TLG 2062 203 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 92 [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Psalmum 92 [Sp.]

Citation: Vol — pg — (ln)

55

.

611

(47t)

Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ, τὸ, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·» καὶ περὶ
48tτοῦ ἐν θαλάσσῃ περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς
49tπρωτοπλάστους κατὰ τῆς παραβάσεως.

55

.

611

(50)

αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν
55οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολ‐ λῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυμα‐ τουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς
60ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ’ ἢ οἱ μαθηταὶ τοῦ Κυρίου
πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάουColumn end

55

.

612

(47)

πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυμα‐

55

.

612

(50)

τουργῶν οὐκ ἐπαύετο· οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι. Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι. Ποῖον φάντασμα; Ἡ δούλη τὸν Δεσπότην ἐγνώρισε, καὶ οἱ
55μαθηταὶ τὸν Δεσπότην οὐκ ἐγνώρισαν; Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοή‐ σαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα.
Οὐχὶ αὐτὸς ἦν ὁ διὰ τῆς Μωϋσαϊκῆς βακτηρίας τὸν βύ‐611

55

.

613

θιον κόλπον γυμνώσας, καὶ τοὺς υἱοὺς Ἰσραὴλ κεκονια‐ μένῳ ποδὶ παροδεῦσαι κατασκευάσας; Ἔδοξαν φάντασμα εἶναι, καὶ ἐφοβήθησαν. Οὕτως Ἐφοβήθησαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ἐφοβήθησαν γὰρ, τὸν λιμένα τῆς ζωῆς
5κατανοήσαντες πλησιάσαντα. Πάντων δὲ φοβηθέντων, ὁ Πέτρος πλησιάσας ἔφη πρὸς τὸν Κύριον· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐλθέ. Εἶτα πρὸς τοὺς μαθητὰς, Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Οὐ φαντάζω, ἀλλ’
10ἀληθεύω. Ἐγὼ γὰρ ἡ ἀλήθεια ἐνηνθρώπησα, ἵνα τὸν φαντάζοντα καταργήσω. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τί δοκεῖσθε τῇ τῶν ἀνέμων ἐμπνεύσει; Οὐ περὶ ἐμοῦ ἔλεγε τὸ φάσκον ῥητόν· Ὁ ἐξάγων ἀνέμους ἐκ θη‐ σαυρῶν αὐτῶν; Καὶ νῦν τοὺς ἀνέμους ἐξέβαλον, οὐχ
15ἵνα ταράξω ὑμᾶς, ἀλλ’ ἵνα στηρίξω. Ταῦτα τοῦ Κυρίου λέγοντος, πάλιν ὁ Πέτρος προπηδήσας, ὡς θερμὸς τῇ πίστει, ἀπεκρίνατο λέγων· Κύριε, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ τοῖς ῥήμασι γνωριζόμενος, καὶ τοῖς πράγμασιν ἀμφι‐ βαλλόμενος· οὐδαμοῦ γάρ σε κατενοήσαμεν τὴν θάλασσαν
20πεζεύοντα· εἰ σὺ εἶ ὁ Χριστὸς, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐλθὲ, ἐὰν ἔχῃς πίστιν βαστάζουσάν σε. Οὐδὲν εἰρωνείᾳ χαρίζομαι. Εἰ μὴ πιστεύεις, οὐ βαδίζεις. Τοῦ δὲ Πέτρου καταπη‐ δήσαντος πρὸς τὴν τοῦ Κυρίου ἐπαγγελίαν, ἤρξατο χω‐
25ροβατεῖν τὴν θάλασσαν, ἔχων τὴν πίστιν ἀκλυδώνιστον. Ὡς δὲ προέβη μικρὸν, ἐπειδὴ ἀνθρώπινος ἦν ἕξει, τρο‐ πῇ δουλεύων, ὡς ἄνθρωπος κλονούμενος, ἐδίστασεν, ἐνεχαυνώθη, καὶ πρὸς ἑαυτὸν ἤρξατο λέγειν· Ἄπιστον τὸ φαινόμενον· τὴν θάλασσαν πεζεύω, ἡ ὑγρὰ κόνιν ἐκ‐
30βάλλει. Ἐν τούτῳ τοῦ Πέτρου διστάζοντος ἡ σύνδουλος θάλασσα, ὡς ἐπὶ ἀπίστου δούλου, ἤρξατο κυματοῦσθαι, καὶ παιδεύειν τὸν σύνδουλον, καὶ καταποντίζειν τὸν ἄπι‐ στον. Ὅθεν ὁ Πέτρος κατανοήσας, ὅτι ἡ μὲν πίστις τὴν βάσιν παρεῖχεν, ἡ δὲ ἀπιστία κλυδώνιον ἔφερεν, ἔκραξε
35λέγων· Ἐπιστάτα, σῶσον, ἀπόλλυμαι. Τί λέγεις, ὦ Πέτρε; Ὅτε κινδυνεύεις, τότε γνωρίζεις τὸν Δεσπότην; Τί οὖν ὁ Χριστός; Οὐ καταλιμπάνω σε τῷ βυθῷ, ἐκτενῶ τὴν χεῖρα· τὰ γὰρ πάντα ἐν τῇ χειρὶ βαστάζω. Ἐκτεί‐ νας δὲ τὴν χεῖρα, φησὶν, ὁ Κύριος ἐπελάβετο αὐτοῦ,
40καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Πολλὴ τῶν ἀποστόλων ἡ διχόνοια. Πρὸ τῆς ἀναστάσεως ἐκλο‐ νοῦντο· μετὰ τὴν ἀνάστασιν τὸ βέβαιον καρπωσάμενοι, ἀπαρασάλευτοι τῇ πίστει γεγόνασιν. Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες
45ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρη‐ μός ἐστιν ὁ τόπος, ὅπως ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὅρα μοι καὶ ἐνταῦθα, πῶς ἄπιστον τὸ διανόημα. Τῷ Σωτῆρι προσ‐

55

.

613

(50)

ῆλθον λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος· ὁ δὲ Κύριος πρὸς αὐτούς· Ἀπολύσω τὸν ὄχλον; τί μοι ἀδοξίαν προσάγετε; τί καταψηφίζεσθε τοῦ διδασκάλου; ἀπολύσω τοὺς ὄχλους, ἵνα ἀγοράσωσι βρώ‐ ματα; καὶ τί ἐροῦσιν οἱ πιπράσκοντες αὐτοῖς τοὺς ἄρ‐
55τους; ὅτι ἐμοῦ παρόντος οὗτοι ἄρτους ἀγοράσουσιν; Εἰ μὴ ἡμῖν ἄρτος, καλῶς τὸ ἀπολύειν ἐπετρέπετε· νῦν δὲ ἄρτος ὑπάρχων, πῶς ἀπολύσω πεινῶντας τοὺς προσμέ‐ νοντάς μοι; Οἱ ὄχλοι προσμένουσι, κἀγὼ τοὺς προσμέ‐ νοντας ἀπελάσω; ποῖος ποιμὴν προβάτων ποιεῖ τοῦτο;
60Ἐγὼ τῷ Δανιὴλ ἐν τῷ λεοντίῳ λάκκῳ τὸν Ἀμβακοὺμ φακοφόρον παρέπεμψα· ἐγὼ τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ ἔτη τεσσαράκοντα οὐρανόθεν τὸ μάννα ἐχορήγουν τοῖς ἀχα‐ ρίστοις, καὶ τοὺς εὐχαρίστους λιμαγχονήσω; Οὐ μὴν, οὐδαμῶς. Δότε ὑμεῖς αὐτοῖς φαγεῖν. Οἱ δὲ ἀπόστολοί
65φασι· Δῶμεν αὐτοῖς φαγεῖν; πόθεν δῶμεν τοῖς ἐπιτα‐ γεῖσι μηδὲν αἴρειν εἰς ὁδόν; Πλὴν πέντε ἄρτων καὶ δύο ἰχθύων οὐκ ἔχομέν τι πλέον· καὶ τί εἰσι ταῦτα εἰς πεντακισχιλίους ἄνδρας ἄνευ γυναικῶν καὶ παιδίων; Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς· Πόθεν δῶτε; Ἔχετε
70τὸ γαζοφυλάκιον τῆς πίστεως. Οὐκ εἶπον ὑμῖν, ὅτι Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται; Ὄρη μεθίστανται, καὶ ἄρτοι οὐ πληθύνον‐ ται; Δῶτε αὐτοῖς ὑμεῖς φαγεῖν. Τῶν δὲ παραιτουμένων,
75καὶ πρὸς τὴν δόσιν ἰλιγγιώντων, ὁ Κύριος πρὸς αὐτούς·
Ἀνακλίνατε τοὺς ὄχλους. Ἐγὼ τῇ διανοίᾳ [l. ἐπὶ τῇColumn end

55

.

614

διακονίᾳ] στέλλομαι· οὐ παραιτοῦμαι τοῖς δούλοις ὑπηρε‐ τῶν. Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ παραιτοῦμαι.
5 βʹ. Ἔστι δὲ πάντως εἰπεῖν, τίνα καὶ πότε ὁ Θεὸς τὸν [f. τοῦ] Ἀδὰμ διακονίαν μετῆλθεν. Ἄκουε συνετῶς. Καλὸν γὰρ ἀποτίσαι τῆς ἕκτης ἡμέρας τῆς τελευταίας τοῦ Θεοῦ δημιουργίας, ἐν ᾗ τὴν ἐπαγγελίαν ἐποιησάμεθα. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέ‐
10τησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά‐ νων τῶν ἑαυτοῦ κτισμάτων. Ἴστε πάντες σαφῶς, πῶς ἐν τῷ παραδείσῳ ὁ δημιουργὸς καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψη‐ λοῦ τόπου, προσήγαγεν αὐτῷ ἕκαστον τῶν ζώων. Ὁ Δεσπότης ἐξ ἀρχῆς οὐ παρῃτήσατο δούλῳ ὑπηρετῶν, τῷ
15ἰδίῳ κτίσματι· ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγ‐ γελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς ἐπὶ χόρτου, καὶ λαβὼν τοὺς ἄρτους ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν. Ἐξ ὧν καὶ ἐν τῷ
20παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό‐ τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων· ὅπερ ἡ Γραφὴ παρέστησε λέ‐
25γουσα· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσαι αὐτά. Μάθω‐ σιν, ὅτι διὰ σὲ παρήχθησαν. Τὴν ἐμὴν δέχου οἰκονομίαν. Μή τι τοσοῦτον ἐπὶ ἀγγέλου, ἢ ἐπὶ ἄλλης κτίσεως, οἷον
30ἐπὶ τοῦ ἀνθρώπου; Ἐπειδὴ αὐτὸν μόνον ἰδίαις χερσὶν ἔπλασεν, αὐτῷ μόνῳ ὑπηρέτησεν ὁ δημιουργὸς, τοῦτο μὲν, τῇ τῶν ζώων παραγωγῇ, τοῦτο δὲ, ἐν τῇ τῶν ἐνδυ‐ μάτων καλλονῇ. Ἐξ ὧν καὶ ἐν τῇ ἐνανθρωπήσει μηνύων τοῖς ἑαυτοῦ μαθηταῖς, ἤρξατο νίπτειν αὐτῶν τοὺς πόδας,
35τῆς ἀρχαίας δημιουργίας τὴν ἔμφασιν παριστῶν. Τοῦ δὲ Πέτρου ἀπὸ εὐλαβείας παραιτουμένου τὴν τῶν ποδῶν νίψιν, ὁ Κύριος πρὸς αὐτόν· Ἐὰν μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Ἐγώ εἰμι ὁ τῷ Ἀδὰμ ὑπηρετήσας, τοῦτο μὲν, τὰ ζῶα παραγαγὼν,
40τοῦτο δὲ, τὴν πλευρὰν αὐτοῦ οἰκοδομῶν εἰς γυναῖκα, ἐξ αὐτοῦ τὸ αὐτοῦ, καὶ πρὸ αὐτοῦ τὸ ἐμὸν δι’ ἑαυτοῦ αὐτῷ προσάγων. Ἐξ ὧν δείκνυσι, φίλε, ὅτι μόνος ὁ ἄνθρωπος ἐν κτίσμασιν ἀσύγκριτον καὶ ἐξαίρετον ἔργον τοῦ Θεοῦ. Ἐξ ὧν καὶ περὶ αὐτοῦ μόνου γέγραπται· Ποιήσωμεν
45ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Πολλὴ σχέσις Θεοῦ περὶ τὸν ἄνθρωπον· καὶ ὁ μὲν δη‐ μιουργὸς τοσαύτης δόξης τὸν Ἀδὰμ ἠξίωσεν, οἵας ἄλλη κτίσις καθάπαξ οὐ μετέσχεν· ὁ δὲ Ἀδὰμ ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας

55

.

614

(50)

πτωχείαν ἐπισπασάμενος, ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιε‐ σμένον, μηδὲ ῥάβδου εὐποροῦντα, τὸν φιλικῇ συντυχίᾳ καθ’ ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον, τὸν δεξάμενον τὸν παράδεισον ἐν‐
55διαίτημα, ἐξόριστον τοῦ παραδείσου γενόμενον, καὶ κατ’ ἀντικρὺ τοῦ παραδείσου παροικιζόμενον, ἵνα βλέπων τὴν ζημίαν τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος τὴν ματαίαν συμβουλίαν. Τί γὰρ ἕτερον ἔπραττεν ὁ Ἀδὰμ, ἔξω τοῦ παραδείσου τὴν κατοίκησιν ἔχων, σκάπτων,
60κάμνων, μεταλλεύων, βωλοστροφῶν, ἱδρῶτι πανταχόθεν κατακλυζόμενος, ἢ ὀνειδίζει μεγάλῳ στόματι τὴν γαμε‐ τὴν, φάσκων οὕτως· Ἴδε σου τῆς συμβουλίας τὰ κέρδη· ἵνα σὺ τῷ ὄφει προσπαίζῃς, ἐγὼ τῆς τοῦ Θεοῦ δωρεᾶς ἠλλοτρίωμαι; Οὐχ ὑπέσχου μοι λέγουσα, γύναι, ἐὰν γεύσῃ
65τοῦ ἀπηγορευμένου καρποῦ, γενήσῃ μακάριος; Οὐ θεόν με ποιεῖν ἐπηγγείλω μετὰ τὴν βρῶσιν τοῦ ἀπηγορευμέ‐ νου καρποῦ; Πῶς οὖν ὁ θεὸς σκαφεὺς ἀνεδείχθην; ὁ μα‐ κάριος τρισάθλιος εὑρέθην; Σὺ ἐσφάλης, κἀγὼ μαστίζο‐ μαι· τὴν πλευρὰν ἀπολώλεκα, καὶ βοηθὸν οὐχ εὗρον. Οἴμοι,
70γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παρα‐ δείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων ἐπιτήδειον ὄργανον. Ἄπιθι, γύναι· τί μου τὴν ἀθανασίαν ἐθέρισας; τί μου τὴν βα‐ σιλικὴν στολὴν ἔσχισας; ἣν οὐχ ὕφανας, διέῤῥηξας. Τί
75με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας; τί μοι καρπὸν παγι‐ δευτικὸν προσήγαγες, γύναι γοητόστομε, λέγουσα· Δέξαι, φάγε τοῦ φθονηθέντος σοι καρποῦ; ᾟ δ’ ἂν γὰρ
ἡμέρᾳ φάγῃ, διανοιχθήσονταί σου οἱ ὀφθαλμοὶ, καὶ613

55

.

615

ἔσῃ ὡς Θεὸς γινώσκων καλὸν καὶ πονηρόν. Τί ἔπρα‐ ξας, γύναι; Ἐτυφλώθην, οὐ βλέπω. Τὸ κακὸν ἐποίησα, τὸ καλὸν ἀπεπήδησεν. Ὥσπερ ἡ ἀκτὶς μοχθῶ, οὐχ ὡς Θεὸς αὐθεντῶ. Ἄπιθι, γύναι, οὐκ οἶδα τίς εἶ. Πρὸ τοῦ
5συναφθῆναι τὴν λύσιν ζητῶ· οὐ φέρω τὸν κόπον. Σὺ ἀμέριμνος μὲν οὖσα, οὐκ αἰσθάνῃ τῆς ὀδύνης. Ὅτε τόκῳ πλησιάσεις, τότε τῆς ἀποφάσεως ὑπομνησθήσῃ. Ἄπιθι, ἀφορήτων μοι κακῶν ἐγένου πρόξενος, γύναι· τὴν γῆν προσετάχθην ἐργάσασθαι, ἐν ἱδρῶτι τοῦ προσώπου τὸν
10ἄρτον ἐσθίειν· ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν μοι προσετάχθη. Ταύτην θεόθεν τὴν ἀπόφασιν ἔλαβον. Τί ποιήσω; πότε δίκελλαν χαλκεύσω; πότε ἄροτρον κα‐ τασκευάσω; πότε ταῦρον ζυγῷ πείθεσθαι διδάξω; πότε πλάκας ἐγερῶ; πότε σπέρμα ῥίψω; πότε στάχυν πε‐
15ριμενῶ; πότε δρέπανον ὀξυνῶ; πότε δρᾶγμα θερίσω; πότε ἅμαξαν γεμίσω; πότε ἅλωνα καθαρίσω; πότε τυ‐ κάνην χαράξω; πότε πτύον συμπήξω; πότε ζύμην ἐγκρύ‐ ψω; πότε ἄρτον σχηματίσω; πότε ὀπτῆρας ἐκκαύσω; Οὐ φέρω τὴν ὀδύνην. Μετὰ πόσων μόχθων καὶ ἱδρώτων
20ἐσθίω τὸν ἄρτον; Ἴδε πόσων κακῶν γέγονας μοι πρόξενος, γύναι, ζωὴ προσαγορευθεῖσα, καὶ θάνατος εὑρεθεῖσα. Ὄντως θανάτου πρόξενος ἡ γυνὴ, ἔκτοτε καὶ νῦν. Καὶ μή μου τοῦτο λέγοντος περὶ γυναικὸς καταστασιαζέτω τὸ τῶν γυναικῶν σύστημα· ἀποδοῦναί με τὸ ἔγκλημα, εἰ
25θέλωσιν ὑποδέξασθαι. Μὴ ἐμοὶ ὀργιζέσθωσαν, ἀλλὰ τῷ χριστοφόρῳ Παύλῳ. Εἰ τολμῶσιν ὑβρίζειν, ἐκεῖνον ὑβρι‐ ζέτωσαν. Ἡμεῖς ὡς ἐκείνου μαθηταὶ τὰ ἐκείνου παρεγ‐ γυῶμεν ῥήματα, οὐχ ἡμέτερα καινουργοῦμεν. Ἀκου‐ σάτωσαν Παύλου δι’ ἡμῶν βοῶντος· Ἡρμοσάμην γὰρ
30ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὴ μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, καὶ ὑμᾶς ἀπατήσῃ. Ὁρᾶς ὅτι οὐχ ὁ ἀνὴρ ἐσκε‐ λίσθη, ἀλλ’ ἡ γυνὴ ἠπατήθη; Τίς ἡ ἀπατηθεῖσα; τίς ἡ τῷ ὄφει προσπαίξασα; Ἡ ὀφιόστομος καὶ ἰοβόλος γυνή.
35Τίς προσέπαιξε τῷ ὄφει; Ἡ διεμπαίγματα μελετῶσα. Οὐδεὶς ἦν ἐν τῷ παραδείσῳ, πλὴν αὐτῆς καὶ τοῦ ἀνδρὸς αὐτῆς· καὶ μήτε τὴν μόνωσιν, μήτε ἄλλο τι φοβηθεῖσα περιήρχετο πλαζομένη, ῥεμβομένη, ποῦ παράκοιτον εὕροι, πρὸ τῆς συναφῆς τοῦ γάμου τὴν μοιχοσπορίαν
40μελετῶσα. Εἰ προσῆν τῷ ἀνδρὶ, οὐκ ἂν ἐπλησίαζεν ὁColumn end

55

.

616

ὄφις τῷ ὄφει. Ἔξω τοῦ ἀνδρὸς αὐτὴν εὗρε, καὶ ἐδελέασε. Γυνὴ γὰρ νομίμῳ ἀνδρὶ ἀεὶ συνοῦσα, διαπαντὸς φθορὰν οὐχ ὑπομένει, ἧτταν οὐ δέχεται, μοιχείαν οὐκ εἰσπράτ‐ τεται· χωρισθέντος δὲ τοῦ ἀνδρὸς, κἂν μετ’ ἀγγέλων ᾖ
5συνδιατρίβουσα, εὐεπηρέαστος γίνεται. Ποῦ ἀλλαχοῦ τὰς μυσαρὰς πράξεις ἐπιτηδεύουσιν αἱ τῶν νομίμων ἀνδρῶν χωριζόμεναι γυναῖκες, εἰ μὴ ἐν τοῖς μαρτυρίοις, προφά‐ σει τῆς ἱκεσίας, τοῖς γαμολύταις συντασσόμεναι, καὶ αὐτῶν τῶν μαρτύρων καταφρονοῦσαι; Πολλάκις γὰρ καὶ
10κατὰ τῶν μαρτύρων ὀμνύουσι μὴ ἀθετῆσαι τὰς ἀθεμί‐ τους πράξεις. Ὢ πόσων κακῶν Εὔα διδάκτρια, τῶν ἀγα‐ θῶν ἀφανίστρια. Καὶ πᾶσαι μὲν γυναῖκες αἱ σωφροσύ‐ νην ἐρῶσαι προσαγορεύονται ἀνδρεῖαι. Πολλὴ γὰρ δια‐ φορὰ καὶ ἐν γυναιξὶν, ὡς καὶ ἐν ἀνδράσιν, ὡς καὶ ἐν
15ἀγγέλοις· καὶ ὅσαι γυναῖκες σωφροσύνην ἐρῶσι, τῇ παρ‐ θένῳ ἀκολουθοῦσι, τὴν Σωσάννην ποθοῦσι, τὴν Σάῤῥαν ἀσπάζονται, τὴν Ῥεβέκκαν περιπτύσσονται· ὅσαι δὲ σωφροσύνης ἐκτός εἰσιν, ὡς ἡ Εὔα πλανῶνται, ὡς ἡ Αἰ‐ γυπτία συκοφαντοῦσιν, ὡς ἡ Δαλιδὰ ξυρῶσιν, ὡς Ἰεζά‐
20βελ τοὺς ἐνθέους φονεύουσι. Καθολικὸς ὁ λόγος, οὐ μερι‐ κὸν τὸ αἴνιγμα. Μὴ πάλιν τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς δάκνεσθαι, εἰς διανοίας (l. διχονοίας) ἡμᾶς εὐτρεπίζοντες. Ἡμῖν τούτων λόγος οὐδείς. Ἀποστολικὸς ὁ λόγος. Διὰ τὴν Εὔαν
25τὸ αἴνιγμα. Ἐξ ὧν καὶ τῇ ἐνιαυσιαίῳ περιόδῳ τὰ αὐτὰ ἀνακεφαλαιούμεθα, μάρτυρα τῶν λεγομένων τὸν θεσπέ‐ σιον Παῦλον παραγαγόντες τὸν εἰρηκότα, Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, γυναῖκα
30Ἀδὰμ, τοῦ σφάλματος τὴν αἰτίαν. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος, Ἀδὰμ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ τούτου γυνὴ Εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης,
35οὐ μετὰ ἀκολασίας. Εἶπε, Σωθήσεται διὰ τῆς τεκνο‐ ποιίας, οὐχ ὡς ἡ Εὔα τὸν Κάϊν ἔτεκεν, ἀλλ’ ὡς ἡ παρ‐ θένος τὸν Χριστὸν ἐκυοφόρησεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.615