TLG 2062 196 :: JOANNES CHRYSOSTOMUS :: In Psalmum 50 [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Psalmum 50 [Sp.] Citation: Vol — pg — (ln) | ||
55.527(27t) | ΤΟΥ ΑΥΤΟΥ | |
28t | Εἰς τὸν Δαυῒδ τὸν βασιλέα, καὶ Παῦλον τὸν ἀπόστολον, περὶ μετανοίας· καὶ εἰς διάφορα ῥήματα | |
---|---|---|
29t | τοῦ ψαλτῆρος εἰς τὸ τοῦ Χριστοῦ τέλος ἐσχηκότα· καὶ περὶ τοῦ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς | |
30t | σωτηρίας ἑαυτῶν. | |
31 | Ἀρτίως ἠκούσατε τοῦ ὑμνογράφου Δαυῒδ βοῶντος· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ πάλιν, Καρδίαν καθαρὰν κτίσον | |
35 | ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ Δαυῒδ βοᾷ. Καὶ τίνος ἕνεκεν ὁ προφήτης λέγει, Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου; Ἐπειδὴ ὅπου ἔλεος, ἀνεξέταστος σωτη‐ ρία· ὅπου ἔλεος, δικαστήριον οὐ καθέζεται· ὅπου | |
40 | ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται. Ἅπαξ ἐλεηθῆναι | Column end |
55.528(31) | ζητῶ, ἀπάλλαξόν με τῆς ἀσθενείας. Καὶ διὰ τί βοᾷ ὁ Δαυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός; Ὁ μετὰ πλῆθος κατορθωμάτων, ὁ μετὰ τρόπαια το‐ σαῦτα, ὁ τὸν Γολιὰθ ἀποκτείνας, καὶ τὸν λέοντα | |
35 | πνίξας, ὁ καὶ τηλικαύτην παῤῥησίαν ἔχων Πνεύματος ἁγίου, λέγει· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενόμενον, προ‐ | |
40 | φήτην κατέστησας· ἐν τῷ πολέμῳ νικῆσαί με ἐποίη‐ | 527 |
55.529 | σας, τὸν Γολιὰθ καταβαλόντα οὐ φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως· πορφυρίδα περιέβαλές με· ἄλλον ἐξέβαλες, καὶ ἐμὲ ἐπεισήγαγες· πλοῦτόν μοι δέδωκας. Ὅπως ἂν δικασθῇς ἐν τοῖς λόγοις σου, καὶ νική‐ | |
5 | σῃς ἐν τῷ κρίνεσθαί σε. Ἃ ἐπαλαίωσεν ἡ ἁμαρτία, ἐνεκαίνισεν ἡ χάρις. Καὶ τί δῷς, ὦ προφῆτα; Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέ‐ γει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου | |
10 | ἀπεκάλυψάς μοι καὶ ἐμοὶ γνώριμον ἐποίησας. Ἔμα‐ θον ὅτι Υἱὸν ἔχεις ἀνθρωπογενῆ. Ἔγνων ὅτι σύνθρονον ἔχεις. Εὐηγγελισάμην τῇ οἰκουμένῃ τὸν σταυρὸν, τὸν τάφον, τὴν κατάβασιν, τὴν ἀνάστασιν. Εἶπον αὐτοῦ τὸ δικαστήριον· εἶπον τὴν σωτηρίαν τῶν ἐθνῶν· εἶπον | |
15 | τῶν ἀποστόλων τὴν ἐκλογὴν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν· εἶπον τῶν παρθένων τὸν χορὸν, εἶπον τὴν ἐκ δεξιῶν καθ‐ έδραν. Ἰδοὺ γὰρ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσε; Ἄκου‐ | |
20 | σον αὐτοῦ τοῦ προφήτου λέγοντος τὴν ἐξ οὐρανοῦ κατάβασιν αὐτοῦ· Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς ἐκπέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι. | |
25 | Εἰ γὰρ γυμνὴν παρεῖχε τὴν θεότητα, οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἥλιος ἂν ἐσβέσθη. Εἰ γυμνὴν τὴν οὐσίαν ὑπέδειξεν, ἡ σελήνη ἂν ἠφανίσθη, ἡ γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν πάντων ἐμαραίνετο. Διὰ τοῦτο ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, ἀλλὰ | |
30 | ἠρέμα ἦλθε, καὶ μήτραν παρθενικὴν ᾤκησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὁ λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται. Τὰ ὄρη διαφθείρονται, καὶ ἡ μήτρα Θεὸν ἐβάσταζεν. Πῶς ἑρμηνεύσω; πῶς πα‐ ραστήσω; Ὢ ἀπόνοια τοῦ βλασφήμου! Πῶς ἡ δούλη | |
35 | τὸν Θεὸν ἐβάσταξεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω. Ὁ πανταχοῦ παρὼν, πῶς ἐν μήτρᾳ ἦν, καὶ ἐν οὐρανῷ ἦν; Ἀλλ’ ἐγὼ μὲν, ὅτι καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο, καὶ ἐν τῇ μήτρᾳ τῆς παρθένου κατῴκει, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Πίστει δέχομαι, οὐ πε‐ | |
40 | ριεργάζομαι τῷ λόγῳ· ἀλλ’ ὅτι ὤφθη, ἀλλ’ ὅτι μέλλει παραγίνεσθαι, οὐ ταράσσων, οὐδὲ θορυβῶν, οὐκ ἀπολ‐ λύων, οὐδὲ λυόμενος. Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες τὴν βασιλείαν, εἶπες αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ | |
45 | ἐμὲ πτερνισμόν. Εἰπὲ αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Λέγε καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ἀστᾶ μου. Εἰπὲ αὐτοῦ καὶ τὴν χολήν· Ἔδωκαν εἰς τὸ βρῶμά | |
55.529(50) | μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰπὲ αὐτοῦ καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Εἰπὲ αὐτοῦ καὶ τὸ βά‐ πτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἰπὲ αὐτοῦ καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν | |
55 | μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Εἰπὲ αὐτοῦ καὶ τὸ ποτήριον· Τὸ ποτήριόν σου μεθύσκον με, ὡσεὶ κράτιστον. Εἰπὲ καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε αὐτοῦ | |
60 | καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει | |
αὐτόν. Εἰπὲ καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν· Αἴτη‐ | Column end | |
55.530 | σαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Εἰπὲ αὐτοῦ καὶ τὸν τάφον· Ὅτι οὐκ ἐγκαταλεί‐ ψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Εἰπὲ αὐτοῦ καὶ τὴν εἰς | |
5 | οὐρανοὺς ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Εἰπὲ καὶ τῶν ἀποστό‐ λων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγγεννή‐ θησάν σοι υἱοί. Εἰπὲ καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω | |
10 | αὐτοῦ. Εἰπὲ καὶ τῆς Ἐκκλησίας τὴν κλῆσιν· Παρ‐ έστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Εἰπὲ αὐτοῦ καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ | |
15 | τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὦ Δαυῒδ, πᾶσαν τὴν προφητείαν ἀπήγγειλας, καὶ τί βοᾷς· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου; Βασιλεὺς εἶ, διαδήματι περίκεισαι, πορφυρίδα | |
20 | περιεβάλλου. Ἀλλὰ λέγει· Φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ. Τὸ κάλλος ἐκεῖνο ζητῶ. Δός μοι τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πάλιν λαλήσῃς μοι, κἀγὼ λαλήσω σοι. Ἀπέστη γὰρ ἀπ’ ἐμοῦ τὸ Πνεῦμα, καθάπερ περιστερὰ βόρβορον βλέπουσα. Βούλομαι αὐτὴν ἐπανελθεῖν. Τότε | |
25 | ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐ δύναμαι ὑπενεγκεῖν, ἐπειδὴ τὴν παῤῥησίαν ἀπώλεσα. Ὁρᾷς τὸν Δαυῒδ ἐξομολογούμενον τῷ Θεῷ. Βλέπε πόσον κακὸν ἡ ἁμαρτία. Καὶ ποία ἁμαρτία; Μοιχεία καὶ φόνος καὶ νόμου παράβασις, ἀθέτησις λόγων Θεοῦ. | |
30 | Καὶ ταῦτα λέγων οὐ κατηγορῶ τοῦ προφήτου, ἀλλὰ τὴν ταχεῖαν αὐτοῦ μετάνοιαν ἀπαγγέλλω. Ἀλλὰ γὰρ ἔπρεπεν τῷ προφήτῃ πληρῶσαι τὸ γεγραμμένον Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιω‐ θῇς· τοῦτο γὰρ αὐτὸν καὶ ἐδικαίωσεν. Ἡμάρτηκα | |
35 | τῷ Κυρίῳ, λέγων. Ἀλλ’ ἦλθεν ὁ προφήτης Νάθαν, καὶ εἶπεν· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἁμαρτία, συντομωτέρα ἡ ἐξομολόγησις. Ἐπειδὴ γὰρ ἥμαρτεν πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα, ἡττᾶτο ὑπὸ τῆς ἁμαρτίας, καὶ γράψας ψαλμὸν, εἶπεν· | |
40 | Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ διὰ πάσης τῆς ἐξομολογήσεως λύσιν ἐδέξατο πάσης ἁμαρτίας. Ἀλλὰ καὶ Παῦλος πῶς ἐλεήθη; Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὢ φιλανθρωπία Δεσπότου! Ἀνθρώπῳ λέγει· Τί με διώκεις; Τὸν | |
45 | Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ διαλέγεται· Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ ἔλεγε· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Τί οὖν Παῦλος; Τίς εἶ, Κύριε, ὁ λαλῶν μοι; Ὢ | |
55.530(50) | εὐγνώμονος δούλου! Εὐθέως τὴν δεσποτείαν ὡμολό‐ γησε, Τίς εἶ, Κύριε; εἰπών. Ὁ δὲ Κύριος πρὸς αὐ‐ τόν· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζαραῖος, ὃν σὺ διώ‐ κεις· ἀλλὰ ἀναστὰς εἴσελθε εἰς Δαμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιεῖν. Καὶ ὅ ποτε λύκος, | |
55 | νῦν πρόβατον· ὅ ποτε διώκτης, νῦν εὐαγγελιστής· ὅ ποτε ζιζάνιον, νῦν σῖτος· ὅ ποτε πειρατὴς καὶ καταποντιστὴς, νῦν κυβερνήτης λαοῦ· ὅ ποτε πορθῶν τὴν Ἐκκλησίαν, νῦν πιστευόμενος αὐτήν· ὅ ποτε τὰς ἀμπέλους ἐκκόπτων, νῦν φυτουργὸς γενόμενος· | |
60 | ὅ ποτε μόλυβδος, νῦν χρυσὸς γενόμενος. Καὶ σὺ βόη‐ σον, ἀγαπητὲ, ὅτι μέγας ὁ θόρυβος τῶν ἁμαρτημά‐ των, καὶ εὐθέως ἀκούεις· Ἀλλὰ πολλὴ ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐγένετο γὰρ Θεὸς ἄνθρωπος, καὶ εἰσ‐ ῆλθεν εἰς μήτραν παρθενικὴν, καὶ ᾤκησεν. Καὶ | |
65 | τίνας ἐκάλεσεν; Μάγους. Μετ’ ἐκείνους, τίνα; Πόρ‐ | 529 |
55.531 | νην. Μετ’ ἐκείνην, τίνα; Λῃστήν. Μετ’ ἐκεῖνον, τίνα; Βλάσφημον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθίνια τῆς κλήσεως ἡ τυραννὶς τῆς ἁμαρτίας. Διότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα, | |
5 | ἄνθρωποι μὲν ὕπνῳ ἁμαρτίας, καὶ Ἰουδαϊσμῷ, καὶ ἀπογνώσει πολλῇ κατείχοντο. Διὰ τοῦτο τοίνυν ἐλθὼν, ἐκ προοιμίων τὰ ἀκροθίνια τῆς Ἐκκλησίας ἐκάλεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σω‐ τηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τὸν λῃστήν. Ἀκά‐ | |
10 | θαρτος εἶ; Ἐννόησον τὴν πόρνην. Βλάσφημος εἶ; Ἐννόησον τὸν Παῦλον, τὸν βλάσφημον. Ἄπιστος εἶ; Ἐννόησον τοὺς μάγους. Οἶδα κἀγὼ ὁποία ἐστὶν ἡ ἀπόγνωσις τῆς ἁμαρτίας. Ἐφέστηκεν ὁ διάβολος ξί‐ φος ἀκονῶν, καὶ λέγων σοι τὰ ῥήματα ταῦτα· Ὅλον | |
15 | τὸν βίον σου ᾤκησας μετὰ πορνῶν, μετὰ ταῦτα ἐπι‐ ώρκησας, ἐμοίχευσας παρ’ ὅλους τοὺς τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα. Ἀλλὰ σὺ τόλμα ἐναντία. Ἔπεσας; Ἀλλ’ ἀνάστηθι. Ἐπόρνευσας; Μετανόησον. Ἐμοίχευσας; Μετάγνωθι. Μικρὰ ἡ με‐ | |
20 | τάνοιά σου· ἀλλὰ μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρω‐ | |
πία. Ἕως ἐμπνέεις, καὶ ἐν αὐτῇ τῇ κλίνῃ κατάκει‐ | Column end | |
55.532 | σαι, μετανόησον· ἡ τοῦ καιροῦ στενοχωρία ἄγει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα τὰ φάρμακα ἐπάλει‐ ψον, καὶ τὴν φλεγμονὴν καταστέλλοις. Οἶδα γὰρ, ἀγα‐ πητὲ, ὅτι πολλὰ τὰ τραύματα τῆς ψυχῆς, ἀλλ’ ἕκα‐ | |
5 | στον τραῦμα ἴδιον ἔχει καὶ κατάλληλον φάρμακον κατεσκευασμένον. Ἔχεις Ἐκκλησίαν ἐπιτελουμένην Πνεύματος παρουσίαν. Ἔχεις συναθροισμὸν μαρτύ‐ ρων, καὶ ἄλλα πολλὰ τὰ δυνάμενά σε ἀπὸ ἁμαρτίας εἰς δικαιοσύνην ἀνακαλέσασθαι. Ἠκούσατε τὰ εὐτελῆ | |
10 | ἁμαρτήματα τῶν δικαίων· ἴδετε τὸ τάχος τῆς μετα‐ νοίας διὰ λόγων καὶ δακρύων. Καὶ γὰρ αὐτὸς ὁ Δαυῒδ βοᾷ λέγων· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ Παῦλος ἔλεγεν· Ἀλλ’ ἠλεήθην, ὅτι τὸν Χριστὸν ἀγνοῶν ἐδίωκον. Τοιγαροῦν καὶ ἡμεῖς μὴ | |
15 | ἀπογνῶμεν τῆς σωτηρίας ἑαυτῶν, τὴν μνήμην τῶν προημαρτηκότων καὶ βασιλείας τῶν οὐρανῶν κατα‐ ξιωθέντων ἔχοντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς | |
20 | τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 531 |