TLG 2062 182 :: JOANNES CHRYSOSTOMUS :: In poenitentiam Ninivitarum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In poenitentiam Ninivitarum [Sp.] Citation: Vol — pg — (ln) | ||
64.424(12t) | ΟΜΙΛΙΑ Βʹ. | |
13t | Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπι‐ | |
---|---|---|
14t | σκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστό‐ | |
15t | μου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν. | |
16 | Εὐλόγησον, Πάτερ. Καὶ τὰς προλαβούσας ἡμέρας διδασκαλίας ἀπαι‐ τούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγ‐ κασμένον σιγᾷν, ἠνιώμην, καὶ ἐδυσχέραινον, καθ‐ | |
20 | άπερ τις πρόθυμος ἀθλητὴς κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὑτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον. Ἑώρων ὑμᾶς τῆς λογικῆς ἐφιεμένους τροφῆς, καὶ ἐμαυτὸν χορ‐ ηγεῖν οὐκ ἰσχύοντα. Ἑώρων τὸν χρόνον ἐμπορίας, καὶ ἐμαυτὸν οὐδὲν συμβόλαιον θέσθαι πρὸς ὑμᾶς δυνά‐ | |
25 | μενον. Ἔβλεπον τὴν θήραν πολλὴν, καὶ τὸν θηρευτὴν ἀτονοῦντα πρὸς τὴν ἄγραν. Ἀλλὰ καὶ λίαν ὀδυνω‐ μένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πό‐ νους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ’ ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτ‐ | |
30 | ουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μο‐ χθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι. Διὰ τοῦτο τὰς καθημερινὰς ἐκλείπων διαλέξεις ἥκω σήμερον διὰ τῆς Δεσποτικῆς χάριτος τὸ χρέως ὑμῖν καθήσων. Δεῦρο δὴ οὖν τὸ σκάφος εἰς | |
35 | τὸ πέλαγος τῆς Νινευϊτῶν μετανοίας ἑλκύσωμεν. Ἄλλοι μὲν γὰρ ἄλλοις εἰσὶ τῶν ἀνθρώπων χρήσιμοι λόγοι, τὰ δὲ τῆς μετανοίας φάρμακα πᾶσιν οἶμαι ὠφέλιμα· ἐπειδὴ γὰρ οὐδεὶς ἁμαρτίας ἐλεύθερος, εὔ‐ δηλον ὡς οὔτε μετανοίας ἀνενδεής. Τοῖς δὲ χρῄζουσι | |
40 | ταύτης ἀναγκαῖον τὸ παράδειγμα τῶν ἐκ μετανοίας σωθέντων τῷ ἴσῳ τρόπῳ κἀκείνους πρὸς τὴν ὑγιείαν εἰσάγον. Ἴδομεν τοίνυν τοὺς ἐπὶ πονηρίᾳ βεβιωμέ‐ νους ὀνομαστοὺς ἐπ’ ἀρετῇ γινομένους. Ἴδομεν τοὺς θηρίοις ἐοικότας ἀγγέλων τάξιν μεταλαμβάνοντας. | |
45 | Ἴδομεν τοῖς ἔργοις τὴν πόλιν στρέφοντας τρόπῳ φι‐ λοσοφίας τὴν πόλιν ἀνορθοῦντας. Ἴδομεν τοὺς ἐχθροὺς τοῦ Θεοῦ, φίλους τοῦ Θεοῦ γεγονότας, καὶ τὸν πάλαι κατήγορον Δεσπότην, συνήγορον ὕστερον κτησαμέ‐ νους. Ἴδομεν κατακρίτους μετὰ τὴν ἀπόφασιν πρὸς | |
64.424(50) | τὸν δικαστὴν ἀγωνιζομένους, καὶ τὴν ἀπόφασιν ἀκυ‐ ροῦντας. Ἴδομεν τὸν Θεὸν διὰ φιλανθρωπίαν ψευδό‐ μενον. Ἠκούσαμεν πρώην, ὅπως ὁ μὲν προφήτης ἐκήρυσσεν, ἡ δὲ πόλις ἐθορυβεῖτο, καὶ ὅτι καθάπερ εἰς πέλαγος πνεῦμα χαλεπὸν ταράττει, οὕτως εἰς τὸν | |
55 | δῆμον τῶν Νινευϊτῶν ἡ φωνὴ πεσοῦσα τοῦ Ἰωνᾶ πάντα ζάλης καὶ χειμῶνος ἔπλησεν. Ἠκούσαμεν, | |
ὅπως πιστὸν ἡγουμένη ἡ πόλις τὸ κήρυγμα οὐκ εἰς | ||
64.425 | ἀπόγνωσιν ἔπεσεν, ἀλλ’ εἰς μετάνοιαν ἔδρασεν· καὶ ὅτι θαῤῥεῖν περὶ τῆς σωτηρίας οὐκ ἔχουσα, θερα‐ πεύειν καὶ καταλλάττειν τὸν Θεὸν ἐπεχείρει. Τίνα δὲ ὑπὲρ τῶν καταλλαγῶν τὰ πραττόμενα ἦν; εἴρη‐ | |
5 | ται μὲν ἐν μέρει· δεῖ δὲ τὸν πάντα λόγον ὑμῖν ἀπο‐ δοῦναι· ἐκήρυξαν γὰρ νηστείαν, καὶ ἐνέδυσαν τὸν σάκκον ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν. Ὢ ξένου θαύματος, φοβεροῦ μὲν ἀνθρώποις, ἀγγέ‐ λοις δὲ ποθεινοῦ! Ἐννόησόν μοι τὰς πολλὰς μυριά‐ | |
10 | δας ἐκείνας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ παίδων σακκοφορούσας, καὶ εἰς ταὐτὸ συνηθροισμένας· ἐπι‐ τηδεύματα πάντα καὶ πράξεις πάσας ἀνθρωπίνας ἀργούσας, καὶ ἔργον μὲν οὐδὲν παρ’ οὐδενὸς οὐδα‐ μοῦ τελούμενον, οἰμωγὴν δὲ ὁμοῦ πάντων καὶ θόρυ‐ | |
15 | βον, καὶ βοὴν εἰς οὐρανὸν πεμπομένην. Ἐννόησον δεσποτῶν καὶ δούλων ἀνωμαλίαν ἐκβεβλημένην, ἀρ‐ χόντων καὶ ἀρχομένων, βασιλέα μετὰ τοῦ ἴσου σχή‐ ματος παρόντα τοῖς πλήθεσι, καὶ καθάπερ πολιτι‐ κήν τινα παράταξιν τὴν λειτουργίαν τάττοντα τοῦ | |
20 | Θεοῦ. Ἤγγισε γὰρ, φησὶν, ὁ λόγος πρὸς τὸν βα‐ σιλέα, καὶ ἐξανέστη τοῦ θρόνου αὑτοῦ, καὶ ἐξ‐ εδύσατο τὴν στολὴν αὑτοῦ, καὶ περιεβάλετο σάκ‐ κον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Ὢ σοφοῦ βασι‐ λέως. Ἐξάρχει τῆς μετανοίας αὐτὸς, ὥστε τὴν πόλιν | |
25 | πᾶσαν σπουδαιοτέραν ποιῆσαι. Τίς γὰρ ἤμελλεν ἔτι μαλακίζεσθαι, τὸν βασιλέα ὁρῶν αὐτὸν ὑπὲρ τῆς σωτηρίας ἀγωνιζόμενον; Τὰ τραύματα τῆς ἁλουρ‐ γίδος θεραπεύει διὰ τοῦ σάκκου· τὰς ἁμαρτίας τοῦ θρόνου διὰ τῆς ἐπὶ σποδοῦ καθέδρας ἐκπλύνει· τὴν | |
30 | νόσον τῆς ὑπερηφανείας τῷ ταπεινῷ τοῦ σχήματος ἐξιᾶται· τῇ νηστείᾳ τὰ ἕλκη τῆς τρυφῆς φαρμα‐ κεύει· καὶ δείξας ταῦτα διὰ τῶν ἔργων πρὸς τὴν ἴσην σπουδὴν πάντας διὰ κηρύγματος ἐγείρει. Ἐκη‐ ρύχθη γὰρ, φησὶ, παρὰ τοῦ βασιλέως· Οἱ ἄνθρω‐ | |
35 | ποι, καὶ τὰ κτήνη, καὶ οἱ βόες, καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν, μηδὲν νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν. Καινὴ βασιλέως νομοθεσία· ἀσι‐ τίαν τοῖς ἀῤῥώστοις ὡς ἰατρὸς ἐπιτάττει· μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς | |
40 | νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρ‐ τήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώ‐ μενος. Καὶ περιεβάλοντο σάκκους, φησὶν, οἱ ἄν‐ θρωποι καὶ τὰ κτήνη. Ὢ παρατάξεως οὐρανίας! ὢ | |
45 | φάλαγγος τῷ διαβόλῳ φρικτῆς! Ἑστήκει θρηνῶν ὁ διάβολος ὁρῶν αὑτοῦ τὴν στρατείαν πανδημὶ πρὸς τὸν Θεὸν μεταστᾶσαν καὶ πολεμοῦσαν τοῖς δαίμοσιν· εἶτα ταύτην τὴν μάχην καὶ παῖδες, καὶ γυναῖκες, νήπια μετὰ ἀνδρῶν ἠγωνίζοντο· ἤδη δὲ ἡ τῶν κτη‐ | |
64.425(50) | νῶν φύσις σύμμαχος εἰς τὴν παράταξιν παρελήφθη. Καὶ ἴδε καινὸν ὁ διάβολος θέαμα· βοσκήματα δικαιο‐ σύνην συνεισφέροντα ἀνθρώποις, καὶ ὑπὲρ τῆς σω‐ τηρίας τῶν κεκτημένων νηστεύοντα· Οἱ ἄνθρωποι, καὶ οἱ βόες, καὶ τὰ κτήνη μὴ γευσάσθωσαν μηδὲν, | |
55 | μήτε νεμέσθωσαν. Τὰ τῆς ἀρχῆς ὁ βασιλεὺς σύμ‐ βολα ῥίψας, τὴν τῶν ἱερέων μετέλαβε τάξιν. Ἑστή‐ | |
κει δημηγορῶν, καὶ φιλοσοφεῖν τοὺς Νινευΐτας | ||
64.428 | παιδεύων. Δεινὰ, φησὶν, ὦ φίλοι, τὰ περιεστῶτα κακά. Τὴν οἰκουμένην χειρωσάμενοι πᾶσαν, ὡς πο‐ νηροὶ θείᾳ ψήφῳ φθειρόμεθα, καὶ βασιλεύοντες πάν‐ των ἀνθρώπων, ὡς φαυλότεροι πάντων ξένῳ θανά‐ | |
5 | του κατεδικάσθημεν τρόπῳ, καὶ τῶν ἄλλων πάντων μακαρισθέντες, πάντων εἶναι δόξομεν ἀθλιώτεροι, καὶ μῦθος ἐσόμεθα τῷ βίῳ παντὶ καὶ διήγημα, τῆς προτέρας λαμπρότητος οὔτε λαθεῖν συγχωρούσης τὰ ἡμέτερα κακά. Πολλοὺς, ὦ Νινευῖται, πολέμους νική‐ | |
10 | σαντες, γενναιότερον νῦν ὑπὲρ τῆς οἰκείας ἀγωνισώ‐ μεθα σωτηρίας· πάλαι μὲν γὰρ ὅπως ἑτέρων γενώ‐ μεθα κύριοι, πάντα ἐπράττομεν· νῦν δὲ ἆθλον ἡμῖν τὸ μὴ μετὰ γυναικῶν, καὶ παίδων ἄρδην ἀπολέσθαι. Πρὸς ἐπανάστασιν ξένου πολέμου ξένως ἀγωνισώμε‐ | |
15 | θα· τοξεύσωμεν τὸν οὐρανὸν ὑμνῳδίαις· ἀκοντίσωμεν ἀντὶ δοράτων ἐκεῖ ψαλμῳδίαις· προσευχαῖς τὸν Θεὸν σφενδονήσωμεν· δάκρυσιν ἀπαύστοις αὐτοῦ τὸν θυ‐ μὸν ἐκμειλίξωμεν· τῶν πονηρῶν πράξεων τὴν φά‐ λαγγα ῥήξωμεν· τὰ τῆς κακίας ὀχυρώματα καταβά‐ | |
20 | λωμεν· μεθ’ ὅπλων ἀρετῆς μαχησώμεθα· θώρακα δικαιοσύνης βέλος οὐ τιτρώσκει· ἀσπίδα πίστεως κε‐ ραυνὸς οὐ δύναται φλέξαι· περικεφαλαίαν ἐλπίδος συντρίψαι ὁ Θεὸς οὐκ ἀνέχεται· ἡ ἄνωθεν ὀργὴ χι‐ τῶνα σωφροσύνης οὐ σχίζει· ἀπειλὴ καταστροφῆς, | |
25 | ἐξομολογήσεως τεῖχος καθελεῖν οὐκ ἰσχύει· ἀπόφασις ἀπωλείας μετάνοιαν σπουδαίαν ἰδοῦσα, ὡς καπνὸς εὐθὺς διαλύεται· ἂν οὕτως, ὦ φίλοι, καὶ μετὰ τοιού‐ των πολεμήσωμεν ὅπλων, ὥσπερ τῆς γῆς οὕτω καὶ τοῦ οὐρανοῦ κρατήσομεν. Θαῤῥεῖτε, Νινευῗται, θαῤ‐ | |
30 | ῥεῖτε, φιλάνθρωπος βασιλεὺς ἡμῖν πολεμεῖ· ἀνικέ‐ τας μόνον τοὺς αὐτοῦ πολεμίους ῥίψας εὖ θεὶς τὴν ὀργὴν εὐεργέτης γίνεται τῶν ἐχθρῶν. Τοιούτοις μὲν παρακλητικοῖς λόγοις ὁ βασιλεὺς εἰς μετάνοιαν τὸν λαὸν ἠρέθιζε. Νινευῗται δὲ προθύμως | |
35 | ἐξετέλουν τὰ κελευόμενα· Περιέβαλον γὰρ, φησὶ, σάκκους οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ ἐβόη‐ σαν ἐκτενῶς πρὸς τὸν Θεόν. Οὐχ ὁ μὲν λόγος ἦν πρόχειρος, ὁ λογισμὸς δὲ μετέωρος· οὐχ ἡ μὲν γλῶσσα ἐφθέγγετο, ἡ δὲ διάνοια ἐρέμβετο· οὐχ ἡ | |
40 | φωνὴ προεφέρετο, ἡ γνώμη δὲ παρεφέρετο· ἀλλὰ συντεταμένως ἑκάτερα τὸν Θεὸν ἐλιτάνευε. Νὺξ ἐπιοῦσα, καὶ τὸν φόβον αὔξουσα τὸν μὲν ὕπνον ἐδίω‐ κε, σπουδαιότερον δὲ τὸν ὕμνον ἀνέπεμπεν. Ἡμέρα πάλιν ζοφερὸν δεικνύουσα τὸν οὐρανὸν, καὶ ἀστρα‐ | |
45 | παῖς ἀπαύστοις καὶ βρονταῖς κτυπουμένη εἰς τρό‐ μον ἐξαίσιον καὶ βοὴν μεγίστην πάντας ἐκίνει. Ἡ γῆ σειομένη κλόνον πολὺν εἰργάζετο ταῖς ψυχαῖς. Τὰ νήπια πάντα τοῖς κόλποις ὑπὸ δέους προστρέ‐ χοντα τῶν μητέρων, καὶ ταῖς ἀγκάλαις κλαυθμυρι‐ | |
64.428(50) | ζόμενα ἄφατον ἐποίει θρῆνον καὶ ὀδυρμὸν τοῖς ὁρῶσι. Ἀγέλαι βοῶν καὶ προβάτων, καὶ θρέμματα πάντα νομῆς, καὶ ὑδάτων κεκωλυμένα, καὶ διάφορον φωνὴν ἀφιέντα, εἰς κλαυθμὸν καὶ ἀδαμαντίνους ἐκίνει ψυ‐ χάς. Πανταχόθεν δὲ τῆς ἀπειλῆς καὶ τοῦ δέους ταράσ‐ | |
55 | σοντος, οὐκ ἠνέχοντο τὴν ἐλπίδα τὴν χρηστὴν ἀποῤ‐ | |
ῥίψαι. Τίς οἶδε γὰρ, φησὶν, εἰ μετανοήσει ὁ Θεὸς, | ||
64.429 | καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐκ ἀπολώμεθα; Ἐκ βαθυτάτης τοίνυν καρδίας πρὸς τὸν Θεὸν ἀνεβόων· Βασιλεῦ, ζωῆς Κύριος καὶ θανά‐ του, ἡμεῖς μὲν ἧς ἠπείλησας ἀποφάσεως ἄξιοι, καὶ | |
5 | δίκην τὴν ἑκάστην ὀφείλομεν, σὲ τὸν ἀληθινὸν Θεὸν ἀγνοήσαντες, καὶ διεφθαρμένον ζήσαντες βίον. Αὐ‐ τὸς δὲ τῷ πελάγει τῶν σῶν οἰκτιρμῶν κεχρημένος παῦσον τὴν καθ’ ἡμῶν τιμωρίαν· νίκησον τὸ μέσον δίκαιον ἀγαθότητι, τὴν δὲ ἡμῶν ἀγνωμοσύνην φιλ‐ | |
10 | ανθρωπίᾳ· εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγὴν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους ὄντας καὶ φαύλους ἀπέκτενες· νῦν δὲ προθεσμίαν διὰ χρη‐ στότητα δοὺς, ἂν μεταβληθέντας φονεύσῃς, οὐκ ἀλ‐ λοτρίους, ἀλλὰ σοὺς ἀπολλύεις. Ἀσεβοῦντας ἐφύλα‐ | |
15 | ξας, καὶ νῦν φθείρεις πιστοὺς γινομένους; πονηροὺς ὄντας διέσωσας, καὶ ἀγαθοεργοῦντας νῦν ἀναιρεῖς; εἰδώλοις ἀνακειμένην τὴν πόλιν ηὔξησας, καὶ βασι‐ λίδα πεποίηκας, καὶ καταστρέφεις σὴν γενομένην; Οὐκ εἰδότες σε διὰ σοῦ τὴν οἰκουμένην ἐκρατήσαμεν, | |
20 | καὶ προσκυνοῦντές σε νῦν καὶ τῆς ζωῆς αὐτῆς ἐκ‐ βαλλόμεθα; Τοῦ σοῦ, Βασιλεῦ, ὀνόματος φεῖσαι, μὴ Νινευΐταις ἀπαιτῶν δίκας, φευκτὴν ὡς ἀνόνητον τὴν εὐσέβειαν ποιήσῃς· μὴ δικαίως ἡμᾶς κολάζων τῆς μετανοίας τοῖς ἀνθρώποις κλείσῃς τὴν θύραν. Εἰ | |
25 | μὲν γὰρ νομοθέτου, καὶ διδασκάλων τυχόντες εἰς πολλὴν κακίαν προήλθαμεν, ἀπαραιτήτως διάφθει‐ ρον, ἱκετεύουσι συγγνώμης μὴ μετάδος, χαλεπωτέ‐ ραν ἧς ἠπείλησας ἐπάγαγε δίκην· εἰ δὲ οὐ μαθόν‐ τες, οὐδὲ παιδευθέντες ἐν φαυλότητι, καὶ ἀσεβείᾳ | |
30 | διετελοῦμεν, μὴ τοσοῦτον ὄλεθρον, Βασιλεῦ, τῆς ἀγνοίας ἡμῶν καταψηφίσῃ. Κατακλυσμῷ τοὺς ἀνθρώ‐ πους διέφθειρας πάλαι δικαίως· διδάσκοντι γὰρ οὐ προσεῖχον τῷ Νῶε· προεῖπας τὴν ἀπώλειαν, καὶ τὴν ἁμαρτίαν οὐκ ἔφυγον. Σοδομίτας εὐλόγως ἀνέπρη‐ | |
35 | σας, δέξασθαι γὰρ τοῦ Λὼτ τὰς συμβουλίας οὐκ ἠθέ‐ λησαν. Αἰγύπτιοι κατεπόθησαν εἰκότως μετὰ τοῦ Φα‐ ραὼ, Μωσέως γὰρ διδάσκοντος οὐκ ἐπείθοντο πλη‐ γέντες πολλάκις, καὶ τῆς σῆς δεξιᾶς πεῖραν λαβόν‐ τες. Ἢ παρά τινος ἀντειπεῖν ἐτολμήσαμεν; Ἕνα νῦν | |
40 | μόνον ἀπέστειλας πρὸς ἡμᾶς, οὐδὲ τοῦτον διδάσκα‐ λον, ἀλλὰ καὶ κακῶν μηνυτὴν, καὶ πιστεύσαντες πανδημὶ τὴν σὴν λατρείαν τιμῶμεν. Προθεσμίαν ἡμῖν μικρὰν δέδωκας, καὶ μεταβολὴν ἐν αὐτῇ μεγί‐ στην ἐδείξαμεν. Ἀπωλείας ἡμῖν κηρυχθείσης τὸ σὸν | |
45 | φιλάνθρωπον οὐκ ἀπέγνωμεν. Τοῦ προφήτου τὴν κα‐ ταστροφὴν καταγγείλαντος, εἰς τὸ σὸν ἠλπίσαμεν ἔλεος. Μὴ ψεύσῃς ἡμῶν, ἀγαθὲ, τὰς ἐλπίδας! Μὴ παύσῃς γλώττας ἀνυμνεῖν σου τὴν χρηστότητα βου‐ λομένας! Μὴ ἀποκτείνῃς ἄνδρας κηρύξαι σου τὴν | |
64.429(50) | ἀγαθότητα πάντα σπεύδοντας! Μὴ κωλύσῃς ἡμᾶς διδασκάλους τοῖς ἡμετέροις πᾶσιν εὐσεβείας γενέσθαι! Μὴ διαμείνῃς ὁριζόμενος ὁμοίως πρὸς τοὺς οὐκέτι τοῖς αὐτοῖς διαμείναντες! Ἠλλάγημεν ἡμεῖς, διαλ‐ λάγηθι σύ. Στῆσον τὴν ὀργὴν, ὥσπερ τὴν πλάνην | |
55 | ἡμεῖς. Παῦσον τὴν τιμωρίαν αὐτὸς, ὥσπερ ἡμεῖς τὴν κακίαν. Ἐξεπαίδευσας ἡμᾶς ἱκανῶς τῷ φόβῳ, δὸς | |
καιρὸν λοιπὸν ἡμῖν τὸ περί σε φίλτρον ἐνδείξασθαι. | ||
64.432 | Φεῖσαι θρεμμάτων διὰ λιμὸν μυκωμένων· φεῖσαι παίδων ἀναμαρτήτων ὑπὸ κλαυθμοῦ πνιγομένων. Φεῖσαι νηπίων ἀώρων ὑπὸ νηστείας ἐκλελυμένων. Μὴ συνδιαφθείρῃς τοὺς ἀναιτίους τοῖς αἰτίοις. Οἰκτείρησον | |
5 | μητέρας γάλα διὰ τὴν σὴν ὀργὴν τοῖς φιλτάτοις οὐ παρ‐ εχούσας· ἠρνήσαντο γονεῖς ἐκείνους ἐλέων, ἵνα τὸ σὸν ἔλεος ἐπισπάσωνται. Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν· ἂν ἡμᾶς με‐ τανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας | |
10 | ἐξέκοψας, Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκὸς, Νι‐ νευῖται λόγοις ἐχρῶντο· ἦν δὲ καὶ τὰ ἔργα τοῖς λό‐ γοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή. Ἀνεβόησαν γὰρ, φησὶ, πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς | |
15 | ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. Ἅπτονται τῆς φιλοσοφίας ἀπὸ τῶν ἄκρων αὐτῶν τῆς φιλοσοφίας, καὶ τὴν κορωνίδα τῆς ἀρετῆς κρηπῖδα ποιοῦνται τῆς ἀρετῆς· πᾶν γὰρ ὅ τι κάλλιστον ἔργον, καὶ Θεῷ προσφιλέστατον, τοῦτο ἕκα‐ | |
20 | στος ἐπιτηδεύετο. Ἴδον πόλεμον οὐράνιον κατ’ αὐτῶν ἐγειρόμενον, καὶ ὠχύρωσαν ἔργοις ἀγαθοῖς ἑαυτοὺς, ὥσπερ τεῖχος [τείχει]. Ἐνεδύσαντο θαυμαστήν τινα πανοπλίαν τοὺς σάκκους. Ἀντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις. Τῷ πα‐ | |
25 | τάγῳ τῶν βροντῶν τὸν ἦχον τῆς ὑμνῳδίας ἀντέστη‐ σαν. Νηστεία πύργος αὐτοῖς γέγονεν ἐναργής. Κρου‐ νοῖς δακρύων τὴν τῶν ἁμαρτημάτων ἔσβεσαν φά‐ λαγγα. Φίλους ἐποιήσαντο τοὺς ἐχθροὺς, ἵνα τὸν Θεὸν ἑαυτοῖς καταλλάξωσιν. Ἀφῆκαν αὐτοὶ τὴν ὀργὴν τοῖς | |
30 | λελυπηκόσιν, ἵνα τὴν κατ’ αὐτῶν ὀργὴν παύσωσι τοῦ Δεσπότου. Ὀφλημάτων κάτω γραμματεῖον διέῤῥη‐ ξαν, ἵνα τῆς ἄνωθεν ἐπταισμένων ἀφέσεως τύχωσιν. Ἔδωκαν δούλοις ἐλευθερίαν, ἵνα λάβωσιν αὐτοὶ τῆς τιμωρίας ἐλευθερίαν. Προσέθηκαν τὰς κτήσεις τοῖς | |
35 | ἐνδεέσιν, ἵνα κτήσωνται βεβαίως τὰς ἰδίας οὐσίας. Τρυφὴν ῥίψαντες, ἐγκράτειαν μετεδίωκον. Ἀκολα‐ σίαν φυγόντες, σωφροσύνην ἠσπάζοντο. Ἀξιωμάτων ὄγκον μισήσαντες, εἰς ταπεινὸν καὶ πενθηρὲς σχῆμα ἅπαντες μετεσκευάσθησαν. Ὠνίων, καὶ συμβολαίων, | |
40 | καὶ πάντων ἔργων σχολάσαντες τὸν Θεὸν ἐθερά‐ πευον. Οἱ κακοῦργοι τὰς λῃστείας οὐδενὸς ἀναγκά‐ ζοντος ὡμολόγουν. Οἱ δικασταὶ τοὺς ὁμολογοῦντας οὐκ ἐπράττοντο δίκας. Ὡς τεθνεῶτες τοῦ βίου πάν‐ τες ὡμολόγουν. Ὁ πλοῦτος ἀφύλακτος ἔῤῥιπτο, καὶ | |
45 | ὁ κλέπτης οὐδαμόθεν ἐφαίνετο. Χρυσὸς τοῖς ἐνδεέσιν ἐχορηγεῖτο, καὶ τὴν κτῆσιν ἕκαστος ὡς ζημίαν ἔφυ‐ γεν. Ἓν μόνον ἐσπουδάζετο πᾶσιν, ἡ σωτηρία. Εἷς δρόμος καὶ πλουσίοις, καὶ πένησιν, ὁ περὶ τῆς ζωῆς προύκειτο πόνος. Πᾶν δὲ τὸ μὴ εἰς τοῦτο φέρον, ὡς | |
64.432(50) | ἀνόνητον καὶ φαῦλον ἐκβέβλητο. Ἄδηλος ἦν ἡ σωτη‐ ρία, καὶ ὡς ὁμολογουμένη παρ’ αὐτοῖς ἐσπουδάζετο. Οὐκ εἶχον θαῤῥεῖν τῷ τέλει τῆς μετανοίας, καὶ ὡς ζησόμενοι πάντως ἀγαθῆς πάσης ἐπεμελοῦντο πρά‐ ξεως. Ὢ φιλοσόφων βαρβάρων! ὢ σοφῶν ἀπαιδεύ‐ | |
55 | των! Ἔγνωσαν ἀδιδάκτως τὰ δέοντα, ἄνευ νομοθέτου μετεῤῥυθμίσθησαν, ἄνευ διδασκάλων ἐσωφρονίσθη‐ | |
σαν, ἐκ τῆς ἐσχάτης κακίας εἰς τὴν οὐράνιον πολι‐ | ||
64.433 | τείαν ἀνέδραμον. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Εἷς ὄμβρος ἀπειλῆς, καὶ μυρίων ἀγαθῶν φορὰν ἐβλάστησαν Νινευῖται· ἀνεχωνεύθησαν ὡς παλαιοί τινες ἀνδριάντες. Μετεσκευάσθησαν ἐκ | |
5 | τῆς μετανοίας· ἐξ ἁμαρτωλῶν γεγόνασι δίκαιοι, ἀγ‐ γέλοις ἐράσμιοι, Θεῷ ποθεινοί. Ἔστησαν σαλευομέ‐ νην τὴν πόλιν, καταπίπτουσαν ὤρθωσαν, δονουμένην ἐστήριξαν. Μετεστράφησαν, καὶ οὐκ ἀντεστράφησαν· μετεβλήθησαν, καὶ οὐ διεφθάρησαν. Ἴδε γὰρ, φησὶν, | |
10 | ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπεστράφησαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. Ὢ πα‐ ραδόξων πραγμάτων! Ἀνεδίκασε τὴν δίκην ὁ δικα‐ στὴς, τὴν φονεύουσαν ἔλυσε ψῆφον, καὶ τὴν σώζου‐ | |
15 | σαν ἐψηφίσατο. Μετενόησαν Νινευῖται, καὶ μετενόη‐ σεν ὁ Θεός. Ἔσχισεν ἡ μετάνοια τῆς ἀπωλείας τὸ πρόσταγμα. Διέῤῥηξαν ἐκεῖνοι τὴν πονηρίαν, διέῤ‐ ῥηξεν ὁ Θεὸς τὴν ἀπόφασιν. Ὢ πάντα δυναμένης με‐ τανοίας! Ἐπὶ γῆς τελεῖται, καὶ τὰ ἐν οὐρανοῖς ἀνα‐ | |
20 | στρέφει. Οὕτω καὶ ἡμεῖς, ὦ φίλοι, μετανοήσωμεν· οὕτω νηστεύσωμεν· ἀγαθὰς πράξεις τῇ νηστείᾳ συν‐ ζεύξωμεν· πονηρῶν πράξεων ἀπεχώμεθα· τῆς γεέν‐ νης τὴν ἀπειλὴν φοβηθῶμεν· διὰ μετανοίας τὴν παρὰ Θεοῦ σωτηρίαν κτησόμεθα. Αὐτῷ ἡ δόξα, καὶ τὸ κρά‐ | |
25 | τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |