TLG 2062 197 :: JOANNES CHRYSOSTOMUS :: Prooemia in Psalmos (fragmenta) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Prooemia in Psalmos (fragmenta) [Sp.]

  • Prooemium in Psalmos: pp. 531–534
  • Argumentum Psalmorum: pp. 533–538

Citation: Vol — pg — (ln)

55

.

531

(34t)

ΠΡΟΟΙΜΙΑ ΤΩΝ ΨΑΛΜΩΝ.
35 Μετὰ τὸν Μωϋσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος. ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον, δίκαιόν τε καὶ προφήτην, ὃς συν‐
40έταξε τὴν βίβλον Ψαλμῶν ρνʹ, ἐκ Πνεύματος ἁγίουColumn end

55

.

532

(33)

κινούμενος, ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἰδίας γλώσσης, ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων
35διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ οὗτος κατέχων κιθάραν, εἶχε δὲ καὶ διαφόρους χοροὺς ὑφ’ ἑαυτὸν μικρῶν προφητῶν· οὕτω γὰρ ἐκά‐ λει τοὺς παραμένοντας τοῖς προφήταις· πολλάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμασεν, ἐχόντων διά‐
40φορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλοὺς, τοῦ531

55

.

533

δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν, τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βουκο‐ λίους. Ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν, ὧν ὁ μὲν ἐλέγετο Ἀσὰφ, ἄλλος δὲ Ἰδιθοὺμ, ἕτερος υἱοὶ
5Κορὲ, ἄλλος Ἐθὰμ Ἰσραηλίτου, ἕτερος Μωϋσέως ἀν‐ θρώπου Θεοῦ. Ἡνίκα τοίνυν ἐκινεῖτο ὑπὸ τοῦ Πνεύ‐ ματος προειπεῖν, ἢ περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ, ἢ περὶ τῆς ἐπανόδου αὐτῶν, ἢ περὶ ἠθῶν διδασκα‐ λικῶν, ἢ περὶ προνοίας, ἢ περὶ τοῦ Δεσπότου Χριστοῦ,
10συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα (διὰ τοῦτο γὰρ καὶ μικροὶ καὶ μεγάλοι ψαλμοὶ), καὶ παρεδίδου ἑνὶ χορῷ. Εἰ δὲ πά‐ λιν ἐδοκίμασε κατὰ τὸ μέσον τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὐτὴ
15ἡ διαδοχὴ τοῦ ψαλμοῦ ἐκαλεῖτο Διάψαλμα. Ὥστε καὶ ὅταν τοῖς λεγομένοις ᾠδοῖς, ἤτοι βουκολίοις, κατὰ μέσον τοῦ ψαλμοῦ ἠθέλοντα (sic) παραδοῦναι, τότε ἐκαλεῖτο ᾨδὴ διαψάλματος· ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ δια‐ δοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν.
20Μαθεῖν δὲ ἔνεστι τῷ βουλομένῳ περὶ τούτου ἐκ τοῦ γεγράφθαι ἐν ταῖς Παραλιπομέναις τῶν βασιλειῶν οὕτως· Καὶ ᾖσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ Ἀσὰφ τοῦ προφήτου. Μετὰ τὸ παραδοῦναι δὲ οὗτος πρῶτος τὸν ψαλμὸν, λοιπὸν ἕκαστος χορὸς καὶ καθ’ ἑαυτὸν
25καὶ ὁμοθυμαδὸν μετὰ τέρψεως καὶ ῥυθμοῦ, τῶν μὲν ἐν τούτοις ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις, ἀντιφώνως ᾖδον τὸν ψαλμὸν μετὰ ὀρχήσεως, εἰς δόξαν καὶ αἶνον
Θεοῦ. Ἔνεστι δὲ πάλιν καὶ περὶ τοῦτο μαθεῖν, ὡςColumn end

55

.

534

αὐτὸς δι’ ἑαυτοῦ ὁ Δαυῒδ ἀναλαβὼν ἐκ τῶν ἀλλοφύλων τὴν κιβωτὸν, ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ ὀνει‐ δισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μελχὼ, ἔφη· Παίξο‐ μαι καὶ γελάσομαι ἐναντίον Κυρίου. Οὐ μόνον γὰρ
5οὐκ ἐπαύσατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγ‐ γείλατο. Τινὲς δὲ μὴ προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ, μηδὲ θελήσαντες ἐκ τῶν εἰδότων ταῦτα διδαχθῆναι, εἰς ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοὺς ψαλμοὺς ἀποφηνάμενοι τοῦ Δαυῒδ, ἀλλὰ τῶν
10ἐξ αὐτοῦ παραλαμβανόντων φανεροὺς εἰρηκότες· ὅπερ ποτὲ ὁ Κύριος ἢ ἀπόστολός τινος ἑτέρου περὶ ψαλμοῦ οὐκ ἐμνημόνευσεν, εἰ μὴ τοῦ Δαυΐδ. Διαγράφομεν οὖν αὐτὸν καθεζόμενον, καὶ τοὺς χοροὺς ἔμπροσθεν αὐτοῦ δεξιᾷ καὶ ἀριστερᾷ, ὅπως γνῷ τις καὶ τὴν θέαν αὐ‐
15τῆς τῆς τάξεως. Μετὰ δὲ ταῦτα λέγοντες καὶ οὓς αὐ‐ τὸς ἠξιώθη προειπεῖν ψαλμοὺς περὶ τῆς τοῦ Δεσπό‐ του οἰκονομίας, ποικίλως αὐτοὺς ἐν τῇ συνθέσει καὶ διαφόρως ἐναλλάξας τῷ σχήματι περὶ πάθους καὶ ἀναστάσεως τῆς ἀνθρωπότητος αὐτοῦ. Ὁμοίως καὶ
20ὅτι τῇ θεότητι ἀΐδιος καὶ δημιουργὸς τῶν ἁπάντων ἐστὶ καὶ ἀνακαινιστὴς τοῦ παντὸς, πρὸς ὃν ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου Γραφῆς. Χορὸς Ἰδι‐ θοὺμ, χορὸς τῶν υἱῶν Κορὲ, χορὸς Ἐθὰμ τοῦ Ἰσραη‐ λίτου, χορὸς Ἀσὰφ, χορὸς Μωϋσέως ἀνθρώπου Θεοῦ.
25Οὗτοι οἱ χοροὶ τῶν ὑπ’ αὐτὸν προφητῶν εἰσι δια‐ φόροις ὀργάνοις ᾄδοντες καὶ ψάλλοντες καὶ ὀρχούμενοι εἰς δόξαν Θεοῦ τοὺς γενομένους ἐκ Πνεύματος ἁγίου
Ψαλμοὺς ρνʹ.Column end

55

.

533

(38t)

ΠΡΟΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
39αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ θεῖαι Γραφαί· ἔχουσι δέ τι
40πλέον οἱ Ψαλμοί· οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων, περὶ τοῦ μὴ συνεῖναι πο‐ νηροῖς, ἀπ’ αὐτῆς εὐθὺς τῆς ἀρχῆς τοῦ βιβλίου.
Διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ μακάριοςColumn end

55

.

534

(38)

Δαυῒδ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Μακαριότητα δὲ ὅταν εἴπῃ, τὴν κο‐
40ρυφὴν λέγει τῶν ἀγαθῶν ἁπάντων. Περὶ δὲ τοῦ
συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ533

55

.

535

χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεον‐ εκτεῖν, ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα. Καὶ περὶ μὲν τοῦ σωφρονεῖν ἀκούσῃ αὐτοῦ λέγοντος, Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πά‐
5λιν, Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Περὶ δὲ τοῦ δεῖν γαστρὸς κατέχειν, Καὶ ἀπέκτεινε, φη‐ σὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων ἀπέχεσθαι· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Καὶ δόξης
10μὴ ἐπιθυμεῖν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ. Τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζηλοῦ ἐν πονηρευομένοις. Τὰς δυναστείας ἡγεῖ‐ σθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρ‐
15ῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Ὅτι οὐχ ἁπλῶς ἁμαρ‐ τάνομεν, ἀλλ’ ἔστιν ἀνταπόδοσις, φησίν· Ὅτι σὺ ἀπο‐ δώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὰ τί δὲ οὐ καθ’
20ἡμέραν ἀνταποδίδωσιν; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. Ὅτι ἡ ταπεινοφροσύνη κα‐ λόν· Κύριε, οὐχ ὑψώθη, φησὶν, ἡ καρδία μου. Καὶ ὅτι ἡ ὑπερηφανία κακόν· Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Καὶ πάλιν, Κύριος ὑπερηφά‐
25νοις ἀντιτάσσεται. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρ‐ πισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Ὅτι κακῶς λέ‐ γειν οὐ δεῖ· Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον
30αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐντεῦθεν ἐμφιλόσοφα δόγματα. Καὶ γὰρ οὐ περὶ τῶν παρόντων μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων δια‐ λέγεται, καὶ περὶ τῶν ὁρωμένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Καὶ περὶ οὐρανοῦ θέλεις μαθεῖν, πότερον μένει
35τοιοῦτος, ἢ μεταβάλλεται; Σαφῶς ἀποκρίνεταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλα‐ γήσονται. Καὶ περὶ τοῦ σχήματος ἐὰν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν, Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.
40Ἐὰν περὶ τῶν νώτων αὐτοῦ βουληθῇς τι πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν, Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐ‐ τοῦ. Καὶ οὐδ’ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλά‐ τους καὶ ὕψους σοι διαλέγεται, δεικνὺς ταῦτα ἰσόμετρα ὄντα· Καθόσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ ἀπὸ
45δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοῖς φοβουμένοις αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σοι ἀποκρύψει, ἀλλ’ ἀκούσῃ λέγοντος, ὅτι Ἐπὶ θαλασσῶν

55

.

535

(50)

ἐθεμελίωσεν αὐτήν. Κἂν περὶ τῶν σεισμῶν θέλῃς μα‐ θεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Ἂν τῆς νυκτὸς ζητεῖς τὴν χρῆσιν, καὶ ταῦτα εἴσῃ παρ’ αὐτοῦ μαθεῖν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάν‐
55τα τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἐρεῖ σοι· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Διὰ τί τὰ ἄκαρπα δένδρα, μάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· Διὰ τί ἐν ἐρήμοις αἱ πηγαί; Ἐπ’ αὐτὰς τὰ πετεινὰ τοῦ
60οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ. Διὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς μόνον, ἐπεὶ ἤρκει καὶ ἡ τοῦ ὕδατος φύσις, ἀλλ’ ἵνα εὐφρανθῇς καὶ ἡσθῇς· Οἶνος γὰρ εὐφραί‐ νει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ μαθὼν, εἴσῃ καὶ μέχρι ποῦ τῷ οἴνῳ χρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ
65καὶ τὰ ἄγρια θηρία, ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Κἂν εἴπῃς, διὰ τί τὰ κτήνη; ἀποκρίνεταί σοι, ὅτι καὶ ταῦτα διὰ σέ· Ὁ ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτή‐ νεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τί τῆς
70σελήνης ἡ χρεία, ἄκουσον λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Ὅτι γενητὰ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν· Αὐτὸς, φησὶν, εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτί‐ σθησαν. Καὶ ὅτι θανάτου λύσις ἔσται, διδάσκει λέγων·
75Ὁ Θεός μου λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Πόθεν τὸ σῶμα ἡμῶν γέγονε,
καὶ ποῦ πάλιν ἀπέρχεται, λέγει· Ἐμνήσθη ὅτι χοῦςColumn end

55

.

536

ἐσμὲν, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. Διὰ τί ταῦτα πάντα; Διὰ σέ· Δόξῃ γὰρ καὶ τιμῇ ἐστεφάνω‐ σας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἔχομέν τι κοινὸν πρὸς τοὺς ἀγγέλους οἱ
5ἄνθρωποι, καὶ τοῦτο λέγει· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. Καὶ περὶ τῆς ἀγάπης τοῦ Θεοῦ λέ‐ γει· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύ‐ ριος τοὺς φοβουμένους αὐτόν. Περὶ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς, καὶ τῆς ἀταράχου λήξεως ἐκείνης·
10Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Διὰ τί οὕτω μέγας ὁ οὐρανὸς, ἐρεῖ· Οἱ οὐρανοὶ δι‐ ηγοῦνται δόξαν Θεοῦ. Διὰ τί νὺξ καὶ ἡμέρα; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι μόνον, ἀλλ’ ἵνα καὶ παιδεύωσιν. Οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται
15αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ Ἄβυσσος ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτῆς. Οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει. Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες, καὶ τὰ ἄλλα πάντα εἴσεσθε· τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ
20περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθι‐ κὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε. Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυ‐ θίαν· κἂν εἰς ἁμαρτίαν, μυρία φάρμακα κείμενα ἐν‐
25ταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλίψιν, πολλοὺς τοὺς λιμένας ὄψει. Κἂν δίκαιος ᾖς, πολλὴν ὠφέλειαν ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς, πολλὴν τὴν παραμυ‐ θίαν. Ἄν τε γὰρ δίκαιος ᾖς καὶ πάσχῃς δεινὰ, ἀκούσῃ, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν·
30ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλ‐ θεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν ἐπάρῃ σε τὰ κατορθώματα, λέγει σοι· Μὴ εἰσέλθῃς εἰς κρί‐ σιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Ἂν
35ἁμαρτωλὸς ᾖς καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παρα‐ πικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, μαθήσῃ, ὅτι Οὐ σώζεται βασιλεὺς
40διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· καὶ δυνήσῃ μετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ· Οὐαὶ οἱ πε‐ ποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι! καὶ ὅτι Ἄνθρωπος,
45ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων λαμπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ’ ἐν ἀθυμίᾳ κατέστης;

55

.

536

(50)

Εἰπέ· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξ‐ ομολογήσομαι αὐτῷ. Ἀλλ’ ὁρᾷς εὐδοκιμοῦντας παρ’ ἀξίαν; Ἄκουσον λέγοντος, ὅτι Ὡσεὶ χόρτος, ταχὺ ξη‐ ρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπε‐
55σοῦνται. Βλέπεις δικαίους καὶ ἁμαρτωλοὺς κολαζομέ‐ νους; Ἴδε ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· ἐπὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν·
60Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συν‐ εχῶς, ἐντεῦθεν παιδεύου. Τούτων γὰρ ἕκαστον τῶν ῥη‐ μάτων πέλαγος ἀχανὲς νοημάτων· ἡμεῖς γὰρ ἁπλῶς ταῦτα παρεδράμομεν· εἰ δὲ βουληθείητε μετὰ
65ἀκριβείας διερευνᾶσθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον καὶ ἀπ’ αὐτῶν, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν ὁμοίως. βʹ. Ἀλλ’ ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον καὶ πολὺ τὸ φορτικὸν, τοῖς εἰρημένοις τέως ἐμφιλοχωρῶμεν· ἵνα ὁμοῦ
70καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν πόνον. Ψαλλέτω τοίνυν τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦ· οὐκ ἐστιν οὐδ’ αὐτὸ τοῦτο μικρόν. Ὅταν γὰρ μὴ φθονεῖν ἐᾷ, μὴ λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον, μὴ θλίψιν, μὴ πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν
75νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν.535

55

.

537

Ἄλλως τε δὲ, ἐὰν παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βου‐ λομένη. Δεῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ Δαυῒδ, ἵνα ἐπᾴδω‐ μεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ
5τὰς τῶν ἀγαθῶν πράξεων. Ὡς ἂν θάτερον μόνον ποιῶ‐ μεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολε‐ μῶμεν διὰ τῶν ἔργων, καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρ‐ μακον, καὶ ἀγριωτέρα ἡ μανία τοῦ διαβόλου γένηται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων,
10μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται. Ψάλλωμεν τοί‐ νυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλε‐ πωτέραν ἐκβάλλωμεν ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι
15ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾶν τῶν βιωτικῶν, ὡς ἡ ἀπὸ τῶν ψαλμῶν ἐμμέλεια, καὶ ῥυθμῷ συγκείμενον ᾆσμα. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους
20ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου Δαυῒδ ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρι‐ νῆσαι τούτους, καὶ μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ,
25ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὕτω γὰρ ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει καὶ ἡδέως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κα‐
30τακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι πολλάκις ἀπιοῦσαι, καί τινα αὐτοῖς κατ‐ επᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτοῖς τὰ βλέφαρα κα‐ τακοιμίζουσι. Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι,
35τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γη‐ πόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θε‐ ραπεύοντες, καὶ ἄλλο τι ἐργαζόμενοι, πολλάκις ᾄδουσι· καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ
40γυναῖκες ἱστουργοῦσαι καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνονται, πολλάκις μὲν καὶ καθ’ ἑαυτὰς ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι μίαν τινὰ μελῳδίαν ᾄδουσαι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων
45πόνον παραμυθήσασθαι σπουδάζοντες· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυνα‐ μένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέ‐

55

.

537

(50)

πωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινὰ, ἀσελγεστέρας καὶ παρανο‐ μωτέρας τοῖς ᾄσμασι τούτοις τῆς ψυχῆς γινομένης, μαλ‐
55θακωτέρας τε καὶ ἀσθενεστέρας· ἐπὶ δὲ τῶν πνευμα‐ τικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ’ ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα ψαλλούσῃ ἐφιπταμένου
60ψυχῇ. Ἐπᾴδωμεν τοίνυν τῇ ψυχῇ τοὺς φιλοσοφίας γέμοντας ψαλμοὺς, ἵνα κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἀν‐ αχθῶμεν. Ὅταν γὰρ ἐν τοῖς ψαλμοῖς μάθῃς, τότε καὶ ὕμ‐ νους εἴσῃ, ἅτε θειότερον πρᾶγμα. Οἱ γὰρ ψαλμοὶ πάντα
65ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον. Αἱ γὰρ
ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖοςColumn end

55

.

538

ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ. Διὸ καὶ ὁ Παῦ‐ λος παραινεῖ λέγων· ᾌδοντες ἐν ταῖς καρδίαις ἡμῶν τῷ Κυρίῳ, μὴ ἁπλῶς τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ, τῷ ἀέρι· δια‐
5χεῖται γὰρ ἁπλῶς ἡ φωνή. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ἔξεστι ψάλλειν κατὰ διάνοιαν. Κἂν ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς
10ἐβόα, καὶ ὁ Θεὸς ἤκουε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργα‐ στηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν. Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυ‐ νήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἔξεστι γὰρ καὶ χωρὶς φω‐ νῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀν‐
15θρώπῳ ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελ‐ θεῖν. Ἀλλ’ ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χα‐ ρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὔ‐ χονται ἀεὶ, καὶ τὰς ἱκετηρίας ἀναφέρουσι μετὰ κατανύ‐
20ξεων καὶ στεναγμῶν τῷ Θεῷ· τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ, ὑπέρ τε ἑαυτῶν, ὑπέρ τε τῶν ἀδελφῶν τῶν ἡμετέρων. Πῶς δὲ ἔστιν ἐντυγχάνειν τῷ Θεῷ; Ἀπὸ τοῦ βίον ἔχειν ὀρθὸν, καὶ συνειδὸς κεκαθαρμένον. Ταῦτα δὲ οὐδαμόθεν ἄλλο‐
25θεν ἔξεστι κατορθοῦν, ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός. Καὶ μή μοι λεγέτω τις, ὅτι Πρὸ τῆς ἑρμηνείας οὐκ ᾔδειν τῶν ψαλμῶν τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ὁπωσοῦν βουλομένῳ προσ‐ έχειν ἀρκεῖ καὶ εἷς στίχος πολλὴν ἐνθεῖναι φιλοσοφίαν,
30καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέ‐ γιστα. Καὶ γὰρ ὅταν εἴπῃς, Μακάριος ἀνὴρ ὁ φοβού‐ μενος τὸν Κύριον, καὶ δυνηθεὶς εἰδέναι τί ποτέ ἐστιν ὃ λέγεις, οὐ τὸν ἐν δυναστείᾳ ὄντα, οὐ τὸν πλουτοῦντα, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν βασιλείοις στρε‐
35φόμενον, οὐκ αὐτὸν τὸν τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς πε‐ ρικείμενον, οὐκ ἄλλον οὐδένα, ἀλλ’ ἢ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ὄντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι’ αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Μελε‐
40τήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν Θεῷ· μάθωμεν πῶς δεῖ ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐ γὰρ κάλλος ζητεῖ γλώττης ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν. Κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσασα ἄπεισιν. Εἰ γὰρ ἀνθρώπῳ τις συγγινόμε‐
45νος θαυμαστῷ πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς δι’ εὐχῆς ἐκτενοῦς. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται. Ὥσπερ οὖν καὶ ὁ τελώνης (καὶ γὰρ ἀπὸ ψιλοῦ ῥήματος τὸ πᾶν ἤνυσεν),

55

.

538

(50)

ἐπειδὴ ἡ διάνοια αὐτοῦ καλῶς παρεσκευασμένη ἦν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ εὔχῃ, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν ψυ‐ χήν. Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν
55ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν μετὰ πραότητος καὶ μὴ κατ’ ἐχθρῶν γινομένη. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχὴ, αὕτη τῶν ἀγγέλων ἀξία ἡ γλῶττα. Οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα, ὅταν ὑπὲρ τῶν ἀδι‐ κούντων καὶ ἐπηρεαζόντων τὴν ἱκετηρίαν τῷ Θεῷ προσ‐
60φέρωμεν. Ἂν οὕτω ῥυθμίσωμεν τὴν ψυχὴν, δυνησό‐ μεθα μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ Θεῷ· Οἰ‐ κτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου· καὶ ῥᾳδίως ἐπινεύσει, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν παρέξει ἡμῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
65καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.537