TLG 2062 169 :: JOANNES CHRYSOSTOMUS :: Homilia dicta postquam reliquiae martyrum JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Homilia dicta postquam reliquiae martyrum Citation: Vol — pg — (ln) | ||
63.467(35t) | ΟΜΙΛΙΑ Βʹ. | |
36 | Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλη‐ σίαν προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά‐ σης τῆς ἀγορᾶς ἕως Δρυπίας, τοῦ μαρτυρίου ἀπ‐ | |
---|---|---|
40 | έχοντος θʹ σημεῖα τῆς πόλεως· ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων. αʹ. Τί εἴπω καὶ τί λαλήσω; σκιρτῶ καὶ μαίνομαι μανίαν σωφροσύνης βελτίονα· πέτομαι καὶ χορεύω καὶ μετάρ‐ | |
45 | σιος φέρομαι καὶ μεθύω λοιπὸν ὑπὸ τῆς ἡδονῆς ταύτης τῆς πνευματικῆς. Τί εἴπω καὶ τί λαλήσω; τῶν μαρτύ‐ ρων τὴν ἰσχύν; τῆς πόλεως τὴν προθυμίαν; τῆς βασι‐ λίδος τὸν ζῆλον; τῶν ἀρχόντων τὴν συνδρομήν; τοῦ διαβόλου τὴν αἰσχύνην; τῶν δαιμόνων τὴν ἧτταν; τῆς | |
63.467(50) | Ἐκκλησίας τὴν εὐγένειαν; τοῦ σταυροῦ τὴν ἰσχύν; τοῦ | Column end |
63.468(37) | σταυρωθέντος τὰ θαύματα; τοῦ Πατρὸς τὴν δόξαν; τοῦ Πνεύματος τὴν χάριν; τοῦ δήμου παντὸς τὴν ἡδο‐ νήν; τῆς πόλεως τὰ σκιρτήματα; τῶν μοναχῶν τοὺς | |
40 | συλλόγους; τῶν παρθένων τοὺς χορούς; τῶν ἱερέων τὰ τάγματα; τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν; Εὔκαιρον ἐφ’ ἅπασιν εἰπεῖν· Τίς λαλήσει τὰς δυνα‐ | |
45 | στείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου; Γυναῖκες θαλαμευόμεναι καὶ κηροῦ μαλακώτεραι, τὰ κατάστεγα οἰκήματα καταλιποῦ‐ σαι, πρὸς τοὺς ἰσχυροτάτους τῶν ἀνδρῶν ἡμιλλῶντο τῇ προθυμίᾳ, μῆκος ὁδοῦ τοσοῦτον βάδην ἀνύουσαι· | |
63.468(50) | οὐ νέαι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι· καὶ οὔτε ἡ τῆς φύ‐ | 467 |
63.469 | σεως ἀσθένεια, οὔτε τὸ τῆς διαγωγῆς ἁβροδίαιτον, οὔτε ὁ τῆς περιφανείας τῦφος γέγονε κώλυμα τῇ προθυμίᾳ. Ἄρχοντες πάλιν καὶ αὐτοὶ τὰ ὀχήματα καταλιπόντες καὶ τοὺς ῥαβδούχους καὶ τοὺς δορυφόρους, τοῖς ἰδιώταις | |
5 | ἑαυτοὺς ἀνέμιξαν. Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρ‐ χοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ’ ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης | |
10 | ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν; Ἀλλ’ ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς | |
15 | ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀν‐ έπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας. Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου Δαυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν | |
20 | Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις. Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην | |
25 | ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας· ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ Δαυΐδ. Οὐ γὰρ πλάκας λιθίνας, ἀλλὰ πλάκας ἔχει πνευματικὰς, καὶ χάριν ἐπανθοῦσαν, καὶ δωρεὰν ἀποστίλβουσαν, καὶ ὀστᾶ αὐταῖς | |
30 | ἀντιλάμποντα ταῖς ἀκτῖσι· μᾶλλον δὲ λαμπροτέραν ἀφίενται ἀστραπήν. Ἀκτῖνα μὲν γὰρ βλέποντες ἡλια‐ κὴν, οὐδὲν πάσχουσι δαίμονες· τὴν δὲ ἐντεῦθεν ἐκπη‐ δῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δρα‐ πετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος· | |
35 | τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔν‐ δον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ πε‐ ραιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυ‐ νάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας. Διά τοι τοῦτο καὶ ἡ φιλό‐ | |
40 | χριστος αὕτη παρείπετο τοῖς λειψάνοις, συνεχῶς ἐφ‐ απτομένη, καὶ τὴν εὐλογίαν ἐπισπωμένη, καὶ τοῖς ἄλλοις πᾶσι διδάσκαλος γινομένη τῆς καλῆς ταύτης καὶ πνευ‐ ματικῆς ἐμπορίας, καὶ διδάσκουσα πάντας ἀρύεσθαι ἀπὸ τῆς πηγῆς ταύτης τῆς ἀεὶ μὲν ἀντλουμένης, οὐδέ‐ | |
45 | ποτε δὲ κενουμένης. Καθάπερ γὰρ τὰ νάματα τῶν πη‐ γῶν βρύοντα, οὐκ εἴσω τῶν οἰκείων κόλπων κατέχεται, ἀλλ’ ὑπερβλύζει καὶ ὑπερχεῖται· οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ τοῖς ὀστέοις παρακαθημένη καὶ τοῖς ἁγίοις συνοικοῦσα, καὶ εἰς ἑτέρους πρόεισι τοὺς | |
63.469(50) | μετὰ πίστεως ἐφεπομένους αὐτῇ, καὶ ἀπὸ ψυχῆς εἰς σώματα, καὶ ἀπὸ σωμάτων εἰς ἱμάτια, καὶ ἀπὸ ἱματίων εἰς ὑποδήματα, καὶ ἀπὸ ὑποδημάτων εἰς σκιὰς ἐκτρέχει. Διά τοι τοῦτο οὐ τὰ σώματα ἐνήργει μόνον τῶν ἁγίων ἀποστόλων, ἀλλὰ καὶ τὰ σουδάρια καὶ τὰ | |
55 | σιμικίνθια· καὶ οὐ τὰ σουδάρια μόνον καὶ τὰ σιμικίνθια, ἀλλὰ καὶ αἱ σκιαὶ τοῦ Πέτρου τῶν ζώντων δυνατώτερα εἰργάζοντο. Ἤδη που καὶ μηλωτὴ κατενεχθεῖσα ἐπὶ τὸ σῶμα τοῦ Ἑλισσαίου διπλοῦν αὐτῷ χάρισμα κατήγαγεν· οὐ γὰρ τὸ σῶμα Ἑλισσαίου μόνον, ἀλλὰ καὶ τὸ ἱμάτιον | |
60 | ἐκεῖνο τῆς χάριτος ἦν ἐμπεπλησμένον. Διά τοι τοῦτο | |
καὶ ἐπὶ τῶν τριῶν παίδων· οὐ γὰρ τὰ σώματα αὐτῶν | Column end | |
63.470 | ᾐδέσθη μόνον τῆς φλογὸς ἡ φύσις, ἀλλὰ καὶ αὐτὰ τὰ ὑποδήματα· καὶ ἐπὶ τοῦ Ἑλισσαίου οὐδὲ τελευτήσαν‐ τος, οὕτως ἐλύετο θάνατος, εἰς τάφον τοῦ προφήτου ῥιφέντος ἑτέρου νεκροῦ. Οὕτω δὴ καὶ σήμερον γέγονε· | |
5 | τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικει‐ μένων κατακαιούσης δυνάμεων. βʹ. Διὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, ὅτι | |
10 | τὴν ἔρημον πόλιν ἐποιήσατε, τὴν πόλιν κενώσαντες· ὅτι τὸν πλοῦτον ἡμῖν τῆς Ἐκκλησίας ὑπεδείξατε σήμε‐ ρον. Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος· πόσαι ἄμπελοι, καὶ οὐδαμοῦ ἄκανθα· πόσοι στάχυες, καὶ οὐ‐ δαμοῦ ζιζάνια. Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ | |
15 | παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλα‐ γμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη· θάλαττα μέλιτος παντὸς γλυκυτέρα, τῶν ποτίμων ὑδά‐ των ποτιμωτέρα. Οὐκ ἄν τις ἁμάρτοι τὴν θάλατταν ταύτην καὶ ποταμὸν πυρὸς προσειπών· οὕτως αἱ λαμ‐ | |
20 | πάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι. Καὶ ταῦτα μὲν ἐν τῇ νυκτί· τῆς δὲ ἡμέρας φανείσης ἕτεραι λαμπάδες πάλιν ἐφαίνοντο· ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε | |
25 | καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ· τοῦ γὰρ πυρὸς ἐκείνου τοῦ φαι‐ νομένου θερμότερον τὸ τῆς προθυμίας τῆς ὑμετέρας ἦν· καὶ ἕκαστος διπλῆν ἔφερε λαμπάδα, τὴν τοῦ πυρὸς ἐν τῇ νυκτὶ, τὴν τῆς προθυμίας καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ | |
30 | ἡμέρᾳ· μᾶλλον δὲ οὐδὲ νύκτα λοιπὸν ἐκείνην καλῶ· πρὸς γὰρ τὴν ἡμέραν ἡμιλλᾶτο, τοὺς υἱοὺς τοῦ φωτὸς ὑμᾶς περιφέρουσα, καὶ μυρίων ἀστέρων καὶ ἑωσφόρου λαμπροτέρους ἀποφαίνουσα. Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέ‐ | |
35 | ραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες. Διὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον· Νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· καὶ ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ | |
40 | φῶς αὐτῆς. Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκ‐ χυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυ‐ σάντων; Οὐδὲ γὰρ ἦν ἔδαφος γυμνὸν ἰδεῖν, ἀλλὰ πᾶσαν | |
45 | τὴν ὁδὸν σώμασιν ἀνθρωπίνοις καλύψαντες, μίαν σειράν τινα χρυσῆν καὶ συνεχῆ, καὶ ποταμὸν ἕνα πολλῷ τῷ ῥοθίῳ φερόμενον διὰ πάσης ἐδείξατε τῆς ὁδοιπορίας· καὶ ἄνω μὲν εἰς τὸν οὐρανὸν ἀναβλέποντες ἑωρῶμεν σελήνην καὶ ἀστέρας ἐν μέσῳ, κάτω δὲ τῶν πιστῶν | |
63.470(50) | τὸ πλῆθος, καὶ τῆς σελήνης λαμπρότερον ἐν τῷ μέσῳ τὴν βασιλίδα φερομένην. Ὥσπερ γὰρ οἱ ἀστέρες οἱ κάτω ἀμείνους τῶν ἄνω· οὕτω καὶ αὕτη πολὺ φαιδρο‐ τέρα ἐκείνης. Τί γάρ; τοσοῦτον σελήνη, ὅσον ψυχὴ ἐν ἀξιώματι τοσούτῳ τοσαύτῃ κατακοσμουμένη πίστει; Τί | |
55 | ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι’ ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς | |
60 | περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως; Βασιλίδες μὲν γὰρ πολλαὶ πολλάκις ἐγένοντο, αἳ τῆς στολῆς αὐτῆς καὶ τῶν διαδημάτων ἐκοινώνησαν | |
μόνον, καὶ τῆς δόξης τῆς βασιλικῆς· ταύτης δὲ μόνης | 469 | |
63.471 | οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐ‐ τῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπου‐ δῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν | |
5 | δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερ‐ βολῆς. Διά τοι τοῦτο τῶν μαρτύρων οὐκ ἔλαττον τὸν δῆμον ὠφέλησεν. Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχή‐ | |
10 | νεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ’ ἐξηρτημένην λάρνακος. Διὰ ταῦτά σε μακαρίζοντες οὐ παυόμεθα, οὐχ ἡμεῖς δὲ μόνοι, ἀλλὰ καὶ αἱ γενεαὶ μετὰ ταῦτα | |
15 | πᾶσαι. γʹ. Τὰ γὰρ ἐνταῦθα γενόμενα ἀκούσεται μὲν τὰ πέρατα τῆς οἰκουμένης, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν· ἀκούσονται δὲ οἱ μεθ’ ἡμᾶς, καὶ οἱ μετ’ ἐκείνους, καὶ χρόνος οὐδεὶς λήθῃ παραδώσει τὸ γεγενημένον, τοῦ Θεοῦ πανταχοῦ | |
20 | τῆς οἰκουμένης καὶ πανταχοῦ τῶν μετὰ ταῦτα γενεῶν αὐτὸ μετὰ πολλῆς ἐκπομπεύοντος τῆς περιφανείας. Εἰ γὰρ πόρνης γυναικὸς ἔργον πρὸς τὰ τέρματα τῆς οἰ‐ κουμένης ἀφικέσθαι ἐποίησε, καὶ τῇ μνήμῃ κατέστησεν ἀθάνατον· πολλῷ μᾶλλον τῆς κοσμίας καὶ σεμνῆς καὶ | |
25 | σώφρονος γυναικὸς καὶ ἐν βασιλείᾳ τοσαύτην ἐπιδειξα‐ μένης εὐλάβειαν, οὐκ ἀφήσει τὸ ἔργον λαθεῖν, ἀλλὰ μα‐ καριοῦσί σε πάντες, τὴν ξενοδόχον τῶν ἁγίων, τὴν προστάτιν τῶν Ἐκκλησιῶν, τὴν ὁμόζηλον τῶν ἀποστό‐ λων. Εἰ γὰρ γυναικείαν ἔλαχες φύσιν, ἀλλ’ ἔξεστί σοι | |
30 | καὶ πρὸς ἀποστολικὰ κατορθώματα ἁμιλλᾶσθαι. Ἐπεὶ καὶ ἡ Φοίβη τότε ἐκείνη ἡ τὸν διδάσκαλον τῆς οἰκου‐ μένης ὑποδεξαμένη καὶ προστάτις αὐτοῦ γενομένη, γυνὴ ἦν καὶ τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦσα· ἀλλ’ ὅμως τοσοῦτον ἔλαμψεν, ὡς τὸν ἅγιον ἐκεῖνον τὸν τῶν οὐρα‐ | |
35 | νῶν ἄξιον καὶ τῶν ἀποστόλων πάντων μείζονα ἀνακη‐ ρῦξαι αὐτὴν καὶ εἰπεῖν, ὅτι Προστάτις πολλῶν ἐγέ‐ νετο, καὶ ἐμοῦ αὐτοῦ. Καὶ Πρίσκιλλα δὲ γυναικείαν ἦν λαχοῦσα φύσιν· ἀλλ’ οὐδὲν αὐτῇ κώλυμα γέγονε τοῦτο εἰς τὸ ἀνακηρυχθῆναι καὶ ἀθάνατον αὐτῆς γενέ‐ | |
40 | σθαι τὴν μνήμην. Καὶ ἕτερος δὲ πολὺς γυναικῶν ἦν τότε χορὸς ἀποστολικὸν μεταχειρισαμένων βίον. Διὸ καὶ ἡμεῖς μετ’ ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρ‐ τησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν | |
45 | τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρ‐ θοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλά‐ νην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, | |
οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ | Column end | |
63.472 | προαιρέσει. Προηγήσατό ποτε καὶ Μαρία τοῦ λαοῦ, τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπιφερομένη, καὶ ᾖσεν ᾠδήν· ἀλλ’ ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων· ἐκείνη τοῦ Φαραὼ κατα‐ | |
5 | ποντισθέντος, σὺ δὲ τοῦ διαβόλου κατενεχθέντος· ἐκείνη κύμβαλα ἔχουσα, σὺ δὲ διάνοιαν καὶ ψυχὴν ὑπὲρ σάλπιγγα ἠχοῦσαν· ἐκείνη Ἰουδαίων ἐλευθερω‐ θέντων, σὺ δὲ τῆς Ἐκκλησίας στεφανουμένης· ἐκείνη δῆμον ἕνα ἐξάγουσα ὁμόγλωττον, σὺ δὲ μυρίους δήμους | |
10 | ἑτερογλώσσους. Καὶ γὰρ μυρίους ἡμῖν ἐξήγαγες χοροὺς, τοὺς μὲν τῇ Ῥωμαίων, τοὺς δὲ τῇ Σύρων, τοὺς δὲ τῇ βαρβάρων, τοὺς δὲ τῇ Ἑλλάδι φωνῇ τὰ τοῦ Δαυῒδ ἀνα‐ κρουομένους ᾄσματα· καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ | |
15 | Δαυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας. Ἐπεζήτει τῆς ἑορτῆς ταύτης ἡ εὐφροσύνη καὶ τὸν θεοφιλέστατον βα‐ σιλέα τὸν μετὰ σοῦ τὸ ἄροτρον τῆς εὐσεβείας ἕλκοντα· ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν | |
20 | παρουσίαν. Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθέ‐ νοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενεί‐ ματο τὴν πανήγυριν. Εἰ μὲν γὰρ ἀμφοτέροι σήμερον | |
25 | παρεγένοντο, σήμερον ἂν τέλος ἔλαβε τὰ τῆς ἑορτῆς· ἵνα δὲ καὶ ἡσυχίαν ἐργάσηται τῇ παρούσῃ ἡμέρᾳ, καὶ τῇ προσθήκῃ τῆς αὔριον ἐπιδαψιλεύσηται τὴν εὐφροσύ‐ νην, διενείματο πρὸς αὐτὸν τὴν λειτουργίαν, καὶ αὐτὴ σήμερον παραγενομένη, αὔριον ἡμῖν ἐπηγγείλατο τὴν | |
30 | ἐκείνου παρουσίαν. Ὥσπερ γὰρ κοινωνεῖ τῆς βασιλείας αὐτῷ, οὕτω καὶ τῆς εὐσεβείας, καὶ οὐκ ἀφίησιν ἐν τοῖς κατορθώμασιν ἄμοιρον εἶναι, ἀλλὰ πανταχοῦ συμμερι‐ στὴν λαμβάνει. Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκτα‐ θῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐ‐ | |
35 | τὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεα‐ σώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, | |
40 | τὴν ἀπὸ τῆς πίστεως· καὶ λαβόντες τοὺς ἁγίους μάρτυ‐ ρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλά‐ βειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, | |
45 | ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ· Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ | |
63.472(50) | τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 471 |