TLG 2062 181 :: JOANNES CHRYSOSTOMUS :: De Eleazaro et septem pueris

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Eleazaro et septem pueris

Citation: Vol — pg — (ln)

63

.

523

(33t)

ΟΜΙΛΙΑ ΙΑʹ.
34Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα, ἑτέρου προειρηκότος
35 σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων. αʹ. Ὡς ὡραία ἡ πνευματικὴ ἐλαία αὕτη! τῶν κλάδων αὐτῆς γεγηρακότων, ὥριμον ἡμῖν ἤνεγκε τὸν καρπόν. Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλη‐
40σίας· ἐκεῖνα μὲν γὰρ εἰς γῆρας ἐλθόντα, τότε τὰ πλείονα τῶν φύλλων ἀποτίθεται, τόν τε καρπὸν, ὃν ἂν ἐνέγκῃ, τοῦτον ἔξωρόν τε φέρει καὶ ἀραιόν· ταῦτα δὲ ὅταν εἰς γῆρας ἔλθῃ, τότε μάλιστα τῷ καρπῷ βρίθεται. Ὃ δὴ καὶ ἐπὶ τοῦ σήμερον εἰρηκότος ἐστὶν ἰδεῖν· διὸ καὶ
45σιγᾷν ἔγνων· ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν. Οὕτω καὶ αἱ θεῖαι Γραφαὶ παιδεύουσιν ἡμᾶς· ὅταν μὲν γὰρ νέῳ δια‐ λέγωνται, φασί· Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον ἐν ὀλίγοις

63

.

523

(50)

πολλά. Τῷ δὲ πρεσβύτῃ οὐ μετὰ τῶν τοιούτων διορι‐ σμῶν διαλέγεται, ἀλλ’ ἀφεὶς τὸν αὐτὸν καὶ χωρὶς τῶν τοιούτων ὅρων συγχωρεῖ τρέχειν· καὶ τὴν ἡδονὴν δὲ πά‐ λιν τῶν λεγομένων, ὅταν μετὰ συνέσεως λέγηται, θαυ‐ μάζουσα, οὕτως ἔφη· Λάλησον, πρεσβύτερε, πρέπει
55γάρ σοι, ἐν ἀκριβεῖ δὲ ἐπιστήμῃ, καὶ ἐμποδίσειςColumn end

63

.

524

(32)

μουσικά. Τί ἐστιν, Καὶ ἐμποδίσεις μουσικά; Δείκνυ‐ σιν ἐκ τούτου, ὅτι οὐχ οὕτως αὐλὸς καὶ κιθάρα καὶ σύριγ‐ γες ἡδὺ τοῖς ἀκούουσιν, ὡς πρεσβύτου διδασκαλία μετὰ
35ἀκριβοῦς ἐπιστήμης προφερομένη. Ἡδονῇ γὰρ ἡδονὴν παραβάλλουσα, πολὺ ταύτην ἐκείνης τυραννικωτέραν εἶναί φησι, καὶ τὴν μὲν κρατεῖν, τὴν δὲ αὐτῇ παραχωρεῖν· διὸ καί φησιν, Ἐμποδίσεις μουσικά· τουτέστιν, οὐκ ἐάσει [l. ἐάσεις] αὐτὰ φαίνεσθαι, ἐπισκοτήσεις αὐτοῖς, συσκιά‐
40σεις αὐτά. Διὰ δὴ ταῦτα καὶ ἡμᾶς μὲν ἔδει σιγᾷν καὶ ἀκούειν, τοῦτον δὲ λέγειν καὶ διδάσκειν· ἀλλ’ ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ· οὔτε ὑμῶν φέρω τὴν τυραννίδα, οὔτε τούτων τὴν ἀνάγκην· διὸ δὴ πάλιν πρὸς τοὺς συνήθεις
45ἀποδύομαι δρόμους, πρᾶγμα ἐπίπονον, τὸ λέγειν, μετὰ πολλῆς τῆς εὐκολίας μεταχειρίζων, οὐ διὰ τὴν ἐμαυτοῦ δύναμιν, ἀλλὰ διὰ τὴν προθυμίαν ὑμῶν τῶν ἀκροωμέ‐ νων. Ἐπεὶ καὶ πρῴην πρὸς τοσοῦτον βάθος κατενεχθεὶς ὁ λόγος οὐκ ἀπεπνίγη, καὶ μακρὰ οὕτω πελάγη διαβαί‐

63

.

524

(50)

νων, οὐδαμοῦ ναυάγιον ὑμῖν ὑπέμεινε· τὸ δὲ αἴτιον, οὐ‐ δαμοῦ σπιλάδες, οὐδὲ ὕφαλοι, οὐδὲ σκόπελοι, ἀλλὰ παν‐ ταχοῦ λιμένος γαληνότερον εὕρισκε πέλαγος· καὶ ὥσπερ ὑπὸ ζεφύρου τινὸς ἐπὶ πρύμνης ἱσταμένου τοῦ
πόθου τῆς ὑμετέρας ἀκροάσεως, πρὸς εὔδιον λιμένα523

63

.

525

παρεπέμπετο. Ὁμοῦ τε γὰρ ἐξεπήδα τῆς γλώτ‐ της τῆς ἡμετέρας, καὶ πάντες ὑπτίαις αὐτὸν ὑπεδέχοντο χερσὶ, καίτοι γε δυσκολίαν πολλὴν ἔχοντα· τοιαύτη γὰρ ἦν τῶν νοημάτων τῶν πρῴην ἡ φύσις· ἀλλ’ ὅμως καὶ τῆς
5προθυμίας ἡ ὑπερβολὴ, καὶ τὸ συντεῖναι τὴν διάνοιαν μετὰ ἀκριβείας ἁπάσης, τὸν πόνον ἡμῖν παρεμυθήσασθε καὶ τὰ δύσκολα ῥᾴδια κατεσκευάσατε. Οὐδὲ γὰρ εἰς πέτραν, οὐδὲ εἰς ἀκάνθας, οὐδὲ εἰς τὴν ὁδὸν κατενεχθῆ‐ ναι συνεχωρήσατε, ἀλλὰ πάντα εἰς πίονα καὶ βαθύγειον
10ἄρουραν ὑπεδέξασθε, εἰς τὸ τῆς διανοίας ὑμῶν βάθος. Διὸ καὶ καθ’ ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπο‐ μεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφό‐ μενα, καὶ τὸ θέατρον καθ’ ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον. Διὰ δὴ τοῦτο καὶ σήμερον τῶν λειπομένων
15ἅψασθαι ἐβουλόμην. Ἀλλὰ τί πάθω; τῶν Μακκαβαίων ὁ χορὸς πρὸ τῶν ὀφθαλμῶν ἵσταται τῶν ἐμῶν, καὶ τῇ λαμπηδόνι τῶν οἰκείων τραυμάτων καταυγάζων μου τὴν διάνοιαν, πρὸς τὴν οἰκείαν εὐμορφίαν καλεῖ τὴν γλῶτ‐ ταν τὴν ἡμετέραν. Ἀλλὰ μηδεὶς ἀκαιρίαν καταγινω‐
20σκέτω τοῦ λόγου, ὅτι τῆς ἡμέρας τῶν παλαισμάτων αὔριον οὔσης, σήμερον τοὺς στεφάνους πλέκομεν, καὶ πρὸ τοῦ καιροῦ τῶν πολέμων τὸ τρόπαιον ἀνακηρύττο‐ μεν. Εἰ γὰρ δὴ γάμων ἐπιτελουμένων οἱ συνιόντες καὶ πρὸ τῆς κυρίας καὶ παστάδας ὑφαίνουσι καὶ στεφάνοις
25τὰς οἰκίας κατακοσμοῦσι καὶ παραπετάσμασι· πολλῷ δὴ μᾶλλον ἡμεῖς τοῦτο ἐργασόμεθα, ὅσῳ καὶ πνευματικώ‐ τερος οὗτος ὁ γάμος, οὐκ ἀνθρώπου γυναῖκα, ἀλλὰ Θεοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ἁρμοζομένου. Διόπερ οὐκ ἄν τις ἁμάρτοι τῶν μαρτύρων τὴν ψυχὴν νύμφην προσειπὼν,
30νύμφην πνευματικήν· ἐπεὶ καὶ προῖκα τὸ αἷμα εἰσ‐ φέρουσι, προῖκα μηδέποτε δαπανωμένην. Ἀλλ’ ὁ μὲν τῶν ἐγκωμίων καιρὸς εἰς τὴν αὔριον ἡμᾶς ἡμέραν ἀναμενέτω· σήμερον δὲ τοὺς ἀσθενεστέρους τῶν ἀδελ‐ φῶν ἡμῶν διορθώσομεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀφελε‐
35στέρων κατὰ τὴν διάνοιαν χωλεύοντες, ὑπὸ τῶν ἐχθρῶν τῆς Ἐκκλησίας παρασυρόμενοι, οὐ τὴν προσήκουσαν περὶ τῶν ἁγίων τούτων δόξαν ἔχουσιν, οὐδὲ ὁμοίως εἰς τὸν λοιπὸν τῶν μαρτύρων αὐτοὺς καταλέγουσι χορὸν, λέγοντες ὅτι οὐχ ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐξέχεαν, ἀλλ’
40ὑπὲρ τοῦ νόμου καὶ τῶν ἐν τῷ νόμῳ γραμμάτων, ὑπὲρ χοιρείων σφαγέντες κρεῶν· φέρε δὴ τὴν ἐκείνων διορ‐ θώσωμεν διάνοιαν· καὶ γὰρ αἰσχρὸν ἂν εἴη πανήγυριν ἐπιτελοῦντας ἀγνοεῖν τῆς πανηγύρεως τὴν ὑπόθεσιν. βʹ. Ἵν’ οὖν μὴ ἐν τῇ κοινῇ πάντων ἡδονῇ μόνοι οἱ τὰ
45τοιαῦτα νοσοῦντες ἀλγῶσιν, ἀλλ’ εἰλικρινεῖ διανοίᾳ τοὺς ἀγωνιστὰς περιπτύξωνται, καὶ καθαροῖς ὄμμασιν αὐτοὺς ἴδωσι, τὸ ὑφορμοῦν αὐτῶν ταῖς διανοίαις σήμερον ὑπο‐ σύραντες, εἰλικρινεῖ τῇ γνώμῃ καὶ καθαρᾷ τῇ διανοίᾳ παρασκευάσομεν αὔριον αὐτοὺς ἀπαντῆσαι πρὸς τὴν

63

.

525

(50)

πανήγυριν τὴν πνευματικήν. Ἐγὼ γὰρ τοσοῦτον οὐ παρ‐ αιτοῦμαι μετὰ τῶν ἄλλων καταλέγειν αὐτοὺς μαρτύρων, ὅτι δὴ καὶ λαμπροτέρους τούτους εἶναί φημι. Τότε γὰρ ἠγωνίσαντο, ὅτε οὐδέπω ἦσαν αἱ χαλκαῖ κλασθεῖσαι πύλαι, οὔτε ὁ μοχλὸς ὁ σιδηροῦς περιαιρεθεὶς, ὅτε ἔτι
55ἡ ἁμαρτία ἐκράτει, καὶ ἡ κατάρα ἤνθει, καὶ τοῦ δια‐ βόλου ἡ ἀκρόπολις συνειστήκει, καὶ ἀτριβὴς ἦν ἔτι τῆς τοιαύτης ἀρετῆς ἡ ὁδός. Νῦν μὲν γὰρ καὶ μειράκια κο‐ μιδῇ καὶ παρθένοι πολλαὶ πολλαχοῦ τῆς οἰκουμένης ἁπα‐ λαὶ καὶ ἀπειρόγαμοι κατὰ τῆς τοῦ θανάτου τυραννίδος
60ἀπεδύσαντο· τότε δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίαςColumn end

63

.

526

καὶ δίκαιοι σφόδρα αὐτὸν ἔτρεμον. Ὁ γοῦν Μωϋσῆς διὰ τοῦτον ἔφυγε τὸν φόβον· καὶ Ἠλίας τεσσαράκοντα ἡμερῶν ὁδὸν ἐντεῦθεν ἀπέδρα· καὶ ὁ πατριάρχης Ἀβραὰμ διὰ τοῦτο τῇ γυναικὶ παρῄνει λέγειν, ὅτι Ἀδελ‐
5φὴ αὐτοῦ εἰμι καὶ οὐ γυνή. Καὶ τί δεῖ τοὺς ἄλλους λέ‐ γειν; αὐτὸς γὰρ ὁ Πέτρος οὕτως ἐδεδοίκει τὸν θάνατον, ὡς μηδὲ θυρωροῦ ἀπειλὴν ἐνεγκεῖν· καὶ γὰρ φοβερὸς ἦν καὶ ἀπρόσιτος, οὐδέπω αὐτοῦ τῶν νεύρων ἐκκεκομμέ‐ νων, οὐδὲ τῆς δυνάμεως καταλελυμένης. Ἀλλ’ ὅμως οὗ‐
10τοι τότε, ὅτε οὕτω φοβερὸν ἔπνει, κατηγωνίσαντο αὐτὸν καὶ κατεπάλαισαν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ὁ τῆς δι‐ καιοσύνης ἀνίσχειν ἥλιος, ὅπερ ἐπὶ τῆς ἡμέρας γίνεται, καὶ τότε συνέβη. Καθάπερ γὰρ καὶ μηδέπω φανέντος ἡλίου, φαιδρὸς ἡμῖν ὁ ὄρθρος φαίνεται, τῶν μὲν ἀκτίνων
15οὐδέπω γιγνομένων δήλων, τοῦ δὲ φωτὸς τῶν ἀκτίνων τὴν οἰκουμένην καὶ πόῤῥωθεν καταλάμποντος· οὕτω δὴ καὶ τότε συνέβη. Ἐπειδὴ γὰρ παραγίνεσθαι ἔμελλεν ὁ τῆς δικαιοσύνης ἥλιος, λοιπὸν δὴ τὸ σκότος τῆς δειλίας ἐλύετο, καὶ οὐδέπω παρόντος αὐτοῦ κατὰ σάρκα, ἀλλ’
20ἐγγὺς αὐτοῦ καὶ ἐν προοιμίοις ὄντος, καὶ αὐτῶν λοιπὸν ἁπτομένου τῶν πραγμάτων. Ὅτι μὲν οὖν πολλὴν ἀνδρείαν ἐπεδείξαντο ἐν τοῖς καιροῖς ἀγωνισάμενοι τοῖς τοιούτοις, παντί που δῆλόν ἐστιν· ὅτι δὲ καὶ ὑπὲρ Χριστοῦ τὰ τραύματα ἔλαβον,
25τοῦτο ἤδη δεῖξαι πειράσομαι. Τίνος γὰρ ἕνεκεν ἔπα‐ θον, εἰπέ μοι; Τοῦ νόμου, φησὶν, ἕνεκεν, καὶ τῶν ἐν τῷ νόμῳ κειμένων γραμμάτων. Ἂν τοίνυν φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ νομοθέτου τὴν καρ‐
30τερίαν ἐπεδείξαντο πᾶσαν ἐκείνην; Φέρε δὴ οὖν τοῦτο ἀποδείξωμεν σήμερον, ὅτι Χριστός ἐστιν ὁ τὸν νόμον δεδωκώς. Τίς οὖν ταῦτά φησιν; Ὁ ταῦτα σαφῶς ἐπιστά‐ μενος, τά τε παλαιὰ καὶ τὰ νέα, Παῦλος, ὁ τῆς οἰκου‐ μένης διδάσκαλος· Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω
35πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν
40ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας. Εἶτα δεικνὺς ὅτι ὁ Χριστὸς ταῦτα ἐποίει τὰ θαύματα, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθού‐ σης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ εἰκότως·
45οὐ γὰρ ἡ φύσις τῆς πέτρας ἠφίει τὸ ὕδωρ καὶ τοὺς πο‐ ταμοὺς ἐκείνους, ἀλλ’ ἡ τοῦ Χριστοῦ ἐνέργεια τύπτουσα τὸν λίθον, ἀναδίδοσθαι τὰς πηγὰς παρεσκεύαζε. Διὰ τοῦτο καὶ πνευματικὴν πέτραν ἐκάλεσε, καὶ ἀκολουθεῖν ἔφη· ἡ δὲ αἰσθητὴ οὐκ ἀκολουθεῖ, ἀλλ’ ἐν ἑνὶ ἵδρυται

63

.

526

(50)

χωρίῳ· ἀλλ’ ἡ πανταχοῦ παροῦσα δύναμις καὶ πάντα θαυματουργοῦσα, ἐκείνη καὶ τὴν πέτραν ἀνέῤῥηξεν. Εἰ δὲ οὐκ ἀνέχοιτο τῶν ῥημάτων τούτων ὁ Ἰουδαῖος, φέρε δὴ τοῖς οἰκείοις αὐτὸν ὅπλοις ἕλωμεν, οὐδὲν ἀπὸ Παύλου καὶ Πέτρου καὶ Ἰωάννου, ἀλλ’ ἀπὸ τῶν προφητῶν αὐτῷ
55διαλεγόμενοι, ἵνα μάθῃ ὅτι τὰ πράγματα παρ’ αὐτῷ, τὰ δὲ νοήματα παρ’ ἡμῖν. γʹ. Τίς οὖν τῶν προφητῶν ταῦτά φησιν, ὅτι τὴν Πα‐ λαιὰν αὐτὸς ἔδωκε Διαθήκην; Ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, ὁ ἐν νεότητι λάμψας. Ποῦ καὶ πότε; Ἄκουε
60τῶν ῥημάτων αὐτῶν, καὶ παιδεύου σαφῶς ἐκ τῶν λεγο‐
μένων. Τίνα τοίνυν ἐστὶ τὰ ῥήματα; Ἰδοὺ ἡμέραι525

63

.

527

ἔρχονται, λέγει Κύριος. Ἐκ προοιμίων εὐθέως ἀν‐ ίστησι τὸν ἀκροατὴν, καὶ διεγείρει τὰ φρονήματα τῶν ἀκουόντων, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. Ἰδοὺ ἡμέραι ἔρχον‐
5ται. Εἶτα δείκνυσιν, ὅτι περὶ μελλόντων ἡμῖν διαλέγε‐ ται πραγμάτων. Πῶς οὖν, εἰ περὶ μελλόντων διαλέγε‐ ται, τὴν Παλαιὰν, φησὶν, αὐτὸς ἔδωκε; Ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας τὴν λαμ‐ πηδόνα. Ὅτε γὰρ ταῦτα ἐλέγετο, ὁ νόμος ἦν δεδομένος
10καὶ παραβαθεὶς, ἡ δὲ Καινὴ οὐδέπω. Ταῦτα τοίνυν σα‐ φῶς ἐπὶ ταῖς διανοίαις ὑμῶν ἐναποθέμενοι, δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων. Ἰδοὺ ἡμέραι ἔρχον‐ ται, λέγει Κύριος, τὸν παρόντα καιρὸν δηλῶν, καὶ δια‐ θήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν δια‐
15θήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἐρωτῶ τὸν Ἰουδαῖον, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφὸν, τίς τὴν και‐ νὴν ἔδωκε διαθήκην; Πάντως ἐρεῖ πᾶς, ὅτι ὁ Χριστός. Οὐκοῦν οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν, ὅτι Δια‐ θήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν
20διεθέμην, ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο· οὐκοῦν ἀμφοτέρων τῶν διαθηκῶν εἷς ὁ νομοθέτης. Καὶ πότε διέθετο τὴν παλαιὰν, εἰπέ μοι; Ἐν ἡμέρᾳ ἐπιλαβομέ‐ νου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἰδὲ πῶς καὶ τὴν εὐκολίαν ἔδειξε τῆς ἐξόδου,
25καὶ τὴν φιλοστοργίαν τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διεξαγωγῆς, καὶ ὅτι πάντα αὐτὸς ἐθαυματούργει τὰ ἐν Αἰγύπτῳ. Τῷ γὰρ εἰπεῖν, Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, τὰ θαύματα πάντα ἐδήλωσεν· ἡ γὰρ ἔξοδος ἐκείνη διὰ τῶν
30σημείων τῶν παραδόξων ἐκείνων ἐγίνετο. Καὶ αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐ‐ τῶν, λέγει Κύριος. Ὅτι μὲν οὖν καινῆς καὶ παλαιᾶς διαθήκης εἷς ὁ νομοθέτης, ἐντεῦθεν δῆλον. Ἐνταῦθα δὲ εἴ τις ἀκριβῶς κατεῖδε τὸ εἰρημένον, οἶδεν ὅτι οὐ τῆς
35τυχούσης ἀπορίας γέμει· λέγων γὰρ τὴν αἰτίαν, δι’ ἣν μέλλει διδόναι διαθήκην ἑτέραν, καινὴν αὐτὴν εἶπεν, τουτέστι παράδοξον· Διαθήσομαι γὰρ, φησὶ, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πα‐ τράσιν αὐτῶν, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ
40μου· κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦ‐ ναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους. Ἀλλ’ ὧδε μὲν αὐτοὺς οὐκ
45ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται τῶν προ‐ τέρων. Ἔδει μὲν οὖν καὶ σήμερον ἐπαγαγεῖν τῇ διαπο‐ ρήσει ταύτῃ τὴν λύσιν, ἀλλ’ ἐπειδὴ καὶ πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται, καὶ βουλόμεθα ὑμᾶς παιδεύειν, ὥστε μὴ παρ’ ἡμῶν πάντα μανθάνειν, ἀλλὰ καὶ οἴκο‐

63

.

527

(50)

θεν εὑρίσκειν, τοῦτο ὑμῖν καταλιμπάνω ζητῆσαι καὶ εὑρεῖν. Ἐὰν δὲ ἴδωμεν ζητήσαντας μὲν, οὐχ εὑρόντας δὲ, τότε καὶ αὐτοὶ χεῖρας ὀρέξομεν· ὥστε δὲ καὶ εὐκο‐ λωτέραν ὑμῖν γενέσθαι τὴν εὕρεσιν, καὶ τὰ χωρία τὰ ἀποστολικὰ, ἐν οἷς μάλιστά ἐστι τὸν θησαυρὸν εὑρεῖν
55καὶ τῆς ἐπαπορήσεως ταύτης τὴν λύσιν, ἤδη ὑμῖν προ‐ αγορεύω· ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ πρὸς Γαλάτας, καὶ πρὸς Ἑβραίους, τουτὶ τὸ κεφάλαιον θεὶς διέλυσε. Καὶ ὅσοι φιλόπονοι, δυνήσονται ἐπελθόντες τὰς
ἐπιστολὰς τὴν λύσιν φωρᾶσαι ταύτην, ἐὰν τὰς μεταξὺColumn end

63

.

528

ταύτας ἡμέρας μὴ συλλόγοις ἀκαίροις μηδὲ ἀδολεσχίαις ἀνονήτοις ἑαυτοὺς δῶτε, ἀλλὰ τῇ μερίμνῃ τῶν εἰρημένων προσηλωμένοι, τὸν θησαυρὸν ἀνορύττητε. Τοῦτο τέως ἄλυτον ἀφέντες, ἐπὶ τὰ ἑξῆς βαδιούμεθα.
5Τίνα δὲ τὰ ἑξῆς; Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσο‐ μαι ὑμῖν, λέγει Κύριος· διδοὺς νόμους μου εἰς διά‐ νοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐ‐ τούς. Καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων·
10Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μι‐ κροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδι‐ κίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνο‐ μιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Εἰπὼν παλαιὰν δια‐ θήκην, ἣν ἔδωκεν· εἰπὼν καὶ νέαν, ἣν μέλλει διδόναι,
15ὑπογράφει δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τί‐ θησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς πρὸς τὴν παλαιὰν, τὸ διάφορον, οὐ τὸ ἐναντίον· πόση ἡ ὑπεροχὴ, πόση ἡ λαμπηδὼν, πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς
20χάριτος. δʹ. Τίνες οὖν οἱ χαρακτῆρες τῆς καινῆς; Διδοὺς νό‐ μους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐ‐ τῶν ἐπιγράψω αὐτούς. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρί‐
25βησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμ‐ ματα ἐγχαράξας, κατέβαινε Μωϋσῆς, συγγενῆ τῆς ἀναι‐ σθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων. Ἡ δὲ καινὴ οὐχ οὕτως· οὐ γὰρ πλάκες ἐκολάφθησαν, ὅτε ἡ καινὴ διαθήκη ἐδίδοτο, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ;
30Ἄκουε τοῦ Λουκᾶ διηγουμένου· Ἦσαν πάντες ὁμοθυ‐ μαδὸν ἐπὶ τὸ αὐτὸ, φησί· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ φερομένης πνοῆς βιαίας· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ‐ ρός· ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλή‐
35σθησαν Πνεύματος ἁγίου, καὶ ἤρξαντο φθέγγεσθαι γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς. Ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν, οὕτως εἰπών· Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς. Ἡ γὰρ
40τοῦ Πνεύματος χάρις ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα ταῖς δια‐ νοίαις αὐτῶν ἐγκαθῆσθαι, στήλας αὐτοὺς ἐποίησεν ἐμψύχους. καὶ τῇ διανοίᾳ ἐπισκιάζει τῇ δόξῃ αὐτοῦ· διὸ καὶ ἔλεγεν, ὅτι ἀπεστάλη κηρύττειν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ
45πάλιν, Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου· καὶ ἄνω καὶ κάτω τὸν σταυρὸν περιστρέφει. Ἐπειδὴ γὰρ, φησὶν, Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον,

63

.

528

(50)

ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σο‐ φίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώ‐ πων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· μωρὸν Θεοῦ καὶ ἀσθενὲς Θεοῦ τὸν
55σταυρὸν ὀνομάζων, οὐκ ἐπειδὴ μωρόν· τί γὰρ τούτου σοφώτερον; οὐδὲ ἐπειδὴ ἀσθενές· τί γὰρ τούτου ἰσχυ‐ ρότερον; ἀλλὰ τὴν τῶν ἀπίστων ὑπόνοιαν ἀπαγγέλλων, ἣν εἶχον περὶ τοῦ πράγματος. Διὸ καὶ ἀνωτέρω ἔλεγεν·
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις527

63

.

529

μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ ἐστιν. Ἀλλ’ οὐκ ἀπὸ τῶν ἀπολλυμένων δεῖ φέρειν τῶν πρα‐ γμάτων τὰς κρίσεις· ἐπεὶ καὶ οἱ νοσοῦντες τὸ μέλι πι‐ κρὸν εἶναι νομίζουσιν, ἀλλὰ τοῦτο τῆς νόσου τὸ
5ἔγκλημα, οὐ τοῦ μέλιτος ἡ κατηγορία. Οὕτω δὴ καὶ ὁ σταυρὸς μωρὸν πρᾶγμα δοκεῖ τοῖς ἔξωθεν εἶναι, ἀλλ’ οὐκ ἔστιν. Εἶτα ἀποδεικνὺς, ὅτι οὐ μόνον οὐκ ἔστι μωρὸν, ἀλλὰ καὶ σφόδρα σοφὸν τὸ πρᾶγμα, οὐδὲ μόνον οὐκ ἀσθενὲς, ἀλλὰ καὶ σφόδρα ἰσχυρὸν, παραβάλλει τὰ ἐξ αὐτοῦ κατορθώ‐
10ματα καὶ τῇ κτίσει καὶ τῇ παλαιᾷ καὶ τῇ ἔξωθεν σοφίᾳ· καὶ δείκνυσιν, ὅτι ἅπερ οὔτε ἡ ἔσωθεν σοφία εὗρεν ἢ ἡ ἔξωθεν, οὔτε παρὰ τῆς κτίσεως ἔμαθον πολλοὶ τῶν ἀν‐ θρώπων, οὔτε παρὰ τῆς παλαιᾶς ἐκέρδαναν, ταῦτα τὸ δοκοῦν εἶναι τοῦτο μωρὸν καὶ ἀσθενὲς ἴσχυσε, τὸ δοκοῦν,
15οὐ τὸ ὄν. Διόπερ, ἔχων τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδει‐ ξιν, μετὰ πολλῆς ἀποδύεται τῆς παῤῥησίας, πρῶτον κατὰ τῆς ἔξω σοφίας, λέγων, Ποῦ σοφός; Τί ἐστι, Ποῦ σοφός; Ὡσανεὶ ἔλεγεν· Ποῦ τὰ τῶν φιλοσόφων; ποῦ τὰ τῶν ῥητό‐ ρων; ποῦ τὰ τῶν σοφιστῶν; ποῦ τὰ τῶν λογογράφων; Οἴ‐
20χεται πάντα καὶ ἀπόλωλε καὶ ἐκποδὼν γέγονεν. Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκεί‐ νων. Διὰ τοῦτο τούτων οὕτως ἀφανῶν γενομένων, καὶ κα‐ θάπερ κόνεώς τινος ἀναῤῥιπισθείσης, οὕτως ἐρωτᾷ καί φησι· Ποῦ σοφός; Ἐφάνη σταυρὸς, καὶ πάντα ἐκεῖνα
25ἐλύθη· ἤχησε τὸ κήρυγμα, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη. Ποῦ σοφός; Ποῦ τῶν ῥημάτων ὁ κόμπος; ποῦ τῆς εὐγλωττίας τὸ κάλλος; ποῦ τῶν σοφισμάτων ἡ δεινότης; ποῦ τῶν λόγων ἡ ῥύμη; ποῦ ἡ γλῶττα ἡ ἠκο‐ νημένη; ποῦ οἱ σύλλογοι καὶ τὰ συνέδρια; Πάντα ἐκεῖνα
30παρεσύρη καὶ ἀπώλετο καὶ διεφθάρη καὶ οἴχεται καὶ νῶτα ἔδωκε. Ποῦ γραμματεύς; Ποῦ τὰ Ἰουδαίων, φησί; κἀκείνων ἐκράτησε τὸ κήρυγμα, καὶ καθάπερ ἥλιος σκιὰν ἀπέκρυψεν. Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα μετὰ πλείονος τῆς περιου‐
35σίας ὁ σταυρὸς πανταχοῦ κατώρθωσεν, ἁμαρτήματα λύσας, δικαιοσύνην χαρισάμενος, ἁγίους τοὺς ἀνθρώ‐ πους κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας. Εἶτα πάλιν ἀφεὶς τὰ Ἰουδαϊκὰ, ἐπὶ τὰ Ἑλληνικὰ ἔρχεται· Ποῦ συζητητὴς τοῦ αἰῶνος
40τούτου; Τοὺς αἱρετικοὺς ἐνταῦθα αἰνίττεται καὶ συλ‐ λογιστικοὺς, οἳ πρὸ μὲν τούτων ξιφῶν ἦσαν ὀξύτεροι, ἐπειδὴ δὲ ὁ σταυρὸς ἐφάνη, πηλοῦ παντὸς ἀσθενέστερον διεκόπησαν. Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Πάλιν πρὸς τὴν Ἑλληνικὴν ἀποδύε‐
45ται. Τί ἐστιν, Ἐμώρανεν; Μωρὰν οὖσαν ἀπέφηνεν· ἦν μὲν γάρ. Καὶ αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἀλλ’ ὁ μὲν προφήτης τῆς Παλαιᾶς τὴν φαιδρότητα ἡμῖν ὑπογράφει· ὁ δὲ ἀπόστολος, ἐπειδὴ πρὸς Ἰουδαίους ἐμάχετο, παράλ‐

63

.

529

(50)

ληλα ἑκάτερα τίθησιν· ἄνω μὲν εἰπὼν, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις· ἐνταῦθα δὲ, Οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.
εʹ. Ἐν σαββάτῳ συνέλεξέ τις ξύλα, καὶ ἐλιθάσθη.Column end

63

.

530

Εἶδες πῶς τὸ γράμμα ἀποκτείνει, τουτέστιν, ὁ νόμος ἐκόλαζε; μάθε πῶς τὸ πνεῦμα ζωοποιεῖ. Εἰσέρχεταί τις μυρίων γέμων κακῶν, ἡταιρηκὼς, ἁρπάσας, πλεονεκτή‐ σας, μοιχεύσας, πᾶσαν ἐπελθὼν κακίαν, νεκρωθεὶς ἤδη
5τῇ ἁμαρτίᾳ· λαμβάνει αὐτὸν ἡ τοῦ Πνεύματος χάρις εἰς τὴν κολυμβήθραν, καὶ τὸν ἡταιρηκότα υἱὸν Θεοῦ κατα‐ σκευάζει, καὶ τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ζωογονεῖ. Τοῦτό ἐστι, Τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πῶς δὲ ζωοποιεῖ; Οὐκ ἀπαιτῶν εὐθύνας τῶν πλημμελημάτων κατὰ
10τὸ τοῦ προφήτου· Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐρώτησον πάλιν τὸν Ἰουδαῖον, ποῦ τοῦτο γέγονεν ἐν τῷ νόμῳ; Ἀλλ’ οὐκ ἂν ἔχοι δεῖξαι. Καὶ γὰρ καὶ ὁ τὰ ξύλα συλλέξας ἐλιθάζετο, καὶ ἡ πορνεύουσα
15κατεκαίετο, καὶ Μωϋσῆς διὰ μίαν ἁμαρτίαν τῆς γῆς τῆς ἐπαγγελίας ἐξέπεσεν· ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργα‐ σάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦν‐ ται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημά‐ των. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε
20πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ μοιχοὶ, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε· ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ,
25καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς λάμπει τὸ προφητικὸν, ὅτι Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐ‐ τῶν; πῶς ἀστράπτει τὸ ἀποστολικὸν, ὅτι Τὸ πνεῦμα ζωοποιεῖ; Βούλει μαθεῖν καὶ τὸ ἕτερον, τὸν ἀπόστολον Παῦλον λέγοντα, πῶς ἐν βραχείᾳ χρόνου ῥοπῇ τὴν οἰκου‐
30μένην περιῆλθεν ἅπασαν; ἄκουσον αὐτοῦ λέγοντος· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον· καὶ πάλιν· Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιπο‐ θίαν δὲ ἔχων τοῦ ἰδεῖν ὑμᾶς, ὡς, ἐὰν πορεύσωμαι εἰς
35τὴν Ἱσπανίαν, ἐλπίζω θεάσασθαι ὑμᾶς, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Εἰ δὲ εἷς ἀπόστολος ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πλέον τῆς οἰκουμένης δι‐ έδραμεν, ἐννόησον πῶς καὶ ἄλλοι ἅπασαν αὐτὴν ἐσαγή‐ νευσαν. Διὸ καὶ ἔλεγε· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέν‐
40τος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· τὸ προ‐ φητικὸν ἐκεῖνο ἑρμηνεύων, Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ἀλλ’ ὅτι μὲν τὸν νόμον ὁ Χριστὸς ἔδωκεν, ἀπὸ τούτων δῆλον· καὶ ὅτι σφαγέντες ὑπὲρ τοῦ νόμου, ὑπὲρ τοῦ νομοθέτου τὸ αἷμα
45ἐξέχεον καὶ τοῦτο σαφές· παρακαλῶ δὲ λοιπὸν τὴν ὑμε‐ τέραν ἀγάπην μετὰ πολλῆς τῆς προθυμίας εἰς τὴν παν‐ ήγυριν ἀπαντῆσαι· καθάπερ μέλισσαι τῶν σίμβλων ἐκπηδήσατε ἐπὶ τὰ τραύματα τῶν μαρτύρων, καὶ περι‐ πτύξασθε αὐτῶν τὰς βασάνους, μηδὲν πρὸς τὸ τῆς ὁδοῦ

63

.

530

(50)

κατοκνήσαντες μῆκος. Εἰ γὰρ γέρων ὁ Ἐλεάζαρος πυ‐ ρὸς κατετόλμησε, καὶ ἡ μήτηρ τῶν μακαρίων ἐκείνων ἐν ἐσχάτῳ γήρᾳ τοσαύτας ὑπέμεινεν ὀδύνας· ποίαν ἂν σχοίητε ἀπολογίαν, ποίαν συγγνώμην, μηδὲ ὀλίγους σταδίους διαπερῶντες ὑπὲρ τῆς θεωρίας τῶν παλαισμά‐
55των ἐκείνων; ...529