TLG 2062 167 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ad Philemonem (homiliae 1–3)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ad Philemonem (homiliae 1–3)

Citation: Vol — pg — (ln)

62

.

701

(12t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
13tΙΩΑΝΝΟΥ,
14tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
15tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ.
16tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ.
17ΥΠΟΘΕΣΙΣ. Πρῶτον ἀναγκαῖον τὴν ὑπόθεσιν εἰπεῖν τῆς ἐπιστολῆς, εἶτα καὶ τὰ ζητούμενα. Τίς οὖν ἡ ὑπό‐
20θεσις; Φιλήμων ἀνήρ τις τῶν θαυμαστῶν καὶ γεν‐ ναίων (ὅτι γὰρ θαυμαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡς καὶ Ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. Διὰ τοῦτο καὶ γράφων ἔλεγε· Καὶ τῇ κατ’ οἶκόν σου Ἐκ‐
25κλησίᾳ. Μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι σπλάγχνα τῶν ἁγίων ἀνεπέπαυτο εἰς αὐτόν. Καὶ αὐτὸς δὲ γράφων ἐν ταύτῃ τῇ ἐπιστολῇ παρήγγελλεν αὐτῷ ἑτοιμάσαι ξενίαν. Οὕτω μοι δοκεῖ καταγώγιον εἶναι ἁγίων ἡ οἰκία ἡ ἐκείνου πάντων
30ἕνεκεν). Οὗτος δὴ οὖν ὁ θαυμαστὸς ἀνὴρ παῖδά τινα εἶχεν Ὀνήσιμον. Ὁ τοίνυν Ὀνήσιμος οὗτος κλέψας τι παρὰ τοῦ δεσπότου, ἐδραπέτευσεν· ὅτι γὰρ ἔκλεψεν, ἄκουσον τί φησιν· Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐγὼ ἀποτίσω. Ἐλθὼν τοίνυν πρὸς τὸν
35Παῦλον εἰς τὴν Ῥώμην, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ’ αὐτοῦ διδα‐ σκαλίας, καὶ τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ. Ὅτι γὰρ ἐκεῖ ἔτυχε τῆς τοῦ βαπτίσματος δωρεᾶς, δῆλον ἐκ τοῦ εἰπεῖν· Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.
40Ὁ τοίνυν Παῦλος γράφει συνιστῶν αὐτὸν πρὸς τὸν
δεσπότην, ὥστε πάντων ἕνεκεν λύσιν γενέσθαι, καὶColumn end

62

.

702

(18)

προσίεσθαι αὐτὸν ὡς ἀναγεννηθέντα νῦν. Ἀλλ’ ἐπειδή τινές φασι, περιττὸν εἶναι τὸ καὶ ταύτην
20προσκεῖσθαι τὴν ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσεν, ὑπὲρ ἑνὸς ἀνδρὸς, μαθέτωσαν ὅσοι ταῦτα ἐγκαλοῦσιν, ὅτι μυρίων εἰσὶν ἐγκλημάτων ἄξιοι. Οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς, καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων ἐπεσταλμένας
25ἔδει ἐγγεγράφθαι· ἀλλ’ εἴθε γὰρ ἐνῆν εὐπορῆσαι τοῦ τὴν ἱστορίαν ἡμῖν παραδιδόντος τῶν ἀποστόλων, οὐ λέγω ὑπὲρ ὧν ἔγραψαν καὶ διελέχθησαν, ἀλλὰ καὶ τὴν ἄλλην αὐτῶν ἀναστροφὴν, καὶ τί ἔφαγον καὶ πότε ἔφαγον, πότε ἐκάθισαν καὶ ποῦ ἐβάδισαν, καὶ
30τί καθ’ ἑκάστην ἡμέραν διεπράξαντο, ἐν ποίοις μέρεσι γεγόνασι, καὶ εἰς ποίαν οἰκίαν εἰσῆλθον, καὶ ποῦ κατήχθησαν, καὶ μετὰ ἀκριβείας ἅπαντα διηγήσασθαι· οὕτω πάντα τὰ παρ’ αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει. Ἀλλ’ ἐπειδὴ μὴ ἴσασιν οἱ
35πλείους τὸ κέρδος τὸ ἐντεῦθεν, διὰ τοῦτο μέμφεσθαι ἐπιχειροῦσιν. Εἰ γὰρ τόπους ὁρῶντες μόνον, ἔνθα
ἐκάθισαν ἢ ἐδέθησαν, τόπους ἀψύχους, πολλάκις701

62

.

703

ἐκεῖ παραπέμπομεν τὴν διάνοιαν, καὶ φανταζόμεθα αὐτῶν τὴν ἀρετὴν, καὶ διανιστάμεθα καὶ προθυμό‐ τεροι γινόμεθα· εἰ τὰ ῥήματα καὶ τὰς ἑτέρας αὐτῶν πράξεις ἠκούσαμεν, πολλῷ μᾶλλον. Ἀλλὰ περὶ μὲν
5φίλου τις ἐρωτᾷ, ποῦ διάγει, τί πράττει, ποῦ πρόεισι· περὶ δὲ τῶν κοινῶν τῆς οἰκουμένης διδασκάλων οὐκ ἔδει ταῦτα μαθεῖν, εἰπέ μοι; Ὅταν γάρ τις πνευ‐ ματικῶς ζῇ, καὶ σχήματα καὶ βαδίσματα, καὶ ῥήματα καὶ πράγματα τοῦ τοιούτου, καὶ πάντα ἁπλῶς τοὺς
10ἀκούοντας ὠφελεῖ, καὶ οὐδὲν ἐμποδίζει οὐδὲ κώλυμα γίνεται. Πλὴν ὅτι περὶ ἀναγκαίων ἡ ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον. Ὅρα τοίνυν, πόσα κατορθοῦται ἐντεῦθεν. Ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα. Εἰ γὰρ Παῦλος
15ὑπὲρ δραπέτου, ὑπὲρ λῃστοῦ καὶ κλέπτου τοσαύτην ποιεῖται πρόνοιαν, καὶ οὐ παραιτεῖται μετὰ τοσού‐ των αὐτὸν ἐγκωμίων παραπέμψαι, οὐδὲ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς προσήκει ῥᾳθύμους εἶναι περὶ τὰ τοιαῦτα. Δεύτερον, ὅτι τὸ δουλικὸν γένος οὐ
20δεῖ ἀπογινώσκειν, κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν. Εἰ γὰρ ὁ κλέπτης, ὁ δραπέτης οὕτως ἐγένετο ἐν‐ άρετος, ὡς θέλειν τὸν Παῦλον κοινωνὸν αὐτὸν κατα‐ στῆσαι, καὶ γράφων ἔλεγεν· Ἵνα ὑπὲρ σοῦ δια‐ κονῇ μοι· πολλῷ μᾶλλον ἐλευθέρους ἀπογινώσκειν
25οὐ χρή. Τρίτον, ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. Εἰ γὰρ Παῦλος, ὁ οὕτω θαῤ‐ ῥῶν τῷ Φιλήμονι, τὸν Ὀνήσιμον, τὸν οὕτως εὔχρη‐ στον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν, οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου· πολλῷ μᾶλ‐
30λον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή. Εἰ γὰρ θαυμαστός ἐστιν ὁ οἰκέτης, ταύτῃ μάλιστα μένειν αὐτὸν χρὴ ἐν τῇ δουλείᾳ, καὶ τὴν δεσποτείαν ἐπιγινώσκειν, ἵνα αἴτιος πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ ὠφελείας γένηται. Τί τὸν λύχνον ἀπὸ τῆς λυχνίας ἐπὶ τὸν μόδιον ἄγεις;
35Εἴθε τοὺς ἔξωθεν εἰς τὰς πόλεις εἰσωθεῖν ἐνῆν. ΤίColumn end

62

.

704

οὖν, φησὶν, ἂν καὶ αὐτὸς φαῦλος γένηται; Διὰ τί, εἰπέ μοι, παρακαλῶ; ὅτι πρὸς πόλιν εἰσῆλθεν; Ἀλλ’ ἐννόει, ὅτι καὶ ἔξω ὢν φαυλότερος ἔσται· ὁ γὰρ ἔνδον φαῦλος γενόμενος, πολλῷ μᾶλλον ἔξω ὤν·
5ἐνταῦθα μὲν γὰρ καὶ τῆς ἀναγκαίας φροντίδος ἀπήλλακται, τοῦ δεσπότου μεριμνῶντος· ἐκεῖ δὲ ἡ περὶ τούτων φροντὶς ἴσως ἀπάξει αὐτὸν καὶ τῶν ἀναγκαιοτέρων καὶ πνευματικωτέρων. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος τὴν ἀρίστην αὐτοῖς εἰσάγων
10συμβουλὴν ἔλεγε· Δοῦλος ἐκλήθης; μή σοι με‐ λέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, Τῇ δουλείᾳ παράμενε. Τὸ δὲ πάντων ἀναγκαιότερον, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται, καθὼς καὶ αὐτὸς γράφων ἔλε‐
15γεν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Ἐροῦσι γὰρ καὶ Ἕλληνες, ὅτι δύναται καὶ δουλεύων εὐαρεστεῖν τῷ Θεῷ· ἐπεὶ εἰς
20ἀνάγκην καθίστανται πολλοὶ τοῦ βλασφημεῖν καὶ λέγειν, ἐπὶ ἀνατροπῇ τῶν πάντων ὁ Χριστιανισμὸς εἰς τὸν βίον εἰσενήνεκται, τῶν δεσποτῶν ἀφαιρου‐ μένων τοὺς οἰκέτας, καὶ βίας τὸ πρᾶγμά ἐστιν. Εἴπω τι καὶ ἕτερον; Διδάσκει ἡμᾶς μὴ ἐπαισχύ‐
25νεσθαι τοὺς οἰκέτας, εἰ ἐνάρετοι εἶεν. Εἰ γὰρ Παῦλος, πάντων ἀνθρώπων θαυμασιώτερος, τοσαῦτα περὶ τούτου φησὶ, πολλῷ μᾶλλον ἡμεῖς περὶ τῶν ἡμετέ‐ ρων. Τοσούτων οὖν ὄντων κατορθωμάτων, καίτοι οὔπω πάντα εἰρήκαμεν, περιττόν τις ἡγεῖται τὸ καὶ
30ταύτην τὴν ἐπιστολὴν ἐντετάχθαι; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας ἂν εἴη; Προσέχωμεν τοίνυν, παρα‐ καλῶ, τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλείονα κερδανοῦμεν
ἀπὸ τῆς ὑφῆς.Column end

62

.

703

(36)

ΟΜΙΛΙΑ Αʹ. Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ
40 τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου Ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα. Εὐθέως ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασεν,
45οὐκ ἀφῆκεν ἐπαισχυνθῆναι, τὸν θυμὸν ἔσβεσε, δέ‐ σμιον ἑαυτὸν καλῶν κατένυξε καὶ συνέστειλεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα. Εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνη διὰ τὸν Χριστὸν, ἀλλὰ καὶ καύ‐ χημα, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. Καὶ

62

.

703

(50)

ταῦτα λέγει οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ συμφερόντως τοῦτο ποιῶν, καὶ τὸ ἀξιόπιστον ἐντεῦθεν δεικνὺς, οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ’ ὑπὲρ τοῦ τὴν χάριν ἑτοιμό‐ τερον λαβεῖν· ὡς ἂν εἰ ἔλεγε, Δι’ ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι· ὥσπερ οὖν καὶ εἶπεν ἀλλαχοῦ,
55ἐκεῖ μὲν τὴν κηδεμονίαν δεικνὺς, ἐνταῦθα δὲ τὸ ἀξιόπιστον. Οὐδὲν τοῦ καυχήματος τούτου μεῖζον τοῦ ἀκούειν, ὡς στιγματίας τοῦ Χριστοῦ, Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ, φησὶ, βαστάζω. Ὁ
δέσμιος τοῦ Χριστοῦ. Διὰ γὰρ αὐτὸν δέδετο. ΤίςColumn end

62

.

704

(37)

οὐκ ἂν αἰδεσθείη, τίς οὐκ ἂν δυσωπηθείη, Χριστοῦ δεσμὰ ἀκούων; τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, μήτι γε οἰκέτην ἕνα; Καὶ Τιμόθεος ὁ ἀδελφός.
40Συμπαραλαμβάνει καὶ ἕτερον μεθ’ ἑαυτοῦ, ὥστε κἀκεῖνον ὑπὸ πολλῶν ἀξιούμενον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ, καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμα τὸ θαῤ‐ ῥεῖν οὐδὲ προπέτεια, ἀλλὰ πολλῆς φιλίας δεῖγμα· εἰ
45συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοι‐ ούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει· ἑαυτῷ γὰρ χαρί‐ ζεται, τὸ αὐτὸ ἔργον οἰκοδομεῖται. Ὥστε καὶ χωρὶς ἀξιώσεως ἑτέραν ἀνάγκην, φησὶν, ἔχεις τοῦ δοῦναι τὴν χάριν· εἰ γὰρ τῷ Εὐαγγελίῳ ἐστὶ χρήσιμος, σὺ δὲ

62

.

704

(50)

εἰς τὸ Εὐαγγέλιον σπουδάζεις, ἄρα οὐκ ἀξιωθῆναι, ἀλλ’ ἀξιῶσαι ὀφείλεις. Καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου. Ὅρα Παύλου τὸ τα‐ πεινόν· καὶ Τιμόθεον παραλαμβάνει πρὸς τὴν ἀξίω‐ σιν, καὶ οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυ‐
55ναῖκα, καὶ ἕτερόν τινα ἴσως φίλον. Καὶ Ἀρχίππῳ, φησὶ, τῷ συστρατιώτῃ ἡμῶν. Οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν, εἰ
μὴ εὐθέως κελεύσαντι ὑπακούει, ἀλλ’ ἅπερ ἂν ἀνὴρ703

62

.

705

ἄγνωστος ἐποίει, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε ἀντιλαβέσθαι τῆς δεήσεως. Οὐ γὰρ τὸ παρὰ πολλῶν ἀξιοῦσθαι μόνον, ἀλλὰ καὶ τὸ πρὸς πολλοὺς τὴν δέη‐ σιν γενέσθαι, φέρει τι εἰς τὸ ἀνυσθῆναι τὸ ἀξιούμε‐
5νον. Διὰ τοῦτο ἔλεγε· Καὶ Ἀρχίππῳ τῷ συστρα‐ τιώτῃ ἡμῶν. Εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. Οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· Εἴπατε Ἀρχίπ‐ πῳ, βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυ‐
10ρίῳ, ἵνα αὐτὴν πληροῖς. Δοκεῖ μοι οὗτος καὶ εἶναι τῶν ἐν κλήρῳ κατειλεγμένων· ὃν καὶ παραλαμβάνει εἰς τὴν ἀξίωσιν, καὶ συστρατιώτην καλεῖ, ὥστε παντὶ τρόπῳ συνάρασθαι. Καὶ τῇ κατ’ οἶκόν σου Ἐκκλησίᾳ. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα· οἶδε
15γὰρ πολλάκις καὶ ῥήματα δούλων ἀνατρέψαι δυνά‐ μενα τὸν δεσπότην, καὶ μάλιστα ὅταν ὑπὲρ δούλου ἡ ἀξίωσις ᾖ· οἱ δὲ μάλιστα παροξύνοντες, ἴσως ἐκεῖ‐ νοι ἦσαν. Οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθόνον ἐμ‐ πεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν.
20Ἀλλ’ οὐδὲ τὸν δεσπότην ἀγανακτῆσαι συγχωρεῖ. Εἰ μὲν γὰρ ὀνομαστὶ εἶπεν, ἴσως ἂν ἠγανάκτησεν· εἰ δὲ μὴ ἐμνήσθη, κἂν ἐδυσχέρανεν. Ὅρα οὖν, πῶς συνετῶς εὗρε διὰ τοῦ μνησθῆναι καὶ τούτους τῇ μνή‐ μῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι. Τὸ γὰρ τῆς Ἐκ‐
25κλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴ γε συναριθμοῖντο τοῖς οἰκέταις. Καὶ γὰρ ἡ Ἐκ‐ κλησία οὐκ οἶδε δεσπότου, οὐκ οἶδεν οἰκέτου δια‐ φοράν· ἀπὸ κατορθωμάτων καὶ ἁμαρτημάτων τοῦ‐ τον κἀκεῖνον ὁρίζει. Εἰ τοίνυν Ἐκκλησία ἐστὶ, μὴ
30ἀγανάκτει, ὅτι μετὰ σοῦ προσηγορεύθη ὁ δοῦλος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθε‐ ρος· Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων, τῆς χάριτος ὑπο‐ μνήσας. Ἐννόησον, φησὶν, ὅσα σοι συνεχώρησεν ὁ
35Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν Δεσπότην. Ἐπεύχεται δὲ αὐτῷ τὴν εἰρήνην· εἰκότως. Τότε γὰρ παραγίνεται καὶ αὐτὴ, ὅταν μιμώμεθα αὐτὸν, ὅταν ἐπιμένῃ ἡ χάρις· ἐπεῖ κἀκεῖνος ὁ δοῦλος ὁ περὶ τὸν σύνδουλον ἀνηλεὴς γεγονὼς, ἕως ὅτε οὐκ ἀπῄτει τὰ
40ἑκατὸν δηνάρια, καὶ ἡ χάρις ἔμενεν ἡ δεσποτική· ἐπειδὴ δὲ ἀπῄτησεν, ἀφῃρέθη καὶ παρεδόθη τοῖς βα‐ σανισταῖς. βʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἐννοοῦντες, οἰκτίρμονες ὦμεν, συγγνωμονικοὶ περὶ τοὺς ἁμαρτάνοντας
45εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα τὰ εἰς ἡμᾶς ἁμαρτήματα, τὰ δὲ εἰς τὸν Θεὸν παρ’ ἡμῶν, μυρία τά‐ λαντα. Ἴστε δὲ, ὅτι καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρίνονται. Οἷόν τι λέγω· Ὁ τὸν ἰδιώ‐ την ὑβρίσας, ἥμαρτεν, ἀλλ’ οὐχ ὁμοίως ὡς ὁ τὸν ἄρ‐

62

.

705

(50)

χοντα· καὶ μειζόνως τούτου ὁ τὸν μείζονα ἄρχοντα, ἀλλ’ οὐχ ὁμοίως ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον· καὶ ἡ μὲν ὕβρις ἐστὶν ἡ αὐτὴ, τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου μείζων γίνεται. Εἰ δὲ ὁ βα‐ σιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν
55τοῦ προσώπου ἀξιοπιστίαν, ὁ τὸν Θεὸν ὑβρίζων πό‐ σων ἔσται ὑπεύθυνος ταλάντων; Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁμαρτάνωμεν, ἅπερ εἰς τοὺς ἀνθρώ‐ πους, οὐδὲ οὕτω τὸ ἴσον ἐστὶν, ἀλλ’ ὅσον μέσον Θεοῦ καὶ ἀνθρώπων, τοσοῦτον τῶν ἁμαρτημάτων ἐκείνων
60καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁμαρ‐ τήματα, οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου μεγάλα μόνον γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει· καὶ φρικτὸς μὲν ὁ λόγος, ὃν μέλλω λέγειν, καὶ φοβερὸς ὄντως, πλὴν
ἀνάγκη λεχθῆναι, ἵνα κἂν οὕτως ἡμῶν τὴν διάνοιανColumn end

62

.

706

κατασείσῃ καὶ παρασαλεύσῃ, δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα ἢ τὸν Θεὸν, καὶ τιμῶ‐ μεν ἀνθρώπους ἢ τὸν Θεόν. Σκόπει γάρ· Ὁ μοι‐ χεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν ὁρᾷ, καὶ τούτου μὲν
5καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυ‐ μίαν. Ὁ τοιοῦτος οὐχὶ προτιμᾷ ἀνθρώπους μόνον Θεοῦ, οὐχὶ μόνον ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολ‐ λῷ χαλεπώτερον, ἐκείνους δεδοικὼς, τούτου κατα‐ φρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα
10τῆς ἐπιθυμίας· μᾶλλον δὲ ποίαν φλόγα; οὐκ ἔστι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κε‐ χρῆσθαι, εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν, νυνὶ δὲ ὕβρις καὶ στρῆνος· ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ, ἵσταται τῆς μανίας, τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον
15φροντίζει. Πάλιν ἕτερος, ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν
20μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι τῶν ἑτέρου χρη‐ μάτων, μᾶλλον δὲ καὶ τὰ αὑτοῦ δοῦναι, πάντες ἑτοί‐ μως εἰσφέρομεν· τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπά‐ ζειν, μηδὲ τὰ ἑτέρων συνάγειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς, ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ; Φορ‐
25τικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι φορτι‐ κὸν, φεύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι λέγουσιν, ὅτι Τὰ ῥή‐ ματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε, καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ ἂν τὰ ῥή‐
30ματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγα‐ νακτεῖτε· καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ’ ἐμοῦ. Βούλομαι αὐτὸς λοιδορίας δόξαν λαβεῖν κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν ὑπὲρ τοιούτων ἐγκα‐
35λουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτιμᾶτε τοῦ Θεοῦ, ἀλλὰ καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολ‐ λοὺς οἰκέτας ἠνάγκασαν, καὶ παῖδας· οἱ μὲν εἰς γά‐ μους εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις, καὶ ἔρωτι μιαρῷ καὶ ἁρπαγαῖς
40καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγ‐ κλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης δύνασθαι συγ‐ γνώμην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράτ‐ τεις τὰ πονηρὰ καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος, μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία, πλὴν χα‐
45λεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι, πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐξ ἴσου τιμῶν‐

62

.

706

(50)

τες ἄνθρωπον τῷ Θεῷ, ὑβρίζομεν τὸν Θεὸν, πολλῷ μᾶλλον, ὅταν προτιμῶμεν ἀνθρώπους. Εἰ δὲ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅταν καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι μείζων ᾖ καὶ χαλε‐
55πωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι’ ἀνθρώπους ποιῶν. Σφόδρα ἂν ἦμεν μακάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα διὰ τοὺς ἀν‐ θρώπους, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων ἐσμὲν
60ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέ‐ ναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων, οὐ πόνων δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ’ ἁπλῶς προαιρέσεως· οὐκ ἀπο‐
65δημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν,705

62

.

707

οὐ κινδύνους ὑποστῆναι καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον. γʹ. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δο‐ κοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγμα καὶ
5τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι; οὐ δύνασαι δαπανῆσαι τὰ ὄντα εἰς τοὺς δεομένους; Θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσού‐
10των ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι, οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν, οὐκ ἀφίης, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφ’ ὧν ἔχεις ἐξ αὐτοῦ ἀπαιτῇ; Ἂν μὲν οὖν ἡμεῖς παρ’ ὀφειλέτην ἔλθωμεν ἡμέτε‐ ρον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται
15καὶ τιμᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσματος δια‐ λυόμενος, ἀλλ’ ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι, πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης;
20τί δήποτε, παρακαλῶ; Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πό‐ σον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μο‐
25λύβδου βαρύτερον. Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ’ ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται. Ἐλύπησεν ὁ δεῖνα καὶ ὕβρισε καὶ ἔσκωψεν; ἀλλ’ ἐννόησον, ὅτι καὶ σὺ πολλὰ τοιαῦτα
30εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν Δεσπότην, καὶ ἄνες καὶ συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίε‐ μεν τοῖς ὀφειλέταις ἡμῶν· ἐννόησον, ὅτι ἐὰν μὴ ἀφῇς, οὐ δυνήσῃ τοῦτο μετὰ παῤῥησίας εἰπεῖν· ἂν
35δὲ ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον τὰ εἰς τοὺς ὁμοδούλους
ἀφιέντα τῶν εἰς τὸν Δεσπότην ἡμαρτημένων τὴνColumn end

62

.

708

ἄφεσιν λαβεῖν; ἀλλ’ ὅμως τυγχάνομεν τῆς τοσαύτης φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι καὶ χωρὶς τούτων, καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ
5καρποῦσαι τὸ κέρδος, ἐννόησον, πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες διεξέρχονται λέγοντες· ἀγαθὸς ἀνὴρ, εὐκα‐ τάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα,
10τίς οὐκ ἐλεήσει; τίς οὐ συγγνώσεται ἁμαρτόντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελή‐ σει φίλος εἶναι καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς
15τοὺς οἰκέτας. Ἀνιέντες γὰρ, φησὶ, τὴν ἀπειλὴν, εἰδότες ὅτι καὶ ὑμῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφιῶμεν τοῖς πλησίον τὰ ἁμαρτήματα, ἀφεθή‐ σεται καὶ ἡμῖν, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν τα‐ πεινοὶ ὦμεν· καὶ γὰρ καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας.
20Εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλ‐ λον καὶ ἡμεῖς, ἂν ταπεινοὶ ὦμεν καὶ συντετριμμέ‐ νοι, δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα, καὶ καταγινώ‐
25σκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ καθαρεύουσαι. Πάντοθεν τοί‐ νυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν δυσχερές· ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν σφόδρα
30ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ, ἡμᾶς πάντας ἐνταῦθα ἀποκαθηραμένους ἅπαντα τῶν ἁμαρτημά‐ των τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν
35τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, τὸ κράτος,
καὶ τὰ ἑξῆς.Column end

62

.

707

(39)

ΟΜΙΛΙΑ Βʹ.
40Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γέ‐
45 νηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. αʹ. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας, καὶ ἐπαινέσας ἐπὶ τοῖς κατορθώμασι, καὶ τῆς αὑτοῦ ἀγάπης δείξας τε‐

62

.

707

(50)

κμήριον οὐ μικρὸν τὸ διαπαντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν, ὅτι πολλοὶ ἀναπαύονται πρὸς αὐτὸν, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται· τότε καὶ αὐτὴν τελευταῖον τίθησι, μάλιστα αὐτὸν δυσ‐ ωπῶν τούτῳ. Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέον‐
55ται, πολλῷ μᾶλλον Παῦλος· εἰ πρὸ τῶν ἄλλων ἐλθὼν ἄξιος ἦν τυχεῖν, πολλῷ μᾶλλον μετὰ τοὺς ἄλλους, καὶ
πρᾶγμα αἰτῶν οὐκ εἰς αὐτὸν ἀνῆκον, ἀλλ’ ὑπὲρ ἑτέ‐Column end

62

.

708

(40)

ρου. Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγρα‐ ψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστο‐ λῆς· πρῶτον μὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιμασθῆναι αὐτῷ. Ἀκούων
45σου, φησὶ, τὴν ἀγάπην. Θαυμαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ μεῖζον. Δῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέ‐ γονε, καὶ μέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ μέσον ἦν Ῥώμης καὶ Φρυγίας· ἐκεῖ γάρ μοι δοκεῖ

62

.

708

(50)

εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυ‐ γίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνω‐ σθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς
55Φρυγίας πόλις ἐστίν. Εὔχομαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον
αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆ‐707

62

.

709

σαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ μείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γέ‐ νηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλ‐
5θῃς, Ἵνα μηδὲν ἐλλειφθῇ. Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ’, Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσ‐
10ωπῶν. Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν. Χαρὰν γὰρ ἔχο‐ μεν καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ, ὡς τὸ τὰς ἑτέρων
15εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ᾖ. Καὶ οὐκ εἶπεν, Εἰ τοῖς ἄλ‐ λοις ποιεῖς, πολλῷ μᾶλλον ἐμοί. Ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, ἑτέρως δὲ αὐτὸ μεθώδευσε προσηνέστερον. Χαρὰν ἔχομεν· τουτέστι, Σύ μοι παῤῥησίαν ἔδωκας
20ἐκ τῶν εἰς ἑτέρους γενομένων. Καὶ παράκλησιν. Τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθού‐ μεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι. Εἰ τοίνυν τὴν συμ‐ φωνίαν τοσαύτην δεῖ εἶναι, ὡς ἐπὶ ταῖς ἑτέρων ἀνα‐ παύσεσι τοὺς ἄλλους ἐν θλίψεσιν ὄντας, κἂν μὴ τύχωσί
25τινος, εὐφραίνεσθαι δι’ ἐκείνους, ὡς ἑνὸς σώματος εὐεργετηθέντος, πολλῷ μᾶλλον εἰ καὶ ἡμᾶς ἀναπαύ‐ σεις. Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατρά‐
30σιν ὄντος καὶ ἐπεράστου. Οὕτως ἡ ἀγάπη, ἡ φιλο‐ στοργία δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ’ αὐτῶν. Διὸ πολλὴν παῤῥησίαν ἔχων ἐν Χριστῷ ἐπιτάσσειν σοι τὸ ἀνῆκον. Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξῃ
35τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν. Διὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόμενον μᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ’ ὅμως ἐκ περιουσίας πολλὴν τίθεται τὴν διόρ‐ θωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ μέγαν δει‐
40κνύντος ἦν τὸν Φιλήμονα· τουτέστι, Παῤῥησίαν ἡμῖν ἔδωκας σύ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ, Ἐν Χριστῷ, ἐπαγαγὼν, ὅπερ δηλοῦντός ἐστιν, ὅτι οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερον, οὐδὲ ὡς δυνατώτερον, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστόν· καὶ τότε
45ἔθηκε τὸ, Ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Τὸ ἀνῆκον, τουτέστιν, εὔλογον πρᾶγμα. Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει. Τοὺς ἄλλους εὖ ποιεῖς. φησί· καὶ ἐμὲ, καὶ διὰ τὸν Χριστὸν, καὶ ὅτι τὸ πρᾶγμα εὔλογον, καὶ ὅτι ἡ ἀγάπη δίδωσι. Διὸ

62

.

709

(50)

καὶ ἐπάγει· Διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ὡσανεὶ εἶπεν, Οἶδα μὲν, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, ἀπὸ τῶν προλαβόντων· πλὴν ἀλλ’ ἐπειδὴ πολλὴν ὑπὲρ τοῦ πράγματος ποιοῦ‐ μαι σπουδὴν, παρακαλῶ. Ἀμφότερα ἔδειξεν ὁμοῦ,
55ὅτι καὶ θαῤῥεῖ αὐτῷ (ἐπέταξε γὰρ), καὶ ὅτι σφόδρα τοῦ πράγματος ἀντιποιεῖται· διὸ παρακαλεῖ. Τοιοῦ‐ τος ὢν, φησὶν, ὡς Παῦλος πρεσβύτης. βʹ. Βαβαὶ, πόσα δυσωπητικά! Παῦλος, ἀπὸ τῆς ποιό‐ τητος τοῦ προσώπου· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύ‐
60της· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ Δέσμιος
Ἰησοῦ Χριστοῦ. Τίς γὰρ οὐκ ἂν τὸν ἀθλητὴν, καὶColumn end

62

.

710

στεφανίτην ἐδέξατο ὑπτίαις χερσί; τίς ὁρῶν διὰ Χρι‐ στὸν δεδεμένον, οὐκ ἂν μυρία ἐχαρίσατο, Τοσούτοις δὴ προλεάνας αὐτοῦ τὴν ψυχὴν, οὐδὲ εὐθέως ἐνέβαλε τὸ ὄνομα, ἀλλὰ τοσαύτην ποιησάμενος αἴτησιν ἀνα‐
5βάλλεται. Ἴστε γὰρ τοὺς θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται, κἂν χρηστοὺς ἔχωσι δε‐ σπότας, πῶς αὔξεται ἡ ὀργή. Ταύτην οὖν πᾶσι τούτοις προελέανε· καὶ πρότερον πείσας πᾶν ὁτιοῦν ὑπουργῆ‐
10σαι ἑτοίμως, καὶ παρασκευάσας αὐτοῦ τὴν ψυ‐ χὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι· Παρακαλῶ σε· καὶ μετὰ ἐγκωμίων· Περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Πάλιν οἱ δεσμοὶ δυσωπητικοί. Καὶ τότε τὸ ὄνομα· οὐ
15μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν. Οὐ γὰρ ἂν αὐτὸν, φησὶ, τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος. Ὅπερ Τιμόθεον ἐκάλεσα, τοῦτο καὶ τοῦτον. Καὶ πολλαχοῦ τὴν φιλοστοργίαν δεικνὺς, ἀπὸ τοῦ καιροῦ τῆς ὠδῖνος ἐντρέπει· Δέσμιος
20αὐτὸν ἐγέννησα, φησίν. Ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ τοῦ Χριστοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὅρα πόση ἡ σύνεσις, πῶς ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ
25τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμόν. Οἶδα, φησὶν, ὅτι ἄχρηστος ἦν. Νῦν δὲ σοὶ καὶ ἐμοὶ χρήσιμος ἔσται. Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιμος ἔσται, ἵνα μὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες. Νῦν δὲ σοὶ, φησὶ,
30καὶ ἐμοὶ εὔχρηστον. Εἰ γὰρ Παύλῳ χρήσιμος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. Ὃν ἔπεμψα πρὸς σέ. Καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν. Μάλιστα γὰρ οἱ δεσπόται τότε ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων
35παρακαλῶνται· ὥστε καὶ αὐτῷ τούτῳ μᾶλλον κατε‐ πράϋνε. Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερ‐ μότερόν ἐστιν. Εἶπε, Τέκνον· εἶπεν, Ἐγέννησα·
40ὥστε μάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασμοῖς αὐτὸν ἔτεκεν. Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία μάλιστα ἐκκαιόμεθα, δῆλον, ὅταν κινδύνους διαφύγω‐ μεν, καὶ ἐν αὐτοῖς τέκωμεν· ὡς ὅταν λέγῃ ἡ Γραφὴ, Οὐαιβαροχαβήλ· καὶ πάλιν ὅταν καλῇ τὸν Βενιαμὶν
45ἡ Ῥαχὴλ, Υἱὸν, φησὶν, ὀδύνης μου. Σὺ δὲ αὐτὸν, φησὶ, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Δείκνυσιν αὐτοῦ τὴν ἀγάπην τὴν πολλήν. Οὐκ εἶπεν, Ἀπόδεξαι, οὐκ εἶπε, Μὴ ὀργισθῇς, ἀλλὰ, Προσλαβοῦ· τουτέστιν, οὐχὶ συγγνώμης μόνον, ἀλλὰ καὶ τιμῆς

62

.

710

(50)

ἐστιν ἄξιος. Διὰ τί; Τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμήν; Καὶ ὅρα καὶ τοῦτο μεθ’ ὅσης
55σοφίας· ὅρα κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ. Εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι’ αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι τὸ αὑτοῦ μᾶλλον ἐσκόπησεν, ἢ τὸ τοῦ παιδὸς, ὅτι σφόδρα αὐτὸν αἰδεῖται. Χωρὶς δὲ τῆς σῆς γνώ‐
60μης, φησὶν, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ’ ἀνάγκην τὸ ἀγαθὸν ᾖ σου, ἀλλὰ κατὰ ἑκού‐ σιον. Τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ, πράγματος ὄντος χρησίμου, μετὰ τῆς ἐκείνου γνώ‐
μης τίκτηται. Δύο γὰρ ἀγαθὰ ἐντεῦθεν γίνεται,709

62

.

711

κἀκεῖνος κερδαίνει, καὶ οὗτος ἀσφαλέστερος καθίστα‐ ται. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ’, Ὡς κατὰ ἀνάγκην. ᾜδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλὰ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγα‐
5νάκτησας, ἀλλ’ ὅμως ἐκ πλείονος περιουσίας, ἵνα μὴ ὡς κατὰ ἀνάγκην. Τάχα γὰρ διὰ τοῦτο ἐχωρί‐ σθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, μη‐ κέτι ὡς δοῦλον. Καλῶς τὸ, Τάχα, ἵνα εἴξῃ ὁ δεσπό‐ της. Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ
10διεστραμμένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα. Καὶ οὐκ εἶπε, Διὰ τοῦτο ἔφυγεν, ἀλλὰ, Διὰ τοῦτο ἐχωρίσθη, εὐφημοτέρῳ ὀνόματι μᾶλλον πραΰνων. Καὶ οὐκ εἶπεν, Ἐχώρισεν ἑαυτὸν, ἀλλ’, Ἐχω‐ ρίσθη· οὐ γὰρ αὐτοῦ τὸ κατασκεύασμα τὸ ἐπὶ τούτῳ
15ἀναχωρῆσαι, οὐδὲ ἐπ’ ἐκείνῳ. Ὅπερ καὶ Ἰωσὴφ ἀπο‐ λογούμενος ὑπὲρ τῶν ἀδελφῶν φησὶν, ὅτι Ὁ Θεὸς ἀπέστειλέ με ἐνταῦθα· τουτέστι, τῇ κακουργίᾳ αὐ‐ τῶν εἰς δέον ἐχρήσατο. Διὰ τοῦτο ἐχωρίσθη, φησὶ, πρὸς ὥραν. Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρ‐
20τημα ὁμολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονομίαν. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρ‐ όντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτε‐ ρον δούλου· δοῦλον γὰρ μένοντα εὐνοϊκώτερον ἕξεις
25ἀδελφοῦ. Ὥστε καὶ τῷ χρόνῳ κεκέρδακας καὶ τῇ ποιότητι· λοιπὸν γὰρ οὐκ ἀποπηδήσει. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, ἀντὶ τοῦ, Ἀπολάβῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπόλεσας πρὸς ὀλίγον, καὶ
30ἀδελφὸν εὑρήσεις εἰς τὸ διηνεκὲς, ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν. Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή. Εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ. Διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτι‐
35μίαν. γʹ. Ταῦτα οὐχ ἁπλῶς ἀναγέγραπται, ἀλλ’ ἵνα μὴ ἀπογινώσκωμεν τῶν οἰκετῶν οἱ δεσπόται, μηδὲ σφό‐ δρα αὐτοῖς ἐπιτιθώμεθα, ἀλλὰ μάθωμεν συγχωρεῖν τὰ ἁμαρτήματα τοῖς οἰκέταις τοῖς τοιούτοις, ἵνα μὴ ἀεὶ
40τραχεῖς ὦμεν, ἵνα μὴ ἀπὸ τῆς δουλείας ἐπαισχυνώ‐ μεθα καὶ κοινωνοὺς αὐτοὺς ἐν πᾶσι λαμβάνειν, ὅταν ὦσιν ἀγαθοί. Εἰ γὰρ Παῦλος οὐκ ἐπῃσχύνθη καὶ τέ‐ κνον καλέσαι, καὶ σπλάγχνον, καὶ ἀδελφὸν, καὶ ἀγα‐ πητὸν, πῶς ἂν ἡμεῖς ἐπαισχυνθῶμεν; Καὶ τί λέγω,
45Παῦλος; ὁ Παύλου Δεσπότης οὐκ ἐπαισχύνεται τοὺς ἡμετέρους δούλους ἀδελφοὺς αὑτοῦ καλεῖν, καὶ ἡμεῖς ἐπαισχυνούμεθα; Ὅρα, πῶς ἡμᾶς τιμᾷ· ἀδελφοὺς ἑαυτοῦ καλεῖ τοὺς ἡμετέρους δούλους, καὶ φίλους, καὶ συγκληρονόμους. Ἰδοὺ ποῦ κατέβη. Τί οὖν ποιήσαν‐

62

.

711

(50)

τες ἡμεῖς, τὸ πᾶν ἠνυκότες ἐσόμεθα; Οὐδὲν ὅλως δυ‐ νησόμεθα, ἀλλ’ ὅπου δ’ ἂν ταπεινοφροσύνης ἔλθωμεν, τὸ πλέον αὐτῆς ὑπολέλειπται. Σκόπει γάρ· Ὅπερ ἂν ποιήσῃς σὺ, περὶ τὸν ὁμόδουλον ποιεῖς, ὁ δὲ σὸς δεσπότης περὶ τοὺς σοὺς δούλους πεποίηκεν.
55Ἄκουσον, καὶ φρίξον· Μηδέποτε ἐπαρθῇς ἐπὶ ταπει‐ νοφροσύνῃ. Τάχα γελᾶτε τὸ λεχθὲν, εἰ ταπεινοφρο‐ σύνη ἐπαίρει· ἀλλὰ μὴ θαυμάσητε· ἐπαίρει, ὅταν μὴ γνησία ᾖ. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν διὰ τὸ ἀποδέξασθαι ἀνθρώπους γένηται, καὶ οὐχὶ Θεὸν, ὅταν
60πρὸς τὸ ἐπαινεῖσθαι καὶ μεγαλοφρονεῖν· καὶ γὰρ τοῦτο διαβολικόν. Ὥσπερ γὰρ πολλοὶ διὰ τὸ μὴ
κενοδοξεῖν κενοδοξοῦσιν· οὕτω καὶ διὰ τὸ ταπεινοῦ‐Column end

62

.

712

σθαι ἐπαίρονται διὰ τὸ μέγα φρονεῖν. Οἷον, ἦλθέ τις ἀδελφὸς ἢ καὶ οἰκέτης, προσελάβου αὐτὸν, τοὺς πόδας ἔνιψας, εὐθέως μέγα ἐφρόνησας· Ἐποίησα, λέγεις, ὃ οὐδεὶς ἐποίησε, κατώρθωσα τὴν ταπεινο‐
5φροσύνην. Πῶς οὖν ἄν τις ἐν τῇ ταπεινοφροσύνῃ μένοι; Εἰ μνημονεύει τῆς παραγγελίας τοῦ Χριστοῦ τῆς λεγούσης· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ πάλιν τοῦ Διδασκάλου τῆς οἰκουμένης λέγοντος· Ἐγὼ ἐμαυτὸν οὐ λογίζο‐
10μαι κατειληφέναι. Ὁ πείσας ἑαυτὸν, ὅτι οὐδὲν μέγα κατώρθωσεν, ὅσα ἂν ποιήσῃ, οὗτος μόνος ταπεινοφρο‐ νεῖν δύναται, ὁ μὴ πρὸς τὸ τέλος ἥκειν νομίζων. Πολ‐ λοὶ ἀπὸ ταπεινοφροσύνης ἐπήρθησαν. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο πάθωμεν. Ἐποίησάς τι ταπεινόν; μὴ φρονή‐
15σῃς μέγα, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Τοιοῦτος ἦν ὁ Φα‐ ρισαῖος· ἐπήρθη, ἐπειδὴ ἐδίδου τοῖς πένησι τὰς δεκά‐ τας, καὶ τὸ πᾶν ἀπώλεσεν. Ἀλλ’ οὐχ ὁ τελώνης οὕ‐ τως. Ἄκουε Παύλου πάλιν λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁρᾷς,
20ὅτι οὐκ ἐπῆρεν αὐτὸν, ἀλλὰ παντοίως συνέστελλε καὶ ἐταπείνου, καὶ ταῦτα εἰς τὴν ἄκραν κορυφὴν ἀνελη‐ λυθώς; Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον; Ἡμάρτομεν, ἠνομήσα‐ μεν μετὰ τῶν πατέρων ἡμῶν. Τοῦτό ἐστι καρδίαν
25συντετριμμένην ἔχειν. Διὰ τοῦτο ἠδύναντο λέγειν· Ἀλλ’ ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Οὕτω καὶ μετὰ τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, σφόδρα ἦσαν τεταπεινω‐ μένοι, καὶ μᾶλλον ἢ πρὸ τοῦ ἐμπεσεῖν. Ἐπειδὴ
30γὰρ εἶδον τὸ θαῦμα τὸ γενόμενον, ἀναξίους νομί‐ σαντες ἑαυτοὺς τῆς σωτηρίας, εἰς ταπεινοφροσύνην κατηνέχθησαν. Ὅταν γὰρ πεισθῶμεν, ὅτι παρ’ ἀξίαν μεγάλα εὐηργετήμεθα, τότε μάλιστα ἀνιώμεθα. Καίτοι τί παρ’ ἀξίαν εὐηργετήθησαν ἐκεῖνοι; Ἐξ‐
35έδωκαν ἑαυτοὺς εἰς κάμινον, ἐξῃχμαλωτίσθησαν, ἑτέρων ἁμαρτόντων (ἔτι γὰρ νέοι ἦσαν) καὶ οὐκ ἐγόγγυσαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ εἶπον· Ναὶ, τί γὰρ ἡμῖν ἀγαθὸν, ὅτι δουλεύομεν τῷ Θεῷ; τί ὠφελή‐ σαμεν προσκυνοῦντες αὐτόν; Οὗτος ἀσεβής ἐστι, καὶ
40γέγονεν ἡμῶν δεσπότης· μετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόμεθα, εἰς αἰχμαλωσίαν ἤχθημεν, πατρίδος ἐξεπέσομεν, ἐλευθερίας, τῶν πατρῴων ἁπάντων, αἰχμάλωτοι καὶ δοῦλοι γεγόνα‐ μεν, βασιλεῖ βαρβάρῳ δουλεύομεν. Οὐδὲν τούτων
45εἶπον· ἀλλὰ τί; Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ οὐδὲ ὑπὲρ ἑαυτῶν, ἀλλ’ ὑπὲρ τῶν ἄλλων ποιοῦνται τὴν δέησιν· Ὅτι βασιλεῖ, φασὶν, ἐχθίστῳ καὶ πονη‐ ροτάτῳ παρέδωκας ἡμᾶς. Πάλιν ὁ Δανιὴλ δεύ‐ τερον εἰς λάκκον ἐμβεβλημένος, ἔλεγεν· Ἐμνήσθη

62

.

712

(50)

μου γὰρ ὁ Θεός. Διὰ τί οὐκ ἂν ἐμνήσθη, ὦ Δανιὴλ, ὅτε αὐτὸν ἐδόξασας ἐπὶ τοῦ βασιλέως, λέγων· Καὶ ἐγὼ οὐκ ἐν τῇ σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· ἀλλ’ ὅτε ἐνεβλήθης εἰς λάκκον λεόντων διὰ τὸ μὴ ὑπακοῦσαι τῷ πονηροτάτῳ δόγματι ἐκείνῳ, διὰ τί οὐκ ἂν ἐμνή‐
55σθη; Δι’ αὐτὸ δὴ τοῦτο. Οὐχὶ δι’ αὐτὸν ἐμβέβλησαι νῦν; Ναὶ, φησὶν, ἀλλὰ πολλῶν ὀφειλέτης εἰμί. Εἰ δὲ ἐκεῖνος τοιαῦτα μετὰ τοσαύτην ἀρετὴν, τί ἂν εἴ‐ ποιμεν λοιπὸν ἡμεῖς; Ἀλλ’ ὁ Δαβὶδ ἄκουε τί φησι· Καὶ ἐὰν εἴπῃ μοι· Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ,
60ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· καίτοι μυρία ἔχων εἰπεῖν ἑαυτοῦ κατορθώματα. Καὶ ὁ Ἠλεὶ δέ φησι· Κύριος αὐτὸς, τὸ ἀρεστὸν ἐνώπιον
αὐτοῦ ποιήσει.711

62

.

713

δʹ. Τοῦτο δούλων εὐγνωμόνων, μὴ μόνον ἐν ταῖς εὐεργεσίαις, ἀλλὰ καὶ ἐν ταῖς κολάσεσι, καὶ ἐν ταῖς τιμωρίαις τὸ πᾶν αὐτῷ παραχωρεῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ἡμεῖς μὲν δεσπότας ἐῶμεν τύπτοντας
5τοὺς οἰκέτας, εἰδότες ὅτι φείδονται αὐτῶν, ἅτε αὐτῶν ὄντων ἐκείνων, ὁ δὲ Θεὸς κολάζων οὐ φείσεται; Τοῦτο καὶ ὁ Παῦλος ᾐνίξατο εἰπών· Ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Οὐ βούλεται αὐτῷ, φησὶ, τὸν πλοῦτον ἐλαττωθῆναι, οἶδε
10πῶς κολάζει, οἰκείους κολάζει παῖδας. Οὐδεὶς ἡμῶν μᾶλλον αὐτοῦ φείδεται τοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς, τοῦ τὸν ἥλιον ἀνατέλλοντος, τοῦ βρέχοντος, τοῦ ψυχὴν ἐμπνέοντος, τοῦ τὸν Υἱὸν αὐτοῦ δεδωκότος ὑπὲρ ἡμῶν. Ἀλλ’ ὅπερ ἔφην, καὶ
15δι’ ὃ πάντα μοι ταῦτα εἴρηται, ταπεινοφρονῶμεν, ὡς χρὴ, μετριάζωμεν, ὡς χρή· μὴ ἀφορμὴ ἡμῖν τοῦτο γενέσθω ἐπάρσεως. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος; μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, μὴ ἀπολέσῃς τὸ καύχημα. Διὰ τοῦτο ταπεινο‐
20φρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς. Ἂν τοίνυν δι’ αὐτῆς εἰς ἀπόνοιαν πέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Διὰ τοῦ ἀγαθοῦ μοι κατ‐ εργάζεται θάνατον, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Ὅταν εἰς
25ἔννοιαν ἔλθῃς θαυμάσαι ἑαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, νόησον τὸν Δεσπότην σου, ποῦ κατῆλθε, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγε‐ λάσεις σαυτοῦ ὡς οὐδὲν πεποιηκότος. Πάντως ἑαυτὸν ὀφειλέτην εἶναι νόμιζε. Ἅπερ ἂν ποιήσῃς, ἐκείνην
30ἀναμιμνήσκου τὴν παραβολὴν, Τίς ἐξ ὑμῶν, φησὶν, ὃς ἔχει δοῦλον, μὴ εἰσελθόντι αὐτῷ, Ἀνάπεσον, λέγει; Οὐχὶ λέγω ὑμῖν, ἀλλὰ, Στῆθι, καὶ διακόνει μοι. Μὴ χάριν ἴσμεν τοῖς οἰκέταις ἡμῶν διακονου‐ μένοις ἡμῖν; Οὐδαμῶς. Ἀλλ’ ὁ Θεὸς ἡμῖν οἶδε χάριν
35οὐκ αὐτῷ διακονουμένοις, ἀλλὰ τὸ ἡμῖν συμφέρον ποιοῦσι. Πλὴν ἀλλὰ μὴ οὕτω διακεώμεθα, ὡς χάριν εἰδότος αὐτοῦ, ἵνα μᾶλλον εἰδῇ, ἀλλ’ ὡς ὀφειλὴν ἐκ‐ πληροῦντες· καὶ γὰρ ὄντως ὀφειλὴ τὸ πρᾶγμα, καὶ ὀφειλῆς ἐστι πάντα, ἅπερ ἂν πράττωμεν. Εἰ
40γὰρ ἀργυρίου παῖδας ὠνούμενοι, πάντα ἡμῖν αὐτοὺς ζῇν βουλόμεθα, καὶ ὅσα ἂν ἔχωσιν ἡμῖν ἔχειν, πόσῳ μᾶλλον ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ μετὰ ταῦτα τιμίῳ αἵματι ἡμᾶς πριάμενος; Τιμὴν κατέβαλεν ὑπὲρ ἡμῶν, ὅσην οὐδεὶς οὐδὲ ὑπὲρ τέκνου
45καταβαλεῖν ἂν ἀνάσχοιτο, τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ.
Ἂν οὖν μυρίας ἔχοντες ψυχὰς, ταύτας πάσας κατα‐Column end

62

.

714

θώμεθα, ἆρα τὴν ἴσην ἀποδώσομεν; Οὐδαμῶς. Διὰ τί; Ὅτι αὐτὸς οὐκ ὀφείλων ἡμῖν τοῦτο πεποίηκεν, ἀλλὰ τὸ πᾶν χάριτος γέγονεν, ἡμεῖς δὲ λοιπὸν ὀφείλομεν. Καὶ αὐτὸς Θεὸς ὢν, δοῦλος γέγονε, καὶ οὐκ ὢν ὑπὸ
5θάνατον, ὑπὸ τὸν θάνατον γέγονεν ἐν σαρκί· ἡμεῖς δὲ, κἂν μὴ ὑπὲρ αὐτοῦ καταθώμεθα τὰς ψυχὰς, τῷ νόμῳ τῆς φύσεως πάντως καταθησόμεθα, καὶ ἄκον‐ τες μικρὸν ὕστερον αὐτῆς ἀποστησόμεθα. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, κἂν μὴ δι’ αὐτὸν αὐτὰ δῶμεν,
10διὰ τὴν τῆς τελευτῆς ἀνάγκην ἀποδωσόμεθα. Οὕτω καὶ ἐπὶ τῆς ταπεινοφροσύνης, κἂν μὴ δι’ αὐτὸν τα‐ πεινοφρονήσωμεν, διὰ τὰς θλίψεις, διὰ τὰς συμφορὰς, διὰ τὰς δυναστείας ταπεινωθησόμεθα. Ὁρᾷς οὖν, ὅση ἡ χάρις; Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ μάρτυ‐
15ρες; κἂν μὴ δι’ ἐμὲ ἀποθάνωσι, τεθνήξονται πάντως· ἀλλὰ πολλὴν αὐτοῖς οἶδε χάριν, ὅτι ἑκόντες ἀποτί‐ θενται ὅπερ ὕστερον ἀπὸ τῆς φύσεως ἄκοντες ἔμελ‐ λον. Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ τὰ χρήματα κενοῦντες; πάντως αὐτὰ ἀποθήσονται καὶ ἄκοντες,
20ἀλλὰ πολλὴν καὶ τούτοις οἶδε χάριν, καὶ οὐκ αἰσχύ‐ νεται ἐπὶ πάντων ὁμολογῶν, ὅτι ἐτράφη παρὰ τῶν δούλων ὁ δεσπότης. Καὶ γὰρ καὶ τοῦτο δόξα δεσπό‐ του, τὸ οἰκέτας ἔχειν εὐγνώμονας· καὶ τοῦτο δόξα δεσπότου, τὸ οὕτω φιλεῖν αὐτὸν τοὺς δούλους· καὶ
25τοῦτο δόξα δεσπότου, τὸ οἰκειοῦσθαι τὰ ἐκείνων· καὶ τοῦτο δόξα δεσπότου, τὸ μὴ ἐπαισχύνεσθαι ἐπὶ πάν‐ των ὁμολογεῖν. Αἰδεσθῶμεν τοίνυν τὴν τοσαύτην ἀγά‐ πην τοῦ Χριστοῦ, διαθερμανθῶμεν τῷ φίλτρῳ. Κἂν ταπεινὸς ᾖ τις, κἂν εὐτελὴς, ἀκούωμεν δὲ ὅτι φιλεῖ
30ἡμᾶς, μάλιστα πάντων διαθερμαινόμεθα πρὸς αὐτὸν, καὶ εἰς τιμὴν αὐτὸν ἄγομεν σφοδράν· καὶ ἡμεῖς φι‐ λοῦμεν, ὁ δὲ Δεσπότης ἡμῶν ἡμᾶς φιλεῖ τοσοῦτον, καὶ οὐ διανιστάμεθα; Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾴ‐ θυμοι γινώμεθα περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων
35ψυχῶν, ἀλλὰ καὶ ἀγαπῶμεν κατὰ δύναμιν τὴν ἡμε‐ τέραν, καὶ πάντα κενώσωμεν εἰς τὴν ἀγάπην αὐτοῦ, καὶ ψυχὴν, καὶ χρήματα, καὶ δόξαν, καὶ πᾶν ὁτιοῦν, μετὰ χαρᾶς, μετὰ εὐφροσύνης, μετὰ προθυμίας, μὴ ὡς ἐκείνῳ τι παρέχοντες, ἀλλ’ ὡς ἡμῖν αὐτοῖς. Τοιοῦ‐
40τος γὰρ τῶν φιλούντων ὁ νόμος. Εὖ πάσχειν ἡγοῦν‐ ται, ὅταν κακῶς πάσχωσι διὰ τοὺς φιλουμένους. Οὕτω τοίνυν καὶ ἡμεῖς διακεώμεθα περὶ τὸν Δεσπό‐ την τὸν ἡμέτερον, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχω‐ μεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
45μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

713

(47)

ΟΜΙΛΙΑ Γʹ. Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο

62

.

713

(50)

ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις. αʹ. Οὐδὲν οὕτω πρᾶγμα παραινεῖν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα γὰρ μετὰ πόσα ἐγκώμια,
55μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον μου, ὅτι κοινωνὸς τοῦ εὐαγγε‐ λίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐμέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ μὴ αἰσχυνόμενος δοῦλος κλη‐
60θῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁμολογῶν τοῦτο, πολλῷ
μᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτόColumn end

62

.

714

(48)

ἐστιν· Εἰ τὰ αὐτά μοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐμέ. Εἰ

62

.

714

(50)

δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδί‐ κημα· ὕστερον, μετὰ τὸ πολλὰ ὑπὲρ τούτου προει‐ πεῖν. Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τού‐ των ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)·
55τότε τοῦτο τίθησι καί φησιν· Εἰ δέ τι ἠδίκησεν. Οὐκ εἶπεν· Εἴ τι ἔκλεψεν, ἀλλὰ τί; Εἴ τι ἠδίκησεν. Ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγησε, καὶ οὐχ ὡς δού‐ λου ἁμάρτημα, ἀλλ’ ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμε‐
60νος. Τοῦτο ἐμοὶ ἐλλόγει, φησί· τουτέστι, Πρὸς
ἐμὲ ἔχε τὴν ὀφειλὴν, ἐγὼ ἀποτίσω. Εἶτα καὶ μετὰ713

62

.

715

χάριτος τῆς πνευματικῆς· Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί· καὶ ἐντρεπτικῶς ἅμα καὶ χαριέντως, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον αὐτὸς παραιτήσεται
5προσλαβεῖν. Τοῦτο σφόδρα καὶ αὐτὸν ἐδυσώπησε, καὶ τῆς ἐνοχλήσεως ἀπήλλαξε τὸν Ὀνήσιμον. Καὶ τῇ ἐμῇ χειρὶ, φησὶν, ἔγραψα. Οὐδὲν τῶν σπλάγχνων θερμότερον τούτων, οὐδὲν σπουδαιότερον, οὐδὲν προ‐ θυμότερον. Ὑπὲρ ἑνὸς ἀνδρὸς ὅρα πόσην ποιεῖται
10πρόνοιαν. Ἵνα μὴ λέγω, φησὶ, σοὶ, ὅτι καὶ σεαυ‐ τόν μοι προσοφείλεις. Εἶτα ἵνα μὴ δόξῃ εἶναι ὕβρις εἰς τὸν ἀξιούμενον, εἴ γε μὴ ἐθάῤῥησεν ὑπὲρ κλο‐ πῆς ἀξιῶσαι καὶ τυχεῖν, καὶ τοῦτό πως παραμυθεῖ‐ ται· Ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι
15προσοφείλεις· οὐ τὰ σαυτοῦ μόνον, ἀλλὰ καὶ σαυ‐ τόν. Καὶ τοῦτο ἀπὸ ἀγάπης καὶ κατὰ τὸν τῆς φιλίας λόγον, καὶ τοῦ σφόδρα θαῤῥεῖν ἦν. Ὅρα πῶς παν‐ ταχοῦ ἀμφοτέρων ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς τῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι
20τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν αὐτῷ. Ναὶ, ἀδελφέ. Τί ἐστι, Ναὶ, ἀδελφέ; Προσλαβοῦ, φησὶν, αὐτόν· τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν. Ἀφεὶς γὰρ τὸν χαριεντισμὸν, πάλιν ἔχεται τῶν προτέρων, τῶν σπουδαίων. Καίτοι καὶ ταῦτα σπουδαῖα· τὰ γὰρ
25παρὰ τῶν ἁγίων καὶ αὐτὰ σπουδαῖα, κἂν χα‐ ριεντίζωνταί τι. Ναὶ, ἀδελφὲ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. Τουτέστι, τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοί. Τὰ σπλάγχνα, τὰ περὶ σέ. Πεποιθὼς
30τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ποῖον λίθον ταῦτα οὐκ ἂν ἐμάλαξε; ποῖον θηρίον ταῦτα οὐκ ἂν κατεπράϋνε, καὶ παρεσκεύασε γνησίως προσδέξασθαι; Μετὰ τὸ ἐν κατορθώμασι τηλικούτοις αὐτῷ μαρτυρῆσαι, οὐ παρ‐ αιτεῖται καὶ πάλιν ἀπολογεῖσθαι. Οὐχ ἁπλῶς φησιν,
35οὐδὲ ἐπιτάττων, οὐδὲ αὐθαδιαζόμενος, ἀλλὰ, Πεποι‐ θὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ὅπερ καὶ ἀρχό‐ μενος εἶπε· Παῤῥησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα λέγει εἰς τὸ ἐπισφραγίσαι τὴν ἐπιστολήν. Εἰδὼς, ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα καὶ διήγειρεν
40εἰπὼν τοῦτο· ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ μηδὲν ἕτερον, τοιαύτην δόξαν ἔχων παρ’ αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμασόν μοι ξενίαν· ἐλπίζω γὰρ, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο σφόδρα θαῤ‐
45ῥοῦντος ἦν, μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ’ εἰδότες, ὅτι πάντως ἐπ‐ ανελθὼν ἀκούσεται τὰ κατ’ αὐτὸν, πᾶσαν μνησικακίαν ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι. Πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος, Παύλου

62

.

715

(50)

μετὰ ἡλικίαν, Παύλου μετὰ δεσμούς. Πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς εἰπεῖν, καὶ τοσοῦτον αὐτοῖς δοῦναι, ὡς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ’ ὅμως ὄψεσθέ με, ἐὰν εὔχησθε· Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συν‐
55αιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλείς· ὥστε καὶ ἀπὸ τούτου δῆλον, ὅτι [καὶ] ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων. Συν‐ αιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει. Ὥστε εἰ καὶ μὴ δι’ αὐτὸν ἐκεῖνον, διὰ
60τοῦτον εἰκὸς ἀκουσθῆναι. Ὁ γὰρ ἐν θλίψει ὢν, καὶ τὰ
αὐτοῦ ἀφεὶς, καὶ τὰ τῶν ἄλλων μεριμνῶν, ὀφείλειColumn end

62

.

716

ἀκούεσθαι. Καὶ ἄλλως δὲ ἐντρέπει αὐτὸν, εἴ γε ὁ πολίτης ὁ ἐκείνου καὶ συναιχμάλωτος γέγονεν αὐτῷ καὶ συγκακουχεῖται, οὗτος δὲ οὐδὲ χάριν δίδωσιν ὑπὲρ ἰδίου οἰκέτου. Καὶ προσέθηκε· Συναιχμάλωτός
5μου ἐν Χριστῷ Ἰησοῦ, ἀντὶ τοῦ, διὰ Χριστόν. Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι; καίτοι γέ φησιν ἀλλαχοῦ· Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Καὶ Δημᾶς, φησὶν, εἷς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν,
10καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα. Ταῦτα δὲ εἰ καὶ ἑτέρωθι εἴρηται, ἀλλ’ ὅμως οὐκ ἀνεξέταστα δεῖ ἀφεῖ‐ ναι, οὐδὲ ἁπλῶς ἀκούειν οὐδὲ ὡς ἔτυχε. Πῶς δὲ λέγει ἀσπάσασθαι αὐτοὺς τὸν ἐγκαταλιπόντα αὐτόν; Ἔραστος γὰρ, φησὶν, ἔμεινεν ἐν Κορίνθῳ. Τὸν μὲν
15οὖν Ἐπαφρᾶν, καὶ ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προστίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τί δαὶ τούτοις συναριθμεῖ τὸν Δημᾶν; Ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς. Ὁ μέντοι Λουκᾶς
20ἔσχατος ὢν, ἐγένετο πρῶτος. Καὶ ἀπὸ τούτων δὲ αὐτὸν προσαγορεύει προτρέπων αὐτὸν πλέον εἰς τὴν ὑπακοὴν, καὶ συνεργοὺς καλεῖ, καὶ ταύτῃ δυσωπῶν αὐτὸν πρὸς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
25Ἀμήν. βʹ. Εὐχῇ τὴν ἐπιστολὴν κατέκλεισεν. Ἡ δὲ εὐχὴ, μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμε‐ τέρων φυλακτήριον· μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράτ‐ τωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν.
30Καὶ σὺ τοίνυν ὅταν προσέλθῃς τῷ ἱερεῖ, κἀκεῖνος εἴπῃ· Ἐλεήσει σε ὁ Θεὸς, τέκνον, μὴ τῷ ῥήματι θάῤ‐ ῥει μόνον, ἀλλὰ καὶ τὰ ἔργα προστίθει· ποίει τὰ ἐλέου ἄξια. Εὐλογήσει σε ὁ Θεὸς, τέκνον, εἰ μὲν ποιεῖς τὰ τῆς εὐλογίας εὐλογήσει, εἰ ἐλεεῖς τὸν πλησίον· ὧν
35γὰρ βουλόμεθα τυχεῖν παρὰ τοῦ Θεοῦ, τούτων πρό‐ τερον μεταδιδόναι τοῖς πλησίον ὀφείλομεν· ἂν δὲ τοὺς πλησίον αὐτῶν ἀποστερῶμεν, πῶς τυχεῖν αὐτῶν βουλόμεθα; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Εἰ γὰρ ἄνθρωποι τοὺς τοιού‐
40τους ἐλεοῦσι, πολλῷ μᾶλλον ὁ Θεός· τοὺς δὲ μὴ ἐλεοῦντας, οὐκέτι· Ἀνίλεως γὰρ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον. Καλὸν τὸ πρᾶγμα ἔλεος· τί οὖν ἐποίησας ἑτέρῳ; Βούλει συγγνωσθῆναι πλημμελῶν, τί οὖν αὐτὸς οὐ συνέγνως τῷ πεπλημμεληκότι; ἀλλὰ
45προσέρχῃ μὲν τῷ Θεῷ βασιλείαν οὐρανῶν αἰτῶν, αὐτὸς δὲ ἀργύριον αἰτηθεὶς οὐκ ἔδωκας Διὰ τοῦτο οὐκ ἐλεούμεθα, ἐπειδὴ οὐκ ἐλεοῦμεν. Διὰ τί, φησί; καὶ μὴν τοῦτο ἐλέους ἐστὶ, τὸ τοὺς ἀνελεήμονας ἐλεεῖν. Ὁ γὰρ, τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ μυρία τῷ

62

.

716

(50)

πλησίον ἐνδεικνύμενον κακὰ φιλανθρωπευσάμενος, πῶς ἂν ἐλεήμων εἴη; Τί οὖν, φησί; τὸ λουτρὸν οὐχὶ μυρία ἡμᾶς ἐργασαμένους κακὰ ἔσωσεν; Ἀπήλ‐ λαξεν ἐκείνων, οὐχ ἵνα πάλιν αὐτὰ πράττωμεν, ἀλλ’ ἵνα μὴ πράττωμεν. Εἰ γὰρ ἀπεθάνομεν, φησὶ,
55τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί οὖν; ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον; Μὴ
γένοιτο. Διὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα μη‐715

62

.

717

κέτι παλινδρομήσῃς πρὸς τὴν ἀτιμίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ
5τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ’ ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφα‐ λέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα. Πῶς οὖν ἡ φιλανθρω‐
10πία τοῦ Θεοῦ, φησὶν, εἴ γε μὴ μέλλοι σώζειν τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν’ οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην τινὰ ὑπόσχεσιν), φέρε
15τήμερον τὸν λόγον τοῦτον κινήσωμεν. Διελέχθην περὶ γεέννης πρὸς ὑμᾶς πρώην, καὶ ἀνεβαλόμην τὸν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λόγον· σήμερον οὖν αὐτὸν ἀποδοῦναι καλόν. Ὅτι μὲν οὖν ἔσται γέεννα, ἱκανῶς, ὡς ἐμαυτῷ δοκῶ, τάχα ἀπεδείξαμεν, τὸν
20κατακλυσμὸν εἰς μέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτι οὐχ οἷόν τε τὸν ἐκεῖνα ποιή‐ σαντα ἀτιμωρήτους ἐᾶσαι τοὺς νῦν. Εἰ γὰρ τοὺς πρὸ τοῦ νόμου ἁμαρτόντας οὕτως ἐκόλασε, τοὺς μεί‐ ζονα κακὰ ἐργασαμένους μετὰ τὴν χάριν ἀτιμωρή‐
25τους οὐκ ἀφήσει. Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει; καὶ ἀνεβαλόμεθα τὸν λόγον, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὰς ἀκοὰς τὰς ὑμετέρας. Φέρε, τήμερον ἀποδῶμεν τὸ χρέος, καὶ δείξωμεν, πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων. Καὶ
30γὰρ καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν ὁ λόγος οὗ‐ τος ἁρμόσειεν ἄν· ὥστε μετὰ σπουδῆς προσέχω‐ μεν· Οὐδενὸς δεόμενος ὁ Θεὸς τῶν παρ’ ἡμῶν, ἐποίησεν ἡμᾶς. Ὅτι δὲ οὐδενὸς ἐδεῖτο, ἐδή‐ λωσεν ἐκ τοῦ μετὰ ταῦτα ποιῆσαι. Εἰ γὰρ ἐδεῖτο,
35πάλαι ἂν ἐποίησεν· εἰ δὲ καὶ χωρὶς ἡμῶν ἦν αὐτὸς, ἡμεῖς δὲ ἐν ὑστέροις χρόνοις γεγόναμεν, οὐ δεόμενος ἡμῶν ἐποίησεν ἡμᾶς. Ἐποίησεν οὐρανὸν, γῆν, θάλατταν, πάντα τὰ ὄντα δι’ ἡμᾶς. Ταῦτα οὐκ ἀγα‐ θότητος, εἰπέ μοι; Καὶ πολλὰ ἄν τις ἔχοι λέγειν·
40ἀλλ’ ἵνα συντέμωμεν τὸν λόγον, Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Τοῦτο οὐκ ἀγαθότητος; Οὒ, φησί. Καὶ γάρ ποτε πρός τινα Μαρκιωνιστὴν ἔλεγον, Ἆρα οὐκ ἀγαθότητος ταῦτα; καὶ ἔφησεν, Εἰ μὴ τὸν λόγον
45ἀπῄτει τῶν ἁμαρτημάτων, ἀγαθότητος ἦν· εἰ δὲ ἀπαιτεῖ, οὐκ ἀγαθότητος. Ἀλλ’ ἐκεῖνος μὲν οὐ πάρ‐ εστι νῦν. Φέρε δὲ τὰ τότε λεχθέντα εἴπωμεν, καὶ πλείονα τούτων. Ἐγὼ γὰρ δείκνυμι ἐκ περιουσίας, ὅτι εἰ μὴ ἀπῄτει λόγον, οὐκ ἀγαθός· ἐπειδὴ δὲ ἀπαι‐

62

.

717

(50)

τεῖ διὰ τοῦτο ἀγαθός. Εἰπὲ γάρ μοι, εἰ μὴ ἀπήτει λόγον ἡμᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος; ἆρα οὐκ ἂν εἰς θηρία ἐξεπέσομεν; Εἰ γὰρ, ἐπικειμένου φόβου
καὶ εὐθυνῶν καὶ δικαστηρίων, τοὺς ἰχθῦς παρηλάσα‐Column end

62

.

718

μεν ἀλλήλους κατεσθίοντες, τοὺς λέοντας καὶ τοὺς λύκους ἀπεκρύψαμεν τὰ ἀλλήλων ἁρπάζοντες· εἰ μὴ λόγον ἡμᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσμεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη ὁ βίος; τίς ἦν
5ὁ μυθευόμενος λαβύρινθος λοιπὸν πρὸς τὴν ἀταξίαν τὴν κοσμικήν; οὐκ ἂν εἶδες μυρίας ἀτοπίας καὶ ἀταξίας; τίς γὰρ ἂν ᾐδέσθη πατέρα λοιπόν; τίς δὲ ἂν ἐφείσατο μητρός; τίς δ’ ἂν πᾶσαν ἡδονὴν, πᾶσαν κακίαν παρέλιπε; Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ
10μιᾶς οἰκίας μόνης ἐγώ σε πεῖσαι πειράσομαι. Πῶς; Ἐὰν ὑμῶν τῶν ταῦτα ἐρωτώντων, καὶ οἰκέτας ἐχόντων, δῆλον ποιήσω τούτοις, ὅτι, κἂν διαφθείρωσι τὴν δεσποτείαν, καὶ εἰς τὸ σῶμα ἐκείνων ἐνυβρίσωσι, κἂν πάντα ἐκφέρωσι, κἂν τὰ ἄνω κάτω ἐργάσωνται,
15καὶ τὰ τῶν ἐχθρῶν αὐτοὺς διαθῶσιν, οὐκ ἀπειλοῦσιν, οὐ κολάζουσιν, οὐ τιμωρήσονται, οὐδὲ μέχρι ῥημάτων λυπήσουσιν· ἆρα δοκεῖ ταῦτα ἀγαθότητος εἶναι; Ἀλλ’ ἐγὼ δείκνυμι, ὅτι ὠμότητός ἐστι τῆς ἐσχάτης, οὐ μόνον τῷ τὴν γυναῖκα καὶ τὰ παιδία προδίδοσθαι διὰ ταύτης
20τῆς ἀκαίρου χρηστότητος, ἀλλὰ καὶ τῷ αὐτοὺς ἐκεί‐ νους πρὸ τούτων ἀπόλλυσθαι. Καὶ γὰρ μέθυσοι καὶ ἀσελγεῖς καὶ ἀκόλαστοι καὶ ὑβρισταὶ καὶ πάντων θηρίων ἔσονται ἀλογώτεροι. Τοῦτο οὖν ἀγαθότητος, εἰπέ μοι, εὐγένειαν τῆς ψυχῆς καταπατῆσαι, καὶ
25αὐτοὺς καὶ ἀλλήλους προσαπολέσαι; Ὁρᾷς, ὅτι τὸ εὐθύνας ἀπαιτεῖν τοῦτό ἐστι τὸ πολλῆς χρηστότητος ὄν; Καὶ τί λέγω οἰκέτας τοὺς προχειρότερον ἐπὶ τὰ ἁμαρτήματα ταῦτα ἐρχομένους; Ἀλλ’ ἐχέτω τις υἱοὺς, καὶ πάντα ἐπιτρεπέτω τολμᾷν ἐκείνοις, καὶ
30μὴ κολαζέτω, τίνος οὖν οὐκ ἔσονται χείρους, εἰπέ μοι; Εἶτα ἐπὶ μὲν ἀνθρώπων τὸ κολάζειν ἀγαθότη‐ τος, τὸ δὲ μὴ κολάζειν ὠμότητος, ἐπὶ δὲ Θεοῦ οὐκέτι; Ὥστε ἐπειδὴ ἀγαθός ἐστι, διὰ τοῦτο γέενναν προ‐ ητοίμασε. Βούλεσθε καὶ ἄλλην εἴπω ἀγαθότητα τοῦ
35Θεοῦ; Οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς. Εἰ γὰρ ἔμελλον τῶν αὐτῶν τυγχάνειν, πάντες ἂν ἦσαν κακοί· νῦν δὲ οὐ μικρῶς καὶ τοῦτο παραμυθεῖται τοὺς ἀγαθούς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Εὐφρανθήσεται δί‐
40καιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς, τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Οὐχ ὑπερηδόμενος, μὴ γένοιτο, ἀλλὰ δεδοικὼς μὴ τὰ αὐτὰ πάθῃ, καθαρώτερον τὸν ἑαυτοῦ βίον ἐργάσεται. Πολλῆς ἄρα τοῦτο κηδεμονίας ἐστί. Ναὶ, φησίν· ἀλλ’
45ἀπειλῆσαι μόνον ἐχρῆν, μὴ μέντοι καὶ κολάσαι. Εἰ κολάζει, καὶ λέγεις, ὅτι ἀπειλὴ τὸ πρᾶγμά ἐστι, καὶ διὰ τοῦτο ῥᾳθυμότερος γίνῃ· εἰ ὄντως ἀπειλὴ μόνον ἦν, οὐκ ἂν ὑπτιώτερος γέγονας; Οἱ Νινευῖται
εἰ ᾔδεσαν ὅτι ἀπειλὴ μόνον τὸ πρᾶγμα ἦν, οὐκ ἂν717

62

.

719

μετενόησαν· ἐπειδὴ δὲ μετενόησαν, μέχρι ῥημάτων τὴν ἀπειλὴν ἔστησαν. Βούλει αὐτὸ ἀπειλὴν εἶναι; σὺ κύριος εἶ τοῦ πράγματος· γενοῦ βελτίων, καὶ ἵσταται μέχρι τῆς ἀπειλῆς· ἂν δὲ, ὅπερ ἀπείη, καταφρονήσῃς τῆς
5ἀπειλῆς, ἥξεις ἐπὶ τὴν πεῖραν· οἱ πρὸ τοῦ κατακλυ‐ σμοῦ, εἰ τὴν ἀπειλὴν ἔδεισαν, οὐκ ἂν τὴν πεῖραν ὑπ‐
έμειναν. Καὶ ἡμεῖς, ἐὰν φοβηθῶμεν τὴν ἀπειλὴν, οὐχColumn end

62

.

720

ὑποστησόμεθα τὴν πεῖραν· μηδὲ γένοιτο· ἀλλὰ παρά‐ σχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ
5φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.719