TLG 2062 185 :: JOANNES CHRYSOSTOMUS :: Fragmenta in Proverbia (in catenis)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Fragmenta in Proverbia (in catenis)

Citation: Vol — pg — (ln)

64

.

660

(13t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
14tΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
15tΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΟΣ
16tΤΑ ΣΩΖΟΜΕΝΑ.
21ΚΕΦΑΛ. Α. Γνῶναι σοφίαν καὶ παιδείαν. [cod. f. 1 b.] Τὴν σοφίαν τοῦ Θεοῦ λαμβάνει παρ’ αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι’ αὐτῆς τὰ τοῦ λό‐
25γου μυστήρια· καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπου‐ ράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς σοφοὺς παρ’ αὐτῆς λελαλημένους λόγους· ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία, ἐμπειρία τις οὖσα περὶ τέχνας καὶ τοῦ βίου τὰ χρήσιμα.
30 Δέξασθαι στροφὰς λόγων. [cod. f. 2 b.] Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς Θεὸν, εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ κατ‐
35αγγελλομένην. Καὶ κρῖμα κατευθύνειν. [cod. f. 3 a.] Κατευθύνει δέ τις κρῖμα, καὶ θείας χάριτος πρό γε τῶν ἄλλων τυχών· παρὰ Θεοῦ γὰρ εὐθύνεται τὰ διαβήματα ἀνδρί· ἐπεὶ θνητὸς, πῶς
40ἂν νοήσῃ τὰς ἑαυτοῦ ὁδούς; Ἵνα δῷ ἀκάκοις πανουργίαν. [cod. f. 4 a.] Τί λέγεις; πανοῦργον βούλει ποιῆ‐ σαι τὸν ἄκακον; ἀλλ’ ἴδωμεν τίνα λέγει ἄκακον· τὸν ἁπλοῦν, τὸν ἀπόνηρον, τὸν μήπω τοῦ κακοῦ πεῖραν
45ἔχοντα· ἐκείνῳ γὰρ ἁρμόζει μάλιστα εἶναι σοφῷ
καὶ γὰρ πανουργίαν τὴν σύνεσιν λέγει· ἀπαναστή‐660

64

.

661

σεται γὰρ οὗτος ἀπὸ λογισμῶν ἀσυνέτων· ἢ ἐπεὶ ὁ ἄπειρος κακοηθείας, ταῖς πανουργίαις ὑποπίπτει τῶν κακοήθων ἐξ ἁπλότητος, δεῖ φυλαττομένους τὴν τῶν πονηρῶν πανουργίαν, γίνεσθαι καθ’ ἑαυτοὺς
5μὲν ἀκεραίους, πρὸς δὲ τοὺς ἐπιβουλεύοντας φρονί‐ μους ὡς οἱ ὄφεις· Τῇ γὰρ κακίᾳ, φησὶ, νηπιάζετε, ταῖς δὲ φρεσὶ γίνεσθε τέλειοι· ἀκάκοις, τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις Θεῷ. Παιδὶ νέῳ αἴσθησιν καὶ ἔννοιαν.
10 [cod. f. 4 b.] Οἵτινες νεάσαντες ὡς παιδία νήπια, καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες, λαμβά‐ νουσιν αἴσθησιν καὶ ἔννοιαν ἀγαθὴν, καθὼς Κύριος λέγει· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε, καὶ τὰ ἑξῆς.
15 Τῶνδε γὰρ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. [ibidem.] Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος, καὶ ποιῶν αὐτοὺς, σοφὸς ὑπάρχων, σοφώ‐ τερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ νοήμων, φησὶ, κυβέρ‐
20νησιν κτήσεται, ὥστε δηλονότι μηδενὶ τῶν ἀδοκήτων καταποντίζεσθαι· καὶ κυβερνήτης γὰρ προσλαβὼν τέχνην, ἐπιτηδειότερος ἔσται πρὸς τὴν κυβέρνησιν· ὁ οὖν γενόμενος νοήμων, φησὶ, τὸ λεῖπον προσθήσει κατά τε πρᾶξιν καὶ θεωρίαν, ὥστε τὸν περὶ ταῦτα
25πλοῦν κατευθῦναι· ὁ γὰρ ἐπιστημόνως πλέων, ἐπὶ τὸν λιμένα φθάσει τοῦ θείου θελήματος, ἐν μηδενὶ ναυαγήσας τῶν ἀρετῶν· ὁ δὲ μὴ τοιοῦτος, ἢ περὶ τὴν πίστιν ναυαγήσει, ἢ περὶ τὴν ἐλπίδα, ἢ περὶ τὴν ἀγάπην, ἤ τινα τῶν ἀρετῶν· ὁ δὲ περὶ ταῦτα
30ναυαγήσας, εἰκότως ἂν λέγοι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με· καὶ δεῖ λέγειν ἀεί· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Κυβέρνησις ἐστὶν, ἡ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν
35τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπε‐ ραιοῦσθαι προσήκει· πολλαχοῦ γὰρ ὕδατα καὶ θαλάσ‐ σας τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον. Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον.
40 [cod. f. 5 a.] Πνευματικὸς πνευματικοῖς συγκρί‐ νεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται· ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ ἅγιον Πνεῦμα διὰ
45τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοι‐ νωνοῖς τοῦ ἁγίου Πνεύματος ὑπάρχουσιν, εὔγνωστα γίνεται ὑπ’ αὐτοῦ τοῦ Πνεύματος ἐκδιδασκόμενα· ἀσφράγιστος γὰρ ἀκυβέρνητος, τὰς θείας Γραφὰς ἐπιγνῶναι οὐ δύναται.

64

.

661

(50)

Εὐσέβεια εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. [cod. f. 6 a.] Ἡ πρὸς Θεὸν εὐσέβεια, ἀρχή ἐστι, καὶ οἷον πηγὴ καὶ αἰτία τῆς θείας αἰσθήσεως τῆς κατὰ τὸν ἔσω ἄνθρωπον, δι’ ἧς ὁρῶμεν τὸ φῶς τὸ
ἀληθινὸν, καὶ τῶν κεκρυμμένων λογίων ἀκούομεν,662

64

.

664

καὶ τρεφόμεθα τὸν ἄρτον τῆς ζωῆς, ἀντιλαμβανό‐ μεθά τε τῆς εὐωδίας τοῦ Χριστοῦ, καὶ ἁπτόμεθα τοῦ λόγου τῆς ζωῆς ταύτης ἢ ὅτι τῆς εὐσεβείας προσούσης ἡμῖν, καὶ αἱ σωματικαὶ αἰσθήσεις ἐν‐
5εργοῦσι τὸ δέον· καὶ τότε σύνεισιν ἡμῖν, ὅταν μὴ πονηρὰ ὁ ὀφθαλμὸς ὁρᾷ, ἢ τὸ στόμα φθέγγεται. Ἄκουε, υἱὲ, νόμους πατρός σου, κ. τ. λ. [cod. f. 6. a.] Τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων· θεσμοὺς μητρὸς, τῆς σε ἀναγεννησάσης
10σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ἐντολαῖς τοῦ Θεοῦ. Στέφανον γὰρ χαρίτων δέξῃ. [ibid.] Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νό‐
15μον τοῦ πατρός σου, καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσειόν ποτε ἐν τῇ ἀναστάσει τῶν δικαίων, ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ
20στεφάνου ἀγωνίσῃ· οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦ‐ ται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. Μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς. [cod. f. 7. a.] Τὰ συμβάντα ἐπὶ τοῦ Χριστοῦ μυστή‐ ρια διὰ Ἰουδαίων φησὶ, καὶ πῶς κοινὸν βαλάντιον
25Ἰούδας τοῖς Ἰουδαίοις ἐκτήσατο λακήσας μέσον. Τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλά‐ βωμεν, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων. [cod. f. 8. a.] Κτῆσις δικαίου, σοφία καὶ φρόνησις, ἣν καταλαμβάνονται ἀσεβεῖς, πείθοντες τὸν δίκαιον
30ποιῆσαί τι τῶν ἀπηγορευμένων, ἵν’ ὑπὸ τῆς ἁμαρ‐ τίας ὁ νοῦς τυφλωθεὶς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων· φήσαιεν ἂν τοῦτο καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν αὐτοῦ τὴν κληρονομίαν· σκυ‐
35λεύουσι δὲ οἱ δαίμονες οὓς νικῶσι, λαμβάνοντες ἀπ’ αὐτῶν τὴν θείαν πανοπλίαν, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θώρακα, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· οἶκοι δὲ αὐτῶν εἶεν ἂν αἱ τῶν πονηρευομένων ἐκκλησίαι, ἃς ἐμπλῆ‐
40σαι βούλονται σκύλων. Μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν. [cod. f. 8. b.] Οὐκ εἶπε, Μὴ πράξῃς, ἀλλὰ μηδὲ πορευθῇς· ἐὰν δὲ καὶ ὁρμήσῃς, ἔκκλινον εὐθέως· εἰς γὰρ φόνον τρέχουσιν· εἰ δὲ ἁλῷς τῇ παγίδι, καί
45τοι τὸ πρᾶγμα οὐκ ἀνάγκης ἦν, ἀλλὰ θελήσεως, θη‐ σαυρίζεις σεαυτῷ ἀπώλειαν, τῇ τοῦ πλείονος ἐπι‐ θυμίᾳ, τὸν κεκρυμμένον ὄλεθρον τῇ παγίδι μὴ ἐν‐ ιδών· πέπονθεν οὖν ταυτὸν, φησὶ, τοῖς ὀρνέοις δι‐ καίως, ἃ πτερὰ ἔχοντα καὶ δυνάμενα ἵπτασθαι, περὶ

64

.

664

(50)

γῆν στρέφονται· καὶ σὺ λογισμὸν ἔχων, καὶ δυνά‐ μενος ὑψηλὸς εἶναι, εἰ μὴ βουληθῇς, οὐκ ἀδίκως ἀπολῇ· ἢ δίκτυον λέγει τὸ πολυσχιδὲς τῶν τιμωριῶν, ᾧ ὑποβάλλονται οἱ ἄδικοι. Ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν.
55 [cod. f. 9. b.] Καὶ εἰ μὴ κατήγορον ἔχει, εὐσέβεια ἡ εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως.
Ὅταν ἐπικαλέσησθέ με, κ. τ. λ.664

64

.

665

[cod. f. 10. a.] Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν· οὕτω καὶ Δαβίδ· Ὁ κατ‐ οικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· ἔσται γὰρ ὅταν ἐπικαλέσησθε, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Καὶ
5διὰ Ἡσαΐου· Ἐὰν ἐκτείνητε τὰς χεῖρας πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἐφ’ ὑμῶν. Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. [cod. f. 11. a.] Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται· μὴ γὰρ
10παρ’ ἐμοῦ αὐτοῖς τὸ δεινόν; αὐτοὶ ἑαυτοῖς αἴτιοι· κόρον λήψονται, φησὶ, τῆς ἑαυτῶν ἐπιθυμίας. ΚΕΦΑΛ. Βʹ. Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή. —Καὶ διαθή‐ κην θείαν ἐπιλελησμένη.
15 [cod. f. 13. b.] Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ, τὸν Ἀδὰμ καταλαβοῦσα, ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ Θεοῦ. Διαθήκην δὲ θείαν ἐπιλελησμένην λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωϋσεῖ ἐν Εὐαγγελίοις
20Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ. ΚΕΦΑΛ. Γʹ. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροι‐
25κοῦντα καὶ πεποιθότα ἐπὶ σοί. [cod. f. 19. b.] Τὸν θαῤῥήσαντα εἰς σὲ μὴ προδῷς τοῦτο γὰρ θηριωδίας. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην. [cod. f. 20. a.] Μὴ γίνου ἐχθρὸς εἰκῆ· ἆρα ἔστιν
30εἰκῆ; ἔστι γὰρ δι’ εὐσέβειαν. Διὸ καὶ Παῦλός φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες; ΚΕΦΑΛ. Δʹ. Οἳ ἐδίδασκόν με.
35 [cod. f. 21. a.] Ὁρᾷς ὡς οὐκ ἀπηξίου παρὰ τῆς μητρὸς ἀκοῦσαι τὰ πρακτέα; οὐ γὰρ ἔστιν, οὐκ ἔσ‐ τιν εἰς τὰ πρακτέα πονηρόν τι παρὰ τῶν γονέων ἀκοῦσαι, πλὴν εἰ μή τινες εἶεν διάστροφοι. Ἐρειδέ‐ τω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν. Οὐδὲν γὰρ
40ὄφελος τοῦ διδασκάλου, ὅταν ὁ διδασκόμενος μὴ προσέχῃ· καὶ καλῶς εἶπεν Ἐρειδέτω. Ἀναπαυέσθω, φησὶ, δεθήτω, μὴ ἀποχωρείτω, μηδὲ ἀποπηδάτω· ἢ ἐρεισθήτω, ἔρεισμα αὐτὸν ἀπόδειξον τῆς ψυχῆς. Ἐράσθητι αὐτῆς.
45 [cod. f. 21 a.] Ἐπειδὴ καὶ οἱ ἔρωτες λύονται, ἀθάνατα, φησὶν, αὐτῆς ἐράσθητι, ἵνα ἀπήμονά σε τηρῇ· οὐ γὰρ ἔστι χωρὶς ἐπιθυμίας θερμῆς γενναῖόν τι κατορθῶσαι. Λέξαι ἐμοὺς λόγους. —Ἵνα σοι γένωνται πολ‐

64

.

665

(50)

λαὶ ὁδοὶ βίου. [cod. f. 21 b.] Ἀνόνητον γὰρ τὸ ἀκούειν μὴ δε‐ χθέντος λόγου· ὁδοὶ δὲ πολλαὶ αἱ ἀρεταὶ, αἳ εἰς μίαν ἄγουσιν ὁδὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός· ἢ ὡς
ἂν εἴποι τις, Πάντα σοι ῥᾴδια ἔσται καὶ εὐχερῆ καὶ666

64

.

668

βατά· ἵνα ὅθεν ἂν θέλῃς, πορεύῃ, διὰ πλούτου, διὰ πενίας, διὰ δόξης καὶ ἀτιμίας· ὡς γὰρ εἴ τις ὢν ἀκατάπληκτος, ἢ πτερὰ λάβοι παρὰ τῆς φύσεως, οὐ‐ δεμίαν ὑποπτεύσει ὁδὸν, κἂν τραχεῖα, κἂν ἔρημος,
5κἂν ἐφεδρεύῃ τις λῃστὴς, ἢ τοιχωρύχος, οὕτως ὁ τῷ πτερῷ τῆς σοφίας κουφισθεὶς εὐμαρῶς δυνήσεται πανταχοῦ περιελθεῖν. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεται τὰ δια‐ βήματά σου.
10 [cod. f. 22 a.] Ἐὰν τρέχῃς, φησὶν, τῆς ἀρετῆς ἐν ἕξει γενόμενος, συγκλεισμὸν οὐχ ὑπομενεῖς, κώ‐ λυμα οὐδὲν ἕξεις, ἤτοι πέρας τῆς πράξεως, ὅπερ οὐδὲ ἐπὶ σοφίᾳ ἐστὶ, τῷ νεάζειν, καὶ κόρον μὴ λαμ‐ βάνειν τῆς προκοπῆς· ἐν μὲν γὰρ ταῖς λεωφόροις
15συμβαίνει πολλάκις, πολὺ μέρος ἀπελθόντας, ἀπαν‐ τῆσαι φάραγγα, τὴν εἰς τὸ πρόσω πορείαν ἡμῖν ἀποτέμνουσαν· ἢ καὶ συναντῆσαί τινι, καὶ ἀναδι‐ δαχθῆναι ὡς οὐ καλῶς ὁδεύομεν, εἶτα ὑποστρέψαι· ἐν δὲ τῇ ἀρετῇ κώλυμα οὐδέν· πῶς δὲ ἔστι μὴ κο‐
20πιάσαι τρέχοντας, οὕτω καματηρὸν σῶμα περικει‐ μένους; ὅπου γε καὶ τὸ τῆς βαδίσεως σύντονον μό‐ νον ἠπειγμένον αἴτιον γίνεται πόνου· ὁ οὖν τρέχων τὴν τῶν ἀρετῶν ὁδὸν, κόρον οὐ λαμβάνει διὰ τὸ ἀεὶ τῷ ποθουμένῳ ἐγγίζειν.
25 Ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί. [cod. f. 23 a.] Τὸ σκότος ἀεὶ πειρασμὸς καὶ κίνδυνός ἐστι. Ἀλλ’ ὅμως ἐν κινδύνοις οὐκ ἀφίσταται τὸ φῶς, ἕως ἂν λύσῃ τῶν πειρασμῶν τὴν νύκτα. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν.
30 [cod. f. 23 b.] Ἀντὶ τοῦ πολλῇ ἀσφαλείᾳ καὶ προσοχῇ, ἢ ἀντὶ τοῦ ἐν παντὶ καιρῷ· κατὰ τὸ, Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς, ἀσφάλιζε τὴν διά‐ νοιαν, ὥστε μὴ δοῦναι παρείσδυσιν τῷ ἐχθρῷ· ἢ ἀντὶ τοῦ, καὶ ἀπὸ πραγμάτων, καὶ ἀπὸ ῥημάτων, καὶ
35ἀπὸ διανοιῶν· οὐ γὰρ διὰ τῶν πράξεων μόνον οἶδεν ὑποσυλᾶν ὁ ἐχθρὸς, ἀλλὰ καὶ διὰ λόγων· ἐκ γὰρ τῆς τοιαύτης φυλακῆς προσγενήσεταί σοι ζωή. Περίελε ἀπὸ σοῦ σκολιὸν στόμα, καὶ ἄδικα χεί‐
40λη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. [cod. f. 23 b.] Τοὺς διεστραμμένους λέγει λόγους, τοὺς μὴ εὐθεῖς, τοὺς μὴ ἀληθεῖς· ἄδικα δὲ χείλη τὰ καταλάλων, ἃ παραινεῖ μακρὰν ἀπώσασθαι, καὶ μηδ’ ὅλως προσέχειν λέγουσιν, ἀλλ’ ἀποφράττειν
45τὰ ὦτα. Καὶ γὰρ κἀκεῖνος μὴ ἔχων ἀκροατὴν, σι‐ γήσει. ΚΕΦΑΛ. Εʹ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.

64

.

668

(50)

[cod. f. 24 b.] Τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς καὶ ματαίοις ῥήμασι μέλι ἐπαγγελλομένη, καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. Ἣ πρὸς καιρὸν λι‐ παίνει σὸν φάρυγγα. Ἥτις πρὸς ἡδονὰς καρ‐ δίας ὁμιλοῦσα, καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα,
55δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ὕστερον μέντοι πικρότερον χολῆς εὑρή‐
σεις.668

64

.

669

[cod. f. 25 a.] Γίνεται γὰρ τὰ ἔσχατα τοῦ ἀν‐ θρώπου ἐκείνου χείρονα τῶν πρώτων, εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ.
5 Τῆς γὰρ ἀφροσύνης οἱ πόδες, κ. τ. λ. [ibid.] Οἱ γὰρ ἄφρονες, καὶ τῇ πλάνῃ συντρέχον‐ τες, καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ’ αὐτῆς κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην· ἣν ἀνωτέρω πόρνην εἶπε, νῦν ἀφροσύνην ἐκάλεσε. Ταύτην οὖν
10φησι ζῶντας εἰς τὸν ᾅδην κατάγειν τοὺς χρωμένους αὐτῇ δικαίους· τοὺς δὲ ἀδίκους, τεθνεῶτας· ᾗ, φησὶν, οἱ χρώμενοι, μετὰ θάνατον πρὸς τὸν ᾅδην κατάγον‐ ται· ᾅδης δὲ λέγεται παρὰ τὸ ἰδεῖν ἀηδῶς τὰ ἐκεῖσε ἅπαντα κολαστήρια, τοὺς καταβαίνοντας· τοὺς καὶ
15μετὰ θάνατον καταβαίνοντας εἰς τὸν ᾅδην προσεύ‐ χεται ὁ Δαυῒδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐ‐ τῶν. Μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν.
20 [cod. f. 15 b.] Μὴ συναναστρέφου τοῖς τῆς αἱρέ‐ σεως δόγμασιν, μηδὲ ἐγγίσῃς προθύροις, τουτέστι τῇ ποικιλίᾳ ὧν αὕτη περιεποιήσατο θεσμῶν. —Τὸ μὲν πηγὴν καλέσαι, τὴν ἀφθονίαν τοῦ πράγματος ἐνδεί‐ κνυται· τὸ δὲ αὐτῷ μόνῳ τὴν ἀπόλαυσιν ἐπιτρέψαι,
25τὴν ἡδονὴν ἐμφαίνει. —Ἀλλοτρίας ἀγκάλας φησὶ τοὺς πονηροὺς λογισμοὺς, ἐν οἷς οὐ δεῖ ἐγχρονίζειν ὡς συνέχοντας τὴν ψυχὴν, οὓς καὶ μὴ λανθάνειν τὸν καρδιογνώστην Θεόν. Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγ‐
30γεται. [cod, f. 28 b.] Κἂν μὴ ὁρᾷ, φησὶν, ὁ Θεὸς, ἀλλ’ ἐνδιδούς σοι καιρὸν μετανοίας, οὐκ αὐτὸς τιμωρεῖ‐ ται, ἀλλὰ σὺ σεαυτὸν ἐμβάλλεις εἰς τὰ τῆς ἁμαρ‐ τίας δίκτυα· σὺ σαυτῷ κατασκευάζεις τὰ δεσμά·
35μηδένα οὖν αἰτιῶ, μὴ Θεὸν, μὴ ἄνθρωπον· παρ’ ἡμῖν τὰ κακά. Καλῶς εἶπεν ἀγρεύουσι, διὰ τὸ μὴ παρὰ πάντοτε τῶν ἁμαρτιῶν τὰς τιμωρίας ἐπάγε‐ σθαι· οὐ πᾶσα δὲ ἁμαρτία σειρὰ λέγεται, ἀλλ’ ἡ πλεκομένη μετὰ πράξεως ψεκτῆς καὶ γνώμης ἐπι‐
40λήπτου· ὁ γὰρ ἐπιθυμίαν τινὰ σχὼν, μὴ συζεύξας δὲ αὐτῇ τὴν ἐργασίαν τῆς ἁμαρτίας, ἁπλοῦν πάθος κέκτηται. Μὴ λάθῃς οὖν, φησὶ, σχοινοπλοκῶν κατὰ σαυτοῦ τῇ συνηθείᾳ τῆς ἁμαρτίας, καὶ ὡς θήραμα πρὸς τὴν ταύτης πρᾶξιν ἀγόμενος. Μηδένα οὖν αἰ‐
45τιώμεθα παρ’ ἡμῶν τὰ κακά· τούτοις αἰσχυνέσθωσαν καὶ Μανιχαῖοι· καὶ οὐχ ἁπλῶς δεσμεύονται, ἀλλὰ σφίγγονται, καὶ πρὶν ἢ προσαχθῆναι τῷ δικάζοντι, τιμωρίαν ἔδωκεν ἀπὸ τῆς συνειδήσεως. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων· ἐκ δὲ πλήθους

64

.

669

(50)

τῆς ἑαυτοῦ πιότητος ἐξεῤῥίφη. [cod. f. 28 b.] Ἀγρευθεὶς γὰρ παρανομίᾳ, καὶ γεγονὼς ἀπαίδευτος, ταυτὰ ἐκείνοις πείσεται· καὶ ὁ μετὰ φονέων γὰρ ἔχων τὴν μερίδα, φονεύς. Ὅρα δὲ πῶς πικρὸν φανῆναι ποιεῖ τὸν θάνατον, εἰπὼν μετὰ
55τίνων ἀπόλλυται· φρικτὸν γὰρ καὶ τὸ μετὰ πονηρᾶς
δόξης ἀπελθεῖν· ἐπλήθυνε γὰρ αὐτὰς, φησὶν, ἡ παρα‐670

64

.

672

νομία, ἢν πιότητα εἶπεν· ἀφ’ ἧς καὶ γέγονε σὰρξ, ἐκ τῶν τῆς σαρκὸς ἔργων, καὶ ἔξω τῆς ζωῆς ἐν ᾗ δι‐ εσώζετο. Καὶ ἀπώλετο δι’ ἀφροσύνην, οὐ δι’ ἐπιθυ‐ μίαν· εἶχε γὰρ τῆς ἐπιθυμίας ἀπόλαυσιν νόμιμον
5τὴν ἰδίαν γυναῖκα· ὥστε μηδεὶς αἰτιάσθω τὴν φύσιν, ἀλλὰ τὴν ἀμετρίαν τὴν οἰκείαν· τοῦτο δὲ οὐ τῆς φύ‐ σεως. ΚΕΦΑΛ. ϛʹ. Ἴσθι μὴ ἐκλυόμενος.
10 [cod. f. 29 a.] Ἔσο μὴ ἀναπίπτων, μηδὲ τοὺς τό‐ νους τῆς καρτερίας ὑπεκλύων· ἀλλὰ τὸ παρὰ σοῦ τῷ Θεῷ ἐγγυηθὲν σῶμα διεγείρων, καὶ ὑποπιέζων πρὸς ἀπόδοσιν τῶν αὐτῷ παρατιθέντων ἐντολῶν. Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρέ.
15 [cod. f. 29 b.] Πολλὴ κατηγορία, ἄνθρωπον ὄντα πρὸς τὸ ἄλογον πορεύεσθαι ζῶον παιδευθησόμενον ἀρε‐ τήν· εἶχε μὲν γὰρ καὶ μεῖζον ζῶον εἰπεῖν, ἀλλὰ τῇ εὐ‐ τελείᾳ τοῦ παραδείγματος, καταισχῦναι βούλεται τὸν ἀργοῦντα· ὅρα δὲ κατὰ τί ζηλῶσαι κελεύει· κατὰ τὸν
20πόνον, κατὰ τὸν ἱδρῶτα· κέχρησο πόνοις δικαίοις. Καλῶς δὲ εἶπεν, μηδὲ τὸν ἀναγκάζοντα ἔχων· παρ‐ ούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι· ἀλλ’ οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος φροντίζει· καὶ οὐ ποιεῖ αὐτὸν
25ῥᾳθυμότερον ἡ παροῦσα εὐδαιμονία, ὥσπερ ἡμεῖς πολλάκις ἐν εὐθηνίᾳ διάγοντες οὐ λαμβάνομεν αἴ‐ σθησιν τῶν μελλόντων δεινῶν. Ὅρα οὖν καὶ σὺ, μή ποτέ σοι τῆς συλλογῆς ἐν τῷ παρόντι ἀφορισθείσης, περιστῇ ὁ χειμὼν, ὁ πικρὸς συγκλεισμὸς, καὶ τὸ
30τῶν παρθένων πάθῃς. —[cod. f. 30 a.] Πορεύθητι πρὸς τὸν μύρμηκα, τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξου‐ δενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλ‐ πίδα δὲ εἰς Χριστὸν κεκτημένον· καὶ μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ, καὶ γενοῦ σοφώτερος.
35γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλ‐ πίδα ἐν κόσμῳ κεκτημένος· μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν βίῳ πραττομένων ἀνομημάτων· μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ’ ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι’ ἔργων ἀγα‐
40θῶν τὴν αἰώνιον ζωήν. Πορεύθητι πρὸς τὴν μέλισσαν. [cod. f. 30 b.] Πρόσδραμε τῇ ἐκκλησίᾳ, καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα, τήν τε ἐργα‐ σίαν αὐτῆς ὡς σεμνὴν ποιεῖται· τὴν δὲ πολιτείαν
45αὐτῆς, ὡς σώφρονα καὶ ἁγνὴν, ἐπιδεικνυμένη· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβά‐ νουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής· ἀλλ’ εἰς Χριστὸν πιστεύουσα

64

.

672

(50)

προσήχθη· πάρεστι γὰρ αὐτῷ πλουσία καὶ πολυτελὴς τράπεζα, κατὰ τὸν καιρὸν ὃν ἀποτίθεται· ἀλλ’ οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος ποιεῖται πολλὴν τὴν πρόνοιαν· θέρους ἑτοιμάζεται τὴν τρο‐ φὴν, πολλὴν ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.
55Ὅρα πῶς μέλλοντος φροντίζει τὸ ζῶον· καὶ σὺ τοίνυν ἀπολαύεις ἀσφαλείας κατὰ τὸν παρόντα βίον· ἀλλὰ περισκόπησον μήποτε τοῦ χειμῶνος ἐπιστάντος, κενή
σοι καὶ ἔρημος τῆς τροφῆς οἰκία εὑρεθῇ. [cod. f. 31672

64

.

673

a.] Ὅρα αὐτῆς τὸ δίκαιον· οὐχὶ τοῖς μὲν βασιλεῦσι χρησίμη, τοῖς δὲ ἰδιώταις ἄχρηστος· ἴσως καὶ τού‐ των κἀκείνων τὸ πλῆθος θεραπεύει αὐτῆς τὸ φάρμα‐ κον· τῇ φύσει κάμνει, οὐχὶ ταῖς τιμαῖς· τοιοῦτος ἔσο
5καὶ σὺ, μὴ τιμῶν πρόσωπον, ἀλλὰ πραγμάτων φύ‐ σιν· καί τοι τί καλὸν ἔχει ἐν τῷ σώματι; οὐδέν· ὥστε ἵνα μὴ ἔχῃ ὀκνηρὸς εἰς ἀσθένειαν καταφυγεῖν, παρ‐ έλαβε ζῶον πάντων ἀσθενέστερον, ἀναιρῶν αὐτοῦ τὴν ἀπολογίαν. —Ποθεινή τέ ἐστι, καὶ τοῖς οὐκ ἔχου‐
10σιν, οὐδὲ κεκτημένοις· καθ’ ἑκάστην ἡμέραν ἐν ἀγροῖς, ἐν πόλεσι, πάντας μυρία τοῦ γένους τούτου διερχομένους ἐγκώμια ἀκουσόμεθα. Παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
15 [cod. f. 31. b.] Οὐδὲν ἑκουσίου [num ἀκουσίου ?] πενίας χαλεπώτερον, ἣ τῷ ἀργῷ τάχιστα παραγί‐ νεται, τοὺς ἀγαθοὺς περὶ τὸν δρόμον τῇ ταχύτητι νικῶσα· ταῦτα δέ ἐστι πενία καὶ ἔνδεια· ἡ πενία μὲν, στέρησις γνώσεως· ἔνδεια δὲ, σπάνις ἀρετῶν.
20—Ἰδὲ τῆς ἐργασίας τὴν τελειότητα· οὐ παιδεύῃ παρὰ τῶν ἀλόγων; μάθε παρὰ τῆς πείρας τῶν πραγμάτων· ἀπεύχῃ τῶν ἀλόγων φανῆναι ἀλογώτε‐ ρος. Οὐκοῦν καὶ τὴν πενίαν φεῦγε. Φορτικὸν ἐργα‐ σία; ἀλλ’ ὅρα αὐτῆς τὸ τέλος. Ἡδὺς ὁ ὄκνος; ἀλλὰ
25σκόπει τὸ πέρας· μὴ τὰς ἀρχὰς τῶν πραγμάτων καταμανθάνωμεν, ἀλλὰ ποῦ τελευτῶσι βλέπωμεν· ὁ ἐξιὼν ἐκ τῆς οἰκίας οὐ βούλεται ἐπὶ τῆς ὁδοῦ μέ‐ νειν, ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τῆς ἐξόδου ὢν, τῷ τέλει προσέχει· δι’ ἐκεῖνα καὶ τὴν ἀρχὴν ποιεῖται,
30ὥστε τῆς ἀρχῆς τὸ τέλος ἀνύσαι· σὺ δὲ τοὐναντίον ποιεῖς. Ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συν‐ ίστησι πόλει. [cod. f. 32. a.] Βαβαὶ, ὅσην ἔχει τὴν ἰσχὺν, ἐν
35παντὶ καιρῷ; κἂν γὰρ ἀγαθόν τι βούληται σημᾶναι, ὁ τῆς σημασίας τρόπος ὑποψίας μεστός· συγκρούων πλήθη, καὶ πόλεις ὅλας ἀναστάτους ποιῶν· ὁ τοιοῦ‐ τος οὐκ ἔχει πνεῦμα εἰρηνικὸν, οὐδὲ ἤκουσεν Ἰησοῦ λέγοντος· Μακάριοι οἱ εἰρηνοποιοί· διδάσκει
40δὲ διὰ τούτων μηδενὶ διδόναι λαβήν. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δίκαιον. [ibid.] Τῶν μελῶν τοῦ σώματος ἐκ μέρους πρὸς τὸ κακὸν ἐνεργείας σημαίνει· ὅπερ οὖν ἐν σώμασιν
45ὀφθαλμὸς, καὶ γλῶττα, καὶ χεῖρες, τοῦτο ἐν τῇ ψυχῇ λογισμὸς, ὁρμὴ, καὶ κρίσις· οὐχ ἁπλῶς δὲ ἡμῖν ταῦτα κατέλεξεν, ἀλλ’ ἵνα μάθωμεν αὐτὰ σωφρονίζειν διὰ τοῦ φεύγειν τὴν μίμησιν. — Ἐκχέουσιν αἷμα δίκαιον, οἱ τὸ αἷμα τοῦ Κυρίου

64

.

673

(50)

πίνοντες καὶ αἰσχραῖς μολυνόμενοι πράξεσιν. Καρδία τεκταινομένη λογισμοὺς κακούς. [cod. f. 32. b.] Ὅταν γὰρ ἀκάθαρτος ᾖ ἡ καρ‐ δία, καὶ τὰ μέλη πεποίηκεν ἀκάθαρτα· ἐξέχεε γὰρ ἔξω τὸν ἰόν. —Καλῶς εἶπεν ἐκκαίει· πῦρ γάρ
55ἐστι τὸ ψεῦδος διϊστῶν τοὺς ἡνωμένους, οὐ μόνον
οὐκ ὠφελοῦν, ἀλλὰ καὶ ἐκπολεμοῦν· κατὰ δὲ διάνοιαν,674

64

.

676

ἀδελφοὶ ἂν εἶεν, οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρι‐ σμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς ἄδικοι καὶ ἐμπαθεῖς λογισμοὶ ἐμπεσόντες, ταράττειν ἐπιχειροῦσιν· ἀνάπτοντες θυμὸν μὲν εἰς μῖσος,
5ἐπιθυμίαν δὲ, πρὸς αἰσχρὰς ἐργασίας. Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ, κ. τ. λ. [cod. f. 33. a.] Ἀντὶ τοῦ σύνδησον ἐν τῷ βάθει τῆς διανοίας πρῶτον τὴν τῶν νόμων διδασκαλίαν ἐναποθέμενος· καὶ τότε δι’ ἔργων ἀγαθῶν ἐπικο‐
10σμῶν, τῷ σῷ τραχήλῳ ἐπίσφιγξον. Καλὸς ἑταῖρος καὶ συνόμιλος· τὸ, τὰ λόγια τοῦ Θεοῦ διηνεκῶς μελετᾷν· καὶ μάλιστα ὅταν ἐπ’ ἀγορᾶς βαδίζωμεν· τότε γὰρ ἡμῖν τούτων τῶν ὅπλων δεῖ μᾶλλον, ὅτι καὶ ὀφθαλμὸς τιτρώσκει, καὶ θυμὸς ἐκκαίει, καὶ
15ἐπιθυμία χρημάτων ἐκ τῶν ὁρωμένων ἐρεθίζει. — Μελετήσεις γὰρ ἐν αὐτοῖς καθήμενος, καὶ πορευόμε‐ νος, καὶ κοιταζόμενος. Ἔλεγχος μὲν τῶν κακῶν ἐντολὴ, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
20 Τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. [cod. f. 33. b.] Ὅρα αὐτὸν τῆς σωφροσύνης πο‐ λὺν ποιούμενον λόγον· σκότος γάρ ἐστιν ἡ ἐπιθυ‐ μία· ἀπὸ διαβολῆς δὲ, ἀντὶ τοῦ οὐκ ἀπὸ μοιχείας
25μόνον, ἀλλὰ καὶ ὑποψίας· ἔστι γὰρ πολλάκις, τῆς μὲν ἁμαρτίας εἶναι καθαρὸν, τῆς δὲ ὑποψίας μὴ ἀπηλλάχθαι· ἀλλ’ ἡ ἐντολὴ καὶ τοῦτο κατορθοῖ· εἴη δ’ ἂν καὶ ὕπανδρος ἡ τῶν ἑτεροδόξων διδασκαλία, καὶ ὁ συκοφάντης αὐτῶν λόγος, ἣν φυλάσσεσθαι παραινεῖ.
30—Μή σε συναρπάσῃ τὰ γοητεύματα τῆς κεκομψευ‐ μένης φράσεως. Τιμὴ πόρνης ὅση καὶ ἑνὸς ἄρτου. Τὴν βραχύτητα τῆς ἡδονῆς, καὶ τὴν εὐτέλειαν τοῦ ταύτης μισθώματος διὰ τοῦ ἑνὸς ἐνέφηνεν ἄρτου. —[cod. f. 34. a.] Οὐκ ἀθωωθήσεται. Οὐδὲ ὁ
35καθαρεύων τῆς πράξεως, ταῖς δὲ λοιπαῖς ὁμιλίαις μιαινόμενος, ἀθωωθήσεται· ἀντὶ τοῦ, καθαρὸς οὐκ ἔσται· ὡς γὰρ οὐκ ἔνι τοὺς ὀφθαλμοὺς ἀνοίξαντας, μὴ βλέπειν, οὕτως οὐκ ἔνι γυναικὸς ὁρωμένης, ἐπι‐ θυμίαν μὴ τίκτεσθαι· τί οὖν πῦρ ἐπιστοιβάζεις τῇ
40φύσει; Κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὑτοῦ πεινῶσαν. [cod. f. 34. b.] Οὐκ ἀπολύων τὸν κλέπτην ἐγκλή‐ ματος τοῦτο λέγει, ἀλλὰ πρὸς σύγκρισιν· ὁ μὲν γὰρ
45τὴν πενίαν ἔχει ἀπολογίαν, ὁ δὲ ἀφροσύνῃ μόνῃ χειροῦται· καὶ ὁ μὲν ζημίᾳ ὑποκείσεται ἁλοὺς μόνῃ, ὁ δὲ θανάτῳ καὶ τούτῳ ἐπονειδίστῳ· κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς

64

.

676

(50)

δι’ αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ’ αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν· ὁποῖος ὁ Παῦλος αἰχμαλωτίζων πᾶν νόημα εἰς Χριστὸν, καὶ τοὺς Ἀθηναίους ἐκ τῆς οἰκείας ποιήσας ἐπιγραφῆς· εἰ δὲ τὴν ἀληθῆ σοφίαν ἀφέντες, ἀγαπήσομεν τὴν τοῦ
55κόσμου, ἀφρόνως μοιχεύομεν.676

64

.

677

ΚΕΦΑΛ. Ζʹ. Περίθου αὐτοὺς τοῖς δακτύλοις. [Cod. f. 35 a.] Δάκτυλοι μὲν, τὰς μερικωτέρας πράξεις δηλοῦσιν· ἡ δὲ χεὶρ, ἐπὶ τῆς ὁλοσχεροῦς
5τάττεται πράξεως· φησὶν οὖν, ὅτι καὶ τῶν λεπτῶν μέχρι ἐργάζου τὴν ἀρετήν· οὕτως γὰρ πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς τὴν τῶν ἀρετῶν ὑποδοχήν· ὃ τοῖς Κορινθίοις οὐκ ἔχουσι παρῄνει Παῦλος, Πλα‐ τύνθητε, λέγων, καὶ ὑμεῖς. [Cod. f. 35. b.] Ἀδελφὴ
10ἡμῶν τῶν γεγονότων ἡ θεωρία, συμπαραχθεῖσα τοῖς ἀσωμάτοις, ἦς εἴδη φρόνησις, γνῶσις, παιδεία. Ἀπὸ γυναικὸς ἀλλοτρίας, τῆς πολυθέου διδασκαλίας· ἡδέα γὰρ διδάσκει, στωμύλος οὖσα, ἡδονὴν καὶ φιλοχρηματίαν· Ἐάν σε λόγοις τοῖς πρὸς χάριν
15ἐμβάλληται· Οἱ πρὸς χάριν ἐμβάλλοντες λόγοι, οἱ ἐμπαθεῖς εἰσι λογισμοί· τηρεῖται δὲ ἀπὸ τῆς γεν‐ νώσης αὐτοὺς πονηρίας ὁ τῇ σοφίᾳ τοῦ Θεοῦ σχο‐ λάζων. Οἶκος αὐτῆς, τὸ πλάτος τῶν δογμάτων· θυ‐ ρὶς, τὸ μερικόν.
20ΚΕΦΑΛ. Ηʹ. Υἱὲ, σὺ τὴν σοφίαν κήρυξον, κ. τ. λ. [Cod. f. 38 a.] Ἐπιθύμησον, φησὶ τὴν σοφίαν, καὶ ἡ ἕξις τῶν φρενῶν ὑπακούσεταί σου· τὸ δὲ Ἐπ’ ἄκρων, ἢ ὅτι φανερά ἐστιν, ἃ λέγει, ἢ ὅτι
25ὑψηλοὺς ποιεῖ· καὶ ὁ τέλειος εἰδὼς, ὅτι πάντα ἡ σοφία ἐποίησεν, ὁρᾷ καὶ ὕψος αὐτῆς, καὶ τὴν ἐπὶ τῶν τρίβων ταπείνωσιν ἢ ἐπίβασιν· ὁ δὲ ἀρτίφυτος μόνον τὸ ὕψος εἰδὼς, προσκαλέσασθαι αὐτὸν ὀφείλει ἵνα ἴδῃ αὐτήν· ὥστε ῥᾳδίως ἐπακοῦσαι τῆς φωνῆς·
30Μόνον βάδισον ἐπ’ αὐτήν· τὸ παρὰ πύλαις δὲ δυνα‐ στῶν, ἢ ὅτι δυνάστας ποιεῖ, ἢ ὅτι ἐκεῖνοι μάλιστα αὐτῆς χρείαν ἔχουσιν· ἢ ὅτι τοῖς εἰσαγωγικοῖς παρ‐ εδρεύει τῶν διδασκάλων λόγοις· ἐν γὰρ τοῖς προ‐ θύροις αὐτῆς τις γενόμενος, ὑμνουμένης ἀκούει·
35λέγεται δὲ ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας, καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. Εἶτα εἰσάγει αὐ‐ τὴν διαλεγομένην, ὅπερ ἱκανὸν ἐπισπάσασθαι· Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ· καὶ προΐεμαι
40ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Εἰ καὶ ὑμῶν ἐστι τὸ κέρδος, φησὶν, ἀλλ’ ἐγὼ παρακαλῶ· ταὐτὸν δὲ ἄνθρωπος, καὶ υἱοὶ ἀνθρώπων· ἢ ἄνθρωποι μὲν, οἱ τέλειοι παρακλήσεως ἀξιούμενοι· υἱοὶ δὲ ἀν‐ θρώπων, οἱ καταδεέστεροι, οἱ τέως φωνῆς ἀξιού‐
45μενοι. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. [Cod. f. 41 a.] Μὴ ἕτερον ἐπεισαγάγῃς δη‐ μιουργὸν, κἂν μηδεμίαν ὄνησιν ἡ ἀοίκητος ἔχει·

64

.

677

(50)

διὰ τοῦτο δὲ ἐποίησε τὰ ἄκρα οἰκεῖσθαι, φησὶν, ἵνα τὰ πέρατα καὶ τὰς ἐσχατιὰς μαθὼν ἔργον εἶναι Θεοῦ, περὶ τῶν μέσων μὴ ὑποπτεύσῃς· ἢ ἄκρα, τὰ ἀκατάληπτα καὶ θεῖα μυστήρια· ὥσπερ καὶ χώ‐ ρας μὲν τὰς καρποφόρους ψυχάς· ἀοικήτους δὲ,
55τὰς θείας ἐννοίας, ἃς οὐκ ἐξὸν ἀνθρώπῳ λα‐
λῆσαι.678

64

.

680

ΚΕΦΑΛ. Θʹ. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπ‐ ήρεισε στύλους ἑπτά. [Cod. f. 42 b.] Σοφία ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, γενό‐
5μενος ἄνθρωπος, αὐτὸς ἑαυτῷ κατεσκεύασεν οἶκον, τὴν ἐκ Παρθένου σάρκα· στύλους ἑπτὰ, πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσε‐ βείας, πνεῦμα φόβου Θεοῦ, ὥς φησιν Ἡσαΐας.
10Ἢ καὶ οἶκον τὴν Ἐκκλησίαν, στύλους δὲ τοὺς ἀπο‐ στόλους· ἢ τὸν σοφὸν ἄνδρα φησὶν, ὅτι ἀσφαλής ἐστιν ἑαυτῷ αὐτάρκης καὶ μὴ προσδεόμενός τινος, —Οἶκος τῆς σοφίας, ἡ Ἐκκλησία· στύλοι, οἱ δοκοῦν‐ τες εἶναι στύλοι.
15 Ἔσφαξε τὰ ἑαυτῆς θύματα. Θύματα τὰ θεῖα νοήματα, ἢ τὰς ἑρμηνείας τῶν Γραφῶν· κρᾶμα δὲ, τὸ συμμιγνύναι τῇ ἱστορίᾳ τὴν ἀναγωγήν· ἄκρατα γὰρ ὄντα τὰ θεῖα, χωρη‐ θῆναι οὐ δύναται· διὰ τοῦτο λεπτομερῶς καὶ ποι‐
20κίλως τὰ δόγματα καὶ τὰς ἑρμηνείας διαιροῦσα, τροφὴν τοῖς μαθητευομένοις ἐργάζεται. —[Cod. f. 33 a.] Ἐκέρασεν εἰς κρατῆρα τὸν οἶνον ἑαυτῆς. Ἄκρατα γὰρ ὄντα τὰ θεῖα, φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστιν σοφίᾳ ἀνθρώπων, ἵνα χωρῆσαι
25αὐτὴν δυνηθῶμεν. Τὰ θύματα, τοὺς μακαρίους προφήτας, κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει, ὅτι Ἕνεκα σοῦ θανατού‐ μεθα ὅλην τὴν ἡμέραν. [Cod. f. 43 b.] Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ
30κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν τα‐ πεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμέ‐ νους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ· ὑψηλὸν δέ φησι τὸ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν. [Cod. f. 44 a.] Τοῖς ἐνδεέσι, τοῖς
35μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου Πνεύμα‐ τος· ἢ τοῖς ἀρξαμένοις μὲν, ἀτελέσι δέ. Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδόν· καὶ Πίετε οἶνον, καὶ λάβετε Πνεῦμα ἅγιον ὡς οἶνον. Ἀπολί‐ πετε ἀφροσύνην, ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνω‐
40σίας, καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν· Φάγετε, ῥώσθητε ὑπὸ τῶν ἐμῶν λόγων καὶ μυστη‐ ρίων. Δίδου σοφῷ ἀφορμήν. [Cod. f. 45 a.] Ἄρα ἀφορμὴ ὁ ἔλεγχος, σωτή‐ ριον πρᾶγμα καὶ χρήσιμον· ἢ τὴν διὰ τῶν ῥημάτων
45λέγει· οὕτω γὰρ ὑψωθήσεται πρὸς τὰς τῆς ἀναγωγῆς ἀκρότητας. Γνώριζε δικαίῳ, ἤτοι τῷ εὐγνώμονι γνώριζε τὰς τῆς δικαιοσύνης ὁδούς· καὶ προσ‐ θήσει, ἀντὶ τοῦ ἀγαπήσει σε, τὰ ἐξ ἀπροσεξίας ἁμαρτήματα, διὰ τοῦ ἐλέγχου διορθούμενος. Βουλὴ

64

.

680

(50)

ἁγίων, σύνεσις. Βουλὴ ἁγίων διακρίνουσα τὰ πρακτέα καὶ μή· τοιαύτη γὰρ ἡ μετὰ συνέσεως βουλή. Πολὺν ζήσεις χρόνον. Τὸ πολὺν ἀντὶ τοῦ ἀπείρου κεῖται· ἢ μή ποτε ἀμφιβολίας ἡμᾶς ἀπαλ‐
λάττῃ· τὰ γὰρ ἔτη τῆς ζωῆς ταύτης αἰώνια. [Cod.680

64

.

681

f. 45 b.] Ὃς οὐ χρῆται τῇ τοῦ Θεοῦ σοφίᾳ, ποι‐ μαίνει ἀνέμους, ἀνυποστάτους ἀρχὰς ἑαυτῷ καὶ τῶν πραγμάτων καὶ τῶν Γραφῶν ὑποτιθέμενος. Ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὴν νομικὴν πολιτείαν φησὶν,
5ἐπὶ Χριστὸν ὁδηγοῦσαν· ἄμπελος γὰρ ὁ Ἰσραήλ. —[Cod. f. 46 a.] Δέον γεωργεῖν, ὁ δὲ τί ποιεῖ; Διαπορεύεται δι’ ἐρήμου· ἄκαρπος γὰρ ἡ φύσις τοῦ ψεύδους. Εἶδες πῶς παρέστησε τοῦ ψεύδους τὴν φύ‐ σιν ἄκαρπον; ἀκάνθας καὶ τριβόλους μόνους κέκτη‐
10ται ὁ τούτῳ ἐπερειδόμενος· εἴη δ’ ἂν καὶ ἄνυδρος μὲν, ἡ μὴ ἔχουσα θείαν διδασκαλίαν· διψώδης δὲ ἡ μὴ πότιμον βλύζουσα ὕδωρ τοῦ Πνεύματος, ὃ ταῖς καρποφορούσαις πηγαῖς δίδοται παρὰ τοῦ Ἰησοῦ· ἀκαρπία δὲ, κακία καὶ ἄγνοια.
15 Ἄρτων κρυφίων ἡδέως ἅψασθε. [Cod. f. 46 b.] Καὶ ποία ἡδονὴ τῶν κεκλεμμένων, ἐν οἷς φόβος, κίνδυνος, προσδοκία θανάτου; καίπερ δὲ δοκοῦν ἡδὺ, οὐχ ἡδύ ἐστι· κατὰ τό· Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους, καὶ μετὰ τοῦτο· Πλησθήσεται τὸ
20στόμα αὐτῶν ψηφῖδος. Ἀλλ’ ἀποπήδησον. [Cod. f. 47 a.] Οὐκ εἶπεν ἀναχώρησον, ἀλλ’ ἀποπήδησον. Μακάριον μὲν οὖν τὸ ἀποπηδῆσαι· δεύτερον δὲ τὸ μὴ ἐγχρονίσαι τοῖς φαύλοις νοήμασιν, ἀλλὰ διὰ μετα‐ νοίας παλινδρομῆσαι· οὐ γάρ ἐστιν ἀποθήσαντα
25πῦρ ἐν κόλπῳ, τὰ ἱμάτια μὴ κατακαῦσαι· μήτε τοῖς κακοῖς νοήμασιν ἐγχρονίσαντα, ἀδύνατον μὴ πυρὶ τῷ αἰωνίῳ παραδοθῆναι· ὅθεν δῆλον ὡς μακρὰν δεῖ τῆς κακίας ἐσκηνῆσθαι. [ita cod.] Κρημνός ἐστιν ἡ ἁμαρτία· μακρὰν βάδιζε· ὁ γὰρ πλησίον, κἂν ἐν
30ἀσφαλείᾳ ᾖ, τρέμει καὶ δέδοικεν. Οὕτως γὰρ δια‐ βήσῃ ὕδωρ ἀλλότριον. Ὕδωρ καλεῖ τὴν ἐπιθυμίαν, δεικνὺς ὅτι καθάπερ ὁ φιλονεικῶν πιεῖν ὕδωρ ἀπὸ τῆσδε τῆς πηγῆς, ἔγκλημα ἔχει, τὸ προκείμενον ἁρπάζων, καὶ τὸ μετὰ ἀφθονίας ὂν, οὕτω κἀνταῦθα.
35Ἢ ὅτι ὥσπερ παρὰ Θεῷ ἐστι πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ Θεοῦ πηγὴ, ἀρετῆς καὶ γνώσεως ἐστὶ πηγὴ, ἡ τοῦ διαβό‐ λου δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶ πηγή. Ὡσαύ‐ τως δὲ καὶ ἐπὶ τῶν ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων
40καὶ ὑετῶν νοητέον· τὸ δὲ, προστεθῇ ἔτη, τοῦτο δηλοῖ, ὅτι σὺ εἶ κύριος τοῦ λαβεῖν. ΚΕΦΑΛ. Ιʹ. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. [Cod. f. 47 b.] Τί οὖν; οὐ πολλοὶ διὰ χρημάτων
45θάνατον ἔφυγον; Ναί· ἀλλ’ οὐχὶ καὶ τὴν ἁμαρτίαν ἀπεδύσαντο, πολλῷ δὲ χαλεπωτέραν θανάτου ζωὴν ἐξωνήσαντο· μὴ δὲ πεποιθότες ὦμεν ἐπὶ χρήμασιν, ἀλλ’ ἐπ’ ἀρετῇ· ἢ ὅτι ἐπιγενομένη ἡ δικαιοσύνη τοῖς πρὸς θάνατον ἁμαρτήμασιν, ῥύεται ἀπὸ θανά‐

64

.

681

(50)

του· πῶς δὲ οὐκ ὠφελήσουσιν, ἀνθ’ ὧν ἐθησαύρισαν ἐν γῇ, Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν; Ἡ δὲ δι‐ καιοσύνη οὐ μόνον τοὺς αὐτὴν κτωμένους διασώζει, ἀλλὰ καὶ πολλοὺς ἐν αὐτῇ πρὸς ζῆλον ἐγείρει, καὶ
55ἐκ θανάτου πρὸς ἀθανασίαν αἰώνιον παραπέμπει.682

64

.

684

Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. [Ibid.] Πῶς γὰρ ἂν λιμώσσωσι, τὸν ζωῆς καὶ οὐ‐ ράνιον ἄρτον ἔχοντες; Οἱ δὲ ἀσεβεῖς, κἂν εὐθηνίας
5ἀπολαύσωσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον. Ἢ καὶ οὕ‐ τως· εἰ ἡ ζωὴ τῶν ἀσεβῶν, ἡ κακία ἐστὶ, ταύτην δὲ ἀνατρέψει ὁ Κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν, ὁ Κύριος παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ,
10ἵνα γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Ψυχὴν δὲ δικαίαν γνώσεως καὶ σοφίας καὶ παντὸς ἀγαθοῦ ἐφιεμένην οὐ λιμοκτονήσει ὁ Κύριος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
15 [Cod. f. 48 a.] Τοῦ μὲν δικαίου τὸ κεφάλαιον διασώζεται, στεφανοῦται· ὁ δὲ ἀσεβὴς, ἐπεὶ καὶ στόμα εἰς προσθήκην ἁμαρτιῶν κατακέχρηται, καὶ δι’ αὐτοῦ ἁμαρτάνει, πένθει ἀώρῳ καλυφθήσεται. Ἢ οὕτως· ἐν τῷ ἡγεμονικῷ ἐννοεῖται εὐλογία καὶ ἡ
20σύνεσις, ὁ δὲ λόγος τῶν ἀσεβῶν ἐν παραθέσει με‐ γάλου πένθους νικᾷ· ἢ ὅτι ὁ λόγος αὐτῶν, χείρων ἀώρου πένθους ἐστίν· ἢ ἀντὶ τοῦ, καὶ τὸ στόμα αὐτῶν καλυφθήσεται, ἵνα τὸ πληρέστατον τῆς τιμω‐ ρίας ἐμφαίνῃ. Ὄνομα δὲ ἀσεβῶν σβέννυται. [Ibid.]
25Ἐν μέσῳ γὰρ φερομένου λόγου περὶ δικαίου, οὗτος μὲν ἐγκωμιάζεται, καὶ ἡ μνήμη ἀθανατίζεται· τοῦ δὲ ἀσεβοῦς οὐ μόνον ὁ θάνατος ἄωρος, ἀλλὰ καὶ τὸ ὄνομα ἀωρότερον σβέννυται. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς· ὁ δὲ ἄστεγος
30χείλεσι σκολιάζων ὑποσκελισθήσεται. [Cod. f. 48 b.] Σοφὸν καλεῖ τὸν εἰδότα, καὶ ἐκ φύσεως ἔχοντά τι· ὃς καὶ πεισθήσεται νόμῳ· ἄστε‐ γον δὲ χείλεσι, τὸν ἄσοφον, τὸν στόμα ἀθύρωτον ἔχοντα, τὸν πάντα φθεγγόμενον, τὸν μηδὲν εἰδότα
35φυλάσσειν· ὃς οὐκ ἔμαθε τὸ, ἀκήκοας λόγον; συν‐ αποθανέτω σοι· ἢ ὅτι ποτὲ μὲν, τοῦτο λαλῶν, ποτὲ δὲ ἐκεῖνο, ὁ τοιοῦτος ἐμπόδια τίθησι τῇ ἑαυτοῦ ζωῇ· ἐν οἷς ὑποσκελισθήσεται, ἀντὶ τοῦ πεσεῖται. Ὃς πορεύεται ἁπλοῦς, πορεύεται πεποιθώς.
40 [Ibid.] Καὶ μὴν κακουργία δοκεῖ πρᾶγμα ἀσφαλὲς εἶναι· ἡ δὲ ἀφέλεια, εὐεπηρέαστον εἶναι· ἀλλὰ τοὐ‐ ναντίον φησὶν, ὅτι ὁ πορευόμενος ἀδόλως θαῤῥείτω· ὁ γὰρ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, καταφανὴς ἔσται· οὐ γὰρ ἔστι λαθεῖν τὸν κακοῦργον· ἢ ἀντὶ τοῦ, ὁ
45μηδὲν τῷ πλησίον τεκταινόμενος, οὐδὲ παρ’ ἑτέρου ἐπιβουλὴν δέξεται· ὁ δὲ λαθραίως ἐπιβουλεύων, καὶ εἰς πρόσωπον ἐπαινῶν, οὗτος γνωσθήσεται, εἰ καὶ δοκεῖ λανθάνειν ἕως καιροῦ. Εἶτα παραινεῖ, ὅτι δεῖ μετὰ παῤῥησίας πάντα ποιεῖν. Αἱ πράξεις τοῦ

64

.

684

(50)

δικαίου ἀπὸ πηγῆς ἀεννάου τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, ἀνελλιπῶς χορηγοῦνται· ὁ δὲ λαλῶν ἀσεβῆ, πεπαύσεται διαδεξαμένης κολάσεως. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
55[Cod. f. 49 a.] Ἵνα γὰρ μὴ λέγῃς τὸ ἀμύνασθαι684

64

.

685

ἠθέλησεν, Οὐ λέγω, φησὶν, ὅτι ὕβρισον, ἀλλ’ εἰπέ τι σοφὸν, καὶ πλήξεις τὸν ἐχθρὸν μᾶλλον, ἢ εἰ ῥάβδον εἶχες· ἐπὶ τῷ μὲν μισοῦντι, ἴδιον καὶ πλῆξαι· ὡς ἐὰν θέλῃς, τοῦτο ποίησον· οὐ γὰρ ἡ ὕβρις πλήττει,
5ἀλλ’ ἡ ἐπιείκεια. Κτῆσις πλουσίων, πόλις ὀχυρά. Συντριβὴ δὲ ἀσεβῶν, πενία. [Ibid.] Οὐκ ἐπαρκεῖ ἑαυτῷ ὁ πλούσιος· εἰ γὰρ μὴ ἐν πόλει εἴη ἀσφαλεῖ, σφαλερὰ ἔσται ἡ κτῆσις
10αὐτοῦ· εἶτα καὶ τὴν πενίαν κακίζει· κατὰ δὲ διάνοιαν, τῶν κατὰ Θεὸν πλουτούντων οἱ μαθηταὶ τυγχάνουσιν ἀῤῥαγεῖς· οἱ δὲ ἀσεβεῖς μηδὲν ἔχοντες ἄξιον ἀκοῆς, ἀκροατὰς οὐκ ἔχοντες πένονται· διὸ καὶ ἀπόλλυνται. Ὁδοὺς ζωῆς, τὰς ἀγούσας ἐπὶ τὴν
15ἀρετήν· παιδείαν δὲ ἀνεξέλεγκτον, τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις λανθάνουσα πλάνην ποιεῖ. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσε‐ βής· δίκαιος δὲ ἐκκλίνας, σώζεται εἰς αἰῶνα. [Cod. f. 50 b.] Ὅτι πειρασμοῦ ἐπερχομένου,
20ἀδεῶς ἁμαρτάνει· ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι’ ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα. Ὅρα πῶς ἀσφαλὴς ἡ δικαιοσύνη· ὁ μὲν γὰρ ἐκκλίνας, ἤτοι μεταστραφεὶς, ἢ στεῤῥῶς ὑπομείνας, σώζεται· ὁ δὲ καίτοι μὴ ἁπλῶς ἐπιούσης,
25ἀλλὰ παραπορευομένης ταραχῆς ἤτοι πειρασμῶν, ἀφανίζεται· ἀδεῶς δὲ ἁμαρτάνει, τὴν δικαιοκρισίαν τοῦ Θεοῦ μὴ εἰδώς. Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ἡμέρας τὰς ἀπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου γινομένας· ὑπὲρ ὧν ὁ Δαυῒδ εὔχεται· Μὴ ἀναγάγῃς
30με ἐν ἡμίσει ἡμερῶν μου· ὧν πλήρης γεγονὼς Ἀβραὰμ ἐξέλιπεν. ΚΕΦΑΛ. ΙΑʹ. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου. [Cod. f. 51 a.] Ἀπροσπαθὲς γὰρ ἡμῖν βούλεται
35εἶναι τὸ διακριτικόν· καὶ γὰρ ἡ ἡμετέρα κρίσις, ζυγός ἐστι τῶν πραγμάτων. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία. Οὐ περὶ τῶν ὑβριζομένων, ἀλλὰ περὶ τῶν ὑβριζόντων φησί· διὰ τί; ἐκεῖνοι γάρ εἰσιν ἠτιμωμένοι· οὐχ ὁ κακῶς ἀκούων, οὐδὲ ὁ πάσχων,
40ἀλλ’ ὁ ποιῶν· πάντες γὰρ ἐκεῖνον ἀπελαύνουσιν, ἅτε κοινὴν ὄντα λύμην· ἢ ὕβριν λέγει τὴν ὑπερηφανίαν· ὁ μὲν γὰρ ὑπερήφανος, ἄτιμος· ὁ δὲ ταπεινὸς, ἔν‐ τιμος καὶ σοφός. Τούτου γὰρ πρώτου δεῖται ἡ σοφία.
45 Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς. [Cod. f. 52 a.] Ἤλπιζε τὰ παιδία γενέσθαι καλά· ἤλπιζε μεγάλων ἐπιτεύξασθαι· ἢ εἰς τὴν ἀνάστασιν ἡμᾶς ὁ λόγος παραπέμπει· ἢ ὅτι εἰς τὰ ἔκγονα· ἢ

64

.

685

(50)

ὅτι πάντων ἀπολαύσας, ἀπολαύσεται καὶ τῶν μελ‐ λόντων· ἢ ὅτι τῆς δόξης καὶ μετὰ θάνατον ἀπολαύει.
Ἀνὴρ δίγλωσσος, κ. τ. λ.686

64

.

688

[Cod. f. 52 b.] Τὸν δολερόν φησιν ἐνταῦθα, τὸν οὐκ ἀληθῆ· ὃς λέγων, ὃ μὴ ἔχει κατὰ ψυχὴν, τῆς ἑκάστου διανοίας ἐν συνεδρίῳ πεῖραν λαμβάνει. Ὁ δὲ πιστὸς πνοῇ ἤτοι ἀπὸ βάθους καρδίας, οἰκονομῶν
5τοὺς λόγους αὑτοῦ ἐν κρίσει, τὰ μὲν πρὸς τὸ συμ‐ φέρον λέγει, τὰ δὲ σιωπᾷ. Οἱ δὲ ἀνδρεῖοι ἐρείδον‐ ται πλούτῳ. [Cod. f. 53 a.] Οὐδὲ τοῦ πλούτου ἀπάγει, ὃν μᾶλλον ἔχει ὁ ἐνεργὴς τοῦ ὀκνηροῦ· ἢ καὶ νοητῶς· ὁ μὴ τῷ πνεύματι ζέων, ἀλλ’ ὀκνηρὸς
10τῇ σπουδῇ, πλούτου πνευματικοῦ ἐπιδέεται. Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ ἄφρονι κάλλος. [Cod. f. 54 a.] Τίνος οὖν ἕνεκεν ἐν τούτῳ τῷ ζώῳ ἤγαγε τὸ παράδειγμα, καὶ οὐχ ἕτερον ἔλαβε
15ζῶον; Ὅτι καθάπερ ἡ ὗς τούτῳ μάλιστα τῷ μέρει τοῦ σώματος τὸν βόρβορον ἀνακινοῦσα, τὸν χρυσοῦν ἐκεῖνον διαφθείρει κόσμον, οὕτω καὶ ἡ γυνὴ καται‐ σχύνει τὴν εὐμορφίαν. Τίνος οὖν ἕνεκεν γέγονε καλή; καὶ οὐ λέγει τίνος ἕνεκεν γέγονεν ἄφρων; Συγχωρεῖ
20ὁ Θεὸς καὶ ταῖς ἀνοήτοις γυναιξὶ γίνεσθαι καλαῖς, ἵνα ἡ φρονίμη καὶ συνετὴ μὴ θαυμάζῃ τὸ κτῆμα, ἀλλ’ ἐπαισθήσεται τοῦ ὄντος καλοῦ. Συνεχώρησε καὶ τοῖς ἄφροσι γενέσθαι πλουσίοις, ἵνα ὁ φρόνιμος εἰδῇ τὸ ἐνδεὲς, ἵνα μὴ περὶ ταῦτα ἐπτοημένος ᾖ, ἀλλ’
25ἐκεῖνο διώκῃ τὸ καὶ ταῦτα ποιοῦν καλά. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες, οἳ πλείονα ποιοῦ‐ σιν· εἰσὶ δὲ οἱ συνάγοντες τὰ ἀλλότρια, οἳ ἐλατ‐ τοῦνται. [Ibid.] Ἴδοις σκορπισμὸν, προσόδου ὑπόθεσιν· καὶ
30συναγωγὴν ἐλαττουμένην· εἰ δὲ εἰσὶ τινὲς, οἷς τοὐν‐ αντίον συμβαίνει, σύμφημι, ὅτι οὐκ ἐπὶ πάντων τοῦτο συμβαίνει· ὥστε μὴ ἀναγκαστὴν εἶναι τὴν ἀρετήν. Εἰ γὰρ ἐποίησε πάντας τοὺς πλεονεκτοῦντας πένητας, καὶ πάντας τοὺς ἐλεήμονας πλουσίους, ὡς
35ἀνάγκης οὔσης, πάντες ἐπέτρεχον· ἀλλ’ οὔτε τὸ πᾶν ἐποίησεν, ἵνα μὴ ἀνάγκη ᾖ· οὔτε τὸ πᾶν εἴασεν, ἵνα μὴ πολέμους ἐγείρῃ. Ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν.
40 [Cod. f. 54 b.] Θέλων δεῖξαι τὸ τοῦ πράγματος δεινὸν, καὶ ἀρᾷ κέχρηται· οἷον μὴ ἀπόναιτο αὐτοῦ, ἀλλὰ πολεμίοις ἀπολίποιτο· οὕτω καὶ Παῦλος· Ὄφε‐ λον, καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς· καὶ οἱ Ἰουδαῖοι σῖτον ἔχοντες τὴν παλαιὰν Γραφὴν
45καὶ συνέχοντες αὐτὴν, ὑπελίποντο αὐτὴν ἡμῖν τοῖς ἔθνεσιν· ἦρται γὰρ ἀπ’ αὐτῶν ἡ βασιλεία. Ἢ τὴν κοινὴν τροφὴν λέγει· εἰ δὲ εἰκότως λιμὸν πραγμα‐ τεύῃ καὶ ἐμπορεύῃ, καὶ τὸν μὲν Θεὸν παρακαλεῖς ποιῆσαι εὐετηρίαν, αὐτὸς δὲ λιμὸν κατασκευάζεις,

64

.

688

(50)

οὐδὲν τούτου πονηρότερον. Ὁ τιμιουλκῶν γὰρ σῖ‐ τον δημοκατάρατος. Ἐνταῦθα οὐχὶ ἀναίρεσις, ἀλλὰ ἀρά· τουτέστιν ἀπολίποιτο τοῖς πολεμίοις. Οὗτος ἀνατελεῖ. [Cod. f. 55 a.] Ἢ ὅτι φῶς γίνεται· οἷον, ἐκεῖνος
55μὲν ἀποθανεῖται, μὴ καρπωσάμενός τι τῶν αὐτοῦ·688

64

.

689

ὁ δὲ, φῶς ἔσται, σπείρων ἐν τῷ νῦν αἰῶνι, ἐλπίδι τοῦ μέλλοντος· ἢ τὸ ἀνατελεῖ, ἀντὶ τοῦ βλαστήσει· εἰ δὲ ἐκεῖνος, πολλῷ μᾶλλον τὰ γεννήματα αὐτοῦ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς·
5ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. [Ibid.] Καρπὸς δικαιοσύνης, τὸ τέλος τῆς ἀρετῆς, ἐξ οὗ φύεται δένδρον ζωῆς· ἄωροι δὲ οὐ τῇ ἡλικίᾳ, ἀλλὰ τῇ ἐργασίᾳ, μὴ ἔχοντες καρπὸν ὥριμον· οὐ πολλάκις ταῦτα γίνεται· διὰ τί, ὁ μὲν πρὸς γῆρας
10λιπαρὸν ἀπήντησεν, ὁ δὲ ἐν προθύροις ἀνηρπάσθη τῆς ζωῆς; Μάθωμεν τὴν αἰτίαν, καὶ μὴ ἀπορῶμεν. Τί οὖν; ὅτι τὸ ἐναντίον συμβαίνει, ἵνα μὴ ἀναγκαστὴ ἡ ἀρετὴ ᾖ. Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ
15ἁμαρτωλὸς ποῦ φανεῖται; [Cod. f. 55 b.] Πρόσεχε ὅτι μακρὸς ὁ βίος, πολὺ τὸ μόνιμον τῆς ζωῆς, πολλαὶ αἱ ἐπιβουλαί· οὐ γὰρ δὴ τοῦτό φησιν, ὅτι μετὰ τὸ κατορθῶσαι· πλὴν εἰ καὶ τοῦτο λέγῃ, καλῶς λέγει· εἰ γὰρ ἐξέτασις γένηται
20τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ καὶ τῶν ἡμετέρων, τίς ἐν‐ ώπιον αὐτοῦ δικαιωθήσεται, κἂν αὐτοῦ τοῦ ἡλίου κα‐ θαρώτερός τις ᾖ; Εἴη δ’ ἂν δίκαιος μὲν, ὁ πρακτικός· ἀσεβὴς δὲ, ὁ Θεὸν μισῶν· ἁμαρτωλὸς, ὁ περὶ τὰς πράξεις πονηρός.
25ΚΕΦΑΛ. ΙΒʹ. Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, κ. τ. λ. [Cod. f. 55 b.] Ὁ τὴν ἠθικὴν παίδευσιν ἀγαπῶν, γνώσεώς ἐστιν ἐραστὴς τῆς γυμναζούσης τὰ αἰσθη‐ τήρια πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· ὁ δὲ ἀπο‐
30στρεφόμενος τὴν ἐπίγνωσιν, διὰ παντὸς ἀγνοεῖν βουλόμενος, ἀφραίνει. Ὥσπερ γὰρ ὁ μὴ θέλων θερα‐ πευθῆναι, νοσώδης γίνεται, οὕτω καὶ οὗτος ἄφρων. Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ· ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
35 [Cod. f. 56 a.] Τὸ, κρείσσων, οὐ συγκριτικὸν, ἀλλ’ ἀντὶ τοῦ ἀγαθός ἐστι· τίς γὰρ πρὸς τὸν παρά‐ νομον σύγκρισις, τοῦ παρὰ Κυρίῳ χάριν εὑρίσκοντος; Τὸ δὲ παρασιωπηθήσεται, ἀντὶ τοῦ οὐδὲ λόγου ἀξιω‐ θήσεται, παρὰ τῷ Κυρίῳ δηλονότι. Οὐ κατορθώσει
40ἄνθρωπος ἐξ ἀνόμου. Ὅρα πῶς ποτὲ μὲν ἀπὸ τῆς τοῦ Θεοῦ ψήφου, ποτὲ δὲ ἀπὸ τῆς τῶν ἀνθρώπων πραγμάτων ἐνάγει· ἐξ ἀνόμου οὐδὲν κατορθώσει· ἐν ἀνομίᾳ πάντα διεστραμμένα. Γυνὴ ἀνδρεία, στέφανος τῷ ἀνδρὶ αὐτῆς, κ. τ. λ.
45 [Cod. f. 56 a.] Συνεχῶς λέγει καὶ τὰ καλὰ καὶ τὰ ἐναντία κεῖσθαι ἐν ταῖς γυναιξὶν, ἐπειδὴ διηνεκοῦς ἰατρείας δεῖται. Μέλλων οὖν ἄγεσθαι γυναῖκα, μὴ βίου κοινωνὸν ζήτει μόνον, ἀλλὰ καὶ ἀρετῆς· οὐκ ἔστι γὰρ γυναικὸς διεφθαρμένης, τὸν ἄνδρα μὴ συν‐

64

.

689

(50)

απόλλυσθαι· ὥστε ἀρετὴν ζήτει, μὴ χρήματα· ἡ μὲν καλὴ, στέφανος δόξης γενήσεται ἀνδρικὴ οὖσα· ἡ δὲ φαύλη παραπλησίως σκώληκι ἐν αὐτῇ καθημένη τῇ καρδίᾳ, ἠρέμα καὶ κατὰ μικρὸν διαφθείρει· καὶ τὸ τοῦ δεινοῦ χαλεπώτερον, οὐδὲ ὁρωμένη τοῖς ἔξωθεν,
55ἀλλ’ ἔνδον τὸν ἰὸν ἐναφίησι, καὶ δαπανᾷ τὴν ἀθλίαν ψυχήν. Ἢ καὶ ἄλλως· ἡ μὲν ἀρετὴ τὸν ἑαυτῆς κο‐
σμεῖ ἡ δ’ αὖ κακία, τὸν κακὸν ἐφύβριστον ἔτι ποιεῖ.690

64

.

692

Λογισμοὶ δικαίων κρίματα· κεκριμένοι γάρ εἰσι καὶ ἁπλοῖ· ἢ ὅτι πάντοτε Θεοῦ κρίματα καὶ ἐντολὰς μελετῶσιν οἱ δίκαιοι· ἢ κρίματα ἐργάζονται κατὰ νοῦν πάντοτε· κάθηται γὰρ κριτὴς ὁ νοῦς ἡμῶν,
5κρίνων ἑκάστην ἀρετὴν μετὰ τῆς ἀντιδιατιθεμένης αὐτῷ κακίας· καὶ τὴν μὲν καταδικάζει, τὴν δὲ δι‐ καιοῖ. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ. [Cod. f. 57 a.] Ἐπειδὴ πολλοὶ τὴν ἐργασίαν οὐχ
10ὡς ἐπίπονον φεύγουσι μόνον, ἀλλὰ καὶ ὡς αἰσχρὰν, πρῶτον μὲν ἔπεισεν αὐτοὺς πρὸς τὸν μύρμηκα τοὺς ἀνθρώπους ὁρᾷν, νῦν δὲ καὶ ταύτην ἀναιρεῖ τὴν ὑπ‐ οψίαν· τί λέγεις; ἀτιμία τὸ πρᾶγμά ἐστιν; καὶ πόσῳ βέλτιον, ἀτιμίαν ἢ λιμὸν ὑπομένειν; διὰ τί γὰρ ἀτι‐
15μία; μὴ ἑτέρῳ δουλεύεις, οὐχὶ σεαυτῷ; κἂν μυρίοις δουλεύῃς, οὐκ ἐκείνοις δουλεύεις ἀλλὰ σεαυτῷ· εἰ μὴ γὰρ σεαυτὸν ἀπαλλάξαι ἐσκόπεις λιμοῦ [ita cod.], οὐδ’ ἂν ἐποιήσω λόγον ἐκείνων· ὥστε σὺ καρποῦσαι τὸ κέρδος τῆς δουλείας· οὐκοῦν ἑαυτῷ δουλεύεις. Οὐχ
20ὁρᾷς τοὺς στρατιώτας; ἕκαστος τούτων ἑαυτῷ δου‐ λεύει· καὶ ὁ χειροτέχνης. Μὴ τοίνυν ἀγανάκτει· σὺ σαυτοῦ δεσπότης εἶ, καὶ οὐχ ἕτερός τις. Οὐχ ὁρᾷς τοὺς πένητας οὐδενὶ δουλεύοντας; ἄρα κἀκεῖνοι ἑαυ‐ τοῖς δουλεύουσι· ποία δὲ τιμὴ, ὅταν ἄρτου προσδέον‐
25ται; Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ. Φιλανθρωπίας γυμνάσιον γὰρ, τὸ ἐν τοῖς ἀλόγοις ἐθίζεσθαι τὴν πρὸς τὸν ὁμόφυλον συμπάθειαν· ὁ γὰρ ἐλεῶν ταῦτα, πολλῷ πλέον ἀδελφόν· ἄλλως δὲ κτή‐
30νους δίκην, καὶ οἱ τὴν φύσιν νωθρότεροι· οὓς οἰκτεί‐ ρων, διδάσκει καὶ ὠφελεῖ· δικαιοσύνη δὲ ματαία ἐστὶ, τὸ περὶ τὰ μηδὲν ὠφελοῦντα πτοῆσθαι. —Τί λέγεις; ὁ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ; Ναί· καί γε ἐνταῦθα, πολλὴν χρὴ τὴν φιλανθρωπίαν
35ἐπιδείκνυσθαι, ἵνα ἐγγυμναζώμεθα πρὸς τὸν ὁμόφυ‐ λον· ἐπεὶ οὐχ ἁπλῶς ἐκέλευσεν ὁ Θεὸς, καὶ τὰ κατα‐ πίπτοντα συνδιεγείρειν, καὶ τὰ πεπλανημένα ὑπο‐ στρέφειν, καὶ τὸν βοῦν μὴ φιμοῦν· πάσης δὲ φειδοῦς ἡμᾶς εἶναι βούλεται τοῖς ἀλόγοις· πρῶτον μὲν, δι’
40ἡμᾶς αὐτούς· δεύτερον δὲ, ἵνα καὶ ἐπὶ τὰς σωματικὰς ἡμῖν ὑπηρεσίας ἀρκῇ· ὅμως τὸ αὐτὸ καὶ φιλανθρω‐ πίας γυμνάσιον καὶ θεραπείας· ὁ γὰρ τὸ ἀλλότριον ἐλεῶν, πολλῷ μᾶλλον τὸ οἰκεῖον; ὁ τὸν διακονούμενον, πολλῷ μᾶλλον τὸν ἀδελφόν. Ἀλλ’ ἐκεῖνό σοι χρείαν
45τὴν ἀπὸ τῆς διακονίας παρέχει, οὗτος δὲ ποίαν; πολλῷ μείζονα, τὴν ἀπὸ Θεοῦ. Ὁρᾷς δουλείαν οἵαν δου‐ λεύομεν τοῖς κτήνεσι, καὶ οὐχ ἡγούμεθα ἀτιμίαν; οὐ γὰρ ἐκείνοις δουλεύομεν, ἀλλ’ ἑαυτοῖς. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται

64

.

692

(50)

ἄρτων· οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν. [Cod. f. 57 b.] Πρὸς γεωργικὸν καὶ φιλόσοφον προτρέπεται βίον, καὶ τὴν μετὰ δικαιοσύνης ἐργα‐ σίαν· ἡ γὰρ ἀργία τὴν κακίαν εἰσήνεγκεν· ἀποδιώ‐ κειν δὲ μάταιά ἐστι, τὸ περὶ τὰ μηδὲν ὀνοῦντα δι‐
55επτοῆσθαι. Τί γὰρ, φησὶν, εἰ ἀργὸς μὲν ἦς, τὰ δὲ
καλῶς συλλεγόμενα κακῶς ἐκφορεῖς, μεθύων ἢ γα‐692

64

.

693

στριζόμενος; Οὐκ εἶπεν, Ἐργάζου καὶ πλεονέκτει· καλὸν ἡ ἐργασία ἡ μετὰ δικαιοσύνης. Ἀπὸ καρποῦ στόματος ψυχὴ ἀνδρὸς πλησθή‐ σεται ἀγαθῶν.
5 [Cod. f. 58 a.] Μὴ νομίσῃς ἐν τοῖς ἔργοις εἶναι μόνον τὴν ἀρετὴν, καὶ ἐν λόγοις τὸ πλέον ἐστίν· ἀπὸ γὰρ καρποῦ διανοίας ἀγαθῆς, λόγος ἀγαθός· λόγου δὲ ἀγαθοῦ καρπὸς, πρᾶξις ἀρετῆς, ἀγαθῶν ἐμποιη‐ τική· ὁ λόγος τῆς ἀνδρείας ψυχῆς εἰς ἀρετὴν ἄγων
10ἀγαθὸς, καὶ ἀγαθῶν ἐμποιητικός. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ὁ μωρὸς νομίζεται ἄληπτος εἶναι· δύο κακὰ, καὶ τὸ μωρὸς εἶναι, καὶ τὸ ἁμαρτάνοντα μὴ νομίζειν ἁμαρτάνειν· ὥσπερ γὰρ ὁ διεστραμμένος νομίζει
15ὀρθὰ βλέπειν, καὶ ὁ τὰς αἰσθήσεις βλαβεὶς νομίζει σωφρονεῖν· οὕτω τοῦτο πρῶτον τιμωρίας τεκμήριον, τὸ καὶ τὴν αἴσθησιν ἀνῃρῆσθαι· διὰ τοῦτο οὐδὲ συμ‐ βουλίας δέχεται. Εἰσακούει συμβουλίας σοφός. Τουτέστιν ὁ σοφίας ἀρξάμενος· ὥστε τοῦτο, ὃ νομί‐
20ζεις φρονήσεως εἶναι τὸ μηδενὸς ἀκούειν, μωρίας ἐστίν· ὃ δὲ νομίζεις μωρίαν εἶναι, τοῦτο σοφίας, τὸ δεῖσθαι ἑτέρου. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν ἑαυτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.
25 [Cod. f. 58 a.] Τουτέστιν ὁ μικρόψυχος καὶ κοῦ‐ φος, ἀκαρτέρητός ἐστιν, οὐ φέρει τὸν θυμὸν, φανε‐ ροῖ τὴν ὀργὴν αὑτοῦ εὐθέως ἐκ μικροψυχίας· ὁ δὲ φρόνιμος κἂν ὀργίλος ᾖ, συγκαλύπτει ἐν ἑαυτῷ τὴν ὀργήν· ἡ γὰρ ἀτιμία τὴν ὀργὴν δηλοῖ· Γλῶσσαν
30ἔχει ἄδικον. [Cod. f. 58 b.] Ὁρᾷς καὶ ἐκεῖ γλῶσ‐ σαν καὶ ἐνταῦθα· ἀλλ’ οὐκ ἴσα τὰ ἀπ’ αὐτῆς· ἀλλ’ ἐκεῖ μὲν φάρμακα, ἐνταῦθα δὲ τραύματα· τί τούτου γένοιτ’ ἂν ἐναντιώτερον; Ὁρᾷς μὴ ἐν φύσει τὸ κακὸν, ὁπόταν ἡ χρῆσις ἐφ’ ἑκάτερα φανερὰ ᾖ; Οὐκ
35ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον. [Cod. f. 59 a.] Ὥσπερ δὲ οὐκ ἀρέσκει τῷ δικαίῳ οὐδὲν ἄδικον, οὕτως οὐδὲ τῷ ἀδίκῳ τὸ δίκαιον· οὐκ ἄρα παρὰ τὴν φύσιν τῶν πραγμάτων μόνον, ἀλλὰ καὶ παρὰ τὴν κρίσιν τῶν δικαιουμένων τὰ κακά· μή μοι λέγε, ὅτι
40ὁ δεῖνα ἐσκανδαλίσθη, ὁ δεῖνα ἀπιστεῖ· παρὰ γὰρ αὐτῶν ταῦτα πάντα, οὐ παρὰ τῶν πραγμάτων· ὥσ‐ περ γὰρ, κἂν φανῇ ὁ ἥλιος, καὶ οὕτως οὐδὲν πλέον τῷ νοσοῦντι τὰς ὄψεις, οὕτως κἂν φανερὰ ἀλήθεια ᾖ, κέρ‐ δος οὐδὲν τῷ τὴν ψυχὴν διεστραμμένῳ.
45 Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως. [Ibid.] Πᾶσα γὰρ ἡ αἴσθησις αὐτοῦ διὰ τὴν σύν‐ εσιν αὐτοῦ ἐν αὐτῷ ἀναπαύεται· τουτέστιν ἀνάπαυσις, καθέδρα, ἐναναπαύεται αὐτῷ, οὐκ ἀναχωρεῖ, ἐμβασι‐ λεύει δὲ αὐτῷ· ἢ ὅτι κεφάλαιόν ἐστι καὶ βασιλεία τῆς

64

.

693

(50)

αἰσθήσεως ἡ σύνεσις· ἢ ἐκ τοῦ ἐναντίου, ὁ πάντα συνιεὶς, κληθείη ἂν θρόνος αἰσθήσεως· ὥσπερ ἐκ τοῦ ἐναντίου θρόνος ἀνομίας λέγεται· ἀραῖς δὲ συναν‐ τῶσιν οἱ ἄφρονες· τὴν γὰρ ὑπὸ κατάραν οὖσαν βαδί‐ ζουσιν ὁδόν.
55Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. [Ibid.] Ἐπεὶ οὐδὲν εὐπορώτερον ἀρετῆς, οὐδὲν
δυνατώτερον, οὐδὲν εὐμηχανέστερον. Ἢ χεῖρα τὴν694

64

.

696

πρᾶξιν λέγει τῶν ἁγίων, οἳ κατεξουσιάζουσι τοῦ κόσμου· οἱ δὲ μὴ ἀγαθοὶ ἄνδρες αἰχμαλωτισθήσονται ὑπὸ δαιμόνων. Φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δι‐
5καίου. Ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. [Ibid.] Ταράσσει μὲν ὁ περὶ τῶν ἐν νόμῳ κολάσεων λόγος· περὶ δὲ τῶν ἐν Εὐαγγελίοις ἐπαγγελιῶν ἀκούων εὐφραίνεται. Ὅρα πρὸς ἑκάτερα χρήσιμον· κἂν ἀγα‐ θόν τι περὶ τῶν πέλας ἀκούσῃ, οὐ βασκαίνει, ἀλλὰ
10συγχαίρει· κἂν πονηρόν τι περὶ ἑαυτοῦ καταστέλ‐ λεται, τάξιν ἔχει καὶ ἡ ὀδύνη αὐτοῦ καὶ ἡ χαρά· ἐπὶ δὲ τῶν ἀσεβῶν, τοὐναντίον· ἔνθα μὲν γὰρ ὀδυνᾶ‐ σθαι χρὴ ἐπὶ τοῖς φοβεροῖς λόγοις, καταφρονοῦσιν· ἔνθα δὲ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τήκονται, ἐναντία
15πάσχοντες πάθη. Οὐκ ἐπιτεύξεται δόλιος θήρας. [Cod. f. 59 b.] Ἐπεὶ θηρευτής ἐστι καὶ ἁλιευτὴς ἡμῶν ὁ λογισμὸς, ὁ οὖν δόλιος ὢν οὐκ ἐπιτυγχάνει τῆς θήρας τῶν ἐναντίων λογισμῶν, ἀλλ’ αὐτὸς θη‐
20ρεύεται ὑπ’ αὐτῶν. ΚΕΦΑΛ. ΙΓʹ. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. [Cod. f. 59 b.] Ὅρα πρώτους ἡμᾶς καρπουμέ‐
25νους τὰ καλὰ, καὶ τὴν βλάβην αὖθις περιτρεπομέ‐ νην εἰς ἡμᾶς· φυλάσσει μὲν γὰρ ὃς οἶδε λέγειν τό· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου· προπετεύεται δὲ χείλεσιν, ὁ μὴ νοῶν, ἃ λέγει, μηδὲ περὶ τίνων δια‐ βεβαιοῦται. [Ibid.] Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός.
30Ὁ γὰρ τοιοῦτος, κἂν πάνυ εὔπορος ᾖ, διαφθείρει τῇ ἀργίᾳ τὸν πλοῦτον· ἢ παρ’ ὅσον τὸ ἔργον παρ‐ ασχολεῖ τὴν διάνοιαν τῶν περισσῶν ἐπιθυμιῶν· οἱ δὲ ἐπιμελούμενοι τῶν ὄντων, καὶ τὰ οὐκ ὄντα τοῖς οὖ‐ σιν προσηύξησαν. Εἰσὶν οἱ πλουτίζουσιν ἑαυτοὺς,
35μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Ἄρα οὔτε πλοῦτος, ἀλαζονίας ὑπόθεσις· οὔτε πενία, ταπεινοφροσύνης· ἢ πλουτί‐ ζουσιν οἱ δοκησίσοφοι. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος.
40 [Cod. f. 60 a.] Τί λέγεις; τί ποιεῖς, οὕτως ἐπαί‐ ρων τὰ χρήματα; Πρῶτον μὲν οὐχ ἁπλῶς ἅπαντα τὸν πλοῦτον ἔφησεν, ἀλλὰ τὸν ἴδιον τὸν ἐκ δικαίων πόνων· οὐκ οὖν πονηρὸν ἡ πτωχεία· ἢ τοῦτό φη‐ σιν, ὅτι τῷ πτωχῷ ἴσως οὐδὲ ἀπειλῆσαί τις ἂν ἕλοιτο·
45τὸν γὰρ οὐκ ἔχοντα, πόθεν ἄν τις φοβήσειεν; Ὥστε ἀπράγμων οὗτος ὁ βίος ἔστιν· ἢ πλοῦτον ἴδιον τὴν δικαιοσύνην φησὶ, ἥτις ῥύεται ἐκ θανάτου· οὐχ ὑφίσταται δὲ ἀπειλὴν, ἤτοι τὴν περὶ κολάσεως προ‐ αναφώνησιν, ὁ πτωχεύων ταῖς ἀρεταῖς.

64

.

696

(50)

Κρείσσων ὁ ἐναρχόμενος βοηθεῖν τοῦ ἐξαγ‐ γελλομένου καὶ εἰς ἐλπίδας ἄγοντος. [Cod. f. 60 b.] Παιδεύει πανταχοῦ μὴ προπετεῖς εἶναι ῥήμασι, καὶ μήτε Θεῷ ἁπλῶς ἐπαγγέλλεσθαι
μήτε ἀνθρώποις, ἀλλὰ δι’ ἔργων τοῦτο ποιεῖν, καὶ696

64

.

697

μὴ ῥήμασι διαλύεσθαι· ἢ ὅτι, Ταχὺ ἄρχου ἀρετῆς, καὶ μὴ μέλλε· καλὸν γὰρ ἐνάρχεσθαι ἀγαθῆς πρά‐ ξεως, καὶ μὴ ἐλπιδοσκοπεῖν. Ὁ φοβούμενος ἐντο‐ λὴν, οὗτος ὑγιαίνει. [Cod. f. 61 a.] Ὡς ὁ φοβού‐
5μενος τὸν Θεὸν ποιεῖ τὸ θέλημα αὐτοῦ, οὕτως ὁ φοβούμενος ἐντολὴν τηρεῖ αὐτήν· ὁ δὲ καταφρο‐ νῶν τοῦ Θεοῦ, καταφρονεῖ τῶν ἐντολῶν αὐτοῦ· ὑγιαίνει δὲ ψυχὴ τηροῦσα τὴν ἐντολὴν τὴν θείαν. Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά· ἄγγε‐
10λος δὲ σοφὸς ῥύσεται αὐτόν. [Cod. f. 61 a.] Ὁρᾷς ὅσον κακὸν ἡ θρασύτης, ὅτι οὐδὲ βασιλέα ὠφελεῖ; καί τοι παρὰ τίνος ἐκεῖνος πείσεται δεινὸν, ὁ πάντας ἔχων ὑφ’ ἑαυτῷ; ἴδε καὶ ὅσον ἀγαθὸν τὸ ἐναντίον· ῥύσεται γὰρ, φησὶν,
15αὐτὸν ὁ σοφός τις ἀγγέλλων καὶ συμβουλεύων· ἤγουν αὐτὸς ἑαυτὸν ῥύσεται, σοφὰ τοῖς ἀντιπάλοις ἀγγέλλων καὶ πρεσβευόμενος· ἄγγελος δὲ σοφὸς, τουτέστιν ὁ σοφὰ συμβουλεύων αὐτῷ. Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται.
20 [Cod. f. 61 b.] Οὐ μικρὸν ἄρα ἡ συνδιατριβὴ ἡ μετὰ τῶν τοιούτων· οὐχ ἁπλῶς δὲ τὸ κοινωνεῖν πο‐ ρείας· τάχα καὶ τοῦτο ὠφελεῖ· ἀνάγκη γὰρ πολλὰ μαθεῖν καὶ ἐκ τούτου· οὐκ εἶπε γὰρ, ὁ συνὼν, ἢ ὁ συγγινόμενος ἐπὶ πλεῖστον, ἀλλὰ καὶ ὁ μόνης
25βαδίσεως κοινωνήσας μεγάλα καρπώσεται, φησίν· εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων ἀναγ‐ γέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον βάδισις μικρὰ, καὶ ὥστε συνεχῶς τοῦτο γίνεσθαι· ἐπὶ δὲ τῶν ἀγνω‐ μόνων τοὐναντίον.
30 Ἁμαρτάνοντας καταδιώξεται κακά. [Ibid.] Τὸ καταδιώξεται, τὸ ταχὺ τῆς ἀντιδόσεως παρίστησιν, ὡς μηδὲ ἀναβάλλεσθαι· κακὰ δὲ, τὰ κακωτικὰ, ἃ ὡς βραδύτερα καταδιώκει τοὺς ἁμαρ‐ τάνοντας· τὰ δὲ ἀγαθὰ ὡς ταχύτερα καταλήψεται
35τοὺς δικαίους· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. [Cod. f. 62 a.] Τὸ κληρονομήσει, οὐ τοῦτό φησι, τὸ παῖδας κληρονομεῖν· τοῦτο γὰρ ἔσχατον ἀρὰ, ἀλλὰ τοὐναντίον ὅτι παραπέμψει τὸν πλοῦτον τοῖς ἐξ αὐτοῦ, καὶ καταλείψει πρὸς διαδοχήν· ὁ δὲ
40τῶν ἀσεβῶν οὐχὶ τοῖς τέκνοις, ἀλλὰ τοῖς δυναμένοις χρῆσθαι καλῶς παραπέμπεται· ἢ οὕτως· ὁ νοῦς πατὴρ, ἀγαθοὺς γεννῶν λογισμούς· οὗτοι δὲ πραγ‐ μάτων ὁμοίων γεννητικοί. Ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν
45ἑαυτοῦ υἱόν. [Ibid.] Τοῦτο πρὸς τοὺς φιλοτέκνους εἶναι δοκοῦν‐ τας, οὐκ ὄντας δέ· ὥστε οὐ τὸ μὴ φείδεσθαι, ἀλλὰ τὸ φείδεσθαι μισεῖν ἐστιν· οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι·

64

.

697

(50)

μὴ τέκνα· ψιλὸς γὰρ λόγος οὐκ ἐπιτίμησις· οὐχὶ ὁ Ἡλεὶ χαλεπωτάτην δέδωκε δίκην ταύτης ἕνεκεν τῆς προφάσεως; Ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. Οὐχ ἁπλῶς, ἀλλ’ ἐπιμελῶς· ἐπειδὴ γὰρ ἡ φύσις κελεύει φείδεσθαι, τὸ ἄμετρον ἀναιρεῖ· οὐ γὰρ διὰ
55τοῦτο ἐντέθεικέ σοι τὴν φιλοστοργίαν, ἵνα βλάπτῃς τοὺς φιλουμένους, ἀλλ’ ἵνα αὐτῶν φροντίζῃς· περίελε τοίνυν τὸ φίλτρον τὸ ἄκαιρον. «Δίκαιος ἐσθίων ἐμπι‐ πλᾷ τὴν ψυχὴν αὐτοῦ. [Cod. f. 62 b.] Καὶ μὲν οἱ
προφῆταί φασιν· Ἐφύτευσας αὐτοὺς, καὶ ἐρριζώ‐698

64

.

700

θησαν, ἀλλ’ οὐ διαπαντὸς οὐδὲ διηνεκῶς· πολλὴ γὰρ τῶν ἀσεβῶν ἡ κατάπτωσις. Πῶς δὲ οὐ πάντες κολάζονται, οὐδὲ πάντες τιμῶνται; ἵνα δι’ ἑαυτὴν ᾖ ἡ ἀρετή· ἢ ὁ λόγοις τρεφόμενος θείοις, ἐμπι‐
5πλᾶται ὧν οἱ ἀσεβεῖς ἐν ἐνδείᾳ. ΚΕΦΑΛ. ΙΔʹ. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους. [Cod. f. 62 b.] Ἡ Ἐκκλησία διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τοῦ Χριστοῦ ἀνῳκοδόμησεν ἑαυτῇ οἶκον,
10τουτέστιν, ἀνήγειρε καὶ ἀνώρθωσε τῇ διδαχῇ καὶ πίστει τοὺς προσιόντας αὐτῇ. Ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς· ὅπερ ἐστὶν, ἡ αἵρεσις παραί‐ τιος ἑαυτῇ θανάτου αἰωνίου γεγενημένη. Ὁ πο‐ ρευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Οὐχὶ ὁ
15φόβος ἁπλῶς ποιεῖ μόνον τὸ ὀρθῶς πορεύεσθαι, ἀλλὰ καὶ τὸ φοβεῖσθαι τὸν Θεόν· ὡς γὰρ ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, οὕτως ὁ εὐσεβὴς φοβεῖ‐ ται· ὥστε καὶ κατὰ τοῦτο ὁ ἐνάρετος βίος, καλός· ὅτι καὶ ὁ φόβος προστιθέμενος εὐλαβεστέρους ποιεῖ.
20 Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως. [Ibid.] Καὶ μὴν σὺ πρὸ τούτου ἔλεγες· Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρ‐ διον· πῶς ἐνταῦθα τὸ αὐτὸ δίδως τῷ ἀνοήτῳ; οὐκ ἴσως, φησί· καὶ γὰρ καὶ τοῦτο βακτηρία· ἀλλὰ
25τοῦτο μὲν, ὕβρεως· ἐκεῖνο δὲ, ἐπιεικείας· τὸ μὲν, ποιεῖ τὴν ὕβριν· τὸ δὲ, διορθοῖ· οὕτως εἰσὶν ἐπ‐ αχθεῖς, ὡς αὐτοὶ οἱ πλήττοντες· ἔνεστι μὲν γὰρ καὶ ὑβρίσαι καὶ ἐλέγξαι, ἀλλὰ μετὰ σοφίας· τὸ δὲ μετὰ ταύτης γινόμενον, οὔτε ἀηδὲς, οὔτε φορτικὸν, οὔτε
30βαρύ· κἂν μὲν ἐπαινῇ ὁ ἀνόητος, ὕβρεως χεῖρον· κἂν ὑβρίζῃ ὁ συνετὸς, ἐπαίνων ἴσον· τοῦτο καί τις σοφός φησι· Κἂν ἐπαινῶν μεγάλῃ τῇ φωνῇ τοῦτο ποιῇ, ὡς ὄνειδος εἶναι δέξαι τὸ λεγόμενον. Οὗ μὴ εἰσὶ βόες, φάτναι καθαραί, κ. τ. λ.
35 [Cod. f. 63 a.] Ἐμοὶ τοῦτο δοκεῖ λέγειν, ὅτι ἀργὸς μυρίαν ὑπομένει ζημίαν καὶ πενίαν· ἢ εἰ μὴ τοῦτο· ὅτι οὐκ ἔστι, μὴ προσέμενόν τι καρπώσα‐ σθαι, ὅτι δεῖ βοῶν φείδεσθαι· ὅτι χρὴ οἰκονομικὸν εἶναι· ὅτι πολλὴν πρόνοιαν ἔχειν γεωργίας. Ἢ οὕ‐
40τως· οὗ μὴ εἰσὶν οἱ διδάσκοντες, τὰ δοχεῖα τῶν διδασκάλων κενά· ἡ ἰσχὺς δὲ τοῦ διδάσκοντος δεί‐ κνυται ἔνθα πολλὰ τὰ γεννήματα. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις. [Ibid.] Οὐ συμπλέ‐ κεται γὰρ τῇ κακίᾳ ἡ σοφία. Οἰκίαι παρανόμων
45ὀφειλήσουσι καθαρισμόν. Ἐπὶ ψάμμου γὰρ ἔχου‐ σαι τὸν θεμέλιον, ὀφείλουσι καθαρισμὸν, ἵνα καθα‐ ροὶ γενόμενοι ἴδωσι τὸν Θεόν· οἱ δὲ ἀκούοντες τοὺς Ἰησοῦ λόγους καὶ ποιοῦντες αὐτοὺς, οἰκοδομοῦσι τὴν ἑαυτῶν οἰκίαν ἐπὶ τὴν πέτραν.

64

.

700

(50)

Ἄκακος πιστεύει παντὶ λόγῳ. [Cod. f. 64 a.] Ὁ ἐπιπολαίως τὴν ἀκοὴν, ἀδιάκρι‐ τος· ἀνοίας γὰρ τὸ παντὶ πιστεύειν ἁπλῶς· ὁ δὲ φρό‐
νιμος, κἂν ἐκ πρώτης πεισθῇ φαντασίας, μεταγινώ‐700

64

.

701

σκει καὶ ἐπιλογίζεται. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν. [Cod. f. 64 b.] Ἀδύνατος γὰρ οὖσα συν‐ υπάρχειν, ὡς ἐναντία τῇ κακίᾳ ἡ ἀρετὴ, ἐν τῷ παρ‐ εῖναι, ταύτῃ πεσεῖται. Καὶ ἀσεβεῖς θεραπεύσουσι
5θύρας δικαίων· ἀσεβεῖς δὲ μετανοοῦντες, ἐπὶ θύρας ἴασιν ἀγαθῶν· θεραπεύει δὲ νῦν, οὐ τὸ ἰᾶσθαι, τὸ δὲ δουλεύειν ὡς διδασκάλοις ληπτέον. Στέφανος σοφῶν, πλοῦτος αὐτῶν. [Cod. f. 65 a.] Τί λέγεις; Πλοῦτος ἡ δόξα σοφῶν;
10Ναὶ, φησίν· οὐχ ὅτι αὐτοῖς οὗτος προστίθησι δόξαν, ἀλλ’ ὅτι δυνατοὶ εἰς δέον αὐτῷ χρήσασθαι, καὶ μηδὲν ἀπ’ αὐτοῦ καρπώσασθαι κακόν· διὸ καί τίς φησιν· Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; Κτήσασθαι γὰρ σο‐ φίαν ἀσύνετος οὐ δυνήσεται. Πρόσταγμα Κυρίου,
15πηγὴ ζωῆς. [ibid.] Πηγὴ οὖσα οὐδέποτε διαλιμπά‐ νει, ἀλλ’ ἀεὶ ἀναβλύζει τήν τε παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν· καὶ ἐν τῷ χορηγεῖν ἀγαθὰ, κακῶν ἀποτρέπει. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. [Cod. f. 65 b]
20Ὁ μὲν βασιλεὺς ἐν ἑτέροις ἔχει τὴν ἰσχὺν καὶ τὴν δόξαν· ὁ δὲ τὸν Θεὸν φοβούμενος, ἐν ἑαυτῷ· δοκεῖ δέ μοι διὰ τούτων παραινεῖν τοῖς τε ἄρχουσι καὶ ἀρχο‐ μένοις, εἴκειν ἀλλήλοις· οἷον ὡς (ἐν) ἐκείνοις ἔχων τὴν ἰσχὺν, οὕτως διάκεισο.
25 Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. [Ibid.] Ὅρα ἐν ἑκατέρῳ τὴν ἐπίτασιν· πολὺς, καὶ ἰσχυρῶς· οὐδὲν γὰρ οὕτως ἀνοίας τεκμήριον, ὡς ἡ ὀλιγοψυχία· καὶ οὐδὲν οὕτως φρονήσεως ἐντελοῦς,
30ὡς ἡ μακροθυμία· πῶς ἄν τις μακροθυμήσῃ, ἢ τῷ σφόδρα ἀκριβῶς ἐξετάζειν πάντα; Ὁ πραΰθυμος ἀνὴρ ἰᾶται τὸ θυμικὸν τῆς καρδίας πάθος· κρατήσας γὰρ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ, αὐτὴν ταραττομένην ὑπ’ αὐτοῦ ἰᾶται· σὴς δὲ ὀστέων ἡ συνετὴ νόησις εἰς
35τὰς τῆς ψυχῆς δυνάμεις εἰσδύνουσα, ἀνατέμνει αὐ‐ τὰς καὶ τρέφεσθαι βούλεται. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιή‐ σαντα αὐτόν. [Cod. f. 65 b.] Δύο ἁμαρτίαι ἐνταῦθα, καὶ συκο‐
40φαντίαι, καὶ κατὰ πένητος· διὰ τί δὲ παροξύνει τὸν ποιήσαντα αὐτόν; Ὅτι αὐτὸς αὐτὸν ἐποίησε πένητα, καὶ εὐχείρωτον τῇ γλώττῃ τῇ σῇ τοῦ συκοφάντου. Ὁ δὲ τιμῶν αὐτὸν, ἐλεεῖ πτωχόν. Καὶ μὴν εἰ αὐ‐ τὸς αὐτὸν ἐποίησε, τίνος ἕνεκεν ἐλεεῖσθαι χρή; Καὶ
45γὰρ ἤκουσα πολλῶν τοῦτο λεγόντων· Τίνος ἕνεκεν ἐλεῆσαι πένητα δεῖ; εἰ ἐφίλει αὐτὸν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν πένητα ἐποίησε. Μέχρι τίνος παίζομεν εἰς τὴν σωτηρίαν τὴν ἡμετέραν; μέχρι τίνος γελῶμεν, ἐφ’ οἷς τρέμειν ἐχρῆν καὶ δεδοικέναι καὶ φρίττειν τὸν

64

.

701

(50)

μιαρὸν τὸν μυρίων γέμοντα κακῶν· τίνα ἐφίλει; Τὸν Λάζαρον, ἢ τὸν πλούσιον; Ταῦτα ἡμᾶς ἀπόλωλεν, ὅτι εἰς ἀστεῖα διαλυόμεθα. Ὁ πεποιθὼς, τουτέστιν ὁ καθαρὸς καὶ θαῤῥῶν τῷ Θεῷ, τῇ ἑαυτοῦ δὲ ὁσιό‐ τητι δίκαιος· παρ’ ὅσον οὐδεὶς ταῖς ἑτέρου πράξεσι
55σώζεται ἢ ἀπόλλυται.
Ἐν καρδίᾳ ἀγαθοῦ ἀναπαύεται σοφία, κ. τ. λ.702

64

.

704

[Cod. f. 66 a.] Τουτέστι ῥιζωθήσεται, βαθυνθήσε‐ ται, φυλαχθήσεται ὡς ἐν ἀσφαλεστάτῳ χωρίῳ· οὐ διαγινώσκεται δὲ σοφία ἐν ἄφροσιν, ἐπεὶ οὐ κατοική‐ σει ἐν σώματι ἁμαρτίας καταχρέῳ. Δεκτὸς βασιλεῖ
5ὑπηρέτης νοήμων. Πάλιν ἀπὸ τῶν ἀνθρωπίνων αὐ‐ τοὺς ἐνάγει, καὶ ἀπάγει ἀργίας· καὶ γὰρ καὶ βασι‐ λεὺς οὐδὲν ἕτερον ζητεῖ, ἀλλ’ εὔνοιαν· ἢ ὅτι τυγχάνει ἀποδοχῆς ὁ ὑπηρετῶν μετὰ λογισμοῦ. Τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Κἄν τι παρίδῃ τὴν
10ἐντεῦθεν ἀτιμίαν, διορθοῦται συνέσει. ΚΕΦΑΛ. ΙΕʹ. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν· λόγος δὲ λυ‐ πηρὸς ἐγείρει ὀργάς.
15 [Cod. f. 65 a.] Ἄρα παρ’ ἡμῖν τὸ πᾶν, τὸ καὶ ἐγεί‐ ρειν καὶ κατευνάζειν· οὐκ ἄρα ὁ ὀργιζόμενος Κύριος, ἀλλ’ ἡμεῖς, τοῦ ἐκεῖνον ὀργίζεσθαι, ἢ μὴ, παρασκευά‐ ζοντες· εἰ δὲ φρονίμους [ὀργὴ] ἀπόλλυσι, πόσῳ μᾶλ‐ λον περὶ ὧν εἴρηται, Ἄφρονα ἀναιρεῖ ὀργή; ὃ δὴ συμ‐
20βαίνει καὶ τὸν φρόνιμον ἐξ ἀπροσεξίας παθεῖν. Ὑπο‐ πίπτουσα δὲ [ἀπόκρισις] ἀποστρέφει θυμὸν, ἤγουν ἡ τοῦ ἀποκρινομένου κατάστασις, ταπεινὴ φαινομένη, καὶ τραχὺ μηδὲν ἔχουσα. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ἰᾶται δὲ γλῶσσα μὴ ἁμαρτάνουσα λόγῳ· νόσος
25γὰρ γλώττης, ἡ δι’ αὐτῆς ἁμαρτία· Πνεύματος δὲ τοῦ ἁγίου δηλονότι πλησθήσεται ὁ συντηρῶν ταύτην καὶ μὴ ἁμαρτάνων ἐν γλώσσῃ. Χείλη σοφῶν δέδε‐ ται αἰσθήσει· καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. [Cod. f. 66 b.] Ὅρα τούτους μὲν καὶ ἔξωθεν ἀσφα‐
30λεῖς ἀπὸ γλώσσης καὶ λελογισμένους, ἐκείνους δὲ, οὐδὲ ἔνδον· ἀπὸ γὰρ καρδίας διέφθαρται. Ἢ ὅτι κι‐ νοῦσιν οἱ φαῦλοι εἰς τὸ λέγειν τὴν γλῶτταν, τῆς τῶν λεγομένων ἀναισθητοῦντες δυνάμεως· σοφοὶ δὲ διὰ τὴν αἴσθησιν τὰ χείλη δεσμοῦσιν.
35 Οἱ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. [Ibid.] Ἢ τῷ ἐπιτιμᾶσθαι, ἢ τῷ ἔχειν λόγων ἀπό‐ δειξιν· σοφισταῖς γὰρ περιπεσόντες, οὐδὲν λέγειν δυνήσονται· ἢ καὶ τὰς ἐντολὰς ἐλέγχους εἶπεν· αὖ‐ ται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. ᾍδης καὶ
40ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; ᾯ πάντα ἐστὶ δῆλα, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Τοῦτο γὰρ μάλιστα διώρθουν, οἱ τό τε τῇ διανοίᾳ καὶ τοῖς κρύφα γινομένοις ἐπιστῆσαί τινα ὀφθαλμὸν, προνοητικὸν,
45δικαστὴν, καὶ ἐξεταστὴν φάσκοντες. Οὐ τὴν παντελῆ δὲ νῦν ἀπώλειαν εἶπεν, ἀλλὰ καθ’ ἢν λανθάνει τὰ τῶν ἄλλων αἴσθησιν διαφεύγοντα· ἀπώλεια ἥτις ἔστι γείτων τοῦ ᾅδου. [Cod. f. 67 a.] Σοφῶν γὰρ τοῦτό ἐστιν ἴδιον, ἐλέγχειν τοὺς κακῶς πράττοντας· οὐδὲν

64

.

704

(50)

γὰρ οὕτως δείκνυσι τὸ τῆς σοφίας ἔργον, ὡς τὸ κοι‐ νωφελῶς ζῇν. Καρδίας εὐφραινομένης πρόσωπον θάλλει. Τοῦτο τίνος ἕνεκεν εἴρηται; Ἵνα ἐκείνην ποιῶμεν εὐφραίνεσθαι διὰ δικαιοσύνης, καὶ μὴ σῶμα λιπαίνωμεν. Οἱ γὰρ ἐπιθυμοῦντες δικαιοσύνης εὐ‐
55φραίνουσι τὴν ψυχὴν αὐτῶν· ἢ εὐφραίνεται διὰ τῶν
ἀρετῶν, λυπεῖται δὲ διὰ τῶν ἁμαρτιῶν.704

64

.

705

Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, κ. τ. λ. [Ibid.] Αἴσθησιν σοφίας, ἵνα γένηται σοφή· κακὰ δὲ ἢ τὰ κακωτικὰ, ἢ τὴν δι’ ὑπερβολὴν κακίαν· Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσ‐
5δέχονται κακά. Ὥστε κἂν μὴ συμβῇ, κἂν μὴ ἔλθῃ εἰς τέλος, ἀλλ’ ὅμως ἡ ἐλπὶς θορυβεῖ, προορῶσι τα‐ ραχάς· ἢ ὅτι ἀκόλουθον ταῖς αὐτῶν πράξεσιν ἐνδέ‐ χονται τιμωρίαν. Κρείσσων ξενισμὸς μετὰ λαχάνων, κ. τ. λ.
10 [Ibid.] Τί φησι, λέγω· ἐπὶ τοῦ φόβου τοῦ Θεοῦ, ἐπὶ τῆς φιλίας τῶν ἀνθρώπων, ἂν αὐτὴ προσῇ, βελ‐ τίω τὰ ἐλάττονα, ἢ τὰ πολλά· οὐ γὰρ ἐν τῇ πολυτε‐ λείᾳ ἡ ἡδονὴ, ἀλλ’ ἐν τῇ ἡδονῇ τὸ πολυτελὲς, ὥς φη‐ σιν Ἡσίοδος. Παρορῶν γὰρ ἁμαρτήματα, τὰς ἐπ’
15αὐτοῖς σβέννυσι κρίσεις. [Cod. f. 67 b.] Ὁ ἀνόητος οὐδὲν ποιεῖ μετὰ λογισμοῦ· ὁ δὲ φρόνιμος κατευθύ‐ νει, τουτέστι δείκνυσι τὴν μεθ’ ἑκουσίου γνώμης πρᾶξιν. Τουτέστιν οἱ καταφρονοῦντες διασκοπεῖσθαι μετ’ ἄλλων τὰ δέοντα, καταφρονοῦσι βουλῆς· διὸ καὶ
20ἀστατοῦσι, δοκοῦντες εἶναί τι μηδὲν ὄντες. Δεῖ οὖν μὴ καθ’ ἑαυτόν τινα βουλεύεσθαι, ἀλλὰ μετὰ πολλῶν. Τὸ δὲ ἐν καρδίᾳ βουλευομένων, ἀντὶ τοῦ ἐν τῇ δια‐ νοίᾳ. [Cod. f. 68 a.] Ὁδοὺς λέγει ζωῆς, τὰς πρακτι‐ κὰς ἀρετὰς, τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Τοὺς λό‐
25γους καὶ τὰς πράξεις τῶν ὑπερηφάνων κατασπᾷ Κύριος, τὸν δὲ οἶκον στηρίζει τῆς τούτων χηρευούσης ψυχῆς. Οὐκ ἄρα ἐν πράξεσιν μὲν οὐδὲ ἐν λόγοις, ἀλλὰ καὶ ἐν διανοίᾳ πολλὴ ἡ ἐξέτασις καὶ ἀκρίβεια. Οἱ γὰρ καθαρὰν ἔχοντες τὴν καρδίαν, οὐ μόνον τοὺς λο‐
30γισμοὺς, ἀλλὰ καὶ τὰ ἀποφθέγματα σεμνὰ ἔχουσιν. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, κ. τ. λ. [Ibid.] Ἑαυτὸν, οὐχὶ τὸν διδόντα· καθ’ ἑαυτοῦ δέχεται· λαμβάνει τὴν μάχαιραν· πολλὰ γὰρ ἀναγκά‐ ζεται πονηρὰ πράττειν. —Οὐ μόνον γὰρ δεῖ μὴ
35λαμβάνειν, ἀλλὰ καὶ μισεῖν· οὐδὲ γὰρ ὁ μὴ λαμβά‐ νων ἤδη καὶ μισεῖ. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Εἶπε φάρμακα τραυμά‐ των· εἶπε καὶ ὁδὸν δι’ ἧς οὐδὲ τραύματα ἔσται· οὐχ
40ἁπλῶς δὲ εἶπε καθαίρονται, ἀλλ’ ἀποκαθαίρονται. Ἢ οὕτως· Χρὴ γὰρ μὴ μόνον ἐλεεῖν, ἀλλὰ καὶ εἰδέ‐ ναι τὸν ἐντειλάμενον σώζειν πίστιν ὀρθήν. Καρδίαι δικαίων μελετῶσι πίστεις. Ἡ τῆς τοιαύτης καρδίας μελέτη ἐνώπιόν ἐστι τοῦ
45Θεοῦ· διὸ καὶ πίστις τὸ μελετώμενον· ὧν ἐστερημέ‐ νος ὁ ἀσεβὴς, ἀπὸ πονηρᾶς καρδίας προσφέρεται λόγος· Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. [Cod. f. 68 b.] Ἀφοσιώσαντες γὰρ ἑαυτοὺς τῷ Θεῷ, μεσιτεύουσι καὶ ἑτέρους φίλους Θεῷ γενέσθαι. Αὐτῇ

64

.

705

(50)

γὰρ ἔγνωσαν τῇ πράξει τὸ οὐ ποιήσεις μάχην, εἰρη‐ νεύσεις δὲ μαχομένους. Μακρὰν ἀπέχει ὁ Θεὸς τῶν ἀσεβῶν. [Ibid.] Μακρὰν οὐ τόπῳ ἀλλὰ γνώμης ἐναντιότη‐ τι· ὡς δὲ ἐγγὺς οἱ δίκαιοι τοῦ Θεοῦ, πρόδηλον ὡς οὐ
55τόπῳ, εὐχόμενοι ἀκούονται· Κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης. Κατ’ ἀρετήν τις προκόπτων, ἐπὶ
κρεῖττον ἀπ’ ἀρετῆς διαβαίνει· ὑπερβαίνοντος δὲ, τὸ706

64

.

708

μηδὲ ὅλως εἰδέναι, ἀλλ’ ὑπερβαίνειν ἐξ ἑτέρων εἰς ἕτερον. Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ. [Cod. f. 68 b.] Ἤτοι ἣν ἀκούῃ, ἢ ἢν αὐτὸς ἑαυτῷ
5περιποιεῖται. Ἐπιῤῥώννυσι δὲ τὰ εὔτονα τῆς ψυχῆς θεωρήματα. Φόβος Κυρίου παιδεία καὶ σοφία. [Cod. f. 69 a.] Ὁ τοῦ Θεοῦ γὰρ φόβος κατορθοῖ τὸν βίον, τόν τε πρακτικὸν καὶ τὸν θεωρητικόν. Ταύτῃ δὲ τῇ παιδείᾳ, ἡ σοφία τὸ τῆς δόξης αἴτιον ἀποκριθήσεται,
10ἤτοι συναντήσεται, ἢ εὑρήσει αὐτὴν, ἢ καὶ ἀφορι‐ σθήσεται. ΚΕΦΑΛ. Ιϛʹ. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ, φανερὰ παρὰ τῷ Θεῷ.
15 [Cod. f. 69 a.] Ἀντὶ τοῦ λαμπρὰ, δῆλα ὡς ὄντα φῶς· ὡς γὰρ αὐτοῦ ὁρῶντος ἅπαντα πράττει· οὐ μι‐ κρὰν ὁδὸν δείκνυσιν ἡμῖν κατορθωμάτων τὴν ταπει‐ νοφροσύνην. Οὐ γάρ ἐστι συντετριμμένον ἄνθρωπον μὴ μεγάλα κατορθοῦν. Τῶν γὰρ ὑπερηφάνων τὰ
20ἔργα, οὐ βούλεται εἰδέναι. Οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Τουτέστιν ἐν κινδύνοις οὐ στήσονται. Ἢ ἡμέραν κακὴν τῆς κρίσεως λέγει, Χειρσὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται. Πράξεις πρά‐ ξεσι συνάπτων ἀδίκως, σειραῖς τῶν ἑαυτοῦ ἁμαρτη‐
25μάτων σφιγγόμενος κολασθήσεται. —[Cod. f. 69 b.] Ἐπιθυμήσας γὰρ σοφίας, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν· εἰ δὲ ὁδὸς γνώσεως ὁ Θεὸς, ἀρχὴ ταύτης ὁ νόμος παιδαγωγὸς ἡμῶν γενό‐ μενος εἰς Χριστόν· μή ποτε δὲ καὶ ἡ θεωρία ἐστίν.
30Τὸ ποιεῖν δίκαια, δεκτὸν παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Ὁ ζητῶν τὸν Κύ‐ ριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης. Ὁ ζητῶν γνησίως τὸν Κύριον, κατορθώσει βίον θεωρητικὸν
35καὶ πρακτικόν. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑ‐ ρήσονται εἰρήνην. Τουτέστιν ἐν γαλήνῃ διαναπαύ‐ σονται παθῶν, ἐν ἀταραξίᾳ βιώσουσιν. Φυλάσσεται ἀσεβὴς εἰς ἡμέραν κακήν. Τουτέστιν εἰς κίνδυνον χαλεπὸν, εἰς περίστασιν. Καὶ διὰ τί μὴ ἀναιρῇ, λέγει
40Παῦλος; Ἵνα ἡ μακροθυμία φανῇ· ἔστω τις κακός· ἂν μὲν μεταβάληται, ἐκέρδανεν· ἂν δὲ ἐπιμείνῃ κα‐ κὸς, πάλιν ὠφέλησεν ἑτέρους, μείζονος τιμωρίας παρασχὼν ὑπόθεσιν. Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίου.
45[Ibid.] Κἂν στῆσαι βουληθῇ καὶ ὑπὸ κανόνα ἀγα‐ γεῖν τὸ δίκαιον ἥδεται, ἐπιῤῥεπής ἐστιν ὁ Θεὸς πρὸς τὸ δίκαιον, οὐκ ἀκριβής· οὐ γὰρ ἀξίαν τῶν ἡμαρτη‐ μένων ἐπάγει ποινήν. Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά. Καὶ τῷ Θεῷ καὶ τῷ συνετῷ βασιλεῖ βδελυκτός

64

.

708

(50)

ἐστιν ὁ ποιῶν κακά. Τοῦτο γὰρ διορθωτικὸν βασι‐ λέως· εἰ βασιλεὺς εἶ, τὸν βασιλέα, φησὶ, μιμοῦ. Εἰ δὲ οὐ μιμῇ, οὐκ εἶ βασιλεύς· οὐ γὰρ ἰδιώταις δικάζεται μόνον, ἀλλὰ καὶ τοῖς βασιλεῦσιν αὐτοῖς. Δεκτὰ βα‐ σιλεῖ χείλη δίκαια. Εἶπεν οἷον δεῖ τὸν βασιλέα εἶναι·
55λέγει καὶ περὶ τῶν ὑπηκόων, πῶς αὐτὸν φοβεῖσθαι χρή· Ἐν φωτὶ ζωῆς, υἱὸς βασιλέως. Τουτέστιν
ἐν ἀγαθοῖς πολλοῖς, ἐν εὐπραγίᾳ· Οἱ δὲ προσδεκτοὶ708

64

.

709

αὐτῷ, ὥσπερ νέφος ὄψιμον. Ἀντὶ τοῦ, ἡδεῖς, θαυ‐ μαστοί. Ὄψιμον δὲ νέφος οἱ ἐγγὺς τῆς παρουσίας πιστεύσαντες· ταῦτα δὲ λέγειν ἐμοὶ δοκεῖ, μὴ ἐπιτί‐ θεσθαι τυραννίδι, ἀλλ’ ἐᾷν κατὰ γένος τὰ τῆς διαδο‐
5χῆς. Νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου. Τὰ μικρὰ νοήματα τοῦ Χριστοῦ αἱρετώτερα τῆς ὑπερ‐ ηφάνου παιδείας τῶν ἔξω· ἢ τὰ κυήματα τῆς σοφίας τοῦ Θεοῦ, αἱρετώτερα τῆς τοῦ κόσμου σοφίας. Πρὸ συντριβῆς ἡγεῖται ὕβρις.
10 [Cod. f. 70 b.] Ἡ συντριβὴ σημαίνει ποτὲ μὲν τὴν ἁμαρτίαν, πῆ δὲ τὴν τιμωρίαν· ἔστι δὲ ὅτε ἀμφό‐ τερα. Μὴ οὖν ὑβρίσῃς, τουτέστι μὴ ἁμαρτήσῃς, ἵνα φύγῃς τὴν τιμωρίαν. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως. Βέλτιόν φησι ταπεινὸν εἶναι μετὰ
15πενίας, ἢ πλούσιον μετὰ ὕβρεως· καίτοι ἐκεῖνα ἀμ‐ φότερα ἐλεεινὰ καὶ ἄθλια· ἀλλὰ ταῦτα βελτίω, φησίν. Ἢ κρείσσων ὁ μετ’ ὀλίγης γνώσεως κρατῶν τῶν πα‐ θῶν, ἢ ὃς οἶδε διαιρεῖν λόγους μετὰ κακῶν καὶ ὑπερηφάνων λογισμῶν.
20 Τοὺς σοφοὺς καὶ φρονίμους, φαύλους καλοῦ‐ σιν· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. [Cod. f. 70 b.] Τάχα ἡ φρόνησις, τῆς σοφίας δοκεῖ πλείων εἶναι· ἢ σοφοὺς, τοὺς ἔξωθεν σοφοὺς φησὶ, τοὺς ἐν ἐπιστήμῃ τινί· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, οἱ κό‐
25λακες πλέον τῶν σοφῶν συγκροτηθήσονται, καὶ πλεῖον τῶν αὐτοῖς προσόντων ἀκούσονται. Ἢ καὶ οὕτως· Οὐχὶ φρόνιμοι καὶ σοφοὶ μόνον, ἀλλὰ καὶ τούτων εἴ τι τιμιώτερον ἀκούσονται. Πηγὴ ζωῆς, ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. [Cod.
30f. 71 a.] Ἔστι, φησὶ, καὶ παρ’ ἐκείνοις παιδεία, ἀλλὰ κακή. Ἢ ἔννοιαν μὲν, τὸ διαλαμβάνειν τῶν πραγμά‐ των ὡς ἔχουσιν εἶπε· παιδείαν δὲ τὸν θάνατον ἐπι‐ φέρουσαν· ἢ καὶ τὴν κακίαν τὴν ἀνεξέλεγκτον. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόμα‐
35τος. [Ibid.] Προειδὼς γὰρ οὗτος φθέγγεται. Καὶ οἱ προφῆται γὰρ ᾔδεσαν ἃ ἐφθέγγοντο, καὶ οὐκ ἐνθου‐ σιῶντες, ὥς φασι Φρύγες. Εἰ γὰρ φῶς ὁ Θεὸς, δη‐ λονότι φωτιζόμενοι ἑώρων τὰ μέλλοντα. Κηρία μέ‐
40λιτος, λόγοι καλοί. Κηρίον διὰ τὴν ἑτοιμασίαν καὶ τὴν ποιότητα· ἔχουσι γὰρ τὴν ἐκ τῆς ἀληθείας γλυ‐ κύτητα ἰωμένην ψυχάς· ἰᾶται γὰρ ψυχὴν τὸ μέλι τὸ νοητόν· ἄλλως δὲ καὶ ὁ προσηνὴς ἐν λόγοις, πᾶσιν ἡδύς· Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, κ. τ. λ. Τουτ‐
45έστιν ἀνάγκην ἐπιτίθησιν ἑαυτῷ ὥστε ἀπολέσθαι. Πολλαχοῦ γὰρ τοιοῦτον ὁ πόνος. Ἐμοὶ δὲ δοκεῖ ὅτι πονηρίαν λέγει, οἷον· ὅτι ἑαυτῷ πονηρός ἐστιν· ἢ ἀντὶ τοῦ, ὁ ὑποτάσσων τὰ πάθη, ἑαυτῷ κάμνει καὶ οὐκ ἄλλῳ, καὶ ἐξωθεῖ τὴν ἀπώλειαν σωζόμενος.

64

.

709

(50)

Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά. [Cod. f. 71 b.] Οἱ ὀρύσσοντες τὰς Γραφὰς ἑτερό‐ δοξοι οὐκ ἐπὶ τῷ μαργαρίτας εὑρεῖν, ἀλλὰ παρα‐ φθεῖραι καὶ παγίδα στῆσαι, θησαυρίζουσι πῦρ, τὴν ἐγκρύφιον κακίαν εἰς φανερὸν ἄγοντες. Οἱ τοιοῦτοι
55μικρὸν ἡγούμενοι τὸ ἑαυτοὺς μόνους εἶναι κακοὺς,
τὴν οἰκείαν κακίαν εἰς τοὺς πολλοὺς ἄγουσιν. Ἀνὴρ710

64

.

712

σκολιὸς καὶ ἄλλους τοιούτους ἐπειγόμενος ποιεῖν· διὸ καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται· ἢ σκολιὸν ἄνδρα ἔοικε λέγειν τὸν διάβολον, ὃς τοὺς ἀγαθοὺς τῆς ψυχῆς λογισμοὺς χωρίζει. Καὶ λαμπτῆρα δόλου
5πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Λαμπτῆ‐ ρα δὲ δόλου τοὺς δαίμονας λέγει, διδασκομένους παρ’ αὐτοῦ διαχωρίζειν φίλους, τοὺς διὰ τῆς γνώσεως ἀλλήλοις συναπτομένους ἁγίους· ἥτις πέφυκε συν‐ άπτειν αὐτοὺς καὶ τοῖς ἀγγέλοις.
10 Ἀνὴρ σκολιός. [Ibid.] Ὁ μέντοι διεστραμμένος, οὐ πολλοῦ δεῖται πόνου πρὸς τὸ τὴν ἀπώλειαν ἐφελ‐ κύσασθαι. Ἀρκεῖ γὰρ αὐτῷ πρὸς τοῦτο καὶ λόγος βλάσφημος εἷς· εἴη δὲ σκολιὸς ὁ στρεβλὸς, πλείους ἔχων κάμπας.
15 Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων. [Cod. f. 72 a.] Ἐσχάτη παρανομία τὸ ἀποπειρᾶ‐ σθαι καὶ δι’ ἀπάτης κλέπτειν τὸν πλησίον. Ἢ ὁ φι‐ λίαν παράνομον καὶ ἐσχηματισμένην ἔχων ἀπάγει δι’ ἀπάτης, ἐπὶ μὲν τῶν αἰσθητῶν, εἰς ἀνοδίαν· ἐπὶ δὲ
20νοητῶν, εἰς ἀπορίαν θεωρημάτων. Στηρίζων ὀφθαλ‐ μοὺς αὐτοῦ, λογίζεται διεστραμμένα. Οἷον στη‐ ρίσας ἐπὶ κακὰ τὸν ἴδιον νοῦν, καὶ τοιαύτην ἕξιν ἀναλαβὼν, οὐδὲν ὀρθὸν ἐπιλογίζεται· πρὸς δὲ ὁμοίαν ἐνέργειαν προφέρει λόγους τοὺς λογισμοὺς, φυσικὴν
25εἶναι λέγει τὴν ἡδονὴν, καὶ δεῖν ἡμᾶς ἀκολουθῆσαι τῇ φύσει. Στηρίζων δὲ ὀφθαλμοὺς, τὸ διορατικὸν ἀκο‐ νήσας εἰς τὸ κακὸν, λέγει. Φυσικὴ ἡ ἡδονή. Χρη‐ στέον αὐτῇ ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Στέφανος καυχήσεως γῆρας.
30 [Cod. f. 72 b.] Εἰκότως· οὐ γὰρ τῆς φύσεως ἦν τὸ πρᾶγμα, ἀλλὰ κατόρθωμα. Κρείσσων ἀνὴρ μα‐ κρόθυμος ἰσχυροῦ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν, ὡς μακροθυμία· παρ’ οὐδενὸς οὐδὲν πάσχει δεινόν· ἀπα‐ θής ἐστι τὴν ψυχήν. Καίτοι νομίζουσί τινες ἐν πολέ‐
35μοις, ὀργῆς δεῖν, τότε δὲ μάλιστα δεῖ κρατεῖν τῶν παθῶν. Οὐ χερσὶ γὰρ μόνον, ἀλλὰ καὶ σοφίᾳ τὸ πλέον ἀνύεται. Ἢ οὕτως· Ὁ στρατηγὸς πόλιν ἑλὼν, ἅρ‐ παγμα διέθηκεν ὡς ἠβουλήθη· ὁ δὲ τῶν παθῶν ἡνίο‐ χος, ὑποτάττει ταῦτα, ἐφ’ ὅσον ἐστὶν ἐν ζωῇ. Εἰς
40κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις. Κόλπον τὸ ἡγεμονικόν φησιν ἡ Γραφή· ὡς τό· Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ἐξ οὗ γὰρ ἡ κίνησις, εἰς αὐτὸ καὶ ἡ τιμωρία· εἰ δὲ ἔστι καὶ κόλπος ψεκτὸς, τὴν ἀγνωσίαν δηλοῖ.
45ΚΕΦΑΛ. ΙΖʹ. Κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ, κ. τ. λ. Τοῦ ἄνωθεν ἄρτου μερικὴ γνῶσις ἀμείνων, εἰρήνην παρέχουσα μετὰ τέρψεως, ἢ τὸ πλουτεῖν ἐν γνώσει ψευ‐ δωνύμων δογμάτων. Οἰκέτης νοήμων κρατήσει δε‐

64

.

712

(50)

σποτῶν ἀφρόνων. Ἢ τοῦτό φησιν, ὅτι καὶ αὐτὸς μετ‐ αξὺ τῶν ἀδελφῶν ἔσται, καὶ ὡς ἀδελφός. Ἢ ὅτι ὡς πα‐ τὴρ αὐτῶν δυνήσεται εἶναι δεσπόζων, οὐχ ὡς δεσπότης μόνον. Ἢ ἐπὶ τοῦ ἐξ ἐθνῶν λαοῦ, ὡς δοῦλος ὢν, Χριστὸς γὰρ αὐτὸν ἐξηγόρασε, τῶν εὐγενῶν καὶ δε‐
55σποτῶν Ἰουδαίων ἐκράτησεν. Ὥσπερ δοκιμάζεται712

64

.

713

ἐν καμίνῳ ἄργυρος καὶ χρυσός. [Cod. f. 73 b.] Δι’ ἀρετῆς ἀνάδειξιν, οἱ δίκαιοι προσομιλοῦσι τοῖς λυπηροῖς, καὶ διὰ κάθαρσιν τελείαν. Κακὸς ὑπ‐ ακούει γλώσσης παρανόμων. Οὐκ ἄρα τὸ φθέγξα‐
5σθαι, ἀλλὰ καὶ τὸ ὑπακούειν, παρανομίας καὶ πο‐ νηρίας ἐσχάτης. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαν‐ τα αὐτόν. [Ibid.] Τίνος ἕνεκεν; Ὅτι ὁ Θεὸς ἐποίησε πτωχὸν
10αὐτόν. Τίς δὲ οὕτως ὠμὸς, τίς οὕτως ἀπάνθρωπος, ὃς ἡνίκα κάμπτεσθαι δέει, τότε γελᾷν; Ἄρα καὶ αὐ‐ τὸς ὑπεύθυνός ἐστι τῇ τιμωρίᾳ· καί τοι ἀπόλλυται ὡς εἰς τὴν τοῦ Θεοῦ μεγάλην καὶ σοφὴν διοίκησιν ἁμαρτάνων. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ
15ἀθωωθήσεται. Εἴτε τῷ ἐκπεσόντι θείας γνώσεως, εἴτε τῷ ἀποθνήσκοντι. Στέφανος γερόντων τέκνα τέκνων. Πάλιν τὰ φυσικὰ δεικνὺς, ὅτι ἀρετῆς ἐστι τῶν πατέρων τοῦτο, οὐχ ἁπλῶς τὰ τέκνα, ἀλλὰ τὰ χρηστά. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημά‐
20των· τοῦ δὲ ἀπίστου, οὐδὲ ὀβολός. Ὁ πιστὸς μὴ σπεύδων ἐπὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις. [Cod. f. 73 b.] Ἡ ἠθικὴ παίδευσις, μισθὸς ἀρε‐
25τῶν· τοῦτο γὰρ τῶν χαρίτων. Ὁ τοίνυν κατορθῶν τὰς ἀρετὰς ἤθει πεπαιδευμένῳ, αὐτὴν ἕξει τέλος τὴν παίδευσιν. Ἢ ὁ προῃρημένος τὴν ἀρετὴν, μισ‐ θὸν καὶ χάριν ἐκ Θεοῦ, τὴν τούτων ἔχει κατόρθω‐ σιν. Ὅπου γὰρ ἡ ἐπιστροφὴ αὐτῆς, ἐκεῖ καὶ ἡ
30εὐωδία. Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν. Τὸ φιλίαν ποιοῦν ἐστι, τὸ μὴ ἐκπομπεύειν ἡμᾶς μηδὲ δημοσιεύειν τὰ ἁμαρτήματα. Ὁ γὰρ διὰ τῶν ἀρετῶν κρύπτων τὰς κακίας, φίλος γίνεται Θεῷ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἔνι μὴ ἁμαρτάνειν,
35ἑτέραν ὁδὸν ἔδωκε δι’ ἧς τὰ ἁμαρτήματα λύσομεν, καὶ τὴν ἀπ’ αὐτῶν ἀναιρήσομεν βλάβην. Ἢ διὰ με‐ τανοίας ὁ κρύψας τὰ ἄδικα, ζητεῖ φιλίαν τὴν πρὸς τὸν Θεόν. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;
40 [Cod. f. 74 b.] Οὐκ ἄρα καλὸν ὁ πλοῦτος, σο‐ φίας μὴ οὔσης· ὥσπερ εἴ τις ἵππον ἔχων, ἡνιοχεύειν οὐκ ἐπιστάμενος. Τοῦτο δὲ οὐκ ἐγκαλοῦντός ἐστιν, ἀλλ’ ἀπάγοντος τῆς σπουδῆς. Τίνος ἕνεκεν σπουδά‐ ζεις; δέον ἐκεῖνο πρότερον κτήσασθαι, ὥστε εἰδέναι
45ὡς δέον αὐτοῖς χρήσασθαι. Ὥσπερ ἄν τις ἰδὼν τινὰ πλοῖον κατασκευάζοντα λέγῃ· Διὰ τί τόδε τὸ πλοῖον; οὐκ ἐγκαλοῦντος ἐστίν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Τουτέστιν οὐκ ἐν εὐφροσύνῃ μόνον ἐπιτήδειος, ἀλλὰ καὶ ἐν θλίψει, καὶ ἐν ἱλαροῖς, καὶ

64

.

713

(50)

ἐν δυσχερέσι· καὶ τοῦτο μᾶλλον ἢ ἄλλο. Ἢ τοῦτό φησιν· Εἰ ποιεῖς φίλους, τοιούτους ποίησαι, ὡς εἰς πάντα καιρὸν ὑπάρχειν. Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. [Cod. f. 75 a.] Οὐκ ἀπὸ τῆς φύσεως δεῖ μόνης
55τὸν ἀδελφὸν δοκιμάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργε‐
σίας καὶ τῆς διαγωγῆς, καὶ τοῦ παρεστάναι μυ‐714

64

.

716

ριάκις. Διὰ τοῦτο γὰρ γεννῶνται, φησὶν, ἵνα κοινω‐ νήσωσί σοι συμφορᾶς· ὥστε ὁ μὴ τοῦτο ποιῶν, οὐδὲ τῆς προσηγορίας ἐπάξιος. Οἱ τοῦ αὐτοῦ πνεύμα‐ τος κοινωνοὶ, ἀνάγκαις τοῦ ὁμογενοῦς ἀντιλαμβα‐
5νέσθωσαν. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ· ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. [Cod. f. 75 b.] Ὁ ἑτέρῳ ἐπιχαίρων, ἑαυτῷ ἐπιχαίρει· χαλεπώτερον τὸν δικαστὴν ποιεῖ. Καὶ
10τούτου μειζόνως ὁ ἐγγυώμενος. Ὁρᾶς; Οὐχ ἁπλῶς φησιν, ἀλλὰ τοὺς ἑαυτοῦ φίλους, οὐ τοὺς ἐχθρούς. Τίνος δὲ ἕνεκεν παρακελεύεται; Οὔπω ἦσαν ἱκανοὶ ἀκούειν, ὅτι καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν δεῖ· ἵν’ οὖν μὴ παράβασις ᾖ τοῦ νόμου, ἐν τῇ φιλίᾳ μετρεῖ τὸ
15πρᾶγμα. Ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγα‐ θοῖς. Διὰ τί; Ὡς μέλλων συσκιάζειν αὐτοῦ τὰ δεινά. Ἀνὴρ εὐμετάβολος γλώσσῃ. Ὥστε κακὸν τὸ μὴ πεπηγέναι, μήδε ἐστηρίχθαι. Οὐκ εὐφραίνεται πατὴρ ἐφ’ υἱῷ ἀπαιδεύτῳ. Τί οὖν; Οὐχ ὁρῶμεν
20πολλοὺς εὐφραινομένους; Οὐχί. Οὐκ ἔχει τὸ πρᾶγμα φύσιν. Οὐδὲν ἄρα φύσις, ἀλλ’ ἡ σοφία· εἰ γὰρ υἱὸς οὐκ εὐφραίνει, δηλονότι διὰ τὸ μὴ μετέχειν σοφίας, ὁ δὲ φρόνιμος εὐφραίνει, οὐκ ἄρα τῆς φύσεως. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ.
25 [Cod. f. 76 b.] Πολλὴν ὑπὲρ τούτου ποιεῖται σπουδήν· καὶ γὰρ τοῦτο κακία, ἡ βαρυθυμία. Λαμ‐ βάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦν‐ ται ὁδοί. Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα, οὐ κατευοδοῦνται αἱ ὁδοί. Τὰ γὰρ ἐμπαθῆ καὶ
30αἴσχιστα νοήματα τὰ παρὰ τῶν δαιμόνων ἡμῖν προσ‐ φερόμενα, δῶρα ἐκάλεσε. Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα τῆς γῆς. Ὁρᾷς πῶς ἐκεῖνο δείκνυσι ἐν θυμῷ φυλαττόμενον, τοῦτο δὲ ἐπτοημένον καὶ κεχηνὸς,
35πάντα περιβλεπόμενον; Ἢ ὅτι ὁ μὲν ὁρᾷ μετὰ συν‐ έσεως, ὁ δὲ μὴ ἀρκούμενος τοῖς ἐν ποσὶ, πανταχοῦ τὴν διάνοιαν ῥέπει ῥεμβόμενος. Οὐ διὰ τοῦτο ἔχομεν ὀφθαλμοὺς, ἵνα πᾶσιν αὐτοὺς τοῖς πονηροῖς σώμασιν δεικνύωμεν, ἀλλ’ ἵνα αὐτοὺς χαλινώσωμεν, ἵνα
40αὐτοῖς ὅρον θῶμεν καὶ μέτρον· ἐπ’ ἄκρα δὲ γῆς, ἀντὶ τοῦ, ἐν ἄκρᾳ κακίᾳ. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλόν. [Cod. f. 76 b.] Ἐπειδὴ μάλιστα ἐκεῖνοι τοῦτο πάσχουσι· τοῖς δὲ ἄλλοις, δίκαιον οὔ· τὸν δὲ ἄδικον
45χρὴ ζημιοῦν καὶ σφόδρα. Οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ἔστι καὶ δυνάστην εἶναι δί‐ καιον. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπι‐ γνώμων. [Ibid.] Ῥῆμα σκληρὸν ὠνόμασε τὸν λογι‐ σμὸν τὸν κινοῦντα τὸν θυμὸν, ἢ λόγον τὸν εἰς τοῦτο

64

.

716

(50)

κινητικόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται. Ὅταν ἀμαθὴς καὶ ἄπειρος, περὶ σοφῶν λόγων ἐρωτᾷ ἢ πραγμάτων, νομίζεται σοφὸς, κἂν ἀνόητός τις ἐξ ἀμαθίας γένηται· οὐκ ἀρκεῖ τοῦτο
εἰς σοφίαν αὐτῷ λογισθῆναι.716

64

.

717

ΚΕΦΑΛ. ΙΗʹ. Ὕδωρ βαθὺ, λόγος ἐν καρδίᾳ ἀνδρός· ποτα‐ μὸς δὲ ἀναπηδῶν, πηγὴ ζωῆς. [Cod. f. 77 a.] Τὸ βαθὺ, ἀντὶ τοῦ, πολύ· καὶ
5δύναται πολλάκις καὶ ποταμοὺς ἀνενεγκεῖν ἀνθ’ ἑνός· ἢ τοῦτό φησιν, ὅτι φυλάττει ἑαυτὸν καὶ ἐν βάθει κατέχει. Ὡς γὰρ ἄμετρον ὕδωρ, οὕτως ἐν καρ‐ δίᾳ ἀνδρὸς τοῦ κατὰ Θεὸν λόγος ἀκατάληπτος. Λόγον δὲ νῦν, τὴν γνῶσίν φησιν. Ὁ γὰρ τοιοῦτος τοὺς
10Ἰησοῦ λόγους ἀκούει, οὗ ἐν τῇ καρδίᾳ γίνεται πηγὴ ὕδατος ἁλλομένου. Ἀναπηδῶν δὲ ἀντὶ τοῦ ἀνομβρῶν, ἄρδων τὰ ὑποκείμενα, καὶ εἰς καρποφορίαν προκα‐ λούμενος. Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. [Cod. f. 77. b.] Κἂν ἐν ἀξιώματι ᾖ, κἂν πιθα‐
15νότητι λόγων κρύπτῃ τὸ δίκαιον. Θαυμάζει πρόσωπον ἀσεβοῦς, καὶ ὁ τὴν ἐνυπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται.
20 [Ibid.] Λογισμοὶ ἄφρονος, καὶ λόγοι ἄγουσιν αὐτὸν εἰς κακὰ ψυχῆς τε καὶ σώματος. Εἰ δὲ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ἄρα ὁ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς. Ἡ γὰρ θρασύτης ἡμᾶς ὄντως χωρίζει ἀπὸ τοῦ εἰπόντος, ἐγώ εἰμι ἡ ζωή·
25καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή. Ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραΰτης. Ὀκνηροὺς καταβάλλει φό‐ βος· ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. Τῶν ὀκνηρῶν καὶ ἀνάνδρων· ψυχαὶ δὲ ἀνδρογύνων τῶν
30ἐκκεχυμένων, τῶν μαλακῶν. Ὁ μὴ ἰώμενος αὑτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, κ. τ. λ. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐκ τῶν ἁμαρτιῶν αὑτοῦ ἐν τοῖς ἔργοις τοῖς παρὰ Χριστοῦ δοθεῖσιν αὐτῷ, ἀδελφός ἐστι τοῦ δια‐ βόλου τοῦ γινώσκοντος τὰς κολάσεις καὶ λυμαινο‐
35μένου ἑαυτὸν εἰς αὐτάς. Καὶ ὁ Παῦλός φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος χρήσι‐ μον τῷ Δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος φα‐ νερὸν τὸ ὄνομα Κυρίου, κ. τ. λ. Τουτέστι δήλη αὐτοῦ ἡ γνῶσις. Οὐ χρεία διδασκαλίας, φανερὸν
40τὸ ὄνομα Κυρίου, τοῦ Θεοῦ ἡ δύναμις. Καὶ δῆ‐ λον κἀντεῦθεν, ἐκ τοῦ τοὺς προστρέχοντας αὐτῷ ὑψοῦν. Ὕπαρξις πλουσίου ἀνδρὸς, πόλις ἰσχυρά. [Cod. f. 56 b.] Ὃ λέγει, τοιοῦτον ἔστιν· Οὐκ
45ἀρκεῖ ὁ πλοῦτος αὐτοῦ καθ’ ἑαυτὸν σῶσαι τὸν ἔχοντα, ἀλλὰ δεῖ πόλεως ἰσχυρᾶς καὶ δόξαν ἐχού‐ σης· ἐν γὰρ ἀσφαλείᾳ καθίστησι καὶ ἡ δόξα. Ἢ οὕτως· Ἡ ὕπαρξις τῶν δικαίων, καὶ πᾶς ὁ θησαυ‐ ρὸς αὐτῶν, ἡ ἄνω Ἱερουσαλήμ· ἐκεῖ γὰρ θησαυρί‐

64

.

717

(50)

ζουσι τὰ νῦν ἔργα αὐτῶν. Πρὸ συντριβῆς ὑψοῦ‐ ται καρδία ἀνδρός. Ὁρᾷς πῶς ἡ δόξα φορτικὸν, καὶ καλὸν ἡ συντριβή; Ὥσπερ, φησὶ, τῇ ὑπερ‐ ηφανίᾳ ἕπεται ἡ συντριβὴ, οὕτω τῇ ταπεινώσει δόξα· οὐ δυνατὸν γὰρ πεσεῖν τὸν μὴ ὑψηλοφρονήσαντα·
55ἐπεὶ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον
δὲ ἄνδρα τίς ὑποίσει; Τοῦτό φησιν, ὅτι θυμοῦ χεί‐718

64

.

720

ρων ἡ ὀλιγοψυχία. Ἐκεῖνον γὰρ καὶ οἰκέτης, ὁ παῤῥησίαν οὐκ ἔχων ἐξουσίας, δύναται παραμυ‐ θήσασθαι· τοῦτον δὲ οὐχί. Ἢ ὥσπερ πάρδαλις ἀπο‐ ρουμένη λέγεται ὁ Κύριος πρὸς τοὺς ἁμαρτάνοντας,
5καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτως καὶ ὀλιγόψυχος ἐπὶ τοῖς πλημμελοῦσιν. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν. [Cod. f. 79 a.] Ὅτι ἐὰν καὶ οὗτος ἱλαρὸς ᾖ πρὸς τὸ διδόναι, καὶ ἐκεῖνος μὴ πρόχειρος ᾖ πρὸς τὸ λα‐
10βεῖν, οὐδὲν ἔσται δεινόν. Ἢ, οὐ στενοχωρηθήσεται ὁ διδοὺς πένησιν, ὡς εἷς δὲ τῶν δυναστῶν ἔσται. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Προήρ‐ πασεν, φησὶν, αὑτοῦ τὴν πρᾶξιν, ᾠκειώσατο τὸν δικαστήν· οὐδὲν γὰρ οὕτως ὡς ἄρνησις παροξύνειν
15εἴωθεν. Οὐ μετὰ τοῦ αὐτοῦ σχήματος ἐρεῖ. Ὥστε καὶ τῷ προφθάσαι ὁμολογῆσαι, καὶ τῷ μετὰ τοῦ οἰκείου συνειδότος αὐτὰ ἀπαγγεῖλαι, ᾠκειώσατο. Ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει πράγματα. Ἢ τοῦτο φησίν· Καὶ ἐν αὐτοῖς
20τοῖς δυνάσταις ἰσχὺν ἔχει τὰ χρήματα. Τοῦτο γὰρ κλῆρος. Ἢ ὅτι καὶ οἱ ἄρχοντες οὐκ ἔχοντες τὸν δικάζοντα, κλήρῳ πείθονται τῷ διακληροῦντι αὐτοῖς τὰ πατρῷα· καὶ τὴν προσδοκωμένην δὲ ἀντιλογίαν ὁ Ματθαίου κλῆρος ἔπαυσε, καὶ δυνατοῖς ἐπέταξε
25τοῖς ἀποστόλοις. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ τεθεμελιω‐ μένον βασίλειον. [Cod. f. 79 b.] Ὁμοφρονοῦντες οἱ Χριστοῦ
30μαθηταὶ, ἀδελφοὶ ἦσαν, καὶ ὡς μυρίοις ἕρκεσιν ἠσφαλισμένον βασίλειον ὀχυροὶ ἦσαν· εἷς ὑφ’ ἑνὸς βοηθούμενος· ἦσαν γὰρ ὁμοφροσύνη· καὶ τὸ ἕνα ὑφ’ ἑνὸς βοηθεῖσθαι, ὀχυρωτέρους αὐτοὺς ἀπεργάζεται. Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοι‐
35λίαν. Λόγων αἰσθητῶν μὴ πληρούντων κοιλίαν, ἀνάγκη τῶν πνευματικῶν τροφῶν τὸ δοχεῖον νοεῖν· ἣν οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ’ ἀνὴρ πληροῖ. Θάνα‐ τος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. Θάνατος δὲ γλώσ‐ σης, ὅτε φθέγγεται τὰ κακὰ, ἀφιεῖσα τὸν τοῦ
40Θεοῦ νόμον, ζωὴ δὲ πάλιν ὅτε ὀρθὰ προφέρει τὰ δόγματα. ΚΕΦΑΛ. ΙΘʹ. Πλοῦτος προστίθησι φίλους πολλούς. [Cod. f. 80. b.] Ἢ πλούσιον ἐνταῦθα τὸν συνετόν
45φησι, πένητα δὲ τὸν ἐναντίον. Ἢ εἰ μὴ τοῦτο, συμ‐ βαῖνον πρᾶγμα λέγει οὐκ ἐπαινῶν, οὐδὲ ἀποδεχό‐ μενος, ἀλλ’ ἀρκούμενος τῇ κατηγορίᾳ ταύτῃ, ὡς αὐτόθεν ὄντος δήλου. Πολλοὶ θεραπεύουσι πρόσ‐ ωπα βασιλέων. Ἐνταῦθα παιδεύει, καὶ ἀπάγει

64

.

720

(50)

τοὺς θεραπευομένους μὴ θεραπεύεσθαι ὑπὸ πονη‐ ρῶν. Ὄνειδος δὲ ἐπ’ αὐτῷ ἔσται, φησί· κἂν χρήματα δῷ, μόνον θεραπεύει· κἂν ἀργύριον ἐπιδῷ, ἐπονεί‐ διστος ἔσται. Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Εἰ γὰρ ἔνθα ἡ φύσις
55ἐκέλευσεν οὐ πείθεται, πολλῷ μᾶλλον ἐπ’ ἄλλων μακρὰν φιλίας. Ὃς δὲ ἐρεθίσει λόγους, οὐ σωθή‐ σεται. [Cod. f. 81 a.] Οἱ ἐμπαθεῖς λογισμοὶ
ἐρεθίζουσι τὴν ψυχὴν πρὸς πᾶν εἶδος κακίας, τοῦ720

64

.

721

μὴ σωθῆναι τὸν ἄνθρωπον. Ὁ κτώμενος φρόνη‐ σιν, ἀγαπᾷ ἑαυτόν. Ὁ κτώμενος φρόνησιν, ἀγα‐ πᾶσθαι ἑαυτὸν ποιεῖ ὑπὸ Θεοῦ καὶ τῶν ἀγγέλων. Ὃς δὲ φυλάσσει εἰς τέλος τὴν φρόνησιν, εὑρήσει
5ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καθά φησι Παῦλος. Οὐδεὶς γὰρ ἐγκληθήσεται ἀγαθὸς, μὴ εὑρὼν ταῦτα ἀγαθά.
10 Ἐλεήμων ἀνὴρ, μακρόθυμος, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. [Cod. f. 84 b.] Ἢ τοῦτό φησιν, ὅτι μακροθυ‐ μοῦντος, καυχῶνται οἱ παράνομοι· ἢ ὅτι καθ’ ἑαυ‐ τῶν καυχῶνται οὗτοι· οὐδενὸς γὰρ ἑτέρου ἔστιν κατα‐
15καυχᾶσθαι, ἢ τῶν παρανόμων τοῦ μακροθύμου. Τῷ θέλειν γὰρ παράκειται ἐνεργεῖν. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. [Ibid.] Ἀπὸ κακῆς αἰ‐ τίας οὐ δέχεται προσφορά· καὶ ψυχῆς ἀκαθάρτου ἡ κατάστασις, ἀπρόσδεκτος· Παρὰ Κυρίου ἁρμόζεται
20γυνὴ ἀνδρί. [Cod. f. 82 a.] Ἢ τοῦτό φησιν, ὅτι τοῦ Θεοῦ ἐστι τὸ καταστῆσαι τὸν γάμον· πολλῷ γὰρ μεῖζον τοῦτο ἐκείνου, χρημάτων λέγω· ἢ αὐτὸν τὸν γάμον φησὶ καὶ τὸ πρᾶγμα, ἢ μέγα δεῖξαι βουλόμε‐ νος τὸ γυναικὸς ἐπιτυχεῖν ἀγαθῆς. Ὃς φυλάσσει
25ἐντολήν. Ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν αἱ ἐντολαὶ, λέγονται μαρτύρια. Διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς, ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ, οὐκ ἀτιμώρητος ἔσται. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν.
30 [Ibid.] Κἂν γὰρ μὴ εὐθέως ἀπολάβῃς, μὴ θορυ‐ βοῦ. Ὅσον ἀναβάλλεται, τοσοῦτον τὸν τόκον αὔξει· κατὰ δὲ τὸ δόμα αὐτοῦ, οἷον ἐὰν πολὺ ᾖ, πολύ· ἐὰν ὀλίγον, ὀλίγον. Τὸ δὲ πολὺ καὶ ὀλίγον, οὐ τῷ μέτρῳ τῶν διδομένων ὁρίζεται. Ἢ Θεῷ δανείζει ὡς οἰκειου‐
35μένου Θεοῦ τὰ εἰς ἐκεῖνον διδόμενα. Κατὰ δὲ τὸ δόμα, οἷον κατὰ τὴν διάθεσιν τοῦ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· οὐ γὰρ τὰ διδόμενα, ἀλλὰ τὴν διάθεσιν· Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται. Ζημιωθή‐ σεται αἴσθησιν καὶ γνῶσιν. Ὁ δὲ τῆς κακίας ἑτέροις
40μεταδιδοὺς, καὶ τὴν φυσικὴν παρὰ Θεοῦ ἔννοιαν ζημιωθῇ, εἰς ἀλογίαν καταπεσών. Ἄκουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ’ ἐσχάτων σου. [Cod. f. 82 b.] Πατέρα ἐνταῦθα τὸν Θεόν φησι·
45παιδείαν δὲ τὴν πρὸς τὰς ἐντολὰς αὐτοῦ πολιτείαν καὶ ἐπίγνωσιν δηλοῖ. Τὸ δὲ, ἐπ’ ἐσχάτων, οὐ τὸν χρό‐ νον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Καρπὸς ἀνδρὸς ἐλεημοσύνη. [Cod. f. 83 a.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον,

64

.

721

(50)

ἢ γνῶσιν ἐψευσμένην. Αὐλισθήσεται ἐν τόποις. Τουτέστι περιιὼν πανταχοῦ, τοιοῦτον ἕξει τόπον. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὑτοῦ χεῖρας ἀδίκως. Τουτέστιν ὁ ἁρπάζων καὶ κλέπτων, ἄκαρπος ἔσται·
ἀλλὰ καὶ ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐ‐722

64

.

724

τοῦ τὰς χεῖρας ἀδίκως. Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἔχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπ’ οὐρανῶν· οὐ δύναται οὖν οὐδὲ τὴν ἀρχὴν, οὔτε ὠφεληθῆναι ὀκνηρὸς ὤν. Ἐὰν δὲ
5ἐλέγχῃς ἄνδρα φρόνιμον. Ἐλέγχει δέ τις φρόνιμον ἢ ἐπιτιμῶν, ἢ τῶν λόγων προσφέρων τὰς ἀποδεί‐ ξεις. Οὐδὲ τῷ στόματι οὐ μὴ προσενείκῃ αὐτάς. Ὅρα αὐτοῦ τοῦ σχήματος τὸ ἀκαταγέλαστον. Ὁ ἀτιμάζων πατέρα, ἐπονείδιστος ἔσται.
10 [Ibid.] Ἀκαθάρτους ἐν ψυχῇ γεννᾷ λογισμοὺς, ὁ μὴ τὰς ἐντολὰς τηρῶν τοῦ ἐπὶ πάντων πατρὸς, ἀλλ’ ἀπολιπὼν ἑαυτὸν ἐξ αὐτῶν. Ὁ ἐγγυώμενος παῖδα ἄφρονα, καθυβρίσει δικαίωμα· τὴν ἐγγύην δι‐ καίωμα καλῶν, ἢ τὴν φιλανθρωπίαν αὐτήν· ἢ ἀντὶ
15τοῦ, εἰς τὸν νόμον αὐτὸν ἐμπαροινεῖ. Στόμα δὲ ἀσε‐ βῶν καταπίεται κρίσεις. Εἰσὶ γὰρ αὐτοκατάκριτοι μὴ ἔχοντες ἀπολογίαν δι’ ἣν ἥμαρτον· καταπίνουσι κρίσεις καὶ οἱ φάσκοντες μὴ εἶναι κρίσιν. ΚΕΦΑΛ. Κʹ.
20 Μέγα ὁ ἄνθρωπος, κ. τ. λ. [Cod. f. 44 a.] Μέγα ὁ ἄνθρωπος καθ’ ὃ κατ’ εἰκόνα Θεοῦ ἐγένετο· εἰ δὲ προσλάβοι τὸ πρακτικὸν, ἐν ᾧ τὸ ἐλεεῖν, ἀνὴρ τίμιος γίνεται· τὸν δὲ ἐν πίστει καὶ ἐπιστήμῃ τοῦτο ποιοῦντα, ἔργον εὑρεῖν. Μακα‐
25ρίους τοὺς παῖδας αὑτοῦ καταλείψει. [Cod. f. 84 b.] Ὁ φυλάσσων τὰ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώ‐ πους δίκαια, τοὺς ἀκούοντας αὐτοῦ καὶ ἑαυτὸν σώ‐ σει. Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Διττὴ ἡ κακία ἀπεναντίας τῇ ἀρετῇ· ἧς ἡ μὲν, θεω‐
30ρητικὴ, ἡ δὲ πρακτική· τὸ δὲ τίς, ἐπὶ τοῦ σπανίου· σπάνιον γὰρ εὑρεῖν τινα πράξει καὶ θεωρίᾳ καθαρόν. Σημαίνει καὶ τὸ ἀδύνατον· ὡς ἐν τῷ, Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Σημαίνει καὶ πεῦσιν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Δηλοῖ καὶ τὸ
35ἄτομον· ὡς τό· Ἄνθρωπός τις ἦν εὐγενής. —Στά‐ θμιον μέγα καὶ μικρόν. [Cod. f. 85 b.] Διάθεσις δολερὰ, λόγον ἔχουσα χρηστὸν, καὶ πρᾶξιν ἀκάθαρ‐ τον. Ἢ παντὸς πράγματος ὑπερβολὴ καὶ ἔλλειψις. Παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί.
40 [Ibid.] Οὐ δύναται θνητὸς, τουτέστιν ἁμαρτωλὸς, ἐννοῆσαι τὰς ὁδοὺς Κυρίου· ἐπειδὴ θνητὸς ὢν, οὐ συναπέθανε καὶ συνέζησε τῷ Χριστῷ. Πρὸς γὰρ τὴν βασιλείαν τῶν οὐρανῶν τοῦ πορευθῆναι, παρὰ Κυ‐ ρίου εὐθύνεται τὰ διαβήματα ἀνθρώπου. Φῶς Κυ‐
45ρίου, πνοὴ ἀνθρώπων, καὶ λύχνος ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας. [Cod. f. 86 a.] Τοῦτο λέγει, ὅτι οὐδὲν αὐτῷ σκοτεινὸν ἔνδον. Ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ, ἡ ἐρευνωμένη αὐτῷ, φῶς ἐστι τῷ Θεῷ, ὥσπερ ἂν εἰ αὐτὴ παραφανείη καὶ ἅπτοι λύχνον. Τὸ τοῦ Κυρίου

64

.

724

(50)

φῶς, ζωῆς αἴτιον τοῖς λογικοῖς· Ἡ ζωὴ γὰρ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἑξῆς ἐμπνεύσας εἰς τὸ πρόσ‐ ωπον τοῦ ἀνθρώπου ὁ Θεὸς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· ᾧ φωτὶ κατάλληλος λύχνος ἐρευνᾷ τὰς κε‐
κρυμμένας νόσους, φωτίζων. Λύχνος δὲ καὶ ὁ νόμος,724

64

.

725

παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν. Ἐλεημο‐ σύνη καὶ ἀλήθεια περικυκλώσουσιν ἐν δικαιο‐ σύνῃ τὸν θρόνον αὐτοῦ. Ὅπου γὰρ ἀλήθεια καὶ δικαιοσύνη, οὐδὲν ἄδικον. Ὁ ταύτας οὖν ἔχων,
5φυλάττεται ὑπ’ αὐτῶν. Κόσμος νεανίαις, σοφία, Καὶ ποία οὖν δόξα τῆς φύσεως ἔστι; Ποῖος δὲ πρεσ‐ βύτερος τοῦτο οὐκ ἔχει; Ἢ τοῦτό φησιν· Ὥσπερ τοῦτον ἡ πολιὰ ποιεῖ αἰδέσιμον, οὕτως ἐκείνους ἡ σοφία. Ὑπώπια καὶ συντρίμματα συναντᾷ κα‐
10κοῖς. Οὐχὶ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὴν καρδίαν πλήττονται οἱ κακοί· αὕτη μὲν γὰρ καὶ θεραπευθῆ‐ ναι δύναται, ἐκείνη δὲ οὐχί. Ἐν γὰρ τοῖς ταμιείοις ἐστίν. Ἢ ὅτι καθάπτονται αὐτῶν αἱ τιμωρίαι μέχρι βάθους ψυχῆς· τοῦτο γὰρ ταμιεῖα κοιλίας. Ἕξεις δὲ
15νῦν μοχθηραὶ, ταμιεῖα· καὶ διὰ γνώμην γὰρ κολα‐ στέος ὁ φαῦλος. ΚΕΦ. ΚΑʹ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ.
20 [Cod. f. 86 b.] Ἐπεὶ πολλὰ περὶ βασιλέων δι‐ ελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔ‐ κολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ· καίτοι οὐδεὶς ἂν αὐτὸν ἐκκλίνειε διὰ τὸ τῆς ἀρχῆς μέγεθος. Ἢ οὕτως·
25Τὴν ἐν χειρὶ Θεοῦ καρδίαν, τουτέστι τὴν ἐν τοῖς πράγμασιν αὐτοῦ ἀναστρεφομένην, οὐκ ἔστι δυνατὸν ἐπισχεῖν· εἰς οὐδὲν γὰρ νεύων κακὸν, κατευθύνεται ᾗ ἂν θέλῃ Θεὸς, ὥσπερ ὁρμὴ ὕδατος πανταχοῦ εὐ‐ οδοῦται.
30 Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κε‐ κονιαμένοις μετὰ ἀδικίας. [Cod. f. 87 a.] Ὕπαιθρος γωνία, πρᾶξις κρυφία, θεωρίας ἁπτομένη, ὑπὸ δὲ τοῦ Ἡλίου τῆς δικαιοσύ‐ νης φωτίζεται. Οἶκος δὲ κεκονιαμένος, κακία ἀρετὴν
35ὑποκρινομένη. Ζημιουμένου ἀκολάστου, πανουρ‐ γότερος γίνεται ὁ ἄκακος. Τιμωρουμένων κακῶν σωφρονίζεται ὁ ἀμαθὴς καὶ νήπιος. Οὕτω καὶ ὁ δί‐ καιος ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται τὰς χεῖρας· τὰς πράξεις αὑτοῦ τῇ ἐκείνου τιμωρίᾳ κα‐
40θαίρων. Οὕτως καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι τοῦ Ἀχαάβ. Ἐν συναγωγῇ γιγάντων ἀναπαύεται. [Cod. f. 88 a.] Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονη‐ ροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεο‐ μάχους· μετ’ ἐκείνων ἀριθμηθήσεταί, φησιν. Ἢ οὕ‐
45τως· Ὁ σφαλλόμενος περὶ τὴν τοῦ κτίσαντος Θεοῦ δικαιοσύνην, ἐν συναγωγῇ τῶν θεομάχων ἀναπαύσε‐ ται. Συναγωγὴ δὲ, ἡ κακία καὶ ἡ ἀγνωσία· Ὃς φυ‐ λάσσει τὸ στόμα αὑτοῦ, κ. τ. λ. [Cod. f. 89 a.] Εἰ ὁ ἀγαπῶν τὸν πλησίον φυλάσσει νόμον, ἡ ἀγάπη

64

.

725

(50)

τῷ πλησίον οὐδὲν κακὸν ἐργάζεται· Ὃς μνησικακεῖ, παράνομος. Ὁ μεμνημένος τῶν ἁμαρτημάτων, μισεῖ τὸν πλησίον. Οὐκοῦν παράνομος. Ἀνὴρ ὑπήκοος φυλασσόμενος λαλήσει. [Cod. f. 89 b.] Τουτέστι κἂν ὑπήκοος ᾖ, φυλάσ‐
55σεται δὲ, δυνήσεται μετέχειν παῤῥησίας. Ἢ οὕτως· Παρανομοῦντος τοῦ ψευδομάρτυρος, ὁ τῷ νόμῳ κατα‐ πειθὴς φυλασσόμενος λαλήσει· Ἀσεβὴς ἀνὴρ ἀναι‐
δῶς ὑφίσταται προσώπῳ. Ἁμαρτάνων γὰρ εἰς726

64

.

728

Θεὸν, τὴν πρὸς αὐτὸν ἀναίδειαν τῷ προσώπῳ δηλοῖ, μηδὲν ἔχων εὐλαβὲς ἢ κατεσταλμένον· ὁ δὲ εὐθὴς, κατ’ εἰκόνα ἐστὶ τοῦ Θεοῦ· Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· Ἵππον λεκτέον τὸν προφορικὸν
5λόγον, ὃν ἑτοιμαστέον πρὸς τὰς αἱρέσεις. Τὸ εἰς ἡμᾶς γὰρ ἧκον ποιήσαντες, νίκην παρὰ Θεοῦ χορη‐ γούμεθα, τοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν· ἢ ἵππον, τὸν νοῦν· κατὰ τό· Ἐπιβήσῃ ἐπὶ τοὺς ἵπ‐ πους σου.
10ΚΕΦ. ΚΒʹ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς. [Cod. f. 91 a.] Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, δι’ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ
15ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Οἱ ὀφθαλμοὶ Κυρίου διατηροῦσι αἴσθησιν; [Cod. f. 91 b.] Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; —Φαυλίζει δὲ λόγους παράνομος.
20Ὁρᾷς ὅτι ἐκείνων ἔστι καὶ τῆς προνοίας κατηγορεῖν, καὶ τῆς τῶν πραγμάτων καταστάσεως, οὐκ ἐθελόν‐ των ἐμμένειν τοῖς νόμοις; Εἰ γὰρ σοφῶς πάντα ὁ Θεὸς διοικεῖ, τοῦτο γάρ ἐστιν, οἱ ὀφθαλμοὶ Κυρίου τηροῦσιν αἴσθησιν, αἴσθησιν δὲ τὴν κατὰ νόμον ἀγω‐
25γὴν, καὶ τὴν κατὰ λόγον ζωὴν, πῶς τινὲς γενεαλογοῦ‐ σιν, ἐπειδὴ παράνομοί εἰσιν; —Ὅρα πῶς παιδεύει τοὺς ἄρχοντας τὸ πλέον τῆς ἀρχῆς, μήτε ἐν τοῖς ὑπακούου‐ σιν, μήτε ἐν φόβῳ μήτε ἐν τιμωρίαις τίθεσθαι, ἀλλ’ ἐν τῇ τῶν οἰκείων λόγων δυνάμει καὶ συνέσει.
30Εἶτα οὐκ ἀπὸ τούτου μόνον αὐτοὺς ἐπιτρέπει, ἀλλὰ καὶ ἀπὸ τῆς προνοίας τῆς τοῦ Θεοῦ. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς. [Cod. f. 93 b.] Τὰ παρ’ ἐμοῦ σοι λεγόμενα, φησὶν ἡ Σοφία, τρισσῶς ἀπόγραψαι ἐν τῷ πλάτει τῆς καρ‐
35δίας σου· ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώ‐ ματος καὶ ψυχῆς καὶ πνεύματος, οὕτως καὶ ἡ Γραφὴ τοῦ σώματος τῆς λέξεως, ἀφ’ ἧς ὁ ἁπλούστερος ὠφε‐ λεῖται· ἥτις λέγεται πρόχειρος ἐκδοχή. Ἐκ ψυχῆς, τῆς ἀναγωγῆς, ἧς ἀκούει ὁ ἐπὶ ποσὸν ἀναβεβηκώς·
40ἐκ πνεύματος, τῆς ὑψηλοτέρας καὶ πνευματικῆς θεωρίας, ἣν οἱ τέλειοι νοοῦσί τε καὶ λέγουσιν· οἷον ἐπὶ τῆς ὄνου τῆς εἰς ἀντικρὺ κώμην δεδεμένης, ᾗ ἐπεκάθισεν ὁ Σωτὴρ, πρῶτον μὲν ἀπογράφου τὸ ῥη‐ τὸν, εἶτα τὴν ἀναγωγὴν, ὅτι τῷ κτηνώδει τρόπῳ
45ἐπιβὰς ὁ λόγος, λογικῶς αὐτὸν κινεῖσθαι παρασκευά‐ ζει. Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπό‐ τητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ’ ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ.

64

.

728

(50)

Μὴ ἀποβιάζου πένητα. [cod. f. 94 b.] Δεῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν. Ὁ γὰρ Κύριος ἐκ‐ ζητεῖ ταῦτα πάντα, καὶ κρίνας δικαίως ἀνταποδίδω‐ σιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν. Ὁ γὰρ μὴ θλίψας,
55ἢ ἀδικήσας, ἢ λόγοις ἀτιμάσας τοὺς προειρημένους,
ἑαυτὸν ἐῤῥύσατο αἰωνίων κολάσεων, καὶ ἄσυλον ἐφύ‐728

64

.

729

λαξε τὴν ἑαυτοῦ ψυχήν. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην. [cod. f. 95 a.] Μὴ ἀπερισκέπτως ἐγγυῶ· ἤτοι μὴ ἀναδέχου πράξεις ἀλλοτρίας, μὴ εὑρεθῇ τί σοι ὧν ἐμαρτύρησας, πάντως ἐπὶ σὲ ἡ τοῦ τοιούτου
5χρέους ἀπότισις μεταβήσεται, ἀδυνάτως ἔχοντα πρὸς ἀπότισιν, οὐδεὶς γὰρ ὑπὲρ ἄλλου ἀγαθὸς, ἀλλ’ ἑαυτῷ. Λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. Ἀφαιρεθήσῃ τὴν σκέπουσαν ἐλπίδα τὰς δυνάμεις σου, ὥστε αὐτὰς γυμνωθῆναι· πλευραὶ γὰρ δυνά‐
10μεις. —Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ· οἱ ποτὲ δυνατοὶ παρὰ τῷ ψυχρῷ διαβόλῳ, νῦν ὄρη Σιὼν ἐγέ‐ νοντο, οἱ ἅγιοι δηλονότι. ΚΕΦΑΛ. ΚΓʹ. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου,
15νοητῶς νόει τὰ παρατιθέμενά σοι. [Cod. f. 96 a.] Ὁ Χριστός ἐστιν ὄντως δυνάστης· αὐτοῦ δὲ τράπεζα καὶ ἐδέσματα, τὰ ῥήματα τῆς δι‐ δασκαλίας αὐτοῦ, καὶ τὰ αἰώνια ἀγαθὰ, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκάθισε δὲ δειπνεῖν πᾶς Χρι‐
20στιανὸς ἐπὶ τῆς τραπέζης αὐτοῦ· ὁ οὖν νοητῶς νοῶν, ἅπερ ὁ Ἰησοῦς ἔργοις καὶ λόγοις ἐδίδαξεν, ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ, τουτέστιν ἄρχεται ἔργοις δεικνύειν ὅτι μιμητής ἐστι τοῦ Χριστοῦ, γινόμενος ταπεινὸς, καὶ πρᾶος, καὶ ἀγαπῶν πάντας, καὶ ὑπομένων θλί‐
25ψεις. Ὁ δὲ μὴ ποιῶν ταῦτα, ἀλλὰ πρὸς τὰ τοῦ βίου τερπνὰ κεχηνὼς, μὴ ἐπιθυμείτω τῶν αἰωνίων ἀγα‐ θῶν· οὐ γὰρ ἐπιτεύξεται αὐτῶν. Ταῦτα γὰρ τὰ τοῦ αἰῶνος τερπνὰ, ἔχεται ψευδοῦς ζωῆς· ἣν οἱ ἀγαπῶν‐ τες, τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀπολαύσουσιν.
30 Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ. [Cod. f. 97 a.] Τοῦτό φησιν, ὅτι Οὐχ ἡδέως ἐσθίει τοῖς σοῖς βασκαίνων· ἢ ὅτι Οὐχ ἕξει χάριν τοῖς σι‐ τίοις σου, ἀλλὰ καὶ ἀχαριστήσει· ἢ ὅτι Οὐ πρότερον ἀποστήσεται, ἕως ἂν αὐτὰ ἐμέσῃ. Ὃν τρόπον γὰρ
35εἴ τις καταπίοι τρίχα. Τουτέστιν ὥσπερ ὁ ἐμῶν, ἢ ὁ καταπίνων τρίχα, οὕτως οὐδὲ αὐτὸς ἐκεῖνος αἰσθή‐ σεται τούτων. Καὶ ἐν διατρίψει λόγων τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη. [Cod. f. 97 b.] Ὅταν γὰρ συν‐ ετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ
40μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν. Πίθος γὰρ τετρη‐ μένος ἐστὶν ἀλλότριος οἶκος. [Cod. f. 99 a.] Οὐ ῥᾴδιον ἀνιμήσασθαι πρὸς τοὺς βεβλημένους λοιπόν· ἀλλὰ βαλεῖν μέν ἐστιν εὐχερὲς, ἐκβαλεῖν δὲ οὐκέτι. Καὶ ὁ πίνων δὲ ἐκ τῶν ἑτεροδόξων ὑδάτων, πνίγεται·
45στενὰ γὰρ ὄντα φρέατα, δι’ ἀπάτης καὶ ψεύδους ἑαυ‐ τοὺς ἀποπνίγουσιν. Μὴ μεθύσκετε ἐν οἴνοις, κ. τ. λ. [Cod. f. 99 b.] Ἐν οἴνῳ δὲ τῷ τε αἰσθητῷ μὴ μεθύ‐ σκεσθε, καὶ τῷ ἀπὸ τῆς Σοδομίτιδος ἀμπέλου. Προσ‐

64

.

729

(50)

έχετε μὴ πείσεσθε τὰ τῶν Σοδόμων· ἀλλὰ ὁμιλεῖτε τοῖς νῦν οὖσι δικαίοις, ἢ τοῖς τῶν παλαιῶν λόγοις· καὶ ἐντυγχάνετε ταῖς Γραφαῖς ταῖς ἐχούσαις τοὺς τῶν δικαίων βίους. Τὸ δὲ ἐν περιπάτοις ὁμιλεῖτε, τουτέστι δεῖν τὰς αὐτὰς ἐννοίας ἀνακυκλοῦν τε καὶ ἐπὶ τὴν
55τούτων αὐτῶν ἐξέτασιν ἐπιστρέφειν καὶ βαδίζειν, εἰ οἷόν τέ ἐστιν εἰπεῖν. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ
τὰ ποτήρια δῷ τοὺς ὀφθαλμούς σου. [Cod. f. 99 b.]730

64

.

732

Φιάλας κατὰ διάνοιαν καὶ ποτήρια τὰ δυσσεβῆ λέγει δόγματα, τὰ μεθύσκοντα τὸν νοῦν· ἢ τὰς διαφόρους ἐπιθυμίας· ἢ ἑτεροδόξους διδασκαλίας. Ὁ οὖν ψευδο‐ διδακτούμενος γυμνοῦται τῆς ἀληθείας· καὶ τελευ‐
5ταῖον τεθνήξεται τὸν τῆς ψυχῆς θάνατον. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά. [Cod. f. 100 a.] Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ πάσης πονηρᾶς ἐπιθυμίας. Ὅταν γὰρ νοῦς
10πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία, ὃ λέ‐ γει στόμα, μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λο‐ γισμῶν πνιγόμενος. Καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων
15ὠθούμενος, πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ. Ἐρεῖς δέ· Τύπτουσί με, καὶ οὐκ ἐπόνεσα. Ὁρᾷς τὸν χειμῶνα ἠρμένον; Οὐδὲν γὰρ γινόμενον πλέον ὁ τοιαῦτα ἐγ‐ καλῶν ζητεῖ. Πότε ὄρθρος ἔσται, ὁρᾷς εὐθέως ἐκ προοιμίων τῆς ἡμέρας αὐτὸν ἐπιγινόμενον πρὸς πό‐
20τον. Καὶ τὸν καιρὸν τῆς τῶν ἀναγκαίων ἐργασίας, ὃν πάντες ποιοῦνται προοίμιον σπουδῆς, τοῦτον οὗτος ἔχει τῶν ἐπιθυμιῶν· οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιη‐ τικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χα‐ λεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν. Καὶ τὸ πρὸς
25πληγὰς καὶ πρὸς γέλωτα ἀνέκδοτον εἶναι ὅσον κακόν. Καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, κ. τ. λ. [Ibid.] Τουτέστιν ὅτε τὰ σὰ ἁλωθῇ ἀμηχανίᾳ λοι‐ πὸν, καὶ οὐδεμία διόρθωσις. Τί γὰρ ὄφελος, εἰπέ
30μοι, τῆς τέχνης, τοῦ χειμῶνος ἐπικρατοῦντος; ΚΕΦΑΛ. ΚΔʹ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, κ. τ. λ. [Cod. f. 100 b.] Σοφίαν καὶ σύνεσιν καὶ αἴσθησιν, τὸν Χριστὸν ὀνομάζει· οἶκον δὲ τὴν ἑαυτοῦ Ἐκκλη‐
35σίαν ἣν ᾠκοδόμησε, καὶ τὰ ταμιεῖα αὐτῆς ἐνέπλησε παντὸς πλούτου τιμίου καὶ καλοῦ. Ταμιεῖα δέ εἰσιν αἱ καρδίαι τῶν πιστευσάντων εἰς Χριστὸν, καὶ κατὰ μίμησιν αὐτοῦ πολιτευομένων, καὶ πληρωθεῖσαι ἐν‐ νοιῶν καὶ λόγων καὶ ἔργων. Δι’ αὐτῶν γὰρ ἀξιοῦνται
40τῶν αἰωνίων ἀγαθῶν. Κρείσσων σοφὸς ἰσχυροῦ· καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. [Cod. f. 101 a.] Οὐ γὰρ ἁπλῶς, ἀλλὰ μεγάλου. Ὅσα γὰρ ἡ γῆ τούτῳ κατ’ ἔτος ἐκφέρει, τοσαῦτα [ἡ φρόνησις] ἐκείνῳ· ἢ καὶ πολλῷ βελτίων φρόνησις· τὸ μὲν γὰρ
45γεώργιον ὑπόκειται ἀνωμαλίᾳ ἀέρος. Μετὰ κυβερ‐ νήσεως γίνεται πόλεμος. [Cod. f. 191 b.] Πρᾶγμα αὐτῆς γέμον ταραχῆς, πρᾶγμα πολυχειρίας δεόμε‐ νον. Ἢ τοῦτο φησὶν, ὅτι οὐχ ἁπλῶς δεῖ πολέμοις ἐπι‐ τρέχειν. Ὅρα γὰρ, ὅταν ἑλέσθαι δέῃ, φησὶν, οὐχὶ ἡ

64

.

732

(50)

σοφία εἰς μέσον παράγεται; Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ. [Cod. f. 103 a.] Εἰ γὰρ ἐπιχαίρεις ὡς ἀμύνης τυ‐ χὼν, ὁ Δεσπότης μέχρι τούτου στήσεται διὰ φιλαν‐ θρωπίαν· καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτό. Ἢ καὶ
55ἐλεεῖ μὲν τὸν πεσόντα, ὀργίζεται δὲ τῷ ἐπαρθέντι. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ, ὅμοιος τῷ
διαβόλῳ τῷ μηδένα σωθῆναι θέλοντι. Σημειωτέον δὲ732

64

.

733

ὅτι ἐνταῦθα ἄνθρωπον εἴρηκε τὸν ἐχθρὸν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἐν τοῖς Εὐαγγελίοις προσταττόμεθα καὶ τοῦτον ἀγαπᾷν. Εἰ γὰρ καλόν σοι τὸ ἀγωνίζε‐ σθαι, εὔχου διαμένειν τὸν ἀντίπαλον μᾶλλον.
5 Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα. [Cod. f. 103 b.] Ἀληθῶς βασιλέα Χριστὸν τὸν Θεόν. Ἢ βασιλέα, τὸν πρὸ τῶν βασιλευομένων ἑαυτοῦ βα‐ σιλεύοντα. Μήθ’ ἑτέρῳ αὐτῶν ἀπείθει. Ὁ γὰρ ὑπὸ Θεοῦ χειροτονουμένῳ βασιλεῖ ἀπειθῶν, τὸν Θεὸν ἀτι‐
10μάζει· ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς· ἐπεὶ μηδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν. Πολλά‐ κις δὲ καὶ ἔτι ζώντων ἀδοκήτως ἡ ἐκδίκησις γίνεται. Τὸ γὰρ εὔλογον καὶ αἴτιον τῆς ἐπιφορᾶς τῶν τιμω‐ ριῶν, εἰδέναι μόνου ἐστὶ τοῦ κρίνοντος, καὶ εἴ τις
15ἐκείνου φίλος. Ἐκτὸς τοῦ Κυρίου καὶ τοῦ βασιλέως, μὴ φίλους ἔχε· οἱ γὰρ μὴ τούτων φίλοι, ἐχθροὶ αὐτῶν εἰσί· τοὺς δὲ αὐτῶν μὴ φίλους, μὴ ἔχε φίλους. ΚΕΦΑΛ. ΚΕʹ. Δόξα Θεοῦ κρύπτει λόγον.
20 [Cod. f. 119 a.] Ὁ τὴν τοῦ Θεοῦ δόξαν, ἢ τὴν τοῦ Θεοῦ βασιλείαν κρύπτων, ἢ ὁ βουλόμενος τὸν Θεὸν δοξάζειν, ἢ βασιλέα, ὑπακούειν ὀφείλει. Κρύπτειν δὲ τὸ φυλάττειν ἐστί. Χάρις καὶ φιλία ἐλευθεροῖ. Ὁ κεχαριτωμένος ἄνθρωπος, φίλτατος, ἃ δύναται ἐλευ‐
25θερῶσαι αὐτοῦ τὸ φρόνημα. Ἐσθίειν μέλι πολὺ, οὐ καλόν. Καὶ ἀνωτέρω μέλι, ἡ ἀλληγορία εἴρηται. Πολὺ οὖν εἶναι περὶ τούτων ὄντων θεωρίαν ἀσύμφο‐ ρον. Μὴ σοφίζου γὰρ πολλὰ, μήποτε ἐκπλαγῇς· ἀλ‐ λαχοῦ, Ἡ γνῶσις φυσιοῖ. Συμμέτρως δεῖ τοίνυν τού‐
30τοις προσιέναι, καὶ τιμᾷν τοὺς ἐνδόξους λόγους τοῦ Κυρίου, οἳ εἰσὶν ἀργύριον καὶ χρυσίον, καὶ γλυκύτε‐ ροι ὑπὲρ μέλι καὶ κηρίον. ΚΕΦΑΛ. Λʹ. Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
35 [Cod. f. 105 b.] Τὴν ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς· ἤγουν, τίς διὰ τῆς ἑαυτοῦ πολιτείας τῇ τῶν πραγμάτων ἀστάτῳ καταστάσει δέδωκε στάσιν; Ἐν γὰρ τῇ πολιτείᾳ αὑτοῦ πᾶσαν τὴν ῥευστὴν ζωὴν ἀπ‐ έκλεισεν, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν. Ὅτι δὲ ἱμάτιον
40λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπι‐ στρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προ‐ τέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμε‐ νος. Τῇ Βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, κ. τ. λ.
45 [Cod. f. 109 a.] Βδέλλα ὁ διάβολος, ὡς τὸ τῶν ψυχῶν αἷμα, τουτέστι τὴν ζωτικὴν αὐτῶν δύναμιν, ἐκμύ‐ ζων. Ἔχει δὲ θυγατέρας καὶ οὐχὶ υἱούς· οὐδὲν γὰρ ἀνδρεῖον, ἀλλὰ πασᾶν ἡδονὴν ἐκτεθηλυμμένην· ᾅδης, ἡ κακία, θυγάτηρ οὖσα τοῦ διαβόλου, ἀναιροῦσα ψυ‐

64

.

733

(50)

χὰς καὶ κόρον οὐ λαμβάνουσα. Γυναικὸς ἔρως, ἡ ἄθεος διδασκαλία, τῆς ἀπάτης μὴ πληρουμένη. Γῆ τε ἐμπιπλαμένη ὕδατος, ψυχὴ ψαμμώδης καὶ ἄγο‐
νος, ποτιζομένη μὲν ἀεὶ ταῖς Γραφαῖς, μηδὲν δὲ734

64

.

736

βελτιουμένη. Ἐφ’ αἷς πάσαις τὸ πῦρ ἐστι τῶν κολά‐ σεων. Ὀφθαλμὸν καταγελῶντα τοῦ πατρός. [Cod. f. 110 a.] Ὀφθαλμὸς ὁ νοῦς, ὃς αἴτιος τοῦ
5κατορθοῦν ἢ ἁμαρτάνειν. Ὅταν οὖν οὗτος κατὰ τῆς ἀβύσσου, τῶν τοῦ Θεοῦ λέγω κριμάτων, ἢ τὰς Γρα‐ φὰς διασύρῃ, τὸν οὐράνιον ἀτιμάζει Πατέρα, καὶ τὴν παρ’ αὐτοῦ δοθεῖσαν ἀρχαίαν γνῶσιν τοῖς προφήταις καὶ ἀποστόλοις. Τὸν δὲ τοιοῦτον ἐκκόπτουσι πονηραί
10τινες δυνάμεις ταῖς κολάσεσιν ὑπηρετούμεναι, καὶ τὴν μερικὴν ἐπάγουσαι κάθαρσιν, ἃς κόρακας εἶπεν· οἱ δὲ ὅλον κατεσθίοντες, ἀετοὶ καλοῦνται, διὰ τὸ τὴν καθ’ ὅλου κάθαρσιν πιστεύεσθαι. Τρία δὲ ἔστιν ἀδύνατά μοι νοῆσαι, κ. τ. λ.
15 [Cod. f. 110 b.] Ταῦτα πάντα σωφροσύνης παιδευ‐ τικά. Τοιαύτη ἡ ὁδὸς γυναικὸς μοιχαλίδος· ὥσπερ ἐκείνη τὴν πορνείαν κρύπτει, οὕτω καὶ ἐνταῦθα. Τί‐ νος οὖν ἕνεκεν τοῦτό φησιν, ὅτι ἀκατάληπτον τὸ πρᾶγμα; Βουλόμενος ἡμᾶς εἰς σωφροσύνην ἀγαγεῖν
20πάνυ· δεῖ γὰρ τοσαύτην ἐπιδείκνυσθαι σωφροσύνην, ὡς μηδὲ πονηρὰν ὑποψίαν λαβεῖν. Ἐὰν οἰκέτης βασιλεύσῃ. [Cod. f. 112 b] Ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ τις. Ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραὴλ, οἰκέτης ἐν γῇ Αἰγύπτῳ
25γενόμενος, καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ, κατ‐ εστρηνίασε τοῦ Χριστοῦ. Καὶ ἄφρων πλησθῇ σι‐ τίων. Ἔφαγε γὰρ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλὴμ, παιδίσκη
30πάντων γεγενημένη ἐθνῶν, ἐξέβαλε τὴν ἑαυτῆς κυ‐ ρίαν, τὴν ἁγίαν σάρκα Κυρίου, κυριοκτόνος γενομένη. Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τίς οὖν γυνὴ μισητὴ, ἀλλ’ ἢ ἡ Συναγωγὴ τῶν Ἰουδαίων, ἡ μὴ ἀγαπήσασα τὸν Χριστὸν Θεὸν, τὸν παρθενικὸν
35ἄνδρα αὐτῆς; Ἀλλ’ ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα πορνεύουσα ἐν αὐτοῖς· λέγει γὰρ διὰ τοῦ προφήτου· Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία, Ὅρα οὖν ἀγαθοσύνην καὶ εὐσπλαγχνίαν Χριστοῦ· Καὶ εἶπα, φησὶ, μετὰ τὸ πορνεῦσαι αὐτήν· Ἐπίστρε‐
40ψον πρός με, λέγει Κύριος. Ἐὰν οἰκέτης βασι‐ λεύσῃ· καὶ μὴν αὐτὸς εἶπεν ὅτι οἰκέτης ἄρξει δεσποτῶν ἀφρόνων. Ἀλλ’ ἐνταῦθα οὐχὶ τὸν συνετὸν οἰκέτην φησὶ, ἀλλ’ ἁπλῶς οἰκέτην· ἐπειδὴ παρὰ τὴν ἀξίαν πράττει τινὰ ἀνοίᾳ· κἀκεῖνοί εἰσιν αἴτιοι, οἱ χειρο‐
45τονήσαντες αὐτόν· ἀλλ’ οὐκ οἶδε, φησὶ, ὅπως τῇ ἀρχῇ χρήσηται. Εἰ γὰρ τοὺς ἐλευθερίως τραφέντας ἐκτρα‐ χηλίζει τὸ πρᾶγμα, πολλῷ μᾶλλον τούτους· οὐδὲν οὕτως πρὸς ἀρχὴν ἐπιτήδειον, ὡς τὸ ταπεινοφρονεῖν· ἐβασίλευσεν οἰκέτης ὁ Ἱεροβοὰμ, καὶ ὅρα ὅσα κακὰ

64

.

736

(50)

ἐποίησεν, ἃ οὐδεὶς τῶν πρὸ αὐτοῦ καὶ ἐπ’ αὐ‐
τόν.736

64

.

737

Τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς, κ. τ. λ. [Cod. f. 113 b.] Λέγει περὶ τῆς κτίσεως, ἵνα μὴ πρὸς τὴν εὐτέλειαν τῆς κατασκευῆς ἴδῃς τῆς σωμα‐ τικῆς· ὅρα πῶς πείθει μὴ πρὸς τὰ αἰσθητὰ ἐπτοῆ‐
5σθαι· οἷά ἐστιν σοφώτερα τῶν σοφῶν, οὐχὶ τῶν ἀν‐ θρώπων, ἀλλὰ τῶν ζώων, τῶν ἀλόγων τῶν μεγάλων· ταῦτα σοφίᾳ κρατεῖ. Ὅρα πῶς προνοητικὸς τοῦ μέλ‐ λοντος ὁ μύρμηξ, πῶς οὐ ῥᾳθυμεῖ, καίτοι τοῦ καιροῦ κελεύοντος τοῦ θέρους. Πῶς τὴν ἀπὸ τῆς φύσεως
10ἀσθένειαν διορθοῦται τῇ προνοίᾳ. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀσθενέσι μεμαθηκέναι [δεῖ] τὴν σοφίαν, ἵνα μὴ ἐκ παντὸς τρόπου τὰ σωματικὰ συζητῇς. Εἰ γὰρ ἦν ἰσχυρὸν, οὐκ ἂν ἐφάνη ἡ σοφία. Καὶ οἱ χοιρογρύλ‐ λιοι ἔθνος οὐκ ἰσχυρόν. Οὐχ ἁπλῶς ἐφ’ ἑκάστου
15μέμνηται τῆς ἀσθενείας, ἀλλ’ ἵνα δείξῃ τῆς σοφίας τὴν ἰσχύν· κἀκείνους μὲν ἀπὸ τῆς τροφῆς, τούτους δὲ ἀπὸ τῆς οἰκήσεως τελείως ἀνάλωτα. Καὶ τούτοις τὰ καταγώγια λέγει. Ἀβασίλευτον ἡ ἀκρίς. Ἐνταῦθα τὰ πολιτικὰ, τὸ πειθήνιον, τὸ ὁμονοητικὸν, τὸ κινη‐
20τικὸν, τὸ τῆς συμφωνίας τῆς ἀφάτου. Ταῦτα γὰρ ἡμῶν συνέχει τὴν ζωὴν, τροφὴ, οἴκησις, στρατεία. Ὁρᾷς ὥσπερ ἀσθενῆ ἐκεῖνα, οὕτως καὶ ταῦτα ἄναρχα, καὶ οὐδὲν παρεβλάβη, ἀλλ’ ἐν τῇ φύσει τὴν εὐταξίαν ἔχει; Οὐκ ἄν τις ἁμάρτοι καὶ τῶν ἀνθρώπων ταῦτα
25σοφώτερα εἰπών. Κατὰ τοῦτο πῶς διατηρεῖ τὴν εὐ‐ ταξίαν. Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος, ὁμορόφιος τοῖς κρατοῦσίν ἐστι, φησί. Τὸ ζῶον τοῦτο τὸ εὐάλωτον, καὶ οὐδεὶς λυμαίνεται τοῦτον.
31 Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυ‐ χος. [Cod. f. 115 a.] Ἐν τοῖς οἰκείοις καλὸς ἀλέκτωρ, φησίν. Ἀλλ’ ὥσπερ οὗτος ἐν τοῖς οἰκείοις, οὕτως καὶ
35σὺ ἐν ἀνθρώποις μὴ μέγα φρόνει, φησί. Τί δὲ εὐτε‐ λέστερον ἀλέκτορος; ἀλλ’ ἐπὶ τῆς οἰκείας ἀρχῆς μέγα φρονεῖ. Ὁ μὲν σώματι κρατεῖ, ὁ δὲ φύσει, ὁ συνέσει. Οὐ γὰρ δεῖ κατὰ τὰ ἄλογα σωματικῶς καὶ φυσικῶς διακρατεῖν, ἀλλὰ καὶ λόγῳ καὶ πειθοῖ· ὅπερ γὰρ
40ἐκείνῳ μὲν ἰσχὺς, τούτῳ δὲ ἡ φύσις, τοῦτο τοῦ βασι‐ λέως τὸ λογικόν· διὰ τοῦτό φησι· Καὶ τράγος ἡγού‐ μενος αἰπολίου. Ὡς ἐξουσίαν ἔχων ἐδίδασκε, καὶ οὐχ ὡς οἱ γραμματεῖς, ὥστε ἐκπλήττεσθαι. [Cod. f. 115 b.] Οὗτος γὰρ, φησὶν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας
45κόσμου σφαγεὶς, καὶ ὡς θῦμα προσαχθεὶς, καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθείς· καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθείς· καὶ ἀνθρώ‐ πων λύτρον γενηθείς· καὶ ζωὴ πάντων δειχθείς. Καὶ βασιλεὺς δημηγορῶν ἔθνει. Ὁ ὑπὸ Ἡσαΐου

64

.

737

(50)

προφητευθείς· Βασιλέα γὰρ, φησὶ, μετὰ δόξης ὄψεσθε. Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ, καὶ παῤῥησίᾳ δι’ Εὐαγγελίων ὁμιλῶν. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον. [Cod. f. 116 b.] Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ, καὶ εὑρήσεις ἐντολὰς,
55ὡς γάλα· ἵνα τρεφόμενος ἐν αὐταῖς, εἰς πιστὸν τέ‐
λειον ἄρτον καταντῆσαι δυνηθῇς.738

64

.

740

ΚΕΦΑΛ. ΛΑʹ. Δίδοτε οἶνον πίνειν τοῖς ἐν ὀδύναις. [Cod. f. 118 a.] Δίδοτε οἶνον, εἶπε· τὴν καταλελυ‐ μένην γὰρ ψυχὴν ἐκθερμαίνεσθαι χρή· οὐχὶ τὸν
5ἄρχοντα τὸν τύφου γέμοντα πρὸς τὴν θέρμην ἐξάγειν· τῆς ἀπὸ τῆς ἀρχῆς θερμασίας ἀρκούσης αὐτῷ. Πλά‐ τυνον τὸ στόμα πλατύτερον, καὶ πεπαῤῥησιασμένον
λάμβανε λόγον.740