TLG 2062 200 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 50 (homilia 2) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Psalmum 50 (homilia 2) [Sp.]

Citation: Vol — pg — (ln)

35Εἰς τὰ ὑπόλοιπα τοῦ πεντηκοστοῦ ψαλμοῦ, καὶ περὶ
36tμετανοίας.
37 αʹ. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ἀποδοῦναι ὑμῖν βούλομαι σήμερον· ἀλλὰ λείψανα καὶ τράπεζαν ἀκού‐ σας, ἀγαπητὲ, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς. Οὐ γὰρ κρέα
40κατακόπτομεν, ἀλλὰ νοήματα διδόαμεν πνευματικά. Οὐκ οἶνον ἄκρατον ἐκχέομεν, ἀλλὰ λόγον ἐνηχοῦμεν ὑμῶν τῇ διανοίᾳ. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς τραπέζης ἐὰν μείνῃ μίαν ἢ δευτέραν ἡμέραν τὰ κρέα, διαφθείρεται καὶ ἀπόλλυται· ἐπὶ δὲ τῶν νοημάτων, ἐὰν ὅλον τὸν ἐνιαυ‐
45τὸν παραμείνῃ, τὸ ἄνθος τὸ ἑαυτῶν καὶ τὴν εὐωδίαν ἀποδίδωσιν. Ἔμεινε τὰ κρέα, καὶ διεφθάρη τῷ χρόνῳ· ἔμεινε τὰ νοήματα, καὶ μένει τὴν οἰκείαν εὐωδίαν ἀπο‐ διδόντα. Ἔφαγέ τις κρέα, καὶ εἰς διαφθορὰν ἐχώρησεν· ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη.

55

.

575

(50)

Ἔφαγέ τις κρέα, καὶ ἠρεύξατο πολλὴν δυσωδίαν· ἔφαγέ τις νοήματα εὐωδίας πνευματικῆς, καὶ ἠρεύξατο πολλὴν ἀρετὴν, καὶ τὸν πλησίον εὔφρανε. Ὁ προφήτης οὖν ἐπειδὴ τοιαῦτα ἔτρωγεν, ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ’ ἡ
55διάνοια στηκέτω· σείεται τὰ σώματα, ἀλλ’ ἡ ἀκοὴ ἀτρε‐ μὴς ἔστω. Βλέπετε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Εἴδετε χθὲς τὸν βασιλέα καὶ προφήτην πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον, νικῶντα, στεφανού‐ μενον, ἀνακηρυττόμενον. Εἴδετε τὴν ἁμαρτίαν ἐπερχο‐
60μένην καὶ σφαζομένην διὰ τῆς μετανοίας. Ὡς ἄρκτος ἐπῆλθεν ἡ ἁμαρτία, καὶ κατέβαλεν, ἀλλ’ εἰσῆλθεν ἡ με‐ τάνοια, καὶ ἀνέστησε. Τὸ φάρμακον τῶν τραυμάτων, ἡ τῆς σωτηρίας ἐλπίς. Εἴδετε τὸν προφήτην εἰσιόντα καὶ ἐλέγχοντα τὸν προφήτην. Εἴδετε τὸν βασιλέα μετὰ φιλο‐
65σοφίας φέροντα τὸν ἔλεγχον, δεχόμενον τὴν τομὴν, ἀπαλ‐ λασσόμενον τῆς σηπεδόνος. Εἴδετε Δεσπότου φιλανθρω‐ πίαν λάμπουσαν, καὶ τὸν νεκρὸν ζωοποιοῦσαν. Εἴδετε λέγοντα αὐτὸν, Ἡμάρτηκα τῷ Κυρίῳ· καὶ τὸν προφή‐ την λέγοντα· Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου.
70Σύντομος ἡ ἐξομολόγησις, συντομωτέρα καὶ ἡ ἰατρείαColumn end

55

.

576

καὶ ἡ διόρθωσις. Διὰ τῶν πραγμάτων ἥμαρτε, διὰ τῶν ῥημάτων ἐξομολογήσατο. Ἔνευσεν ὁ Θεὸς, καὶ τὸ ἕλκος ἠφανίσθη, τὸ τραῦμα διωρθώθη, καὶ ἡ ὑγεία ἐπανῆλθεν. Ἀλλ’ οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν
5ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα‐ τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι‐
10πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως. Τίς οὖν ἐστιν ὁ ψαλμὸς, καὶ τίς ἡ ἐπιγραφὴ τοῦ ψαλ‐ μοῦ; Ἀκούσωμεν μετὰ ἀκριβείας. Εἰς τὸ τέλος, ψαλ‐ μὸς τῷ Δαυΐδ. [Σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή‐
15ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέναι μέν‐ τοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προαγόρευσιν ὁ ψαλμός· διὸ καὶ Εἰς τὸ τέλος ἐπιγέγραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προφητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφη‐
20τικῆς ἠξίωτο χάριτος ὁ μέγας Δαυΐδ. Τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλμῶν, δι’ ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμαθεῖν δυνατόν.] Καὶ γὰρ καὶ ἐν ἑτέ‐ ροις ψαλμοῖς, καὶ μέντοι γε καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύ‐
25ματος χάριτος. Τὸ Πνεῦμα γάρ σου, φησὶ, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. [Οὐ γὰρ ᾔτησεν αὐτῷ πα‐ ρασχεθῆναι· ἀλλὰ μὴ ληφθῆναι ταύτην ἱκέτευσεν. Ὑπὸ τούτου τοίνυν φωτιζόμενος, καὶ προορῶν ὡς καὶ ὁ λαὸς ὁ ὑπ’ αὐτοῦ βασιλευόμενος πεσεῖται παρανομίαις, καί
30τινας ὑπὲρ τούτων εὐθύνας ὑφέξει, καὶ ὡς ἐξανδραπο‐ δισθήσεται, καὶ μέτοικος ἐν Βαβυλῶνι γενήσεται, συν‐ έγραψε τὸν ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ
35κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. [Καὶ τῷ θειοτάτῳ Δαυῒδ, καὶ τῷ δορυ‐ αλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς ἁρμόττει τὰ προκείμενα ῥήματα. Τὰ γὰρ μεγάλα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων. Οὗ δὴ χάριν καὶ ὁ μέγας
40ἱκετεύει Δαυῒδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶσαι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν] Ἐξάλειψον τὸ ἀνό‐ μημά μου. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύ‐
45ριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί οὖν πλέον ζητεῖς; Μένω εὐχαριστῶν, μένω δοξολογῶν. Περιῃρέθη τὸ ἁμάρτημά μου, βούλομαι καὶ τὴν οὐλὴν ἀφανισθῆναι· περιῃρέθη τὸ ἕλκος, βούλομαι καὶ τὴν εὐμορφίαν ἀπο‐ λαβεῖν.

55

.

576

(50)

βʹ. Προσέρχεται τοίνυν καὶ λέγει· Ἐλέησον με, ὁ Θεός. Οὐ λέγει τὰ κατορθώματα τοῦ βίου, ἀλλὰ τὴν φιλανθρω‐ πίαν τοῦ Δεσπότου, ἐπὶ τὸν ἔλεον καταφεύγων, τὸν κοι‐ νὸν τῶν ἁπάντων ἡμαρτηκότων λιμένα. Ἐλέησόν με, ὁ Θεός. Ὁ γὰρ ἔλεός σου ἄφατος, καὶ λόγον ὑπερβαίνων,
55ἑρμηνευθῆναι μὴ δυνάμενος· ἁμαρτωλῷ παραμυθία. ἀλλὰ καὶ δικαίῳ ἀσφάλεια πολλή. Οὐ γὰρ ἁμαρτωλοὶ μόνον ἐλέῳ σώζονται, ἀλλὰ καὶ δίκαιοι ἐλέῳ τειχίζονται. Καὶ ἵνα μάθῃς ὅτι δίκαιοι ἐλέῳ τειχίζονται, ἄκουε τί φησι τῷ Πέτρῳ, τῷ στύλῳ, τῇ κρηπῖδι, τῷ διὰ τοῦτο
60κληθέντι Πέτρῳ, ἐπειδὴ τῇ πίστει πεπετρωμένος ἦν· Σίμων, Σίμων, πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιά‐ σαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ὁρᾷς ὅτι καὶ οἱ δίκαιος ἐλέους χρῄζουσιν, ἵνα καὶ ἐξ ἁμαρτωλῶν δίκαιοι γένων‐
65ται, καὶ ἵνα δίκαιοι γενόμενοι, μένωσι δίκαιοι. Καὶ γὰρ ὁ Ἀπόστολος ἐξ ἐλέου ἐγένετο τοιοῦτος· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Πῶς οὖν ἐσώ‐
70θης; Ἀλλὰ διὰ τοῦτο ἠλεήθην. Ὁρᾷς καὶ τοῦτον ἐλέῳ σωζόμενον; Ἐδίωκεν, ἐλυμαίνετο τὴν Ἐκκλησίαν, ἀνέσπα τὰς ἀμπέλους, λύκος ἐγένετο. Προφήτας ἀνέγνω, καὶ τὰ προφητευόμενα παρηνόμει. Ὁ τοῦ πατρῴου νόμου ζηλωτὴς προφήτας ἀνέγνω, καὶ τὸν προφητευθέντα
75οὐκ ᾔδει. Πῶς οὖν ἠλεήθη; Σαῦλε, Σαῦλε, τί με διώ‐575

55

.

577

κεις; Ὢ φιλανθρωπίας τοῦ Δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί
5παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· Σαῦλε, Σαῦλε, τί με διώκεις; Τί οὖν ἐκεῖνος; Τίς εἶ, Κύριε; Εὐθέως τὴν δεσποτείαν ὡμολό‐ γησεν. Εἶδες ψυχὴν εὐγνώμονα; Τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Ὢ σοφίας
10Δεσπότου! Διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος, ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, ἐγώ εἰμι ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγώ εἰμι ὁ τὸν οὐρανὸν τείνας, ἐγώ εἰμι ὁ τὴν γῆν ἐδράσας, ἐγώ εἰμι ὁ τὴν θάλασσαν ἁπλώσας, ἐγώ εἰμι ὁ
15τοὺς ἀγγέλους ποιήσας, ἐγώ εἰμι ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ἐγώ εἰμι ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς; Διὰ τί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ ὑψηλὰ καὶ μεγάλα, ἀλλ’, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὁ ἀπὸ τῆς κάτω πόλεως; Διότι ἠγνόει αὐτὸν ὁ διώκων. Εἰ
20γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωκεν. Ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει. Εἰ οὖν εἶπεν αὐτῷ, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, ὁ ἐν ἀρχῇ Λόγος, ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ὅτι Ἄλλος ἐστὶν ἐκεῖνος, καὶ ἄλλος ὂν ἐγὼ διώκω. Συνήκατε τί εἶπον; Εἰ
25εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν· Ἄλλος ἐστὶν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς. Ἀλλ’ ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ’ ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀνα‐
30στάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις, ὃν εἶδες καὶ γνω‐ ρίζεις, τὸν μετὰ σοῦ ἀναστραφέντα. Διὰ τοῦτο εὐθέως τὴν δεσποτείαν ὡμολόγησε. Κατέβη τοσοῦτον ὁ Δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο· καὶ διὰ τοῦτο ἠλεήθη.
35Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ ἡ Χαναναία ἐπὶ τὸν λιμένα τοῦτον καταφεύγει· Ἐλέη‐ σόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὅπου γὰρ ἔλεος, ἐξέτασις οὐκ ἔστιν· ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται· ὅπου
40ἔλεος, ἀνεξέταστος ἡ σωτηρία· ὅπου ἔλεος, συγχωρεῖται ἡ ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον. Τίνος ἕνεκεν ἀπαι‐ τεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτη‐ ρίαν. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα σου ἔλεος. Εἶπες μέγα, εἰπὲ πόσον; Οὐκ οἶδα· ὅτι μέγα, οἶδα·
45καταμετρῆσαι οὐ δύναμαι, καταλαβεῖν οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους, οὐ καταλαμβάνει ἡ διάνοια, οὐχ ἑρμηνεύει γλῶσσα. Βλέπω τοῦ ἐλέους τὸν καρπὸν μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγας, ὀλίγοι ἂν ἐσώθησαν. Τοῦτον τὸν ἔλεον καὶ ὁ Υἱὸς αὐτοῦ ἐπιδείκνυ‐

55

.

577

(50)

ται. Ἐλθὼν γὰρ ἐλέῳ πάντας ἔσωσεν. Ἐλέησόν με, ὁ Θεὸς, ὁ λιμὴν ὁ ἀκύμαντος, ὁ γαλήνης γέμων. Μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων μου, ἀλλὰ πολλὴ ἡ ἀσφάλεια τῆς τοῦ Δεσπότου μου φιλανθρωπίας. Ἐγένετο ἄνθρω‐ πος· τοῦτο ἐλέους. Εἰς μήτραν ἦλθε παρθενικήν· τοῦτο
55φιλανθρωπίας. Ἐγένετο ὅπερ ἦς σὺ, ἵνα γίνῃ σὺ, ὅπερ οὐκ ἦς· τοῦτο ἐλέους. Καὶ ἐλθὼν εὐθέως τίνας ἐκάλεσε; Μάγους. Μετ’ ἐκείνους τίνα; Τελώνην. Μετ’ ἐκεῖνον; Πόρνην. Μετ’ ἐκείνην; Λῃστήν. Μετ’ ἐκεῖνον τίνα; Βλάσφημον.
60 γʹ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθί‐ νια τῆς κλήσεως, ἡ τυραννὶς τῆς ἁμαρτίας. Διότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα· οἱ μὲν γὰρ ὑπὸ ἀσεβείας ἐτυραννοῦντο, οἱ δὲ ἐν Ἰουδαϊσμῷ καὶ ἀπογνώσει
ὑπὸ τῆς ἁμαρτίας κατείχοντο· διὰ τοῦτο τοίνυν ἐλθὼνColumn end

55

.

578

ἐκ προοιμίων τὰ ἀκροθίνια τῶν προημαρτηκότων ἐκά‐ λεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τοὺς μάγους. Ἅρπαξ εἶ; Ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; Ἐννόησον
5τὴν πόρνην. Ἀνδροφόνος εἶ; Ἐννόησον τὸν λῃστήν. Παράνομος εἶ; Ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα ἀπόστολον· πρότερον διώκτην, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον μοιχὸν, καὶ μετὰ ταῦτα νυμφαγωγόν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον·
10πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρό‐ τερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πι‐ στευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς
15ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γινόμενον· πρό‐ τερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκο‐ δόμον γινόμενον. Εἶδες ὑπερβάλλουσαν κακίαν; εἶδες ἀκμάζουσαν ἀρετήν; εἶδες ἀπόνοιαν δούλου; εἶδες φιλ‐ ανθρωπίαν Δεσπότου; Μή μοι λέγε, Βλάσφημός εἰμι·
20μή μοι λέγε, Διώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον θέλεις λιμένα κατά‐ φυγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; Ἐν τῇ Καινῇ ὁ Παῦλος, ἐν τῇ Παλαιᾷ ὁ Δαυΐδ. Μή μοι λέγε προφάσεις, μή μοι ὄκνον. Ἥμαρτες; Μετανόησον. Μυ‐
25ριάκις ἥμαρτες; Μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, καὶ τὴν φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀτιμία τῶν ἡμαρτηκότων· οἶδα ὅση ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων ταῦτα τὰ ῥήματα. Ὅλην τὴν νεότητά
30σου κατῄσχυνας, τὸν βίον σου ὅλον ἀπώλεσας. Πρότερον ἦς πόρνος, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐπιώρ‐ κησας, ἐβλασφήμησας. Ποία σοι ἐλπὶς σωτηρίας; Ἀπ‐ ώλου. Λοιπὸν ἀπόλαυε κἂν τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα, ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου;
35Ἀλλὰ δύνασαι σωθῆναι. Ἐπόρνευσας; Ἀλλὰ δύνασαι σωφρονῆσαι. Ἐμοίχευσας; Ἀλλὰ δύνασαι σωτηρίας τυ‐ χεῖν. Ἔπεσες; Ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ με‐ τάνοιά σου; Ἀλλὰ μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐφόνευσας; Ἀλλὰ μετανόησον. Ἐπλεονέκτησας; Ἀλλὰ
40μετάγνωθι. Ἐμοίχευσας; Ἀλλὰ ἀπόστηθι. Ἐτραυμα‐ τίσθης; Ἀλλὰ θεραπεύθητι. Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ’ αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον. Τοῦ καιροῦ ἡ στενοχωρία
45οὐ κωλύει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς, καὶ ποίῳ τρόπῳ; Ἑλκῶν γέμω, καὶ τραυμάτων ἐμπέπλησμαι· ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσα‐ σθαι; Δύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ,

55

.

578

(50)

καὶ τὸ ἔργον σου μένει. Καὶ μή μοι τῶν αἱρετικῶν τὴν γνώμην εἴσαγε· μή μοι λέγε· Πῶς σώζομαι; Ὅταν ἐργάζηται Θεὸς, εὐθύνας μὴ ἀπαίτει· ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις;
55ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ. Τοῦ συνδούλου τῇ τέχνῃ πα‐ ραχωρεῖς, καὶ οὐ περιεργάζῃ· καὶ τῇ τοῦ Θεοῦ φιλανθρω‐ πίᾳ οὐ παραχωρεῖς; Μὴ λέγε, Πῶς; ἀλλὰ θαύμαζε, ἀλλ’ ἐκπλήττου, ἀλλὰ δόξαζε. Ἐπεὶ ἐρωτῶ σε κἀγὼ, πῶς ὁ λῃ‐ στὴς ἐσώθη; Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς,
60ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν· οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώ‐ ποις κατεδικάσθη, καὶ παρὰ Θεοῦ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ἐν‐ ταῦθα ἀπώλεσε, καὶ τὰ ἐκεῖ ἔλαβε. Πῶς ἔλαβεν; εἰπέ
65μοι. Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου,577

55

.

579

Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν; Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρω‐ πία κερασθεῖσα τῇ μετανοίᾳ τὸν λῃστὴν ἐποίησε παρα‐ δείσου πολίτην. Πῶς; Οὐκ οἶδα πῶς. Μή με ἀπαίτει τὸν
5τρόπον· σωθῆναι ζητῶ μόνον, οὐ περιεργάζομαι τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰα‐ τρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ σώζων σε, καὶ τολμᾷς εἰπεῖν, Πῶς; Πόσοι μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται, πόσοι ἐπὶ τυραννίδι ἁλισκόμενοι
10δεσμωτήριον οἰκοῦσι; Μυρίαι κατηγορίαι, πικροὶ οἱ ἐχθροὶ, δυναστεία μεγάλη. Νεύει ὁ βασιλεὺς μόνον, καὶ ἀφίενται. Βασιλεὺς, ὁ σύνδουλός μου (τί γὰρ εἰ πορφυ‐ ρίδα περιβέβληται; Οὐδὲν πλέον ἔχει τῆς οὐσίας μου, τὸ αὐτό μοι φῦλόν ἐστι), νεύει, καὶ ἀφίενται· καὶ μικρὰ
15γραμματεῖα, καὶ ἀπολύεται ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεν‐ τίαι ἀντίκεινται· ἀλλὰ τὸ ἀξίωμα γὰρ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Καὶ ὁ Θεὸς, ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων Δεσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ
20δύναται; Καὶ βασιλεὺς μὲν, ἂν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχ ἁμαρτίας· ὁ δὲ Δεσπότης μου ἁμαρτίας ἀφίησι. Λέγει, Οὐ θέλω τὸν μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐ‐ τοῦ ἔργον ἐγένετο. Λέγει, Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὸν τρόπον, καὶ
25ἤμβλυνε τὴν ἁμαρτίαν. δʹ. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ἄκουε· Εἶπε, Θέλω γενέσθαι οὐρανὸν, καὶ ἐγένετο οὐρανός· Θέλω γενέσθαι γῆν, καὶ ἐγένετο γῆ, καὶ μὴ οὖσα ἡ οὐσία ἐκείνη ὑπ‐ έστη· Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ δῆμος τῶν ἀγγέλων
30ἐγένετο. Οὐσίας νοερὰς καὶ σώματα μὴ ὑφεστηκότα ἐργάζεται ὁ λόγος αὐτοῦ, καὶ ἁμαρτήματα λῦσαι οὐ δύ‐ ναται; Τί γάρ ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Ἀράχνη. Ἄνεμος φυσᾷ, καὶ διασπᾶται ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ παραλύεται ἁμαρτία;
35Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ’ ἵνα ὑμᾶς εἰς πίστιν ἀγάγω προσδοκίας μείζονος καὶ χρηστο‐ τέρας ἐλπίδος. Μηδέποτε ἀπογίνωσκε, ὦ ἄνθρωπε· ἐκεί‐ νου ἀπόγνωθι τοῦ ἀπογινώσκοντος ἑαυτόν. Ἐννόησον τοίνυν τὸν μέγαν προφήτην τοῦτον, τὸν Δαυῒδ λέγω,
40μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα, ἀνακηρύττοντα καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἥπλωσα τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Καὶ
45τί θέλεις; εἰπέ μοι. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί πλέον ζητεῖς; Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥη‐ σίαν μου ζητῶ. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ὁρᾷς τί ζητεῖ; Τί

55

.

579

(50)

οὖν; οὐκ ἐξήλειπται; τί ἄλλο θέλεις; Ἐπὶ πλεῖον πλῦ‐ νόν με ἀπὸ τῆς ἁμαρτίας μου, καὶ ἀπὸ τῆς ἀνο‐ μίας μου καθάρισόν με. Τί γάρ; Πλείονα ζητῶ, μεί‐ ζονα λαμπηδόνος καθαρότητα. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἁμαρτίας μου. Τί γὰρ ἐποίησας, ἵνα γένηται;
55Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· πρόσεχε, καὶ σύντει‐ νον σαυτόν. Ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, ἀνερμήνευτος, καταληφθῆναι μὴ δυνάμενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμόν. Ἀλλ’ εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ, ἵνα μὴ οἱ ἄνθρωποι ἄχρηστοι γένωνται ἐλεούμενοι, χρείαν
60ἔχει καὶ τῶν παρ’ ἡμῶν. Πρόσχες ὃ λέγω· Ὁ Θεὸς ἐλεεῖ, ἀλλ’ οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· Δὸς καὶ σύ. Τί ποτε; Οἷόν τι λέγει· Μυρία ἔχεις ἁμαρτημάτων φορτία, ἔχεις πλημμελήματα πολλά· θέλω αὐτὰ κουφίσαι. Δὸς καὶ σὺ χεῖρα· οὐκ ἐπειδὴ ἐγὼ σοῦ χρείαν ἔχω, ἀλλ’
65ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενέγκασθαι εἰς τὴν σαυτοῦ σωτηρίαν· καὶ πῶς, ἐγὼ λέγω. Οἷον ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυσεν ἁμαρτήματα· ἀλλ’ οὐκ ἐλέῳ μόνῳ, ἀλλὰ καὶ τῇ αὑτοῦ πίστει. Τί γάρ φησι; Μνή‐ σθητί μου. Κύριε, ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν
70ὁ Θεὸς εἰς τὴν σωτηρίαν τὴν ἐκείνου; Λύσιν ἁμαρτημά‐ των. Τί εἰσήνεγκεν ὁ λῃστὴς εἰς τὴν σωτηρίαν τὴν ἑαυτοῦ; Πίστιν. Ποταπήν; Μεγάλην, ὑψηλὴν, τοῦ οὐρα‐ νοῦ ἁπτομένην. Πῶς, ἐγὼ λέγω· Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυ‐
75νομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχ‐ θὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα Μάγους, τὴν ἄνω,
τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα πάνταColumn end

55

.

580

ἐσταύρωσαν αὐτὸν τὸν ἑαυτῶν καὶ πάντων Δεσπότην. Ὁ λῃστὴς οὐδὲν τούτων εἶδεν, ἀλλ’ ἐμπτυόμενον, ὑβρι‐ ζόμενον, λοιδορούμενον· καὶ οὐκ ἐσκανδαλίσθη, ἀλλὰ βα‐ σιλέα ὡμολόγησεν. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ
5καὶ αὐτὸς εἰσήνεγκε; Δεῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτόν τι εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης ὢν, πῶς ἐσώθη; Παρῄει ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· Δεῦρο, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ οὖν ὁ λῃστὴς
10τὸ ῥῆμα εἰσήνεγκεν, οὕτω καὶ ὁ τελώνης τὴν ἀκολούθη‐ σιν αὐτῷ παρέσχεν. Ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ νοσήμασιν ἀνιάτοις κατεχομένων, καὶ πολυτελῶν δεομέ‐ νων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον· Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατα‐
15σκευὴν τοῦ φαρμάκου· λέγει ὁ νοσῶν· Οὐκ ἔχω δοῦναι τοσοῦτον, πτωχείᾳ κατέχομαι· λέγει πρὸς αὐτὸν ὁ ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα πάντα παρ’ ἐμαυ‐ τοῦ παρέχω· οὕτω ποιεῖ καὶ ὁ Θεός. Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς
20ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι. εʹ. Τοῦτο παρακαλεῖ καὶ ὁ Δαυῒδ, τοῦ ἀποπλῦναι ταῦτα. Τί οὖν ἐποίησεν ὁ Δαυΐδ; τί παρέσχεν ὁ Δαυΐδ; Ἐλέησόν με· καὶ, Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. [Ἤδη
25γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν δέδω‐ κας, καὶ συμφορὰς δὲ παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχάς μοι· ἀλλ’ ἔτι δέομαι ῥυμμά‐ των, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος τὴν δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, Δέσποτα, ἵνα πάντα τῆς
30ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον.] Τί οὖν ἐποίησεν ὁ Δαυΐδ; τί δὲ παρέσχεν; Ἐποίησε μὲν οὖν φόνον, καὶ μοιχείαν· παρέσχε δὲ δάκρυα καὶ ἐξομολόγησιν, καὶ λέγει· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Συν‐ άλλαγμά ἐστι. Δίδωσιν ὁ Θεὸς, δίδωσιν ὁ σωζόμενος.
35Ἔδωκεν ὁ Θεὸς ἔλεος, ἔδωκεν ὁ σωζόμενος ἐξομολόγη‐ σιν. Τί δίδως, ὦ Δαυῒδ, ἵνα σωθῇς, ἵνα κεράσω τὸ φάρ‐ μακον; Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; Καὶ ἔστιν ἄνθρωπος ὁ μὴ γινώσκων τὴν ἁμαρ‐ τίαν αὐτοῦ; Ναί. Πόσοι εἰσὶν ἁμαρτάνοντες, καὶ παῤ‐
40ῥησιαζόμενοι; πόσοι ἁρπάζουσι, καὶ οὐδὲ οἴδασιν ὅτι ἁρπάζουσι; πόσοι πλεονεκτοῦσι, καὶ οὐδὲ αἰσθάνονται; πόσοι γυμνοῦσι χήρας, καὶ ἄλλας περιεργάζονται; πόσοι θλίβουσιν ὀρφανοὺς, καὶ οὐδὲ πενθοῦσιν, οὐδὲ δακρύου‐ σιν, οὐδὲ ἐξομολογοῦνται; Πῶς οὖν δύνανται σωθῆναι,
45μηδὲ εἰδότες ὅτι ἁμαρτάνουσιν; Εἶδες τὸν προφήτην βοῶντα καὶ λέγοντα, Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω; [Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας καὶ τὰς

55

.

580

(50)

τολμηθείσας παρανομίας, καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ’ ἡμέραν φαντάζομαι,] Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ὢ εὐγένεια ψυχῆς! Οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν
55ἔγραψε. Καθάπερ ἐν εἰκόνι, τῷ συνειδότι καθ’ ἑκάστην ἡμέραν ἔβλεπε τὴν μοιχευθεῖσαν, καθ’ ἑκάστην ἡμέραν ἔβλεπε τὴν σηπεδόνα. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἐγὼ αὐτὴν βλέπω, σὺ αὐτὴν μὴ ἴδῃς· ἐγὼ γράφω, σὺ αὐτὴν ἐξάλειψον. Βλέπε γάρ τι
60γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύσει· ἐὰν σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύσει. [Ἐγὼ γάρ εἰμι, αὐτός φησι διὰ τοῦ προ‐ φήτου, ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ ἔτι· σὺ δὲ μνήσθητι.] Διὰ τί ἐγὼ μνησθῶ;
65Ἵνα εὐγνώμων γένῃ, ἵνα ἐπίστασαι τί σοι συνεχώρησα. Ἐὰν γὰρ ἀεὶ μεμνημένος ᾖς τοῦ ὄγκου τῆς ἁμαρτίας, ἀεὶ καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας μεμνημένος ἔσῃ. Συνεχώρησά σοι, φησὶν, ἀλλὰ μὴ ἐπιλάθῃ τῆς χάριτος, καὶ οὐ μὴ μνησθῶ τῆς ἁμαρτίας, σὺ δὲ μνήσθητι.
70Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελανθά‐ νοντο, καὶ τῶν ἁμαρτημάτων ἐμέμνηντο· οὐχ ὡς οἱ νῦν ἄνθρωποι τῶν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον φέρουσιν αὐτό. Ἐποίησας
ἀγαθόν; Λάθε, ἵνα ὁ Δεσπότης σου αὐτὸ εἴπῃ. Ἐποίη‐579

55

.

581

σας κακόν; Μνήσθητι, ἵνα ὁ Δεσπότης σου αὐτὸ ἐπιλά‐ θηται. Παραχώρησον τῷ Δεσπότῃ σου. Μὴ γὰρ οὕτω λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ Δεσπότης σου; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ Δεσπότης
5σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Πῶς, ἐγὼ λέγω· Δίδως πτωχῷ· καὶ ἐὰν εἴπῃς, ἐκεῖ ἐρωτώμενος, πῶς λέγεις; Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν. Αὐτὸς πῶς λέγει; Οὐ λέγει αὐτὰ οὕτως· ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἄφες ἐκείνῳ τῷ δυναμένῳ εἰπεῖν με‐
10γάλως· ἄφες εἰπεῖν αὐτὰ τῷ λέγοντι καὶ ἐξογκοῦντι· τὰ δὲ ἁμαρτήματά σου σὺ λέγε, ἵνα ἐξαλείψῃς αὐτά. Ἀλλ’ αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ’ ἡμέραν ἐν τῇ εὐχῇ σου. Καὶ τί; μὴ γὰρ λέγω; Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε, εἰπὲ τῷ Θεῷ τῷ θεραπεύον‐
15τι αὐτά. Οὐ γὰρ, ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός. Μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου αὐτὰ, παρίστατο, ἠπίστατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου. Τὰ πράγματα τὰ καται‐ σχύνοντά σε οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαιοῦντά
20σε αἰσχύνῃ; Εἰπὲ ὧδε, ἵνα μὴ ἐκεῖ εἴπῃς. Εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ ἁμαρτήματά σου· σπόγγος ἐστὶ τὰ δάκρυά σου. Δάκρυσον, καὶ ἐξαλείφον‐ ται· δάκρυσον, καὶ εὑρίσκεται καθαρὸν ἐκεῖ τὸ βιβλίον. Μέγας σπόγγος τὰ δάκρυα τῶν ἁμαρτιῶν· μεγάλη ἡ
25δύναμις τῶν δακρύων. Εἴπω σοι, πόσον ἰσχύει τὰ δά‐ κρυα; Τί δοκεῖ σοι εἶναι μέγα κατόρθωμα; Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας, ὃ λέγω. Τί δοκεῖ σοι μέγα εἶναι τὸ κατόρθωμα; Τὸ μαρτύριον ἐρεῖς· Μείζονα γὰρ ταύ‐ της ἀγάπην οὐδεὶς ἔχει, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ
30θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Μέγιστον κατόρθωμα τοῦ μαρτυρίου, ὅτι αἷμα ἐκχέουσιν οἱ μάρτυρες. Φανερὰ γὰρ τὰ πράγματα τῶν μαρτύρων. Οἱ μάρτυρες ἐκχέουσιν αἷμα, οἱ ἁμαρτωλοὶ ἐκχέουσι δάκρυα. Καὶ ἵνα μάθῃς ὅσην δύναμιν ἔχει τὰ δάκρυα, ἡ πόρνη μὴ αἷμα ἐξέχεεν;
35οὐ πηγὴν δακρύων ἐξέχεε, καὶ ἐξήλειψε τὰ ἁμαρτήματα; Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; Ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν καὶ ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ αἷμα ἐξέχεεν; οὐ πηγὰς
40δακρύων ἐξέχεε, καὶ ἔκλαυσε, καὶ ἀπεσμήξατο αὐτοῦ τὸ ἁμάρτημα; Καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Οὐκ ἔχεις βιβλίον ἐν τῇ οἰκίᾳ, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; Ἔχε βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· Ὅταν
45ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἥμαρτον σήμερον; μὴ ἐν λόγῳ, ἢ ἐν ἔργῳ;

55

.

581

(50)

ϛʹ. Τοῦτο παραινεῖ καὶ ὁ προφήτης· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ἐν ἡμέρᾳ οὐκ ἄγεις σχολήν· ἀλλὰ καὶ ἀρχόντων φόβος, καὶ ἑταίρων ὁμιλία, καὶ πραγμάτων φροντὶς, καὶ παιδοτροφίας πρόνοια, καὶ
55γυναικὸς ἐπιμέλεια, καὶ φροντὶς τραπέζης, καὶ μυρία σε περιέλκει πράγματα. Ὅταν δὲ ἐπὶ τὴν εὐνὴν ἔλθῃς, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, καὶ μηδείς σοι διενοχλῇ, εἰπὲ τῇ καρδίᾳ τῇ σῇ καὶ τῇ ψυχῇ· Ἀνηλώσαμεν τὴν ἡμέραν σήμερον, ὦ ψυχή· τί ἀγαθὸν εἰργασάμεθα, ἢ
60τί πονηρὸν ἐπράξαμεν; καὶ μνήσθητι τῆς γεέννης, ἵνα τῷ φόβῳ προσθῇς τῷ ἀγαθῷ, καὶ τὸ πονηρὸν ἀνέλῃς.
Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, καὶ ἀναμνησθῇς σου τὰ ἁμαρτή‐Column end

55

.

582

ματα, δάκρυσον, καὶ δύνασαι ἐν τῇ κλίνῃ ἐξαλεῖψαι αὐτά. Παρακάλεσον τὸν Θεόν σου, καὶ οὕτω παράπεμψον τὴν ψυχήν σου τῷ ὕπνῳ, μαρτυράμενος τὰ ἁμαρτή‐ ματα. Ποίησον αὐτῷ λόγον, καὶ ὁ Θεός σου ποιήσει σοι
5λόγον. Τί βαρὺ, τί ἐπαχθὲς, ἐπικείμενον ἐν τῇ κλίνῃ τὰ καθημερινὰ ἁμαρτήματα ἀναλογίζεσθαι; Καὶ ὅταν ἀναλογίσῃ, κρέμασόν σου τὸν λογισμὸν, ξέσον αὐτὸν, ἄνοιγε αὐτὸν τῷ φόβῳ τῆς γεέννης, ἐπάγαγε αὐτῷ τομὴν οὐκ ἔχουσαν ὀδύνην, δικαστήριον ποίησον σεαυτῷ φοβε‐
10ρὸν, κουφότερον ποίησον τὸν λογισμὸν, ἵνα καὶ τῇ ἑξῆς ἡμέρᾳ ὀκνηρότερος γένῃ περὶ τὸ πράττειν τὰ ἁμαρτή‐ ματα. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Τί
15ἐστιν ὃ λέγεις; Βασιλεὺς ἤμην, σὲ ἐφοβούμην μό‐ νον. Βασιλεὺς ἤμην, οὐκ ἐφοβούμην τὸν ἠδικημένον. Στρατιώτης μου ἦν, κολάσαι με οὐκ ἐδύνατο· ἀλλὰ φροντίζω διὰ σὲ, μὴ σύ με ἀπαιτήσῃς εὐθύνας. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.
20[Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύ‐ σας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα, τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον καὶ τὴν ἐκείνου γυναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐ‐
25τὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον καὶ βασιλέα πεποιηκότα. Καλῶς δὲ προστέθεικε τὸ, Πονηρὸν ἐν‐ ώπιόν σου ἐποίησα. Τούτου γὰρ καὶ ἡ ἱστορία μέμνη‐ ται· Ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον τοῦ Κυρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο γε‐
30νόμενον οὕτω νοητέον, Σοὶ μόνῳ ἥμαρτον· Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέν‐ τας σοι παραβέβηκα νόμους, καὶ πολλῶν ἀγαθῶν ἀπο‐ λαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βα‐ βυλωνίους οὐδὲν ἀδικήσας, μεγάλα παρ’ ἐκείνων ἠδίκημαι.
35Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἑαυτῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει καὶ οὕτω. Κρίσεως γὰρ γενομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ’ ἐμοῦ τετολμημένων
40παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος· ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν, Ὅπως, οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικόν. Οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ἢ αὐτὸς ὁ Δαυῒδ, ἢ ὁ λαὸς, ἵνα ὁ Θεὸς δικαιωθῇ· ἀλλὰ τοὐναντίον, καὶ τῆς
45ἁμαρτίας ὑπὸ τούτων γενομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται. Πᾶσαν γὰρ καὶ τούτου κἀκείνων πεποίη‐ ται πρόνοιαν.] Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Τί ἐστιν, ὃ λέ‐ γει; Ἥμαρτόν σοι· ἐὰν γένηται δικαστήριον, νικᾷς·

55

.

582

(50)

ἐὰν δέ τις δικάζῃ, νικᾷς. Πῶς; Ἐπειδὴ ἑώρα τὸν Θεὸν ἀεὶ βουλόμενον κρίνεσθαι μετὰ ἀνθρώπων· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι; ἢ τί παρηνώχλησά σοι; ἢ τί ἐλύπησά σε; ἀπο‐
55κρίθητί μοι· καὶ ἀλλαχοῦ· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτί‐ ζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν· καὶ πανταχοῦ ἑώρα τὸν Θεὸν δικαζόμενον μετὰ ἀνθρώπων· λέγει αὐτῷ, Παρὰ σοὶ τὰ νικητήρια· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς
60λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἄνθρω‐ πόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενό‐
μενον, προφήτην κατέστησας. Τὸν Γολιὰθ κατέβαλον οὐ581

55

.

583

φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως. Πορφυρίδα περι‐ εβαλόμην. Ἄλλον ἐξέβαλες, καὶ ἐμὲ εἰσήγαγες· πλοῦτόν μοι ἔδωκας τοσοῦτον. εʹ. Ὅπως δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς
5ἐν τῷ κρίνεσθαί σε. Ἐὰν εἴπῃς σὺ τὰ ἁμαρτήματά μου, καὶ μὴ ἐγὼ εἴπω, καταδικάζομαι. Διὰ τοῦτο ἐλέους χρείαν ἔχω. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε.
10Προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν καὶ τὴν τοῦ πα‐ ραδείσου στέρησιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα τέτοκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προ‐
15γόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Διδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια· ἦ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας· ἀλλ’ ὅτι ῥέπει ἡ φύσις ἐπὶ τὸ πταίειν ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ
20δὲ ὅμως ἡ γνώμη πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοί‐ νυν, ὥς τινες ἀνοήτως ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην· ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν
25ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τοῦ θανάτου τὸ ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἀπάθεια συνῆν· ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἂν ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ
30δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ γενόμενοι, τοιούτους καὶ γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι καὶ ἡδοναὶ συμπαρέπονται. Πρὸς ταῦτα καὶ λογισμὸς ἀγωνίζεται, καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, ἡττηθεὶς δὲ αἰσχύνας ὀφλισκάνει. Ὁ δὲ
35Σύμμαχος, ἀντὶ τοῦ Ἐκίσσησεν, Ἐκύησε τέθεικεν. [Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Οὕτω δὲ, φησὶ, κρί‐ νεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στεφανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις. Τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμης
40τοῖς αἰτοῦσι τὰ φάρμακα. Καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.] Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέγει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ γνώριμον ἐποίησας. Ἔμαθον ὅτι Υἱὸν ἔχεις, ὅτι σύνθρονον ἔχεις, ἔμαθον ὅτι
45μέλλει γίνεσθαι ἄνθρωπος. Εὐηγγελίσαμεν τὰ Εὐαγγέλια τῇ οἰκουμένῃ, τὸν σταυρὸν, τὸν τάφον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν· εἶπον αὐτοῦ τὴν κατάβασιν, εἶπον αὐτοῦ τὴν ἀνάβασιν, εἶπον αὐτοῦ τὴν ἐκ δεξιῶν καθέδραν, εἶ‐ πον τῆς Ἐκκλησίας τὴν κλῆσιν, εἶπον τῶν ἐθνῶν τὴν

55

.

583

(50)

σωτηρίαν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῶν ἀποστόλων τὴν ἐκλογήν. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Οὕτω με ἐτί‐ μησας, οὕτω με ἐφίλησας, ὅτι καὶ τὸ μέγιστον μυστή‐ ριον, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι. Καὶ ποῦ ταῦτα
55ἐδήλωσεν; Ἄκουσον αὐτοῦ τοῦ προφήτου, πῶς λέγει αὐτοῦ τὴν ἐξ οὐρανοῦ κατάβασιν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Τί ἐστι τοῦτο; Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ, οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς
60πέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι· πάντα γὰρ ἂν ἀπώλετο, εἰ ἦλθε γυμνῇ τῇ θεότητι· οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἐπειδὴ, Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέ‐ μειν, διότι ἅπτεται τῶν ὀρέων, καὶ καπνίζονται. Εἰ γυμνὴν τὴν οὐσίαν ἔδειξεν, ὁ ἥλιος ἂν ἐσβέσθη, ἡ σελήνη
65ἂν ἠφανίσθη, θάλαττα ἂν ἐξηράνθη, γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν παρελύθη. Διὰ τοῦτο σάρκα περιεβάλετο, ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου,
οὐδὲ αὐτοῦ τοῦ διαβόλου· ἀλλ’ ἦλθεν ἠρέμα, καὶ ᾤκησενColumn end

55

.

584

εἰς μήτραν παρθενικήν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται· τὰ ὄρη διαφθείρεται, καὶ ἡ μήτρα Θεὸν βαστάζει. Πῶς ἑρμηνεύσω; πῶς παραστήσω; Ὢ ἀπόνοια τοῦ αἱρετι‐
5κοῦ! Πῶς ἡ δούλη τὸν Δεσπότην ἐβάστασεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω· ὁ πανταχοῦ παρὼν πῶς ἐν τῇ μήτρᾳ ἦν, καὶ οὐ συνεκλείετο; Καὶ γὰρ καὶ ἐν τῇ μήτρᾳ ἦν, καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο Τὸ δὲ πῶς, οὐκ οἶδα· πίστει δέχομαι, οὐ περιεργάζομαι λογισμῷ. Ἀλλ’ ὅτι
10ἀψοφητὶ μέλλει παραγίνεσθαι, οὐ ταράττων, οὐδὲ θορυ‐ βῶν, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Οὐκ εἶπεν, Ἐπὶ τὴν γῆν, ἀλλ’, Ἐπὶ πόκον. Ἐπὶ γὰρ τὴν γῆν κατα‐ βαίνων ὁ ὑετὸς ψόφον ποιεῖ· ἐπὶ δὲ ἔριον καὶ πόκον καταβαίνων ψόφον οὐ ποιεῖ· τὸ γὰρ ἁπαλὸν τοῦ ἐρίου
15ἐκλύει τὸ ῥαγδαῖον τῆς καταβολῆς τοῦ ὑετοῦ. ηʹ. Καὶ ἵνα μάθῃς ὅτι ἀψοφητὶ ἦλθεν, οὐ ταράττων, οὐ θορυβῶν, οὐκ ἀπολλύων, οὐ λυμαινόμενος, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες αὐτοῦ τὴν κατάβασιν τὴν ἀψοφητὶ γενομένην· λέγε αὐτοῦ καὶ τὴν προδοσίαν·
20Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνι‐ σμόν. Λέγε τῶν Ἰουδαίων τὸν φθόνον· Ἐμίσησάν με δωρεάν. Λέγε αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύα‐ ξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν
25ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Λέγε αὐτοῦ καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Λέγε αὐτοῦ καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν
30μου ἐπότισάν με ὄξος. Λέγε καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύ‐
35ριος ὕψιστος. φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδο‐ ρίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσά‐ τω αὐτὸν, ὅτι θέλει αὐτόν. Λέγε αὐτοῦ καὶ τὸν τάφον· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ. Λέγε αὐτοῦ καὶ τὴν
40ἀνάστασιν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθο‐ ράν. Λέγε αὐτοῦ καὶ τὴν ἀνάβασιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Λέγε αὐτοῦ καὶ τὴν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
45Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγε αὐτοῦ καὶ τὴν δόξαν τῆς Ἐκκλησίας· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμέ‐ νη. Λέγε καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθή‐

55

.

584

(50)

σονται παρθένοι ὀπίσω αὐτῆς. Λέγε καὶ τῶν ἀποστό‐ λων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθη‐ σαν οἱ υἱοί σου. Λέγε καὶ τὸ βάπτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Λέγε καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν
55θλιβόντων με· λέγε καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ‐ σκον με ὡσεὶ κράτιστον. Λέγε καὶ τὴν αἴτησιν τῶν ἐθνῶν· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ
60πέρατα τῆς γῆς. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. [Ἐγὼ μέν‐ τοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ
65μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐν‐
ανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν.583

55

.

585

Ταῦτα πάντα παρὰ τοῦ ἁγίου σου προδιδαχθεὶς Πνεύμα‐ τος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθε‐ σπίζω τοῖς ἄλλοις. Διὸ βοῶ· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευ‐
5κανθήσομαι. Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύ‐ την ἐργάσασθαι τὴν κάθαρσιν δύναται.] Διό φησιν, ὅτι τῆς δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος. Ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαι με δύναται μόνη, καὶ τῆς χιόνος μου τὴν λευκότητα δοῦναι. Ὅτι δὴ τὸ ὕσσω‐
10πον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τῷ αἵματι τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥαίνοντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον.
15Τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων. Αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. Ἀκουτιεῖς μοι ἀγαλ‐ λίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τετα‐ πεινωμένα. Ταύτης, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμ‐
20πλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια, καὶ τὰ νῦν τεταπεινωμένα ὀστᾶ τῇ κακουχίᾳ ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. Μηδὲ ἴδῃς, φησὶ, τὰς ὑπ’ ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ’ ἐμὲ τὸν ταύτας
25ὀλοφυρόμενον, καὶ τὴν ἀνομίαν μου ἐξάλειψον. Τί θέλεις, ὦ προφῆτα; Ἐλύθη σου τὸ ἁμάρτημα, ἠφανίσθη σου ἡ τιμωρία. Οὐκ ἀρκοῦμαι τούτοις· φιλάνθρωπον ἔχω Δε‐ σπότην, πλείονα διδόντα ὧν αἰτῶ. Καὶ τί θέλεις; Προφή‐ της ἤμην· θέλω προφήτης εἶναι πάλιν. Τὴν παῤῥησίαν
30ἐκείνην ζητῶ, τὴν δωρεὰν τοῦ Πνεύματος, τὴν χάριν τὴν μεγάλην. Ἀπέστη ἀπ’ ἐμοῦ ἡ χάρις, καθάπερ περιστερὰ βόρβορον βλέπουσα· καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει‐
35ψον. Εἰπὲ τί θέλεις φανερῶς. Καρδίαν καθαρὰν κτί‐ σον ἐν ἐμοὶ, ὁ Θεός. [Ἐπειδὴ γὰρ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ καινούργησον. Ταῦτα καὶ δι’ Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὑπέσχετο. Δώσω γὰρ αὐτοῖς, φησὶ,
40καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ, καὶ διδάξας ὑμᾶς οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε Δαυῒδ,
45τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λο‐ γικὸν ῥωσθῆναι, ὥστε τὴν εὐθεῖαν τρέχειν ὁδόν. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.] θʹ. Ὢ εὐγένεια ψυχῆς! ὢ ἔρως περὶ Θεόν! Ἵνα λαλῇς μοι πάλιν, καὶ ἐγώ σοι λαλῶ, τὴν φιλίαν ἐκείνην ζητῶ,

55

.

585

(50)

τὴν συνουσίαν. Τί γὰρ, ὅτι ἀπηλλάγην κολάσεως; Ἐμοὶ κόλασις τὸ μὴ διαλέγεσθαί σοι. Φιλῶ σε, καὶ μαίνομαι. Οὐ δύναμαί σου τὴν οὐσίαν ἰδεῖν· ἀόρατος γάρ ἐστιν· ἀλλ’ ἀπὸ τοῦ ἔρωτος τὰ ἔργα σου βλέπω, καὶ σκιρτῶ. Οὐκ εἶδόν σε, ἀλλ’ εἶδον τὸν οὐρανὸν, καὶ ἐσκίρτησα, καὶ εἶ‐
55πον· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Εἶδον τὴν γῆν, καὶ εἶπον· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἶδον τὴν θάλασσαν, καὶ ἐχάρην, καὶ εἶπον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Εἶδον τὴν ἡμέραν καὶ τὴν νύκτα, καὶ ἐκέκραξά σοι· Σή ἐστιν ἡ
60ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Εἶδον τὰ ὄρη, καὶ θαυμάσας εἶπον· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ καθάπερ ὁ φιλῶν, κἂν μὴ ἴδῃ τὸν φιλούμενον, ἱμάτιον δὲ αὐτοῦ ἴδῃ ἢ ὑποδήματα, ἀγάλλεται καὶ σκιρτᾷ, καὶ ὥσπερ τινὰ λαμβάνει παρα‐
65μυθίαν τοῦ ἔρωτος· οὕτω δὴ καὶ ἐγὼ περιέρχομαι ἐπὶ τὸ σῶμα τῆς κτίσεως, ἀλύων καὶ ἐκμαινόμενος, ἀεί σοι λέ‐ γων· Ὂν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθή‐
70σομαι τῷ Θεῷ. Βασιλεὺς εἶ, διάδημα ἔχεις· τί θέλεις; Οἰχέσθω ταῦτα· τὸ κάλλος ἐκεῖνο ζητῶ, τὴν προφητείαν θέλω. Καταφρονῶ τῆς ἐξουσίας ταύτης, ὑπερορῶ τοῦ βορβόρου· φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ, καὶ χόρτος.
Τὸ κάλλος μου ζητῶ. Πότε ἥξει; Οὐ δύναμαι ἐνεγκεῖν τὴνColumn end

55

.

586

ἀναβολὴν, ἐπειδὴ τὴν παῤῥησίαν ταύτην ἀπώλεσα, ἣν ἡ ἁμαρτία διετείχισεν ἐπελθοῦσα. Καρδίαν καθαρὰν κτί‐ σον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ οὐ ζητῶ καρδίαν καθαρὰν μόνον, ἀλλὰ καὶ τὸν ἔνοικον αὐτῆς. Καὶ πνεῦμα εὐθὲς
5ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καλῶς εἶπεν, Ἐγ‐ καίνισον· ἄνωθεν γὰρ κατεσκευάσθη ἡ οἰκία. Ἐπαλαίω‐ σεν ἡ ἁμαρτία, ἐγκαινίσει ἡ χάρις σου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. [Σαφῶς τοίνυν διὰ τού‐
10των μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος τοῦ ἁγίου. Οὐ γὰρ, ὡς γυμνωθεὶς, ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντι‐ βολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσ‐ ωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. Ἀπόδος
15μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου· καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντι‐ βόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος· ὃ δὲ ἀπο‐ βέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐ‐ φροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολ‐
20λὴν εἶχον πρὸς σὲ, Δέσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύμνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. Διὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὴν κατὰ τῶν παθῶν ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐν‐
25ταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσε τὸν αὐτοκράτορα λο‐ γισμόν.] Καὶ τί μοι δίδως, ὦ Δαυΐδ, ἐὰν λάβῃς τὸ Πνεῦ‐ μα; Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἐὰν λάβω τὸ Πνεῦμα, διαλέγομαι τῇ οἰ‐ κουμένη· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλά‐
30ξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψι‐ στος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώ‐
35σεως τῆς ψυχῆς αὐτοῦ· καὶ πάλιν λέγω· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι‐ κρασμῷ· καὶ πάλιν· Πᾶσα ἀνομία ἐμφράξει τὸ στό‐ μα αὐτῆς. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ
40δίωξον αὐτήν. Διηγήσομαι τὰς εὐεργεσίας σου τὰς εἰς ἐμὲ, καὶ ἐρῶ· Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Καὶ τὰ Ἰουδαϊκὰ ποῦ εἰσιν; Οὐ
45θύεις μοι πρόβατα οὐδὲ μόσχους; Οὐ ζητεῖς ταῦτα. Θυ‐ σίαν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώ‐ ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Σὺ εἶπας· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Θῦσον τῷ Θεῷ θυσίαν αἰ‐

55

.

586

(50)

νέσεως. Οὐ θέλεις ταῦτα, ἀλλὰ ζητεῖς τὰ τοῦ Υἱοῦ σου· θέλεις τὴν ἐπιστροφὴν τῆς πλάνης, καὶ τὴν αἵρεσιν τῆς ἀληθείας· ἐκείνην θέλεις τὴν θυσίαν. Ῥῦσαί με ἐξ αἱ‐ μάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου. [Συνεχῶς ἐπὶ τῇ μνήμῃ περιστρέφει τοῦ Οὐρίου τὸν φόνον. Τοῦτο
55γὰρ κἀν τῷ προοιμίῳ δεδήλωκεν, ὅτι Ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπο‐
60λαύσας, ἀλλ’ ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμε‐ νος χάριτας. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ἡ γὰρ ἁμαρ‐ τία πέφυκε τὴν γλῶτταν δεσμεῖν, ἐμφράττειν τὸ στόμα. Ἀντιβολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προ‐
65τέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμν‐ ῳδίαν κινῆσαι. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Συνᾴδει καὶ ταῦτα τοῖς εἰρημένοις ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ λέγοντος· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου
70μόσχους. Τοιγάρτοι παρὰ τῆς θείας ἀκούσας φωνῆς, εἰκότως ἔφη, Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας, οὗ δὴ χάριν καὶ τὴν ἀρέσκουσάν σοι θυσίαν προσοίσω.] Ἐπεὶ οὖν οὐ θέλω ταῦτα, τί μοι
75δίδως; Ἔχω καὶ ἄλλην θυσίαν, ἢν ηὐδόκησας· Θυσία585

55

.

587

τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντε‐ τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώ‐ σει. [Ἱερεῖον, φησὶν, ἀρεστὸν, καὶ θυμῆρές σοι τῷ Θεῷ ἡμῶν, μετριότης φρονήματος. Διὸ σφόδρα τὴν καρδίαν
5μου ταπεινώσας, καὶ οἱονεὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ.] Θύσω σοι θυσίαν τὴν ταπεινοφροσύνην· μόνον λῦσόν μου τὸ ἁμάρτημα, δός μοι τὸ Πνεῦμα τὸ ἅγιον. ιʹ. Ὅτι γὰρ αὕτη ἡ θυσία πολὺ τῆς Ἰουδαϊκῆς οὐ μόνον
10ἐστὶ νῦν, ἀλλὰ καὶ τότε ἦν βελτίων, λέγω δὲ τὴν ταπει‐ νοφροσύνην· οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα‐ βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν‐
15τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ‐ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ,
20ἐλιτάνευον, καὶ ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδι‐ κήσαμεν, ἀποστάντες ἀπὸ σοῦ. Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης, οὐδὲ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως
25προσδεχθείημεν. Θυσία τῷ Θεῷ, πνεῦμα συντε‐ τριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινω‐ μένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο‐
30κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυ‐ τώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. [Σαφέστερον ἐκ τούτων ἐδιδάχθημεν τῶν ῥη‐ μάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν
35τῆς δουλείας ἀπαλλαγὴν, ἁρμόττει ταῦτα τὰ ῥήματα. Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, τῶν περιβόλων ἀνορθουμένων, τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ
40μόνῃ τῇ πόλει θύειν σοι τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν.] Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέλος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα τέ‐
45θεικεν, εἶτα κατιὼν ἔδειξε τὸν Θεὸν ταῖς κατὰ νόμον θυ‐ σίαις μὴ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ἐπὶ γῆν πολισθῆ‐ ναι, καὶ τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δι‐

55

.

587

(50)

καιοσύνης ἀναφορὰν καὶ θυσίαν. Τοίνυν ἐνταῦθα προσ‐ έχετε, παρακαλῶ· καὶ γὰρ πάντας ὑμᾶς διδασκάλους ποιῆσαι βούλομαι, πάντας μονάζοντας· οὐ τῷ μὴ ἔχειν γυναῖκας, ἀλλὰ τῷ εὐλάβειαν ἐνδείκνυσθαι, εὐλαβεῖς, πῦρ πνέοντας. Τί οὖν ἐστι τὸ ζητούμενον; Τοῦτό ἐστιν,
55ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε. Τὸ ζητούμενον, εἰ ἐπέτυχε. Πολλὴ ἡ ἡδονὴ τοῦ σάλου. Οὐχ οὕτω τέρπεται κυβερνήτης ὄπισθεν αὐτοῦ τῶν κυ‐ μάτων ἐγειρομένων, καὶ εἰς τὸ πρόσω συνωθούντων τὴν
60ὁλκάδα, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ὡς ἐγὼ τὴν θάλατταν ταύτην ὁρῶν ἀγάλλομαι καὶ σκιρτῶ. Οὐ γὰρ βλέπω κύματα μόνον σαλευόμενα, ἀλλὰ καὶ τὸ πλῆ‐ θος πλεονάζον καὶ κινούμενον· σαλευομένους καὶ πνιγο‐ μένους, καὶ οὐκ ἀναχωροῦντας· βιαζομένους, καὶ οὐκ
65ἀποπηδῶντας· θλιβομένους, καὶ τὴν διάνοιαν στηρίζον‐ τας. Ἡ γὰρ ἐπιθυμία τοῦ λόγου διεγείρει τὴν προθυμίαν. Τὸ οὖν ζητούμενον, τοῦτό ἐστιν· Ηὔξατο, ἐδεήθη, παρ‐ εκάλεσεν, ἱκέτευσεν, ἀπέθετο τὴν κόλασιν, ἀνωρθώθη
ἀπὸ τῆς τιμωρίας. Τὸ ζητούμενον, εἰ εἰς τὴν προτέρανColumn end

55

.

588

παῤῥησίαν ἐπανῆλθεν· εἰ τοῦ ἁγίου Πνεύματος τὴν χάριν ἐδέξατο· εἰ, ὅπερ ᾔτησεν, ἔλαβε, καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές· εἰ τοσοῦτον ἴσχυσε ἡ μετάνοια, ὥστε εἰς τὴν προτέραν εὐγένειαν ἀποκαταστῆσαι αὐτόν. Προσέχε‐
5τε μετ’ ἀκριβείας· Οὗτος ὁ ψαλμὸς ὁ πεντηκοστός ἐστι. Ποῖος; Ὁ περὶ τῆς ἁμαρτίας, ὁ περὶ τῆς ἐξομολογή‐ σεως, ὁ περὶ τῆς αἰτήσεως, πεντηκοστός. Μετὰ τοῦτον ἔγραψεν ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενη‐ κοστὸν, ἑκατοστόν. Ἵνα οὖν μή τις λέγῃ· Τί γὰρ, ὅτι
10ἔγραψε ψαλμούς; οὐκ ἔγραψε δὲ αὐτοὺς Πνεύματι ἁγίῳ· οὐ γὰρ ἔλαβε Πνεῦμα ἅγιον· ἀλλ’ ἁπλῶς ἔγραψε συνέσει ἀνθρωπίνῃ τοὺς μετὰ ταῦτα· ἔρημος γὰρ ἦν Πνεύματος ἁγίου. Ἡ μὲν γὰρ ἁμαρτία αὐτῷ συνεχωρήθη, τὸ δὲ Πνεῦμα αὐτῷ οὐκ ἐδόθη. Αὐτὸς μὲν γὰρ ᾔτησεν· οὐδα‐
15μοῦ δὲ εὑρίσκομεν ἀπόκρισιν λέγουσαν, ὅτι Δέδωκά σοι. Πρόσχες, παρακαλῶ· Ἔγραψε πεντηκοστὸν, ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενηκοστὸν, καὶ ἑκατοστόν. Γράφει καὶ ἄλλον ψαλμὸν μετὰ τὸν ἑκατοστὸν, μετὰ καὶ ἄλλους πολλοὺς ψαλμοὺς λέγων, Εἶπεν ὁ Κύριος τῷ Κυ‐
20ρῴ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτον οὖν τὸν ψαλμὸν μετὰ τὴν ἁμαρτίαν ῥηθέντα εὑρίσκομεν ἐν Πνεύματι ἁγίῳ λεχθέντα. Πόθεν δῆλον; Ὁ Χριστὸς ἐδή‐ λωσεν. Ἐπειδὴ γὰρ πάντα εἰργάσατο, θάλατταν ἐχαλί‐
25νωσε, λεπροὺς ἐκάθηρε, δαίμονας ἐφυγάδευσε, κακίαν ἀπήλασε, παραλυτικὸν ἔσφιγξε, φωνὴ ἄνωθεν κατέβαι‐ νεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδό‐ κησα, αὐτοῦ ἀκούετε· ὁ Κύριος αὐτῷ ἐμαρτύρησε, τὰ πράγματα ἐβόα, τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἦλθεν
30ἐπ’ αὐτὸν, Ἰωάννης ἐμαρτύρησεν αὐτῷ· Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· λοιπὸν ὡς ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, καλέσας αὐτοὺς, λέγει αὐτοῖς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Οὐκ ἠρώτησα ὑμᾶς ἐν ἀρχῇ· οὐκ ἐμαρτύρησα ἐν ἀρχῇ ὑμᾶς,
35ὅτι οὐδέπω ἀπόδειξιν ὑμῖν θεότητος παρέσχον. Ὅτε δὲ καὶ στοιχεῖα πάντα ἔδειξάν μου τὴν θεότητα, ὅτε ὁ Πατὴρ, ὅτε ἡ πρὸς αὐτὸν ὁμόνοια, ὅτε ἡ ἐμὴ διδασκα‐ λία πάντας ἐκεῖ ἐχειραγώγησεν, ὅτε οὐδὲ σκιὰν ἔχετε ἀντιλογίας, Τί νῦν ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος
40ἐστὶν υἱός; Λέγουσιν ἐκεῖνοι οἱ ἀγνώμονες καὶ ἀναί‐ σχυντοι, Τοῦ Δαυῒδ, ἀρνούμενοι τὴν θεότητα, καὶ οὐ θέλοντες εἰπεῖν, ὅτι τοῦ Θεοῦ ἐστι. Τί οὖν αὐτός; Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριόν με καλεῖ, λέγων· Εἶ‐ πεν ὁ Κύριος τῷ Κυρίῳ μου; Κάθου ἐκ δεξιῶν μου,
45ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ δὲ Πνεῦμα εἶχεν ὁ Δαυῒδ, ἐλύθη ἡ ἁμαρτία· εἰ δὲ ἐλύθη ἡ ἁμαρτία, καὶ τὴν αἴτησιν ἔλαβε. Λέγει γὰρ ὁ Δαυΐδ· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὁρᾷς

55

.

588

(50)

ὅτι πάλιν ἐπὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ ἐπανῆλθε; Πάλιν προφήτης ἐγένετο, πάλιν περὶ Χριστοῦ διαλέγεται, πά‐ λιν ἀπέλαβεν ἑαυτοῦ τὴν παῤῥησίαν, καὶ οὐδὲν ἐλυμήνα‐ το αὐτὸν ἡ ἁμαρτία. Εἶδες πόση τῆς μετανοίας ἡ δύνα‐ μις; Τί λέγω; Καὶ ζῶν καὶ τελευτῶν ἴσχυσεν. Ἦλθόν
55ποτε βάρβαροι, καὶ τὴν πόλιν ἐπολιόρκουν. Ὁ Ἐζεκίας δίκαιος ὢν παρεκάλει τὸν Θεὸν καὶ ἠξίου, λέγων· Ἐλέη‐ σόν με, Κύριε, καὶ φεῖσαι τῆς πόλεως ταύτης. Ἔρ‐ χεται πρὸς αὐτὸν ὁ προφήτης Ἡσαΐας, καὶ λέγει, ἵνα μὴ νομίσῃ ἐκεῖνος, ὅτι ἡ δικαιοσύνη αὐτοῦ ἠκούσθη· καί‐
60τοι τελευτήσας ἦν ὁ Δαυῒδ καὶ ἔχων χίλια ἔτη ἐν τῷ ᾅδῃ· τί οὖν λέγει; Ὑπερασπιῶ σου καὶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Ὁ Δαυῒδ ἀπ‐ έθανε, καὶ ἡ παῤῥησία αὐτοῦ ζῇ, καὶ ὁ τελευτήσας τοῦ ζῶντος προΐστατο. Ὢ δικαίου καὶ μετὰ τὴν τελευτὴν
65τειχομαχοῦντος! Ἐνταῦθα δὲ καταπαύσω μου τὸν λό‐ γον, ἱκανῶς, ὡς οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζη‐ τουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.587