα, ἵνα ἐν ἐκείνῳ, καθάπερ ἐν εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀγενεαλόγητον Χρι‐
60στὸν ἐνοπτρισώμεθα. Ἀντιλέγουσι δὲ καὶ τοῦτο ἡμῖν οἱ Μελχισεδεκιταὶ λέγοντες· Τί οὖν ἐστιν ὃ λέγει πρὸς αὐ‐
τὸν ὁ Πατήρ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν259

56

.

261

τάξιν Μελχισεδέκ; Πρὸς οὓς λέγομεν, ὅτι οὗτος ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε, καὶ ἀληθῶς εἰκόνα ἔφερε τοῦ Χριστοῦ. Προφητικῷ τοίνυν πνεύματι κινού‐ μενος, τὴν μέλλουσαν προσφορὰν ὑπὲρ τῶν ἐθνῶν προσ‐
5κομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρε, μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπειδὴ οὖν ἡ Ἰου‐ δαίων συναγωγὴ ἐν τάξει τοῦ Ἀαρὼν θυσίαν προσέφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνοὺς,
καὶ θυσίαις δι’ αἵματος ἐδόξαζε τὸν Θεὸν, ὁ Θεὸς πρὸςColumn end

56

.

262

τὸν μέλλοντα γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας Ἰησοῦν τὸν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, βοᾷ καὶ λέγει· Σὺ ἱε‐ ρεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· οὐ κατὰ τὴν Ἀαρὼν, τοῦ ἐν μόσχοις καὶ ἄρνασι λατρεύοντος·
5ἀλλὰ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ‐ χισεδὲκ, ἄρτῳ καὶ οἴνῳ τὴν τῶν προσκομιζόντων προσ‐ φορὰν εἰς τὸ διηνεκὲς προσάγων. Δι’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.261