TLG 2062 204 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 94 [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Psalmum 94 [Sp.]

Citation: Vol — pg — (ln)

55

.

615

(45t)

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ,
46tΔεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.
47 Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρ‐ ίστησιν· καὶ ναύτας παρ’ ὅρμον βαίνειν ἐπὶ νηὸς ἡ τοῦ

55

.

615

(50)

χειμῶνος ἔκβασις κατηνάγκασεν. Καὶ ἡμᾶς ὁ μελῳδὸς Δαυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον. Τί γάρ φησιν; Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν
τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπονColumn end

55

.

616

(44)

αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ Δαυϊδικῆς φωνῆς· ὢ κλήσεως
45ἀγαθῆς· ὢ πνευματικῆς ἐδωδῆς· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ὢ δεσποτικῆς εὐσπλαγχνίας· ὢ προφητικῆς παραινέσεως καλούσης εἰς μετάνοιαν. Εἶδες, ἀγαπητὲ, δεσποτικῆς

55

.

616

(50)

εὐσπλαγχνίας ἀγαθότητα, καὶ προφητικοῦ κηρύγματος ἱλαρότητα· πῶς πάντας ἡμᾶς προτρέπεται εἰς μετά‐ νοιαν καὶ πρὸς εὐσέβειαν καλεῖ καὶ σωτηρίαν, λέγων· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Κύριος ἐκέλευσε, προφήτης ἐκάλεσεν, ἡμεῖς ὑπακούσωμεν. Οὐ γὰρ ἐπὶ
55φθαρτὸν ἄριστον ἐκάλεσεν, γαστρὸς ἐπιθυμίαν κορέσαι615

55

.

617

βουλόμενος. Οὕτως ἡμᾶς διὰ τῆς ἡδυφώνου λύρας καλεῖ· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πάντες οὖν οἱ ταῖς σειραῖς τῆς ἀγάπης αὐτοῦ συσφίγξαντες, καὶ τὸν ζυγὸν τῆς ὑπακοῆς βαστάζομεν, προσέλθωμεν τῷ
5Δεσπότῃ, καθάρσιον τῶν ἐν ἡμέρᾳ πεπραγμένων κακῶν ποιήσαντες. Μετανοίας γὰρ ὁ παρὼν βίος, ἀπειλῆς δὲ καὶ κρίσεως ἡ μέλλουσα παρουσία. Ἄκουσον αὐτοῦ τοῦ προφήτου λέγοντο· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογή‐ σεταί σοι; Μὴ τρίνυν πολυπλόκοις σειραῖς δεσμείσθω
10ἡμῶν ἡ διάνοια, ἀλλ’ ἐξ ὅλης καρδίας ἱκετεύσωμεν αὐ‐ τόν· ἕτοιμος γάρ ἐστιν ἀκούειν δεήσεως αἰτούντων· μόνον σὺ μὴ ὀλιγωρήσῃς τοῦ αἰτήσασθαι αὐτόν. Ἑτοι‐ μότερός σου ὁ Θεὸς πάρεστιν. Οὐ χρεία σοι ὁδοιπορίας πολλῆς, οὐδὲ πελάγη διατεμεῖν· ἀλλ’ ἄκουσον αὐτοῦ λέ‐
15γοντος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Οὐ χρεία σοι ἀναλωμάτων πολλῶν καὶ δαπανῶν, ἀλλ’ ἀποστραφεὶς στέναξον, καὶ εὐθέως ἵλεω τὸν Δε‐ σπότην κατέστησας. Ἐστράφη ποτὲ Ἐζεκίας πρὸς τὸν τοῖχον, οὐ τὸν ἐκ λίθων συγκείμενον, ἀλλὰ τὸν διὰ
20προφητικῆς καὶ ἀποστολικῆς διδασκαλίας οἰκοδομούμε‐ νον. Τοῖχον ἐκεῖνον λέγω, περὶ οὗ Παῦλος καυχᾶται λέ‐ γων· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τοῖχον ἐκεῖνον λέγω, ἐφ’ ᾧ ὁ ἀκρογωνιαῖος λίθος ἐτέθη· λέγω δὴ Χριστὸν, περὶ οὗ εἶπεν ἡ Γραφὴ, ὅτι Λίθοι ἅγιοι
25κυλισθήσονται· τοῖχον ἐκεῖνον λέγω, δι’ ὃν ὁ τοῦ Θεοῦ ᾠκοδομήθη ναός. Τί ποιεῖς, ὦ Ἐζεκία; τί ἀποστρέφῃ πρὸς τοῖχον; Φησὶν, ὅτι ἐκεῖνον ζητῶ, τὸν ζωῆς δω‐ τῆρα καὶ θανάτου λυτῆρα· ἐκεῖνον ζητῶ, καὶ ἐπ’ αὐτὸν καταφεύγω. Ὅμως στραφεὶς καὶ μετανοήσας τὴν ζωὴν
30ἐκαρπώσατο, καὶ ἀπόφασιν Θεοῦ κατ’ αὐτοῦ ἐξενεχθεῖσαν ἔφυγε, καὶ δεκαπέντε ἔτη ζωῆς προσέθηκεν αὐτῷ ὁ Θεός· καὶ πολεμίων κύκλῳ περιτειχισαμένων, καὶ κυ‐ κλωσάντων τὴν πόλιν, ἄγγελος ὑπέρμαχος ἐγένετο, καὶ τὰ τοσαῦτα πλήθη τῶν Ἀσσυρίων κατεστρώννυεν.
35Τοσοῦτον ἴσχυσεν ἡ μετάνοια· Ἐξῆλθεν γὰρ, φησὶν, ἄγγελος Κυρίου, καὶ εἰς τὴν παράταξιν τῶν Ἀσσυ‐ ρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· τὸν δὲ τούτων ἡγούμενον τὸν Σεναχηρεὶβ ζῶντα ἀπέλυ‐ σεν, δι’ οὐδὲν ἕτερον, ὡς ἔγωγε νομίζω, ἀλλ’ ἢ εἰς με‐
40τάνοιαν αὐτὸν προσκαλούμενος ὁ Θεός. Ἀμέλει γοῦν ὡς εἶδεν αὐτὸν ὁ Θεὸς μὴ πεισθέντα, μηδὲ ἀποστραφέντα, τῆς αὐτοῦ κακίας, ἀλλ’ ἀμειλικτόν τινα καὶ δυσέντευ‐ κτον ὄντα, ὑπὸ τῶν δύο υἱῶν αὐτοῦ τοῦτον ἐθανάτωσεν. Ὅταν γὰρ προσεδόκησε τὸν πανώλεθρον καὶ θεήλατον
45ἐκφυγεῖν θάνατον, καὶ εἰς τὴν αὐτοῦ τυγχάνειν γῆν, καὶ τὰ τῆς εἰρήνης αὐτῷ ἐν ἀσφαλεῖ γενέσθαι, τότε Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ δύο υἱοὶ αὐτοῦ σφάζουσιν αὐτὸν, καὶ φεύγουσιν ἐπὶ τὰ ὄρη Ἀραράτ. Θεωρεῖς, ἀγαπητὲ, πόσον τῷ Ἐζεκίᾳ συνεβάλετο ἡ ἐξομολόγη‐

55

.

617

(50)

σις; πόσον δὲ τὸν Σεναχηρεὶβ εἰργάσατο κακὸν τὸ ἐπι‐ μένειν ταῖς ἁμαρτίαις; Θέλεις σοι καὶ ἄλλην ὑποδείξω μετανοίας ὁδὸν, καὶ θύραν ἐξομολογήσεως; Μίμησαι τὴν τῶν βαρβάρων ἐκείνων μετάνοιαν, τῶν Νινευιτῶν λέγω δή. Ἐκεῖνοι γὰρ προφήτου κατήκοοι γεγονότες,
55οὐκ εὐαγγελικὰ δεξάμενοι ῥήματα, οὐ προφήτην Θεοῦ ἀκούσαντες, οὐ βασιλείας οὐρανῶν εὐαγγελισμὸν δεξά‐ μενοι, βλέπε πως προσέρχονται Θεῷ, πῶς δυσωποῦσι Θεὸν, πῶς ὀργιζόμενον αὐτοῖς ἀντικαταλλάσσουσιν τὸν Κύριον· πῶς ἀπόφασιν Θεοῦ ἔλυσαν· πῶς ὀργὴν Θεοῦ
60ἀπώσαντο, καὶ φιλανθρωπίαν ἐπεκαλέσαντο· πῶς βά‐ ραθρον καὶ κατάπτωμα τὴν πόλιν αὐτῶν τυγχάνουσαν, τείχους αὐτὴν ἰσχυροτέραν ἐποίησαν, καὶ παντὸς ἀδά‐ μαντος στεῤῥοτέραν. Οὐκ ἐδυσώπησε Θεῷ πορφύρας ἀξίωμα, ἀλλὰ σάκκος· οὐδὲ διάδημα βασιλικὸν, καὶ
65κράτος, ἀλλὰ σποδὸς μετὰ σάκκου· οὐ χρυσοκόλλητοςColumn end

55

.

618

θρόνος ἐκ λίθων συγκείμενος, ἀλλ’ ἐξομολόγησις. Ὦ σάκκου δύναμις παρευδοκιμοῦσα καὶ νικῶσα πορφύραν βασιλικήν· ὦ σποδοῦ δύναμις διαδήματος καὶ θρόνου βασιλικοῦ ἰσχυροτέρα. Ἐν γὰρ τῷ διαδήματι τυγχά‐
5νοντος τοῦ βασιλέως, καὶ ἐν τῇ πορφύρᾳ καὶ τῷ θρόνῳ τῷ κατέχοντι αὐτῷ τὸ κράτος, τουτέστι τὴν ῥάβδον τὴν βασιλικὴν, κύκλῳ τῶν στρατοπέδων αὐτῷ περιεστώ‐ των, καὶ δορυφορίας πολλῆς περιστοιχειουμένης, εἰσέρ‐ χεται εἰς τὸ μέσον ὁ προφήτης γυμνὸς, κεκονιαμένος
10ποσὶν, ἱδρῶν τῷ προσώπῳ, καί φησιν· Ἔτι τρεῖς ἡμέ‐ ραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ προ‐ φῆτα; Εἰ ὅλως Πνεῦμα Θεοῦ ἐν σοὶ, διὰ τί οὐ γινώ‐ σκεις τὸ βούλημα τοῦ Θεοῦ, ὅτι οὐκ ἀποκτεῖναι βουλό‐ μενος, ἀλλ’ εἰς μετάνοιαν ἐπανακαλέσασθαι, διὰ τοῦτο
15ἔδωκε τὴν ἀπόφασιν; Οὐδέν μοι, φησὶν, εἶπεν ὁ Θεὸς ἕτερον, ἀλλ’ ἢ τοῦτο μόνον εἶπεν, ὅτι Ἔτι τρεῖς ἡμέ‐ ραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ Ἰωνᾶ; διὰ τί καὶ διδασκαλίαν ἑτέραν οὐ προστιθεῖς; Τί γὰρ ἄλλο ἤκουσεν Ἡσαΐας παρὰ τοῦ Θεοῦ εἰπεῖν πρὸς τὸν
20Ἰσραήλ; Οὐδὲν ἕτερον ἢ λόγον ἕνα. Ποῖον δὲ τοῦτον; Εἰπὸν, φησὶ, τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Καὶ βλέπεις πόσην ἄλλην διδασκαλίαν καὶ κατήχησιν εἰς αὐτοὺς ἐνήχησεν; πόσην προτροπὴν καὶ
25παράκλησιν καὶ ἔλεγχον; Ἔλεγχον μὲν ἐν τῷ λέγειν αὐτόν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Ταῦτα ἐλέγχοντος ἦν. Ἄκου‐ σον δὲ καὶ προτρεπομένου αὐτοῦ· Λούσασθε, καθαροὶ
30γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Πῶς δὲ πάλιν παρακαλεῖ· Ἐὰν θέλητε, φησὶν, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Καὶ ἕτερα δὲ τούτων πλείονα προσδιαλέγεται αὐτοῖς, βιβλίον ὁλόκληρον γράψας μαρτυρίας χάριν. Καὶ οὐκ
35ἔστη μέχρι τούτου, ἀλλὰ καὶ μάρτυρας ἐν ἀρχῇ τῆς διδασκαλίας ἐπάγει λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐν‐ ωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Τί ἐλάλησεν; εἰπὲ τρανῶς, ὦ Ἡσαΐα. Υἱοὺς, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Σὺ δὲ οὐδὲν τούτων ἐποίησας,
40ὦ Ἰωνᾶ, ἀλλὰ τὴν μὲν καταστροφὴν ἐκήρυξας εἰπών· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Περὶ δὲ Θεοῦ οὐδὲν πρὸς αὐτοὺς εἶπες, οὐδὲ εἶπες, Ὅτι Κύριος ἐλάλησεν, κατὰ τὸν Ἡσαΐαν· ἀλλ’ ἀνήμερον καὶ ἀπάνθρωπον ἐκφέρεις τὴν ἀπόφασιν. Ἀλλ’ ὅμως οἱ
45Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε‐ λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες

55

.

618

(50)

τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο‐ λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰ‐ δότες εἰ ἀφεθήσεται αὐτοῖς. Τί γὰρ, ἔλεγον, Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ μετανοήσει, καὶ σώσει ἡμᾶς; Οὐ γὰρ ἴσασι πρὸς ἑτέρους μετανοήσαντας καὶ
55σωθέντας ἀποβλέψαι, οὐ πρὸς Νινευίτας ἑτέρους, ἀλλ’ ἔτι περὶ τῆς σωτηρίας αὐτῶν ἀμφιβάλλουσιν· ὅμως μετανοοῦσι. Καὶ εὐθέως ὁ βασιλεὺς διάδημα ῥίψας καὶ πορφύραν, σάκκον καὶ σποδὸν περιβάλλεται, καὶ πᾶσα δὲ ἡ πόλις ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, καὶ οὐ μόνον
60οἱ ἄνθρωποι, ἀλλὰ δὴ καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα. Τί ποιεῖς, ὦ βασιλεῦ; ὅτι ἄνθρωποι ἥμαρτον, τί δὲ καὶ τὰ κτήνη νηστεύειν κατεδίκασας; τί δὲ καὶ αὐτὰ σάκκον καὶ σποδὸν περιβάλλεις; Ἡμεῖς, φησὶν, πολλαῖς περιεπάρημεν ἁμαρτίαις, καὶ οὐκ ἐσμὲν ἄξιοι
65παρακαλέσαι Θεόν. Ποίῳ γὰρ προσώπῳ προσελθόντες ἀξιώσωμεν Θεόν; Διὰ τοῦτο τὰ μὴ ἡμαρτηκότα ὑπὲρ ἡμῶν πρεσβεύειν ἐποιήσαμεν. Καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνθρώπων τοῦτο ἴδοι τις ἂν γενόμενον. Ὅταν γάρ τις προσκεκρουκὼς ᾖ τινι τῶν ἐν ὑπεροχῇ ὄντων, οἱ μὴ
70προσκεκρουκότες ὑπὲρ αὐτοῦ ἀξιοῦσιν, ὅπως συγχω‐ ρηθῇ αὐτοῦ τὸ πλημμέλημα. Τοῦτο καὶ ἡμεῖς ποιοῦ‐ μεν. Ἀναπολόγητα ἡμάρτομεν, οὐκ ἐσμὲν ἄξιοι τοῦ παρακαλέσαι περὶ ἑαυτῶν καὶ δυσωπῆσαι Θεόν· καὶ διὰ τοῦτο τὰ κτήνη καὶ τοὺς βόας καὶ τὰ πρόβατα
75προσκυνεῖν καὶ λιτανεύειν Θεὸν ἐποιήσαμεν. Ὦ μετα‐ νοίας ἰσχύς· ὦ ἐξομολογήσεως δύναμις. Ἐστήριξε τὴν πόλιν ἡ μετάνοια, λύσασα τὴν ἀπόφασιν τοῦ Θεοῦ. Ἀλλ’ ὅμως πρὸς τούτοις ὁ προφήτης ἐπὶ τὴν Νινευι‐ τῶν σωτηρίαν ἀπιστεῖ· καὶ πορευθεὶς ἀπέναντι τῆς
80πόλεως ἐκαθέζετο σκοπῶν τί ἀποβήσεται τῇ πόλει·617

55

.

619

πότερον ἡ ἀπόφασις νικήσει, ἢ ἄρα ἡ μετάνοια. Καὶ ἦν ὡς ἐν ζυγῷ καὶ ὡς ἐν ῥοπῇ πλάστιγγος κείμενα τὰ ἀμφότερα· ἔνθεν ἡ ἀπόφασις, κἀκεῖθεν ἡ μετάνοια· καὶ ἡ μετάνοια νικήσασα τὸν θάνατον, τὴν πόλιν ἀν‐
5έστησεν. Εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον, ἐλυπεῖτο Ἰωνᾶς ὡς ψεύστης μέλλων φαίνεσθαι. Εἶτα τί ποιεῖ αὐτῷ ὁ πάνσοφος Θεός; Κελεύει τῷ ἡλίῳ πυριφλόγους ἀκτῖ‐ νας ἐπὶ τῆς κεφαλῆς αὐτοῦ βαλεῖν, πρὸς τὸ μὴ φέρειν αὐτὸν τὴν τοῦ ἡλίου θερμότητα. Φλεγομένου δὲ αὐτοῦ
10ἐπὶ πολὺ καὶ ἀποδυσπετοῦντος, διὰ τῆς νυκτὸς κελεύει ὁ Θεὸς κολοκύντῃ ἑωθινῇ ἀναβῆναι καὶ σκιάζειν ἐπὶ τῆς κεφαλῆς Ἰωνᾶ. Ἐνταῦθα ἡδέως ἐροίμην τὸν Ἰουδαῖον, λέγων πρὸς αὐτόν· Εἰπέ μοι, ὦ Ἰουδαῖε, ὁ λέγων, Πῶς ἄνευ ἀνδρὸς ἡ παρθένος ἐγέννησε, καὶ πῶς γεννήσασα,
15πάλιν παρθένος ἔμεινεν; εἰπέ μοι σὺ πρῶτον, πῶς ἡ γῆ ἐν μιᾷ ὥρᾳ τῆς ἑωθινῆς τὴν κολόκυνταν ἀφ’ ἑαυτῆς ἐξέφυσε, καὶ πῶς ἐν μιᾷ ῥοπῇ τοῖς φύλλοις ἐκόμα, καὶ τὸν προφήτην ἐσκίαζε· κἀγώ σοι λέγω πῶς ἡ παρ‐ θένος ἔτεκεν, καὶ μετὰ τὸ γεννῆσαι παρθένος ἔμεινεν.
20Ἀλλὰ μὴ βάλλωμεν τὰ ἅγια τοῖς κυσίν. Ἐκβαλλέσθω‐ σαν τοῦ ἡμετέρου καταλόγου οἱ ἄπιστοι Ἰουδαῖοι. Εἶτα τῆς κολοκύντης σκιαζούσης αὐτὸν, Ἐκέλευσεν πάλιν ὁ Θεὸς σκώληκι ἑωθινῇ, καὶ ἐπάταξεν τὴν κολό‐ κυνταν, καὶ εὐθέως ἐξηράνθη. Ἴδε, Ἰουδαῖε, καὶ μὴ
25ἀπίστει, ὅταν Θεὸς μέγιστόν τι κατεργάζηται. Ὑπὸ νύκτα ἐγένετο, καὶ ὑπὸ νύκτα ἀπώλετο. Εἶτα ξηραν‐ θείσης τῆς κολοκύντης, ἀπεδυσπέτει ὁ Ἰωνᾶς καὶ ἀπ‐ ωδύρετο, καὶ ἀπελέγετο τὸ πνεῦμα αὐτοῦ, λυπούμενος ἐπὶ τῇ κολοκύντῃ, καὶ ἔλεγε· Καλόν μοι τὸ ἀποθανεῖν
30μᾶλλον ἢ ζῇν. Πρὸς ὃν πορευθεὶς ὁ πάνσοφος Θεὸς παραμυθεῖται λέγων· Σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύντῃ; Καὶ εἶπεν ὁ Ἰωνᾶς· Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ Θεός· Σὺ ἐλυπήθης ἐπὶ τῇ κολοκύντῃ, εἰς ἣν οὐκ ἐκακοπά‐
35θησας, οὐδὲ ἐξέθρεψας αὐτὴν, ἣ ἐγενήθη ὑπὸ νύκτα, καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ λυπηθήσομαι ἐπὶ Νινευὶ τῇ πόλει τῇ μεγάλῃ, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν, ἀπὸ τοῦ πλήθους τῶν οἰκούντων, δεξιὰν ἢ
40ἀριστερὰν, καὶ κτήνη πολλά; Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φιλάνθρωπος, φησὶν, ἐγὼ τυγχάνω, καὶ μὴ βου‐ λόμενος ἀπολέσαι τὰ ἔργα τῶν χειρῶν μου, ἃ ἀγαπῶν ἐποίησα. Διὰ τοῦτο ἠπείλησα καταστροφὴν καὶ θάνατον, οὐχ ὡς ἀποκτεῖναι βουλόμενος, ἀλλ’ εἰς μετάνοιαν προ‐
45τρέψασθαι. Τοσαύτας περιόδους ἐτῶν ἐκδεχόμενος τὴνColumn end

55

.

620

τούτων ἐπιστροφὴν, ἡνίκα δ’ ἂν ἐπεστράφησαν, παριδεῖν ὤφειλον; Οὐκ ἔστι παρ’ ἐμοὶ τοῦτο, ὦ Ἰωνᾶ. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος καταδικάζειν βούλει, ἐγὼ δὲ ὡς Θεὸς τὸ φιλανθρωπεύσασθαι ἔχω. Δόξα σοι, Κύριε, δόξα σοι.
5Πόσος φιλανθρωπίας καὶ ἐλεημοσύνης πλοῦτος παρὰ σοί. Οἱ πρῴην θανασίμῳ ὑποβληθέντες ψήφῳ νῦν δι‐ δάσκαλοι τῆς οἰκουμένης καθεστήκασι. Πάντες γὰρ εἰς αὐτοὺς ἀποβλέποντες χειραγωγοῦνται, καὶ τὴν ἐκείνων λαμβάνοντες μετάνοιαν ἀναυάγητοι διαμένομεν. Θεω‐
10ρεῖς, ἀγαπητὲ, πόσον ἰσχύει μετάνοια; Μὴ οὖν ὑπερτι‐ θέμεθα ἡμέραν ἐξ ἡμέρας· Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἡμέρα γὰρ Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Δεῦτε οὖν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσω‐
15μεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἄδηλος γάρ ἐστιν ἡ ἔκβασις τοῦ βίου ἡμῶν, οὐ καιρὸν ἐκδε‐ χομένη, οὐ χρόνον τεταγμένη ἐφ’ ἡμῶν. Ἀλλ’ ἡνίκα δ’ ἂν κελεύσῃ ὁ δεδωκὼς πᾶσι πνοὴν, τότε ἡ ψυχὴ ἀπο‐ πτᾶσα ἀπὸ τοῦ σώματος, καταλιμπάνει αὐτὸ ἔρημον.
20Ἕκαστος τοίνυν εἰδὼς τὸ τῆς ἐξόδου ἄδηλον, περιμέ‐ νωμεν τὸν νυμφίον, καὶ κρούσαντος αὐτοῦ τῇ θύρᾳ, ἀνάψωμεν αὐτῷ τὰς λαμπάδας ἡμῶν διὰ παντὸς ἀνει‐ μένας, ἔχοντες καὶ ἔλαιον μεθ’ ἑαυτῶν, ἵνα ἡνίκα δ’ ἂν ἦχος γένηται λεγόντων, ὅτι Ὁ νυμφίος ἔρχεται, συν‐
25εισέλθωμεν αὐτῷ, μήποτε καὶ ἡμεῖς μετὰ τῶν πέντε μωρῶν παρθένων ἔξω τοῦ νυμφῶνος εὑρεθῶμεν. Μὴ ἀπονυστάξωμεν, ἀγαπητοὶ, ἀλλ’ ἔχωμεν ἀεὶ ἔλαιον ἐν ταῖς λαμπάσιν ἡμῶν. Οὐ γὰρ συγχωρήσει ἡμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ ἀπελθοῦσιν ἔλαιον ἀγοράσαι παρὰ τῶν
30πωλούντων· ἐνταῦθα γὰρ πωλεῖται, καὶ ἐκεῖ ἀναλίσκε‐ ται. Τίνες δὲ οἱ πωλοῦντες, ἀλλ’ ἢ οἱ πένητες; Δὸς ἄρτον, καὶ λαμβάνεις Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
35Δεῦτε τοίνυν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξω‐ μεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι Ἡ νὺξ προ‐ έκοψεν, ἡ δὲ ἡμέρα τοῦ ἀδήλου βίου ἤγγικεν. Εἴη δὲ πάντας ἡμᾶς φῶς ἐκ φωτὸς ὑπάρχοντας ἐν τῷ φωτὶ
40τῆς δόξης Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν περιπατῆσαι, ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.619