TLG 2062 208 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 139 [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Psalmum 139 [Sp.]

Citation: Vol — pg — (ln)

55

.

707

(35t)

ΕΙΣ ΤΟ
36tἘξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
37 αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ’ ἐξ ἀνθρώ‐ που πονηροῦ. Δῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ
40ἄνθρωποι τῶν λεόντων. Οἱ μὲν γὰρ λέοντες τὸν Δανιὴλ ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν δὲ Ἰωσὴφ οἱ ἀδελφοὶ πιπράσκοντες ἔτρωγον, ὃν καὶ δεόμενον ὑπερ‐ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς
45ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὴν ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν ἡλικίαν ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν

55

.

707

(50)

ὡς δοῦλον ἐπίπρασκον. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώ‐ που πονηροῦ. Μέλισσαι ἄγριαι τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. Δράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύ‐ νοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε.
55Δανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, Δαυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφό‐ νευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ Δεσπότῃ ὑπο‐ τάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν Δεσπότην
60παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων· τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονη‐ ρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι κρύπτουσι τὴν πονηρίαν τῷ σχήματι τῆς ἐπιεικείας. Καὶ ὥσπερ οἱ τὰ δηλητήρια φάρμακα διδόντες, μέλιτι πολλάκις
65περιχρίουσι τὴν πικρίαν τῇ γλυκύτητι· οὕτω καὶ οἱ πονηροὶ ἄνθρωποι τὸ μὲν γλυκὺ τῶν λόγων ἐν τῷ στό‐
ματι φέρουσι, τὸ δὲ πικρὸν τῶν τρόπων ἐν καρδίᾳ κατ‐Column end

55

.

708

(33)

έχουσι· τὸ μέλι ἐν τῇ γλώττῃ βαστάζουσι, καὶ τὸ ξίφος ἐν τῇ γνώμῃ χαλκεύουσιν, ἄλλοι ἔξωθεν φαινόμενοι, καὶ
35ἄλλοι ἔνδοθεν κρυπτόμενοι. Οὕτως οὖν χαλεπώτερός ἐστιν ὁ πονηρὸς ἄνθρωπος τοῦ θηρίου· καὶ πῶς, ἄκουε. Τὸ μὲν θηρίον οὐκ ἔχον φρόνησιν, οὐχ εὑρίσκει κακὰ κατὰ τοῦ ἀνθρώπου· οὐδὲ γὰρ λογίζεται, οὐδὲ γὰρ τὴν ὑπαγο‐ ρεύουσαν αὐτῷ φρόνησιν καὶ τὸν δόλον· ὁ δέ γε πονη‐
40ρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρα‐ τρα διὰ τῆς φρονήσεως ἐξευρίσκει. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπ’ ἀγγέλου πονηροῦ Εἰσὶ γὰρ καὶ ἄγγελοι πονηροί· ὡς ὅταν λέγῃ Δαυΐδ· Ἐξαπ‐
45έστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Χείρων δὲ ὁ πονη‐ ρὸς ἄνθρωπος τοῦ ἀγγέλου τοῦ πονηροῦ. Ὁ μὲν γὰρ πονηρὸς ἄγγελος τὰ προστεταγμένα φυλάττει· ὁ δὲ πονη‐

55

.

708

(50)

ρὸς ἄνθρωπος τὰ προστεταγμένα παραχαράσσει. Τί πο‐ νηρότερον τοῦ διαβόλου; Ἀλλ’ ὅμως φθονήσας τῷ Ἰὼβ, οὐκ ἐτόλμησεν αὐτῷ προσελθεῖν δίχα προστάγματος θεϊκοῦ. Ὁ δὲ πονηρὸς ἄνθρωπος ἀκούων τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, οὐ μόνον οὐκ ἀγαπᾷ τοὺς ἐχθροὺς,
55ἀλλά γε καὶ τοὺς εὐεργετοῦντας μισεῖ, καὶ τούτους φο‐ νεύει, ὡς καὶ ὁ Σαοὺλ ἐποίει τῷ Δαυΐδ. Ὁ μὲν γὰρ τὸν ἀντίδικον αὐτοῦ Γολιὰθ σφενδονίσας ἀπέκτεινε, καὶ τοῦ φόβου ἀπήλασεν· ὁ δὲ τὴν δολοφονίαν κατ’ αὐτοῦ ἀνέπνει. Τὸν δαίμονα αὐτοῦ πάλιν τῇ ψαλμῳδίᾳ αὐτοῦ
60ἀπήλαυνεν, ὁ δὲ τὸ ξίφος κατ’ αὐτοῦ ἀκονήσας ἠκόντιζε. Τοιοῦτος γάρ ἐστιν ὁ πονηρός· ὅσον εὐεργετεῖται, τοσοῦ‐ τον μᾶλλον πρὸς φθόνον ἐκκαίεται. Ὕλη γὰρ φθόνου ἰσχὺς
τῷ εὐεργετουμένῳ πονηρῷ ἀνθρώπῳ τυγχάνει. Ἐξελοῦ707

55

.

709

με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπὸ δαιμόνων. Οἱ μὲν γὰρ δαίμονες τῷ σημείῳ τοῦ σταυροῦ ἀπελαύνον‐ ται, ὁ δὲ πονηρὸς ἄνθρωπος αὐτῷ τῷ Κυρίῳ ἀντιτάσσε‐ ται. Ὁ μέντοι Παῦλος ῥήματι τοὺς δαίμονας ἐξεδίωκεν,
5Ἀλεξάνδρου δὲ τοῦ χαλκέως τὴν πονηρίαν νικῆσαι οὐκ ἴσχυσε· φησὶ γὰρ, Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ κα‐ κά μοι ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου ἀγαθοῦ. μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ
10θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά· ὁ δέ γε πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ προ‐ φέρει τὰ πονηρά· καὶ ὥσπερ ἀπό τινος ῥίζης, τῆς καρδίας ἕκαστος αὐτῶν προφέρει τὰ βλαστήματα, ὁ ἀγαθὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς τὴν πονηρίαν.
15Καὶ ὥσπερ τῆς πικρᾶς ῥίζης καὶ οἱ κλάδοι καὶ τὰ φύλ‐ λα καὶ τὰ ἄνθη καὶ ὁ καρπός ἐστι πικρός· οὕτω καὶ τοῦ πονηροῦ ἀνθρώπου τὸ βάδισμα καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα καὶ αἱ χεῖρες πονηραί εἰσι. Περὶ γὰρ ποδῶν, ὡς ὅταν λέγῃ ἡ σοφία· Ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ
20παράλλαξον· οἱ γὰρ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέ‐ χουσι. Περὶ δὲ χειρῶν, ὡς ὅταν εὐχόμενος λέγῃ ὁ προ‐ φήτης· Ῥῦσαί με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Περὶ δὲ ὀφθαλ‐ μοῦ πονηροῦ, ὡς ὅταν ὁ Κύριος βοᾷ· Εἰ ὁ ὀφθαλμός
25σου ἐστὶ πονηρὸς, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Ὁ τοιοῦτος δόλους πλέ‐ κει, ὑποκρίσεις μελετᾷ, τὸν φθόνον ἐν καρδίᾳ χαλκεύει. Ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου δικαίου. Δίκαιος μὲν γὰρ οἰκτείρει ψυχὰς κτηνῶν, καθὼς γέ‐
30γραπται· ἄδικοι δὲ καὶ τὰς τῶν ἀνθρώπων ἀφαιροῦνται. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν, ὡς ὁ Μωϋσῆς εἰς τὸ ὅρος ἀναδραμὼν τὰ πρόβατα Ἰωθὸρ διψῶντα ἐπότισεν· ὁ δὲ ἄδικος Φαραὼ τὰ πρωτότοκα τῶν Ἑβραίων εἰς τὸν ποταμὸν ἔπνιγε· καὶ ὁ μὲν δι’ ὕδατος πρόβατα ἐπότιζεν·
35ὁ δὲ δι’ ὕδατος ἀνθρώπους ἀπέκτεινε. βʹ Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις· μὴ μόνον δὲ φεύγειν, ἀλλὰ καὶ τοὺς ἀδικου‐ μένους ἐκ χειρὸς τῶν ἀδικούντων ῥύεσθαι, ὡς ὁ Ἀβραὰμ ἐῤῥύσατο τὸν Λὼτ αἰχμαλωτισθέντα ἐκ χειρὸς τῶν ἀλλο‐
40φύλων· ὡς αὐτὸς ὁ Λὼτ τοὺς ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς τῶν Σοδομιτῶν παρανομίας. Εἰ γὰρ καὶ ἡ φύσις τῶν ἀγ‐ γέλων ἀνεπίδεκτος, ἀλλ’ ἠτμάτων (forte ἡ τόλμα τῶν) ἀνθρώπων πρόχειρος. Ὡς ὁ Μωϋσῆς τὸν τῶν Ἑβραίων λαὸν ἐῤῥύσατο ἐκ χειρὸς τῶν Αἰγυπτίων· ὡς ὁ Δαυῒδ τὸν
45Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος· ὡς τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς καιομένης ὁ συγκαταβὰς αὐ‐ τοῖς ἄγγελος· ὡς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου τῶν λεόντων ἡ πίστις· ὡς τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους ἡ με‐ τάνοια· ὡς τὸν Ἱερεμίαν ἐκ λάκκου βορβόρου Ἀβιμέλεχ

55

.

709

(50)

ὁ εὐνοῦχος· ὡς Δανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων τὴν Σωσάνναν· ὡς ὁ Κύριος πᾶσαν τὴν ἀν‐ θρωπότητα ἐκ χειρὸς τοῦ διαβόλου· ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων καὶ νόσων. Ἀλλ’ οὐ μόνον ὁ λόγος ἄνδρας νομοθετεῖ τοῦτο ποιεῖν, ἀλλὰ καὶ γυναῖκας
55διδάσκει. Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων ὡς Σάῤῥα τὸν Ἀβραὰμ ἐῤῥύσατο ἐκ χειρὸς Ἀβιμέλεχ, ἀδελφὸν αὐτῆς εἶναι σοφισαμένη· ὡς Ῥεβέκκα τὸν υἱὸν αὐτῆς Ἰακὼβ ἐκ χειρὸς τοῦ ἀδελ‐ φοῦ αὐτοῦ Ἡσαῦ, τὴν φυγὴν αὐτῷ συμβουλεύουσα· ὡς
60Ῥαχὴλ τὸν πατέρα ἐκ τῆς εἰδωλολατρείας ἐῤῥύσατο, ἄψυχα εἴδωλα κλέψασα· ἔκλεψε γὰρ οὐ δι’ ἄλλο, ἢ ἵνα τῆς εἰδωλολατρείας ῥύσηται τὸν πατέρα· ὡς Ῥαὰβ ἡ πόρνη τοὺς κατασκόπους ἐῤῥύσατο ἐκ χειρὸς τῶν ἀλλοφύλων, εἰς τὴν λινοκαλάμην αὐτοὺς κατακρύψασα·
65ὡς Μελχὸλ τὸν Δαυῒδ ἐκ χειρὸς Σαοὺλ, τὸ μυστή‐ ριον αὐτῷ ἀπαγγείλασα· ὡς Ἀβιγαῒλ τὸν Νάβαλ ἐκ θα‐ νάτου, τῷ Δαυῒδ προσπεσοῦσα· ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον εἰς θήβην
ἐμβαλοῦσα· ὡς Μάρθα καὶ Μαρία τὸν ἀδελφὸν αὐτῶνColumn end

55

.

710

Λάζαρον ἐξ ᾄδου, τῷ Κυρίῳ προσκλαύσασαι· ὡς αἱ χῆραι τὴν Ταβιθὰ ἐκ θανάτου ἐῤῥύσαντο, δυσωπήσασαι Πέτρον· ὡς ἡ πίστις τὴν αἱμόῤῥουν, καὶ νηστεία τοὺς Νινευίτας. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, καὶ ἀπὸ
5ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἴδωμεν ἀπὸ τίνων ὁ προφή‐ της εὔχεται ἰδικῶς ῥυσθῆναι. Καὶ γὰρ ἄνθρωπος πονηρὸς ὁ Δωὴκ, καὶ ἀνὴρ ἄδικος ὁ Σαούλ. Ὁ γοῦν Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ ἦν φεύγων εἰς Νομβᾶ τὴν πόλιν τῶν ἱερέων, κἀκεῖ ὁ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ τὸ δόρυ
10τοῦ Γολιὰθ τοῦ ἀλλοφύλου καὶ ἐπισιτισμόν. Τότε Δωὴκ ὁ Ἰδουμαῖος, ὁ ἐπὶ τῶν ἡμιόνων τοῦ Σαοὺλ, παρὼν καὶ ὁρῶν τὰ γινόμενα, ἀπελθὼν διέβαλε τὸν Δαυῒδ καὶ Ἀβι‐ μέλεχ τὸν ἱερέα, λέγων· χθὲς ἤμην εἰς Νομβᾶ τὴν πόλιν, κἀκεῖ Δαυΐδ· καὶ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ ἐπι‐
15σιτισμὸν, καὶ τὸ δόρυ Γολιὰθ τοῦ ἀλλοφύλου. Τότε Σαοὺλ θυμωθεὶς καὶ ὅλος τῆς ὀργῆς γινόμενος, λέγει τοῖς πα‐ ρατρέχουσιν αὐτῷ στρατιώταις· Σφάξατε τοὺς ἐν τῇ Νομβᾷ τῇ πόλει ἱερεῖς. Οἱ δὲ οὐκ ἐτόλμησαν χεῖρας ἐπενεγκεῖν ἐπὶ τοὺς ἱερεῖς, φόβῳ Θεοῦ χαλινωθέντες τὰς
20χεῖρας, πρὸ δὲ τῶν χειρῶν τὰς γνώμας. Τότε πρὸς τὸν Δωὴκ ὁ Σαοὺλ ἀποστρέφων φησί· σὺ ἅπαντας τοὺς ἱερεῖς Κυρίου θανάτωσον, καὶ μὴ φείσῃ, μὴ πρεσβυτέρου, μὴ νεωτέρου, μὴ γυναικὸς, μὴ παρθένου, μὴ νηπίου, μὴ θηλάζοντος· ἕως ὄνου καὶ προβάτου καὶ μόσχου πάντας
25ἀπόκτεινον εἰς ἐξάλειψιν. Τότε ἀποστρέψας ὁ Δωὴκ, καὶ διελὼν τὸν ὑπ’ αὐτοῦ ἀρχόμενον λαὸν τρέχει, καὶ τοὺς μὲν τὴν πόλιν κυκλῶσαι παρεσκεύασεν, ἐπὶ τὸ μηδένα φεύγειν, καὶ σωτηρίαν πορίσασθαι, τοὺς δὲ εἰς τὴν πόλιν πῦρ βάλλειν παρεκέλευσεν· αὐτός τε, καθάπερ λέων
30πρόθυμος εἰς βορὰν, ὥρμησε κατ’ αὐτῶν ἐν τῇ πόλει, καθάπερ κατὰ μεμανδρευμένων προβάτων, καὶ ἔσφαξε τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους πεντήκοντα ἱερεῖς αἴροντας Ἐφοὺδ, καὶ οὐκ ἐφείσατο οὐ πρεσβυτέρου, οὐ νεωτέρου, οὐ παρθένου, οὐ γυναικὸς, οὐ νηπίου θηλάζοντος, καὶ ἀπὸ
35προβάτου καὶ μόσχου καὶ ὄνου, καὶ τὴν πόλιν ἐνέπρησε πυρί. Τότε Δαυῒδ θεωρήσας τοῦτο, φεύγων ἔλεγεν· Ἐξ‐ ελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἦν γὰρ ἀληθῶς ἰδεῖν ὠμότατα πράγματα, τὰ τῶν νέων αἵματα καὶ τῶν νηπίων συμπε‐
40φυρμένα, καὶ νηπίων στομάτων ἄκρα τοῖς τῶν μητέρων μαστοῖς προσηρτημένα, καὶ ἄωρον κήραν (f. κουρὰν) πρὸ καιροῦ τεμνομένην, καὶ στάχυας πρὸ καιροῦ θεριζο‐ μένους, καὶ βότρυας μήπω περκάσαντας, θυμῷ χαλάζης φονευομένους. γυναικείων πλοκάμων, ὧν ἔδει κρύπτε‐
45σθαι, τὸ σεμνὸν μυστήριον πομπεῦον. Τοῦ γὰρ λινέου ἐπὶ τῆς κεφαλῆς χιτωνίσκου περιῤῥιπτομένου, γυμνὸν τὸ κρανίον τῆς κόμης διεδείκνυτο, καὶ στέρνα γυμνούμενα, τὰ καὶ ὄψιν ἡλίου ἰδεῖν αἰσχυνόμενα, καὶ παιδογόνα, ἃ καὶ αὐτὴ ἡ φύσις καλύπτειν ἐδίδασκε. Καὶ τίς ἂν τὴν

55

.

710

(50)

τότε γενομένην ἀνάγκην εἰπεῖν ἐξισχύσειεν; Ἐπεὶ οὖν τοιαῦτα ὁ πονηρὸς ἄνθρωπος καὶ ὁ ἄοικος ἀνὴρ διαπράτ‐ τονται, μὴ παυσώμεθα πάντοτε ἐκτενῶς δέεσθαι τῷ Θεῷ καὶ λέγειν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Μὴ μόνον δὲ στόματι
55ταῦτα προσευχώμεθα, ἀλλὰ καὶ δι’ ἔργων ἀγαθῶν ἑαυ‐ τοὺς ἀξίους πρὸς τὸ εἰσακούεσθαι τὴν δέησιν ἡμῶν εὐ‐ τρεπίσωμεν. Οὕτω γὰρ παρακαλοῦντες τὸν Θεὸν εἰσ‐ ακουσθησόμεθα, καὶ οὐ μόνον ἐξ ἀνθρώπου πονηροῦ καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐξελεῖται καὶ ῥύσεται ἡμᾶς, ἀλλὰ καὶ
60ἐκ τῶν ἀοράτων ἐχθρῶν ἡμῶν λυτρώσεται ἡμᾶς, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς καὶ τῶν αἰωνίων αὐτοῦ ἀξιώσει ἀγαθῶν. Ἐξαιρέτως δὲ τὴν εἰς ἀλλήλους ἀγάπην ἄδολον καὶ εἰλικρινῆ φυλάξωμεν, καὶ οἰκεῖον κέρδος τὴν εἰς πλη‐ σίον γινομένην προκοπὴν λογισώμεθα. Ἐν τούτῳ γὰρ
65μιμηταὶ Θεοῦ κατὰ τὸ δυνατὸν ἀνθρώποις γινόμεθα. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν ἀγάπη ἐστί τε καὶ ὀνομάζεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύ‐
ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.709