TLG 2062 165 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ii ad Timotheum (homiliae 1–10) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In epistulam ii ad Timotheum (homiliae 1–10) Citation: Vol — pg — (ln) | ||
62.599(45t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
46t | ΙΩΑΝΝΟΥ | |
---|---|---|
47t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ | |
48t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ | |
49t | ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ΔΕΥΤΕΡΑΝ. | |
62.599(50) | ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε‐ λήματος Θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά‐ ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι‐ | |
55 | στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. | |
Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ | Column end | |
62.600(51) | ἐπιστολήν; Εἶπεν, Ἐλπίζω ἐλθεῖν πρὸς σὲ τάχιον· οὐκ ἐξεγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ γραμμάτων ἀντὶ τῆς παρουσίας, ἴσως τεθλιμμένον καὶ διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι τότε. Κἂν | |
55 | γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται | 599 |
62.601 | τοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν βαπτιζόμενοι πραγ‐ μάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, | |
5 | ὅτε πάντα προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχό‐ μεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλ‐ | |
10 | θεῖν πρός με ταχέως, φησί· καὶ, Ἐρχόμενος φέρε τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδομαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Ταῦτα | |
15 | δὴ πάντα διορθούμενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασμῶν, καί φησι· Παῦλος ἀπό‐ στολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιμίου. Μή | |
20 | μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐ‐ δέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡμᾶς ἐποίησεν, ἵνα κινδυνεύσωμεν μόνον, φησὶν, ἀλλ’ ἵνα καὶ ἀποθνή‐ | |
25 | σκωμεν, ἵνα τοιαῦτα πάσχωμεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις μόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραμυθίαν. Κατ’ ἐπαγγελίαν, λέγων, ζωῆς τῆς ἐν Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγ‐ | |
30 | γελία ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Οὐχὶ ἁπλῶς, Τέκνῳ, ἀλλὰ, Ἀγαπητῷ. Ἔστι γὰρ εἶναι καὶ τέκνα μὴ ἀγαπώμενα· ἀλλ’ οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον σε καλῶ ἁπλῶς, ἀλλὰ | |
35 | τέκνον ἀγαπητόν. Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ’ ὅμως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία μου, λέ‐ γων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν αὐτῷ μαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ | |
40 | γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι’ ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγ‐ κην· οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερόν εἰσιν, ἀλλ’ ἢ δι’ ἀρετήν· ἐπεὶ πόθεν ἄλλοθεν; καὶ μάλιστα παρὰ Παύλῳ τῷ οὐδὲν ποιοῦντι κατὰ | |
45 | πρόσκλισιν. Ἄλλως δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ, ὅτι οὐκ ὀργιζόμενος πρὸς αὐτὸν, οὐχὶ κα‐ ταφρονῶν αὐτοῦ, οὐχὶ κατεγνωκὼς αὐτοῦ, οὐ παρ‐ εγένετο. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ἅπερ καὶ πρό‐ | |
62.601(50) | τερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. Καὶ ὅρα πῶς εὐθέως ἐν τῷ προοιμίῳ πρὸς ἐκεῖνον ἀπολογεῖται, ὅτι οὐκ ἦλθε πρὸς αὐτὸν, οὐδὲ εἶδεν αὐτόν. Καὶ γὰρ τὸ, Ἕως ἔρχομαι, καὶ τὸ, Σπουδάζω ἐλθεῖν πρὸς σὲ τάχιον, ταχεῖαν ἐποίει προσδοκᾷν τὴν παρουσίαν. | |
55 | Πρὸς τοῦτο οὖν εὐθέως ἀπολογεῖται. Καὶ τὴν μὲν αἰ‐ τίαν εὐθέως οὐ λέγει, δι’ ἢν οὐκ ἦλθεν, ἵνα μὴ σφό‐ δρα λυπήσῃ· αὕτη δὲ ἦν τὸ κατέχεσθαι αὐτὸν παρὰ τοῦ Καίσαρος· ὅτε δὲ αὐτὸν ἐκάλεσε πρὸς ἑαυτὸν πρὸς τῷ τέλει, τότε αὐτὴν ἐνέφηνεν. Εὐθέως δὲ αὐ‐ | |
60 | τὸν ἐκ προοιμίων οὐκ ἐμβάλλει εἰς λύπην, ἀλλ’ ἐλ‐ πίδας ὑποφαίνει τοῦ αὐτὸν ὄψεσθαι· Ἐπιποθῶ σε | |
ἰδεῖν, καὶ, Σπούδασον ἐλθεῖν πρός με ταχέως. | Column end | |
62.602 | Εὐθέως οὖν ἐκ τοῦ προοιμίου ἀνίστησιν αὐτὸν, καὶ τὰ ἑξῆς λέγει μετ’ ἐγκωμίου. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς | |
5 | δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι μέμνημαί σου, φησίν· οὕτω σε φιλῶ. Τοῦτο ὑπερβαλλούσης ἀγά‐ πης, ὅταν καὶ κοσμῆταί τις τῇ φιλίᾳ ἐκ τοῦ σφόδρα | |
10 | φιλεῖν. Χάριν ἔχω, φησὶ, τῷ Θεῷ, ᾧ λατρεύω. Πῶς; Ἐν καθαρᾷ συνειδήσει ἀπὸ προγόνων· ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν. Ἄλλως δὲ ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον λέγει. Ἢ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν δι’ | |
15 | ἀνθρωπίνην αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίω‐ κον. Διό φησιν, Ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· μονονουχὶ λέγων, μὴ ὑποπτεύσῃς τὸ πρᾶγμα κακίαν εἶναι. Καλῶς συνίστησιν αὑτοῦ τὸ ἦθος, ἵνα ἀξιόπιστον δειχθῇ τὸ περὶ τὴν ἀγάπην. | |
20 | Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδὲν ψεύδομαι, οὐδὲ ἄλλα ἔχω, καὶ ἄλλα λέγω. Ὥστε καὶ τότε ἀναγκα‐ σθεὶς ἑαυτὸν ἐνεκωμίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ. Ἐπειδὴ γὰρ ὡς στασιαστὴν αὐτὸν διέβαλλον καὶ νεωτεροποιὸν, διὰ τοῦτο ἔλεγε· Καὶ | |
25 | εἶπεν Ἀνανίας πρός με· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. | |
30 | Οὕτω καὶ ἐνταῦθα, ἵνα μὴ λάβῃ ἀφίλου καὶ ἀσυνει‐ δήτου δόξαν ὡς ἐπιλελησμένος, εἰκότως ἑαυτὸν ἐγκω‐ μιάζει λέγων, Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, καὶ οὐχ ἁπλῶς, ἀλλ’ Ἐν ταῖς δεήσεσί μου. Τουτέστιν, εὐχῆς μοι ἔργον ἐστὶ, τὸν πάντα | |
35 | χρόνον διατελῶ τοῦτο ποιῶν διηνεκῶς. Τοῦτο γὰρ ἐμφαίνει τῷ εἰπεῖν, Νυκτὸς καὶ ἡμέρας ὑπὲρ τού‐ του τὸν Θεὸν παρεκάλουν, ἐπιποθῶν σε ἰδεῖν. Ὁρᾷς ζέοντα πόθον; ὁρᾷς μανίαν ἀγάπης; ὁρᾷς ταπεινο‐ φροσύνην; πῶς ἀπολογεῖται τῷ μαθητῇ; Εἶτα δεί‐ | |
40 | κνυσιν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ. Ἔδειξε μὲν οὖν καὶ ἤδη, δείκνυσι δὲ καὶ ἐνταῦθα· φησὶ γὰρ, Μεμνημέ‐ νος σου τῶν δακρύων. Εἰκὸς ἦν αὐτὸν ἀποσχιζό‐ μενον κλαίειν καὶ ὀδύρεσθαι μᾶλλον, ἢ παιδίον τοῦ μαστοῦ καὶ τῆς τίτθης ἀποσπώμενον καὶ γάλακτος. | |
45 | Ἵνα χαρᾶς, φησὶ, πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν. Οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπεστέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς καὶ θη‐ ριώδης· ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι. Νυνὶ δὲ οὐχ εἷς τῶν τοιούτων εἰμὶ, | |
62.602(50) | ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ. Ὥστε πολ‐ λαί με ἦγον ἀνάγκαι πρὸς σέ. Ἄρα οὖν ἔκλαιε. Καὶ ἑτέραν τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· Ὑπό‐ μνησιν, φησὶ, λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως. | |
55 | βʹ. Εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνωθεν ἀπὸ οἰκίας ἦν τῷ Χριστῷ δου‐ λευούσης. Ἥτις ἐνῴκησε, φησὶν, ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ ἐν τῇ μητρί σου Εὐνίκῃ. Ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς. Πῶς Ἰουδαίας; πῶς | |
60 | πιστῆς; Οὐκ ἐξ ἐθνικῶν. Διὰ δὲ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄν‐ τας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν | |
αὐτόν. Ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι, τῶν | 601 | |
62.603 | ἐπιμιξιῶν τούτων γινομένων; Καὶ ὅρα πόσα ἔθηκε πληροφορῶν ὅτι οὐ κατεφρόνησεν. Ἐγὼ λατρεύω τῷ Θεῷ, φησί· συνείδησιν ἔχω ἀληθῆ· σὺ δὲ τὰ δά‐ κρυα. Οὐ διὰ τὰ δάκρυα μόνον (ἐπιποθῶ σε ἰδεῖν), | |
5 | ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί. Ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, οὕτω μὲν ὢν φιλό‐ στοργος, οὕτω δὲ γνήσιος μαθητὴς τοῦ Χριστοῦ, ὅταν μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν | |
10 | σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐμὲ ἐλθεῖν; Πέπει‐ σμαι δὲ ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο, φησὶ, τὸ καλὸν, ἐκ προγόνων διεδέξω τὴν πίστιν τὴν ἀνυπόκριτον. Τὰ γὰρ τῶν προγόνων ἐγκώμια, ὅταν μὲν αὐτοῖς κοινωνῶμεν, καὶ ἡμῶν ἐστιν· ὅταν δὲ | |
15 | μὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ μᾶλλον κατακρίνει. Διὸ καὶ ἐπήγαγε, Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Οὐ στοχάζομαι, φησὶν, ἀλλὰ πέπεισμαι καὶ πεπλη‐ ροφόρημαι. Εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. Δι’ ἣν | |
20 | αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. Ὅρα πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυ‐ μίᾳ ὄντα πολλῇ, πῶς ἐν κατηφείᾳ. Μονονουχὶ γὰρ τοῦτό φησι· Μὴ νομίσῃς ὅτι κατεφρόνησά σου· ἀλλ’ | |
25 | εἰδὼς ἔσο, ὅτι οὔτε κατέγνων, οὐδὲ ἐπελήσθην· καὶ εἰ μηδένα ἕτερον, τὴν μάμμην καὶ τὴν μητέρα ἐννόει. Διὸ ἐπειδὴ οἶδα, ὅτι ἀνυπόκριτον ἔχεις πί‐ στιν, ἀναμιμνήσκω· δεῖ γάρ σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ. Καθάπερ τὸ πῦρ | |
30 | δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ. Ἀναμιμνήσκω σε ἀναζω‐ πυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· τουτέστι, τὴν χάριν τοῦ Πνεύματος, ἣν ἔλαβες εἰς προστασίαν | |
35 | τῆς Ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν ἅπασαν. Ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· διὸ ἀλλαχοῦ λέγει, Τὸ Πνεῦμα μὴ σβέννυτε. Ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Ἔνεστι μὲν γὰρ ἐν σοὶ, | |
40 | πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤ‐ ῥησίας ἔμπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης· στῆθι γεν‐ ναίως. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἵνα | |
45 | ὑποστελλώμεθα, ἀλλ’ ἵνα παῤῥησιαζώμεθα. Πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων ἐν ταῖς Βασιλείαις γέγονε. Καὶ ἔπεσε, φησὶ, πνεῦ‐ μα δειλίας ἐπ’ αὐτούς· τουτέστι, φόβον αὐτοῖς ἐν‐ έθηκεν. Ἀλλὰ σοὶ ἔδωκε τοὐναντίον πνεῦμα δυνάμεως | |
62.603(50) | καὶ ἀγάπης τῆς εἰς αὐτόν. Ἄρα καὶ τοῦτο ἀπὸ χά‐ ριτός ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν. Τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν, Ἀββᾶ, ὁ Πατὴρ, καὶ τὴν ἀγάπην τίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν | |
55 | πλησίον· ἵνα ἀλλήλους, φησὶν, ἀγαπῶμεν· ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν ἡ ἀγάπη γίνεται. Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ ἀγάπης καὶ δυνάμεως | |
60 | καὶ σωφρονισμοῦ. Ἤτοι σωφρονισμὸν τὴν ὑγείαν | |
λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισμοῦ, | Column end | |
62.604 | ὥστε σωφρονίζεσθαι ἡμᾶς, κἄν τι δεινὸν γένηται, ἵνα σωφρονίζῃ ἡμᾶς, καὶ τὰ περιττὰ κόπτῃ. Μὴ τοί‐ νυν ἀλγῶμεν ἐπὶ τοῖς δεινοῖς τοῖς συμπίπτουσι· σω‐ φρονισμὸς τοῦτό ἐστι. Μὴ σπεύσῃς, φησὶν, ἐν καιρῷ | |
5 | ἐπαγωγῆς. Πολλοὶ πολλὰ κατ’ οἶκον ἔχουσι λυπηρὰ, καὶ τῇ μὲν λύπῃ κοινωνοῦμεν ἀλλήλοις, τῇ δὲ ὑποθέ‐ σει οὐκέτι· ἀλλ’ ὁ μὲν ἀπὸ γυναικὸς, ὁ δὲ ἀπὸ παιδὸς, ἕτερος ἀπὸ οἰκέτου, ἄλλος ἀπὸ φίλου, ἄλλος ἀπὸ ἐχθροῦ, ἄλλος ἀπὸ γείτονος, ἄλλος ἀπὸ ζημίας, | |
10 | καὶ πολλαὶ καὶ διάφοροί εἰσιν αἱ αἰτίαι τῆς λύπης· καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης καθαρὸν καὶ ἀθυμίας, ἀλλὰ ὁ μὲν μικρὰ, ὁ δὲ μείζονα ἔχει τὰ λυποῦντα. Μὴ τοίνυν ἀσχάλλωμεν, μηδὲ αὐτοὶ μόνοι νομίζωμεν εἶναι ἐν λύπῃ. | |
15 | γʹ. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὄντα καὶ τὸν ἐπίκηρον τοῦτον ζῶντα βίον, λύπης εἶναι χωρίς· ἀλλ’ ἂν μὴ σή‐ μερον, αὔριον· ἂν μὴ αὔριον, μετὰ ταῦτα συμβαί‐ νει τὸ λυπηρόν. Ὥσπερ γὰρ οὐκ ἔνι τινὰ πλέοντα μὴ εἶναι ἐν ἀγωνίᾳ, πλέοντα λέγω πέλαγος μέγα· | |
20 | οὕτως οὐδὲ τὸν τοῦτον τὸν βίον ζῶντα οὐχ οἷόν τε μὴ εἶναι ἐν ἀθυμίᾳ, κἂν πλούσιον εἴπῃς· ἐπειδὴ γὰρ πλούσιός ἐστι, πολλὰς ἀφορμὰς ἐπιθυμιῶν ἔχει· κἂν αὐτὸν τὸν βασιλέα· καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν κρατεῖται, καὶ οὐ πάντα κατὰ γνώμην πράτ‐ | |
25 | τει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ μάλιστα πάντων ἐκεῖνός ἐστιν ὁ πάντα πράτ‐ των ἃ μὴ θέλει. Τί δήποτε; Ὅτι πολλοὺς ἔχει τοὺς ἐκ τῶν ἐκείνου λαμβάνειν βουλομένους. Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυμίᾳ, ὅταν βούληται μέν τι πράτ‐ | |
30 | τειν, μὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι’ ὑποψίαν, ἢ διὰ πολεμίους, ἢ διὰ φίλους; Πολλάκις δὲ, ὅταν καὶ φιλο‐ νεικήσῃ τι πρᾶξαι τῶν αὐτῷ δοκούντων, τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκεί‐ νης, πολλῶν ὄντων τῶν ἀπεχθανομένων αὐτῷ. | |
35 | Ἀλλὰ τί; νομίζεις τοὺς ἀπράγμονα βίον ζῶντας εἶναι ἐν βίῳ λύπης καθαρούς; Οὐκ ἔστιν. Ὥσπερ γὰρ οὐκ ἔστιν εἶναι ἀθάνατον ἄνθρωπον ὄντα, οὕτως οὐδὲ λύπης χωρίς. Πόσα εἰκὸς ὑπομένειν αὐτοὺς πράγματα, ἃ λόγῳ μὲν παραστῆσαι οὐκ ἔστιν, ἔρ‐ | |
40 | γῳ δὲ ἐκείνους μόνους δυνατὸν εἰδέναι; πόσοι μυριά‐ κις ηὔξαντο ἀποθανεῖν ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ; Τὸ γὰρ τρυφᾷν οὐ πάντως καὶ ἐκτὸς εἶναι λύπης ποιεῖ· μᾶλλον δὲ αὐτὸ τὸ τρυφᾷν μυρίας τί‐ κτει λύπας, νόσους, ἀηδίας· καὶ χωρὶς τούτων, αἰτίας | |
45 | πολλάκις μὴ ὑποκειμένης. Ὅταν γὰρ ἡ ψυχὴ ἐν ἕξει τοιαύτῃ καταστῇ, καὶ ἁπλῶς οἶδεν ἀλγεῖν. Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στομάχου κατα‐ σκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι. Ἢ οὐχὶ καὶ παρ’ ἡμῖν τοῦτο συμπίπτει, ὅταν ἀλγῶμεν, καὶ μὴ | |
62.604(50) | εἰδῶμεν τῆς λύπης τὴν ὑπόθεσιν; Καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης χωρίς· εἰ δὲ οὐ τοσαύτην ἔχουσιν ἀφορμὴν λύπης, ὅσην ἡμεῖς, ὅμως οὕτως ἔχειν ἕκαστος νομίζει· τὸ γὰρ οἰκεῖον μᾶλλον αὐτὸν λυπεῖ τοῦ ἀλλοτρίου. Ὥσπερ γὰρ οἱ τὰ μέρη τῶν | |
55 | σωμάτων ἀλγοῦντες, νομίζουσι τοὺς πλησίον πλεον‐ εκτεῖν ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν ὀφθαλμὸν νοσῶν, οὐδὲν ἕτερον ἡγεῖται τοιοῦτον εἶναι πάθος, οἷον τὸ ἑαυτοῦ· πάλιν ὁ τὸν στόμαχον νοσῶν, τοῦτο πάν‐ των χαλεπώτερον εἶναί φησι, καὶ ἕκαστος ἐν ᾧ κατ‐ | |
60 | έχεται, τοῦτο πάντων ἀνιαρότερον εἶναι ἡγεῖται· οὕτω καὶ ἐπὶ τῆς ἀθυμίας, ἕκαστος ὑπὸ τῆς λύπης ἧς | |
κατέχεται, ταύτην φησὶν εἶναι ἀλγεινοτέραν· μετὰ | 603 | |
62.605 | γὰρ τῆς πείρας τῆς οἰκείας τοῦτο κρίνει. Οἷον, ὁ παῖ‐ δας οὐκ ἔχων, οὐδὲν οὕτω δεινὸν νομίζει, ὡς ἀπαιδί‐ αν· ὁ πολλοὺς ἔχων πάλιν μετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν αἰτιᾶται· ὁ ἕνα ἔχων, οὐδὲν | |
5 | χεῖρον τοῦ ἕνα ἔχειν νομίζει. Ἐντεῦθεν γὰρ, φησὶ, καὶ ῥᾳθυμίας γίνεται, καὶ ἐν λύπῃ τὸν πατέρα καθ‐ ίστησιν, ἀεὶ περιπόθητος αὐτῷ τυγχάνων, καὶ οὐ‐ δεμίαν ἐπιστροφὴν δεχόμενος. Ὁ καλὴν ἔχων γυναῖκα, οὐδὲν χεῖρόν φησι τοῦ καλὴν ἔχειν γυναῖκα· ὑποψί‐ | |
10 | ας γὰρ τὸ πρᾶγμα γέμει καὶ ἐπιβουλῆς· ὁ δυσειδῆ, οὐδὲν χεῖρόν φησι τοῦ ἄμορφον ἔχειν γυναῖκα· ἀη‐ δίας γὰρ τὸ πρᾶγμα ἐμπέπλησται. Ὁ ἰδιώτης οὐδὲν ἀχρηστότερον τοῦ βίου τούτου φησὶν οὐδὲ εὐτελέ‐ στερον· ὁ στρατιώτης οὐδὲν μοχθηρότερόν φησιν, | |
15 | οὐδὲ ἐπισφαλέστερον τῆς στρατείας· βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας. Ὁ ἐν ἀρχῇ ὢν οὐδὲν ἐπιπονώτερόν φησι τοῦ τῶν ἄλλων τὰς ἀνάγκας θεραπεύειν· ὁ ἀρχόμενος οὐδὲν δουλικώτερόν φησιν ἑτέρων ἐξουσίᾳ ὑποκεῖ‐ | |
20 | σθαι. Ὁ γεγαμηκὼς οὐδὲν χεῖρόν φησι γυναικὸς καὶ φροντίδος· ὁ μὴ γεγαμηκὼς οὐδὲν ἀνελευθεριώ‐ τερόν φησι τοῦ μὴ γαμεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως. Ὁ ἔμπορος τὸν γεωργὸν μακαρίζει τῆς ἀσφαλείας· ὁ γεωργὸς τὸν ἔμπορον τοῦ πλούτου. | |
25 | Καὶ ὅλως δυσάρεστόν πως τὸ γένος τὸ ἀνθρώπινον, μεμψίμοιρον καὶ βαρύθυμόν ἐστιν. Ὅτε πάντων τῶν ἀνθρώπων καταγινώσκει, τότε φησὶν, Οὐδὲν ἄνθρω‐ πος, τὴν πᾶσαν λέγοντες φύσιν ἐπίμοχθον ζῶον καὶ ταλαίπωρον. Πόσοι τὸ γῆρας θαυμάζουσι; πόσοι | |
30 | τὴν νεότητα μακαρίζουσιν; Οὕτω καὶ ταῖς ἡλικίαις πολλὴ ἡ ἀθυμία. Ὅταν ἴδωμεν κατηγορουμένους ἡμᾶς διὰ ἡλικίαν, φαμὲν, Διὰ τί μὴ ἦμεν γέροντες; ὅταν λευκαίνηται ἡ κεφαλὴ, πάλιν, Ποῦ ἡ νεότης; Καὶ ὅλως μυρίας ἔχομεν ἀφορμὰς τοῦ λυπεῖσθαι. | |
35 | Μία μόνη ἐστὶν ὁδὸς ταύτης ἀπηλλαγμένη τῆς ἀν‐ ωμαλίας, ἡ κατὰ ἀρετήν· μᾶλλον δὲ καὶ αὐτὴ λύπην ἔχει, ἀλλὰ λύπην οὐκ ἀνόνητον, ἀλλὰ κέρδος καὶ ὠφέ‐ λειαν ἔχουσαν. Ἢ γὰρ ἥμαρτέ τις, καὶ διὰ τῆς λύ‐ πης κατανυγεὶς, ἀπενίψατο τὰ ἁμαρτήματα· ἢ | |
40 | ἀδελφῷ πεπτωκότι συνήλγησε, καὶ ἐνταῦθα πάλιν ἔχει τὸν μισθὸν οὐ μικρόν· τὸ γὰρ συναλγεῖν τοῖς ἐν συμφοραῖς οὖσι, πολλὴν ἡμῖν πρὸς Θεὸν δίδωσι τὴν παῤῥησίαν. δʹ. Ἄκουσον ὅσα περὶ τοῦ Ἰὼβ φιλοσοφεῖ ἡ θεία | |
45 | Γραφή· ἄκουσον καὶ Παῦλος τί φησι· Κλαίειν μετὰ κλαιόντων· καὶ πάλιν, Τοῖς ταπεινοῖς συναπαγό‐ μενοι. Ἡ γὰρ κοινωνία τῶν λυπουμένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν. Ὥσπερ γὰρ ἐπὶ φορτίου, ἂν τοῦ βάρους τις κοινωνήσῃ, ἐπελά‐ | |
62.605(50) | φρυνε τὸν μόνον τὸ ἄχθος φέροντα, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Νῦν δὲ τῶν μὲν οἰκείων ἡμῖν τινος τετελευτηκότος, πολλοὶ οἱ παρακαθήμενοι, πολλοὶ οἱ παραμυθούμενοι· καὶ ὄνον πεσόντα πολλάκις διεγεί‐ ρομεν, τῶν δὲ ἀδελφῶν ἡμῶν τὰς ψυχὰς πιπτούσας ὄνου | |
55 | μᾶλλον παραβλέπομεν καὶ παρατρέχομεν. Καὶ ἐὰν εἰς | |
καπηλεῖον αὐτὸν ἴδωμεν ἀσέμνως εἰσιόντα, οὐκ ἀνα‐ | Column end | |
62.606 | κόπτομεν· κἂν μεθύοντα, οὐ κωλύομεν, κἂν ὅ τι δή‐ ποτε ἕτερον ποιοῦντα τῶν ἀτόπων· ἀλλὰ μᾶλλον καὶ συμπράττομεν. Διὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ μόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράτ‐ | |
5 | τουσι· καὶ συμμορίας πότου καὶ μέθης ποιοῦσιν οἱ πολλοί. Ποίησον, ἄνθρωπε, συμμορίας, ὥστε ἀπο‐ θέσθαι τὴν μανίαν τῆς μέθης· τοῖς δεδεμένοις καλὰ ταῦτα τὰ φιλικὰ, τοῖς ἐν θλίψει οὖσι. Τοιοῦτόν τι καὶ Κορινθίοις ἐπέταξεν ὁ Παῦλος, Ἵνα μὴ, ὅταν ἔλθω | |
10 | φησὶ, τότε λογίαι γίνωνται. Νῦν δὲ μέθης μὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττομεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωμα κοινὸν ποιοῦμεν· ἐλεημοσύνην δὲ οὐ‐ δεὶς ἐποιήσατο κοινήν. Τοιαῦτα ἦν ἐπὶ τῶν ἀποστόλων | |
15 | τὰ φιλικὰ, πάντα εἰς μέσον κατετίθεντο τὰ ὑπάρ‐ χοντα. Ἐγὼ δὲ οὐ πάντα κελεύω, ἀλλὰ μέρος τι. Ὃ ἄν τις εὐοδῶται, φησὶν, ὁρισάτω ἕκαστος κατὰ μίαν τῶν σαββάτων, ὥσπερ τινὰ φόρον φέρειν ὑπὲρ τῶν ἑπτὰ ἡμερῶν, καὶ κατατίθεσθαι, καὶ οὕτω διδό‐ | |
20 | ναι ἐλεημοσύνην, κἂν μικρὸν, κἂν μέγα. Οὐκ ὀφθήσῃ γὰρ, φησὶ, κενὸς ἐνώπιον Κυρίου. Ἰουδαίοις ταῦτα ἐλέγετο, πόσῳ μᾶλλον ἡμῖν; Διὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα μηδεὶς εἰσίῃ κενὸς, ἵνα μετὰ ἐλεημοσύνης εἰσίῃ. Εἰσέρχῃ ἐλεηθῆναι· ἐλέησον | |
25 | πρότερον. Ὁ δὲ ὕστερον ἐρχόμενος, πλέον ὀφείλει· ὅταν γὰρ ἀρξώμεθα ἡμεῖς, ὁ δεύτερος πλέον κατατί‐ θησι. Ποίησόν σοι ὀφειλέτην τὸν Θεὸν, καὶ τότε αὐτὸν αἴτησαι· δάνεισον, καὶ τότε ἀπαίτει, ἵνα μετὰ τόκου λάβῃς· βούλεται τοῦτο ὁ Θεὸς, οὐκ ἀποφεύγει. Ἂν | |
30 | μετὰ ἐλεημοσύνης αἰτῇς, χάριν ἔχει· ἂν μετὰ ἐλεη‐ μοσύνης ἀπαιτῇς, δανείζεις καὶ τόκους λαμβάνεις. Ναὶ, παρακαλῶ. Οὐκ ἐν τῇ ἐκτάσει τῶν χειρῶν τὸ ἀκούεσθαί ἐστιν· ἔκτεινόν σου τὰς χεῖρας, μὴ εἰς τὸν οὐρανὸν, ἀλλ’ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἂν | |
35 | εἰς τὰς τῶν πενήτων χεῖρας ἐκτείνῃς τὴν χεῖρα, αὐ‐ τῆς ἥψω τῆς κορυφῆς τοῦ οὐρανοῦ· ὁ γὰρ ἐκεῖ καθ‐ ήμενος λαμβάνει τὴν ἐλεημοσύνην· ἂν δὲ ἀκάρπους ἀνατείνῃς, οὐδὲν ὤνησας. Εἰπὲ γάρ μοι, εἴ σε προσελ‐ θὼν ὁ βασιλεὺς ᾔτησε μετὰ τῆς ἁλουργίδος, οὐκ ἂν | |
40 | προθύμως ἅπαντα τὰ ὄντα δέδωκας; νῦν δὲ οὐχ ὑπὸ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ οὐρανίου διὰ τῶν πενή‐ των αἰτούμενος ἕστηκας παρορῶν καὶ τὴν δόσιν ὑπερτιθέμενος; καὶ πόσης οὐκ ἂν εἴης κολάσεως ἄξιος; Οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν χειρῶν, οὐδὲ ἐν τῷ | |
45 | πλήθει τῶν ῥημάτων, ἀλλ’ ἐν τοῖς ἔργοις τὸ ἐπ‐ ακούεσθαί ἐστιν. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πληθύ‐ νητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Δέον | |
62.606(50) | γὰρ σιγᾷν, καὶ μηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόμενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγ‐ γεται. Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ μάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόμεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας | |
55 | ἔχωμεν, κἂν μὴ φθεγγώμεθα, μηδὲ ζητῶμεν. Ταῦτα τοίνυν ζηλώσωμεν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων | |
ἡμῖν ἀγαθῶν. | Column end | |
62.605(58) | ΟΜΙΛΙΑ Βʹ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ | |
60 | Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέ‐ σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, | |
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δο‐ | Column end | |
62.606(59) | θεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων | |
60 | αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα‐ νείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. αʹ. Οὐδὲν χεῖρον, ἢ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς | |
τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτω γὰρ ἀπο‐ | 605 | |
62.607 | πεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου, καὶ τοῦ φωτὸς ἀποστερηθήσεται. Εἰ γὰρ ὁ τὰς τοῦ ἡλίου ἀκτῖνας ἀνθρωπίνοις θέλων καταλαβεῖν ὀφθαλ‐ μοῖς, οὐ μόνον οὐ καταλήψεται οὐδὲ ἀνθέξεται τοῦ | |
5 | προκειμένου, ἀλλὰ καὶ ἀποπεσεῖται, καὶ μυρίαν ὑπο‐ στήσεται βλάβην· πολλῷ μᾶλλον ὁ βουλόμενος πρὸς ἐκεῖνο τὸ φῶς ἀτενὲς ἰδεῖν διὰ τῶν οἰκείων λογισμῶν, πείσεται τοῦτο, καὶ ὑβρίζει εἰς τὴν τοῦ Θεοῦ δωρεάν. Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, | |
10 | καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισαγαγόντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαν‐ τες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ. Καίτοι οὐκ αἰσχύ‐ νης, ἀλλὰ πολλοῦ καυχήματος ἄξια ἂν εἴη, τὸν σταυ‐ | |
15 | ρὸν λέγω τοῦ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγα, οὐκ οὐρανὸς, οὐ θά‐ λαττα, οὐ γῆ, οὐ τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγεῖν, οὐ τὰ ἄλλα πάντα, ὡς ὁ σταυρός. Διὸ καὶ Παῦλος ἐπ’ αὐτῷ καυχᾶται λέγων· Ἐμοὶ δὲ | |
20 | μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλ’ οἱ ψυχικοὶ καὶ μηδὲν πλέον Θεῷ νέμοντες τῶν ἀνθρώπων, καταπίπτου‐ σι καὶ αἰσχύνονται. Διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου πᾶσι· Μὴ οὖν ἐπαι‐ | |
25 | σχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν. Τουτ‐ έστι, μὴ αἰσχύνου ὅτι τὸν ἐσταυρωμένον κηρύσσεις, ἀλλὰ καὶ ἐναβρύνου. Αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ, θάνα‐ τος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια καὶ ὀνειδισμοῦ· ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ καὶ τὸ | |
30 | μυστήριον ἴδῃ καλῶς, πολλοῦ καυχήματος, πολλῆς σεμνότητος ἑκάτερα ὄντα εὑρήσει. Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, ὁ θά‐ νατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς | |
35 | ἀνθρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνα‐ τος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν· τὰ δεσμὰ ταῦτα πολλοὺς ἐπ‐ έτρεψε. Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, | |
40 | ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, καὶ διὰ τῶν ἀνωτέρω εἰρημένων δῆλον, διὰ τοῦ εἰπεῖν, Ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ· καὶ διὰ | |
45 | τῶν μετὰ ταῦτα πάλιν. Ἀλλὰ συγκακοπάθησον, φησί· τουτέστι, μὴ ἁπλῶς μὴ ἐπαισχυνθῇς, ἀλλὰ τῇ πείρᾳ μὴ ἐπαισχυνθῇς. Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς μηδὲ δείσῃς, ἀλλὰ μᾶλλον αὐτὸν θαῤῥύνων φησὶ, Μὴ ἐπαισχυνθῇς, ὡς οὐκ ὄντος λοιπὸν κινδύνου, εἰ | |
62.607(50) | τῆς αἰσχύνης τις περιγένοιτο. Τοῦτο γὰρ μόνον ἔχει φορτικὸν αἰσχύνη, τὸ ἡττᾶσθαι αὐτῆς. Μὴ τοίνυν ἐπαισχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην περιδραμὼν, δέδεμαι νῦν· οὐ γὰρ ὡς κακοῦργός εἰμι δεσμώτης, | |
55 | ἀλλὰ τοῦ σταυρωθέντος ἕνεκεν. Εἰ σταυρὸν οὐκ ἐπ‐ ῃσχύνθη μου ὁ Δεσπότης, οὐδὲ τὰ δεσμὰ ἐγώ. Καὶ καλῶς παρακαλῶν αὐτὸν μὴ ἐπαισχυνθῆναι, πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέμνησεν. Εἰ τὸν σταυρὸν οὐκ ἐπαισχύνῃ, φησὶ, μηδὲ δεσμά· εἰ ὁ Δεσπότης ἡμῶν | |
60 | καὶ διδάσκαλος σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. Ἅπερ γὰρ αὐτὸς ὑπέμεινεν ὁ αἰ‐ σχυνόμενος, καὶ τὸν σταυρωθέντα ἐπαισχύνεται. Οὐ γὰρ δι’ ἐμαυτὸν, φησὶ, φέρω ταῦτα τὰ δεσμά. Μηδὲν | |
οὖν ἀνθρώπινον πάθῃς, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον, | Column end | |
62.608 | Ἀλλὰ συγκακοπάθησον, φησὶ, τῷ Εὐαγγελίῳ, οὐχ ὡς τοῦ Εὐαγγελίου κακοπαθοῦντος, ἀλλὰ τὸν μαθητὴν διεγείρων ὑπὲρ τοῦ Εὐαγγελίου πάσχειν. Κατὰ δύ‐ ναμιν Θεοῦ, φησὶ, τοῦ σώσαντος ἡμᾶς καὶ κα‐ | |
5 | λέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Ἄλλως δὲ, ἐπεὶ φορτικὸν ἦν τὸ εἰπεῖν, Κακοπάθησον, πάλιν αὐτὸν παραμυθεῖται λέγων· Οὐ κατὰ τὰ ἔργα | |
10 | ἡμῶν· τουτέστι, μὴ τῇ δυνάμει λογίζου τῇ σῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ τὸ ταῦτα φέρειν· σὸν μὲν γὰρ τὸ ἑλέσθαι καὶ προθυμηθῆναι, Θεοῦ δὲ τὸ κουφίσαι καὶ παῦσαι. Εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· Πῶς ἐσώθης ἐννόει, πῶς ἐκλήθης· ὥσπερ | |
15 | φησὶν ἀλλαχοῦ, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἡμῖν. Οὕτω τοῦ ποιῆσαι τὸν οὐρανὸν μείζων δύναμις αὕτη ἦν, τὸ πεῖσαι τὴν οἰκουμένην. Πῶς οὖν ἐκλήθη, φησὶ, Κλήσει ἁγίᾳ; Τουτέστιν, ἁγίους εἰργάσατο ἁμαρτωλοὺς ὄντας καὶ | |
20 | ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον. Εἰ τοίνυν καὶ δυνατός ἐστι τῷ καλέσαι, καὶ ἀγαθὸς τῷ κατὰ χάριν, ἀλλὰ μὴ κατὰ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι. Ὁ γὰρ, ἡνίκα ἡμᾶς ἔδει σωθῆ‐ ναι, καὶ ἐχθροὺς ὄντας, χάριτι σώσας, ὅταν καὶ ἐρ‐ | |
25 | γαζομένους ἴδῃ, οὐ πολλῷ μᾶλλον συμπράξει; Οὐ κατὰ τὰ ἔργα ἡμῶν, φησὶν, ἀλλὰ κατ’ ἰδίαν πρό‐ θεσιν. Τουτέστιν, οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως, οἴκοθεν ἐκ τῆς ἀγαθότητος αὑτοῦ ὁρμώμενος ἔσωσε· τοῦτο γάρ | |
30 | ἐστι τὸ, Κατ’ ἰδίαν πρόθεσιν. Καὶ χάριν τὴν δο‐ θεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰω‐ νίων. Τουτέστιν, ἀνάρχως ταῦτα προτετύπωτο ἐν Χριστῷ Ἰησοῦ γενέσθαι. Οὐ μικρὸν καὶ τοῦτο, τὸ ἄνωθεν βούλεσθαι· οὐκ ἐκ μετανοίας ἄρα. Πῶς | |
35 | οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου. | |
40 | βʹ. Εἶδες δύναμιν, εἶδες δωρεὰν οὐχὶ δι’ ἔργων γενο‐ μένην, ἀλλὰ διὰ τοῦ Εὐαγγελίου; Ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται. Πῶς; Διὰ τοῦ Εὐαγγελίου. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστο‐ | |
45 | λος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συν‐ εχῶς λέγει, διδάσκαλον ἐθνῶν ἑαυτὸν καλῶν; Πεῖσαι βουλόμενος, ὅπερ ἔφην, ὅτι χρὴ καὶ ἔθνεσι πλησιά‐ ζειν. Μὴ καταπέσῃς τοίνυν ἐν τοῖς ἐμοῖς παθήμασι· καταβέβληται τοῦ θανάτου τὰ νεῦρα. Οὐχ ὡς κακοῦρ‐ | |
62.608(50) | γος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν. Ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. Δι’ ἣν αἰτίαν καὶ ταῦτα, φησὶ, πάσχω· ἀλλ’ οὐκ ἐπαι‐ σχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι, ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι | |
55 | εἰς ἐκείνην τὴν ἡμέραν. Ἀλλ’ οὐκ ἐπαισχύνομαι, φησίν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; Μὴ οὖν ἐπαισχυνθῇς. Ὁρᾷς πῶς διὰ τῶν ἔργων ἐνδείκνυται τὴν διδασκαλίαν; Ταῦτα πάσχω, φησίν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι. Οἶδα | |
60 | γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι εἰς ἐκεί‐ | |
νην τὴν ἡμέραν. Τί ἐστι παρακαταθήκη; Ἡ | 607 | |
62.609 | πίστις, τὸ κήρυγμα. Τοῦτο αὐτὸς, φησὶν, ὁ παρακα‐ ταθέμενος ἀκέραιον φυλάξει. Πάντα πάσχω ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἂν αὐτὴ ἀκέραιος σώζηται. Ἢ τοὺς πιστοὺς λέγει | |
5 | τὴν παρακαθήκην, ἣν ὁ Θεὸς αὐτῷ παρακατέθετο, ἢ ἣν αὐτὸς τῷ Θεῷ. Καὶ νῦν γὰρ, φησὶν, ἰδοὺ παρα‐ τίθεμαι ὑμᾶς τῷ Κυρίω· τουτέστιν, οὐκ ἀνόνητά μοι ταῦτα ἔσται· καὶ Τιμόθεος τῆς παρακαταθήκης δεικνύει μοι τὸν καρπόν. Ὁρᾷς αὐτὸν οὐδὲ αἰσθανό‐ | |
10 | μενον τῶν κακῶν διὰ τὴν ἐλπίδα τῶν μαθητῶν; Τοιοῦτον εἶναι τὸν διδάσκαλον χρὴ, οὕτω κήδεσθαι τῶν μαθητῶν, τούτους πάντα ἡγεῖσθαι. Νῦν ζῶμεν, φησὶν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν, Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχή‐ | |
15 | σεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁρᾷς αὐτὸν ταῦτα μερι‐ μνῶντα, οὐχ ἧττον τῶν οἰκείων τὰ τῶν μαθητῶν; Δεῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν, δεῖ θερμο‐ τέρους εἶναι. Ἀλλὰ καὶ τοὺς παῖδας φιλοστόργως | |
20 | πρὸς αὐτοὺς διακεῖσθαι προσήκει. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, εἰδό‐ τες ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Εἰπὲ γάρ μοι, αὐτὸς μὲν τοσούτῳ κινδύνῳ ἐστὶν ὑπεύθυνος· σὺ δὲ οὐδὲ | |
25 | πείθεσθαι αὐτῷ βούλει, καὶ ταῦτα εἰς τό σοι συμφέ‐ ρον; Κἂν γὰρ τὰ καθ’ ἑαυτὸν καλῶς διάθηται, ἕως ἂν τὰ σὰ μὴ καλῶς ᾖ διακείμενα, ἐναγώνιός ἐστι, διπλᾶς δίδωσι τὰς εὐθύνας. Ἐννόησον δὲ ὅσον ἐστὶ καθ’ ἕκαστον τῶν ἀρχομένων ἐξετάζεσθαι καὶ ἀγω‐ | |
30 | νιᾷν. Πόσην βούλει θεῖναι τιμήν; πόσην θεραπείαν ἀντίῤῥοπον τῶν κινδύνων τούτων; Ἀλλ’ οὐδὲν ἴσον ἐρεῖς· οὔπω γὰρ τὴν ψυχὴν ἐπιδέδωκας, αὐτὸς δὲ τὴν ψυχὴν τίθησιν ὑπὲρ σοῦ. Κἂν μὴ θῇ ἐνταῦθα καιροῦ καλοῦντος, ἀπολλύει αὐτὴν ἐκεῖ· σὺ δὲ οὐδὲ | |
35 | μέχρι λόγου ὑποτάσσεσθαι βούλει. Τοῦτο πάντων τῶν κακῶν αἴτιον, ὅτι τὰ τῶν ἀρχόντων ἠφανίσθη· οὐδε‐ μία αἰδὼς, οὐδεὶς φόβος. Πείθεσθε, φησὶ, τοῖς ἡγου‐ μένοις ὑμῶν, καὶ ὑπείκετε· νυνὶ δὲ πάντα κατ‐ εστράφη καὶ συγκέχυται. Οὐχὶ τῶν ἡγουμένων ἕνεκεν | |
40 | ταῦτα λέγω· τί γὰρ ἀπὸ τῆς τιμῆς ὠφεληθήσονται τῆς ἡμετέρας, ἢ τοσοῦτον ὅσον πειθηνίους ἕξουσιν; ἀλλὰ διὰ τὸ ὑμῖν συμφέρον. Οὗτοι μὲν γὰρ, κἂν τιμηθῶ‐ σιν, οὐδὲν ὠφελοῦνται πρὸς τὸ μέλλον, ἀλλὰ μεῖζον αὐτοῖς τὸ κατάκριμα· κἂν ὑβρισθῶσιν, οὐδὲν ἐβλά‐ | |
45 | βησαν πρὸς τὸ μέλλον, ἀλλὰ καὶ πλείων αὐτοῖς ἡ ἀπολογία. Ἀλλ’ ὑμῶν αὐτῶν ἕνεκεν ἅπαντα βούλο‐ μαι γενέσθαι. Ὅταν γὰρ τιμῶνται παρὰ τῶν ἀρχο‐ μένων οἱ ἡγούμενοι, καὶ τοῦτο αὐτοῖς προφέρεται, καθάπερ τῷ Ἠλεὶ ἔλεγεν, Ἔλαβόν σε ἐκ τοῦ οἴκου | |
62.609(50) | τοῦ πατρός σου· ὅταν δὲ ὑβρίζωνται, καθάπερ ἐπὶ τοῦ Σαμουὴλ, Οὐ σὲ, φησὶν, ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμέ. Ὥστε ἡ μὲν ὕβρις κέρδος αὐτοῖς ἐστιν, ἡ δὲ τιμὴ βάρος. Οὐκ αὐτῶν τοίνυν ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν. Ὁ τιμῶν τὸν ἱερέα, καὶ τὸν Θεὸν | |
55 | τιμήσει· ὁ δὲ μαθὼν τοῦ ἱερέως καταφρονεῖν, ὁδῷ προβαίνων καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ. Ὁ δεχό‐ μενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται· καὶ, Τοὺς ἱερέας αὐτοῦ, φησὶν, ἐντίμους ἔχε. Ἐντεῦθεν ἔμαθον Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωϋσέως κατ‐ | |
60 | εφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον. Ὅταν γάρ τις πρὸς τὸν ἱερέα εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁρῶν ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμὴν καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, | |
καὶ αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. Εἰ γὰρ ὁ δεχό‐ | Column end | |
62.610 | μενος προφήτην, φησὶν, εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ τιμῶν καὶ ὁ εἴ‐ κων καὶ ὑπακούων, δηλονότι τῷ ἱερεῖ. Εἰ γὰρ ἔνθα φιλοξενίας λόγος, ἔνθα οὐκ οἶδας τὸν καταγόμενον, | |
5 | τοσοῦτον λαμβάνεις μισθόν· ᾧ καὶ κελεύει ὑποτάσ‐ σεσθαι, ἂν ὑποταγῇς, πολλῷ μᾶλλον. Ἐπὶ τῆς Μωϋσέως, φησὶ, καθέδρας ἐκάθισαν οἱ γραμμα‐ τεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ | |
10 | ποιεῖτε. Οὐκ οἶδας τί ἐστιν ὁ ἱερεύς; Ἄγγελος Κυ‐ ρίου ἐστί. Μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; Εἰ καταφρονεῖς αὐτοῦ, οὐκ αὐτοῦ καταφρονεῖς, ἀλλὰ τοῦ χειροτονή‐ σαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς ἐχει‐ ροτόνησεν αὐτὸν, φησίν; Οὐκοῦν, εἰ μὴ ταύτην ἔχεις | |
15 | τὴν ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ μηδὲν ἐνεργεῖ ὁ Θεὸς δι’ αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα Χριστιανὸς εἶ. γʹ. Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, | |
20 | καὶ τοὺς ἀναξίους; Πάντας μὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν λαόν. Εἰ γὰρ δι’ ὄνου, καὶ διὰ Βαλαὰμ, διὰ μιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκεν ἐλάλησε, πολλῷ μᾶλλον διὰ τοῦ ἱερέως. Τί | |
25 | γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡμε‐ τέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνερ‐ γεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προ‐ φητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ ἄλλοι | |
30 | δαίμονας ἐξέβαλον· πολλῷ μᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ εἰ μέλλοιμεν τοὺς βίους ἐρευνᾷν τῶν ἀρχόντων, αὐτοὶ μέλλομεν εἶναι χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἄνω οἱ πόδες, καὶ κάτω ἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐμοὶ | |
35 | δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· καὶ πάλιν, Σὺ τί κρί‐ νεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον τὸν διδάσκαλον. Εἰ μὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ | |
40 | ἁμαρτάνεις μὴ ποιῶν· εἰ δὲ τοὐναντίον, μὴ τόλμα, μηδὲ ὑπὲρ τὰ ἐσκαμμένα ἐπιχείρει. Τῷ Ἀαρὼν μετὰ τὴν μοσχοποιίαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ μεριμνάτω. Εἰ μὲν γὰρ δόγμα | |
45 | ἔχει διεστραμμένον, κἂν ἄγγελος ᾖ, μὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, μὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥή‐ μασιν. Ἔχεις Παῦλον καὶ δι’ ἔργων καὶ διὰ λόγων ῥυθμίζοντά σε πρὸς τὸ δέον. Ἀλλ’ οὐ δίδωσι πένησι, φησὶν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; | |
62.610(50) | Πρὶν ἢ μάθῃς, μὴ μέμψῃ, φοβήθητι τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας κρίνεται. Μίμησαί σου τὸν Δε‐ σπότην· ἄκουε αὐτοῦ λέγοντος· Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Εἰ δὲ κατέμαθες καὶ ἐξήτασας καὶ εἶδες, | |
55 | ἀνάμενε τὸν κριτήν· μὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν· ἐκείνου ταῦτά ἐστιν ἐξετάζειν, οὐ σοῦ· σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ· μὴ τοίνυν περιεργάζου τὸν ποιμένα, ἵνα μὴ καὶ ἐφ’ οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐμοὶ λέγει, | |
60 | φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, μισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραι‐ νεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι | |
ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ ἀποστόλῳ τῷ | 609 | |
62.611 | τὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ. Μὴ κρίνωμεν τὰ ἀλλήλων, ἀλλὰ τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ’ ἐκεῖνος ὀφείλει μου βελτίων εἶναι, φησί. Διὰ τί; Ὅτι ἱερεύς ἐστι. Καὶ τί σου πλέον οὐκ | |
5 | ἔχει; οὐχὶ τοὺς μόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Ταῦτα τοίνυν ἔχων πῶς οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ μοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπο‐ νοίας ταῦτα τὰ ῥήματα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι | |
10 | σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρημνῶν ὠθεῖς σαυτόν; Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμε‐ νος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, | |
15 | περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι· ἐνταῦθα δὲ οὐ μόνον οὐκ ἀποπηδᾷς, ἀλλὰ καὶ ἀναδέχῃ περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώ‐ | |
20 | σουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω κύπτεις, οὐδὲ μιμῇ τὸν τελώνην; Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα μένῃς βελτίων· ἂν δὲ εἴπῃς, | |
25 | ἐκένωσας τὸ πᾶν. Ἂν νομίσῃς, οὐχί· ἂν μὴ νομίσῃς, πολὺ προσέθηκας. Εἰ γὰρ ὁ ὢν ἁμαρτωλὸς, ἐπειδὴ ὡμολόγησε, κατῆλθε δεδικαιωμένος, ὁ μὴ ὢν σφόδρα ἁμαρτωλὸς, καὶ οὕτω πεπεισμένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ’ ἁρπάζεις, | |
30 | ἀλλὰ βιάζῃ, ἀλλὰ μυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν λέγω τὴν κλοπὴν, ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθομαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν, οὐδὲ ἔστιν εἰπεῖν· ἀλλ’ ὑμῶν φείδομαι· οὐ γὰρ βούλομαι τὴν ἀρετὴν τὴν ἡμε‐ | |
35 | τέραν κενοῦσθαι τῷ κατηγορεῖν ἑτέρων. Τί τοῦ τελώ‐ νου χεῖρον, εἰπέ μοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ μυρίων ἔνοχος κακῶν· καὶ μόνον ἵνα εἴπῃ ὁ Φα‐ ρισαῖος, Ὅτι οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰμὶ ὡς | |
40 | οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζομαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπει‐ δὴ ἐκείνων μοι μέλει τοσοῦτον, ἀλλ’ ἐπειδὴ περὶ ὑμῶν δέδοικα, μὴ κενώσητε ὑμῶν τὴν ἀρετὴν διὰ τῆς καυ‐ χήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ | |
45 | τοῦ Παύλου παραινοῦντος καὶ λέγοντος· Τὸ δὲ ἔρ‐ γον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. δʹ. Εἰπέ μοι, ἂν εἰς ἰατρεῖον ἔλθῃς τραῦμα ἔχων, μὴ | |
62.611(50) | ἀφεὶς φάρμακον ἐπιθεῖναι καὶ θεραπεῦσαι τὸ ἕλκος, περιεργάζῃ τὸν ἰατρὸν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; κἂν ἔχῃ δὲ, φροντίζεις; ἢ ἐπειδὴ ἔχει ἐκεῖνος, τὸ σαυτοῦ οὐ θεραπεύεις, καὶ λέγεις, Ἐχρῆν αὐτὸν ὑγιαί‐ νειν ἰατρὸν ὄντα· ἐπειδὴ οὐχ ὑγιαίνει ἰατρὸς ὢν, | |
55 | ἀφίημι κἀγὼ τὸ ἕλκος τὸ ἐμὸν ἀνίατον; μὴ γὰρ, ἂν ὁ ἱερεὺς ᾖ κακὸς, παραμυθία ἔσται τῷ ἀρχομένῳ; Οὐδαμῶς, ἀλλὰ δώσει μὲν ἐκεῖνος δίκην τὴν ὡρισμέ‐ νην· δώσεις δὲ καὶ σὺ τὴν ὀφειλομένην καὶ πρέπου‐ σαν· καὶ γὰρ ὁ διδάσκαλος τάξιν λοιπὸν πληροῖ μό‐ | |
60 | νον. Ἔσονται γὰρ, φησὶ, πάντες διδακτοὶ Θεοῦ, καὶ οὐ μὴ εἴπωσι, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδή‐ σουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Τίνος | |
οὖν ἕνεκεν, φησὶ, προκάθηται· τίνος οὖν ἕνεκεν ἐφ‐ | Column end | |
62.612 | έστηκε; Μὴ λέγωμεν, παρακαλῶ, κακῶς τοὺς δι‐ δασκάλους, μηδὲ ἀκριβολογώμεθα περὶ τούτων, ἵνα μὴ κακῶς ἑαυτοὺς διαθῶμεν· τὰ ἡμέτερα ἐξετάζωμεν, καὶ οὐδένα ἐροῦμεν κακῶς. Αἰδεσθῶμεν τὴν ἡμέραν | |
5 | ἐκείνην, καθ’ ἣν ἡμᾶς ἐφώτισεν. Ἂν πατέρα τις ἔχῃ, κἂν μυρία ἔχῃ δεινὰ, πάντα συσκιάζει. Μὴ δοξάζου γὰρ, φησὶν, ἐν ἀτιμίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα ὡς ὄνειδος. Κἂν ἀπολίπῃ σύνεσις, συγγνώμην ἔχε. Εἰ δὲ ἐπὶ τῶν σωματικῶν πατέρων, πολλῷ μᾶλ‐ | |
10 | λον ἐπὶ τῶν πνευματικῶν πατέρων ταῦτα λεκτέον. Αἰδέσθητι ὅτι καθ’ ἑκάστην ἡμέραν σοι διακονεῖται· ἀναγινώσκεσθαι ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσμεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, | |
15 | ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία. Ταῦτα αἰδέσθητι, ταῦτα ἐννόησον, μετὰ πάσης εὐλαβείας πρόσιθι. Εἰπέ μοι, φαῦλός ἐστι; Καὶ τί τοῦτο; ὁ γὰρ μὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ μεγάλα ἀγαθά; Οὐ‐ δαμῶς· πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. | |
20 | Οὔτε ὁ δίκαιος ὠφελήσει τι, μὴ ὄντος σου πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σου πιστοῦ. Διὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαόν. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, μὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ; Οὐκ ἔστι τοιαῦτα ἃ | |
25 | χαρίζεται ὁ Θεὸς, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι· τὸ πᾶν τῆς χάριτός ἐστι· τούτου ἐστὶν ἀνοῖξαι μόνον τὸ στόμα, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται· σύμβολον οὗτος πληροῖ μόνον. Ἐννόησον ὅσον ἐστὶ τὸ μέσον Ἰωάννου καὶ τοῦ Ἰησοῦ· ἄκουε γὰρ Ἰωάννου λέγοντος· | |
30 | Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ, Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἀλλ’ ὅμως καὶ τοσούτου ὄντος τοῦ μέσου, καὶ Πνεῦμα κατ‐ ηνέχθη, ὅπερ οὐκ εἶχεν Ἰωάννης. Ἐκ γὰρ πληρώ‐ ματος αὐτοῦ, φησὶν, ἡμεῖς πάντες ἐλάβομεν. Ἀλλ’ | |
35 | ὅμως πρὶν ἢ βαπτισθῆναι, οὐ κατηνέχθη· οὐ μὴν οὐδὲ Ἰωάννης ἐποίησεν αὐτὸ κατενεχθῆναι. Τί οὖν τοῦτο γίνεται; Ἵνα μάθῃς, ὅτι σύμβολον ὁ ἱερεὺς πληροῖ. Οὐδεὶς ἀνθρώπων ἀνθρώπου τοσοῦτον ἀφέστη‐ κεν, ὅσον Ἰωάννης τοῦ Ἰησοῦ· ἀλλ’ ὅμως ἐπ’ αὐτοῦ | |
40 | κατῆλθε τὸ Πνεῦμα, ἵνα μάθῃς ὅτι τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, ὅτι τὸ πᾶν ὁ Θεὸς ποιεῖ. Βούλομαί τι παράδοξον εἰπεῖν, ἀλλὰ μὴ θαυμά‐ σητε μηδὲ θορυβηθῆτε. Τί δὴ τοῦτό ἐστιν; Ἡ προσ‐ φορὰ ἡ αὐτή ἐστι, κἂν ὁ τυχὼν προσενέγκῃ, κἂν | |
45 | Παῦλος, κἂν Πέτρος· ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς μαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν· οὐδὲν αὕτη ἐλάττων ἐκείνης, ὅτι καὶ ταύτην οὐκ ἄνθρωποι ἁγιάζουσιν, ἀλλ’ αὐτὸς ὁ καὶ ἐκείνην ἁγιά‐ σας. Ὥσπερ γὰρ τὰ ῥήματα, ἅπερ ὁ Θεὸς ἐφθέγ‐ | |
62.612(50) | ξατο, τὰ αὐτά ἐστιν, ἅπερ ὁ ἱερεὺς καὶ νῦν λέγει· οὕτω καὶ ἡ προσφορὰ ἡ αὐτή ἐστι, καὶ τὸ βάπτισμα ὅπερ ἔδωκεν. Οὕτω τὸ πᾶν τῆς Πίστεώς ἐστιν. Ἐπ‐ επήδησεν εὐθέως τὸ πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πί‐ | |
55 | στιν εἰσήνεγκε. Καὶ τοῦτο τοίνυν σῶμά ἐστι, κἀ‐ κεῖνο· ὁ δὲ νομίζων τοῦτο ἔλαττον ἐκείνου εἶναι, οὐκ οἶδεν ὅτι ὁ Χριστὸς καὶ νῦν πάρεστι, καὶ νῦν ἐνερ‐ γεῖ. Ταῦτα τοίνυν εἰδότες (οὐδὲ γὰρ ἁπλῶς εἴρηται ἡμῖν ταῦτα πάντα, ἀλλ’ ἵνα διορθώσωμεν ὑμῶν τὴν γνώ‐ | |
60 | μην, καὶ ἀσφαλεστέρους εἰς τὸ ἑξῆς ἐργασώμεθα), πολλὴν τῶν εἰρημένων τὴν φυλακὴν ἐπιδείξασθε. Ἂν | |
δὲ ἀεὶ μὲν ἀκούωμεν, πράττωμεν δὲ μηδέποτε, οὐδὲν | 611 | |
62.613 | ἡμῖν ὄφελος ἔσται τῶν λεγομένων. Προσέχωμεν τοί‐ νυν ἀκριβῶς, προσέχωμεν τοῖς λεχθεῖσι μετ’ ἐπι‐ | |
μελείας, ἀπογράψωμεν αὐτὰ ἐπὶ τῆς διανοίας τῆς | Column end | |
62.614 | ἡμετέρας, ἔχωμεν ἀεὶ κεκολαμμένα τῷ συνειδότι καὶ διηνεκῶς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ | |
Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. | Column end | |
62.613(4) | ΟΜΙΛΙΑ Ιʹ. | |
5 | Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χρι‐ στῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ | |
10 | ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογέ‐ νης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε. Δῴη αὐτῷ | |
15 | ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλ‐ τιον σὺ γινώσκεις. αʹ. Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων. Καὶ τοῦτο | |
20 | πολλαχοῦ καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· Εἴτε διὰ λό‐ γου, εἴτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν· πολλῷ δὲ μᾶλ‐ λον καὶ ἐνταῦθα. Μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκεν· ἅπερ οὖν ἀναμιμνήσκων αὐτὸν, | |
25 | ἔλεγεν· Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ’ ἐμοῦ ἤκουσας. Τί δέ ἐστιν ὅ φησι; Καθάπερ ἐπὶ τῶν ζωγράφων ἐνετυπωσάμην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους κα‐ | |
30 | ταβαλὼν εἰς τὴν σὴν ψυχήν. Ταῦτα οὖν ἔχε· κἂν περὶ πίστεως, κἂν περὶ ἀγάπης, κἂν περὶ σωφρο‐ νισμοῦ δέῃ τι βουλεύσασθαι, ἐκεῖθεν λάμβανε τὰ παραδείγματα· οὐ δεήσει σοι παρ’ ἑτέρων εἰκόνα ζητεῖν, πάντων ἐκεῖ κατακειμένων. Τὴν καλὴν | |
35 | παραθήκην φύλαξον. Πῶς; Διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οὐ γάρ ἐστιν ἀνθρω‐ πίνης ψυχῆς οὐδὲ δυνάμεως, τοσαῦτα ἐμπιστευ‐ θέντα ἀρκέσαι πρὸς τὴν φυλακήν. Διὰ τί; Ὅτι πολλοὶ οἱ λῃσταὶ, σκότος βαθύ· ὁ διάβολος ἐφ‐ | |
40 | έστηκεν ἔτι καὶ ἐφεδρεύει· οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ, ποίῳ καιρῷ ἐπιτίθεται. Πῶς οὖν ἀρκέσομεν πρὸς τὴν φυ‐ λακὴν, φησί; Διὰ Πνεύματος ἁγίου, τουτέστιν, ἐὰν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν· ἐὰν μὴ τὴν χάριν φυγαδεύσωμεν, παρέσται. Ἐὰν γὰρ μὴ Κύριος | |
45 | οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο‐ δομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μά‐ την ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Τοῦτο τεῖχος ἡμῖν, τοῦτο φρούριον, τοῦτο καταφυγή. Εἰ τοίνυν ἐνοικεῖ, καὶ αὐτὸ φυλάσσει, τίς χρεία παραγ‐ | |
62.613(50) | γελίας; Ἵνα αὐτὸ, φησὶ, κατέχωμεν, ἵνα αὐτὸ φυ‐ λάσσωμεν, καὶ μὴ διώκωμεν διὰ τῶν φαύλων πράξεων. Εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς, οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἵνα εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθῇ, | |
55 | πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάντων τῶν συμβάντων αὐτῷ. Τί οὖν φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα ἐγκαταλειφθῆναι, καὶ μηδε‐ μιᾶς ἀπολαῦσαι φιλανθρωπίας, μηδὲ ῥοπῆς, μηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ’ αὐτῶν τῶν πιστῶν καὶ φίλων | |
60 | προδεδόσθαι, ἄκουε τί φησιν· Οἶδας τοῦτο, ὅτι | |
ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Εἰκὸς | Column end | |
62.614(5) | ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν Ἀσίας με‐ ρῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισε, πάντες ἀπηλλοτριώθησαν. Καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν. Εἶπε τὸ γενόμενον μόνον, οὐχὶ κατηράσατο αὐτοῖς· ἀλλὰ τὸν μὲν πράξαντα | |
10 | τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται τούτῳ μυρία ἀγαθὰ, ἐκείνοις δὲ οὐ κατηράσατο, ἀλλὰ τί φησιν; Ὦν ἐστι Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος, φησὶ, τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, | |
15 | ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρε. Θέα πῶς πανταχοῦ τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ φοβηθῆναι τὸν Τιμόθεον, καίτοι κινδύνων τὸ πρᾶγμα ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειω‐ | |
20 | σάμενος. Ἀλλὰ γενόμενος, φησὶν, ἐν Ῥώμῃ οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με, καὶ εὗρε. Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Τοιούτους εἶναι | |
25 | χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ, μήτε ἀπειλῇ, μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν. Οὐ γὰρ τοῖς κινδυνεύουσι τοσοῦτον, ὅσον ἑαυτοῖς χαρίζον‐ ται, κοινωνοὺς ἑαυτοὺς ποιοῦντες διὰ τῶν εἰς ἐκείνους | |
30 | γεγενημένων τῶν ἐκείνοις ὀφειλομένων στεφάνων. Οἷον, ἐν θλίψει καθέστηκέ τις τῶν ἀνακειμένων Θεῷ, πολλὰ πάσχων δεινὰ, καὶ μετὰ πολλῆς τῆς καρτε‐ ρίας ἀθλῶν· σὺ οὐδέπω πρὸς τὸν ἀγῶνα τοῦτον εἱλ‐ κύσθης· ἔξεστί σοι, εἰ βουληθείης, καὶ μὴ ἐμβάντι | |
35 | εἰς τὸ στάδιον, μεριστῇ γενέσθαι τῶν ἀποκειμένων αὐτῷ στεφάνων, παρόντι, ἀλείφοντι, προτρέποντι, διεγείροντι. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ἑτέρωθι γράφων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει· καὶ πάλιν· Ὅτε | |
40 | καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε. Καὶ πῶς οἱ ἀπόντες τῷ μὴ παρόντι ἐκοινώνησαν τῆς θλίψεως; Πῶς; Ὅτι ἐπέμ‐ ψατέ μοι, φησὶ, τὰ εἰς τὴν χρείαν καὶ ἅπαξ καὶ δίς. Καὶ πάλιν περὶ τοῦ Ἐπαφροδίτου λέγων φησίν· | |
45 | Ὅτι ἤγγισε μέχρι θανάτου παραβουλευσά‐ μενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέ‐ ρημα τῆς πρός με λειτουργίας. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οὐχ οἱ πολεμοῦντες μόνον, ἀλλὰ καὶ οἱ τὰ σκεύη φυλάσσοντες τιμῆς μετέχουσι, καὶ οὐχ | |
62.614(50) | ἁπλῶς, ἀλλὰ καὶ τῶν ἴσων πολλάκις ἐπέτυχον δώρων, καίτοι γε οὐδὲ τὰς χεῖρας αἱμάξαντες, οὐδὲ τὰ ὅπλα θέμενοι, ἀλλ’ οὐδὲ ὅλως τὴν παράταξιν θεασάμενοι τῶν πολεμίων· πολλῷ μᾶλλον ἐπὶ τούτων τῶν θλί‐ ψεων. Ὁ γὰρ βοηθῶν τῷ ἀθλητῇ λιμῷ τηκομένῳ, ὁ | |
55 | παρὼν, ὁ λόγοις παρακαλῶν, ὁ τὴν ἄλλην θεραπείαν ἅπασαν παρέχων, τὸ ἴσον ἔχει τῷ ἀθλοῦντι. βʹ. Μὴ γάρ μοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄμαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ ἄλλον τινὰ τῶν πολλῶν, ὃς εἰ μὴ ἔτυχε πολλῆς παραμυθίας, πολλῆς | |
60 | παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο. | |
Ὥστε οἱ ἔξω τῶν ἀγώνων τῷ εἰς τοὺς ἀγώνας ἐμβε‐ | 613 | |
62.615 | βηκότι τῆς νίκης γεγόνασιν αἴτιοι, καὶ τῶν ἐπὶ τῇ νίκῃ κειμένων στεφάνων γένοιντ’ ἂν μέτοχοι. Καὶ τί θαυμαστὸν, εἰ τοῖς ἔτι ζῶσι κοινωνῶν τις τῶν αὐτῶν ἀξιοῦται τοῖς ἀγωνιζομένοις; ὥσπερ οὖν καὶ τοῖς | |
5 | ἀπελθοῦσι, τοῖς ἤδη κειμένοις, τοῖς ἐστεφανωμένοις, τοῖς οὐδενὸς δεομένοις ἔστι κοινωνεῖν καὶ μετὰ θάνα‐ τον· ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ταῖς μνείαις τῶν ἁγίων κοινωνοῦντες. Καὶ πῶς, φησὶν, ἔστι κοι‐ νωνεῖν; Ὅταν θαυμάσῃς τὸν ἄνδρα, ὅταν ἐργάσῃ τι | |
10 | τούτων ἐφ’ οἷς ἐκεῖνος ἐστεφανώθη, κεκοινώνηκας αὐτῷ τῶν ἄθλων καὶ τῶν στεφάνων δηλονότι. Δῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠλέησέ με, φησίν· οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ | |
15 | φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡμῖν. Δῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου. Δύο Κύ‐ ριοι; Οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Χριστὸς Ἰη‐ σοῦς, καὶ εἷς Θεός. Ἐνταῦθα οἱ τὰ Μαρκίωνος νο‐ σοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, | |
20 | ὡς ἔθος τῇ Γραφῇ τοῦτο, καὶ πολλαχοῦ ἔστιν εὑρεῖν ταύτῃ τῇ συνηθείᾳ τὴν Γραφὴν κεχρημένην, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ· καὶ ἀλλαχοῦ· Ἔβρεξε Κύριος παρὰ Κυρίου. Τοῦτο δὲ | |
25 | προσώπων ἐστὶ παραστατικὸν ὁμοουσίων, οὐ φύσεως διαιρετικόν· οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων, ἀλλ’ ἵνα δύο πρόσωπα νοήσωμεν τῆς αὐ‐ τῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει. Ὅρα δὲ πῶς καὶ εἶπε· Δῴη αὐτῷ Κύριος. Τί τοῦτο; Οὐχ ἕτερον, | |
30 | ἀλλ’ ἔλεος. Ἐπεὶ γὰρ αὐτὸς ἐλέους ἔτυχε παρὰ Ὀνησιφόρου, τούτου τυχεῖν ἐπεύχεται καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ. Εἰ δὲ Ὀνησιφόρος ὁ κινδύνοις παραβαλὼν ἑαυτὸν ἀπὸ ἐλέους σώζεται, πολλῷ μᾶλλον ἡμεῖς. Φοβεραὶ γὰρ αἱ εὐθῦναι, φοβεραὶ, καὶ | |
35 | πολλῆς δεόμεναι τῆς φιλανθρωπίας, ὥστε μὴ ἀκοῦ‐ σαι τὸ ῥῆμα τὸ φρικτὸν ἐκεῖνο· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ὥστε μὴ ἀκοῦ‐ σαι πάλιν ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηρα‐ μένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ | |
40 | διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὥστε μὴ ἀκοῦσαι, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέμον, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ πολλοῦ φόβου γέμον, Πονηρὲ | |
45 | δοῦλε καὶ ὀκνηρέ. Φρικτὸν γὰρ σφόδρα τὸ διδακτή‐ ριον ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥμερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βού‐ | |
62.615(50) | λεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέ‐ ψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη; πυρὸς ἕλκεται ποταμὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡμῶν ἀνοίγονται, αὕτη ἡ ἡμέρα ὡς κλίβανός ἐστι | |
55 | καιομένη, ἄγγελοι περιτρέχουσι, καὶ κάμινοι προτί‐ θενται πολλαί. Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήμων; πῶς ἀγαθός; Φιλάνθρωπος μὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων μάλιστα δείκνυται αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος. Διὰ γὰρ τοῦτο τοσοῦτον ἡμῖν ἐπισείει | |
60 | τὸν φόβον, ἵνα κἂν διὰ τούτων συνωθούμενοι πρὸς | Column end |
62.616 | τὸν τῆς βασιλείας πόθον ποτὲ διεγερθῶμεν. Θέα δέ μοι, πῶς οὐχ ἁπλῶς τῷ Ὀνησιφόρῳ μαρτυρεῖ, ἀλλά φησι· Πολλάκις με ἀνέψυξε. Καθάπερ ἀθλη‐ τήν τινα ὑπὸ αὐχμοῦ πιεζόμενον, ὑπὸ τῶν θλίψεων. | |
5 | ἀνεκτήσατο, φησὶ, καὶ ἀνέῤῥωσε. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Οὐ μόνον ἐν Ἐφέσῳ, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα. Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα καὶ διεγηγερμένον, οὐχ ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ δι’ | |
10 | ὅλης τῆς ζωῆς. Ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθημερινῆς τροφῆς· οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ’ ἑκάστην ἡμέραν δεόμεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας. Πολλοῦ γὰρ | |
15 | ἡμῖν ἐλέου χρεία· διὰ γὰρ τὰ ἁμαρτήματα ἡμῶν καὶ ὁ φιλάνθρωπος Θεὸς ἐκεῖνα πάντα ποιεῖ, οὐδὲν μὲν αὐτῶν δεόμενος, πάντα δὲ ποιῶν δι’ ἡμᾶς. Διὰ γὰρ τοῦτο πάντα ἡμῖν ἐξεῖπε καὶ διηγήσατο, καὶ οὐ διηγήσατο μόνον, ἀλλὰ καὶ δι’ ἔργων πιστοῦται. | |
20 | Ἀξιόπιστος μὲν γὰρ ἦν καὶ ἀπὸ ῥημάτων μόνον· ἀλλ’ ἵνα μή τις ὑπερβολῆς, μηδὲ ἀπειλῆς μόνης εἶ‐ ναι νομίσῃ τὰ ῥήματα, καὶ τὴν ἀπὸ τῶν ἔργων πλη‐ ροφορίαν προστίθησι. Πῶς; Καὶ ἰδίᾳ καὶ κοινῇ τὰς τιμωρίας ἐπάγων. Καὶ ἵνα μάθῃς δι’ αὐτῶν τῶν | |
25 | πραγμάτων, ποτὲ μὲν τὸν Φαραὼ ἐκόλασε, ποτὲ δὲ κατακλυσμὸν τῶν ὑδάτων ἐπήγαγε καὶ τὴν πανωλε‐ θρίαν ἐκείνην, ποτὲ δὲ τὸν τοῦ πυρός. Καὶ νῦν δὲ ὁρῶμεν πολλοὺς κολαζομένους τῶν πονηρῶν, καὶ δίκην τιννύντας· ἅπερ ὑποδείγματα τῆς γεέννης | |
30 | ἐστίν. γʹ. Ἵνα γὰρ μὴ καθεύδωμεν, μηδὲ ῥᾳθυμῶμεν, μηδὲ ἐπιλανθανώμεθα τῶν ῥημάτων, διὰ τῶν ἔργων ἡμᾶς ὑπομιμνήσκει καὶ διεγείρει, ἐνταῦθα δεικνὺς κριτή‐ ρια, δικαστήρια, εὐθύνας. Εἶτα παρὰ ἀνθρώποις μὲν | |
35 | τοσαύτη τοῦ δικαίου ἐπιμέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νομοθετήσαντι οὐδεὶς τούτων λόγος; καὶ πῶς ἂν ἔχοι ταῦτα πίστιν; Καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ δικαστήρια ἔστιν ἰδεῖν. Ἐν οἰκίᾳ μὲν γὰρ ὁ δεσπότης δούλοις δικάζει καθ’ ἑκά‐ | |
40 | στην ἡμέραν, καὶ τῶν ἁμαρτημάτων αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ μὲν κολάζει, τὰ δὲ ἀφίησιν. Ἐν ἀγροῖς πάλιν ὁ γεωργὸς καὶ ἡ γυνὴ δικάζεται καθ’ ἑκάστην ἡμέραν· ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ στρατηγὸς τοὺς στρατιώτας· καὶ | |
45 | πολλὰ ἄν τις εὕροι δικαστήρια· ἐν τέχναις ὁ διδά‐ σκαλος τῷ μαθητῇ. Καὶ ἰδίᾳ τοίνυν καὶ κοινῇ πάν‐ τες ἀλλήλοις δικάζουσι, καὶ οὐδαμοῦ τοῦ δικαίου τὸν λόγον παραμελούμενον ἴδοι τις ἂν, ἀλλὰ πάντας εὐθύνας διδόντας πανταχοῦ. Εἶτα ἐνταῦθα μὲν οὕτω | |
62.616(50) | διέσπαρται καὶ κατὰ πόλιν καὶ κατὰ οἰκίας, καὶ καθ’ ἕνα ἕκαστον ἡ τοῦ δικαίου ζήτησις, ἐκεῖ δὲ, ἔνθα δικαιοσύνης πλήρης ἡ δεξιὰ τοῦ Θεοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ὡς ὄρη Θεοῦ, ἐκεῖ οὐδεὶς τοῦ δικαίου λόγος; Καὶ πῶς ὁ Θεὸς ὁ κριτὴς καὶ δίκαιος | |
55 | καὶ ἰσχυρὸς καὶ μακρόθυμος ἀνέχεται, καὶ οὐκ ἀπαι‐ τεῖ τὰς τιμωρίας; Ἐνταῦθα ἔχεις τὴν αἰτίαν· μα‐ κρόθυμος, φησὶν, ἐστὶ, μακροθυμεῖ δὲ εἰς μετάνοιάν σε ἕλκων· ἂν δὲ ἐπιμένῃς, Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ | |
60 | ὀργήν. Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ’ ἀξίαν ἀπο‐ δίδωσι, καὶ οὐ περιορᾷ ἀτιμωρητὶ τοὺς πάσχοντας | |
κακῶς· τοῦτο γὰρ δικαίου. Εἰ ἰσχυρὸς, καὶ μετὰ | 615 | |
62.617 | θάνατον ἀποδίδωσι, καὶ ἐν τῇ ἀναστάσει· τοῦτο γὰρ ἰσχυροῦ. Εἰ δὲ μακρόθυμος ὢν ἀνέχεται, μὴ θορυ‐ βηθῶμεν, μηδὲ λέγωμεν, Διὰ τί ἐνταῦθα οὐκ ἐπεξέρ‐ χεται; Εἰ γὰρ τοῦτο ἐγίνετο, προανήρπαστο ἂν τὸ | |
5 | γένος τὸ ἀνθρώπινον, εἰ καθ’ ἑκάστην ἡμέραν ἀπῄτει δίκας ἡμᾶς τῶν πεπλημμελημένων. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἡμέρα ἁμαρτημάτων καθαρὰ, ἀλλ’ ἢ μέγα, ἢ μικρόν τι προσκρούομεν. Ὥστε οὐδ’ ἂν ἐφθάσαμεν οὐδὲ εἰς εἰκοστὸν ἔτος ἕκαστος ἐλθεῖν, εἰ | |
10 | μὴ πολλὴ αὐτοῦ ἦν ἡ μακροθυμία καὶ ἡ ἀγαθότης, πολλὴν ἡμῖν παρέχουσα τὴν προθεσμίαν τῆς μετα‐ νοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα. Ἕκαστος τοίνυν μετὰ συνειδότος ὀρθοῦ εἰσιὼν εἰς τὰ πεπραγμένα αὐτῷ, καὶ τὸν βίον αὐτοῦ πάντα εἰς | |
15 | μέσον ἀγαγὼν, ἐπισκοπείτω, εἰ μὴ μυρίων τιμωριῶν ἄξιος καὶ κολάσεών ἐστι· καὶ ὅταν ἀγανακτῇ, διὰ τί μὴ ὁ δεῖνα μυρία πράττων φαῦλα, δίκην δίδωσιν, ἐννοείτω τὰ ἑαυτοῦ, καὶ παύσει τὴν ἀγανάκτησιν. Ἐκεῖνα γὰρ μεγάλα φαίνεται, ἐπειδὴ ἐπὶ μεγάλοις | |
20 | γίνεται καὶ φανεροῖς· εἰ δὲ τὰ ἑαυτοῦ ἐξετάσειεν, ἴσως εὑρήσει πλείονα. Τὸ γὰρ ἁρπάζειν καὶ πλεον‐ εκτεῖν ὅμοιόν ἐστιν, ἄν τε ἐπὶ χρυσίου, ἄν τε ἐπὶ ἀργυρίου γένηται· ἀπὸ γὰρ τῆς αὐτῆς διανοίας ἀμφότερα τίκτεται, καὶ ὁ τὸ μικρὸν ὑφελόμενος οὐ | |
25 | παραιτήσεται καὶ μέγα ὑφελέσθαι· εἰ δὲ μὴ πάρ‐ εστιν, οὐ παρ’ ἐκεῖνον τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν τοῦ πράγματος συντυχίαν. Ὁ τὸν πενέστερον ἀδικῶν πένης, οὐκ ἂν, εἴ γε ἐδύνατο, καὶ τὸν πλουτοῦντα παρεῖδεν, ἀλλὰ τῆς ἀσθενείας, οὐ τῆς ἐκείνου προαι‐ | |
30 | ρέσεως τὸ πρᾶγμα γίνεται λοιπόν. Ὁ δεῖνα ἄρχει, φησὶ, καὶ τὰ τῶν ἀρχομένων ἁρπάζει. Σὺ δὲ οὐχ ἁρπάζεις; εἰπέ μοι. Μὴ γάρ μοι εἴπῃς, ὅτι χρυσίου μὲν τάλαντα ἐκεῖνος, σὺ δὲ ὀβολοὺς δέκα· ἐπεὶ καὶ ἐν τῇ ἐλεημοσύνῃ οἱ μὲν ἔβαλον χρυσίον, ἡ δὲ δύο | |
35 | λεπτὰ, καὶ οὐδὲν ἔλαττον ἤνεγκεν ἐκείνων. Διὰ τί, Ἡ γὰρ προαίρεσις κρίνεται, καὶ οὐχ ἡ δόσις. Εἶτα ἐπὶ μὲν τῆς ἐλεημοσύνης ἀξιοῖς οὕτω δικάζειν τὸν Θεὸν, καὶ μηδὲν ἔλαττον διὰ τὴν πενίαν ἀποφέ‐ ρεσθαι, εἰ δύο λεπτὰ καταβάλοις, τῶν μυρία τάλαντα | |
40 | καταθεμένων χρυσίου, ἐπὶ δὲ τῆς πλεονεξίας οὐχ οὕτω; καὶ πῶς ἂν ἔχοι λόγον; Ὥσπερ ἐκείνη δύο | |
λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν | Column end | |
62.618 | ἔλαττον ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόμενος, οὐδὲν ἄμεινον ἐκείνων διάκεισαι, ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μᾶλλον αὐτῶν πλεονεκτεῖς. Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις μοιχεύσῃ γυναῖκα, | |
5 | κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁμοίως ἐστὶ μοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπων τοῦ ἁμαρτήματος κρινομένου, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς τοῦ τολμήσαντος προαιρέσεως· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ μᾶλλον ἐγὼ μοιχὸν ἂν εἴποιμι τὸν εἰς τὴν τυ‐ | |
10 | χοῦσαν μοιχευόμενον, ἢ τὸν εἰς τὴν βασιλίδα αὐτήν· ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος καὶ ἡ ὥρα καὶ πολλὰ ἕτερα ἦν τὰ ἐπισπώμενα, ἐνταῦθα δὲ οὐδέν· ὥστε μᾶλλον οὗτος ἂν εἴη μοιχός. Πάλιν, μέθυσον ἐκεῖνον ἂν εἴποιμι μᾶλλον τὸν τῷ φαύλῳ οἴνῳ προσκεχρημένον· | |
15 | οὕτω καὶ πλεονέκτην τὸν μηδὲ τῶν μικρῶν κατα‐ φρονοῦντα. Ὁ μὲν γὰρ τὰ πολλὰ ἁρπάζων τῶν μικρῶν ἴσως καταφρονήσειεν ἄν· ὁ δὲ τὰ μικρὰ ὑφελόμενος, τῶν μεγάλων οὐδαμῶς· ὥστε μᾶλλον οὗτος κλέπτης ἐστίν. Ὁ γὰρ μὴ καταφρονῶν ἀργυ‐ | |
20 | ρίου, πῶς ἂν χρυσίου καταφρονήσειεν; Ὥστε ὅταν τῶν ἀρχόντων κατηγορῶμεν, τὰ ἡμέτερα αὐτῶν ἀναλογισώμεθα, καὶ εὑρήσομεν μᾶλλον ἡμᾶς αὐτοὺς καὶ κλέπτοντας καὶ πλεονεκτοῦντας πλέον ἐκείνων, εἰ μὴ τῷ πράγματι, ἀλλὰ τῇ προαιρέσει ταῦτα κρί‐ | |
25 | νομεν, ὥσπερ οὖν καὶ κρίνειν δίκαιον. Εἰπὲ γάρ μοι, εἴ τις προσενεχθείη τὰ τοῦ πένητος λαβὼν, ἕτερος δὲ τὰ τοῦ πλουσίου, οὐχ ὁμοίαν ἀμφότεροι τίσουσι δίκην; Τί δέ; ὁ φονεὺς οὐχ ὁμοίως ἐστὶ φονεὺς, ἄν τε ἀνάπηρον καὶ πένητα, ἄν τε πλούσιον καὶ καλὸν | |
30 | ἀποκτείνῃ; Ὅταν οὖν εἴπωμεν ὅτι ὁ δεῖνα τοῦ δεῖνος τὸ χωρίον ἥρπασεν, ἐννοήσωμεν τὰ ἑαυτῶν, καὶ οὕτως οὔτε τοὺς ἄλλους κατακρινοῦμεν, καὶ τὸν Θεὸν θαυμασόμεθα τῆς μακροθυμίας, καὶ οὐκ ἀγανακτή‐ σομεν, ὅτι ἡ κρίσις οὐκ ἔρχεται ἐπ’ αὐτοὺς, καὶ | |
35 | αὐτοὶ ὀκνηρότεροι ἐσόμεθα πρὸς τὴν τῶν κακῶν ἐρ‐ γασίαν. Ὅταν γὰρ ἴδωμεν τοῖς αὐτοῖς ὑπευθύνους ὄντας καὶ ἡμᾶς αὐτοὺς, οὐκέτι ὁμοίως δυσχερανοῦμεν, ἀλλ’ ἀποστησόμεθα τῶν ἁμαρτημάτων, καὶ ἐπιτευ‐ ξόμεθα τῶν μελλόντων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ | |
40 | Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | Column end | |
62.617(43) | ΟΜΙΛΙΑ Δʹ. Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι | |
45 | τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρα‐ τιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος | |
62.617(50) | ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλή‐ σῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη | |
55 | γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. αʹ. Φέρει μὲν ἐν θαλάσσῃ πολὺ τὸ θάρσος τῷ μαθητῇ τὸ τὸν διδάσκαλον ἐν ναυαγίῳ γενέσθαι καὶ διασω‐ θῆναι· οὐ γὰρ ἡγήσεται λοιπὸν ἀπὸ τῆς οἰκείας ἀμαθίας συμπίπτειν τοὺς χειμῶνας, ἀλλὰ ἀπὸ τῆς | |
60 | τῶν πραγμάτων φύσεως· τοῦτο δὲ εἰς ψυχαγωγίαν οὐ μικρόν. Φέρει δὲ καὶ ἐν πολέμοις τῷ ταξιάρχῃ προτροπὴν τὸ τὸν στρατηγὸν τρωθέντα ὁρᾷν, καὶ ἀνενεγκόντα πάλιν. Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει | |
τινὰ παραμυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖν | Column end | |
62.618(44) | δεινὰ, καὶ ὑπ’ οὐδενὸς τούτων καταμαλακισθῆναι· | |
45 | οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη δι‐ ηγεῖτο. Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυ‐ νάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ | |
62.618(50) | αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπί‐ νης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδά‐ σκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι. Καὶ γὰρ καὶ | |
55 | αὐτὸς ταῦτα εἰργάσατο, καὶ διὰ τοῦτο ταῦτα διηγεῖ‐ ται, ἵνα αὐτὸν ῥώσῃ καὶ ἀνακτήσηται. Ὅτι γοῦν τούτου ἕνεκεν τοῦτο ἐποίει, διηγησάμενος αὐτοῦ τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς, ἐπήγαγε· Σὺ οὖν τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χρι‐ | |
60 | στῷ Ἰησοῦ. Τί λέγεις; κατέσεισας ἡμᾶς τῷ φόβῳ, εἶπες ὅτι δέδεσαι, ὅτι ἐν θλίψει εἶ, ὅτι πάντες σε ἀπεστράφησαν· καὶ ὥσπερ εἰρηκὼς, ὅτι οὐδὲν πέ‐ | |
πονθας δεινὸν, οὐδὲ ὑπό τινων ἐγκατελείφθης, οὕτως | 617 | |
62.619 | ἐπάγεις, Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ; Εἰκό‐ τως· ὅτι ταῦτα σὲ μᾶλλον ἐνεδυνάμωσεν, ἢ ἐκεῖνον. Εἰ γὰρ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλ‐ | |
5 | λον ὁ μαθητής. Καὶ μετὰ πολλῆς τῆς φιλοστοργίας τὴν παραίνεσιν προσάγει, τέκνον αὐτὸν καλῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ, Τέκνον ἐμόν. Εἰ τέκνον εἶ, φησὶ, τὸν πατέρα μιμοῦ· εἰ τέκνον εἶ, ἐνδυναμοῦ οἷς εἶπον· μᾶλλον δὲ οὐκ ἀπὸ τῶν διηγημάτων μόνον, ἀλλὰ καὶ | |
10 | ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· Ἐνδυναμοῦ γὰρ, φησὶν, ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Τουτέστι, Στῆθι γενναίως, οἶδας τὴν παράταξιν. Ἐπεὶ καὶ ἀλλαχοῦ λέγων, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, | |
15 | οὐχὶ καταβάλλων αὐτοὺς λέγει, ἀλλὰ διεγείρων. Οὐκοῦν νῆφε, φησὶ, γρηγόρει, ἔχε τὴν χάριν τοῦ Κυρίου συμμαχοῦσαν καὶ συναγωνιζομένην, πολλῇ τῇ προθυμίᾳ καὶ τῇ προαιρέσει τὰ παρὰ σεαυτοῦ εἴσφερε. Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν | |
20 | μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. —Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς. Πιστοῖς· ποίοις; Τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Ἃ ἤκουσας, οὐχ ἃ συνεζήτησας· Ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Τί ἐστι, Διὰ πολλῶν | |
25 | μαρτύρων; Ὡς ἂν εἰ ἔλεγεν, Οὐ λάθρα ἤκουσας οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων, μετὰ παῤῥησίας. Οὐκ εἶπεν, Εἰπὲ, ἀλλὰ, Παράθου, καθάπερ ἐπὶ θη‐ σαυροῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατα‐ τίθεται. Πάλιν φοβεῖ τὸν μαθητὴν καὶ ἀπὸ τῶν ἄνω | |
30 | καὶ ἀπὸ τῶν κάτω. Ἀλλ’ οὐ πιστοῖς μόνον λέγει, Παράθου· τί γὰρ ὄφελος, ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν; ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστιν, ἑτέρους δὲ μὴ κατασκευάζῃ τοιούτους; Δύο τοίνυν ἔχειν χρὴ τὸν | |
35 | διδάσκαλον, καὶ πιστὸν εἶναι, καὶ διδακτικόν. Διὰ τοῦτό φησιν, Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρα‐ τιώτης Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον τὸ ἀξίωμα, στρατιώτην εἶναι τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐν‐ | |
40 | νόησον τοὺς ἐπὶ τῆς γῆς, πῶς μέγα τι εἶναι νομί‐ ζουσιν οἱ ὑπ’ αὐτοὺς στρατευόμενοι. Εἰ τοίνυν τὸ κακοπαθεῖν βασιλικοῦ στρατιώτου, τὸ μὴ κακοπα‐ θεῖν οὐκ ἔστι στρατιώτου. Ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γάρ ἐστι στρατιώτου· ἀλλὰ | |
45 | δυσχεραίνειν, εἰ μὴ κακοπαθοίης. Οὐδεὶς στρατευό‐ μενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον, λέγεται | |
62.619(50) | δὲ πρὸς πάντα καὶ διδάσκαλον καὶ μαθητὴν δι’ ἐκεί‐ νου. Μηδεὶς τοίνυν ἀπαξιούτω τῶν τὴν ἐπισκοπὴν ἐχόντων ταῦτα ἀκούων, ἀλλ’ ἀπαξιούτω μὴ ταῦτα πράττων. Ἐὰν ἀθλῇ τις, φησὶν, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τί ἐστιν, Ἐὰν μὴ νο‐ | |
55 | μίμως; Οὐκ, ἐὰν εἰς τὸν ἀγῶνα εἰσέλθῃ, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν συμπλακῇ, ἀλλὰ ἂν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ, καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνό‐ τητος, καὶ τὸν ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς | |
60 | διέλθῃ τὰ τοῖς ἀθληταῖς προσήκοντα, οὐδέποτε στε‐ φανοῦται. Καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλή‐ σεως καὶ στρατιωτῶν ἐμνήσθη, τὸ μὲν, ὥστε ἕτοιμον | |
εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα, τὸ δὲ | Column end | |
62.620 | καρτερικὸν, ἵνα πάντα γενναίως φέρῃ, ἵνα διαπαντὸς ἐν ἀσκήσει ᾖ. Τὸν κοπιῶντα γεωργὸν, φησὶ, δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Εἶπεν ἀπὸ τῶν αὐτοῦ παραδειγμάτων, εἶπεν ἀπὸ τοῦ διδασκά‐ | |
5 | λου· λέγει λοιπὸν καὶ ἀπὸ τῶν κοινῇ συμβαινόντων, τῶν ἀθλητῶν, τῶν στρατιωτῶν· καὶ τίθησιν ἐκεῖ τὰ ἔπαθλα, τὸ μὲν, Ἵνα ἀρέσῃ τῷ στρατολογήσαντι· τὸ δὲ, Ἵνα στεφανωθῇ. Καὶ λέγει καὶ τρίτον ὑπόδει‐ γμα, ὃ μάλιστα αὐτῷ ἁρμόζει· τὸ μὲν γὰρ τοῦ στρα‐ | |
10 | τιώτου καὶ τὸ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλ‐ ληλον, τὸ δὲ τοῦ γεωργοῦ λοιπὸν τῷ διδασκάλῳ. Μὴ ὡς στρατιώτης, μηδὲ ὡς ἀθλητὴς μόνον, ἀλλὰ καὶ ὡς γεωργός. Ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται μόνον, ἀλλὰ καὶ τῶν καρπῶν τῆς γῆς· τουτέστιν, οὐ μικρὰν | |
15 | ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. βʹ. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας, πρᾶγμα εἰπὼν κοι‐ νόν. Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύει τῶν πόνων τῶν | |
20 | οἰκείων, οὕτω καὶ τὸν διδάσκαλον εἰκός. Ἢ τοῦτο, ἢ περὶ τοῦ τιμᾶσθαι τοὺς διδασκάλους φησίν. Ἀλλ’ οὐκ ἔχει λόγον· πῶς γὰρ οὐχ ἁπλῶς γεωργὸν εἶπεν, ἀλλὰ τὸν κοπιῶντα; οὐδὲ ἁπλῶς τὸν κάμνοντα, ἀλλὰ τὸν κοπτόμενον; Ἐνταῦθα καὶ πρὸς τὴν μέλλησιν | |
25 | ἵνα μηδεὶς δυσχεραίνῃ, Ἤδη, φησὶν, ἀπολαμβάνεις· ἢ ὅτι ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις. Ἐπεὶ οὖν τὰ παραδείγματα ἔθηκε τὸ τῶν στρατιωτῶν, καὶ ἀθλη‐ τῶν, καὶ γεωργῶν, καὶ πάντα ἁπλῶς αἰνιγματωδῶς, Οὐδεὶς, φησὶ, στεφανοῦται, ἐὰν μὴ νομίμως | |
30 | ἀθλήσῃ. Καὶ εἰπὼν, Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ἐπήγαγε· Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Θεὸς σύνεσιν ἐν πᾶσι. Τούτων γὰρ ἕνεκεν ταῦτα εἴρηται ἐν παροι‐ μίᾳ καὶ παραβολῇ. Εἶτα πάλιν τὸ φιλόστοργον | |
35 | αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι· Μνημό‐ νευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυῒδ, κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος. | |
40 | Τίνος ἕνεκεν ἐνταῦθα τούτου μέμνηται; Μάλιστα μὲν οὖν καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος, ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Χριστὸς διὰ πάθους τὸν θάνατον κατηγωνί‐ | |
45 | σατο. Τοῦτο μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν. Μνημόνευε, φησὶ, Χριστὸν Ἰησοῦν ἐγη‐ γερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ. Ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνα‐ τρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ | |
62.620(50) | φιλανθρωπίας. Τοιαῦτα γὰρ ἦν ἃ εὐηργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῷ Θεῷ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη. Κατὰ τὸ εὐαγγέλιόν μου, φησί. Πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν λέγων, Κατὰ τὸ εὐαγγέλιόν | |
55 | μου, ἢ ἐπειδὴ αὐτῷ πείθεσθαι ἐχρῆν, ἢ ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακο‐ παθῶ, φησὶ, μέχρι δεσμῶν, ὡς κακοῦργος. Πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, πάλιν τὴν προτροπήν· καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει, | |
60 | τῷ τε εἰδέναι κακοπαθεῖν, καὶ τῷ μὴ ἐπ’ οὐδενὶ χρησίμῳ τοῦτο ποιεῖν. Οὕτω μὲν κερδανεῖ, ἐκείνως δὲ καὶ βλαβήσεται. Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα μὲν, ἐπ’ οὐδενὶ δὲ χρη‐ σίμῳ; ἀλλ’ ἐκεῖνο θαυμαστὸν, εἰ ἐπί τινι χρησίμῳ | |
62.621 | εἰ ἐπ’ ὠφελείᾳ τῶν διδασκομένων. Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Τουτέστιν, εἰ μὲν κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἢ εἰ πόλεμον ἐπολεμοῦμεν αἰσθητὸν, ἴσχυε ταῦτα τὰ δεσμὰ τὰς χεῖρας κατ‐ | |
5 | έχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ὡς μηδενὶ καταγωνίζεσθαι. Δεσμοῦνται μὲν γὰρ αἱ χεῖ‐ ρες, ἀλλ’ οὐχ ἡ γλῶττα· γλῶτταν γὰρ οὐδεὶς δῆσαι δύναται, ἀλλ’ ἢ δειλία μόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην μὴ ἔχωμεν, κἂν περιβάλῃς δεσμὰ, τὸ κήρυ‐ | |
10 | γμα οὐ δέδεται. Οἷον, γεωργόν τις ἐὰν δήσῃ, τὸν σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς, τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ γὰρ σπείρει, οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται τοίνυν δεσμῷ ὁ λόγος ὁ ἡμέτερος· ἡμῶν γὰρ δεδεμένων, | |
15 | ἐκεῖνος λέλυται καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεμένοι κηρύττομεν. Τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χρή. Ἤκουσας ὅτι ὡς κακοῦργος ταῦτα πάσχω; μὴ κα‐ | |
20 | τηφὴς γένῃ. Πολὺ γὰρ τὸ θαῦμα, δεδεμένον ὄντα τὰ τῶν λελυμένων ποιεῖν, δεδεμένον πάντων περιγενέ‐ σθαι, δεδεμένον καταγωνίζεσθαι τοὺς δεδεκότας. Θεοῦ γάρ ἐστιν ὁ λόγος, οὐχ ἡμῶν· δεσμὰ δὲ ἀν‐ θρώπινα Θεοῦ λόγον περιβαλεῖν οὐ δυνήσεται. Ταῦτα | |
25 | πάσχω διὰ τοὺς ἐκλεκτούς. Διὰ τοῦτο γὰρ, φησὶ, πάντα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἰδοὺ καὶ ἄλλη προτροπή· Οὐχ ὑπὲρ ἐμαυτοῦ, φησὶν, ἀλλ’ ὑπὲρ τῆς ἑτέρων σωτηρίας | |
30 | ταῦτα ὑπομένω. Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν. Ἀλλὰ διὰ τίνα ταῦτα πάσχω; Ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. Τί οὖν καὶ ἐπαγγέλλῃ; Οὐχ ἁπλῶς εἶπε, Διὰ τούσδε, ἀλλὰ, Διὰ | |
35 | τοὺς ἐκλεκτούς. Εἰ ὁ Θεὸς αὐτοὺς ἐξελέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, Ἵνα καὶ αὐτοὶ σω‐ τηρίας τύχωσι. Τὸ εἰπεῖν, Καὶ αὐτοὶ, δεικνύντος ἐστὶ καὶ λέγοντος, ὡς Καὶ ἡμεῖς· καὶ γὰρ καὶ ἡμᾶς ὁ Θεὸς ἐξελέξατο. Καὶ ὥσπερ δι’ ἡμᾶς ὁ Θεὸς ἔπα‐ | |
40 | θεν, οὕτω καὶ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, οὐχὶ χάρις. Ἐπὶ μὲν τοῦ Θεοῦ χάρις ἦν· οὐ γὰρ προευπαθὼν εὐηργέτησεν· ἐπὶ δὲ ἡμῶν ἀντίδοσις· προευπαθόντες ἡμεῖς παρὰ τοῦ Θεοῦ, πάσχομεν ὑπὲρ τούτων ὧν πάσχομεν, ἵνα | |
45 | σωτηρίας τύχωσι. Τί λέγεις; ποίας σωτηρίας; ὁ σεαυτῷ αἴτιος μὴ ὢν σωτηρίας, ἀλλὰ ἀπολλύμενος, ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ; Διὰ τοῦτο προσέθηκεν· Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. Ὀδυνηρὰ | |
62.621(50) | τὰ παρόντα, ἀλλ’ ἐπὶ τῆς γῆς· κατηφῆ τὰ παρόντα, ἀλλὰ πρόσκαιρα· ἀηδίας μεστὰ καὶ ὀδύνης, ἀλλὰ μέχρι σήμερον καὶ αὔριον μόνον. γʹ. Τὰ μέντοι χρηστὰ οὐ τοιαῦτα, ἀλλ’ αἰώνια, ἀλλ’ ἐν οὐρανῷ. Ὄντως ἐκείνη δόξα, αὕτη δὲ ἀτιμία. | |
55 | Θέα γάρ μοι, ἀγαπητέ· οὐκ ἔστι δόξα ἐπὶ τῆς γῆς, ἀλλ’ ἡ ὄντως δόξα ἐν οὐρανοῖς ἐστιν. Εἰ δέ τις δοξά‐ ζεσθαι βούλεται, ἀτιμαζέσθω· εἴ τις ἀνέσεως βούλεται τυχεῖν, θλιβέσθω· εἴ τις διαπαντὸς εὐδοκιμεῖν καὶ τρυ‐ φᾷν, τὰ πρόσκαιρα διαπτυέτω. Ὅτι δὲ ἡ ἀτιμία δόξα | |
60 | ἐστὶν, ἡ δὲ δόξα ἀτιμία, φέρε, κατὰ δύναμιν τοῦτο παραστήσωμεν, ἵνα τὴν ὄντως δόξαν ἴδωμεν. Οὐκ ἔστιν ἐπὶ γῆς δοξάζεσθαι· εἰ δὲ βούλει δοξάζεσθαι, δι’ ἀτιμίας. Καὶ φέρε ἐπὶ τῶν δύο προσώπων τοῦτο ἐξετάσωμεν, ἐπὶ τοῦ Νέρωνος καὶ τοῦ Παύλου. | |
65 | Ἐκεῖνος τὴν δόξαν εἶχε τοῦ κόσμου, οὗτος τὴν ἀτι‐ | Column end |
62.622 | μίαν. Πῶς; τύραννος ἦν ἐκεῖνος, πολλὰ κατωρθωκὼς, τρόπαια στήσας, πλοῦτον ἔχων ἐπιῤῥέοντα, παντα‐ χόθεν στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον, τὴν βασιλίδα πόλιν ὑποτετα‐ | |
5 | γμένην, τὴν σύγκλητον ἅπασαν ὑποκύπτουσαν, τὰ βασίλεια αὐτὰ ἐν λαμπρῷ τῷ σχήματι προῄει. Εἴτε ὁπλίζεσθαι ἔδει, χρυσῷ καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἔξεισιν· εἴτε ἐν εἰρήνῃ καθῆσθαι, ἁλουργίδα περικεί‐ μενος ἐκάθητο. Πολλοὺς τοὺς δορυφόρους, πολλοὺς τοὺς | |
10 | ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ πολλὰ ἕτερα ὀνόματα τοιαῦτα, ἅπερ κολακείαν ἐπενόει καὶ θεραπείαν· καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν· ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς | |
15 | αὐτὸν ἔτρεμον, καὶ ἐδεδοίκεισαν τὸν ἄνδρα· καὶ γὰρ καὶ ἄλλως ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο· οὗτος καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Τί ταύτης τῆς δόξης κρεῖττον; | |
20 | μᾶλλον δὲ τί τῆς ἀτιμίας χεῖρον; Ἀλλ’ οὐκ οἶδα πῶς ὑπὸ τῆς ἀληθείας προὔδραμε τὸ στόμα, καὶ πρὸ τῆς κρίσεως τὴν ψῆφον ἤνεγκε. Τέως δὲ κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγμα ἐξετάσωμεν, κατὰ τὴν τῶν ἀπίστων, κατὰ τὴν κολακείαν. Τί μεῖζον εἰς λόγον | |
25 | δόξης τοῦ καὶ θεὸν νομισθῆναι αὐτόν; Μεγάλη ὄντως τοῦτο ἀτιμία, τὸ ἄνθρωπον ὄντα τοιαῦτα λυττᾷν· ἀλλὰ τέως κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐδὲν τοίνυν ἐνέλιπεν αὐτῷ εἰς δόξαν τὴν ἀνθρωπίνην, ἀλλὰ ὡς θεὸς παρὰ πάντων ἐθερα‐ | |
30 | πεύετο. Ἀλλὰ ἀντεξετάσωμεν αὐτῷ καὶ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν· ὅσον δὲ Κιλικίας καὶ Ῥώμης τὸ μέσον, πάντες ἴσασι· σκυτοτόμος, πένης, τῆς ἔξωθεν σοφίας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶτταν διασυρομένην παρὰ πάντων, καὶ μάλιστα | |
35 | παρὰ τῶν Ἰταλῶν. Οὐ γὰρ οὕτω τοὺς τὴν βάρβαρον, οὔτε τὴν Ἑλλάδα, οὔτε ἄλλην τινὰ ἔχοντας γλῶτταν διασύρουσιν, ὡς τὴν Σύρων· αὕτη δὲ πολλὴν ἔχει τὴν κοινωνίαν πρὸς ταύτην. Καὶ μὴ θαυμάσῃς ὅτι ταύτην διέπτυον· εἰ γὰρ τὴν Ἑλλάδα τὴν θαυμα‐ | |
40 | στὴν καὶ καλὴν διαπτύουσι, πολλῷ μᾶλλον τὴν Ἑβραίων. Ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας, καὶ κοιμηθεὶς πεινῶν, ἄνθρωπος γυμνὸς, οὔτε ὅ τι περι‐ βάλοιτο ἔχων. Ἐν ψύχει καὶ γυμνότητι, φησίν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς γεγονώς· μετὰ | |
45 | γὰρ λῃστῶν, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων αὐτοῦ ἐκείνου κελεύσαντος ἐβέβλητο καὶ ἐμαστίζετο ὡς κακοῦργος, ὅπερ οὖν καὶ αὐτός φησι. Τίς οὖν λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδὲ ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ | |
62.622(50) | βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμέ‐ νης τὰ τέρματα καθ’ ἑκάστην ᾄδουσι τὴν ἡμέραν; Ἀλλὰ μήπω τὰ νῦν, ἀλλὰ τὰ τότε ἐξετάσωμεν. Τίς ἦν λαμπρότερος; τίς ἐπιδοξότερος; ὁ τὴν ἅλυσιν περικείμενος, καὶ δεδεμένος ἑλκόμενος ἐκ τοῦ δεσμω‐ | |
55 | τηρίου, ἢ ὁ τὴν ἁλουργίδα περικείμενος, καὶ ἐκ τῶν βασιλείων προϊών; Ὁ δεδεμένος πάντως. Πῶς; Ὅτι ἐκεῖνος μὲν καὶ στρατόπεδα ἔχων, καὶ ἐν λαμπρῷ τῷ σχήματι προκαθήμενος, ἅπερ ἤθελεν οὐκ ἴσχυσεν ἀνύειν· ὁ δὲ δεσμώτης, καὶ ὡς κακοῦργος ἐν εὐτελεῖ | |
60 | σχήματι, αὐθεντικώτερον πάντα ἔπραττε. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος ἔλεγε, Μὴ διασπείρῃς τὸν λόγον τῆς εὐσεβείας· οὗτος ἔλεγεν, Οὐκ ἀνέχομαι· οὐδὲ γὰρ δέδεται ὁ λόγος τοῦ Θεοῦ. Καὶ διέπτυσεν ὁ Κίλιξ, ὁ δεσμώτης, ὁ σκηνοποιὸς, ὁ πένης, ὁ ἐν λιμῷ ζῶν | |
65 | τὸν ἀπὸ τῆς Ῥώμης, τὸν πλούσιον, τὸν βασιλεύοντα, | |
τὸν πάντων κρατοῦντα, τὸν μυρίοις μυρία παρ‐ | 619 | |
62.623 | έχοντα· καὶ τοσούτων ὄντων στρατοπέδων, οὐδὲν ἴσχυσε. Τίς ἄρα λαμπρὸς ἦν; τίς σεμνός; ὁ ἐν δε‐ σμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος; ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμε‐ | |
5 | νος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιτατ‐ τόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγινόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Ἀπήρχετο οὖν ὁ βασιλεὺς, τοῦ δεσμώτου κατ’ αὐτοῦ τρόπαιον στήσαντος. Εἰπὲ | |
10 | οὖν μοι, ποίας ἄν τις ἠβουλήθη μερίδος εἶναι; Μὴ γάρ μοι τὰ μετὰ ταῦτα εἴπῃς, ἀλλὰ τέως ἐκεῖνα ἐξ‐ έτασον· ποίας μερίδος ἄν τις ἠθέλησεν εἶναι, τῆς τοῦ Παύλου, ἢ τῆς τοῦ Νέρωνος; οὐ λέγω κατὰ τὸν τῆς πίστεως λόγον· τοῦτο γὰρ δῆλον· ἀλλὰ κατὰ τὸν τῆς | |
15 | δόξης καὶ τῆς σεμνότητος καὶ τῆς λαμπρότητος. Εἴ τις εὐγνώμων, τοῦ Παύλου ἔφησεν ἄν. Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, ἐκεῖνος ἐπίδο‐ ξος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλὰ ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Πάλιν | |
20 | γὰρ ἐρῶ, καὶ οὐ παύσομαι τὰ αὐτὰ λέγων· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα ἔβαλε. δʹ. Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναμις· ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐ‐ | |
25 | χμῶντα, ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ δεσμά· ἐπὶ γῆς εἱστήκει κατεχόμενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ’ ὀχήματος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ συνηθείας | |
30 | ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήμενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ’ ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαί‐ πωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες | |
35 | τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον δὲ οὐ τὸν δεσπότην τὸν αὑτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεμον, τοῦτον μόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσμοῖς πόση ἡ λαμπρότης. Τί ἄν τις εἴποι τὰ μετὰ | |
40 | ταῦτα; Ἐκείνου μὲν οὐδὲ τὸ μνῆμα δῆλον· οὗτος δὲ πάντων βασιλέων λαμπρότερος ἐν αὐτῇ κεῖται τῇ βα‐ σιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον ἔστη‐ σεν. Ἐκείνου κἂν μνησθῇ τις, μετὰ ψόγου μέμνηται, καὶ τῶν οἰκείων (καὶ γὰρ καὶ ἀσελγὴς λέγεται γεγε‐ | |
45 | νῆσθαι)· τούτου μετ’ εὐφημίας ἡ μνήμη πανταχοῦ· οὐ γὰρ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάμπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναι‐ σχυντεῖν ἔχουσιν· εἰ γὰρ καὶ μὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυμάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς | |
62.623(50) | ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων στόμασι πανταχοῦ καθ’ ἑκάστην ἡμέραν στεφανούμενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόμενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαμπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ | |
55 | ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει μετὰ τοῦ | Column end |
62.624 | βασιλέως τῶν οὐρανῶν, μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέ‐ λαστος εἶ γελῶν τὰ μὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπι‐ | |
5 | στεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπ‐ έλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθοι, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· | |
10 | ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅμως τῶν ζώντων ὁ τεθνηκὼς μᾶλλον ἐνεργεῖ καὶ τιμᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡμῶν, τίνος οὐ μεθέξει, τίνος οὐκ ἐπιτεύξεται; Διὰ τοῦτο | |
15 | ταύτης αὐτὸν τῆς τιμῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώματι ὢν κα‐ τεφρόνει τῆς παρὰ τῶν πολλῶν δόξης, πολλῷ μᾶλλον ἀπαλλαγεὶς τοῦ σώματος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι μόνον, ἀλλ’ ἵνα οἱ τοῖς μέλλουσιν | |
20 | ἀπιστοῦντες κἂν ἐκ τῶν παρόντων ἐνάγωνται. Λέγω ὅτι ἥξει Παῦλος μετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι μυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ’ οὐ πιστεύει ὁ ἄπιστος· οὐκοῦν ἀπὸ τῶν παρόντων πιστεύσει. Λαμπρότερος τοῦ βασιλέως | |
25 | ὁ σκηνοποιὸς, ἐντιμότερος τοῦ βασιλέως· οὐδεὶς βα‐ σιλεὺς τῆς Ῥώμης γενόμενος, τοσαύτης ἀπέλαυσε τιμῆς· ἀλλ’ ὁ μὲν βασιλεὺς ἐῤῥιμμένος ἔξω που κεῖ‐ ται, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεὺς ὢν καὶ ζῶν. Ἀπὸ τούτων πίστευσον καὶ | |
30 | περὶ τῶν μελλόντων. Εἰ ἐνταῦθα, ἔνθα ἠλαύνετο, ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς, ὅταν ἔλθῃ, τί ἔσται; Εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγέ‐ νετο λαμπρὸς, ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; Εἰ μετὰ τοσαύτης εὐτελείας, τοσ‐ | |
35 | αύτης μεγαλοπρεπείας περιεγένετο, ὅταν ἔλθῃ, τί‐ νος οὐ περιέστα; Μὴ ἔνι φυγεῖν τὰ πράγματα; Τίνα οὐκ ἐντρέπει τὸ τὸν σκηνοποιὸν ἐντιμότερον γενέσθαι τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος; Εἰ ἐν‐ ταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, πολλῷ μᾶλλον ἐν τῷ | |
40 | μέλλοντι. Πίστευσον, ἄνθρωπε, τοῖς παροῦσιν, εἰ μὴ θέλεις τοῖς μέλλουσι· πίστευσον, ἄνθρωπε, τοῖς ὁρω‐ μένοις, εἰ μὴ βούλει τοῖς ἀοράτοις. Μᾶλλον δὲ πίστευ‐ σον τοῖς ὁρωμένοις· οὕτω γὰρ καὶ τοῖς ἀοράτοις πι‐ στεύσεις· εἰ δὲ οὐ θέλεις, εὔκαιρον τὸ τοῦ Ἀποστόλου | |
45 | εἰπεῖν, Καθαροὶ ἡμεῖς ἀπὸ τοῦ αἵματος ὑμῶν· ἅπαντα γὰρ ὑμῖν διεμαρτυράμεθα, καὶ οὐδὲν ἐνελίπομεν τῶν ὀφειλόντων λεχθῆναι· ὑμεῖς ἑαυτοὺς αἰτιάσασθε, καὶ λογιεῖσθε τὴν ἐν τῇ γεέννῃ τιμωρίαν. Ἡμεῖς δὲ, ὦ τέκνα ἀγαπητὰ, Παύλου μιμηταὶ μὴ κατὰ τὴν πί‐ | |
62.624(50) | στιν μόνον, ἀλλὰ καὶ κατὰ τὸν βίον γενώμεθα. Ἵνα τύχωμεν δόξης ἐπουρανίου, καταπατήσωμεν τὴν ἐν‐ ταῦθα δόξαν· μηδὲν ἡμᾶς ἐφελκέσθω τῶν παρόντων ἁπάντων· καταφρονήσωμεν τῶν ὁρωμένων, ἵνα τῶν οὐρανίων τύχωμεν, μᾶλλον δὲ καὶ τούτων ἐπιτευξώ‐ | |
55 | μεθα δι’ ἐκείνων, πλὴν προηγουμένως ἔστω ὁ σκοπὸς | |
ἐκείνων ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι. | Column end | |
62.623(57) | ΟΜΙΛΙΑ Εʹ. Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ‐ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο‐ | |
60 | μεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσα‐ σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομί‐ | |
μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, | Column end | |
62.624(58) | μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα‐ στροφῇ τῶν ἀκουόντων. | |
60 | αʹ. Πολλοὶ τῶν ἀσθενεστέρων ἀνθρώπων πρὸς μὲν τὸν τῆς πίστεως πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβο‐ | |
λὴν τῆς ἐλπίδος φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσιν | 621 | |
62.625 | καὶ ἀπὸ τούτων τὰ μέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ μὲν ἐνταῦθα θάνατος ἦν, βάσανοι, δεσμά· αὐτὸς δέ φησιν, ὅτι εἰς ζωὴν αἰώνιον ἥξουσιν, οὐκ ἂν δέ τις ἐπίστευσεν, ἀλλ’ εἶπεν ἂν, Τί λέγεις; Ὅτε | |
5 | ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ μοι οὐδὲν ἐπαγγέλλῃ, καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ μικρὰ οὐ δίδως, καὶ τὰ μεγάλα παρέχεις; Ἵνα τοίνυν μηδεὶς ταῦτα ἐννοῇ, ἀναμφίβολον ποιεῖται τούτου τὴν κατασκευὴν, προκαταβάλλων μὲν αὐτὸ καὶ | |
10 | ἤδη, καὶ τεκμήρια διδοὺς (τὸ γὰρ, Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, τοῦτό ἐστιν, ὅτι μετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται. Πόθεν πι‐ | |
15 | στός; Εἰ γὰρ συναπεθάνομεν, φησὶ, καὶ συζήσο‐ μεν. Εἰπὲ γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόπον ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; Ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν, ὥστε τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν καὶ συνθλι‐ | |
20 | βῆναι, εἴ ποτε ἐν ἀνέσει γένηται, ἀρνήσασθαι αὐτῷ γενέσθαι κοινωνόν. Ποῦ δὲ συναπεθάνομεν; Τοῦτον λέγει τὸν θάνατον, τόν τε διὰ τοῦ λουτροῦ, καὶ τὸν διὰ τῶν παθημάτων· φησὶ γὰρ, Τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες· καὶ, Συν‐ | |
25 | ετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασμῶν λέγει· μᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασμοῖς ἦν, ὅτε | |
30 | ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι’ αὐτὸν ἀπεθάνομεν, δι’ αὐτὸν οὐ ζησόμεθα; ἀναμφι‐ σβήτητον τοῦτό ἐστιν. Εἰ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν, Οὐχ ἁπλῶς εἶπε, Συμβασιλεύ‐ σομεν· ἀλλ’, Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ | |
35 | ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ’ ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ’ εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου μέρους προτρέπει, οὐκ ἀπὸ τῶν | |
40 | ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν. Εἰ γὰρ μέλλοιεν τῶν αὐτῶν μετέχειν καὶ οἱ πονηροὶ, οὐκ ἔστι τοῦτο παράκλησις· καὶ εἰ μέλλοιεν ὑπομείναντες μὲν συμ‐ βασιλεύειν, μὴ ὑπομείναντες δὲ τοῦτο μόνον πά‐ σχειν, τὸ μὴ συμβασιλεύειν, δεινὸν μὲν καὶ τοῦτο, | |
45 | πλὴν ἀλλὰ τοὺς πολλοὺς οὐχ ἱκανὸν δακεῖν. Διὸ τὸ φοβερώτερον λέγει· Εἰ ἀρνησόμεθα αὐτὸν, κἀκεῖ‐ νος ἀρνήσεται ἡμᾶς. Ἄρα οὐκ ἐν τοῖς χρηστοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀμοιβαί. Τὸν δὲ ἀρνηθέντα ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐννοήσατε τί πα‐ | |
62.625(50) | θεῖν εἰκός· Ὃς ἐὰν ἀρνήσηταί με, φησὶν, ἀρνή‐ σομαι κἀγὼ αὐτόν. Οὐκ ἐξ ἴσης ἡ ἀντίδοσις, εἰ καὶ οὕτω λέγων δοκεῖ· ἡμεῖς μὲν γὰρ ἄνθρωποι οἱ ἀρνούμενοι, ἐκεῖνος δὲ Θεός· ὅσον δὲ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων τί δεῖ λέγειν; | |
55 | βʹ. Ἄλλως δὲ ἡμεῖς ἐντεῦθεν ἑαυτοὺς βλάπτομεν, ἐκεῖνον δὲ οὐδαμῶς, οὐδὲ δυνάμεθα. Διὰ τοῦτο καὶ ἐπήγαγε τὸ αὐτὸ δηλῶν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύνα‐ ται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ | |
60 | τούτου βλάπτεται ἐκεῖνος· ἀληθής ἐστι, βέβαιός ἐστιν, ἄν τε εἴπωμεν, ἄν τε μὴ εἴπωμεν. Εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἢ διὰ τὸ ἡμῖν χρήσιμον. Ἐκεῖνος γὰρ ὁ αὐτὸς μένει | |
65 | καὶ ἀρνουμένων καὶ μὴ ἀρνουμένων. Ἀρνήσασθαι | |
γὰρ ἑαυτὸν οὐ δύναται, τουτέστι, μὴ εἶναι. Ἡμεῖς | Column end | |
62.626 | λέγομεν ὅτι οὐκ ἔστιν, εἰ καὶ μὴ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐκ ἔχει φύσιν μὴ εἶναι, οὐ δυνατόν· τουτέστιν, εἰς τὸ μὴ εἶναι αὐτὸν χωρῆσαι· ἀεὶ μένει, ἀεί ἐστιν αὐτοῦ ἡ ὑπόστασις. Μὴ τοίνυν ὡς χαριζόμενοι αὐτῷ, | |
5 | οὕτω διακεώμεθα, ἢ ὡς καταβλάπτοντες. Εἶτα, ἵνα μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε· Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φο‐ | |
10 | βερὸν τοῦτο τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν. Εἰ γὰρ ἀνθρώπου μαρτυρίαν καλουμένην οὐκ ἄν τις τολμήσειεν ἀθετῆσαι, πολλῷ μᾶλλον Θεοῦ. Οἷόν τι λέγω· Εἴ τις συνθήκας τιθέμενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους μάρτυρας καλέσαι, ἆρα τολ‐ | |
15 | μήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι; Οὐδα‐ μῶς· κἂν βούληται, δεδοικὼς τὸ τῶν μαρτύρων ἀξιόπιστον, φυλάττεται. Τί ἐστι, Διαμαρτυρόμενος; Μάρτυρα καλεῖ τὸν Θεὸν τῶν λεγομένων, τῶν πρατ‐ τομένων. Μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον. | |
20 | Οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Οὐ μόνον οὐδὲν ἐκ τούτου κέρδος, ἀλλὰ καὶ βλάβη πολλή. Ταῦτα τοίνυν ὑπομίμνησκε· κἂν καταφρονῶσιν, ὁ Θεὸς αὐτοὺς κρινεῖ. Τί δήποτε καὶ περὶ τοῦ μὴ λογομαχεῖν παραινεῖ; Οἶδεν ὅτι | |
25 | λίχνον τὸ πρᾶγμα, καὶ ὅτι ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχὴ μάχεσθαι καὶ λογομαχεῖν. Ἵνα οὖν τοῦτο μὴ γίνηται, οὐχ ἁπλῶς φησι μὴ λογομαχεῖν, ἀλλὰ φο‐ βερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ κατα‐ στροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν | |
30 | δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαί‐ σχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, | |
35 | ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν δι‐ δασκάλων ἀπολλυμένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκρά‐ | |
40 | τουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιμος; Ἐργάτης ὢν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐ‐ δὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου | |
45 | ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· πολλὰ ἔχει τὰ ἐπιφυόμενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ’, Ὀρθοτομοῦντα· τουτέστι, Τέμνε τὰ νόθα, καὶ | |
62.626(50) | τὰ τοιαῦτα μετὰ πολλῆς τῆς σφοδρότητος ἐφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἱμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε. Τὰς δὲ βεβήλους καινοφω‐ νίας περιίστασο. Οὐδὲ γὰρ μέχρι τούτου στήσον‐ | |
55 | ται. Ὅταν γάρ τι καινὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτο‐ μίας τίκτει· καὶ ἄπειρος ἡ πλάνη τοῦ ἐξελθόντος τὸν λιμένα τὸν εὔδιον, καὶ οὐδαμοῦ στήσεται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει. Ἀκάθ‐ | |
60 | εκτον κακὸν, οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμε‐ νον, ἀλλὰ τὸ πᾶν λυμαίνεται. Δείκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, μᾶλλον δὲ νόσου χαλεπωτέρα. Ἐνταῦθα τὸ ἀδιόρθωτον αὐτῶν δηλοῖ, καὶ ὅτι | |
οὐχ ἁπλῶς, ἀλλ’ ἑκόντες ἀπεπλανήθησαν· ὅθεν καὶ | 623 | |
62.627 | μάλιστα οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέ‐ ναιος καὶ Φίλητος, φησὶν, οἵτινες περὶ τὴν ἀλή‐ θειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. | |
5 | Καλῶς εἶπεν, Ἐπὶ πλεῖον προκόψουσι· δοκεῖ μὲν γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἐκείνης ἀπεστερήμεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρη‐ | |
10 | ται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως· εἰ γὰρ ἤδη γέγονεν ἡ ἀνάστασις, γέγονε καὶ ἡ ἀνταπόδοσις. Οὐκ οὖν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν· οὐ κολάζονται δὲ οἱ πονηροὶ, καλῶς γε, οἱ ἐν τρυφῇ ὄντες πολλῇ. Βέλτιον ἦν εἰπεῖν, ὅτι οὐκ | |
15 | ἔστιν ἀνάστασις, ἢ ὅτι ἤδη γέγονε. Καὶ ἀνατρέ‐ πουσι, φησὶ, τήν τινων πίστιν. Οὐ πάντων, ἀλλά τινων. Εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πί‐ στεως ἀνατέτραπται· εἰ ἀνάστασις οὐκ ἔστι, κε‐ νὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ | |
20 | μὴ ἀνέστη, οὐδὲ ἐγεννήθη, οὐδὲ εἰς οὐρανοὺς ἀνῆλ‐ θεν. Ὁρᾷς πῶς δοκεῖ μὲν τῷ τῆς ἀναστάσεως ἐναν‐ τιοῦσθαι λόγῳ, πολλὰ δὲ συνεφέλκεται δεινά. Τί οὖν, φησίν; οὐδὲν δεῖ ποιεῖν ὑπὲρ τῶν ἀνατρεπομένων; Ὁ μέντοι, φησὶ, στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστη‐ | |
25 | κεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. γʹ. Δείκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέ‐ βαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσ‐ | |
30 | βολῆς, ὥσπερ οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς | |
35 | ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ Δευτερονο‐ μίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστή‐ κασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμά‐ των, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ | |
40 | συμπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομά‐ ζων τὸ ὄνομα Κυρίου. Ταῦτα τὰ γνωρίσματα τοῦ θεμελίου· καθάπερ θεμέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράμματα | |
45 | σημαίνοντα· τὰ δὲ γράμματα ταῦτα δι’ ἔργων δεί‐ κνυται. Ἔχων, φησὶ, τὴν σφραγῖδα ταύτην ἐμπε‐ πηγμένην. Πᾶς ὁ ὀνομάζων, φησὶ, τὸ ὄνομα Κυ‐ ρίου ἀποστήτω ἀπὸ ἀδικίας. Ὥστε ὅταν ᾖ τις ἄδι‐ κος, οὐκ ἔστι τοῦ θεμελίου. Ὥστε καὶ τοῦτο σφρα‐ | |
62.627(50) | γῖδος, τὸ μὴ πράττειν ἄδικα. Μὴ τοίνυν τὸ σήμαντρον τὸ βασιλικὸν καὶ τὸ γνώρισμα ἀποθώμεθα, ἵνα μὴ ἀσφράγιστοι ὦμεν, ἵνα μὴ σαθροὶ, ἵνα θεμέλιοι ὦμεν, καὶ θεμέλιοι στερεοὶ, ἵνα μὴ περιφερώμεθα· τοῦτο δείκνυσι τοὺς τοῦ Θεοῦ, τοὺς ἀφισταμένους ἀπὸ ἀδι‐ | |
55 | κίας. Πῶς γάρ τις τοῦ Θεοῦ δύναται εἶναι δικαίου ὄντος, ὁ ἄδικα ποιῶν, ὁ μαχόμενος αὐτῷ διὰ τῶν ἔρ‐ γων, καὶ ὑβρίζων αὐτὸν διὰ τῶν πράξεων; Πάλιν ἡμεῖς τῆς ἀδικίας κατηγοροῦμεν, καὶ πάλιν πολλοὺς ἔχομεν τοὺς ἀπεχθανομένους. Ὥσπερ γὰρ τύραννός | |
60 | τις τὰς ἁπάντων κατέλαβε ψυχὰς τοῦτο τὸ πάθος· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ χάριν ἴσασι τῆς δουλείας ταύτης. Τοῦτο γὰρ ὄντως τὸ δεινόν· ὡς εἴ γε βίᾳ κατείχοντο καὶ μὴ ἀγάπῃ, ταχέως ἂν ἀπέστησαν. Καὶ πόθεν ἡδὺ | |
65 | τὸ πρᾶγμα εἶναι δοκεῖ, σφόδρα πικρὸν ὄν; πόθεν δὲ | |
πικρὸν ἡ δικαιοσύνη, σφόδρα ἡδὺ ὄν· Παρὰ τὰ αἰ‐ | Column end | |
62.628 | σθητήρια τὰ ἡμέτερα. Οὕτω γοῦν καὶ μέλι πικρὸν ἐνόμισάν τινες, καὶ ἄλλο τι τῶν βλαβερῶν μετὰ ἡδο‐ νῆς προσήκαντο. Τὸ δὲ αἴτιον οὐ παρὰ τὴν τῶν πραγ‐ μάτων φύσιν, ἀλλὰ παρὰ τὴν τῶν κακουμένων δια‐ | |
5 | στροφήν. Νόει τὸ κριτήριον τῆς ἡμετέρας ψυχῆς. Ἐπεὶ καὶ ζυγὸς ἐὰν ἔχῃ παρασαλευομένην τὴν πλά‐ στιγγα, οὐ κρίνει δικαίως τὰ σταθμητὰ περιφερόμε‐ νος. Καὶ ψυχὴ ἐὰν μὴ ἔχῃ τὴν πλάστιγγα τῶν οἰκείων λογισμῶν πεπηγυῖαν καὶ προσηλωμένην ἀσφαλῶς τῷ | |
10 | νόμῳ τοῦ Θεοῦ, οὐ δυνήσεται κρῖναι καλῶς τὰ πρά‐ γματα, ἀλλὰ περιφέρεται καὶ καθέλκεται. Ἐπεὶ εἴ τις ἀκριβῶς ἐξετάσειε, πολλὴν ὄψεται τῆς ἀδικίας τὴν πικρίαν, οὐ τοῖς πάσχουσιν, ἀλλὰ τοῖς ποιοῦσι, καὶ τούτοις μᾶλλον ἢ ἐκείνοις. Καὶ μήπω περὶ τῶν | |
15 | μελλόντων, ἀλλὰ τέως περὶ τῶν ἐνταῦθα διαλεχθῶ‐ μεν, οὐχὶ μάχας ἔχει καὶ δικαστήρια, καὶ κατάγνω‐ σιν καὶ φθόνον καὶ κακηγορίαν; τί τούτων πικρότε‐ ρον; οὐχὶ ἀπεχθείας; οὐχὶ πολέμους; οὐχὶ κατηγο‐ ρίας; Οὐ τὸ συνειδὸς μαστίζον ἡμᾶς συνεχῶς καὶ | |
20 | δάκνον; Ἐβουλόμην, εἴ γε δυνατὸν ἦν, ἐξελκύσαι τοῦ σώματος τὴν ψυχὴν τοῦ ἀδίκου, καὶ εἶδες ἂν αὐτὴν ὠχρὰν, τρέμουσαν, αἰσχυνομένην, ἀγωνιῶσαν, κατα‐ δικάζουσαν ἑαυτήν. Κἂν γὰρ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπέσωμεν, τὸ κριτήριον τοῦ νοῦ οὐ | |
25 | διαφθείρεται, ἀλλ’ ἕστηκεν ἀδέκαστον· καὶ οὐδεὶς κα‐ λὸν εἶναι λέγων τὴν ἀδικίαν μετέρχεται, ἀλλὰ προ‐ φάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥη‐ μάτων ἀποδύσασθαι τὸ ἔγκλημα· ἀλλ’ οὐχὶ καὶ ἀπὸ τοῦ συνειδότος δυνήσεται. Ἐνταῦθα μὲν γὰρ | |
30 | καὶ κομψεία λόγων, καὶ ἀρχόντων διαφθορὰ, καὶ πλήθη κολάκων δυνήσεται συσκιάσαι τὸ δίκαιον· ἔνδον δὲ ἐν τῷ συνειδότι οὐδὲν τούτων γίνεται, οὐ πάρεισι κόλακες, οὐ πάρεστι χρήματα τὸν κριτὴν διαφθεί‐ ροντα· φυσικῶς γὰρ ἡμῖν ἔγκειται τὸ κριτήριον παρὰ | |
35 | τοῦ Θεοῦ· τὸ δὲ παρὰ τοῦ Θεοῦ οὐδὲν ἂν πάθοι τοιοῦτο. δʹ. Ἀλλὰ καὶ ὕπνοι ἀηδεῖς καὶ φαντασίαι καὶ συν‐ εχῶς εἰς μνήμην ἐρχόμενον τὸ κακὸν λυμαίνεται τὴν ἀνάπαυσιν ἡμῶν. Οἷον, οἰκίαν τις ἀφείλετο ἀδίκως τινός· οὐχ ὁ ἀποστερούμενος στένει μόνον, ἀλλὰ καὶ ὁ | |
40 | ἀποστερήσας, ἐὰν μὲν ᾖ περὶ τῆς κρίσεως πεπεισμέ‐ νος· εἴ γέ τις πέπεισται, καὶ σφοδρῶς στένει καὶ ὀδύρεται· ἐὰν δὲ μὴ πιστεύῃ τοῖς μέλλουσι, καὶ οὕ‐ τως ἐρυθριᾷ αἰσχυνόμενος· μᾶλλον δὲ οὐκ ἔστιν ἄνθρω‐ πος, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, κἂν αἱρετικὸς, | |
45 | ὃς περὶ κρίσεως οὐ δέδοικε· κἂν μὴ περὶ τῶν μελ‐ λόντων φιλοσοφῇ, ἀλλὰ τὰ ἐνταῦθα δέδοικε καὶ τρέ‐ μει, μὴ εἰς χρήματα ἀπολάβῃ μειζόνως, μὴ εἰς τέκνα, μὴ εἰς οἰκείους, μὴ εἰς ψυχήν· καὶ γὰρ πολλὰ τοιαῦτα ποιεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ οὐκ ἰσχύει ὁ τῆς | |
62.628(50) | ἀναστάσεως λόγος σωφρονίσαι πάντας, καὶ ἐνταῦθα τῆς αὐτοῦ δικαιοκρισίας πολλὰ ἡμῖν τεκμήρια παρ‐ έχεται καὶ εἰς μέσον φέρει· ὁ δεῖνα πλεονεκτήσας οὐκ ἔσχε παῖδας, ὁ δεῖνα ἐν τῷ πολέμῳ ἔπεσεν, ἄλλος τὸ σῶμα ἐπηρώθη, ἕτερος παῖδα ἀπέβαλε. | |
55 | Ταῦτα ἐννοεῖ, ταῦτα φαντάζεται, διηνεκεῖ φόβῳ συζῇ. Οὐκ ἴστε ὅσα πάσχουσιν οἱ ἀδικοῦντες; ἢ οὐχὶ πικρὰ ταῦτα; Εἰ δὲ καὶ μηδὲν εἴη τοιοῦτον, οὐχὶ πάντες αὐτοῦ καταγινώσκουσιν; οὐχὶ πάντες μισοῦ‐ σιν; οὐχὶ πάντες ἀποστρέφονται; οὐχὶ πάντες τῶν | |
60 | θηρίων ἀλογώτερον εἶναί φασι, καὶ αὐτοὶ οἱ ἀδικοῦν‐ τες; Εἰ γὰρ ἑαυτοὺς καταδικάζουσι, πολλῷ μᾶλλον ἕτερον, τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν λυμεῶνα ὀνομάζοντες. Τί οὖν ἔχει ἡδύ; Οὐδὲν ἕτερον, ἢ τὸ πλείονα προσκεῖσθαι φροντίδα ὑπὲρ τῆς φυλακῆς τῆς | |
65 | ἐκείνων, τὸ μᾶλλον φροντίζειν καὶ μεριμνᾷν. Ὅσῳ | |
γὰρ ἄν τις πλείονα περιβάληται χρήματα, τοσούτῳ | 625 | |
62.629 | μᾶλλον ἰσχυροτέραν αὑτῷ τὴν ἀγρυπνίαν ἐργάζεται. Τί δὲ αἱ κατάραι αἱ τῶν ἀδικουμένων, αἱ ἐντυχίαι; τί δὲ, ἂν καὶ νόσος προσπέσῃ; οὐ γὰρ ἔστιν, οὐκ ἔσ‐ τιν ἐν νόσῳ γενόμενον, κἂν ἁπάντων ἀθεώτερος ᾖ, | |
5 | μὴ ἐκεῖνα μεριμνᾷν μηδὲ φροντίζειν, ὅτε οὐδὲν δύνα‐ ται ἐργάσασθαι. Ἕως μὲν γὰρ ἐνταῦθα ὦμεν, ἡ ψυχὴ ἡδυπαθοῦσα οὐκ ἀνέχεται τῶν λυπηρῶν· ἐπειδὰν δὲ ἀποπηδᾷν μέλλῃ τοῦ σώματος, τότε αὐτὴν μείζων φόβος συνέχει, ἅτε εἰς αὐτὰ τοῦ δικαστηρίου τὰ | |
10 | πρόθυρα ἥκουσαν. Ἐπεὶ καὶ οἱ λῃσταὶ ἐν μὲν τῷ δεσμωτηρίῳ ζῶντες, ἀδεῶς ζῶσιν· ὅταν δὲ παρὰ τὸ παραπέτασμα ἀγαγών τις στήσῃ αὐτοὺς, διαλύον‐ ται τῷ φόβῳ. Ὅταν γὰρ ὁ τοῦ θανάτου φόβος ἐπι‐ στῇ, καθάπερ πῦρ πάντα ἐκεῖνα ἐκκόψας, φιλοσοφεῖν | |
15 | αὐτὴν ἀναγκάζει, καὶ τὰ ἐκεῖ μεριμνᾷν· οὐκέτι χρη‐ μάτων ἐπιθυμία κατέχει, οὐκέτι πλεονεξίας ἔρως, οὐκέτι σωμάτων. Ὥσπερ οὖν νέφη ταῦτα παρελ‐ θόντα ἀφίησι τὸ κριτήριον εἶναι καθαρὸν καὶ τῆς λύπης ἐπεισελθούσης καὶ μαλαττούσης τὸ σκληρόν. | |
20 | Οὐδὲν γὰρ οὕτως ὡς σπατάλη πρὸς φιλοσοφίαν ἐναν‐ τίον, ὥσπερ οὖν καὶ τὸ ἐναντίον θλῖψις πρὸς φιλοσο‐ φίαν ἐπιτήδειον. Ἐννόει μοι τίς ἔσται ὁ πλεονέκτης τότε· Ὥρα γὰρ, φησὶ, κακώσεως, ἐπιλησμονὴν ποιεῖ πολλῆς τρυφῆς. Τίς ἔσται τοὺς ἡρπασμένους | |
25 | ἐννοῶν, τοὺς ἠδικημένους, τοὺς πλεονεκτηθέντας; τίς ἔσται ὁρῶν τῆς πλεονεξίας ἑτέρους ἀπολαύοντας, ἑαυ‐ τὸν δὲ μέλλοντα τὴν δίκην τίνειν; Οὐ γὰρ ἔνι, οὐκ ἔνι ἐμπεσόντα μὴ καὶ ταῦτα, ὑποπτεῦσαι· πολλάκις αὐτὴ ἡ ψυχὴ στρέφεται κάτωθεν, ἀγωνιῶσα, τρέμουσα. | |
30 | Πόση τοῦτο πικρία; εἰπέ μοι. Ταῦτα γὰρ καθ’ ἑκάστην νόσον ἀνάγκη γίνεσθαι. Εἰ δὲ καὶ κολαζομένους ἴδοι, εἰ δὲ καὶ ἀποθνήσκοντας, τί οὐ πείσεται; Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ, οὐδὲ εἰπεῖν ἔνι, ὅση ἡ κόλασις, ὅσαι αἱ τιμωρίαι, ὅσαι αἱ βάσανοι, ὅσα τὰ | |
35 | στρεβλωτήρια. Ταῦτα λέγομεν ἡμεῖς· Ὁ ἔχων ὦτα | Column end |
62.630 | ἀκούειν, ἀκουέτω. Συνεχῶς περὶ αὐτῶν λέγομεν, οὐ βουλόμενοι λέγειν συνεχῶς, ἀλλὰ ἀναγκαζόμενοι. Ἐβουλόμεθα μὲν γὰρ μηδὲ τὴν ἀρχὴν ἡμῖν ἀνάγκην γίνεσθαι τῶν τοιούτων λόγων· εἰ δὲ μὴ, κἂν ἐξ ὀλί‐ | |
5 | γης ἰατρείας ἀπαλλαγέντας τοῦ νοσήματος, ἐπὶ τὴν ὑγίειαν ὑμᾶς ἐπαναγαγεῖν· μενόντων δὲ ὑμῶν ἐν τῇ ἀῤῥωστίᾳ, ἐκλύτου καὶ βαναύσου ψυχῆς ἂν εἴη ἀπο‐ στῆναι τῆς μεθοδείας τῆς ἰατρικῆς, καὶ ἀπηνείας καὶ ὠμότητος. Εἰ γὰρ τοὺς τὰ σώματα ἀπαγορεύσαντας | |
10 | ἰατροὺς παρακαλοῦμεν, λέγοντες, Μὴ ἀμελήσῃς, ἀλλ’ ὅλως μέχρις ἐσχάτης ἀναπνοῆς τὰ παρὰ σεαυτοῦ προσφέρων μὴ ἀνήσῃς· οὐ πολλῷ μᾶλλον ἡμεῖς ἑαυ‐ τοὺς παραινέσομεν; Ἴσως γὰρ μετὰ τὸ ἐλθεῖν εἰς αὐ‐ τὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ | |
15 | πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς. Πόσοι ἀπὸ μὲν δεκάτης ἀκροάσεως οὐδὲ αἴσθησιν ἔλαβον, ὕστερον δὲ ἀπὸ μιᾶς μόνης ἐπεστράφησαν; μᾶλλον δὲ οὐκ ἀπὸ μιᾶς· εἰ γὰρ καὶ ἀναισθήτως εἶχον ἐν ταῖς | |
20 | δέκα, ἀλλ’ ὅμως ἐκέρδαναν, καὶ ὕστερον τὸν καρπὸν ἀθρόον ἔδειξαν. Ὥσπερ γὰρ ἐπὶ δένδρου, τὸ δέκα λαβὸν τομὰς, καὶ μὴ καταπεσὸν ὑπὸ τῶν δέκα, ὕστε‐ ρον δὲ μιᾶς ἐπαχθείσης πᾶν κατηνέχθη· οὐ τῆς μιᾶς δὲ γέγονε τομῆς, ἀλλὰ τῶν δέκα ἐστὶ τὸ τῆς | |
25 | ὑστέρας κατόρθωμα· καὶ ὁ μὲν πρὸς τὴν ῥίζαν ἰδὼν οἶδε τοῦτο, ὁ δὲ ἄνωθεν ἀπὸ τοῦ στελέχους καταμαν‐ θάνων οὐδὲν τοιοῦτο δύναται συνιδεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγ‐ κάντων φάρμακα, οὐδεμία γέγονεν ὠφέλεια, ὕστερον | |
30 | δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν· οὐκ ἐκείνου δέ ἐστι μόνου τὸ ἔργον, ἀλλὰ καὶ ἐκείνων τῶν ἤδη κατεργασαμένων τὸ πάθος. Ὥστε κἂν μὴ νῦν δῶμεν τῆς ἀκροάσεως τοὺς καρποὺς, ὕστερον δώσομεν· ὅτι γὰρ δώσομεν, σφόδρα πέπεισμαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι | |
35 | τοσαύτην φιληκοΐαν, καὶ τοσοῦτον πόθον διαπεσεῖν· μὴ γένοιτο· ἀλλὰ πάντες ἄξιοι τῶν τοῦ Χριστοῦ πα‐ | |
ραινέσεων γενόμενοι, τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν. | Column end | |
62.629(38) | ΟΜΙΛΙΑ ϛʹ. Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυ‐ | |
40 | σᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστρά‐ κινα· καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμέ‐ | |
45 | νον. αʹ. Πολλοὺς τῶν ἀνθρώπων θορυβεῖ ἔτι καὶ νῦν, τί δήποτε μένουσιν οἱ κακοὶ, καὶ οὐκ ἀπόλλυνται Εἰσὶ μὲν οὖν τούτου καὶ ἕτεραι πολλαὶ αἰτίαι, οἷον, ἵνα μεταβάλωνται, ἵνα διὰ τῆς κολάσεως ὑπόδειγμα | |
62.629(50) | γένωνται τοῖς πολλοῖς· ἐνταῦθα δὲ ὁ Παῦλος πρᾶγμά φησιν ἐοικός. Ἐν μεγάλῃ γὰρ οἰκίᾳ, φησὶν, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν δια‐ | |
55 | φορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουμένῃ πάσῃ· οὐ περὶ τῆς Ἐκκλησίας λέγων, ἀλλὰ περὶ τοῦ κόσμου παντός. Μὴ γάρ μοι τὴν Ἐκκλησίαν ὑπολάβῃς· ἐνταῦθα γὰρ οὐδὲν βούλεται εἶναι σκεῦος ξύλινον οὐδὲ ὀστράκινον, ἀλλὰ πάντα χρυσᾶ καὶ ἀρ‐ | |
60 | γυρᾶ, ἔνθα σῶμα Χριστοῦ, ἔνθα Παρθένος ἁγνὴ μὴ | Column end |
62.630(39) | ἔχουσα σπῖλον ἢ ῥυτίδα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μή | |
40 | σε ταραττέτω, ὅτι εἰσὶν ἄνθρωποι πονηροὶ καὶ μια‐ ροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα. Τί οὖν; Ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς, ἀλλὰ τὰ μὲν εἰς τιμήν ἐστι, τὰ δὲ εἰς ἀτιμίαν. Ναὶ, φησὶν, ἀλλ’ ἐνταῦθα μὲν χρῆσίν τινα πληροῖ, ἐπὶ δὲ | |
45 | τοῦ κόσμου οὐδαμῶς. Εἰ καὶ μὴ πρὸς τοιαύτην ἐνέρ‐ γειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον, ὁ κενόδοξος πολλὰ οἰκοδομεῖ, ὁ πλεονέκ‐ της, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστιν ἔργα τινὰ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα. Τὸ δὲ χρυσοῦν | |
62.630(50) | σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέ‐ φεται τὴν βασιλικήν. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀναγ‐ καῖον πρᾶγμα ἡ πονηρία· πῶς γάρ; ἀλλ’ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον. Εἰ γὰρ πάντες ἦσαν χρυσοῖ καὶ ἀργυροῖ, οὐκ ἂν ἐδέησεν ἐκείνων· οἷον, εἰ πάντες | |
55 | ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάν‐ τες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων· εἰ τῆς χρείας ἐπεμέλοντο πάντες, οὐκ ἔδει λαμπρᾶς οἰκοδομῆς. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τού‐ των, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Ὁρᾷς ὅτι | |
60 | οὐ φύσεως οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυ‐ σοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; Ἐκεῖ μὲν γὰρ τὸ ὀστράκινον οὐκ ἂν γένηται χρυ‐ σοῦν, οὐδὲ τοῦτο εἰς τὴν ἐκείνου καταπεσεῖν εὐτέ‐ λειαν δυνήσεται· ἐνταῦθα δὲ πολλὴ ἡ μεταβολὴ καὶ | |
65 | ἡ μετάστασις. Σκεῦος ὀστράκινον ἦν ὁ Παῦλος, ἀλλ’ | 627 |
62.631 | ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν ὁ Ἰούδας, ἀλλ’ ἐγένετο ὀστράκινον. Ἄρα ἀπὸ ἀκαθαρσίας τὰ ὀστρά‐ κινα· ὁ πόρνος, ὁ πλεονέκτης, ὀστράκινος γίνεται. Πῶς οὖν ἀλλαχοῦ φησιν, Ἔχοντες τὸν θησαυρὸν | |
5 | τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν; ὥστε τιμᾷ, καὶ οὐ διαβάλλει τὸ σκεῦος τὸ ὀστράκινον, θησαυροῦ δεκτικὸν αὐτὸ προσειπών. Ἐκεῖ τὴν φύσιν αὐτὴν δη‐ λοῖ, οὐ τὸ εἶδος τῆς ὕλης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα. Ὥσπερ γὰρ τὸ | |
10 | ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος· οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν, ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. Ὅτι γὰρ ὀστράκινόν ἐστι, δῆλον· πολλάκις γὰρ, ὡς ἐκεῖνο τὸ σκεῦος πεσὸν κατεάγη καὶ συνετρίβη, οὕτω | |
15 | καὶ τὸ σῶμα θανάτῳ καταπεσὸν διαλύεται. Τί γὰρ ὀστράκων διενήνοχε τὰ ὀστᾶ, οὕτως ὄντα κραταιὰ, οὕτως ὄντα ξηρά; τί δὲ πηλοῦ αἱ σάρκες; οὐχ ὁμοίως ἀπὸ ὕδατός εἰσι καὶ αὗται; Ἀλλ’, ὅπερ ἔφην, πῶς ἐκεῖ οὐ διαβάλλει τὸ πρᾶγμα; Ἐκεῖ περὶ φύ‐ | |
20 | σεως διαλέγεται, ἐνταῦθα περὶ προαιρέσεως. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, φησίν. Οὐκ εἶπε, Κα‐ θάρῃ, ἀλλ’, Ἐκκαθάρῃ, τουτέστι, παντελῶς καθάρῃ. Ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ. Ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα | |
25 | χρείαν ἐπιτελεῖ. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμέ‐ νον. Κἂν μὴ πράττῃ, ἀλλ’ ὅμως ἐπιτήδειόν ἐστι, δε‐ κτικόν. Δεῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον· δεῖ ἡτοιμάσθαι, κἂν πρὸς παρθενίαν, κἂν πρὸς ταῦτα πάντα. Τὰς δὲ | |
30 | νεωτερικὰς ἐπιθυμίας φεῦγε. Νεωτερικαὶ οὐχ αὗταί εἰσιν αἱ τῆς πορνείας μόνον, ἀλλὰ πᾶσα ἐπιθυμία ἄτοπος νεωτερική. Ἀκουέτωσαν οἱ γεγηρακότες, ὅτι οὐ δεῖ τὰ τῶν νεωτέρων ποιεῖν. Κἂν ὑβριστὴς ᾖ τις, κἂν δυναστείας ἐρᾷ, κἂν χρημάτων, κἂν σω‐ | |
35 | μάτων, κἂν ὁτουοῦν δήποτε, νεωτερικὴ ἡ ἐπιθυμία, ἀνόητος· οὔπω τῆς καρδίας βεβηκυίας, οὐδὲ τῶν φρενῶν ἐν βάθει τεθεισῶν, ἀλλ’ ᾐωρημένων ἀνάγκη ταῦτα πάντα γίνεσθαι. Ἵνα οὖν μηδεὶς τούτοις ἁλῷ, τί παραινεῖ; Φαντασίας νεωτερικὰς φεῦγε· δίωκε | |
40 | δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθα‐ ρᾶς καρδίας. Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα. Τί ἐστι, Μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ | |
45 | καθαρᾶς καρδίας; Ὡσεὶ ἔλεγεν, Ἐκείνοις θάῤῥει μόνοις, μὴ τοῖς ἁπλῶς ἐπικαλουμένοις, ἀλλὰ τοῖς ἀνυπούλως, τοῖς ἀνυποκρίτως, τοῖς οὐδὲν ἔχουσι δο‐ λερὸν, τοῖς μετ’ εἰρήνης προσιοῦσι, τοῖς ἀμάχοις· μετ’ ἐκείνων ἀναμίγνυσο, μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ | |
62.631(50) | πρᾶον εἶναι, ἀλλ’ εἰρηνεύειν μόνον τὸ ἐξ αὐτοῦ. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. βʹ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητή‐ σεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτάς· | |
55 | εἶχε γάρ· εἰ δὲ καὶ μὴ εἶχεν, εἶπεν ἂν πρὸς αὐτὸν, ὅτι Σπούδασον εἶναι ἐπιτήδειος πρὸς ἀνατροπὴν τῶν τοιούτων· ὥσπερ ὅταν λέγῃ, Πρόσεχε τῇ ἀναγνώσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου· ἀλλ’ οἶδεν ἄχρηστον ὂν καὶ τὸ | |
60 | καθεῖναι ὅλως εἰς ἀγῶνας τοιούτους, καὶ ὅτι οὐδὲν τέλος ἔσται, ἀλλ’ ἢ μάχη καὶ ἀπέχθεια, ὕβρεις καὶ λοιδορίαι. Ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ. Ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, αἱ περὶ τῶν ἄλλων. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι. | |
65 | Οὐκοῦν οὐ δεῖ μάχεσθαι οὐδὲ ἐν ζητήσει· πόῤῥω | Column end |
62.632 | γὰρ μάχης εἶναι δεῖ τὸν τοῦ Θεοῦ δοῦλον. Εἰρήνης γάρ ἐστι Θεὸς ὁ Θεός· ὁ δὲ τοῦ Θεοῦ τῆς εἰρήνης δοῦλος, πῶς ἂν μαχέσοιτο; Ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Δοῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι, φη‐ | |
5 | σὶν, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, Ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς; καὶ ἐν‐ ταῦθα πάλιν, Μηδείς σου τῆς νεότητος καταφρο‐ νείτω; καὶ πάλιν, Ἔλεγχε αὐτοὺς ἀποτόμως; Ὅτι καὶ τοῦτο πραότητός ἐστιν. Ὁ γὰρ σφοδρὸς | |
10 | ἔλεγχος, ὅταν μετ’ ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ μάλιστα δακεῖν δυνάμενος. Ἔνεστι γὰρ, ἔνεστι μετὰ πραότητος καθάψασθαι μᾶλλον, ἢ μετὰ θρασύ‐ τητος ἐντρέψαι. Διδακτικόν· τουτέστι, πρὸς πάντας τοὺς βουλομένους διδαχθῆναι. Αἱρετικὸν γὰρ, φησὶν, | |
15 | ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παρ‐ αιτοῦ. —Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα μάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι’ ὅλης ἡμέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγ‐ | |
20 | χάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ μᾶλλον ἡμεῖς. Ὅρα γὰρ τί γίνεται· Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος. Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι· | |
25 | οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, μηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε μέλλων πείθεσθαι, ἡμῶν ἀπα‐ γορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον· φυ‐ τευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ | |
30 | δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρ‐ ελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κο‐ μίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, | |
35 | οὐκ ἀρκεῖται, ἀλλ’ ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖν, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· | |
40 | κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται. Δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ μὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέ‐ σθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίμων· ἡδέως δὲ | |
45 | οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόμενον καὶ ὑβρί‐ ζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρ‐ θωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, | |
62.632(50) | καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθω‐ σις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκεί‐ νων μόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσμεθα, ὅτι οὐδ’ ἂν | |
55 | ὁτιοῦν γένηται, μεταστήσονται. Ἐν πραότητι, φη‐ σίν. Ὁρᾷς ὅτι τοὺς βουλομένους μαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ μηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφ‐ ίστασθαι τῶν διαλέξεων; Ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Καλῶς εἶπεν, Ἐζωγρημέ‐ | |
60 | νοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδά‐ σκει μετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ | |
65 | καρποφορεῖν. Μή ποτε τοίνυν διακεώμεθα, ὡς αὐτοί | 629 |
62.633 | τινα πείθοντες, κἂν πείσωμεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέλημα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ | |
5 | δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρημένοι εἰς τὸ ἐκεί‐ νου θέλημα. Τὸ δὲ, Μή ποτε, πολλῆς μακροθυμίας ἐστὶ δεικτικόν· τὸ γὰρ μὴ ποιεῖν τὸ θέλημα τοῦ | |
10 | Θεοῦ, παγὶς διαβολική. γʹ. Ὥσπερ γὰρ ὁ στρουθὸς, κἂν μὴ ἐξ ὅλου τοῦ μέ‐ ρους κατέχηται, ἀλλ’ ἐξ ἑνὸς, τοῦ ποδὸς λέγω, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα θέντος· οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ὅλου κατεχώμεθα, καὶ ἐκ πίστεως | |
15 | καὶ ἐκ βίου, ἀλλ’ ἐκ τοῦ βίου μόνον, ὑπὸ τὴν ἐξου‐ σίαν ἐσμὲν τοῦ διαβόλου. Οὐ γὰρ ὁ λέγων μοι, Κύ‐ ριε, Κύριε, φησὶν, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχω‐ ρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ὁρᾷς | |
20 | ὅτι κέρδος οὐδὲν ἐκ τῆς πίστεως, ὅταν ἡμᾶς ἀγνοῇ ὁ Δεσπότης; Καὶ ταῖς παρθένοις τὸ αὐτό φησιν· Οὐκ οἶδα ὑμᾶς. Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ Δεσπότης; Καὶ πολλαχοῦ εὑρίσκομεν ὑπὲρ μὲν πίστεως οὐδὲν | |
25 | ἐγκαλουμένους, ἀπὸ δὲ βίου πονηροῦ κολαζομένους, μόνον· ὥσπερ ἀλλαχοῦ ὑπὲρ βίου μὲν οὐδὲν ἐγκα‐ λουμένους, διὰ δὲ δόγμα διεστραμμένον ἀπολλυμέ‐ νους· ταῦτα γὰρ ἀλλήλων ἔχεται. Ὁρᾷς ὅτι, ὅταν μὴ ποιῶμεν τὸ θέλημα τοῦ Θεοῦ, ὑπὸ τὴν παγίδα | |
30 | τοῦ διαβόλου ἐσμέν; Οὐκ ἀπὸ βίου δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ ἑνὸς ἐλαττώματος πολλάκις εἰσερχόμεθα εἰς τὴν γέενναν, ὅταν μὴ τὰ ἄλλα ἀντίῤῥοπα ᾖ ἀγαθά. Ἐπεὶ καὶ αἱ παρθένοι οὐ πορνείαν ἐνεκλήθησαν, οὐ μοιχείαν, οὐ φθόνον, οὐ βασκανίαν, οὐ μέθην, οὐ κα‐ | |
35 | κοπιστίαν, ἀλλ’ ἔλλειψιν ἐλαίου· τουτέστιν, οὐκ ἐποίουν ἐλεημοσύνην· τὸ γὰρ ἔλαιον τοῦτό ἐστι. Καὶ ἐκεῖνοι οἱ κατακριθέντες, Ἀπέλθετε οἱ κατ‐ ηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐδὲν πάλιν τού‐ των ἐνεκαλοῦντο, ἀλλὰ καὶ αὐτοὶ, ὅτι οὐκ ἔθρεψαν | |
40 | τὸν Χριστόν. Ὁρᾷς ὅτι ἀρκεῖ ἐλεημοσύνη ἐλλειφ‐ θεῖσα εἰσαγαγεῖν εἰς τὸ τῆς γεέννης πῦρ; Ποῦ γὰρ ἔσται χρήσιμος, εἰπέ μοι, ὁ ἐλεημοσύνην μὴ ποιῶν; Νηστεύεις καθ’ ἑκάστην ἡμέραν; ἀλλὰ καὶ αἱ παρ‐ θένοι τότε ἐκεῖναι, ἀλλ’ οὐδὲν ἀπώναντο. Εὔχῃ; καὶ | |
45 | τί τοῦτο; Ἐλεημοσύνης χωρὶς ἄκαρπος ἡ εὐχή· πάντα ἀκάθαρτα ταύτης χωρὶς, πάντα ἀνόνητα· τὸ πλέον τῆς ἀρετῆς μέρος ἐκκόπτεται. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, φησὶ, τὸν Θεὸν οὐκ οἶδε. Σὺ δὲ πῶς ἀγαπᾷς, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτε‐ | |
62.633(50) | λῶν αὐτῷ μεταδοῦναι βουλόμενος; Εἰπὲ δή μοι, σωφρονεῖς; τίνος ἕνεκεν; οὐχὶ δεδοικὼς τὴν κόλασιν; Οὐδαμῶς, ἀλλὰ φύσει τὸ πρᾶγμα μετέρχῃ· ἐπεὶ, εἰ σωφρονεῖς δεδοικὼς τὴν κόλασιν, καὶ τοσαύτην ὑπομένεις βίαν καὶ τοσαύτην τυραννίδα, πολλῷ μᾶλ‐ | |
55 | λον ἐλεημοσύνας ποιεῖν ἔδει. Οὐ γάρ ἐστιν ἴσον ἐπι‐ θυμίας κρατῆσαι χρημάτων, καὶ σωμάτων, ἀλλὰ μείζων ὁ πόνος ἐνταῦθα. Τί δήποτε; Ὅτι ἡ μὲν ἡδονὴ φυσικὴ, καὶ ἐνέσπαρται καὶ ἐμπεφύτευται ἡμῶν τῷ σώματι, τὰ δὲ τῶν χρημάτων οὐκέτι. Τοῦτό | |
60 | ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ | Column end |
62.634 | οἰκτείρειν· ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύητε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· οὐκ εἶπεν, Ἐὰν παρθενεύσητε, οὐδὲ εἶπεν, Ἐὰν εὔχησθε, ὅμοιοί ἐστε τῷ Πατρὶ ὑμῶν· | |
5 | οὐδὲν γὰρ τούτων περὶ Θεὸν, οὐδὲ ἐργάζεταί τι τού‐ των ὁ Θεός· ἀλλὰ τί; Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυσίαν. Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, | |
10 | ἐποίησε γῆν, θάλασσαν· μεγάλα ταῦτα, καὶ τῆς αὐ‐ τοῦ σοφίας ἄξια· ἀλλ’ οὐδενὶ τούτων ἐφειλκύσατο τὴν ἀνθρωπίνην φύσιν, ὡς τῷ ἐλέῳ καὶ τῇ φιλανθρωπίᾳ· τοῦτο μὲν γὰρ σοφίας ἔργον καὶ δυνάμεως καὶ ἀγα‐ θότητος· πολλῷ δὲ μᾶλλον, ὅτι δοῦλος ἐγένετο. Οὐκ | |
15 | ἐπὶ τούτῳ μᾶλλον αὐτὸν θαυμάζομεν; οὐκ ἐπὶ τούτῳ μᾶλλον αὐτὸν ἐκπληττόμεθα; Οὐδὲν οὕτως ἐπισπᾶται τὸν Θεὸν, ὡς ἔλεος. Καὶ πολλὰ περὶ τούτων ἅπαντες διαλέγονται ἄνω καὶ κάτω οἱ προφῆται. Ἔλεον δὲ λέγω οὐ τὸν μετὰ πλεονεξίας· οὐ γάρ ἐστι τοῦτο | |
20 | ἔλεος. Οὐδὲ γὰρ ἀκάνθης ῥίζα ἔλαιον τίκτει ποτὲ, ἀλλ’ ἐλαίας· ὥσπερ οὖν οὐδὲ πλεονεξίας ῥίζα ἔλεον τίκτει, οὐδὲ ἀδικίας, οὐδὲ ἁρπαγῆς. Μὴ διαβάλῃς τὴν ἐλεημοσύνην, μὴ ποίει αὐτὴν κατηγορεῖσθαι ὑπὸ πάντων. Εἰ γὰρ διὰ τοῦτο ἁρπάζεις, ἵνα ἐλεήσῃς, | |
25 | οὐδὲν τῆς ἐλεημοσύνης ταύτης χεῖρον. Ὅταν γὰρ ἐξ ἁρπαγῆς τίκτηται, οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἀπήνειά τίς ἐστι καὶ ὠμότης, ὕβρις τοῦτο εἰς τὸν Θεόν. Εἰ ὁ τὰ ἐλάττονα τῶν αὐτοῦ προσενεγκὼν οὕτω προσέκρουσεν ὁ Κάϊν, ὁ τὰ ἀλλότρια προσφέ‐ | |
30 | ρων πῶς οὐ προσκρούσει; Προσφορὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ θυσία, κάθαρσις, οὐκ ἀκαθαρσία. Καὶ ῥυπαραῖς μὲν χερσὶν οὐ τολμᾷς εὔξασθαι, ῥύπον δὲ καὶ ἀκαθαρσίαν προσφέρων ἐξ ἁρπαγῆς οὐδὲν ἡγῇ ποιεῖν δεινόν; Τὰς χεῖρας οὐκ ἀφιεὶς ῥύπου καὶ ἀκα‐ | |
35 | θαρσίας πληροῦσθαι, ἀλλὰ καθαρὰς εἶναι ποιήσας, οὕτω προσφέρεις· καίτοι οὗτος ὁ ῥύπος οὐδὲν ἔγκλημα φέρει, ἐκεῖνος δὲ κατηγορίας ἄξιος καὶ διαβολῆς. δʹ. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως καθαραῖς προσ‐ φέρωμεν καὶ εὐχώμεθα χερσὶν, ἀλλ’ ὅπως καὶ τὰ προσ‐ | |
40 | φερόμενα ᾖ καθαρά. Ἐπεὶ τοῦτο γέλως ἐστίν· ὥσπερ ἂν εἴ τις τὸν πίνακα περιπλύνας δώρων ἀκαθάρτων τοῦτον ἐμπλήσειεν, οὐχὶ χλευασία τοῦτό ἐστι καὶ γέ‐ λως; Ἔστωσαν αἱ χεῖρες καθαραί· ἔσονται δὲ, ἂν μὴ ὕδατι αὐτὰς ἀπονίπτωμεν μόνον, ἀλλὰ καὶ δικαιο‐ | |
45 | σύνῃ πρότερον· τοῦτο χειρῶν καθάρσιον. Ἂν δὲ γέμωμεν ἀδικίας, κἂν μυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν. Λούσασθε, φησὶ, καθαροὶ γένεσθε. Τί οὖν; ἆρα προσθεὶς εἶπε, Πορεύεσθε ἐπὶ τὰς πη‐ γὰς, πορεύεσθε ἐπὶ τὰ βαλανεῖα καὶ τὰς λίμνας καὶ | |
62.634(50) | τοὺς ποταμούς; Οὐδὲν τούτων· ἀλλὰ τί; Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· τουτ‐ έστι, Καθαροὶ γένεσθε. Τοῦτο ἀπηλλάχθαι ποιεῖ μο‐ λυσμοῦ, αὕτη ἐστὶν ἡ ὄντως καθαρότης. Ἐκείνη μὲν γὰρ οὐδὲν μέγα ὤνησεν, αὕτη δὲ παῤῥησίαν | |
55 | ἡμῖν χαρίζεται τὴν πρὸς τὸν Θεόν· κἀκείνην καὶ μοι‐ χοὺς καὶ κλέπτας καὶ ἀνδροφόνους ἔχειν δυνατὸν, καὶ βλᾶκας καὶ ἐκλύτους ἄνδρας καὶ πόρνους καὶ ἡταιρηκότας, καὶ μάλιστα τούτους. Οὗτοι γάρ εἰσιν οἱ τῆς τοῦ σώματος καθαρότητος ἐπιμελόμενοι μά‐ | |
60 | λιστα πάντων, μύρων ὄζοντες συνεχῶς, ἀποσμύχον‐ τες τὸ σῆμα· σῆμα γάρ ἐστιν αὐτοῖς τὸ σῶμα, τῆς ψυχῆς ἔνδον οὔσης νεκρᾶς. Ὥστε ταύτης μὲν τῆς καθαρότητος κἀκείνοις μετιέναι δυνατὸν, τῆς δὲ | |
ἔνδον οὐκέτι. Οὐδὲν μέγα, ἐὰν τὸ σῶμα ἀποπλύ‐ | 631 | |
62.635 | νῃς· Ἰουδαϊκός ἐστιν οὗτος ὁ καθαρμὸς, ἀνόνητος καὶ ἀνωφελὴς, τοῦ ἔνδον οὐκ ὄντος. Ἔστω τις σηπεδόνα ἔχων ἢ νομὴν τραυμάτων, περιπλυνέτω τὸ σῶμα· τί τὸ κέρδος; τί τὸ πέρας; Εἰ δὲ τὴν ἐν σώ‐ | |
5 | ματι σηπεδόνα οὐδὲν ὠφελῆσαι δυνήσεταί τις ἀπὸ τῆς ἐπιφανείας τῆς ἔξωθεν περικλυζομένης καὶ ἀφανιζο‐ μένης· ὅταν ἐν ψυχῇ ἡ σηπεδὼν ᾖ, τί ἀπὸ τῆς τοῦ σώματος καθαρότητος ὀνήσομεν; Οὐδέν. Εὐχῶν ἡμῖν δεῖ καθαρῶν· εὐχαὶ δὲ οὐκ ἂν γένοιντο καθαραὶ, τῆς | |
10 | τικτούσης αὐτὰς ψυχῆς οὔσης μιαρᾶς. Οὐδὲν γὰρ οὕτω ποιεῖ ψυχὴν μιαρὰν, ὡς πλεονεξία καὶ ἁρπαγή. Ἀλλ’ εἰσί τινες οἳ κατὰ τὴν ἑσπέραν, μυρία διὰ τῆς ἡμέρας ἐργαζόμενοι κακὰ, λουόμενοι εἰσίασιν εἰς τὴν ἐκκλησίαν μετὰ πολλῆς τῆς παῤῥησίας τὰς χεῖρας | |
15 | ἀνατείνοντες, ὡς τὸ πᾶν διὰ τῆς τῶν ὑδάτων κολυμ‐ βήθρας ἀποθέμενοι. Εἰ τοῦτο ἦν, μέγα τὸ κέρδος ἦν τὸ καθ’ ἑκάστην ἡμέραν λούεσθαι· εἰ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ αὐτὸς ἐπαυσάμην τὰ βαλανεῖα διενοχλῶν, εἰ καθαροὺς ἐποίει καὶ ἁμαρτημάτων ἀπήλλαττε. Γέλως | |
20 | ταῦτα καὶ λῆρος, παίγνια καὶ παίδων ἀθύρματα. Οὐκ ἀποστρέφεται σώματος ῥύπον ὁ Θεὸς, ἀλλ’ ἀκαθαρ‐ σίαν ψυχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ἆρα τῷ σώματι; οὐδαμῶς, ἀλλ’, Οἱ τῇ καρδίᾳ καθαροί· ὅτι αὐτοὶ τὸν Θεὸν | |
25 | ὄψονται. Ὁ δὲ Προφήτης τί φησι· Καρδίαν καθα‐ ρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν, Ἀπόπλυ‐ ναι ἀπὸ κακίας τὴν καρδίαν σου. Μέγα ἀγαθὸν ἐν συνηθείᾳ ἀγαθῶν εἶναι. Ὅρα πῶς ἐστι μικρὰ ταῦτα καὶ ἀνόνητα. Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ | |
30 | ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται μὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ. Οἷόν τι λέγω· Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆ‐ σαι, ἀλλ’ ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ | |
35 | τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες. Εἰ τὸ μικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκ‐ πληροῦται καθ’ ἑκάστην ἡμέραν· εἰ ἐν ἐλεημοσύνης συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς, καὶ τοῦτο πληροῦν | |
40 | ἀεὶ ὡρίσαμεν, μηδέποτε εἰσιέναι κεναῖς ταῖς χερσὶν εἰς οἶκον εὐκτήριον, κατώρθωτο ἂν τὸ πρᾶγμα. Με‐ γάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς· οὐ δεησόμεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡμᾶς. Ἐν συνηθείᾳ πολλοὶ κατέστη‐ | |
45 | σαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολ‐ λάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό τινος ἐμ‐ ψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόματος ἕλκεται πρὸς τὸ σημεῖον ἐργάσασθαι. Ἐν συνηθείᾳ | |
62.635(50) | κατέστησαν ἑαυτούς τινες, ὥστε μὴ ὀμνύειν, καὶ οὔτε ἑκόντες οὔτε ἄκοντες τοῦτο πείσονται. Καταστήσω‐ | |
μεν καὶ ἡμεῖς ἑαυτοὺς ἐν ταύτῃ τῇ συνηθείᾳ τῇ τῆς | Column end | |
62.636 | ἐλεημοσύνης. Πόσων ἡμῖν ἔδει καμάτων, ὥστε εὑρε‐ θῆναι τὸ φάρμακον τοῦτο; Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν ἡ τῆς ἐλεημοσύνης παραμυθία, εἶτα μυρία ἡμαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζομεν τῇ τιμωρίᾳ, | |
5 | ἆρα οὐκ ἂν ἀπωδυρόμεθα πολλά; ἆρα οὐκ ἂν εἴπα‐ μεν, Εἴθε ἦν διὰ χρημάτων ἀπολούσασθαι τὰ ἁμαρ‐ τήματα, καὶ πάντα ἂν ἐκενώσαμεν· εἴθε ἦν διὰ χρη‐ μάτων ἐκβαλεῖν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ οὐκ ἂν ἐφεισάμεθα τῶν ὄντων; Εἰ γὰρ ἐν νόσῳ τοῦτο ποιοῦ‐ | |
10 | μεν, καὶ ἐν θανάτῳ λέγομεν, ὅτι Εἰ ἦν θάνατον πρία‐ σθαι, πάντα ἂν ἔδωκεν ὁ δεῖνα τὰ ὑπάρχοντα, πολλῷ μᾶλλον ἐνταῦθα. Καίτοι ὅρα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅση τίς ἐστιν· οὐκ ἔδωκέ σοι θάνατον ἀγορά‐ ζειν τὸν πρόσκαιρον, ἀλλὰ θάνατον τὸν αἰώνιον. Μὴ | |
15 | τὴν μικρὰν ἀγοράσῃς, φησὶ, ζωὴν ταύτην, ἀλλὰ ζωὴν ἐκείνην τὴν αἰώνιον· ἐκείνην σοι πωλῶ, οὐ ταύτην· οὐκ ἐμπαίζω σοι. Κἂν λάβῃς ταύτην, οὐδὲν ἔλαβες· ἐγὼ οἶδα ὅτι ἐκείνη μεγάλη ἐστίν. Ἀλλ’ οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐμπορευόμενοι ποιοῦ‐ | |
20 | σιν· ἐκείνοις ἂν ἐξῆν ἐμπαῖξαι οἷς βούλονται, καὶ τὸ μικρὸν διδόασιν ἀντὶ τοῦ μεγάλου. Αὐτὸς δὲ οὐχ οὕτως, ἀλλ’ ἀντὶ τῶν μικρῶν τὰ πολλῷ μείζονα δί‐ δωσιν. Εἰπέ μοι, εἰ πρὸς ἔμπορόν τινα ἀπελθὼν, δύο λίθων κειμένων, τοῦ μὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίμου | |
25 | καὶ ἱκανὸν ἐργαζομένου πλοῦτον, καταθεὶς ἐκείνου τοῦ μικροῦ τὸ τίμημα, τὸν μέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ; Οὐδαμῶς, ἀλλὰ μᾶλλον [ἂν] ἐθαύμασας. Οὕτω καὶ νῦν κεῖνται δύο ζωαὶ, ἡ πρόσ‐ καιρος καὶ ἡ αἰωνία· πωλεῖ δὲ ταύτης ὁ Θεός· ἀλλὰ | |
30 | ταύτην ἡμῖν πωλεῖ, οὐκ ἐκείνην· τί ἀσχάλλομεν κατὰ τοὺς ἀνοήτους τῶν παίδων, ὅτι τὸ τίμιον λαμβάνο‐ μεν; Ἔστιν οὖν ἀγοράσαι ζωὴν χρημάτων, φησί; Ναὶ, ὅταν τὰ ἑαυτῶν, καὶ μὴ τὰ ἀλλότρια καταβάλ‐ λωμεν, ὅταν μὴ ἐπίθεσιν ποιῶμεν. Ἀλλ’ ἐμὰ λοιπόν | |
35 | ἐστι, φησίν. Οὐκ ἔστι σὰ μετὰ τὴν ἁρπαγὴν, ἀλλ’ ἐκείνου ἐστίν· ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς. Οὐδὲ γὰρ, εἰ παρακαταθήκην λάβοις τὸν καιρὸν, καθ’ ὃν ὁ παρακαταθέμενος ἀποδημεῖ, σὰ ταῦτά ἐστι, καίτοι γε παρὰ σοὶ κεῖται. Εἰ τοίνυν, | |
40 | ἅπερ ἑκόντων καὶ χάριν εἰδότων τῶν παρακαταθε‐ μένων ἐλάβομεν, οὐκ ἔστιν ἡμέτερα, οὐδὲ ἐκεῖνον τὸν καιρὸν καθ’ ὃν ἔχομεν, πολλῷ μᾶλλον ταῦτα, ἅπερ ἀκόντων καὶ μὴ βουλομένων ἁρπάζομεν. Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν μυριάκις αὐτὰ ἔχῃς. | |
45 | Ἡμετέρα ὄντως ἐστὶν ἡ ἀρετή· τὰ δὲ χρήματα οὐδὲ τὰ ἡμέτερα, μήτι γε τὰ ἀλλότρια, ἀλλὰ νῦν μὲν ἡμῶν, αὔριον δὲ οὐχ ἡμῶν. Τὰ δὲ τῆς ἀρετῆς ἡμέ‐ τερα· οὐ γὰρ ζημιοῦται αὕτη, καθάπερ ἐκεῖνα, ἀλλὰ πᾶσι παροῦσά ἐστιν ὁλόκληρος. Ταύτην οὖν κτησώ‐ | |
62.636(50) | μεθα, καὶ χρημάτων καταφρονῶμεν, ἵνα δυνηθῶμεν τῶν ὄντως ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς | |
ἀξιωθῆναι. | Column end | |
62.635(53) | ΟΜΙΛΙΑ Ζʹ. Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν‐ | |
55 | στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν‐ θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ‐ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά‐ ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, | |
60 | προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ | |
δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀπο‐ | Column end | |
62.636(54) | τρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες | |
55 | εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνά‐ μενα ἐλθεῖν. | |
60 | αʹ. Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα | |
ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον‐ | 633 | |
62.637 | ταί τινες τῆς πίστεως· καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέ‐ γων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς | |
5 | ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆς ἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ | |
10 | καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα ἔσονται, οὐδὲν θαυμαστὸν εἶναι καὶ ἐφ’ ἡμῶν. Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλε‐ | |
15 | ποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων. Καὶ εὐθέως τὸ πάν‐ | |
20 | των αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπερ‐ οψίαν. Ὁ τούτῳ ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκο‐ πεῖ. Ὅταν γὰρ μὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀμελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσ‐ | |
25 | περ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου· οὕτως ὁ καταφρονῶν τὰ ἐκείνου, καὶ τὰ αὑτοῦ ὑπερόψεται. Εἰ γὰρ μέλη ἀλλήλων ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος· καὶ ἡ | |
30 | τοῦ πλησίον βλάβη, οὐ μέχρις ἐκείνου μόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει ταῖς ὀδύναις. Εἰ οἰκοδομή ἐσμεν, ὅπερ ἂν πάθῃ μέρος, καὶ τῷ λοιπῷ λυμαίνεται· ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν διαβα‐ στάζειν δύναται. Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερ‐ | |
35 | εῖδες τοῦ ἀδελφοῦ; σαυτὸν ἠδίκησας. Πῶς; Τὸ μέλος τὸ σὸν βλάβην ὑπέστη οὐ μικράν. Εἰ γὰρ ὁ χρημά‐ των μὴ μεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα μὴ ὀρέγων, πολλῷ μᾶλλον ἐκείνου τοῦτο πείσεται, ὅσῳ | |
40 | καὶ ἐν μείζονι ἡ ζημία γέγονεν· Ἔσονται γὰρ, φη‐ σὶν, οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν ὁ μάλιστα ἑαυτὸν μὴ φιλῶν· ὁ δὲ φιλάδελφος, οὗτος μᾶλλόν ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν. Ἀπὸ τούτου ἡ φιλαρ‐ γυρία. Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ παντα‐ | |
45 | χοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ μικρολόγον. Φιλάργυροι. Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. Ὁ γὰρ | |
62.637(50) | κατὰ ἀνθρώπων ἐπαιρόμενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ. Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται· πολλάκις κάτωθεν ἄνεισιν. Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν Δεσπότην· ὁ δὲ τῶν | |
55 | ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων· διδασκαλία γὰρ αὕτη κακὴ, διδάσκουσα ἡμᾶς τοῦ Θεοῦ καταφρονεῖν. Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν, ὅταν ἀλλήλων κα‐ | |
60 | ταφρονῶμεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν. Πλὴν καὶ ἑτέρως, εἰ βού‐ λεσθε, ἐκ παραδείγματος τοῦτο ποιήσω φανερόν. Κατεφρόνησε τοῦ ἀδελφοῦ ὁ Κάϊν, κατεφρόνησεν εὐ‐ θέως καὶ τοῦ Θεοῦ. Πῶς κατεφρόνησεν; Ὅρα πῶς | |
65 | ὑβριστικῶς ἀποκρίνεται πρὸς τὸν Θεόν· Μὴ φύλαξ | |
εἰμὶ τοῦ ἀδελφοῦ μου; Κατεφρόνησε πάλιν τοῦ | Column end | |
62.638 | ἀδελφοῦ ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ. Διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Διὸ καὶ Παῦλός φησι· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ. Κατεφρόνησαν τοῦ | |
5 | Ἰωσὴφ οἱ ἀδελφοὶ, κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οἱ Ἰσραηλῖται κατεφρόνησαν Μωϋσέως· διὰ τοῦτο κατ‐ εφρόνησαν καὶ τοῦ Θεοῦ. Οὕτω καὶ οἱ υἱοὶ Ἠλεὶ κατεφρόνουν τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ. Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰμ | |
10 | ἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ· καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς. Πάλιν ὁ Ἄβελ ἐπιει‐ κὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων, ἵνα μὴ | |
15 | μάθωμεν καὶ τοῦ Θεοῦ καταφρονεῖν· τιμῶμεν ἀλλή‐ λους, ἵνα μάθωμεν καὶ τὸν Θεὸν τιμᾷν. Ὁ θρασὺς κατὰ ἀνθρώπων, καὶ κατὰ τοῦ Θεοῦ γίνεται θρασύς. Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν συνέλθῃ, τί λοιπὸν λείπεται πρὸς | |
20 | τελείαν ἀπώλειαν; τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁμαρτημάτων ἐπιῤῥεῖ βόρβορος. Ἀχάριστοι, φησί. Πῶς γὰρ ὁ φιλάργυρος εὐχάριστος ἔσται; τίνι εἴσεται χάριν; Οὐδενί· πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν. Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν | |
25 | κενώσῃς, οὐδεμίαν οἶδέ σοι χάριν· ἀγανακτεῖ, ὅτι μὴ πολλὰ εἶχες, καὶ πολλῶν αὐτὸν πεποίηκας κύριον. Κἂν τῆς οἰκουμένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν· οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι. Ἀκό‐ ρεστος ἡ ἐπιθυμία τούτου. Νόσου γάρ ἐστιν ἐπιθυ‐ | |
30 | μία. Τοιαῦται δὲ αἱ τῶν νόσων ἐπιθυμίαι. βʹ. Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ’ ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ. Οὕτω καὶ ὁ περὶ χρήματα μαινόμενος, οὐ‐ δέποτε οἶδε τὴν ἐπιθυμίαν ἐμπλῆσαι· μηδέποτε δὲ | |
35 | ἐμπιπλάμενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χά‐ ριν. Ἐκείνῳ γὰρ εἴσεται μόνῳ τῷ δεδωκότι ὅσα βού‐ λεται· τοῦτο δὲ οὐδεὶς δυνήσεται ποιῆσαι· οὐ γὰρ ἔχει μέτρον ἃ βούλεται· οὐκοῦν οὐδενὶ εἴσεται χάριν. Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος· οὐδὲν οὕτως | |
40 | ἀναίσθητον, ὡς φιλοχρήματος· τῆς οἰκουμένης ἁπά‐ σης ἐστὶν ἐχθρός· ἀγανακτεῖ ὅτι εἰσὶν ἄνθρωποι· βούλεται γὰρ πάντα ἐρημίας εἶναι μεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός. Καὶ πολλὰ τοιαῦτα φαντάζεται· Εἰ ἐγένετο σεισμὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων | |
45 | καταχωσθέντων, ἐγὼ μόνος περιελείφθην, ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν· εἰ ἐπῆλθε λοιμὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς· εἰ καταποντι‐ σμὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις· καὶ μυρία τοιαῦτα ἐπινοεῖ· χρηστὸν μὲν οὐδὲν, σεισμὸς δὲ καὶ | |
62.638(50) | σκηπτοὺς καὶ πολέμους καὶ λοιμοὺς, καὶ πάντα τὰ τοιαῦτα γενέσθαι εὔχεται. Εἰπὲ δή μοι, ἄθλιε καὶ ταλαίπωρε καὶ παντὸς ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυ‐ σοῦ, λιμῷ διαφθαρείς; εἰ σεισμὸς ἐγένετο, τῆς οἰ‐ | |
55 | κουμένης καταποθείσης, ἀπωλώλεις ἂν καὶ σὺ ὑπὸ τῆς ὀλεθρίας ταύτης ἐπιθυμίας· οὐ γὰρ ὄντος ἀν‐ θρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκε‐ κρότητο. Θῶμεν γὰρ πάντας ἄρδην ἠφανίσθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, εἶτα τὸ χρυσίον | |
60 | αὐτῶν καὶ τὸ ἀργύριον αὐτομάτως πως εἰς σὲ πε‐ ριεληλυθέναι (καὶ γὰρ μωρὰ καὶ ἀδύνατα φαντά‐ ζονται), καὶ τὸν πλοῦτον ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱμάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτομάτως εἰς τὰς σὰς χεῖρας ἐλθεῖν· τί τὸ κέρδος; | |
65 | οὕτως ἂν μάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπων | 635 |
62.639 | οὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεμομέ‐ νων, δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν. Καὶ νῦν μὲν αὐτὴν κατέχουσι δαίμονες καὶ πολλοί· τότε δὲ ἄν σε καὶ εἰς ἔκπληξιν ἤγαγον, κἂν εὐθέως ἀπώλε‐ | |
5 | σαν. Ἀλλ’ οὐκ ἐβουλόμην, φησὶν, ἀλλ’ εἶναι καὶ γεωρ‐ γοὺς καὶ ἀρτοκόπους. Ἀλλ’ ἔμελλον κἀκεῖνοι δαπα‐ νᾷν. Ἀλλ’ οὐκ ἐβουλόμην αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν πραγ‐ | |
10 | μάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ | |
15 | τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ’ ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐμφορούμενος, | |
20 | τοῦ λιμώττειν μὴ ἀπαλλάττηται· ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν μὲν ἐμπίπλαται, οὐδέ‐ ποτε δὲ ἵσταται, ἀλλ’ ὑπὸ τῆς ἐπιθυμίας ἀεὶ κατα‐ τείνεται. Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις | |
25 | ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξα‐ σθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐμπλῆσαι δύναται. Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, | |
30 | περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτι‐ μότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλ‐ λήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομέ‐ | |
35 | νουσιν ἄνθρωποι· ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέ‐ ξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦ‐ ναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον· καὶ | |
40 | δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλ‐ λυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ μὴ μισοῦ. Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου | |
45 | κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι’ αὐτὸν πολλῷ βέλτιον. Ὅταν γὰρ φιλώ‐ μεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τι‐ μῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τοῦ μισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ | |
62.639(50) | φιλοχρήματοι, οὐκ ἴσασι μέτρον ἀγάπης· ἡμεῖς δὲ κἂν μικρόν τι ἐργασώμεθα, τὸ πᾶν ἠνυκέναι νομίζο‐ μεν. Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν, ἀλλ’ οὐδὲ τὸ πολλοστὸν μέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν | |
55 | μανίαν ἔχουσι· πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαι‐ νόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ’ ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν ἀπονέμου‐ σιν ἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέμομεν ἡμεῖς τῷ πάν‐ των Δεσπότῃ. | |
60 | γʹ. Ἴδωμεν αὐτῶν τὴν μανίαν, καὶ αἰδεσθῶμεν. Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα τοῦ χρυσοῦ, ἀλλ’ οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐ‐ σίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ | |
65 | εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν· πολλά‐ | |
κις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες | Column end | |
62.640 | ἀπῆλθον εἰκῆ πονήσαντες· ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατ‐ εψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς | |
5 | τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνημα ἀν‐ δρεῖον. Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ’ ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόμος | |
10 | καὶ οἱ προφῆται κρέμανται. Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν· οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς ὑποδοχὴν τῶν σπερμάτων | |
15 | ἐργάζεται. Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά· οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία· τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν μὲν οὖν οὕτω ποιεῖ ταπεινὸν ὡς ἀγάπη. Καὶ γὰρ τὰ τῶν οἰκε‐ | |
20 | τῶν τοῖς φίλοις διακονούμεθα, καὶ οὐκ αἰσχυνόμεθα, ἀλλὰ καὶ χάριν ἴσμεν τῆς δουλείας ταύτης αὐτοῖς· χρημάτων οὐ φειδόμεθα, ἀλλ’ οὐδὲ σωμάτων πολλά‐ κις· ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε τοῦ φιλουμέ‐ νου. Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ | |
25 | γνησία φιλία· οὐ γὰρ μόνον οὐ διαβάλλομεν τοὺς φί‐ λους, ἀλλὰ καὶ τοὺς διαβάλλοντας ἐπιστομίζομεν. Πάντα γαληνὰ, πάντα ἥμερα, μάχης καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται· πάντα εἰρήνης μεστά· Πλήρω‐ μα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη· οὐδὲν ἀηδὲς παρ’ | |
30 | αὐτῇ. Πῶς; Αὐτὰ γὰρ τὰ ἁμαρτήματα, πλεονεξία, ἁρ‐ παγὴ, φθόνος, κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦ‐ δος, ταῦτα πάντα καταλύεται, τῆς ἀγάπης οὔσης· ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόμενοι· τὸν δὲ ἀγαπώμενον οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ | |
35 | προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουμένῳ· χάριν γὰρ ἔχομεν μᾶλλον, ἢ εἰ λάβοιμεν παρ’ αὐτοῦ. Ἴστε ταῦτα ὅσοι φίλους ἐσχήκατε· φίλους οὐ μέχρι ὀνόματος λέγω, οὐδὲ ἐκ ψιλῆς προσηγορίας, ἀλλ’ εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν ἔδει, εἴ τις προσεδέθη τινί. Εἰ δέ τινες οὐκ | |
40 | ἴσασι, παρὰ τῶν εἰδότων μαθέτωσαν. Νῦν διηγήσομαι ὑμῖν ἀπὸ τῶν Γραφῶν φιλίαν θαυ‐ μαστήν. Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν ἐφίλησε τὸν Δαυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή· οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ’ ἐμὲ ἡ | |
45 | ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Τί οὖν; ἐκεῖνος ἄρα ἐφθόνησεν αὐτῷ; Οὐδαμῶς, καίτοι γε εἶχεν ἀνάγ‐ κην τοῦ φθονεῖν. Πῶς; Ἀπὸ γὰρ τῶν πραγμάτων ἑώρα τὴν βασιλείαν ἐρχομένην εἰς αὐτὸν, καὶ ὅμως | |
62.640(50) | οὐδὲν ἔπαθε τοιοῦτον· οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ ἐμὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον. Ἀλλὰ μή τις αὐτὸν πα‐ τραλοίαν νομιζέτω· οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ | |
55 | τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας κατεῖχε. Μᾶλλον ἐφείδετο, ἢ ἠδίκει· οὐκ ἀφῆκεν αὐτὸν εἰς φόνον ἄδι‐ κον ἐκβῆναι. Ἠθέλησε καὶ ἀποθανεῖν πολλάκις δι’ αὐτόν. Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπ‐ εστόμισεν· οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ συγκατεσκεύα‐ | |
60 | σεν· οὐ χρημάτων αὐτῷ μετέδωκε μόνον, ἀλλὰ καὶ σωτηρίας. Τί λέγω χρημάτων; καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ προήκατο. Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα διὰ | |
τὸν φίλον, ἐπειδὴ ὁ μὲν ἀδίκοις ἐπεχείρει πράγμα‐ | 637 | |
62.641 | σιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον. Ἐκεῖ μὲν οὖν μετὰ τοῦ δικαίου ἦν ἡ φιλία· οὗτος οὖν ὁ Ἰω‐ νάθαν. Ἴδωμεν δὲ λοιπὸν καὶ τὸν Δαυΐδ. Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀμοιβάς· προανηρπάσθη | |
5 | γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ Δαυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπ‐ ώλετο. Τί οὖν; ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωμεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν ὁ δίκαιος. Καλὸς ἐμοὶ, φησὶν, Ἰωνάθαν· εἰς θάνατον ἐτραυματίσθης | |
10 | ἐμοί. Ἆρα τοῦτο μόνον; οὐ μικρὸν γὰρ καὶ τοῦτο· πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀπομνημονεύων τοῦ πατρὸς τὴν χάριν· καὶ διετέλει καθάπερ υἱοῦ τινος ἔγγονα διατηρῶν καὶ διαφυλάττων. Τοιαύτην ἐγὼ | |
15 | βούλομαι φιλίαν πάντας ἔχειν, καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας. δʹ. Αἱ γυναῖκες ἀκουέτωσαν (μάλιστα γὰρ διὰ τοῦτο εἶπον πρὸς ἀπελθόντας), αἱ δευτέροις ὁμιλοῦσαι γά‐ μοις, καὶ τὴν εὐνὴν διαφθείρουσαι τοῦ τετελευτηκό‐ | |
20 | τος, αἱ στέρξασαι τὸν πρότερον. Οὐκ ἀπαγορεύων τὸν δεύτερον γάμον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φημι· οὐ γὰρ ἀφίησί με ὁ Παῦλος, χαλινὸν ἐπιτιθείς μου τῷ στόματι, καὶ λέγων ταῖς γυναιξὶν, Ἐὰν δὲ καὶ γήμῃ, οὐχ ἥμαρτεν. Ἀλλ’ ἴδωμεν καὶ | |
25 | τὸ ἑξῆς· Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ· πολλῷ τοῦτο βέλτιον ἐκείνου. Διὰ τί; Διὰ πολλά. Εἰ γὰρ τοῦ γαμῆσαι τὸ μηδ’ ὅλως γαμῆσαι βέλτιον, πολλῷ μᾶλλον τοῦτο ἐκείνου βέλτιον. Ἀλλ’ οὐκ ἤνεγ‐ κάν τινες, φησὶ, τὴν χηρείαν, ἀλλὰ συμφοραῖς πε‐ | |
30 | ριέπεσον· οὐ γὰρ ἔγνωσαν τί ἐστι χηρεία. Οὐ τοῦτό ἐστι χηρεία, τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις, ὥσ‐ περ οὖν οὐδὲ παρθενία τοῦτό ἐστι τὸ ἀπειρόγαμον εἶναι· ἀλλὰ τί; Ὥσπερ ἐκεῖ τὸ εὔσχημον καὶ εὐπρόσ‐ εδρον, οὕτως ἐνταῦθα τὸ μεμονῶσθαι, τὸ προσκαρ‐ | |
35 | τερεῖν ταῖς δεήσεσι, τὸ τρυφῆς ἀπηλλάχθαι καὶ σπα‐ τάλης· Ἡ γὰρ σπαταλῶσα, φησὶ, ζῶσα τέθνηκεν. Εἰ μέλλοις χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι· οὐ γὰρ | |
40 | ἡ μίξις κακὸν, ἀλλ’ ἡ πολυπραγμοσύνη. Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ’ ὑπὸ ἔγκλημα ὂν, τοῦτο ὑπομένεις. Διὰ τοῦτο ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν χηρεῦσαι καλῶς. Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί | |
45 | τὸ τῆς χήρας ἀξίωμα; ἄκουε Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγ‐ | |
62.641(50) | κον, εἰκότως οὐ φέρεις τὴν χηρείαν. Μετάθες τοίνυν τὸν πλοῦτον τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν | |
τῆς χηρείας τὸ φορτίον. Τί οὖν, ἂν παῖδας ἔχω τοῦ | Column end | |
62.642 | πατρῴου κλήρου διαδόχους, φησί; Παίδευε κἀκείνους χρημάτων καταφρονεῖν· τὰ σαυτῆς μετάθες, ἐκείνοις ἀπονείμασα τοσοῦτον ὅσον ἀρκεῖ· παίδευε κἀκείνους εἶναι χρημάτων κρείττους. Τί οὖν, ἂν περιῤῥέῃ, φη‐ | |
5 | σὶν, ἀνδραπόδων πλῆθος; ἐὰν πραγμάτων ἐσμὸς, χρυσίον, ἀργύριον; πῶς ἱκανὴ πρὸς ταύτην ἔσομαι τὴν φυλακὴν, δεομένη ἀνδρὸς προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις· καὶ τοῦτο δῆλον πολλαχόθεν. Εἰ γὰρ μὴ ἐφίεσαι χρημάτων, μηδὲ πλείω τὰ ὄντα | |
10 | ποιῆσαι θέλεις, κοῦφόν σοι τὸ φορτίον· φορτικώτερον τοῦ φυλάξαι πολλῷ πλέον ἐστὶ τὸ περιβαλέσθαι. Ἂν τοίνυν τὸ ἓν ἐκκόψῃς, τὸ περιβαλέσθαι, φησὶ, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις χορηγῇς, ὁ Θεὸς ὑπερασπιεῖ τὴν χεῖρα τὴν αὐτοῦ· κἂν ὄντως τῆς τῶν | |
15 | ὀρφανῶν κληρονομίας προεστῶσα ταῦτα λέγῃς, οὐχὶ δὲ προφάσει ταύτης κέκτησαι φιλαργυρίᾳ, οἶδεν ὁ τὰς καρδίας ἐμβατεύων ἐν ἀσφαλεῖ τὸν ἐκείνων κα‐ ταστῆσαι πλοῦτον, αὐτὸς ὁ ἐπιτάξας τεκνοτροφεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οἰκίαν ὑπὸ ἐλεημοσύνης ἐῤ‐ | |
20 | ῥιζωμένην παθεῖν τι δεινόν· ἀλλὰ κἂν πάθῃ πρὸς καιρὸν, εἰς ἀγαθὸν τελευτήσει. Τοῦτο μᾶλλον ἀσπίδος καὶ δόρατος ἔσται πάσῃ τῇ οἰκίᾳ. Ἄκουε τί φησιν ὁ διάβολος περὶ τοῦ Ἰώβ· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; Διὰ τί; ἄκουε αὐτοῦ Ἰὼβ λέγον‐ | |
25 | τος· Ὀφθαλμὸς ἤμην τυφλῶν, φησὶ, ποῦς χωλῶν, πατὴρ ὀρφανῶν. Ὥσπερ ὁ μὴ ἀποσχίζων ἑαυτὸν τῶν ἀλλοτρίων συμφορῶν, οὐδέποτε οὐδὲ ἐν τοῖς οἰκείοις πείσεταί τι κακοῖς, ὅταν ἐν τῷ συναλγεῖν μανθάνῃ· οὕτως ὁ μὴ βουλόμενος τὴν ἀπὸ τῆς συμπαθείας φέ‐ | |
30 | ρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος ἡ χεὶρ, τοῦ ποδὸς σηπο‐ μένου, ἂν μὴ συμπαθῇ καὶ τραῦμα καθάρῃ καὶ φάρ‐ μακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖς ἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ μὴ βουληθεῖσα διακο‐ | |
35 | νῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει· ἐκεῖθεν γὰρ ἕρπον τὸ κακὸν ἥξει καὶ ἐπὶ ταύτην, καὶ οὐκέτι περὶ διακονίας ὁ λόγος αὐτῆς ἔσται, ἀλλὰ περὶ ἰατρείας καὶ ἀπαλλαγῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὴ βουλόμενος ἑτέροις συμπάσχειν, αὐτὸς | |
40 | ἀλγήσει. Περιέφραξας αὐτοῦ, φησὶ, τὰ ἔσω καὶ τὰ ἔξω, καὶ οὐ τολμῶ ἐπελθεῖν. Ἀλλ’ ἔπαθε, φησὶ, δεινά. Ἀλλὰ τὰ δεινὰ ἐκεῖνα πολλῶν ἐγένετο ἀγαθῶν αἰτία· διπλασίων ἡ οὐσία, μείζων ὁ μισθὸς, πλείων ἡ δικαιοσύνη, λαμπροὶ οἱ στέφανοι, φαιδρὰ τὰ βρα‐ | |
45 | βεῖα, καὶ τὰ πνευματικὰ καὶ τὰ βιωτικὰ ηὐξήθη. Ἀπώλεσε παῖδας; ἀλλ’ ἔλαβεν, οὐ τοὺς αὐτοὺς, ἀλλ’ ἑτέρους ἀντ’ ἐκείνων, καὶ ἐκείνους δὲ ἔσωζεν ἐν τῇ ἀναστάσει. Εἰ τοὺς αὐτοὺς ἀνέλαβεν, ἠλάττωτο ἂν αὐτῷ τὰ τοῦ ἀριθμοῦ· νῦν δὲ ἑτέρους δοὺς ἀντ’ ἐκεί‐ | |
62.642(50) | νων, καὶ ἐκείνους ἐν τῇ ἀναστάσει παραστήσει. Ταῦτα πάντα αὐτῷ ἀπὸ τοῦ πρόχειρον αὐτὸν εἶναι περὶ τὰς ἐλεημοσύνας ὑπῆρξεν· ὅπερ καὶ ἡμεῖς ποιή‐ σωμεν, ἵνα τῶν αὐτῶν ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
55 | Ἀμήν. | Column end |
62.641(56) | ΟΜΙΛΙΑ Ηʹ. Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν‐ στήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄν‐ θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ‐ | |
60 | ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάρι‐ στοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προ‐ πετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φι‐ λόθεοι. | |
65 | αʹ. Εἴ τις ἐπὶ τοῖς αἱρετικοῖς ἀσχάλλει νῦν, ἐννοείτω, | Column end |
62.642(57) | ὅτι καὶ ἐξ ἀρχῆς τοιαῦτα γέγονεν, ἀεὶ τοῦ διαβόλου τῇ ἀληθείᾳ τὸ ψεῦδος παρυφιστῶντος. Ἐπηγγείλατο ὁ Θεὸς ἐξ ἀρχῆς τὰ ἀγαθὰ, ἦλθε καὶ ὁ διάβολος ἐπαγ‐ | |
60 | γελλόμενος· ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί. Ἐπειδὴ γὰρ ἔργοις οὐδὲν ἐδείκνυ, ῥήμασι τὰ μείζονα ὑπισχνεῖται. Τοιοῦτον γὰρ οἱ ἀπατεῶνες. Μετὰ ταῦτα ἦν ὁ Κάϊν καὶ ὁ | |
Ἄβελ, εἶτα οἱ υἱοὶ τοῦ Σὴθ καὶ αἱ θυγατέρες τῶν | 639 | |
62.643 | ἀνθρώπων, εἶτα ὁ Χὰμ καὶ ὁ Ἰάφεθ, ὁ Ἀβραὰμ καὶ ὁ Φαραὼ, ὁ Ἰακὼβ καὶ ὁ Ἡσαῦ· καὶ μέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ μάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται, οἱ ἀπόστολοι καὶ οἱ ψευδαπό‐ | |
5 | στολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος. Καὶ πρότερον οὖν, καὶ τότε τὰ αὐτὰ ἦν. Τότε ὁ Θευδᾶς, τότε ὁ Σί‐ μων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρμογένην καὶ Φίλητον. Οὐκ ἔστιν οὖν ὅτε οὐ παρυφέστηκε τῇ ἀληθείᾳ τὸ ψεῦδος. Μὴ τοίνυν ἀσχάλλωμεν, ἄνωθεν | |
10 | ταῦτα εἴρηται. Διὰ τοῦτο ἔλεγε· Γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι. | |
15 | Ἄρα ὁ ἀχάριστος ἀνόσιος· εἰκότως. Ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ τοὺς ἄλ‐ λους; Ὁ ἀχάριστος ἄσπονδος, ὁ ἀχάριστος ἄστοργος. Διάβολοι, φησί· τουτέστι, κακήγοροι. Οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν | |
20 | ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν. Ἀκρατεῖς, καὶ γλώσσης καὶ γαστρὸς καὶ τῶν ἄλλων ἁπάντων. Ἀνήμεροι. Ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν τις φίλαυτος, ὅταν ἀχά‐ | |
25 | ριστος, ὅταν λάγνος. Ἀφιλάγαθοι, προδόται, προ‐ πετεῖς. —Προδόται, τῆς φιλίας· Προπετεῖς, τουτέστιν, οὐδὲν βεβηκὸς ἔχοντες. Τετυφωμένοι· ἀπονοίας πεπληρωμένοι. Φιλήδονοι μᾶλλον ἢ φιλό‐ θεοι· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύνα‐ | |
30 | μιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πώς φησιν· Ἔχοντες τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ἀλλ’ ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον τοῦτο δείκνυσι | |
35 | τὸ ἁμάρτημα. Τί δήποτε; Ὅτι οὐ κατὰ τὸ αὐτὸ ση‐ μαινόμενον αὐτὸ ἔλαβεν. Ὥσπερ γὰρ τὴν εἰκόνα πολ‐ λάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινόν· οἷον καθάπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει | |
40 | κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ὁ δὲ Προφήτης· Πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· καὶ τὸν λέοντα ἡ Γραφὴ ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· Ἐκοιμήθη, φη‐ σὶν, ὡς λέων, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ | |
45 | αὐτόν; ποτὲ δὲ εἰς τὸ ἁρπακτικόν· Ὡς λέων ἁρπά‐ ζων καὶ ὠρυόμενος· οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦ‐ μεν. Ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγ‐ ματα παρείληπται· οἷον, τὴν καλὴν ὅταν θαυμάζειν | |
62.643(50) | βουλώμεθα, ταῖς γραφαῖς παρεικάζομεν, καὶ τὰς γραφομένας ὅταν θαυμάζειν βουλώμεθα, λέγομεν ὅτι λαλεῖ, ὅτι φθέγγεται· οὐ ποιοῦμεν δὲ τὸ αὐτό· ἐκεῖ μὲν γὰρ, ὅτι ἐγγὺς ὁμοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς. Οὕτω καὶ ἐν τῇ μορφῇ, ἐκεῖ μὲν, | |
55 | ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία καὶ ἀρχέτυ‐ πον τῆς εὐσεβείας· ἐνταῦθα δὲ, ὅτι ἄψυχον καὶ νε‐ κρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ. Ἄρα σχῆμά ἐστι μόνον χωρὶς δυνάμεως πίστις χωρὶς ἔργων· εἰκότως. Ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐαν‐ | |
60 | θὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Θῶμεν γὰρ εἶναί τινα φιλάργυρον, προδότην, προπετῆ· εἶτα πιστεύειν ὀρθῶς· τί τὸ κέρδος ἂν μηδὲν ἔχῃ τῶν τῷ Χριστιανῷ πρεπόντων; ὅταν μηδὲν πράττῃ τῶν τὴν | |
65 | εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ τοὺς Ἕλληνας παρ‐ | Column end |
62.644 | ελαύνῃ τῇ ἀσεβείᾳ; ὅταν ἐπὶ λύμῃ τῶν συνόντων ᾖ; ὅταν ἐπὶ βλασφημίᾳ τοῦ Θεοῦ; ὅταν διαβάλλῃ τὸ δόγμα διὰ τῶν ἔργων; Καὶ τούτους, φησὶν, ἀπο‐ τρέπου. Εἰ τοίνυν ἐν ὑστέροις καιροῖς τοιοῦτοι ἔσον‐ | |
5 | ται, πῶς φησι, Καὶ τούτους ἀποτρέπου; Εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ μὴ μεθ’ ὑπερ‐ βολῆς, ἀλλ’ ὅμως εἶναι· τὸ δ’ ἀληθὲς δι’ ἐκείνου πᾶσι παραινεῖ, ὥστε ἐκτρέπεσθαι τοὺς τοιούτους. Ἐκ τού‐ των γάρ εἰσι, φησὶν, οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, | |
10 | καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν. βʹ. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους, | |
15 | τῷ ὅπλῳ, ᾧ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο; Ἐνδύνοντες εἰς τὰς οἰκίας, φησίν. Εἶδες τὸ ἀναί‐ σχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Ἐνδύνοντες; τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; Καὶ αἰχμαλωτίζον‐ τες γυναικάρια. Ὥστε γυναικάριον ὁ εὐεξαπά‐ | |
20 | τητος, καὶ ἀνδρὸς πόῤῥω. Γυναικῶν δὲ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐδὲ γυναικῶν, ἀλλὰ γυναικαρίων. Σεσω‐ ρευμένα. Ὅρα πόθεν κἀκείναις γίνεται τὸ πείθε‐ σθαι, ἀπὸ τῶν ἁμαρτιῶν, ἀπὸ τοῦ μηδὲν ἑαυταῖς συνειδέναι καλόν. Καὶ σφόδρα κυρίως εἶπε, Σεσω‐ | |
25 | ρευμένα· τὸ πλῆθος γὰρ τῶν ἁμαρτιῶν διὰ τούτου παρίστησι, καὶ τὸ ἄτακτον καὶ συγκεχυμένον. Ἀγό‐ μενα ἐπιθυμίαις ποικίλαις. Οὐ τῆς φύσεως κατ‐ ηγόρησεν· οὐ γὰρ ἁπλῶς γυναῖκας εἶπεν, ἀλλὰ τοιάσδε γυναῖκας. Τί ἐστι, Ποικίλαις; Ἐνταῦθα πολλὰ ᾐνί‐ | |
30 | ξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην, τὴν λαγνείαν. Ποικίλαις, φησὶν, ἐπιθυμίαις, τουτέστι, χρημάτων, δόξης, τρυφῆς, αὐθαδείας, τιμῆς. Ἴσως δὲ καὶ ἑτέ‐ ρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται. Πάντοτε μανθά‐ νοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ | |
35 | θεῖν δυνάμενα. Διὰ τί ταῦτά φησιν; Οὐ συγγινώσκων αὐταῖς, ἀλλὰ καὶ σφόδρα καταπειλῶν. Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπωρώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω | |
40 | καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Τίνες εἰσὶν οὗτοι οἱ μάγοι οἱ ἐπὶ Μωϋσέως; πῶς δὲ αὐτῶν τὰ ὀνόματα οὐδαμοῦ ἐμφέρεται ἀλλαχοῦ; Ἢ ἀγράφως παραδέ‐ δοται, ἢ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτω καὶ οὗτοι, φησὶν, ἀντιστήσονται τῇ | |
45 | ἀληθείᾳ, ἄνθρωποι τὸν νοῦν κατεφθαρμένοι ἀδό‐ κιμοι περὶ τὴν πίστιν· ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Ἀλλ’ οὐ προκόψουσι, φησί. Πῶς οὖν λέγει ἀλλαχοῦ, ὅτι Προκόψουσιν ἐπὶ | |
62.644(50) | πλεῖον ἀσεβείας· ἐνταῦθα δὲ, Οὐ προκόψουσιν; Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρή‐ σουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· καὶ γὰρ ἡ πλάνη οὐδαμοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φη‐ | |
55 | σιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινας παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φη‐ σὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ | |
60 | ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Τοιαῦτα γὰρ τὰ μὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς και‐ | |
ρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ’ οὐ τὰ | 641 | |
62.645 | ἡμέτερα τοιαῦτα· καὶ τούτων σὺ μάρτυς· οὐ γὰρ ἐν ἀπάτῃ τὰ ἡμέτερα· τίς γὰρ ἂν ὑπὲρ ἀπάτης καὶ ἀποθανεῖν ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρ‐ | |
5 | εγένου, ἀλλὰ παρηκολούθηκας. Ἐνταῦθα τὸν χρό‐ νον σημαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, Παρ‐ ηκολούθηκας τῇ διδασκαλίᾳ. Τοῦτο περὶ λόγου. Τῇ ἀγωγῇ· τοῦτο περὶ βίου. Τῇ προθέσει· τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς. | |
10 | Οὐχὶ ἔλεγον μὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις μόνον ἐφιλοσόφουν. Τῇ πίστει, τῇ μακρο‐ θυμίᾳ. Πῶς οὐδέν με τούτων, φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑπομονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ μακροθυμίᾳ, φησί. Πρὸς τοὺς | |
15 | αἱρετικοὺς πολλὴν ἐπεδεικνύμην τὴν μακροθυμίαν. Τῇ ὑπομονῇ, πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασι. Δύο γὰρ ταῦτα ταράττει τὸν διδά‐ σκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ μὴ καρ‐ τερεῖν ἐν τοῖς παθήμασιν. Ἀλλ’ ὅμως ὑπὲρ τούτων | |
20 | πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡμᾶς οὐδὲν βλάψαι δυνήσονται, καὶ ὅτι ἐν τῷ κόσμῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν αὐτὸν περὶ τῶν θλίψεων διαλεγόμενον; Οἷα μοι ἐγένετο ἐν Ἀντιο‐ | |
25 | χείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα μόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριμα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγμάτων τούτων μέμνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθμεῖ‐ ται κατ’ εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιμος· | |
30 | πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδει‐ ξιν λέγει. Ἀντιόχειαν δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιμόθεος. Οἵους διω‐ γμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατ‐ | |
35 | ελείφθην, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι προέδωκέ με ὁ Θεὸς, ἀλλὰ τὸν στέφανόν μοι λαμπρότερον εἰργάσα‐ το. Οἵους διωγμοὺς ὑπέμεινα, φησὶ, καὶ ἐκ πάν‐ των με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθή‐ | |
40 | σονται. γʹ. Τί δὲ ὅλως λέγω περὶ ἐμαυτοῦ, φησίν; ἕκαστος τῶν θελόντων ζῇν εὐσεβῶς, διωχθήσεται. Διωγμοὺς ἐνταῦθά φησι τὰς θλίψεις, τὰς ὀδύνας. Καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα λύπης εἶναι | |
45 | χωρὶς, θλίψεως, ὀδύνης, πειρασμῶν· πῶς γὰρ, ὁ στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδόν; ὁ ἀκούσας, ὅτι Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Εἰ ἐν ἐκείνῳ τῷ χρό‐ νῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τότε; Πονηροὶ δὲ ἄνθρω‐ | |
62.645(50) | ποι καὶ γόητες, φησὶ, προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω τούτων, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειρασμοῖς· τοιαύτη τοῦ πράγματος ἡ φύσις ἐστίν. Ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πο‐ | |
55 | λεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα εὐ‐ ωχεῖσθαι. Μηδεὶς τοίνυν τῶν ἀθλούντων ἄνεσιν ζητεί‐ τω, μηδεὶς ἐν εὐθυμίᾳ εἶναι. Πάλιν τὰ παρόντα ἀγὼν, πόλεμος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώ‐ | |
60 | νων τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως οἱ καιροί· οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός. Οὐδεὶς ἀπο‐ | |
δυσάμενος καὶ ἀλειψάμενος ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲ | Column end | |
62.646 | ἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυ‐ μιῶν μὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως μὴ μάχῃ. Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, | |
5 | εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης Δαυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευομένοις, τοῦτο | |
10 | καὶ αὐτὸς παραινεῖ λέγων· Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς, Ἔμαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν, Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοί‐ νυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ | |
15 | καὶ ὁ Ἀβραὰμ ἐναντία ἑώρα, ἀλλ’ οὐδὲν ἔπαθεν· ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ ἐταράττετο. Μηδεὶς σκανδαλιζέσθω ἐπὶ τοῖς πο‐ νηροῖς· τοῦτο ἄνωθεν εἶπεν ἡ Γραφή. Τί οὖν, ὅταν | |
20 | καὶ ἀγαθοὶ εὐφραίνωνται, καὶ πονηροὶ κολάζωνται; Τὸ μὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι· πο‐ νηροὺς μὲν γὰρ κολάζεσθαι ἔνι, ἀγαθοὺς δὲ εὐφραί‐ νεσθαι ἀεὶ οὐκ ἔνι. Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ’ ὅμως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν | |
25 | στεναγμοῖς νυκτὸς καὶ ἡμέρας. Μετὰ δακρύων γὰρ, φησὶ, νύκτα καὶ ἡμέραν τριετίαν νουθετῶν οὐκ ἐπαυσάμην· καὶ πάλιν, Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, φησίν. Οὐ σήμερον μὲν ἔχαιρεν, αὔριον δὲ ἤλγει, ἀλλὰ καθ’ ἡμέραν οὐ διελίμπανεν ὀδυνώμενος | |
30 | Πῶς οὖν φησι, Πονηροὶ προκόψουσιν ἐπὶ τὸ χεῖρον; Οὐκ εἶπεν, ὅτι ἀνέσεως τυγχάνουσιν, ἀλλ’, Ἐπὶ τὸ χεῖρον προκόψουσιν· εἰς τὸ χεῖρον ἡ προκοπὴ αὕτη. Οὐκ εἶπεν, Ἐν εὐθηνίᾳ ἔσονται. Εἰ δὲ καὶ κολάζον‐ ται, διὰ τοῦτο κολάζονται, ἵνα μὴ νομίσῃς ἀτιμώ‐ | |
35 | ρητα εἶναι τὰ ἁμαρτήματα. Ἐπειδὴ γὰρ ἡ γέεννα οὐκ ἰσχύει κωλῦσαι ἡμᾶς τῆς κακίας, φειδόμενος ἡμῶν διυπνίζει καὶ διανίστησιν ἡμᾶς. Εἰ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἂν ἐνόμιζεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασιν· εἰ | |
40 | πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων. Διὰ τοῦτο καὶ κολάζει, καὶ οὐ κολάζει· διὰ τοῦτο ἐν‐ ταῦθα δίκαιοι θλίβονται, ὅτι πάροικοί εἰσιν, ὅτι ξέ‐ νοι, ὅτι ἐν ἀλλοτρίᾳ εἰσίν. Οἱ δίκαιοι τοίνυν δοκιμῆς | |
45 | ἕνεκεν ταῦτα ὑπομένουσιν· ἄκουε γὰρ τοῦ Θεοῦ λέ‐ γοντος πρὸς τὸν Ἰὼβ, Οἴει με ἄλλως σοι κεχρημα‐ τικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Οἱ δὲ ἁμαρτω‐ λοὶ ἐὰν καί ποτέ τι τοιοῦτον ὑπομείνωσι, δίκην τιν‐ νύουσι τῶν ἁμαρτιῶν. Ἐν πᾶσι τοίνυν εὐχαριστῶ‐ | |
62.646(50) | μεν τῷ Θεῷ, εἴτε οὕτως, εἴτε ἐκείνως· ἀμφότερα γὰρ χρήσιμα. Οὐδὲν μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ποιεῖ, ἀλλ’ ἀμφότερα φροντίζων καὶ κηδόμε‐ νος. Εἰδὼς, φησὶν, ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμ‐ ματα οἶδας. Τουτέστιν, Ἐκ πρώτης ἡλικίας τὰ ἱερὰ | |
55 | γράμματα ἔμαθες. Ἱερὰ δὲ γράμματα τὰς θείας καλεῖ Γραφάς. Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ μηδὲν παραβλάπτεσθαι. Κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, οὐ χρόνῳ τραφεῖσα πολλῷ· οὐδὲν αὐτὴν παρατρέψαι | |
60 | δύναται. Εἰπὼν δὲ, Τὰ ἱερὰ γράμματα, ἐπήγαγε, Τὰ δυνάμενά σε σοφίσαι· τουτέστιν, Οὐκ ἀφιᾶσιν ἀνόη‐ | |
τόν τι παθεῖν, καὶ οἷον οἱ πολλοί. | 643 | |
62.647 | δʹ. Ὁ γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως, τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ | |
5 | παραδείγματα εὑρίσκων ἐν ταῖς Γραφαῖς. Ἐπεὶ καὶ τὸ μὴ πάντα περιεργάζεσθαι, καὶ τὸ μὴ πάντα θέλειν εἰδέναι, μέγα τοῦ εἰδέναι τεκμήριον. Καὶ εἰ βούλε‐ σθε, ἐπὶ παραδείγματος ἐρῶ· Ἔστω ποταμὸς, μᾶλλον δὲ ἔστωσαν ποταμοὶ (οὐ κατὰ συγχώρησιν λέγω, | |
10 | ἀλλ’ ὅπερ εἰσὶν οἱ ποταμοί)· οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ’ οἱ μὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν ἀποπνίξαι τὸν ἀγνοοῦντα· καὶ ἐνταῦθα μὲν ἴλιγγοι, ἐκεῖ δὲ οὐκέτι. Τὸ οὖν μὴ θέλειν πᾶσιν ὁμοίως ἐπιχειρεῖν, καλὸν, | |
15 | καὶ τὸ μὴ θέλειν πάντα τὰ βάθη εἰδέναι, οὐ μικρὸν τοῦ εἰδέναι τεκμήριον· ὡς ὅ γε βουλόμενος παντὸς τοῦ μέρους τοῦ ποταμοῦ κατατολμᾷν, οὗτος μάλιστα οὐκ οἶδε τῶν ποταμῶν τὰ ἰδιώματα, καὶ ἀπολεῖται πολλάκις ἀπὸ τῆς αὐτῆς θρασύτητος τοῦ βάθους κα‐ | |
20 | τατολμήσας, ἀφ’ ἧς διέβαινε τὸ μὴ βαθύ. Οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, ὁ πάντα θέλων εἰδέναι, καὶ πάντων κατατολμῶν, οὗτος οὐκ οἶδε μάλιστα τί ἐστι Θεός. Ἀλλ’ ἐν μὲν τοῖς ποταμοῖς τὸ μὲν πλέον μέρος ἀσφα‐ λὲς, ὀλίγοι δὲ ἴλιγγοι καὶ βάθη· ἐπὶ δὲ τοῦ Θεοῦ | |
25 | τὸ πλέον ἐν ἀποκρύφοις, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ ἔργα αὐτοῦ. Τί τοίνυν βιάζῃ καταποντίσαι σαυτόν; Τοῦτο μόνον ἴσθι, ὅτι πάντα ὁ Θεὸς οἰκονομεῖ, ὅτι πάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσμεν, ὅτι τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι | |
30 | βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λαν‐ θάνει. Διὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, | |
35 | ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁμαρτω‐ | |
40 | λοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ | |
45 | ὅροι· ὃ βούλει ἄγε ἐπ’ αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθμὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα μερίζειν καὶ πολυπλασιάζειν δυνατὸν ἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθμοῦ | |
62.647(50) | τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράμ‐ ματα μεμαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πε‐ | |
55 | νία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πά‐ | |
σχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι· ὅτι οἱ | Column end | |
62.648 | πονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολά‐ ζονται πάντες, ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς δι‐ | |
5 | απιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβά‐ νουσιν, ἵνα ἐκεῖ τιμωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ μέσον ἡμῶν καὶ | |
10 | αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογι‐ ζώμεθα, οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν καὶ παραδεί‐ γματα τοιαῦτα πολλά· Τὰ δυνάμενά σε, φησὶ, σο‐ φίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθεν‐ | |
15 | ται αἱ Γραφαὶ, καὶ τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυ‐ τὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα | |
20 | δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέ‐ σον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐ‐ ρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. | |
25 | Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρί‐ σεως. Μὴ πιστεύωμεν ἀλόγοις πράγμασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει | |
30 | αὐτὸν οἰκονομεῖ. Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ | |
35 | προοῖδε τὸ μέλλον, ἀλλ’ ἐπειδὴ ἑκατέρου κύριος γί‐ νεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁμοίως δυνή‐ σεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλού‐ | |
40 | σιος ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυ‐ τοὺς ἔδωκαν. εʹ. Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· | |
45 | οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ’ εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναμιν προγνωστικὴν, ἐμοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρ‐ τημάτων μὲν γάρ εἰμι μεστός· τούτων δὲ ἕνεκεν οὐκ | |
62.648(50) | ἂν ταπεινοφρονήσαιμι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν, εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ’ οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ | |
55 | ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύομαι. Ἀλλ’ ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐ‐ | |
60 | δὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώ‐ λων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη. Διὰ τί μὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσα‐ | |
σιν· ἀλλὰ χρημάτων μὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, | 645 | |
62.649 | ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίμπραντο, καὶ πολλοὶ συναπώλλυντο. Διὰ τί μὴ φείδονται τῆς σω‐ τηρίας τῆς αὑτῶν; Ἀλλ’ ἐπιτυχία μόνον τὸ πρᾶγμά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ’ ἡμῖν προ‐ | |
5 | φῆται, ἀλλ’ οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέ‐ γουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς μα‐ νίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; | |
10 | ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυ‐ τὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ | |
15 | τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ’ ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ’ οὐ τοσαύτη | |
20 | ἡ ἀπόνοια· εἰ δὲ τὰ μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέμεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν ἐφθόνησεν ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρα‐ | |
25 | νοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς, | Column end |
62.650 | φησὶ, πάντα ἐγνώρισα ὑμῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν· καὶ, Οὐ λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· ὑμεῖς φί‐ λοι μού ἐστε. Διὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡμῖν· | |
5 | Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν. Ἐπεὶ ὅτι οὐ βασκαίνει, τοῖς παλαιοῖς ταῦτα ἐλέγετο, καὶ περὶ ὄνου καὶ ἑτέρων τινῶν, ἐπειδὴ νήπιοι ἦσαν· ἡμῖν δὲ, ἐπειδὴ βούλεται μηδένα λόγον ἡμῖν εἶναι περὶ αὐτῶν, οὐδὲ φροντίδα ἔθετο ταύτην τοῦ γνωρί‐ | |
10 | σαι ἡμῖν. Ἀλλὰ τί μανθάνομεν; Ὅπερ οὐκ ἔμαθον ἐκεῖνοι· μικρὰ γὰρ ἅπαντα ἐκεῖνα· ἃ δὲ ἡμεῖς ἐμά‐ θομεν ἐστὶ ταῦτα, ὅτι ἐγειρόμεθα, ὅτι ἀθάνατοι ἐσό‐ μεθα, ὅτι ἄφθαρτοι, ὅτι οὐκ ἔχει τέλος ἡ ζωὴ, ὅτι πάντα παρελεύσεται, ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα, | |
15 | ὅτι οἱ πονηροὶ κόλασιν τίσουσι, μυρία πρὸς τούτοις ἕτερα, καὶ οὐδέν ἐστι ψεῦδος. Οὐ πολλῷ βέλτιον εἰ‐ δέναι ταῦτα, ἢ ὅτι ὁ ὄνος ὁ ἀπολόμενος εὑρέθη; Ἰδοὺ ἔλαβες τὸν ὄνον, ἰδοὺ εὗρες· τί τὸ κέρδος; οὐ πάλιν ἀπολλύεις αὐτὸν ἑτέρῳ τρόπῳ; Κἂν γὰρ αὐτός σε | |
20 | μὴ ἀφῇ, σὺ αὐτὸν ἀφήσεις τῇ τελευτῇ· τὰ δὲ πράγ‐ ματα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώμεθα, δι‐ ηνεκῶς ἔχομεν. Ἐκεῖνα τοίνυν διώκωμεν, ἐκείνων ἐχώμεθα τῶν μενόντων, τῶν βεβαίων. Μὴ προσέχω‐ μεν μάντεσι, μηδὲ χρησμολόγοις, μηδὲ ἀγύρταις, | |
25 | ἀλλ’ ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων· καὶ οὕτω πάντα εἰσό‐ μεθα, ὃ εἰδέναι χρὴ, καὶ πάντων τῶν ἀγαθῶν ἐπι‐ | |
τευξόμεθα. | Column end | |
62.649(29) | ΟΜΙΛΙΑ Θʹ. | |
30 | Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω‐ σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρ‐ τιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. | |
35 | αʹ. Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειο‐ τέραν οὖσαν· εἰκότως δὲ ποιεῖται τοσαύτην παρά‐ κλησιν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συ‐ | |
40 | νὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐ‐ τὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδά‐ σκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν | |
45 | ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυ‐ πεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετε‐ λευτηκότων. Διὰ τοῦτο, ὅτε πολλὴν ἐποιήσατο τὴν παράκλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγε‐ | |
62.649(50) | ται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι χρῆται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα ἢ τελευτὴν, καὶ ἀποδημίαν μᾶλλον, ὅπερ οὖν καὶ ἦν, καὶ μετάστασιν πρὸς τὰ κρείττω. Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησί. | |
55 | Διὰ τοῦτο ἔγραφε, λέγων· Πᾶσα γραφὴ θεόπνευ‐ στος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. —Πᾶσα, ποία; Περὶ ἧς εἶπον, φησὶ, πᾶσα ἱερά· περὶ ἧς διελέγετο, ταῦτα εἴρητο· περὶ ἧς ἔλεγεν, ὅτι Ἀπὸ βρέφους τὰ ἱερὰ | |
60 | γράμματα οἶδας. Πᾶσα οὖν ἡ τοιαύτη θεόπνευστος. | Column end |
62.650(30) | Μηδὲν οὖν ἀμφίβαλλε, φησί. Καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. —Πρὸς διδασκαλίαν. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· | |
35 | εἰ ἐλέγξαι τὰ ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορ‐ θωθῆναι καὶ σωφρονισθῆναι. Πρὸς παράκλησιν, πρὸς παραμυθίαν, φησί. Πρὸς ἐπανόρθωσιν· τουτέστιν, εἴ τι λείπει, καὶ χρὴ προστεθῆναι· Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Διὰ τοῦτο, φησὶ, γέγονεν ἡ | |
40 | τῶν Γραφῶν παράκλησις, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Οὐκ ἄρα χωρὶς αὐτῆς ἄρτιον ἔνι γενέ‐ σθαι. Ἀντ’ ἐμοῦ, φησὶ, τὰς Γραφὰς ἔχεις· εἰ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἔγραφε τῷ Πνεύματος ἐμπεπλησμένῳ, πόσῳ | |
45 | μᾶλλον ἡμῖν; Πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμέ‐ νος. Οὐχ ἁπλῶς μετέχων, φησὶν, ἀλλὰ μετὰ ἀκρι‐ βείας ἐξηρτισμένος. Διαμαρτύρομαι οὖν ἐγὼ ἐν‐ ώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς. Ἤτοι | |
62.650(50) | ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελ‐ θόντας καὶ τοὺς νῦν ὄντας, ὅτι πολλοὶ καταλειφθή‐ σονται ζῶντες. Ἐφόβησεν αὐτὸν ἐν μὲν τῇ προτέρᾳ λέγων, Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ἐνταῦθα δὲ τὸ φοβερώτε‐ | |
55 | ρον τέθεικε, Τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· τουτέστι, τοῦ μέλλοντος εὐθύνας ἀπαι‐ τεῖν· κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασι‐ λείαν αὐτοῦ. Κρίνειν, πότε; Ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ τῇ μετὰ δόξης, τῇ μετὰ βασιλείας. Ἢ τοίνυν | |
60 | τοῦτο λέγει, ὅτι οὐχ οὕτως ἥξει, ὡς νῦν· ἢ ὅτι δια‐ | 647 |
62.651 | μαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασι‐ λείαν. Μάρτυρα καλεῖ ἐκεῖνον, δεικνὺς ὅτι καὶ τού‐ του αὐτὸν ἀνέμνησεν. Εἶτα πῶς δεῖ κηρύττειν τὸν λόγον διδάσκων, ἐπάγει· Κήρυξον τὸν λόγον, ἐπί‐ | |
5 | στηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Τί ἐστιν, Εὐκαίρως, ἀκαίρως; Τουτέστι, μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεί σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μὴ ἐν ἀδείᾳ, μηδὲ ἐν ἐκκλησίᾳ καθήμενος μόνον· | |
10 | κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θά‐ νατον καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑπο‐ σταλῇς ἐπιτιμῆσαι. Τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν | |
15 | ἀποδειχθῇ τὸ ἔργον. Παρακάλεσον, φησὶ, κα‐ θάπερ ἐπὶ τῶν ἰατρῶν, εἰπὼν τὸ τραῦμα, ἔδωκε τὴν τομὴν, ἐπήγαγε τὸ φάρμακον· ὅπερ δὲ ἂν τούτων ἀπολειφθῇ, τὸ ἕτερον ἄχρηστον γίνεται. Ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ | |
20 | οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν, πρότερον δὲ ἰταμὸς ἔσται· ἄν τε ἐλέγξῃς μὲν καὶ ἐπιτιμήσῃς, σφοδρῶς δὲ, καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται. Ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, | |
25 | ὅταν μὴ καὶ παράκλησιν ἀναμεμιγμένην ἔχῃ. Καθά‐ περ γὰρ ἡ τομὴ, καίτοι σωτήριος οὖσα, ἂν μὴ πολλὰ τὰ παραμυθούμενα τὰς ἀλγηδόνας ἔχῃ, οὐκ ἀνέχεται κοπτόμενος καὶ τεμνόμενος ὁ κάμνων· οὕτω καὶ ἐνταῦθα. Καὶ ἐν πάσῃ, φησὶ, μακροθυμίᾳ καὶ δι‐ | |
30 | δαχῇ. Καὶ γὰρ ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν, καὶ ἡ ἐπιτίμησις παρακλή‐ σεως, ὥστε δεχθῆναι. Τί ἐστιν ὃ τῇ μακροθυμίᾳ προστίθησι λέγων, Καὶ διδαχῇ; Μὴ ὡς ὀργιζόμενος, μὴ ὡς ἀπεχθανόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς | |
35 | ἐχθρὸν εὑρηκὼς, πάντα ταῦτα ἀφείσθω· ἀλλὰ τί; Ὡς φιλῶν, ὡς συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν, ὡς τηκόμενος ἐπὶ τοῖς ἐκείνου. Ἐν πάσῃ μακροθυ‐ μίᾳ, φησὶ, καὶ διδαχῇ, μὴ ἐν τῇ τυχούσῃ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας | |
40 | οὐκ ἀνέξονται. Πρὶν ἢ ἐκτραχηλισθῆναι, προκατά‐ λαβε πάντας αὐτούς· διὰ τοῦτο εἶπε, Καὶ εὐκαίρως, καὶ ἀκαίρως· ὡς ἔχειν ἑκόντας μαθητευομένους, πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας, φησὶν, ἑαυτοῖς ἐπισωρεύσουσι διδασκά‐ | |
45 | λους. βʹ. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ, Σωρεύ‐ σουσιν, ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι. Ἑαυτοῖς ἐπισωρεύσουσι, φησὶ, | |
62.651(50) | διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· τῆς ἡδο‐ νῆς χάριν λέγοντας καὶ τέρποντας τὴν ἀκοὴν ἐπι‐ ζητοῦντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσον‐ ται. Ταῦτα προλέγει, οὐκ εἰς ἀθυμίαν βουλόμενος | |
55 | ἐμβαλεῖν, ἀλλ’ ἵνα, ὅταν ἐκβῇ, γενναίως φέρῃ· ὥσ‐ περ οὖν καὶ ὁ Χριστὸς ἐποίει λέγων, ὅτι Παραδώ‐ σουσιν ὑμᾶς, καὶ μαστιγώσουσι, καὶ εἰς τὰς συν‐ αγωγὰς ἄξουσιν ἕνεκεν τοῦ ὀνόματός μου. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ μακάριος οὗτος· Ἐγὼ γὰρ οἶδα | |
60 | τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ταῦτα δὲ ἔλεγεν, ὥστε νήφειν αὐτοὺς, ὥστε τῷ πα‐ ρόντι καιρῷ κεχρῆσθαι εἰς δέον. Σὺ δὲ νῆφε, φησὶν, ἐν πᾶσι, κακοπάθησον. Ὁρᾷς ὅτι διὰ τοῦτο ταῦτα | |
65 | προλέγει; Καὶ γὰρ καὶ ὁ Χριστὸς ἔλεγε πρὸς τῷ τέ‐ | Column end |
62.652 | λει, ὅτι Ἔσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται· οὕτω καὶ οὗτος, ὅτε ἔμελλεν ἀποδημεῖν, ταῦτα ἔλεγε. Σὺ δὲ νῆφε ἐν πᾶσι. Κακοπάθησον, τουτέστι, Κάμε, προκατάλαβε, πρὶν ἢ τὴν λύμην ἐκείνην ἐπελθεῖν, ἐν | |
5 | ἀσφαλεῖ τὰ πρόβατα κατάστησον, ἕως οὗ πάρεισιν οἱ λύκοι, πανταχοῦ κακοπάθησον. Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ, καὶ παρὰ τῶν ἔξωθεν. Τὴν διακονίαν | |
10 | σου πληροφόρησον· τουτέστι, πλήρωσον. Ἰδοὺ καὶ ἄλλη ἀνάγκῃ τοῦ κακοπαθεῖν· Ἐγὼ γὰρ ἤδη σπέν‐ δομαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε, Τῆς ἐμῆς θυσίας, ἀλλ’ ὃ πε‐ ρισσόν ἐστι. Τῆς μὲν γὰρ θυσίας οὐ τὸ πᾶν ἀναφέ‐ | |
15 | ρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Πολλάκις τὸν Ἀπόστολον μετὰ χεῖρας λαβὼν ἐγὼ, καὶ τὸ χωρίον τοῦτο περισκε‐ ψάμενος, ἀπορῶν διετέλουν, τίνος ἕνεκεν οὕτω με‐ | |
20 | γαληγορεῖ Παῦλος λέγων, Τὸν καλὸν ἀγῶνα ἠγώ‐ νισμαι. Νῦν δέ μοι δοκῶ εὑρηκέναι τῇ τοῦ Θεοῦ χάριτι. Τίνος οὖν ἕνεκεν ταῦτά φησι; Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα | |
25 | τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς. Χαί‐ ρειν δεῖ, φησὶν, οὐκ ἀλγεῖν. Διὰ τί; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι. Ὥσπερ ἂν εἴ τις πατὴρ παιδίον αὐτῷ παρακαθήμενον, καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθοῖτο λέγων· Τέκνον, μὴ κλαῖε, ἐζήσαμεν | |
30 | καλῶς, εἰς γῆρας ἐλθόντες καταλιμπάνομέν σε· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχό‐ μεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πε‐ πραγμένων· πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας. Ὡς ἂν εἰ ἔλεγε· Τρόπαια ἐστήσαμεν, τοὺς πολεμίους | |
35 | ἐνικήσαμεν, οὐ μεγαληγορῶν, ἄπαγε· ἀλλ’ ἀνιστὰς τὸν παῖδα, καὶ παιδεύων τοῖς ἐγκωμίοις κούφως φέ‐ ρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν ἐλπίδας, καὶ μὴ νομίζειν, ὅτι φορτικὸν τὸ πρᾶγμα. Δεινὸν γὰρ, δεινὸν ὁ χωρισμός· καὶ ἄκουε αὐτοῦ λέγοντος, | |
40 | Ἡμεῖς δὲ ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς και‐ ρὸν, προσώπῳ, οὐ καρδίᾳ. Εἰ οὖν αὐτὸς χωρισθεὶς τῶν μαθητῶν τοιαῦτα ἔπασχεν, οἷα οἴει τὸν Τιμόθεον πάσχειν; εἰ ζῶντος χωριζόμενος αὐτοῦ ἐδάκρυεν, ὡς λέγειν αὐτὸν, Μεμνημένος σου τῶν δακρύων, ἵνα | |
45 | χαρᾶς πληρωθῶ, πόσῳ μᾶλλον τελευτήσαντος; Ταῦτα οὖν παραμυθούμενος ἔγραφε· καὶ πᾶσα δὲ ἡ ἐπιστολὴ παραμυθίας ἐστὶ πλήρης, καὶ ὡσανεὶ δια‐ θήκη τίς ἐστι. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον, φησὶ, τετέλεκα, τὴν πίστιν τετήρηκα. | |
62.652(50) | Τὸν ἀγῶνα, φησὶ, τὸν καλόν. Οὐκοῦν καὶ σὺ αὐτοῦ ἐπιλαβοῦ. Ἔνθα ἅλυσις, ἔνθα δεσμὰ, ἔνθα θάνατος, οὗτος ὁ ἀγὼν καλός; Ναὶ, φησίν· ὑπὲρ γὰρ Χριστοῦ γίνεται· στεφάνους ἔχει μεγάλους. Τὸν ἀγῶνα τὸν καλόν. Οὐδὲν τούτου βέλτιον τοῦ ἀγῶνος, οὐ λαμ‐ | |
55 | βάνει τέλος ὁ στέφανος οὗτος· οὗτος οὐκ ἀπὸ κοτίνων ἐστὶν, οὐκ ἔχει ἄνθρωπον ἀγωνοθέτην, οὐκ ἔχει ἀνθρώπους θεατάς· ἀπὸ ἀγγέλων σύγκειται τὸ θέατρον. Ἐκεῖ ἐν ἡμέραις πολλαῖς πονοῦσι καὶ ταλαιπωροῦνται, καὶ ἐν ὥρᾳ μιᾷ τὸν στέφανον ἔλα‐ | |
60 | βον, καὶ παραχρῆμα ἀπέπτη τὰ τῆς ἡδονῆς· ἐν‐ ταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ διαπαντὸς ἐν λαμπρότητι, ἐν δόξῃ, ἐν τιμῇ. Δεῖ λοιπὸν χαίρειν· εἰς γὰρ ἀνά‐ παυσιν ἔρχομαι, ἐξέρχομαι τὸ στάδιον. Ἤκουσας ὅτι τὸ ἀναλῦσαι κρεῖσσον, καὶ σὺν Χριστῷ εἶ‐ | |
65 | ναι. | 649 |
62.653 | Τὸν δρόμον τετέλεκα. Καὶ γὰρ ἀγωνίζεσθαι χρὴ καὶ τρέχειν· ἀγωνίζεσθαι μὲν καρτεροῦντα τὰς θλίψεις, τρέχειν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρός τι χρήσι‐ μον. Ὄντως καλὸς ὁ ἀγὼν, οὐ τέρπων ἁπλῶς τὸν | |
5 | θεατὴν, ἀλλὰ ὠφελῶν· καὶ ὁ δρόμος οὐκ εἰς τὸ μηδὲν χωρῶν, οὐδὲ ἰσχύος ἐπίδειξίς ἐστι καὶ φιλοτιμίας, ἀλλὰ πάντας ἕλκων εἰς τὸν οὐρανόν. Οὗτος ὁ δρόμος τοῦ ἡλίου καθαρώτερος, ὃν ὁ Παῦλος ἔτρεχεν ἐπὶ τῆς γῆς, ἢ ὃν ἐκεῖνος τρέχει ἐπὶ τοῦ οὐρανοῦ. Πῶς δὲ | |
10 | τετέλεκε τὸν δρόμον; Τὴν οἰκουμένην ἅπασαν περιῆλ‐ θεν, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας καὶ ἀπὸ τῆς Ἀρα‐ βίας, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἐλθών· Ὥστε με, φησὶν, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ | |
15 | Χριστοῦ· καὶ πᾶσαν διαδραμὼν τὴν οἰκουμένην καθάπερ τις πτηνὸς, μᾶλλον δὲ καὶ πτηνοῦ σφοδρό‐ τερον· ὁ μὲν γὰρ πτηνὸς ἁπλῶς διέτρεχεν, οὗτος δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὸ πτερὸν ἔχων τοῦ πνεύματος, καὶ μυρία διακόπτων κωλύματα, θανάτους, ἐπιβου‐ | |
20 | λὰς, συμφοράς. Ὥστε καὶ πτηνοῦ ταχύτερος ἦν. Εἰ πτηνὸς ἦν ἁπλῶς, καὶ κατηνέχθη ἂν καὶ ἀνά‐ λωτο· ἐπειδὴ δὲ ὑπὸ τοῦ Πνεύματος ἐκουφίζετο, πάντων ὑπερηνέχθη τῶν δικτύων, ὡσανεὶ πτηνὸς πτερὰ ἔχων ἀπὸ πυρός. Τὴν πίστιν, φησὶ, τετήρηκα. | |
25 | Πολλὰ γὰρ ἦν τὰ βουλόμενα αὐτὸν συλῆσαι, οὐχ αἱ φιλίαι τῶν ἀνθρώπων μόναι, ἀλλὰ καὶ ἀπειλαὶ καὶ θάνατοι καὶ μυρία ἕτερα. Ἀλλὰ πρὸς ἅπαντα ἔστη, Πῶς; Νήφων καὶ ἐγρηγορώς. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πρὸς παραμυθίαν τῶν μαθητῶν, αὐτὸς δὲ καὶ | |
30 | τὰ ἔπαθλα προστίθησι. Ποῖα δὲ ταῦτα; Λοιπὸν ἀπό‐ κειταί μοι, φησὶν, ὁ τῆς δικαιοσύνης στέφα‐ νος. Δικαιοσύνην ἐνταῦθα πάλιν τὴν καθόλου φησὶν ἀρετήν. Οὐ τοίνυν ἀλγεῖν χρὴ, ὅτι ἄπειμι στεφανωσό‐ μενος τὸν στέφανον τὸν ἀπὸ Χριστοῦ τιθέμενον | |
35 | ἐπὶ τῆς ἐμῆς κεφαλῆς. Ἀλλ’ εἰ ἐνταῦθα παρέμενον, ὄντως ἀλγεῖν ἐχρῆν μᾶλλον καὶ δεδοικέναι, μὴ παρα‐ πέσω, μὴ παραπόλωμαι. Ὃν ἀποδώσει μοι ὁ Κύ‐ ριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι | |
40 | τὴν ἐπιφάνειαν αὐτοῦ. γʹ. Ἐνταῦθα καὶ αὐτὸν ἀνέστησεν. Εἰ πᾶσι, πολλῷ μᾶλλον Τιμοθέῳ. Ἀλλ’ οὐκ εἶπε, Καὶ σοὶ, ἀλλὰ, Πᾶσι· δηλῶν ὅτι, εἰ πᾶσι, πολλῷ μᾶλλον αὐτῷ. Πῶς δὲ ἄν τις ἀγαπήσειε, φησὶ, τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; | |
45 | Εἰ χαίρει ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ· ὁ δὲ χαίρων ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, ἄξια πράττει τῆς χαρᾶς, τὰ ὑπάρχοντα προήσεται, εἰ δέοι, καὶ τὴν ψυχὴν, ὥστε τῶν μελλόντων τυχεῖν ἀγαθῶν, ὥστε καταξιωθῆναι τὴν δευτέραν παρουσίαν μετὰ τοῦ προσήκοντος σχή‐ | |
62.653(50) | ματος ἰδεῖν, μετὰ παῤῥησίας, μετὰ δόξης καὶ λαμ‐ πρότητος. Τοῦτό ἐστιν ἀγαπᾷν τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁ ἀγαπῶν αὐτοῦ τὴν ἐπιφάνειαν, πάντα πράξει ὥστε καὶ πρὸ ἐκείνης τῆς καθολικῆς γενέσθαι αὐτῷ τὴν με‐ ρικήν. Καὶ πῶς ἔνι τοῦτο, φησίν; Ἄκουε τοῦ Χριστοῦ | |
55 | λέγοντος· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει, καὶ πορευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ἐννόησον δὲ ὅσον ἐστὶ τὸν κοινῇ πᾶσιν ἐπιφαίνεσθαι μέλλοντα, τοῦτον ἰδίᾳ ὑπισχνεῖ‐ σθαι ἐπιφανῆναι ἡμῖν. Ἐλευσόμεθα γὰρ, φησὶ, καὶ | |
60 | μονὴν παρ’ αὐτῷ ποιήσομεν. Εἴ τις ἀγαπᾷ τὴν ἐπι‐ φάνειαν αὐτοῦ, πάντα πράξει, ὥστε αὐτὸν καλέσαι πρὸς ἑαυτὸν, καὶ ἔχειν, ὥστε ἐπιλάμψαι αὐτῷ τὸ φῶς. Μηδὲν ἀνάξιον ἔστω τῆς παρουσίας αὐτοῦ, καὶ ταχέως καταλύει παρ’ ἡμῖν. Ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπά‐ | |
65 | νω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Οὐκοῦν τὰ ἄνω | Column end |
62.654 | ζητῶμεν, καὶ ταχέως τὰς ἀκτῖνας ἐκείνας ἐπισπασό‐ μεθα. Οὐδεὶς τῶν κάτω κυπτόντων, καὶ κατορυττόν‐ των ἑαυτὸν εἰς τὴν γῆν, δυνήσεται τὸ ἡλιακὸν φῶς ἰδεῖν· οὐδεὶς τῶν καταμολυνόντων ἑαυτὸν τοῖς βιωτι‐ | |
5 | κοῖς πράγμασι, δυνήσεται τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν· οὐδενὶ ἐπιφαίνει τῶν τούτοις ἐνστρεφομένων. Ἀνάνηψον μικρὸν, ἀνάνηψον ἀπὸ τοῦ βάθους, ἀπὸ τοῦ κλύδωνος τοῦ βιωτικοῦ, εἰ βούλει τὸν ἥλιον ἰδεῖν, εἰ βούλει τῆς ἐπιφανείας τυχεῖν· ἂν τύχῃς αὐτοῦ | |
10 | τῆς ἐπιφανείας ταύτης, τότε αὐτὸν ὄψει μετὰ πολ‐ λῆς τῆς παῤῥησίας. Φιλοσόφησον νῦν· μὴ ἔστω παρὰ σοὶ πνεῦμα ἀπονοίας, ἵνα μή σε ῥαπίσῃ σφο‐ δρῶς καὶ καταβάλῃ· μὴ ἔστω λελιθωμένη ἡ καρδία, καὶ σκότος, ἵνα μὴ προσαῤῥάξῃς ἐκεῖ τὸ πλοῖον· μὴ | |
15 | ἔστω τις δόλος· καὶ γὰρ αἱ ὕφαλοι ναυάγια ἐργάζον‐ ται χαλεπώτατα. Μὴ τρέφε θηρία, τὰ πάθη λέγω· θηρίων γὰρ ἐκεῖνα χαλεπώτερα· μὴ τοῖς ῥευστοῖς πράγμασι θάῤῥει, ἵνα δυνηθῇς ἑστάναι βεβαίως. Οὐ‐ δεὶς ἐπὶ ὕδατος ἵσταται, ἐπὶ δὲ πέτρας ἅπαντες ἀσφα‐ | |
20 | λῶς ἵστανται. Ὕδωρ ἐστὶ τὰ βιωτικὰ πράγματα· Ἦλθον, φησὶν, ὕδατα ἕως ψυχῆς μου, ὡς χειμάῤῥους παραῤῥέων. Πέτρα ἐστὶ τὰ πνευματικά· Ἐν πέτρᾳ γὰρ, φησὶν, ὕψωσας τοὺς πόδας μου. Ἰλύς ἐστι καὶ πηλὸς τὰ βιωτικά· ἀνασπάσωμεν ἑαυτοὺς ἀπὸ τούτων· | |
25 | οὕτω γὰρ δυνησόμεθα τυχεῖν τῆς ἐπιφανείας τοῦ Χρι‐ στοῦ. Πᾶν ὃ ἐὰν ἐπέλθῃ, φέρωμεν· ἱκανὴ ἐν πᾶσι παραμυθία τὸ διὰ Χριστὸν παθεῖν· ταύτην τὴν θείαν ἐπῳδὴν ἐπιλέγωμεν, καὶ παύσεται τοῦ τραύματος ἡ ἀλγηδών. Καὶ πῶς διὰ Χριστὸν ἔστι παθεῖν, φησίν; | |
30 | Ἐσυκοφάντησέ σέ τις ἁπλῶς οὐ διὰ Χριστόν; ἂν ἐνέγκῃς γενναίως, ἐὰν εὐχαριστήσῃς, ἐὰν εὔξῃ ὑπὲρ ἐκείνου, ταῦτα πάντα διὰ Χριστὸν ποιεῖς. Ἂν κα‐ ταράσῃ, ἂν ἀποδυσπετήσῃς, ἂν ἐπιχειρήσῃς ἀμύ‐ νασθαι, κἂν μὴ δυνηθῇς, οὐκ ἔστι διὰ τὸν Χριστὸν, | |
35 | ἀλλὰ ζημίαν ὑπήνεγκας, καὶ τοῦ καρποῦ ἀπεστέ‐ ρησαι διὰ τὴν προαίρεσιν τὴν σήν. Ἐν ἡμῖν γάρ ἐστι καὶ κερδαίνειν ἐκ τῶν δεινῶν, καὶ βλάπτε‐ σθαι· οὐ παρὰ τὴν φύσιν τῶν δεινῶν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. Οἷόν τι λέγω· | |
40 | ἔπαθε τοσαῦτα ὁ Ἰὼβ, εὐχαρίστως ἤνεγκεν, ἐδικαιώ‐ θη, οὐκ ἐπειδὴ ἔπαθεν, ἀλλ’ ἐπειδὴ παθὼν εὐχαρί‐ στως ἤνεγκεν. Ἕτερος τὰ αὐτὰ παθὼν, μᾶλλον δὲ οὐδὲ τὰ αὐτὰ (οὐδεὶς γάρ ἐστιν ὁ τοιαῦτα παθὼν, ἀλλὰ πολλῷ ἐλάττονα), ἐδυσφήμησεν, ἠγανάκτησε, | |
45 | κατηράσατο τῷ κόσμῳ παντὶ, ἐδυσχέρανε πρὸς τὸν Θεόν; οὗτος κατεκρίθη καὶ κατεδικάσθη, οὐκ ἐπειδὴ πέπονθεν, ἀλλ’ ἐπειδὴ ἐβλασφήμησεν· ἐβλασφήμησε δὲ, οὐ παρὰ τὴν ἀνάγκην τῶν συμβάντων ἐπεὶ εἰ ἡ ἀνάγκη τῶν συμβάντων τοῦτο ἐποίησεν, ἔδει καὶ τὸν | |
62.654(50) | Ἰὼβ βλασφημῆσαι· εἰ δὲ χαλεπώτερα παθὼν οὐδὲν τοιοῦτον εἰργάσατο, οὐ παρὰ τοῦτο ταῦτα συνέβη, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως. Ἰσχυρᾶς οὖν δεῖ ἡμῖν ψυχῆς, καὶ οὐδὲν ἡμῖν χαλεπὸν φανεῖ‐ ται, ὥσπερ ἀσθενούσης, οὐδὲν ὅπερ οὐ χαλεπόν. Παρὰ | |
55 | τὴν ἡμετέραν διάθεσιν πάντα καὶ φορητὰ καὶ ἀφό‐ ρητα γίνεται· ταύτην ὀχυρώσωμεν, καὶ πάντα οἴσο‐ μεν εὐκόλως. Καὶ γὰρ τὸ δένδρον, ὅταν μὲν κατὰ βάθους παραπέμψῃ τὴν ῥίζαν, οὐδὲ σφοδρὰ καταιγὶς αὐτὸ διασαλεῦσαι δυνήσεται· ἂν δὲ ἐξ ἐπιπολῆς ᾖ | |
60 | κείμενον, καὶ ὑπὲρ τῆς ἐπιφανείας, κἂν μικρὰ προσ‐ πέσῃ ἀνέμου ῥοπὴ, πρόῤῥιζον αὐτὸ ἀνέσπασεν. Οὕτω καὶ ἐφ’ ἡμῶν, ἐὰν καθηλώσωμεν τὰς σάρκας ἡμῶν τῷ φόβῳ τοῦ Θεοῦ, οὐδὲν παρασαλεῦσαι δυνήσεται· | |
ἐὰν δὲ ἁπλῶς προτιθῶμεν, καὶ μικρὰ ῥοπὴ ἠφάνισε | 651 | |
62.655 | καὶ ἀπώλεσε. Διὸ παρακαλῶ, μετὰ πολλῆς τῆς προ‐ θυμίας ἅπαντα φέρειν, καὶ μιμεῖσθαι τὸν προφήτην τὸν λέγοντα, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Ὅρα τί φησιν, Ἐκολλήθη ἡ ψυχή μου. Οὐχ | |
5 | ἁπλῶς εἶπεν, Ἤγγισεν, ἀλλ’, Ἐκολλήθη. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων | |
ἐμφήνῃ τῶν λέξεων. Καὶ πάλιν, Καθήλωσον ἐκ τοῦ | Column end | |
62.656 | φόβου σου τὰς σάρκας μου. Βούλεται γὰρ ἡμᾶς ἀεὶ προσκολλᾶσθαι αὐτῷ οὕτω καὶ συνδεδέσθαι, ὡς μηδέποτε αὐτοῦ ἀφίστασθαι. Ἂν οὕτως ἐχώ‐ μεθα τοῦ Θεοῦ, ἂν προσηλώσωμεν αὐτῷ τὰς ἡμε‐ | |
5 | τέρας διανοίας, ἂν διψῶμεν αὐτοῦ τὸν πόθον καὶ πάντα ἡμῖν ἔσται ἅπερ βουλόμεθα, καὶ τῶν μελλόν‐ των ἀγαθῶν ἐπιτευξόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ ρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
10 | αἰώνων. Ἀμήν. | Column end |
62.655(11) | ΟΜΙΛΙΑ Ιʹ. Σπούδασον ἐλθεῖν πρός με ταχέως. Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς | |
15 | Γαλατίαν. Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστι μό‐ νος μετ’ ἐμοῦ. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυ‐ τοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Τυ‐ χικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος | |
20 | φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. αʹ. Ἄξιον ζητῆσαι πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴ γε Ἐκκλησίαν πεπιστευμένος ἦν, καὶ ἔθνος ὁλόκληρον. Οὐκ ἀπονοίας ἦν τὸ πρᾶγμα· αὐτὸς γὰρ ἕτοιμος ἦν ἐλθεῖν πρὸς αὐτόν· ἄκουε γὰρ | |
25 | αὐτοῦ λέγοντος, Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι. Ἀλλὰ τίνος ἕνεκεν; Ἀνάγκῃ κατείληπτο πολλῇ, καὶ κύριος ἀποδημίας οὐκέτι ἦν· δεσμωτήριον ᾤκει, καὶ συν‐ εκέκλειστο ὑπὸ Νέρωνος, καὶ ὅσον οὔπω ἔμελλε | |
30 | τελευτᾷν. Ἵνα οὖν μὴ τοῦτο γένηται πρὸ τοῦ τὸν μαθητὴν ἰδεῖν, διὰ τοῦτο αὐτὸν καλεῖ, θεάσασθαι ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέ‐ σθαι· διό φησι, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με. Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας | |
35 | τὸν νῦν αἰῶνα. Καὶ οὐ λέγει, Ἵνα σε ἴδω πρὶν ἀπελ‐ θεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα ἐλύπει· ἀλλ’, Ἐπειδὴ μόνος εἰμὶ, φησὶν, οὐδένα ἔχω τὸν συναντιλαμβανό‐ μενόν μου. Δημᾶς με γὰρ ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. | |
40 | Τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς, τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, μᾶλλον εἵλετο οἴκοι τρυφᾷν, ἢ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι, καὶ συνδιαφέρειν μοι τοὺς παρόντας κινδύνους. Τοῦτον διέβαλε μόνον, οὐκ αὐτὸν διαβαλεῖν βουλόμενος, ἀλλ’ ἡμᾶς στηρίξαι, | |
45 | ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις μηδὲ ἐν τοῖς πόνοις· τοῦτο γάρ ἐστι, Τὸν παρόντα ἀγα‐ πήσας αἰῶνα· ἅμα δὲ καὶ τὸν μαθητὴν ἐπισπάσα‐ σθαι βουλόμενος. Κρήσκης, φησὶν, εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. Τούτους οὐκέτι διαβάλλει· καὶ | |
62.655(50) | γὰρ ὁ Τίτος τῶν σφόδρα θαυμαστῶν ἦν, ὥστε αὐτῷ τὰ κατὰ τὴν νῆσον ἐνεχείρισε, νῆσον οὐ μικρὰν, ἀλλὰ καὶ σφόδρα μεγάλην, τὴν Κρήτην λέγω. Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Αὐτὸς γὰρ σφόδρα ἀδιασπά‐ στως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ εὐαγγέλιον γράψας, καὶ | |
55 | τὰς καθολικὰς Πράξεις, φιλόπονος ὢν καὶ φιλομαθὴς καὶ καρτερικός. Περὶ τούτου φησὶ γράφων, Οὗ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλη‐ σιῶν. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ. Τίνος ἕνεκεν; Ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. | |
60 | Οὐκ εἰς τὴν ἀνάπαυσιν λέγει τὴν ἑαυτοῦ, ἀλλ’ Εἰς τὴν διακονίαν τοῦ εὐαγγελίου· καὶ γὰρ ἐν δεσμοῖς ὢν, οὐκ ἔληγε κηρύττων. Ἄρα καὶ τὸν Τιμόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ’ | |
ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε μηδεμίαν γενέσθαι | Column end | |
62.656(12) | ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραμυθουμένων τοὺς ἀφορήτως | |
15 | φέροντας αὐτοῦ τὴν τελευτήν. Καὶ γὰρ ἄνδρας ἀξιο‐ λόγους εἰκὸς ἦν εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης· Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς | |
20 | μεμβράνας. Φελόνην ἐνταῦθα τὸ ἱμάτιον λέγει· τινὲς δέ φασι τὸ γλωσσόκομον, ἔνθα τὰ βιβλία ἔκειτο. Τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θεόν; Καὶ μάλιστα ἔδει, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας, | |
25 | ἔχειν αὐτά. Πάντας μὲν οὖν τοὺς πιστοὺς εἰκὸς τότε μεγάλην ἔχειν πληγὴν, μάλιστα δὲ τοὺς παρόντας τῇ τελευτῇ, καὶ ἀπολαύοντας αὐτοῦ τότε. Τὸν δὲ φελόνην ζητεῖ, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρου λαβεῖν. Ὁρᾷς γὰρ αὐτὸν ὑπὲρ τούτου πολλὴν ποιού‐ | |
30 | μενον τὴν σπουδὴν, καὶ λέγοντα ἑτέρωθι, ἡνίκα πρὸς τοὺς ἀπὸ τῆς Ἐφέσου διελέγετο· Γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέ‐ τησαν αἱ χεῖρες αὗται· καὶ πάλιν, Μακάριόν ἐστι διδόναι μᾶλλον, ἢ λαμβάνειν. Ἀλέξανδρος ὁ | |
35 | χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, οὐδὲ κατηγορῆσαι αὐτοῦ, ἀλλὰ τὸν μαθη‐ τὴν ἀλεῖψαι πρὸς τοὺς ἀγῶνας, ὥστε φέρειν γεν‐ | |
40 | ναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες, κἂν οὐδαμινοὶ, κἂν ἄτιμοι, δεῖ, φησὶ, πάντα φέρειν γενναίως. Ὁ γὰρ ὑπὸ μεγάλου τινὸς παθὼν κακῶς, ἔχει φιλοτιμίαν οὐ μικρὰν, τὴν τοῦ ποιοῦντος ὑπερ‐ οχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιμμένου, μείζονα | |
45 | ἔχει τὴν ἀνίαν. Πολλά με κακὰ ἐνεδείξατο· τουτ‐ έστιν, Ἔθλιψέ με διαφόρως. Ἀλλ’ οὐκ ἀτιμωρητὶ, φησὶ, ταῦτα αὐτῷ προχωρήσει· Ἀποδώσει γὰρ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὥσπερ γράφων ἔλε‐ γεν ἀνωτέρω, Οἵους διωγμοὺς ὑπέμεινα, καὶ ἐκ | |
62.656(50) | πάντων με ἐῤῥύσατο ὁ Κύριος· οὕτω καὶ ἐνταῦθα διπλῇ παρεκάλεσε τὸν μαθητὴν, τῷ τε κακῶς πάσχειν, καὶ τῷ ἐκεῖνον ἀπολήψεσθαι· οὐχ ὡς τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιχαιρόντων ἁπλῶς, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων | |
55 | τῆς ἐντεῦθεν παραμυθίας. Ὃν καὶ σὺ, φησὶ, φυλάσ‐ σου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Τουτέστι, πολεμεῖ καὶ ἐναντιοῦται. Καὶ οὐκ εἶπε, Τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν διὰ τῆς χάριτος ταῦτα ἐργάσασθαι· ἀλλ’ οὐδὲν τούτων, | |
60 | οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλ’ ἀναχωρεῖν μόνον κελεύει, τῷ Θεῷ παραχωροῦντα τῆς τιμωρίας. Καὶ πρὸς παραμυθίαν τῶν ἀσθενεστέρων τοῦτο | |
εἴρηκε, τὸ, Ἀποδώσει αὐτῷ· ὃ καὶ προφητεία | 653 | |
62.657 | ἐστὶν, ἢ ἀρά. Ὅτι δὲ ὑπὲρ τοῦ τὸν μαθητὴν ἀλεῖψαι ταῦτα λέγει, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Ἀλλ’ ὅρα πάλιν πῶς ἑτέρους πειρασμοὺς αὐτοῦ διηγεῖται. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρ‐ | |
5 | εγένετο, πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. βʹ. Ὁρᾷς πῶς φείδεται τῶν οἰκείων; καίτοι ἔργον εἰργάσαντο δεινόν. Οὐ γάρ ἐστιν ἴσον παρὰ τῶν ἔξωθεν καταφρονεῖσθαι, καὶ παρὰ τῶν οἰκείων. | |
10 | Ὁρᾷς ἐπιτεταμένην ἀθυμίαν; Οὐκ ἔχεις εἰπεῖν, ὅτι παρὰ μὲν τῶν ἔξωθεν ἐπολεμούμην, εἶχον δὲ παρα‐ μυθίαν τὴν θεραπείαν καὶ τὴν συμμαχίαν τῶν ἐμῶν· καὶ γὰρ καὶ ἐκεῖνοί με προέδωκαν. Πάντες με ἐγκατέλιπον, φησίν. Ἄρα οὐ μικρὸν ἁμάρτημα | |
15 | τοῦτο. Εἰ γὰρ ἐν πολέμῳ τὸν κινδυνεύοντα ὁ ἀφεὶς, καὶ τῆς τῶν ἐχθρῶν ἑαυτὸν ὑπεξάγων χειρὸς, ὑπὸ τῶν οἰκείων πλήττεται εἰκότως, ὡς τὸ πᾶν διαφθεί‐ ρας καὶ προδούς· πολλῷ μᾶλλον ἐν τῷ κηρύγματι. Ποίαν δὲ πρώτην ἀπολογίαν λέγει; Παρέστη ἤδη τῷ | |
20 | Νέρωνι, καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν. Ἰδοὺ πάλιν προ‐ τροπὴ τῷ μαθητῇ διὰ τῶν ἐπαγομένων· Ἀλλ’ ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμπανόμενον οὐκ ἀφίησί | |
25 | τι παθεῖν δεινὸν ὁ Θεός. Καὶ ἐνεδυνάμωσέ με, φησί· τουτέστι, παῤῥησίαν ἐχαρίσατο, οὐκ ἀφῆκε καταπεσεῖν. Ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφο‐ ρηθῇ· τουτέστι, πληρωθῇ. Ὅρα τὴν ταπεινοφροσύ‐ νην αὐτοῦ τὴν πολλήν. Οὐχ ὡς ἄξιον τυχεῖν τῆς | |
30 | δωρεᾶς, φησὶν, ἐνεδυνάμωσέ με, ἀλλ’ Ἵνα τὸ κή‐ ρυγμα πληροφορηθῇ, ὃ ἤμην ἐμπεπιστευμένος. Ὡς ἂν εἴ τις ἁλουργίδα καὶ διάδημα βαστάζοι καὶ δι’ αὐτὴν σώζοιτο. Καὶ ἀκούσῃ, φησὶ, πάντα τὰ ἔθνη. Τί ἐστι τοῦτο; Ἵνα πᾶσι, φησὶ, κατάδηλος | |
35 | γένηται καὶ τοῦ κηρύγματος ἡ περιφάνεια, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία. Καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος· καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ὅρα πῶς παρὰ μι‐ κρὸν ἦλθεν ἀποθανεῖν. Εἰς αὐτὸν τοῦ λέοντος ἐνέπεσε | |
40 | τὸν φάρυγγα. Λέοντα γὰρ τὸν Νέρωνά φησι διὰ τὸ θηριῶδες καὶ ἰσχυρὸν τῆς βασιλείας αὐτοῦ καὶ ἀκα‐ τάπληκτον. Καὶ ἐῤῥύσατό με, φησὶν, ὁ Κύριος, καὶ ῥύσεται. Εἰ ῥύσεται πάλιν, πῶς ἔλεγεν, ὅτι Ἤδη σπένδομαι; Ἀλλὰ πρόσεχε τῇ φωνῇ. Ἐῤῥύσατό | |
45 | με, φησὶν, ἐκ στόματος λέοντος· καὶ πάλιν Ῥύ‐ σεται, οὐκέτι ἐκ στόματος, ἀλλὰ τί; Ἀπὸ παντὸς ἔργου πονηροῦ. Τότε μὲν γάρ με τῶν κινδύνων ἐξήρπασεν· ἐπειδὴ δὲ τὸ ἱκανὸν τῷ εὐαγγελίῳ γέ‐ γονε, ῥύσεταί με πάλιν ἀπὸ παντὸς ἁμαρτήματος, | |
62.657(50) | τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἀπελθεῖν. Καὶ γὰρ καὶ τοῦτο, τὸ δυνηθῆναι μέχρις αἵματος ἀντικαταστῆναι πρὸς τὴν ἁμαρτίαν καὶ μὴ ἐνδοῦναι, ἑτέρου λέοντός ἐστι ῥύσασθαι, τοῦ διαβόλου. Ὥστε μείζων αὕτη τῆς προτέρας ἡ σωτηρία, ὅτε δοκεῖ | |
55 | ἐκδεδόσθαι. Καὶ σώσει εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἄρα αὕτη ἐστὶν ἡ σωτηρία, ὅταν ἐκεῖ διαλάμπωμεν. Τί ἐστι, Σώσει εἰς τὴν βασι‐ λείαν αὑτοῦ; Ἐξαρπάσει με, φησὶ, πάσης αἰτίας, | |
60 | καὶ ἐκεῖ φυλάξει. Τοῦτο γάρ ἐστι σωθῆναι εἰς τὴν βασιλείαν, τὸ ἐνταῦθα δι’ αὐτὴν ἀποθανεῖν. Ὁ μισῶν γὰρ, φησὶ, τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ᾯ ἡ δόξα. Ἰδοὺ δοξολογία τοῦ Υἱοῦ. Ἄσπασαι Πρίσκιλλαν | |
65 | καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Αὐτὸς | Column end |
62.658 | γὰρ ἐκεῖ ἦν ἐν Ῥώμῃ, καθώς φησι· Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Διὰ τῆς προσηγορίας τῆς τούτου καὶ τοὺς ἐν τῇ οἰκίᾳ προθυμοτέρους ποιεῖ ἐν τοῖς τοιού‐ | |
5 | τοις κατορθώμασιν. Ἄσπασαι, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὗτοί εἰσιν ὧν συνεχῶς μέμνηται, παρ’ οἷς καὶ κατήχθη, οἱ τὸν Ἀπολλὼ προσλαβό‐ μενοι. Προτίθησι δὲ τὴν γυναῖκα, ἐμοὶ δοκεῖν, ἅτε σπουδαιοτέραν οὖσαν καὶ πιστοτέραν· καὶ γὰρ καὶ | |
10 | αὕτη τότε προσελάβετο τὸν Ἀπολλώ· ἢ καὶ ἀδιαφό‐ ρως τοῦτο ποιεῖ. Οὐ μικρὰ δὲ τούτοις ἦν παραμυθία ἡ πρόῤῥησις, ἀλλὰ τιμῆς καὶ ἀγάπης εἶχεν ἔνδειξιν, καὶ πολλῆς μετάληψιν χάριτος· ἀρκεῖ γὰρ καὶ ἀσπα‐ σμὸς μόνος τοῦ ἁγίου καὶ μακαρίου ἐκείνου πολλῆς | |
15 | ἐμπλῆσαι χάριτος τὸν τὴν προσηγορίαν δεχόμενον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπ‐ έλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Τοῦτον καὶ τὸν Τυχικὸν ἔγνωμεν ἐν τῇ τῶν Πράξεων βίβλῳ συν‐ αναχθέντας αὐτῷ ἀπὸ τῆς Ἰουδαίας, καὶ παντα‐ | |
20 | χοῦ συνόντας, ἴσως ὡς σπουδαιοτέρους τῶν ἄλλων. Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ, φησὶν, ἀσθε‐ νοῦντα. Διὰ τί γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέλιπες; Οὐ πάντα ἴσχυον οἱ ἀπόστολοι, ἢ οὐ πάντα ᾠκονόμουν τῇ χάριτι, ἵνα μή τις εἰς αὐτοὺς λογίσηται ὑπὲρ | |
25 | ὃ βλέπει. Τοῦτο καὶ ἐπὶ τῶν μακαρίων τῶν πρὸ αὐτῶν γενομένων δικαίων ὁρῶμεν συμβάν· καθά‐ περ ἐπὶ τοῦ Μωϋσέως· ἰσχνόφωνος ἦν· διὰ τί μὴ μετέβαλεν αὐτοῦ τὴν ἰσχνότητα; Πολλάκις ὑπὸ λύπης ἐβάλλετο καὶ ἀθυμίας· εἰς τὴν γῆν τῆς ἐπαγγελίας | |
30 | οὐκ εἰσῆλθε. γʹ. Πολλὰ γὰρ συνεχώρει ὁ Θεὸς, ὥστε δείκνυσθαι τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως. Εἰ γὰρ καὶ τούτων γενομένων, ἔλεγον οἱ ἀναίσθητοι Ἰουδαῖοι, ποῦ ἐστι Μωϋσῆς, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου; εἰ καὶ | |
35 | εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τί οὐκ ἂν ἔπαθον; Εἰ μὴ συνεχώρησεν αὐτοῦ κρατῆσαι τὸν φόβον τὸν τοῦ Φαραὼ, οὐκ ἂν θεὸν αὐτὸν ἐνόμισαν; Οὕτω καὶ περὶ Παύλου καὶ Βαρνάβα τοὺς τὴν Λύ‐ στραν οἰκοῦντας, ὁρῶμεν παθόντας ἐπ’ αὐτῶν, καὶ | |
40 | θεοὺς αὐτοὺς νομίσαντας, ὅτε διαῤῥήξαντες αὑτῶν τὰ ἱμάτια, ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες καὶ λέ‐ γοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Καὶ ὁ Πέτρος πάλιν ἡνίκα τὸν ἐκ γενετῆς χωλὸν ἰάσατο, πάντων | |
45 | ἐκπλαγέντων ἐπὶ τῷ γεγονότι, ἀπεκρίνατο λέγων· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἄκουε δὲ πά‐ λιν καὶ τοῦ μακαρίου Παύλου λέγοντος· Καὶ ἐδόθη | |
62.658(50) | μοι σκόλοψ τῇ σαρκὶ, ἵνα μὴ ὑπεραίρωμαι. Ἀλλὰ ταπεινοφροσύνης, φησὶν, ὁ λόγος. Ἄπαγε, οὐκ ἔστι τοῦτο· οὐ γὰρ διὰ τοῦτο ἐδόθη αὐτῷ σκόλοψ, ἵνα τα‐ πεινοφρονῇ, οὐδὲ διὰ ταπεινοφροσύνην μόνον ἔφη τοῦτο, ἀλλὰ καὶ δι’ ἄλλας αἰτίας. Ὅρα γοῦν πῶς ὁ | |
55 | Θεὸς ἀπολογούμενος, οὔ φησιν αὐτῷ, Ἀρκεῖ σοι ἡ χάρις μου, ἵνα μὴ ὑπεραίρῃ, ἀλλὰ τί; Ἡ γὰρ δύ‐ ναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Δύο τοίνυν συνεγίνετο· καὶ φανερὰ ἐδείκνυτο τὰ γινό‐ | |
μενα, καὶ τὸ ὅλον ἐπεγράφετο τῷ Θεῷ. Διὰ | 655 | |
62.659 | τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν· Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τουτέστι, παθητοῖς καὶ ἀσθενέσι σώμασι. Διὰ τί; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Εἰ | |
5 | μὴ παθητὰ ἦν τὰ σώματα, αὐτοῖς ἂν ἐπεγράφετο ἅπαντα. Καὶ ἀλλαχοῦ ὁρῶμεν αὐτὸν ἀλγοῦντα ἐπὶ ἀῤῥωστίᾳ· περὶ γὰρ τοῦ Ἐπαφροδίτου ἔλεγε· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ πολλὰ δὲ καὶ ἄλλα ἀγνοοῦντα | |
10 | συμφερόντως καὶ αὐτῷ καὶ τοῖς μαθητευομένοις. Τρόφιμον δὲ, φησὶν, ἀπέλιπον ἐν Μιλήτῳ ἀσθε‐ νοῦντα. Ἡ Μίλητος τῆς Ἐφέσου ἐγγὺς οὖσα τυγ‐ χάνει. Ἄρα ὅτε ἀπέπλεεν ἐπὶ τὴν Ἰουδαίαν, ἢ τοῦτο καιροῦ ἄλλου φήσομεν. Μετὰ μὲν γὰρ τὸ | |
15 | γενέσθαι ἐν Ῥώμῃ, πάλιν εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ ἐκεῖθεν πάλιν εἰς ταῦτα τὰ μέρη, οὐκ ἴσμεν. Πάντων γοῦν ὁρῶμεν αὐτὸν μεμονωμένον. Δημᾶς με γὰρ ἐγκατέλιπε, φησί· Κρήσκης γὰρ εἰς Γαλα‐ τίαν, Τίτος εἰς Δαλματίαν· Ἔραστος ἔμεινεν ἐν | |
20 | Κορίνθῳ· Τρόφιμον ἀπέλιπον ἐν Μιλήτῳ ἀσθε‐ νοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπά‐ ζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία. Τοῦτον τὸν Λίνον ἱστοροῦσί τινες δεύτε‐ ρον μετὰ τὸν Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων Ἐκ‐ | |
25 | κλησίας γεγενῆσθαι. Καὶ Λίνος, φησὶ, καὶ Κλαυδία. Ὁρᾷς πῶς καὶ γυναῖκες ἦσαν διάπυροι περὶ τὴν πίστιν καὶ θερμαί; οἷον ἡ Πρίσκιλλα, οἷον αὐτὴ ἡ Κλαυδία, ἤδη ἐσταυρωμέναι, ἤδη παρατεταγμέναι. Καὶ τί γὰρ δήποτε τοσούτων ὄντων πιστῶν, τούτων | |
30 | μέμνηται τῶν γυναίων; Ἦ δῆλον, ὡς ἐκβεβηκότων ἤδη τῇ γνώμῃ τῶν κοσμικῶν πραγμάτων· ὡς μᾶλλον λαμπόντων· οὐ γὰρ ἔστιν ἐμποδισθῆναι γυναῖκα οὖσαν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ χάριτος ἔργον, τὸ τὴν φύσιν ταύτην ἐν τοῖς βιωτικοῖς μόνον | |
35 | ἐμποδίζειν, μᾶλλον δὲ οὐδὲ ἐκεῖ. Οὐδὲ γὰρ μικρὸν τῆς πάσης διοικήσεως ἀναδέδεκται μέρος ἡ γυνὴ, τὸ οἰκουρόν· ἀλλ’ ἐκείνης χωρὶς, οὐδὲ τὰ πολιτικὰ δυνήσεται συστῆναί ποτε. Εἰ γὰρ μέλλοι θορύβου καὶ ταραχῆς ἐμπεπλῆσθαι τὰ κατὰ τὴν οἰκίαν, ἕκα‐ | |
40 | στος τῶν πολιτευομένων ἔμελλεν οἴκοι καθῆσθαι, καὶ τὰ κατὰ τὴν πόλιν κακῶς ἂν διακείσεται. Ὥστε οὐδὲ ἐν ἐκείνοις τὸ ἔλαττον ἔχει, οὐδὲ ἐν τοῖς πνευματι‐ κοῖς. Δύναται γὰρ μυριάκις ἀποθανεῖν, εἴ γε βού‐ λοιτο· πολλαὶ γοῦν καὶ ἐμαρτύρησαν· δύναται σω‐ | |
45 | φροσύνην ἀσκῆσαι, καὶ μᾶλλον τῶν ἀνδρῶν, ἅτε οὐ τοσαύτης ἐνοχλούσης αὐτῇ φλογὸς, καὶ κοσμιότητα καὶ σεμνότητα ἐπιδείξασθαι, καὶ ἁγιασμὸν, Οὗ χω‐ ρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, καὶ χρημάτων ὑπ‐ εροψίαν, εἴ γε θέλοιεν, καὶ πάντα ἁπλῶς τὰ ἄλλα. | |
62.659(50) | Σπούδασον, φησὶ, πρὸ χειμῶνος ἐλθεῖν. Πῶς αὐτὸν κατεπείγει; καὶ οὐδαμοῦ τὸ λυπηρὸν τίθησιν· οὐ λέγει, πρὶν ἐμὲ τελευτῆσαι, ἵνα μὴ λυπήσῃ, ἀλλὰ, Πρὸ χειμῶνος ἐλθεῖν, ἵνα μὴ κατασχεθῇς. Ἀσπά‐ ζεταί σε, φησὶν, Εὔβουλος, καὶ Πούδης, καὶ | |
55 | Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. Ὀνο‐ μαστὶ αὐτῶν οὐ μέμνηται. Ὁρᾷς ὅτι ἐκεῖνοι θερ‐ μότεροι ἦσαν; Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμει‐ νον. Μὴ ἄλγει, φησὶν, ὅτι ἀφίσταμαι· ὁ Κύριος | |
60 | μετὰ σοῦ. Καὶ οὐκ εἶπε, Μετὰ σοῦ, ἀλλὰ, Μετὰ τοῦ πνεύματός σου. Διπλῆ ἡ βοήθεια τῆς χάριτος τοῦ Πνεύματος καὶ τοῦ Θεοῦ βοηθοῦντος αὐτῇ. Καὶ ἄλλως δὲ οὐκ ἔστιν εἶναι τὸν Θεὸν μεθ’ ἡμῶν, μὴ τῆς χάριτος οὔσης τῆς πνευματικῆς· εἰ γὰρ ἐγκα‐ | |
65 | ταλειφθείημεν, πῶς ἔσται μεθ’ ἡμῶν; Ἡ χάρις μεθ’ | Column end |
62.660 | ἡμῶν. Ἀμήν. Καὶ ἑαυτῷ λοιπὸν ἐπεύχεται· τουτ‐ έστιν, ὥστε ἀεὶ εὐαρέστους εἶναι αὐτῷ, ὥστε χάριν ἔχειν μετὰ τοῦ χαρίσματος· ταύτης γὰρ οὔσης, οὐδὲν ἔσται λυπηρόν. Ὥσπερ γὰρ ὁ τὸν βασιλέα ὁρῶν, | |
5 | καὶ χάριν ἔχων παρ’ αὐτῷ, οὐδενὸς ἐπαισθάνεται λυπηροῦ· οὕτω κἂν τῶν φίλων ἀπολιμπανώμεθα, κἂν εἰς δεινόν τι περιπέσωμεν, οὐδενὸς αἴσθησιν ληψόμεθα, τῆς χάριτος οὔσης ἐκείνης καὶ τειχιζού‐ σης ἡμᾶς. | |
10 | δʹ. Πῶς δὲ ἔνι τὴν χάριν ἐπισπάσασθαι λοιπόν; Τὰ τῷ Θεῷ φίλα πράττοντα, καὶ ἐν πᾶσιν αὐτῷ ὑπ‐ ακούοντα. Ἢ καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὐκ ἐκεί‐ νους ὁρῶμεν χάριν ἔχοντας τῶν οἰκετῶν, ὅσοι μὴ τὰ αὐτῶν μεριμνῶσιν, ἀλλὰ τὰ τῶν δεσποτῶν πάσῃ | |
15 | ψυχῇ καὶ προθυμίᾳ, οὐ δι’ ἀνάγκην μόνην δεσποτικὴν, ἀλλὰ καὶ διὰ προθυμίαν καὶ διὰ φιλοστοργίαν εὖ δια‐ τιθῶσιν ἅπαντα; Ὅταν ἀεὶ ἐν τοῖς ὀφθαλμοῖς ὦσι τοῖς αὐτῶν, ὅταν ἐπὶ τῆς οἰκίας στρέφωνται, ὅταν μη‐ δὲν ἴδιον πραγματεύωνται, μηδὲ τῶν οἰκείων φροντί‐ | |
20 | ζωσι, μᾶλλον δὲ ἀντὶ τῶν ἰδίων ἔχωσι τὰ δεσποτικά; Ὁ γὰρ τὰ αὑτοῦ τοῦ δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ τοῦ δεσπότου πεποίηκεν, ἀλλὰ τὰ τοῦ δε‐ σπότου αὑτοῦ· ὁμοίως αὐτῷ ἐπιτάττει ἐν τοῖς ἐκεί‐ νου, ὁμοίως ἐκείνῳ κρατεῖ. Πολλοὶ δὲ τῶν οἰκετῶν | |
25 | μᾶλλον αὐτὸν δεδοίκασι, καὶ ὅπερ ἂν εἴπῃ οὗτος, τοῦτο κἀκεῖνος· πάντες οἱ ἐχθροὶ λοιπὸν ἐν φόβῳ. Εἰ δὲ ὁ ἐν τοῖς βιωτικοῖς τῶν αὑτοῦ καταφρονήσας, καὶ τὰ τοῦ δεσπότου ἑλόμενος, οὐχὶ κατεφρόνησε τῶν αὑ‐ τοῦ, ἀλλὰ μᾶλλον μειζόνων ἐπέτυχε· πολλῷ μᾶλλον | |
30 | ἐν τοῖς πνευματικοῖς. Καταφρόνησον τῶν σῶν, καὶ ἔλαβες τὰ τοῦ Θεοῦ· βούλεται αὐτὸς τοῦτο. Κατα‐ φρόνησον τῆς γῆς, καὶ ἅρπασον τὴν βασιλείαν τῶν οὐρανῶν· ἐκεῖ δίαγε, μὴ ἐνταῦθα· ἐκεῖθεν ἔσο φοβερὸς, μὴ ἐνταῦθα. Ἐκεῖθεν ἂν ᾖς φοβερὸς, οὐχὶ | |
35 | ἀνθρώποις μόνον, ἀλλὰ καὶ δαίμοσι καὶ αὐτῷ τῷ διαβόλῳ ἔσῃ φοβερός· ἂν δὲ ἀπὸ τῶν χρημάτων τῶν ἐνταῦθα, ἐκείνοις εὐκαταφρόνητος ἔσῃ, πολλάκις δὲ καὶ ἀνθρώποις· ὅσα ἂν πλουτήσῃς, ἐν τοῖς δουλικοῖς πλουτήσεις· ἂν δὲ τούτων ὑπερίδῃς, ἐν τῷ οἴκῳ τῷ | |
40 | βασιλικῷ λαμπρὸς ἔσῃ. Τοιοῦτοι ἦσαν οἱ ἀπόστολοι, καταφρονήσαντες τῆς δουλικῆς οἰκίας, καὶ τῶν ἐνταῦθα χρημάτων. Καὶ ὅρα πῶς τοῖς δεσποτικοῖς ἐπέταττον. Ὁ δεῖνα, φησὶν, ἀπηλλάχθω νόσου, ἕτερος δαιμόνων, καὶ δῆσον ἐκεῖνον, καὶ λῦσον τοῦτον. Ἐπὶ | |
45 | γῆς τοῦτο ἐγίνετο, ἀλλ’ ὡς ἐν οὐρανοῖς ἐτελεῖτο. Ὅσα γὰρ ἂν δήσητε, φησὶν, ἐπὶ γῆς, ἔσται δεδε‐ μένα ἐν τῷ οὐρανῷ. Καὶ μείζονα αὐτοῖς ἔδωκεν αὐτοῦ ἐξουσίαν. Καὶ ὅτι οὐκ ἐψευσάμην, ἄκουε αὐτοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐμὲ, μείζονα ποιήσει | |
62.660(50) | ὧν ἐγὼ ποιῶ. Τί δήποτε; Ὅτι καὶ οὕτως εἰς τὸν Δεσπότην ἡ τιμὴ διαβαίνει. Ἐπεὶ καὶ ἐν τοῖς ἡμε‐ τέροις πράγμασιν, ὅταν μεγάλα δύνηται ὁ οἰκέτης, μᾶλλον θαυμάζεται ὁ δεσπότης. Εἰ γὰρ ὁ οἰκέτης τοσαῦτα δύναται, πόσῳ μᾶλλον ὁ κρατῶν αὐτοῦ; Εἰ | |
55 | δέ τις ἀφεὶς τὴν δεσποτικὴν ὑπηρεσίαν, φροντίζοι τῆς αὑτοῦ γυναικὸς καὶ τοῦ παιδίου καὶ τοῦ οἰκέτου, καὶ βούλοιτο πλουτεῖν, ἀποτίθεσθαι ἐκεῖ, ἢ κλέπτων, ἢ λυμαινόμενος τοῖς δεσποτικοῖς, ταχέως καὶ ἑαυτὸν μετὰ τῶν χρημάτων προσαπώλεσε. Διὸ ταῦτα | |
60 | ἔχοντες τὰ ὑποδείγματα, παρακαλῶ, μὴ φροντίζωμεν τῶν ἡμετέρων, ἵνα φροντίζωμεν ἑαυτῶν· καταφρο‐ | |
νῶμεν αὐτῶν, ἵνα κτησώμεθα αὐτά. Ἂν ἡμεῖς αὐτῶν | 657 | |
62.661 | καταφρονήσωμεν, αὐτὸς αὐτῶν ἐπιμελήσεται· ἂν ἡμεῖς ἐπιμελησώμεθα αὐτῶν, ὁ Θεὸς αὐτῶν κατα‐ φρονήσει. Ἐν τοῖς τοῦ Θεοῦ κάμνωμεν, μὴ ἐν τοῖς ἡμετέροις, μᾶλλον δὲ ἐν τοῖς ἡμετέροις· τὰ γὰρ | |
5 | αὐτοῦ ἡμέτερα. Οὐ λέγω οὐρανὸν, οὐ λέγω γῆν, οὐ λέγω τὰ ἐν κόσμῳ· ταῦτα γὰρ αὐτοῦ ἀνάξια, ταῦτα οὐχ ἡμῶν μόνον ἐστὶν, ἀλλὰ καὶ τῶν ἀπίστων· ἀλλὰ τίνα λέγω αὐτοῦ; Δόξαν, βασιλείαν· ταῦτα καὶ αὐτοῦ, καὶ ἡμέτερα δι’ αὐτόν. Πῶς; Εἰ συναπεθάνομεν, | |
10 | φησὶ, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβα‐ σιλεύσομεν. Συγκληρονόμοι ἐγενόμεθα, καὶ ἀδελ‐ φοὶ λεγόμεθα. Τί ἡμεῖς ἑαυτοὺς κάτω κατάγομεν, αὐτοῦ ἡμᾶς ἄνω καὶ πρὸς ἑαυτὸν ἕλκοντος; Μέχρι πότε πενιχροὶ, μέχρι πότε πτωχοί; οὐρανὸς πρό‐ | |
15 | κειται, καὶ ἡμεῖς περὶ τὴν γῆν στρεφόμεθα; οὐρα‐ νοῦ βασιλεία, καὶ ἡμεῖς τὴν ἐνθάδε πενίαν αἱρού‐ μεθα; ζωὴ ἀθάνατος, καὶ ἡμεῖς περὶ ξύλα καὶ λίθους καὶ ἀγροὺς δαπανώμεθα; Γενοῦ πλούσιος, τοῦτο κἀγὼ βούλομαι· πλεονέκτησον, καὶ ἅρπασον· | |
20 | ἐνταῦθα οὐκ ἔστι μέμψις· ἐνταῦθα τὸ μὴ πλεονεκτῆ‐ σαι ἔγκλημα, ἐνταῦθα τὸ μὴ ἁρπάσαι κατηγορία. Τί δὴ τοῦτό ἐστιν; Ἡ βασιλεία, φησὶ, τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Γενοῦ βίαιος ἐκεῖ, γενοῦ ἅρπαξ, οὐ μειοῦται τὸ ἁρπαζόμενον. | |
25 | Οὐδὲ γὰρ μερίζεται ἡ ἀρετὴ, οὐ μειοῦται οὐδὲ ἡ εὐσέβεια, οὐδὲ ἡ βασιλεία τῶν οὐρανῶν. Τότε αὔξε‐ ται ἡ ἀρετὴ, ὅταν ἁρπάσῃς· τότε τὰ σωματικὰ μειοῦ‐ ται, ὅταν ἁρπάσῃς· καὶ δῆλον ἐκεῖθεν. Ἔστωσαν ἐν πόλει μύριοι ἄνδρες· οὗτοι ἂν μὲν πάντες ἁρπά‐ | |
30 | ζωσι τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην, ἐπλεόνασαν αὐτήν· ἐν γὰρ τοῖς μυρίοις γίνονται δίκαιοι· ἂν δὲ μὴ ἁρπάσωσιν, ἠλάττωσαν· οὐδαμοῦ γὰρ φαίνεται. εʹ. Ὁρᾷς ὅτι ἐν τῷ ἁρπάζεσθαι πλεονεκτεῖ μᾶλλον τὰ ἀγαθά· ταῦτα δὲ ἐν τῷ ἁρπάζεσθαι μειοῦται μᾶλλον; | |
35 | Μὴ τοίνυν τῇ πενίᾳ προσκαθεζώμεθα, ἀλλὰ τὸν πλοῦτον ἑλώμεθα. Πλοῦτος Θεοῦ ἐστι τὸ πολλοὺς εἶναι τοὺς ἀπολαύοντας τῆς βασιλείας. Ὁ πλουτῶν, φησὶν, εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐ‐ τόν. Αὔξησον αὐτοῦ τὴν οὐσίαν· αὐξήσεις δὲ, ἂν ἁρ‐ | |
40 | πάσῃς, ἂν πλεονεκτήσῃς, ἂν βιάσῃ. Βίας ὄντως χρεία. Τί δήποτε; Ὅτι πολλοὶ οἱ κωλύοντες, γυναῖ‐ κες, παῖδες, φροντίδες, τὰ κοσμικὰ πράγματα, μετὰ τούτων δαίμονες, καὶ αὐτὸς ὁ τῶν δαιμόνων ἀρχ‐ ηγέτης ὁ διάβολος. Δεῖ τοίνυν βίας, δεῖ καρτερίας. Ὁ | |
45 | βιαζόμενος ἐν πόνοις ἐστί. Πῶς; πάντα ὑπομένει, καὶ πρὸς ἀνάγκην ἵσταται. Πῶς; σχεδὸν τοῖς ἀδυνά‐ τοις ἐπιχειρεῖ. Εἰ τοίνυν οἱ μὲν βιαζόμενοι τοιοῦτοι, ἡμεῖς δὲ οὐδὲ τοῖς δυνατοῖς ἐπιχειροῦμεν, πότε ἐπι‐ τευξόμεθα; πότε ἀπολαυσόμεθα τῶν σπουδαζομένων; | |
62.661(50) | Βιασταὶ, φησὶν, ἁρπάζουσι τὴν βασιλείαν τῶν | |
οὐρανῶν. Βίας χρεία καὶ ἁρπαγῆς· οὐ γὰρ ἁπλῶς | Column end | |
62.662 | πρόκειται, οὐδὲ ἐξ ἑτοίμου. Ὁ ἁρπάζων, διαπαντὸς νήφει, διεγήγερται, φροντίζει καὶ μεριμνᾷ, ὥστε εὐ‐ καίρως ἐπιθέσθαι τῇ ἁρπαγῇ. Οὐχ ὁρᾶτε ἐν τοῖς πολέμοις, ὅτι ὁ ἁρπάσαι βουλόμενος δι’ ὅλης τῆς | |
5 | νυκτὸς ἀγρυπνεῖ; δι’ ὅλης ὥπλισται; Εἰ τοίνυν οἱ τὰ βιωτικὰ ἁρπάζοντες, καὶ νύκτα ἀγρυπνοῦσι, καὶ ὁπλίζονται, πῶς τὰ τούτων μείζονος δεόμενα τῆς σπουδῆς, τὰ πνευματικὰ, ἁρπάσαι βουλόμενοι, καὶ ἐν ἡμέρᾳ καθεύδομεν καὶ ῥέγχομεν, καὶ ἀεὶ ἄοπλοι | |
10 | καὶ γυμνοὶ διατελοῦμεν; Ὁ γὰρ ἐν ἁμαρτίαις στρε‐ φόμενος, ἄοπλός ἐστι καὶ γυμνὸς, ὥσπερ ὁ ἐν δικαιο‐ σύνῃ, ὡπλισμένος. Οὐκ ἐλεημοσύνῃ περιφράττομεν ἑαυτοὺς, οὐ τὰς ἀναπτομένας λαμπάδας ἑαυτοῖς εὐ‐ τρεπίζομεν, οὐ συμφραττόμεθα ὅπλοις πνευματικοῖς | |
15 | οὐ τὴν ὁδὸν μανθάνομεν τὴν ἐκεῖ φέρουσαν, οὐ νή‐ φομεν, οὐ διεγηγέρμεθα· διὰ τοῦτο ἁρπάσαι οὐδὲν δυνάμεθα. Εἴ τις βασιλείᾳ ἐπιθέσθαι βούλοιτο, οὐχὶ θανάτους μυρίους ἑαυτῷ ὑποτίθησι πρότερον; οὐχὶ συμφραξάμενος, οὐχὶ μελετήσας τὴν πολεμικήν; οὐχὶ | |
20 | πάντα ὑπὲρ τούτου πράττει, καὶ οὕτως ὁρμᾷ πρὸς τὴν ἐπίθεσιν; Ἀλλ’ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καθεύδον‐ τες ἁρπάζειν βουλόμεθα· τοιγάρτοι διὰ τοῦτο κεναῖς ἄπιμεν χερσίν. Οὐχ ὁρᾷς τοὺς ἁρπάζοντας, πῶς φεύγουσι, πῶς τρέχουσι, πῶς διατέμνουσιν ἅπαντα; | |
25 | Δρόμου χρεία· εὐθέως γάρ σου κατατρέχει ὁ διάβο‐ λος, καὶ τοῖς ἔμπροσθεν κελεύει κατασχεῖν. Ἀλλ’ ἐὰν ᾖς ἰσχυρὸς, ἐὰν ᾖς διεγηγερμένος, τὸν μὲν ἐλάκτι‐ σας, τὸν δὲ ἀπώσω, πάντας διέφυγες ὡς πτηνός· κἂν ἀπέλθῃς λοιπὸν ἐντεῦθεν, κἂν τὴν ἀγορὰν ὑπερ‐ | |
30 | βῇς, καὶ τὸν πολὺν θόρυβον, ὅπερ ἐστὶν ὁ βίος, καὶ πρὸς τὰ μετέωρα τούτων ἔλθῃς, ὅπερ ἐστὶν ὁ μέλλων αἰών. Καθάπερ γὰρ ἐν ἐρημίᾳ, οὐδεὶς θόρυβος, οὐ‐ δεὶς ὁ ἐνοχλῶν, οὐδεὶς ὁ κατέχων. Ἀνηρπάσω; ὀλί‐ γου δεῖ τόνου μετὰ τὴν ἁρπαγὴν, ὥστε μὴ ἀφαιρε‐ | |
35 | θῆναι τὸ ληφθέν· ἂν τρέχωμεν, ἂν μηδὲν ὁρῶμεν τῶν πρὸ τῶν ὀφθαλμῶν κειμένων, ἂν μηδὲν ἕτερον φροντίζωμεν, ἀλλ’ ὥστε τοὺς κωλύοντας διαδρᾶναι, δυνησόμεθα τὰ ἁρπαγέντα κατέχειν μετὰ ἀσφαλείας. Ἥρπασας τὴν σωφροσύνην; μὴ μείνῃς, φεῦγε, πόῤ‐ | |
40 | ῥω γενοῦ τοῦ διαβόλου· ἂν ἴδῃ, ὅτι οὐκέτι δύναται καταλαβεῖν, οὐδὲ διώξει. Οὕτω καὶ ἡμεῖς, ὅταν τοὺς ἁρπάσαντάς τι μηκέτι βλέπωμεν, ὡς ἀπαγορεύσαν‐ τες, οὔτ’ αὐτοὶ κατατρέχομεν, οὔτε ἑτέροις παρακε‐ λευόμεθα κατέχειν, ἀλλ’ ἀφίεμεν ἀπελθόντας μένειν. | |
45 | Οὕτω καὶ σὺ δράμε σφοδρῶς παρὰ τὴν ἀρχήν. Ὅταν πόῤῥω γένῃ τοῦ διαβόλου, οὐδὲ ἐπιχειρήσει λοιπὸν, ἀλλ’ ἔσῃ ἐν ἀσφαλείᾳ, τῶν ἀγαθῶν ἀπολαύων τῶν ἀποῤῥήτων μετ’ ἀδείας· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ | |
62.662(50) | οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων. Ἀμήν. | 659 |