TLG 2062 170 :: JOANNES CHRYSOSTOMUS :: Homilia dicta praesente imperatore

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Homilia dicta praesente imperatore

Citation: Vol — pg — (ln)

63

.

473

(1t)

ΟΜΙΛΙΑ Γʹ.
2Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ Δρυπίᾳ,
5 καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος. αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σή‐
10μερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυ‐ σαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακο‐ πτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ’ ὅτι μετὰ πολλῆς προθυμίας,
15οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰ‐ κουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. Διά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες,
20οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐ‐ ρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδει‐
25ξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί. Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρα‐ νοῖς ἡλίκη· εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαι‐ σμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀν‐ τιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα; Καὶ γὰρ καὶ τὰ ἡμέ‐
30τερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακρο‐ τέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνα‐ τον οὐκ ἐχόντων τέλος. Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπο‐
35νον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων. Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐ‐ θέως ἐπ’ ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ’ ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀνα‐
40βολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν. Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρ‐ χῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐν‐
45δείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέ‐ γονε. Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε. Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν,

63

.

473

(50)

οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν. Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδί‐ κασε. Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον
55αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβε‐ βλημένος. Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέ‐ πης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ’ ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον
60μακάριος ἦν, ἀλλ’ ὅτι καὶ πρὸ τούτου τῆς πρὸς
Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸνColumn end

63

.

474

ἐνετρύφα. Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο. Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλό‐ γων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα
5πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμή‐ ριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ’ ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ
10ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβο‐ λον; οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύ‐ ματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν,
15ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν. Ἀλλ’ οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερ‐ βὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου· ἀλλ’ ὅμως καὶ οὕτω πολλὴ ἡ τοῦ Θεοῦ φιλανθρω‐
20πία δείκνυται. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ· ὃ δὴ καὶ τότε συν‐ έβη. Ἐξεπέσαμεν γὰρ παραδείσου, καὶ ἐλάβομεν οὐρα‐
25νόν· διὸ καὶ μείζων τῆς ζημίας ἡ πραγματεία γέγονε. Ἀλλ’ οὐκ εὐθέως εἰλήφαμεν· καὶ τοῦτο τῆς αὐτοῦ κηδε‐ μονίας. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσο‐ θεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλει‐
30ψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίη‐ σεν· ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἕλκος τοῦτο θεραπεύων, εὐθέως ἀφίησιν ἐγχρονίσαι τῷ θανάτῳ, ὥστε τῇ πείρᾳ μαθεῖν τοῦ διαβόλου τὴν συμβουλὴν, καὶ παιδευθεῖσαν καλῶς τὴν ψυχὴν μετριάζειν, τότε ἀθάνατον ἀπολαβεῖν
35τὸ σῶμα. Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι. βʹ. Διά τοι τοῦτο καὶ τὸν Ἄβελ συνεχώρησεν ἀποθανεῖν πρῶτον, ἵνα ὁ παραβὰς διὰ τῆς ὄψεως αὐτῆς μάθῃ, τί ποτέ ἐστι θάνατος, καὶ πῶς βαρὺ πρᾶγμα καὶ ἐπαχθές. Εἰ μὲν
40γὰρ αὐτὸς ἐτελεύτησε πρῶτος, οὐκ ἂν ἔγνω τοῦ πράγμα‐ τος τὴν φύσιν, μηδέποτε ἄλλον ἰδὼν νεκρόν· νυνὶ δὲ αὐτὸς μὲν ζῶν, ἐν ἑτέρῳ δὲ σώματι ὁρῶν τὸν θάνατον κρατοῦν‐ τα, τῷ τοῦ παιδὸς, ἀκριβέστερον καὶ σαφέστερον ἐμάν‐ θανε τῆς κολάσεως τὸ μέγεθος. Διά τοι τοῦτο οὐδὲ ἁπλῶς
45ἐν ἀλλοτρίῳ σώματι, ἀλλ’ ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χα‐ λεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος· οὐ γὰρ ἐν γήρᾳ, ἀλλ’ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς νεό‐

63

.

474

(50)

τητος τὴν τελευτὴν ἐδέξατο· καὶ πρὸς τούτοις ἅπασι τὸ παρὰ ἀδελφοῦ ταῦτα παθεῖν, καὶ παρὰ ἀδελφοῦ παρανό‐ μως καὶ ἀδίκως. Διὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χα‐
55λεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος. Εἰ γὰρ ἡμεῖς καθ’ ἑκάστην ἡμέραν ὁρῶντες νεκροὺς θο‐
ρυβούμεθα, ταραττόμεθα, συστελλόμεθα, καὶ οὐχ ἡμεῖς473

63

.

475

μένον, ἀλλὰ καὶ οἱ τὰς ὀφρῦς ἀνασπῶντες καὶ ἐπὶ τῶν μεγάλων ὄντες ἀξιωμάτων καὶ πεφυσιωμένοι, εἰ παρα‐ γίνονται ἐπ’ ἐκφορᾷ καὶ τοῦ τυχόντος νεκροῦ, τῇ ὄψει συστέλλονται, καὶ γίνονται παντὸς ταπεινότεροι· τί εἰκὸς
5ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον; τί πάσχειν εἰκὸς ἦν ὁρῶντα μὴ φωνῆς αἰσθανόμενον, μὴ ἁφῆς, μὴ δα‐
10κρύων, μὴ κωκυτῶν, μὴ κινούμενον, μὴ συναλγοῦντα τῷ πενθοῦντι πατρὶ, μὴ τὰ συνήθη πράττοντα; Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ’ ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς. Ἀλλ’ ὅμως
15μετὰ τούτου καὶ τὰ τῆς παρακλήσεως ἐπενόησεν ὁ Θεός· οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβού‐ λετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσα‐ σθαι. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀναστάσεως. Ἀλλ’ εὐθέως μὲν αὐτὴν οὐκ ἔδωκεν, εὐθέως δὲ αὐτῆς τὰς ἐλπί‐
20δας ἀμυδρῶς καὶ ὡς ἐν αἰνίγματι διήνοιξεν. Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν
25σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώ‐ ματι· ἐπειδὴ οὖν ὁ φόβος ηὐξήθη, καὶ κατέσεισε τὴν διάνοιαν, ὅρα πῶς καὶ τὴν ἀπὸ τῆς ἀναστάσεως εἰσάγει λοιπὸν ἐλπίδα, ἀμυδρὰν μὲν καὶ ἀσαφῆ, εἰσάγει δὲ οὖν
30ὅμως. Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν· καί φησι Παῦλος· Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετ‐ έθηκεν αὐτὸν ὁ Θεός. Μετέθηκεν, καὶ οὐκ ἀφῆκεν ἀπο‐ θανεῖν· οὐ μὴν ἀθάνατον τέως ἐποίησεν, ὥστε μὴ ἐκλῦ‐
35σαι τὸν φόβον, ἀλλὰ μένει μὲν οὐκ ἀποθανὼν, οὐ μήν ἐστιν ἀθάνατος, ἀλλ’ ἐν τῷ θνητῷ σώματι μῆκος ζωῆς ἐχαρίσατο· παρανοίγων, ὡς εἶπον, ἀμυδρῶς πρὸ τῆς ἀναστάσεως τὰς ἐλπίδας. Διά τοι τοῦτο καὶ πρῶτον δί‐ καιον συνεχώρησεν ἀποθανεῖν· μετὰ γὰρ τῆς εἰρημένης
40αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών. Ποίαν δὴ ταύτην; Τὴν τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται. Ὥσπερ γὰρ
45ἁμαρτία θανάτου τροφὴ, οὕτω δικαιοσύνη θανάτου ἀναί‐ ρεσις καὶ ἀφανισμός. Συνεχώρησε τοίνυν τὸν πρῶτον μέλλοντα τελευτᾷν δίκαιον εἶναι, ἐκ προοιμίων ἡμῖν δια‐ λεγόμενος, καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας καὶ δεικνὺς, ὅτι οὐκ ἀφήσει τὸ γένος ἡμῶν ἐναπομεῖναι τῇ τελευτῇ·

63

.

475

(50)

διὸ δὴ καὶ σαθρότερον κατεβάλετο αὐτῷ τὸν θεμέλιον. γʹ. Εἶτα μετὰ τὸν Ἐνὼχ ἐπὶ τοῦ Νῶε ἑτέρῳ πάλιν τρόπῳ ἀναστάσεως ὄψιν ἡμῖν ἔδειξε. Τί γὰρ τῶν τετελευτηκότων ἄμεινον διέκειτο ἐν τοσούτῳ βυθῷ καὶ σκότῳ καὶ δεσμωτηρίῳ κατακεκλεισμένος ὁ Νῶε; Ἀλλ’
55ὅμως τὰ πελάγη ἐκεῖνα τὰ ἄπειρα, τὰ καλύψαντα τὰς κορυφὰς τῶν ὀρῶν, τὸν ἐν τῇ κιβωτῷ οὐ κατεπόντισεν· ἀλλ’ ὥσπερ ἐκ θανάτου ἀναστὰς, οὕτως ἐκ τοῦ μακροῦ χειμῶνος ἐξῄει τότε ἐκείνου ὁ Νῶε, τῆς ἀναστάσεως τὴν ὄψιν ἐπὶ τῆς οἰκείας δεικνὺς σωτηρίας. Πάλιν μετ’ ἐκεῖ‐
60νον (ὅσῳ γὰρ ὁ χρόνος προῄει, τοσούτῳ τρανότεραι καὶ αἱ εἰκόνες τῆς ἀναστάσεως ἐδείκνυντο) καὶ ἐπὶ τοῦ Ἰωνᾶ τὸ αὐτὸ τοῦτο εἰργάσατο. Αἱ γὰρ τρεῖς ἡμέραι αἱ ἐν τῷ
κήτει τῶν τριῶν ἡμερῶν τῶν ἐν τῷ θανάτῳ σύμβολονColumn end

63

.

476

ἦσαν, καὶ ἡ ἀπαλλαγὴ τοῦ κήτους τῆς ἀναστάσεως τοῦ Δεσποτικοῦ σώματος προανακήρυξις ἦν· διὸ καὶ αὐτὸς ἔλεγε, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον τοῦ Ἰωνᾶ· ὥσ‐
5περ γὰρ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας ἐποίησεν· οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ τὴν γέννησιν δὲ τοῦ Ἰσαὰκ οὐκ ἄν τις ἁμάρτοι ἀναστάσεως τύπον προσειπών. Διά τοι
10τοῦτο καὶ ὁ Παῦλος διηγησάμενος τὰ κατὰ τὰς γονὰς αὐ‐ τοῦ ἀπὸ τῆς στείρας, καὶ εἰπὼν ὅτι ὁ πατὴρ αὐτοῦ παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσε, καὶ ὅτι Μὴ ἀσθενήσας τῇ πίστει, κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν
15ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι καθ’ ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐπήγαγεν· Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ἀλλὰ καὶ δι’ ἡμᾶς, οἷς μέλλει λογίζε‐
20σθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. Δῆλον οὖν ὅτι ἡ γέννησις τοῦ Ἰσαὰκ τύπος ἦν τῆς ἀναστάσεως τοῦ Χρι‐ στοῦ. Εἰ γὰρ μὴ τύπος ἦν, οὐκ ἂν ἐπήγαγε καὶ εἶπεν· Οὐκ ἐγράφη δὲ δι’ αὐτὸν μόνον, ἀλλὰ καὶ δι’ ἡμᾶς,
25οἷς μέλλει λογίζεσθαι. Οἱ γὰρ τύποι οὐ διὰ τοὺς δεχο‐ μένους κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν γίνονται γράφον‐ ται, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας ἀπ’ αὐτῶν κερδαίνειν ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Διὸ καὶ ἀλλαχοῦ φησι· Ταῦτα δὲ τύπος συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς
30νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν‐ τησε. Καὶ ὁ Ἠλίας δὲ ἀναληφθεὶς ταύτην ἡμῖν ἤνοιγε τὴν ἐλπίδα τὴν τῆς ἀναστάσεως. Ἀλλ’ ἐκεῖνα μὲν ὡς ἐν τύποις· ἐπειδὴ δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς παρεγένετο μετὰ πολλοὺς καὶ ἀπείρους χρόνους, ἐν αὐτῷ τῷ ἔργῳ
35τὴν ἀνάστασιν ἡμῖν ἔδειξε διὰ τοῦ οἰκείου σώματος, ἀπο‐ λύσας αὐτὸ τῆς τοῦ θανάτου τυραννίδος· διὸ καί φησι, Χριστὸς ἀποθανὼν καὶ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει· ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.
40 δʹ. Ἀλλ’ ἐν προοιμίοις μὲν ἀμυδρῶς ταῦτα ἐγένετο· τῆς τε γὰρ ἀναστάσεως ἡ ἐλπὶς ὡς ἐν αἰνίγματι παρ‐ εδείκνυτο ἡμῖν διὰ τοῦ Ἐνὼχ, τοῦ τε θανάτου ἡ κατά‐ λυσις διὰ τοῦ Ἄβελ· ἀμφότερα δὲ ταῦτα σαφῶς καὶ δή‐ λως καὶ ὁλοσχερῶς καὶ ἐν ἀληθείᾳ διὰ τοῦ μονογενοῦς
45Υἱοῦ τοῦ Θεοῦ γέγονεν. Ὅθεν δὴ καὶ δῆμοι μαρτύρων ἡμῖν ἐβλάστησαν, τοῦ θανάτου καταλυθέντος, τῆς δὲ ἀναστάσεως λαμπούσης. Διὰ τοῦτο καὶ ὁ παρὼν ἐπί‐ πονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν

63

.

476

(50)

ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν. Ὁ μὲν γὰρ φιλόσοφος καὶ ὑψηλὸς οὐ δεή‐
55σεται τῆς ἐντεῦθεν παραινέσεως, ἀλλ’ ἐννοήσας ἡλίκον ἐστὶ βασιλεία οὐρανῶν, μᾶλλον δὲ πρὸ τῆς βασιλείας τῷ Θεῷ συγγίνεσθαι καὶ μετὰ Χριστοῦ εἶναι (τοῦτο γὰρ
βασιλείας ἁπάσης μεῖζον), οὐδενὸς αἰσθήσεται τῶν παρ‐475

63

.

477

όντων ἡδέων, ἀλλ’ ἀτιμάσει ταῦτα, τῆς σκιᾶς αὐτὰ μᾶλ‐ λον παρατρέχων. Ἐπειδὴ δὲ πολλοὶ τῇ σαρκὶ δουλεύον‐ τες, καὶ ὑπὸ τῆς τυραννίδος τῶν βιωτικῶν κατεχόμενοι, καθάπερ τὰ φωλεύοντα τῶν θηρίων, ἐμφιλοχωροῦσιν
5αὐτοῖς· διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ,
10ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ· ἵνα κἂν τὸ νέφος τῶν κα‐ κῶν τούτων φρίττοντες, ἐπιθυμήσωσιν εἰς τὸν ἀκύμαν‐ τον καταπλεῦσαι λιμένα. καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά.
15Τὰ μὲν γὰρ ἐνταῦθα δοκοῦντα εἶναι καλὰ, οἷον πλοῦτος καὶ δόξα καὶ δυναστεία, ὀνόματα μέν ἐστι καλῶν καὶ τοῖς ἐναντίοις ἀναμεμιγμένα· τὰ δὲ ἐκεῖ εἰλικρινῆ καὶ καθαρὰ, οὐκ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασι τὴν μακα‐ ριότητα ἔχοντα. Ἵν’ οὖν τούτων ἐπιτύχωμεν, ζηλώσω‐
20μεν τῶν μαρτύρων τὴν ἀρετὴν, τὴν ἀνδρείαν, τὸν ζῆλον,Column end

63

.

478

τὴν πίστιν, τὴν τῶν παρόντων ὑπεροψίαν, τὴν τῶν μελ‐ λόντων ἐπιθυμίαν. Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν. Κἂν γὰρ πυρὰ μὴ προκέηται, ἀλλ’ ἐπιθυμία πρόσεστι σφοδροτέρα· κἂν ὀδόντες θηρίων μὴ
5ὦσιν, ἀλλὰ θηρίου χαλεπώτερος ἐπίκειται θυμός· κἂν δήμιοι μὴ παρεστήκοιεν πλευρὰς καταξαίνοντες, ἀλλὰ φθόνος ἔγκειται δημίου παντὸς χαλεπώτερον κατεσθίων τὴν διάνοιαν. Δεῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀπο‐ δυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν
10αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι· ἵνα ὀλίγον χρό‐ νον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες
15τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.477