TLG 2062 199 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 50 (homilia 1) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Psalmum 50 (homilia 1) [Sp.]

Cf. et 2062 500

Citation: Vol — pg — (ln)

55

.

565

(1t)

ΟΜΙΛΙΑ
2tΕἰς ἐπιγραφὴν τοῦ νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας Δαυῒδ,
3tκαὶ περὶ τῆς τοῦ Οὐρίου.
4αʹ. Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ
5κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει‐ μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι‐
10λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε‐ νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γρά‐
15φουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν δί‐ καιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον. Καὶ καθάπερ οἱ ζωγράφοι ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην,
20καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο‐ λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον. Ἐπεὶ οὖν τοιαύτη αὐτῶν ἡ τέχνη, μετὰ ἀκριβείας αὐτὴν καταμάθωμεν. Τοὺς μὲν γὰρ τῶν ζωγράφων πίνακας ὁρῶντες, οὐδὲν κερδαίνοντες ἀπερ‐
25χόμεθα. Τί γάρ μοι ὄφελος βασιλέως καὶ ὑπάτου εἰκόνα δεῖν; Βασιλεὺς γὰρ γενέσθαι οὔτε δύναμαι, οὔτε βούλο‐ μαι. Τί μοι οὖν ὄφελος τῆς θεωρίας, ἧς τὴν ἐπιθυμίαν οὐκ ἔχω, ἧς κἂν ἐπιθυμήσω, κολάζομαι; Τί μοι τὸ ὄφε‐ λος ἄνθρωπον ἰδεῖν πλουτοῦντα; Κἂν πένης ὦ, φθονῶ·
30κἂν πλούσιος ὦ, βασκαίνομαι. Πάλιν τὰ αὐτὰ πάσχων, καὶ ὀδύρομαι. Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν. Ἐὰν ἴδω ὕπατον, τί πρὸς ἐμέ; Ἐὰν ἴδω ἁμαρτωλὸν καταπεσόντα, καὶ πάλιν ἀνα‐ στάντα, ἡ θεωρία διδασκαλίας ὑπόθεσίς μοι γίνεται.
35Ἐὰν ἴδω δίκαιον ἑστῶτα, ἡ θεωρία πρὸς φιλοσοφίαν χειραγωγεῖ με. Ἀπὸ τῆς θεωρίας μανθάνω τὴν μά‐ χην, καὶ παιδεύομαι τὴν νίκην. Ἐὰν ἴδω δίκαιον ὑποσκε‐ λιζόμενον, πάλιν σοφώτερος ὑπὸ τῆς θεωρίας γίνομαι. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὐδὲ εἰκῆ εἴρηται, ἀλλ’
40ἐπειδὴ τοῦ ψαλμοῦ τοῦ σήμερον ἀναγνωσθέντος ἡ εἰκὼν εἰς ταύτην ἡμᾶς ἄγει τῆς διδασκαλίας τὴν ὑπόθεσιν. Τί γάρ φησιν ὁ προφήτης; Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Αὕτη ἡ εἰκών. Τὸν
45γὰρ ψαλμὸν εἰκόνα καλῶ. Βλέπω γὰρ διάφορα πρόσωπα ἐν τῷ ψαλμῷ· ἁμαρτίαν ἐπιοῦσαν καὶ σφαττομένην, με‐ τάνοιαν παρεστῶσαν καὶ συμμαχοῦσαν Θεῷ, φιλανθρω‐ πίαν ἄνωθεν λάμπουσαν, φιλοσοφίαν παρέχουσαν, καὶ πολλὰς ἔχουσαν δακρύων πηγὰς ἐξ ὁμολογήσεως. Ταῦτα

55

.

565

(50)

τὰ πρόσωπα τῆς εἰκόνος. Ἀλλὰ πρὶν τοῦ ψαλμοῦ ἄρξω‐ μαι, ἀναγκαῖον αὐτοῦ τὴν ἐπιγραφὴν ἀκριβέστερον ὑμῖν
διηγήσασθαι. Ὥσπερ γὰρ αἱ εἰκόνες ἐπιγραφὰς ἔχουσιν,Column end

55

.

566

οὕτω καὶ ἐπὶ τῶν ψαλμῶν. Καὶ γὰρ αἱ εἰκόνες ἄνω ἑστῶσαι, κάτω ἔχουσι φοινικίδας σανίδας, τίς ὁ βασι‐ λεὺς, καὶ τίνος, καὶ ποῖον πόλεμον κατώρθωσεν· ἐπὶ δὲ τοῦ ψαλμοῦ ἄνωθεν ἡ ἐπιγραφὴ ἔγκειται, τίς ἡ ὑπόθε‐
5σις, καὶ τίς ἡ διδασκαλία, καὶ τίς ἡ ῥίζα, καὶ τίνος ἕνεκεν ὁ ψαλμὸς εἴρηται. Παρέχετέ μοι μετὰ ἀκριβείας τὴν ἀκοὴν τῷ λόγῳ. Οὖ γὰρ περὶ τῶν τυχόντων ἡμῖν ἐστιν ἡ διήγησις. Ψαλμὸς τῷ Δαυῒδ, ἐν τῷ εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν
10προφήτην, ὅτε εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν γυναῖκα τοῦ Οὐρίου. Αὕτη ἡ ἐπιγραφή. Μάθωμεν τοίνυν τίς ἐστιν ὁ Νάθαν, καὶ τίς ἡ Βηρσαβεέ. Τίς ἄρα ἐστὶν ἡ γυνὴ τοῦ Οὐρίου; καὶ πότε εἰσῆλθε πρὸς αὐτὴν ὁ προφήτης; καὶ τίνος ἕνεκεν τὸν ψαλμὸν τοῦτον ἔγραψεν; Οὐ γὰρ ἅπαν‐
15τες οἱ ψαλμοὶ εἰς τὸν Δαυῒδ εἰρημένοι εἰσίν. Ἅπαντες μὲν γὰρ παρ’ αὐτοῦ, οὐ πάντες δὲ εἰς αὐτὸν εἴρηνται. Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν. Οἷον, Ἐπὶ τῶν πο‐ ταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσα‐
20μεν· εὔδηλον ὅτι οὐ περὶ αὐτοῦ ὁ ψαλμὸς εἴρηται· οὔτε γὰρ εἰς Βαβυλῶνα ἀπῆλθεν, οὔτε εἶδε γῆν βαρβάρων, οὔτε ἐκάθισεν εἰς ἀλλοτρίαν γῆν καὶ ἔκλαυσεν· ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων διηγεῖται. Πάλιν ὅταν λέγῃ· Ὤρυ‐ ξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα
25τὰ ὀστᾶ μου· οὐ τὸ ἑαυτοῦ πάθος ἐξηγεῖται, ἀλλὰ τὸν σταυρὸν, τὴν θυσίαν τῆς οἰκουμένης ἐκήρυττε, τὴν ἐπὶ σωτηρίᾳ τοῦ γένους τοῦ ἡμετέρου. Εἰκὼν γάρ ἐστι ποι‐ κίλην ἔχουσα διδασκαλίαν. Ποτὲ μὲν οὖν τὰ ἑαυτοῦ, ποτὲ δὲ τὰ ἀλλότρια διηγεῖται. Ἐπεὶ οὖν ὁ ψαλμὸς οὗτος καὶ
30τὰ ἀλλότρια διηγεῖται, διὰ τοῦτο, Ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, ἐπιγέγραπται. Ὥστε ἡ ἐπι‐ γραφὴ οὐ συγχωρεῖ ἡμῖν ληθαργῆσαι, οὐδὲ ἀλλαχοῦ πε‐ ριφέρειν τὴν διάνοιαν· ἀλλ’ ἕστηκε τὰ τοιαῦτα προστάτ‐ των καὶ διδάσκων, διδάσκει δὲ καὶ ἕτερα νοήματα, ἅπερ
35ἡμῖν ἡ ἐπιγραφὴ λέγει. βʹ. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, οἵ τε δίκαιοι, οἵ τε ἁμαρτωλοί. Ἑκατέρῳ γὰρ τῷ μέρει χρήσιμος ὁ ψαλμός· τῷ μὲν δικαίῳ, ἵνα μὴ ᾖ ῥᾴθυμος· τῷ δὲ ἁμαρτωλῷ, ἵνα μὴ ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀμφότερα γὰρ
40δυσεπίληπτα. Ὅ τε γὰρ δίκαιος ῥᾳθυμήσας καταβάλλε‐ ται, ὅ τε ἁμαρτωλὸς ἀπογνοὺς οὐκ ἀνίσταται. Ἵνα οὖν μήτε οὗτος ἐν πτώματι μείνῃ, μήτε ἐκεῖνος εἰς πτῶμα καταπέσῃ, ἑκατέρῳ τῷ μέρει σωτηριώδης αὕτη δίδοται τοῦ μελῳδοῦ τούτου ἡ ψαλμῳδία. Μέλλω γοῦν λέγειν
45ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν. Ἀλλὰ μηδεὶς ἡμῶν καταγινωσκέτω. Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρω‐ πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιου‐
μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή‐565

55

.

567

ματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ‐ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυ‐ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ. Ὅταν γὰρ ὁ δίκαιος ἁμάρτῃ, οὐκέτι ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας·
5ὅταν ἴδω, ὅτι ἀπὸ τῶν οὐρανῶν κατηνέχθη, τὸ ἐκείνου πτῶμα ἐμοὶ ὑπόθεσις ἀναστάσεως γίνεται. Διὰ γὰρ τοῦτο καὶ ἡ τοῦ Πνεύματος χάρις οὐ μόνον τῶν κατορθωμάτων τῶν δικαίων ἐμνημόνευσεν, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Οὐ γὰρ ἐκείνων προεμνημόνευσε μόνον, ἀλλὰ καὶ τῶν
10μετὰ ταῦτα γινομένων. Θέλω τοίνυν δεῖξαι τοῦτον τὸν γεν‐ ναῖον ἄνδρα τρωθέντα, πεσόντα, ἀναστάντα, παλαίσαντα, ἡττηθέντα, νικήσαντα, στεφανωθέντα. Οὐ γὰρ δείκνυμι αὐτὸν κείμενον ἐν τῷ πτώματι μόνον, ἀλλὰ καὶ ἐγερθέν‐ τα, ἵνα ἑκατέρωθεν σὺ κερδάνῃς, ἵνα, ὅταν ἁμάρτῃς, μὴ
15ἀπογνῷς, ἀλλὰ παραυτὰ ἐπὶ τὴν ἀνάστασιν δράμῃς· μηδὲ εἴπῃς· Οἴμοι ἀπωλόμην, ἐμοίχευσα, ἐπόρνευσα, ἐφόνευσα. Ἔχεις γὰρ σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρ‐ τίαν. Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχε,
20καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς. Οἷόν τι λέγω· Πολλοὶ πολλάκις περιέπεσον, καὶ ἄνδρες καὶ γυναῖκες, χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. Δά‐ κρυα ἐξεχύθη, φάρμακα ἐδαπανήθη, ἰατρικὴ ἠπόρησε
25τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρ‐ χεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; Χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη· μένει τὸ νόσημα, οὐκ ἰάθη τὸ ἕλκος. Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν· Κἀγὼ τοιούτῳ πάθει περι‐
30έπεσον, καὶ ὁ δεῖνα, ἢ ἡ δεῖνα περιέθηκάν μοι φάρμα‐ κον, καὶ ἀπήλλαξάν με τῆς ὀδύνης. Εἶτα παρακαλεῖ· Δεῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπόν. Οὕτω δὴ καὶ νῦν, ἐπειδὴ ἐμοίχευσε, καὶ φόνον ἐποίησε, τὸ δὲ ἕλκος χαλεπὸν, δείκνυμί σοι πῶς ἐθεραπεύθη, καὶ
35ποῖον φάρμακον ἐπέθηκεν. Καὶ οὐ λέγω· Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε, ἢ τήνδε. Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ‐ καῖον, ἀλλ’ ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Μόνον πρόσεχε τοῖς λεγομένοις. Ἀνάγκη γὰρ τὸν λόγον
40εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ’ ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε. Οὗτος τοίνυν ὁ Δαυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ,
45καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποι‐ μνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ’ ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ

55

.

567

(50)

καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέ‐ τησεν. Οὗτος τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν τῇ ἡλικίᾳ, πεπολιωμένος δὲ τῇ διανοίᾳ· καὶ τὸ ἀτελὲς τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν
55σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πί‐ στεως. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ. Ἐλθόντος τοίνυν τοῦ Σα‐
60μουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα Δαυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδεί‐
65ξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ Δανιὴλ δωδεκαετὴς ὢν, τοὺς λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν μεταβαλὼν, ἀλλὰ
τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺςColumn end

55

.

568

ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος, καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ γεγηρακὼς
5ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε, ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότη‐ τος. γʹ. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα
10ἐπαίνει. Οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ κακία, ἀλλ’ ἐν τῇ διαφορᾷ τῆς γνώμης· κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν νέος
15ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, οὐ πλημμύραν σωμάτων περιβεβλημένος, ἀλλὰ τὸ κέρας, ἔνθα ἦν τὸ ἔλαιον τὸ ἅγιον, ἔχων. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα,
20νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶ‐ τον υἱόν. Πάραγε αὐτὸν, φησίν· οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, τὸν τέ‐ ταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλ‐
25λον; ᾘσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρότερον καὶ εὐτελῆ, ποιμένα. Βασιλέα ζητεῖς μικρὸν καὶ εὐτελῆ ποιῆ‐ σαι; Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ’ ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· ἄνθρωπος εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Μὴ γὰρ πολυσαρ‐
30κίαν ζητοῦμεν; Ψυχῆς εὐγένειαν ἐπιποθοῦμεν. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρῖσόν μοι τὸν Δαυΐδ· ἀλλ’, Ἄπελθε, χρῖσόν μοι ἕνα τῶν υἱῶν Ἰεσσαί. Καὶ διὰ τί ἀπορεῖ; καὶ διὰ τί οὐ λέγει τὸ ὄνομα; Ἵνα μὴ πάθῃ Δαυῒδ, ὅπερ ἔπαθεν Ἰω‐
35σήφ. Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἱστήκει ὁ προφήτης ἀπο‐ ρῶν· Δός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ
40παιδίον μικρὸν ποιμαῖνον τὰ πρόβατα. Οὐχ οὕτως ὄψε‐ ται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ εἰσιν οἱ καλλωπιζόμενοι ἐπ’ εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνή; Τάφος κεκονια‐
45μένος, ἐὰν μὴ σωφρονῇ. Κάλλος δέ ἐστι βάραθρον ὀρω‐ ρυγμένον, ἑτέροις δὲ δηλητήριον κατεσκευασμένον, ἐὰν μὴ σωφρονῇ· ἢ νόσῳ μαραίνεται καὶ θανάτῳ διακόπτε‐ ται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλί‐ δωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδεί‐

55

.

568

(50)

κνυται, ὅταν παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμά‐ σῃς. Ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος ἀνατεταμέναι καρπὸν οὐκ ἔχουσιν ἀνθρώποις χρήσιμον, ἀλόγοις δὲ μόνον· ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων.
55Τί οὖν βούλει, ἄμπελον ἔχειν, ἢ δρῦν; Δῆλον ὅτι ἄμπε‐ λον· ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα θηρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; τί δὲ ταῶνος ὡραιότερον; Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών; Δῆλον ὅτι μέλιττα. Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλα‐
60ψας· ἄνελε μέλιτταν, καὶ χωλεύει πολλά. Ἦλθε τοίνυν ὁ Δαυῒδ, ἐκχεῖται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα
65περιβεβλημένος, οὐδὲ δόρατα, ἀλλ’ ἔχων αὐτὴν τὴν τοῦ Θεοῦ ψῆφον, τὴν πάντων δυνατωτέραν. Οὗτος δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν βάρβαρον προσκαλούμενον
70εἰς μονομαχίαν. Καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι καὶ ἐξελθεῖν. Ἦλθεν ὁ Δαυῒδ, εἶδεν ἀστράπτοντα, καὶ ἀφό‐ ρητον ὄντα τὸν πολέμιον, καὶ πάντας κατεπτηχότας. Ὁ ποιμὴν ἐν τῷ πολέμῳ, καὶ οἱ ἐν πολέμῳ μεμελετηκότες
οὐδὲ τὴν φωνὴν ἔφερον τοῦ πολεμίου· ὁ δὲ δένδρεσι καὶ567

55

.

569

σκιαῖς καὶ πηγαῖς προσομιλῶν, ἐπὶ ταῖς ὄψεσιν αὐτοῦ εἱστήκει, καὶ λέγει· Τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσι πρὸς αὐτόν· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δέ· Οὐκ ἀπόνοια,
5ἀλλὰ πίστις· οὐχ ὑπερηφανίαν, ἀλλ’ εὐσέβειαν κέκτη‐ μαι· θώρακα οὐχ ὁπλίζομαι, ἀλλὰ πίστιν ἐνδέδυμαι· οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς δια‐ νοίας· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ’ ὅτι κυβερνήτην οὐκ ἔχει. Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ),
10κἂν μυριάκις δυνατὸς ᾖ. Διὰ γὰρ τὴν ἄνωθεν ῥοπὴν πάντων ἀσθενέστερός ἐστιν ὁ ἀπερίτμητος οὗτος. Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ Δαυΐδ; Οὐ σαρκικοῖς, ἀλλὰ πνευμα‐ τικοῖς. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευ‐ ματικά. Καὶ πῶς, ὅτι σὺ μικρὸς καὶ ἀσθενὴς εἶ; Ἀλλὰ
15μέγας ὁ Δεσπότης. Εὐτελὲς τὸ ὅπλον· ἀλλ’ ὁ πέμψας ἰσχυρός. Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε· πολλῷ μᾶλλον ἑνὸς ἀνδρὸς περιγίνε‐ ται. δʹ. Ἦλθε τοίνυν πρὸς τοὺς ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί
20δοθήσεται τῷ ἀνδρὶ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ’ ἵνα τούτους εἰς πίστιν ἀγάγῃ. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πά‐ λιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν
25κακίαν τῆς καρδίας σου. Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε‐ νον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθο‐ νούμενον λαμπρότερον κατασκευάζει. Οὕτω καὶ ἐπὶ τοῦ
30Ἰωσὴφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐγένετο. Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν οὖν οἱ ἀδελφοί· Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον
35κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν, ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ’ αὐτῶν ὑποτεμνόμενος τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ;
40καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφα‐
45λὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεό‐ τητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ’ ὅτι μέγας τῷ φρονή‐ ματι. Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγ‐

55

.

569

(50)

κάζεται ὁ Δαυῒδ λοιπὸν αὐτῷ τὰ κατορθώματα αὐ‐ τοῦ λέγειν. Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ
55στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ. Καὶ ἔδωκεν αὐτῷ ὅπλα, καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ Δαυῒδ
60βαστάσαι. Διὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορ‐ θωμάτων, ἵνα μὴ λέγῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνί‐ κησαν. Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἐξέρ‐ χεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρ‐
65χεται ποιμὴν, καὶ οὐ στρατιώτης· ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πί‐
στεως τὴν νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸColumn end

55

.

570

ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν. Καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν βασκα‐ νία. Συνεχῶς ἀνορύττω τὴν πηγὴν, ὥστε αὐτὸν εὑρεῖν
5τὸν ὀφθαλμόν. Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὢ ἐγκώ‐ μιον ὑψηλόν! ὢ ἀπόδειξις ἀρετῆς! Ὁ Δεσπότης αὐτοῦ λέγει· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ
10τὴν καρδίαν μου. Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγε‐ νόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὁ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τῷ πνεύματι, ὁ ἐν τῇ βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος·
15ἔλουε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ’ ἀπὸ δακρύων καθ’ ἑκάστην νύκτα βρέχων τὴν στρωμνὴν αὐτοῦ. Οἱ μὲν γὰρ νῦν ἄνθρωποι καὶ ἐν ἡμέρᾳ καθεύδουσιν, ἐκεῖνος δὲ καὶ ἐν νυκτὶ ἐμμέριμνος ἦν. Διὰ τί ἐν νυκτί; Ἐπειδὴ ἐν ἡμέρᾳ βασιλεὺς ὢν ὑπὸ μυρίων περιηντλεῖτο πραγμά‐
20των· ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων, τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν ἑαυτοῦ. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος, ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος, ὁ τῆς ἁψῖδος τῶν οὐ‐
25ρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας δωρεᾶς καὶ χάριτος, ὁ πολέμους καταλύσας, ὁ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασι‐ λείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν,
30ὅτε εἰρήνη πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μά‐ θητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις. Καὶ πότε; Ἐν μεσημβρίᾳ μέσῃ. Μετὰ ἄριστον ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφό‐
35δρα. Ἀλλὰ οὐκ ἔγκλημα τὸ κάλλος· τὸ γὰρ κάλλος Θεοῦ δῶρον. Εἶδε γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου, καλὴν, ὡραίαν. Εἶδεν, ἐπτερώθη τῷ ὄμ‐ ματι, ἐδέξατο τὸ βέλος. εʹ. Ἀκουέτωσαν οἱ περίεργοι, οἱ τὰ ἀλλότρια περιερ‐
40γαζόμενοι καὶ καταμανθάνοντες κάλλη. Ἀκουέτωσαν οἱ περὶ τὰ θέατρα μεμηνότες, οἱ λέγοντες· Θεωροῦμεν μὲν, οὐδὲν δὲ βλαπτόμεθα. Ὁ Δαυῒδ ἐβλάβη, καὶ σὺ οὐ βλά‐ πτῃ; Ἐκεῖνος ἐνικήθη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; Ὁ τοσ‐ αύτην ἔχων Πνεύματος χάριν, βέλος ἐδέξατο· καὶ σὺ
45ἄτρωτος διαμένεις ἐν τῇ τῶν ἀτόπων θεωρίᾳ; Καίτοι ἐκεῖνος οὐκ εἶδε πόρνην, ἀλλὰ σώφρονα γυναῖκα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ’ ἐν οἰκίᾳ· σὺ δὲ ἐν θεά‐ τρῳ, ὅπου καὶ ὁ τόπος κολάζει ψυχήν· ὅπου οὐ βλέπεις μόνον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων αἰσχρῶν, καὶ

55

.

570

(50)

βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικά· καὶ πανταχόθεν πλήττεταί σου ἡ διάνοια· τῇ ὄψει ἀφ’ ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ’ ὧν ἀκούεις· τῇ ῥινὶ, ἀφ’ ὧν ὀσφραί‐ νῃ. Τοσαῦται φθοραὶ, τοσαῦτα βάραθρα, καὶ ἔχω σοι θαῤῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ
55γὰρ σίδηρος εἶ; Ἅνθρωπος εἶ, τῇ κοινῇ τῆς φύσεως ἀσθενείᾳ ὑποκείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος; Ὅπερ ἐστὶν ὁ χόρτος, τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν αὐτὴν λουομένην γυ‐
60μνὴν, ἑάλω τῷ κάλλει, ἐδέξατο τὸ βέλος, ἔλαβε τὸ τραῦ‐ μα, ἔπεμψεν ἐπ’ αὐτήν· καὶ ὡς μόνον ἦλθε πρὸς αὐτὸν, εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα δὲ λέγων καὶ εἰς μέσον φέρω τὸν τετραυματισμένον, ἵνα οἱ
65περιεστῶτες ἴδητε πάντες, πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει τοὺς περιεστῶτας πάντας, ἵνα βλέπωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον· πολλῷ μᾶλλον
προφήτου χειρουργουμένου πάντας χρὴ συνδραμεῖν, ἵνα569

55

.

571

ἴδωμεν πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπεδόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἐπιθυμία ἐπληρώθη, ἡ ἁμαρτία ἀπηρτίσθη, ὁ θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμιζε λανθάνειν τὸν ἄνδρα
5αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ’ ὅλως ἡ ἐπιθυμία αὐτὸν ἐσκότισε. Συνέλαβεν ἡ γυνὴ, ἔγκυος ἐγένετο· δρομαία ἐπὶ τὸν βασιλέα ἔρχεται. Βασιλεῦ, ἀπωλόμην. Τί ἔχεις; Ἔγκυός εἰμι. Ὁ καρπὸς τῆς ἁμαρ‐ τίας ἐβλάστησε· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ βαστάζω·
10ὁ ἔλεγχος ηὐξήθη τοῦ ἁμαρτήματος· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; ἢ τί λαλήσω; Ἐννόησον πόσον κακὸν ἡ ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν
15τὴν ἁμαρτίαν. Διάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος. Οὐχὶ σὺ βασιλεύς; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ναὶ, ἀλλὰ καὶ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὢ ἁμαρτία δειλίας μήτηρ !ὢ ἀτιμίας ἔλεγχος! ὢ σιωπῆς ὑπόθε‐ σις! Δέδοικα, τρέμω, ὅτι με κατῄσχυνας· ἔνδον ἔχω τὸν
20ἔλεγχον. Ἐὰν ἔλθῃ ὁ ἀνήρ μου, τί εἴπω; τί λαλήσω; Εὑρήσει με ἔγκυον, καὶ φονεύσει ἔνδον ἔχουσαν τὸν ἔλεγ‐ χον τῆς ἁμαρτίας. Βλέπεις τὸ ναυάγιον μεμελετημένον; ὁρᾷς πόσον κακὸν ἡ ἁμαρτία; Τί οὖν ὁ βασιλεύς; Ἁμαρ‐ τίαν ἐπὶ ἁμαρτίαν προστίθησι. Δεῖ γὰρ πλατῦναι τὸν
25λόγον τοῦ διηγήματος. Ἦλθεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθεν ὁ Οὐρίας πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ ὁ βασιλεύς· Τί ἐστιν, Οὐρία; πῶς ὁ πό‐ λεμος; Λέγει· Καλῶς· νενικήκαμεν. Ἤκουσεν ὁ βασι‐ λεὺς, ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ
30στρατιώτης τὸν πόλεμον ὑπέταξε, καὶ ὁ βασιλεὺς ὑπὸ τῆς ἡδονῆς ἡττήθη· ὁ στρατιώτης τοῦ πολέμου περιεγέ‐ νετο, αὐτὸς δὲ ὑπὸ τῆς ἁμαρτίας κατεβέβλητο· ὁ στρα‐ τιώτης ἔλεγε τὴν νίκην, αὐτὸς δὲ ὑπὸ αἰσχύνης οὐδὲ τὴν ἧτταν εἰπεῖν ἐτόλμα. Νενικήκαμεν, φησὶ, καὶ περιεγενό‐
35μεθα. Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡτ‐ τήθη. Λέγει τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου· λοῦσαι, καὶ ἀπόλαυσον τραπέζης, καὶ ἀπόλαυσον τῆς γυναικός σου. Διὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ
40αὐτοῦ νομισθῇ τὸ παιδίον τίκτεσθαι. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρησε τοῦτο γενέσθαι, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης φησί; Καὶ πῶς δύναμαι καταλιπεῖν σε, καὶ τρυφᾷν; Ἰσραὴλ ἐν τῷ πολέμῳ, ὁ ἀρχιστράτηγος ἐν τῇ παρατάξει, ἡ κιβωτὸς
45τοῦ Κυρίου ἐν τῇ παρεμβολῇ· καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ταῦτα ἔλεγεν ἀγνοῶν ὁ στρατιώτης. Ὄνειδος δὲ ἐγένετο τῷ βασιλεῖ, ὅτι ὁ μὲν στρατιώτης οὐδὲ τὴν οἰκίαν αὐτοῦ ἠβουλήθη ἰδεῖν ἐλθὼν ἐκ τοῦ πολέμου, ὁ δὲ βασιλεὺς τοιαῦτα ἦν

55

.

571

(50)

παρανομήσας, ὥστε ἀνάγκην ἐπιφέρειν τῷ ἰδίῳ στρατιώ‐ τῃ πρὸς τὸ θεάσασθαι τὴν ἰδίαν γυναῖκα, ἵνα δυνηθῇ τὸ ἴδιον τραῦμα καλύψαι. Ἀπῆλθεν ἐπὶ τὸν πόλεμον, καὶ ἐτέχθη τὸ παιδίον. Τί οὖν ποιεῖ; Ἐπειδὴ οὐκ ἐδύνατο συσκιάσαι τὸ ἕλκος, γράφει τῷ στρατηγῷ τοῦ πολέμου·
55Λαβὼν τὸν Οὐρίαν στῆσον εἰς τὸ κραταιὸν μέρος τοῦ πο‐ λέμου. Διὰ τί; Ὥστε αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολήν. Ὢ τῆς ἀσελγείας! εἰς ὅσην ὠμό‐ τητα τὸν πραότατον ἐκεῖνον ἡ ἁμαρτία προήγαγε! Τὴν μάχαιραν καθ’ ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπι‐
60στολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει. Δεῖ γὰρ ἐπιτεμεῖν. Τί οὖν γίνεται; Ἐν τῷ πολέμῳ ἔπεσεν, ἐσφάγη. Ἰδοὺ δύο ἁμαρτήματα, μοιχεία καὶ φόνος. Ὁ φόνος καρπὸς τῆς μοιχείας ἐγένετο. ϛʹ. Ταῦτα δὲ λέγω διὰ τοὺς ἁμαρτωλοὺς καὶ πολλὰ ἑαυ‐
65τοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς γὰρ δύο ταύτας πρώτας ἐντολὰς παρ‐ έβη. Ἐμοίχευσε. καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χα‐ λεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν ὁ Οὐρίας
70ἀπελθὼν εἰς τὸν πόλεμον ἐσφάγη, καὶ εὐθέως ἐσκίρτησενColumn end

55

.

572

ἡ ἁμαρτία ἡ συνεσκιασμένη, τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης. Ἀπηρτίσθη ἡ ἐπιθυμία, ἐπλη‐ ρώθη ἡ παρανομία, ἀνῄρητο ὁ ἠδικημένος. Ὁ προφήτης προφήτην ἐλέγχει. Διὰ τί; Καίτοι ὁ Δαυῒδ προφήτης ἦν·
5πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ οὖν οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν, καὶ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ’ ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ’ ἐν ἁμαρτίᾳ διαγινόμενος. Λέγουσιν αὐτῷ·
10Νάθαν ὁ προφήτης ἔξω. Λέγει· Εἰσέλθῃ. Εἰσέρχεται ὁ προφήτης. Ὁρᾷ αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς καὶ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησι; Δίκην ἔχω, βασιλεῦ. ἄκουσόν μου. Ὢ σοφίας ἰα‐ τροῦ! Εἰσῆλθε σιδήριον λαβὼν, ἵνα τέμῃ τὸ ἕλκος· ἀλλ’
15οὐ δείκνυσι τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας· κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον. ἀλλ’ ὑπὸ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ· Ὦ παράνομε, ὦ βέβηλε, ὦ μοιχὲ, ὦ ἀνδροφόνε· οὐ γυ‐ μνοῖ τὸν ἔλεγχον, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥη‐
20σίαν· ἀλλὰ τὸν σίδηρον ἐγκεκρυμμένον φέρει καὶ λέγει· Δίκην ἔχω, βασιλεῦ, ἄκουσόν μου. Τί οὖν ὁ βασιλεύς; Εἰπὲ τὴν δίκην. Ὁ δὲ λέγει· Ἄνθρωπός τις ἦν πλούσιος· οὗτος εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης. Δύο ἄνθρωποι, Οὐρίας καὶ Δαυΐδ. Μάνθανε
25τὰ προσωπεῖα ἐν τῇ ἀληθείᾳ. Ὁ μὲν πένης οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα (τὴν μοιχευθεῖσαν γυναῖκα λέγει), ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾶς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν; Ἐπὶ μὲν
30γὰρ τῶν πλουτούντων πολὺς ὁ τῦφος· ἐπὶ δὲ τῶν πενή‐ των ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω, καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τῦ‐
35φος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγέννησε γὰρ ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. Διὰ τοῦτο καὶ ἀντὶ βρωμάτων τὴν ἰδίαν σάρκα ἡμᾶς ἔθρεψε, καὶ ἀντὶ πόματος τὸ ἴδιον αὐτοῦ αἷμα
40ἡμᾶς ἐπότισεν. Ἡ οὖν ἀμνὰς ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευ‐ δεν. Ηὐξήθη ἡ τραγῳδία τῇ διηγήσει τῆς φιλοστοργίας. Ἦλθε τοίνυν ξένος ἄνθρωπος πρὸς τὸν πλούσιον ἐκεῖνον. Τίς ὁ ξένος; Ἡ ἐπιθυμία. Ἵνα οὖν δείξῃ αὐτοῦ τὴν σε‐ μνότητα, ξένον τῇ μεθόδῳ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ‐
45δέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν. οὐδὲ ἀδί‐ κοις ἐθεάσατο τοῖς ὀφθαλμοῖς· ἀλλὰ τρωθεὶς δὴ εἰς ἐκεί‐ νην τὴν γυναῖκα τὴν σεμνότητα ἀπώλεσε, καὶ μικρὸν ῥᾳθυμήσας ἐξέπεσε τοῦ προσήκοντος Ἦλθεν ὁ ξένος, ἡ ἐπιθυμία ἡ ἀκόλαστος, ἡ θηριώδης ἐκείνη ἦλθε πρὸς αὐ‐

55

.

572

(50)

τόν. Ξένος πρὸς τὸν πλούσιον ἐκεῖνον ἦλθε, καὶ οὐκ ἔλα‐ βεν ἀπὸ τῶν ποιμνίων καὶ βουκολίων αὐτοῦ· ἀλλ’ ἔπεμψε καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς. Ἐνόμιζε γὰρ
55ἀλλοτρίαν δίκην δικάζειν. Ὠργίσθη ὁ βασιλεὺς, καὶ τὸ δίκαιον ἐξεφώνησε μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐ γὰρ ἦν φιλοστοργία ἡ λυμαινομένη τὸ δίκαιον. Ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλάσιον ἀπο‐ τίσει. Ὑπὲρ τὸν νόμον κελεύει. Ὁ γὰρ νόμος κελεύει τὸν
60κλέπτοντα τετραπλασίονα ἀποδιδόναι· αὐτὸς δὲ ὑπερβέ‐ βηκε τὸν νόμον· κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν τετραπλῷ ἀποτῖσαι. Ἐξήνεγκε τὴν ψῆφον, καὶ τὴν καταδίκην ἀπήρτισε. Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προ‐ φήτης, καὶ λέγει· Σὺ εἶ, βασιλεῦ. Ὢ τομὴ, οὐ ξίφει τέ‐
65μνουσα τὴν αἴσθησιν τῆς ὀδύνης, ἀλλ’ ἐν τῇ συντομίᾳ τοῦ ἐλέγχου! Ὅτε γὰρ ἔδει, ὑπεκρίνατο τὸ δρᾶμα· ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος· Σὺ εἶ, βασιλεῦ. Τί οὖν αὐ‐ τός; Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν
70εὐγένειαν τῆς ψυχῆς; Οὐκ εἶπε πρὸς αὐτόν· Ὦ ἄθλιε καὶ ταλαίπωρε, οὔτε φανερῶς ἐλέγξαι ἐβουλήθη. Τί οὖν
λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ Τί δὲ ὁ προ‐571

55

.

573

φήτης; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια· ἀλλ’ ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἀνομίας σου, φησὶ, πρῶτος, ἵνα δικαιωθῇς. Διὰ πρα‐ γμάτων ἥμαρτες, καὶ διὰ ῥημάτων μετανόει.
5 ζʹ. Ταῦτα λέγω, ἵνα ἀκούσωσιν οἱ ἁμαρτωλοὶ καὶ οἱ ἐμπεπτωκότες ἁμαρτήμασι, καὶ μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτηκα, φησὶ, τῷ Κυρίῳ. Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σὺ μὲν εἶπας· Ῥομ‐ φαία πεσεῖται ἐπ’ αὐτόν· ἀλλὰ ἐγὼ, Σὺ οὐκ ἀποθανῇ.
10Εἶδες πῶς ἔλυσεν ὁ Θεὸς τὴν δίκην τοῦ προφήτου; Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἀλλ’ ἐπὶ τὴν ἀρχὴν ἀναδράμωμεν. Ψαλμὸς τῷ Δαυῒδ, ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης. Ἐνταῦθα δείκνυται αὐτοῦ ἡ εὐγνωμοσύνη καὶ συγχώρησις. Ἰδὲ
15οὖν, ἔμαθες πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐδέ‐ ξατο, Ὅταν δὲ ὁ Θεὸς δικαιοῖ, τίς κατακρίνει; Οὐ γὰρ εἶπεν, ὅτι Ἐγὼ συγχωρῶ, ἀλλ’, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ἔτεμε τὸ ἕλκος, διωρθώσατο τὸ τραῦ‐ μα. Οὐ μὴ ἀποθάνῃς, φησί. Ταῦτα εἰπὼν ἀπῆλθε.
20Θέλω δὲ δεῖξαι λοιπὸν καὶ τὴν τούτου εὐγνωμοσύνην, καὶ τὴν τῆς διανοίας διόρθωσιν, ποίαν ἔλαβε συγχώρησιν τοῦ ἁμαρτήματος, ποίαν εὗρεν ἄφεσιν τοῦ πλημμελή‐ ματος. Καὶ γὰρ ὅτε ἦλθεν Οὐρίας ἀπὸ τῆς συμμαχίας, καὶ τὴν νίκην τοῦ πολέμου τῷ βασιλεῖ ἐμήνυσε, βουλό‐
25μενος ὁ βασιλεὺς τὸν ἄνδρα λαθεῖν τὸν ἠδικημένον, ὅτι ἐμοίχευσεν εἰς τὴν γυναῖκα αὐτοῦ, τοσαύτην ἔθετο σπουδὴν τοῦ κρύψαι τὴν ἁμαρτίαν, ὅτι καὶ φόνον συν‐ έπλεξε τῇ μοιχείᾳ· καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα
30τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε· καὶ μετὰ τὴν συγχώρη‐ σιν τὴν ἀπὸ τῆς τοῦ Θεοῦ ἐπινεύσεως γενομένην, μετὰ τὸ ἐλθεῖν τὸν προφήτην, καὶ εἰπεῖν, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς, οὐ μόνον οὐ κρύ‐ πτει τὸ πάθος, ἀλλὰ καὶ μετὰ ταῦτα πάσαις ταῖς γενεαῖς
35εὔδηλον κατέστησε, καὶ ψαλμὸν ἔγραψεν, ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσι, πόσην τραγῳδίαν ἔχει τὸ πάθος. Ἐπειδὴ γὰρ ἦλθεν ἡ μετάνοια, ἐκόμισε τὴν παῤῥησίαν. Ἐγὼ ἐσώθην, φησί· διὰ τί μὴ σώζονται καὶ ἄλλοι διὰ τοῦ ἐμοῦ διηγήματος; Ὁ Θεός μοι συνεχώρησε. Διὰ τοῦτο γράφω
40ταῦτα, ἵνα καὶ τὸ ἕλκος μάθωσι καὶ τὸ φάρμακον. Οὐ φοβοῦμαι τὴν αἰσχύνην, ἐπειδὴ ἐπιθυμῶ τῆς ἐμαυ‐ τοῦ σωτηρίας. Οὕτω καὶ Παῦλος ποιεῖ· τὰ ἀφεθέντα αὐτῷ ἁμαρτήματα στηλιτεύει, καὶ λέγει· Χάριν ἔχω τῷ ἐνδυνα‐ μώσαντί με Χριστῷ, ὅτι με πιστὸν ἡγήσατο· τὸν πρό‐
45τερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν, νῦν πιστὸν ἡγήσατο. Διὰ τοῦτο ἐμαυτὸν στηλιτεύω, ἵνα ἐάν τις ᾖ βλάσφημος ἀφόρητος, ἴδῃ ὅτι ἔχει ἐλπίδα σω‐ τηρίας. Καὶ σὺ, ὦ Δαυῒδ, ἐπειδὴ ἐμοίχευσας καὶ φόνον ἐποίησας, καὶ συγχώρησιν παρὰ Θεοῦ ἔλαβες, διὰ τοῦτο

55

.

573

(50)

στηλιτεύεις σαυτόν; Ναὶ, φησὶν, ἵνα ἐάν τις ᾖ μοιχὸς καὶ ἀνδροφόνος, μάθῃ πῶς δύναται σωτηρίας τυχεῖν. Διὰ τοῦτο ἀποτίθεται τὴν ἁμαρτίαν, καὶ τὴν μετάνοιαν ἐδέξατο. Τοῦτο οὖν μόνον ἐστὶ τὸ ζητούμενον, ὅτι εὔδη‐ λον πᾶσιν ἐποίησε, καὶ διωρθώθη. Ἢ καὶ ἄλλο τι; Ναὶ,
55καὶ ἄλλο· καὶ πῶς, ἐγὼ λέγω. Ὥσπερ γὰρ ἠκούσατε, ὅτι ἡ μετάνοια πολλὴν ἔχει τὴν συγχώρησιν, καὶ μεγάλην καὶ πολλὴν κομίζει ἡμῖν τὴν παῤῥησίαν· οὕτω κἀκεῖνο ὑμᾶς μαθεῖν ἀναγκαῖον, ὅτι καὶ ὁ πολλὰς ἁμαρτίας περιβεβλημένος, πολλὴν αἰσχύνην κέκτηται, καὶ οὐ μό‐
60νον ἀρκεῖται τῇ μετανοίᾳ, ἀλλὰ δέδοικε καὶ τρέμει τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Θέλω τοίνυν δεῖξαι, ὅτι οὐ μόνον γνωρίζει σοι ὁ ψαλμὸς τὸν ἁμαρτάνοντα, ἀλλὰ καὶ τὸν μετανοοῦντα. Καὶ τοῦτο ὑμῖν ἐρῶ, ἵνα μηδεὶς ἑαυτῷ μετὰ τὴν μετάνοιαν θαῤῥήσῃ, ἀλλὰ μᾶλλον ἀκρι‐
65βέστερον τὴν ἑαυτοῦ σωτηρίαν ἐν τῷ λιμένι καταστήσῃ. Θέλω οὖν δεῖξαι αὐτὸν, ὅτι ἰάθη, καὶ βελτίων ἑαυτοῦ ἐγένετο, καὶ δυνατώτερος καὶ ἰσχυρότερος. Πῶς οὖν πά‐ λιν μετὰ τὴν ἐπιθυμίαν ταύτην περιέπεσεν ἑτέρῳ νοσή‐ ματι; Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πά‐
70λιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία, πάλιν
πόλεμος συγκεκρότηται, πόλεμος χαλεπὸς, καὶ στρατό‐Column end

55

.

574

πεδα ἕστηκε. Πηγὴ δὲ ἦν ἐν τοῖς τόποις ἐκείνοις. Καὶ πολέμου ὄντος σφοδροῦ, εἶδεν αὐτὴν ὁ Δαυῒδ, καὶ εἰς δί‐ ψαν κατηνέχθη χαλεπωτάτην· ἐπεθύμησε τοίνυν πιεῖν. Πάλιν ἐπιθυμία, ἀλλ’ οὐ κεκωλυμένη· τότε μὲν σώμα‐
5τος, νῦν δὲ ὕδατος. Ἐπεθύμησε πιεῖν, ἐφλέγετο ὑπὸ τῆς δίψης, καὶ λέγει· Διψῶ, ἀπόλλυμαι. Τινὲς οὖν τῶν βου‐ λομένων αὐτὸν θεραπεῦσαι ἀπῆλθον, καὶ ἤνεγκαν αὐτῷ ὕδωρ εἰς τὸ αἷμα αὐτῶν, καὶ διὰ τῶν πολεμίων ἐκόμι‐ σαν τὸ ὕδωρ. Ὡς δὲ ἠνέχθη τὸ ὕδωρ, ἐνενόησεν ὁ βασι‐
10λεὺς, τί ἐποίησεν, ὅτι ἐν τῷ πολέμῳ ἐκείνῳ τὴν δίψαν αὐτοῦ οὐ κατέσχε. Καὶ τί ἐποίησε; Λαβὼν τὸ ὕδωρ οὐκ ἔπιεν, ἀλλ’ ἔσπεισε τῷ Θεῷ. Οὐ γὰρ ὕδωρ ἐδόκει εἶναι, ἀλλ’ αἷμα, οὐ τῇ φύσει προσέχων, ἀλλὰ τῇ γνώμῃ. Ὁρᾷς οὖν πῶς παιδευθεὶς ὑπὸ τῆς προτέρας ἐπιθυμίας, ὕστε‐
15ρον σωφρονέστερος ἐγένετο; Ὁ σωμάτων ἐπιθυμῶν, ὕδατος οὐκ ἐπιθυμεῖ· μᾶλλον δὲ ἐπεθύμει, ἐκράτει δέ. Οὐ γὰρ λέγω, ὅτι ἐκτὸς ἦν τῆς ἐπιθυμίας, ἀλλὰ τῇ φιλο‐ σοφίᾳ περιεγένετο τῆς ἐπιθυμίας, καὶ οὐχ ἥψατο. ηʹ. Ταῦτα παραινῶ διὰ τοὺς πορνεύοντας. Ἠράσθης
20πόρνης; ἐπόρνευσας; θέλεις μετανοῆσαι; Μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν, καὶ μή μοι εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω πῶς δύνασαι. Ἡ ἐπιθυμία σε φλέγει; Ἀλλ’ ἔχεις γυναῖκα· καὶ εἰ οὐκ ἔχεις, λάβε, ἵνα ἔχῃς μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ’ οὐ δύναμαι κρατῆσαι.
25Ἀλλὰ ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλ‐ λον μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν συγγνώμην; Ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπομένει ναυάγιον, καὶ σὺ ἐν τῷ λιμένι ὑπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις, μᾶλλον δὲ
30μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους; φησίν. Ἀπόλαυε τῆς γυναικός σου. Ἀπολαύσω τῆς γυναικός; Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. Ἡ γυνὴ τοῦ ἰδίου σώ‐
35ματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα κατὰ σεαυ‐ τὸν, καὶ εἰπὲ, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή· καὶ τὸ ῥῆμα γράφε ἐν τῇ
40καρδίᾳ σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου· οὐ τολμῶ οὖν τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμῶ μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμῶ δαπανῆσαι, καὶ τὸ σῶμα τολμῆσαι ἔχω μιᾶναι; Πῶς; Οὐ δύναμαι. Εἰπὲ
45τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἐγγίσεις αὐτῷ· τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλότριόν ἐστι. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι· τοῦτο τῆς γυναικός μού ἐστι. Φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν τοῦτο

55

.

574

(50)

καὶ αἱ γυναῖκες, καὶ ἐννοείτωσαν, ποῦ αὐτὰς ἐκάλεσεν ὁ Χριστὸς, ὅτι πάντως ἐν ἁγιασμῷ, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ. Ἐννόησον τὴν Παύλου σοφίαν τί λέγει. Ἐπειδὴ πολλοὶ ἐγκρατεύονται, καὶ ἔχουσι σεμνὰς καὶ σώφρονας
55γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐγκρατεύονται, καὶ γίνε‐ ται ἡ τούτων φιλοσοφία μοιχείας ὑπόθεσις, διὰ τοῦτο λέγει· Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ’ εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχει τὸν ἄνδρα καὶ τὴν γυ‐
60ναῖκα, καὶ οὕτω συνάπτει, καὶ κράζει καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου, ἐκεῖνος δὲ οὐκ ἀπολαύει σου; Ἀπέρχεται καὶ ἁμαρτάνει, καὶ λοιπὸν ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγκρα‐
65τείᾳ λογίζεται. Βέλτιον μετὰ σοῦ αὐτὸν καθεύδειν, ἢ μετὰ τῆς πόρνης. Ἡ ἀπόλαυσίς σου οὐ κεκώλυται· ἡ δὲ ἐκείνης κεκώλυται. Μετὰ σοῦ ἐὰν καθευδήσῃ, οὐκ ἔστιν ἔγκλημα· μετ’ ἐκείνης ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται οὖν σχεδὸν εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς
70καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλή‐
λους, εἰ μή τι ἂν ἐκ συμφώνου. Διὰ τοῦτο ἔλαβες573

55

.

575

ἄνδρα, διὰ τοῦτο καὶ σὺ ἔλαβες γυναῖκα, ἵνα σωφρονῆτε. Θέλεις ἐγκρατεύεσθαι; Πεῖσον καὶ τὸν ἄνδρα σου, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνη καὶ ὁμόνοια· ἵνα μὴ ᾖ σωφροσύνη καὶ μάχη, ἵνα μὴ ᾖ εἰρήνη καὶ πόλεμος.
5Ὅταν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέ‐ γηται, λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς, εὐθέως θορυ‐ βεῖται, κυματοῦται. Μὴ ἀποστερῆτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σοφρωσύνη λάμπει· ὅπου
10ὁμόνοια, καὶ ἐγκράτεια στεφανοῦται· ὅπου δὲ πόλεμος, καὶ ἡ σωφροσύνη ὑποτέμνεται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ πάντα νυμφαγωγὸν νικᾷ Παῦλος, ὁ νυμφαγωγὸς τῆς οἰκουμέ‐ νης. Διὰ τοῦτο οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος
15ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ Δεσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκε. Τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Δράμε οὖν ὅσον βούλει· ὅταν δὲ ἀτονή‐ σῃς, λάβε φάρμακον τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ
20ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Τρία γάρ ἐστι ταῦτα· παρθενία, γάμος, πορ‐ νεία. Ὁ γάμος μέσος, ἡ πορνεία κάτω, ἡ παρθενία ἄνω. Παρθενία στέφανον ἔχει, ὁ γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν πῶς ἐγκρα‐
25τεύῃ, εἰ δύνασαι τὴν ἀσθένειαν τοῦ σώματος ἐνέγκαι, καὶ μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ ὑπὲρ τὸ μέτρον καταβῇς. Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, εἰς τοσοῦτον εἰσέρχεται, ὅταν δύναται ἐξελθεῖν· ὅταν δὲ εἰσέρχηται, ἐννοεῖ πόσον ὀφείλει ἐξελθεῖν· οὕτω καὶ σὺ
30τοσοῦτον σωφρόνησον, ὅσον δύνῃ ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Καὶ ὑπὲρ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Χριστῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.575