TLG 2062 202 :: JOANNES CHRYSOSTOMUS :: De turture seu de ecclesia sermo [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De turture seu de ecclesia sermo [Sp.]

Citation: Vol — pg — (ln)

55

.

599

(1t)

ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΡΥΓΟΝΑ
2tἬτοι εἰς τὴν Ἐκκλησίαν.
3 αʹ. Ἡ τρυγὼν ἡ φιλέρημος, ὅτε ἐν ὕλαις συγκοιταζομένη καλεῖ τὸν ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δο‐
5νήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ’ ὕδασι νεμόμενον θέλξασα, καὶ τοῦτον πετάσασα παραινεῖ ταχεῖαν τὴν πτῆσιν ποιήσασθαι· ὁμοφώνῳ δὲ γνώμῃ ἐπὶ τῶν στε‐ ρεμνίων πρέμνων τὴν καλιὰν αὐτῶν πήξασαι καὶ ἀφόβως ἐπωάζουσι, καὶ τοὺς νεοττοὺς ἑαυτῶν ἐκεῖθεν πετάζουσι.
10Φασί τινες τὴν τρυγόνα φίλανδρον εἶναι καὶ φίλαγνον· ὥστε κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆ‐ ναι, ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀν‐ δρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ’ αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε,
15γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν τὴν μορφὴν τῆς τρυγόνος ἐν ὄψει φέρετε, τὴν ταύτης σωφροσύνην μιμήσασθε. Τοιαύτη ἐστὶν ἡ πάν‐ σεμνος Ἐκκλησία. Τοῦ γὰρ ἀνδρὸς αὐτῆς Χριστοῦ σταυρω‐ θέντος καὶ εἰς οὐρανοὺς ἀνελθόντος, ἑτέρῳ ἀνδρὶ οὐκ ἐπι‐
20μίγνυται· ἀλλ’ αὐτὸν ποθεῖ, αὐτὸν ἀναμένει, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει. Ἀλλ’ ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἔξωθεν εἶναι τῶν Γραφῶν μνημονεύσαντες τρυγόνος, φέρε αὐτῶν τῶν Γραφῶν μνημονεύσωμεν. Μαρτυρεῖ ὁ Δαυῒδ ὁ μακάριος, καὶ κελαδεῖ λέγων· Καὶ γὰρ στρου‐
25θίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Καὶ ποῖον λέγει στρου‐ θίον; Ἦ πάντως τὸν ἄνθρωπον· γὰρ ψυχὴ ἡμῶν, ὡς στρουθίον, ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόν‐ των. Ὁ δέ γε Κύριος βουλόμενος δεῖξαι τοῖς ἑαυτοῦ μα‐
30θηταῖς, πόσον ἄλλων ἐν ἁγιωσύνῃ διαφέρουσι, λέγει πρὸς αὐτούς· Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Διὰ τοῦτο καὶ ὁ Σολομὼν ἐβόα λέγων· Ἵνα σώζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ πα‐ γίδος. Καὶ πάλιν ἡ θεία φωνή· Ὁμοία ἐστὶν ἡ βασι‐
35λεία τῶν οὐρανῶν κόκκῳ σινάπιος, ὃν λαβὼν ἄνθρω‐ πος ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, γί‐ νεται μεῖζον πάντων τῶν λαχάνων, ὥστε ἐλθεῖν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς
40κλάδοις αὐτοῦ. Καὶ γὰρ ἐνταῦθα τὰ πολυαρίθμητα γένη τῶν ἀνθρώπων ὀρνέοις παρείκασε. Καὶ γὰρ στρου‐ θίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Τρυγόνι παρείκασε τὴν πάνσεμνον Ἐκκλησίαν διὰ τὰ ποικίλα τῆς σοφίας χαρί‐
45σματα. Ὅτι δὲ πεποίκιλται ἡ Ἐκκλησία, ἔστι τοῦ Δαυῒδ ἀκοῦσαι λέγοντος· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλη‐ μένη, πεποικιλμένη. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ

55

.

599

(50)

νόσσια ἑαυτῆς· τουτέστιν, ὑπὸ τοὺς στερεμνίους κλά‐ δους τοῦ σταυροῦ ἐκτρέφουσα τὰ νεοφώτιστα τέκνα. Ταύ‐ της δὲ τῆς τρυγόνος μέμνηται καὶ Ἱερεμίας λέγων· Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων τὴν
55πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον Ἰωάννην, τέττιγα τὸν εὔλαλον Παῦλον, τὸν τῆς Ἐκκλη‐ σίας αὐλόν. Περὶ ταύτης τῆς τρυγόνος ἐντέλλεται ὁ Κύ‐ ριος τῷ Ἀβραάμ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ αἶγα τριετίζουσαν, καὶ
60περιστερὰν, καὶ τρυγόνα. Ταύτης τῆς τρυγόνος μέμνη‐ ται καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἡ Γραφὴ λέγουσα· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ φωνὴ τῆς τρυγόνος ταύτης, τὸ οὐράνιον ἔαρ τὸν Χριστὸν οὐρανόθεν παραγίνεσθαι, ἡμῖν σημαίνει. Ἡ φωνὴ τῆς
65τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν σήμερον. Ἀλλ’ ἀκούσωμεν τὴν φωνὴν τῆς τρυγόνος ταύτης, ποῖα μέλη κελαδεῖ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσα‐ λήμ. Μὴ ἐμβλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Μέλαινά εἰμι καὶ καλή·
70μέλαινα, διὰ τὴν προτέραν παράβασιν, καλὴ, διὰ τὴν ταχεῖαν μετάνοιαν· μέλαινα, διὰ τὸ ἐν τῷ πταίσματι
πένθος, καλὴ, διὰ τὸ ἐν τῷ βαπτίσματι φέγγος. ΜέλαινάColumn end

55

.

600

εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Θυγατέρας λέγει τῆς Ἱερουσαλὴμ τὰς ἁγίας τῶν πατέρων ψυχάς. Μέλαινά εἰμι καὶ καλὴ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Μὴ βλέψητε ὑμεῖς, αἱ ἅγιαι ψυχαὶ, μὴ ἐμβλέψητε εἰς ἐμὲ,
5ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος τῆς δικαιοσύνης, διὰ τὴν προτέραν μου πλάνην. Ποῖος ἥλιος παρέβλεψεν αὐτήν; Οὐ πάντως περὶ οὗ λέγει ἐν τῷ Ἐκκλησιαστῇ, Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ἀνατέλλει γὰρ
10ἡμῖν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ἐκ Μαρίας, τὸ κατὰ σάρκα· ἀνατολὴ ὄνομα αὐτῷ· ἔδυνε πάλιν, ὅτε ἐπὶ τοῦ σταυροῦ καὶ εἰς τὰ καταχθόνια κατῆλθεν. Ἀνα‐ τέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ὅτε εἰς οὐρανοὺς ἀνῆλθε, τότε ἡμᾶς εἷλκεν.
15Ὅταν γὰρ ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Περὶ τούτου τοῦ ἡλίου τῆς δικαιοσύνης καὶ Ἡσαΐας φθέγγεται λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνατελεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐλθόντος γὰρ τοῦ ἡλίου τῆς
20δικαιοσύνης Χριστοῦ, ἡ αἱμοῤῥοοῦσα ἁψαμένη τοῦ πτε‐ ρυγίου τοῦ ἱματίου αὐτοῦ, τὰς πηγὰς τῶν αἱμάτων ἐξή‐ ρανε. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσα‐ λήμ. Εἴ τίς ἐστιν ἐνθάδε ἑστηκυῖα ψυχὴ ἁμαρτίᾳ με‐ μελανωμένη, μὴ φοβείσθω· μόνον μετανοείτω, καὶ λε‐
25γέτω· Μέλαινά εἰμι καὶ καλή. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνει εἰ καὶ πρὸς ἑσπέραν ὥρα ἐστὶ, μὴ φοβείσθω· μετανοείτω μετὰ κλαυθμοῦ. Τὸ γὰρ ἑσπέ‐ ρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλ‐ λίασις. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ
30ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης· ἀκούσας δὲ Ἡσαΐου λέγοντος πρὸς αὐτόν· Τάξαι περὶ τοῦ οἴκου σου· μέλ‐ λεις γὰρ σὺ τελευτᾷν, καὶ οὐ ζήσῃ· στραφεὶς πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην ἐδρόσιζε, τὸν ἥλιον ἐνεπόδιζε, καὶ πεντεκαιδεκαετῆ ζωῆς χρόνον παρα‐
35χρῆμα ἐλάμβανεν. βʹ. Εἴ τίς ἐστιν ἐνταῦθα κατηχούμενος, μετανοείτω, προσ‐ ερχέσθω τῷ Θεῷ, τῷ ὕδατι βαπτιζέσθω, τῷ βλέμματι φωτιζέσθω. Εἴ τίς ἐστιν ἐνθάδε πιστὸς ἁμαρτήσας, τῷ ὕδατι τῶν δακρύων τὸ σῶμα λουέτω, καὶ τῷ ἐλαίῳ τῆς
40εὐποιίας τὴν ψυχὴν λαμπρυνέτω. Ἐὰν οὕτω σεαυτὸν καλλωπίσῃς, ἐὰν τοῖς κατορθώμασιν αὐτὴν ὡραΐσῃς, ἐρᾷ σου ὁ θεῖος λόγος, ἅπτεταί σου τῆς διανοίας, πρὸς πόθον Θεοῦ ἐξέλκει· λέγεις καὶ σὺ, Οἴ μοι, τετρωμένη ἀγάπης ἐγώ· καθάπερ γὰρ βέλει τῇ ἀγάπῃ τιτρώσκονται αἱ τῶν
45ἁγίων ψυχαί. Θέλεις ἀκοῦσαι αὐτοῦ τοῦ βέλους λαλοῦν‐ τος; Ἀνάγνωθι τὸν Ἡσαΐαν, καὶ ἐν αὐτῷ εὑρήσεις πῶς λαλεῖ τὸ βέλος· Καὶ ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, ὁ Θεὸς Λόγος λέγει, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Τούτῳ τῷ βέλει τρωθεὶς Ἱερεμίας ἔλεγε πρὸς αὐ‐

55

.

600

(50)

τόν· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Τούτῳ τῷ βέ‐ λει τὴν διάνοιαν τρωθεὶς Δαυῒδ ἔλεγε πρὸς αὐτόν· Ἐκολ‐ λήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Πέτρος ἔλεγε τῷ
55Χριστῷ· Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Παῦλος καὶ συνδεθεὶς Χριστῷ, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Τούτῳ τῷ βέλει τρωθεῖσα ἡ πάνσεμνος Ἐκκλησία ἔλεγεν· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Ὢ στεναγμὸς ἐκ μέσου τῆς
60καρδίας βλυστάνων φιλόχριστα νάματα· ὢ στεναγμὸς, τὸν οὐράνιον νυμφίον Χριστὸν πρὸς ἑαυτὴν ἐπισπωμένη. Διὰ τοῦτο αὐτὴ λέγει· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μεμνήστευμαι τῷ οὐρανίῳ νυμφίῳ διὰ νόμου καὶ τῶν προφητῶν. Ἐγὼ ἡ Ἐκκλησία ἡ ἐξ
65ἐθνῶν μεμνηστευμένη οὐκ ἔτι βούλομαι διὰ Μωϋσέως, ἢ διὰ Ἡσαΐου, ἢ διὰ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, ἀλλ’ αὐτὸς ἐλθέτω· βούλομαι στόμα πρὸς στόμα λαλῆσαι αὐτῷ· αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων
στόματος αὐτοῦ. Ἀκούω Ἱερεμίου λέγοντος περὶ αὐτοῦ·599

55

.

601

Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Αὐτὸν ποθῶ, αὐτὸν ἱκετεύω. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω τοῦ Ἀμῶς λέγοντος· Ἰδοὺ ἄνθρωπος
5ἑστὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐ‐ τοῦ ἀδάμας. Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Καὶ ὥσπερ γυνὴ φίλαν‐ δρος, ἀπόντος τοῦ ἀνδρὸς, παρακύπτουσα διὰ θυρίδων αὐτὸν περιβλέπεται, αὐτὸν περισκοπεῖ, καὶ κατὰ τὴν γῆν,
10καὶ κατὰ τὴν θάλασσαν· κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται· κἂν ἴδῃ ὁδοιπόρους ἐρχο‐ μένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι· πολλάκις γὰρ αὐτοῖς συναντήσασα ἐπερωτᾷ περὶ τοῦ ἰδίου ἀνδρός· Εἴπατέ μοι, ποῦ αὐτὸν ἐάσατε, ἐν ποίᾳ πό‐
15λει ἢ κώμῃ, τί λέγοντα, ἢ τί ποιοῦντα, ἢ πότε ἐρχόμενον; γʹ. Τὸν αὐτὸν τρόπον καὶ ἡ πάνσεμνος Ἐκκλησία φιλή‐ ματι ἁγίῳ καὶ ἀγάπῃ συνεχομένη, πάντας τοὺς προφήτας ἐπερωτᾷ λέγουσα· Ἴδετε αὐτόν; ἆρα ἔρχεται; ἆρα οὐκ ἔρχεται; ἆρα ἐν οὐρανῷ ἐστιν; ἆρα τὰ ἀπλάνητα πρόβατα
20τὰ ἐνενηκονταεννέα ἐν οὐρανῷ νέμει, καὶ οὐκ ἔρχεται πρὸς τὸ πεπλανημένον πρόβατον; Εἴπατέ μοι, ποῦ ποι‐ μαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Ἐπερωτώμενοι δὲ οἱ προφῆται, δι’ ἑνὸς φθέγγονται Ἡσαΐου, καὶ λέγουσι· Εἴδομεν αὐτόν· ἀλλ’ εἰ ἐκεῖνον
25ἐκδέχῃ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε τὸ εἶδος αὐτοῦ, οὔτε τὸ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀπο‐ κρίνεται ἡ πάνσεμνος νύμφη Ἐκκλησία· ἐκεῖνός ἐστιν, αὐτὸν ποθῶ, αὐτὸν ζητῶ, ἱκετεύω, Φιλησάτω με ἀπὸ
30φιλημάτων στόματος αὐτοῦ. Ἀποκρίνεται πρὸς αὐτὴν Ἡσαΐας· Εἰ αὐτός ἐστιν, ἔρχεται, καὶ μετὰ ἰσχύος πολ‐ λῆς ἔρχεται. Κύριος, Κύριος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ, καὶ τὸ Ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει
35ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Ἀκούει αὐτὴ, ὅτι ἀκριβῶς τὰ περὶ αὐτοῦ διηγεῖται Ἡσαΐας καὶ λέγει αὐτὸν ποιμένα· Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει· καὶ
40λέγει αὐτῷ· Ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Πέμπει αὐτὴν Ἡσαΐας πρὸς Ἰωάννην, καὶ λέγει αὐτῇ Ἰωάννης· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀπέρχεται εἰς τὴν ἔρημον πρὸς Ἰωάν‐
45νην, κρατεῖ αὐτὸν, ἐπερωτᾷ· Εἰπέ μοι, εἰ σὺ εἶ ὁ Χρι‐ στός; Ἀποκρίνεται Ἰωάννης· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ λέγει πάλιν αὐτὴ πρὸς αὐτόν· Εἰ οὐκ εἶ ὁ Χρι‐ στὸς, διὰ τί βαπτίζεις; Ἀπεκρίνατο πάλιν ἐκεῖνος· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός· Ὀπίσω μου ἔρχεται, ἰσχυρό‐

55

.

601

(50)

τερός μού ἐστιν· οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ λῦσαι. Ἔτι βραδύναντος αὐτοῦ, ἔλεγεν αὐτή· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Πάλιν πρὸς αὐτὴν Ἰωάννης· Μὴ στέναζε, παῦσαι, μόνον ἐπί‐ σχες ὀλίγον. Θεωρεῖ Ἰωάννης προσερχόμενον τὸν Κύ‐
55ριον, καὶ λέγει αὐτῇ· Παῦσαι, μηκέτι στέναζε. Πόῤῥω‐ θεν ὑποδεικνύει, τὸν δάκτυλον ἐκτείνας, καὶ λέγει· Ἴδε, ὃν ζητεῖς· Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου. Ἀκούσασα αὕτη ἀμνὸν παρὰ Ἰωάν‐ νου, καὶ ποιμένα παρὰ Ἡσαΐου, ἀμφιβάλλει λέγουσα ἐν
60ἑαυτῇ· Τίνι ἄρα πιστεύσω; ἆρα τούτῳ πιστεύσω, ἢ Ἠσαΐᾳ; Θεωρεῖ ὁ Δεσπότης, ὅτι ἀμφέβαλλε· κράζει καὶ λέγει· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· λύει αὐτῆς τὴν ἀμφιβολίαν ἐκ τοῦ ῥήματος. Προσέρχεται ἐκείνη τῷ νυμ‐ φίῳ, περιπτύσσεται αὐτὸν, καὶ φιλεῖ αὐτόν. Καὶ πλη‐
65ροῦται τὸ ἐν τῷ Δαυῒδ γεγραμμένον· Ἔλεος καὶ ἀλή‐Column end

55

.

602

θεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλη‐ σαν. Ἵνα δὲ ἐντελέστερον μάθωμεν, ὅτι νύμφη τῷ νυμ‐ φίῳ συνήφθη, καὶ γάμος ἐγένετο πνευματικὸς, καὶ αὐ‐ λὸς ἐκθαλάμιος· ᾄδει αὐτὸν ὁ Ἰωάννης, καὶ λέγει·
5ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ἑστὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ἐκεῖνον δεῖ αὐ‐ ξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Χρεία ἦν ὡς ἐν γάμῳ καὶ δῶρα γράφεσθαι τῇ νύμφῃ· ἔδει χάρτην ζητηθῆναι, καὶ
10γραφέα, καὶ κάλαμον. Ὁ χάρτης παρὰ Ἡσαΐου εὑρί‐ σκεται. Ἐπιτάσσει τῷ γραφεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγει· Λάβε μοι τόμον καινὸν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Ἐζητεῖτο ὁ κάλαμος, εὑρέθη παρὰ τῷ Δαυΐδ. Λέγει γὰρ περὶ αὐτοῦ· Ἡ γλῶσσά μου
15κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ταύτην τὴν Ἐκκλη‐ σίαν ὁ Δαυῒδ νυμφοστολεῖ· αὐτὸς αὐτὴν καλλωπίζει, αὐ‐ τὸς αὐτὴν νουθετεῖ, καὶ διδάσκει ὡς νυμφοστόλος, ἢ, ὡς ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, παράνυμφος. Παραγ‐
20γέλλει τῇ νύμφῃ· Βλέπε, τέκνον· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ νομίσῃς ὅτι ἴση αὐτοῦ εἶ. Ἄκουσον, θύγα‐ τερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου
25τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν ὁ Κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. Ἐάν μου ἀκούσῃς, θύγατερ, Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
30Ἔδει λοιπὸν γραφῆναι, καὶ τὰ παρ’ ἑκάστου αὐτῶν διδόμενα, δούλους καὶ παιδίσκας· παρὰ μὲν τοῦ Χριστοῦ, δούλους· παρὰ δὲ τῆς νύμφης, παιδίσκας· τοὺς δούλους δίδωσιν ὁ Χριστός· ἔρχονται Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ· ἀπαιτοῦσι καὶ τὰς
35παρὰ τῆς νύμφης παιδίσκας. Ὁ Δαυῒδ ὑπαγορεύει· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Γίνεται ὁ γά‐ μος· ἔρχεται ὁ Κύριος μυστικῶς ἐν Κανᾷ τῆς Γαλιλαίας. Κανᾶ δὲ ἑρμηνεύεται κτίσις Θεοῦ· κτίσις δὲ τοῦ Θεοῦ ὁ
40πᾶς κόσμος. Ὧδε τοὺς γάμους τελεῖ τοὺς πνευματικοὺς, ἔρχεται ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ παραγίνεται ἐκεῖ πᾶς ὁ τῶν ἁγίων χορός· προσφέρουσι τῷ νυμφίῳ τὰ δῶρα, ἕκαστος κατὰ τὴν οἰκείαν δύναμιν, ὡς ἐν γάμῳ, Ἀβραὰμ τὸν μόσχον, ἡ τούτου γυνὴ Σάῤῥα τοὺς ἐγκρυ‐
45φίας, Ἰσαὰκ τὰ ξύλα, Ἰακὼβ τοὺς ἐρίφους, Ἰωσὴφ σιτοδοτεῖ, Μωϋσῆς λαμπαδουχεῖ, Ἡσαΐας ᾄδει, καὶ Δαυῒδ χορεύει. Καὶ ἐπειδὴ ἔδει καὶ γυναῖκας ἁγίας παρ‐ εῖναι εἰς τὸν τοιοῦτον γάμον, κἀκείνας ᾄδειν, ἔρχεται Ἐσθὴρ, Ἰουδὴθ στολίζεται, καλλωπίζεται· καὶ Μαρία

55

.

602

(50)

ἡ τοῦ Μωϋσέως ἀδελφὴ λαμβάνει τὸ τύμπανον, καὶ λέ‐ γει· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπειδὴ ἔδει ὡς ἐν γάμῳ τοιούτῳ καὶ ἐγγράφεσθαι ἐπαίνους, Παῦλος ἐπαινῶν τὸν γάμον λέγει· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Ὅτι δὲ περὶ
55Χριστοῦ λέγει καὶ τῆς Ἐκκλησίας, αὐτὸς ἑαυτὸν ἑρμη‐ νευσάτω· Τί γὰρ, φησὶ, γέγραπται; Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσον‐ ται οἱ δύο εἰς σάρκα μίαν. Τὸ μυστήριον τοῦτο μέγα
60ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλη‐ σίαν. Ὃ οὖν ἐκεῖνος ἑρμηνεύει, ἡμεῖς μὴ ἀμφιβάλλω‐ μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
65αἰῶνας τῶν αἰώνων. Ἀμήν.601