TLG 2062 171 :: JOANNES CHRYSOSTOMUS :: Quod frequenter conveniendum sit

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Quod frequenter conveniendum sit

Citation: Vol — pg — (ln)

63

.

461

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΙΩΑΝΝΟΥ,
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
4tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ,
5tὉμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ
6tδεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν
7tἐπιδείκνυσθαι.
8 Τί τοῦτο; τὴν πόλιν ἅπασαν παρεῖναι δέον σή‐ μερον, οὐδὲ τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου
10μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ’ ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη. Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν, αὐ‐ τοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν;
15Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλα‐ νίσω τοὺς ἀπολειφθέντας ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως; Εὔδηλον γὰρ ὅτι βιω‐ τικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαι‐ νόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς
20ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς. Ἀλλ’ εἰ καὶ μὴ πάρεισιν, ἀναγκαῖον καὶ πρὸς ἀπόντας διαλεχθῆναι· εὔδηλον γὰρ ὅτι δι’ ὑμῶν ταῦτα ἀκούσονται τῶν παρόντων· μέχρι πότε τῶν χρημάτων ἡ λύσσα; μέ‐ χρι τίνος ἡ μηδέποτε σβεννυμένη κάμινος πάντα ἔπεισι
25καὶ καταφλέγει; οὐκ ἴστε ὅτι αὕτη ἡ φλὸξ ἐκεῖνο τίκτει τὸ ἄσβεστον πῦρ; αὕτη ἡ τηκεδὼν ἐκεῖνον γεννᾷ τὸν σκώ‐ ληκα τὸν ἰοβόλον; Εἰ δὲ καταφρονεῖς γεέννης, καὶ οὐ δια‐ σείει σου τὴν διάνοιαν ταῦτα τὰ ῥήματα διὰ τὸ μέλλειν ἔτι τὴν κόλασιν· κἂν τὰ παρόντα πειθέτω σε. Οὐκ ἔγνωτε
30οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο; οὐ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐστι τὰ ὑπομνήματα; οὐκ ἔναυ‐ λος τῆς τοσαύτης καταστροφῆς ἡ ἀπόδειξις; Πᾶσα ἡ πό‐ λις ἡμῖν τῶν λειψάνων τοῦ ναυαγίου ἐκείνου ἐμπέπλησται· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ὥσπερ πλοίου
35μεγάλου καταποντισθέντος, ὁ μὲν τὴν σανίδα, ὁ δὲ τὴν κώπην, ὁ δὲ τὸ ἱστίον, ὁ δὲ μέρος τι τῶν ἀγωγίμων δια‐ σώσαντες ἔχουσι καὶ περιφέρουσιν· οὕτω δὴ καὶ τοῦ πρώην ἐντεῦθεν ἐπενεχθέντος σεισμοῦ, ὁ μὲν τὴν οἰκίαν, ὁ δὲ τοὺς ἀγροὺς, ὁ δὲ τὰ ἀνδράποδα, ὁ δὲ τὸ ἀργύριον, ὁ
40δὲ τὸ χρυσίον διανειμάμενοι, πλατεῖαν τῆς συμφορᾶς τὴν ὄψιν εἰργάσαντο, καὶ πανταχοῦ τοῦ κλόνου τὰ ὑπομνή‐ ματα διασπαρῆναι παρεσκεύασαν. Καὶ ὁ μὲν νύκτας ἀΰπνους διατελέσας, καὶ μυρίους πόνους καὶ κινδύνους ὑπομείνας, καὶ ἁμαρτήματα τοσαῦτα συναγαγὼν ἀπὸ τῆς
45τοιαύτης πλεονεξίας, ἄοικος, ἄπολις πρὸς τὴν ὑπερορίαν φυγὰς γέγονε, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς· καὶ καθ’ ἑκάστην ἡμέραν τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἐπικρε‐ μάμενον ὁρᾷ, ξίφη καὶ δημίους καὶ βάραθρα φανταζόμε‐ νος, μυρίων θανάτων χαλεπωτέραν ζωὴν ζῶν· ἕτεροι δὲ

63

.

461

(50)

τοῖς ἐκείνου κτήμασιν ἐντρυφῶσι, καὶ οἱ πρὸ τούτου κο‐
λακεύοντες αὐτὸν, ἐπιβουλεύουσι νῦν. Ταῦτα οὖν οὐχColumn end

63

.

462

ἱκανὰ καὶ τὸν σφόδρα ἀναίσθητον σωφρονίζειν; Ἀλλὰ μετὰ τοσαύτην πληγὴν, μετὰ τοσοῦτον χειμῶνα, μετὰ τοσαύτην καταστροφὴν, μετὰ τοσαύτην μεταβολὴν καὶ τηλικαύτην, τὴν πρὸ τῶν ὀφθαλμῶν φαινομένην, τὴν πρὸ
5τριάκοντα οὐδ’ ὅλως γεγενημένην ἡμερῶν, πάλιν ταῦτα μαίνεσθε; καὶ ποίαν ἂν σχοίητε συγγνώμην, ἢ τίνα ἀπο‐ λογίαν; Καὶ οὐ μαίνεσθε μόνον, ἀλλ’ οὐδὲ παραγίνεσθε, ἵνα αὐτὸ τοῦτο μάθητε. Ὥσπερ γὰρ πρὸς παρόντας τοὺς ἀπόντας διαλέγομαι, πολλῇ τῇ ἀθυμίᾳ κεκαρωμέ‐
10νος, ὅτι οὐ τῷ φόβῳ τῶν μελλόντων, οὐ τῇ πείρᾳ τῶν παρόντων γίνονται βελτίους· ἀλλ’ ἁρπάζοντες, πλεονε‐ κτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμέ‐ νοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζου‐
15σιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν. Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι αὐτοὶ μὲν οὐκ ἂν δύναιντο συν‐ ιδεῖν ἐν οἷς εἰσιν, ἰατρῶν δὲ δέονται τῶν τῆς μανίας αὐ‐ τοὺς ἀπαλλαξόντων· οὕτω δὴ καὶ οἱ τῇ χαλεπῇ λύσσῃ τῶν χρημάτων κατεχόμενοι, ἑτέρων δέονται διδασκά‐
20λων, ἵνα κἂν ὅτι λυσσῶσι μάθωσι. Διὰ τοῦτο μάλιστα αὐτῶν δέομαι καὶ παρακαλῶ καὶ ἱκετεύω ἀπαντᾷν πρὸς ἡμᾶς, καὶ τὰ ἀπὸ τοῦ λόγου δέχεσθαι φάρμακα. Οὐκ ἔστι μοι σιδήριον ἠκονημένον, ἀλλ’ ἔστι λόγος σιδήρου τομώ‐ τερος· οὐκ ἔστι πῦρ, οὐδὲ φάρμακον δάκνον, ἀλλ’ ἔστι
25ῥήματα πυρὸς θερμότερα, καὶ ἀνώδυνον ἐπάγοντα τὴν ἰατρείαν. βʹ. Τίνος οὖν ἕνεκεν ἀποπηδᾷς, εἰπέ μοι, καὶ οὐδὲ τὴν αὐτὴν ἐπιδείκνυσαι περὶ τὴν ψυχὴν πρόνοιαν, ὅσην ἔχεις περὶ τὴν σάρκα φειδώ; Ἐκείνης μὲν γὰρ κακῶς διακει‐
30μένης καὶ χρήματα δαπανᾷς, κἂν δανείσασθαι δέῃ, πάντα ὑποθέμενος ἀναλίσκεις· καὶ ἰατροῖς, κἂν τεμεῖν βουλη‐ θῶσι, κἂν καῦσαι, μετὰ πολλῆς προθυμίας παρέχεις τὸ σῶμα ποιεῖν ὅπερ ἂν ἐθέλωσι· τῆς δὲ ψυχῆς πηγὰς σκω‐ λήκων ἐχούσης, οὐκ ἀπαντᾷς ἀκουσόμενος, εἰπέ μοι,
35λόγου τὴν σηπεδόνα ἐκκαθάροντος· καὶ ταῦτα οὔτε χρήματα ἔχων καταβαλεῖν, οὔτε τοσαύτην ὀδύνην ὑπο‐ μεῖναι· ἀλλ’ ἐξέδωκας σαυτὸν ἀπωλείᾳ παντελεῖ; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Εἰ μὲν γὰρ ἔλεγον, Ὁ πλεο‐ νεκτῶν, ὁ ἁρπάζων, ὁ πορνεύων, ὁ μοιχεύων μὴ
40ἀπαντάτω εἰς ἐκκλησίαν, καὶ ἤλαυνον καὶ ἐδίωκον ἅπαν‐ τας τοὺς ἐν ἁμαρτήμασι· μάλιστα μὲν οὐδὲ τότε ἦν τις ἀπολογία· ἔδει γὰρ ἐκκαθαρθέντα ἀπαντᾷν· νυνὶ δὲ οὐδὲ τοῦτο λέγω, ἀλλὰ κἂν πορνεύσῃς, κἂν μοιχεύῃς, κἂν
ἁρπάζῃς, κἂν πλεονεκτῇς, ἀπάντησον εἰς ἐκκλησίαν, ἵνα461

63

.

463

μάθῃς μηκέτι τοιαῦτα ποιεῖν· ἕλκω πάντας καὶ ἐπισπῶ‐ μαι, καὶ τὰ δίκτυα τοῦ λόγου πανταχόθεν ἁπλώσας, οὐχὶ τοὺς ὑγιαίνοντας, ἀλλὰ καὶ τοὺς νοσοῦντας ἐνταῦθα ζω‐ γρῆσαι ἐπιθυμῶ. Ταῦτα λέγω καθ’ ἑκάστην ἡμέραν· ἐλθὲ
5καὶ θεραπεύου μετ’ ἐμοῦ· καὶ γὰρ ἐγὼ ἰατρεύων χρείαν ἔχω φαρμάκων· ἄνθρωπος γάρ εἰμι καὶ τῆς αὐτῆς σοὶ φύσεως ὑποκείμενος πάθεσι, καὶ δέομαι ῥημάτων τῶν τὸν ἄτακτον δεσμὸν χαλινούντων· οὐδὲ ἀπράγμονα ζῶ βίον καὶ ἡσύχιον καὶ ἀτάραχον, ἀλλ’ ἔχω καὶ αὐτὸς θορύβους ἐπι‐
10θυμίας καὶ ταραχὰς κυμάτων. Καὶ τί δεῖ λέγειν ἐμὲ καὶ τὸν δεῖνα, ὅπου γε ὁ τῶν οὐρανῶν ἁψάμενος Παῦλος καὶ αὐτὸς πολλῆς ἐδεῖτο τῆς θεραπείας; Καὶ τοῦτο αὐτὸ δῆ‐ λον ἡμῖν ἐποίησεν, ὅτι ἐδεῖτο, καὶ οὐδὲ αὐτὸς ἀπράγμονα ἔζη βίον, ἀλλὰ πολλὰ εἶχε παλαίσματα· διὸ καὶ ἔλεγεν·
15Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὑπεπίαζε δὲ τὸ ἐξ‐ ανιστάμενον, καὶ ἐδουλαγώγει τὸ ἀφηνιᾶσαι βουλόμενον· διὸ καὶ ἄλλοις παρῄνει λέγων· Ὁ δοκῶν ἑστάναι βλε‐ πέτω μὴ πέσῃ. Εἰ δὲ ὁ Παῦλος οὐκ ἀπέλαυε γαλήνης,
20ἀλλ’ ὥσπερ οἱ πελάγει φερόμενοι, πολλὰ πανταχόθεν ἑώρα διεγειρόμενα κύματα· τίς τολμήσει λέγειν, ὅτι οὐ δεῖται διορθώσεως καὶ θεραπείας καὶ διηνεκοῦς ἀγρυπνίας; Ἐλθὲ τοίνυν καὶ θεραπεύου μετ’ ἐμοῦ τοῦ διδασκάλου. Εἰ δὲ ὑγιὴς εἶ, καὶ διὰ τοῦτο παραγίνου, ἵνα ὑγιέστερος
25γένῃ· ὁ γὰρ λόγος τούς τε ἔχοντας νοσήματα ἀπαλλάτ‐ τει τῆς ἀῤῥωστίας, τούς τε οὐκ ἔχοντας ἀσφαλεστέρους καθίστησι, διορθωτικός τε ὢν τῶν γενομένων, καὶ προ‐ φυλακτικὸς τῶν οὐδέπω συμβάντων. Εἰ δὲ μὴ τοῦτο ἔχεις τὸ ἁμάρτημα, ἀλλ’ ἕτερον ἔχεις· Τίς γὰρ καυ‐
30χήσεται ἁγνὴν ἔχειν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Μὴ τοίνυν, ἐπειδὴ ἥμαρ‐ τες, αἰσχυνθῇς παραγενέσθαι, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο ἀπάντησον. Οὐδεὶς γὰρ λέγει· Ἐπειδὴ ἕλκος ἔχω, οὐκ ἐπιζητῶ τὸν ἰατρὸν, ἀλλ’ οὐδὲ καταδέχομαι φάρμα‐
35κον· ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα καὶ τοὺς ἰα‐ τρεύοντας καὶ τῶν φαρμάκων τὴν δύναμιν ἐπιζητεῖν ἀναγκαῖον. Ἴσμεν γὰρ καὶ ἡμεῖς συγγινώσκειν, ἅτε καὶ αὐτοὶ ἑτέροις ἁμαρτήμασιν ὄντες ὑπεύθυνοι. Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀγγέλους ἔδωκεν ἡμῖν διδασκά‐
40λους, οὐδὲ τὸν Γαβριὴλ ἄνωθεν κατενεγκὼν ἐπέστησεν αὐτοῦ ταῖς ἀγέλαις, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ ποιμνίου ἀναλαμ‐ βάνων ποιεῖ ποιμένας, ἀπ’ αὐτῶν τῶν προβάτων τὸν ἀγελ‐ άρχην, ἵνα συγγνωμονικὸς ᾖ τοῖς ἀρχομένοις, καὶ τὴν οἰκείαν ἀσθένειαν ἐννοῶν, μὴ ἐπαίρηται κατὰ τῶν ποι‐
45μαινομένων, ἀλλ’ ἔχῃ χαλινὸν καὶ ταπεινοφροσύνης ὑπό‐ θεσιν τοῦ οἰκείου συνειδότος τὴν ἀνάγκην. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον Παύλου ταῦτα γράφον‐ τος καὶ φιλοσοφοῦντος· τοῖς γὰρ Ἑβραίοις ἐπιστέλλων, οὕτως ἔφη· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβα‐

63

.

463

(50)

νόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, ὥστε προσφέ‐ ρειν δῶρα καὶ θυσίας, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκει‐ ται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν
55περὶ ἁμαρτιῶν. Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι’ ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ’ ἄνθρω‐ ποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συν‐ αλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες;
60Καὶ γὰρ καὶ αὐτὸς περίκειται, φησὶν, ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυ‐ τοῦ προσφέρειν περὶ ἁμαρτιῶν. Τοῦτο γοῦν καὶ νῦν γί‐ νεται· καὶ γὰρ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ παρεστῶτες, καὶ
τὴν φρικτὴν θυσίαν ἀναφέροντες, ὥσπερ ὑπὲρ τῶν τοῦColumn end

63

.

464

λαοῦ πλημμελημάτων αἰτοῦμεν γενέσθαι συγχώρησιν, οὕτω καὶ ὑπὲρ τῶν ἡμετέρων αὐτῶν παρακαλοῦμεν καὶ δεόμεθα καὶ ἱκετεύομεν καὶ ὑπὲρ ἁπάντων τὴν θυσίαν ἀναφέρομεν ......
5 γʹ. Μή μοι τὸν πλεονέκτην, καὶ τὸν γαστρὸς δοῦλον, καὶ τὸν προδεδωκότα τῇ πονηρίᾳ τῆς φύσεως τὴν εὐγένειαν εἰς μέσον ἀγάγῃς, ἀλλὰ τοῦτον καὶ τοὺς κατ’ ἐκεῖνον ἄν‐ δρας, τοὺς τὸ ἀρχέτυπον διατηροῦντας, καὶ τὸν χαρα‐ κτῆρα τὸν βασιλικὸν οὐ λυμαινομένους, καὶ τότε εἴσῃ τί
10ποτέ ἐστιν ἄνθρωπος. Καὶ γὰρ καὶ οὗτος ἄνθρωπος ἦν, καὶ ἀπὸ γυναικὸς ἐτέχθη, καὶ γάλακτι ἐτράφη, καὶ γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσε, καὶ πάντα κοινὰ αὐτῷ ἦν πρὸς ἡμᾶς, κοινὰ τὰ τῆς φύσεως· ἀλλ’ ἐπειδὴ τὰ τῆς προαιρέσεως ἐξαίρετα γέγονε, διὰ ταῦτα καὶ ταύτης
15χάριτος ἐξέλαμψε. Καίτοι οὐδὲ χρήματα αὐτῷ παρῆν, οὐ γένους περιφάνεια, οὐ πατρίδος μέγεθος, οὐ λόγων δει‐ νότης, οὐ γλῶττα ἠκονημένη, οὐκ ἀνδραπόδων ἀγέλαι, οὐκ εὐνούχων ἑσμὸς, οὐκ οἰκία χρυσόροφος, οὐχ ἱμάτια σηρικὰ, οὐ τράπεζα τρυφὴν ἔχουσα, οὐκ ἄλλο τι τῶν δο‐
20κούντων εἶναι πολλοῖς μακαριστῶν, ἀλλὰ πενία ἡ ἐσχάτη· οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, ἀλλὰ χήρας γυναικὸς, καὶ ταῦτα Σιδωνίας, προσαίτης ἐγίνετο, χεῖρα προτείνων, καὶ ἄρτον αἰτῶν· καὶ σπήλαιον ἦν αὐτῷ τὸ οἴκημα, καὶ δέρμα τὸ ἱμάτιον, καὶ ἡ τράπεζα γῆ, καὶ
25πρόγονοι ἄσημοί τε καὶ ἀνώνυμοι, καὶ πατρὶς εὐτελὴς, καὶ βίος ἀγροικώδης. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐγένετο κώλυμα τῷ ἀνδρὶ πρὸς εὐδοκίμησιν, ἀλλὰ καὶ βασιλέων ἁπάντων εὐπορώτερος ἦν, καὶ φιλοσόφων ἁπάντων καὶ ῥητόρων σοφώτερος, καὶ τῶν τὰ διαδήματα ἐχόντων πε‐
30ριφανέστερος, καὶ μᾶλλον εὐπατρίδης τῶν τὰς βασιλικὰς κεκτημένων πόλεις· τὴν γὰρ οἰκουμένην εἶχε πατρίδα, μᾶλλον δὲ καὶ αὐτὴ αὐτῷ μικρὰ πόλις ἦν, καὶ βοᾷ Παῦλος λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ εἰς τὴν ἄνω πόλιν ἐτέλει,
35ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Διὰ τοῦτό σοι πένητα καὶ ἄγροικον παρήγαγον εὐδοκιμοῦντα, ἵνα μηδεμίαν ἔχῃς πρόφασιν. Εἰ μὲν γὰρ πλούσιον παρήγαγον καὶ σοφὸν, ἠδύνασο λέγειν, ὅτι δὴ Ἐμὲ ἡ πενία καὶ ἡ ἀμαθία κωλύει γενέσθαι τοιοῦτον· νυνὶ δὲ εἰς οὐδεμίαν πρόφασιν
40τοιαύτην ἔχεις καταφυγεῖν· καὶ γὰρ καὶ πένης ἦν ἐκεῖνος, πάντων ἀνθρώπων πενέστερος, καὶ τὴν ἔρημον ᾤκει, καὶ ἐκ προγόνων ἄσημος καὶ ἐκ πατρίδος καὶ ἀπὸ τῶν ἄλλων ἁπάντων. Ἀλλ’ ὅμως ὑπὲρ τὸν ἥλιον ἔλαμψε καὶ τότε καὶ νῦν, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἔπει‐
45σιν αὐτοῦ ἡ δόξα, καίτοι πρὸ τοσούτου χρόνου γεγονό‐ τος· ἀλλ’ οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος αὐτοῦ τὴν μνήμην· καὶ μάλα εἰκότως. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, πρᾶ‐ γμα ἀθάνατον, καὶ ὑπὲρ τὸν ἥλιον λάμπον. Ἀλλ’, ὅπερ ἔφθην εἰπὼν (οὐ γὰρ δεῖ τῆς ὑποθέσεως ἐπιλαθέσθαι εἰς

63

.

464

(50)

τὸ πέλαγος ἐξενεχθέντας τῶν ἐγκωμίων τοῦ προφήτου), καὶ οὗτος δείκνυσι τὰ ἐπὶ τοῦ Μωϋσέως εἰρημένα. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ὑπὸ τῶν κατορθωμάτων αὐτὸν ἐπαρθέντα, οὐ σφόδρα εἶναι τοῖς πολλοῖς συγγνωμονικὸν, ὅρα τί ποιεῖ ὁ Θεός· Ἀφίησιν αὐτὸν γυμνωθῆναι τῆς παρ’
55αὐτοῦ χάριτος, ὥστε δειχθῆναι αὐτοῦ τὴν ἀσθένειαν· μᾶλλον δὲ πρότερον ἀναγκαῖον δεῖξαι πῶς οὐ σφόδρα ἦν συγγνωμονικός. Ἐπειδὴ γὰρ ἔκλεισε τὸν οὐρανὸν, καὶ τὴν γῆν ἐποίησεν ἄγονον, καὶ λιμὸς ἦν, λιμὸς ἁπάντων ὁ πικρότατος, καὶ ἀνάλωτο ὕδατα, καὶ ἐξηράνθη βοτάνη
60πᾶσα, καὶ ἐπέλιπον ποταμοὶ, καὶ φοβερὸν τῆς γῆς τὸ
πρόσωπον ἦν, θάνατον ἀπειλοῦν, καὶ πάντα ὁ λιμὸς463

63

.

465

ἐπιὼν ἐπενέμετο, θάνατον ἐπάγων τὸν οἴκτιστον· οὐδὲ οὕτως ἐνεδίδου, ἀλλ’ ἀπελθὼν ἐπὶ κορυφῆς ὄρους ἐκάθ‐ ητο, τῇ χαλεπῇ ταύτῃ τηκεδόνι τῶν Ἰουδαίων τὸν δῆμον παραδούς. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς, καὶ ἡ ἄφατος ἀγα‐
5θότης, οὐκ ἠνείχετο τῆς αὐστηρότητος ταύτης· ἀλλ’ ἐπειδὴ αὐτὸς αὐτὸν οἴκοθεν παρακαλέσαι οὐκ ἠβουλήθη λῦσαι τὸ δεινὸν, αὐτός τε αὖ πάλιν χωρὶς ἐκείνου τοῦτο ποιῆσαι οὐκ ἤθελεν, ὅρα τί γίνεται· πρότερον αὐτῷ κοι‐ νοῦται, καὶ τότε ἀφίησι τὸν ὑετόν. Εἶδες Θεοῦ καὶ ἐν
10τούτῳ ἀγαθότητα καὶ φιλανθρωπίαν καὶ εἰς τὸν ἅγιον τιμήν; Οὐδὲ γὰρ πρότερον ἀφῆκε τὰς ἡνίας τῶν ὄμβρων, ἕως ὅτε αὐτῷ διελέχθη καὶ εἶπε τὸ μέλλον ἔσεσθαι, καὶ κήρυκα αὐτὸν τῆς μελλούσης εὐπορίας ἀπέστειλεν. Ἐπειδὴ γὰρ δι’ αὐτοῦ τὰ σκυθρωπὰ γέγονεν, ἠβουλήθη
15καὶ τῶν χρηστῶν αὐτὸν ἄγγελον γενέσθαι καὶ καταγα‐ γὼν ἀπὸ τοῦ ὄρους, ἔπεμψεν ἀπαγγέλλοντα πανταχοῦ τῆς γῆς ἐκείνης τὴν τῶν ὄμβρων παρουσίαν καὶ τὴν τοῦ λιμοῦ λύσιν. Ἀλλ’ ὅμως κατενεχθέντος δὴ τοῦ ὑετοῦ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τῆς εὐθηνίας ἐπανελθούσης,
20ἀγαγὼν τοὺς ἱερεῖς τοῦ Βάαλ τοὺς τετρακοσίους, καὶ τοὺς τετρακοσίους ὀγδοήκοντα, κατέσφαξε, καὶ χειμάῤ‐ ῥους ἀφῆκεν αἱμάτων. δʹ. Τί οὖν ταῦτα πρὸς τὴν προκειμένην ὑπόθεσιν; Μὴ θορυβηθῇς, ἀγαπητέ· πρὸς γὰρ αὐτὸ βαδιοῦμαι λοιπὸν
25τὸ πέρας τῶν εἰρημένων. Ἐπειδὴ γὰρ τὴν λαμπάδα κατ‐ ήνεγκεν ἐκείνην, καὶ τὴν νίκην ἤρατο, καὶ λαμπρὸν τὸ τρόπαιον ἔστησε, καὶ τὴν σφαγὴν τῶν ἱερέων εἰργάσατο, ἀπῄει χαίρων, καὶ μέγα φρονῶν ἐπὶ τοῖς γεγενημένοις. Ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ τοῦ Ἀχαὰβ, πορνίδιον
30εὐτελὲς καὶ εὐκαταφρόνητον, λέγουσα· Τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, ἐὰν μὴ θῶ τὴν ψυχήν σου αὔριον ὡς ἑνὸς τῶν ἱερέων τούτων. Καὶ ἐφοβήθη, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Τί οὖν; ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τοῦ κόσμου παν‐
35τὸς ὑπερορῶν, ὁ λιμοῦ τοσούτου καταφρονήσας, καὶ βα‐ σιλέως οὕτω τυραννικοῦ κατεξαναστὰς, ὁ κλείσας τὸν οὐρανὸν καὶ ἀνοίξας, ὁ νῦν μὲν ὑετὸν, νῦν δὲ λαμπάδα κατενεγκὼν, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπα‐ τήσας, ὁ ἀκατάπληκτος, ὁ πανταχοῦ θαῤῥῶν· οὗτος
40ἀθρόον, μετὰ τοσαῦτα κατορθώματα, μετὰ τηλικαύτην παῤῥησίαν, μιᾶς κόρης πορνευομένης ἀπειλὴν οὐκ ἤνεγκε τὴν διὰ ῥημάτων, ἀλλὰ λοιπὸν φυγὰς καὶ ἄπολις γίνεται, καὶ δραπετεύει πρὸς τὴν ἔρημον, καὶ τεσσαράκοντα ἡμε‐ ρῶν ὁδὸν ἀναχωρεῖ. Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγύμνωσεν
45αὐτὸν ὁ Θεὸς τῆς χάριτος, καὶ ἐδείχθη τῆς φύσεως ἡ ἀσθένεια· ἔδειξε τὸν προφήτην, ἔδειξε καὶ τὸν ἄνθρω‐ πον, ἵνα μάθωσιν, ὅτι καὶ τὰ γενόμενα τότε τῆς χάρι‐ τος γέγονεν ἔργον. Ταῦτα δὲ ἐποίει συγγνωμονικόν τε αὐτὸν κατασκευάζων τοῖς πολλοῖς, καὶ τὴν ἐκ τῶν κατ‐

63

.

465

(50)

ορθωμάτων ἐγγινομένην ἀπόνοιαν ὑποτεμνόμενος καὶ κωλύων. Ὅτι γὰρ μεγάλα περὶ ἑαυτοῦ ἐφρόνει καὶ ἐφαντάζετο, καὶ τῶν ἄλλων ἁπάντων κατεξανίστατο, αὐτὸν ὑμῖν τοῦτον παρέξομαι μάρτυρα. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὸν ὁ Θεὸς, καὶ ἠρώτα τὴν αἰτίαν τῆς αὐτόθι
55διατριβῆς, λέγων· Τί σοι ὧδε, Ἠλία; καὶ, Τί σοι ὧδε; ἠρώτα, οὐ μαθεῖν θέλων, ἀλλὰ ἡμῖν ἐκκαλύψαι τὰ ἀπόῤ‐ ῥητα τῆς διανοίας αὐτοῦ βουλόμενος· ἐπεὶ καὶ τὴν Χα‐ ναναίαν ὁ Χριστὸς ὅτε ἠρώτα, οὐχ ἵνα μάθῃ, ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ τὸν θησαυρὸν τὸν ἐναποκείμενον αὐτῇ τῆς
60πίστεως· ἐρωτᾷ τοίνυν αὐτὸν, τί δήποτε ἀφιγμένος εἴη τοσαύτην ὁδὸν, καὶ καταλιπὼν πόλεις καὶ δήμους, τὴν ἔρημον ἀσπάζεται, οὐχ ἵνα αὐτὸς μάθῃ, (πῶς
γὰρ ὁ πάντα εἰδώς;) ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ διὰ τῆςColumn end

63

.

466

ἀποκρίσεως ἐκείνου τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ, καὶ ὅτι εἰκότως ἀφῆκεν αὐτὸν ὑπὸ τοῦ φόβου διασεισθῆ‐ ναι, καὶ εἰς δειλίαν ἐμπεσεῖν· ἀφῆκεν, οὐκ ὤθησε· συν‐ εχώρησεν, οὐκ ἐνήργησεν, ἀλλ’ ἐγύμνωσεν αὐτὸν μόνον,
5καὶ ἠλέγχθη· ἐπειδὴ οὖν εἶπεν, Τί σοι ὧδε, Ἠλία; ἀκούσωμεν τί φησι· Τὰ θυσιαστήριά σου κατέσκα‐ ψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ὁρᾷς ὅτι πάντας ἐνόμιζεν ἀπολωλέναι, καὶ μόνον αὐ‐
10τὸν ὑπολελεῖφθαι, καὶ μετ’ αὐτὸν οὐδένα εἶναι ἕτερον· ὅπερ αὐτὸν κατὰ μικρὸν εἰς ἀπόνοιαν ἀγαγεῖν ἠδύνατο. Διὰ δὴ τοῦτο ὁ Θεὸς τοῦτον ἐξαίρων αὐτοῦ τὸν λογισμὸν τὸν πεπλανημένον, φησί· Κατέλιπον ἐμαυτῷ ἑπτακισ‐ χιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ
15Βάαλ. Ἐπεὶ οὖν καὶ ἡνίκα τὸν αὐχμὸν ἐπήγαγε, παρ‐ έμενεν ἐπιτείνων τὴν κόλασιν, καὶ μετὰ ταῦτα περὶ ἑαυτοῦ μεγάλα ἐφαντάζετο, ἅτε δὴ μόνος ὢν ἐπὶ τῆς γῆς τοιοῦτος· ἀφίησιν αὐτὸν αἰσθέσθαι τὴν οἰκείαν ἀσθένειαν, διδάσκων τὸ πλῆθος τῶν διασωθέντων, δι’
20ἀμφοτέρων τούτων καθαιρῶν αὐτοῦ τὴν διάνοιαν, καὶ πείθων μετριάζειν πανταχοῦ, καὶ συγγνωμικὸν εἶναι, καὶ τῷ ζήλῳ κεραννύναι φιλανθρωπίαν. εʹ. Εἰ δὲ βούλει καὶ ἐπὶ τῆς Καινῆς αὐτὰ ταῦτα ἰδεῖν, πάλιν σοι τοὺς κορυφαίους καὶ πύργους καὶ προβόλους,
25καὶ τὰ κεφάλαια τῶν ἐν τῇ Καινῇ εἰς μέσον ἀγαγεῖν πειρασόμεθα. Ὥσπερ Μωϋσέα καὶ Ἠλίαν, οὕτω Παῦ‐ λον καὶ Πέτρον ἐπὶ τῆς Καινῆς δείκνυνται. Καθάπερ γὰρ τούτων ἑκάτερος ὁ μὲν Αἰγυπτίου ἑνὸς, ὁ δὲ πόρνης μιᾶς ἀπειλὴν δείσαντες ἐφυγαδεύθησαν· οὕτω δὴ καὶ
30Πέτρος ἡ κρηπὶς, ὁ θεμέλιος, ὁ στῦλος, μετὰ μυρία παραγγέλματα, μετὰ τὰ τοσαῦτα θαύματα, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, οὐδὲ βασιλίδος, οὐδὲ ἀνδρὸς, ἀλλὰ θυρωροῦ κόρης ἀπειλὴν ἔδεισε· καὶ ἦν τοῦ προτέρου πολλῷ χαλεπώτερον. Οἱ μὲν γὰρ δείσαντες ἔφυγον μό‐
35νον, οὗτος δὲ καὶ πτῶμα ἔπεσε χαλεπώτατον, ὅπερ ἅπαντες ἴσασιν· ἐπειδὴ γὰρ ἐγυμνώθη τῆς χάριτος, ἐδείχθη καὶ ἡ τούτου ἀσθένεια, ἐρήμη γενομένη τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀφῆκε δὲ ὁ Θεὸς αὐτὸν πεσεῖν, ἐπειδὴ καὶ τοῦτον ἔμελλεν ἄρχοντα ποιεῖν τῆς οἰκουμέ‐
40νης ἁπάσης· ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτω‐ μάτων, τῶν ἐφεξῆς γινομένων συγγινώσκῃ τοῖς ὑπο‐ σκελιζομένοις. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Σίμων, Σίμων, ποσάκις ἐζήτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν
45σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ταύτην μοι δὸς τὴν ἀμοιβὴν, φησὶ, τῆς περὶ σὲ βοηθείας· εἰ γὰρ μὴ τῆς ἐμῆς ἀπέλαυες προ‐ νοίας, οὐκ ἂν ἤρκεσας καθ’ ἑαυτὸν ἐνεγκεῖν ἐκείνου τὴν

63

.

466

(50)

ἔφοδον. Ἐννοῶν τοίνυν τὰ σὰ, γίνου καὶ τοῖς ἄλλοις συγγνωμονικός· τὸ γὰρ, Στήριξον, τοῦτό ἐστιν αἰνιττο‐ μένου· τοὺς σαλευομένους στήριξον συγκαταβαίνων, χεῖρα ὀρέγων, φιλανθρωπίαν ἐπιδεικνύμενος πολλήν. Καὶ ὁ Παῦλος ὁ λέοντος παντὸς θρασύτερος ὢν, ἡ ἀκα‐
55τάπληκτος ψυχὴ, τὸ αὐτὸ τοῦτο ἔπαθε. Καὶ ὅρα πῶς δείκνυσιν ἑαυτὸν συνεχῶς δεόμενον τῶν τῆς ταπεινο‐ φροσύνης φαρμάκων· Κορινθίοις γὰρ ἐπιστέλλων φη‐ σίν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ,
60ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν·
ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου465

63

.

467

ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται. Ἀπεγνώσθημεν, φησὶν, οὐ προσεδοκή‐
5σαμεν ζήσεσθαι, ἀλλ’ ἐν ἑαυτοῖς ἐλογισάμεθα, ὅτι πάν‐ τως ἀποθανούμεθα· τοῦτο γάρ ἐστιν, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· τοῦτο ἡμῖν τὰ πράγματα ἀπεκρίνατο, ὅτι ἀπολούμεθα πάντως. Τί‐ νος ἕνεκεν συνεχώρησε μέχρι τοσούτων κινδύνων ἐλθεῖν
10ἡμᾶς ὁ Θεός; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, φη‐ σὶν, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἵνα μὴ μέγα φρονῶμεν, ἵνα μὴ ἐπαι‐ ρώμεθα τοῖς κατορθώμασιν. Ὃ καὶ προϊὼν σαφέστερον λέγει, πάλιν οὕτω γράφων; ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρα‐
15νὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤ‐ ῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· τοὺς θλίβοντας ἐνταῦθα αἰνιττόμενος καὶ ἐπ‐
20ηρεάζοντας, καὶ εἰς δεσμωτήριον αὐτὸν ἐμβάλλοντας· τού‐ των γὰρ ἕκαστον Σατανᾶν καλεῖ. Συνεχωρήθην δὲ πειρα‐ σμοὺς, φησὶν, ὑπομένειν, ἵνα ἡ ἀπόνοιά μου καταστέλλη‐ ται, καὶ μετριάζειν μάθω. Διὰ δὴ τοῦτο καὶ παρακαλέσας τὸν Θεὸν, οὐκ ἔτυχον τῆς αἰτήσεως· ἀλλ’ ἔμεινα διηνε‐
25κῶς ἐπιβουλευόμενος, φάρμακον ταπεινοφροσύνης τὴν θλίψιν ἔχων. Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπι‐ στροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι. Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παρα‐
30δόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ’ ἑκάστην ἡμέ‐ ραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγό‐ μενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμη‐
νεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀνα‐Column end

63

.

468

στάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παν‐ τὸς θηριωδέστερος ἦν· καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα,
5οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον. Διὸ καὶ αὐτὸς συνεχῶς ἐπὶ τῶν ἐπιστολῶν ταῦτα στρέφει, κάτω κύ‐ πτων καὶ ἐγκαλυπτόμενος ἐπὶ τοῖς ἤδη γεγενημένοις· καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυ‐ ναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέ‐
10μενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Καὶ πάλιν, Διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ὁ Θεὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πι‐
15στεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγεν· Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. ϛʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, καὶ ἠφίει αὐτοὺς ὁ Θεὸς γυμνοὺς τῆς αὑτοῦ χάριτος, ἵνα, ὅταν διδαχθῶσιν αὑτῶν
20τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδείκνυνται. Διὸ
25καὶ γράφων ἔλεγε Γαλάταις· Ἀδελφοὶ, ἐὰν καὶ προ‐ ληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυ‐ τὸν, μὴ καὶ σὺ πειρασθῇς. Ταῦτ’ οὖν εἰδότες τούς τε ἀφηνιῶντας ἕλκωμεν, τοῖς τε ἁμαρτάνουσι συγγνωμονι‐
30κοὶ γινώμεθα, πολλήν τε τὴν φιλανθρωπίαν ἐπιδειξώ‐ μεθα μετὰ τῶν τοῦ Θεοῦ νόμων· ἵνα καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς συγγνώμης ἐν οἷς ἁμαρτάνομεν, χά‐ ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ‐
35ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.467