TLG 2062 166 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ad Titum (homiliae 1–6)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ad Titum (homiliae 1–6)

Citation: Vol — pg — (ln)

62

.

663

(17t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
18tΙΩΑΝΝΟΥ
19tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
20tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ,
21tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗΝ.
22ΟΜΙΛΙΑ Αʹ. Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι‐ στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνω‐
25σιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπι‐ στεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν
30 Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. αʹ. Τῶν Παύλῳ συνόντων δόκιμος οὗτος ἦν· εἰ μὴ γὰρ ἦν δόκιμος, οὐκ ἂν αὐτῷ τὴν νῆσον ὁλόκληρον
35ἐπέτρεψεν, οὐκ ἂν τὰ ἐλλειφθέντα ἀναπληρῶσαι προσ‐ έταξεν· Ἵνα γὰρ, φησὶ, τὰ λείποντα ἐπιδιορθώσῃ· οὐκ ἂν τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ μὴ σφόδρα ἐθάῤῥει τἀνδρί. Φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτὸν λέγειν· πλὴν ἀλλ’ οὔπω
40τοῦτο δῆλον ἀπὸ τούτου. Οἶμαι δὲ αὐτοῦ καὶ ἐν ταῖς Πράξεσιν εἶναι μνείαν. Τάχα καὶ Κορίνθιος ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος αὐτῷ. Καὶ Ζηνᾶν μὲν καλεῖ πρὸς ἑαυτὸν, καὶ Ἀπολλὼ πεμφθῆναι βούλεται, τοῦ‐ τον δὲ οὔ· καὶ γὰρ ἐναντίον τοῦ αὐτοκράτορος μεί‐
45ζονα τούτοις ἐμαρτύρει τὴν ἀνδρείαν καὶ τὴν ἀρετήν. Δοκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινὲς, καὶ ἐν ἀδείᾳ Παῦλος ὢν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν φησι, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν καὶ ἄνω καὶ κάτω, ἱκανὴν οὖσαν παράκλησιν τοῖς

62

.

663

(50)

πεπιστευκόσι πρὸς ἀρετήν. Τὸ γὰρ μαθεῖν τίνων
μὲν ἦσαν ἄξιοι, πρὸς τί δὲ μετέστησαν, καὶ ταῦταColumn end

62

.

664

(23)

χάριτι, καὶ τίνων ἠξίωνται, οὐ μικρὰ προτροπή. Ἀποτείνεται δὲ καὶ πρὸς Ἰουδαίους. Εἰ δὲ καὶ ὁλό‐
25κληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυμάσῃς· καὶ ἐπὶ Γα‐ λατῶν γὰρ αὐτὸ ποιεῖ, λέγων· Ὢ ἀνόητοι Γαλάται. Οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ’ ἐρωτικοῦ. Εἰ μὲν γὰρ τῶν αὑτοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως τις αὐτῷ ἐπεμέμψατο· εἰ δὲ πεπυρωμένος καὶ ζέων
30ὑπὲρ τοῦ κηρύγματος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει. Καὶ ὁ Χριστὸς δὲ μυρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, ἀλλ’ οὐχ ἑαυτοῦ ἕνεκεν, ἀλλ’ ὅτι τοὺς ἄλλους ἅπαντας ἀπώλλυον. Βραχεῖαν δὲ ποιεῖ τὴν ἐπιστολὴν, εἰκότως. Καὶ τοῦτο δὲ τῆς ἀρετῆς
35τοῦ Τίτου τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι λόγων πολ‐ λῶν, ἀλλ’ ὥσπερ τινὸς ὑπομνήσεως. Αὕτη δέ μοι δοκεῖ τῆς πρὸς Τιμόθεον εἶναι προ‐ τέρα ἐπιστολῆς. Ἐκείνην μὲν γὰρ πρὸς τῷ τέλει ἐν δεσμοῖς ὢν ἔγραφεν, ἐνταῦθα δὲ ἄφετος ὢν καὶ λελυ‐
40μένος· τὸ γὰρ, Κέκρικα παραχειμάσαι ἐν Νικοπό‐ λει, τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς ἑαυτὸν δέσμιον καλεῖ. Τί οὖν φησι; Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι‐ στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ. Ὁρᾷς πῶς
45ἀδιαφόρως αὐτὰ τίθησι, ποτὲ μὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον, Παῦλος δοῦλος Ἰησοῦ Χρι‐ στοῦ; οὕτως οὐδεμίαν οἶδε διαφορὰν μεταξὺ Πατρὸς καὶ Υἱοῦ. Κατὰ πίστιν ἐκλεκτῶν τοῦ Θεοῦ καὶ

62

.

664

(50)

ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλ‐
πίδι ζωῆς αἰωνίου. Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ.663

62

.

665

Ὅτι ἐπίστευσας, ἢ ὅτι ἐπιστεύθης; Οἶμαι αὐτὸν λέ‐ γειν, ὅτι αὐτὸς ἐπιστεύθη τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ. Τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ
5πιστεύσαντος εὐεργεσίας ἐγένετο. Εἶτα, ἵνα μὴ ἄλο‐ γος ἡ χάρις νομισθῇ· οὔτε γὰρ τὸ πᾶν αὐτοῦ· ἐπεὶ διὰ τί μὴ καὶ ἑτέροις ἐνεπίστευσε; διὰ τοῦτο ἐπ‐ ήγαγε τὸ, Καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέ‐ βειαν. Ἀπὸ ταύτης, φησὶν, ἐπιστεύθην, μᾶλλον δὲ
10καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Χριστός φησιν, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ὑμᾶς ἐξελεξάμην· καὶ πάλιν αὐτὸς οὗτος ὁ μακάριος ἑτέρωθι γράφων φησίν· Ἐπιγνώσομαι,
15καθὼς καὶ ἐπεγνώσθην· καὶ πάλιν, Εἰ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. Πρότερον κατελήφθημεν, καὶ ὕστερον ἐπέγνωμεν· πρότερον ἐπεγνώσθημεν, καὶ τότε κατελάβομεν· πρότερον ἐκλήθημεν, καὶ τότε ὑπηκούσαμεν.
20 Τῷ δὲ, Κατὰ πίστιν, εἰπεῖν τὸ πᾶν ἐκείνοις λογί‐ ζεται, ὅτι Δι’ ἐκείνους εἰμὶ ἀπόστολος, οὐχὶ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· ὅπερ καὶ ἀλλαχοῦ λέγει· Πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολ‐ λώς. Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας τῆς κατ’
25εὐσέβειαν. Ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ’ οὐ κατ’ εὐσέβειαν· οἷον τὸ εἰδέναι τὰ γεωργικὰ, τὸ εἰδέναι τέχνας, ἀληθῶς ἐστιν εἰδέναι· ἀλλ’ αὕτη κατ’ εὐσέβειαν ἡ ἀλήθεια. Ἢ τὸ, Κατὰ πίστιν, ὅτι ἐπί‐ στευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν
30τὴν ἀλήθειαν. Ἀπὸ πίστεως ἄρα ἡ ἐπίγνωσις, οὐκ ἀπὸ λογισμῶν. Ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου. Εἶπε τὴν παροῦσαν τὴν ἐν τῇ χάριτι τοῦ Θεοῦ· λέγει καὶ τὴν μέλλουσαν, καὶ ἔπαθλα τίθησιν ἡμῖν ὑπὲρ ὧν ἡμᾶς εὐηργέτησεν. Ἐπειδὴ γὰρ ἐπιστεύσαμεν καὶ ἀπηλ‐
35λάγημεν τῆς πλάνης, στεφανοῦν ἡμᾶς βούλεται. Ὅρα πῶς γέμει τὸ προοίμιον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ ὅλη διόλης ἡ ἐπιστολὴ αὕτη μάλιστα τοιαύτη τυγχάνει, καὶ αὐτὸν τὸν ἅγιον ἐκεῖνον διανιστῶσα μᾶλλον πρὸς τοὺς πόνους, καὶ τοὺς μαθητευομένους.
40Οὐδὲν γὰρ οὕτως ἡμᾶς ὠφελεῖ, ὡς τὸ συνεχῶς με‐ μνῆσθαι τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, τῶν τε κοινῇ καὶ τῶν ἰδίᾳ. Εἰ γὰρ φίλου εὐεργεσίας ἀνενεγκόντες, ἢ ῥῆμα προσηνὲς ἀκούσαντες ἢ πρᾶγμα, διαθερμαινό‐ μεθα, πολλῷ μᾶλλον, ὅταν ἴδωμεν πόσοις κινδύνοις
45περιεπέσομεν, καὶ ἀπὸ πάντων ἡμᾶς ἐξείλετο ὁ Θεὸς, προθυμότεροι πρὸς τὴν ὑπακοὴν ἐσόμεθα. Καὶ ἐπί‐ γνωσιν, φησὶν, ἀληθείας. Ἀλήθειαν δὲ ἐνταῦθα πρὸς τὸν τύπον οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐκείνη ἐπί‐ γνωσις ἦν, καὶ εὐσέβεια ἦν, ἀλλ’ οὐκ ἀληθείας, οὐ

62

.

665

(50)

μὴν οὐδὲ ψεύδους, ἀλλὰ τύπων καὶ εἰκόνος. Καλῶς εἶπεν, Ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ὅτι ἐκείνη ἐπ’ ἐλπίδι ἦν ζωῆς τῆς παρούσης· Ὁ γὰρ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Ὁρᾷς πῶς ἐκ προοιμίων ἤδη δείκνυται τῆς χάριτος τὸ μέσον; Ἐκεῖνοι οὐκ
55ἐκλεκτοὶ, ἀλλ’ ἡμεῖς· εἰ γὰρ καὶ αὐτοὶ ἐλέγοντο ἐκλεκτοὶ, ἀλλ’ οὐκέτι. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Τουτέστιν, οὐ νῦν ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν ταῦτα προώριστο. Πολλαχοῦ τοῦτο τίθησιν, ὡς ὅταν λέγῃ, Ἀφωρισμέ‐
60νος εἰς τὸ εὐαγγέλιον τοῦ Θεοῦ· καὶ πάλιν, Οὓς
προέγνω καὶ προώρισε· δεικνὺς τὴν εὐγένειαν τὴνColumn end

62

.

666

ἡμετέραν, ὅτι ἡμᾶς οὐ νῦν, ἀλλ’ ἄνωθεν ἠγάπησεν. Οὐ μικρὸν δὲ τοῦτο τὸ ἄνωθεν ἠγαπῆσθαι καὶ ἐξ ἀρχῆς. βʹ. Ἣν ἐπηγγείλατο, φησὶν, ὁ ἀψευδὴς Θεός. Εἰ
5ἀψευδὴς, πάντως ἔσται ὃ ἐπηγγείλατο· εἰ ἀψευδὴς, οὐ δεῖ ἀμφιβάλλειν, κἂν μετὰ θάνατον ᾖ. Ἣν ἐπηγ‐ γείλατο, φησὶν, ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων. Καὶ ἀπὸ τοῦ εἰπεῖν, Πρὸ χρόνων αἰωνίων, τὸ ἀξιόπιστον δείκνυσιν. Οὐκ ἐπειδὴ Ἰουδαῖοι νῦν οὐ
10προσῆλθον, φησὶ, διὰ τοῦτο ταῦτα, ἀλλ’ οὕτως ἄνωθεν ἐτετύπωτο. Ἄκουε γοῦν τί φησιν· Ἐφανέρωσε δὲ καιροῖς ἰδίοις. Τίς οὖν ἡ ἀναβολή; Κηδεμονίας χάριν καὶ τοῦ εὐκαίρως ποιῆσαι· Καιρὸς, φησὶν ὁ προφή‐ της, τοῦ ποιῆσαι τῷ Κυρίῳ. Τὸ γὰρ Ἰδίοις, τοῦτό
15ἐστι, τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις, τοῖς ἁρμό‐ ζουσιν. Ἐφανέρωσε, φησὶ, καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγώ· τουτέστι, τὸ κήρυγμα. Τοῦτο γὰρ τὰ πάντα εἶχε, τὸ εὐαγ‐ γέλιον, καὶ τὰ ἐνταῦθα καὶ μέλλοντα, τὴν ζωὴν, τὴν
20εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ. Ἐν κηρύγματι· τουτέστι, φανερῶς, μετὰ παῤῥησίας· τοῦτο γάρ ἐστι τὸ, Ἐν κηρύγματι. Ὥσπερ γὰρ ὁ κήρυξ πάντων παρόντων ἐν τῷ θεάτρῳ κηρύττει, οὕτω καὶ ἡμεῖς κηρύττομεν, ὥστε μηδὲν προσθεῖναι, ἀλλ’ αὐτὰ ἃ
25ἠκούσαμεν εἰπεῖν. Ἡ γὰρ τοῦ κήρυκος ἀρετὴ ἐν τῷ πᾶσιν εἰπεῖν ἐστι τὸ γεγονὸς, οὐκ ἐν τῷ προσθεῖναί τινα καὶ ἀφελεῖν. Εἰ τοίνυν κηρύττειν δεῖ, μετὰ παῤῥησίας κηρύτ‐ τειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν ἐστί. Διὰ τοῦτο οὐδὲ
30εἶπεν ὁ Χριστὸς, Εἴπατε ἐπὶ τῶν δωμάτων, ἀλλὰ, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς παριστῶν. Ὃ ἐπι‐ στεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ, Ἐπιστεύθην, καὶ τὸ, Κατ’ ἐπιταγὴν,
35τὸ ἀξιόπιστον δείκνυσιν· ὥστε μηδένα ἀναξιοπαθεῖν, μηδὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν. Εἰ τοίνυν ἐπιταγή ἐστι, οὐκ εἰμὶ κύριος· ἐπίταγμα γὰρ πληρῶ. Τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ’ ἡμῖν κεῖται, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν· ἃ μὲν γὰρ ἐπιτάττων λέγει,
40ταῦτα οὐκ ἐφ’ ἡμῖν· ἅπερ δὲ ἐπιτρέπων, ταῦτα ἐφ’ ἡμῖν τυγχάνει. Οἷον τὸ, Ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίταγμα· καὶ τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ γνῷς ὅτι
45ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· καὶ τοῦτο ἐπίταγ‐ μα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι

62

.

666

(50)

κολάσει. Ὅταν δὲ λέγῃ, Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ πάλιν, Ὁ δυνά‐ μενος χωρεῖν, χωρείτω, οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων. Ταῦτα μὲν γὰρ
55καὶ ποιῆσαι, καὶ μὴ ποιῆσαι ἐφ’ ἡμῖν· τὰ δὲ ἐπιτάγ‐ ματα οὐκ ἐφ’ ἡμῖν, ἀλλ’ ἀνάγκη ἢ ποιῆσαι, ἢ μὴ ποιήσαντα κολασθῆναι. Τοῦτο οὖν λέγει καὶ ὅταν
λέγῃ, Ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί665

62

.

667

ἐστιν, ἐὰν μὴ εὐαγγελίσωμαι. Σαφέστερον δὲ ἐρῶ αὐτὸ, ἵνα πᾶσι κατάδηλον γένηται. Οἷον, ὁ τὴν ἀρχὴν τῆς Ἐκκλησίας ἐμπεπιστευμένος, καὶ τῇ τῆς ἐπι‐ σκοπῆς ἀξίᾳ τετιμημένος, ἂν μὴ διαγορεύῃ τῷ λαῷ
5τὰ πρακτέα, οὐκ ἀνεύθυνός ἐστιν· ὁ μέντοι λαϊκὸς οὐδεμίαν ἀνάγκην ἔχει τούτου. Διὰ τοῦτό φησι καὶ ὁ Παῦλος, ὅτι Κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν τοῦτο ποιῶ. Καὶ ὅρα τὰ ἐπίθετα πῶς πρὸς ὃ εἶπον ἁρμόζει. Ἀνωτέρω γὰρ εἰπὼν, Ὁ ἀψευδὴς Θεὸς,
10ἐνταῦθά φησι, Κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Εἰ τοίνυν Σωτήρ ἐστι, καὶ αὐτὸς ταῦτα ἐπ‐ έταξεν ἀπὸ τοῦ βούλεσθαι σώζεσθαι, οὐ τοίνυν φιλαρ‐ χίας τὸ πρᾶγμά ἐστι· πίστις γάρ ἐστι, καὶ ἐπιταγή ἐστι Θεοῦ Σωτῆρος. Τίτῳ γνησίῳ τέκνῳ. Ἔστι
15γὰρ καὶ μὴ γνήσια εἶναι τέκνα, ὡς ἐκεῖνος περὶ οὗ φησιν· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέ‐ θυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἰδοὺ καὶ τέκνον, καὶ οὐκ ἔστι γνήσιον τέκνον· τέκνον μέν
20ἐστιν, ἐπειδὴ ἅπαξ ἐδέξατο τὴν χάριν, καὶ ἀνεγεν‐ νήθη· οὐ γνήσιον δὲ, ἐπειδὴ ἀνάξιον τοῦ πατρός ἐστιν, ἐπειδὴ πρὸς ἕτερον αὐτομολεῖ τύραννον. Ἐπὶ μὲν γὰρ τῶν φυσικῶν παίδων τὸ γνήσιον καὶ μὴ γνήσιον ἀπὸ τῆς ὠδινούσης καὶ τοῦ σπείροντος ὁρί‐
25ζεται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς προαι‐ ρέσεως. Ἔστι γὰρ γνήσιον γενόμενον μὴ μεῖναι γνήσιον· ἔστιν οὐκ ὂν γνήσιον γενέσθαι γνήσιον· οὐ γὰρ ἀνάγκῃ φύσεως ταῦτα κατακέκλεισται, ἀλλ’ ἐξουσίᾳ προαιρέσεως· ὅθεν καὶ συνεχεῖς ἔχει τὰς
30μεταβάσεις. Ἦν Ὀνήσιμος τέκνον γνήσιον, ἀλλὰ καὶ οὐ γνήσιον ἦν· καὶ γὰρ ἄχρηστος ἐγένετο· ἀλλὰ πά‐ λιν ἐγένετο γνήσιον οὕτως, ὡς καὶ αὐτὸν σπλάγχνα καλεῖσθαι ἀποστολικά. Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν. Τί ἐστι, Κατὰ κοινὴν πίστιν;
35Ἐπειδὴ εἶπε, Τέκνον, καὶ τὴν τοῦ πατρὸς αὐτοῦ ἔλαβε τάξιν, πῶς καὶ ταύτην τὴν τιμὴν ἐλαττοῖ καὶ καταστέλλει, ἄκουσον. Κατὰ κοινὴν γὰρ πίστιν ἐπ‐ ήγαγε· τουτέστι, Κατὰ πίστιν οὐδὲν ἔχω σοῦ πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ
40σύ. Τέκνον οὖν πόθεν αὐτὸν καλεῖ; Ἤτοι τὴν φιλο‐ στοργίαν μόνον δηλῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἢ τὸ δι’ αὐτοῦ πεφωτίσθαι. Διὰ τοῦτο καὶ τέκνα καὶ ἀδελφοὺς καλεῖ· ἐπειδὴ ἀπὸ τῆς αὐτῆς πίστεως ἐτέχθησαν, ἀδελφοί· ἐπειδὴ διὰ
45τῶν ἐκείνου χειρῶν, τέκνα. Τῷ οὖν Κατὰ κοινὴν εἰπεῖν πίστιν, τὴν ἀδελφότητα ᾐνίξατο. Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Ἐπειδὴ εἶπε, Τέκνον, ἐπήγαγεν. Ἀπὸ Θεοῦ Πατρὸς, ὥστε ἀναστῆσαι

62

.

667

(50)

αὐτοῦ τὴν διάνοιαν, καὶ μαθεῖν τίνος ἐστὶ τέκνον, καὶ ὅτι οὐ τῷ, Κοινὴν πίστιν, εἰπεῖν μόνον, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Πατρὸς ἡμῶν, τὸ ὁμότιμον αὐτοῦ δείκνυσιν. γʹ. Ὅρα δὲ πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς πολλοῖς ἐπεύ‐
55χεται, ταῦτα καὶ τῷ διδασκάλῳ· ὁμοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειν τῷ Θεῷ. Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερω‐
60σύνην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα ἐπισκοπῆς
ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁμάρτημα εἰςColumn end

62

.

668

αὐτὴν ἐμβαλεῖν τὴν γέενναν. Ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ τὰ καθ’ ἑκάστην ἡμέραν συμπίπτοντα, ἂν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν, ἢ δι’ ἄλλην τινὰ αἰτίαν ἀν‐ άξιον εἰς ἐπισκοπὴν παραγαγὼν, καὶ πόλεως ἐπιτρέ‐
5ψας μεγάλης ἀρχὴν, ὅρα πόσου πυρὸς ἑαυτὸν καθ‐ ίστησιν ἔνοχον. Οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυμένων μόνον (ἀπόλλυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν), ἀλλὰ καὶ πάντων τῶν ὑπ’ ἐκείνου πραττομένων αὐτὸς δώ‐ σει τὰς εὐθύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὢν
10ἀνευλαβὴς, πολλῷ μᾶλλον, ὅταν ἐπιλάβηται τῆς ἀρ‐ χῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ μεῖναι τοιοῦτον ἐπι‐ λαβόμενον τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφο‐ δρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθ‐ άδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ
15προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα. Ἂν οὖν τις ἀνευλαβὴς ᾖ, μᾶλλον ἔσται ἀνευ‐ λαβέστερος τοιοῦτος γενόμενος. Ὅταν οὖν τοιοῦτον ἐπιστήσῃ ἄρχοντα, πάντων τῶν ἁμαρτανομένων ὑπ’ ἐκείνου, καὶ δήμων ὁλοκλήρων ὑπεύθυνος ἔσται. Εἰ
20δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖ‐
25δας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ’ ἐκείνην τὴν πόλιν, τί ὑποστήσε‐ ται; Κἂν γὰρ τριπλασίονα ἑτέραν εἴπῃς, οὐδὲν ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυνος κολάσεως καὶ τιμωρίας. Ὥστε μάλιστα οὗτος δεῖται τῆς χάριτος
30τοῦ Θεοῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ μὴ μετὰ ταύτης κυβερνᾷ τὸν λαὸν, πάντα οἴχεται καὶ ἀπόλωλε, τῶν οἰάκων αὐτῷ οὐκ ὄντων. Κἂν γὰρ ἔμπειρος ᾖ τῆς κυβερνητικῆς, ἂν μὴ τοὺς οἴακας τούτους ἔχῃ, τὴν χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ τοῦ Θεοῦ, κατα‐
35δύσει τὸ σκάφος καὶ τοὺς ἐμπλέοντας. Ὅθεν ἔμοιγε θαυμάζειν ἔπεισι τοὺς ἐφιεμένους ὄγκου τοσούτου. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐχ ὁρᾷς τίνος ἐφίεσαι; Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσημος, κἂν μυρία ἁμάρτῃς, ἀλλὰ μιᾶς ψυχῆς δώσεις λόγον,
40καὶ ταύτης εὐθύνας ὑφέξεις μόνον· ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην ἀχθῇς, ἐννόησον ὅσων κεφαλῶν ὑπεύ‐ θυνος εἶ τιμωρίας. Ἄκουε γὰρ Παύλου λέγοντος· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς
45λόγον δώσοντες. Ἀλλὰ τιμῆς ἐφίεσαι καὶ ἀρχῆς· Καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιμῆς; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀλη‐ θῶς. Πῶς; Ὅτι ἐν τῇ ἐξουσίᾳ κεῖται τῶν ἀρχομέ‐ νων τὸ ὑπακούειν. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ

62

.

668

(50)

πρᾶγμα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος, ἀλλὰ δουλεύει μυρίοις δεσπόταις ἐναντία καὶ ἐπιθυμοῦσι καὶ λέγουσιν. Ὅπερ γὰρ ἐγκωμιάζει εἷς, μέμφεται ἕτερος· ὅπερ ψέγει οὗτος, θαυμάζει ἄλλος. Τίνος οὖν ἀκοῦσαι χρὴ, τίνι πεισθῆναι; Οὐκ ἔστι. Καὶ ὁ μὲν
55ἀργυρώνητος, κἂν ἐναντία ὁ δεσπότης αὐτῷ προσ‐ τάξῃ, καὶ δυσχεραίνει· σὺ δὲ, ἂν τοσούτων δεσπο‐ τῶν ἐναντία ἐπιταττόντων ἀλγήσῃς, καὶ τούτου δίδως δίκην, τὰ πάντων ἐπὶ σὲ στόματα ἀνοίγων. Τοῦτο
οὖν, εἰπέ μοι, τιμή; τοῦτο ἀρχή; τοῦτο ἐξουσία;667

62

.

669

δʹ. Εἶπεν ὁ τὴν ἐπισκοπὴν ἔχων, εἰσενεγκεῖν χρή‐ ματα· ἂν μὴ θέλῃ, οὐ μόνον οὐκ εἰσήνεγκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ μὴ δόξαι ῥᾳθυμίας ἕνεκεν τοῦτο ποιεῖν, κατ‐ ηγορεῖ τοῦ κελεύσαντος· κλέπτει, φησὶν, ἁρπά‐
5ζει, καταπίνει τὰ τῶν πενήτων, κατεσθίει τὰ τῶν πτωχῶν. Παῦσαι λοιδορῶν· μέχρι τίνος ταῦτα φής; Οὐ βούλει εἰσενεγκεῖν; οὐδεὶς ὁ καταναγκάζων, οὐδεὶς ὁ βιαζόμενος· τί καὶ λοιδορῇ τῷ παραινοῦντι καὶ συμ‐ βουλεύοντι; Ἀλλ’ εἰς χρείαν τις κατέστη, καὶ οὐκ
10ὤρεξε χεῖρα μὴ δυνηθεὶς, ἢ καὶ ἑτέρωθι ἀσχοληθείς. Οὐδεμία συγγνώμη, ἀλλὰ πάλιν κατηγορίαι χείρους τῶν προτέρων. Τοῦτο γοῦν ἀρχή; Καὶ ἀμύνασθαι οὐκ ἔχει· σπλάγχνα γάρ ἐστιν ἴδια. Καὶ ὥσπερ τὸ σπλάγχνον, κἂν οἰδαίνῃ, κἂν πόνον παρέχῃ καὶ τῇ
15κεφαλῇ καὶ τῷ λοιπῷ σώματι, οὐ τολμῶμεν ἀμύ‐ νασθαι· οὐ γὰρ λαβόντες ξίφος διαῤῥηγνύομεν· οὕτω κἂν τῶν ἀρχομένων τις τοιοῦτος ᾖ, πόνους ἡμῖν παρ‐ έχων καὶ ἀθυμίας ἐκ τῶν κατηγοριῶν τούτων, οὐ τολμῶμεν ἀμύνασθαι· πόῤῥω γὰρ ταῦτα πατρικῆς
20διανοίας, ἀλλ’ ἀνάγκη φέρειν τὸν πόνον, ἕως ἂν ἐκεῖνος ὑγιάνῃ καλῶς. Ὁ ἀργυρώνητος οἰκέτης ἔχει τι ἔργον ἐπιτεταγμένον, κἂν τοῦτο ἀνύσῃ, λοιπὸν ἑαυτοῦ κύ‐ ριος γίνεται· οὗτος δὲ πανταχοῦ περιέλκεται, πολλὰ καὶ τῶν ὑπὲρ δύναμιν ἀπαιτεῖται· ἂν μὴ εἰδῇ λέγειν,
25πολὺς ὁ γογγυσμός· ἂν δὲ εἰδῇ λέγειν, πάλιν κατ‐ ηγορίαι, Κενόδοξός ἐστιν· ἂν μὴ νεκροὺς ἀνιστᾷ, Οὐ‐ δενὸς λόγου ἄξιος, φησίν· ὁ δεῖνα εὐλαβής ἐστιν, οὗ‐ τος δὲ οὔ. Ἂν ἀπολαύῃ συμμέτρου τροφῆς, πάλιν κατηγορίαι· Ἔδει αὐτὸν ἀπηγχονίσθαι, φησίν· ἂν
30λουόμενον ἴδῃ τις, πολλαὶ κατηγορίαι· Ὅλως οὐδὲ τὸν ἥλιον ὁρᾷν ὀφείλει, φησίν. Εἰ δὲ τὰ αὐτὰ πράττει, ἅπερ ἐγὼ, καὶ λούεται καὶ ἐσθίει καὶ πίνει καὶ ἱμά‐ τια περιβέβληται, καὶ οἰκίας φροντίζει καὶ οἰκετῶν, τίνος ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ καὶ οἰκέτας
35ἔχει, φησὶ, τοὺς διακονουμένους αὐτῷ, καὶ ἐπὶ ὄνου ὀχεῖται· τίνος οὖν ἕνεκεν ἐμοῦ προέστηκεν; Ἀλλὰ τί, εἰπέ μοι, οὐκ ὀφείλει τὸν διακονούμενον ἔχειν, ἀλλ’ αὐτὸς τὸ πῦρ ἀνακαίειν, καὶ ὑδροφορεῖν, καὶ ξύλα διακλᾷν, καὶ εἰς ἀγορὰν ἐμβάλλειν; καὶ πόση
40τοῦτο αἰσχύνη γίνεται; Καὶ οἱ μὲν ἅγιοι ἐκεῖνοι ἄν‐ δρες, οἱ ἀπόστολοι, τὸν τῷ λόγῳ προσκαρτεροῦντα οὐδὲ διακονίᾳ χηρῶν βούλονται προσανέχειν, ἀλλ’ ἀνάξιον αὐτοῦ τὸ πρᾶγμα εἶναι νομίζουσι· σὺ δὲ αὐτὸν καὶ εἰς τὴν οἰκετῶν ὑπηρεσίαν καθέλκεις τῶν σῶν;
45Διὰ τί ὁ ταῦτα ἐπιτάττων οὐ παρέρχῃ σὺ, καὶ ταῦτα πληροῖς; εἰπέ μοι, οὐχὶ μείζονά σοι διακονεῖται ὑπηρεσίαν, ἢ σὺ τὰ σωματικά; διὰ τί μὴ τὸν παῖδα πέμπεις τὸν σὸν πρὸς τὴν τούτου ὑπηρεσίαν; Ὁ Χριστὸς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· σὺ θεραπείαν

62

.

669

(50)

ἂν παράσχῃς τῷ διδασκάλῳ, μέγα τι ποιεῖς; Ἀλλ’ οὔτε σὺ βούλει παρασχεῖν, καὶ αὐτὸν κωλύεις. Τί οὖν; ἀπὸ τοῦ οὐρανοῦ ζῇν ὀφείλει; Ἀλλ’ οὐ βούλεται οὕ‐
τως ὁ Θεός. Τί οὖν; οἱ ἀπόστολοι, φησὶν, ἐλευθέρουςColumn end

62

.

670

εἶχον δουλεύοντας; Βούλει καὶ τοῦτο ἀκοῦσαι πῶς οἱ ἀπόστολοι διῆγον; ἀποδημίας ἐποιοῦντο, καὶ ἄνδρες ἐλεύθεροι καὶ εὐγενεῖς γυναῖκες ὑπὲρ τῆς ἐκείνων ἀναπαύσεως καὶ τὰς ψυχὰς καὶ τὰς κεφαλὰς ὑπετί‐
5θεσαν τὰς ἑαυτῶν. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου παραινοῦντος καὶ λέγοντος· Τοὺς οὖν τοιούτους ἐντίμους ἔχετε· καὶ πάλιν, Διὰ τὸ ἔργον τοῦ Θεοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς
10πρός με λειτουργίας. Ὁρᾷς τί φησι; Σὺ δὲ οὐδὲ λόγον προΐεσαι ὑπὲρ τοῦ πατρὸς τοῦ σοῦ, μήτι γε κίνδυνον τοσοῦτον ἀναδέχῃ. Ἀλλὰ λούεσθαι, φησὶν, οὐ χρή. Διὰ τί, εἰπέ μοι; ποῦ τοῦτο κεκώλυται; οὐδὲ γὰρ ὁ ῥύπος καλόν. Οὐδαμοῦ ταῦτα ὁρῶμεν, οὔτε
15ἐγκαλούμενα, οὔτε θαυμαζόμενα. Ἄλλα γάρ ἐστιν ἅπερ ἐπέταξε τὸν ἐπίσκοπον ἔχειν, ἀνέγκλητον εἶναι, σώφρονα, κόσμιον, φιλόξε‐ νον, διδακτικόν· ταῦτα ἀπαιτεῖ ὁ Ἀπόστολος, ταῦτα χρὴ ἐπιζητεῖν παρὰ τοῦ ἄρχοντος, περαιτέρω δὲ
20μηδέν. Οὐκ εἶ τοῦ Παύλου ἀκριβέστερος, μᾶλλον δὲ οὐκ εἶ τοῦ Πνεύματος ἀκριβέστερος. Ἂν ᾖ πλήκτης, ἢ καὶ πάροινος, ἂν ὠμὸς καὶ ἀνηλεὴς, κατηγόρει· ἀνάξια ταῦτα τοῦ ἐπισκόπου· ἂν τρυφᾷ, καὶ τοῦτο κατηγορία· ἂν δὲ θεραπεύῃ τὸ σῶμα ἵνα σοὶ δια‐
25κονῇ, ἂν ἐπιμελῆται ἵνα σοὶ χρήσιμος ᾖ, ὑπὲρ τού‐ των αὐτὸν ἐγκαλεῖσθαι δεῖ; Οὐκ οἶδας ὅτι ἀσθένεια σωματικὴ τῆς κατὰ ψυχὴν ἀσθενείας οὐχ ἧττον καὶ ἡμᾶς βλάπτει, καὶ τὴν Ἐκκλησίαν; Διὰ τί διορθοῦ‐ ται αὐτὴν ὁ Παῦλος γράφων τῷ Τιμοθέῳ, Οἴνῳ
30ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; εἰ μὲν γὰρ ψυχῇ μόνῃ τὴν ἀρετὴν κατορθοῦμεν, οὐκ ἔδει φροντίζειν τοῦ σώματος. Τί δὲ ὅλως καὶ γεγόναμεν; Εἰ δὲ πολλὴ τούτου ἡ συν‐ τέλεια, πῶς οὐκ ἐσχάτης ἐστὶν ἀνοίας ἀμελεῖν τού‐
35του; Ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῇ τετιμημένος καὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας τὴν προστασίαν ἐγκεχει‐ ρισμένος, καὶ τὰ μὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάντα ἔχων ἅπερ ἔχειν ἁρμόζει τὸν ἱερωμένον, διαπαντὸς δὲ τῇ κλίνῃ προσδεδέσθω ὑπὸ πολλῆς ἀῤῥωστίας, τί
40οὗτος ὀνῆσαι δυνήσεται; ποίαν ἀποδημίαν στείλα‐ σθαι; ποίας ἐπισκέψεις ποιήσασθαι; τίνι ἐπιπλῆ‐ ξαι; τίνα νουθετῆσαι; Ταῦτα εἶπον, ἵνα εἰδῆτε μὴ ἁπλῶς ἐγκαλεῖν, ἵνα εἰδῆτε μᾶλλον ἀποδέχεσθαι, ἵνα καὶ εἴ τις ἐφίεται τῆς ἀρχῆς, τὰς νιφάδας τῶν
45κατηγοριῶν ὁρῶν, τὴν τοιαύτην ἐπιθυμίαν σβεννύῃ. Μέγας ὄντως κίνδυνος καὶ τῆς τοῦ Θεοῦ δεόμενος χάριτος καὶ τῆς εἰρήνης, ἣν ἐπεύχεσθε ἡμῖν εἶναι πολλὴν, καὶ ἡμεῖς ὑμῖν· ἵνα ἀμφότεροι κατορθώσαν‐ τες τὴν ἀρετὴν, οὕτω τύχωμεν τῶν ἐπηγγελμένων

62

.

670

(50)

ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

669

(54)

ΟΜΙΛΙΑ Βʹ.
55Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας,
60ἢ ἀνυπότακτα.
αʹ. Τοῖς μὲν παλαιοῖς ἀνδράσιν ἅπας ὁ βίος ἦν ἐνερ‐Column end

62

.

670

(55)

γὸς καὶ ἐναγώνιος· ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ ῥᾳθυ‐ μίας μεστός. Ἐκεῖνοι μὲν γὰρ ᾔδεσαν ὅτι διὰ τοῦτο εἰς τὸν κόσμον παρήχθησαν, ἵνα τῷ παραγαγόντι κατὰ γνώμην ἐργάζωνται· ἡμεῖς δὲ ὡς διὰ τοῦτο παραχθέντες, ἵνα ἐσθίωμεν καὶ πίνωμεν καὶ τρυ‐
60φῶμεν, οὕτως οὐδενὸς τῶν πνευματικῶν λόγον ποιού‐
μεθα. Οὐ περὶ τῶν ἀποστόλων λέγω μόνον, ἀλλὰ669

62

.

671

καὶ τῶν μετ’ αὐτούς. Ὁρᾷς γοῦν αὐτοὺς πάντα διατρέχοντας, καὶ ὥσπερ τινὸς ἔργου τούτου ἐπει‐ λημμένους, καὶ διόλου ἐν ξένῃ διατρίβοντας, ἅτε οὐκ ἔχοντας πόλιν ἐπὶ τῆς γῆς. Ἄκουσον γοῦν τοῦ μακα‐
5ρίου τούτου τί φησι· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ. Καθάπερ οἰκίαν μίαν τὴν οἰκουμένην διανειμάμενοι, οὕτως ἅπαντα διηκονοῦντο, καὶ τῶν ἀπανταχοῦ ἐπεμέλοντο, ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο λαβὼν τὸ μέρος. Τούτου γὰρ χάριν, φησὶ, κατέλι‐
10πόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορ‐ θώσῃ. Οὐκ ἐπιτακτικῶς αὐτῷ παραινεῖ τέως· Ἵνα ἐπιδιορθώσῃ, φησίν. Ὁρᾷς ψυχὴν φθόνου παντὸς καθαρὰν, πανταχοῦ τὸ τῶν μαθητευομένων χρήσι‐ μον ζητοῦσαν, οὐκ ἀκριβολογουμένην, εἴτε δι’ αὐτοῦ,
15εἴτε δι’ ἑτέρου γένοιτο; Ἔνθα μὲν γὰρ ἦν κίνδυνος καὶ πολλὴ δυσκολία, αὐτὸς κατώρθου παρών· ἃ δὲ τιμὴν μᾶλλον ἔφερεν ἢ ἔπαινον εἶχε, ταῦτα ἐπι‐ τρέπει τῷ μαθητῇ, τῶν ἐπισκόπων λέγω τὰς χειρο‐ τονίας, καὶ τὰ ἄλλα πάντα, ὅσα ἐδεῖτό τινος ἐπιδιορ‐
20θώσεως, ἢ, ὡς ἂν εἴποι τις, πλείονος καταρτισμοῦ. Τί λέγεις, εἰπέ μοι; τὰ σὰ προσδιορθοῦται; καὶ οὐχ ἡγῇ τὸ πρᾶγμα αἰσχρὸν οὐδὲ αἰσχύνην σοι φέρειν; Οὐδαμῶς· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον· εἴτε δὲ δι’ ἐμοῦ, εἴτε δι’ ἑτέρου γένοιτο, οὐδὲν ἐμοὶ
25διαφέρει Οὕτω τὸν προεστῶτα χρὴ διακεῖσθαι, μὴ τὴν ἰδίαν τιμὴν ζητεῖν, ἀλλὰ τὸ κοινῇ συμφέρον. Καὶ καταστήσῃς, φησὶ, κατὰ πόλιν πρεσβυτέρους. Τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς ἀλλαχοῦ ἡμῖν εἴρηται. Ὡς ἐγώ σοι διεταξάμην· εἴ τις
30ἀνέγκλητος. —Κατὰ πόλιν, φησίν· οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον ἐπιτετράφθαι ἑνὶ, ἀλλ’ ἕκαστον ἰδίαν ἔχειν φροντίδα καὶ μέριμναν· οὕτω γὰρ αὐτῷ τε εἶναι τὸν πόνον κοῦφον, καὶ τοὺς ἀρχομένους πλείονος ἀπολαύσεσθαι τῆς ἐπιμελείας, εἴ γε μὴ εἰς
35πολλῶν Ἐκκλησιῶν προστασίαν ὁ διδάσκαλος περι‐ έρχοιτο, ἀλλὰ σχολάζοι μιᾷ μόνῃ, καὶ ταύτην κατακοσμοῖ. Εἴ τις, φησὶν, ἀνέγκλητος, μιᾶς γυ‐ ναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Τίνος ἕνεκεν καὶ τὸν
40τοιοῦτον εἰς μέσον παράγει; Ἐπιστομίζει τοὺς αἱρετικοὺς τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ’ οὕτω τίμιον, ὡς μετ’ αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταυτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ
45οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν ἐγχειρί‐ ζεσθαι ταύτην. Ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδε‐ μίαν φυλάξας εὔνοιαν, πῶς ἂν οὗτος γένοιτο προ‐ στάτης καλός; τίνα δὲ οὐκ ἂν ὑποσταίη κατηγορίαν; Ἴστε γὰρ ἅπαντες, ἴστε ὅτι εἰ μὴ κεκώλυται παρὰ

62

.

671

(50)

τῶν νόμων τὸ δευτέροις ὁμιλεῖν γάμοις, ἀλλ’ ὅμως πολλὰς ἔχει τὸ πρᾶγμα κατηγορίας. Οὐδεμίαν οὖν παρέχειν λαβὴν τοῖς ἀρχομένοις τὸν ἄρχοντα βούλε‐ ται. Διὰ τοῦτο τίθησιν, Εἴ τις ἀνέγκλητος, τουτέστιν, εἰ κατηγορίας ὁ βίος ἐλεύθερος αὐτῷ γέγονεν, εἰ
55μηδεὶς ἔσχεν ἐπισκῆψαι ἐν τῇ ζωῇ. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰ γὰρ τὸ φῶς, φησὶ, τὸ ἐν σοὶ ᾖ σκότος, τὸ σκότος πόσον; Τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας, ἢ ἀνυπότακτα. Σκοπήσωμεν πῶς πολλὴν καὶ ὑπὲρ τῶν παίδων
60ποιεῖται τὴν πρόνοιαν. Ὁ γὰρ τῶν αὑτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἂν ἑτέρων
γένοιτο; Εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ’ ἑαυτοῦ καὶColumn end

62

.

672

ἔτρεφε, καὶ καθ’ ὧν καὶ παρὰ τῶν νόμων, καὶ παρὰ τῆς φύσεως εἶχεν ἐξουσίαν, τούτους ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἂν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; Εἰ μὴ γὰρ πολλὴ νωθεία εἴη πατρὸς, οὐκ ἂν ὧν
5ἐξ ἀρχῆς ἔλαβεν ἐξουσίαν, τούτους περιεῖδε γενομέ‐ νους κακούς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἐξ ἀρχῆς μετὰ πολλῆς τραφέντα τῆς ἐπιμελείας γενέσθαι κακὸν, καὶ πολλῆς ἀπολαύσαντα σπουδῆς· οὐ γάρ ἐστι φύ‐ σει τὰ ἁμαρτήματα, ἵνα τοσαύτης περιγένηται προ‐
10νοίας. Εἰ δὲ ἐν δευτέρῳ τὰ τῶν παίδων ἐτίθετο, περὶ τὰ χρήματα σχολάζων, καὶ οὐ τοσαύτην αὐτῶν ἐποιεῖτο σπουδὴν, καὶ οὕτως ἀνάξιος. Εἰ γὰρ, ὅπου ἡ φύσις ἠνάγκαζεν, οὕτως ἄστοργος ἦν, ἢ οὕτως ἀνόητος, ὡς μᾶλλον τῶν χρημάτων φροντίζειν αὐτὸν
15ἢ αὐτῶν, πῶς ἂν οὗτος ἐπὶ τὸν θρόνον ἀναχθείη καὶ τὴν τοσαύτην ἀρχήν; Εἰ μὲν γὰρ οὐκ ἠδύνατο, πολλὴ τῆς νωθείας ἡ κατηγορία· εἰ δὲ οὐκ ἐσπού‐ δασε, πολλὴ τῆς ἀστοργίας ἡ μέμψις. Ὁ τοίνυν τῶν παίδων ἀμελῶν τῶν ἑαυτοῦ, πῶς τῶν ἀλλοτρίων ἐπι‐
20μελήσεται; Καὶ οὐκ εἶπε μὴ ἁπλῶς ἄσωτος, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοιαύτην, μηδὲ πονηρᾶς εἶναι δόξης. Δεῖ γὰρ τὸν ἐπίσκοπον, φησὶν, ἀνέγ‐ κλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.
25 βʹ. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἐπειδὴ νόμῳ κρατεῖ καὶ ἀνάγκῃ, εἰκότως οὐ πολλαχοῦ τῆς τῶν ἀρχομένων γνώμης κοινωνεῖ· ὁ μέντοι ἑκόντων ὀφείλων ἄρχειν, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων, ἂν οὕτω τὸ πρᾶγμα καταστήσῃ, ὡς ἀπὸ τῆς οἰκείας γνώμης μό‐
30νον πάντα ποιεῖν, καὶ μηδενὶ μεταδιδῷ λόγου, τυραν‐ νικώτερον μᾶλλον ἢ δημοτικώτερον τὴν ἐπιστασίαν πεποίηται. Δεῖ γὰρ, φησὶν, ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον. Πῶς γὰρ ἑτέρους παιδεύσει κρατεῖν τοῦ πάθους τούτου, ἑαυτὸν
35μὴ παιδεύσας; Εἰς πολλὰ γὰρ ἡ ἀρχὴ ἐξάγει, καὶ χαλε‐ πώτερον ποιεῖ καὶ δυσάρεστον καὶ τὸν σφόδρα ἐπιεικῆ, μυρίας ἀνάγκας περιιστᾶσα ὀργῆς· ἂν μὴ ᾖ τοῦτο μεμελετηκὼς πρότερον, καὶ χαλεπώτερος ἔσται, καὶ πολλὰ διαφθερεῖ καὶ ἀπολέσει τῶν τῆς ἀρχῆς. Μὴ
40πάροινον, μὴ πλήκτην. Τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ποία γὰρ ἀνάγκη ὕβρεως, εἰπέ μοι; Φοβεῖν χρὴ τῇ τῆς γεέννης ἀπειλῇ, δεδίττεσθαι, καθ‐ ικνεῖσθαι. Ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται καὶ
45μᾶλλον καταφρονεῖ τοῦ ὑβρίζοντος. Οὐδὲν γὰρ οὕτω ποιεῖ καταφρόνησιν, ὡς ὕβρις, καὶ αἰσχύνει τὸν ὑβρί‐ ζοντα μᾶλλον, καὶ οὐκ ἀφίησιν εἶναι αἰδέσιμον ὡς δεῖ. Πολλῆς αὐτοῖς τῆς εὐλαβείας γέμειν τὸν λόγον χρὴ, ἐν τοῖς ἁμαρτήμασι μνήμην ἔχειν τῆς μελλούσης κρί‐

62

.

672

(50)

σεως, πάσης δὲ ὕβρεως εἶναι καθαρόν· εἰ δέ τινες εἶεν οἱ κωλύοντες τὰ δέοντα ποιεῖν, μετὰ πάσης αὐ‐ θεντίας μετιέναι τὸ πρᾶγμα. Μὴ πλήκτην, φησίν. Ἰα‐ τρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν· ὁ δὲ ἰατρὸς οὐ πλήττει, ἀλλὰ τὸν πεπληγότα διορθοῦται καὶ θερα‐
55πεύει. Μὴ αἰσχροκερδῆ, ἀλὰ φιλόξενον, φιλάγα‐ θον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμε‐ νον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου. Εἶδες πόσην ἐπίτασιν ἀρετῆς ἀπῄτησε; Μὴ αἰσχροκερδῆ, φησί· τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπι‐
60δεικνύμενον· Φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον· τὰ αὑτοῦ πάντα τοῖς δεομένοις,
φησὶ, προϊέμενον· ἐγκρατῆ. Οὐ τὸν νηστευτὴν εἶ‐671

62

.

673

πεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώττης καὶ χειρὸς καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ μηδενὶ ὑποσύρεσθαι πάθει. Ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ
5λόγου. Πιστοῦ ἐνταῦθα τοῦ ἀληθοῦς φησιν, ἢ τοῦ διὰ πίστεως παραδεδομένου, οὐ δεομένου συλλογισμῶν οὐδὲ ζητημάτων. Ἀντεχόμενον, φροντίζοντα, ἔργον τοῦτο ποιούμενον. Τί οὖν, ἂν λόγων ἄπειρος ᾖ τῶν ἔξωθεν; Διὰ τοῦτο εἶπον, Τοῦ κατὰ διδαχὴν πι‐
10στοῦ λόγου. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Ὥστε οὐ χρεία κόμ‐ που ῥημάτων, ἀλλὰ φρενῶν, καὶ Γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως. Οὐχ ὁρᾷς Παῦλον τρεψάμενον τὴν οἰκουμένην
15ἅπασαν, καὶ μειζόνως ἰσχύσαντα καὶ Πλάτωνος, καὶ τῶν ἄλλων ἁπάντων; Ἀλλ’ ἀπὸ τῶν σημείων, φη‐ σίν. Οὐκ ἀπὸ τῶν σημείων μόνον· εἰ γὰρ ἐπέλθοις τὰς Πράξεις τῶν Ἀποστόλων, πολλαχοῦ αὐτὸν εὑρή‐ σεις ἀπὸ τῆς διδασκαλίας κρατοῦντα καὶ πρὸ τῶν
20σημείων. Ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ· τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. Καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. Τούτου γὰρ μὴ ὄντος, πάντα οἴχεται. Ὁ γὰρ οὐκ εἰδὼς μάχεσθαι
25τοῖς ἐχθροῖς, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ λογισμοὺς καθαιρεῖν· ὁ οὐκ εἰδὼς ἃ χρὴ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκα‐ λίας, πόῤῥω ἔστω θρόνου διδασκαλικοῦ. Τὰ μὲν γὰρ ἄλλα καὶ ἐν τοῖς ἀρχομένοις εὕροι τις ἂν, οἷον τὸ
30ἀνέγκλητον, τὸ τέκνα ἔχειν ἐν ὑποταγῇ, τὸ φιλόξε‐ νον, τὸ δίκαιον, τὸ ὅσιον· ὃ δὲ μάλιστα χαρακτηρίζει τὸν διδάσκαλον, τοῦτό ἐστι, τὸ δύνασθαι κατηχεῖν τὸν λόγον, οὗ πρόνοια οὐδεμία νῦν. Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι, καὶ φρεναπάται, μά‐
35λιστα ἐκ περιτομῆς· οὓς δεῖ ἐπιστομίζειν. Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι; Ἀπὸ τοῦ μὴ θέλειν ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο. Ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μὴ διάταττε τούτοις, ἀλλ’ ἐπι‐ στόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν. Τί οὖν τὸ κέρ‐
40δος, ὅταν μὴ πείθωνται, ἢ καὶ εἰ ἀνυπότακτοί εἰσι; Τίνος ἕνεκεν ἐπιστομίζειν χρή; Ἵνα ὠφεληθῶσιν ἕτε‐ ροι ἐντεῦθεν. Οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. Εἰ γὰρ τὴν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν
45ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι αὐτοὺς οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθ’ ἕκαστον αἴτιος γενήσεται. Εἰ γὰρ παραινεῖ τις λέγων, Μὴ ζήτει γενέσθαι κριτὴς, εἰ μὴ ἰσχύεις ἐξᾶραι ἀδικίαν, πολλῷ μᾶλλον ἐνταῦθα ἂν εἴποι τις, Μὴ

62

.

673

(50)

ζήτει γενέσθαι διδάσκαλος, εἰ τῆς τοῦ πράγματος ἀξίας ἀπέχεις, ἀλλὰ καὶ ἑλκόμενος ἀποπήδα. Ὁρᾷς πανταχοῦ τὴν φιλαργυρίαν, τὴν αἰσχροκέρδειαν αἰ‐ τίαν τούτων οὖσαν; Διδάσκοντες, φησὶν, ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
55 γʹ. Οὐδὲν γάρ ἐστιν, ὃ μὴ λυμαίνεται ταῦτα τὰ πάθη· ἀλλ’ ὥσπερ πνεύματά τινα ἄγρια εἰς γαληνὸν ἐμπε‐ σόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναμοχλεύει, ὡς καὶ τὴν ἄμμον τοῖς κύμασιν ἀναμίγνυσθαι· οὕτω
ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶColumn end

62

.

674

κάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, μά‐ λιστα δὲ ἡ τῆς δόξης μανία. Χρημάτων μὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλομένῳ· τῆς δὲ παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, μεγά‐
5λης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτο‐ μένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτω πάθος τυραννικὸν καὶ πανταχοῦ κρατοῦν, ἐκ πλείονος μὲν καὶ ἐλάττονος μοίρας, παν‐ ταχοῦ δὲ ὅμως. Πῶς ἂν οὖν αὐτοῦ περιγενοίμεθα, εἰ
10καὶ μὴ κατὰ κράτος, ἀλλὰ κἂν ἐξ ἐλαχίστου μέρους; Ἂν εἰς τὸν οὐρανὸν ἀναβλέπωμεν, ἂν τὸν Θεὸν σχῶμεν πρὸ ὀφθαλμῶν, ἂν μείζω τῶν γηίνων λάβωμεν λογισμόν. Ἐννόησον, ὅταν ἐπιθυμῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ μάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις·
15ἐννόησον ὅσην ἔχει τὴν ζημίαν τὸ πρᾶγμα, ὅσων καὶ ἡλίκων ἀποστερεῖ ἀγαθῶν· τοὺς μὲν γὰρ πόνους ὑπο‐ στήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερη‐ θήσῃ καὶ τῶν ἐπάθλων· ἐννόει ὅτι οἱ πλεῖστοι κακοὶ, καὶ καταφρόνησον αὐτῶν τῆς δόξης. Καθ’ ἕνα ἕκα‐
20στον ἀναλόγισαι τίς ἐστι, καὶ ὄψει τὸ πρᾶγμα γέλω‐ τος γέμον· ὄψει ὅτι αἰσχύνη μᾶλλον, ἢ δόξα τὸ πρᾶγμά ἐστι· καὶ μετὰ ταῦτα ἀνάγαγε τὸν λογισμὸν ἐπὶ τὸ ἄνω θέατρον. Ὅταν ἀγαθόν τι πράττων ἐννοῇς, ὅτι δεῖ καὶ ἀνθρώποις δεῖξαι, καί τινας ἐπιζητῇς θεατὰς
25τοῦ πράγματος, καὶ ὠδίνῃς ὥστε ὀφθῆναι· ἐννόησον ὅτι ὁ Θεὸς ὁρᾷ, καὶ πᾶσαν ἐκείνην σβεννύεις τὴν ἐπι‐ θυμίαν· ἀναχώρησον ἐκ τῆς γῆς, πρὸς ἐκεῖνο ἴδε τὸ θέατρον τὸ ἐν τοῖς οὐρανοῖς. Ἄνθρωποι κἂν ἐπαινέ‐ σωσιν, ἀλλ’ ὕστερον ἐμέμψαντο, ἀλλὰ φθονοῦσιν, ἀλλ’
30ἐπιλαμβάνονται· κἂν μὴ τοῦτο ποιῶσιν, οὐδὲν ὅλως ὠφελήσουσι τὸν ἐπαινούμενον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ χαίρει ἐπαινῶν ἡμῶν τὰ κατορθώματα. Εἶπες ὀρθῶς, καὶ κρότων ἐπέτυχες; καὶ τί τὸ κέρδος; Εἰ μὲν γὰρ ὠφελήθησαν οἱ κροτήσαντες καὶ μετεβά‐
35λοντο καὶ βελτίους ἐγένοντο, καὶ τῶν προτέρων κα‐ κῶν ἀπέστησαν, δεῖ χαίρειν ὄντως, οὐκ ἐπὶ τοῖς ἐπαί‐ νοις τοῖς γενομένοις, ἀλλ’ ἐπὶ τῇ μεταβολῇ τῇ καλῇ καὶ θαυμαστῇ. Εἰ δὲ διαπαντὸς μὲν ἐπαινοῦντες καὶ θορυβοῦντες καὶ κροτοῦντες διατελοῦσι, καρποῦνται
40δὲ οὐδὲν ἀπὸ τῶν κρότων, ἀλγεῖν μᾶλλον χρὴ, ὅτι αὐτοῖς εἰς κρῖμα ταῦτα γίνεται. Ἀλλ’ ἐπὶ εὐλαβείᾳ δόξαν ἔχεις; Ἂν μὲν ὄντως ᾖς εὐλαβὴς, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρὸν, χαίρειν δεῖ, οὐκ ἐπειδὴ δο‐ κεῖς, ἀλλ’ ἐπειδὴ εἶ· ἂν μέντοι μὴ ὢν, τῆς τῶν πολ‐
45λῶν δόξης ἐπιθυμῇς, ἐννόει ὅτι οὐχ οὗτοι κρινοῦσιν ἡμῖν κατ’ ἐκείνην τὴν ἡμέραν, ἀλλ’ ὁ τὰ λανθάνοντα μετὰ ἀκριβείας ἐπιστάμενος. Εἰ δὲ συνειδὼς ἑαυτῷ ἁμαρτήματα, καθαρὸς εἶναι παρὰ πᾶσιν ὑποπτεύῃ, οὐ μόνον οὐ χαίρειν δεῖ, ἀλλὰ καὶ ἀλγεῖν καὶ στέ‐

62

.

674

(50)

νειν πικρὸν, τὴν ἡμέραν ἐννοοῦντα συνεχῶς, καθ’ ἣν πάντα ἀποκαλύπτεται, καθ’ ἣν τὰ κρυπτὰ τοῦ σκό‐ τους φωτίζεται. Τιμῆς ἀπολαύεις; διακρούου ταύτην, εἰδὼς ὅτι σε ὀφειλέτην καθίστησιν. Οὐδείς σοι παρέχει τιμήν; καὶ χαίρειν δεῖ ἐπὶ τούτῳ· καὶ γάρ σοι μετὰ
55τῶν ἄλλων καὶ τοῦτο ὁ Θεὸς προβαλεῖται, ὅτι τιμῆς ἀπήλαυσας. Ἢ οὐχ ὁρᾷς, ὡς μετὰ τῶν ἄλλων εὐεργε‐ σιῶν καὶ τοῦτο ἐγκαλεῖ ὁ Θεὸς διὰ τοῦ προφήτου· Ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν; Κἂν τοῦτο τοί‐
60νυν κερδανεῖς, ὅτι οὐκ ἔσῃ ὑπεύθυνος μείζονι τιμωρίᾳ. Ὁ μὲν γὰρ μὴ τιμώμενος ἐν τῷ παρόντι βίῳ, καὶ κα‐
ταφρονούμενος καὶ οὐδὲ λόγου τινὸς ἀπολαύων, ἀλλὰ673

62

.

675

καὶ ὑβριζόμενος καὶ διαπτυόμενος, εἰ καὶ μηδὲν ἕτε‐ ρον, τοῦτο γοῦν καρποῦται τὸ μὴ καὶ τούτου ὑπεύθυ‐ νος εἶναι, τοῦ τιμηθῆναι παρὰ τῶν ὁμοδούλων. Καὶ διὰ πολλὰ δὲ ἕτερα κερδαίνει ἐντεῦθεν· συστέλλεται,
5ταπεινοῦται, οὐδὲ, ἐὰν θέλῃ, μέγα φρονήσει ποτὲ, εἰ ἑαυτῷ μᾶλλον προσέχει. Ὁ μέντοι πολλῆς ἀπολαύων τιμῆς, πρὸς τῷ καὶ ὀφλημάτων εἶναι μεγάλων ὑπεύ‐ θυνος, καὶ εἰς ἀπόνοιαν αἴρεται καὶ εἰς κενοδοξίαν, καὶ γίνεται δοῦλος ἀνθρώπων. Εἶτα τῆς δεσποτείας
10ταύτης αὐξομένης, πολλὰ ἀναγκάζεται ποιεῖν, ὧν οὐ βούλεται. δʹ. Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡμῖν, ἢ ἐκεῖνο, μήτε ζητῶμεν τιμὰς, καὶ τὰς παρεχομένας διακρουώ‐ μεθα, ἀποῤῥίπτωμεν ἀφ’ ἑαυτῶν, σβεννύωμεν τὴν
15ἐπιθυμίαν ταύτην. Ταῦτα καὶ πρὸς ἄρχοντας καὶ πρὸς ἀρχομένους ἡμῖν εἴρηται. Ψυχὴ γὰρ τιμῆς ἐπι‐ θυμοῦσα καὶ τοῦ δοξάζεσθαι, οὐκ ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, οὐδὲ ἐμαυτοῦ λέγω ῥήματα, ἀλλὰ τοῦ θείου Πνεύματος· οὐκ ὄψε‐
20ται, κἂν ἀρετὴν ἐργάζηται. Ἀπέχουσι γὰρ, φησὶ, τὸν μισθὸν αὐτῶν. Ὁ τοίνυν μισθὸν μὴ λαμβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν; Οὐ κωλύω δόξης ἐφίεσθαι, ἀλλὰ δόξης βούλομαι τῆς ἀληθοῦς τῆς παρὰ τοῦ Θεοῦ· Οὗ ὁ ἔπαινος, φησὶν, οὐκ ἐξ ἀν‐
25θρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. Ἐν τῷ κρυπτῷ ὦμεν εὐ‐ λαβεῖς, μὴ περικείμενοι τῦφον πολὺν καὶ σκηνὴν καὶ ὑπόκρισιν· ῥίψωμεν τοῦ προβάτου τὴν δορὰν, μᾶλ‐ λον δὲ γενώμεθα πρόβατα· οὐδὲν τῆς τῶν ἀνθρώπων δόξης οὐδαμινέστερον. Εἰπὲ γάρ μοι, ἐὰν ἴδῃς παί‐
30δων πλῆθος μικρῶν, ὑπομαζίων λέγω, ἆρα ἐπιθυμεῖς τῆς δόξης τῆς παρ’ ἐκείνων; Οὕτω πρὸς τοὺς ἀνθρώ‐ πους διάκεισο πάντας δόξης ἕνεκεν. Διὰ τοῦτο κενο‐ δοξία λέγεται. Οὐχ ὁρᾷς τὰ προσωπεῖα, ἃ περιτί‐ θενται οἱ ἐπὶ τῆς σκηνῆς; πῶς μὲν καλὰ, πῶς δὲ
35λαμπρὰ, πῶς δὲ εἰς τὴν ἐσχάτην ἀκρίβειαν τῆς εὐ‐ μορφίας διαπεπλασμένα; ἔχεις μοι δεῖξαι ὄψιν τοιαύ‐ την ἐπὶ τῆς ἀληθείας; Οὐδαμῶς. Τί οὖν; ἆρα ἠρά‐ σθης αὐτῶν ποτε; Οὔ· διὰ τί; ἐπειδὴ διάκενά ἐστι, καὶ μιμεῖται κάλλος, οὐκ ἔστι δὲ κάλλος. Οὕτω καὶ
40ἡ δόξα διάκενός ἐστι καὶ μιμεῖται δόξαν, οὐκ ἔστι δὲ δόξα. Ἐκείνη μόνη μένει ἡ φυσικὴ ἡ ἔνδον· αὕτη δὲ ἡ ἔξω ἐπικειμένη ἐπικρύπτει πολλάκις τὴν ἀμορ‐ φίαν, ἐπικρύπτει παρὰ ἀνθρώποις, καὶ μέχρι τῆς
ἑσπέρας· τοῦ δὲ θεάτρου λυθέντος καὶ τῶν προσ‐Column end

62

.

676

ωπείων ἐπαρθέντων, ἕκαστος, ὅπερ ἐστὶ, τοῦτο φαίνε‐ ται. Μὴ τοίνυν ὡς ἐν σκηνῇ καὶ ἐν ὑποκρίσει τὴν ἀλήθειαν μετέλθωμεν. Εἰπὲ γάρ μοι, τί καλὸν ἔχει τὸ περιβλέπεσθαι παρὰ τῶν πολλῶν; κενοδοξία ἐστὶ, καὶ
5οὐδὲν ἕτερον· ἐπεὶ ἄνελθε εἰς τὴν οἰκίαν καὶ γενοῦ μόνος, καὶ εὐθέως διεῤῥύη τὸ πᾶν. Ἐνέβαλες εἰς τὴν ἀγοράν; ἐπέστρεψας τοὺς παρόντας; καὶ τί τὸ πλέον; Οὐδέν· ἐσβέσθη καὶ ἀπῆλθεν ὡς καπνὸς διαλυθείς. Τῶν οὖν ἀνυποστάτων οὕτως ἐρῶμεν; καὶ πόσης
10ταῦτα ἀλογίας, εἰπέ μοι; πόσης ἀνοίας; Πρὸς ἓν τοίνυν ὁρῶμεν μόνον, πῶς ὁ Θεὸς ἐπαινέσει ἂν τοῦ‐ το σκοπῶμεν, οὐδέποτε ζητήσομεν τὰ παρὰ τῶν ἀν‐ θρώπων, ἀλλὰ κἂν γένηται, καταφρονήσομεν, κατα‐ γελασόμεθα, διαπτύσομεν· ὡς ἂν εἰ χρυσίου μὲν
15ἐφιέμενοι, πηλὸν δὲ λαμβάνοντες, οὕτω διακεισόμεθα. Μὴ ἐπαινείτω σε ὁ δεῖνα· οὐδὲν γὰρ ὠφέλησε· κἂν ψέξῃ, οὐδὲν ἔβλαψεν. Ἐπὶ δὲ τοῦ Θεοῦ ταῦτα ἀμ‐ φότερα ἔχει τι κέρδος καὶ ζημίαν· τὰ δὲ παρὰ τῶν ἀνθρώπων πάντα μάταια. Καὶ κατὰ τοῦτο ἐξισού‐
20μεθα τῷ Θεῷ, ὅτι οὐ δεῖται τῆς παρ’ ἀνθρώπων δό‐ ξης ἐκεῖνος· Δόξαν γὰρ, φησὶ, παρὰ ἀνθρώπων οὐ λαμβάνω. Μικρὸν μὲν οὖν τοῦτο, εἰπέ μοι; Ὅταν μὴ θέλῃς καταφρονεῖν δόξης, εἰπὲ ὅτι τῷ Θεῷ ἴσος γίνομαι καταφρονήσας, καὶ εὐθέως καταφρονήσεις.
25Οὐ γὰρ ἔστιν, ἄνθρωπον δόξης δοῦλον, μὴ πάντων εἶναι δοῦλον, καὶ αὐτῶν τῶν ἀνδραπόδων δουλικώτερον. Οὐ γὰρ ἐπιτάττομεν τοιαῦτα τοῖς δούλοις τοῖς ἡμε‐ τέροις, οἷα ἐκείνη τοῖς ὑπ’ αὐτῆς ἁλοῦσιν· αἰσχρὰ καὶ αἰσχύνης γέμοντα πράγματα καὶ φθέγγεσθαι ποιεῖ
30καὶ πάσχειν· καὶ μάλιστα ὅταν ἴδῃ ὑπακούοντας, ἐπι‐ τείνει μᾶλλον τὰ ἐπιτάγματα. Φύγωμεν οὖν, φύγω‐ μεν, παρακαλῶ, τὴν δουλείαν ταύτην. Πῶς δὲ, φησὶ, δυνησόμεθα; Ἂν φιλοσοφήσωμεν περὶ τῶν ἐνταῦθα, ἂν ἴδωμεν ὅτι τὰ παρόντα πράγματα ὄναρ ἐστὶ καὶ
35σκιὰ, καὶ οὐδὲν ἕτερον, εὐκόλως αὐτῆς περιεσόμεθα, καὶ οὔτε ἐν τοῖς μικροῖς, οὔτε ἐν τοῖς μεγάλοις ἁλωσό‐ μεθα· ἂν δὲ μὴ ἐν τοῖς μικροῖς καταφρονῶμεν, καὶ ἐν τοῖς μεγίστοις ῥᾳδίως περιπεσούμεθα. Πόῤῥωθεν οὖν ἀναστέλλωμεν αὐτῆς τὰς πηγάς· αὗται δέ εἰσιν
40ἄνοια καὶ τὸ ταπεινὴν κεκτῆσθαι ψυχήν· ὡς ἐὰν ὑψη‐ λὸν λάβωμεν φρόνημα, δυνησόμεθα καὶ τῆς παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, καὶ πρὸς τὸν οὐρανὸν τεῖναι τὴν διάνοιαν, καὶ τῶν ἐκεῖ ἐπιτυχεῖν ἀγαθῶν· ὧν γέ‐ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρω‐
45πίᾳ τοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

675

(48)

ΟΜΙΛΙΑ Γʹ. Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆ‐

62

.

675

(50)

τες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν
55 ἀλήθειαν. αʹ. Πολλὰ ἐνταῦθά ἐστι τὰ ζητούμενα, πρῶτον μὲν, τίς ὁ εἰρηκώς· δεύτερον δὲ, τί δήποτε ὁ Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν
παρήγαγε. Φέρε οὖν καὶ ἕτερα προσθέντες οὕτω και‐Column end

62

.

676

(49)

ρίαν τὴν λύσιν ἐπαγάγωμεν. Καὶ γὰρ ὅτε τοῖς Ἀθη‐

62

.

676

(50)

ναίοις διελέγετο, μεταξὺ τῆς δημηγορίας φησὶν, Ἀγνώστῳ Θεῷ· καὶ πάλιν, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν. Ἐπιμενίδης οὖν ἐστιν ὁ εἰρηκὼς, Κρὴς καὶ αὐτὸς ὤν· ἀλλὰ πόθεν κινούμενος, ἀναγκαῖον εἰπεῖν τὴν ὑπόθε‐
55σιν πρὸς ὑμᾶς· ἔχει δὲ οὕτως· Οἱ Κρῆτες τάφον ἔχουσι τοῦ Διὸς ἐπιγραφέντα τοῦτο· Ἐνταῦθα Ζὰν κεῖται, ὃν [I. τὸν] Δία κικλήσκουσι. Διὰ ταύτην
οὖν τὴν ἐπιγραφὴν ὁ ποιητὴς ψεύστας τοὺς Κρῆτας675

62

.

677

κωμῳδὼν, προϊὼν πάλιν ἐπάγει, αὔξων μᾶλλον τὴν κωμῳδίαν· Καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί.
5 Εἰ τοίνυν αὕτη ἡ μαρτυρία ἀληθὴς, ὅρα τὸν κίν‐ δυνον ὅσος. Εἰ γὰρ ἀληθὴς ὁ ποιητὴς εἰπὼν ὅτι ἐψεύ‐ σαντο, τεθνηκέναι τὸν Δία εἰπόντες, ὥς φησιν ὁ ἀπό‐ στολος, μέγας ὁ κίνδυνος. Προσέχετε, Ἀγαπητοὶ, μετὰ πολλῆς τῆς ἀκριβείας· Εἶπεν ὁ ποιητὴς, ὅτι
10ψεύδονται οἱ Κρῆτες οἱ τὸν Δία εἰπόντες τετελευτη‐ κέναι· ἐβεβαίωσε τὴν μαρτυρίαν αὐτοῦ ὁ Ἀπόστολος. Οὐκοῦν κατὰ τὸν Ἀπόστολον ἀθάνατος ὁ Ζεύς· Αὕτη γὰρ, φησὶν, ἡ μαρτυρία ἀληθής ἐστι. Τί οὖν ἐροῦ‐ μεν; μᾶλλον δὲ πῶς ἔστι τοῦτο ἐπιλύσασθαι; Οὐ
15τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ’ ἁπλῶς οὕτως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον. Διὰ τί γὰρ μὴ ἐπήγαγε τὸ, Καὶ γὰρ τά‐ φον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο; Ὥστε οὐ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ἀλλ’ ὅτι καλῶς ὁ δεῖνα εἶ‐
20πεν, ὅτι ψεῦσταί εἰσιν οἱ Κρῆτες. Οὐκ ἐντεῦθεν δὲ μόνον ἰσχυριζόμεθα, ὅτι οὐκ ἔστι θεὸς ὁ Ζεύς· ἔνεστι γὰρ καὶ ἑτέρωθεν πολλαχόθεν κατασκευάζοντας, καὶ οὐχὶ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας, τοῦτο σαφῶς ἀποδεῖξαι. Ἄλλως δὲ οὐκ ἐν τούτῳ εἶπεν αὐτοὺς ψεύ‐
25δεσθαι· μᾶλλον δὲ εἰκὸς καὶ τοῦτο ἐψεῦσθαι αὐτούς· καὶ γὰρ καὶ ἄλλους ἐνόμιζον θεούς. Διὰ τοῦτο ὁ Ἀπό‐ στολος ψεύστας αὐτοὺς εἶπεν. Ἀλλὰ τὸ ζητούμενον, τί δήποτε ἀπὸ τῶν Ἑλλη‐ νικῶν ἄγει τὰς μαρτυρίας. Ὅτι μάλιστα τούτοις
30ἐντρέπομεν αὐτοὺς, ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς μαρτυρίας καὶ τὰς κατηγορίας, ὅταν τοὺς παρ’ αὐτοῖς θαυμαστοὺς, τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. Διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται λέγων, Ἀγνώστῳ Θεῷ. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ
35ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερ‐ βορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγά‐ λα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ’
40αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός. Εἶπεν οὖν, ὅτι Ὃν προλαβόν‐ τες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
45Τὸ δὲ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, περὶ τοῦ Διὸς εἴρηται τῷ Ἀράτῳ· ὃς ἐπεὶ ἀρχόμενος εἶπε, Με‐ σταὶ δὲ Διὸς μὲν ἀγυιαὶ, μεστὴ δὲ θάλασσα, τότε ἐπήγαγε τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, δεικνὺς οἶ‐ μαι κἀκεῖνος ὅτι γεγόναμεν ἐκ Θεοῦ. Πῶς οὖν ὁ Παῦ‐

62

.

677

(50)

λος τὰ περὶ τοῦ Διὸς εἰρημένα εἰς τὸν Θεὸν τῶν ὅλων εἵλκυσεν; Οὐ τὰ περὶ τοῦ Διὸς εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῷ Διὶ, ταῦτα ἀποδί‐ δωσι τῷ Θεῷ· ἐπεὶ καὶ τὸ, θεὸς, ὄνομα αὐτοῦ μόνου
55ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. Ἀλλὰ
πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι; ἀπὸ τῶν προ‐Column end

62

.

678

φητῶν; Ἀλλ’ οὐκ ἂν ἐπίστευσαν· ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν Εὐαγγελίων φθέγγεται, ἀλλ’ ἀπὸ τῶν προφητῶν· διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰου‐ δαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς
5ὑπὸ νόμον ὡς ὑπὸ νόμον. βʹ. Τοῦτο καὶ ὁ Θεὸς ποιεῖ· οἷον ἐπὶ τῶν μάγων, οὐ δι’ ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι’ ἀποστόλου, οὐ δι’ εὐαγγελιστοῦ, ἀλλὰ πόθεν; Διὰ ἄστρου· ἐπει‐ δὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς
10εἵλκυσε. Πάλιν ἐπὶ τῶν βοῶν ἐπὶ τῆς κιβωτοῦ, Ἐὰν πορευθῶσι, φησὶ, τήνδε τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. Οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις; Ἄπαγε· ἀλλ’ ἀπὸ τῶν οἰκείων στομάτων αὐτοὺς ἐλέγχει καὶ καταπλήτ‐
15τει. Πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου· καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν καταλαμβάνειν. Τίνος οὖν ἕνεκεν ἐπεστόμισε τὸν δαίμονα ὁ Παῦλος τὸν λέγοντα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου
20εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτη‐ ρίας; τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι; Ἐκεῖ μὲν εἰκότως· καὶ γὰρ τὰ σημεῖα προεχώρει· ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν, ἀλλ’ αὐτὸς ἑαυτὸν ἐκήρυττε· καὶ οἱ δαίμονες δὲ
25οὐ προσεκυνοῦντο. Οὐκ ἦν γὰρ εἴδωλον τὸ φθεγγό‐ μενον, ἵνα κωλυθῇ. Καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐ‐ λογῆσαι, καὶ οὐκ ἐκώλυσεν. Οὕτω πανταχοῦ συγ‐ καταβαίνει. Καὶ τί τοῦτο θαυμάζεις; Αὐτὸς περὶ ἑαυτοῦ ἀφίησι δόξας πονηρὰς καὶ ἀναξίους ἑαυτοῦ
30συνίστασθαι, οἷον ὅτι σῶμα ἦν πρότερον, ὅτι ὁρατός· πρὸς τοῦτο γοῦν λέγει, Πνεῦμα ὁ Θεός. Πάλιν ὅτι χαίρει ταῖς θυσίαις, ὅπερ ἦν ἀλλότριον αὐτοῦ, καὶ ῥήματα φθέγγεται ἀπᾴδοντα αὐτοῦ τῆς ὁμολογίας· καὶ ὅσα τοιαῦτα. Οὐδαμοῦ γὰρ τὴν ἀξίαν ὁρᾷ τὴν
35ἑαυτοῦ, ἀλλὰ πανταχοῦ τὸ ἡμῖν χρήσιμον. Εἰ γὰρ πατὴρ οὐχ ὁρᾷ τὴν ἀξίαν τὴν ἑαυτοῦ, ἀλλὰ συμ‐ ψελλίζει τοῖς παιδίοις, καὶ τροφὴν καὶ ἐδέσματα καὶ πόματα οὐχ Ἑλληνικοῖς ὀνόμασι καλῶν, ἀλλὰ παι‐ δικῇ τινι διαλέξει καὶ βαρβάρῳ, πολλῷ μᾶλλον ὁ Θεός.
40Καὶ ὀνειδίζει συγκαταβατικῶς διὰ τοῦ προφή‐ του, λέγων· Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν· καὶ πανταχοῦ συγκατάβασίς ἐστι τὰ ἐν ταῖς Γραφαῖς, καὶ ῥήματα καὶ πράγματα. Δι’ ἣν αἰτίαν, φησὶν, ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσι τῇ πί‐
45στει. Διὰ τοῦτό φησιν, ἐπειδὴ ἦθος αὐτοῖς ἐστιν ἰταμὸν καὶ δολερὸν καὶ ἀκόλαστον. Τάδε μυρία κακὰ αὐτοὶ ἔχουσιν. Ὅταν δὲ καὶ ψεύδωνται προχείρως, καὶ δολεροὶ ὦσι καὶ γαστρίμαργοι καὶ ἀργοὶ, σφοδροῦ καὶ πληκτικοῦ τοῦ λόγου δεῖ· προσηνείᾳ γὰρ οὐκ ἂν

62

.

678

(50)

ἀχθείη ὁ τοιοῦτος. Ἔλεγχε οὖν αὐτούς. Ἐνταῦθα οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους. Ἀπο‐ τόμως. Βαθυτέραν, φησὶ, δίδου τὴν πληγήν. Οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ ποικίλως, καὶ πρὸς τὰ ὑποκείμενα. Οὐδαμοῦ παρα‐
55καλεῖ ἐνταῦθα. Ὥσπερ γὰρ ὁ τὸν ἐπιεικῆ καὶ εὐγενῆ πλήττων ἀναιρεῖ καὶ ἀπόλλυσιν· οὕτως ὁ τὸν δεό‐
μενον σφοδρότητος κολακεύων διαφθείρει καὶ οὐκ677

62

.

679

ἀφίησι διαναστῆναι. Ἵνα ὑγιαίνωσι, φησὶν, ἐν τῇ πίστει. Ἄρα τοῦτο ὑγεία, τὸ μηδὲν νόθον μηδὲ ἀλλότριον ἐπεισάγειν. Εἰ δὲ οἱ βρώματα παρατη‐ ροῦντες οὐχ ὑγιαίνουσιν, ἀλλὰ νοσοῦσι καὶ ἀσθενοῦσι
5(Τοὺς γὰρ ἀσθενοῦντας, φησὶ, τῇ πίστει προσ‐ λαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν)· τί ἂν εἴποι τις περὶ τῶν τὰ αὐτὰ νηστευόντων αὐτοῖς, περὶ τῶν σαββατιζόντων, περὶ τῶν εἰς τόπους ἀπερ‐ χομένων ἐκείνοις ἀφιερωμένους; τὸν ἐν Δάφνῃ λέγω,
10τὸ τῆς Ματρώνης λεγόμενον σπήλαιον, τὸν ἐν Κι‐ λικίᾳ τόπον τὸν τοῦ Κρόνου λεγόμενον. Πῶς δὲ οὗτοι ὑγιαίνουσι; Διὸ χρὴ σφοδροτέρας αὐτοῖς τῆς πληγῆς. Διὰ τί οὖν ἐπὶ Ῥωμαίων τὸ αὐτὸ οὐ ποιεῖ; Ὅτι οὐ τοιαῦτα τὰ ἤθη ἐκείνων, ἀλλ’ εὐγενέστεροι ἐτύγ‐
15χανον. Μὴ προσέχοντες, φησὶν, Ἰουδαϊκοῖς μύθοις. Διπλῇ μῦθος τὰ Ἰουδαϊκὰ, καὶ ὅτι παραποίησις, καὶ ὅτι παρὰ καιρὸν τὸ πρᾶγμα· λοιπὸν γὰρ μῦθος γί‐ νεται. Ὅταν γὰρ μὴ δεῖ αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν, ὥσπερ ἄχρηστόν ἐστιν. Ὥσπερ
20οὖν ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· οὐ γάρ ἐστιν ὑγιαίνειν. Εἰ γὰρ πιστεύεις τῇ πίστει, τί ἕτερα ἐπεισάγεις, ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι; τί καταδουλοῖς ἑαυτὸν καὶ ὑποβάλλεις τῷ νόμῳ; οὐ θαῤῥεῖς τῷ πράγματι; Τοῦτο νοσοῦντός ἐστι
25καὶ ἀπιστοῦντος· πιστῆς γὰρ διανοίας μὴ ἀμφιβάλ‐ λειν· ἀμφιβάλλει δὲ ὁ τοιοῦτος. Πάντα μὲν, φησὶ, καθαρὰ τοῖς καθαροῖς. Ὁρᾷς ὅτι πρός τί ἐστι τὸ εἰ‐ ρημένον; Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπίστοις οὐδὲν καθαρόν.
30 γʹ. Οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἢ ἀκά‐ θαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμ‐ βανόντων. Ἀλλὰ μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες
35καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Οὐκοῦν καὶ ὁ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπ‐ ηγόρευται; Οὐ τῇ φύσει ἀκάθαρτον ἦν· πάντα γὰρ καθαρά· ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωμάτων· ἀλλ’ ἐπετέ‐
40τραπτο, καὶ καθαρὸν εἶναι ἐδόκει. Πάλιν οὐδὲν ὄρ‐ νιθος ἀκαθαρτότερον· σκώληκας γὰρ ἐσθίει· οὐδὲν ἐλάφου· καὶ γὰρ καὶ παρὰ τοῦτό φασιν αὐτὸν καλεῖ‐ σθαι ἔλαφον διὰ τὸ ὄφεις ἐσθίειν· ἀλλὰ πάντα ταῦτα ἠσθίετο. Τίνος οὖν ἕνεκεν τὸν ὗν καὶ ἕτερά τινα
45τοιαῦτα ἀπηγόρευσεν; Οὐχ ὡς ἀκάθαρτα, ἀλλὰ τὸ πλέον τῆς τρυφῆς περικόπτων. Ἀλλ’ εἰ μὲν τοῦ‐ το εἶπεν, οὐκ ἂν ἔπεισε· νῦν δὲ τῷ φόβῳ τῆς ἀκα‐ θαρσίας αὐτοὺς κατέσχε. Τί γὰρ, εἰπέ μοι, οἴνου ἀκαθαρτότερον, εἰ ταῦτα ἐξετάζειν χρή; τί δὲ ὕδατος,

62

.

679

(50)

εἰπέ μοι, ᾧ μάλιστα ἐκαθαίροντο; νεκρῶν οὐχ ἥπ‐
τοντο, καὶ νεκρῷ καθηγνίζοντο· τὸ γὰρ σφαζόμενονColumn end

62

.

680

νεκρὸν, καὶ τούτῳ ἐκαθαίροντο. Οὕτω παίδων ἦν ἡ διδασκαλία. Σκόπει δέ· Ὁ οἶνος οὐχὶ ἀπὸ κόπρου τὴν σύστασιν ἔχει; ὥσπερ γὰρ ἀπὸ τῆς γῆς ἕλκει ἡ ἄμπελος τὴν νοτίδα, οὕτω καὶ ἀπὸ τῆς κόπρου
5τῆς παρακειμένης. Καὶ ὅλως, εἰ βουλοίμεθα ἀκριβο‐ λογεῖσθαι, πάντα ἀκάθαρτα. Ἀλλ’ οὐδὲν, εἰ βουλοί‐ μεθα μὴ ἀκριβολογεῖσθαι, ἀκάθαρτον, ἀλλὰ πάντα καθαρά· οὐδὲν ὁ Θεὸς ἀκάθαρτον ἐποίησεν· οὐδὲν γὰρ ἀκάθαρτον, εἰ μὴ ἡ ἁμαρτία μόνη· ψυχῆς γὰρ ἅπτε‐
10ται, καὶ ταύτην ῥυποῖ. Τοῦτο δὲ πρόληψίς ἐστιν ἀνθρωπίνη. Τοῖς δὲ μεμιαμμένοις, φησὶ, καὶ ἀπί‐ στοις οὐδὲν καθαρὸν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. Πῶς γὰρ ἐν τοῖς καθαροῖς ἀκάθαρτον ἂν εἴης; Ὁ ψυχὴν ἔχων ἀσθενῆ, πάντα
15ῥυποῖ. Εἰ δὲ ἐνσπαρῇ τοιοῦτος λογισμὸς τὸ καθαρὸν καὶ τὸ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται· οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθῦς λέγω, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτῶν λογισμὸν (Μεμίανται αὐτῶν, φησὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις), ἀλλὰ πάντα μιαρά. Ἀλλ’ οὐκ
20εἶπεν οὕτως, ἀλλὰ τί; Περιέτρεψεν εἰς αὐτοὺς τὸ πᾶν. Οὐδὲν γὰρ ἀκάθαρτον, φησὶν, ἀλλ’ αὐτοὶ, καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν· τούτων οὐδέν ἐστιν ἀκα‐ θαρτότερον. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔρ‐ γοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς,
25καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Τοῦτό ἐστιν ἀκαθαρσία· αὐτοί εἰσιν ἀκάθαρτοι· ἀλλὰ μὴ τούτων ἕνεκεν σιγήσῃς. Κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πράττε· κἂν μὴ πείθωνται, σὺ παραίνει καὶ
30συμβούλευε. Ἐνταῦθα πλέον αὐτοὺς διαβάλλει. Καὶ γὰρ οἱ μαινόμενοι οὐδὲν νομίζουσιν ἑστηκέναι· ἀλλ’ οὐ παρὰ τὰ ὁρώμενα τοῦτο γίνεται, ἀλλὰ παρὰ τοὺς ὁρῶντας ὀφθαλμούς. Ἐπειδὴ ἄστατοί εἰσι καὶ ἰλιγ‐ γιῶντες, νομίζουσι περιστρέφεσθαι αὐτοῖς τὴν γῆν·
35ἀλλ’ οὐ περιστρέφεται, ἀλλ’ ἕστηκε παγία· τοῦ γὰρ πάθους αὐτῶν ἡ ἀπόνοια, οὐ τοῦ στοιχείου τὸ πάθος. Οὕτω καὶ ἐνταῦθα· ὅταν ψυχὴ ἀκάθαρτος ᾖ, πάν‐ τα ἀκάθαρτα νομίζει. Ἄρα οὖν οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατα‐
40τολμᾷν· ὁ γὰρ φύσει καθαρὸς, πάντων κατατολμᾷ, οἱ δὲ ἐῤῥυπωμένοι, οὐδενός. Τοῦτο καὶ πρὸς Μαρ‐ κίωνα ἔστιν εἰπεῖν. Ὁρᾷς ὅτι καθαρότητος τεκμήριον τίθεται τὸ παντὸς ῥύπου ἀνώτερον εἶναι, τὸ δὲ μη‐ δενὸς ἅπτεσθαι, ἀκαθαρσίας; Οὕτω καὶ ἐπὶ Θεοῦ·
45ὅτι σάρκα ἀνέλαβε, τοῦτο καθαρότητος· εἰ δεδοικὼς δὲ οὐκ ἀνέλαβε, ῥύπου. Ὁ τὰ δοκοῦντα εἶναι ἀκάθαρτα μὴ ἐσθίων, οὗτός ἐστιν ἀκάθαρτος καὶ ἀσθενής· ὁ δὲ ἐσθίων, οὐκέτι. Μὴ καθαροὺς τοίνυν καλῶμεν τοὺς τοιούτους· οὗτοί εἰσιν οἱ ἀκάθαρτοι· ὁ δὲ πάντων

62

.

680

(50)

κατατολμῶν, καθαρός. Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή· ἐκεῖνο γὰρ ἀκαθαρσία, ἐκεῖνο ῥύπος· τοῦτο δὲ οὐδὲν τούτων. Ἐπεὶ καὶ οἱ στόμα ἔχοντες διεφθαρμένον νομίζουσι τὰ προσφερόμενα ἀκάθαρτα εἶναι, τοῦτο δὲ τοῦ πά‐
55θους ἐστί. Χρὴ τοίνυν τῶν καθαρῶν σφόδρα εἰδέναι
καὶ τῶν ἀκαθάρτων τὴν φύσιν.679

62

.

681

Τί οὖν ἐστιν ἀκάθαρτον; Ἁμαρτία, κακία, πλεον‐ εξία, πονηρία. Λούσασθε, φησὶ, καθαροὶ γίνε‐ σθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.
5Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, φησὶ, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἐπεὶ καὶ αἱ παρατη‐ ρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσιῶν. Νεκροῦ, φησὶ, μὴ ἅψῃ. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, νεκρὸν καὶ ὀδωδός. Ὁ λεπρὸς, φησὶν, ἀκάθαρτός ἐστι. Καὶ
10γὰρ ἡ ἁμαρτία ποικίλον καὶ πολυειδές. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἐκ τῶν ἑξῆς δῆλον. Ἐὰν γὰρ ᾖ διαπαν‐ τὸς ἡ λέπρα καὶ καθ’ ὅλου τοῦ σώματος, καθαρός ἐστιν· ἐὰν δὲ ἐν μέρει, οὐκέτι. Ὁρᾷς ὅτι τὸ ποικίλον καὶ ἐνηλλαγμένον ἐστὶ τὸ ἀκάθαρτον; Πάλιν ὁ γο‐
15νοῤῥυὴς ἀκάθαρτος ἐν τῇ ψυχῇ. Λόγισαι τὸν γονοῤ‐ ῥυῆ, τὸν τὰ σπέρματα ἀποβάλλοντα. Ὁ μὴ περιτμη‐ θεὶς πάλιν ἀκάθαρτος. Ὁρᾷς πῶς οὐκ ἔστι ταῦτα ἀλληγορία, ἀλλὰ τύποι; Ὁ μὴ περιελὼν, φησὶ, τῆς ψυχῆς τὴν κακίαν. Ὁ ἐργαζόμενος ἐν τῷ σαββάτῳ,
20λιθάζεται· τουτέστιν, ὁ μὴ διαπαντὸς ἀνακείμενος τῷ Θεῷ, οὗτος ἀπόλλυται. Εἴδετε πόσοι τρόποι ἀκα‐ θαρσιῶν; Ἡ ἀπὸ λέχους, φησὶν, ἀκάθαρτός ἐστι. Διὰ τί, εἰπέ μοι; Οὐχὶ σπόρον καὶ γέννησιν αὐτὸς ἐποίησε; τίνος οὖν ἕνεκεν ἀκάθαρτος ἡ γυνή; εἰ μὴ
25ἕτερόν τι ᾐνίττετο. Τί δὲ τοῦτό ἐστιν; Εὐλάβειαν ἐνέτικτε τῇ ψυχῇ, τῆς πορνείας ἀπήγαγε πόῤῥω. Εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ πορ‐ νεύουσα· εἰ τὸ τῇ γυναικὶ τῇ ἑαυτοῦ πλησιάζειν οὐ σφόδρα καθαρὸν, τὸ ἀλλοτρίᾳ μίγνυσθαι πολλῷ μᾶλ‐
30λον. Ὁ ἀπὸ κήδους, φησὶν, ἀκάθαρτος· πολλῷ μᾶλ‐ λον ὁ ἀπὸ φόνου καὶ πολέμου. Καὶ πολλοὺς ἂν εὕροι τις τρόπους ἀκαθαρσιῶν, εἴ γε δεῖ πάντας ἀνα‐ λέγεσθαι. Ἀλλ’ οὐ νῦν ταῦτα ἀπαιτούμεθα, ἀλλὰ μετέστη εἰς τὴν ψυχὴν τὸ πᾶν. Τὰ γὰρ σωματικὰ
35ἐγγυτέρω ἡμῶν· διὰ τοῦτο ἀπὸ τούτου ἐνήγαγεν· ἀλλ’ οὐ νῦν· οὐ γὰρ ἔδει παρακαθέζεσθαι τοῖς τύποις, οὐδὲ προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι, καὶ ταύτης ἀντιλαμβάνεσθαι. Ἀκάθαρτον ἡ ἁμαρτία· ταύτην φεύγωμεν, ταύ‐
40της ἀπεχώμεθα· Ἐὰν προσέλθῃς, φησὶ πρὸςColumn end

62

.

682

αὐτὴν, δέξεταί σε. Οὐδὲν πλεονεξίας ἀκαθαρτότε‐ ρον. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν πραγμά‐ των. Τί γὰρ οὐ μιαίνει; χεῖρας, ψυχὴν, αὐτὴν τὴν οἰκίαν, ἔνθα ἀπόκειται τὰ ἁρπαζόμενα. Πρὸς Ἰου‐
5δαίους μὲν οὖν οὐδὲν τοῦτο εἶναι δοκεῖ. Καίτοι ὀστᾶ ἐβάστασεν ὁ Μωϋσῆς τοῦ Ἰωσὴφ, καὶ ὁ Σαμψὼν ἀπὸ σιαγόνος ὄνου ἔπιε, καὶ ἀπὸ λέοντος μέλι ἔφαγε, καὶ Ἠλίας ἀπὸ κοράκων ἐτρέφετο, καὶ παρὰ γυ‐ ναικὸς χήρας. Τί δὲ, εἰπέ μοι, εἰ τούτων ἕνεκεν ἀκρι‐
10βολογεῖσθαι χρὴ, τὰ δέρματα τῶν βιβλίων αὐτῶν οὐ πάντων ἦν ἐναγέστερα; καὶ γὰρ ἀπὸ νεκρῶν ζώων ἐστίν. Οὐχὶ ὁ πόρνος τοίνυν ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ἕτεροι τούτου μᾶλλον, καὶ ὁ μοιχὸς ἀκάθαρ‐ τος· ἀκάθαρτος δὲ καὶ οὗτος κἀκεῖνος, οὐ διὰ τὴν
15μίξιν· ἐπεὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ γυναικὶ ἰδίᾳ πλησιάζων, ἀκάθαρτος· ἀλλὰ διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν, ὅτι τὸν ἀδελφὸν ἐπλεονέκτησεν ἐν τοῖς ἀναγκαιοτάτοις. Ὁρᾷς ὅτι ἡ κακία ἀκάθαρτον; Καὶ ὁ μὲν δύο γυναῖκας ἔχων οὐκ ἦν ἀκάθαρτος·
20καὶ πολλὰς ἔχων ὁ Δαυῒδ οὐκ ἦν ἀκάθαρτος· ἐπειδὴ δὲ μίαν ἔσχε παρανόμως, ἀκάθαρτος γέγονε. Διὰ τί; Ὅτι ἠδίκησεν, ὅτι ἐπλεονέκτησε. Καὶ ὁ πόρ‐ νος δὲ οὐ διὰ τοῦτο ἀκάθαρτος διὰ τὴν μίξιν, ἀλλὰ διὰ τὸν τρόπον, ὅτι ἀδικεῖ τὸ γύναιον, καὶ ἀλλήλους
25ἀδικοῦσι τὴν γυναῖκα ποιοῦντες κοινὴν, καὶ τοὺς τῆς φύσεως ἀνατρέποντες νόμους· ἑνὸς γὰρ αὐτὴν ἔδει εἶναι. Ἄρσεν γὰρ, φησὶ, καὶ θῆλυ ἐποίησεν αὐ‐ τούς· καὶ εἶπεν, Ἔσονται οἱ δύο εἰς σάρκα μίαν· οὐχ οἱ πολλοὶ, ἀλλ’ Οἱ δύο εἰς σάρκα μίαν. Καὶ
30ἐνταῦθα τοίνυν ἀδικία ἐστὶ, καὶ διὰ τοῦτο πονηρὸν τὸ πρᾶγμα. Ὁ θυμὸς πάλιν ὅταν ὑπερβῇ τὰ μέτρα, ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον, οὐ διὰ τὴν ὀργὴν, ἀλλὰ διὰ τὸν τρόπον· ἐπεὶ καὶ τοῦτο πρόσκειται, Ὁ ὀργιζόμενος, οὐχ ἁπλῶς, ἀλλὰ, εἰκῆ. Ὥστε παντα‐
35χοῦ τὸ τοῦ πλείονος ἐφίεσθαι, ἀκάθαρτον· ἀπὸ γὰρ ἀπληστίας καὶ τοῦ ἀκορέστου τὸ πρᾶγμα τίκτεται. Νήφωμεν τοίνυν, παρακαλῶ, καθαροὶ γενώμεθα τὴν ἀληθῆ καθαρότητα, ἵνα τὸν Θεὸν ἰδεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ
40ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

681

(42)

ΟΜΙΛΙΑ Δʹ. Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρο‐ νας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ
45ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστή‐ ματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρο‐ νίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέ‐ κνους, σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθὰς,

62

.

681

(50)

ὑποτασσομένας τοῖς οἰκείοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. αʹ. Ἔστιν ἃ καὶ τὸ γῆρας ἐλαττώματα ἔχει, καὶ οὐχ ἡ νεότης· καὶ ἔχει μέν τινα καὶ τῶν τῆς νεότητος,
ἔχει δὲ ὅμως καὶ τὸ νωθρὸν, τὸ ὀκνηρὸν, τὸ ληθαργὸν,Column end

62

.

682

(43)

τὸ ἀμβλὺ, τὸ ἀκρόχολον. Διὰ τοῦτο περὶ τούτων παρ‐ αγγέλλων φησί· Πρεσβύτας εἶναι νηφαλίους.
45Πολλὰ γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· καὶ πρῶτον αὐτὸ ὅπερ ἔφην, τὸ πανταχόθεν ἀμβλύνεσθαι, καὶ δυσκόλως διεγείρε‐ σθαι, καὶ δυσκόλως κινεῖσθαι· διὸ καὶ ἐπάγει, Σε‐ μνοὺς, σώφρονας. Ἐνταῦθα τοὺς φρονίμους φησί·

62

.

682

(50)

σωφροσύνη γὰρ τοῦτο λέγεται ἡ τῶν φρενῶν σωτη‐ ρία. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἐν τοῖς γεγηρακόσι λυττῶντες ἄνθρωποι, παράφρονες, οἱ μὲν ἀπὸ οἴνου, οἱ δὲ ἀπὸ λύπης· μικροψύχους γὰρ τὸ γῆρας ποιεῖ. Ὑγιαί‐ νοντας ἐν τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. Καὶ
55καλῶς εἴρηκε, Τῇ ὑπομονῇ· καὶ τοῦτο γὰρ μά‐ λιστα τοῖς γέρουσιν ἁρμόζει· Πρεσβύτιδας ὡσαύτως
ἐν καταστήματι ἱεροπρεπεῖς, τουτέστιν, ἀπ’ αὐ‐681

62

.

683

τοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δεικνυμένας τὴν κοσμιότητα. Μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Μάλιστα γὰρ τοῦτο γυναικῶν τὸ ἐλάττωμα καὶ τοῦ γήρως· τῷ γὰρ κατεψῦχθαι τὰς
5ἡλικίας πολλὴ καὶ τούτου γίνεται ἡ ἐπιθυμία. Ὅθεν καὶ περὶ τούτου μάλιστα τὴν παραίνεσιν πρὸς αὐτὰς ποιεῖται, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος, καὶ διαφυγεῖν τὸν ἐντεῦθεν γέλωτα. Καὶ γὰρ εὐκολώτε‐
10ρον καὶ οἱ κάτωθεν ἀτμοὶ ἀναφέρονται, καὶ αἱ μήνιγ‐ γες τὴν βλάβην δέχονται τῷ πεπαλαιῶσθαι αὐτὰς τῷ χρόνῳ· καὶ ἐντεῦθεν ἡ μέθη μάλιστα γίνεται. Δεῖ μὲν οὖν οἴνου τῇ ἡλικίᾳ ταύτῃ μάλιστα, ἀσθε‐ νὴς γάρ· δεῖ δὲ οὐ πολλοῦ, ὥσπερ οὐδὲ ταῖς νέαις,
15οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ σφόδρα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτεσθαι. Καλοδιδασκά‐ λους. Καὶ μὴν κωλύεις γυναῖκας διδάσκειν· πῶς οὖν ἐνταῦθα ἐπιτρέπεις, ἐν τοῖς ἑτέρωθι λέγων, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Ἀλλ’ ἄκουε
20τί ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἀνδράσι μὲν γὰρ ἐπιτέτραπται διδάσκειν ἄνωθεν καὶ ἄνδρας καὶ γυναῖκας· γυναιξὶ δὲ τὸν μὲν παραινετικὸν ἐπιτρέπει λόγον ἐπ’ οἰκίας, οὐδαμοῦ δὲ προκαθῆ‐ σθαι συγχωρεῖ, οὐδὲ μακρὸν ἀποτείνειν λόγον ἀφίησι.
25Διὰ τοῦτο ἐπήγαγεν, Οὐδὲ αὐθεντεῖν ἀνδρός. Ἵνα σωφρονίζωσι, φησὶ, τὰς νέας. βʹ. Ὁρᾷς πῶς συμπλέκει καὶ συνάγει τὸν λαόν; πῶς ὑποτάττει τὰς νεωτέρας ταῖς γεγηρακυίαις; Οὐ γὰρ περὶ θυγατέρων ἐνταῦθα διαλέγεται, ἀλλ’ ἁπλῶς
30ἀπὸ τῆς ἡλικίας. Ἑκάστη, φησὶ, πρεσβυτέρα τὴν νεωτέραν σωφρονιζέτω. Φιλάνδρους εἶναι. Τὸ κε‐ φάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· Γυνὴ γὰρ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Τούτου γὰρ ὄντος, οὐδὲν τῶν ἀηδῶν συμβήσεται. Πῶς γὰρ, τῆς
35κεφαλῆς πρὸς τὸ σῶμα συννενευκυίας, καὶ μηδε‐ μιᾶς ἐκεῖ διαστάσεως οὔσης, οὐ πάντα τὰ λοιπὰ εἰρηνεύσεται; τῶν γὰρ ἀρχόντων ἐν εἰρήνῃ ὄντων, τίς ὁ διαιρῶν καὶ διατέμνων τὴν εἰρήνην; ὥσπερ αὖ τούτων κακῶς διακειμένων, οὐδὲν ὑγιὲς ἔσται κατὰ
40τὴν οἰκίαν. Οὐδὲν οὖν τούτου μεῖζον· καὶ χρημάτων καὶ εὐγενείας καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάν‐ των τοῦτο λυσιτελέστερον. Οὐκ εἶπεν ἁπλῶς, ἐν εἰρήνῃ εἶναι, ἀλλὰ, φιλεῖν τοὺς ἄνδρας. Ὅταν γὰρ ἀγάπη ᾖ, οὐδὲν τῶν δυσκόλων παρείσδυσιν ἕξει· ἀπὸ
45ταύτης γὰρ καὶ τὰ λοιπὰ τίκτεται ἀγαθά. Φιλοτέ‐ κνους, φησί. Καλῶς· ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον καὶ τοὺς καρπούς. Σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς. Πάντα ἀπ’ ἐκείνης τίκτεται· καὶ γὰρ ἀγαθαὶ καὶ οἰκουροὶ ἀπὸ τῆς ἀγάπης καὶ τῆς

62

.

683

(50)

περὶ τὸν ἄνδρα φιλίας γίνονται. Ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται· ὡς ἥ γε τοῦ ἀνδρὸς καταφρονοῦσα καὶ τῆς οἰκίας ἀμελεῖ. Ἀπὸ δὲ τοῦ φιλεῖν καὶ σωφρο‐ σύνη πολλὴ τίκτεται, ἀπὸ τοῦ φιλεῖν πᾶσα ἀναιρεῖ‐
55ται φιλονεικία· κἂν Ἕλλην ᾖ, ταχέως πει[σ]θήσεται· κἂν Χριστιανὸς, βελτίων ἔσται. Ὁρᾷς τοῦ Παύλου τὴν συγκατάβασιν; Ὁ πάντα πράττων ὥστε ἡμᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα. Τούτων γὰρ
60καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν
ἔξει· ἑτέρως δὲ, κἀκεῖνα λυμαίνεται. Ἡ γὰρ οἰκου‐Column end

62

.

684

ρὸς γυνὴ καὶ σώφρων ἔσται, ἡ οἰκουρὸς καὶ οἰκονο‐ μική· οὔτε περὶ τρυφὴν, οὔτε περὶ ἐξόδους ἀκαίρους, οὔτε περὶ ἄλλο τι τῶν τοιούτων ἀσχοληθήσεται. Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, βλασφημῆται. Ὁρᾷς
5ὅτι προηγουμένως τοῦ κηρύγματος φροντίζει, οὐχὶ τῶν κοσμικῶν πραγμάτων; Καὶ γὰρ πρὸς Τιμόθεον γράφων φησίν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον δι‐ άγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· καὶ ἐνταῦθα, Ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ διδα‐
10σκαλία βλασφημῆται. Εἰ γὰρ συμβαίη γυναῖκα πιστὴν ἀπίστῳ συνοικοῦσαν μὴ εἶναι ἐνάρετον, ἡ βλασφημία ἐπὶ τὸν Θεὸν διαβαίνειν εἴωθεν· εἰ δὲ εἴη κοσμία, τὸ κήρυγμα καρποῦται τὴν δόξαν τὴν ἐξ ἐκείνης καὶ τῶν ὑπ’ ἐκείνης κατορθουμένων. Ἀκουέ‐
15τωσαν αἱ γυναῖκες, ὅσαι μοχθηροῖς ἢ ἀπίστοις συνοι‐ κοῦσιν ἀνδράσιν· ἀκουέτωσαν, καὶ παιδευέσθωσαν διὰ τῶν οἰκείων τρόπων ἐνάγειν αὐτοὺς εἰς εὐσέβειαν. Κἂν γὰρ μηδὲν ἕτερον κερδάνῃς, μηδὲ ἐφελκύσῃ τὸν ἄνδρα πρὸς τὴν τῶν ὀρθῶν δογμάτων κοινωνίαν,
20ἀλλὰ τὸ στόμα αὐτοῦ ἀπέῤῥαψας, οὐκ ἐῶσα βλασφη‐ μεῖσθαι τὸν Χριστιανισμόν. Τοῦτο δὲ οὐ μικρὸν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ θαυμάζεσθαι τὸ δόγμα ἐκ τῆς ἡμετέρας ἀναστροφῆς. Τοὺς νεωτέρους ὡσαύ‐ τως παρακάλει σωφρονεῖν. Ὅρα πῶς πανταχοῦ πα‐
25ρακαλεῖ τὸ πρέπον φυλάττειν. Τῆς μὲν γὰρ εἰς τὰς γυναῖκας διδασκαλίας ταῖς γυναιξὶ τὸ πλέον ἀπ‐ ένειμε, τὰς γεγηρακυίας ταῖς νεωτέραις ἐπιστήσας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῷ δίδωσι καὶ ἀπονέμει. Οὐδὲν γὰρ, οὐδὲν οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλι‐
30κίᾳ ταύτῃ γένοιτ’ ἂν, ὡς τὸ περιγενέσθαι τῶν ἡδο‐ νῶν τῶν ἀτόπων. Οὔτε γὰρ χρημάτων ἔρως, οὔτε δόξης ἐπιθυμία, οὔτε ἄλλο οὐδὲν οὕτω ταύτην διεν‐ οχλεῖ τὴν ἡλικίαν, ὡς ὁ τῶν σωμάτων ἔρως. Διὸ πάντα τὰ ἄλλα ἀφεὶς, περὶ τὸ καίριον αὐτῷ τὴν
35παραίνεσιν ἵστησιν. Εἶτα οὐδὲ τῶν ἄλλων ἕνεκεν ῥᾳθυμεῖ, ἀλλὰ τί φησι; Περὶ πάντα ἑαυτὸν παρ‐ εχόμενος τύπον καλῶν ἔργων. Διδασκέτωσαν μὲν οὖν, φησὶ, καὶ αἱ πρεσβύτεραι τὰς νεωτέρας, καὶ σὺ δὲ αὐτὸς παρακάλει τοὺς νεωτέρους σωφρονεῖν.
40Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγμα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαμπρότης, εἰς μέσον πᾶσι προκειμένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάντα ἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, μετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλομένοις ἐναπομάξασθαί τι τῶν ἐν αὐτῇ
45καλῶν παρεχομένη τὰ παραδείγματα. Ἐν τῇ διδα‐ σκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μη‐ δὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. γʹ. Τὸν ἐξ ἐναντίας φησὶ καὶ τὸν διάβολον καὶ πάντα

62

.

684

(50)

τὸν ἐκείνῳ διακονούμενον. Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος. Πολλὴ ἄρα τῆς τοῦ λόγου διακο‐ νίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου
55τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχο‐ μένου τοῖς βουλομένοις πρόφασιν. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι. Ὁρᾷς τί προλαβὼν εἶπεν, Ἵνα ὁ ἐξ ἐναν‐ τίας, φησὶν, ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν
60φαῦλον. Ἄρα καταγνώσεως ἄξιος ὁ γυναῖκας ἀπὸ
ἀνδρῶν ἀποζευγνὺς τῇ προφάσει τῆς ἐγκρατείας,683

62

.

685

καὶ ὁ δούλους δεσποτῶν ἀποστερῶν τῷ αὐτῷ δὴ τούτῳ προσχήματι. Οὗτος οὐκ ἔστιν ἀκατάγνωστος ὁ λόγος· πολλὴν δὲ καὶ τοῖς ἀπίστοις δίδωσι λαβὴν, καὶ τὰ πάντων καθ’ ἡμῶν ἀνοίγει στόματα. Δούλους,
5φησὶν, ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζο‐ μένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Θεοῦ Σω‐ τῆρος ἡμῶν κοσμῶσιν ἐν πᾶσιν. Εἰκότως ἄρα
10ἔλεγεν ἑτέρωθι, Ὡς τῷ Θεῷ δουλεύοντες, καὶ οὐκ ἀνθρώποις. Κἂν γὰρ τῷ δεσπότῃ διακονῇς μετ’ εὐνοίας, ἀλλ’ ἡ πρόφασις ἀπὸ τοῦ φόβου τὴν ἀρχὴν ἔχει. Ὥστε ὁ μετὰ τοσούτου φόβου ἐκείνῳ διακονῶν, μεγίστων ἐπιτεύξεται τῶν μισθῶν. Εἰ γὰρ
15χειρὸς μὴ κρατεῖ, μηδὲ γλώττης ἀκολάστου, πόθεν θαυμάσεται ὁ Ἕλλην τὸ δόγμα τὸ παρ’ ἡμῖν; Εἰ δὲ τὸν δοῦλον θεάσοιντο τὸν ἐν Χριστῷ φιλοσοφοῦντα, τῶν παρ’ αὐτοῖς φιλοσοφησάντων μείζονα τὴν ἐγκρά‐ τειαν ἐπιδεικνύμενον, καὶ μετὰ πολλῆς τῆς ἐπιει‐
20κείας καὶ τῆς εὐνοίας διακονούμενον, παντὶ τρόπῳ θαυμάσεται τὴν δύναμιν τοῦ κηρύγματος. Οὐ γὰρ ἀπὸ δόγματος δόγματα, ἀλλ’ ἀπὸ πραγμάτων καὶ βίου τὰ δόγματα κρίνουσιν Ἕλληνες. Ἔστωσαν οὖν αὐτοῖς καὶ γυναῖκες καὶ δοῦλοι διδάσκαλοι διὰ τῆς
25οἰκείας ἀναστροφῆς. Καὶ γὰρ καὶ παρ’ αὐτοῖς, καὶ πανταχοῦ τοῦτο διωμολόγηται, ὅτι τὸ τῶν δούλων γένος ἰταμόν πώς ἐστι, δυσδιατύπωτον, δυστράπε‐ λον, οὐ σφόδρα ἐπιτήδειον πρὸς τὴν τῆς ἀρετῆς δι‐ δασκαλίαν, οὐ διὰ τὴν φύσιν, μὴ γένοιτο, ἀλλὰ διὰ
30τὴν ἀνατροφὴν καὶ τὴν ἀμέλειαν τὴν παρὰ τῶν δε‐ σποτῶν. Ἐπειδὴ γὰρ πανταχοῦ οὐδενὸς ἑτέρου, ἀλλὰ τῆς αὐτῶν διακονίας οἱ κρατοῦντες αὐτῶν φροντί‐ ζουσιν· εἰ δέ που καὶ τῶν τρόπων ἐπιμεληθεῖεν, καὶ τοῦτο πάλιν διὰ τὴν αὐτῶν ἀνάπαυσιν πράττουσιν,
35ὥστε μὴ πράγματα αὐτοῖς παρέχειν ἢ πορνεύοντας, ἢ κλέπτοντας, ἢ μεθύοντας· εἰκότως ἠμελημένοι, καὶ οὐδένα τῶν πολυπραγμονούντων ἔχοντες, εἰς αὐτὰ τῆς κακίας τὰ βάραθρα καταποντίζονται. Εἰ γὰρ, ἔνθα πατὴρ ἐφέστηκε καὶ μήτηρ καὶ παιδαγω‐
40γὸς καὶ τροφεὺς καὶ διδάσκαλος καὶ ἡλικιῶται, καὶ αὐτὴ ἡ τῆς ἐλευθερίας δόξα περικειμένη, καὶ πολλὰ ἕτερα, μόλις ἄν τις διαφύγοι τὰς τῶν πονηρῶν συνου‐ σίας· τί οἴει τοὺς πάντων τούτων ἐρήμους ὄντας, καὶ μιαροῖς ἀναμιγνυμένους, καὶ μετὰ ἀδείας οἷς ἂν
45ἐθέλωσι συγγινομένους, οὐδενὸς ὄντος τοῦ τὰς φιλίας αὐτῶν πολυπραγμονοῦντος; τί οἴει τοὺς τοιούτους ἔσεσθαι; Διὰ τοῦτο δύσκολον δοῦλον γενέσθαι ἀγα‐ θόν. Ἄλλως δὲ οὐδὲ διδασκαλίας ἀπολαύουσιν, οὔτε τῶν ἔξωθεν οὔτε τῶν παρ’ ἡμῖν· οὐ συναναστρέφον‐

62

.

685

(50)

ται ἀνδράσιν ἐλευθέροις, κοσμίοις, πολλὴν τῆς αὐτῶν δόξης ποιουμένοις φροντίδα. Διὰ ταῦτα πάντα δύσκο‐ λον καὶ θαυμαστὸν, χρήσιμον οἰκέτην γενέσθαι ποτέ. Ὅταν οὖν ἴδωσιν, ὅτι τὸ γένος τὸ οὕτως αὔθαδες ἡ τοῦ κηρύγματος δύναμις χαλινὸν περιθεῖσα πάντων
55εἰργάσατο κοσμιώτερον καὶ ἐπιεικέστερον, κἂν σφό‐ δρα πάντων ὦσιν ἀλογώτεροι οἱ δεσπόται, λήψονται ἔννοιαν μεγάλην περὶ τῶν δογμάτων τῶν παρ’ ἡμῖν. Δῆλον γὰρ ὅτι καὶ τὸν περὶ τῆς ἀναστάσεως φόβον καὶ τὸν τῆς κρίσεως καὶ τὸν τῶν ἄλλων ἁπάντων
60μετὰ τὸν θάνατον φιλοσοφουμένων παρ’ ἡμῖν πρότε‐ ρον ἐγκαταθέντες αὐτῶν τῇ ψυχῇ, οὕτως ἴσχυσαν ἀποκρούσασθαι τὴν κακίαν, ἀντίῤῥοπόν τινα φόβον
τῆς ἀπὸ τῶν κακῶν ἡδονῆς εἰς τὴν ἑαυτῶν ἐνιδρύ‐Column end

62

.

686

σαντες ψυχήν. Ὥστε οὐκ εἰκῆ οὐδὲ ἁπλῶς πολὺν ὑπὲρ τούτων πανταχοῦ ποιεῖται τὸν λόγον· ὅσῳ γὰρ ἂν ὦσι κακοὶ, τοσούτῳ μάλιστα θαυμάζεται τοῦ κη‐ ρύγματος ἡ ἰσχύς. Καὶ γὰρ ἰατρὸν τότε θαυμάζο‐
5μεν, ὅταν τὸν ἀπεγνωσμένον καὶ οὐδεμιᾶς βοηθείας ἀπολαύοντα οὐδὲ κρατῆσαι τῶν ἀκαίρων ἐπιθυμιῶν δυνάμενον, ἀλλ’ ἐν ταύταις ἐγκαλινδούμενον, ἐναγάγῃ πρὸς ὑγείαν καὶ διορθώσηται. Καὶ ὅρα τίνα παρ’ αὐτῶν ἀπαιτεῖ· ἃ μάλιστα πάντων ἀναπαύει τὸν
10δεσπότην· Μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους· τουτέστι, πολλὴν εὔνοιαν ἐπιδείκνυσθαι ἐν οἷς ἂν πιστευθῶσιν, ἐν τοῖς πρὸς τοὺς δεσπότας μάλιστα εἶναι ἀγαθοὺς, ὑπείκοντας ἐν τοῖς ἐπιτάγμασι. δʹ. Μὴ τοίνυν νομίζετε ἁπλῶς με ταῦτα νῦν διεξιέ‐
15ναι· λοιπὸν γάρ μοι πρὸς τοὺς οἰκέτας ὁ λόγος. Μὴ τοίνυν, ὦ βέλτιστε, σὺ πρὸς τοῦτο ἴδῃς, ὅτι ἀνθρώπῳ δουλεύεις, ἀλλ’ ὅτι Θεῷ, ὅτι τὸ κήρυγμα κοσμεῖς· καὶ πάντα ὑποστήσῃ ποιεῖν, τῷ δεσπότῃ πειθόμενος καὶ φέρων ἀγανακτοῦντα ἀκαίρως καὶ δυσχεραί‐
20νοντα. Ἐννόησον ὅτι οὐκ ἐκείνῳ τὴν χάριν δίδως, ἀλλὰ τοῦ Θεοῦ πρόσταγμα πληροῖς, καὶ πᾶν ὁτιοῦν ὑποστήσῃ ῥᾳδίως. Ὅπερ δὲ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τῶν πνευματικῶν ἡμῖν κατορθουμένων, καὶ τὰ τοῦ παρόντος ἕψεται βίου. Τὸν γὰρ τοιοῦτον οἰκέ‐
25την, τὸν οὕτως εὔνουν, τὸν οὕτως ἐπιεικῆ, οὐχ ὁ Θεὸς ἀποδέξεται μόνον καὶ τῶν στεφάνων μεταδώσει τῶν λαμπρῶν ἐκείνων, ἀλλὰ καὶ αὐτὸς ὁ παθὼν εὖ δεσπότης, κἂν θηρίον ᾖ, κἂν λίθινός τις ᾖ καὶ ἀπάν‐ θρωπος καὶ ὠμὸς, ἐπαινέσεται καὶ θαυμάσεται καὶ
30προτιμήσει τῶν ἄλλων ἁπάντων, καὶ τοῖς λοιποῖς αὐτὸν ἐπιστήσει, κἂν Ἕλλην ᾖ. Καὶ ὅτι, κἂν Ἕλ‐ ληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παρά‐ δειγμα διηγήσομαι· Ὁ Ἰωσὴφ ἐπράθη πρὸς τὸν ἀρ‐
35χιμάγειρον, καὶ δόξης ἑτέρας ἦν, οὐ τῆς Αἰγυπτια‐ κῆς· τί οὖν ἐκεῖνος; Ἐπειδὴ ἐνάρετον εἶδε τὸν νεα‐ νίσκον, οὐκ ἐνενόησε τὸ τῆς δόξης διεστηκὸς, ἀλλ’ αὐτός τε ἠγάπα καὶ ἐφίλει καὶ ἐθαύμαζε, καὶ τῶν ἄλλων αὐτῷ τὴν ἐπιστασίαν ἐνεχείρισεν ἅπασαν, καὶ
40τῶν κατὰ τὴν οἰκίαν οὐδὲν ᾔδει δι’ αὐτόν· ἀλλὰ δεύ‐ τερος δεσπότης ἐκεῖνος ἦν, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ δεσπότου κυριώτερος, εἴ γε ὁ μὲν ἠγνόει τὰ αὑτοῦ, οὗτος δὲ τὰ ἐκείνου ᾔδει μᾶλλον τοῦ δεσπότου. Καί μοι δοκεῖ καὶ ὕστερον, ὅτι ἐπίστευσε τῷ γυναίῳ τὴν
45παράνομον ἐκείνην συκοφαντίαν κατ’ αὐτοῦ ποιησα‐ μένῳ, τιμῶν τὸν δίκαιον ἀπὸ τῆς προτέρας αἰδοῦς καὶ τῆς τιμῆς, μέχρι τοῦ δεσμωτηρίου στῆσαι τὴν ὀργήν. Εἰ γὰρ μὴ σφόδρα ᾐδεῖτο τὸν ἄνδρα, καὶ ἐθαύμαζεν ἀπὸ τῶν προϋπηργμένων αὐτῷ, κἂν εὐ‐

62

.

686

(50)

θέως αὐτὸν διεχειρίσατο, καὶ τὸ ξίφος διήλασε διὰ τοῦ σώματος ἐκείνου. Μεστὸς γὰρ ζήλου, φησὶ, θυμὸς ἀνδρός· οὐκ ἀνταλλάξεται οὐδενὸς λύ‐ τρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώ‐ ρων. Εἰ δὲ παντὸς ἀνδρὸς τοιοῦτος ὁ ζῆλος, πολλῷ
55μᾶλλον ἐκείνου, Αἰγυπτίου τε ὄντος καὶ βαρβάρου, καὶ παρὰ τοῦ τιμηθέντος ἠδικημένου, ὡς ᾤετο. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως ἡμᾶς δάκνει τὰ παρὰ πάντων ἀδικήματα, ἀλλὰ σφοδρότερον τῶν ἄλλων καὶ πικρότερον τὰ παρὰ τῶν εὐνοϊκῶς πρὸς
60ἡμᾶς διατεθέντων, καὶ πιστευθέντων καὶ πιστευσάν‐ των ἡμῖν, καὶ πολλὰ παρ’ ἡμῶν εὖ παθόντων γενό‐ μενα κακὰ μᾶλλον ἡμᾶς ἀνιᾷ καὶ λυπεῖ. Οὐκ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπε· Τί τοῦτο; οἰκέτην αὐτὸν λα‐ βὼν πάντων μετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον
65ἐποίησα καὶ ἐμοῦ τι μείζονα, καὶ τοιαύτας μοι τὰς685

62

.

687

ἀμοιβὰς ἀποδέδωκεν; Οὐδὲν τούτων εἶπεν· οὕτως αὐτοῦ τὴν ψυχὴν ἡ προτέρα κατεῖχεν αἰδώς. Καὶ τί θαυμαστὸν, εἰ ἐν οἰκίᾳ τοσαύτης ἀπήλαυσε τι‐ μῆς, ὅπου καὶ ἐν τῷ δεσμωτηρίῳ ὅρα αὐτὸν, ὅσης
5ἀπολαύει κηδεμονίας; Ἴστε δὲ πῶς πρὸς ὠμότητα τοῖς τὰ δεσμωτήρια ἐγκεχειρισμένοις τὸ ἦθος ἐξ‐ ήσκηται· τὰς ἀλλοτρίας καρποῦνται συμφορὰς, καὶ οὓς ἕτεροι κακῶς πάσχοντας τρέφουσι, τούτους οὗτοι σπαράττουσι, κέρδη κερδαίνοντες πολλῶν δακρύων
10ἄξια, θηρίων ὄντες ὠμότεροι. Ἀφ’ ὧν γὰρ ἐχρῆν ἐλεεῖν τοὺς ἐμβεβλημένους, ἀπὸ τούτων αὐτοὶ καρ‐ ποῦνται. Καὶ μὴ τοῦτο μόνον λογιζώμεθα, ἀλλ’ ὅτι καὶ αὐτοὶ οὗτοι οὐχ ὁμοίως πᾶσι κέχρηνται τοῖς ἐμ‐ βεβλημένοις. Τοὺς μὲν γὰρ ἐπὶ συκοφαντίαις, καὶ
15ἐπηρεασθέντας ἁπλῶς καὶ δεθέντας καὶ ἐλεήσαιεν ἄν· τοὺς δὲ ἐπὶ τοῖς αἰσχίστοις καὶ δεινοτάτοις καὶ τολμηροῖς ἐμβεβλημένους μυρίαις αἰκίζονται πλη‐ γαῖς. Ὥστε οὐ μόνον ἀπὸ τοῦ τρόπου ὠμὸς ἔμελλεν ἔσεσθαι ὁ δεσμοφύλαξ, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, δι’
20ἢν ἐνεβέβλητο. Τίνα γὰρ οὐκ ἂν διήγειρε καθ’ ἑαυ‐ τοῦ ὁ νεανίσκος, τοσαύτης μὲν ἀπολαύσας τιμῆς, ὑποπτευθεὶς δὲ τὴν δέσποιναν πειρᾷν καὶ τοιαύταις τὸν εὐεργέτην ἀμειβόμενος ἀμοιβαῖς; Ταῦτα οὖν ἐν‐ νοῶν ὁ δεσμοφύλαξ, καὶ τὴν τιμὴν τοῦ ἐμβεβλημέ‐
25νου, καὶ τὸ πρᾶγμα ἐφ’ ᾧ ἐνεβέβλητο, οὐκ ἂν παν‐ τὸς θηρίου χαλεπώτερον ἐχρήσατο τῷ ἀνδρί; Ἀλλὰ πάντων τούτων ἀνωτέρα γέγονεν ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν· οὕτως οἶδε καὶ θηρία καταπραΰνειν ψυχῆς ἀρετή. Ἀπὸ γὰρ τῆς αὐτῆς ἐπιεικείας, ἀφ’ ἧς τὸν
30δεσπότην εἷλεν, ἀπὸ τῆς αὐτῆς καὶ τὸν ἀρχιδεσμο‐ φύλακα· καὶ πάλιν ἦν ἄρχων ὁ Ἰωσὴφ, καὶ ἐν δε‐ σμωτηρίῳ ἐκράτει, καὶ ἐν οἰκίᾳ. Ἐπειδὴ γὰρ ἔμελλε βασιλεύειν, εἰκότως πρότερον ἐμάνθανεν ἄρχεσθαι, καὶ ἀρχόμενος ἄρχων ἦν καὶ προέστη τῆς οἰκίας.
35 εʹ. Εἰ γὰρ τὸν εἰς Ἐκκλησίαν ἑλκόμενον ἀπαιτεῖ τοῦτο ὁ Παῦλος, οὕτω λέγων· Εἰ γάρ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; καὶ τὸν εἰς ἀρχὴν ἐλθόντα, πρότερον ἄριστον εἶναι χρὴ προεστάναι οἰκίας. Προέστη δεσ‐
40μωτηρίου, οὐχ ὡς δεσμωτηρίου, ἀλλ’ ὡς οἰκίας. Πᾶσι γὰρ ἐπεκούφιζε τὰς συμφορὰς, καὶ τῶν ἐμβεβλημέ‐ νων ὡς οἰκείων προΐστατο μελῶν, οὐ μόνον αὐτῶν τὰς συμφορὰς πολυπραγμονῶν καὶ παραμυθούμενος, ἀλλὰ κἂν εἰ σύννουν εἶδέ τινα, προσῄει καὶ τὴν αἰτίαν
45ἐμάνθανεν, οὐδὲ ἁπλῶς κατηφοῦντα ἀνεχόμενος ὁρᾷν,Column end

62

.

688

ἂν μὴ πρότερον αὐτὸν ἀπαλλάξῃ τῆς κατηφείας· καί‐ τοι τοσαύτην τις οὐδὲ περὶ τέκνα στοργὴν ἐπεδείξατο. Ἀπὸ τούτων γοῦν αὐτῷ καὶ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἐγέ‐ νετο. Δεῖ γὰρ τὰ παρ’ ἡμῶν ὑπάρχειν πρότερον, καὶ
5τότε τὰ παρὰ τοῦ Θεοῦ. Ὅτι γὰρ τοσαύτῃ ἐκέχρητο φειδοῖ καὶ ἐπιμελείᾳ, εἶδε, φησὶ τοὺς εὐνούχους τοὺς ἐμβληθέντας ὑπὸ τοῦ Φαραὼ, τὸν ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιὸν, καὶ εἶπε· Τί σκυθρωπὰ τὰ πρόσωπα ὑμῶν σήμερον; Καὶ οὐκ ἀπὸ τούτου μό‐
10νον, ἀλλὰ καὶ ἀφ’ ὧν ἐκεῖνοι ἐποίησαν, καταμαθεῖν ἔστι τὴν ἀρετὴν τοῦ ἀνδρός. Οὐ γὰρ ὡς βασιλέως ὄν‐ τες οἰκέται διέπτυσαν αὐτὸν, οὐχ ὡς ἐν ἀθυμίᾳ ὄντες διεκρούσαντο, ἀλλ’ ὡς ἀδελφῷ γνησίῳ καὶ συναλγεῖν εἰδότι πάντα αὐτῷ ἐξεκάλυπτον τὰ ἑαυτῶν. Ταῦτα
15δέ μοι πάντα εἴρηται, ὅτι κἂν ἐν δουλείᾳ, κἂν ἐν αἰχμαλωσίᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ὑπ’ αὐτὴν τὴν γῆν γένηται ὁ ἐνάρετος, οὐδὲν αὐτὸν καταγωνίσασθαι δυνήσεται. Ταῦτά μοι πρὸς τοὺς οἰκέτας λέλεκται, ὅτι κἂν
20θηρία ἔχωσι δεσπότας, ὡς τὸν Αἰγύπτιον, κἂν ὠμοὺς, ὡς τὸν ἀρχιδεσμοφύλακα, δυνήσονται αὐτοὺς ἑλεῖν, κἂν Ἕλληνες ὦσιν, ὡς ἐκεῖνοι, κἂν ὁτιοῦν, ταχέως τιθασσεύσουσιν. Οὐδὲν γὰρ ἐμμελέστερον τρόπων, οὐδὲν ἡδύτερον, οὐδὲν γλυκύτερον ἐπιεικείας καὶ
25πραότητος καὶ ὑπακοῆς· πᾶσίν ἐστιν ἐπιτήδειος ὁ τοιοῦτος. Καὶ οὔτε δουλείαν ἐπαισχύνονται οἱ τοιοῦ‐ τοι, οὔτε πένητα φεύγουσιν, οὔτε ἄῤῥωστον καὶ κά‐ μνοντα· πάντων γὰρ κρατεῖ καὶ πάντων ἡ ἀρετὴ πε‐ ριγίνεται. Εἰ δὲ ἐν δούλοις τοσαύτην ἔχει τὸ πρᾶγμα
30τὴν ἰσχὺν, πόσῳ μᾶλλον ἐν ἐλεύθεροις; Ταῦτα οὖν ἀσκῶμεν καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ γυναῖκες καὶ ἄνδρες· οὕτω καὶ ἀνθρώποις καὶ Θεῷ ἐσόμεθα πο‐ θεινοὶ, καὶ ἀνθρώποις οὐ τοῖς ἐναρέτοις μόνον, ἀλλὰ καὶ τοῖς κακοῖς, καὶ μάλιστα ἐκείνοις· ἐκεῖνοι γάρ
35εἰσιν οἱ μάλιστα τιμῶντες καὶ αἰδούμενοι. Ὥσπερ γὰρ τοὺς ἐπιεικεῖς οἱ ἀρχόμενοι μάλιστα τρέμουσιν, οὕτω καὶ τοὺς ἐναρέτους οἱ ἀκόλαστοι, εἰδότες τίνων ἐκπεπτώκασιν. Ἐπεὶ οὖν τοσοῦτος ὁ καρπὸς τῆς ἀρε‐ τῆς, ταύτην διώκωμεν, ταύτην μετίωμεν. Ἂν ταύ‐
40της ἐχώμεθα, οὐδὲν ἡμῖν ἔσται δεινὸν, πάντα ῥᾴδια, πάντα εὔκολα· κἂν διὰ πυρὸς διαβαίνωμεν, κἂν δι’ ὕδατος, πάντα εἴκει τῇ ἀρετῇ καὶ παραχωρεῖ, καὶ αὐτὸς ὁ θάνατος. Ζηλώσωμεν τοίνυν αὐτὴν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ
45τῷ Κυρίῳ ἡμῶν.Column end

62

.

687

(46)

ΟΜΙΛΙΑ Εʹ. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶ‐ σιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησά‐ μενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας,

62

.

687

(50)

σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι· προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται
55 ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. αʹ. Πολλὴν παρὰ τῶν οἰκετῶν ἀπαιτήσας τὴν ἀρετὴν (καὶ γάρ ἐστι πολλὴ τὸ τὴν διδασκαλίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κοσμεῖν ἐν πᾶσι, καὶ μηδεμίαν διδό‐
60ναι τοῖς δεσπόταις λαβὴν, μηδὲ ἐν τῷ τυχόντι), ἐπ‐Column end

62

.

688

(47)

άγει καὶ τὴν αἰτίαν δικαίαν, δι’ ἣν ὀφείλουσι τοιοῦτοι εἶναι οἱ οἰκέται. Ποίαν δὲ ταύτην; Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος. Οἱ Θεοῦ

62

.

688

(50)

διδασκάλου τυγχάνοντες, πῶς οὐκ ἂν εἶεν εἰκότως τοιοῦτοι, οἵους ἄρτι διῆλθον ἐγὼ, μυρίων ἁμαρτημά‐ των λύσιν εὑρόντες; Ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ συστέλλει ψυ‐ χὴν, τὸ μυρίων ἁμαρτημάτων οὖσαν ὑπεύθυνον, μὴ
55δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγα‐ θῶν. Εἰ γάρ τις, εἰπέ μοι, τὸν μυρία προσκρούσαντα οἰκέτην λαβὼν, μὴ κατατείνοι ἱμᾶσιν, ἀλλ’ ἐπ’ ἐκεί‐ νοις μὲν συγγνώμην παράσχοι, ὑπὲρ δὲ τῶν μελλόν‐
των αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρα‐687

62

.

689

κελεύοιτο, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δω‐ ρεαῖς μεγάλαις τιμήσειε· τίνα οὐκ ἂν οἴεσθε ἐντρέψαι τὴν τοσαύτην χάριν ἀκούοντα; Ἀλλὰ μὴ νομίσῃς, ὅτι ἡ χάρις μέχρι τῆς τῶν προτέρων συγχωρήσεως ἵστα‐
5ται, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἡμᾶς ἀσφαλίζεται· καὶ γὰρ καὶ τοῦτο χάριτος. Ἐπεὶ εἰ μέλλοι ἀεὶ κακῶς πράττοντας μὴ κολάζειν, οὐκέτι τὸ πρᾶγμα χάρις ἐστὶν, ἀλλὰ προτροπή τις εἰς λύμην καὶ διαφθοράν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ παι‐
10δεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδε‐ χόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰη‐
15σοῦ Χριστοῦ. Ὅρα πῶς μετὰ τῶν ἐπάθλων τίθησι καὶ τὴν ἀρετήν. Καὶ τοῦτο χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. Δύο δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γὰρ εἰσὶ δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως
20καὶ τοῦ δικαίου. Ἵνα ἀρνησάμενοι, φησὶ, τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας. Ἰδοὺ πάσης τῆς ἀρετῆς ἡ ὑπόθεσις. Οὐκ εἶπεν, Ἵνα φευξώμεθα, ἀλλ’, Ἵνα ἀρνησάμενοι. Ἡ ἄρνησις πολλὴν δείκνυσι τὴν διάστασιν πολὺ τὸ μῖσος, πολλὴν τὴν ἀπο‐
25στροφήν· μεθ’ ὅσης διαθέσεως, μεθ’ ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης καὶ τὴν κακίαν αὐτὴν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, φησί. Καὶ γὰρ καὶ ταῦτα εἴδωλα, κοσμικὴ ἐπιθυμία καὶ πλεονεξία, καὶ ταύτην εἰδωλολατρείαν ὀνομάζει· καὶ ὅσα πρὸς
30τὸν παρόντα βίον ἡμῖν χρησιμεύει, κοσμικαί εἰσιν ἐπιθυμίαι· πάντα ὅσα ἂν τῷ παρόντι βίῳ συγκα‐ ταλύεται, κοσμική ἐστιν ἐπιθυμία. Μηδὲν τοίνυν πρὸς ταύτας ἔχωμεν. Ἦλθεν ὁ Χριστὸς, ἵνα ἀρνη‐ σώμεθα τὴν ἀσέβειαν. Ἀσέβειαν τὰ δόγματά φησι,
35καὶ κοσμικὰς ἐπιθυμίας τὸν βίον τὸν ἐναγῆ. Σωφρό‐ νως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, ἐν τῷ νῦν αἰῶνι. βʹ. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ
40τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι; Ἄρα καὶ ὁ χρη‐ μάτων ἐρῶν, οὐ σώφρων. Ὥσπερ γὰρ ἐκεῖνος σωμά‐ των, οὕτω καὶ οὗτος χρημάτων· μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν τὴν ὠθοῦσαν αὐτόν. Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς
45μάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ’ ὁ τὸν ἠρέμα ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Τί δὲ, φησίν; ἡ τῶν χρη‐ μάτων ἐπιθυμία τῆς τῶν σωμάτων ἐλάττων; Παντί που δῆλον, καὶ πολλαχόθεν τοῦτο δείκνυται· καὶ

62

.

689

(50)

πρῶτον μὲν, ὅτι ἀναγκαίως γέγονεν ἡ τῶν σωμάτων ἐπιθυμία· τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐν‐ εσπάρη τῇ φύσει. Δεύτερον, ὅτι χρημάτων μὲν οὐ πο‐ λὺς τοῖς παλαιοῖς λόγος, γυναικῶν δὲ πολὺς σωφρο‐
55σύνης ἕνεκεν· καὶ γυναικὶ μὲν συγγενομένῳ κατὰ νόμον οὐδεὶς ἂν μέμψαιτο μέχρι γήρως, χρηματιζο‐ μένῳ δὲ πάντες. Καὶ τῶν ἔξωθεν φιλοσόφων πολλοὶ χρημάτων μὲν κατεφρόνησαν, γυναικῶν δὲ οὐκέτι· οὕτω τοῦτο ἐκείνου τυραννικώτερον. Ἀλλ’ ἐπειδὴ
60πρὸς τὴν Ἐκκλησίαν ἡμῖν ὁ λόγος, μὴ ἀπὸ τῶν ἔξω‐ θεν φέρωμεν τὰ ὑποδείγματα, ἀλλὰ ἀπὸ τῶν Γρα‐
φῶν. Τοῦτο μὲν οὖν καὶ ἐν ἐπιτάγματος σχεδὸν μέρειColumn end

62

.

690

τίθησιν ὁ μακάριος οὗτος οὕτω λέγων, Ἔχοντες δια‐ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ μεθα· περὶ δὲ τῶν γυναικῶν, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ πάλιν,
5Ἐπὶ τὸ αὐτὸ συνέρχεσθε. Καὶ πολλάκις ἴδοις ἂν αὐτὸν περὶ συνουσίας νομο‐ θετοῦντα τῆς νομίμου. Καὶ ταύτης μὲν ἀφίησιν ἀπο‐ λαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν,
10καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει· τὸν δὲ χρημάτων ἐφιέμενον, πανταχοῦ καταδικάζει. Καὶ περὶ μὲν χρημάτων ὁ Χριστὸς πολλαχοῦ διέταξεν, ὥστε φεύγειν τὴν ἐντεῦθεν λύμην· περὶ δὲ ἀποχῆς γυναικὸς, οὐχ οὕτως. Ἄκουε γὰρ τί φησι περὶ χρημάτων· Ἐὰν μή
15τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν. Οὐδαμοῦ εἶπεν, Ἐὰν μή τις ἀποτάξηται γυναικί· οἶδε γὰρ οἵαν ἐνέθηκε τὴν τυραννίδα. Καὶ ὁ μακάριος οὗτός φησι· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οὐδαμοῦ τιμίαν τὴν τῶν χρημάτων ἐπιμέλειαν καλεῖ,
20ἀλλὰ τὸ ἐναντίον. Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμ‐ πίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυ‐ μίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. Οὐκ εἶπε, Πλεονεκτεῖν, ἀλλὰ, Πλουτεῖν. Ἵνα δὲ μάθητε καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν, ἀναγκαῖον καὶ τοῦτον τὸν
25λόγον εἰς μέσον παραγαγεῖν. Χρημάτων μὲν γάρ τις καθάπαξ ἀποστερηθεὶς οὐκέτ’ ἂν ἐνοχλοῖτο ὑπὸ τῆς ἐπιθυμίας· οὐδὲν γὰρ οὕτω ποιεῖ χρημάτων ἐπιθυ‐ μεῖν, ὡς τὸ χρήματα ἔχειν. Ἐπὶ δὲ τῆς τῶν σωμά‐ των ἐπιθυμίας οὐχ οὕτως, ἀλλὰ καὶ εὐνουχισθέντες
30πολλοὶ τὴν ἔνδον ἐνοχλοῦσαν πυρὰν οὐκ ἀπέβαλον· ἡ γὰρ ἐπιθυμία ἐν ἑτέροις κεῖται ὀργάνοις, ἔνδον ἐν τῇ φύσει ἐγκειμένη. Τίνος οὖν ἕνεκεν ἡμῖν ταῦτα εἴρη‐ ται; Ὅτι οἱ πλεονέκται τῶν πορνευόντων ἀκολαστό‐ τεροι, ὅσῳ ὑπὸ ἐλάττονος ἐνοχλοῦνται ἐπιθυμίας·
35μᾶλλον δὲ οὐδὲ ἐπιθυμίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ῥᾳθυμίας. Ἐνταῦθα μὲν γὰρ οὕτως ἐστὶν ἡ ἐπιθυμία φυσικὴ, ὥστε κἂν γυναικί τις μὴ πλησιάζῃ, ἡ φύσις τὸ αὑτῆς ποιεῖ καὶ ἐργάζεται· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον γίνεται. Καὶ εὐσεβῶς, φησὶ, ζήσωμεν ἐν τῷ νῦν
40αἰῶνι. Καὶ τίς ἡ ἐλπίς; τί τὸ ἔπαθλον τῶν πόνων; Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν. Ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώ‐ τερον, οὐδὲν ζηλωτότερον· καὶ ταῦτα λόγοι παρα‐ στῆσαι οὐ δύνανται· καὶ γὰρ νοῦν ὑπερβαίνει τὰ τότε
45ἀγαθά. Προσδεχόμενοι, φησὶ, τὴν μακαρίαν ἐλ‐ πίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν. Ποῦ εἰσιν οἱ τοῦ Πατρὸς ἐλάτ‐ τονα τὸν Υἱὸν λέγοντες; Τοῦ μεγάλου, φησὶ, Θεοῦ καὶ Σωτῆρος. Ὁ τοὺς ἐχθροὺς σώσας, τί οὐκ ἐργά‐

62

.

690

(50)

σεται τότε [οὐκ] εὐδοκιμοῦντας λαβών; Τοῦ με‐ γάλου, φησὶ, Θεοῦ. Τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγας φησὶν, ἀλλ’ ἀπολύτως μέγας, μεθ’ ὃν οὐκ ἂν εἴη μέγας, ἐπεὶ πρός τι ἐστίν. Εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει μέγας· νῦν δὲ ἀσυγ‐
55κρίτως μέγας. Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, φησὶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, τουτέστιν, ἐξειλεγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς.
Ζηλωτὴν καλῶν ἔργων. Ὁρᾷς ὅτι καὶ τῶν παρ’689

62

.

691

ἡμῶν δεῖ. Οὐχ ἁπλῶς ἔργων, ἀλλὰ ζηλωτὴν, τουτ‐ έστι, μετὰ προθυμίας πολλῆς ἐπ’ αὐτὴν ἰόντα τὴν ἀρετὴν, μετὰ σφοδρότητος τῆς προσηκούσης. Τὸ μὲν οὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας
5ἀπαλλάξαι, τῆς ἐκείνου φιλανθρωπίας ἦν· τὰ δὲ, μετὰ ταῦτα, καὶ ἡμῶν καὶ ἐκείνου. Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. —Ταῦτα λάλει καὶ παρακάλει. γʹ. Ὁρᾷς πῶς Τιμοθέῳ μὲν προστάττει, καί φησιν,
10Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον· ἐνταῦθα δὲ, Ταῦτα λάλει καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πά‐ σης ἐπιταγῆς; Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότε‐ ρον ἦν, διὰ τοῦτο καὶ ἀποτόμως καὶ μετὰ πάσης ἐπιταγῆς ἐλέγχειν ἐπιτάττει. Ἔστι γὰρ τῶν
15ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν χρή· οἷον, τὸ μὲν χρημάτων καταφρονεῖν παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν, τὸν πόρνον, τὸν πλεονέκτην μετ’ ἐπι‐ ταγῆς ἐπὶ τὸ βέλτιον δεῖ ἐπάγειν. τὸν οἰωνιζόμενον,
20τὸν κλῃδονιζόμενον, τὸν ἄλλα τοιαῦτα πράττοντα, οὐδὲ ἁπλῶς ἐπιταγῆς, ἀλλὰ μετὰ πάσης ἐπιταγῆς. Ὁρᾷς πῶς βούλεται καὶ μετὰ αὐθεντίας, καὶ μετὰ ἐξουσίας πολλῆς ταῦτα αὐτὸν ἐπιτάττειν; Μηδείς σου περιφρονείτω, ἀλλὰ, Ὑπομίμνησκε αὐτοὺς
25ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι. Τί οὖν; μηδὲ τοὺς κακῶς πράττοντας, μηδὲ ἐκείνοις λοιδορεῖσθαι; Ἀλλὰ πρὸς πᾶν ἔργον ἀγα‐
30θὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν. Ἀκού‐ σωμεν τῆς παραινέσεως· Μηδένα, φησὶ, βλασφη‐ μεῖν. Καθαρὸν εἶναι δεῖ ἡμῖν τὸ στόμα ἀπὸ λοιδο‐ ρίας. Εἴτε γὰρ ἀληθεῖς εἰσιν αἱ λοιδορίαι, οὐχ ἡμῶν ταῦτα λέγειν, ἀλλὰ τοῦ κριτοῦ ἐξετάζειν· Σὺ γὰρ,
35φησὶ, τί κρίνεις τὸν ἀδελφόν σου; εἴτε οὐκ ἀλη‐ θεῖς, ὅρα ὅσον τὸ πῦρ· ἄκουσον τοῦ λῃστοῦ λέγον‐ τος πρὸς τὸν ἕτερον λῃστήν· Καὶ γὰρ καὶ αὐτοὶ ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, τὸν αὐτὸν ἀγῶνα τρέχομεν. Ἐὰν ὀνειδίζῃς ἑτέροις, ταχέως καὶ αὐτὸς τοῖς αὐ‐
40τοῖς περιπεσῇ. Διὰ τοῦτο παραινεῖ ὁ μακάριος οὗτος λέγων· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἀμάχους εἶναι, φησίν. Ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώ‐ πους, καὶ Ἕλληνας καὶ Ἰουδαίους, καὶ μοχθηροὺς
45καὶ πονηρούς. Ἐκεῖ μὲν γὰρ ἀπὸ τῶν μελλόντων φοβεῖ λέγων. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἐνταῦθα δὲ οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλ’ ἀπὸ τῶν παρελθόντων ἐντρέπει, τὸ αὐτὸ ποιῶν, δι’ ὧν ἐπάγει, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι·

62

.

691

(50)

ὅπερ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ γράφων· Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδου‐ λωμένοι. Οὐκοῦν μηδενὶ ὀνειδίσῃς, φησί· τοιοῦτος γὰρ ἦς καὶ σύ. Ἦμεν γὰρ, φησὶ, ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπι‐
55θυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὥστε πρὸς πάντας τοιούτους εἶναι δεῖ, ἡμέρως ἔχειν. Ὁ γὰρ τοιοῦτος ὢν πρότερον, καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει πρὸς τοιούτους, ἀλλ’ εὔχεσθαι καὶ
60χάριτας ἔχειν τῷ καὶ αὐτῷ κἀκείνοις δόντι τὴν ἀπαλ‐ λαγὴν τῶν προτέρων κακῶν. Μηδεὶς καυχάσθω· πάντες γὰρ ἥμαρτον. Ὅταν οὖν ἐθέλῃς ὀνειδίσαι
τινὰ κατορθῶν αὐτὸς, καὶ τὸν πρότερόν σου ἐννοῶνColumn end

62

.

692

βίον καὶ τὸ τοῦ μέλλοντος ἄδηλον τὴν ὀργὴν ἀναχαί‐ τιζε. Εἰ γὰρ καὶ ἐκ πρώτης ἡλικίας ἐναρέτως ἔζη‐ σας, ἀλλ’ ὅμως ἔχοις ἂν ἁμαρτήματα πολλά· εἰ δὲ οὐκ ἔχεις, ὡς νομίζεις, ἐννόησον ὅτι οὐ τῆς σῆς ἀρε‐
5τῆς τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· εἰ γὰρ μὴ τοὺς προγόνους ἐκάλεσε τοὺς σοὺς, καὶ αὐτὸς ἂν ἦς ἀπειθής. Ὅρα πῶς πᾶσαν κακίαν διεξῆλθεν. Οὐχὶ μυρία διὰ προφητῶν, διὰ πάντων ὁ Θεὸς ᾠκονόμει; μὴ ἠκούσαμεν; Ἦμεν γάρ ποτε, φησὶ,
10καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Πῶς; Οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιή‐ σαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὑτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώ‐
15σεως Πνεύματος ἁγίου. Βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ’ ἀναγεννήσεως δεηθῆναι! τοῦτο γάρ ἐστι πα‐ λιγγενεσία. Καθάπερ γὰρ ἐπὶ οἰκίας σαθρῶς διακει‐ μένης, οὐδεὶς ὑποστήριγμα τίθησιν, οὐδὲ συῤῥάπτει
20ταῖς παλαιαῖς οἰκοδομαῖς, ἀλλὰ μέχρι τῶν θεμελίων αὐτὴν καταλύσας, οὕτως ἄνωθεν ἀνίστησι καὶ ἀνα‐ καινίζει· οὕτω καὶ αὐτὸς ἐποίησεν· οὐκ ἐπεσκεύασεν ἡμᾶς, ἀλλ’ ἄνωθεν κατεσκεύασε· τοῦτο γάρ ἐστι, Καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· ἄνωθεν
25ἐποίησε καινούς. Πῶς; διὰ τοῦ Πνεύματος. Καὶ πάλιν, ἑτέρως τοῦτο δεικνὺς, ἐπάγει· Οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σω‐ τῆρος ἡμῶν. Οὕτω πολλοῦ δεῖ ἡμῖν τοῦ ἐλέους. Ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι. Πάλιν χάριτι,
30οὐκ ὀφειλῇ. Κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου. Ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύ‐ νην ἐστὶ, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων. Εἰ γὰρ οὕτως ἀπεγνωσμένους, ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, ὡς μηδὲν ἔχειν ἀγαθὸν, ἔσωσε, πολλῷ
35μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. δʹ. Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες διέκειντο πρὸς ἀλλήλους· τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ μητέρες
40παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὸς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλὰ ἀνατέτραπτο ἅπαντα· μοι‐ χεῖαι διηνεκεῖς, φόνοι, καὶ εἴ τι φόνων χαλεπώτερον, κλοπαὶ (φησὶ δέ τις τῶν ἔξωθεν, ὅτι καὶ ἀρετῆς τὸ πρᾶγμα ἐδόκει εἶναι· καὶ εἰκότως, ὅπου γε καὶ θεὸν
45τοιοῦτον ἔσεβον), χρησμοὶ συνεχεῖς τὸν δεῖνα ἀναι‐ ρεῖσθαι καὶ τὸν δεῖνα κελεύοντες. Εἴπω τι τῶν κατ’ ἐκεῖνον τὸν χρόνον; Ἀν‐ δρόγεώς τις τοῦ Μίνωος υἱὸς ἐλθὼν εἰς Ἀθήνας καὶ πάλην νικήσας, δίκην ἐδίδου, καὶ ἀνῃρέθη.

62

.

692

(50)

Ὁ οὖν Ἀπόλλων κακῷ τὸ κακὸν ἰώμενος, ἐκέ‐ λευσε δὶς ἑπτὰ παῖδας ἀπάγεσθαι ὑπὲρ τούτου. Τί ταύτης τῆς τυραννίδος ὠμότερον; Καὶ τοῦτο ἐγένετο, καὶ ἄνθρωπος τοῦ δαίμονος τὴν μανίαν λῦ‐ σαι ἐπελθὼν, ἔσφαξε τοὺς παῖδας ἐκείνους, ὅτι παρ’
55αὐτοῖς ἡ ἀπάτη ἴσχυεν· ἐπειδὴ δὲ διανέστησαν καὶ ἤμυναν ἑαυτοῖς, οὐκέτι. Εἰ μὲν οὖν δικαίως τὸ πρᾶ‐ γμα ἐγίνετο, οὐκ ἐχρῆν κωλυθῆναι· εἰ δὲ ἀδίκως,
ὥσπερ οὖν καὶ ἀδίκως, οὐδὲ παρὰ τὴν ἀρχὴν ἐπι‐691

62

.

693

ταγῆναι. Πύκτας προσεκύνουν καὶ παλαιστάς. Πόλε‐ μοι συνεχεῖς καὶ ἐπάλληλοι, κατὰ πόλιν, κατὰ κώμην, κατὰ οἰκίαν. Ἐπαιδεράστουν· καὶ παρ’ αὐτοῖς φιλόσοφός τις ἐνομοθέτει, δούλῳ ἐξεῖναι μήτε παιδε‐
5ραστεῖν, μήτε ξηραλοιφεῖν, ὡς ἐναρέτου τοῦ πράγμα‐ τος ὄντος καὶ πολλὴν ἔχοντος τιμήν. Διὰ τοῦτο καὶ ἐπ’ οἰκήματος εἱστήκεισαν φανερῶς τοῦτο ποιοῦντες. Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ’ αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ
10οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς πάντα τούτων γέμει, μοιχείας, ἀσελγείας, διαφθορᾶς. Παν‐ νυχίδες ἐγίνοντο μιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς μιαρίας! ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο μεταξὺ νέων μεμηνότων
15καὶ μεθύοντος ὄχλου .. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ ἔργα τὰ ὑπ’ αὐτῶν τελούμενα. Διὰ τοῦτό φησιν· Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπει‐ θεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη,
20φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ κα‐ λεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει μητρογαμίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ’ αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ
25οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ’ αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι’ ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο·
30τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς; Ἠράσθη ἡ δεῖνα τοῦ δεῖνος· ἐπανελθόντα τὸν ἄνδρα ἔσφαξε διὰ τοῦ μοιχοῦ. Τάχα ἴστε τὸ διήγημα οἱ πολλοί. Τὸν μοιχὸν ἀνεῖλεν ὁ παῖς τοῦ φονευθέντος,
35κἀκείνην ἐπέθυσε· μετὰ ταῦτα ἐμάνη καὶ αὐτὸς, καὶ ταῖς ἐριννύσιν ἠλαύνετο· εἶτα αὐτὸς οὕτως ὁ μανεὶς ἀπελθὼν ἔσφαξεν ἕτερον, καὶ τὴν ἐκείνου γυναῖκα λαμβάνει. Τί τούτων χεῖρον τῶν συμφορῶν; Τούτου χάριν ταῦτα λέγω ἀπὸ τῶν ἔξωθεν, ἵνα τοὺς
40Ἕλληνας πείσω, πόσα κατεῖχε τὴν οἰκουμένην κακά. Ἀλλ’, εἰ βούλεσθε, καὶ ἀπὸ τῶν ἡμετέρων δεικνύω‐ μεν. Ἔθυσαν, φησὶ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυ‐ γατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ πάλιν οἱ τὰ Σόδομα οἰκοῦντες δι’ οὐδὲν ἕτερον ἀπώλοντο, ἢ ὅτι
45παισὶν ἐπεμαίνοντο. Ἀλλὰ πάλιν ἐν προοιμίοις τῆς τοῦ Χριστοῦ παρουσίας οὐχὶ ἡ τοῦ βασιλέως θυγάτηρ ἐν μέσοις ὠρχεῖτο τοῖς συμποσίοις ἐν ἀνθρώποις με‐ θύουσιν; οὐχὶ φόνον ᾔτει, καὶ ὀρχήσεως τιμὴν τὴν κεφαλὴν τοῦ προφήτου; Τίς λαλήσει τὰς δυναστείας

62

.

693

(50)

τοῦ Κυρίου; Στυγητοὶ, φησὶ, μισοῦντες ἀλλή‐ λους. Ἀνάγκη γὰρ πάντως, ὅταν πάσας τῇ ψυχῇ ἐπαφῶμεν τὰς ἡδονὰς, πολὺ τὸ μῖσος γίνεσθαι. Διὰ τί; Ὅτι οὗ μετὰ ἀρετῆς ἡ ἀγάπη, οὐδεὶς οὐδένα πλεονεκτεῖ. Ὅρα καὶ ὁ Παῦλος τί φησι. Μὴ πλα‐
55νᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ λοίδοροι, οὐ μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε. Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή
60τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο; Εἰ γὰρColumn end

62

.

694

οἱ προφητείας ἀπολαύοντες, καὶ τοσαῦτα ὁρῶντες γινόμενα κακὰ καὶ ἐν τοῖς πολεμίοις καὶ ἐν ἑαυτοῖς, ὅμως οὐκ ἠνείχοντο, ἀλλὰ μυρία καινὰ εἰργάζοντο· τί ἂν οἱ ἄλλοι; Ἀλλά τις πάλιν παρ’ αὐτοῖς παρθέ‐
5νους γυμνὰς ἐκέλευε παλαίειν ἐπ’ ὄψεσιν ἀνθρώπων. Πολλὰ ὑμῖν γένοιτο ἀγαθὰ, ὅτι οὐδὲ τὸ ῥῆμα ἀκοῦσαι φέρετε· αὐτὸ δὲ τὸ πρᾶγμα οἱ φιλόσοφοι οὐκ ᾐσχύ‐ νοντο. Ἕτερος δέ τις φιλόσοφος, ὁ κορυφαῖος αὐτῶν, καὶ εἰς πολέμους αὐτὰς ἐξάγει, καὶ κοινὰς εἶναι
10κελεύει, ὡς μαστροπός τις ὢν καὶ προαγωγός. Ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, φησίν. Εἰ γὰρ οἱ φιλοσο‐ φοῦντες παρ’ αὐτοῖς τοιαῦτα ἐνομοθέτουν, τί ἂν εἴποι‐ μεν περὶ τῶν μὴ φιλοσοφησάντων; εἰ οἱ τὸ γένειον ἔχοντες βαθὺ, καὶ τὸν τρίβωνα ἀναβεβλημένοι τοιαῦτα
15λέγουσι, τί ἂν εἴποιμεν περὶ ἑτέρων; Οὐ διὰ τοῦτο γέ‐ γονεν ἡ γυνὴ, ἄνθρωπε, ὥστε κοινῇ πᾶσι προκεῖσθαι. Ὦ πάντα ἀνατρέποντες ὑμεῖς· οἱ τοῖς μὲν ἄῤῥεσιν ὡς θηλείαις μιγνύμενοι, τὰς δὲ θηλείας ὡς ἄνδρας εἰς πόλεμον ἐξάγοντες· τοῦτο γὰρ ἔργον τοῦ διαβόλου,
20τὸ πάντα συγχέειν καὶ ἀνατρέπειν, καὶ τὰ ἐξ ἀρχῆς τεθέντα ὅρια διασαλεύειν καὶ μεταίρειν ἃ Θεὸς ἔθετο τῇ φύσει. Τῇ μὲν γὰρ γυναικὶ τὸ οἰκου‐ ρεῖν μόνον ἔδωκεν ὁ Θεὸς, τῷ δὲ ἀνδρὶ τὰ δημόσια πράττειν· σὺ δὲ τὴν κεφαλὴν εἰς τοὺς πόδας κατάγεις,
25καὶ τοὺς πόδας εἰς τὴν κεφαλὴν ἀνάγεις. Γυναῖκας ὁπλίζεις, καὶ οὐκ αἰσχύνῃ; Τί δὲ ταῦτα λέγω; εἰσ‐ άγουσί τινα παρ’ αὐτοῖς γυναῖκα καὶ παῖδας ἀνελοῦ‐ σαν, καὶ οὐκ αἰσχύνονται οὐδὲ ἐντρέπονται τοιαῦτα μυσαρὰ διηγήματα εἰς τὰς τῶν ἀνθρώπων ἀκοὰς ἐμ‐
30βάλλοντες. Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλ‐ ανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύ‐
35ματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιω‐ θέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου. Τί ἔστι, Κατ’ ἐλπίδα; Τουτέστι, Καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν·
40ἢ ὅτι Ἤδη καὶ κληρονόμοι ἐστέ. Πιστὸς ὁ λόγος. Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέχθη καὶ οὔπω παρόντων, ἐπήγαγε τὸ ἀξιόπιστον. Ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων. Ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας καὶ τοσ‐
45ούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει πάντως ἐπιμείνασι τῇ χάριτι· ἀπὸ γὰρ τῆς αὐτῆς κηδεμονίας ἅπαντα γίνεται. εʹ. Εὐχαριστῶμεν οὖν τῷ Θεῷ, καὶ μηδὲν τοῖς ἄλλοις ὀνειδίζωμεν, μηδὲν ἐγκαλῶμεν, ἀλλὰ παρακαλῶμεν

62

.

694

(50)

μᾶλλον, εὐχώμεθα ὑπὲρ αὐτῶν, συμβουλεύωμεν, παραινῶμεν, κἂν ὑβρίζωσι, κἂν λακτίζωσι· τοιοῦτοι γάρ εἰσιν οἱ νοσοῦντες. Ἀλλ’ οἱ πρὸς τὴν ὑγείαν ἐκεί‐ νων σπεύδοντες πάντα φέρουσι, πάντα πράττουσι, κἂν μηδὲν ἀνύωσιν, ἵνα μὴ ἑαυτοῖς ἐγκαλῶσιν ὥσπερ
55ἠμεληκόσιν. Ἢ οὐκ ἴστε ὅτι πολλάκις ἰατροῦ ἀπογνόν‐ τος τοῦ κάμνοντος, ἕτερός τίς φησι τῶν προσηκόντων πρὸς αὐτόν· Θεραπείαν πάλιν πρόσαγε, καὶ μηδὲν ἐλλίπῃς, ἵνα μηδὲν ἐμαυτῷ ἐγκαλῶ, ἵνα μηδὲν μέμφω‐ μαι, ἵνα μὴ κατηγορεῖν ἔχω ἐμαυτοῦ; Οὐχ ὁρᾶτε πόσην
60οἱ προσήκοντες περὶ τοὺς ἐπιτηδείους ποιοῦνται τὴν πρόνοιαν; πόσα ὑπὲρ τούτου πράττουσι, καὶ ἰατροὺς παρακαλοῦντες, καὶ προσεδρεύοντες διαπαντός; Κἂν
τούτους μιμώμεθα· καίτοι γε οὐχ ὑπὲρ τῶν ἴσων ἡ693

62

.

695

φροντίς. Νῦν δὲ τὸ μὲν σῶμα κάμνοντος τοῦ παιδὸς οὐκ ἂν παραιτήσαιτό τις καὶ μακρὰν ἀποδημίαν στείλασθαι, ὥστε λῦσαι τὴν νόσον· τῆς δὲ ψυχῆς κακῶς ἐχούσης, οὐδεὶς οὐδένα ποιεῖται λόγον· ἀλλὰ
5πάντες ἀναπεπτώκαμεν, πάντες ῥᾳθυμοῦμεν, πάντες ὀλιγωροῦμεν, καὶ παῖδας καὶ γυναῖκας καὶ ἡμᾶς αὐτοὺς περιορῶντες ἁλισκομένους ἀπὸ τῆς νόσου ταύτης τῆς χαλεπῆς. Ἀλλ’ ὕστερον λαμβάνομεν τὴν αἴσθησιν. Ἐννοήσατε ὡς αἰσχρὸν καὶ σφόδρα
10καταγέλαστον ὕστερον λέγειν, Οὐ προσεδοκῶμεν, οὐκ ἠλπίζομεν τοῦτο ἔσεσθαι· οὐκ αἰσχρὸν δὲ μό‐ νον, ἀλλὰ καὶ ἐπικίνδυνον. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ τῶν ἀνοήτων ἐστὶ τὸ τὰ μέλλοντα μὴ προορᾷν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι, ὅτε καὶ ἀκούομεν νῦν
15πολλῶν συμβουλευόντων καὶ λεγόντων τὰ πρακτέα
καὶ τὰ μὴ πρακτέα. Ἀντεχώμεθα τοίνυν τῆς ἐλπίδοςColumn end

62

.

696

ἐκείνης, φροντίζωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, τὸν Θεὸν ἐπὶ πᾶσι παρακαλῶμεν, ὥστε χεῖρα ὀρέξαι. Μέχρι τίνος ῥᾴθυμοι; μέχρι τίνος ἀμελεῖς; μέχρι τί‐ νος καταφρονοῦμεν ἑαυτῶν, καὶ τῶν ὁμοδούλων ἡμῶν;
5αὐτὸς πλουσίως ἐξέχεεν εἰς ἡμᾶς τὴν τοῦ Πνεύματος χάριν. Ἐννοήσωμεν τοίνυν ὅσην χάριν ἐπὶ ἡμᾶς ἐνεδείξατο, καὶ τοσαύτην καὶ ἡμεῖς σπουδὴν ἐπι‐ δειξώμεθα· μᾶλλον δὲ τοσαύτην μὲν οὐ δυνατὸν, κἂν γοῦν ἐλάττονα. Ἂν γὰρ καὶ μετὰ τὴν χάριν ταύτην
10ὦμεν ἀναίσθητοι, μείζων ἡμῖν ἔσται ἡ κόλασις. Εἰ μὴ ἦλθον γὰρ, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρ‐ τίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ μὴ γένοιτο ταῦτα περὶ ἡμῶν εἰπεῖν, ἀλλὰ γέ‐ νοιτο πάντας ἡμᾶς ἀξιωθῆναι τῶν ἐπηγγελμένων
15ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν ἐν Χριστῷ Ἰησοῦ τῷ
Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.Column end

62

.

695

(17)

ΟΜΙΛΙΑ ϛʹ. Καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ
20πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ
25 δευτέραν παραιτοῦ· εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. αʹ. Εἰπὼν περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ περὶ τῆς ἀφάτου αὐτοῦ περὶ ἡμᾶς κηδεμονίας, καὶ τίνας ὄντας ἡμᾶς τίνας εἰργάσατο, ἐπήγαγε καί φησι· Καὶ
30περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπι‐ στευκότες τῷ Θεῷ· τουτέστι, ταῦτα διαλέγεσθαι, καὶ ἀπὸ τούτων προτρέπειν ἐπὶ ἐλεημοσύνην. Οὐ γὰρ μόνον πρὸς ταπεινοφροσύνην ἡμῖν τὰ εἰρημένα
35ἁρμόσει, καὶ πρὸς τὸ μὴ ἐπαίρεσθαι καὶ ὀνειδίζειν ἑτέροις, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν ἄλλην ἀρετήν. Οὕτω γοῦν καὶ πρὸς Κορινθίους διαλεγόμενος φησί· Γινώσκετε ὅτι ὁ Κύριος ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.
40Ἐννοήσας τοῦ Θεοῦ τὴν κηδεμονίαν καὶ τὴν ὑπερ‐ βάλλουσαν αὐτοῦ φιλανθρωπίαν, ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπει, οὐχ ἁπλῶς οὐδὲ παρέργως· ἀλλὰ τί; Ἵνα φροντίζωσι, φησὶ, καλῶν ἔργων προ‐ ΐστασθαι· τουτέστι, καὶ ἀδικουμένοις βοηθεῖν, μὴ
45χρήμασι μόνον, ἀλλὰ καὶ προστασίαις, καὶ χήραις ἐπαμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι, Καλῶν ἔργων προΐστασθαι. Ταῦτα γάρ ἐστι, φησὶ, καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Μωρὰς δὲ

62

.

695

(50)

ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μά‐ ταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι; καὶ γὰρ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ τίθησι τοῦτο λέγων·
55Μύθους καὶ γενεαλογίας ἀπεράντους. Τάχα καὶ
ἐνταῦθα καὶ ἐκεῖ αἰνιττόμενος Ἰουδαίους, οἳ μέγαColumn end

62

.

696

(18)

φρονοῦντες ἐπὶ τῷ πρόγονον ἔχειν τὸν Ἀβραὰμ, τῶν καθ’ ἑαυτοὺς ἠμέλουν. Διὰ τοῦτο καὶ μωρὰς αὐτὰς
20καλεῖ καὶ ἀνωφελεῖς· μωρίας γὰρ ἐπὶ ἀνωφελέσι πρά‐ γμασι τὸ θαῤῥεῖν. Ἔρεις δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ἵνα μὴ κάμνωμεν εἰκῆ, ὅταν μηδὲν ᾖ κέρδος· τὸ γὰρ τέλος αὐτῶν οὐδέν. Ὅταν ᾖ τις διεστραμμένος, καὶ
25μηδ’, ἂν ὁτιοῦν γένηται, προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων, δέον πονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς; πῶς οὖν ἑτέρωθί φησι, Μή
30ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, ἐνταῦθα δὲ, Αἱ‐ ρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέ‐ ραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος; Ἐκεῖ μὲν περὶ τῆς τῶν ἐλπίδα ἐχόντων διορθώσεώς φησι, καὶ περὶ
35τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις εἰκῆ; τί τὸν ἀέρα δέρεις; Τί ἐστιν, Ὢν αὐτοκατάκριτος; Οὐ γὰρ ἔχει εἰπεῖν, ὅτι οὐδεὶς εἶπεν, οὐδεὶς ἐνουθέτησεν. Ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιμένῃ, αὐτοκα‐
40τάκριτος γίνεται. Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικό‐ πολιν. Τί λέγεις; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σεαυτόν; Οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζων. Ὅτι γὰρ οὐχ ὥστε
45περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ πρὸς ἑαυτὸν, ἄκουσον τί φησιν· Ὅτι ἐκεῖ κέ‐ κρικα παραχειμάσαι. Ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ· αὐτοὶ δὲ οὐ‐

62

.

696

(50)

δέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· σφοδρότερος δὲ ἦν ὁ Ἀπολλὼς, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς, καὶ ἀνὴρ λόγιος. Εἰ τοίνυν νομικὸς ἦν ἐκεῖνος, οὐκ ἔδει παρ’ ἑτέρων αὐτὸν, φησὶ, τρέφεσθαι. Ἀλλὰ νομικὸν ἐνταῦθά φησι τὸν τῶν Ἰουδαϊκῶν νό‐
55μων ἔμπειρον· ὡσεὶ ἔλεγεν, Ἐν πάσῃ ἀφθονίᾳ αὐτοὺς κατάστησον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτω‐
σαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι695

62

.

697

εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντάς φησιν, ἢ τοὺς πιστοὺς ἄνδρας. Ἡ χάρις
5μετὰ πάντων ὑμῶν. Ἀμήν. Πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας ἐπιστο‐ μίζειν, εἰ περιιστάναι τούτους δεῖ, ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσιν ἑαυτῶν; Φησὶ δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· οὐδὲ γὰρ
10ἂν κερδάνειάν ποτε, ἅπαξ διεστραμμένοι τὴν γνώ‐ μην. Εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, διεστάναι χρὴ καὶ μάχεσθαι, καὶ μετὰ πολλῆς τῆς ἀνδρείας περι‐ ίστασθαι· εἰ δὲ εἰς ἀνάγκην κατασταίης, ὁρῶν ἑτέ‐ ρους διαφθειρομένους, μὴ σίγα, ἀλλ’ ἐπιστόμιζε, τῶν
15μελλόντων ἀπόλλυσθαι κηδόμενος. Ὅλως δὲ οὐκ ἔστι τὸν σπουδὴν ἔχοντα καὶ βίον ὀρθὸν, μάχης ἀνέχεσθαι. Πλὴν, ὡς εἶπον, οὕτω ποίει· ἀπὸ γὰρ ἀργίας καὶ τῆς περιττῆς φιλοσοφίας τὸ πρᾶγμα γίνεται, τὸ περὶ τὰ ῥήματα ἠσχολῆσθαι μόνον. Καὶ γὰρ περιττὰ φθέγγε‐
20σθαι πολλὴ ζημία, δέον ἢ διδάσκειν, ἢ εὔχεσθαι, ἢ εὐχαριστεῖν. Οὐδὲ γὰρ χρημάτων μὲν φείδεσθαι ὀφείλομεν, ῥημάτων δὲ οὔ· ἀλλὰ μάλιστα τούτων ἢ ἐκείνων, καὶ μὴ ἁπλῶς πᾶσιν ἑαυτοὺς ἐκδι‐ δόναι.
25 Τί ἐστιν, Ἵνα φροντίζωσι καλῶν ἔργων προ‐ ΐστασθαι; Ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτοὺς, ἀλλὰ καὶ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας· ὁ γὰρ φροντίζων, οὕτω φροντίζει· οὕτω γὰρ μάλιστα καὶ μετὰ πολλῆς
30τῆς σπουδῆς τοῦτο ἐργάσεται. Καὶ γὰρ ἐν οἷς εὖ ποιεῖ, οὐ τοῖς πάσχουσι τοσοῦτον, ὅσον τοῖς εὖ ποιοῦσι πρόσοδον καὶ κέρδος φέρει τὸ γινόμενον· παῤῥησίαν γὰρ δίδωσιν αὐτοῖς πρὸς τὸν Θεόν. Ἐκεῖ δὲ τῆς μάχης τέλος οὐδέν. Τὸν ἀδιόρθωτον οὖν λέγει
35αἱρετικόν. Ὥσπερ γὰρ τὸ τοὺς ἐλπίδας ἔχοντας με‐ ταβολῆς παρορᾷν, νωθείας· οὕτω τὸ τοὺς ἀνίατα νοσοῦντας θεραπεύειν, ἀνοίας καὶ τῆς ἐσχάτης πα‐ ραπληξίας θρασυτέρους γὰρ ἐργαζόμεθα ἐκείνους. Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡμέτεροι καλῶν
40ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ὁρᾷς ὅτι αὐτῶν φροντίζει μᾶλ‐ λον, ἢ τῶν λαμβανόντων; Ἐνῆν γὰρ ἴσως πολλαχό‐ θεν τούτους προπέμψαι, ἀλλὰ τῶν ἡμετέρων, φησὶ, φροντίζω. Τί γὰρ ὄφελος, εἰπέ μοι; Εἰ γὰρ θησαυ‐
45ροὺς ἀνορύττοντες ἔτρεφον τοὺς διδασκάλους ἕτεροι, τούτοις οὐδὲν οὐδέπω κέρδος ἦν· ἄκαρποι γὰρ ἔμε‐ νον. Τί οὖν, εἰπέ μοι; οὐκ ἠδύνατο ὁ Χριστὸς ὁ ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ ἀπὸ ἑπτὰ τετρα‐ κισχιλίους θρέψας, θρέψαι ἑαυτὸν καὶ τοὺς συνόντας

62

.

697

(50)

αὐτῷ; τίνος οὖν ἕνεκεν ὑπὸ γυναικῶν ἐτρέφετο (Ἠκολούθουν γὰρ αὐτῷ, φησὶ, γυναῖκες, αἵτινες διηκόνουν αὐτῷ); Διδάσκων ἡμᾶς ἄνωθεν ὅτι τῶν οὗ ποιούντων φροντίζει. Οὐκ ἠδύνατο ὁ Παῦλος ὁ καὶ ἑτέροις ἐπαρκῶν διὰ τῶν ἑαυτοῦ χειρῶν, μηδαμόθεν
55λαμβάνειν; Ἀλλ’ ὁρᾷς αὐτὸν καὶ λαμβάνοντα καὶ αἰτοῦντα· καὶ ἄκουσον, διὰ τί· Ζητῶ γὰρ, φησὶν, οὐ τὸ δόμα, ἀλλὰ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Καὶ παρὰ τὴν ἀρχὴν δὲ, ὅτε τὰ αὑτῶν ἅπαντα πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς
60πόδας τῶν ἀποστόλων, ὁρᾷς τοὺς ἀποστόλους αὐτῶν φροντίζοντας μᾶλλον, ἢ τῶν λαμβανόντων; Εἰ γὰρ
ὁπωσδήποτε μόνον τῶν πενήτων ἐφρόντιζον, οὐδέναColumn end

62

.

698

ἂν λόγον ὑπὲρ τῆς Σαπφείρας καὶ τοῦ Ἀνανία ἐποιήσαντο, ἡνίκα ἐνοσφίσαντο τὰ χρήματα, οὐκ ἂν διετάξατο Παῦλος λέγων· Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγ‐ κης. Τί λέγεις, Παῦλε; ἐμποδίζεις τοῖς πένησιν;
5Οὒ, φησίν· οὐ γὰρ τὸ ἐκείνων ὁρῶ, ἀλλὰ τὸ τῶν διδόντων. Ὅρα δὲ καὶ τὸν προφήτην, ἡνίκα τῷ Να‐ βουχοδονόσορ συνεβούλευε τὴν ἀρίστην ἐκείνην γνώ‐ μην, οὐχὶ τῶν πενήτων μόνον φροντίζοντα· οὐ γὰρ εἶπε, Δὸς τοῖς πένησιν ἁπλῶς, ἀλλὰ τί; Τὰς ἁμαρ‐
10τίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδι‐ κίας σου ἐν οἰκτιρμοῖς πενήτων. Κένωσον τὰ χρή‐ ματα, φησὶν, οὐχ ἵνα ἕτεροι τραφῶσι μόνον, ἀλλ’ ἵνα ἀπαλλαγῇς αὐτὸς τῆς τιμωρίας. Καὶ πάλιν ὁ Χρι‐ στός· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτω‐
15χοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁρᾷς ὅτι κἀκεῖ διὰ τὴν ἀκολούθησιν τοῦτο ἐπετάγη; Ἐπειδὴ γὰρ ἐμπό‐ διόν ἐστι τὰ χρήματα, διὰ τοῦτο διδόναι πένη‐ σιν ἐπέταξε, παιδεύων τὴν ψυχὴν ἐλεήμονα εἶναι καὶ οἰκτίρμονα, παιδεύων χρημάτων καταφρονεῖν, παι‐
20δεύων πλεονεξίας ἀφίστασθαι. Ὁ γὰρ παιδευόμενος τῷ μὴ ἔχοντι δοῦναι, παιδευθήσεται τῷ χρόνῳ καὶ μὴ λαμβάνειν ἀπὸ τῶν ἐχόντων. Τοῦτο ὁμοίους ποιεῖ τῷ Θεῷ. Καίτοι γε ἡ παρθενία χαλεπώτερον αὐτῆς πόνον ἔχει, καὶ ἡ νηστεία καὶ τὸ χαμευνεῖν· ἀλλ’
25οὐδὲν οὕτως ἰσχυρὸν καὶ δυνατὸν πρὸς τὸ σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ ἐλεημοσύνη· πάντων αὕτη μείζων ἐστὶ, παρ’ αὐτὸν ἵστησι τὸν βασιλέα τοὺς αὐτῆς ἐραστάς· καὶ μάλα εἰκότως. Παρθενία μὲν γὰρ καὶ νηστεία καὶ χαμευνία περὶ
30τὸν ποιοῦντα ἵσταται μόνον, ἕτερον δὲ ἔσωσεν οὐ‐ δένα· ἡ δὲ ἐλεημοσύνη εἰς πάντας ἐκτείνεται, καὶ τὰ μέλη περιπλέκεται τοῦ Χριστοῦ· πολὺ δὲ τῶν εἰς τὸν ἕνα περιισταμένων τὰ πρὸς πολλοὺς ἐκτεινόμενα κατορθώματα μείζονα.
35 γʹ. Αὕτη γὰρ μήτηρ ἀγάπης ἐστὶν, ἀγάπης τῆς τὸν Χριστιανισμὸν χαρακτηριζούσης, τῆς τῶν σημείων ἁπάντων μείζονος, δι’ ἧς οἱ μαθηταὶ φαίνονται τοῦ Χριστοῦ· αὕτη φάρμακόν ἐστι τῶν ἡμετέρων ἁμαρ‐ τημάτων, σμῆγμα τοῦ ῥύπου τῆς ἡμετέρας ψυχῆς,
40κλῖμαξ εἰς τὸν οὐρανὸν ἐστηριγμένη· αὕτη τοῦ Χρι‐ στοῦ τὸ σῶμα συνδεῖ. Βούλεσθε μαθεῖν ὅσον ἀγαθὸν αὕτη ἐστίν; Ἐπὶ τῶν ἀποστόλων πάντες τὰ ἑαυτῶν πωλοῦντες ἔφερον πρὸς αὐτοὺς, ἃ καὶ διεδίδοτο· Διεδίδοσαν γὰρ, φησὶν, ἑκάστῳ, καθότι ἄν τις
45χρείαν εἶχεν. Εἰπὲ γάρ μοι, καὶ χωρὶς τῶν μελλόν‐ των (μήπω γὰρ περὶ τῆς βασιλείας νῦν κινήσωμεν. ἀλλ’ ἐν τῷ παρόντι ἴδωμεν) τίνες κερδαίνουσιν, οἱ λαμβάνοντες, ἢ οἱ δόντες; Ἐκεῖνοι μὲν γὰρ ἐγόγγυ‐ ζον, καὶ διεπληκτίζοντο πρὸς ἀλλήλους· οὗτοι δὲ εἶ‐

62

.

698

(50)

χον ψυχὴν μίαν· Ἦν γὰρ, φησὶν, ἁπάντων ἡ καρ‐ δία καὶ ἡ ψυχὴ μία, καὶ χάρις ἦν ἐπὶ πάντας αὐτοὺς, καὶ μετὰ πολλῆς ὠφελείας διῆγον. Ὁρᾷς ὅτι καὶ ἐντεῦθεν ἐκεῖνοι ἐκέρδαινον; Εἰπὲ δή μοι, τίνων ἂν ἠθέλησας εἶναι, τῶν τὰ αὐτῶν ῥιπτούντων καὶ
55οὐδὲν ἐχόντων, ἢ τῶν καὶ τὰ ἑτέρων λαμβανόντων; Ὅρα τὸν καρπὸν τῆς ἐλεημοσύνης· τὰ διαφράγματα καὶ τὰ κωλύματα ἀνῃρέθη, καὶ εὐθέως συνήφθησαν αὐτῶν αἱ ψυχαί· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὥστε καὶ χωρὶς τῆς ἐλεημοσύνης τὸ τὰ χρή‐
60ματα κενοῦν πολὺ ἔχει τὸ κέρδος. Ταῦτα δέ μοι εἴρη‐ ται, ἵνα οἱ κλῆρον παρὰ προγόνων μὴ διαδεξάμενοι,
μὴ ἀλγῶσι μηδὲ κατηφιῶσιν, ὡς ἔλαττον τῶν πλου‐697

62

.

699

τούντων ἔχοντες· μείζονα γὰρ ἔχουσιν, ἂν ἐθέλωσι. Καὶ γὰρ καὶ πρὸς ἐλεημοσύνην μετὰ πλείονος ἥξουσι τῆς εὐκολίας, καθάπερ ἡ χήρα, καὶ τῆς πρὸς τὸν πλησίον ἔχθρας οὐδεμίαν ἕξουσιν ἀφορμὴν, καὶ πάν‐
5των ἔσονται ἐλευθερώτεροι· οὐδεὶς ἀπειλῆσαι δυνή‐ σεται τῷ τοιούτῳ δήμευσιν, ἀλλ’ ἔστιν ἀνώτερος τοῦ παθεῖν κακῶς. Καὶ καθάπερ τοὺς γυμνοὺς φεύγοντας οὐδεὶς ἂν ταχέως κατάσχοι, τῶν δὲ πολλὰ περιβε‐ βλημένων καὶ ἐπισυρομένων ῥᾳδίως ἄν τις ἐπιλά‐
10βοιτο· οὕτω καὶ ὁ πλούσιος, καὶ ὁ πένης ἐστίν. Ὁ μὲν γὰρ, κἂν ἁλῷ, εὐκόλως διαδρᾶναι δυνήσεται· ὁ δὲ, κἂν μὴ κατασχεθῇ, τοῖς ἑαυτοῦ σχοινίοις συμποδίζεται, φροντίσι μυρίαις, ἀθυμίαις, ὀρ‐ γαῖς, παροξυσμοῖς. Ταῦτα πάντα καταχωννύει τὴν
15ψυχήν· καὶ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ ἄλλα πολλὰ, ἅπερ ἀπὸ τοῦ πλούτου ἐπισυρόμεθα. Καὶ γὰρ με‐ τριάζειν δυσκολώτερον τὸν πλούσιον ἢ τὸν πένητα, καὶ ἐν εὐτελείᾳ ζῇν, καὶ θυμοῦ ἀπηλλάχθαι δυσκο‐ λώτερον τοῦτον ἢ ἐκεῖνον. Οὐκοῦν πλείονα, φησὶν,
20ἕξει μισθόν; Οὐδαμῶς. Διὰ τί, εἴ γε τὰ δύσκολα κατ‐ ορθοῖ; Ὅτι αὐτὸς ἑαυτῷ τὰς δυσκολίας ἐπενόησεν· οὐ γὰρ ἐπιτέτακται πλουτεῖν, ἀλλὰ καὶ τοὐναντίον· ἑαυτῷ δὲ μυρία σκάνδαλα καὶ κωλύματα κατασκευά‐ ζει. Ἄλλοι δὲ οὐ μόνον τὰ χρήματα ἀποτίθενται,
25ἀλλὰ καὶ τοῦ σώματος τὸ πλέον κατατήκουσιν, ὡς στενὴν ὁδεύοντες ὁδόν· σὺ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάμινον τῶν παθῶν, καὶ ἕτερα περι‐ βάλλεις. Οὐκοῦν εἰς τὴν εὐρύχωρον ἄπιθι· ἐκείνη γάρ ἐστιν
30ἡ τοὺς τοιούτους δεχομένη· ἡ δὲ στενὴ τοὺς θλιβομέ‐ νους, τοὺς ἐστενωμένους, τοὺς οὐδὲν βαστάζοντας, ἀλλ’ ἢ ταῦτα τὰ φορτία, ἃ δι’ αὐτῆς κομίζεσθαι δυνατὸν, ἐλεημοσύνην, φιλανθρωπίαν, χρηστότητα, ἐπιείκειαν. Ἂν ταῦτα βαστάζῃς, εὐκόλως δυνήσῃ
35εἰσελθεῖν· ἂν δὲ ἀπόνοιαν καὶ φλεγμονὴν ψυχῆς, καὶ τὸ τῶν ἀκανθῶν φορτίον, τὸν πλοῦτον, πολλῆς σοι δεῖ τῆς εὐρυχωρίας. Οὐδὲ γὰρ εἰς τὸν ὄχλον ἐμβῆναί σοι δυνατὸν, ὥστε μὴ ἑτέρους πλήττειν ἄνωθεν ἐπι‐ φερόμενον, ἀλλ’ ἔδει πολλῆς διαστάσεως ἐνταῦθα. Ὁ
40μέντοι ἀποφέρων χρυσίον καὶ ἀργύριον, τὰ τῆς ἀρε‐ τῆς λέγω κατορθώματα, οὐ μόνον φεύγοντας οὐκ ἔχει τοὺς πλησίον, ἀλλὰ καὶ πλησίον γινομένους καὶ συν‐ δυάζοντας. Πλὴν εἰ ὁ πλοῦτος αὐτὸς ἄκανθά ἐστι, τί ἡ πλεονεξία; τίνος ἕνεκεν ταύτην ἀπάγεις ἐκεῖ;
45ἵνα μείζονα τὴν φλόγα ἐργάσῃ, φορτία ὑποτιθεὶς τῷ πυρί; οὐ γὰρ ἀρκεῖ τὸ τῆς γεέννης πῦρ; Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου· ἐκεί‐ νην νόμισον γέενναν εἶναι· μετὰ θλίψεως ἐνέπεσον εἰς αὐτὴν δεδεμένοι καὶ συμπεπεδημένοι· ἀλλὰ πολ‐

62

.

699

(50)

λὴν εὗρον ἔνδον τὴν εὐρυχωρίαν· ἀλλ’ οὐχ οἱ ἔξωθεν περιεστῶτες. δʹ. Τοιοῦτόν τι ἔσται καὶ νῦν, ἐὰν βουλώμεθα γενναίως καὶ ἀνδρείως ἵστασθαι πρὸς τοὺς ἐπαγομένους πει‐ ρασμούς· ἂν εἰς τὸν Θεὸν ἔχωμεν τὰς ἐλπίδας, ἐσό‐
55μεθα μὲν ἡμεῖς ἐν ἀσφαλείᾳ καὶ εὐρυχωρίᾳ, οἱ δὲ ἐμβάλλοντες ἡμᾶς ἀπολοῦνται· γὰρ ὀρύσσων βόθρον, φησὶν, ἐμπεσεῖται εἰς αὐτόν. Κἂν τὰς
χεῖρας δήσωσι, κἂν τοὺς πόδας, ἡ θλῖψις λῦσαι δυ‐Column end

62

.

700

νήσεται. Ὅρα γὰρ τὸ θαυμαστόν· οὓς ἔδησαν ἄν‐ θρωποι, τούτους ἔλυσε τὸ πῦρ. Καθάπερ γὰρ εἴ τις παραδοίη τινὰς τοῖς οἰκέταις τῶν φίλων, οὗτοι δὲ τὴν φιλίαν αἰδούμενοι τοῦ δεσπότου, οὐ μόνον αὐτοῖς
5οὐ λυμαίνονται, ἀλλὰ καὶ πολλῆς μεταδιδόασι τιμῆς· οὕτω καὶ τὸ πῦρ, ἐπειδὴ ἐπέγνω ὅτι φίλοι τοῦ Δε‐ σπότου αὐτοῦ εἰσιν οἱ παῖδες ἐκεῖνοι, καὶ διέῤῥηξεν αὐτῶν τὰ δεσμὰ, καὶ ἔλυσεν αὐτοὺς καὶ ἀφῆκε, καὶ ἔδαφος αὐτοῖς ἐγίνετο, καὶ κατεπατεῖτο ὑπ’ αὐτῶν,
10εἰκότως· ὑπὲρ γὰρ τῆς δόξης ἐνεβέβληντο τοῦ Θεοῦ. Ὅσοι ἐν θλίψεσίν ἐσμεν, ταῦτα κατέχωμεν τὰ ὑποδείγματα. Ἀλλ’ ἰδοὺ, φησὶν, ἐκεῖνοι ἀπηλλάγη‐ σαν τῆς θλίψεως, ἡμεῖς δὲ οὔ. Καὶ εἰκότως, ἐπειδὴ οὐχ οὕτως ἐνέβησαν εἰς τὴν κάμινον ἐκεῖνοι, ὡς
15ἀπαλλαγησόμενοι, ἀλλ’ ὡς τεθνηξόμενοι τέλεον· ἄκουε γὰρ αὐτῶν λεγόντων· Ἔστι Θεὸς ἐν οὐρα‐ νοῖς, ὃς ῥύσεται ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυ‐
20νοῦμεν. Ἡμεῖς δὲ ὡς πραγματευόμενοι τοῦ Θεοῦ τὰς παιδείας, καὶ χρόνον ὁρίζομεν λέγοντες· Ἐὰν μέ‐ χρι τοσοῦδε μὴ ἐλεήσῃ. Διὰ τοῦτο οὐκ ἀπαλλαττόμεθα. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ οὐχ ὡς σῶον ληψόμενος τὸν υἱὸν, οὕτως ἀπήρχετο, ἀλλ’ ὡς σφαγιάσων· καὶ παρὰ
25προσδοκίαν σῶον ἔλαβε. Καὶ σὺ ὅταν ἐμπέσῃς εἰς θλῖψιν, μὴ ταχύνῃς, μὴ σπεύσῃς ἀπαλλαγῆναι, παρασκεύασον τὴν διάνοιάν σου πρὸς πᾶσαν ὑπομο‐ νὴν, καὶ ἀπαλλαγήσῃ ταχέως τῆς θλίψεως· διὰ γὰρ τοῦτο καὶ ἐπάγει αὐτὴν ὁ Θεὸς, ἵνα παιδεύσῃ. Ὅταν
30οὖν ἐκ προοιμίων παιδευθῶμεν φέρειν, καὶ μὴ ἀλύω‐ μεν, ἀνίησι λοιπὸν, ὡς τοῦ παντὸς κατωρθωμένου. Βούλομαί τι διήγημα πρὸς ὑμᾶς εἰπεῖν χρήσιμον, καὶ πολλὴν ἔχον τὴν ὠφέλειαν. Τί δὲ τοῦτό ἐστι; Διωγμοῦ ποτε κατειληφότος, καὶ πολέμου σφοδροῦ
35κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπισθέντος, δύο τινὲς συνελήφθησαν ἄνδρες· καὶ ὁ μὲν ἕτοιμος ἦν πᾶν ὁτιοῦν παθεῖν, ὁ δὲ πρὸς μὲν τὸ ἀποτμηθῆναι τὴν κε‐ φαλὴν καὶ αὐτὸς ἕτοιμος καὶ γενναῖος, πρὸς δὲ τὰς ἄλλας βασάνους δεδοικὼς καὶ τρέμων. Ὅρα τοίνυν
40τὴν οἰκονομίαν· Ἐπειδὴ ἐκάθισεν ὁ δικαστὴς, τὸν μὲν ἕτοιμον ὄντα πᾶν ὁτιοῦν παθεῖν, ἐκέλευσεν ἀποτμη‐ θῆναι τὴν κεφαλήν· ἐκεῖνον δὲ ἀναρτήσας κατέξαινε, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ πάσας περιάγων τὰς πόλεις. Τί δήποτε τοῦτο συνεχωρήθη; Ἵνα τὸ
45ἠμελημένον αὐτοῦ τῆς διανοίας ἀνακτήσηται διὰ τῶν βασάνων, ἵνα τὴν δειλίαν πᾶσαν ἐκβάλῃ, ἵνα μηκέτι ᾖ δεδοικὼς μηδὲ ὀκνῶν μηδὲ τρέμων πρὸς τὸ πρᾶγμα. Καὶ Ἰωσὴφ δὲ ὅτε μάλιστα ἠπείγετο ἐξελ‐ θεῖν, τότε μάλιστα ἐναπέμεινεν· ἄκουε γὰρ αὐτοῦ

62

.

700

(50)

λέγοντος, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ, Μνήσθητί μου, φησὶ, πρὸς τὸν βασιλέα. Διὰ τοῦτο ἐναπέμεινεν, ἵνα μάθῃ ὅτι οὐ χρὴ θαῤῥεῖν, οὐδὲ ἐπελπίζειν ἀνδράσιν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥί‐ πτειν. Ταῦτα οὖν εἰδότες, χάριν ὁμολογῶμεν τῷ Θεῷ,
55καὶ πάντα πράττωμεν τὰ πρὸς τὸ συμφέρον· ἵνα τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.699