TLG 2062 176 :: JOANNES CHRYSOSTOMUS :: Homilia dicta in templo sanctae Anastasiae

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Homilia dicta in templo sanctae Anastasiae

Citation: Vol — pg — (ln)

63

.

493

(12t)

ΟΜΙΛΙΑ Ζʹ.
13Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας. αʹ. Βραχὺς μὲν τῶν παρόντων ὁ σύλλογος, μέγας δὲ
15ὁ πόθος· διόπερ οὐδὲ ὁ σύλλογος βραχύς. Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν ἐπτερωμένην, ἀκροατὴν ὑψηλότερον γινόμενον τῶν βιωτικῶν ἁπάντων· κἂν εἷς ὁ τοιοῦτος ᾖ, ἱκανὸς ἐπαρκέσαι τῷ λέγοντι· ἐπεὶ καὶ ἡ Σαμαρεῖτις γυνὴ καὶ
20πτωχὴ ἦν καὶ ἐναγὴς καὶ ἀλλόφυλος, καὶ ὅμως ἀξία τῶν μακρῶν ἐκείνων ἐνομίσθη λόγων εἶναι τῷ τῆς οἰ‐ κουμένης Δεσπότῃ· καὶ δήμους μὲν παρέδραμεν Ἰου‐ δαϊκοὺς πολλάκις, ἢ μὴ διαλεγόμενος, ἢ συσκιάζων τὴν διάλεξιν· γυναικὶ δὲ βαρβάρῳ, καὶ πέντε ἄνδρας ἐχούσῃ,
25καὶ ἕκτῳ παρανόμως συνοικούσῃ, μόνῃ διελέγετο, τοὺς μαθητὰς ἐπίτηδες εἰς τὴν ἀγορὰν πέμψας, ἵνα μὴ πτοήσῃ τὴν ἄγραν. Τοσαύτη καὶ μιᾶς ψυχῆς τῷ Δεσπότῃ τῆς οἰκουμένης πρόνοια, μόνον ἐὰν γνώμην καὶ προθυ‐ μίαν ἐπιδεικνύντας τῇ ἀκροάσει τῶν λεγομένων ἐπιτη‐
30δείαν εὕρῃ· ὅπερ καὶ ἐκείνη τότε παρέσχετο. Ἀπὸ γοῦν πόρνης εὐαγγελίστρια γέγονε, μετὰ τοὺς ἐλέγχους ἐκείνους βοῶσα καὶ λέγουσα· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ἐξεπόμπευσεν αὐτῆς τὸν
35βίον, καὶ εἰς μέσον ἤγαγε τὰ πεπλημμελημένα, λέγων· Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Ἀλλ’ οὐκ ἔπληξεν αὐτὴν ὁ ἔλεγχος, ἀλλὰ μᾶλλον πρὸς οἰκείωσιν ἐπεσπάσατο. Τοιοῦτον γὰρ αἱ γενναῖαι ψυχαί· ὑφ’ ὧν ἕτεροι σκανδαλίζονται, ὑπὸ
40τούτων ἐκεῖναι διορθοῦνται. Εἰ μὲν γάρ τις ἦν ἑτέρα [ἑταίρα] τῶν ἀγνωμόνων, κἂν ἐπλήγη τοῖς ἐλέγχοις, κἂν ἀπεπήδησε, κἂν εἰς ὀργὴν διηγέρθη καὶ ἀγανάκτησιν· αὕτη δὲ μετὰ τὴν κατηγορίαν μᾶλλον οἰκειοῦται τῷ δι‐ δασκάλῳ, καὶ περὶ μειζόνων αὐτὸν ἐρωτᾷ θεωρημάτων·
45εἶπε γὰρ, ὅτι Θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ ἀπὸ τῆς γνώσεως τῶν οἰκείων κακῶν αὐτὸν μαθοῦσα θαυ‐ μάζει μειζόνως καὶ πυνθάνεται. Ταῦτα ψυχῆς ἦν βου‐ λομένης φιλοσοφεῖν. Οὐδὲ γὰρ ἐρωτᾷ τι περὶ βιωτικοῦ πράγματος, οὐδὲ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ ὑγείας

63

.

493

(50)

σώματος, οὐδὲ ὑπὲρ πενίας ἀπαλλαγῆς, καίτοι ἐσχάτῃ συζῶσα πτωχείᾳ, ἀλλὰ περὶ τῶν νόμων τῶν ἱερῶν, καὶ περὶ πολιτείας προγόνων, καὶ λατρείας πατέρων, λέγουσα· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύ‐ νησαν, καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις
55ἐστὶν ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν; Καὶ ἐν προοι‐ μίοις δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγουσα· Πῶς σὺ
αἰτεῖς παρ’ ἐμοῦ πιεῖν οὔσης γυναικὸς Σαμαρείτι‐Column end

63

.

494

(11)

δος; οὕτω μεμεριμνημένην εἶχε ψυχὴν, καὶ ἐπιτηδείαν σωθῆναι. Διὰ δὴ τοῦτο καὶ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, γῆν εὑρὼν λιπαρὰν, δαψιλεῖ τῇ χειρὶ τὰ σπέρματα κατέβαλε, κατὰ μικρὸν αὐτὴν ἀναβιβάζων.
15Ταῦτα δή μοι ἅπαντα εἴρηται, ἵνα μάθητε ὅτι οὐκ ἔστιν ἡμῖν βραχὺς ὁ σύλλογος. Εἰ γὰρ ἐκεῖ μία γυνὴ ἀρκοῦν ἐγένετο θέατρον, πολλῷ μᾶλλον ἡμεῖς τοσούτους μὲν ἄνδρας, τοσαύτας δὲ γυναῖκας ὁρῶν‐ τες μετὰ τοσαύτης προθυμίας, οὐκ ἀποκνήσομεν,
20ἀλλὰ τῇ συνήθει χρησόμεθα διδασκαλίᾳ. Εἰ γὰρ ὁ τῶν ἀγγέλων Δεσπότης, ὃν τὰ Χερουβεὶμ φρίττει, οὐ παρῃτήσατο πόρνῃ γυναικὶ διαλεχθῆναι μόνῃ, τίνα ἂν σχοίημεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, τοσοῦτον παρατρέχοντες σύλλογον; Φέρε οὖν τὴν συνήθη
25πάλιν τράπεζαν ὑμῖν κατασκευάσωμεν, καὶ τὸν κρα‐ τῆρα στήσωμεν, καὶ τὸν ἄκρατον ἐκχέωμεν, συμπόσιον ἐργαζόμενοι πνευματικόν. Τὰ γὰρ δὴ κρέα ταῦτα οὐ διαῤῥήγνυσι γαστέρα, ἀλλὰ τειχίζει διάνοιαν· ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν ἀκροατὴν, ἀλλὰ καὶ τὸν
30μεθύοντα σώφρονα καθίστησι. Τοιαύτη μὲν τῆς τραπέ‐ ζης ταύτης ἡ φύσις, ἣ καὶ ἀντὶ παντευχίας ἡμῖν ἀρκέ‐ σαι δύναται. Καὶ γὰρ καὶ ὅπλων ἡμῖν δεῖ, ἐπειδὴ πόλε‐ μός ἐστιν ἡμῖν καθ’ ἑκάστην ἡμέραν, οὐ πρὸς ἀνθρώπους ὁμογενεῖς, ἀλλὰ πρὸς ἀοράτους δυνάμεις, πρὸς τὰς
35φάλαγγας τῶν δαιμόνων, μυρίων πολεμίων βαρβαρικω‐ τέρας, πρὸς τύραννον ἀκατάλλακτον, καὶ ἀκήρυκτα ἡμῖν μαχόμενον, καὶ οὔτε προαγγέλλοντα τὸν τοῦ πο‐ λέμου καιρὸν, οὔτε ὁρώμενον, ἀλλ’ ἐξ ἀφανοῦς βάλλοντα. Τοῦτον δὴ τὸν πόλεμον ὑπογράφων ὁ μακάριος Παῦλος,
40ὁ τῆς οἰκουμένης στρατηγὸς, ἐβόα λέγων· Τὸ λοιπὸν, ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ, Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας
45τοῦ σκότους τοῦ αἰῶνος τούτου. βʹ. Εἶδες πῶς ἀλείφει τὰ φρονήματα τῶν στρατιω‐ τῶν; πῶς ἐγείρει τὴν διάνοιαν; πῶς ὁπλίζει τὸ στρα‐ τόπεδον, τήν τε ῥᾳθυμίαν ἐκκόπτων, τόν τε ὄκνον ἐκ‐ βάλλων; Ἐπειδὴ γὰρ δύο ταῦτα μάλιστα ἐν τοῖς

63

.

494

(50)

πολέμοις τοὺς στρατιώτας προδίδωσι, τό τε δειλίᾳ προ‐ δοῦναι τὴν ἀνδρείαν, τό τε ἀναπεπτωκότας αὐξῆσαι τὴν ῥᾳθυμίαν, καὶ δοῦναι τοῖς πολεμίοις ἀφυλάκτοις αὐτοῖς ἐπιθέσθαι· οὔτε γὰρ ὁ δεδοικὼς ἄμετρα χρήσιμος ἂν γένοιτο πολέμῳ, εὐχείρωτος τῷ πάθει γινόμενος,
55οὔτε ὁ καθόλου πάλιν ἀπηλλαγμένος τοῦ δέους δύναιτ’
ἂν περιγενέσθαι τῶν πολεμίων, τῷ σφόδρα θαῤῥεῖν ἐκ493

63

.

495

τῆς ἀδείας τῆς ψυχῆς ἐκλύων τὴν παρασκευήν· ἀμφό‐ τερα γὰρ ταῦτα διορθούμενος ὁ Παῦλος, καὶ ἐναγωνίους ποιεῖ, ἵνα μὴ ῥᾳθυμήσωσι, τὴν φάλαγγα τῶν πολεμίων ὑπογράφων καὶ θαῤῥεῖν πάλιν παρασκευάζει, ἵνα μὴ
5καταπέσωσι, τὴν δύναμιν τοῦ στρατηγοῦντος ἐν τοῖς τοιούτοις πολέμοις Χριστοῦ φέρων εἰς μέσον. Διὸ δὴ καθάπερ ἄριστος στρατηγὸς συγκροτεῖ τὴν φάλαγγα, τὰ πάθη τὰ λυμαινόμενα τῇ ἀνδρείᾳ τῆς διανοίας ἐξ‐ ορίζων τῶν πιστῶν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενος τὴν
10αὑτοῦ, καὶ τοὺς σφόδρα ἀφεστηκότας αὐτοῦ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν τῷ τῆς συγγενείας συνάπτων ὀνόματι. Τὸ λοιπὸν γὰρ, φησὶν, ἀδελφοί μου. Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστορ‐ γίαν οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες ὠδῖνας ἡμῖν, καὶ
15ἐν τῇ ψυχῇ τὴν οἰκουμένην περιέφερε· τοσοῦτον ἦν τῆς ἀγάπης αὐτοῦ τὸ πλάτος· καὶ οὐκ ἐν ἀδείᾳ μόνον, ἀλλὰ καὶ ἐν κινδύνοις. Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θά‐ νατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων, τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ
20δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικει‐ μένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ· καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγε‐ σθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους,
25τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων τὰ μηχανήματα, τὰς μάστι‐ γας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ· οὕτως ἦν αὐτοῦ ἡ ψυχὴ τῶν συνδέσμων ἀπαλλαγεῖσα τοῦ σώ‐ ματος, οὕτω, καὶ ἐν σαρκὶ πολιτευομένη, τῆς ἁψῖδος
30ἀντείχετο τῆς οὐρανίας, καὶ ὡς πρὸς τὴν ἐκεῖ μεθορμι‐ σαμένη λῆξιν, οὕτως ἅπαντα, καὶ ἐν τῇ γῇ διατρίβουσα, ἔπραττε. Καὶ ἵνα μάθητε ὅτι οὐχ ὑπερβολῆς τὰ ῥήματα, οὐδὲ κολακείας τὰ εἰρημένα, ἄκουσον αὐτοῦ τοῦτο λέ‐ γοντος· Καθὼς δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν,
35διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς. Ἀλλ’ οὔπω τὸ εἰρημένον μέγα πρὸς τὸ ῥηθησόμενον· μέγα μὲν γὰρ καὶ τοῦτο, τὸ δὲ μετὰ ταῦτα πολλῷ μεῖζον· εἰπὼν γὰρ, Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐπήγαγεν, Ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ
40Εὐαγγελίου. Ὁρᾷς πῶς οὐδέποτε τῆς διανοίας αὐτοὺς ἐξέβαλεν; Εἰ γὰρ δεσμὰ καὶ δικαστήρια καὶ ἅλυσις οὐκ ἐλυμαίνετο τὴν μνήμην, πολλῷ μᾶλλον οἱ τῆς ἀνέσεως καιροί. Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ, φησὶν, ὑμᾶς. Ὁρᾷς κατὰ μικρὸν τὸν λόγον αὐξόμενον; Μέγα μὲν τὸ
45καὶ ἐν τῇ καρδίᾳ ἔχειν, πολλῷ δὲ μεῖζον τὸ καὶ ἐν ταῖς ἁλύσεσιν· ἔστι δὲ μεῖζον τὸ καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου. Ἐνταῦθα γάρ μοι δοκεῖ τὸν καιρὸν αἰνίττεσθαι, καθ’ ὃν πρὸς τοὺς δικάζοντας εἰσ‐ ήγετο τὸν περὶ τῶν ἐσχάτων ὑπομένων κίνδυνον. Καὶ ἐκεῖ,

63

.

495

(50)

φησὶν, ἑστὼς, οὐ τοῦτο ἐσκόπουν, ὅπως ἀπαλλαγείην τῶν ἐπικειμένων κινδύνων, οὐδὲ πῶς διακρούσομαι τὰς ἐπιβουλάς· ἀλλ’ ἐντρυφῶν [ἦν] ὑμῶν τῇ ἀγάπῃ, καὶ ἀποῦσι διαλεγόμενος· καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμά‐ των ὄχλος, οὔτε κινδύνων μέγεθος, οὔτε ἀρχόντων φόβος,
55οὐ δήμων ἐπανάστασις, οὐ θάνατος ὁρώμενος, οὐ ξίφη
γυμνούμενα, οὐ δημίων πλήθη, οὐκ ἄλλο τῶν τοιούτωνColumn end

63

.

496

οὐδὲν ἀπῆγέ με τῆς ὑμετέρας μνήμης. Οὐδὲν γὰρ ἀγά‐ πης τυραννικώτερον, οὐδὲν αὐτῆς ὑψηλότερον· πάντων ἀνωτέρω τῶν βελῶν τούτων ἵπταται, καὶ ὑψηλοτέρα τῶν τοῦ διαβόλου καλάμων ἐστὶν, ἀπὸ τῆς κορυφῆς τῶν οὐ‐
5ρανῶν ἅπαντα κατοπτεύουσα· καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν κόνιν ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων τὴν προσβο‐ λὴν ἀποσοβεῖν εἴωθεν. Ὃ δὴ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγα‐
10πωμένων τὴν σωτηρίαν, τὴν μνήμην. Τί δέ ἐστι, Βε‐ βαιώσει τοῦ εὐαγγελίου; Εἰ γὰρ καὶ μία ἡ λέξις, ἀλλὰ πέλαγος ἀχανὲς ἔχει νοημάτων· καὶ ταύτην ἀναπτύξαι πειράσομαι, καὶ πανταχόθεν αὐτὴν περιεργάσασθαι. Μαργαρίτης γάρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος, διὰ πάντων
15ἀπολάμπων, οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ’ ἐν βραχύτητι πολλὴν ῥημάτων [νοημάτων?] δύναμιν ἐπι‐ δεικνύμενος. Ἀλλὰ διανάστητε, καὶ ὄψεσθε πόσον ἡμῖν θησαυρὸν αὕτη τῆς λέξεως ἡ δύναμις ἀνακαλύπτει. γʹ. Τί τοίνυν ἐστὶ βεβαίωσις εὐαγγελίου, καὶ
20ποίαν βεβαίωσιν εὐαγγελίου καλεῖ, καὶ τίνος ἕνεκεν ταύ‐ της μέμνηται τῆς λέξεως, δικαστηρίων καὶ δεσμωτηρίων καὶ ἁλύσεως μνημονεύσας; Ἡνίκα τὸ κήρυγμα κατ‐ εσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων
25πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά. Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρο‐ νίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων
30ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ’ ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δι‐ κασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά· πανταχοῦ
35κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω θάλαττα μαινομένη, καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων διακοπτο‐ μένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων, καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πό‐
40λεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν δὲ εἰσ‐ αγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν. Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος· καὶ γὰρ οἰκίας διῄρουν, καὶ συγγενείας διέσπων· ἡ γὰρ τοῦ κηρύγματος φύσις ὁδῷ βαδίζουσα, καὶ πολλοὺς
45οἰκειουμένη, πολέμους καθίστη τοῖς μὴ δεχομένοις τὸν τῆς εὐσεβείας λόγον, καὶ πατὴρ υἱὸν ἀπεκήρυττε, καὶ γυναικὸς ἀνὴρ κατεφρόνει, καὶ δεσπόται οἰκέταις ἐπο‐ λέμουν, καὶ ἀρχομένοις ἄρχοντες, καὶ παντὸς ἐμφυλίου πολέμου πικρότερος οὗτος ἦν· εἴ γε πόλεμον αὐτὸν κα‐

63

.

496

(50)

λεῖν χρὴ, ἀλλ’ οὐκ ἄλλο τι τούτου βαρύτερον. Ἐν μὲν γὰρ τοῖς πολέμοις ἐξ ἴσης τὰ τῆς παρατάξεως, καὶ βάλ‐ λει καὶ βάλλεται ἑκάτερα τὰ στρατόπεδα· τότε δὲ οὐχ οὕτως ἦν, ἀλλ’ ὁ μὲν ἐπ’ ἐξουσίας ἐπολέμει, οἱ δὲ ἐπολε‐ μοῦντο μόνον, βάλλειν δὲ αὐτοῖς οὐκ ἐχρῆν [ἐξῆν], οὐδὲ
55ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας· οὕτω γὰρ ὁ τῆς παρα‐ τάξεως στρατηγὸς ἐκέλευε, λέγων· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρό‐ νιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ τοῖς ἐπιβουλεύουσιν οὐ μόνον ἐπεξιέναι οὐκ ἐκέλευεν,
60ἀλλὰ καὶ παρέχειν ἐντρυφᾷν τῇ παροινίᾳ, λέγων· τὸ495

63

.

497

γὰρ τὴν δεξιὰν στρέφειν σιαγόνα, καὶ τὰ πρόβατα πέμπειν ἐν μέσῳ λύκων, οὐδὲν ἄλλο αἰνίττεται ἢ ὅτι τὸ πάσχειν αὐτοῖς συνεκλήρωσεν, ἵνα λαμπρότερον τὸ τρό‐ παιον γένηται. Πῶς; Ὅτι ἕνδεκα ὄντες τῆς οἰκουμένης
5περιεγένοντο, ὅτι πάσχοντες, οὐ ποιοῦντες, βαλλόμενοι καὶ οὐ βάλλοντες, ἐπιβουλευόμενοι καὶ οὐκ ἐπιβουλεύον‐ τες, μαστιζόμενοι καὶ οὐ μαστίζοντες, ἐλαυνόμενοι καὶ οὐκ ἐλαύνοντες, διωκόμενοι καὶ οὐ διώκοντες, ἀναιρού‐ μενοι καὶ οὐκ ἀναιροῦντες, καὶ ὅτι, καθάπερ πρόβατα
10εἰς σφαγὴν προκείμενα, τοὺς λύκους ἅπαντας πρὸς προ‐ βάτων ἡμερότητα μετέβαλλον, τοὺς μαινομένους, τοὺς φόνων πνέοντας, τοὺς θηρίων ἀγριωτέρους γινομένους. Τρέχοντος τοίνυν τοῦ λόγου καὶ τῆς εὐσεβείας σπειρο‐ μένης, πανταχόθεν ἀνήπτοντο πυραὶ καὶ ἀπέχθειαι καὶ
15πόλεμοι, οὐχὶ τοῖς διδασκάλοις μόνον, ἀλλὰ καὶ τοῖς μα‐ θητευομένοις. Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύ‐ νετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ
20αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν· καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς, ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο, καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον. Καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος
25ἔλεγεν· Ἀναμιμνήσκεσθε γὰρ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε πα‐ θημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατρι‐ ζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφο‐ μένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπα‐
30θήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ὑμᾶς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ πάλιν Θεσσαλονικεῦσιν ἐπιστέλλων ἔλεγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τῶν
35οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπά‐ θετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ καὶ ἐκεῖ‐ νοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτει‐ νάντων, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Καὶ Γαλάταις δὲ πάλιν γράφων ἔλεγε· Το‐
40σαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ τὰ αὐτοῦ δὲ πάθη διηγούμενος, ἔλεγε· Ἐν ὑπομονῇ πολλῇ, ἐν στενοχωρίᾳ, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει καὶ γυμνότητι· καὶ πάλιν, Τεσσα‐ ράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ
45ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύ‐ νοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γέ‐ νους, κινδύνοις ἐν ἐρημίαις· καὶ πάλιν, Ἡ ἐπισύστα‐ σίς μου ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλη‐ σιῶν· καὶ πάλιν, Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως

63

.

497

(50)

ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τεί‐ χους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ ἑτέ‐ ρωθι πάλιν, Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου
55οἴκῳ, ὅτι τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενό‐ μενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε. δʹ. Τί ἄν τις εἴποι τὰ τῶν ψευδαποστόλων, τὰ τῶν ψευδαδέλφων, τοὺς μυρίους καὶ πολυειδεῖς πολέμους; οὐ γὰρ δὴ μόνον αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἐκινοῦντο,
60ἀλλὰ καὶ δεινότητες ῥητόρων, καὶ φιλοσόφων κατασκευαί· καὶ οὐ παρ’ ἐκείνων δὲ μόνον, ἀλλὰ καὶ παρὰ ἀνθρώπων
ἀγοραίων πολλὰ ᾔρετο μηχανήματα κατὰ τῆς Ἐκκλη‐Column end

63

.

498

σίας· ἅπερ αἰνιττόμενος ἔλεγεν· Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ὃν καὶ σὺ φυλάττου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ὥσπερ οὖν ἡ θάλαττα κυμάτων οὐκ ἔστι χωρίς· οὕτω καὶ ἡ
5Παύλου ψυχὴ πεπλήρωτο μυρίων πειρασμῶν, καθημε‐ ρινῶν κινδύνων, ἔξωθεν, ἔσωθεν, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ χρημάτων, διὰ δόλων· καὶ οὐδεὶς πα‐ ραστῆσαι δυνήσεται λόγος τὰ νέφη τῶν βελῶν ἐκείνων, τὰ πλήθη τῶν κυμάτων. Ἐπεὶ οὖν ἐν τούτοις τὰ πρά‐
10γματα ἦν, οὐ [μόνον] τοῖς εἰρημένοις, ἀλλὰ καὶ πολλῷ πλείοσι, καὶ οὐ διδάσκαλοι μόνον, ἀλλὰ καὶ μαθηταὶ ἐκινδύνευον, καὶ οὐ μαθηταὶ μόνον, ἀλλὰ καὶ διδάσκαλοι (εἰ μὲν γὰρ θάτερον μέρος ἦν ἐν πειρασμῷ, τὸ δὲ λοιπὸν ἐν ἀδείᾳ ἔμελλε τοῦτο ἐκείνῳ παράκλησις γίνεσθαι·
15νυνὶ δὲ ἀμφότερα ἦν ἐν τῷ πολεμεῖσθαι καὶ βάλλεσθαι)· καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κη‐ ρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ
20ὑπομονῆ, τήγανα, καμίνους, δεσμωτήρια, πολέμους, ἔχθρας, ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς δι‐ δασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς [l. συναγωγαῖς], ὑβριζομένους, ἀπαγομένους; καὶ πανταχόθεν ἦσαν νέφη κακῶν, καὶ βαθεῖάν τινα
25νύκτα πειρασμῶν εἶχον, ἣ πάντας κατεῖχε καὶ θορυ‐ βεῖσθαι αὐτοὺς ἐποίει σφόδρα καὶ ταράττεσθαι· ὅρα πῶς διὰ μιᾶς λέξεως ἀνίστησιν αὐτῶν τὸ φρόνημα. Ποιεῖ μὲν γὰρ αὐτὸ καὶ ἄλλοθεν, ἐν ἑτέρᾳ ἐπιστολῇ λέγων· Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παρα‐
30λελυμένα γόνατα ἀνορθώσατε· οὐ περὶ γονάτων καὶ χειρῶν λέγων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων τῷ πλήθει τῶν πειρασμῶν ἐκλυομένων. Εἶτα παραινέσας, καὶ παραμυθίαν εἰσάγει μεγίστην λέγων· Ἔτι γὰρ μι‐ κρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.
35Ἀλλὰ ἐπειδὴ τοῦτο τέως ἐν ἐλπίσιν ἦν, καὶ ἑτέρως πά‐ λιν αὐτοὺς προτρέπεται, οὐκ ἐξ ἀλλοτρίων, ἀλλ’ ἐξ οἰ‐ κείων παραδειγμάτων εὐθυμοτέρους ποιῶν· Ἀναμιμνή‐ σκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς φω‐ τισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων.
40Ὑμᾶς αὐτοὺς αἰσχύνθητε, τὰ ὑμέτερα κατορθώματα ἐντράπητε μὴ ἀνάξιον ἐπιδείξητε τῶν προοιμίων τὸ τέλος, οἴκοθεν δέχεσθε τὴν παράκλησιν. Παρακαλέσας τοίνυν καὶ οὕτω κἀκείνως, παρακαλεῖ καὶ διὰ τῆς λέ‐ ξεως ταύτης. Πῶς καὶ τίνι τρόπῳ; Τὰ δεσμὰ καὶ τὴν
45ἅλυσιν βεβαίωσιν Εὐαγγελίου λέγων. Οὐ γὰρ δὴ μό‐ νον ἀνιστάμενοι νεκροὶ, φησὶν, οὐδὲ λεπροὶ καθαιρόμε‐ νοι, οὐδὲ δαίμονες ἐλαυνόμενοι, ἀλλὰ καὶ ἡμεῖς δεσμού‐ μενοι βεβαιοῦμεν τὸ Εὐαγγέλιον. Πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; καινὰ γὰρ τὰ εἰρημένα, καὶ αἰνίγματι τὰ πολλὰ

63

.

498

(50)

ἔοικεν. Λοιπὸν ἄκουε πῶς· εἰ ἀδεῶς ἐκηρύττομεν, μη‐ δὲν πάσχοντες ἀηδὲς μηδὲ δεινὸν, καὶ πολλοῖς τῶν βου‐ λομένων ἡμᾶς διαβάλλειν ἔδοξεν ἂν ὕποπτον εἶναι τὸ κήρυγμα· νῦν δὲ ἐλαυνόμενοι, διωκόμενοι, τεμνόμενοι, καιόμενοι, κατακρημνιζόμενοι, μυρία πάσχοντες καὶ μὴ
55ἐνδιδόντες, ἀλλὰ προθυμότεροι ταύτῃ γινόμενοι, καὶ τοῖς σφόδρα ἀναισχυντεῖν βουλομένοις ἱκανὴν παρέχομεν ἀπό‐ δειξιν τοῦ ἀληθείας εἶναι κήρυκας, καὶ θείαν τινὰ δύνα‐
μιν ἐν ἡμῖν εἶναι, καὶ πάντα ταῦτα ἐξευμαρίζουσαν,497

63

.

499

καὶ οὐκ ἐῶσαν τῶν πειρασμῶν τὸ πλῆθος περιγενέσθαι τῶν κηρυττόντων, καὶ ταῦτα ὀλίγων ὄντων, διὰ τοσούτων κρατῆσαι κωλυμάτων. Εἴ τις οὖν βούλοιτο σαφῆ λαμβά‐ νειν ἀπόδειξιν τοῦ θείαν εἶναι δύναμιν τὴν ἡμῖν ἐνηχοῦ‐
5σαν, τοὺς πειρασμοὺς λαμβανέτω, τοὺς κινδύνους, τὰς ἁλύσεις, τὰ δεσμωτήρια. Οὐ γὰρ ἐστὶν ἀνθρωπίνης δυ‐ νάμεως διὰ τοσούτων κρατῆσαι κρημνῶν, διὰ τοσούτων πλεῦσαι κυμάτων, διὰ τοσούτων χωρῆσαι βελῶν, ἀλλὰ θείας καὶ ἀμάχου ταῦτα ἰσχύος. Ὥστε βεβαίωσις τοῦ
10εὐαγγελίου ἡ ἅλυσις, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ ἡμῖν τοῖς πάσχουσι· δοκιμωτέρους γὰρ ἡμᾶς ἐργάζεται, ἰσχυ‐ ροτέρους, μᾶλλον καταφρονεῖν ποιεῖ τῶν ἐπιβούλων. Διὸ καὶ ἔλεγεν, Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ
15καταισχύνει. εʹ. Ὁρᾷς πῶς ἡ θλῖψις βεβαιοῖ τὸ Εὐαγγέλιον; Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ αἰτοῦντι αὐτῷ τῶν πειρασμῶν ἀπαλλαγὴν, καὶ πολλάκις ὑπὲρ τούτων προσελθόντι, ἤκουεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου
20ἐν ἀσθενείᾳ τελειοῦται. Ἀσθένειαν ἐνταῦθα τοὺς διω‐ γμοὺς καλεῖ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους, τὰς ἐπιβουλὰς, τὰς ἐπηρείας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἠδυνάμην ταῦτα κωλῦσαι, φησὶ, καὶ σβέσαι τὸν πόλεμον, καὶ ἀναστεῖλαι τὰ κύματα, ἀλλ’ οὐκ ἐποίησα, ἵνα μει‐
25ζόνως ἡ δύναμίς μου δειχθῇ. Οὐ γὰρ οὕτως ἐδείκνυτο αὐτοῦ ἡ δύναμις, τούτων μὴ γινομένων, ὡς γινομένων μὲν, οὐκ ἰσχυόντων δέ. Ἐπεὶ καὶ κυβερνήτην ἐκεῖνον ἄριστον εἶναί φαμεν, οὐ τὸν ἐν γαληνῷ πόντῳ δυνάμενον κατευθύνειν τὸ σκάφος, ἀλλὰ τὸν μεταξὺ σκοπέλων καὶ
30κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας· καὶ ἰατρὸν, τὸν μυρίων νοσημάτων ἐπι‐ κειμένων ἐξαρπάζοντα τὸν κάμνοντα· καὶ στρατηγὸν, τὸν πανταχόθεν πολεμίων ἐπιτεθέντων καὶ βαλλόντων δυνάμενον στῆσαι τὸ τρόπαιον· καὶ ποιμένα, τὸν μυρίων
35λύκων ἐπικειμένων καὶ ἑτέρων ἐπιβούλων διατηροῦντα τὴν ἀγέλην ἐν ἀσφαλείᾳ. Οὕτω δὴ καὶ τότε τοῦτο μά‐ λιστα ἐποίει τὸ θαῦμα, ὅτι δὴ μυρία πάσχοντες ἐκράτουν καὶ περιεγένοντο τῶν ποιούντων αὐτῶν. Ὅτε γοῦν τὸν Πέτρον καὶ τὸν Ἰωάννην, τὸν υἱὸν τῆς βροντῆς, καὶ τὴν
40κρηπῖδα τῆς πίστεως, εἰς δεσμωτήριον ἐνέβαλον, ἐννόη‐ σον πῶς ἀφεθέντων αὐτῶν διαποροῦσιν. Ἀγαγόντες γοῦν αὐτοὺς, ἐν μέσῳ τοῦ θεάτρου λέγουσι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ἰουδαῖοι οἱ αἵμασιν ἐντρα‐ φέντες προφητικοῖς, δῆμος μεμηνὼς καὶ λυσσῶν, ὁ τὰ
45θυσιαστήρια κατασκάψας, ὁ τοὺς προφήτας ἀποκτείνας, ὁ φόνοις συνανατραφεὶς, ὁ θηρίων ἀγριώτερος, ὁ στάζων ἀπὸ τοῦ αἵματος ἔτι τοῦ δεσποτικοῦ, ὁ σταυρώσας· οὗτος δύο λαβὼν ἁλιέας ἀγραμμάτους, ἰδιώτας, ἀσήμους, ἰχθύων ἀφωνοτέρους, ὧν θάτερος οὐδὲ θυρωροῦ ψιλὴν

63

.

499

(50)

ἀπειλὴν ἤνεγκε· τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους
περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐColumn end

63

.

500

ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἡλίκον ἀρετή; πῶς οἱ
5πειρασμοὶ βεβαίωσις τοῦ εὐαγγελίου; Καὶ λέγουσι πρὸς αὐτούς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λα‐ λεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας; εἰ δὲ Θεός ἐστι, τίνος ἕνεκεν οὐ
10προσκυνεῖς; Οὐκ ἐβόας πρώην λέγων, Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πόθεν δέδοικας τὸ αἷμα; τί σου τὴν διάνοιαν διέσεισεν; οὐκ ἔδησας; οὐκ ἐμάστιξας; οὐκ ἐσταύρωσας; οὐ νεκρὸν εἶδες καθαιρού‐ μενον ἀπὸ τοῦ σταυροῦ; οὐ θαπτόμενον ἐθεάσω, καὶ τῇ
15γῇ κρυπτόμενον; οὐ σήμαντρα ἐπέθηκας τῷ τάφῳ; οὐκ ἐπρίω τοὺς στρατιώτας; οὐ φήμην διέσπειρας, ὅτι ἔκλε‐ ψαν αὐτὸν οἱ μαθηταί; Τί δέδοικας νῦν; τί τρέμεις αὐ‐ τοῦ τὸ αἷμα; Ὁρᾷς τὴν ἀλήθειαν διὰ πάντων λάμπουσαν; Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην
20τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ’ ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν· δεδοίκασι,
25τρέμουσι τοὺς δεσμώτας, τοὺς καταδίκους, τοὺς μαστι‐ χθέντας, τοὺς ἐπιβουλευθέντας, τοὺς δύο, τοὺς ἰδιώτας. Διὰ ταῦτα Παῦλος βεβαίωσιν εὐαγγελίου καλεῖ τοὺς πει‐ ρασμούς· διὰ ταῦτα καὶ ἀλλαχοῦ φησι· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ κατ’ ἐμὲ μᾶλλον
30εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λό‐ γον λαλεῖν. Τίς εἶδε, τίς ἤκουσεν, ὅτι δεσμὰ θάρσος ποιεῖ, καὶ ἅλυσις παῤῥησίαν ἐργάζεται, οὐ τῷ δεδεμένῳ
35μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις; Ἀλλ’ ὅμως, ὅτε ταῦτα ἐγίνετο, διὰ τῶν ἐναντίων τὸ κήρυγμα ᾔρετο, καὶ οἱ μαθηταὶ, τοῦ διδασκάλου πολεμουμένου καὶ ἐπι‐ βουλευομένου καὶ δεσμουμένου, μᾶλλον ἐθάῤῥουν, μᾶλλον ἐσκίρτων, μᾶλλον ἐπήδων. Ἐπῃνέσατε τὰ εἰρημένα; Λοι‐
40πὸν μιμησώμεθα τὴν ἀνδρείαν, ζηλώσωμεν τὴν ἀρετὴν, καὶ μηδὲν ἡμᾶς πτοείτω, μηδὲν θορυβείτω τῶν πειρα‐ σμῶν· ταῦτα γὰρ ἅμματα τῆς εὐσεβείας, ταῦτα πτερὰ τῆς φιλοσοφίας, ταῦτα ἰσχυροὺς καὶ ἀχειρώτους κατα‐ σκευάζει, ταῦτα πλείονα πρὸς τὸν Θεὸν δίδωσι τὴν παῤῥη‐
45σίαν, μείζονα ἐπισπᾶται τὴν εὔνοιαν, πολλὴν ἐπισκηνῶσαι ποιεῖ τὴν χάριν. Ἵνα οὖν ἁπάντων τούτων ἀπολαύωμεν, φέρωμεν ἅπαντα, παρακαλῶ, τὰ συμπίπτοντα, διὰ πάν‐ των τὸν Θεὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ κράτος, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ‐

63

.

500

(50)

ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.499