TLG 2062 178 :: JOANNES CHRYSOSTOMUS :: In illud: Pater meus usque modo operatur JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Pater meus usque modo operatur Citation: Vol — pg — (ln) | ||
63.511(1t) | ΟΜΙΛΙΑ Θʹ. | |
2 | Τοῦ αὐτοῦ, περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν. Καὶ λυπήσας αὐτοὺς, εἶτα τῇ συνάξει τῇ μετ’ ἐκείνην τὴν κυριακὴν παρα‐ | |
---|---|---|
5 | χωρήσας εἰπεῖν ἐπισκόπῳ ἀπὸ Γαλατίας ἀφιγμέ‐ νῳ, καὶ σιγήσας, καὶ ἐν τούτῳ λυπήσας, ταύτην εἴρηκε τὴν ὁμιλίαν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰς τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά‐ ζομαι. | |
10 | αʹ. Σφόδρα καθηψάμην ὑμῶν πρῴην περὶ θεάτρων καὶ ἱπποδρομίας διαλεχθείς· διὰ τοῦτο χαίρω καὶ εὐφραί‐ νομαι κατὰ τὴν ἀποστολικὴν φωνὴν τὴν λέγουσαν· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πολὺν γὰρ ὁρῶ καρπὸν ἀπὸ τῆς λύπης βλαστά‐ | |
15 | νοντα ταύτης. Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος· οὕτω καὶ [ὁ] λόγος καθικνούμενος ἀκροατοῦ, ἀρχὴν ποιεῖται διορθώσεως. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα | |
20 | σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος αἰσθάνεται· διόπερ οὐδ’ ἂν μυρία γένηται, πρὸς ὑγίειαν ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα· ἡ δὲ αἰσθανομένη καὶ σιδηρίου καὶ πυρὸς καὶ φαρμάκων, ταχέως ἂν πρὸς τὸ ὑγιαίνειν ἐπανέλθοι· | |
25 | οὕτω δὴ καὶ ἐπὶ τῶν ψυχῶν, αἱ μὲν ἀναλγήτως διακεί‐ μεναι οὐκ ἂν ῥᾳδίως μεταβληθεῖεν, αἱ δὲ εἰδυῖαι καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν καὶ ἀλγεῖν καὶ ὀδυνᾶσθαι ἐν ταῖς ἐπιτιμήσεσι, μεγίστην ἡμῖν παρέχουσιν ἀπόδειξιν τοῦ ταχέως ἀποστήσεσθαι τῆς κακίας. Διὸ δὴ καὶ ὁ μα‐ | |
30 | κάριος Παῦλος, ταῦτα εἰδὼς, τοὺς μὲν λυπηθέντας σφό‐ δρα ἀπεδέχετο, καὶ ἔχαιρεν ἐπὶ αὐτοῖς, τῶν δὲ οὐχ οὕτω διακειμένων ἀπεγίνωσκε λέγων· Οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκα‐ θαρσίας ἁπάσης ἐν πλεονεξίᾳ. Ὁ γὰρ οὐκ εἰδὼς ἀλγεῖν | |
35 | πῶς ἂν διορθωθείη ποτὲ, πλὴν εἰ μὴ πρότερον τοῦτο αὐτὸ μάθοι; Ἐπεὶ οὖν τοῦτο ὑμῖν κατώρθωται, σφόδρα θαῤῥοῦ‐ μεν ὑπὲρ τῆς ὑμετέρας ἀγάπης· εἰ γὰρ μία διάλεξις οὕτως ἔδακε, καὶ εἰς τοσαύτην ἀγωνίαν κατέστησεν, ὡς καὶ ἀθυ‐ μεῖν καὶ θορυβεῖσθαι καὶ ταράττεσθαι, εὔδηλον ὅτι δευτέρα | |
40 | καὶ τρίτη προσγενομένη, πάσης ἀπαλλάξει τῆς ἀῤῥωστίας. Καὶ ἵνα μάθητε ὅτι οὐ κολακεύων ὑμᾶς λέγω ταῦτα, δι’ ὧν τῇ προτεραίᾳ ἐπεδείξασθε, διὰ τούτων ἐμαρτυρήσατε τοῖς παρ’ ἡμῶν εἰρημένοις ἀλήθειαν. Καὶ γὰρ οἱ οὕτω δηχθέντες, οἱ οὕτως ὀδυνηθέντες, οἱ οὕτως ἀλγήσαντες | |
45 | καὶ ἀθυμήσαντες, ἐπιούσης τῆς κυριακῆς τῆς μετ’ ἐκεί‐ νην λαμπρότερον ἡμῖν τὸ θέατρον ἐποιήσατε, καὶ πλείονα τὸν σύλλογον καὶ μείζονα τὴν προθυμίαν, καὶ πάντες ἦτε μετέωροι, καθάπερ νεοττοὶ χελιδόνων τῆς καλιᾶς ἐκκρεμάμενοι, καὶ πρὸς ἡμετέραν κεχηνότες | |
63.511(50) | γλῶτταν. Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι’ αὐτὸν τῆς ἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν πολιὰν τιμῶντες, παρεχωρήσαμεν αὐτῷ τοῦ λόγου, καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς | |
55 | μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν ἡμε‐ | Column end |
63.512 | τέραν ποθοῦντες γλῶτταν τὴν τεμοῦσαν, τὴν ἐπιτιμήσα‐ σαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν· ταὐτὸν ποιοῦν‐ τες, οἷον ἂν εἰ παιδίον τυπτόμενον, ἐπιτιμώμενον, μηδὲ οὕτως ἀποσταίη τῆς μητρὸς, ἀλλὰ κλαυθμυριζόμενον | |
5 | ἕποιτο, τῶν ἱματίων τῆς μητρὸς ἐκ πλαγίων ἐχόμε‐ νον, καὶ ἐπισυρόμενον αὐτῇ μετὰ τῶν ὀδυρμῶν. Διὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, καὶ μα‐ κάριον ἐμαυτὸν εἶναί φημι ἐν τοσούτοις ἐρασταῖς ἀγω‐ νιζόμενος, οὕτως ἐκκρεμαμένους ὑμᾶς ἔχων τῆς ἡμε‐ | |
10 | τέρας γλώττης. Τοῦτο ἐμοὶ τῆς ἀκτῖνος ταύτης γλυ‐ κύτερον, τοῦτο φωτὸς ἥδιον, τοῦτο ζωὴ, τὸ οὕτως εὐ‐ γνωμόνων ἐπιτυγχάνειν ἀκροατῶν, οὐχ ἁπλῶς κροτῆσαι, ἀλλὰ διορθωθῆναι βουλομένων, ἐπιτιμωμένων, καὶ μὴ ἀποσκιρτώντων, ἀλλὰ πρὸς τὸν ἐπιτιμῶντα καταφευ‐ | |
15 | γόντων. Διὰ δὴ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προ‐ θυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διαλέξεως, καὶ τὰ λεί‐ ψανα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι βούλομαι σήμερον, τὴν ἐπιτίμησιν νῦν ἀφεὶς, ἵνα μὴ πάλιν τοῖς ῥᾳθύμοις ἐγκαλοῦντες, τοὺς σπουδαίους ζημιώσωμεν, | |
20 | ὁλόκληρον τὴν διάλεξιν εἰς τὸν ἐκείνων ἀναλίσκοντες ἔλεγχον. Εἰ γὰρ καὶ μηδὲν παρ’ ἡμῶν εἴρητο, ἱκανὸν τὸ χθὲς γενόμενον καὶ τοὺς σφόδρα μεμηνότας καὶ λυσ‐ σῶντας περὶ τὴν ἱπποδρομίαν ἀποστῆσαι τῆς ἀκαίρου ταύτης ἐπιθυμίας. Καὶ γὰρ τραγῳδίας τὴν πόλιν ἡμῖν | |
25 | ἐνέπλησεν ὁ φόνος ὁ χθὲς ἐν τῇ ἱπποδρομίᾳ συμβὰς, χο‐ ροὺς γυναικῶν περιέστησε, κωκυτῶν πολλῶν τὴν ἀγο‐ ρὰν ἐπλήρωσε, τοῦ διὰ τῶν ἁρμάτων ἀποτμηθέντος οὕ‐ τως ἐλεεινῶς διὰ μέσου φερομένου τοῦ δήμου. Οὗτος γὰρ, ὡς ἔγνων, τῇ ἐπιούσῃ μέλλων γαμηλίους λαμπάδας | |
30 | ἀνάπτειν, τῶν παστάδων ὑφανθεισῶν καὶ τῶν πρὸς τὸν γάμον ηὐτρεπισμένων ἁπάντων, ὑπὸ τὴν τάξιν τὴν τοῦ ἐπάρχου τελῶν ἐν τῷ σταδίῳ κάτω διατρέχων, ἐπελθόν‐ των τῶν ἡνιόχων καὶ πρὸς ἀλλήλους φιλονεικούντων, μέσος ἀποληφθεὶς, τὸν βίαιον τοῦτον καὶ ἐλεεινὸν ὑπέ‐ | |
35 | μεινε θάνατον, τὴν κεφαλὴν μετὰ τῶν ἄκρων ἀποτμη‐ θείς. βʹ. Εἶδες τῆς ἱπποδρομίας τὸν καρπόν; Καὶ τί πρὸς ἡμᾶς τοὺς ἄνω καθημένους, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα· εἰ γὰρ μὴ ὑμεῖς σπουδὴν ἐποιεῖσθε συντρέ‐ | |
40 | χειν, οὐκ ἂν τὰ κάτω τελούμενα ἐγίνετο. Ἀλλ’ ἵνα μὴ πάλιν φορτικώτερον ποιήσω τὸν λόγον καὶ ἀναξάνω τὸ ἕλκος, καταλιπὼν ὑμῶν τῷ συνειδότι ταῦτα, τὰ λειπό‐ μενα τῶν πρῴην ὑμῖν εἰρημένων ἀποδοῦναι πειράσομαι. Τίνα οὖν ἦν τὰ πρῴην εἰρημένα; Ἔλεγον ὅτι θεμέλιος | |
45 | ὁ Χριστὸς κέκληται ὡς φέρων ἅπαντα καὶ συγκρατῶν καὶ διαβαστάζων· τοῦτο νῦν ἐξ ἀποστολικῆς ἑτέρας ῥή‐ σεως ἀποδεῖξαι βούλομαι. Οὗτος γὰρ ὁ ἐκεῖνα εἰρηκὼς, ἑρμηνεύων ἐκείνην τὴν λέξιν, φησίν· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, | |
63.512(50) | φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστι, Φέρων; | |
Ἡνιοχῶν, κυβερνῶν, οἰκονομῶν, διακρατῶν, συγκρα‐ | 511 | |
63.513 | τῶν, διαβαστάζων. Οὐ γὰρ δὴ μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ γενομένων προ‐ νοεῖ καθάπερ ὁ γεγεννηκὼς αὐτὸν Πατήρ. Διὸ καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ | |
5 | ἐργάζομαι. Διὸ καὶ μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα αὑτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ποῦ νῦν οἱ τῶν αἱρετικῶν παῖδες, οἱ κατὰ τῆς ἑαυτῶν μαινόμενοι σωτηρίας, καὶ τῆς ἰσότητος ἀποσχί‐ | |
10 | ζοντες αὐτὸν τῆς πρὸς τὸν Πατέρα; ἀκουέτωσαν τοῦ εὐαγγελιστοῦ τὴν φωνήν (ὅταν δὲ τὸν εὐαγγελιστὴν εἴπω, τὸν Χριστὸν λέγω τὸν κινοῦντα αὐτοῦ τὴν ψυχήν)· ἀκουέτωσαν, καὶ ἐντραπήτωσαν, καὶ παυσάσθωσαν τοιαῦτα μαινόμενοι. Καὶ γὰρ οἱ Ἰουδαῖοι διὰ τοῦτο αὐτὸν | |
15 | ἐδίωκον, ὅτι ἴσον ἑαυτὸν ἔλεγε· καὶ οὗτοι διὰ τοῦτο ἀπαγχονίζονται, ὅτι ταύτην ἀναφέρομεν αὐτῷ τὴν εὐ‐ φημίαν παρ’ αὐτοῦ παιδευθέντες. Ἀλλ’ οὐκ αὐτοῦ, φη‐ σὶν, οὐδὲ τοῦ εὐαγγελιστοῦ αὕτη ἡ ψῆφος ἦν, ἀλλὰ τῶν Ἰουδαίων. Μάλιστα μὲν, εἰ καὶ τῶν Ἰουδαίων ἦν, καὶ | |
20 | τοῦτό σου μέγιστον ἔγκλημα καὶ ἐσχάτη κατηγορία, ὅτι ἅπερ οἱ ἀγνώμονες Ἰουδαῖοι συνεῖδον ἀπὸ τῶν ῥημά‐ των κατασκευαζόμενα, ταῦτα αὐτὸς ἐθελοκωφῶν οὐχ ὁρᾷς. Οὐ γὰρ δὴ οἴκοθεν αὐτὰ εἰσῆγον, ἀλλ’ ἀφ’ ὧν ὁ Χριστὸς ἔλεγε συλλογιζόμενος αὐτούς. Καὶ ἵνα μάθῃς | |
25 | ὅτι οὐδὲ Ἰουδαίων ἐστὶν ἡ λέξις αὕτη, ἀλλὰ τοῦ εὐαγ‐ γελιστοῦ καὶ ψῆφος καὶ ῥῆσις (ὅταν δὲ εἴπω τοῦ εὐαγ‐ γελιστοῦ, τοῦ Χριστοῦ λέγω τοῦ κινοῦντος αὐτοῦ τὴν διάνοιαν), αὐτὰ τὰ ῥήματα ἐξέταζε. Ὁ Πατήρ μου. Οὐ παντί που δῆλον καὶ τῷ σφόδρα ἀνοήτῳ, ὅτι διὰ τοῦτο | |
30 | εἶπεν, Ὁ Πατήρ μου, ἵνα ἴδιον αὐτοῦ ἀποφήνῃ; Τὸ δὲ ἐπαγαγεῖν πάλιν, Ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἆρα οὐκ ἰσότητά ἐστι κατασκευάζοντος; Οὐδὲ γὰρ εἶπεν, Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπουργῶ· Ἐργάζεται ἐκεῖνος, ἐγὼ δὲ ὑπηρετοῦμαι· ἀλλ’, Ἐκεῖνος ἐργάζεται, κἀγὼ | |
35 | ἐργάζομαι. Ὁρᾷς πῶς οὐκ Ἰουδαίων ἦν ἀπόφασις, ἀλλὰ τῶν ἐκείνου ῥημάτων κατασκευὴ τὸ λεγόμενον; Εἰ γὰρ Ἰουδαίων ἦν πεπλανημένη τις ὑπόνοια καὶ ψῆφος τὸ ἴσον αὐτὸν ποιεῖν τῷ Θεῷ, καὶ αὐτὸς μὲν οὐκ ἐβούλετο τοῦτο ὑποπτεύεσθαι, οἱ δὲ Ἰουδαῖοι μὴ βουλομένου τοῦτο | |
40 | αὐτοῦ ὑπώπτευον, ἕτερα ὑπονοοῦντες παρ’ ὃ αὐτὸς κα‐ τασκευάσαι ἐβούλετο· οὐκ ἂν αὐτὸ εἴασεν οὕτως ἀδιόρ‐ θωτον ὁ εὐαγγελιστὴς, ἀλλ’ ἐπεσημήνατο ἂν καὶ εἶπεν αὐτὸ σαφῶς. Καὶ γὰρ ἔθος αὐτοῖς τοῦτο ποιεῖν, καὶ αὐ‐ τοῖς καὶ τῷ Ἰησοῦ· καὶ τοῦτο ἐξ ἑνὸς καὶ δευτέρου πα‐ | |
45 | ραδείγματος πειράσομαι ὑμῖν ποιῆσαι δῆλον, ὅτι ὅταν εἴπῃ τι ὁ Χριστὸς, καὶ ἑτέρως μὲν αὐτὸ εἴπῃ αὐτὸς, ἑτέ‐ ρως δὲ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, διορθοῦται ὁ εὐαγγε‐ λιστής. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουσον αὐτοῦ τοῦ Ἰωάννου αὐτὸ τοῦτο δῆλον ποιοῦντος. Ἐπειδὴ γὰρ εἰσ‐ | |
63.513(50) | ῆλθεν εἰς τὸν ναὸν τοῦ Θεοῦ, καὶ τοὺς κολλυβιστὰς ἐξ‐ έβαλε φραγέλλιον ποιήσας, καὶ ἔλεγεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου· προσελθόντες οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἔλεγον· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Τί οὖν αὐτός; Λύ‐ | |
55 | σατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων. Ἀλλ’ ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον, ἀλλὰ τί φασι; Τεσσα‐ ράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; περὶ τοῦ ναοῦ τοῦ | |
60 | Ἰουδαϊκοῦ τοῦ διὰ λίθων κατεσκευασμένου λέγοντες· ἐκεῖνος γὰρ τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη | |
μετὰ τὴν ἐπάνοδον ἀπὸ Βαβυλῶνος, διακωλυομένων τῶν | Column end | |
63.514 | οἰκοδομούντων ὑπὸ τῆς βαρβαρικῆς ἐπιβουλῆς, καὶ χρό‐ νου τριβομένου πολλοῦ οὗτος ὁ ναὸς ἀπηρτίζετο. Ἐπεὶ οὖν ὁ Ἰησοῦς περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ ἔλεγεν, τὸν σταυρὸν δηλῶν καὶ τὴν ἀνάστασιν· τοῦτο γάρ | |
5 | ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν· ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ Ἰου‐ δαϊκοῦ ὑπώπτευον· ὅθεν καὶ ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ὅρα πῶς οὐ παρ‐ | |
10 | έδραμεν αὐτὸ ὁ εὐαγγελιστὴς, ἀλλ’ ἐπήγαγε τὴν διόρθω‐ σιν, λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Οὐδὲ γὰρ εἶπε, Λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ, Τὸν ναὸν, ἵνα δείξῃ τὸν Θεὸν τὸν οἰκοῦντα [ἐνοικ.?] λύσατε τὸν ναὸν τὸν πολλῷ βελτίονα τοῦ Ἰουδαϊκοῦ. Ὁ | |
15 | μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτεῖνον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν· ὁ μὲν τὴν ῥάβδον τὴν Ἀαρὼν, ὁ δὲ τὴν ῥάβδον Ἰεσσαί. γʹ. Πάλιν ἀλλαχοῦ τὸ ἐπὶ τῶν ἄρτων θαῦμα ποιήσαντι ἀπάρας σὺν αὐτοῖς, διέβαινεν εἰς τὸ πέραν, καὶ ἔλεγε | |
20 | τοῖς μαθηταῖς· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φα‐ ρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ ζύμην ἀκούσαντες, περὶ ἄρτων ὑπώπτευον· αὐτὸς δὲ οὐ περὶ ἄρτων ἔλεγεν, ἀλλὰ περὶ τῆς διδασκαλίας τῶν Φαρισαίων. Ἐπεὶ γὰρ ἄλλως μὲν αὐτὸς εἶπεν, ἄλλως δὲ ὑπώπτευσαν ἐκεῖνοι, | |
25 | ὅρα πῶς διορθοῦται αὐτὸ, λέγων· Οὕτως ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ μέμνησθε τοὺς πέντε ἄρ‐ τους καὶ πόσους κοφίνους ἐλάβετε, καὶ τοὺς ἑπτὰ ἄρτους καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν, ἀλλὰ περὶ τῆς δι‐ | |
30 | δασκαλίας τῶν Φαρισαίων, ὥστε προσέχειν; Ὁρᾷς πῶς καὶ ἐπὶ τοῦ ναοῦ ὁ εὐαγγελιστὴς καὶ ἐνταῦθα αὐ‐ τὸς τῶν πεπλανημένων διορθοῦται τὴν ὑπόνοιαν; Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο | |
35 | ὑπώπτευον ἀπὸ τῶν εἰρημένων, διώρθωσεν ἂν τὴν ὑπό‐ νοιαν ταύτην ὁ εὐαγγελιστὴς, καὶ εἶπεν ὅτι Ἰουδαῖοι μὲν ἴσον ἑαυτὸν ἐνόμιζον αὐτὸν ποιεῖν τῷ Θεῷ, αὐτὸς δὲ οὐκ ἐποίει τοῦτο οὐδὲ κατεσκεύαζεν. Ἵνα δὲ ἀπ’ αὐτῶν τῶν ῥημάτων μάθῃς, ὅτι τοῦτο μάλιστα ἐβούλετο πηγνύναι | |
40 | ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, ἀνωτέρω τὸν λόγον ἀγάγωμεν καὶ μάθωμεν τί ποτε ἐγκαλούμενος ταῦτα ἀπ‐ ελογεῖτο. Τί ποτ’ οὖν ἦν ὅπερ ἐνεκαλεῖτο; Ὅτι ἐν σαβ‐ βάτῳ ἔργα ἐποίει· Διὰ τοῦτο, φησὶν, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. Ποῖα δὴ | |
45 | ταῦτα; Ὅτι τὸν παραλυτικὸν ἔσφιγξε, καὶ ἐκέλευσε αὐτῷ τὴν κλίνην λαβεῖν καὶ ἀπελθεῖν εἰς τὸν οἶκον. Διὸ καὶ ἐρωτῶντες αὐτὸν ἔλεγον, τίς εἴη ὁ ἐπιτάξας αὐτῷ ταῦτα ποιεῖν ἐν σαββάτῳ· ὁ δὲ ἔφη, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὴν κλίνην σου καὶ ὕπαγε | |
63.514(50) | εἰς τὸν οἶκόν σου. Πρὸς ταῦτα δυσχεραίνοντες, ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐπέταξεν ἐν σαββάτῳ, ὅπερ ἐδόκει νό‐ μου παράβασις καὶ λύσις. Τί οὖν ἀπολογούμενος ὁ Χρι‐ στὸς λέγει; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καίτοι γε πολλὰ ἕτερα ἐνῆν εἰπεῖν, εἴ γε | |
55 | ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ μὴ δεῖξαι τὴν ἰσό‐ τητα. Πολλάκις γὰρ ἐλύθη τὸ σάββατον, καὶ πρῶτον μὲν ἐπὶ τῆς πόλεως τῆς Ἱεριχουντίων. Ὅτε γὰρ προσέβαλον τοῖς τείχεσιν, ἑπτὰ ἡμέρας ἐκελεύοντο σάλπιγγας μετα‐ | |
χειριζόμενοι περιιέναι τὰ τείχη, καὶ οὕτως κατηνέχθη ἡ | 513 | |
63.515 | πόλις. Ὅτι δὲ ἐν ταῖς ἑπτὰ ἡμέραις, ὅθεν ἂν ποιησώμεθα τὴν ἀρχὴν, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν, παντί που δῆλον. Ὅθεν δῆλον, ὅτι ἐλύθη τὸ σάββατον. Πάλιν περι‐ τέμνεσθαι ἐκέλευεν ἄνθρωπον τῇ ὀγδόῃ ἡμέρᾳ· ἀνάγκη | |
5 | καὶ ἐνταῦθα πάλιν τὸ σάββατον λύεσθαι· τὸν γὰρ ἐν σαββάτῳ τεχθέντα ἀνάγκη τῷ ἑτέρῳ σαββάτῳ περιτμη‐ θῆναι. Οἱ δὲ ἱερεῖς καὶ μετὰ πλείονος τῆς περιουσίας αὐτὸ ἔλυον, καὶ πάλιν θυσίαν ἐν σαββάτῳ κε‐ λευόμενοι ἀναφέρειν· ὅπου δὲ θυσία, καὶ ἐκδέρειν καὶ | |
10 | καίειν, καὶ ἐπιτιθέναι θυσιαστηρίῳ, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ τέφραν ἐκφέρειν, καὶ ἕτερα πλείονα ποιεῖν ἀνάγκη ἦν, καὶ διὰ τοῦτο τὸ σάββατον λύεσθαι. Μετὰ τούτων καὶ ἡ κτίσις αὐτὴ τὸ σάββατον ἔλυε· καὶ γὰρ ἥλιος ἐργάζεται ἐν σαββάτῳ, καὶ σελήνη | |
15 | τρέχει, καὶ ὁ ποικίλος τῶν ἄστρων φαίνει χορὸς, καὶ ἄνεμοι πνέουσι, καὶ πηγαὶ βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ θάλαττα κινεῖται, καὶ σπέρματα ἀναδίδοται καὶ φυ‐ τὰ, καὶ ἡ γῆ τίκτει καὶ τὰ ἄλογα ἅπαντα, ἔτι δὲ καὶ τὸ τῶν ἀνθρώπων γένος. Οὐδέποτε γὰρ, γυναικὸς κυού‐ | |
20 | σης ἐν σαββάτῳ, ἡ φύσις ἀνέμεινε τὸν νόμον, καὶ ἐξ‐ εδέξατο παρελθεῖν τὸ σάββατον, καὶ τότε λυθῆναι τὰς ὠδῖνας, ἀλλὰ εἰργάζετο τὸ ἑαυτῆς ἔργον καὶ σαββάτου ὄντος. Καὶ αἱ ἄνω δὲ δυνάμεις ὑπηρετοῦνται ἐν σαββά‐ τῳ, καὶ οὐ διαλιμπάνουσι τὴν διακονίαν τὴν ἑαυτῶν πλη‐ | |
25 | ροῦσαι. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τοσαύτας ἔχων ἀπο‐ λογίας ἀφορμὰς, οὐδεμίᾳ τούτων κέχρηται, οὐδὲ λέγει, Τί μοι ἐγκαλεῖτε, ὅτι λύω τὸ σάββατον; καὶ γὰρ οἱ ἱε‐ ρεῖς ἐν Ἱεριχοῦντι ἔλυσαν, καὶ οἱ ἐν τῷ ἱερῷ λύουσι· τί μοι ἐγκαλεῖτε, ὅτι λύω σάββατον; καὶ γὰρ ἥλιος λύει | |
30 | καὶ σελήνη καὶ ἀστέρες καὶ πᾶσα ἡ κτίσις, καὶ ἡ ἄνω καὶ ἡ κάτω· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἐπὶ τὸν Πατέρα ἦλθεν, λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζο‐ μαι. Οὐ γὰρ δὴ ἀπολογήσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἰσοτιμίαν δεῖξαι. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐργάζομαι, | |
35 | καὶ γὰρ ἡ κτίσις ἐργάζεται· οὐ γὰρ ἦν τῆς κτίσεως· ἀλλ’, Ἐργάζομαι, καὶ γὰρ ὁ Πατὴρ ἐργάζεται. Τῆς γὰρ οὐσίας ἐκείνης ἦν καὶ τῆς ἐξουσίας. δʹ. Διὰ τοῦτο οὐχ ὡς τῆς κτίσεως ὢν ἀπολογεῖται, ἀλλ’ ὡς ἐκείνου γέννημα γνήσιον. Καὶ ἵνα μάθῃς ὅτι | |
40 | οὐ στοχασμὸς τὰ εἰρημένα, ἔλυσάν ποτε καὶ οἱ μαθηταὶ τὸ σάββατον τίλλοντες στάχυας καὶ ἐσθίοντες, καὶ ἐγκα‐ λούντων τῶν Ἰουδαίων καὶ λεγόντων· Οὐχ ὁρᾷς ἐν σαβ‐ βάτῳ τί οὗτοι ποιοῦσιν; οὐδαμοῦ τοῦ Πατρὸς ἐμνήσθη ἐκεῖ, ἀλλὰ τί φησιν; Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, | |
45 | ὅτε ἐπείνασε; πῶς εἰσῆλθε, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν αὐτῷ ἦν φαγεῖν καὶ τοῖς μετ’ αὐτοῦ; οὐκ ἀνέγνωτε ὅτι οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν; | |
Ὁρᾷς πῶς, ὅτε μὲν ὑπὲρ τῶν δούλων ποιεῖται τὸν λό‐ | Column end | |
63.516 | γον, τοὺς δούλους εἰς μέσον φέρει, τὸν Δαυῒδ καὶ τοὺς ἱερέας· ὅτε δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα; Εἰ δέ που καὶ ἑτέραις κέχρηται ἀπολογίαις, ὡς ὅταν λέγῃ· Εἰ περι‐ τομὴν λαμβάνει ἄνθρωπος, ἐμοὶ χολᾶτε, ὅτι ὅλον | |
5 | ἄνθρωπον ὑγιῆ ἐποιησάμην ἐν σαββάτῳ; καὶ πάλιν· Τίς ἐξ ὑμῶν ἐστιν, ὃς οὐ λύει τὸ πρόβατον αὐτοῦ καὶ τὸν βοῦν; οὐδὲν θαυμαστόν· οὐ γὰρ πάντα ὡς Θεὸς, ἀλλ’ ἔστιν ὅπου καὶ ὡς ἄνθρωπος διαλέγεται, ἐπειδὴ καὶ Θεὸς καὶ ἄνθρωπος ἦν. Ἐνταῦθα μέντοι πρὸς τὴν ἀξίαν | |
10 | τὴν ἑαυτοῦ φθέγγεται λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. Διὰ τοῦτό φησιν ὁ εὐαγγε‐ λιστὴς, Ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως ἂν ἐροί‐ | |
15 | μην τὸν αἱρετικόν· Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; τῆς Ἰουδαϊκῆς ὑπονοίας τοῦτο ἦν, ἢ τῆς ἀποφά‐ σεως τοῦ Χριστοῦ; κἂν γὰρ μυριάκις ἀναισχυντῇ, παρὰ τῆς ἀληθείας ἐλέγχεται. Ἔλεγεν, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ἔλυε τὸ σάββατον | |
20 | ἢ οὐκ ἔλυεν; Εὔδηλον ὅτι ἔλυεν· Ἐργάζομαι. φησὶ, κἀκεῖ‐ νος ἐργάζεται. Οὐκοῦν οὐδέτερον τούτων τῆς ὑπονοίας ἦν τῆς Ἰουδαϊκῆς, ἀλλὰ τῆς τοῦ Χριστοῦ κατασκευῆς τε καὶ ἀποφάσεως, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ Πατέρα ἴδιον λέγειν τὸν Θεόν. Πῶς οὖν, ταῦτα λέγων τῆς | |
25 | ἀποφάσεως εἶναι τοῦ Χριστοῦ, ἐκεῖνο τῆς τῶν Ἰουδαίων ὑπονοίας λέγεις, ἐφεξῆς κείμενον καὶ συνημμένον τούτῳ, καὶ ὁμοίως ἀπηγγελμένον παρὰ τοῦ εὐαγγελιστοῦ; Πάντα γὰρ ταῦτα ἀπαγγελία τοῦ εὐαγγελιστοῦ ἐστιν, ἑρμη‐ νεύοντος τὰ παρὰ τοῦ Χριστοῦ εἰρημένα. Διὸ καὶ Ἰου‐ | |
30 | δαίων ἐγκαλούντων ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἀλλ’ ὁ μὲν κατὰ τῶν αἱρετικῶν ἔλεγχος ἀρκοῦν ἔχει τὸ τέλος· εἰ δὲ βού‐ λεσθε καὶ τὴν ἐργασίαν μαθεῖν τίς ποτέ ἐστιν ἣν ὁ Πα‐ | |
35 | τὴρ ἐργάζεται, καὶ ἣν ὁ Υἱὸς, τὴν πρόνοιαν εἴποιμι ἂν τῶν ὄντων, τὴν διακράτησιν, τὴν κηδεμονίαν. Τὰ μὲν γὰρ φαινόμενα πάντα ἐν ἓξ ἡμέραις γέγονε· Καὶ κατ‐ έπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἡ δὲ πρό‐ νοια αὐτῶν οὐκ ἐπαύσατο. Ταύτην τοίνυν τὴν πρόνοιαν | |
40 | ἐργασίαν καλεῖ ὁ Χριστὸς, λέγων· Ὁ Πατήρ μου ἐργά‐ ζεται, κἀγὼ ἐργάζομαι, προνοῶν, κηδόμενος, διακρα‐ τῶν, φησὶ, συνέχων, οὐδὲν ἀφιεὶς διαῤῥυῆναι. Δεξάμε‐ νοι τοιγαροῦν τῶν ὀρθῶν δογμάτων τὴν ἀπόδειξιν καὶ ἐκ τῶν εἰρημένων, ἀκριβῆ πολιτείαν καὶ συμβαίνουσαν | |
45 | τοῖς δόγμασι προσθῶμεν· ἐπειδήπερ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μόνη ἡ τῶν ὀρθῶν δογμάτων γνῶσις, ἀλλὰ δεῖ καὶ πολιτείας ἀρίστης, ἵνα διὰ πάντων δόξαν ἀναπέμψαντες τῷ Θεῷ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
63.516(50) | αἰώνων. Ἀμήν. | 515 |