TLG 2062 177 :: JOANNES CHRYSOSTOMUS :: Homilia habita postquam presbyter Gothus concionatus fuerat

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Homilia habita postquam presbyter Gothus concionatus fuerat

Citation: Vol — pg — (ln)

63

.

499

(53t)

ΟΜΙΛΙΑ Ηʹ.
54Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ
55 Παύλου, Γότθων ἀναγνόντων, καὶ πρεσβυτέρου Γότθου προομιλήσαντος. αʹ. Ἐβουλόμην παρεῖναι Ἕλληνας τήμερον, ὥστε τῶν ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέν‐
τος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆςColumn end

63

.

500

(51)

Ἐκκλησίας ἡ εὐγένεια, πόση τῆς πίστεως ἡ εὐτονία, πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων ὁ γέλως. Τὰ μὲν γὰρ τῶν φιλοσόφων καὶ παρὰ τοῖς ὁμοφώνοις κατα‐ λέλυται, τὰ δὲ ἡμέτερα καὶ παρὰ ἑτερογλώσσοις πολλὴν
55ἔχει δύναμιν· καὶ τὰ μὲν ἀράχνης εὐκολώτερον διεσπά‐
σθη, τὰ δὲ ἀδάμαντος στεῤῥότερον πέπηγε.499

63

.

501

Ποῦ τὰ Πλάτωνος καὶ Πυθαγόρου καὶ τῶν ἐν Ἀθήναις; ἐσβέσθη. Ποῦ τὰ τῶν ἁλιέων καὶ σκηνοποιῶν; οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν βαρβάρων γλώττῃ, καθὼς ἠκούσατε σήμερον, ἡλίου φανότερον διαλάμπει· καὶ
5Σκύθαι καὶ Θρᾷκες καὶ Σαυρομάται καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ οἱ πρὸς αὐτὰς ἀπῳκισμένοι τὰς ἐσχατιὰς τῆς οἰκουμέ‐ νης, πρὸς τὴν οἰκείαν ἕκαστος μεταβαλόντες γλῶτταν, τὰ εἰρημένα φιλοσοφοῦσι ταῦτα· ἃ μηδὲ ὄναρ ἐφαντάσθησαν οἱ παρὰ τοῖς Ἕλλησι τὸν πώγωνα ἕλκοντες, καὶ
10τῇ βακτηρίᾳ τοὺς ἀπαντῶντας ἐπὶ τῆς ἀγορᾶς σοβοῦντες, καὶ τοὺς βοστρύχους ἀπὸ τῆς κεφαλῆς σείοντες, λεόντων μᾶλλον ἢ ἀνθρώπων ἐπιδεικνύμενοι πρόσωπα. Ἀλλ’ οὐ τὰ ἡμέτερα τοιαῦτα, οὐδὲ ἐν τῷ σχήματι, ἀλλ’ ἐν σωφρο‐ σύνῃ τὰ τῆς φιλοσοφίας. Ἡ μὲν γὰρ πόρνη, ἅτε καὶ
15φυσικὸν οὐκ ἔχουσα κάλλος, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς καὶ ἱματίοις λευκοῖς καὶ ἑτέροις τοιούτοις τεχνάσμασι χειροποιητήν τινα ἐπιτίθησιν ἑαυτῇ ὥραν, τὸ ἀπὸ τῆς φύσεως δυσειδὲς συσκιάζουσα· ἡ δὲ καλὴ φύσει καὶ ἐπίχαρις καὶ εὐγενὴς κόρη γυμνὸν ἀφίησι τῆς φύσεως
20ἀγωνίζεσθαι τὸ δῶρον, οὐδενὸς τούτων δεομένη τῶν βοη‐ θημάτων, ἀλλὰ διακρουομένη, ὥστε μὴ τὴν φυσικὴν ὥραν τοῖς παραπετάσμασι συσκιάσαι τούτοις. Τοῦτο καὶ ἐπὶ τῆς Ἐκκλησίας, καὶ ἐπὶ τῶν ἔξωθεν ἔστιν ἰδεῖν. Ἐκεῖνοι μὲν γὰρ φυσικὸν κάλλος οὐκ ἔχοντες, οὐδὲ εὐ‐
25σεβείᾳ κοσμεῖσθαι δυνάμενοι, εὐγλωττίᾳ καὶ ῥήμασιν ἀποτετορνευμένοις, καὶ συνθήκαις λέξεων, καὶ κόμαις καὶ εὐθήμασι καὶ ἑτέροις τισὶ τὰ καθ’ ἑαυτοὺς σεμνύνου‐ σιν· οἱ δὲ παρ’ ἡμῖν οὐχ οὕτως, ἀλλὰ πάντα ταῦτα δια‐ κρουσάμενοι; καὶ τὴν ἔξωθεν φαντασίαν ῥίψαντες, φυσι‐
30κὸν τὸ κάλλος ἐπιδείκνυνται, οὐ γλῶτταν ἀκονῶντες, οὐδὲ εὐφημίαν διώκοντες, ἀλλ’ ἐν δυνάμει νοημάτων φιλο‐ σοφοῦντες, καὶ ἔργων ἐπιδείξει καὶ πολιτείας ἀκριβείᾳ τὴν ἐνοικοῦσαν αὐτοῖς τοῦ Θεοῦ χάριν διὰ πάντων ἀνα‐ κηρύττοντες. Διὰ δὴ τοῦτο οὐ τὴν οἰκουμένην μόνον,
35ἀλλὰ καὶ τὴν ἀοίκητον· οὐ τὴν γῆν μόνον, ἀλλὰ καὶ τὴν θάλατταν· οὐ τὰς πόλεις μόνον, ἀλλὰ καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας· οὐ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον· οὐ τοὺς ἐν ἀξιώμασι μόνον, ἀλλὰ καὶ τοὺς ἐν ἐσχάτῃ πενίᾳ· οὐκ ἄνδρας μόνον, ἀλλὰ
40καὶ γυναῖκας· οὐ γεγηρακότας μόνον, ἀλλὰ καὶ νέους ἐσαγήνευσαν. Οὐ μέχρι δὲ τούτων, ἀλλὰ καὶ περαιτέρω προῆλθον, καὶ τῇ καθ’ ἡμᾶς οὐκ ἀρκεσθέντες οἰκουμένῃ, πρὸς αὐτὸν ἐξέβησαν τὸν Ὠκεανὸν, καὶ τὰς βαρβαρικὰς χώ‐ ρας καὶ τὰς Βρετανικὰς νήσους εἴσω τῶν οἰκείων δικτύων
45ἔλαβον· καὶ ὅπουπερ ἂν ἀφίκῃ λοιπὸν, τῶν ἁλιέων ὄψει τὰ ὀνόματα ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενα, οὐ διὰ τὴν τῶν ἁλιέων δύναμιν, ἀλλὰ τὴν τοῦ σταυρωθέντος ἰσχὺν τὴν πανταχοῦ προοδοποιοῦσαν αὐτοῖς, καὶ τοὺς ἰδιώτας τῶν φιλοσόφων σοφωτέρους, καὶ τοὺς ἀγραμμά‐

63

.

501

(50)

τους καὶ ἰχθύων ἀφωνοτέρους ῥητόρων καὶ λογογράφων καὶ σοφιστῶν εὐτονωτέρους ἀποφαίνουσαν. Μὴ τοίνυν αἰσχύνην τις ἡγείσθω τῆς Ἐκκλησίας, ὅτι βαρβάρους εἰς μέσον ἀναστῆναι καὶ εἰπεῖν παρεσκευάσαμεν· τοῦτο γὰρ τῆς Ἐκκλησίας κόσμος, τοῦτο καλλώπισμα, τοῦτο τῆς ἐν
55τῇ πίστει δυνάμεως ἀπόδειξις· τοῦτο καὶ ὁ προφήτης ἄνωθεν προαναφωνῶν ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λό‐ γοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα
τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τοῦτο καὶ ἕτεροςColumn end

63

.

502

παραδηλῶν πάλιν, ἑτέροις ῥήμασιν ᾐνίττετο λέγων· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συν‐ αναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα· οὐ περὶ λεόντων καὶ ἀρνῶν καὶ παρδάλεων καὶ
5ἐρίφων διηγούμενος, ἀλλὰ προαναφωνῶν ἡμῖν καὶ δει‐ κνὺς, ὅτι δὴ τὸ θηριῶδες τῶν ἀνθρώπων εἰς τοσαύτην ἥξει ἡμερότητα τῇ φιλοσοφίᾳ τοῦ κηρύγματος κερασθὲν, ὥστε μετὰ τῶν ἡμέρων καὶ πραοτάτων ἀνδρῶν συναγελάζεσθαι. Καὶ τοῦτο σήμερον ἑωράκατε, τοὺς πάν‐
10των ἀνθρώπων βαρβαρικωτέρους μετὰ τῶν τῆς Ἐκκλησίας προβάτων ἑστῶτας, καὶ κοινὴν οὖσαν τὴν νομὴν καὶ τὸν σηκὸν ἕνα, καὶ μίαν ἅπασι τράπεζαν προκειμένην. βʹ. Αἰσχυνέσθωσαν Ἰουδαῖοι οἱ τὰ γράμματα ἀναγι‐ νώσκοντες, καὶ τὰ νοήματα ἀγνοοῦντες· ἐγκαλυπτέσθω‐
15σαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλή‐ θειαν λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες· καλλωπιζέσθω ἡ Ἐκκλησία ἡ διὰ πάν‐ των λάμπουσα καὶ πετομένη. Ὥσπερ γὰρ ἥλιος κοινὸς καὶ γῆ κοινὴ καὶ θάλαττα καὶ ἀὴρ, οὕτως πολλῷ μᾶλ‐
20λον ὁ τοῦ κηρύγματος λόγος ἐγένετο κοινός· διὸ καὶ Παῦλος ἔλεγεν· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατ’ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ
25εὐαγγελίσασθαι. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ Καινῇ, ὅπου καὶ ἐν τῇ Παλαιᾷ τὸ αὐτὸ τοῦτο γίνεται. Ὁ γὰρ πρῶτος καὶ τῆς Ἐκκλησίας καὶ τῆς Συναγωγῆς πρόγονος γενόμε‐ νος, ἐκείνων μὲν κατὰ σάρκα, ἡμῶν δὲ κατὰ πνεῦμα, βάρβαρος ἦν καὶ ἐκ μέσης Περσίδος ἤγετο, ὁ πατριάρχης
30λέγω Ἀβραὰμ, καὶ οὔτε γραμμάτων ἀκούσας, οὔτε προφητείας μετασχὼν, οὐ τὸν διδάσκοντα ἔχων, οὐχ ἱστορίαν δεξάμενος· οὔπω γὰρ ἦν Μωϋσῆς γενόμενος· οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ’ αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ’ ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ
35τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ προλαβεῖν ἐπιτάγματα, καὶ διὰ τῶν ἔργων ἐπι‐ δείξασθαι. Καὶ γὰρ κελευόμενος ἐξελθεῖν ἀπὸ τῆς πα‐ τρίδος, καὶ ἀφεῖναι οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ ἐλθεῖν ἐπὶ τὴν ἀλλοτρίαν, οὐδὲν ἔπαθεν ἀνθρώπινον,
40οὐδὲ συμπαθείᾳ κατεσχέθη, οὐδὲ ἐλογίσατο πρὸς αὑτὸν καὶ εἶπεν· Τὰ φανερὰ καὶ δῆλα ἀφεὶς, ἐπὶ τὰ ἀφανῆ καὶ ἄδηλα ἀπελεύσομαι; ἀλλὰ τὴν πίστιν ὁδηγὸν ἔχων, καὶ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν ἀντὶ βακτηρίας κτησάμενος, τὰ μὲν ἐν χερσὶν ἠφίει, τὰ δὲ ἐν ἐλπίσι προσελάμβανε·
45καὶ γὰρ καὶ κατὰ τοῦτο τῆς Ἐκκλησίας πρόγονος ἦν. Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν μὲν βιωτικῶν ὑπερ‐ ορᾷν πραγμάτων καὶ τῶν φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν ἐλπίδα τείνειν, καὶ τὴν πίστιν κρατεῖν, τὴν ἄγκυραν τῆς ἡμετέρας σωτηρίας, καὶ ἐκεῖνα ζητεῖν· διὸ καὶ Παῦ‐

63

.

502

(50)

λος ἔλεγε· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπο‐ μένη οὐκ ἔστιν ἐλπίς· καὶ πάλιν, Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ
55βλεπόμενα. Ἐξελθὼν δὲ ἀπὸ τῆς πατρίδος ὁ μακάριος501

63

.

503

οὗτος Ἀβραὰμ, καὶ ἐν ἀλλοτρίᾳ καλύβην πηξάμενος, ἀποστολικὰ πάλιν παραγγέλματα διὰ τῶν ἔργων ἐπ‐ εδείξατο. Ἐπειδὴ γὰρ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἔστησε, καὶ τὴν παράδοξον νίκην ἤρατο, καὶ τῶν βαρβά‐
5ρων περιεγένετο, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν τῶν πόνων ἐκείνων καὶ τῆς ταλαιπωρίας παρὰ τῶν σωθέντων ἐκελεύετο· τοῦ γὰρ βαρβάρου πρὸς αὐτὸν λέγοντος, Λάβε σὺ τὸν ἵππον, καὶ δὸς ἡμῖν τοὺς ἄνδρας, τί φησιν; Ἐκτενῶ τὴν χεῖρά
10μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, εἰ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Εἶδες πῶς ἐκεῖνο τὸ ἐπίταγμα ἐπλήρωσε τὸ εὐαγγελικὸν τὸ λέγον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε; Καὶ Μωϋ‐ σῆς δὲ καὶ ἐν βαρβαρικῇ οἰκίᾳ ἐτράφη τε καὶ ηὐξήθη·
15ἀλλ’ ὅμως οὐδὲν ἐντεῦθεν παρεβλάπτετο, ἀλλὰ καὶ αὐτὸς ἐφιλοσόφει τοῦ πατριάρχου οὐκ ἔλαττον, τῆς μὲν Συβα‐ ριτικῆς καταγελῶν τραπέζης, καὶ ὑψηλότερος τῆς ἐκείνων τρυφῆς γινόμενος, καὶ πλοῦτον ἀτιμάζων καὶ βασιλείαν καὶ τὰ σκῆπτρα Αἰγύπτου, πρὸς δὲ τὸν
20πηλὸν καὶ τὴν πλινθουργίαν αὐτομολῶν. Διὸ δὴ καὶ ὁ Παῦλος θαυμάζων αὐτὸν, ἔλεγε· Μείζονα πλοῦ‐ τον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Εἶτα καὶ δεικνὺς τὸν διδά‐ σκαλον τῶν ἀγαθῶν τούτων, προσετίθει λέγων· Τὸν
25γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν· ὅπερ πίστεως ἦν μεγίστης. Μὴ τοίνυν αἰσχύνην νομίζωμεν τὸ βαρβά‐ ρους ἐντῇ Ἐκκλησίᾳ εἶναι, ἀλλὰ καὶ πολὺν κόσμον· καὶ γὰρ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρα‐ γενόμενος εἰς τὴν οἰκουμένην, βαρβάρους πρώτους
30ἐκάλεσεν. Ἐπειδὴ γὰρ ἐτέχθη καὶ ἐπὶ τῆς φάτνης ἐτέθη, καὶ μάγοι ἐλθόντες ἀπὸ Περσίδος αὐτὸν προσεκύνουν· ὢ καινῶν καὶ παραδόξων πραγμάτων! βασιλέως μὲν εἰς πόλιν εἰσιέναι μέλλοντος, παραπετάσματα καὶ λαμ‐ πάδες, καὶ οἱ ἐν ἀξιώμασι καὶ οἱ ἐν δυναστείαις ἀπαν‐
35τῶσιν ἅπαντες μετὰ φαιδροῦ τοῦ σχήματος, καὶ αὐλοὶ καὶ σύριγγες καὶ κιθάραι, καὶ πᾶν μουσικῆς γένος, καὶ ἐσθήματα λαμπρὰ καὶ στεφανώματα, καὶ πολλὴ ἡ περι‐ φάνεια· τοῦ δὲ βασιλέως τῶν οὐρανῶν εἰσιέναι μέλλον‐ τος εἰς τὴν οἰκουμένην, οὐδὲν τοιοῦτον, ἀλλὰ τἀναντία
40πάντα, καλύβη καὶ σκηνὴ καὶ φάτνη, μήτηρ εὐτελὴς τὸ φαινόμενον, καὶ πτωχεία πολλὴ καὶ πενίας ἐπίτασις. Καίτοι γε, εἴπερ ἐβούλετο, ἠδύνατο παραγενέσθαι τὸν οὐρανὸν σείων, τὴν γῆν σαλεύων, ἀστραπὰς ἀφιεὶς, καὶ τί λέγω ταῦτα; γυμνὴν μόνην εἰ ἔδειξε τὴν θεότητα,
45τοῦτο πόσης λαμπρότητος καὶ φαιδρότητος μεῖζον οὐκ ἂν ἦν; Ἀλλ’ οὐκ ἐποίησεν οὕτως· οὐ γὰρ ἀπολέσαι, ἀλλὰ σῶσαι ἐβούλετο, οὐκ ἐκπλῆξαι, ἀλλὰ διορθῶσαι, καὶ ἐκ προοιμίων τὸν τῦφον καταπατῆσαι τὸν ἀνθρώπινον καὶ τὴν ἀπόνοιαν κατενεγκεῖν, Διὰ δὴ τοῦτο οὐκ ἄνθρωπος

63

.

503

(50)

γίνεται μόνον, ἀλλὰ καὶ πτωχὸς ἄνθρωπος, καὶ μητέρα τοιαύτην αἱρεῖται, καὶ καταγώγιον εὐτελὲς, τὸν ἔσχατον τῆς πενίας ὅρον ἐκ προοιμίων αὐτῶν καὶ ἐξ αὐτῶν ὠδίνων ἀσπαζόμενος. Ποία γὰρ, εἰπέ μοι, γυνὴ, κἂν ἁπάντων ἀνθρώπων πτωχοτέρα ᾖ, κἂν αὐτοπροσαῖτις,
55οὐκ ἔχει κλίνην ὥστε τὸ τεχθὲν παιδίον κατακλῖναι; Ἀλλ’ αὐτὸς οὐδὲ ἐν κλίνῃ κατεκλίνετο, ἀλλ’ ἐν φάτνῃ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ἐν καλύβῃ καὶ οὐκ ἐν κατα‐ λύματι. Τοιαῦτα τῆς εἰσόδου αὐτοῦ τὰ προοίμια, οὕτω λαμπρὰ καὶ περιφανῆ· εἴσοδον δὲ ὅταν ἀκούσῃς, μὴ
60τόπου νόμιζε μετάβασιν, ἀλλ’ οἰκονομίας συγκατάβασιν.Column end

63

.

504

γʹ. Καὶ γὰρ ὁ Παῦλος ὅταν λέγῃ, Ὅταν δὲ πάλιν εἰσ‐ αγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τὴν οἰκο‐ νομίαν ἡμῖν ἀπαγγέλλει· ὁ γὰρ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, ποῦ ἂν εἰσέλθοι; ἀλλὰ τὴν διὰ τῆς οἰκο‐
5νομίας φανέρωσιν οὕτως ἐκάλεσεν. Εἰσιὼν τοίνυν εἰς τὴν οἰκουμένην, μετὰ ταπεινοῦ τοῦ σχήματος εἰσῄει, τὸν τῦ‐ φον καταπατῶν, τὴν ἀπόνοιαν καταστέλλων, μετριάζειν ἅπαντας πείθων, μὴ ἀτιμάζειν πενίαν μήτε ἐξευτελίζειν πτωχείαν, μὴ κεχηνέναι πρὸς πλοῦτον, μὴ μέγα νομί‐
10ζειν εἶναι τὴν φαντασίαν τὴν ἀνθρωπίνην, ἀλλὰ σκιᾶς ἀδρανεστέραν, καὶ φύλλων εὐτελεστέραν, [καὶ] ὀνειράτων ἀπατηλοτέραν. Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος. Ἐπειδὴ
15γὰρ τὰ τῆς οἰκουμένης ἅπαντα κακῶς διέκειτο, καὶ ἀσέβεια πανταχοῦ ἐκράτει, καὶ κνῖσσα καὶ καπνὸς, καὶ οὔτε νόμος ἴσχυεν, οὔτε προφῆται διώρθωσαν, οὐ παραινέσεις ὠφέλησαν, οὐ θαύματα, οὐ κόλασις, οὐ τι‐ μωρίαι, καὶ ἡ γῆ δὲ ἀνθρωπίνοις αἵμασιν ἐμολύνετο, καὶ
20ἡ φύσις αὐτὴ ἠγνοεῖτο· Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐ‐ τῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις· θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσε‐ βείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους,
25βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο· Τὸ γὰρ ὄνομά μου δι’ ὑμᾶς βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι· καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος,
30καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φω‐ ναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ
35τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ’ ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα· πῶς γὰρ, τῶν μὲν
40προφητῶν κατηγορούντων, τῶν δὲ ἀγγέλων τῶν καθ’ ἕκαστον ἔθνος ἐπιστατούντων ἐγκαλυπτομένων; τὸν δη‐ μιουργὸν τοῦ παντὸς ὁ καιρὸς ἐκάλει λοιπὸν, αὐτὸν τὸν πλάστην τὸν καὶ ἐξ ἀρχῆς τὸ γένος ἡμῶν ποιήσαντα. Ἐπεὶ οὖν χαλεπωτάτη ἡ νόσος, μάλιστα δὲ ἐξ ἀπονοίας
45καὶ ἀλαζονείας αὕτη ἐτέχθη, καὶ ἡ ἀρχὴ καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν πραγμάτων διεφθείρετο· ἥλατο ἐκ τῶν θρόνων τῶν πατρικῶν, καὶ εἰς τὴν γῆν ἦλθεν. Τὸ δὲ ἥλατο πάλιν ὅταν ἀκούσῃς, μὴ μετάβασιν τόπου νόμιζε, μὴ ἐρήμωσιν οὐρανῶν· καὶ γὰρ ἐν τῇ μήτρᾳ ὢν τῇ παρ‐

63

.

504

(50)

θενικῇ, μετὰ τοῦ Πατρὸς ἦν· τὸ δὲ πῶς μὴ ζήτει μηδὲ εὐθύνας ἀπαίτει· ὅταν γὰρ ὁ Θεὸς ἐργάζηται, πίστεως χρεία μόνης καὶ συγκαταθέσεως καὶ ὁμολογίας. Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ
55τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ’ ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ πα‐ θῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρω‐
60πον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γι‐ νόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλή‐
ματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω‐503

63

.

505

πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κα‐ κῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα· ὅρα ἐκ προοιμίων τί ποιεῖ· τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθε‐
5νηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀνα‐ παλαῖσαι δι’ αὐτῆς· καὶ ἐκ τῶν προπυλαίων εὐθέως αὐ‐ τῶν καὶ τῶν προοιμίων πρόῤῥιζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν· καὶ γὰρ πάντων αἴτιον τῶν κακῶν τοῦτο γέγονε. Τὸν γοῦν διάβολον οὐκ ὄντα διάβολον, τοῦτο
10διάβολον εἶναι πεποίηκε· καὶ δείκνυσιν ὁ Παῦλος λέγων· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Τοῦτο τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέβαλεν· ἐπειδὴ γὰρ ἤκουσεν, Ἔσεσθε ὡς θεοὶ, τῇ ἐλπίδι ταύτῃ ἀπατηθεὶς, ἥψατο τοῦ δένδρου, καὶ τὸν νόμον
15ἐπάτησε, καὶ τὴν ἐντολὴν παρέβη. Διά τοι τοῦτο καὶ ὁ Θεὸς κατάλληλον τῷ τραύματι τὸ φάρμακον κατεσκεύα‐ σεν. Ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων τὰ ἐναντία τῶν ἐναν‐ τίων ἐστὶν ἰατικὰ, καθάπερ καὶ ἰατρῶν παῖδές φασι, καὶ τὸ κατεψυγμένον θερμαίνομεν, καὶ τὸ καταξηρανθὲν
20ὑγραίνομεν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐπὶ τῶν παθῶν τῆς ψυ‐ χῆς ἐποίησεν. Ἐπειδὴ γὰρ ἀπόνοια αὐτὴν ἐπῆρε καὶ φλεγμᾶναι παρεσκεύασε, φάρμακον ἐπέθηκε καταστέλ‐ λον αὐτῆς τὸ φύσημα καὶ καθαιροῦν τὸ οἴδημα. Ποῖον δὲ φάρμακον; Τὸν θάνατον ἐπιτειχίσας αὐτῇ. Διὰ τοῦτο
25οὐχὶ θνητὸν τὸ σῶμα μόνον εἰργάσατο, ἀλλὰ καὶ σήπε‐ σθαι παρεσκεύασε καὶ φύρεσθαι, καὶ πηγὰς βρύειν σκω‐ λήκων, καὶ εἰς ἰχῶρα καταλύειν καὶ δυσωδίας πληροῦ‐ σθαι, θεμέλια ταπεινοφροσύνης προαποτιθέμενος, καὶ οὐδέποτε οὐδὲ τὸν σφόδρα ἀπονενοημένον ἀφιεὶς μέγα
30φρονεῖν. Τί γὰρ δυσωδέστερον ἀνθρωπίνου σώματος; τί δὲ εὐτελέστερον τελευτήσαντος; δʹ. Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητὲ, ἀλλὰ κἀνταῦθα σκόπει τοῦ Θεοῦ τὴν κηδεμονίαν. Οὔτε γὰρ ὁ τελευτήσας αἰσθάνεται τῶν γινομένων, ἵνα ἀλγῇ, ὅ τε ζῶν ἐν ἀλλο‐
35τρίῳ σώματι παιδεύεται φιλοσοφεῖν. Κἂν γὰρ μυριάκις τὴν ὀφρὺν ἀνασπάσῃ καὶ μέγα κομπάσῃ, εἰς τάφον ἀπ‐ ελθὼν, καὶ δυσωδίας προσπιπτούσης αἰσθανόμενος, καὶ τῆς εὐτελείας ἡμῶν ἀναμνησθεὶς, καταστέλλεται καὶ συμπίπτει, καὶ πρὸς αὐτὸν καταβαίνει τὸν ᾅδην. Καὶ
40ἵνα μάθῃς, ὅτι τοῦτο διὰ τοῦτο γέγονεν, οὐκ ἀτιμάζοντος αὐτοῦ τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ τὴν ἀπόνοιαν τῆς διανοίας χαλινοῦντος, καὶ διατηροῦντος ἐν διηνεκεῖ τα‐ πεινοφροσύνῃ τὸν ἄνθρωπον, ἐπειδὴ ἐξ ἀρχῆς αὐτῷ τὸ ἁμάρτημα ἐντεῦθεν γέγονεν· ἄκουσον τί φησιν ὁ
45προφήτης Ἡσαΐας· Ὅπως ἐξέπεσεν ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων· οὐ περὶ ἑωσφόρου λέγων· οὐδὲ γὰρ ἐξέπεσέ ποτε ὁ ἑωσφόρος, ἀλλ’ ἐμ‐ πέπηγε θεμελιωθεὶς ἅπαξ ἐν τῷ οὐρανῷ, καὶ τὸν οἰ‐ κεῖον δρόμον διατηρεῖ. Τί οὖν ἐστιν ὅ φησιν ὁ προ‐

63

.

505

(50)

φήτης, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; Περὶ βαρβάρου τινὸς λέγει βασι‐ λέως· ἑωσφόρον δὲ αὐτὸν καλεῖ διὰ τὴν περιφάνειαν, διὰ τὸ διάδημα, διὰ τὴν πορφυρίδα, διὰ τὴν λαμπρότητα τῶν δορυφόρων, διὰ τὴν αἴγλην τὴν ἀπὸ τῶν ὅπλων, διὰ
55τὸν λάμποντα χρυσὸν, διὰ τὰ δόρατα τὰ ἠκονημένα καὶ ἀποστίλβοντα, διὰ τὴν ἄλλην ἅπασαν φαντασίαν, διὰ τὸ ἄγειν ἅπαντα καὶ φέρειν. Ὅτι γὰρ οὐ περὶ ἑωσφόρου φησὶν, ἀλλὰ μεταφορικῶς κέχρηται τῷ ὀνόματι εἰπὼν, Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ
60ἀνατέλλων; προϊὼν λέγει, Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου, Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν
ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσο‐Column end

63

.

506

μαι ὅμοιος τῷ Ὑψίστῳ. Ὅτι δὲ ἀστὴρ οὔτε διάνοιαν ἔχει οὔτε νοῦν οὔτε ῥήματα, παντί που δῆλόν ἐστιν ἀλλὰ περὶ βασιλέως λέγει βλασφήμου τινὸς καὶ ἀλαζόνος καὶ μεγαληγόρου, καὶ τοιαῦτα κομπάζοντος. Τίς δὲ ὁ βασι‐
5λεύς; Δυνατὸν καὶ ἡμῖν εἰπεῖν, ἀλλ’ ἵνα μὴ πάντα παρ’ ἡμῶν μανθάνητε, ἀλλὰ καὶ αὐτοὶ φροντίζοντες καὶ ἀγρυπνοῦντες ἐρευνᾶτε τῆς θείας Γραφῆς τοὺς θησαυ‐ ροὺς, ἐπέλθετε τὸ χωρίον τοῦ προφήτου, καὶ εἴσεσθε, τίς τε ὁ βασιλεὺς, καὶ ποίου ἔθνους, καὶ πότε γενόμενος·
10Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἐπειδὴ τοίνυν οὗτος ὁ βασιλεὺς λαμπρὸς ὢν καὶ περιφανὴς, καὶ πολλὴν ἔχων πλούτου περιουσίαν, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπελθὼν, καὶ τὴν βασιλείαν ἐκ‐ τείνας τὴν ἑαυτοῦ, ἀθρόον ἀνηρπάσθη καὶ ἀπέθανεν· εἰ‐
15δὼς τῶν ἀνθρώπων τὴν μεταβολὴν ὁ προφήτης, Πῶς ἐξ‐ έπεσεν, εἶπεν, ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον; καὶ πρὸς αὐτὸν ἀποτεινόμενος καὶ κωμ‐ ῳδῶν αὐτὸν, φησί· Σὺ δὲ εἶπας, Εἰς τὸν οὐρανὸν ἀνα‐
20βήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· νῦν δὲ εἰς ᾅδην καταβήσῃ, ὑποκάτω σου στρώσουσι σῆψιν· καὶ τὸ κάλυμμά σου σκώληξ. Ὁρᾷς πῶς, ὅπερ ἔφην, διὰ τοῦτο τοιαύτην λῆξιν ἔχειν ἡμῶν τὸ σῶ‐
25μα παρεσκεύασεν, ἵνα φάρμακον ἀπονοίας ᾖ; Ἰδὼν γοῦν αὐτὸν ἀπονενοημένον, ἀπὸ τῶν μετὰ τὴν τελευτὴν αὐτὸν παιδεύει, τῶν σκωλήκων ἀναμιμνήσκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, ἵνα ἐκεῖνο λογισάμενος, καθυφῇ τῆς ἀπο‐ νοίας, μὴ τὰ παρόντα σκοπῶν καὶ φυσώμενος, ἀλλ’ εἰς
30οἷον ἀπαντήσεται τέλος, οἵαν δέξεται μεταβολήν. Διὰ δὴ τοῦτο παθητὸν τὸ σῶμα ἐλάχομεν, καὶ μετὰ τὴν τελευ‐ τὴν οὕτω δυσῶδες. Εἰ γὰρ, τῆς φύσεως τοιαύτης οὔσης, πολλοὶ τῶν ἀνοήτων εἰς τοῦτο ἀπονοίας ἐξώκειλαν, ὡς ἰσοθεΐαν φαντάζεσθαι καὶ τὸν οὐρανὸν σκοπεῖν· εἰ μὴ
35τούτῳ κατείχοντο τῷ χαλινῷ, ποῦ οὐκ ἂν ἐξεῤῥάγησαν παρανομίας; Οὐχ οὗτος δὲ μόνον βασιλεὺς, ἀλλὰ καὶ ἕτε‐ ρος εὑρίσκεται τοῦτο αὐτὸ φανταζόμενος· ὃν γοῦν ὁ Ἰε‐ ζεκιὴλ κωμῳδῶν ἔλεγε προφήτης ἕτερος· Σὺ δὲ εἶπας, Θεός εἰμι καὶ οὐκ ἄνθρωπος, κατοικῶν ἐν τῇ καρδίᾳ
40τῆς γῆς· μὴ ἐν τῇ χειρὶ τῶν ἀποκτενούντων σε ἐρεῖς, ὅτι Θεός εἰμι καὶ οὐκ ἄνθρωπος; Ὁρᾷς ὅτι καὶ οὗτος ᾐνίξατο, ὅτι ὁ θάνατος διὰ τοῦτο ἐπεισῆλθεν, ἵνα τὴν ἀπόνοιαν καταστείλῃ, ἵνα τὴν πονηρὰν ἐκείνην ἔν‐ νοιαν, ἣν ἐξ ἀρχῆς ἐνέσπειρε τῷ πρωτοπλάστῳ ὁ διάβο‐
45λος, πρόῤῥιζον ἀνασπάσῃ; Καὶ γὰρ εἰδωλολατρεία ἐν‐ τεῦθεν γέγονεν, ὁ κολοφὼν τῶν κακῶν τῶν ἀνθρώπων, τῶν πολλῶν εἰς ἀπόνοιαν αἰρομένων καὶ ἰσοθεΐας ἐπι‐ θυμούντων. Ἅπαντες γοῦν οἱ παρὰ τοῖς Ἕλλησι θεοὶ ὑπὸ τῶν ἀνθρώπων ἀνεπλάσθησαν· ἅπερ ἵνα μὴ γένηται,

63

.

506

(50)

τὸν θάνατον ἐπετείχισεν ὁ Θεὸς, ἐλέγχων τὴν ἀσθένειαν τῆς φύσεως. Διὰ δὴ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τὴν ἀπόνοιαν καταστέλλων, τοιαῦτα τῆς εἰσόδου τὰ προ‐ οίμια κατεσκεύασε παθεῖν, καὶ καλύβην καὶ πενίαν καὶ μητέρα πτωχὴν, διὰ τῶν ἔργων πείθων ἅπαντας κατα‐
55πατεῖν τὸν ἀνθρώπινον τῦφον· καὶ παραγενόμενος, πρῶτον βαρβάρους καλεῖ. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ κακῶς τὸ τῶν ἀνθρώπων διέκειτο γένος (πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον), καὶ πάντες ἀπεγνώ‐ κεισαν τῆς σωτηρίας, τὴν ἀκρόπολιν τοῦ διαβόλου καὶ
60τὰ ἰσχυρότατα αὐτοῦ ὅπλα μετατίθησι πρῶτα, ἵνα τῶν505

63

.

507

ἄλλων μηδεὶς ἀπογινώσκῃ. Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ
5περιιόντες λέγουσι· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εʹ. Ὢ θαυμαστῶν καὶ παραδόξων πραγμάτων· παρὰ βαρβαρικῆς πρώτης φωνῆς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν Ἰουδαίᾳ κηρύττεται, ἔνθα προφῆται καὶ πατριάρχαι
10καὶ δίκαιοι καὶ νόμος καὶ κιβωτὸς καὶ διαθήκη καὶ ναὸς καὶ θυσίαι καὶ λατρεῖαι· καὶ οἱ μὲν τούτοις ἐντραφέντες οὐδὲ παρὰ βαρβάρων μαθόντες παιδεύονται· οἱ δὲ μη‐ δενὸς μηδέποτε τοιούτου ἀκούσαντες διδάσκαλοι τῶν ταῦτα μελετησάντων γίνονται. Διὰ δὴ τοῦτο κωμῳδῶν
15αὐτοὺς ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ ἐμελέτησαν μὴ δεξάμενοι τὸν προφητευθέντα; Ἀλλ’ οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες καὶ οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ μακρὰν ἀποδημίαν ἐστεί‐
20λαντο, καὶ εἰς κίνδυνον ἑαυτοὺς ἔῤῥιψαν. Εἰς γὰρ βασι‐ λευομένην πόλιν ἐλθόντες ἠρώτων, ποῦ ὁ βασιλεὺς ἐτέχθη; οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμε‐ νοι, οὐ τοῦ δήμου τὴν ἐπανάστασιν, οὐ τῆς πόλεως τὰς ἐπιβουλάς. Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φι‐
25λόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολ‐ μῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες. Διὰ γὰρ τοῦτο καὶ ὁ ἀστὴρ κρύπτεται,
30ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι παρὰ Ἰουδαίων μανθάνειν, μᾶλλον δὲ ἐν τῷ μανθάνειν δι‐ δάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. Ἀλλ’ ὅρα Θεοῦ σοφίαν, πῶς αὐτοὺς ἐκάλεσεν. Οὐ προφήτην ἔπεμψεν, οὐ γὰρ
35ἂν ἠνέσχοντο· οὐκ ἀπόστολον, οὐ γὰρ προσεῖχον· οὐ γραφὰς, οὐ γὰρ ᾔδεσαν· ἀλλ’ ἀπὸ τῶν οἰκείων καὶ συντρόφων πραγμάτων ἀνιμᾶται τῆς πλάνης αὐτούς. Ἐπειδὴ γὰρ μάγοι ἦσαν, καὶ περὶ ἀστέρας αὐτοῖς ἡ τέχνη, ἀστὴρ αὐτοῖς φαίνεται, ἕλκων αὐτοὺς ἀπὸ τῆς ὑπερ‐
40ορίας, ἀστὴρ οὐχ εἷς τῶν ὁρωμένων, ἀλλὰ θεία τις καὶ ἀόρατος δύναμις εἰς ὄψιν ἀστέρος σχηματισθεῖσα· ἕλκει δὲ αὐτοὺς ἀστὴρ, ἵνα ἀπαλλάξῃ τοῦ περὶ ἀστέρας λοιπὸν ἠσχολῆσθαι, καὶ τὴν τῆς ἀστρονομίας καταλύσῃ τυ‐ ραννίδα. Οὕτω καὶ ὁ Παῦλος ἐποίησε, τὸν Δεσπότην
45τὸν ἑαυτοῦ μιμούμενος· Μιμηταὶ γάρ μου γίνεσθε, φησὶ, καθὼς κἀγὼ Χριστοῦ. Καθάπερ γὰρ ὁ Δεσπότης αὐτοῦ μάγους καλῶν ἀστέρος ἔπεμψεν ὄψιν, ἵνα τὸ σύν‐ ηθες ἐπιγνόντες εὐκόλως ὑπακούσωσι, καὶ ἐλθόντες τὸν τῶν ἀστέρων ἴδωσι Δεσπότην, καὶ τῆς δουλείας ἀπαλλα‐

63

.

507

(50)

γέντες ἐκείνης, ταύτῃ προσέλθωσι τῇ δεσποτείᾳ· οὕτω δὴ καὶ αὐτὸς μέλλων περιτομὴν καθαιρεῖν, μετὰ περι‐ τομῆς ἔπεμψε τὸν Τιμόθεον. Ἐπειδὴ γὰρ Ἰουδαῖοι ἦσαν οἱ μέλλοντες αὐτὸν δέχεσθαι, αὐτὸς δὲ ἦν γυναικὸς Ἰου‐ δαίας πιστῆς υἱὸς, πατρὸς δὲ Ἕλληνος, καὶ διὰ τοῦτο
55ἀκρόβυστος, περιέθηκε τὴν περιτομὴν, τὰ τῶν ἁλιέων ἐργαζόμενος· καὶ γὰρ ἐκεῖνοι τὸ ἄγκιστρον γυμνὸν οὐκ ἀφιᾶσιν εἰς τὸ πέλαγος, ἀλλὰ κρέας αὐτῷ περιτιθέντες. Ἔστω τοίνυν ἡ συναγωγὴ πέλαγος, οἱ δὲ Ἰουδαῖοι ἰχθύες, τὸ δὲ ἄγκιστρον ὁ Τιμόθεος, ἡ δὲ περιτομὴ τὸ
60κρέας τὸ τῷ ἀγκίστρῳ περιτιθέμενον, ὁ δὲ ἁλιεὺς ὁ Παῦλος· ῥίπτει τοίνυν τὸ ἄγκιστρον εἰς τὴν θάλατταν,
ἀλλ’ οὐ γυμνὸν, τὸν Τιμόθεον, μετὰ περιτομῆς, ἀλλ’Column end

63

.

508

οὐκ ἀκρόβυστον· εἰ γὰρ ἀκρόβυστον ἔπεμψεν, ἔφυγον ἂν οἱ ἰχθύες, γυμνὸν τὸ ἄγκιστρον θεασάμενοι· διὰ τοῦτο αὐτὸ περιστέλλει τῇ περιτομῇ, ἵνα τὸ σύνηθες ἐπιγνόντες, δράμωσιν ἐπὶ τὴν θήραν, καὶ μὴ σοβήσῃ τὴν ἄγραν δρα‐
5μόντων ἐπὶ τὴν θήραν· ὅπως ἑλκυσθῶσι μὲν διὰ περι‐ τομῆς, κατασχεθῶσι δὲ τῷ λόγῳ τῆς διδασκαλίας· ὃ δὴ καὶ γέγονεν. Εἰσελθὼν γὰρ καὶ περιτομὴν ἔχων, κατέλυσε τὴν περιτομήν. Τοιαῦτα γὰρ τὰ τῆς οἰκονο‐ μίας· συγκαταβαίνει πρότερον, καὶ τότε ἀνασπᾷ. Οὕτω
10καὶ ὁ Χριστὸς ἐποίησε βαρβάρους καλῶν. Ὥσπερ γὰρ ἀνθρώπους καλῶν, ἄνθρωπον [ἀνθρώπου?] περιέθηκεν ἑαυτῷ καὶ ὄψιν καὶ φύσιν· οὕτω καὶ μάγους καλῶν, τὴν ἀόρατον δύναμιν εἰς ἀστέρος ὄψιν ἐσχημάτισεν. Ὅτι γὰρ οὐκ ἀστὴρ ἦν εἷς τῶν πολλῶν ὁ ἀστὴρ ἐκεῖνος, ἀπὸ
15τοῦ δρόμου μάνθανε. Οὐ γὰρ ἀπὸ ἀνατολῆς εἰς δύσιν ἔτρεχεν, ἀλλ’ ἀπὸ ἄρκτου εἰς νότον· οὕτω γὰρ ἡ Πα‐ λαιστίνη πρὸς τὴν Περσίδα κεῖται· καὶ φαίνεται οὐκ ἐν νυκτὶ, ἀλλ’ ἐν ἡμέρᾳ, ὅπερ οὐκ ἔστιν ἀστέρος· διὰ τοῦτο καὶ φαίνεται καὶ κρύπτεται, ὅπερ οὐδὲ αὐτὸ ἀστέρος·
20καὶ κρύπτεται, ὅτε ἐπέβησαν Ἱεροσολύμων, καὶ φαίνεται ὅτε ἀπηλλάγησαν τοῦ βασιλέως. Ὅθεν δῆλον ὅτι λογική τις ἦν δύναμις πρὸς τὸ ἐπιταχθὲν πάντα οἰκονομοῦσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον, ἀλλ’ ὅτι καὶ χειρ‐ αγωγήσας πρὸς τὴν φάτνην, οὐκ ἄνωθεν αὐτοῖς δείκνυ‐
25ται, ἀλλὰ κάτω κατελθὼν ἔστη, οὗ ἦν τὸ παιδίον, ἐπάνω ὑπὲρ αὐτῆς ὡς εἰπεῖν τῆς κεφαλῆς· εἰ γὰρ ἀστὴρ ἦν, οὐκ ἂν τοιοῦτον ἔδειξε τόπον, στενὸν καὶ περιωρι‐ σμένον. Ἴστε γὰρ δήπου σαφῶς, ὅτι διὰ τὴν ὑπερβολὴν τοῦ ὕψους οὐδὲ πόλεως τόπον χαρακτηρίσαι δύναιτ’ ἂν
30ἀστὴρ, οὐδὲ εὔσημός ἐστιν αὐτοῦ ἡ εὐθεῖα ἡ κατὰ κάθετον ἀφιεμένη διὰ τὴν ὑπερβολὴν τῶν ὑψωμάτων. Ἐκεῖνος δὲ καὶ μικρὸν χωρίον καὶ φάτνην ἐδείκνυ, πλησίον τῆς κεφαλῆς γενόμενος, καὶ δείξας εὐθέως ἀπ‐ επήδησεν· ὅπερ οὐκ ἦν ἀστέρος.
35 ζʹ. Εἰ δὲ οἱ μάγοι λέγουσι, Εἴδομεν αὐτοῦ τὸν ἀστέρα, ἀπὸ τῆς οἰκείας τέχνης τέως φθεγγόμενοι, ὕστερον μέντοι χειραγωγηθέντες ἀπηλλάγησαν. Ὅτι γὰρ ὁμοῦ τε εἶδον τὸν ἀστέρα καὶ τῆς πλάνης ἀπηλλάγησαν, ἀφ’ οὗ προσκυνοῦσι δῆλον· εἰ γὰρ ἕνα τῶν πολλῶν ἐνό‐
40μιζον, οὐκ ἂν προσεκύνησαν. Τί γὰρ προσεδόκων παρὰ παιδίου καὶ ξένοι καὶ ἐπήλυδες καὶ βάρβαροι; πόθεν δὲ ᾔδεσαν ὅτι βιώσει καὶ ἀποδώσει τὰς ἀμοιβὰς αὐτοῖς ἐκ τοσούτου διαστήματος οὖσι; πῶς δὲ τὸν παρόντα κίν‐ δυνον οὐ προείλοντο [προείδοντο?]; πῶς δὲ οὐκ ἐν‐
45ενόησαν ὅτι καὶ προεξαρπασθῆναι εἰκὸς τῆς παρούσης ζωῆς, τοῦ τότε βασιλεύοντος αὐτοὺς ἀναιροῦντος; τί δὲ καὶ βασιλείας σύμβολον εἶδον; ποῖα προπύλαια; ποίους δορυφόρους; ποίους ὑπασπιστάς; ποίαν θεραπείαν; ποίας ἀσπίδας χρυσᾶς; ποῖα ὀχήματα; ποῖον ὄροφον;

63

.

508

(50)

ποίας αὐλάς; ποίων εὐνούχων ἀγέλην; Οὐδὲν τούτων, ἀλλὰ τἀναντία ἅπαντα, φάτνην καὶ καλύβην καὶ κατά‐ λυμα καὶ μητέρα πτωχὴν καὶ πενίαν ἐπιτεταμένην καὶ σπάργανα. Τίνι τοίνυν προσέφερον τὸν χρυσὸν καὶ τὸν λίβανον καὶ τὴν σμύρναν; οὐκ εὔδηλον ὅτι τῇ πίστε.
55ἤδη ἦσαν ἐπτερωμένοι; Καὶ πολλὴ ἡ διαφορὰ τῶν δώρων, [καὶ] κηρύγματος ἐπέχουσα τάξιν. Οὐ γὰρ ἀπόβλητος ὁ λόγος, εἰ καὶ παρὰ πολλῶν εἴρηται, ὅτι δὴ καὶ Θεὸν ὡμολόγουν διὰ τοῦ λιβάνου, καὶ βασιλέα διὰ τοῦ χρυσοῦ, καὶ τὸν πάσχοντα διὰ τῆς σμύρνης τὸν
60τάφον ἐνδεικνύμενοι· οὕτω γοῦν καὶ ἐτάφη· καὶ ταῦτα δι’ ὧν ἐποίουν οὗτοι προανεφώνουν. Οὐ τοίνυν ἀστρονομίας
ἰσχὺς ἦν τὸ γινόμενον, ἀλλ’ οἰκονομίας Θεοῦ· οὐ γὰρ ὁ507

63

.

509

ἀρετὴν ἐλθὼν διδάξαι ἐποίει ἀστρονομίαν ἐπεισάγεσθαι, ἀλλὰ καὶ σφόδρα αὐτὴν καταλύει ἐν τῷ θέλειν καὶ τῷ μὴ θέλειν πάντα ὁριζόμενος εἶναι καὶ τὰ καλὰ καὶ τὰ μὴ καλά. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησε, καὶ βασιλείαν ἡτοίμασε·
5οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὔτε στεφάνους ηὐτρέ‐ πισεν, οὔτε κόλασιν ἠπείλησε· τῶν γὰρ ἐν τῇ γνώμῃ γινομένων ταῦτα ἑκάτερα· οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις παρῄνεσεν, οὐκ ἂν τοσαῦτα εἰργάσατο, εἰ ἀνάγκῃ τὸ τῶν ἀνθρώπων γένος δεδεμένον ἦν· ἀλλ’
10ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος,
15καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων. Ὅτι γὰρ οὔτε γένεσίς ἐστιν, οὔτε δρόμος ἀστέρων τὰ ἀνθρώπινα διοικῶν, καὶ τῶν Γραφῶν χωρὶς ἀπ’ αὐτῶν τῶν πραγμάτων δῆλον. Εἰ γὰρ ὑπὸ γένεσιν τὰ ἀνθρώπινα, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος
20ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήρια ἕλ‐ κεις; τίνος ἕνεκεν αἰσχύνῃ τὰ πονηρὰ πράττων; εἰ γὰρ ἀνάγκης ἐστὶ τὸ ἁμάρτημα, τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ’ ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον, ὕβριν τὸ πρᾶγμα
25καλεῖς; Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὰ ἁμαρτήματα, οὐδὲ ἔγκλημα τὸ γιγνόμενον, οὐδὲ ὕβρις τὸ λεγόμενον. Νῦν δὲ καὶ δι’ ὧν ἑτέροις δικάζεις, καὶ δι’ ὧν τοῖς ἁμαρτάνουσιν οὐ συγγινώσκεις, καὶ δι’ ὧν αὐτὸς αἰ‐ σχύνῃ πράττων καὶ λανθάνειν σπουδάζεις, καὶ τοὺς
30ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, [καὶ] διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέ‐ τερα, ἀλλὰ ἐλευθερίᾳ τετίμηται· τοῖς γοῦν ἀνάγκῃ κατ‐ εχομένοις καὶ συγγινώσκειν ἐπιστάμεθα. Ἂν γοῦν ὑπὸ δαίμονός τις κατεχόμενος ἡμᾶς πλήξῃ, καὶ τὸν χιτῶνα
35διαῤῥήξῃ, ἢ πληγὰς προστρίψηται, οὐ μόνον αὐτὸν οὐ κολάζομεν, οὐδὲ εἰς δικαστήρια ἕλκομεν, ἀλλὰ καὶ ἐλεοῦ‐ μεν καὶ συγγινώσκομεν. Τί δήποτε; Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ’ ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα
40ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν πεπρωμένην ἦν, συν‐ έγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχον‐
45τες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινό‐ μεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπ‐ άγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν
ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸνColumn end

63

.

510

πονηρίας. Ὅθεν αὐτοῖς καὶ παιδαγωγοὺς καθιστῶμεν, καὶ εἰς διδασκάλους πέμποντες ἀπειλοῦμεν, καὶ πληγὰς ἐντείνομεν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; εἰ γὰρ εἵμαρτο αὐτῷ γενέσθαι φαῦλον, τίς χρεία τῶν βοηθη‐
5μάτων; Οὐκοῦν εὔδηλον ὅτι οὐκ ἀνάγκῃ δέδεται, ἀλλ’ ἐν τῇ προαιρέσει τὸ πᾶν κεῖται. Διὸ καὶ βοηθήματα προσάγομεν, καὶ τῆς ῥᾳθυμίας ἀπάγομεν, καὶ πρὸς ἀρετὴν χειραγωγοῦμεν. Τίνος δὲ ἕνεκεν τὴν θάλατταν πλέομεν, τὴν γῆν γεωργοῦμεν, καὶ πόλεις οἰκοδομοῦ‐
10μεν, πολλήν τε σπουδὴν ποιοῦμεν νοσοῦντες, καὶ χρή‐ ματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα κατασκευάζομεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυ‐ μίαν κολάζομεν; Εἰ γὰρ, ὡς σὺ φῂς, εἵμαρται ζῆσαι καὶ ἀποθανεῖν, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα,
15περιτταὶ τῶν ἰατρῶν αἱ εἴσοδοι, περιττὴ τῆς τῶν νοσούν‐ των φιλοσοφίας ἡ ἀκρίβεια. Νῦν δὲ ἐξ ὧν ἅπαντες ποιοῦσι, δηλοῦσιν ὅτι οὐδὲν τούτων περιττόν· ἀλλ’ οἴχε‐ ται μὲν τὰ τῆς εἱμαρμένης, καὶ οὐδεμιᾷ ἀνάγκῃ τὰ ἡμέτερα ἄγεται, πάντα δὲ ἐλευθερίᾳ προαιρέσεως τετί‐
20μηται. Τίς δὲ χρεία πόνων καὶ ἱδρώτων τῶν ὑπὲρ ἀρε‐ τῆς; εἰ γὰρ εἵμαρται γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστι καλεῖν, τὸν ὑπ’ ἀνάγκης τοῦτο γινό‐ μενον. Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων; εἰ γὰρ
25εἵμαρτο γενέσθαι κακὸν, κἂν μυρία τις ταλαιπωρηθῇ, ἔσται κακός· μᾶλλον δὲ οὐδὲ τὸν τοιοῦτον ἔσται κακὸν καλεῖν, τὸν ὑπὸ ἀνάγκης ὠθούμενον. Ὥσπερ γὰρ ὁ δαι‐ μονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ
30λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ εἱμαρμένης καὶ ἀνάγκης ὠθεῖται, μὴ καλῶμεν αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν, καλόν. Ἂν γὰρ τοῦτο ποιῶμεν, πάντα ἔσται σύγχυσις καὶ ταραχὴ καὶ πραγμάτων διαστροφὴ,
35καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία· οὐ τέχναι, οὐ νό‐ μοι, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Ὁρᾷς ποῦ τείνει τοῦ διαβόλου τὸ δέλεαρ, καὶ τί τὴν οἰκουμένην ἐργάσα‐ σθαι ἐβουλήθη, καὶ πρὸς ποῖον ἀπαντᾷ τέλος; Ταῦτ’ οὖν εἰδότες ἅπαντα καὶ τὰ τούτων πλείονα (ἐνῆν γὰρ καὶ
40τούτων πλείονα εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις καὶ ταῦτα ἀρκεῖ), φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα προ‐ ηγουμένως μὲν καὶ τὸν Θεὸν ἵλεων ἔχωμεν, ἔπειτα δὲ καὶ γεέννης ἀπαλλαγῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύ‐ σωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
45καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.509