TLG 2062 187 :: JOANNES CHRYSOSTOMUS :: Fragmenta in epistulas catholicas JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Fragmenta in epistulas catholicas Citation: Vol — pg — (ln) | ||
64.1040(1t) | FRAGMENTA IN EPISTOLAS CATHOLICAS. | |
3t | IN EPISTOLAM S. JACOBI. | |
---|---|---|
4 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. | |
5 | Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Δεσμὸς γάρ τίς ἐστιν ἡ θλίψις ἀῤῥαγὴς, ἀγάπης αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. Ἄκουε γὰρ τοῦ λέγοντος, Εἰ προσέρχῃ δουλεύειν τῷ | |
10 | Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε. Καὶ πάλιν, Στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Ὁρᾷς πανταχοῦ τὴν θλί‐ ψιν ἐπαινουμένην, πανταχοῦ παραλαμβανομένην ὡς | |
15 | ἀναγκαίαν οὖσαν ἡμῖν. Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα. | |
20 | Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δό‐ κιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι τοὺς πει‐ ρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον | |
25 | καὶ ὑπομονὴ τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτὰ, καὶ μὴ δι’ ἄλλο πραττόμενα· δι’ ἑτέρας παραινέ‐ σεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα· δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. Γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων | |
30 | τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμέ‐ νος. Οὕτω δὲ ἀναφανέντι ἐκ τῶν σκυθρωπῶν, δοθή‐ σεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν. Οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέ‐ | |
35 | φανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. Ζητεῖς, τίς ἡ ὕλη οὖ ἡτοίμασεν ὁ Θεὸς στεφάνου ζωῆς τοῖς ἀγα‐ πῶσιν αὐτόν; ἔστιν «ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτὸν,» ἃ διὰ μέγεθος θειότητος, ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώ‐ | |
40 | που ἀναβέβηκεν. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα. Ἐπειδὰν | |
45 | δὲ γένηται καὶ λάβῃ τέλος τότε δὴ μάλιστα τῆς | |
64.1041 | ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς ἐννοίας ἐπεισέρχεται κέντρον, ἀπεναντίας ταῖς ὠδινούσαις γυ‐ ναιξίν. Ἐπ’ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου, πολὺς ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι ἐπικόπτουσι ταῖς ἀλγηδόσιν | |
5 | αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ δι‐ εφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν | |
10 | ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυ‐ ναικῶν χαλεπώτερον. Διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμέ‐ νην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρ‐ | |
15 | ματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσωμεν, ἐξελ‐ θοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτεῖναι πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατ‐ ηγορία καὶ κατάγνωσις. | |
20 | Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τη‐ ρεῖν ἀπὸ τοῦ κόσμου. Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ τῷ | |
25 | ἐλεεῖν καὶ οἰκτείρειν. Ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύ‐ σητε ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς, ἀλλὰ τί; Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν | |
30 | τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυ‐ σίαν. ΚΕΦΑΛ. Βʹ. Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε | |
35 | τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τίνος ἕνεκεν σὺ μέγα φρονεῖς, φησίν; Ἢ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; Οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ | |
40 | τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπο‐ νοίᾳ αὐχίζεις σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σὺ, καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. Οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ | |
45 | διαλογισμῶν πονηρῶν; Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Παρεγένετο ὁ πένης· γενοῦ κατ’ αὐτὸν τῷ φρονήματι· μὴ μεί‐ ζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πέ‐ νης καὶ πλούσιος ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχύ‐ | |
64.1041(50) | νῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν. Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς | |
ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου, πλου‐ | ||
64.1044 | σίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς | |
5 | προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δί‐ δους τι καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ’ ἰδίᾳ καὶ μετὰ πολ‐ | |
10 | λῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαι‐ ρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν | |
15 | ἐπὶ τὸ κέρδος. Εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυ‐ μαίνῃ τῇ τῆς δόσεως ἡδονῇ. Ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλ‐ | |
20 | λον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔν‐ δειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. Παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ | |
25 | σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις, πόσης ἀγνωμοσύ‐ νης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον! Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ | |
30 | ὑμᾶς; Φέρετε γενναίως τὰς πλεονεξίας. Ἑαυτοὺς ἀναι‐ ροῦσιν ἐκεῖνοι, οὐχ ὑμᾶς. Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς | |
35 | κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦ‐ τον, πάντων ἐστὶ πενέστερος. Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Βέλτιον γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ | |
40 | τοῖς πράγμασιν ἀλγήσητε. Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστά‐ τις τῶν ἐργαζομένων αὐτήν. Φίλη γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν | |
45 | βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδι‐ κῆται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, τοσαύτη αὐτῆς ἡ | |
64.1044(50) | ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ | |
τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· | ||
64.1045 | ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. —Καὶ μετ’ ὀλίγα· Βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν | |
5 | ὁ ἐν τοῖς οὐρανοῖς· ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρ‐ πουσαν τοὺς ἀγγέλους. Ἐκεῖ Πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα αὐτῆς ἐν χλω‐ ρότητι χρυσίου. Καθάπερ περιστερά τις χρυσῆ | |
10 | καὶ ζῶσα πέτεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυμαστή. Ἄνω διὰ παντὸς ὁρᾷ· πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται. | |
15 | Παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλ‐ μένη, λευκὸν ἔχουσα πρόσωπον, ἥμερον. Ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλι‐ κόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνε‐ ται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς | |
20 | πτέρυξι περιβάλλουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας. Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. Ἀλλ’ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων | |
25 | μου τὴν πίστιν μου. Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πι‐ στεύουσι, καὶ φρίσσουσι. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, βίον δὲ μὴ | |
30 | ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σω‐ τηρίαν. Οὐκοῦν ὅταν λέγῃ, Καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθι‐ νὸν Θεὸν, μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας | |
35 | καθαρωτάτης. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ οὐκ ἔνι σωθῆναί ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσασθαι. Ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων | |
40 | καταξιωθεῖσι, παραινεῖ λέγων· Σπουδάσωμεν εἰσελ‐ θεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην· σπουδάσωμεν, φη‐ σὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνε‐ σθαι. Δεῖ γὰρ ὄντως καὶ πολλῆς σπουδῆς ὥστε εἰσελ‐ | |
45 | θεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθό‐ μεθα ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύμως; Δεῖ τοίνυν | |
64.1045(50) | ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν. Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ | |
προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. | ||
64.1048 | ΚΕΦΑΛ. Γʹ. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον | |
5 | κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρι‐ σιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλο‐ μένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρῖμα μέγα ἐπιτιθείς. | |
10 | Ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέ‐ λειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. Εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· | |
15 | δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδε‐ μίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἐῶν. Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ· ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀν‐ άπτει· καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. | |
20 | Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην· ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα, Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπανα‐ παύεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβό‐ | |
25 | λου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανα‐ τηφόρου. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη. Ἀλλὰ μὴ | |
30 | ἑτέροις ἐπάγωμεν τραύματα· ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμωμεν. Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πραΰτητι σοφίας. | |
35 | Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν τῆς ψυχῆς ὤτων. Καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, | |
40 | μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ. ΚΕΦΑΛ. Δʹ. Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρί‐ σατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, | |
45 | δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέ‐ λως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ χρώμε‐ νος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, | |
64.1048(50) | ἐπὶ τὸν τῶν δικαίων χορόν· Λέγε γὰρ σὺ τὰς | |
ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ | ||
64.1049 | μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ’ ἁμαρτήμασι χαλε‐ πὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας | |
5 | κολάσεώς ἐστιν ἄξιον; Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμα‐ σιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτή‐ μασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης; ΚΕΦΑΛ. Εʹ. Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες | |
10 | ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυ‐ ρος κατίωται. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς· μέχρι πότε τρυ‐ | |
15 | φή; μέχρι πότε ἄνεσις; οὐκ ἐνεπλήσθημεν ῥᾳθυ‐ μοῦντες, γελῶντες, ἀναβαλλόμενοι; οὐ τὰ αὐτὰ πάλιν ἔσται τράπεζα καὶ κόρος καὶ πολυτέλεια καὶ χρήματα καὶ κτῆσις καὶ οἰκοδομαί; Καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις, | |
20 | σοροὶ καὶ σκώληκες. Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τί οὖν; κεκώλυται ἡ τρυφή; καὶ σφόδρα. Διατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, | |
25 | καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ’ ὡς ἐκλύου‐ σαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχα‐ | |
30 | ριστίας λαμβανόμενον. Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρ‐ δίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. Μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνα‐ | |
35 | τὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι· διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπο‐ μονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. Εἰ οὖν καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης. Ὅταν δὲ ἴδωσιν | |
40 | οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τού‐ τους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύ‐ ξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύ‐ | |
45 | την ἄγῃ λαμπρότητα. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Τί οὖν ἐὰν ἀπαιτῇ τις ὅρκον, καὶ ἀνάγκην ἐπάγῃ; | |
64.1049(50) | Ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. Ἐπεὶ εἰ μέλλει τὰς τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων. Καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ | |
τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ’ ἑκὼν | ||
64.1052 | καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα. Ἄλλως δὲ οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ· ὁ γὰρ τῶν ἔμπροσθεν μα‐ καρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευά‐ σας, οἷον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ’ οὐδε‐ | |
5 | νὸς ὑποστήσεται τοιαύτην ἀνάγκην, αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνός. Τί ἐστι τὸ περιττὸν τοῦ ναὶ, καὶ τοῦ οὔ; Ὁ ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν· ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττὸν, ἀλλ’ ἐναντίον· τὸ δὲ περιττὸν | |
10 | καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν. Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν | |
15 | ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. Ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν Δη‐ μιουργὸν φθάσωσιν· ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς σωτηρίας γένηται. Οὐδὲν γὰρ, φησὶ, δύναται παι‐ δεῦσαι, εἰ μὴ λιμὸς, ἵνα κἂν οὕτω παιδευόμενοι, ἐπὶ | |
20 | τὸν πάντων Κτίστην χωρήσωσι. —Καὶ μετ’ ὀλίγα· Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθὺς ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκοῦς ἐγένετο, οὐ τὴν φύ‐ σιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινώσας. Εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ | |
25 | λόγος τοῦ προφήτου καθάπερ πυρετὸς λάβρος εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, καὶ πάντα ἠρημοῦτο, καὶ ἠφανίζετο. Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, | |
30 | γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλά‐ νης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανά‐ του, καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Καὶ πῶς χρὴ ἐπιστρέφειν; καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ | |
35 | μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατα‐ σκευῆς. Κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστεί‐ λωσι τὰ καταβαλλόμενα, τοῖς ὄρνισιν ἔσπειραν καὶ τοῖς σπερμολόγοις ὀρνέοις πᾶσιν. Οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστεί‐ | |
40 | λωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμε‐ τέρα ῥᾳθυμία ἀπόλλυσι. Καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ | |
45 | τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς· πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα. Ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μό‐ | |
64.1052(50) | νον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδα‐ μῶς. Οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ’ εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ τῶν μαθητῶν. Ἡμῶν μὲν οὖν ἐστι καταβάλλειν τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ | |
λεγόμενα. | ||
64.1053(1t) | IN PRIMAM S. PETRI EPISTOLAM. | |
2 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποι‐ κίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πί‐ | |
5 | στεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμέ‐ νου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν· οἱ ἁμαρ‐ | |
10 | τωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν. Οὐ πάν‐ τες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρετήν. | |
15 | Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, | |
20 | ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεόν. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτὴρ τῷ ἑαυτοῦ αἵματι, τουτ‐ | |
25 | έστι τὸ, Τιμῆς ἠγοράσθητε. Ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. Ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτό τινι, ἵνα αὐτὸν παι‐ | |
30 | δεύσῃ. Εἶτα ἐὰν ἴδῃ αὐτὸν κεκολασμένον ὑπὸ πο‐ νηρῷ δεσπότῃ καὶ λέγοντα, Πορεύομαι πρὸς τὸν δε‐ σπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν· δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγορά‐ ζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. Οὕτως οὖν | |
35 | καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεός. Καὶ πῶς ἐσμεν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ᾖς ἁμαρτωλός· ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ | |
40 | κτῆμα. Ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπ‐ ωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι, ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. Ἀγοράζει φόνῳ· μιαιφόνος γάρ ἐστιν· Ἀνθρωποκτόνος γὰρ ἦν ἀπ’ ἀρχῆς, | |
45 | καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε, καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα. ΚΕΦΑΛ. Βʹ. | |
Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκο‐ | ||
64.1056 | δομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. Τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν Εὐαγγελίοις ταύτην παράγει τὴν προ‐ | |
5 | φητείαν λέγων, Οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; —Καὶ μετ’ ὀλίγα· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· τοὺς Ἰουδαίους λέγει, τοὺς Γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπ‐ | |
10 | εδοκίμαζον αὐτὸν λέγοντες, Ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις· καὶ πάλιν, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. ΚΕΦΑΛ. Γʹ. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. | |
15 | Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαν‐ τία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πως ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾷ, τῷ τοῦ ψεύδους πατρί· Ψεύστης γάρ ἐστι, καθά φησιν ὁ Σωτὴρ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ | |
20 | ἕστηκε. Παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἁρπα‐ γημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαί τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦταί πως | |
25 | ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀπο‐ φέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν, οἶμαι, τὸ, Ἔκκλινον ἀπὸ κακοῦ. ΚΕΦΑΛ. Δʹ. | |
30 | Φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μηδὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ‐ ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ, Ὁ δε‐ χόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτως | |
35 | δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδί‐ τας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπεδέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τιηʹ ἔχων οἰκο‐ γενεῖς. Ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ | |
40 | τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα. ΚΕΦΑΛ. Εʹ. Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μηδ’ | |
45 | ὡς κατακυριεύοντες τῶν κλήρων. Φησὶ γὰρ ὁ Χριστός· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶ‐ τος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ταπει‐ νώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· | |
64.1056(50) | τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναν‐ τία παρέχειν εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δεί‐ σῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ | |
φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. | ||
64.1057 | Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. Οὐχ ἁπλῶς τὸ ὑψώσει, ἀλλ’ ἐν καιρῷ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ | |
5 | μέλλοντι αἰῶνι ὕψωσιν. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. Ἀμήν. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαί‐ νεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτε‐ θέντων τιθεὶς τὴν εἰρήνην. | |
10t | IN SECUNDAM S. PETRI EPISTOLAM. | |
11 | ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώ‐ σει τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. | |
15 | Οὐδὲν γὰρ ταύτης ἴσον· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης· καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς ἐκκλησίαις, εἰρή‐ νην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρή‐ σεσι. Καὶ ἁπαξαπλῶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις | |
20 | αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν. Διατί; Ὅτι αὕτη μήτηρ πάντων ἐστὶ τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστό‐ λοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ | |
25 | σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας λέγετε· Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. | |
30 | Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισ‐ ενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν | |
35 | δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλ‐ αδελφίᾳ τὴν ἀγάπην. Ταῦτα ποῖα, ἢ τὰ προειρημένα; Ἀρετὴ, γνῶσις, ἐγκράτεια, ὑπομονὴ, εὐσέβεια, φιλαδελφία, ἀγάπη, ἅτινα ἡμῖν οὐ μόνον παρεῖναι δεῖ, ἀλλὰ καὶ πλεονά‐ | |
40 | ζειν. Εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία. Τίς δὲ ἡ ἐξ αὐτῶν ὠφέλεια, ἢ τὸ παῤῥη‐ σίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Μέγα δὲ καὶ | |
45 | ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παῤῥησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος. ᾯ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυω‐ πάζων. Ταῦτ’ οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζω‐ | |
64.1057(50) | μεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς | |
64.1060 | ἐκκαθάρωμεν τῶν βιωτικῶν. Ἂν δὲ τὰ μὲν ποιῶμεν, τὰ δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα. Τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας, ἂν μὴ διὰ ῥᾳθυ‐ | |
5 | μίας, ἀλλ’ ἀνανδρείας διαφθαρῶμεν; ἐπεὶ καὶ ὁ γεωρ‐ γὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ. ΚΕΦΑΛ. Βʹ. Καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας | |
10 | καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς. Βούλει τὴν αἰτίαν μαθεῖν δι’ ἣν τότε ταῦτα ἐγέ‐ νετο; ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον· πλὴν ἀλλ’ ἐν παισὶν ἐπεμένοντο οἱ τότε· καὶ διὰ τοῦτο | |
15 | ταύτην ἔδοσαν τὴν δίκην. Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύ‐ γιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. Εἰ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάτην ἡ τοῦ | |
20 | Θεοῦ χάρις, δι’ οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ’ ἀνέξεται καὶ τοῦτο δι’ ἡμᾶς. | |
23t | IN PRIMAM S. JOANNIS EPISTOLAM. | |
24 | ΚΕΦΑΛ. Γʹ. | |
25 | Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν· ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ | |
30 | ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν. Προάρχεται γὰρ ἐν τῷ ἁμαρ‐ τάνοντι δι’ ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. Ἀλλ’ ἐρεῖ τις ὅτι γίνεται ὁ διάβολος ἐν τοῖς ἁμαρτάνουσι τῶν πρὸ αὐτοῦ ἡμαρτηκότων ἐν | |
35 | τῷ διδόναι αὐτῷ τόπον. Πρὸς ὃ λεκτέον ταυτὸν εἶναι τὸ ποιεῖν τὴν ἁμαρτίαν τῷ ἁμαρτάνειν, ἐν τῷ διδό‐ ναι τόπον τῷ διαβόλῳ. Δίδωσι γὰρ αὐτῷ τόπον ἐπι‐ θυμίᾳ ὑπαχθεὶς μετὰ τὸ δέξασθαι αὐτόν· πρακτικῶς ἐπιτελῶν τὴν ἁμαρτίαν. Τοῦτο γὰρ σημαίνει τὸ | |
40 | ποιεῖν αὐτήν· εὖ δὲ καὶ τὸ εἰπεῖν, ποιῶν, ἀλλ’ οὐ, ποιήσας· τοῦ μετανοήσαντος οὐκέτι ὄντος ἐκ τοῦ διαβόλου, ἀλλὰ μόνου τοῦ ἐνεργοῦντος αὐτὴν ἔτι. Οὕτω γὰρ καὶ τῆς ἁμαρτίας δοῦλός ἐστιν ὁ ποιῶν, ἀλλ’ οὐχ ὁ ποιήσας αὐτήν. Πῶς γὰρ, Ὁ ποιῶν τὴν | |
45 | ἁμαρτίαν, φησὶ, δοῦλος αὐτῆς ἐστιν; Ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ | |
μένει ἐν αὐτῷ; | ||
64.1061 | Ὅταν ἴδῃς πένητα, μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον τίς ἂν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἂν ἠθέλη‐ σας πάντας σοι ποιεῖν; Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, ἀλλ’ | |
5 | ἔργῳ καὶ ἀληθείᾳ. Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρού‐ σης ψυχῆς. | |
10 | ΚΕΦΑΛ. Δʹ. Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. Ἀγάπην ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ | |
15 | τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. Ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φι‐ λοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. Ἀλλ’ οὐκ ἔστι | |
τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ’ ἀπὸ κακῆς. |