TLG 2062 164 :: JOANNES CHRYSOSTOMUS :: In epistulam i ad Timotheum (homiliae 1–18)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam i ad Timotheum (homiliae 1–18)

Citation: Vol — pg — (ln)

62

.

501

(21t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
22tΙΩΑΝΝΟΥ
23tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
24tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
25tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ.
26ΥΠΟΘΕΣΙΣ. Τῶν τοῦ Ἀποστόλου μαθητῶν εἷς καὶ ὁ Τιμό‐ θεος ἦν. Καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστρᾳ καὶ
30Ἰκονίῳ ἀδελφῶν· ὃς ἅμα τε μαθητὴς ἐγένετο, καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον μὴ κηρῦξαι, ἀλλὰ καὶ παθεῖν·
35περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτῃ· οὕτω τε αὐτῷ πᾶσαν τὴν οἰκονομίαν ἐνεπίστευσεν. Ἤρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα, ὅστις ἐστί. Καὶ γὰρ καὶ ἀλλαχοῦ αὐτῷ μαρτυρεῖ γράφων [καὶ λέγων], Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε,
40ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ
Εὐαγγέλιον· καὶ Κορινθίοις πάλιν ἐπιστέλλει λέγων,Column end

62

.

502

(27)

Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· καὶ πάλιν, Βλέ‐ πετε μή τις αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυ‐
30ρίου ἐργάζεται, ὡς κἀγώ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε, Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολε‐ λυμένον· καὶ πολλὴν πανταχόθεν εὕροι τις ἂν αὐτοῦ τὴν ἀγάπην. Καὶ τὰ νῦν δὲ γενόμενα θαύ‐ ματα δείκνυσιν αὐτοῦ τὴν παῤῥησίαν.
35 Εἰ δέ τις ἐξετάζοι, τί δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς ὁμοίως· φησὶ γὰρ αὐτὸς γράφων. Καὶ Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ· καὶ Κλήμης δὲ εἷς τῶν συνόντων αὐτῷ ἐτύγχανε· φησὶ γὰρ καὶ
40περὶ αὐτοῦ, Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν
συνεργῶν μου· τίνος οὖν ἕνεκεν Τίτῳ καὶ Τιμοθέῳ501

62

.

503

γράφει μόνοις; Ὅτι τούτοις ἤδη Ἐκκλησίας ἦν ἐγ‐ κεχειρικὼς, ἐκείνους δὲ ἔτι μεθ’ ἑαυτοῦ περιῆγε· τούτους δὲ φανεροῖς τισι τόποις ἀφώρισε. Τοσαύτη γὰρ ἦν αὐτοῦ ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲν
5τὴν νεότητα ἐμποδίσαι. Διὰ τοῦτο γράφων φησί· Μηδείς σου τῆς νεότητος καταφρονείτω. [καὶ πάλιν, Τὰς νεωτέρας, φησὶν, ὡς ἀδελφάς.] Ὅταν γὰρ ᾖ ἀρετὴ, πάντα περιττὰ, καὶ οὐδὲν ἐμποδὼν γένοιτ’ ἄν. Καὶ γὰρ περὶ ἐπισκόπων διαλεγόμενος,
10καὶ πολλὰ περὶ αὐτῶν εἰπὼν, οὐδαμοῦ περὶ τῆς ἡλικίας ἀκριβολογεῖται. Εἰ δὲ λέγοι γράφων, Τέκνα ἐν ὑποταγῇ ἔχοντα, καὶ, Μιᾶς γυναικὸς ἄνδρα,
οὐ τοῦτό φησιν, ὡς ἀναγκαῖον καὶ τέκνα ἔχειν καὶColumn end

62

.

504

γυναῖκα, ἀλλ’, εἰ συμβαίη ποτὲ ἀπὸ κοσμικῶν ἄγεσθαι, ἵνα τοιοῦτοι ὦσιν, ὡς καὶ οἰκίας εἰδέναι προεστάναι καὶ παίδων καὶ τῶν ἄλλων ἁπάντων. Εἰ γὰρ καὶ κοσμικὸς εἴη, καὶ μηδὲ ἐν τούτοις χρήσιμος
5γεγονὼς, πῶς ἂν ἐπιστεύθη φροντίδα Ἐκκλησίας; Τίνος δὲ ἕνεκεν ἐπέστελλε, φησὶ, τῷ μαθητῇ εἰς δι‐ δασκαλίαν τεταγμένῳ λοιπόν; οὐ γὰρ ἔδει πρότερον ἀπαρτισθῆναι αὐτὸν, εἶτα πέμπεσθαι; Ἀλλ’ ἐδεῖτο διδασκαλίας οὐ τῆς αὐτῆς, ἧς οἱ μαθηταὶ, ἀλλὰ τῆς
10διδασκάλῳ πρεπούσης. Ὅρα οὖν αὐτὸν δι’ ὅλης τῆς ἐπιστολῆς διδασκάλῳ προσήκουσαν ποιούμενον τὴν διδασκαλίαν. Καὶ εὐθέως ἐκ τοῦ προοιμίου οὐκ εἶπεν, ἵνα μὴ προσέχῃς τοῖς ἑτεροδιδασκαλοῦσιν, ἀλλὰ τί; Ἵνα παραγγείλῃς αὐτοῖς μὴ ἑτεροδιδασκα‐
15λεῖν.Column end

62

.

503

(16)

ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ, τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ
20 τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. αʹ. Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, μέγα καὶ θαυμαστόν· καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτι‐
25θέντα τὰς αἰτίας τοῦ ἀξιώματος, οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα, καὶ ἀνάγκην ἔχοντα. Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ, Διὰ θελήματος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ μοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο
30ἀφωρίσθαι λέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιμίας καὶ ἀλαζονείας ἐστίν. Ὥσπερ γὰρ ὁ ἐπιπηδῶν μὴ δε‐ δομένῃ παρὰ Θεοῦ τιμῇ, μέμψεως ἄξιος τῆς ἐσχάτης· οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν, ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας. Τοῦ‐
35το γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς ὁ Παῦλός φησιν, οὕτω λέγων, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ. Οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ, Κατ’ ἐπιταγήν. Ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξ
40ἴσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. Καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; Εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ πανταχοῦ δὲ γράφων προστίθησι τὸ
45ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα· ὁ γὰρ Ἀπό‐ στολος οὐδὲν ἂν ἴδιον λέγοι· καὶ εἰπὼν Ἀπόστολον, εὐθέως τοῦ ἀκροατοῦ τὴν διάνοιαν εἰς τὸν ἀποστεί‐ λαντα παραπέμπει. Διὰ τοῦτο πασῶν τῶν ἐπιστο‐

62

.

503

(50)

λῶν τοῦτο προτίθησιν, ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ οὕτω λέγων· Παῦλος ἀπόστολος Ἰησοῦ Χρι‐ στοῦ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν. Καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ παντα‐ χοῦ ὁ Χριστὸς αὐτῷ διαλέγεται· τί γάρ φησι;
55Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε· καὶ πάλιν, Καίσαρί σε δεῖ παραστῆναι. Ἀλλ’ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ, [καὶ] ταῦτα τοῦ Πατρὸς
ἐπιτάγματα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύ‐Column end

62

.

504

(17)

ματος τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ἐξεπέμφθη, ὑπὸ τοῦ Πνεύ‐ ματος, ἀφωρίσθη ὑπὸ τοῦ Πνεύματος, καί φησιν ἐπιταγὴν εἶναι Θεοῦ. Τί οὖν; μὴ ἄρα ἐλαττοῖ τοῦ
20Υἱοῦ τὴν ἐξουσίαν τὸ τὸν Ἀπόστολον αὐτοῦ κατ’ ἐπι‐ ταγὴν τοῦ Πατρὸς πεπέμφθαι; Οὐδαμῶς· ὅρα γὰρ πῶς αὐτὴν κοινὴν ἐποίησεν. Εἰπὼν γὰρ, Κατ’ ἐπιτα‐ γὴν Θεοῦ Σωτῆρος ἡμῶν, ἐπήγαγε, Καὶ Κυρίου Χριστοῦ Ἰησοῦ, τῆς ἐλπίδος ἡμῶν. Ὅρα πῶς
25κυρίως τὰ ἐπώνυμα τέθεικε. Καὶ μὴν ὁ Ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι, λέγων, Ἡ ἐλπὶς πάν‐ των τῶν περάτων τῆς γῆς· καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθί φησιν, Εἰς τοῦτο γὰρ κο‐ πιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ
30ζῶντι καὶ ἀληθινῷ. Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείο‐ νας. Πατάξω γὰρ, φησὶ, τὸν ποιμένα, καὶ δια‐ σκορπισθήσεται τὰ πρόβατα. Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ’ αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε
35ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιμνίου διασπειρο‐ μένου. Πρόβατα μὲν γὰρ ἀποκτείνας, τὸ ποίμνιον ἠλάττωσε· τὸν δὲ ποιμένα ἐκ μέσου ποιήσας, ὁλό‐ κληρον τὴν ποίμνην ἐλυμήνατο. Ἅτε οὖν ἐν ἐλάτ‐ τονι πόνῳ μείζονα ἐργαζόμενος, καὶ ἐν μιᾷ ψυχῇ
40τὸ πᾶν λυμαινόμενος, τούτοις ἐφίσταται μᾶλλον. Διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστᾷ λέγων, Σωτῆρα τὸν Θεὸν ἔχομεν, καὶ ἐλπίδα τὸν Χρι‐ στόν. Πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας· κινδυνεύομεν, ἐπιβουλευόμεθα, ἀλλ’ ἔχομεν σώζοντα,
45οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Οὔτε οὖν ὁ σώζων ἀσθενεῖ· Θεὸς γάρ ἐστι, καὶ οἷοι ἐὰν ὦσιν οἱ κίνδυνοι, οὐ πε‐ ριέσονται ἡμῶν· οὔτε ἡ ἐλπὶς καταισχύνεται· Χρι‐ στὸς γάρ ἐστι. Δύο γὰρ τούτοις φέρομεν τοὺς κινδύ‐ νους, ἢ ταχέως αὐτῶν ἀπαλλαττόμενοι, ἢ χρησταῖς

62

.

504

(50)

ἐλπίσι τρεφόμενοι. Πῶς δὲ οὐδαμοῦ τοῦ Πατρὸς Ἀπό‐ στολον ἑαυτὸν εἶναί φησιν, ἀλλὰ τοῦ Χριστοῦ; Πάντα κοινοποιεῖ, καὶ Εὐαγγέλιον δὲ αὐτὸ λέγει τοῦ Θεοῦ· Ὅσα γὰρ ἂν πάθωμεν, φησὶν, οὐδέν ἐστι τὰ ἐνταῦθα. Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει. Καὶ τοῦτο πα‐
55ρακλητικόν. Εἰ γὰρ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, οὐχ ἁπλῶς, ἀλλὰ γνήσιον, θαῤῥήσει καὶ περὶ τῶν μελλόντων. Πίστεως δὲ τὸ,
κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ503

62

.

505

καταπίπτειν μηδὲ θορυβεῖσθαι. Ἀλλ’ ἰδοὺ καὶ τέκνον, καὶ γνήσιον τέκνον, καὶ οὐδαμοῦ τῆς αὐτῆς ἐστιν οὐσίας. Ἀλλὰ τί; ἄλογον ἦν; Ἀλλ’ οὐκ ἦν ἐκ Παύ‐ λου, φησίν· ὥστε οὐ τοῦ ἔκ τινος εἶναι τοῦτο δηλω‐
5τικόν. Τί οὖν; ἑτεροούσιος ἦν; Οὐδὲ τοῦτο. Εἰπὼν γὰρ τέκνον, διὰ τοῦτο προσέθηκεν, Ἐν πίστει, ὥστε δη‐ λῶσαι ὅτι γνήσιος ἦν καὶ ἐξ αὐτοῦ ἦν· οὐδὲν ἐνήλ‐ λακτο, κατὰ τὴν πίστιν τὸ ἐμφερὲς εἶχεν· ὃ καὶ ἐν τοῖς ἀνθρωπίνοις ἐπὶ τῆς οὐσίας ἐστὶν, ὅμοιός ἐστιν
10υἱὸς τῷ πατρὶ, ἀλλ’ οὐχ οὕτως, ὡς ἐπὶ Θεοῦ· πλείων γὰρ ἐγγύτης ἐκεῖ. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ τῇ οὐσίᾳ ταυτόν εἰσιν, ἀλλ’ ἑτέροις πολλοῖς διεστήκασι, χρώ‐ ματι, σχήματι, συνέσει, χρόνῳ, προαιρέσει, τοῖς περὶ ψυχὴν, τοῖς περὶ σῶμα, τοῖς ἐκτὸς, καὶ πλείοσιν
15ἑτέροις διεστήκασιν ἀλλήλων, ἢ συνάπτονται πρὸς ἀλλήλους· ἐκεῖ δὲ τούτων οὐδὲν ἔστι τῶν διαφραγμά‐ των. Τὸ, Κατ’ ἐπιταγὴν, τοῦ, Κλητὸς, ἐνεργέστερόν ἐστι, καθὼς καὶ ἀλλαχόθεν ἔστι μαθεῖν. Ὅμοιον δὲ τοῦ, Τιμοθέῳ γνησίῳ τέκνῳ, καὶ Κορινθίοις φησὶν,
20Ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα, τουτέστιν ἐν πίστει. Τὸ δὲ, γνήσιον, προστίθησι, τὴν ἀκριβῆ καὶ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν, καὶ τὴν διάθεσιν τὴν πολλήν. Ἰδοὺ
25τὸ, ἐν, πάλιν ἐπὶ τῆς πίστεως· Γνησίῳ γὰρ τέκνῳ ἐν πίστει, φησίν. Ὅρα δὲ καὶ τὸ ἐγκώμιον ὅσον, εἴ γε μὴ μόνον υἱὸν αὑτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνή‐ σιον τέκνον. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου
30ἡμῶν. βʹ. Διὰ τί τῶν ἄλλων ἐπιστολῶν οὐδαμοῦ τὸν ἔλεον προέταξεν, ἀλλ’ ἐνταῦθα; Καὶ τοῦτο ἀπὸ πολλῆς φι‐ λοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοι‐ κὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων. Οὕτω γὰρ ἐδεδοίκει, ὡς,
35ὃ μηδαμοῦ πεποίηκε, καὶ σωματικῶν ἕνεκεν ἐπιστεῖ‐ λαι πρὸς αὐτὸν, ὡς ὅταν λέγῃ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου. Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰη‐
40σοῦ τοῦ Κυρίου ἡμῶν. Πάλιν ἐνταῦθα παραμυθία. Εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων κήδεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρω‐ πος, ὃς ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καθὼς παρεκάλεσά σε προσμεῖ‐
45ναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν. Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ’ οἰκέτου σχεδόν. Οὐ γὰρ εἶπεν, Ἐπέταξα, οὐδὲ, Ἐκέλευσα, οὐδὲ, Παρῄνεσα, ἀλλὰ τί; Παρ‐ εκάλεσά σε. Οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς

62

.

505

(50)

οὕτω διακεῖσθαι ἡμᾶς χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέρους καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρ‐ μένους καὶ μὴ γνησίους, ἑτέρως· καθὼς καὶ αὐτὸς γράφων ἀλλαχοῦ φησιν, Ἔλεγχε αὐτοὺς μετὰ πά‐ σης ἐπιταγῆς. Καὶ ἐνταῦθα δὲ ὅρα τί φησιν·
55Ἵνα παραγγείλῃς τισὶν, οὐχ, Ἵνα παρακαλέσῃς, ἀλλ’, Ἵνα παραγγείλῃς μὴ ἑτεροδιδασκαλεῖν. Τί τοῦτό ἐστιν; οὐ γὰρ ἤρκει ἡ Παύλου ἐπιστολὴ, ἣν ἐπέστειλεν αὐτοῖς; Ἤρκει μὲν, ἀλλὰ πρὸς τὰ γράμ‐ ματα καταφρονητικώτερον οἱ ἄνθρωποι ἔχουσιν.
60Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν, ἢ ὅτι καὶ πρὸ τῶνColumn end

62

.

506

γραμμάτων ταῦτα ἦν. Καὶ αὐτὸς δὲ πολὺν ἐν τῇ πόλει ταύτῃ χρόνον πεποίηκε, καὶ ἐνταῦθα τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἦν, ἐνταῦθα ἔπαθε τὰ δεινὰ ἐκεῖνα. Μετὰ γὰρ τὸ λυθῆναι τὸ θέατρον, καλέσας καὶ παρα‐
5καλέσας τοὺς μαθητὰς, οὕτως ἐξέπλει, καὶ πάλιν παρεγένετο αὐτοῖς. Ἄξιον δὲ ζητῆσαι, εἰ νῦν ἐν‐ ίδρυσεν ἐκεῖ τὸν Τιμόθεον· φησὶ γάρ· Ἵνα παραγ‐ γείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐ‐ τοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάση‐
10ται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέ‐
15λειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλο‐ νεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύ‐ θους οὐ τὸν νόμον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παρα‐
20ποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα. Εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνο‐ νήτοις τὸν πάντα λόγον ἀναλίσκειν, πάππους καὶ προπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας δόξαν ἔχωσιν. Ἵνα παραγγεί‐
25λῃς τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσ‐ έχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν ἐχούσαις, ἢ οὐδὲν χρήσιμον, ἢ δυσκατάληπτον ἡμῖν. Εἶδες πῶς διαβάλλει τὴν ζήτησιν; Ἔνθα γὰρ
30πίστις, οὐ χρεία ζητήσεως· ἔνθα μηδὲν δεῖ περιερ‐ γάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται. Διὰ τοῦτό φησι, Μὴ ἀσχολώμεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦμεν,
35οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισμόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν; Ἐκεῖ μὲν τὸ, Ζητεῖτε,
40περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ’ ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν; ὥστε τὴν ἀκρίβειαν αὐτῶν καταμαθεῖν καὶ εἰδέναι, οὐχ ἵνα
45ἀεὶ ζητῶμεν, ἀλλ’ ἵνα παυώμεθα ζητοῦντες. Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκα‐ λεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς

62

.

506

(50)

εἶπεν, Οἰκονομίαν Θεοῦ· μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ’ οὐ δέχεται ὁ λογισμὸς τὸ μέ‐ γεθος αὐτοῦ τῶν οἰκονομιῶν. Διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ, ὅπερ ἐστὶ φάρμακον ψυχῶν μέγιστον. Ἡ τοίνυν ζήτησις ἐναντία ἐστὶ τῇ οἰκονομίᾳ τοῦ
55Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονομεῖται; Δέξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ μηδενὸς ἀμφισβητεῖν καὶ ἀμφιβάλλειν, ἀλλ’ ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκο‐ δόμησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρ‐
60έχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χρι‐ στὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζή‐
τουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ μὲν505

62

.

507

ἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀπο‐ φάσεως ἐν τῷ μέλλοντι, πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειλημμένοι τοῖς νομικοῖς παρατηρήμασιν, ἐνεπόδιζον τῇ πίστει. Οἶμαι δὲ καὶ Ἕλληνας αὐτὸν
5ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόν‐ των. γʹ. Μὴ τοίνυν προσέχωμεν ταῖς ζητήσεσι. Πιστοὶ γὰρ διὰ τοῦτο κεκλήμεθα, ἵνα ἀνενδοιάστως τοῖς λεγο‐
10μένοις πιστεύωμεν, ἵνα μηδὲν ἀμφιβάλλωμεν. Εἰ μὲν γὰρ ἀνθρώπινα τὰ λεγόμενα ἦν, ἐχρῆν αὐτὰ βασα‐ νίζεσθαι· εἰ δὲ Θεοῦ, τιμᾶσθαι αὐτὰ μόνον χρὴ καὶ πιστεύεσθαι· ἂν δὲ μὴ πιστεύωμεν, οὐδὲ ὅτι Θεὸς ἔστι πεισόμεθα. Πῶς γὰρ οἶδας ὅτι Θεὸς ἔστιν, εὐθύ‐
15νας αὐτὸν ἀπαιτῶν; Τοῦτο πρῶτον τεκμήριον τοῦ τὸν Θεὸν εἰδέναι, τὸ πιστεύειν οἷς ἂν λέγῃ χωρὶς τεκμη‐ ρίων καὶ ἀποδείξεων. Τοῦτο καὶ Ἕλληνες ἴσασιν· ἐπίστευον γὰρ τοῖς θεοῖς, φησὶ, καίτοι γε ἄνευ τεκμηρίων λέγουσι. Τί δήποτε; Ὅτι ἔκγονοί εἰσι
20θεῶν. Ὁρᾷς ὅτι καὶ Ἕλληνες τοῦτο ἴσασι; Καὶ τί λέγω ἐπὶ θεῶν; ἐπὶ ἀνθρώπου τοῦτο ἐποίουν γόητος καὶ μάγου, τοῦ Πυθαγόρου λέγω· Αὐτὸς ἔφη· καὶ ἐπὶ ναῶν ἡ σιγὴ ἄνωθεν ἐγέγραπτο, καὶ κατεῖχε τῷ δακτύλῳ τὸ στόμα, καὶ ἐπισφίγγουσα τὰ χείλη, πᾶσι
25τοῖς παριοῦσι σιγᾷν παρῄνει. Εἶτα ἐκεῖνα μὲν οὕτω σεμνὰ, τὰ δὲ ἡμέτερα οὐχ οὕτως, ἀλλὰ καταγέλαστα; καὶ ποίας οὐχὶ μανίας ἂν εἴη τοῦτο ὑπερβολή; Τὰ μὲν γὰρ Ἑλλήνων εἰκότως ζητεῖται· τοιαῦτα γάρ ἐστι, μάχαι τῶν λογισμῶν καὶ ἀμφισβητήσεις καὶ συμπε‐
30ράσματα· τὰ δὲ ἡμέτερα τούτων ἁπάντων κεχώρι‐ σται. Ἐκεῖνα μὲν γὰρ ἀνθρωπίνη εὗρε σοφία, ταῦτα δὲ χάρις ἐδίδαξε πνευματική· ἐκεῖνα μωρίας καὶ ἀνοίας, ταῦτα τῆς ὄντως σοφίας δόγματα. Ἐκεῖ οὐκ ἔστι μαθητὴς, οὐδὲ διδάσκαλος, ἀλλὰ πάντες συζη‐
35τοῦσιν· ἐνταῦθα κἂν διδάσκαλος ᾖ, κἂν μαθητὴς, μαθεῖν παρ’ οὗ μαθεῖν χρὴ, πείθεσθαι, οὐκ ἀμφισβη‐ τεῖν, πιστεύειν, οὐ συλλογίζεσθαι. Διὰ πίστεως γὰρ πάντες εὐδοκίμησαν οἱ παλαιοὶ, καὶ ταύτης ἄνευ πάντα διέφθαρται.
40 Καὶ τί λέγω περὶ τῶν ἐπουρανίων; κἂν τὰ ἐπὶ γῆς ἐξετάσωμεν, ταύτης εὑρήσεις ἐχόμενα· οὔτε γὰρ συναλλάγματα, οὔτε τέχναι, οὔτε ἄλλο οὐδὲν ἔσται τοιοῦτον χωρὶς ταύτης. Εἰ δὲ ἐνταῦθα, ἔνθα περὶ ψευδῶν πραγμάτων, ταύτης δεῖ, πολλῷ μᾶλλον
45ἐν ἐκείνοις. Ταύτης οὖν ἐχώμεθα, ταύτην μετίωμεν· οὕτω πάντα τὰ ὀλέθρια δόγματα τῆς ψυχῆς ἐκβάλ‐ λομεν τῆς ἡμετέρας, οἷον γένεσιν λέγω καὶ εἱμαρ‐ μένην. Ἂν πιστεύσῃς ὅτι ἔστιν ἀνάστασις καὶ κρί‐ σις, πάντα τὰ τοιαῦτα δυνήσῃ τῆς ψυχῆς ἐκβαλεῖν·

62

.

507

(50)

πίστευσον ὅτι ἔστι Θεὸς δίκαιος, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις ἄδικος· πίστευσον ὅτι ἔστι Θεὸς προνοῶν, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις πάντα συνέχουσα· πίστευσον ὅτι ἔσται κόλασις καὶ βασι‐ λεία, καὶ οὐ πιστεύσεις ὅτι ἔστι γένεσις, τὸ μὲν ἐφ’
55ἡμῖν ἀναιροῦσα, ὑποβάλλουσα δὲ ἡμᾶς ἀνάγκῃ καὶ βίᾳ. Μὴ σπείρῃς, μὴ φυτεύσῃς, μὴ στρατεύσῃ, μη‐ δὲν ὅλως ἐργάσῃ· πάντως γὰρ καὶ ἑκόντος σου καὶ ἄκοντος ἥξει τὰ τῆς γενέσεως. Τί ἡμῖν δεῖ λοιπὸν εὐ‐ χῶν; διὰ τί οὖν θέλεις γενέσθαι Χριστιανὸς, εἰ γένε‐
60σις ἔστιν; οὐ γὰρ ὑπὸ ἔγκλημα ἔσῃ. Πόθεν τέχναι;Column end

62

.

508

ἀπὸ γενέσεως; Ναὶ, φησὶ, καὶ εἵμαρται τῷ δεῖνι γε‐ νέσθαι σοφῷ μετὰ πόνων. Καὶ δεῖξόν μοί τινα χωρὶς τοῦ πονεῖν, μαθόντα τέχνην· ἀλλ’ οὐκ ἂν ἔχοις· οὕτως οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τῶν πόνων. Πόθεν οὖν ὁ
5δεῖνα πλούσιός ἐστι μιαρὸς ὢν, φησὶ, καὶ πονηρὸς, παρὰ πατρὸς μὴ δεξάμενος τὴν κληρονομίαν· ἕτερος δὲ μυρία μοχθῶν, πένης ὑπάρχει; ταῦτα γὰρ συνεχῶς γυμνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς. Ἀλλ’ ἐνταῦθα μὴ τοῦτο
10εἴπῃς, ἀλλὰ δεῖξον εἴ τις κακὸς ἐγένετο σπουδάζων, εἴ τις ἀγαθὸς ῥᾳθυμῶν· εἰ γὰρ ἰσχὺν ἔχει ἡ εἱμαρ‐ μένη, ἐπὶ τῶν μεγίστων ἐνδεικνύσθω τὴν ἰσχὺν, ἐπὶ ἀρετῆς καὶ κακίας, μὴ ἐπὶ πλούτου καὶ πενίας. Καὶ πόθεν ὁ δεῖνα ἐν νόσοις, φησὶν, ὁ δεῖνα ἐν ὑγείᾳ; πό‐
15θεν ὁ δεῖνα εὐδοκιμεῖ, ἕτερος δὲ ἀσχημονεῖ; πόθεν ἐκείνῳ κατὰ γνώμην τὰ πράγματα προχωρεῖ, ἑτέρῳ δὲ μυρία ἐπὶ μυρίοις ἐμποδίσματα; Ἀπόστηθι τῆς γενέσεως, καὶ εἴσῃ ταῦτα· ἀκριβῶς πίστευσον ὅτι Θεός ἐστιν ὁ προνοῶν, καὶ εἴσῃ σαφῶς ταῦτα. Ἀλλ’
20οὐ δύναμαι, φησίν· οὐ γὰρ ἀφίησιν ἡ σύγχυσις τῶν πραγμάτων τούτων ὑποπτεῦσαι πρόνοιαν. Εἰ Θεοῦ ταῦτα ἔργα, πῶς δύναμαι πιστεῦσαι ὅτι Θεὸς ὁ ἀγα‐ θὸς τῷ πόρνῳ, τῷ μιαρῷ, τῷ πλεονέκτῃ χρήματα δίδωσι, τῷ δὲ ἀγαθῷ οὐκέτι; πόθεν πιστεύσω; ἀπὸ
25γὰρ πραγμάτων δεῖ πιστεύειν. Καλῶς· οὐκοῦν γενέ‐ σεως ἐκεῖνα δικαίας, ἢ ἀδίκου; Ἀδίκου, φής. Τίς οὖν ταύτην ἐποίησεν; ἆρα ὁ Θεός; Οὒ, φησὶν, ἀλλ’ ἀγέν‐ νητός ἐστι. Καὶ πῶς ἀγέννητος οὖσα τοιαῦτα ἐργά‐ ζεται; ἐναντία γὰρ ταῦτα. Οὐκ ἔστιν οὖν ὅλως Θεοῦ
30ταῦτα. Οὐκοῦν ἐξετάσωμεν, τίς τὸν οὐρανὸν ἐποίησεν. Ἡ γένεσις, φησί. Τίς τὴν γῆν, τίς τὴν θάλασ‐ σαν, τίς τὰς ὥρας; Εἶτα ἐν μὲν τοῖς ἀψύχοις τοσαύ‐ την εὐταξίαν ἐποίησε, τοσαύτην ἁρμονίαν, ἐν δὲ ἡμῖν, δι’ οὓς τὰ πάντα, τοσαύτην ἀταξίαν; ὥσπερ ἂν εἴ
35τις τῆς μὲν οἰκίας, ὅπως ἔσται θαυμαστὴ, προνοήσειε, τῶν δὲ οἰκετῶν μηκέτι. Τίς τὴν διαδοχὴν τῶν ὡρῶν φυλάττει; τίς τοὺς εὐτάκτους τῆς φύσεως νόμους τέ‐ θεικε; τίς ἡμέρας καὶ νυκτὸς δρόμους ἔταξε; Ταῦτα ἐκείνης τῆς γενέσεως ἀνώτερά ἐστιν. Οὒ, φησὶν, ἀλλ’
40αὐτόματα γέγονε. Καὶ πῶς ἂν εὐταξία τοσαύτη αὐ‐ τομάτη γένοιτο ἄν; Πόθεν οὖν, φησὶν, οἱ πλούσιοι, οἱ ὑγιαίνοντες, οἱ εὐδοκιμοῦντες, οἱ μὲν ἀπὸ πλεονεξίας, οἱ δὲ ἀπὸ κληρονομίας, οἱ δὲ ἀπὸ βίας; τίνος οὖν ἕνεκεν εὐημερεῖν τοὺς κακοὺς συνεχώρησεν ὁ Θεός;
45Ὅτι οὐκ ἔστιν ἐνταῦθα ἡ τοῦ κατ’ ἀξίαν ἀντίδοσις, ἀλλ’ ἐν τῷ μέλλοντι καιρῷ· τότε μοι δεῖξον τοιοῦτόν τι γινόμενον. Τέως ἐνταῦθά μοι δὸς, φησὶ, καὶ ἐκεῖ οὐ ζητῶ. Ἀλλὰ διὰ τοῦτο οὐ λαμβάνεις, ἐπεὶ ζητεῖς. Εἰ γὰρ ἐκτὸς ὢν τῆς ἡδονῆς οὕτως αὐτὰ ζητεῖς, ὡς

62

.

508

(50)

ἐκείνων προτιμᾷν, πολλῷ μᾶλλον, εἰ καὶ ἡδονῆς κα‐ θαρᾶς ἀπέλαυες. Διὰ τοῦτο ταῦτα δείκνυσί σοι, ὅτι οὐδέν εἰσιν, ὅτι ἀδιάφορά ἐστιν· οὐ γὰρ ἂν, εἰ μὴ ἀδιάφορα ἦν, καὶ ἐκείνοις αὐτὰ ἔδωκεν ἄν· εἰπέ μοι, τὸ μέλανα εἶναι, ἢ μακρὸν, ἢ μικρὸν, οὐχὶ ἀδιάφορον·
55οὕτω καὶ ὁ πλοῦτος. Εἰπὲ γάρ μοι, ἐπὶ τῶν ἀναγ‐ καίων οὐκ ἐξ ἴσης πᾶσι δέδοται, οἷον ἐπιτηδειότης πρὸς ἀρετὴν, τῶν πνευματικῶν δωρεῶν ἡ διανομή; Εἰ ᾔδεις τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐκ ἂν ἐκείνων ἐξ ἴσης ἀπολαύων ἐν τούτοις ἠγανάκτησας, οὐδ’ ἂν ταύ‐
60την τὴν πλεονεξίαν ἐζήτησας. ἐκείνην τὴν ἰσομοιρίαν εἰδώς; Ὥσπερ ἂν ὁ οἰκέτης τροφὰς μὲν τὰς παρὰ δεσπότου καὶ ἐνδύματα καὶ οἰκήματα καρπούμενος, καὶ πάντων τῶν ἄλλων ἐξ ἴσης τοῖς ἄλλοις ἀπολαύων, εἰ τρίχας ἔχοι περιττὰς ἐπὶ τῆς κεφαλῆς, ἢ ὄνυχας
65μείζονας, πλέον ἔχειν νομίζοι τῶν ἄλλων· τὸν αὐτὸν507

62

.

509

δὴ τρόπον καὶ ὁ τοιοῦτος μάτην ἐπὶ τούτοις μέγα φρο‐ νεῖ, ἐφ’ οἷς τὴν ἀπόλαυσιν πρόσκαιρον ἔχει. Διὰ ταῦτα ἡμᾶς ἀφίστησιν αὐτῶν, ἵνα τὴν μανίαν ταύ‐ την σβέσῃ, ἵνα μεταγάγῃ τὸν πρὸς αὐτὰ πόθον εἰς
5τὸν οὐρανόν. Ἡμεῖς δὲ οὐδὲ οὕτω σωφρονιζόμεθα. Ὡς γὰρ τὸ παιδίον εἴ τι παιδικὸν ἔχοι, καὶ προτιμᾷ τοῦτο τῶν ἀναγκαίων, ἀποστερεῖ αὐτὸ ὁ πατὴρ τῶν παιδικῶν, ἵνα καὶ ἄκοντα μεταγάγῃ πρὸς τὸ τέλειον. οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ, ἵνα ἡμᾶς μεταγάγῃ
10εἰς τὸν οὐρανόν. Πῶς οὖν τοὺς πονηροὺς ἀφίησι πλου‐ τεῖν, φησίν; Ὅτι οὐ πολὺς αὐτῷ λόγος ἐκείνων. Πῶς οὖν καὶ τοὺς δικαίους; Οὐκ αὐτὸς, ἀλλ’ ἁπλῶς συγ‐ χωρεῖ. Καὶ ταῦτα μὲν νῦν ἐπιπολαίως ἡμῖν εἴρηται, ὡς πρὸς ἀγνοοῦντας τὰς Γραφάς· εἰ δὲ ἐβούλεσθε
15πιστεύειν καὶ προσέχειν τοῖς θείοις λόγοις, οὐδὲν ἂνColumn end

62

.

510

ἡμῖν τούτων ἐδέησε τῶν λόγων· ἐκ τούτων γὰρ πάντα ἂν ᾔδειμεν. Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦ‐ τος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυμι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς
5ἐξὸν ὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώ‐ ματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι. Οὐδεὶς μέντοι ἀγαθὸς ὢν, σπουδάζει εἶναι κακός. Οὐκοῦν παυσώμεθα τοῦ ζη‐ τεῖν τὰ ἐνταῦθα ἀγαθὰ, καὶ ζητήσωμεν τὰ ἐν οὐρα‐
10νοῖς. Οὕτω γὰρ αὐτῶν καὶ τυχεῖν δυνησόμεθα, καὶ τῆς ἀϊδίου τροφῆς ἀπολαύσομεν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
15Ἀμήν.Column end

62

.

509

(16)

ΟΜΙΛΙΑ Βʹ. Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαν‐
20 τες, ἐξετράπησαν εἰς ματαιολογίας, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. αʹ. Οὐδὲν οὕτω λυμαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν, καὶ μὴ μετὰ πολλῆς αὐτὴν
25κατορθοῦν τῆς σπουδῆς· ὥσπερ οὖν οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ παντὶ σθένει μεταδιώκειν αὐτήν. Καὶ τοῦτο δηλῶν ὁ Χριστός φησιν, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ, πᾶν, ὃ ἐὰν αἰτήσωσι, λήψονται· καὶ πάλιν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ
30ἀγάπη. Τοῦτο τὰς αἱρέσεις ἔτεκε πάσας. Ἐκ γὰρ τοῦ μὴ φιλεῖν τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν ἐφθόνουν εὐδοκιμοῦ‐ σιν, ἐκ δὲ τοῦ φθονεῖν ἐφιλάρχουν, ἐκ δὲ τοῦ φιλαρ‐ χεῖν αἱρέσεις ἔτεκον. Διὰ τοῦτο καὶ ὁ Παῦλος εἰπὼν,
35Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν, καὶ τὸν τρόπον ὑφηγεῖται, καθ’ ὃν τοῦτο γενέσθαι δυνα‐ τόν. Τίς δ’ οὖν οὗτός ἐστιν; Ἡ ἀγάπη. Ὥσπερ οὖν ὅταν λέγῃ, Τέλος νόμου Χριστὸς, τουτέστι, συμ‐ πλήρωμα, καὶ τοῦτο ἐκείνων ἔχεται, οὕτως ἡ παραγ‐
40γελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας. Ἀγάπην δὲ ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημά‐ των, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώμης καὶ τοῦ
45συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας φησὶν ὀρθῆς, ἢ περὶ γνησίας φιλίας. Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσματα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδρο‐

62

.

509

(50)

φόνοι ἀνδροφόνους· ἀλλ’ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδή‐ σεως ἀγαθῆς, ἀλλ’ ἀπὸ φαύλης, οὐδ’ ἐκ καθαρᾶς καρδίας, ἀλλ’ ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀν‐ υποκρίτου, ἀλλ’ ἐπιπλάστου καὶ ὑποκεκριμένης. Πί‐ στις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλι‐
55κρινοῦς ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων, οὐκ ἀνέχεταί ποτε ταύτην ἀφεῖναι. Ὧν τινες, φησὶν, ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέ‐ χνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ μὴ
60ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύνε‐Column end

62

.

510

(17)

σθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νομοδι‐ δάσκαλοι. Ὁρᾷς καὶ ἄλλην αἰτίαν, τὴν τῆς φιλαρ‐
20χίας; Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑμεῖς δὲ μηδένα καλέσητε Ῥαββί· καὶ πάλιν ὁ Ἀπόστολος, Οὐδὲ γὰρ αὐτοὶ τὸν νόμον φυλάσσουσιν, ἀλλ’ ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Τοῦ ἀξιώ‐ ματος ἐφίενται, φησί· διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν
25οὐχ ὁρῶσι. Μὴ νοοῦντες, φησὶ, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐνταῦθα δια‐ βάλλει αὐτοὺς, ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκο‐ πὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον αὐτὸν εἶναι ἐχρῆν. Πῶς οὖν, εἰ ἐξ ἀγνοίας, ἁμάρτημα τοῦτο
30λέγεις; Ὅτι οὐ διὰ τὸ θέλειν νομοδιδασκάλους εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ μὴ κατέχειν τὴν ἀγάπην τοῦτο ἔπαθον· ἄλλως δὲ καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη. Ὅταν γὰρ ἡ ψυχὴ πράγμασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν· ἐκπε‐
35σοῦσα δὲ τῆς ἀγάπης ἐμπίπτει εἰς φιλονεικίαν, καὶ πηροῦται τὸ τῆς διανοίας ὄμμα. Ὁ γὰρ ὑπό τινος ἐπιθυμίας τούτων τῶν προσκαίρων κατεχόμενος, μεθύων τῷ πάθει, τῆς ἀληθείας οὐκ ἂν γένοιτο κρι‐ τὴς ἀδέκαστος. Οὐκ ἴσασι, φησὶ, περὶ τίνων δια‐
40βεβαιοῦνται. Εἰκὸς γὰρ ἦν αὐτοὺς περὶ τοῦ νόμου φθέγγεσθαι, καὶ πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων τῶν σωματικῶν λέγειν. Εἶτα ἀφεὶς ἐκεῖνα ἐλέγξαι, ὡς οὐδὲν ὄντα ἢ σκιὰν τῶν πνευματικῶν καὶ ὑπογραμμὸν, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο
45ἐργάζεται. Ποῖον δὴ τοῦτο; Ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὸν δεκάλογον καλῶν. Ἀπὸ δὲ τού‐ του κἀκεῖνα ἐξέβαλεν. Εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβάτας, καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα. Οἴδαμεν δὲ, φησὶν, ὅτι καλὸς ὁ

62

.

510

(50)

νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς, τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται. Καλὸς, φησὶ, καὶ οὐ καλός. Τί δαὶ, φησίν; ἐὰν μὴ νομίμως τις χρῆται, οὐκ ἔστι καλός; Καὶ οὕτω καλός· ἀλλ’ ὃ λέγει τοῦτό ἐστιν· ὅταν ἐκπληροῖ αὐτὸν δι’ ἔργων·
55τὸ γὰρ, Ἐάν τις αὐτῷ νομίμως χρῆται, τοῦτό ἐστιν ἐνταῦθα σημαῖνον. Ὅταν δὲ ἐξηγῶνται μὲν αὐ‐ τὸν διὰ ῥημάτων, διὰ δὲ τῶν ἔργων παραβαίνωσι, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι· χρῆται μὲν γὰρ καὶ
οὗτος, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν.509

62

.

511

Ἔστι καὶ ἄλλο πρὸς τούτῳ εἰπεῖν. Ποῖον δὴ τοῦτο; Οἷον ἐὰν νομίμως χρήσῃ τῷ νόμῳ, παραπέμπει σε πρὸς τὸν Χριστόν. Ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δι‐ καιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει
5πρὸς τὸν δυνάμενον. Καὶ ἄλλως δὲ νομίμως χρήσασθαι τῷ νόμῳ ἔστιν, ὅταν ἐκ πολλῆς αὐτὸν φυλάττῃς τῆς περιουσίας. Τί δέ ἐστιν, ἐκ περιουσίας; Ὥσπερ τῷ χαλινῷ, φησὶν, εὐτάκτως κέχρηται, οὐχ ὁ σκιρ‐ τῶν ἵππος, οὐδ’ ὁ δάκνων, ἀλλ’ ὁ ἁπλῶς αὐτὸν
10περικείμενος σχήματος ἕνεκεν· οὕτω καὶ νόμῳ νομίμως χρῆται ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν. Τίς δὲ αὐτῷ νομίμως χρήσε‐ ται; Ὁ εἰδὼς, ὅτι οὐ δεῖται αὐτοῦ. Ὁ γὰρ πρὸς τοσοῦτον ἀρετῆς φθάσας, ὥστε μὴ διὰ τὸν ἐκεί‐
15νου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετὴν, οὗτος νομίμως χρῆται αὐτῷ καὶ ἀσφαλῶς· ἐάν τις αὐτῷ οὕτω χρῆται, ὡς μὴ φοβούμενος αὐτὸν, ἀλλὰ τῆς ἐκεῖ τιμωρίας κειμένης μᾶλλον τὴν κατά‐ γνωσιν ἔχων πρὸ ὀφθαλμῶν. Καὶ ἄλλως δὲ δίκαιον
20ἐνταῦθα καλεῖ τὸν κατωρθωκότα τὴν ἀρετήν. Ἐκεῖ‐ νος τοίνυν κέχρηται τῷ νόμῳ καλῶς, ὁ μὴ καταξιῶν ἀπ’ αὐτοῦ παιδεύεσθαι. βʹ. Ὥσπερ γὰρ αἱ στιγμαὶ τῶν γραμμάτων τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ’ αὐτῶν πληρῶν μὴ ἐξ αὐτῶν, ἀλλ’
25ἐξ ἑτέρων, μείζονος ἐπιστήμης ἂν εἴη ἔμπειρος, καὶ κρεῖττον μᾶλλον κέχρηται τοῖς γράμμασιν· οὕτως ὁ ὑπὲρ τὸν νόμον, οὐ παιδαγωγεῖται τῷ νόμῳ. Ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐπιθυμίας, πλειόνως οὗτος μάλιστα αὐτὸν
30κατορθοῖ. Οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς, καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ· οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὢν, καὶ ὁ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νό‐ μον ζῆσαι, τοῦτό ἐστι νομίμως χρῆσθαι, Νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ
35νόμου κατορθῶν, ὁ μὴ καταξιῶν παιδευτὴν αὐτὸν ἔχειν. Ὁ γὰρ νόμος, ὡς τὰ πολλὰ, κακῶν ἀπαγόρευ‐ σίς ἐστι· δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλὰ καὶ ἀγαθῶν ἐργασία. Ὥστε ὅσοι κακῶν ἀπέχονται ὡς δοῦλοι, οὗ‐ τοι οὐ πληροῦσιν αὐτοῦ τὸν σκοπόν· διὰ γὰρ τοῦτο
40κεῖται, ἵνα παράβασιν κολάζῃ. Ὥστε καὶ ἐκεῖνοι κέ‐ χρηνται αὐτῷ, ἀλλ’ ἐν τῷ κόλασιν δεδοικέναι. Θέ‐ λεις γὰρ, φησὶ, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ὡς ἂν εἴποι τις· Μόνοις γὰρ τοῖς πονηροῖς τιμωριῶν διαγορευτικός ἐστι· τῷ δὲ στε‐
45φάνων ἄξια ποιήσαντι ποῦ χρήσιμος ὁ νόμος; ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦμά τι ἔχοντι, οὐ τῷ ὑγιαί‐ νοντι, οὐδὲ τῷ καλῶς διακειμένῳ. Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς. Ἀνό‐ μους Ἰουδαίους καλεῖ, τοὺς αὐτοὺς δὲ καὶ ἀνυπο‐

62

.

511

(50)

τάκτους. Ὁ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Τοῦτο πρὸς τοὺς ποιοῦντας τὸ κακόν. Τί δὲ πρὸς τὸν τιμῆς ἄξιον; Διὰ νόμου, φησὶν, ἐπίγνωσις ἁμαρτίας. Τί δαὶ πρὸς τὸν δίκαιον; Δικαίῳ, φησὶ, νόμος οὐ κεῖται. Διὰ τί; Ὅτι κολάσεώς ἐστιν ἐκτὸς, καὶ ὅτι
55οὐ περιμένει τὰ πρακτέα παρ’ ἐκείνου μαθεῖν, ἔχων ἔνδον ὑπαγορεύουσαν τὴν τοῦ Πνεύματος χάριν. Νόμος γὰρ ἐδόθη, ἵνα τῷ φόβῳ κολάζωνται καὶ τῇ ἀπειλῇ. Οὐ δεῖ τοίνυν χαλινοῦ ἐπὶ τὸν εὐήνιον ἵππον, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ.
60Ἀνόμοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρα‐ λοίαις καὶ μητραλοίαις. Καὶ οὐ μέχρι τούτου ἔστη, οὐδὲ μέχρι τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ’ εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαι‐
65σχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. Εἶτα κατα‐
λέξας κατ’ εἶδος, εἶπε καὶ κατὰ παράλειψιν, καίτοιColumn end

62

.

512

καὶ τὰ εἰρημένα ἱκανὰ ἦν ἀπαγαγεῖν. Περὶ τίνων οὖν ταῦτά φησι; Περὶ Ἰουδαίων· οὗτοι γὰρ καὶ πατρα‐ λοῖαι καὶ μητραλοῖαι, καὶ αὐτοὶ καὶ βέβηλοι καὶ ἀνόσιοι· τούτους γὰρ αἰνίττεται, Ἀσεβέσιν, εἰπὼν,
5καὶ ἁμαρτωλοῖς. Τοιούτων δὲ ὄντων αὐτῶν ἀναγκαίως καὶ ὁ νόμος ἐδόθη. Εἰπὲ γάρ μοι, οὐχὶ συν‐ εχῶς εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωϋσέα ἐλίθαζον; οὐ φόνων αὐτῶν αἱ χεῖρες ἔγεμον συγγενικῶν; οὐχὶ ἄνω καὶ κάτω ταῦτα αὐτοῖς ἐγκαλοῦσιν οἱ προφῆται;
10Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι περιττὰ ταῦτα. Πατραλοίαις, φησὶ, καὶ μητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύ‐ σταις, ἐπιόρκοις, καὶ εἴ τε ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπε, Τῇ ὑγιαινούσῃ
15διδασκαλίᾳ. Ἐκεῖνα γὰρ πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ Εὐαγγελίου δεῖ νόμου· τοῖς μέντοι πειθομένοις οὐ δεῖ. Εὐαγγέλιον
20δὲ δόξης αὐτὸ καλεῖ, δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἢ διὰ τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ. Τῶν τε οὖν ἄλλων ἕνεκεν καὶ τούτων αὐτῶν Εὐαγγέλιον δόξης εἴρηκε, δηλῶν ὅτι δόξα ἐστὶ τὸ πάθος τοῦ Χριστοῦ· ἢ καὶ τὰ μέλλοντα αἰ‐
25νίττεται. Εἰ γὰρ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνειδῶν, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ Εὐαγ‐ γέλιον μελλόντων ἐστὶν, οὐ παρόντων. Πῶς οὖν ὁ ἄγγελος, Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν, ὅτι ἐτέχθη ὑμῖν Σωτήρ; Ὅτι τεχθεὶς ἔμελλε τοῦτο γίνεσθαι·
30οὐ γὰρ ἅμα ἐγεννήθη, εἰργάζετο τὰ σημεῖα. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ μακαρίου Θεοῦ. —Τῆς δόξης· ἢ τὴν λατρείαν φησὶ τοῦ Θεοῦ, ἢ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δόξης αὐτοῦ, πολλῷ δὲ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι,
35φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ· ὅταν ἀντικείμενον ᾖ μηδὲν, ὅταν ἴδωσιν οἱ δίκαιοι πάντα τὰ μακαριστὰ ἐκεῖνα, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Θέλω γὰρ, φησὶν, ἵν’ ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα
40θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν ἔδωκάς μοι. Μάθωμεν τίνες ἄρα οὗτοί εἰσι, καὶ μακαρίσωμεν αὐτοὺς, ἐννοοῦντες ὅσων ἀπολαύσονται τότε ἀγαθῶν, ὅσης μεθέξουσι δόξης, ὅσου φωτός. Ἡ μὲν γὰρ ἐν‐ ταῦθα δόξα οὐδαμινή τέ ἐστι καὶ ἄστατος· κἂν πα‐
45ραμείνῃ δὲ, ἕως τελευτῆς παραμένει, καὶ λοιπὸν παντελῶς σβέννυται· Οὐ γὰρ συγκαταβήσεται αὐ‐ τῷ, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλοῖς δὲ οὐδὲ ἐνταῦθα μέχρι τέλους παρέμεινε· περὶ δὲ ἐκεί‐ νης οὐκ ἔστιν ὑποπτεῦσαί τι τοιοῦτον, ἀλλὰ πᾶν

62

.

512

(50)

τοὐναντίον, ὅτι μένει, καὶ οὐδὲ τέλος ἕξει ποτέ. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ, μόνιμα καὶ μεταβολῆς κρείττω πάσης καὶ τέλους. Οὐ γάρ ἐστιν ἡ δόξα τότε ἐκ τῶν ἔξω, ἀλλ’ ἐκ τῶν ἔνδον· οἷόν τι λέγω· Οὐκ ἀπὸ ἱματίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους θε‐
55ραπόντων, οὐκ ἀπὸ ὀχημάτων ἡ δόξα τότε γίνεται, ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠμφίεσται τὴν δό‐ ξαν. Νῦν μὲν γὰρ, ἂν ταῦτα ἀπῇ, γυμνὸς τῆς δόξης ἔσται, ἐκεῖ δὲ οὐχ οὕτως. Ἐν γοῦν βαλανείοις γυ‐ μνοὺς ὁρῶμεν ἐντίμους καὶ ἀτίμους, ὁρῶμεν δὲ καὶ
60φαύλους. Τῶν ἐν ἀγοραῖς πολλοὶ γοῦν πολλάκις ἐκιν‐ δύνευσαν, τῶν παίδων αὐτοὺς κατά τινα χρείαν ἀπο‐ λιπόντων· ἐκεῖ δὲ μεθ’ ἑαυτοῦ τὴν δόξαν ἔχει παν‐
ταχοῦ. Καὶ καθάπερ οἱ ἄγγελοι, ὅπουπερ ἂν511

62

.

513

φανῶσιν, ἐν ἑαυτοῖς τὴν δόξαν ἔχουσιν, οὕτω καὶ οἱ ἅγιοι· μᾶλλον δὲ καθάπερ ὁ ἥλιος οὐ δεῖται ἱματίου, οὐ δεῖται ἑτέρου τινὸς, ἀλλ’ ἅμα τε ἐφάνη καὶ τὴν ἑαυτοῦ δόξαν ἐξέλαμψεν, οὕτω καὶ τότε ἔσται.
5 γʹ. Μεταδιώκωμεν τοίνυν τὴν δόξαν ἐκείνην, ἧς οὐδὲν αἰδεσιμώτερον· καταλείπωμεν ταύτην, ἧς οὐδὲν οὐδαμινώτερον. Ἐν περιβολῇ, φησὶν, ἱματίων μὴ καυχήσῃ. Ταῦτα ἄνωθεν προελέγετο τοῖς νηπίοις. Καὶ γὰρ ὁ ὀρχηστὴς καὶ ἡ πόρνη καὶ ὁ σκηνικὸς χα‐
10ριέστερά σου ἠμφίεσται καὶ πολυτελέστερα. Καὶ χωρὶς δὲ τούτων, καυχᾶσαι ἐπὶ πράγματι, ᾧ ἂν ἐπίθωνται σῆτες, ἀπεστέρησάν σε τῆς ἀπολαύσεως. Ὁρᾷς πῶς ἀβέβαιόν ἐστι πρᾶγμα, ἡ τοῦ παρόντος βίου δόξα; Καυχᾷ ἐπὶ πράγματι, ὃ σκώληκες τί‐
15κτουσι, καὶ ἀπολλύουσι· λέγονται γὰρ Ἰνδικά τινα ζωΰφια εἶναι, ὅθεν τὰ νήματα ταῦτα κατασκευάζεται. Κτῆσαι ἱμάτιον, εἰ βούλει, τὸ ἐκ τῶν ἄνωθεν ὑφαντὸν, τὴν περιβολὴν τὴν θαυμασίαν καὶ λαμπρὰν, τὸν ἱματισμὸν τὸν διάχρυσον ὄντως. Ἐκεῖνος ὁ χρυσὸς
20οὐκ ἀπὸ μετάλλων ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ’ ἀπὸ ἀρετῆς τίκτεται. Περιβάλωμεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ’ αὐτὸς ὁ Δεσπότης. Ἀλλὰ ἐρεῖς ὅτι κατέσπαρται τῷ ἱματίῳ τούτῳ χρυσός; Καὶ τί
25τοῦτο πρὸς σέ; τὸν γὰρ ἐργασάμενον πάντες θαυμά‐ ζουσιν, οὐ τὸν περικείμενον· ἐκείνου γὰρ ὄντως τὸ θαῦμα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἱματίων τῶν λιτῶν οὐ τὸ ξύλον, ἐν ᾧ ἐντέταται τὸ ἱμάτιον ἐπὶ τὸ κναφεῖον, θαυμάζομεν, ἀλλὰ τὸν ἐργαζόμενον, καίτοι ξύλον
30αὐτὰ φορεῖ, καὶ ξύλῳ ἐνδέδεται. Ὥσπερ οὖν ἐκεῖνα οὐ χρείας ἕνεκεν ἐνδέδεται, οὕτως οὐδὲ αὗται, ἀλλὰ τῆς τοῦ ἱματίου χρείας, ἵνα τινάσσηται, φησὶν, ἵνα μὴ σητὶ κατατείνηται. Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ μηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν,
35καὶ πάντα μηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα; Τί ἄν τις εἴποι τὴν τῶν ἀρωμάτων πολυτέλειαν, τῶν Ἰνδικῶν, τῶν Ἀραβικῶν, τῶν Περσικῶν. τῶν ξη‐
40ρῶν, τῶν ὑγρῶν, τῶν μύρων, τῶν θυμιαμάτων, ἅπερ ἅπαντα δαπάνην ἔχει πολλὴν καὶ ἀνόητον; Τί μυρί‐ ζεις, ὦ γύναι, τὸ σῶμα ἔσωθεν ἀκαθαρσίας γέμον; τί περὶ τὸ δυσῶδες ἀναλίσκῃ, καὶ ταυτὸ ποιεῖς, ὥσ‐ περ ἂν εἴ τις ἐπιβάλοι βορβόρῳ μύρον, ἢ πλίνθῳ δια‐
45βρέχοι βάλσαμον; Ἔστιν, εἰ βούλει, μύρον, ἔστιν ἄρωμα, ᾧ δυνήσῃ χρῖσαι τὴν ψυχὴν, οὐκ ἐξ Ἀρα‐ βίας, οὐδὲ ἐξ Αἰθιοπίας, οὐδ’ ἀπὸ Περσίδος, ἀλλ’ ἐξ αὐτοῦ φερόμενον τοῦ οὐρανοῦ, πωλούμενον οὐ χρυ‐ σίου, ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυπο‐

62

.

513

(50)

κρίτου. Τοῦτο ἀγόρασαι τὸ μύρον, οὗ ἡ ὀσμὴ τὴν οἰκουμένην ἐμπλῆσαι δύναται· τούτου ἀπέπνεον οἱ ἀπόστολοι· Ὀσμὴ γάρ ἐσμεν εὐωδίας, φησὶν, οἷς μὲν εἰς θάνατον, οἷς δὲ εἰς ζωήν. Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ ὗς ἀποπνίγεσθαι λέγεται ἀπὸ τῆς εὐ‐
55ωδίας. Οὐ τὸ σῶμα δὲ μόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τὰ ἱμάτια τοῦ μύρου τοῦ πνευματικοῦ ἀπέπνεον. Οὕτω γὰρ ἔπνει καλὸν τὰ ἱμάτια Παύλου, ὡς δαίμο‐ νας ἀπελαύνειν. Ποίου φύλλου, ποίας κασίας, ποίας σμύρνης οὐχὶ καὶ ἡδίων καὶ χρησιμωτέρα αὕτη ἡ
60εὐωδία; Εἰ γὰρ δαίμονας ἀπήλαυνε, τί οὐκ ἂν ἕτερον εἰργάσατο; Τοῦτο κατασκευάζωμεν τὸ μύρον· κατα‐
σκευάζει δὲ αὐτὸ δι’ ἐλεημοσύνης ἡ πνευματικὴ χάρις.Column end

62

.

514

Τούτου καὶ ἐκεῖ ἀπελθόντες μέλλομεν ἀποπνεῖν, καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν· καὶ καθάπερ ἐνταῦθα πάντας ἐπιστρέφουσιν οἱ ἀνακεχρωσμένοι ταῖς εὐωδίαις, κἄν τε εἰς βαλανεῖον, κἄν τε εἰς ἐκκλη‐
5σίαν, κἄν τε εἰς ἕτερον πολυάνθρωπον τόπον ἀπέλθῃ ὁ τοῦτο ἀποπνέων, πάντες αὐτοῦ ἐξαρτῶνται, καὶ πάντες ἐπιστρέφονται· οὕτω καὶ ἐν ἐκείνῳ τῷ κόσμῳ τῶν ἀποπνεουσῶν ψυχῶν τῆς πνευματικῆς εὐωδίας εἰσιουσῶν, πάντες ὑπεξίστανται καὶ παραχωροῦσι.
10Καὶ ἐνταῦθα δὲ καὶ δαίμονες καὶ κακίαι πᾶσαι προσ‐ ελθεῖν οὐ τολμῶσιν οὐδὲ ὑπομένουσιν· ἀποπνίγονται γάρ. Ἐκεῖνο τοίνυν τὸ ἄρωμα περιθώμεθα. Τοῦτο μὲν γὰρ καὶ βλακείας δόξαν ἡμῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύματος ὄντως· καὶ παῤῥησίαν
15δὲ ἡμῖν παρέχει πολλήν. Τοῦτο τὸ ἄρωμα οὐ γῆ ἀνα‐ δίδωσιν, ἀλλ’ ἀρετὴ τίκτει, οὐ μαραίνεται, ἀλλ’ ἀνθεῖ· τοῦτο τιμίους τοὺς ἔχοντας ποιεῖ. Τούτῳ χριόμεθα, ὅταν βαπτιζώμεθα· τότε καλὸν ἀποπνέομεν. Τὸ δὲ καὶ τὸ ἑξῆς τούτου ἀποπνεῖν, τῆς ἡμῶν ἐστι σπου‐
20δῆς. Διὰ τοῦτο καὶ τὸ παλαιὸν μύρῳ ἐχρίοντο οἱ ἱε‐ ρεῖς, τῆς ἀρετῆς σύμβολον διδόντες, ὅτι τὸν ἱερέα καλὸν ἀποπνεῖν δεῖ. Τῆς δὲ ἁμαρτίας οὐδέν ἐστι δυσωδέστερον. Ὅρα αὐτῆς πῶς διαγράφει τὴν φύσιν ὁ προφήτης. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές
25μου. Ὄντως γὰρ σηπεδόνος χείρων ἐστὶ καὶ δυσωδε‐ στέρα ἡ ἁμαρτία. Τί γὰρ, εἰπέ μοι, πορνείας δυσω‐ δέστερον; Εἰ δὲ μὴ αἰσθάνῃ ἐργαζομένης, ἐννόησόν μοι τίς ἡ ἁμαρτία μετὰ τὴν ἐργασίαν, καὶ τότε αὐτῆς ὄψει τὴν δυσωδίαν, τότε τὴν προστριβεῖσαν ἀκαθαρ‐
30σίαν, τότε τὸ ἄγος, τότε τὸ μύσος. Τοιαύτη πᾶσα ἁμαρτία· πρὶν ἢ μὲν ἐργα‐ σθῆναι, ἔχει τινὰ ἡδονὴν, μετὰ δὲ τὸ τελεσθῆναι τὸ μὲν ἡδὺ παύεται καὶ μαραίνεται, τὸ δὲ λυπηρὸν καὶ κατηφὲς ἐπεισέρχεται. Ἡ δὲ δικαιοσύνη τοὐναντίον·
35παρὰ μὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέ‐ λει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν. Οὐδὲ ἐκεῖ μὲν οὖν ἡ ἡδονὴ ἡδονὴ γίνεται, τῇ προσδοκίᾳ τῆς αἰσχύνης καὶ τῆς τιμωρίας· καὶ ἐνταῦθα δὲ πάλιν οὐδὲ ὁ πό‐ νος πόνος τῇ ἐλπίδι τῶν ἀμοιβῶν. Τί δὴ ἡ μέθη, εἰπέ
40μοι; οὐκ ἐν τῷ πίνειν μόνον ἔχει τὴν ἡδονήν; μᾶλλον δὲ οὐδ’ ἐν τῷ πίνειν. Ὅταν γὰρ εἰς ἀναισθησίαν ἐμπέσῃ, καὶ μηδένα τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν μαινομένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή; Μᾶλλον δὲ οὐδὲ ἐν αὐτῇ τῇ πορνείᾳ ἡδονή τίς ἐστιν.
45Ὅταν γὰρ ὑπὸ πάθους ἡ ψυχὴ κατεχομένη τὴν κρί‐ σιν ἀφαιρῆται, ποία αὕτη ἡδονή; Εἰ δὲ τοῦτο, καὶ ψῶρα ἡδονή. Ἡδονὴν δὲ ἐκείνην ἐγὼ εἴποιμι ἂν τὴν ἀληθῆ, ὅταν μὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινομένη ὑπὸ τοῦ σώματος καὶ διασπωμένη. Ποία γὰρ αὕτη

62

.

514

(50)

ἡδονὴ, τρίζειν ὀδόντας, διαστρέφειν ὀφθαλμοὺς, γαρ‐ γαλίζεσθαι καὶ θερμαίνεσθαι πέρα τοῦ δέοντος; Οὕτω δὲ οὐκ ἔστιν ἡδονὴ, ὅτι σπεύδομεν αὐτῆς ἀπαλλαγῆ‐ ναι ταχέως, καὶ ἀπαλλαγέντες ἀλγοῦμεν. Εἰ ἡδονή ἐστι, μὴ ἀπαλλάττου αὐτῆς, ἀλλὰ μένε ἐν τῇ ἡδονῇ.
55Ὁρᾷς ὅτι ὄνομά ἐστι μόνον ἡδονῆς; Ἀλλ’ οὐ τὰ παρ’ ἡμῖν τοιαῦτα, ἀλλ’ ὄντως ἐστὶν ἡδέα, οὐ μετὰ φλο‐ γὸς ἔχοντα τὴν ἡδονὴν, ἀλλ’ ἐλευθέραν ἀφιέντα τὴν ψυχὴν, καὶ εὐφραίνοντα καὶ διαχέοντα. Τοιαύτη ἦν ἡ Παύλου ἡδονὴ λέγοντος, Ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ
60χαρήσομαι· καὶ, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ἐκείνη γὰρ καὶ αἰσχύνην ἔχει καὶ κατάγνωσιν,
ἐκείνη καὶ λάθρα γίνεται, καὶ μυρίων ἐμπέπλησται513

62

.

515

ἀηδιῶν· αὕτη δὲ πάντων τούτων ἀπήλλακται. Ταύ‐ την οὖν μεταδιώκωμεν, ἵνα τῶν μελλόντων ἐπιτύχω‐
μεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ΚυρίουColumn end

62

.

516

ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

515

(4)

ΟΜΙΛΙΑ Γʹ.
5Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμε‐ νος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφη‐ μον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεό‐
10 νασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πί‐ στεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. αʹ. Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην, ἀλλὰ τα‐ πεινοῤῥημοσύνην μὲν πολλὴν, καὶ πέρα τοῦ δέοντος,
15ταπεινοφροσύνην δὲ οὐδαμοῦ. Ὁ δὲ μακάριος οὕτως αὐτὴν μετεδίωκε Παῦλος, ὡς καὶ ἐπινοεῖν πολλὰς πανταχοῦ προφάσεις πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. Ἐπειδὴ γὰρ μάλιστα ἐκείνους εἰκὸς κά‐ μνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συν‐
20ειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν δὲ εἰκὸς καὶ αὐτὸν βίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύματος, ὀγκούμενον· ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ. Εἶπεν, ὅτι Ἐπιστεύθην ἐγὼ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ· Εὐαγγέλιον,
25οὗ μετέχειν θέμις οὐκ ἔνι τοὺς ἔτι νόμῳ χρωμένους· ἀντίκειται γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ μέ‐ σον, ὡς τοὺς ὑπ’ ἐκείνου φερομένους μηδέπω ἀξίους εἶναι τούτου μετέχειν· ὥσπερ ἂν εἴ τις λέγοι, ὅτι τοὺς δεσμῶν δεομένους καὶ δίκης οὐ θέμις εἰς φιλο‐
30σόφων εἰσφέρειν χορόν. Ἐπεὶ οὖν ἐφυσήθη, καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλ‐ λους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν· γράφων τε, Ὃ ἐπιστεύθην ἐγὼ, ταχέως ἐπελάβετο ἑαυτοῦ, ἵνα μὴ νομίσῃς, ὅτι ἐξ ὑπερηφανίας τοῦτό φησιν. Ὅρα
35τοίνυν ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατ‐ όρθωμα κρύπτει, καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ,
40ἀλλ’ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον τὸ αὐτεξούσιον μὴ λυμή‐ νασθαι; Ἔφη γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ’ ἡμῶν εἰσφέρεται, ἀλλ’ ὡς ξύλα καὶ λίθους μετακινεῖ πρὸς φιλοσοφίαν ἀπὸ κα‐ κίας· τί δήποτε Παῦλον μὲν τοιοῦτον εἰργάσατο, τὸν
45δὲ Ἰούδαν οὐκέτι; Ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθε‐ σιν, ὅρα πῶς μετὰ συνέσεως τῷ λόγῳ κέχρηται. Ἐπιστεύθην, φησὶν, ἐγώ. Τοῦτο αὐτοῦ κατόρθωμα καὶ ἀξίωμα, ἀλλ’ οὐκ αὐτοῦ ὅλον· ὅρα γὰρ τί φησι· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ.

62

.

515

(50)

Τοῦτο τοῦ Θεοῦ· εἶτα πάλιν τὸ αὐτοῦ, ὅτι Πιστόν με ἡγήσατο· πάντως, ἐπειδὴ ἔμελλεν ἀφ’ ἑαυτοῦ χρησιμεύειν. Θέμενος, φησὶν, εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβρι‐ στήν· ἀλλ’ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπι‐
55στίᾳ. Ὅρα πῶς καὶ τὸ αὑτοῦ τίθησι, καὶ τὸ τοῦ Θεοῦ, τὸ πλέον νέμων τῇ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὑτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὴν αὐτεξουσίαν. Τί δέ ἐστι, Τῷ ἐνδυ‐ ναμώσαντί με; Ἄκουε· φορτίον ὑπῆλθε μέγα, καὶ
60πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. Ἐννόησον γὰρColumn end

62

.

516

(5)

ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπι‐ βουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστα‐ σθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ’ ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ
10ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον. Τοῦτο οὐκ ἦν ἀν‐ θρωπίνης ἰσχύος, ἀλλ’ οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μό‐ νον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως. Ὅτι γὰρ προειδὼς αὐτὸν τίς ἔσται, εἵλετο αὐτὸν, ἄκουσον τί φησι, πρὶν ἢ ἅψασθαι αὐτὸν τοῦ κηρύγματος· Σκεῦος
15ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ὥσπερ γὰρ οἱ βαστάζοντες τὸ σημεῖον τὸ βασιλικὸν ἐν πολέμῳ, τὸ λεγόμενον τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐμπειρίας, ὥστε αὐτὸ μὴ προ‐
20δοῦναι τοῖς πολεμίοις· οὕτω καὶ οἱ τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέμῳ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς δέονται τῆς δυνάμεως, ὥστε τοῖς κατηγόροις αὐτὸ μὴ ἐκδοῦναι στόμασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν. Πολλῆς γὰρ
25ὄντως δεῖ τῆς ἰσχύος, ὥστε βαστάσαι τὸ ὄνομα τοῦ Χριστοῦ. Ὁ γὰρ ἀνάξιόν τι ἢ λέγων, ἢ πράττων, ἢ φρονῶν, οὐκ ἐβάστασε τὸ ὄνομα, οὐκ ἔχει τὸν Χρι‐ στὸν ἐν ἑαυτῷ. Πομπεύει δὲ ὁ βαστάζων, οὐ δι’ ἀγο‐ ρᾶς ἀλλὰ διὰ τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν,
30ἄγγελοι δορυφοροῦντες καὶ θαυμάζοντες. Χάριν ἔχω, φησὶ, τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅρα πῶς καὶ τῶν αὐτοῦ χάριν αὐτῷ οἶδεν. Ὅτι γὰρ σκεῦος ἐκλογῆς ἐστι, φησὶν αὐτῷ χάριν εἰδέναι. Καίτοι τοῦτο σὸν γέγονεν, ὦ μακάριε
35Παῦλε· οὐ γὰρ προσωπολήπτης ὁ Θεός. Ἀλλὰ χάριν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γάρ με τοῦ πιστὸν εἶναι νομίζειν σημεῖον. Καθάπερ γὰρ ἐν οἰκίᾳ οὐ τῷ πιστευθῆναι μόνον ὁ οἰκο‐ νόμος χάριν ἔχει τῷ δεσπότῃ, ἀλλὰ καὶ τὸ σημεῖον
40τίθησι τοῦτο, ὅτι αὐτὸν τῶν ἄλλων ἡγεῖται πιστότε‐ ρον· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. Εἶτα σκόπει πῶς ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ καὶ τὴν φιλανθρω‐ πίαν, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. Τὸν πρότερον ὄντα, φησὶ, βλάσφημον καὶ διώκτην
45καὶ ὑβριστήν. Καὶ ὅταν μὲν περὶ Ἰουδαίων διαλέγη‐ ται τῶν ἔτι ἀπίστων, μεθ’ ὑποστολῆς κέχρηται τῷ λόγῳ· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· περὶ δὲ ἑαυτοῦ φησι, Βλάσφημον ὄντα καὶ διώκτην καὶ ὑβριστήν.

62

.

516

(50)

Ὁρᾷς τὴν καταφορὰν αὐτοῦ, πῶς οὐκ ἔστι φίλαυ‐ τος, πῶς συνεσταλμένην κέκτηται τὴν διάνοιαν; Οὐκ ἤρκει εἰπεῖν, Βλάσφημον ὄντα καὶ διώκτην, ἀλλ’ ὅτι καὶ μετ’ ἐπιτάσεως τοῦτο ἔπραττε. Οὐ μόνον γὰρ, φησὶ, μέχρις ἐμοῦ ἵστων τὸ φαῦλον, οὐδὲ ἠρκούμην
55αὐτὸς βλασφημῶν, ἀλλὰ καὶ τοὺς βουλομένους εὐσε‐ βεῖν ἐδίωκον. Πολλὴ τῆς βλασφημίας ἡ μανία. Ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.
βʹ. Τίνος οὖν ἕνεκεν καὶ ἄλλοι Ἰουδαῖοι οὐκ ἠλεήθη‐515

62

.

517

σαν; Ὅτι οὐκ ἐξ ἀγνοίας, ἀλλὰ καὶ εἰδότες καὶ σφό‐ δρα ἐπιστάμενοι ἔπραττον ἅπερ ἔπραττον. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Πολλοὶ ἐκ τῶν Φαρισαίων καὶ Ἰουδαίων ἐπί‐
5στευον μὲν, οὐχ ὡμολόγουν δέ. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον, ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Καὶ πάλιν ὁ Χριστός φησι· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμ‐ βάνοντες; καὶ πάλιν, Ταῦτα εἶπον, φησὶν, οἱ γο‐
10νεῖς τοῦ τυφλοῦ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι πάλιν ἔλεγον, Ὁρᾶτε ὅτι οὐδὲν ὠφελοῦμεν, ὅτι πᾶς ὁ κόσμος ὑπάγει ὀπίσω αὐτοῦ. Πανταχοῦ γὰρ αὐτοῖς τὸ τῆς φιλαρχίας πάθος ἠνώχλει. Καὶ
15μὴν αὐτοὶ εἶπον, ὅτι Οὐδεὶς δύναται ἀφιέναι ἁμαρ‐ τίας, εἰ μὴ μόνος ὁ Θεός· καὶ εὐθέως ἐποίησε τοῦτο, ὅπερ ἔφησαν εἶναι σημεῖον Θεοῦ. Οὐκ ἦν οὖν ταῦτα ἀγνοίας. Ποῦ δὲ ὁ Παῦλος ἦν τότε; Ἴσως ἄν τις εἴποι· Παρὰ τοὺς πόδας Γαμαλιὴλ, οὐδὲν κοινὸν
20μετὰ τῶν ὄχλων ἔχων τῶν στασιαστῶν. Ὁ δὲ Γαμα‐ λιὴλ ἀνήρ τις ἦν οὐ φιλαρχίας ἕνεκέν τι ποιῶν. Πῶς οὖν μετὰ ταῦτα εὑρίσκεται μετὰ τοῦ ὄχλου ὁ Παῦλος; Ἑώρα αὐξανόμενον τὸ δόγμα, καὶ κρατοῦν λοιπὸν, καὶ πάντας αὐτοὺς πειθομένους. Ἐπὶ μὲν γὰρ τοῦ Χρι‐
25στοῦ ποτὲ μὲν αὐτῷ συνῄεσαν, ποτὲ δὲ τοῖς διδασκά‐ λοις· ὅτε δὲ τέλεον ἀπεσχοινίσθησαν, τότε λοιπὸν, οὐχ ὡς οἱ λοιποὶ φιλαρχίας ἕνεκεν ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ ζήλου. Τίνος γὰρ ἕνεκεν εἰς Δαμασκὸν ἐπορεύετο; Λύμην τὸ πρᾶγμα ἐνόμιζε, καὶ ἐδε‐
30δοίκει μὴ πανταχοῦ διαδοθῇ τὸ κήρυγμα. Οἱ δὲ Ἰουδαῖοι οὐχ οὕτως· οὐ γὰρ τῆς προστασίας τῶν πολλῶν ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον. Ὅρα γοῦν τί φασιν· Ἀροῦσιν ἡμῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Ποῖος αὐτοὺς κατέσεισε φόβος; ἀνθρώπινος. Ἐκεῖνο
35δὲ ἄξιον ἐξετάσαι, πῶς ἀκριβὴς ὢν περὶ τὸν νόμον, οὐδὲν ἔγνω· αὐτὸς γὰρ ἦν ὁ λέγων. Ὃ προεπηγ‐ γείλατο διὰ τῶν προφητῶν αὐτοῦ. Πῶς οὖν οὐκ οἶδας ζηλωτὴς ὑπάρχων τοῦ πατρῴου νόμου, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος; ἀλλ’ οἱ μὲν ἐν
40λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελῶναι προσ‐ έδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής; Διὰ τοῦτο κατεγίνωσκεν ἑαυτοῦ, λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ, ἣν ἡ ἀπιστία ἔτικτε· διὰ τοῦτό φησιν
45ἐλεηθῆναι. Τί ἐστι, Πιστόν με ἡγήσατο; Οὐδὲν τῶν Δεσποτικῶν προεδίδου· πάντα αὑτοῦ ἔλεγεν εἶ‐ ναι, καὶ τὰ ἴδια. Οὐκ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Ἄκουε γὰρ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, Ἄνδρες, τί ἡμῖν προσέχετε; ἡμεῖς ὁμοιοπαθεῖς

62

.

517

(50)

ὑμῖν ἐσμεν ἄνθρωποι. Τοῦτό ἐστι, Πιστόν με ἡγή‐ σατο. Καὶ πάλιν ἀλλαχοῦ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, φησίν· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί· καὶ πάλιν, Ὁ ἐνερ‐ γῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Δεί‐
55κνυσιν ἑαυτὸν ἐκ τούτου τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται. Καὶ πάλιν ἀλλαχοῦ φησι· Πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν. Ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ, φησὶν, ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί
60ἐστι τοῦτο; Ἵνα μὴ ἀκούσας, Ἠλεήθην, τοσοῦτον μόνον νομίσῃς, Βλάσφημος, φησὶν, ἤμην καὶ διώ‐ κτης καὶ ὑβριστής· οὐκοῦν καὶ κολάσεως ἄξιος·
ἀλλ’ οὐκ ἐτιμωρήθην· ἠλεήθην γάρ. Ἆρ’ οὖν τοῦτοColumn end

62

.

518

μόνον, καὶ μέχρι τούτου ὁ ἔλεος τοῦ μὴ δοῦναι τι‐ μωρίαν; Οὐδαμῶς, ἀλλὰ καὶ ἕτερα πολλὰ καὶ μεγάλα. Οὐ γὰρ τῆς ἐπηρτημένης ἡμᾶς δίκης μόνης ἀπήλλα‐ ξεν ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς καὶ
5ἀδελφοὺς καὶ φίλους καὶ κληρονόμους καὶ συγκληρο‐ νόμους. Διὰ τοῦτό φησιν, Ὑπερεπλεόνασεν ἡ χά‐ ρις, δηλῶν ὅτι ὑπερέβη καὶ τὸν ἔλεον τὰ δῶρα. Ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος, καὶ σφόδρα ἀγαπῶντος. Εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ
10τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ μεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε γοῦν,
15Μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τοσοῦτον μόνον, φησὶν, ἡμεῖς εἰσηνέγκαμεν· ἐπι‐ στεύσαμεν, ὅτι δύναται ἡμᾶς σῶσαι. γʹ. Ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ. Τί ἐστι, Διὰ τοῦ Χριστοῦ; Ὅτι αὐτὸς ἡμῖν τούτου
20πρόξενος γέγονεν, οὐχ ὁ νόμος. Ὁρᾷς τίνων μὲν ὁ Χριστὸς αἴτιος ἡμῖν γέγονεν ἀγαθῶν, τίνων δὲ ὁ νό‐ μος; Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπλεόνασεν ἡ χάρις, ἀλλ’ Ὑπερεπλεόνασε. Καὶ γὰρ ὄντως ὑπερεπλεό‐ νασε, τοὺς μυρίων κολάσεων ἀξίους, τούτους εἰς υἱο‐
25θεσίαν ἀγαγοῦσα ἐξαίφνης. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνον, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ καὶ νῦν εἰσιν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τὰ τῶν φιλούντων πράσσοντες· πῶς γὰρ, ὅταν πάντα
30αὐτοῦ προτιμῶσι, χρήματα, γένεσιν, εἱμαρμένην, παρατήρησιν, κλῃδονισμοὺς, οἰωνισμούς; Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶμεν, εἰπέ μοι, ποία ἀγάπη; Εἴ τις ἔχει φίλον θερμὸν καὶ διάπυρον, κἂν οὕτω φι‐ λείτω τὸν Χριστόν· κἂν οὕτω φιλείτω τὸν ὑπὲρ
35τῶν ἐχθρῶν τὸν Υἱὸν αὐτοῦ δεδωκότα, οὐδὲν ἡμῶν κατωρθωκότων. Τί λέγω, κατωρθωκότων; μεγάλα μὲν οὖν ἐργασαμένων κακὰ, καὶ τετολμη‐ κότων ἀτόλμητα ἀντ’ οὐδενός. Καὶ ὁ μὲν μετὰ τὰς μυρίας εὐεργεσίας καὶ κηδεμονίας οὐδὲ οὕτως
40ἔῤῥιψεν, ἀλλὰ τότε μάλιστα τὸν Υἱὸν ἔδωκεν, ὅτε μείζονα ἠδικήσαμεν· ἡμεῖς δὲ μετὰ τὸ τοσούτων τυ‐ χεῖν, μετὰ τὸ γενέσθαι φίλοι, μετὰ τὸ πάντων τῶν ἀγαθῶν ἀξιωθῆναι δι’ αὐτοῦ, οὐδὲ ὡς φίλον ἠγαπή‐ σαμεν. Καὶ τίς ἡμῖν ἔσται ἐλπίς; Τάχα φρίττετε
45πρὸς τὸ ῥῆμα· ἀλλ’ εἴθε πρὸς τὰ πράγματα. Καὶ πῶς, φησὶν, οὐδὲ ὡς τοὺς φίλους οὕτω φιλήσομεν τὸν Θεόν; Πῶς; ἐγὼ πειράσομαι δεῖξαι· καὶ εὔχομαι μὲν μηδὲν δόξαι λέγειν, ἀλλὰ ληρεῖν· φοβοῦμαι δὲ μὴ κατὰ πραγμάτων ᾖ τὰ λεγόμενα ῥήματα. Σκόπει δέ· ὑπὲρ

62

.

518

(50)

φίλων, τῶν ὄντως φίλων, πολλοὶ καὶ ζημιωθῆναι εἵ‐ λοντο πολλάκις· τοῦ δὲ Χριστοῦ ἕνεκεν οὐ μόνον ζη‐ μιωθῆναι, ἀλλὰ τοῖς οὖσιν ἀρκεῖσθαι οὐδεὶς ἀνέχεται. Ὑπὲρ φίλου πολλάκις καὶ ὑβρίσθημεν, καὶ ἔχθρας ἀνεδεξάμεθα· διὰ δὲ τὸν Χριστὸν οὐδεὶς ἔχθραν ἀνα‐
55δέχεται, ἀλλ’ εἰκῆ, φησὶ, φιλοῦ, εἰκῆ μὴ μισοῦ. Τὸν φίλον λιμώττοντα οὐδέποτε περιοψόμεθα· τὸν δὲ Χριστὸν καθ’ ἡμέραν ἡμῖν προσιόντα οὐχ ὑπέρ τινος μεγάλου, ἀλλ’ ὑπὲρ ἄρτου μόνον, οὐδὲ προσιέμεθα, καὶ ταῦτα ἐρευγόμενοι δυσωδίας, καὶ διασπώμενοι
60καὶ γαστριζόμενοι, καὶ τὸν χθεσινὸν οἶνον ἀποπνέον‐
τες, καὶ τρυφῶντες, καὶ οἱ μὲν πόρναις διδόντες, οἱ517

62

.

519

δὲ παρασίτοις, οἱ δὲ κόλαξιν, οἱ δὲ τέρασι καὶ μω‐ ροῖς καὶ νάννοις· καὶ γὰρ τὰ τῆς φύσεως ἁμαρτή‐ ματα ταῦτα φέρουσιν εἰς τέρψιν. Καὶ φίλοις τοῖς ὄντως φίλοις οὐδέποτε φθονοῦμεν, οὐδὲ δακνόμεθα
5τῇ τούτων εὐπραγίᾳ· ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τοῦτο πάσχομεν· καὶ μείζονα ἴδοι τις ἂν τὴν φιλίαν ἰσχύου‐ σαν, ἢ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ ὁ ὕπουλος καὶ ὁ φθονερὸς μᾶλλον τοῦ Θεοῦ τοὺς ἀνθρώπους αἰδεῖ‐ ται. Πῶς; ἐγὼ λέγω· ὅτι τοῦ μὲν Θεοῦ ὁρῶντος τὰ
10κατὰ καρδίαν, οὐκ ἀφίσταται ἄνθρωπος δόλους ῥά‐ πτων· ἂν δὲ ἄνθρωπον ἴδῃ ἄνθρωπος, ἀπόλωλε, καὶ ἐρυθριᾷ. Τί τοῦτο λέγω; Πρὸς φίλον μὲν κα‐ κούμενον ἀπερχόμεθα, κἂν μικρόν τι ἀναβαλώμεθα, φοβούμεθα μὴ καταγνωσθῶμεν· τοῦ δὲ Χριστοῦ
15πολλάκις ἐν δεσμοῖς ἀποθανόντος, οὐδὲ ἐπεσκεψά‐ μεθα. Καὶ πρὸς τοὺς φίλους δὲ τοὺς πιστοὺς, οὐκ ἐπειδὴ πιστοί εἰσιν, ἀπερχόμεθα, ἀλλ’ ἐπειδὴ φίλοι. δʹ. Ὁρᾷς οὐδὲν φόβῳ Θεοῦ γινόμενον, οὐδὲ τῷ περὶ αὐτὸν φίλτρῳ, ἀλλὰ τὰ μὲν φιλίᾳ, τὰ δὲ συνηθείᾳ;
20Ὁρῶντες φίλον ἀποδημοῦντα, κλαίομεν, στένομεν, ἂν δὲ καὶ ἀποθανόντα ἴδωμεν, ὀλοφυρόμεθα, καίτοι γε εἰδότες ὅτι οὐ διαπαντὸς ἡμῶν διαστήσεται, ἀλλ’ αὐτὸν ἐν τῇ ἀναστάσει ἀποληψόμεθα· τοῦ δὲ Χρι‐ στοῦ χωριζομένου ἡμῶν καθ’ ἑκάστην ἡμέραν, μᾶλ‐
25λον δὲ τὸν Χριστὸν καθ’ ἑκάστην ἡμέραν ἀπελαύ‐ νοντες ἀφ’ ἡμῶν, οὐκ ἀλγοῦμεν, οὐδὲ δεινόν τι ποιεῖν νομίζομεν, ἀδικοῦντες, λυποῦντες, παροξύνοντες, τὰ μὴ δοκοῦντα αὐτῷ πράσσοντες. Ἀλλ’ οὔπω τοῦτο φρικτὸν, εἰ μηδὲ ὡς φίλῳ αὐτῷ κεχρήμεθα· ἐγὼ
30γὰρ δείξω, ὅτι καὶ ὡς ἐχθρῷ αὐτῷ χρώμεθα. Πῶς; Τὸ φρόνημα τῆς σαρκὸς, φησὶν ὁ Παῦλος, ἔχθρα εἰς Θεόν. Ἡμεῖς δὲ τοῦτο μὲν ἀεὶ περιφέρομεν, τὸν δὲ Χριστὸν ἀεὶ βουλόμενον ἡμῖν ἐπιτρέχειν, καὶ πρὸς τὰς θύρας ἡμῶν ἐρχόμενον διώκομεν (αἱ γὰρ
35πονηραὶ πράξεις τοῦτο ἐργάζονται)· καὶ ποιοῦμεν αὐτὸν ὑβρίζεσθαι καθ’ ἑκάστην ἡμέραν, διὰ τὰς πλεονεξίας ἡμῶν, διὰ τὰς ἁρπαγάς. Δοξάζεταί τις εὐδοκιμῶν, καὶ τὰ αὑτοῦ φθεγγόμενος, καὶ τὴν Ἐκ‐ κλησίαν ὠφελῶν; καὶ ἡμεῖς τούτῳ φθονοῦμεν, ὅτι
40τὰ τοῦ Θεοῦ ἐργάζεται· καὶ δοκοῦμεν μὲν φθονεῖν ἐκείνῳ, ὁ δὲ φθόνος διαβαίνει εἰς Χριστόν. Οὒ, φη‐ σὶν, ἀλλὰ βουλόμεθα οὐ δι’ ἑτέρων, ἀλλὰ δι’ ἡμῶν τὴν ὠφέλειαν γίνεσθαι. Οὐ διὰ τὸν Χριστὸν, ἀλλὰ δι’
ἡμᾶς· ἐπεὶ εἰ διὰ τὸν Χριστὸν, ἀδιάφορον ἂν ἦνColumn end

62

.

520

ἡμῖν τὸ καὶ δι’ ἑτέρων, καὶ δι’ ἡμῶν ταῦτα γίνε‐ σθαι. Εἰπὲ γάρ μοι, εἴ τις ἰατρὸς παῖδα ἔχων τυ‐ φλοῦσθαι μέλλοντα, αὐτὸς μὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν, ἕτερον δὲ εὕροι δυνάμενον τοῦτο ἐργάζε‐
5σθαι, ἆρα ἂν ἀπήλασεν αὐτόν; Οὐδαμῶς· ἀλλὰ μονον‐ ουχὶ ἐρεῖ πρὸς αὐτόν· Εἴτε διὰ σοῦ, εἴτε δι’ ἐμοῦ, τὰ τῆς ὠφελείας γινέσθω. Τί δήποτε; Ὅτι οὐ τὸ ἑαυτοῦ ὁρᾷ, ἀλλὰ τὸ τῷ παιδὶ συμφέρον. Οὕτω καὶ ἡμεῖς, εἰ τὸ τοῦ Χριστοῦ ἑωρῶμεν, εἴπομεν ἂν, Εἴτε
10δι’ ἡμῶν, εἴτε δι’ ἑτέρου τινὸς, τὸ λυσιτελὲς γινέσθω· Εἴτε ἀληθείᾳ, εἴτε προφάσει, φησὶ, Χριστὸς κατ‐ αγγέλλεται. Ἄκουε γὰρ τοῦ Μωϋσέως λέγοντος πρὸς τοὺς παροξῦναι αὐτὸν βουλομένους, ἡνίκα οἱ περὶ Ἐλδὰδ καὶ Μωδὰδ προεφήτευον· Μὴ ζηλοῖς
15σὺ ἐμοί· καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ταῦτα δὲ πάντα ἀπὸ φιλοδοξίας γίνεται. Ἆρα οὐκ ἐχθρῶν ταῦτα καὶ πολεμίων; Εἶπέ σέ τις κακῶς; ἀγάπησον αὐτὸν σύ. Καὶ πῶς δυνατόν; Δυνατὸν, καὶ σφόδρα δυνατὸν, ἐὰν θέλῃς.
20Ἂν δὲ καλῶς εἰπόντα φιλήσῃς, οὐκ ἔτι σοι χάρις· οὐ γὰρ διὰ τὸν Κύριον, ἀλλὰ διὰ τὴν εὐφημίαν τοῦτο πεποίηκας. Ἔβλαψέ σέ τις; εὐεργέτησον· ἂν δὲ ὠφελήσαντα ὠφελήσῃς, οὐδὲν μέγα πεποίηκας. Ἠδικήθης καὶ ἐζημιώθης τὰ μεγάλα; τοῖς ἐναντίοις
25ἀμείψασθαι σπούδασον. Ναὶ, παρακαλῶ, οὕτω διοι‐ κῶμεν τὰ καθ’ ἑαυτούς· παυσώμεθα τοῦ ἀδικεῖν καὶ μισεῖν τοὺς ἐχθρούς· αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν, ἡμεῖς δὲ καὶ αὐτὸν φιλοῦντα διώκομεν. Μὴ γένοιτο, φησί. Τῷ ῥήματι τοῦτο πάντες φθεγγόμεθα,
30διὰ δὲ τῶν ἔργων οὐ πάντες. Τοσαύτη ἡ τῆς ἁμαρ‐ τίας σκότωσις, ὅτι ἅπερ οὐκ ἔστι λόγῳ φορητὰ, ταῦτα δι’ ἔργων φορητά ἐστιν. Ἀπιστῶμεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων καὶ λυμαινομένων ἡμῶν τὴν σωτηρίαν, ἵνα τύχωμεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν.
35Θέλω γὰρ, φησὶν, ἵν’, ὅπου εἰμὶ ἐγὼ, ὦσι καὶ οἱ μαθηταί μου, ἵνα τὴν δόξαν ὁρῶσι τὴν ἐμήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
40τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

519

(45)

ΟΜΙΛΙΑ Δʹ. Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρ‐ τωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται

62

.

519

(50)

Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. αʹ. Οὕτω μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ
55ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μήτε ἐνενόησε, μήτε προσεδόκησε νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. Διὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ
δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντα. Καθά‐Column end

62

.

520

(46)

περ γὰρ ἐπὶ τῶν μεγάλων ἀγαθῶν τοῦτο πάσχο‐ μεν, ἆρα μὴ ὄναρ ἐστίν; λέγοντες, τῷ ἀπιστεῖν· οὕτω καὶ ἐπὶ τῶν τοῦ Θεοῦ δωρεῶν. Τί οὖν ἦν τὸ ἀπιστούμενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ

62

.

520

(50)

ἐν νόμῳ μὴ δικαιωθέντες μηδὲ δι’ ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι. Πολλὰ μὲν οὖν καὶ ἐν τῇ πρὸς Ῥωμαίους περὶ τούτου διαλέγεται τοῦ κεφαλαίου, πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀπο‐
55δοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι’ ἐκείνου σωθῆναι πίστεως χωρίς. Πρὸς τοῦτο τοί‐
60νυν μάχεται. Ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ
ἄνθρωπος πάντα τὸν ἔμπροσθεν καταδαπανήσας βίον519

62

.

521

εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσι καταναλώσας, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης. Διὰ τοῦτό φησι, Πιστὸς ὁ λόγος. Ἀλλά τινες οὐκ ἠπί‐ στουν μόνον, ἀλλὰ καὶ ἐνεκάλουν, ὃ καὶ νῦν ποιοῦσιν
5Ἕλληνες λέγοντες· Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Ἐπειδὴ γὰρ ἤκουσαν λέγοντος, Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεξεπερίσσευσεν ἡ χάρις, διασύροντες τὰ ἡμέτερα ἐκεῖνοι ἔλεγον τοῦτο. Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώμεθα αὐτοῖς,
10Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος μὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰ ἡμαρτηκότα, ἀφίησι καὶ συγγνώμης ἀξιοῖ· ὁ δὲ Θεὸς ἀθάνατα κολάζει; Καὶ ὅταν περὶ λουτροῦ πάλιν αὐτοῖς διαλε‐ γώμεθα καὶ τῆς διὰ τούτου τῶν ἁμαρτημάτων ἀφ‐
15έσεως, Ποῦ ταῦτα, φασὶν, ἄξια Θεοῦ, τὸν μυρία ἐργα‐ σάμενον κακὰ, ἀφιέναι τῶν ἁμαρτημάτων; Ὁρᾷς τὴν ἐνδιάστροφον γνώμην, πῶς πανταχοῦ τὴν οἰκείαν ἐνδείκνυται φιλονεικίαν; Καὶ μὴν εἰ ἡ ἄφεσις κακὸν, καλὸν ἡ κόλασις· εἰ δὲ ἡ κόλασις οὐ καλὸν, ἡ ἄφεσις
20καλόν· κατὰ τὸν ἐκείνων φημὶ λόγον· κατὰ γὰρ τὸν ἡμέτερον ἀμφότερα καλά· καὶ πῶς, ἐν ἑτέρῳ δεί‐ ξομεν καιρῷ· οὐ γὰρ τοῦ παρόντος ἂν εἴη. Βαθὺν γὰρ ὄντα καὶ πολλῆς δεόμενον τῆς ἐπεξεργασίας, ἐν καιρῷ δεῖ τοῦτον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγά‐
25πης· τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Πιστὸς, φησὶν, ὁ λόγος. Πόθεν πιστός; Καὶ ἀπὸ τῶν προ‐ αγόντων, καὶ ἀπὸ τῶν μετὰ ταῦτα. Ὅρα πῶς καὶ προκατασκευάζει, καὶ μετὰ τὸ κατασκευάσαι αὐτῷ ἐνδιατρίβει. Τὸ γὰρ εἰπεῖν, ὅτι Βλάσφημον ὄντα καὶ
30διώκτην ἠλέησε, τοῦτο κατασκευάζοντος ἦν. Καὶ οὐκ ἠλέησε, φησὶ, μόνον, ἀλλὰ καὶ πιστὸν ἐποίησε· τοσοῦτον οὐ χρὴ, φησὶν, ἀπιστεῖν ὅτι ἠλέησεν. Οὐ‐ δεὶς γὰρ ὁρῶν τὸν δεσμώτην ἐν βασιλείοις στρεφό‐ μενον, ὅτι ἠλεήθη ἀμφιβάλλει ποτέ· ὅπερ ἐπὶ τοῦ
35Παύλου ἦν ἰδεῖν. Ἀφ’ ἑαυτοῦ γὰρ ποιεῖται τὸ ση‐ μεῖον, καὶ οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον εὐφραίνεται. Οὕτω γὰρ μάλιστα δύναται δεῖξαι τὸ μέγα τῆς τοῦ Θεοῦ κηδεμονίας θαῦμα, καὶ ὅτι φιλανθρωπίας ἠξιώθη τοσαύτης.
40Καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ, Κατὰ δι‐ καιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἐν‐ ταῦθά φησιν ἁμαρτωλὸν εἶναι, καὶ πρῶτον τῶν ἁμαρ‐ τωλῶν; Ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰρ‐ γάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ
45οἱ ἐν τῷ νόμῳ· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστε‐ ροῦνται τῆς δόξης τοῦ Θεοῦ. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ, Τὴν ἐν νόμω. Ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος καθ’ ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν θησαυρῶν τῶν

62

.

521

(50)

βασιλικῶν σφόδρα πένης, καὶ πρῶτος πένης· οὕτω δὴ καὶ ἐνταῦθα, πρὸς τοὺς ἀγγέλους κρινόμενοι, ἁμαρτωλοὶ οἱ ἄνθρωποι, καὶ εἰ δίκαιοι. Εἰ δὲ Παῦλος ὁ τὴν ἐν νόμῳ δικαιοσύνην ἐργασάμενος πρῶτος ἁμαρτωλὸς, τίς ἄρα τῶν ἄλλων δίκαιος ἂν κληθείη;
55Οὐ γὰρ διαβάλλων αὐτοῦ τὸν βίον ὡς ἀσελγῆ, τοῦτό φησι, μὴ γένοιτο, ἀλλὰ τὴν δικαιοσύνην ἐκεί‐ νην πρὸς ταύτην συγκρίνων, τὸ μηδὲν εἶναι δείκνυ‐ σιν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἁμαρτωλοὺς τοὺς ἔχοντας αὐτὴν ἀποφαίνει. Ἀλλὰ διὰ τοῦτο ἠλεή‐
60θην, φησὶν, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύ‐ πωσιν τῶν μελλόντων πιστεύειν εἰς αὐτὸν εἰς ζωὴν αἰώνιον.
βʹ. Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυ‐Column end

62

.

522

τὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ μὲν γὰρ δι’ ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁμαρτωλὸν τὸν ἐλεούμενον, οὐδὲ ἄγαν κατεγνωσμέ‐ νον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα μηδεὶς ἀπαγο‐
5ρεύῃ λοιπὸν τῶν ἡμαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα μέγα καὶ μεθ’ ὑπερβολῆς. Ὥστε φθεγξάμενος, Πρῶτός εἰμι ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπό‐
10στολος, καὶ ὅσα εἴρηκεν· ὅμως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγματος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον, πάντας μέντοι κατεγνωσμένους· εἷς δέ τις
15ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολά‐ σεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βού‐ λεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου
20τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφο‐ ρῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐμοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀμφι‐
25σβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συν‐ ηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς
30τοίνυν ἀμφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ μακαρίου τούτου τὴν ταπεινοφροσύ‐ νην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακρο‐ θυμίαν, ἀλλὰ, Τὴν πᾶσαν μακροθυμίαν· ὡς ἂν εἰ
35ἔλεγε· Μᾶλλον ἐμοῦ ἐπ’ ἄλλῳ οὐκ ἔχει μακροθυ‐ μῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεό‐ μενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους, καθάπερ οἱ ἐπὶ μέρους ἁμαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν μελλόντων πι‐
40στεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα μή τις νομίσῃ ταύτης ἀπεστερῆ‐ σθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν ἐπάγων,
45καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν. Ἐρώμεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ,

62

.

522

(50)

Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρ‐ τος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ’ οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ
55ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάτ‐ τονος. Τί δέ ἐστι, μείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ μὴ διαφθεί‐ ρεσθαι. Δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ μείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ
60οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ μηδ’ ὅλως. Τί οὖν, φησίν; ἡμεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαμῶς. Διὰ τί; Ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισ‐
άκτως. Ἆρ’ οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ οὕτως; Οὐδαμῶς·521

62

.

523

ἀλλὰ καὶ αὐτὸς φύσει. Τίνος οὖν ἕνεκεν ἡ δια‐ φορά; Ὅτι αὐτὸς μὲν, φησὶ, παρ’ οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός. Καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα, ὅτι
5ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς ἀφθάρτως γεγέννηται. Ὑπὲρ τούτων, φησὶ, τὸν Πατέρα δοξάζομεν, ὅτι τοιοῦτον αὐτὸν ἐγέννησεν. Ὁρᾷς ὅτι τότε μάλιστα δοξάζεται ὁ πατὴρ, ὅταν μεγάλα ᾖ κατωρθωκὼς ὁ παῖς; εἰς αὐτὸν γὰρ ἀναφέρεται τὰ τοῦ υἱοῦ. Οὐκοῦν, ὅταν
10δυνατὸν ᾖ γεγεννηκὼς, καὶ τοιοῦτον οἷον αὐτὸς, ἡ δόξα τοῦ υἱοῦ μᾶλλόν ἐστιν ἢ τοῦ πατρὸς, ὅταν αὐτάρκη, ὅταν ἑαυτῷ ἀρκοῦντα, ὅταν μὴ ἀσθενῆ. Τῷ δὲ, Βασιλεῖ τῶν αἰώνων, καὶ περὶ τοῦ Υἱοῦ εἴρηται, Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τὸ αὐτό
15ἐστιν ἐνταῦθα. Παρὰ μὲν γὰρ ἡμῖν διῄρηται ἀμ‐ φότερα, ἡ δημιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτε‐ ρος μὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ. Διὰ τί; Ὅτι ὁ κατασκευάζων ἐλάττων ἐστίν. Ἐκεῖ δὲ οὐδαμῶς· οὐχ ἑτέρου μὲν
20ἡ δεσποτεία, ἑτέρου δὲ ἡ δημιουργία. Οὐδὲ γὰρ, ἐπειδὰν ἀκούσω, Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀφαιρῶ τὸν Πατέρα τὸ δημιουργικόν· οὔτε δὲ ὅταν ἀκούσω, Ὁ Πατὴρ βασιλεὺς τῶν αἰώνων, τὸν Υἱὸν ἀφαιρῶ τὴν δεσποτείαν· κοινὰ γὰρ καὶ ἐκείνου καὶ
25τούτου ταῦτα· ἀμφότερα γὰρ ἑκατέροις ἐστίν. Ἔκτισεν ὁ Πατὴρ τῷ δημιουργὸν Υἱὸν γεγεννηκέναι· βασιλεύει ὁ Υἱὸς τῷ Κύριος εἶναι τῶν κτισμάτων. Οὐ γὰρ μισθοῦ ἐργάζεται, καθάπερ οἱ παρ’ ἡμῖν, οὐδὲ ἑτέρῳ ὑπακούων, καθάπερ οὗτοι, ἀλλὰ δι’
30οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν. Τί δέ; ὁ Υἱὸς ὡράθη ποτέ; Οὐκ ἄν τις ἔχοι λέγειν. Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ; τί δὲ ὅταν λέγῃ, Οὐδὲ γάρ ἐστιν ὄνομα ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς; καὶ πάλιν, Οὐκ ἔστιν ἐν ἄλλῳ
35οὐδενὶ ἡ σωτηρία; Τιμὴ καὶ δόξα, φησὶν, εἰς τοὺς αἰῶνας. Ἀμήν. Τιμὴ καὶ δόξα οὐ διὰ ῥημά‐ των γίνεται. Ἐπεὶ οὖν καὶ αὐτὸς οὐ διὰ ῥημάτων ἡμᾶς ἐτίμησεν, ἀλλὰ καὶ διὰ πραγμάτων καὶ δι’ ἔργων, οὕτω καὶ ἡμεῖς αὐτὸν τιμήσωμεν καὶ διὰ
40πραγμάτων καὶ δι’ ἔργων. Καίτοι αὕτη μὲν ἡ τιμὴ ἡμῶν ἅπτεται, ἐκείνη δὲ αὐτοῦ οὐδαμῶς· οὐ γὰρ δεῖται τῆς παρ’ ἡμῶν, ἡμεῖς δὲ τῆς παρ’ αὐτοῦ δεόμεθα. γʹ. Ὥστε κἂν τιμήσωμεν αὐτὸν, πάλιν ἡμᾶς αὐτοὺς
45ἐτιμήσαμεν. Ὥσπερ γὰρ ὁ τοὺς ὀφθαλμοὺς ἀνοίξας, ἵνα τὸ ἡλιακὸν ἴδῃ φῶς, ἑαυτὸν πάλιν ὤνησε, θαυ‐ μάζων τὸ κάλλος τοῦ ἄστρου, οὐκ ἐκείνῳ τι κεχά‐ ρισται· οὐ γὰρ λαμπρότερον αὐτὸ πεποίηκεν, ἀλλὰ μένει τὸ αὐτό· οὕτω, καὶ πολλῷ μᾶλλον, ἐπὶ τοῦ

62

.

523

(50)

Θεοῦ· ὁ θαυμάζων τὸν Θεὸν καὶ τιμῶν, ἑαυτὸν ἔσωσε, καὶ ὠφέλησεν ὠφέλειαν μεγίστην. Πῶς; Ὅτι τὴν ἀρετὴν μετερχόμενος, παρ’ αὐτοῦ δοξάζεται· Τοὺς γὰρ δοξάζοντάς με, φησὶ, δοξάσω. Πῶς οὖν αὐτὸς δοξάζεται, φησὶν, ἀπὸ τῆς δόξης τῆς
55ἡμετέρας οὐδὲν ἀπολαύων; Ὥσπερ οὖν καὶ πεινῇν λέγεται, καὶ διψῇν· πάντα γὰρ οἰκειοῦται τὰ ἡμέ‐ τερα, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται, καὶ τὰς τιμὰς καὶ τὰς ὕβρεις, ἵνα κἂν οὕτω φοβηθῶμεν· καὶ οὐδ’ οὕτως ἐφελκόμεθα.
60Δοξάσωμεν δὴ τὸν Θεὸν, ἄρωμεν τὸν Θεὸν ἐν τῷColumn end

62

.

524

σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Καὶ πῶς τις ἐν τῷ σώματι δοξάζει, φησί; πῶς δὲ ἐν τῷ πνεύματι; Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν λέγει, πρὸς ἀντιδιαστο‐ λὴν τοῦ σώματος. Πῶς οὖν τις δοξάζει ἐν τῷ σώ‐
5ματι; πῶς δὲ ἐν τῇ ψυχῇ; Ἐν σώματι δοξάζει ὁ μὴ πορνεύων, ὁ μὴ μεθυσκόμενος, ὁ μὴ γαστριζόμενος, ὁ μὴ καλλωπιζόμενος, ὁ τοσαύτην αὐτοῦ ποιούμενος πρόνοιαν, ὅσον πρὸς ὑγείαν ἀρκεῖν μόνον, ὁ μὴ μοι‐ χεύων, ἡ μὴ μυριζομένη, ἡ μὴ χρώματι διαγρά‐
10φουσα τὸ πρόσωπον, ἡ ἀρκουμένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ μηδὲν ἐπιτεχνωμένη. Τί γὰρ, εἰπέ μοι, προσάγεις τὰ παρὰ σαυτῆς τῇ ἀπηρτισμένῃ παρὰ τοῦ Θεοῦ δημιουργίᾳ; οὐκ αὐτάρκης σοι γέγονεν ἡ διάπλασις; ὡς βελτίων τοίνυν τεχνῖτις ἐπιχειρεῖς
15ῥυθμίσαι τὸ ἔργον; Οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦτο καλλωπίζῃ, καὶ ὑβρίζεις τὸν Δημιουργὸν, ἵνα μυ‐ ρίους ἐραστὰς ἐπισπάσῃ. Καὶ τί πάθω, φησίν; οὐδὲ γὰρ ἐγὼ βούλομαι, ἀλλὰ διὰ τὸν ἄνδρα ταῦτα ποιεῖν ἀναγκάζομαι. Οὐκ ἔνι μὴ βουλομένην ἐρᾶσθαι. Κα‐
20λήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα θαυμάζηται καὶ ἐπὶ τούτῳ, οὐχ ἵνα ὑβρίζηται· μὴ τούτοις αὐτὸν ἀμεί‐ βου τοῖς δώροις, ἀλλὰ σωφροσύνῃ καὶ κοσμιότητι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα σοι τοὺς τῆς κοσμιό‐ τητος ἄθλους αὐξήσῃ. Οὐ γάρ ἐστιν ἴσον, ἐπέραστον
25οὖσαν σωφρονεῖν, καὶ ὑπ’ οὐδενὸς γενομένην περι‐ μάχητον. Ἀκούεις τί φησιν ἡ Γραφὴ περὶ τοῦ Ἰωσήφ; ὅτι Ἦν ὡραῖος καὶ καλὸς τῇ ὄψει. Τί ἡμᾶς τοῦτο ἀκούοντας ὠφελεῖ, ὅτι καλὸς ἦν Ἰωσήφ; Ἵνα μᾶλλον αὐτοῦ τὸ κάλλος θαυμάζωμεν καὶ τὴν κο‐
30σμιότητα. Ἐποίησέ σε καλὴν ὁ Θεός; τί τοίνυν κα‐ τασκευάζεις ἄμορφον σαυτήν; Ὥσπερ γὰρ ἂν εἴ τις χρυσῷ ἀνδριάντι ἐπιχρίσειε πηλὸν βορβόρου, οὕτως εἰσὶν αἱ τοῖς ἐπιτρίμμασι κεχρημέναι· γῆν καταπάσ‐ σεις σαυτὴν τὴν μὲν φοινικῆν, τὴν δὲ λευκήν.
35Ἀλλ’ αἱ ἄμορφοι, φησὶν, εἰκότως τοῦτο πράττουσι. Τίνος ἕνεκεν, εἰπέ μοι; ἵνα τὴν ἀμορφίαν κρύψωσιν; Ἀλλὰ ἀνόνητα πονοῦσι. Πότε γὰρ, εἰπέ μοι, τὸ φυσικὸν ὑπὸ τοῦ τεχνικοῦ καὶ ἐπιτετηδευμένου νικᾶται; Τί δὲ ὅλως ἡ ἀμορφία λυπεῖ, ὅταν ψόγον
40μὴ ἔχῃ; Ἄκουε γὰρ σοφοῦ τινος λέγοντος, Μὴ βδε‐ λύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ, μηδὲ αἰνέσῃς ἄνδρα ἐν τῷ κάλλει αὐτοῦ· μᾶλλον μὲν οὖν Θεὸν θαύμα‐ σον τὸν ἀριστοτέχνην, ἐκεῖνον δὲ μηκέτι· οὐ γὰρ αὐτοῦ κατόρθωμα τὸ γενόμενον. Ποῖον γὰρ κέρδος
45ἀπὸ κάλλους, εἰπέ μοι; Οὐδὲν, ἀλλ’ ἀγῶνες πλείους, μείζονες ἐπήρειαι, καὶ οἱ κίνδυνοι καὶ αἱ ὑποψίαι. Τὴν μὲν γὰρ οὐ τοιαύτην οὐδ’ ἂν ὑποπτεύσειέ τις· ἐκείνη δὲ ἂν μὴ πολλῇ τῇ κοσμιότητι καὶ μεθ’ ὑπερβολῆς ᾖ κεχρημένη, εὐθέως δέξεται δόξαν πο‐

62

.

524

(50)

νηράν· καὶ ὁ ἀνὴρ δὲ μεθ’ ὑποψίας συνοικεῖ, οὗ τί γένοιτ’ ἂν χαλεπώτερον; οὐ τοσαύτην ἀπὸ τῆς θέας κτώμενος τὴν ἡδονὴν, ὅσον ἀπὸ τῆς ὑπονοίας καρ‐ ποῦται τὴν λύπην. Ἐκείνη μὲν γὰρ τῇ συνηθείᾳ μαραίνεται, βλακείας, διαχύσεως, ἀσελγείας δόξαν
55λαμβανούσης αὐτῆς τῆς ψυχῆς, βαναύσου γινομένης, ἀπονοίας πολλῆς πληρουμένης· πρὸς ταῦτα γὰρ πάντα μᾶλλον ἡ εὐμορφία ἕλκει. Τὴν δὲ οὐ τοιαύτην οὐκ ἂν εὕροιμεν πολλὰ τὰ κωλύματα ἔχουσαν. Οὔτε γὰρ οἱ ἐπιπηδῶντες κύνες εἰσὶν, ἀλλὰ, καθά‐
60περ τις ἀμνὰς, ἐν ἡσυχίᾳ πολλῇ βόσκεται, οὐδενὸς523

62

.

525

ἐνοχλοῦντος λύκου οὐδὲ ἐπιπηδῶντος, ἅτε τοῦ ποι‐ μένος παρακαθημένου αὐτῇ. Οὐκ ἔστι πλεονεξία τὸ ἑτέραν μὲν εἶναι καλὴν, ἑτέραν δὲ μὴ τοιαύτην· πλεονεξία ἐστὶ τὸ ἑτέραν μὲν πορνεύειν καὶ καλὴν
5μὴ οὖσαν, ἑτέραν δὲ εἶναι πονηράν. Εἰπὲ γάρ μοι, τίς ἀρετὴ ὀφθαλμῶν; ἆρα τὸ ὑγροὺς εἶναι καὶ εὐ‐ στρόφους καὶ στρογγύλους καὶ κυανοῦς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Ἐγὼ μὲν τοῦτό φημι, καὶ δῆλον ἐκεῖθεν· Τίς ἀρετὴ λύχνου; τὸ λαμπρὰ φαίνειν καὶ
10πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλά‐ σθαι καὶ στρογγύλον εἶναι; Ἐκεῖνο πάντως ἂν εἴποι‐ μεν· τοῦτο μὲν γὰρ ἀδιάφορον, τὸ δὲ ζητούμενον ἐκεῖνο. Διὰ τοῦτο καὶ, Σαπρὸν λύχνον ἐποίησας, πρὸς τὴν ἐγκεχειρισμένην θεραπαινίδα ἀεὶ λέγομεν· οὕτω
15λύχνου τὸ φωτίζειν ἐστίν. Οὐκοῦν καὶ ὀφθαλμὸς, ἐάν τε τοιόσδε ἐάν τε τοιόσδε ᾖ, οὐδέν ἐστιν, ἕως ἂν μετὰ πάσης αὐταρκείας τὴν χρείαν πληροῖ· ὥσπερ οὖν καὶ σαπρὸς λέγεται, ἐὰν ἀμβλυωπῇ, καὶ τὴν σύνθεσιν μὴ ἔχῃ πᾶσαν ἀπηρτισμένην· καὶ γὰρ τοὺς ἀνεῳγμέ‐
20νων τῶν ὀφθαλμῶν μὴ βλέποντας σαπροὺς ἔχειν ὀφθαλμούς φαμεν. Πᾶν γὰρ ὃ μὴ τὴν ἰδίαν χρείαν πληροῖ, σαπρὸν λέγομεν· καὶ τοῦτο ὀφθαλμοῦ κακία. Τῆς δὲ ῥινὸς, εἰπέ μοι, ποία ἀρετή; ἆρα τὸ εὐθεῖαν εἶναι, καὶ ἀπεξεσμένην ἑκατέρωθεν, καὶ τὴν ἀνα‐
25λογίαν σύμμετρον ἔχειν, ἢ τὸ πρὸς τὴν ὄσφρησιν ἐπιτηδείαν εἶναι, καὶ δυναμένην ταχέως ἀντιλαμβά‐ νεσθαι καὶ παραπέμψαι τῷ ἐγκεφάλῳ; Τοῦτο δὴ παντί που δῆλόν ἐστι. Φέρε δὴ, καὶ ἐπὶ ὑποδείγματι τὸ πρᾶγμα προσεξετάσωμεν, Εἰπὲ γάρ μοι, τοὺς
30ἅρπαγας, τὰ σκεύη, ποῖα φήσομεν κατεσκευάσθαι καλῶς, τὰ δυνάμενα ἁρπάζειν μετὰ ἀκριβείας καὶ κατέχειν, ἢ τὰ διαπεπλασμένα καλῶς; Δῆλον ὅτι ἐκεῖνα. Τί δὲ ὀδόντας, ποίους εἶναι φήσομεν καλούς; τοὺς τμητικοὺς καὶ εὐκόλως διατέμνοντας τὴν τροφὴν,
35ἢ τοὺς καλῶς συγκειμένους; Δῆλον ὅτι ἐκείνους. Καὶ ὅλως ἐπὶ παντὸς τοῦ σώματος τούτῳ προσάγοντες τῷ λόγῳ τὴν ζήτησιν, εὑρήσομεν πάντα τὰ ὑγιῆ καὶ καλὰ, ἕως ἂν ἐνεργῇ μετὰ ἀκριβείας τὰ οἰκεῖα τῶν μελῶν ἕκαστον. Οὕτω καὶ σκεῦος ἕκαστον λέγομεν
40καλὸν, καὶ ζῶον καὶ φυτὸν, οὐκ ἀπὸ τῆς διαπλάσεως, οὐδ’ ἀπὸ τοῦ χρώματος, ἀλλ’ ἀπὸ τῆς διακονίας. Οὕτω καὶ οἰκέτην καλοῦμεν καλὸν τὸν ἐπιτήδειον ἡμῖν πρὸς διακονίαν, οὐ τὸν ὡραῖον καὶ βλᾶκα.
Ὁρᾷς πῶς ἔστιν εἶναι καλήν; Ὅταν τοίνυν τῶνColumn end

62

.

526

μεγίστων καὶ θαυμαστῶν ὁμοίως ἀπολαύωμεν, οὐδὲν πλεονεκτούμεθα. Οἷόν τι λέγω· Τὸν κόσμον τοῦτον ὁμοίως ὁρῶμεν, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέ‐ ρας, τὸν ἀέρα ὁμοίως ἕλκομεν, τοῦ ὕδατος, τῆς
5τροφῆς ὁμοίως μετέχομεν, ἄν τε εὔμορφοι ὦμεν, ἄν τε μή. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τῶν εὐμόρφων αἱ μὴ τοιαῦται μᾶλλον ὑγιεινότεραι. Ἐκεῖναι μὲν γὰρ ὡς δὴ τὴν ὥραν διαφυλάττουσαι, καμάτοις ἑαυτὰς οὐ διδόασιν, ἀλλ’ ἀργίᾳ καὶ σκια‐
10τροφίᾳ, ὑφ’ ὧν μάλιστα αἱ τῶν μελῶν ἐνέργειαι ἀμβλύτεραι γίνονται· αὗται δὲ ἁπλῶς καὶ ἄδην, ἅτε οὐδεμίαν περὶ ταῦτα ἔχουσαι τὴν σπουδὴν, ἐκεῖ τὸ πᾶν ἀναλίσκουσι. Δοξάσωμεν τοίνυν τὸν Θεὸν, ἄρωμεν αὐτὸν ἐν τῷ σώματι ἡμῶν, μὴ καλλωπιζώ‐
15μεθα· περιττὴ αὕτη ἡ σπουδὴ καὶ ἀνόνητος. Μὴ παιδεύωμεν τοὺς ἄνδρας ὄψεις μόνας φιλεῖν· ἂν γὰρ ᾖς οὕτω κοσμουμένη, ταχέως ὑπὸ τῆς ἡταιρηκυίας, μελετήσας ἐν τῇ ὄψει τῇ σῇ, ἁλίσκεται· ἂν μέν‐ τοι διδάξῃς αὐτὸν τρόπους φιλεῖν καὶ κοσμιότητα, οὐ
20ταχέως πορνεύσει· οὐδὲ γὰρ εὑρίσκει ταῦτα παρὰ τῇ πόρνῃ, ἀλλὰ τὰ τούτοις ἐναντία. Μὴ τοίνυν διδάξῃς αὐτὸν ὑπὸ γέλωτος ἁλίσκεσθαι, μηδὲ ὑπὸ σχήματος ἐκκεχυμένου, ἵνα μὴ κατὰ σαυτῆς ἀρτύ‐ σῃς τὰ φάρμακα. Παίδευε αὐτὸν κοσμιότητι χαίρειν·
25δυνήσῃ δὲ τοῦτο, ὅταν καὶ τὸ σχῆμα τοιοῦτον ᾖ· ἐπεὶ ἐὰν ἐπτερωμένη καὶ ἄσωτος ᾖς, πῶς δυνήσῃ προσενεγκεῖν ῥῆμα σεμνόν; τίς δέ σε οὐ χλευάσεται καὶ γελάσει; Πῶς δὲ ἔστι καὶ ἐν τῷ σώματι ἆραι τὸν Θεόν; Ἀρετὴν ἀσκοῦντα, τὴν ψυχὴν καλλωπί‐
30ζοντα· καὶ γὰρ ἐπ’ αὐτῆς τοῦτο οὐ κεκώλυται. Οὕτω δοξάζομεν τὸν Θεὸν, ὅταν πάντοθεν ὦμεν ἀγαθοὶ, καὶ δοξαζόμεθα καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐχ ὁμοίως, ἀλλὰ πολλῷ μειζόνως. Λογίζομαι γὰρ, φησὶν, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν
35μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
40Ἀμήν.Column end

62

.

525

(45)

ΟΜΙΛΙΑ Εʹ. Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέ‐ κνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν

62

.

525

(50)

συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. αʹ. Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα μέγα ἐστὶ καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγα‐
55γεῖν. Οὕτω καὶ τὸ παλαιὸν ἐγίνετο, οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώμεθα, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικὸν, μὴ πρὸς φιλίαν, μὴ πρὸς ἀπέχθειαν. Εἰ γὰρ καὶ μὴ το‐ σούτου πνεύματος μετέχομεν, ἀλλ’ ἀρκεῖ πρόθεσις
60ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι. Ἐπεὶ
οὐδὲ οἱ ἀπόστολοι Πνεύματος μετεῖχον, ὅτε τὸν Ματ‐Column end

62

.

526

(46)

θίαν ἐξελέξαντο, ἀλλ’ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶν ἀποστόλων ἀριθμῷ· οὐ γὰρ πρὸς φιλίαν ἀνθρωπίνην ἑώρων. Οὕτως ἔδει καὶ νῦν ἐφ’ ἡμῶν γίνεσθαι. Ἀλλ’ ἡμεῖς πρὸς ἔσχατον ῥᾳθυ‐

62

.

526

(50)

μίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέμεθα· ὅταν δὲ τὰ δῆλα παρορῶμεν, πῶς τὰ ἄδηλα ἡμῖν ὁ Θεὸς ἐκκαλύψει; Εἰ ἐν τῷ μικρῷ, φησὶν, οὐκ ἐγένεσθε πιστοὶ, τὸ μέγα καὶ ἀληθινὸν τίς ὑμῖν ἐγχειρίσει; Τότε δὲ, ἐπεὶ οὐδὲν ἀνθρώπινον ἐγίνετο,
55καὶ ἀπὸ προφητείας ἐγίνοντο οἱ ἱερεῖς. Τί ἐστιν ἀπὸ προφητείας; Ἀπὸ Πνεύματος ἁγίου. Προφητεία γάρ ἐστιν, οὐ τὸ τὰ μέλλοντα λέγειν, ἀλλὰ καὶ τὸ τὰ παρ‐ όντα, ἐπεὶ καὶ ὁ Σαοὺλ κατὰ προφητείαν ἐδείχθη ἐν τοῖς σκεύεσι κρυπτόμενος· ὁ γὰρ Θεὸς τοῖς δικαίοις
60ἀποκαλύπτει. Προφητεία ἦν καὶ τὸ λέγειν, Ἀφορί‐
σατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Οὕτω καὶ525

62

.

527

ὁ Τιμόθεος ᾑρέθη. Προφητείας δὲ ἐνταῦθά φησι τὰς πολλὰς, ἴσως ἐκείνην μεθ’ ἧς αὐτὸν ἔλαβεν ὃτε πε‐ ριέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτὸς γράφων φησί· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Διαν‐
5ιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειρο‐ τονήσαντος· ὡς ἂν εἰ ἔλεγεν· Ὁ Θεός σε ἐξελέξατο αὐ‐ τός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας ψήφῳ· μὴ ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον.
10Εἶτα ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; Ταύτην τὴν παραγγελίαν παρατίθε‐ μαί σοι, τέκνον Τιμόθεε. Ὡς τέκνῳ, καὶ γνησίῳ παρ‐ αγγέλλει. Οὐ γὰρ αὐθεντικῶς οὐδὲ δεσποτικῶς οὐδὲ μετ’ ἐξουσίας, ἀλλὰ πατρικῶς, Τέκνον, φησὶ, Τιμόθεε.
15Τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ, καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα. ἀλλ’ ὁ Θεὸς ἡμῖν ἐχαρίσατο· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πίστιν καὶ ἀγαθὴν συνείδησιν. Ἅπερ οὖν ἔδωκε, ταῦτα φυλάττωμεν. Εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ
20πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαμβάνομεν. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ’ ὁ ἑλόμενος· τὸ μὲν γὰρ, Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, τοῦτό ἐστιν. Ἐκείνων ἄκουσον, ἐκείναις πείθου. Τί δὲ παραγγέλ‐
25λεις, εἰπέ; Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν. Ἐκεῖναί σε εἵλοντο εἰς ὃ εἵλοντό σε, στρα‐ τεύου τὴν καλὴν στρατείαν. Καλὴν εἶπεν· ἔστι γὰρ καὶ κακὴ στρατεία, περὶ ἧς φησιν· Ὥσπερ γὰρ παρ‐ εστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ
30ἀκαθαρσίᾳ. Ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ δὲ ὑπὸ βασιλεῖ. Διὰ τί δὲ καλεῖ στρατείαν τὸ πρᾶγ‐ μα; Δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς πᾶσι μὲν, μάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡμῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτι διηνεκοῦς ἀγρυ‐
35πνίας, ὅτι πρὸς αἷμα καὶ μάχας παρεσκευάσθαι ὀφεί‐ λομεν, ὅτι παρατάττεσθαι, καὶ μηδὲν ἔχειν χαῦνον. Ἵνα στρατεύῃ ἐν αὐταῖς, φησί. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύον‐ ται, ἀλλ’ ἐν διαφόροις τάγμασιν· οὕτω καὶ ἐν τῇ Ἐκ‐
40κλησίᾳ, ὁ μὲν εἰς διδασκάλου τάξιν, ὁ δὲ εἰς μαθη‐ τοῦ, ὁ δὲ εἰς ἰδιώτου, σὺ δὲ ἐν τούτῳ. Εἶτα, ἵνα μή τις νομίσῃ ἀρκεῖν τοῦτο, τί φησιν; Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Τὸν γὰρ διδάσκαλον πρότερον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον. Ὥσπερ γὰρ ὁ στρατηγὸς,
45ἐὰν μὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατ‐ ηγὸς ἔσται ποτέ· οὕτω καὶ ὁ διδάσκων. Τοῦτο καὶ ἀλλαχοῦ φησι· Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδό‐ κιμος γένωμαι. Ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἵν’ οὕτω τῶν ἄλλων προϊστᾶσαι. Ταῦτα

62

.

527

(50)

ἀκούοντες, μὴ ἀπαξιώσωμεν τὰς τῶν μειζόνων παρ‐ αινέσεις, κἂν διδάσκαλοι ὦμεν. Εἰ γὰρ Τιμόθεος, οὗ πάντες οὐκ ἐσμὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ μᾶλλον ἡμεῖς. Ἥν τινες, φησὶν, ἀπωσάμενοι, περὶ
55τὴν πίστιν ἐναυάγησαν. Εἰκότως. Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτον· καὶ ἔσ‐ τιν ἰδεῖν πολλοὺς ἐκ τούτου καταπεσόντας εἰς βυθὸν κακῶν, καὶ εἰς Ἑλληνισμὸν ἐκτραπέντας. Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδά‐
60ζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ’ ἡμῖν. Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισμοῖς τὸ πᾶν ζητοῦντες· ναυάγιον γὰρ ἐργάζεται ὁ λογι‐
σμὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.Column end

62

.

528

βʹ. Τοὺς ἐκτραπέντας τοίνυν ἐκεῖθεν ἀνάγκη ναυ‐ αγεῖν, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδείγματος. Ὧν ἐστιν Ὑμέναιος, φησὶ, καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τού‐ των ἡμᾶς σωφρονίζει. Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρό‐
5νων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγμονοῦντες, οἱ τῆς πίστεως ἀπεχόμενοι, οἱ ζητοῦντες λογισμοῖς οἰκείοις; Ὁ ναυαγῶν γυμνὸς καὶ πάντων ἐστὶν ἔρη‐ μος· οὕτω καὶ ὁ τῆς πίστεως ἐκπεσὼν οὐδὲν ἔχει λοι‐ πὸν, οὐχ ὅπου στῇ, οὐχ ὅπου κατάσχῃ· οὐ βίον ἔχει,
10δι’ οὗ κερδαίνῃ τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρ‐ μένης, τί τοῦ λοιποῦ σώματος ὄφελος; Εἰ γὰρ ἡ πίστις βίου χωρὶς οὐδέν ἐστι, πολλῷ μᾶλλον τοὐναν‐ τίον. Εἰ τῶν αὑτοῦ καταφρονεῖ ὁ Θεὸς δι’ ἡμᾶς, πολλῷ μᾶλλον ἡμᾶς τῶν ἡμετέρων δι’ αὐτὸν χρὴ καταφρονεῖν.
15Οὕτω γάρ ἐστιν, ὅταν τις ἐκπέσῃ τῆς πίστεως· οὐ‐ δαμοῦ ἵσταται, ἀλλὰ ἄλλην ἄλλως νήχεται, ἕως ἂν καταποντισθῇ πάλιν. Οὓς παρέδωκα, φησὶ, τῷ Σα‐ τανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ὁρᾷς ὅτι βλασφημία ἐστὶ τὸ λογισμοῖς ζητεῖν τὰ θεῖα; Εἰκό‐
20τως· τί γὰρ ἂν ἔχοι κοινὸν λογισμὸς ἀνθρώπινος πρὸς ἐκεῖνα; Πῶς δὲ ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασ‐ φημεῖν; εἰ γὰρ τοὺς ἄλλους παιδεύει μὴ βλασφη‐ μεῖν, πολλῷ μᾶλλον ἑαυτὸν ἐχρῆν· εἰ δὲ ἑαυτὸν μέ‐ χρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους.
25Οὐκ εἶπεν, Ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’, Ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν ἐπὶ τοῦ πεπορνευκότος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός·
30οὐχ ἵνα σώσῃ τὸ σῶμα, ἀλλ’ ἵνα σωθῇ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι. Πῶς οὖν τοῦτο γίνεται; Ὥσπερ οὖν οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίμονος. Καὶ διὰ τί μὴ σὺ αὐτοὺς ἐκόλασας,
35ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνα‐ νίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκας; Οὐχ ἵνα κολασθῶ‐ σιν, ἀλλ’ ἵνα παιδευθῶσι. Καίτοι καὶ οὗτος ἔχει ἰσχὺν, ὡς ὅταν λέγῃ· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ πάλιν· Οὐχ ἵνα ἡμεῖς δόκιμοι ὦμεν,
40ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· καὶ πάλιν, Οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς οἰκοδομήν. Τί οὖν τὸν Σα‐ τανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν; Ἵνα μετὰ τῆς σφο‐ δρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων· μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ
45ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν. Τί δήποτε δὲ Πέ‐ τρος τὸν Ἀνανίαν; καὶ γὰρ ὁ Ἀνανίας ἄπιστος ἦν ἔτι πειράζων. Ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι, ὅτι οὐ δύναν‐ ται λαθεῖν, διὰ τοῦτο δι’ ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο· τοὺς δὲ τοῦτο μαθόντας λοιπὸν, εἶτα ἐκτραπέντας, τῷ

62

.

528

(50)

Σατανᾷ παρεδίδουν, δεικνύντες ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ αὐτῶν φυλακῇ συνείχοντο, καὶ παρεδίδοντο ὅσοι εἰς ἀπόνοιαν ἤρθησαν. Καθάπερ οὖν ἐπὶ τῶν βα‐ σιλέων, τοὺς μὲν πολεμίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ’ ἑαυτοὺς τοῖς δημίοις παραδιδόασιν,
55οὕτω καὶ ἐνταῦθα. Δείκνυται δὲ ἀπὸ τούτου, ὅτι διὰ τὴν τῶν ἀποστόλων φυλακὴν τοῦτο ἐγίνετο· ἄλλως δὲ οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν, ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς ἀποστόλοις ὁ διάβολος. Ὥστε οὐκ ἔλαττον εἰς
60χάριν τοῦτο ἦν. Πῶς δὲ παρέδωκεν, ἄκουσον. Συν‐ αχθέντων ὑμῶν, φησὶ, καὶ τοῦ ἐμοῦ Πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πα‐
ράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ. Ἐξεβάλλετο οὖν527

62

.

529

εὐθέως τοῦ κοινοῦ συνεδρίου, ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος καὶ γυμνὸς, παρεδίδοτο τῷ λύκῳ. Ὥσ‐ περ γὰρ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἑβραίων, οὕτω τὴν Ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν. Εἴ τις
5τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο· ἐγίνετο δὲ ἐκτὸς τῇ κρίσει τῶν ἀποστόλων. Οὕτω καὶ ὁ Κύριος παρ‐ έδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψω‐ μίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκό‐
10λαζον αὐτοί· τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἢ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς. Οὕτω καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σα‐ τανᾷ· ἀλλ’ ἐκεῖνος οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ’ ὑπὲρ πλείονος εὐδοκιμήσεως.
15 γʹ. Πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺς τῷ Σατανᾷ. Ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμ‐
20βαίνωσιν, ὅταν ἄλλα τινὰ τοιαῦτα, διὰ τοῦτο γίνεται. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ, οὕτω λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶν‐ ται ἱκανοί. Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι’ ἐνιαυτοῦ προσερχώμεθα; Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι
25διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε· τὸ δὲ ἀξίως, κἂν πολλάκις, ἔσωσεν. Οὐκ ἔστι τόλμα τὸ πολλάκις
30προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ. Ἡμεῖς δὲ οὕτως ἀνοήτως διακεί‐ μεθα καὶ ἀθλίως, ὅτι μυρία διαπαντὸς ἐργαζόμενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ μὲν ἀποδύσασθαι ἐκεῖνα οὐ‐ δεμίαν ποιούμεθα φροντίδα, νομίζομεν δὲ ἀρκεῖν τὸ
35μὴ συνεχῶς κατατολμᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώματι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν. Ἆρ’ οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁμάρτημα; Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε· τί οὖν; τοῦτο αὐτὸν ἐξείλετο; Διὰ τί
40γὰρ χρόνῳ τὸ πρᾶγμα μετερχόμεθα; χρόνος προσόδου ἔστω ἡμῖν τὸ καθαρὸν συνειδός. Οὐδὲν πλέον ἔχει τὸ
ἐν τῷ Πάσχα μυστήριον τοῦ νῦν τελουμένου· ἕν ἐστιColumn end

62

.

530

καὶ τὸ αὐτὸ, ἡ αὐτὴ τοῦ Πνεύματος χάρις· ἀεὶ Πάσχα ἐστίν. Ἴστε οἱ μύσται τὸ εἰρημένον. Καὶ ἐν Παρα‐ σκευῇ, καὶ ἐν Σαββάτῳ, καὶ ἐν Κυριακῇ, καὶ ἐν ἡμέρᾳ μαρτύρων ἡ αὐτὴ θυσία ἐπιτελεῖται. Ὁσάκις γὰρ
5ἂν ἐσθίητε τὸν ἄρτον, φησὶ, τοῦτον, ἢ τὸ ποτή‐ ριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου κατ‐ αγγέλλετε. Οὐχ ὅρῳ καιροῦ περιέγραψε τὴν θυσίαν. Πῶς οὖν τότε, φησὶ, Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν. Μηδεὶς τοίνυν ἑτέρως ἐκείνῳ
10προσίτω, καὶ τούτῳ ἄλλως· μία δύναμίς ἐστι, μία ἀξία, μία χάρις, ἓν σῶμα καὶ τὸ αὐτὸ, οὐκ ἐκεῖνο τού‐ του ἁγιώτερον, οὐδὲ τοῦτο ἐκείνου ἔλαττον. Καὶ τοῦτο καὶ ὑμεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσμικῶν τούτων παραπετασμάτων καὶ τοῦ λαμπροῦ
15πλήθους. Ἔχουσι δέ τι πλέον αἱ ἡμέραι ἐκεῖναι τοῦτο, ὅτι ἀπ’ αὐτῶν ἀρχὴν ἔλαβεν ἡ σωτήριος ἡμῶν ἡμέρα, ὅτι ἐν αὐτῇ ἐτύθη ὁ Χριστὸς, λοιπὸν δὲ κατὰ τὰ μυστήρια οὐδεμίαν προτέρησιν ἔχουσι. Καὶ τροφῇ μὲν προσβάλλων αἰσθητῇ, νίπτεις τὰς χεῖρας, πλύ‐
20νεις τὸ στόμα· τροφῇ δὲ μέλλων προσιέναι πνευμα‐ τικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέμων ἀκαθαρσίας προσέρχῃ; Καὶ τί, φησίν; οὐκ ἀρκοῦσιν αἱ τῶν τεσ‐ σαράκοντα ἡμερῶν νηστεῖαι τὸν πολὺν φορυτὸν καθᾶ‐ ραι τῶν ἁμαρτημάτων; Καὶ τί τὸ ὄφελος, εἰπέ μοι;
25ἄν τις μύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν μικρὸν μετὰ τὸ ἐμβαλεῖν καὶ κόπρον ἐπι‐ βάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; Τοῦτο γίνεται καὶ ἡμῖν· ἐγενόμεθα ἄξιοι προσερχόμενοι κατὰ δύναμιν τὴν ἡμετέραν· εἶτα πάλιν μολύνομεν ἑαυτούς. Τί οὖν τὸ
30κέρδος; Τοῦτο καὶ περὶ τῶν δυναμένων ἐν ταῖς τεσ‐ σαράκοντα ἡμέραις ἀπονίπτεσθαί φαμεν. Μὴ δὴ ἀμε‐ λῶμεν τῆς ἡμετέρας σωτηρίας, παρακαλῶ, ἵνα μὴ γένηται κενὸς ὁ κόπος ἡμῶν. Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ ἁμαρτίας αὐτοῦ, καὶ πάλιν πορευό‐
35μενος, καὶ τὰ αὐτὰ ποιῶν, Ὥσπερ κύων ἐστὶν εἰς τὸν ἴδιον ἔμετον ἐπιστρέφων. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω προσέχωμεν, δυνησόμεθα τῶν βραβείων ἀξιωθῆναι ἐκείνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
40Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

529

(43)

ΟΜΙΛΙΑ ϛʹ. Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεή‐
45σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό‐ τητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον

62

.

529

(50)

τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώ‐ πους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀλη‐ θείας ἐλθεῖν. αʹ. Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ἁπάσης ὁ ἱερεύς. Πάντων τοίνυν ἄξιον αὐτὸν κήδε‐
55σθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧ ἱερᾶται· διὰ τοῦτό φη‐ σι, Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς. Δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξω ἔχομεν κατα‐ λύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν
60δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται· αὐτοί τε ἐκεῖ‐ νοι βελτίους γίνονται τῷ τε εὐχὰς ὑπὲρ αὐτῶν γίνε‐ σθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. Οὐδὲν γὰρ
οὕτω πρὸς διδασκαλίαν ἐπαγωγὸν, ὡς τὸ φιλεῖν καὶColumn end

62

.

530

(44)

φιλεῖσθαι. Ἐννόησον δὲ ὅσον ἦν ἀκούειν τοὺς ἐπι‐
45βουλεύοντας, τοὺς μαστίζοντας, τοὺς ἐλαύνοντας, τοὺς ἀποκτιννύντας, ὅτι οἱ τὰ τοιαῦτα πάσχοντες ὑπὲρ τῶν τὰ τοιαῦτα δρώντων προσευχὰς πρὸς τὸν Θεὸν ποιοῦνται ἐκτενεῖς. Ὁρᾷς πῶς ἀνώτερον εἶναι βούλεται τὸν Χριστια‐

62

.

530

(50)

νὸν πάντων; Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν νηπίων, κἂν βασταζόμενον τὸ παιδίον τύπτῃ τοῦ πατρὸς τὴν ὄψιν, οὐδὲν ὑποτέμνεται τῆς φιλοστορ‐ γίας· οὕτω κἂν τυπτώμεθα παρὰ τῶν ἔξωθεν, οὐδὲν ὀφείλομεν ἐλαττοῦν τῆς εὐνοίας τῆς πρὸς αὐτούς.
55Τί δέ ἐστι τὸ, Πρῶτον πάντων; Τουτέστιν, ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. Καὶ τοῦτο ἴσασιν οἱ μύσται πῶς καθ’ ἑκάστην ἡμέραν γίνεται, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν πρωΐᾳ· πῶς ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων ποιού‐
60μεθα τὴν δέησιν. Ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι οὐχ ὑπὲρ πάντων εἶπεν, ἀλλ’ ὑπὲρ τῶν πιστῶν. Τί οὖν, ὅταν
λέγῃ, Ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς529

62

.

531

ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ προῆλθον, ἀσε‐ βεῖς ἀσεβεῖς διαδεχόμενοι. Εἶτα, ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν· Ὑπὲρ πάντων, καὶ τότε, Ὑπὲρ βασιλέων. Εἰ γὰρ εἶπεν, Ὑπὲρ βασι‐
5λέων μόνων, ἴσως ἄν τις τοῦτο ὑπέλαβεν. Εἶτα ἐπει‐ δὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι
10τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν. Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον βίον διάγωμεν. Τουτ‐ έστιν, ἡ ἐκείνων σωτηρία ἡμῶν ἀμεριμνία ὑπάρχει· ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, προ‐ τρέπων αὐτοὺς πείθεσθαι τοῖς ἄρχουσι, φησίν· Εἰ
15μὴ διὰ τὴν ἀνάγκην, ἀλλὰ διὰ τὴν συνείδησιν. Ὁ γὰρ Θεὸς εἰς τὸ κοινῇ χρήσιμον τὰς ἀρχὰς δι‐ ετάξατο. Πῶς οὖν οὐκ ἄτοπον αὐτοὺς μὲν ὑπὲρ τού‐ του στρατεύεσθαι, καὶ τὰ ὅπλα τίθεσθαι, ἵν’ ἡμεῖς ἐν ἀδείᾳ ὦμεν· ἡμᾶς δὲ μηδὲ ὑπὲρ τῶν κινδυνευόν‐
20των καὶ στρατευομένων ποιεῖσθαι δεήσεις; ὥστε οὐ κολακεία ἐστὶ τὸ πρᾶγμα, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου γίνεται λόγον. Εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις, ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταρα‐ χαῖς εἶναι καὶ θορύβοις· ἢ γὰρ καὶ αὐτοὺς ἡμᾶς
25στρατεύεσθαι ἔδει, κατακοπέντων ἐκείνων, ἢ φεύγειν πανταχοῦ καὶ πλανᾶσθαι. Καθάπερ γὰρ πρόβολοί τινές εἰσι, φησὶ, προβεβλημένοι, καὶ τοὺς ἔνδον ἐν εἰρήνῃ φυλάττοντες. Δεήσεις, φησὶ, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Δεῖ γὰρ εὐχαριστεῖν τῷ
30Θεῷ καὶ ὑπὲρ τῶν εἰς ἄλλους γενομένων ἀγαθῶν, οἶον ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγα‐ θοὺς, ὅτι βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαρι‐ στίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς; Ὁ γὰρ ἀναγκαζόμε‐
35νος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν τοῦ πέλας ἀγα‐ θῶν, ἀναγκάζεται καὶ φιλεῖν αὐτὸν καὶ οἰκείως πρὸς αὐτὸν διακεῖσθαι. Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς καὶ τῶν λάθρα γινομένων, καὶ ἑκόντων καὶ ἀκόντων,
40καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν· καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ. βʹ. Πᾶσα τοίνυν ἡμῖν εὐχὴ εὐχαριστίαν ἐχέτω. Εἰ δὲ καὶ ὑπερεύχεσθαι τῶν πέλας οὐχὶ πιστῶν μόνον, ἀλλὰ καὶ ἀπίστων προσταττόμεθα, ἐννόησον ὅσον
45ἐστὶ κακὸν κατεύχεσθαι τῶν ἀδελφῶν. Τί λέγεις; ἐκεῖνός σε ὑπὲρ ἐχθρῶν ἐκέλευσεν εὔχεσθαι, σὺ δὲ τοῦ ἀδελφοῦ κατεύχῃ; Οὐκ ἐκείνου κατεύχῃ, ἀλλὰ σαυτοῦ· τὸν γὰρ Θεὸν παροξύνεις, ἐκεῖνα τὰ ἀνόσια φθεγγόμενος ῥήματα· οὕτω δεῖξον αὐτῷ, οὕτω

62

.

531

(50)

ποίησον αὐτῷ, βάλε αὐτὸν, ἀνταπόδος αὐτῷ. Πόῤῥω ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν, τῶν ἐπιεικῶν καὶ προσηνῶν. Τοῦ στόματος τοῦ ἠξιωμένου τοιαύτης μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώματι προσομιλοῦσα γλῶσσα· καθαρὰν
55αὐτὴν φυλάττωμεν, μὴ ἀρὰς προσφέρωμεν δι’ αὐτῆς. Εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολ‐ λῷ μᾶλλον οἱ κατευχόμενοι· ἀνάγκη γὰρ καὶ ὑβρί‐ ζειν τὸν κατευχόμενον· ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει·
60κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχουσι. Προσεύχῃ τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ ἑτέρου κατεύχῃ; Ἐὰν μὴ ἀφῇς, οὐκ ἀφεθήσεταί σοι· καὶ αὐτὸς οὐ μόνον
οὐκ ἀφίης, ἀλλὰ καὶ τὸν Θεὸν μὴ ἀφεῖναι παρακα‐Column end

62

.

532

λεῖς; Εἶδες ὑπερβολὴν κακίας; Εἰ τῷ μὴ ἀφιέντι οὐκ ἀφίεται, τῷ καὶ τὸν Δεσπότην παρακαλοῦντι μὴ ἀφεῖ‐ ναι, πῶς ἀφεθήσεται; Οὐκ ἐκεῖνον βλάπτεις, ἀλλὰ σαυτόν. Τί δήποτε; Εἰ γὰρ καὶ ἀκούεσθαι ἔμελλες
5ὑπὲρ τῶν σαυτοῦ, διὰ ταῦτα οὐδέποτε εἰσακουσθήσῃ, ὅτι μιαρῷ στόματι τὰς εὐχὰς ποιεῖς· μιαρὸν γὰρ ὄν‐ τως τὸ τοιοῦτον στόμα καὶ ἀκάθαρτον, πάσης δυσ‐ ωδίας ἐμπεπλησμένον, πάσης ἀκαθαρσίας. Δέον σε ὑπὲρ τῶν σῶν τρέμειν ἁμαρτημάτων, καὶ τὸν ἀγῶνα
10πάντα ὑπὲρ τούτων ποιεῖσθαι, σὺ δὲ προσέρχῃ τὸν Θεὸν κινήσων κατὰ τοῦ ἀδελφοῦ; οὐ γὰρ δέδοικας καὶ μεριμνᾷς τὰ σαυτοῦ; οὐχ ὁρᾷς τί διαπράττῃ; Μίμησαι κἂν τὰ παιδία τὰ εἰς διδασκαλεῖον φοιτῶντα, ἅπερ ἐπειδὰν τὴν ἑαυτῶν συμμορίαν ἔνδον ἴδῃ τῶν
15μαθημάτων ἀπαιτουμένην τὰς εὐθύνας, καὶ διὰ τὴν ῥᾳθυμίαν ἅπαντας τυπτομένους, καὶ καθ’ ἕνα ἕκαστον ἐξεταζόμενον πικρῶς καὶ κοπτόμενον ὑπὸ τῶν πλη‐ γῶν, ἀποτέθνηκεν ὑπὸ τοῦ δέους· κἂν μυρία τις αὐτὰ πλήξῃ τῶν συμφοιτητῶν, οὐκ ἀνέχεται ὀργι‐
20σθῆναι, τοῦ φόβου τὴν ψυχὴν κατέχοντος, οὐδὲ ἐντυ‐ χεῖν τῷ διδασκάλῳ, ἀλλ’ εἰς ἓν μόνον ὁρᾷ τὸ εἰσελθεῖν καὶ ἀπαλλαγῆναι πληγῶν χωρὶς, καὶ πρὸς ἐκεῖνον τὸν καιρὸν σκοπεῖ· κἂν ἐξέλθῃ, εἴτε πληγὰς λαβὼν εἴτε μὴ λαβὼν, οὐδὲ εἰς νοῦν ἐκεῖνα λοιπὸν βάλλεται
25ὑπὸ τῆς ἡδονῆς. Σὺ δὲ ἑστὼς καὶ μεριμνῶν ὑπὲρ τῶν ἁμαρτημάτων τῶν σῶν, οὐ φρίττεις τῶν ἑτέρων μνημονεύων; καὶ πῶς τὸν Θεὸν παρακαλεῖς; Δι’ ὧν γὰρ αὐτὸν κατ’ ἐκείνου ἀξιοῖς, διὰ τούτων καὶ τὰ σαυτοῦ πικρότερα ἐργάζῃ, οὐκ ἀφιεὶς αὐτὸν συγγνώ‐
30μην δοῦναι τοῖς σοῖς. Πῶς γὰρ, εἰ θέλεις με γίνε‐ σθαι, φησὶν, ἐξεταστὴν ἀκριβῆ τῶν εἰς σὲ πεπλημ‐ μελημένων, πῶς τῶν παρὰ σοῦ εἰς ἐμὲ γεγε‐ νημένων ἀξιοῖς γενέσθαι τὴν συγχώρησιν; Μάθωμέν ποτε εἶναι Χριστιανοί· εἰ εὔχεσθαι οὐκ ἴσμεν, ὅπερ
35ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσό‐ μεθα; Μάθωμεν εὔχεσθαι ὡς Χριστιανοί· Ἑλλήνων εἰσὶν ἐκεῖναι αἱ εὐχαὶ, Ἰουδαίων ἐκεῖναι αἱ δεήσεις· τοῦ Χριστιανοῦ δὲ ἐναντίαι, ἄφεσιν καὶ ἀμνηστίαν αἰτεῖν τῶν εἰς ἡμᾶς πεπλημμελημένων. Λοιδορού‐
40μενοι, φησὶν, εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Ἄκουε τοῦ Στε‐ φάνου λέγοντος, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐ μόνον οὐ κατηύχετο, ἀλλὰ καὶ ὑπερηύχετο· σὺ δὲ οὐ μόνον οὐχ ὑπερηύξω, ἀλλὰ
45καὶ κατηύξω. Ὥσπερ οὖν θαυμάσιος ἐκεῖνος, οὕτω σὺ κάκιστος. Τίνα θαυμάζομεν, εἰπέ μοι; τοὺς ὑπὲρ ὧν ηὔξατο, ἢ τὸν ὑπερευχόμενον; Τοῦτον δηλονότι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ Θεός. Βούλει πλήττε‐ σθαι τὸν ἐχθρόν; εὖξαι ὑπὲρ αὐτοῦ, ἀλλὰ μὴ τοιαύτῃ

62

.

532

(50)

διανοίᾳ, μὴ ὡς πλήττων· τοῦτο μὲν γὰρ γίνεται, σὺ δὲ μὴ τούτῳ ποίει τῷ σκοπῷ. Καίτοι ὁ μακάριος ἐκεῖνος ἀδίκως πάντα ἔπασχε, καὶ ὑπερηύχετο· ἡμεῖς δὲ πολλὰ καὶ δικαίως πάσχομεν παρὰ τῶν ἐχθρῶν. Εἰ δὲ ὁ ἀδίκως παθὼν οὐκ ἐτόλμησε μὴ
55ὑπερεύξασθαι, οἱ δίκαια πάσχοντες, καὶ μὴ μόνον οὐχ ὑπερευχόμενοι, ἀλλὰ καὶ κατευχόμενοι, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας; Δοκεῖς μὲν ἐκείνῳ διδόναι τὴν πληγὴν, τὸ δὲ ἀληθὲς κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, οὐκ ἀφιεὶς τὸν δικαστὴν ἐν τοῖς σοῖς ἁμαρτή‐
60μασι γενέσθαι ἥμερον, δι’ ὧν αὐτὸν κατὰ ἑτέρων παροξύνεις. ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθή‐ σεται ὑμῖν, φησὶ, καὶ ᾧ κρίματι κρίνετε, κριθή‐ σεσθε. Γενώμεθα τοίνυν συγγνωμονικοὶ, ἵνα τοιού‐
του τύχωμεν τοῦ Θεοῦ.531

62

.

533

γʹ. Ταῦτα οὐκ ἀκούειν ὑμᾶς μόνον βούλομαι, ἀλλὰ καὶ φυλάττειν. Νῦν δὲ μέχρι ῥημάτων ἡ μνήμη μό‐ νον, τάχα δὲ οὐδὲ μέχρι τούτων· ἀλλὰ διαλυθέντων ἡμῶν, ἂν ἐρωτήσῃ τις τῶν μὴ παραγεγονότων, τί
5διελέχθημεν, οἱ μὲν οὐδὲ ἐροῦσιν, οἱ δὲ εἰδότες ἐροῦσι τὴν ὑπόθεσιν, εἰς ἣν εἰρήκαμεν μόνον, ὅτι ὡμίλησεν εἰς τὸ μὴ δεῖν μνησικακεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, εἶτα ἀφέντες εἰπεῖν τὰ λεχθέντα πάντα (οὐ γὰρ οἷόν τε μεμνῆσθαι), οἱ δὲ μικρῶν μέμνηνται, ἀλλ’
10ἐνίων. Διὸ παρακαλῶ, εἰ μηδὲν κερδαίνετε ἐκ τῶν λεγομένων, μηδὲ προσέχειν τῇ ἀκροάσει. Τί γὰρ τὸ ὄφελος; μεῖζον τὸ κρῖμα γίνεται, χαλεπωτέρα ἡ τιμωρία, ὅτι μετὰ μυρίας παραινέσεις τοῖς αὐτοῖς ἐπιμένομεν. Διὰ τοῦτο εὐχὴν ἡμῖν ὥρισεν ὁ Θεὸς,
15ἵνα μηδὲν βιωτικὸν μηδὲ ἀνθρώπινον αἰτῶμεν. Ἴστε δὴ οἱ πιστοὶ τίνα δεῖ εὔχεσθαι, πῶς πᾶσα κοινή ἐστιν ἡ εὐχή. Ἀλλ’ οὐκ εἴρηται, φησὶν, ὑπὲρ τῶν ἀπίστων εὔχεσθαι ἐκεῖ. Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θη‐
20σαυρὸν αὐτῆς ἐπιγινώσκετε· εἰ γάρ τις αὐτὴν ἀνα‐ πτύξειεν, εὑρήσει καὶ τοῦτο κείμενον ἐν αὐτῇ. Ὅταν γὰρ λέγῃ ὁ εὐχόμενος, Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, οὐδὲν ἄλλο ἢ τοῦτο αἰνίττεται. Πῶς; Ὅτι ἐν οὐρανῷ οὐδεὶς ἄπιστος,
25οὐδεὶς προσκρούων. Εἰ τοίνυν περὶ τῶν πιστῶν μό‐ νων ἦν, οὐκ εἶχε λόγον τὸ λεγόμενον. Εἰ γὰρ οἱ πιστοὶ ἔμελλον τὸ θέλημα αὐτοῦ ποιεῖν, οἱ δὲ ἄπιστοι οὐχὶ, οὐκέτι ὡς ἐν οὐρανῷ τὸ θέλημα αὐτοῦ ἦν, ἀλλὰ τί; Ὥσπερ ἐν οὐρανῷ, φησὶν, οὐδεὶς πονηρὸς, οὕτω μηδὲ
30ἐπὶ τῆς γῆς ἔστω· ἀλλὰ πάντας, φησὶν, εἰς τὸν φό‐ βον ἕλκυσον τὸν σαυτοῦ, πάντας ἀγγέλους ποίησον τοὺς ἀνθρώπους, κἂν ἐχθροὶ ἡμῶν ὦσι, κἂν πολέ‐ μιοι. Οὐχ ὁρᾷς πόσα καθ’ ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται καὶ παρὰ τῶν ἀπί‐
35στων, καὶ παρὰ τῶν πιστῶν; καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; Τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀν‐ ετάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; συνέχεε τὸν ἀέρα; Οὐδα‐
40μῶς, ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἥλιον, βρέχει τὸν ὑετὸν, δίδωσι καρποὺς, δίδωσι τροφὰς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μια‐ ροῖς, τοῖς διώκταις, οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ πάντα τὸν βίον.
45 Τοῦτον μίμησαι καὶ σὺ, τοῦτον ζήλωσον κατὰ δύναμιν ἀνθρωπίνην. Οὐ δύνασαι τὸν ἥλιον ἀνατεῖ‐ λαι; μὴ κακηγορήσῃς. Οὐ δύνασαι ὑετὸν δοῦναι; μὴ λοιδορήσῃς. Οὐ δύνασαι θρέψαι; μὴ παροινήσῃς.
Ἀρκεῖ ταῦτα παρὰ σοῦ δῶρα· παρὰ τοῦ Θεοῦ δι’Column end

62

.

534

ἔργων γίνεται εἰς τοὺς ἐχθροὺς ἡ εὐεργεσία· σὺ κἂν διὰ λόγων ποίησον, ὑπέρευξαι τοῦ ἐχθροῦ· οὕτως ἔσῃ ὅμοιος τῷ Πατρί σου τῷ ἐν οὐρανοῖς. Μυριάκις ὑπὲρ τούτων διελέχθημεν, καὶ διαλεγόμενοι οὐ παυό‐
5μεθα· μόνον γινέσθω τι πλέον. Ἡμεῖς οὐ ναρκῶμεν οὐδὲ ἀποκάμνομεν, ἡμεῖς οὐ περικακοῦμεν λέγοντες· μόνον ὑμεῖς μὴ ἀκούοντες δόξητε ἐνοχλεῖσθαι. Δοκεῖ δέ τις ἐνοχλεῖσθαι, ὅταν μὴ ποιῇ τὰ λεγόμενα· ὁ γὰρ ποιῶν, συνεχῶς βούλεται τὰ αὐτὰ ἀκούειν, ὥσπερ
10οὐκ ἐνοχλούμενος, ἀλλ’ ἐγκωμιαζόμενος. Ὥστε οὐ‐ δαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ’ ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα· ἐκεῖθεν καὶ ὁ λέγων φορτικός ἐστιν. Ἐάν τις ἐλεημοσύνην, εἰπέ μοι, ποιῇ, εἶτα ἄλλος περὶ ἐλεη‐ μοσύνης διαλέγηται, οὐ μόνον οὐκ ἀποκναίει πρὸς
15τὴν ἀκρόασιν, ἀλλὰ καὶ γάννυται, ἀκούων τῶν οἰκείων κατορθωμάτων λεγομένων καὶ ἀνακηρυττομένων. Οὕτως οὖν καὶ ἡμεῖς, ἐπειδὴ οὐδὲν πρὸς ἀνεξικακίαν ἔχομεν κοινὸν, οὐδὲ κατώρθωται ἡμῖν τοῦτο, διὰ τοῦτο δοκοῦμεν εἶναι καὶ πρὸς τὰ ῥήματα δυσχερεῖς·
20εἰ δὲ τὰ πράγματα ἦν, οὐκ ἂν λόγος ἡμᾶς ἐλύπησεν. Εἰ τοίνυν μὴ βούλεσθε ἡμᾶς φορτικοὺς εἶναι μηδὲ ἐπαχθεῖς, οὕτω ποιήσατε, δι’ ἔργων ἐπιδείξασθε τὸ πρᾶγμα· ὡς οὐδέποτε παυσόμεθα ὑπὲρ τῶν αὐτῶν ὑμῖν διαλεγόμενοι, ἕως ἂν κατορθωθῇ ἐν ὑμῖν. Μά‐
25λιστα μὲν γὰρ καὶ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ τῇ πρὸς ὑμᾶς τοῦτο πράττομεν· ἔπειτα δὲ καὶ διὰ τὸν ἐπικείμενον ἡμῖν κίνδυνον. Τὸν γὰρ σαλπί‐ ζοντα, κἂν μηδεὶς εἰς πόλεμον ἐξίῃ, σαλπίζειν δεῖ, τὸ αὑτοῦ πληροῦντα. Οὐ τοίνυν μείζονα ὑμῖν τὴν κόλα‐
30σιν ἐργάσασθαι βουλόμενοι, τοῦτο πράττομεν, ἀλλὰ τὸ καθ’ ἑαυτοὺς ἀποδύσασθαι. Μετὰ δὲ τούτου, καὶ ἡ ὑμετέρα ἡμᾶς ἀγάπη κατέχει· ἀποσπώμεθα γὰρ τὰ σπλάγχνα καὶ δακνόμεθα, εἴ τι τοιοῦτο συμβαίη. Ἀλλὰ μὴ γένοιτο. Οὐκ ἔστι δαπάνης, ὅπερ εἴπο‐
35μεν νῦν, οὐκ ἔστιν ἐπιζημίας χρημάτων, οὐκ ἔστιν ὁδοῦ μακρᾶς· θελῆσαι δεῖ μόνον, ῥῆμά ἐστι, προαί‐ ρεσίς ἐστι. Φυλάττωμεν ἡμῶν τὸ στόμα, θύραν καὶ μοχλὸν ἐπιθῶμεν, ἵνα μηδὲν τῶν μὴ δοκούντων τῷ Θεῷ φθεγγώμεθα. Ὑπὲρ ἡμῶν αὐτῶν γίνεται τοῦτο,
40οὐχ ὑπὲρ ὧν εὐχόμεθα. Τοῦτο ἀεὶ λογιζώμεθα, ὅτι καὶ ὁ εὐλογῶν τὸν ἐχθρὸν, ἑαυτὸν εὐλογεῖ, καὶ ὁ κατ‐ αρώμενος, ἑαυτὸν καταρᾶται, καὶ ὁ εὐχόμενος ὑπὲρ τοῦ ἐχθροῦ, ὑπὲρ ἑαυτοῦ εὔχεται, οὐχ ὑπὲρ ἐκείνου. Ἂν οὕτω ταῦτα ποιῶμεν, δυνησόμεθα τὸ κατόρθωμα
45τοῦτο εἰς ἔργον ἀγαγεῖν, καὶ τυχεῖν τῶν ἐπηγγελμέ‐ νων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

533

(50)

ΟΜΙΛΙΑ Ζʹ. Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς
55 ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. αʹ. Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέμους καὶ τὰς μάχας καὶ τὰς ταραχὰς, καὶ διὰ τοῦτο ὑπὲρ βασι‐ λέων καὶ ὑπὲρ ἀρχόντων παρακαλεῖ τὸν ἱερωμένον
εὐχὰς ποιεῖσθαι, πολλῷ μᾶλλον καὶ τοὺς ἰδιώταςColumn end

62

.

534

(51)

τοῦτο χρὴ ποιεῖν. Τῶν πολέμων γάρ ἐστιν εἴδη τρία τὰ χαλεπώτερα· εἷς μὲν οὗτος ὁ κοινὸς, ὅταν οἱ παρ’ ἡμῖν στρατιῶται πολεμῶνται παρὰ βαρβάρων· δεύ‐ τερος, ὅταν, καὶ εἰρήνης οὔσης, ἡμεῖς πρὸς ἀλλήλους
55πολεμῶμεν· τρίτος, ὅταν ἕκαστος πρὸς ἑαυτὸν πολε‐ μῇ. Οὗτος δὴ καὶ πάντων ἐστὶ χαλεπώτατος. Ἐκεῖνος μὲν γὰρ ὁ παρὰ τῶν βαρβάρων οὐδὲν μέγα ἡμᾶς βλά‐ ψαι δυνήσεται· τί γὰρ, εἰπέ μοι; ἔσφαξε καὶ ἀνεῖλεν,
ἀλλ’ οὐδὲν τὴν ψυχὴν ἐλυμήνατο. Ἀλλ’ οὐδὲ ὁ δεύτε‐533

62

.

535

ρος, ἐὰν μὴ βουλώμεθα, βλάψαι τι ἡμᾶς δυνήσεται. Κἂν γὰρ ἕτεροι πρὸς ἡμᾶς πολεμῶσιν, ἔξεστιν ἡμῖν εἶναι εἰρηνικοῖς· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλόν με, ἐγὼ δὲ προσ‐
5ηυχόμην· καὶ πάλιν, Μετὰ τῶν μισούντων τὴν εἰ‐ ρήνην ἤμην εἰρηνικός· καὶ πάλιν, Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Τὸν δὲ τρίτον οὐκ ἔνι ἀκινδύνως διαφυγεῖν. Ὅταν γὰρ ἡμῖν δια‐ στασιάζῃ τὸ σῶμα πρὸς τὴν ψυχὴν, καὶ χαλεπὰς
10ἐπιθυμίας ἐγείρῃ, καὶ τὰς ἡδονὰς ὁπλίζῃ τῶν σωμά‐ των, τῆς ὀργῆς, τοῦ φθόνου, οὐκ ἔνι, μὴ τοῦ πολέ‐ μου τούτου λυθέντος, ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ’ ἀνάγκη τὸν μὴ καταστέλλοντα ταύτην τὴν ταραχὴν, πεσεῖν καὶ τραύματα λαβεῖν, ἐκεῖνον
15τὸν θάνατον τίκτοντα τὸν ἐν τῇ γεέννῃ. Δεῖ τοίνυν ἡμῖν καθ’ ἑκάστην ἡμέραν μερίμνης καὶ φροντίδος πολλῆς, ὥστε μήτε ἐγείρεσθαι ἐν ἡμῖν τοῦτον τὸν πόλεμον, μήτε διεγερθέντα μένειν, ἀλλὰ καταστέλ‐ λεσθαι καὶ κοιμίζεσθαι. Τί γὰρ ἂν ὄφελος γένοιτο,
20ὅταν ἡ μὲν οἰκουμένη βαθείας ἀπολαύῃ εἰρήνης, σὺ δὲ πρὸς ἑαυτὸν πολεμῇς; Ταύτην δεῖ τὴν εἰρήνην ἔχειν· ἂν ταύτην ἔχωμεν, οὐδὲν ἡμᾶς τῶν ἔξωθεν βλάψαι δυνήσεται. Συντελεῖ δὲ πρὸς ταύτην οὐ μικρὸν καὶ ἡ κοινὴ εἰρήνη· διὰ τοῦτό φησιν, Ἵνα
25ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Εἰ δέ τις, ἡσυχίας οὔσης, ταράττεται, σφόδρα ἄθλιός ἐστιν. Ὁρᾷς ὅτι ταύτην λέγει τὴν εἰρήνην, ἢν ἐγώ φημι τὴν τρίτην; Διὰ τοῦτο εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύ‐ χιον βίον διάγωμεν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ
30προσέθηκεν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐν δὲ εὐσεβείᾳ καὶ σεμνότητι εἶναι οὐκ ἔνι, μὴ τῆς εἰ‐ ρήνης ἐκείνης κατορθωθείσης. Ὅταν γὰρ λογισμοὶ ζητητικοὶ ταράσσωσιν ἡμῶν τὴν πίστιν, ποία εἰρήνη; ὅταν ἀσελγείας πνεύματα, ποία εἰρήνη; Ἵνα γὰρ μὴ
35νομίσῃς ὅτι τοῦτον ἁπλῶς λέγει τὸν βίον, ὃν πάντες ζῶσιν ἄνθρωποι, εἰπὼν, Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐπάγει, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι· ἐπειδὴ ἔνεστι τὸν ἤρεμον καὶ ἡσύχιον βίον διάγειν καὶ Ἕλληνας, καὶ ἀκολάστους καὶ
40σπαταλῶντας καὶ τρυφῶντας εὕροις ἂν τοῦτον τὸν βίον ζῶντας. Ἵνα οὖν μάθῃς ὅτι οὐ τοῦτόν φησι, προστίθησι τὸ, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ’ ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ
45τῶν θορύβων τῶν ἐν τοῖς λογισμοῖς. Ὅτι δὲ τὸν βίον τοῦτον δηλοῦν βούλεται, δῆλον μὲν ἀπὸ τῆς ἐπαγωγῆς, δῆλον δὲ καὶ ἀπὸ τοῦ μὴ ἁπλῶς ἐν εὐσε‐ βείᾳ εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πάσῃ. Τοῦτο γὰρ εἰπὼν, ἔοικεν οὐ τὴν ἀπὸ τῶν δογμάτων μόνον

62

.

535

(50)

ἀπαιτεῖν πολιτείαν, ἀλλὰ καὶ τὴν ἀπὸ τοῦ βίου ἀσφαλιζομένην· καὶ γὰρ ἐν ἀμφοτέροις τὴν εὐσέ‐ βειαν δεῖ ζητεῖν. Τί γὰρ ὄφελος ἐν τῇ πίστει εὐσε‐ βοῦντας διὰ τοῦ βίου ἀσεβεῖν; Ὅτι γὰρ ἔστι διὰ τοῦ βίου ἀσεβεῖν, ἄκουε τοῦ μακαρίου τούτου πάλιν ἀλ‐
55λαχοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν, Τὴν πίστιν ἤρνη‐ ται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ὁ τοιοῦτος οὐ τιμᾷ τὸν Θεόν·
60καὶ πάλιν, Ὁ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, τὸν Θεὸν ἀγνοεῖ. Ὁρᾷς πόσοι ἀσεβείας τρόποι; Διὰ τοῦτό φησιν, Ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Ἄσεμνος γὰρ οὐκ ἔστιν ὁ πόρνος μόνον, ἀλλὰ καὶ ὁ πλεονέκτης
ἄσεμνος ἂν λέγοιτο καὶ ἀκόλαστος· καὶ γὰρColumn end

62

.

536

καὶ τοῦτο ἐπιθυμία οὐχ ἥττων τῆς τῶν σωμάτων. Ὁ τοίνυν μὴ κολάζων αὐτὴν, ἀκόλαστος λέγεται· διὰ γὰρ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν ἀκόλαστοι λέγονται. Ὥστε καὶ τὸν ὀργίλον ἀκόλαστον ἂν εἴ‐
5ποιμι ἔγωγε, καὶ τὸν βάσκανον, καὶ τὸν φιλάργυρον, καὶ τὸν ὕπουλον, καὶ πάντα τὸν ἐν ἁμαρτίᾳ ὄντα, ἀκόλαστον εἶναι καὶ ἄσεμνον καὶ ἀσελγῆ. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν, φησὶν, ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Ποῖον τοῦτο; Τὸ εὔχεσθαι
10ὑπὲρ πάντων, τοῦτο ἀποδέχεται ὁ Θεὸς, τοῦτο θέλει· Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι, φησὶ, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. βʹ. Μιμοῦ τὸν Θεόν. Εἰ πάντας ἀνθρώπους θέλει σωθῆναι, εἰκότως ὑπὲρ ἁπάντων δεῖ εὔχεσθαι· εἰ πάν‐
15τας αὐτὸς ἠθέλησε σωθῆναι, θέλε καὶ σύ· εἰ δὲ θέ‐ λεις, εὔχου· τῶν γὰρ τοιούτων ἐστὶ τὸ εὔχεσθαι. Ὁρᾷς πῶς πανταχόθεν τὴν ψυχὴν ἔπεισεν, ὥστε καὶ ὑπὲρ Ἑλλήνων εὔχεσθαι; Καὶ τὸ κέρδος δεικνὺς ὅσον ἐκ τούτου τίκτεται, Ἵνα ἤρεμον, φησὶ, καὶ ἡσύχιον
20βίον διάγωμεν· καὶ τὸ πολλῷ τούτου μεῖζον, ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, καὶ ὅτι ὅμοιοι αὐτῷ κατὰ τοῦτο γινόμεθα, κατὰ τὸ τὰ αὐτὰ αὐτῷ θέλειν. Ἱκανὰ ταῦτα δυσωπῆσαι καὶ θηρίον. Μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· καὶ αὐτὸς τοῦτο βούλεται· φο‐
25βήθητι τὸ κατεύξασθαι μόνον· τοῦτο γὰρ οὐ βούλεται. Εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ, καὶ ὑπὲρ αἱρε‐ τικῶν δῆλον ὅτι· ὑπὲρ γὰρ ἁπάντων ἀνθρώπων εὔ‐ χεσθαι δεῖ, οὐ διώκειν. Τοῦτο δὲ καὶ ἄλλως καλὸν ἀπὸ τοῦ τῆς αὐτῆς ἡμᾶς φύσεως κοινωνεῖν· καὶ ὁ
30Θεὸς δὲ ἐπαινεῖ καὶ ἀποδέχεται τὴν εὔνοιαν, τὴν φι‐ λοστοργίαν τὴν πρὸς ἀλλήλους. Εἰ τοίνυν αὐτὸς θέλει, φησὶ, δοῦναι ὁ Κύριος, τί δεῖ εὐχῶν τῶν παρ’ ἐμοῦ; Πολὺ τοῦτο ἐκείνοις καὶ σοὶ συμβάλλεται, πρὸς ἀγά‐ πην αὐτοὺς ἕλκει, σὲ πάλιν οὐκ ἀφίησιν ἐκτεθηριῶ‐
35σθαι· ἱκανὰ δὲ ταῦτα πρὸς πίστιν ἐπισπάσασθαι. Πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀλλήλους ἀπέστησαν τοῦ Θεοῦ. Τοῦτο σωτηρίαν νῦν Θεοῦ καλεῖ, ὃς Πάντας ἀνθρώπους θέλει σωθῆ‐ ναι, εἰπών· ἐπειδὴ καὶ αὕτη ὄντως ἐστὶν ἡ σωτηρία·
40ταύτης γὰρ χωρὶς οὐδὲν μέγα ἡ ἄλλη ἐστὶν, ἀλλ’ ὄνομα σωτηρίας ἐστὶ καὶ προσηγορία μόνον. Καὶ εἰς ἐπίγνωσιν ἀληθείας, φησὶν, ἐλθεῖν. Ἀληθείας, ποίας; Τῆς εἰς αὐτὸν πίστεως. Καὶ δὴ προλαβὼν εἶπε, Παράγγελλε μὴ ἑτεροδιδασκαλεῖν· ἵνα δὲ μή τις ὡς
45ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ, φησί· Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἶτα τοῦτο εἰπὼν, ἐπήγαγεν· Εἷς γὰρ Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Εἶπεν, Εἰς ἐπίγνωσιν ἀλη‐

62

.

536

(50)

θείας ἐλθεῖν, δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ. Εἶπε πάλιν· Εἷς γὰρ Θεὸς, δεικνὺς ὅτι οὐ πολλοὶ, καθώς τινες νομίζουσιν. Εἶπεν, ὅτι καὶ μεσί‐ την καὶ Υἱὸν πέπομφε, δεικνὺς ὅτι σωθῆναι θέλει πάντας. Τί οὖν; ὁ Υἱὸς οὐ Θεός; Καὶ σφόδρα.
55Πῶς οὖν φησιν, Εἷς; Πρὸς ἀντιδιαστολὴν τῶν εἰδώ‐ λων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ἦν αὐτῷ ὁ λόγος. Ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν, ὧν ἐστι μεσίτης· μεσίτου γὰρ τοῦτό ἐστι, τὸ ἑκατέρων ἐχόμενον, ὧν ἐστι
60μεσίτης, κοινωνεῖν· ἐὰν δὲ τοῦ μὲν ἑνὸς ἔχηται, τοῦ δὲ ἑνὸς ἀπεσχοινισμένος ᾖ, οὐκέτι μεσίτης ἐστίν. Εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης, ἀλλ’ ἀπεσχοίνισται. Ὥσπερ γὰρ
τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀν‐535

62

.

537

θρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο. Ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἶναι δεῖ. Ὥσ‐ περ γὰρ τὸ τόπου τινὸς μέσον ἑκατέρων ἐστὶ τῶν τό‐
5πων ἐγγὺς, οὕτω καὶ τὸ τῶν φύσεων μέσον ἑκατέρων ὀφείλει εἶναι τῶν φύσεων ἐγγύς. Ὥσπερ οὖν ἄνθρω‐ πος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. Ἄνθρωπος οὐκ ἂν ἐγένετο μεσίτης· ἔδει γὰρ καὶ τῷ Θεῷ διαλέγεσθαι· Θεὸς οὐκ ἂν ἐγένετο μεσίτης· οὐ γὰρ ἂν ἐδέξαντο
10αὐτὸν οἷς ἐμεσίτευσεν. Ὥσπερ ἐκεῖ φησιν, Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, οὕτω καὶ ἐνταῦθα, Εἷς καὶ εἷς. Οὐ τίθησι δύο· ἐπειδὴ γὰρ περὶ πολυθεΐας διελέγετο, ἵνα μή τις ἁρπάσῃ τῶν δύο τὸν ἀριθμὸν εἰς πολυθεΐαν, Εἷς καὶ εἷς τέθεικεν. Ὁρᾷς
15πῶς ἡ Γραφὴ μετὰ πολλῆς τῆς ἀκριβείας κέχρηται τῷ λόγῳ; Τὸ γὰρ, εἷς καὶ εἷς, δύο· ἀλλ’ οὐκ ἐροῦ‐ μεν τοῦτο, καίτοι τοῦ λογισμοῦ ὑποβάλλοντος. Ἐν‐ ταῦθα οὐ λέγεις. Εἷς καὶ εἷς, δύο· ὅπερ δὲ οὐδὲ ὁ λογισμὸς ὑποβάλλει, τοῦτο λέγεις, εἰ ἐγέννησεν, ἔπα‐
20θεν. Εἷς γὰρ ὁ Θεὸς, φησὶν, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀν‐ τίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις. Τί οὖν; καὶ Ἑλλήνων, εἰπέ μοι; Ναί. Καὶ ὁ μὲν Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ Ἑλλήνων, σὺ δὲ
25εὔξασθαι οὐκ ἀνέχῃ; Πῶς οὖν, φησὶν, οὐκ ἐπίστευ‐ σαν; Ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ αὐτοῦ μέρος ἐγένετο· μαρτύριον τὸ πάθος, φησίν. Ἦλθε γὰρ μαρτυρήσων, φησὶ, τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη. Ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς
30τῷ Πατρί. Ἐγὼ γὰρ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, φησί· καὶ πάλιν, Τὸν Θεὸν οὐδεὶς ἑώρακε πώποτε· καὶ πάλιν, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν· καὶ πάλιν, Πνεῦμα ὁ Θεός. Μέχρι θανάτου τοίνυν ἐμαρτύρησε. Τὸ δὲ,
35Καιροῖς ἰδίοις, τοῦτό ἐστι, τοῖς προσήκουσιν. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. γʹ. Ἐπειδὴ τοίνυν ὁ Χριστὸς ὑπὲρ ἐθνῶν ἔπαθε,
40καὶ ἐγὼ διδάσκαλος ἐθνῶν ἀφωρίσθην, τίνος ἕνεκεν σὺ οὐκ εὔχῃ ὑπὲρ αὐτῶν; Καλῶς ἐνταῦθα τὸ ἑαυτοῦ ἀξιόπιστον δεικνὺς, τὸ, Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ, φησὶ, τουτέστιν, Ἀφωρίσθην· πάνυ γὰρ ἐνάρ‐ κων πρὸς τοῦτο οἱ ἀπόστολοι. Εἶτα ἐπήγαγε, Διδά‐
45σκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν· ἀλλὰ μὴ νομίσῃς, ἐπειδὴ, Ἐν πίστει, ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστι· καὶ γὰρ, Ἐν ἀληθείᾳ, φησίν· εἰ δὲ ἀλήθεια, οὐκ ἔστι ψεῦδος. Ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ

62

.

537

(50)

ὑπὲρ τοιούτων ἐγίνοντο, νῦν δὲ ἡ χάρις ἐκτέταται. Διὰ τοῦτο καὶ διδάσκαλον ἐθνῶν ἑαυτὸν εἶπεν ἀφωρί‐ σθαι, τὴν πανταχοῦ τῆς οἰκουμένης χυθεῖσαν αἰνιτ‐ τόμενος χάριν. Ὁ δοὺς, φησὶν, ἑαυτὸν ἀντίλυτρον. Πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός; ἄρα οὖν τῆς
55αὐτοῦ ἀγαθότητος γέγονεν. Ἀντίλυτρον, τί ἐστιν· Ἔμελλε τιμωρεῖσθαι αὐτούς· τοῦτο οὐκ ἐποίησεν. Ἀπόλλυσθαι ἔμελλον· ἀλλ’ ἀντ’ ἐκείνων τὸν αὑτοῦ ἔδωκεν Υἱὸν, καὶ κήρυκας ἡμᾶς ἔπεμψεν, ὥστε κη‐ ρύττειν τὸν σταυρόν. Ἱκανὰ ταῦτα ἐπισπάσασθαι
60πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. Ὄντως γὰρ μεγάλα καὶ ἀνεκδιήγητα τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς ἐπιδεδειγμένα. Κατέθυσεν ἑαυτὸν ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων, τῶν ἀποστρεφομένων αὐ‐
τόν. Ὃ οὐδὲ ὑπὲρ φίλων, οὐδὲ ὑπὲρ παίδων ποιήσειενColumn end

62

.

538

ἄν τις, οὐδὲ ὑπὲρ ἀδελφῶν, Δεσπότης ὑπὲρ δούλων ἐποίησε, δεσπότης οὐ τοιοῦτος, οἷος οἱ δοῦλοι, ἀλλὰ Θεὸς ὑπὲρ ἀνθρώπων, καὶ ἀνθρώπων οὐδὲ εὐ‐ δοκιμούντων. Εἰ γὰρ εὐδοκιμηκότες ἦσαν, εἰ γὰρ
5εὐηρεστηκότες, οὐ τοσοῦτον ἦν θαυμαστόν· νῦν δὲ τοῦτό ἐστι τὸ πᾶσαν διάνοιαν ἐκπλῆττον, τὸ ὑπὲρ τοιούτων ἀχαρίστων καὶ ἀγνωμόνων ἀποθανεῖν. Ὃ γὰρ ἀπὸ ἀνθρώπων πρὸς ὁμοφύλους οὐ γίνεται, τοῦτο ἐγένετο ἀπὸ Θεοῦ εἰς ἡμᾶς· καὶ τοσαύτης ἀπολαύ‐
10σαντες ἀγάπης, ἀκκιζόμεθα ἔτι, καὶ οὐ φιλοῦμεν τὸν Χριστόν. Αὐτὸς κατέθυσεν ἑαυτὸν ὑπὲρ ἡμῶν· ἡμεῖς δὲ αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἀποροῦντα περι‐ ορῶμεν, καὶ νοσοῦντα καὶ γυμνητεύοντα οὐκ ἐπι‐
15σκεπτόμεθα. Πόσης ὀργῆς ταῦτα ἄξια, πόσης κολά‐ σεως, πόσης γεέννης; Εἰ γὰρ μηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ μόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν ἦν πάντας προτρέψαι; Ἀλλ’, ὢ τῆς τῶν
20χρημάτων τυραννίδος! μᾶλλον δὲ, ὢ τῆς τῶν ἑκοντὶ δεδουλωμένων αὐτοῖς μοχθηρίας! Οὐκ ἐκεῖνα ἔχει μεγάλην τὴν ἰσχὺν, ἀλλ’ ἡμεῖς σφόδρα ἐσμὲν ἔκλυ‐ τοι καὶ δεδουλωμένοι, ἡμεῖς ταπεινοὶ καὶ γεώδεις, ἡμεῖς σαρκικοὶ, ἡμεῖς ἀνόητοι· οὐ γὰρ ἐκείνων με‐
25γάλη ἡ ἰσχύς. Τί γὰρ δύναται, εἰπέ μοι; κωφά ἐστι καὶ ἀναίσθητα. Εἰ ὁ διάβολος οὐδέν ἐστιν, ὁ μιαρὸς δαίμων, ὁ οὕτω πονηρὸς καὶ πάντα κυκῶν, τὰ χρή‐ ματα τίνα ἔχει ἰσχύν; Ἐὰν ἴδῃς ἄργυρον, νόμισον εἶναι κασσίτερον. Ἀλλ’ οὐ δύνασαι; Οὐκοῦν, ὅπερ
30ἐστὶν ἀληθὲς, τοῦτο νόμισον, ὅτι γῆ ἐστι· γῆ γάρ ἐστιν. Ἀλλ’ οὐδὲ τοῦτον δέχῃ τὸν λογισμόν; Ἐννόη‐ σον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κε‐ κτημένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶ
35κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν τῶν ἐλεφαντίνων ἀπορώτεροι. Ἀλλὰ τέρπει τὰς ὄψεις; Ἀλλὰ τούτων ἕτερα πολλὰ τέρπειν δύναται μᾶλλον.
40Καὶ γὰρ καὶ τὰ ἄνθη, καὶ ὁ ἀὴρ καθαρὸς ὢν, καὶ ὁ οὐρανὸς, καὶ ὁ ἥλιος πολλῷ μᾶλλον τέρπει. Οὗτος μὲν γὰρ καὶ ἰὸν ἔχει πολὺν, ὅθεν πολλοὶ καὶ μέλανα αὐτὸν εἶναι ἀπεφήναντο· καὶ δῆλον ἀπὸ τῶν ἐκμα‐ γείων τῶν μελαινομένων· ἐν δὲ ἡλίῳ μέλαν οὐδὲν,
45ἐν οὐρανῷ, ἐν ἄστροις. Πολλὴ ἐν τούτοις τοῖς ἄν‐ θεσιν ἡ ἀπόλαυσις, ἢ ἐν ἐκείνῳ τῷ χρώματι. Οὐ τὸ ἄνθος τοίνυν ἐστὶ τὸ τέρπον, ἀλλ’ ἡ πλεονεξία, ἡ ἀδικία· τοῦτο τέρπει τὰς ψυχὰς, οὐχ ὁ ἄργυρος. Ἔκβαλε ταύτην ἀπὸ τῆς ψυχῆς, καὶ ὄψει πηλοῦ τὸ

62

.

538

(50)

δοκοῦν εἶναι τίμιον ἀτιμότερον· ἔκβαλε τὸ πάθος· ἐπεὶ καὶ οἱ πυρέττοντες, κἂν βόρβορον ἴδωσιν, ὡς πηγὰς ἐπιποθοῦσιν· οἱ ὑγιαίνοντες δὲ ὡς χρὴ, οὐδὲ ὕδατος ἐπιθυμοῦσι πολλάκις. Ἔκβαλε τὴν νόσον, καὶ ὄψει τὰ πράγματα ὡς ἔστι. Καὶ ἵνα μάθῃς, ὅτι οὐ
55ψεύδομαι, πολλοὺς ἔχω δεῖξαι τοῦτο πεποιηκότας. Σβέσον τὸ πῦρ, καὶ ὄψει ὅτι ἀνθέων ταῦτά ἐστιν εὐ‐ τελέστερα. Καλὸν τὸ χρυσίον; ἀλλ’ εἰς ἐλεημοσύνην καλὸν, εἰς ἐπικουρίαν πενήτων καλὸν, οὐκ εἰς τὴν ἀνόνητον χρῆσιν, ἵνα ἔνδον ἀποκέηται, ἵνα εἰς γῆν
60κατορύττηται, ἵνα περὶ χεῖρας καὶ πόδας καὶ κεφα‐537

62

.

539

λὰς περικέηται. Διὰ τοῦτο εὑρέθη, οὐχ ἵνα τὴν εἰκόνα τοῦ Θεοῦ καταδεσμῶμεν τούτῳ, ἀλλ’ ἵνα λύω‐ μεν τοὺς δεδεμένους· εἰς τοῦτο κέχρησο τῷ χρυσῷ· λῦσον τὸν δεδεμένον, μὴ δήσῃς τὴν λελυμένην. Τίνος
5γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν οὐδαμινὴν πάντων προ‐ τίθης; μὴ γὰρ, ἐπειδὴ χρυσός ἐστιν, οὐκέτι δεσμὸν ποιεῖ; μὴ γὰρ ἡ ὕλη τὸν δεσμὸν ποιεῖ; Ἄν τε χρυ‐ σὸς ᾖ, ἄν τε σίδηρος, ταυτόν ἐστι· καίτοι τοῦτο ἐκείνου καὶ βαρύτερον. Ἀλλὰ τί ποιεῖ κοῦφον τὸ
10πρᾶγμα; Ἡ κενοδοξία, καὶ τὸ παρὰ πάντων ὁρᾶσθαι δεδεμένην, ἐφ’ ᾧ ἐχρῆν μᾶλλον αἰσχύνεσθαι. Ὅτι γὰρ τοῦτο ἀληθές ἐστι, κατάδησον, καὶ ἄφες ἐν ἐρη‐ μίᾳ, ἔνθα οὐδεὶς ὁ θεωρῶν, καὶ βαρύνεται τὸν δε‐ σμὸν καὶ ἐπαχθῆ νομίζει. Φοβηθῶμεν, ἀγαπητοὶ,
15μὴ ἀκούσωμεν ἐκεῖνα τὰ φοβερὰ ῥήματα, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Τί ἤδη τοῦτο σαυτῇ ποιεῖς, γύναι; οὐδεὶς δεσμώτης χεῖρας καὶ πόδας δέδεται. Τί
καὶ τὴν κεφαλὴν δεσμεῖς; οὐ γὰρ ἀρκεῖ χεῖρας καὶColumn end

62

.

540

πόδας; τί καὶ τὸν τράχηλον μυρίοις δεσμοῖς περι‐ βάλλεις; Τὴν γὰρ ἀπὸ τούτων φροντίδα παρίημι, τὸ δέος, τὴν ἀγωνίαν, τὴν μάχην τὴν ὑπὲρ αὐτῶν πρὸς τὸν ἄνδρα, εἴ ποτε αὐτῶν δεηθείη, τὸν θάνατον ὃν
5ὑπομένουσιν, εἴ ποτε ἐκπέσοι τι τούτων. Ταῦτα οὖν ἡδονὴ, εἰπέ μοι; Ἵνα ἕτερος τέρπῃ τὰς ὄψεις, σαυ‐ τὴν καὶ δεσμοῖς καὶ φροντίσι καὶ κινδύνοις καὶ ἀη‐ δίαις καὶ μάχαις καθημεριναῖς ὑποβάλλεις; ἆρ’ οὐ πάσης κατηγορίας καὶ καταγνώσεως ἄξιον τοῦτο;
10Μὴ, παρακαλῶ, μὴ ταῦτα ποιῶμεν, ἀλλὰ λύω‐ μεν πάντα σύνδεσμον ἀδικίας, διαθρύπτωμεν πει‐ νῶντι τὸν ἄρτον· πάντα τὰ ἄλλα πράττωμεν, ἃ τὴν πρὸς τὸν Θεὸν ἡμῖν παῤῥησίαν προξενῆσαι δύναται, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ
15Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

539

(19)

ΟΜΙΛΙΑ Ηʹ.
20Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ τὰς γυ‐ ναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμα‐
25 σιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλο‐ μέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. αʹ. Ὅταν προσεύχησθε, φησὶν ὁ Χριστὸς, μὴ γί‐ νεσθε ὡς οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συν‐
30αγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀν‐ θρώποις. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὰς θύρας, πρόσ‐
35ευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ αὐ‐ τὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Τί οὖν ὁ Παῦλός φησι, Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ; Ἀλλ’ οὐκ ἔστιν ἐναντίον
40ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συν‐ ᾷδον. Πῶς καὶ τίνι τρόπῳ; Δεῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ τί δήποτε τοῦτο προστάττει, εἰ ἐν παντὶ τόπῳ δεῖ εὔ‐ χεσθαι, καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ δεῖ εὔχεσθαι, καὶ εἰ
45ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ’ ἐν τῷ ταμείῳ μόνον. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ ἀκενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστός φησι, μὴ, Λάθρα, ἁπλῶς, ἀλλὰ, Κεκρυμμένως τὰς εὐχὰς ποιοῦ. Ὥσπερ γὰρ λέγων, Μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δε‐

62

.

539

(50)

ξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς πρὸς τὴν κενοδοξίαν φυγῆς παρ‐ ίστησιν, οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται. Οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχὴν, ἀλλ’ ἓν μόνον ἐπέταξε τὸ ἀκενόδοξον. Ὁ δὲ Παῦλος
55ταῦτά φησι πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς· ὅρα γὰρ τί φησιν· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· ὅπερ τοῖς Ἰουδαίοις θέμις οὐκ ἦν. Οὐδὲ γὰρ ἐξῆν τῷ Θεῷ προσιέναι ἀλλαχοῦ καὶ θύειν καὶ τὰς λατρείας ἐπιτελεῖν, ἀλλ’ εἰς ἕνα τόπον τοὺς
60πανταχόθεν ἐκ τῆς οἰκουμένης συντρέχοντας ἅπανταColumn end

62

.

540

(20)

τὰ τῆς ἁγιστείας ἐν τῷ ναῷ ἐπιτελεῖν ἔδει. Τούτων ἀντίῤῥοπον τὴν παραίνεσιν εἰσάγει. Καὶ τῆς ἀνάγ‐ κης ἀπαλλάξας ἐκείνης, Οὐκ ἔστι, φησὶ, τοιαῦτα τὰ ἡμέτερα, οἷα τὰ Ἰουδαϊκά. Ὥσπερ γὰρ ὑπὲρ πάν‐ των τὰς εὐχὰς κελεύει ποιεῖν (ὑπὲρ πάντων γὰρ καὶ
25ὁ Χριστὸς ἀπέθανε, καὶ ὑπὲρ πάντων, φησὶ, ταῦτα κηρύττω), οὕτω καὶ πανταχοῦ καλὸν εὔχε‐ σθαι· ἡ δὲ παρατήρησις λοιπὸν μὴ περὶ τόπον ἔστω, ἀλλὰ περὶ τὸν τρόπον τῆς εὐχῆς. Πανταχοῦ μὲν εὔχου, φησὶ, πανταχοῦ δὲ ὁσίους χεῖρας ἔπαιρε·
30τοῦτό ἐστι τὸ ζητούμενον. Ὁσίους δὲ τί ἐστι; Κα‐ θαράς· καθαρὰς δὲ τί ἐστιν; Οὐχ ὕδατι νιπτομένας, ἀλλὰ πλεονεξίας φόνων, ἁρπαγῆς, πληγῶν καθαράς. Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τί δὴ τοῦτό ἐστι; τίς δὲ εὐχόμενος ὀργίζεται; Τουτέστι, χωρὶς μνη‐
35σικακίας. Καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, παντὸς πάθους ἀπηλλαγμένῃ· μηδεὶς μετὰ ἔχθρας προσίτω τῷ Θεῷ· μηδεὶς μετὰ ἀηδίας καὶ διαλογι‐ σμοῦ. Τί ἐστι, Χωρὶς διαλογισμοῦ; Ἐπακούσωμεν. Ἄρα οὐ δεῖ ὅλως ἀμφιβάλλειν ὅτι ἐπακουσθησόμεθα.
40Ὅσα γὰρ ἂν αἰτήσητε, φησὶ, πιστεύοντες, λή‐ ψεσθε· καὶ πάλιν, Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος. Τοῦτό ἐστι, Χω‐ ρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καὶ πῶς, φησὶ, δυνή‐ σομαι πιστεύειν, ὅτι ἐπιτεύξομαι τῆς αἰτήσεως;
45Ἂν μηδὲν ἐναντίον αἰτῇς, ὧν δοῦναί ἐστιν ἕτοιμος· ἂν μηδὲν ἀνάξιον τοῦ βασιλέως, ἂν μηδὲν βιωτικὸν, ἂν πάντα πνευματικὰ, ἂν χωρὶς ὀργῆς προσίῃς, ἂν καθαρὰς ἔχων τὰς χεῖρας, ἂν ὁσίας· ὅσιαί εἰσιν αἱ ἐλεημοσύνας ἐργαζόμεναι. Ἂν οὕτω προσίῃς,

62

.

540

(50)

πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως. Εἰ γὰρ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς; Διαλογισμὸν τὴν ἀμφιβολίαν λέγει. Ὡσαύτως καὶ τὰς γυναῖκας βούλομαι, φησὶ, Θεῷ προσ‐
55ιέναι χωρὶς ὀργῆς, χωρὶς διαλογισμοῦ, ὁσίους χεῖρας ἔχειν, μὴ ταῖς ἐπιθυμίαις ἐξακολουθεῖν ταῖς ἑαυτῶν,
μὴ ἁρπάζειν, μὴ πλεονεκτεῖν. Τί γὰρ, κἂν αὐτὴ μὴ539

62

.

541

ἁρπάζῃ, διὰ δὲ τοῦ ἀνδρὸς τοῦτο ἐργάζηται; Παρὰ δὲ τῶν γυναικῶν καὶ πλέον τι αἰτεῖ ὁ Παῦλος. Ποῖον δὴ τοῦτο; Τὸ, Μετὰ αἰδοῦς καὶ σωφροσύνης, φησὶν, ἐν καταστολῇ κοσμίᾳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν
5πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀγαθῶν. Καταστολὴν τί φησι; Τουτέστι, τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κο‐ σμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο
10δὲ ἄκοσμον. Τί λέγεις; προσέρχῃ δεομένη τοῦ Θεοῦ, καὶ περίκεισαι χρυσία καὶ ἐμπλέγματα; μὴ γὰρ χορεῦσαι ἦλθες; μὴ γὰρ γάμων μεθέξουσα; μὴ γὰρ εἰς πομπὴν παρεγένου; Ἐκεῖ τὰ χρυσία, ἐκεῖ τὰ ἐμπλέγματα, ἐκεῖ τὰ πολυτελῆ ἱμάτια ἔχει καιρόν·
15νῦν δὲ οὐδενὸς χρεία τούτων. Ἦλθες παρακαλέσαι, δεηθῆναι ὑπὲρ ἁμαρτημάτων, ἐντευξομένη ὑπὲρ ὧν προσέκρουσας, αἰτουμένη τὸν Δεσπότην, ἵλεω κα‐ ταστήσουσα αὐτόν· τί κοσμεῖς σαυτήν; Οὐκ ἔστι ταῦτα ἱκετευούσης τὰ σχήματα. Πῶς δύνασαι στε‐
20νάξαι; πῶς δύνασαι δακρῦσαι; πῶς μετὰ ἐκτενείας εὔξασθαι, τοιοῦτον σχῆμα περικειμένη; Κἂν δακρύ‐ σῃς, γέλως ἔσται τὰ δάκρυα τοῖς ὁρῶσιν· οὐ γὰρ χρυσοφορεῖν τὴν δακρύουσαν δεῖ· ἐπεὶ σκηνή ἐστι καὶ ὑπόκρισις. Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ’ αὐτῆς
25τῆς διανοίας, ἀφ’ ἧς ἡ τοσαύτη πολυτέλεια καὶ φιλο‐ τιμία ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προ‐ χέηται; Περίελε πᾶσαν ἐκείνην τὴν ὑπόκρισιν· Θεὸς οὐ παίζεται. Ταῦτα τῶν μίμων καὶ τῶν ὀρχηστῶν ἐστι τῶν ἐν ταῖς σκηναῖς διημερευόντων· γυναικὶ
30δὲ κοσμίᾳ οὐδὲν τούτων πρέπει. Μετὰ αἰδοῦς, φησὶ, καὶ σωφροσύνης. βʹ. Μὴ τοίνυν τὰς ἑταιριζομένας μιμοῦ· διὰ γὰρ τούτου τοῦ σχήματος ἐκεῖναι πολλοὺς ἐπισπῶνται τοὺς ἐραστὰς, κἀντεῦθεν πολλαὶ πονηρὰν ἔλαβον ὑποψίαν
35πολλάκις, καὶ οὐδὲν ἐκ τοῦ κόσμου τούτου ἀπ‐ ώναντο· πολλοὺς γὰρ διὰ τῆς δόξης ταύτης ἔβλαψαν. Ὥσπερ γὰρ ἡ πεπορνευμένη κἂν ἔχῃ σώφρονος δόξαν, οὐδὲν τῆς δόξης ἀπώνατο, τοῦ τὰ κρύφια δικάζοντος τότε πάντα εἰς μέσον ἄγοντος· οὕτως οὐδὲ
40ἡ σώφρων, ἂν ἐπιτηδεύσῃ διὰ τοῦ σχήματος μοιχείας δόξαν λαβεῖν, ἀπώνατό τι τῆς σωφροσύνης· πολλοὶ γὰρ διὰ τῆς δόξης ταύτης ἐβλάβησαν. Τί οὖν ἐγὼ πάθω, φησὶν, ἂν ἕτερος ὑποπτεύσῃ; Σὺ δίδως τὴν ἀφορμὴν διὰ τοῦ σχήματος, διὰ τοῦ βλέμματος, διὰ
45τῶν κινημάτων. Διὰ τοῦτο πολὺς τῷ Παύλῳ λόγος τῆς ἀμφιάσεως, πολὺς τῆς αἰδοῦς. Εἰ δὲ ἃ πλούτου μόνον ἐστὶ τεκμήρια ταῦτα περιεῖλε, χρυσὸν, μαργα‐ ρίτας, ἱμάτια πολυτελῆ, πῶς οὐ πολλῷ μᾶλλον ἃ περιεργίας ἐστὶν, οἷον ἐπιτρίμματα, ὑπογραφὰς

62

.

541

(50)

ὀφθαλμῶν, διατεθρυμμένην βάδισιν, διακεκλασμένην φωνὴν, ὄμμα ὑγρὸν καὶ πάσης πορνείας γέμον, περίεργον ἀναβολὴν τοῦ φάρους, τοῦ χιτωνίσκου, ζώνην περιεργοτέραν, ὑποδήματα ἀπηρτισμένα; Ἅπαντα γὰρ ταῦτα διὰ τοῦ εἰπεῖν, Ἐν καταστο‐
55λῇ κοσμίᾳ, ᾐνίξατο, καὶ διὰ τοῦ εἰπεῖν, Μετὰ αἰ‐ δοῦς· ταῦτα γὰρ ἀναιδείας ἐστὶ καὶ ἀσχημοσύνης. Ἀνάσχεσθέ μου, παρακαλῶ· γυμνότερον γὰρ ὁ λόγος τὸν ἔλεγχον προσάγει, οὐχ ἵνα πλήξῃ, οὐδ’ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα τὸ ἀλλότριον τῆς ἀγέλης ἅπαν περιέλῃ.
60 Εἰ ταῖς ἄνδρας ἐχούσαις, εἰ ταῖς τρυφώσαις, εἰ ταῖς πλουτούσαις ταῦτα ἀπαγορεύει, πολλῷ μᾶλλον ταῖς παρθενίαν ἀναδεδεγμέναις. Καὶ τίς, φησὶ, παρ‐ θένος χρυσία περιτίθεται; τίς δὲ ἐμπλέγματα; Το‐
σαύτη ἡ τοῦ λιτοῦ σχήματός ἐστι περιεργία, ὡςColumn end

62

.

542

ταῦτα μηδὲν εἶναι πρὸς ἐκεῖνα. Ἔνεστι γὰρ καὶ δι’ εὐτελῶν ἱματίων μᾶλλον καλλωπίζεσθαι τῶν τὰ χρυσία περικειμένων. Ὅταν γὰρ σφόδρα ᾖ κυανὸς ὁ χιτὼν, καὶ τῇ ζώνῃ συνεσταλμένος μετὰ πολλῆς
5τῆς ἀκριβείας περὶ τὸ στῆθος, καθάπερ τούτων τῶν ἐπὶ τῆς σκηνῆς ὀρχουμένων, ὥστε μήτε εἰς πλάτος ἐκβαίνειν ἐξωγκωμένον, μήτε εἰς ἰσχνότητα συστέλ‐ λεσθαι, ἀλλ’ ἀμφοτέρων εἶναι μέσον, καὶ πολλὰς ἔχειν περὶ τὰ στέρνα τὰς ῥυτίδας, πόσων σηρικῶν
10οὐχ ἱκανὸν τοῦτο δελεάσαι μᾶλλον; Τί δὲ, ὅταν τὸ ὑπόδημα ἐν τῷ μέλανι σφόδρα ἀποστίλβῃ δι’ αὐτοῦ, λῆγον εἰς ὀξὺ, καὶ τὴν ἐν ταῖς ζωγραφίαις εὐφυΐαν ᾖ μιμούμενον, ὥστε μήτε τὸν ταρσὸν ἀνέχειν πολύ; τί δὲ, ὅταν τὴν ὄψιν ἐπιτρίμμασι μὲν μὴ καλλωπί‐
15ζῃς, ἀπονίπτῃς δὲ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς μετὰ τοῦ μετώπου πολὺ τῆς ὄψεως λευκότερον τὸ κάλυμμα, εἶτα ἄνωθεν τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ μέλαν ἐμπρέπῃ; Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν τὰς μυρίας ἐκείνας
20περιστροφάς; περὶ τῆς δέσεως, τῆς νῦν μὲν κρυπτομένης, νῦν δὲ γυμνουμένης ἐν τῇ δέσει τῆς πε‐ ριστηθίδος; καὶ γὰρ καὶ τοῦτο γυμνοῦσι πολλάκις, ὥστε τοῦ ζώσματος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φά‐ ρους παντὸς περὶ τὴν κεφαλὴν περιαγομένου. Τὰς δὲ
25χεῖρας, καθάπερ οἱ τραγῳδοὶ, οὕτω μετὰ ἀκριβείας ἐνδιδύσκουσιν, ὥστε νομίζειν προσπεφυκέναι μᾶλ‐ λον αὐταῖς. Τί ἄν τις εἴποι τὴν βάδισιν, καὶ τὰ ἄλλα ἐπιτηδεύματα παντὸς χρυσίου μᾶλλον δυνάμενα τοὺς θεωμένους ἑλεῖν; Φοβηθῶμεν, ἀγαπητοὶ, μὴ
30ἀκούσωμεν καὶ ἡμεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσμον τὸν ἔξωθεν ἠσχολημέναις· Ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις. Ὥστε ταῦτα μᾶλλον ἐπαγωγὰ τῶν χρυσίων
35ἐστὶν, ὡς πολλῶν ἑτέρων καὶ πρὸς τοῦτο ἐπιτετηδευ‐ μένων, πρὸς τὸ ὁρᾶσθαι καὶ αἰχμαλωτίζειν τοὺς θεω‐ μένους. Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι.
40 γʹ. Χριστὸν ἔχεις νυμφίον· τί ἐραστὰς ἀνθρώπους ἐπισπᾶσαι; Μοιχείας σε τότε κρινεῖ. Διὰ τί μὴ κοσμῇ τὸν κόσμον τὸν αὐτῷ ἀρέσκοντα, τὸν αὐτῷ φίλον, τὴν αἰδὼ, τὴν σωφροσύνην, τὴν κοσμιότητα, τὴν σώφρονα καταστολήν; αὕτη πορνική τίς ἐστι καὶ
45αἰσχρά. Οὐκέτι διαγινώσκομεν τὰς πόρνας καὶ τὰς παρθένους. Ὅρα εἰς πόσην ἀσχημοσύνην ἐξήγαγον ἑαυτάς. Ἀνεπιτήδευτον εἶναι χρὴ τὴν παρθένον, ἁπλῶς καὶ εἰκῆ διεσκευασμένην· ἡ δὲ μυρία ἐπιτη‐ δεύει πρὸς τὴν φαινομένην διασκευήν. Παῦσαι τῆς

62

.

542

(50)

μανίας, γύναι, ἐπὶ τὴν ψυχὴν μετάγαγε τὴν τοιαύ‐ την σπουδὴν, ἐπὶ τὴν ἔσω ἐμπρέπειαν· οὗτος γὰρ ὁ κόσμος ὁ ἔξωθεν περικείμενος οὐκ ἀφίησι τὸν ἔνδον γενέσθαι καλόν. Ὁ περὶ τοῦτον ἠσχολημένος, τοῦ ἔνδον καταφρονεῖ, ὥσπερ ὁ τούτου καταφρονῶν,
55πᾶσαν τὴν σπουδὴν περὶ τὸν ἔνδον ἐνδείκνυται. Μή μοι εἴπῃς, Οἴμοι, ἱμάτιον ἐκτετριμμένον φορῶ, ὑπόδημα εὐτελὲς, κάλυμμα οὐδαμινόν· ποῖος ταῦτα κόσμος; Μὴ ἀπάτα σαυτήν. Ἔνεστιν, ὅπερ ἔφην, διὰ τούτων μειζόνως καλλωπίζεσθαι, ἢ δι’ ἐκείνων,
60μάλιστα διὰ τῶν ἐκτετριμμένων ἱματίων, ἢ τῶν προσπεπλασμένων τῷ σώματι, καὶ ἐκτετυπωμένων καλῶς πρὸς τὸ σχῆμα τὸ ἀναιδὲς, καὶ στιλβόντων
λαμπρόν. Ἐμοὶ ταῦτα λέγεις· τί δὲ τῷ Θεῷ ἐρεῖς541

62

.

543

τῷ τὴν διάνοιαν εἰδότι, μεθ’ ἧς ταῦτα ποιεῖς; Ἀλλ’ οὐχ ὥστε πορνεῦσαι ποιεῖς; Ἀλλὰ τί; ὥστε θαυμα‐ σθῆναι; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐπὶ τούτοις βουλομένη θαυμάζεσθαι; Ἀλλ’ ἁπλῶς, φησὶ, ταῦτα
5περίκειμαι, οὐδὲ ἐπὶ τούτῳ. Οἶδεν ὁ Θεὸς ἃ φθέγγῃ πρὸς ἡμᾶς. Μὴ γὰρ ἐμοὶ δίδως λόγον; Ἐκείνῳ τῷ παρόντι τοῖς γινομένοις, καὶ τότε ἐξετάζοντι ταῦτα, ἐκείνῳ ᾧ γυμνὰ καὶ τετραχηλισμένα πάντα. Διὰ τοῦτο καὶ ἡμεῖς ταῦτα λέγομεν νῦν, ἵνα ὑμᾶς τῶν
10εὐθυνῶν ἐκείνων μὴ ποιήσωμεν ἐνόχους. Φοβηθῶ‐ μεν μὴ καὶ ὑμῖν ὀνειδίσῃ, ἃ διὰ τοῦ προφήτου ταῖς Ἰουδαίων γυναιξὶν, Ἦλθον ὀφθῆναί μοι θρυπτό‐ μεναι καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Ἀνεδέξα‐ σθε ἀγῶνα μέγαν, ἔνθα ἀθλήσεως, οὐ καλλω‐
15πισμοῦ δεῖ, πυκτεύειν δεῖ, οὐ βλακεύειν. Οὐχ ὁρᾷς τοὺς πυκτεύοντας, τοὺς ἀθλοῦντας; ἆρα βαδίσεως αὐτοῖς μέλει καὶ σχήματος; Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα ἀφέντες, ἱμάτιον ἐλαίῳ διάβροχον ἀναβαλλό‐ μενοι, πρὸς ἓν μόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ μὴ
20πληγῆναι. Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόμενος καθελεῖν· σὺ δὲ μένεις ἀπ‐ ησχολημένη περὶ τὸν κόσμον τοῦτον τὸν σατανικόν; Οὐδὲν βούλομαι λέγειν περὶ φωνῆς, πῶς πολλαὶ καὶ τοῦτο ἐπιτηδεύουσι, περὶ μύρων καὶ τῆς ἄλλης
25βλακείας. Διὰ ταῦτα γελῶσιν ἡμᾶς αἱ κοσμικαί. Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν· οὐδεὶς τιμᾷ
παρθένον, ὡς τιμᾷν χρή· ἑαυτὰς γὰρ ἀτιμάζεσθαιColumn end

62

.

544

πεποιήκασιν. Οὐκ ἔδει, ὥσπερ ἐξ οὐρανοῦ παραγε‐ νομένας, οὕτως εἶναι περιβλέπτους ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; νῦν δὲ καταπεφρόνηνται δι’ ἑαυτὰς, οὐ διὰ τὰς φρονίμους. Ὅταν γὰρ ἴδῃ σε, τὴν ἐσταυ‐
5ρωμένην εἶναι ὀφείλουσαν, ἡ ἄνδρα ἔχουσα καὶ παι‐ δία καὶ οἰκίας προεστῶσα, μᾶλλον αὐτῆς τὸν κό‐ σμον τοῦτον διώκουσαν, πῶς οὐ καταγελάσεται; πῶς οὐ καταφρονήσει; Ὁρᾷς πόση ἡ σπουδή; πόση ἡ μελέτη; δι’ εὐτελείας νικᾷς τὴν κοσμουμένην τὰ
10πολυτελῆ, μᾶλλον αὐτῆς καλλωπιζομένη τῆς τὰ χρυσία περικειμένης. Ἃ πρέπει σοι οὐ ζητεῖς, ἃ οὐ πρέπει σοι, ἐκεῖνα μετέρχῃ, δέον σε τὰ ἀγαθὰ ἔργα μετιέναι. Διὰ τοῦτο τῶν κοσμικῶν ἀτιμότεραι αἱ παρθένοι· οὐ γὰρ ἄξια τῆς παρθενίας τὰ ἔργα ἐπι‐
15δείκνυνται. Ταῦτα εἰρήκαμεν οὐ πρὸς πάσας, μᾶλλον δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρο‐ νῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν. Ἀλλ’ ὁρᾶτε ὅπως μὴ εἰς ἔργον ἡ ἐπιτίμησις ἔλθῃ. Οὐ γὰρ ἵνα λυπήσωμεν, εἴπομεν, ἀλλ’ ἵνα διορθωσώ‐
20μεθα, ἵνα καυχησώμεθα ἐν ὑμῖν. Γένοιτο δὲ πάντας ἡμᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ.
25ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

543

(28)

ΟΜΙΛΙΑ Θʹ. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
30Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν πα‐ ραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνο‐
35 γονίας. ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. αʹ. Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα. Διὰ τοῦτο οὐ μέχρι σχημάτων, οὐ μέχρι καταστολῆς πρόεισιν,
40ἀλλὰ καὶ μέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυ‐ χίᾳ μανθανέτω. Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κοριν‐ θίους Ἐπιστολῇ γράφων ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ
45νόμος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι μανθάνειν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε μὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ’ αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ

62

.

543

(50)

κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσ‐ αύτη, ὅση ἐνταῦθα· πάσας διαλεγομένας ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις. Ὥσπερ γὰρ δι’ αὐτὸ τοῦτο παραγινόμεναι, ἵνα ἄνεσιν ἔχω‐ σιν, οὕτω περὶ τὴν τῶν ἀνονήτων διάλεξιν ἠσχόλην‐
55ται ἅπασαι. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε· καὶ οὐκ ἐννοοῦσιν, ὅτι οὐδὲ ἔστιν ἄλλως μαθεῖν τι τῶν χρησίμων μὴ ἡσυχαζούσας. Ὅταν γὰρ ἐπείγη‐ ται μὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, μηδεὶς δὲ προσ‐ έχῃ τοῖς λεγομένοις, τί τὸ ὄφελος; Τοσοῦτον γὰρ
60αὐτὴν σιγηρὰν εἶναι δεῖ, φησὶν, ὡς μὴ μόνον περὶColumn end

62

.

544

(29)

βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν φθέγγεσθαι
30ἐν ἐκκλησίᾳ. Τοῦτο κόσμος, τοῦτο αἰδὼς, τοῦτο μᾶλλον αὐτὴν τῶν ἱματίων κοσμῆσαι δυνήσεται· ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολ‐ λῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι. Γυναικὶ δὲ οὐκ ἐπιτρέπω διδάσκειν. Οὐκ ἐπιτρέπω, φησί·
35ποίαν ἐνταῦθα τοῦτο ἔχει τὴν ἀκολουθίαν; Καὶ πολ‐ λήν. Περὶ ἡσυχίας διελέγετο, περὶ κοσμιότητος, περὶ αἰδοῦς· εἶπεν, ὅτι Λαλεῖν αὐτὰς οὐ βούλομαι. Πάντοθεν τοίνυν βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, μηδὲ διδασκέτωσαν, φησὶν,
40ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν τάξιν· οὕτω γὰρ διὰ τῆς σιγῆς καὶ τὴν ὑποταγὴν δείξουσι. Λάλον γάρ πως τὸ γένος ἐστί· διὰ τοῦτο πάντοθεν αὐτὴν καταστέλλει. Ἀδὰμ γὰρ, φησὶ, πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ
45γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τί οὖν ταῦτα πρὸς τὰς νῦν; Ναὶ, φησί· τῆς πλείονος ἀπ‐ έλαυσε τιμῆς τὸ τῶν ἀνδρῶν γένος· πρῶτον ἐπλά‐ σθη. Ἀλλαχοῦ δὲ καὶ τὸ μεῖζον ἔδειξεν, οὕτω λέγων· Οὐ γὰρ ἐπλάσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα,

62

.

544

(50)

ἀλλ’ ἡ γυνὴ διὰ τὸν ἄνδρα. Τί οὖν τοῦτο λέγει; Πολλαχόθεν βουλόμενος τὸν ἄνδρα πρωτεύειν. Πρῶ‐ τον μὲν γὰρ ἀπὸ τούτων ἐχέτω τὰ πρωτεῖα, φησὶ, δεύτερον δὲ ἀπὸ τῶν ἤδη γενομένων. Ἐδίδαξέ ποτε τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ
55ὑπεύθυνον ἐποίησε. Διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς, ἐπειδὴ τῇ ἀρχῇ, μᾶλλον δὲ τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο. Πρὸς τὸν ἄνδρα σου, φησὶν, ἡ ἀπο‐ στροφή σου. Πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο. Πῶς
δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴ543

62

.

545

γε οὐκ ἠπατήθη. Πρόσεχε ἀκριβῶς. Ἡ γυνή φησιν, Ὁ ὄφις ἠπάτησέ με· ὁ δὲ Ἀδὰμ οὐ λέγει, Ἡ γυνὴ ἠπάτησέ με, ἀλλ’ ὅτι Αὕτη ἔδωκέ μοι, καὶ ἔφαγον. Οὐκ ἔστι δὲ ἴσον, παρὰ τῆς ὁμοφύλου καὶ συγγενοῦς
5δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου, τοῦ δούλου, τοῦ ὑποτεταγμένου· ὥστε ἐκεῖνο ἀπάτης ἐστί. Πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικός φησιν αὐτὸν μὴ ἠπατῆσθαι, ὅτι ἐκείνη μὲν ὑπὸ τοῦ δούλου καὶ ὑποτεταγμένου, οὗτος δὲ ὑπὸ τῆς ἐλευθέρας. Πάλιν
10δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι Εἶδε τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, καὶ ὅτι ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἁλοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθεὶς ἁπλῶς. Ἐδίδαξεν ἅπαξ ἡ γυνὴ, καὶ πάντα
15κατέστρεψε· διὰ τοῦτό φησι, Μὴ διδασκέτω. Τί οὖν πρὸς τὰς λοιπὰς, εἰ ἐκείνη τοῦτο ἔπαθε; Καὶ πάνυ· τὸ γὰρ γένος ἀσθενὲς καὶ κοῦφον. Ἄλλως δὲ, περὶ τῆς φύσεως ἐνταῦθα πάσης λέγεται· οὐ γὰρ εἶπεν, Ἡ δὲ Εὔα ἀπατηθεῖσα, ἀλλ’, Ἡ γυνὴ, ὅπερ
20ἐστὶν ὄνομα τοῦ κοινοῦ γένους μᾶλλον ἢ ἐκείνης. Τί οὖν; πᾶσα ἡ φύσις ἐν παραβάσει γέγονε δι’ ἐκείνης; Ὥσπερ περὶ τοῦ Ἀδάμ φησιν, ὅτι Ἐν ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλ‐ λοντος· οὕτω καὶ ἐνταῦθα τὸ γυναικεῖον γένος
25παρέβη, οὐ τὸ ἀνδρεῖον. Τί οὖν; οὐκ ἔχει σωτη‐ ρίαν; Ναὶ, φησί. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν τέκνων· οὐ γὰρ δὴ περὶ τῆς Εὔας ἔλεγεν· Ἐὰν μείνωσιν ἐν τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγια‐ σμῷ μετὰ σωφροσύνης. Ποίᾳ πίστει; ποίᾳ
30ἀγάπῃ; ποίῳ ἁγιασμῷ μετὰ σωφροσύνης; Ὡς ἂν εἰ ἔλεγε· Μὴ κατηφεῖς ἐστε, αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν διαβέβληται· ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε μὴ μόνον δι’ ἑαυτῶν, ἀλλὰ καὶ δι’ ἑτέρων σώζεσθαι.
35Ὅρα πόσα κατὰ ταυτὸν ζητήματα τίκτεται. Ἡ γυνὴ ἀπατηθεῖσα, φησὶν, ἐν παραβάσει γέγονε. Τίς; Ἡ Εὔα. Αὐτὴ οὖν σωθήσεται διὰ τῆς τεκνο‐ γονίας; Οὐ τοῦτό φησιν, ἀλλ’ ὅτι ἡ φύσις ἡ γυναι‐ κεία σωθήσεται. Αὕτη δὴ οὐκ ἐν παραβάσει γέγονε;
40Ναὶ, γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὔα, σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. Διὰ τί γὰρ μὴ καὶ διὰ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη τοῦτο ταῖς ἄλλαις ἐξέκλεισε; τί οὖν πρὸς τὰς παρθένους; τί δὲ πρὸς τὰς στείρας; τί δὲ πρὸς τὰς
45χήρας, τὰς πρὶν ἢ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; ἀπολώλασιν; ἐλπίδα οὐκ ἔχουσι; καὶ μὴν αἱ παρθέ‐ νοι εἰσὶν αἱ μάλιστα εὐδοκιμοῦσαι. Τί ποτε οὖν βού‐ λεται εἰπεῖν; βʹ. Τινές φασιν, ὅτι ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν

62

.

545

(50)

ἀπὸ τῆς διαπλάσεως διὰ τῶν εἰς τὴν πρώτην γε‐ νομένων γυναῖκα (ἐπειδὴ γὰρ ἡ Εὔα δευτέρα ἐπλάσθη καὶ ὑπετάγη, καὶ τὸ λοιπὸν γένος ὑποτασσέσθω, φησίν)· οὕτως ἄρα, ἐπειδὴ καὶ παρέβη, καὶ τὸ λοι‐ πὸν γένος γέγονεν ἐν τῇ παραβάσει. Ἀλλ’ οὐκ ἔχει
55λόγον· ἐκεῖ μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν, ἐνταῦθα δὲ τῆς ἁμαρτίας τῆς γυναικός. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· ὅτι ὥσπερ πάντες ἀπέθανον ἄν‐ θρωποι διὰ τοῦ ἑνὸς, ἐπειδὴ ὁ εἷς ἥμαρτεν, οὕτω καὶ πᾶν τὸ γυναικεῖον γένος παρέβη, ἐπειδὴ ἐν παρα‐
60βάσει γέγονεν ἡ γυνή. Μηδὲν οὖν ἀλγείτω· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν, τὸ τεκεῖν παι‐ δία. Ἀλλὰ τοῦτο τῆς φύσεως, φησί. Καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ μόνον τὸ τῆς φύσεως, ἀλλὰ καὶ τὸ
τῆς παιδοτροφίας κεχάρισται. Ἐὰν ἐπιμείνωσι,Column end

62

.

546

φησὶ, τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης· τουτέστιν, ἐὰν αὐτοὺς ἐν ἀγάπῃ μετὰ τὸ τεκεῖν καὶ ἁγνείᾳ διατηρήσωσιν. Ἐν τούτοις οὐ μικρὸν ἕξουσι τὸν ὑπὲρ τούτων μισθὸν,
5ἀλλὰ καὶ σφόδρα μέγαν, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Χριστῷ. Ἁγιασμὸν δὲ τὸν ὀρθὸν λέγει βίον, σωφρο‐ σύνην δὲ τὴν κοσμιότητα. Πιστὸς ὁ λόγος. Πρὸς τοῦτο εἴρηται, οὐ πρὸς τὸ, Εἴ τις ἐπισκοπῆς ὀρέ‐ γεται. Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ
10τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέ‐ ρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς. Τί οὖν, ἂν αὐτὴ μὲν ᾖ μοχθηρὰ καὶ μυρίων κακῶν γέμουσα; ἆρα ἀπὸ τῆς παιδοτροφίας ὠφεληθήσεται; οὐκ εἰκὸς δὲ μᾶλλον
15τοιούτους αὐτοὺς τρέφειν ὁμοίους αὐτῇ; Περὶ τῆς ἐναρέτου ταῦτά φησιν, οὐ τῆς τυχούσης, ὅτι πολὺν καὶ τούτου λήψεται μισθὸν καὶ ἀμοιβήν. Ἀκούσατε ταῦτα, πατέρες καὶ μητέρες, ὡς οὐκ ἄμισθος ὑμῖν ἔσται ἡ παιδοτροφία. Τοῦτο οὖν καὶ
20προϊών φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησε· μετὰ τῶν ἄλλων καὶ αὐτὸ τίθησιν. Οὐ γάρ ἐστι τοῦτο μικρὸν τὸ τὰ δοθέντα παιδία παρὰ Θεοῦ, ταῦτα τῷ Θεῷ ἀνατιθέναι. Ἂν γὰρ τὴν κρηπῖ‐ δα καὶ τοὺς θεμελίους καλοὺς ἔχοιεν τῆς καταβολῆς,
25μέγαν ἕξουσι τὸν μισθόν· ὥσπερ οὖν ἀμελοῦντες, τὴν κόλασιν. Ἐπεὶ καὶ ὁ Ἠλεὶ διὰ τοὺς παῖδας ἀπώλετο τοὺς ἑαυτοῦ· ἐχρῆν γὰρ αὐτοὺς νουθετεῖν. Καὶ μὴν ἐνουθέτει· ἀλλ’ οὐχ ὡς ἔδει, ἀλλὰ μὴ βουληθεὶς αὐ‐ τοὺς λυπῆσαι, καὶ αὐτοὺς καὶ ἑαυτὸν προσαπώλεσεν.
30Ἀκούσατε ταῦτα, οἱ πατέρες· παιδεύετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μετὰ πολλῆς τῆς ἐπιστροφῆς. Ἄγριον ἡ νεότης, πολλῶν δεομένη τῶν ἐπιστατούντων, διδασκάλων, παιδαγωγῶν, ἀκο‐ λούθων, τροφέων· ἀγαπητὸν γὰρ μετὰ τοσαῦτα κα‐
35τασχεθῆναι αὐτήν. Καθάπερ τις ἵππος ἀδάμαστος, καθάπερ τι θηρίον ἀτίθασσον, τοιοῦτόν ἐστιν ἡ νεότης. Ἂν τοίνυν ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωμεν καλοὺς, οὐ δεησόμεθα πολλῶν μετὰ ταῦτα πόνων, ἀλλ’ ἡ συνήθεια νόμος αὐτοῖς
40ἔσται λοιπόν. Μηδὲν ἐῶμεν αὐτοὺς τῶν ἡδέων καὶ βλαβερῶν ποιεῖν, μηδὲ ὡς παισὶ χαριζώμεθα· ἐν σωφροσύνῃ μάλιστα διατηρῶμεν αὐτούς· τοῦτο γὰρ πάντων πλέον τὴν νεότητα λυμαίνεται. Πρὸς τοῦτο πολλῶν ἡμῖν δεῖ τῶν ἀγώνων, πολλῆς τῆς προσοχῆς.
45Ταχέως αὐτοῖς γυναῖκας ἄγωμεν, ὥστε καθαρὰ αὐ‐ τῶν καὶ ἀνέπαφα τὰ σώματα δέχεσθαι τὴν νύμφην· οὗτοι οἱ ἔρωτες θερμότεροι. Ὁ πρὸ τοῦ γάμου σωφρο‐ νῶν, πολλῷ μᾶλλον μετὰ τὸν γάμον· ὁ δὲ μαθὼν πορνεύειν πρὸ τοῦ γάμου, καὶ μετὰ τὸν γάμον τοῦτο

62

.

546

(50)

ποιήσει. Ἀνδρὶ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς. Διὰ τοῦτο στέφανοι ταῖς κεφαλαῖς ἐπιτίθενται, σύμ‐ βολον τῆς νίκης, ὅτι ἀήττητοι γενόμενοι, οὕτω προσ‐ έρχονται τῇ εὐνῇ, ὅτι μὴ κατηγωνίσθησαν ὑπὸ τῆς ἡδονῆς. Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν
55ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς κεφαλῆς, ἡττημένος; Ταῦτα αὐτοῖς παραινῶμεν, τούτοις νουθετῶμεν, φοβῶμεν, ἀπειλῶμεν, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιοῦντες. Μεγάλην παρακατα‐ θήκην ἔχομεν τὰ παιδία. Φροντίζωμεν τοίνυν αὐτῶν,
60καὶ πάντα ποιῶμεν, μὴ ὁ πονηρὸς ἡμᾶς αὐτοὺς ἀφ‐ έληται. Νῦν δὲ πάντα ἀπεναντίας γίνεται παρ’ ἡμῶν. Ὅπως μὲν γὰρ ἔσται τὸ χωρίον καλὸν, πάντα πράτ‐
τομεν, καὶ ὅπως ἀνδρὶ πιστῷ τοῦτο ἐγχειρίσωμεν,545

62

.

547

καὶ ὀνηλάτην, καὶ ὀρεοκόμον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦμεν· ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆ‐
5σαι, οὐ σκοποῦμεν· καίτοι τοῦτο πάντων ἐστὶ τὸ κτῆμα τιμιώτερον, καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται. Τῶν μὲν οὖν κτημάτων αὐτοῖς φροντίζομεν, αὐτῶν δὲ οὐκέτι. Ὁρᾷς τὴν ἀλογίαν; Ἄσκησον τοῦ παιδὸς τὴν ψυχὴν, κἀκεῖνα παρέσται λοιπόν· ταύτης μὲν
10γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρη‐ μάτων· ταύτης δὲ κατωρθωμένης, οὐδὲν βλάβος ἀπὸ τῆς πενίας. Βούλει καταλιπεῖν αὐτὸν πλούσιον; δίδαξον αὐτὸν εἶναι χρηστόν· οὕτω γὰρ καὶ τὰ κτή‐ ματα συγκροτῆσαι δυνήσεται, καὶ ἐὰν μὴ κτήσηται,
15τῶν κεκτημένων οὐδὲν ἔλαττον διακείσεται. Ἂν δὲ πονηρὸς ᾖ, κἂν μυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλα‐ κότων χείρονα ἐποίησας. Τοῖς γὰρ μὴ ῥυθμισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία. Ἐκείνη
20μὲν γὰρ καὶ ἄκοντας κατέχει ἐν ἀρετῇ· οὗτος δὲ οὐδὲ βουλομένους ἀφίησι σωφρονεῖν, ἀλλ’ ἐξάγει καὶ κατα‐ στρέφει, καὶ μυρίοις ἐμβάλλει δεινοῖς. Αἱ μητέρες, τὰς θυγατέρας μάλιστα διανείμασθε· εὔκολος ὑμῖν ἡ φυλακὴ αὕτη· περισκοπεῖτε, ὥστε οἰκουροὺς εἶναι·
25πρὸ δὲ πάντων εὐλαβεῖς αὐτὰς εἶναι παιδεύετε,Column end

62

.

548

κοσμίας, χρημάτων καταφρονεῖν, ἀκαλλωπίστους μένειν. Οὕτω πρὸς τὸν γάμον ἔκδοτε. Ἂν οὕτω, αὐτὰς διαπλάττωμεν, οὐκ αὐτὰς μόνον, ἀλλὰ καὶ τὸν ἄνδρα διασώσετε τὸν μέλλοντα αὐτὴν ἀγαγέσθαι· οὐ
5τὸν ἄνδρα, ἀλλὰ καὶ τὰ παιδία· οὐ τὰ παιδία, ἀλλὰ καὶ τὰ ἔγγονα. Τῆς γὰρ ῥίζης γενομένης καλῆς, οἱ κλάδοι ἐπὶ τὸ βέλτιον ἐκταθήσονται, καὶ πάντων τούτων λήψεσθε τὸν μισθόν. Ὡς οὖν οὐ μίαν ὠφε‐ λοῦντες ψυχὴν, ἀλλὰ πολλὰς διὰ τῆς μιᾶς, οὕτω
10πάντα πράττωμεν. Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι’ ἀκριβείας ἔχουσαν τὴν ἐπι‐ στήμην, καθάπερ ζύμην ὀφείλουσαν τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος. Καὶ οἱ παῖδες
15πάλιν οὕτως ἔστωσαν αἰδέσιμοι, ὡς ἀπὸ τῆς κοσμιό‐ τητος καὶ τῆς σωφροσύνης μᾶλλον διαγινώσκεσθαι, ἵνα καὶ παρὰ ἀνθρώπων, καὶ παρὰ Θεοῦ πολὺν τὸν ἔπαινον ἔχωσι. Μαθέτωσαν γαστρὸς κρατεῖν, πολυ‐ τελείας ἀπέχεσθαι, οἰκονομικοί τινες εἶναι, φιλόστορ‐
20γοι, μαθέτωσαν ἄρχεσθαι. Οὕτω γὰρ δυνήσονται πολὺν προξενῆσαι μισθὸν τοῖς γονεῦσιν· οὕτω πάντα ἔσται εἰς δόξαν Θεοῦ καὶ εἰς σωτηρίαν ἡμετέραν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
25ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

547

(26)

ΟΜΙΛΙΑ Ιʹ. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυ‐ μεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρο‐
30να, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάρ‐ οικον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποτα‐ γῇ μετὰ πάσης σεμνότητος.
35 αʹ. Μέλλων κατιέναι εἰς τὸν περὶ τῆς ἐπισκοπῆς λόγον, δείκνυσι καθάπαξ ὁποῖον εἶναι χρὴ τὸν ἐπίσκο‐ πον, οὐκ ἐν τάξει τῆς πρὸς τὸν Τιμόθεον αὐτὸ παρ‐ αινέσεως ποιῶν, ἀλλ’ ὡς πᾶσι διαλεγόμενος, καὶ δι’ ἐκείνου πάντας ῥυθμίζων· καὶ τί φησιν; Εἴ τις
40ἐπισκοπῆς ὀρέγεται, οὐκ ἐγκαλῶ, φησί· προστα‐ σίας γὰρ ἔργον ἐστίν. Εἴ τις ταύτην ἔχει τὴν ἐπιθυ‐ μίαν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντίας ἐφίε‐ σθαι μόνον, ἀλλὰ τῆς προστασίας, οὐκ ἐγκαλῶ· Καλοῦ γὰρ ἔργου ἐπιθυμεῖ, φησίν. Ἐπεὶ καὶ
45Μωϋσῆς ἐπεθύμησε τοῦ πράγματος, ἀλλ’ οὐ τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν, ὡς ἀκοῦσαι· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Εἴ τις οὕτως ἐπεθύμησεν, ἐπιθυμείτω· ἐπισκοπὴ γὰρ εἴρηται, παρὰ τὸ ἐπισκοπεῖν ἅπαντας. Δεῖ οὖν,

62

.

547

(50)

φησὶ, τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα. Οὐ νομοθετῶν τοῦτό φησιν, ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων· ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁμιλεῖν γάμοις, καὶ δύο ἔχειν κατὰ ταυτὸν
55γυναῖκας, Τίμιον γὰρ ὁ γάμος. Τινὲς δὲ, ἵνα μιᾶς γυναικὸς ἀνὴρ ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. Ἀνεπίλη‐ πτον. Πᾶσαν εἶπεν ἀρετὴν, ἀνεπίληπτον εἰπών. Ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ, πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων
60ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Τὸν γὰρ ἄρχοντα παντὸς λαμπτῆρος
λαμπρότερον εἶναι δεῖ, καὶ βίον ἔχειν ἀκηλίδωτον,Column end

62

.

548

(27)

ὥστε πάντας πρὸς ἐκεῖνον ὁρᾷν, καὶ πρὸς τὸν αὐτοῦ βίον τὸν οἰκεῖον χαρακτηρίζειν. Ποιεῖ δὲ τοῦτο, οὐχ ἁπλῶς τοσαύτῃ κεχρημένος τῇ παραινέσει· ἀλλ’
30ἐπειδὴ καὶ αὐτὸς ἔμελλεν ἐπισκόπους καθιστᾷν, ὅπερ καὶ Τίτῳ γράφων παρῄνει, καὶ ἐπειδὴ εἰκὸς ἦν πολ‐ λοὺς τοῦ πράγματος ἐπιθυμεῖν, διὰ τοῦτο ταῦτα παρεγγυᾷ. Νηφάλιον, φησὶ, τουτέστιν, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμοὺς, ὀξὺ βλέποντα,
35καὶ μὴ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα. Πολλὰ γάρ ἐστι τὰ συμπίπτοντα, καὶ οὐκ ἐῶντα ὁρᾷν καθα‐ ρῶς καὶ ὡς ἔχει τὰ πράγματα· καὶ γὰρ καὶ ἀθυμίαι καὶ φροντίδες καὶ πραγμάτων ὄχλος καὶ πολλὰ πάν‐ τοθεν ἐπιῤῥεῖ.
40 Ἄγρυπνον τοίνυν αὐτὸν εἶναι χρὴ, οὐ τὰ ἑαυτοῦ μεριμνῶντα μόνον, ἀλλὰ καὶ τὰ τῶν λοιπῶν· διεγη‐ γέρθαι χρὴ καὶ ζεῖν τῷ πνεύματι, καὶ πῦρ πνέειν, ὡς εἰπεῖν, καὶ μᾶλλον στρατηγοῦ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὸ στράτευμα περιιόντος κάμνειν καὶ δια‐
45κονεῖσθαι, καὶ τὴν ὑπὲρ ἁπάντων ἔχειν φροντίδα καὶ μέριμναν. Σώφρονα, κόσμιον, φιλόξενον. Ταῦτα ἐπειδὴ καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοὶ (δεῖ γὰρ καὶ αὐτοὺς εἰς τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἴσους εἶναι), δεικνὺς τὸ τῶν ἐπισκόπων ἐξαίρετον,

62

.

548

(50)

ἐπήγαγε, Διδακτικόν· τοῦτο γὰρ οὐκέτι ὁ ἀρχόμε‐ νος ἀπαιτεῖται· μάλιστα δὲ τοῦτο πάντων προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ. Μὴ πάρ‐ οινον. Οὐ τὸν μέθυσον ἐνταῦθά φησιν, ἀλλὰ τὸν ὑβριστὴν, τὸν αὐθάδη· Μὴ πλήκτην. Οὐ τὸν μὴ πλήτ‐
55τοντά φησι ταῖς χερσί. Τί οὖν ἐστι, Μὴ πλήκτην; Ἐπειδὴ εἰσὶν ἀκαίρως τινὲς πλήττοντες τῶν ἀδελ‐ φῶν τὴν συνείδησιν, τούτους νῦν αἰνίττεσθαί μοι δοκεῖ. Μὴ αἰσχροκερδῆ, ἀλλ’ ἐπιεικῆ, ἄμαχον,
ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμε‐547

62

.

549

νον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σε‐ μνότητος. Εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου με‐ ριμνᾷν, πῶς φησι, Μιᾶς γυναικὸς ἄνδρα; Τινὲς
5μὲν οὖν φασιν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο μένοντα ἐλεύθερον· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστι γυναῖκα ἔχοντα, ὡς μὴ ἔχοντα, εἶναι. Τότε μὲν γὰρ καλῶς τοῦτο συνεχώρησεν, ὡς πρὸς τὴν τοῦ πράγματος φύσιν τὴν τότε οὖσαν. Ἔνεστι δὲ αὐτὸ μεταχειρίσασθαι καλῶς,
10εἴ τις βούλοιτο. Ὥσπερ γὰρ ὁ πλοῦτος δυσχερῶς εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πολ‐ λαχοῦ δὲ οἱ πλουτοῦντες εἰσῆλθον· οὕτω καὶ ὁ γά‐ μος. Τί δὲ λέγεις, εἰπέ μοι; περὶ ἐπισκόπου διαλε‐ γόμενος ἔλεγεν, ὅτι δεῖ αὐτὸν μὴ μέθυσον εἶναι,
15ἀλλὰ φιλόξενον, δέον τὰ μείζονα τούτων εἰπεῖν. Διὰ τί γὰρ οὐκ εἶπεν, ὅτι Δεῖ δὲ τὸν ἐπίσκοπον ἄγγελον εἶναι, μηδενὶ πάθει ἀνθρωπίνῳ ὑποκεῖσθαι (ἐκεῖνα τὰ μεγάλα, ἃ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ, ἐσταυρῶσθαι, καὶ ἐν ταῖς χερσὶν ἀεὶ ἔχειν
20τὴν ψυχήν; ὃ καὶ ὁ Χριστὸς εἶπεν, Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προ‐ βάτων· καὶ πάλιν, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος), ἀλλὰ, Μὴ πάροινον, φησί; Καλαὶ αἱ ἐλπίδες,
25εἰ περὶ τούτων ὀφείλει ὁ ἐπίσκοπος παραινεῖσθαι. Διὰ τί γὰρ οὐκ εἶπες, Δεῖ δὲ αὐτὸν ἤδη μεταστῆναι ἐκ τῆς γῆς; ἀλλὰ ἃ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις. Τί δὲ ἐκείνοις, φησί; Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· καὶ
30πάλιν, Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρ‐ τίας· καὶ πάλιν, Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν· καὶ ὁ Χριστὸς πάλιν φησὶν, Ἐὰν μή τις ἀποτάξηται αὑτοῦ πᾶσι τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρη‐
35κεν; Ὅτι τοιούτους ὀλίγους εὑρεθῆναι ἐνῆν, ἐπισκό‐ πων δὲ ἔδει πολλῶν, καὶ καθ’ ἑκάστην πόλιν τῶν προηγησομένων. βʹ. Ἐπεὶ οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν Ἐκκλη‐ σιῶν, διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ
40ἐκείνην τὴν ἄνω, τὴν ὑψηλήν· τὸ γὰρ νηφάλιον εἶναι καὶ κόσμιον καὶ σώφρονα πολλῶν ἦν. Τέκνα ἔχοντα, φησὶν, ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Δεῖ γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα. Τίς γὰρ ἂν πι‐ στεύσειεν, ὅτι τὸν ἀλλότριον ὑποτάξει ὁ τὸν υἱὸν μὴ
45ὑποτάξας; Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πο‐ λιτικὸς ἂν γένοιτο ταχέως. Καὶ γὰρ τοῦτό ἐστιν ἡ Ἐκκλησία, ὡσανεὶ μικρὰ οἰκία· καὶ ὥσπερ ἐν τῇ οἰκίᾳ εἰσὶ παιδία, γυνὴ, οἰκέται, καὶ πάντων ὁ ἀνὴρ

62

.

549

(50)

ἀνῄρηται τὴν ἀρχήν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οὐδὲν ἄλλο, ἢ τοῦτό ἐστι, παιδία, γυναῖκες, οἰκέται. Εἰ δὲ κοινωνοὺς ἔχει τῆς ἀρχῆς ὁ τῆς Ἐκκλησίας προεστὼς, ἀλλ’ ἔχει κἀκεῖ ὁ ἀνὴρ κοινωνὸν τὴν γυ‐ ναῖκα. Ἀλλὰ τὰ πρὸς διατροφὴν ἐνταῦθα τῶν χη‐
55ρῶν καὶ τῶν παρθένων φροντίζειν δεῖ; Ἔχει κἀκεῖ ὁ ἀνὴρ τοὺς δούλους, τὰς θυγατέρας· ἄλλως δὲ καὶ εὐκολώτερον τῆς οἰκίας ἄρχειν. Ὁ τοίνυν ταῦτα καλῶς οὐκ οἰκονομήσας, πῶς τὰ τῆς Ἐκκλησίας οἰκονομῆσαι δυνήσεται; Εἶτα εἰπὼν, Εἰ δέ τις τοῦ
60ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Μὴ νεόφυτον, φησίν. Οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον·
Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν,Column end

62

.

550

ἀλλ’ ὁ Θεὸς ηὔξανε. Τοῦτον οὖν δηλῶσαι βου‐ λόμενος, τοῦτο εἶπεν. Ἐπεὶ τί ἐκώλυεν εἰπεῖν, μὴ νεώτερον; Τίνος οὖν ἕνεκεν αὐτὸς, φησὶ, τὸν Τιμό‐ θεον νεώτερον ὄντα ἐποίει; καὶ μαρτυρεῖ τοῦτο,
5πρὸς αὐτὸν λέγων, Μηδείς σου τῆς νεότητος κα‐ ταφρονείτω. [Ὅτι πολλὴν τὴν ἀρετὴν αὐτῷ συνῄδει· ὅτι μεγάλην τὴν περὶ τὸν βίον ἀκρίβειαν· ὃ δὴ καὶ εἰδὼς, Ἐκ βρέφους, φησὶ γράφων, τὰ ἱερὰ Γράμματα ἔμαθες. Ὅτι δὲ καὶ ἐπιτεταμένην εἶχε νηστείαν,
10δηλοῖ τὸ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πυκνάς σου ἀσθενείας· μετὰ τῶν ἄλλων καὶ περὶ τούτου γράψας αὐτῷ, ὡς, εἰ μὴ ταῦτα ὑπ’ αὐτοῦ κατωρθωμένα ᾔδει, οὔτε ἂν ἔγραψεν, οὔτε τῷ μαθητῇ τοιαῦτα παρήγγειλεν.] Ἐπειδὴ οὖν ἐξ Ἑλλήνων πολλοὶ
15προσῄεσαν τότε καὶ ἐβαπτίζοντο, Μὴ εὐθέως, φησὶ, νεόφυτον εἰς τὸν τῆς ἀρχῆς ὄγκον ἄγετε, τουτέστι, νεοκατήχητον. Εἰ γὰρ, πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο ταχέως, καὶ εἰς ἀπόνοιαν ἔρχε‐ ται· εἰ, πρὶν ἢ μαθεῖν ἄρχεσθαι, τῶν ἀρχόντων
20γένοιτο, φυσᾶται. Διὰ τοῦτο ἐπήγαγεν· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· τουτ‐ έστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε. Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ
25εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Καλῶς· μέλλει γὰρ ὀνειδίζεσθαι παρ’ αὐτῶν. Τάχα καὶ διὰ τοῦτο εἶπε, Μιᾶς γυναικὸς ἄνδρα, καίτοι λέγων ἀλλαχοῦ, Θέλω πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, τουτέστιν, ἐν ἐγκρατείᾳ. Ἵνα οὖν
30μὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβω‐ μένην πολιτείαν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρη‐ μένην ἐζήτησεν ἀρετήν. Ἔδει γὰρ καθίστασθαι καθ’ ἑκάστην πόλιν τὸν προηγούμενον· ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τίτῳ, Ἵνα καταστήσῃς κατὰ πόλιν
35πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην. Τί δὲ, ἂν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; Μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπη‐ τὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν· οὐδὲ γὰρ
40εἶπε, Δεῖ αὐτὸν μαρτυρίαν ἔχειν, ἀλλὰ, Δεῖ αὐτὸν καὶ μαρτυρίαν ἔχειν, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην· οὐ γὰρ δὴ ταύτην μόνον. Τί οὖν, ἂν κακῶς λέγοιεν αὐτὸν εἰκῆ, καὶ βασκαίνοντες, καὶ μάλιστα ἐπειδὴ Ἕλληνές εἰσιν; Οὐκ ἔστι τοῦτο· τὸν γὰρ
45ἄληπτον ἔχοντα βίον κἀκεῖνοι αἰδοῦνται. Πῶς, φησίν; Ἄκουε αὐτοῦ περὶ ἑαυτοῦ λέγοντος, Διὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ τοῦ βίου αὐτῶν ἐπελαμβά‐ νοντο, ἀλλὰ τοῦ κηρύγματος· διὰ τοῦτό φησι, Διὰ δυσφημίας. Ὡς πλάνοι καὶ γόητες διεβάλλοντο

62

.

550

(50)

διὰ τὸ κήρυγμα. Καὶ τοῦτο ἐποίουν, ἐπεὶ μὴ εἶχον τοῦ βίου αὐτῶν ἐπιλαμβάνεσθαι. Διὰ τί γὰρ μηδεὶς εἶπε περὶ τῶν ἀποστόλων, ὅτι πόρνοι καὶ ἀσελγεῖς καὶ πλεονέκται, ἀλλὰ πλάνοι, ὃ τοῦ κηρύγματος ἦν μό‐ νον; ἆρα οὐχ ὅτι βίον ἄληπτον εἶχον; Εὔδηλον ὅτι.
55Οὕτω τοίνυν καὶ ἡμεῖς ζῶμεν, καὶ οὐδεὶς ἡμᾶς ἐρεῖ κακῶς, κἂν ἔχθρος ᾖ, κἂν ἄπιστος. Ὁ γὰρ βίον λάμ‐ ποντα ἔχων, κἀκείνοις ἐστὶν αἰδέσιμος· ἡ γὰρ ἀλή‐ θεια καὶ τοὺς ἐχθροὺς ἐπιστομίζει. Εἰς παγίδα δὲ πῶς ἐμπίπτει; Τοῖς αὐτοῖς ἁμαρτήμασι πολλάκις περι‐
60πίπτων, οἷς κἀκεῖνοι. Εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτῷ καὶ ἄλλην παγίδα τίθησιν ὁ διάβολος, ταχέως
αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. Εἰ δὲ τὴν παρ’ ἐχθρῶν δεῖ549

62

.

551

μαρτυρίαν ἔχειν, πολλῷ μᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. Ὅτι γὰρ οὐκ ἔνι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλή‐ πτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέ‐ γοντος· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν
5ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τί οὖν, ἂν συκοφαντῆται, φησὶ, καὶ ἐκ περιστάσεως τὴν διαβολὴν ὑπομένῃ; Ἐγχωρεῖ μὲν καὶ τοῦτο· δεῖ δὲ μηδὲ τοῦτον εἰς τὸ μέσον ἄγεσθαι· καὶ γὰρ
10πολὺ τὸ δέος. Δεῖ τοίνυν, φησὶ, καὶ καλὴν μαρτυ‐ ρίαν ἔχειν αὐτόν· Λαμψάτω γὰρ τὰ ἔργα ὑμῶν. Ὥσπερ οὖν οὐκ ἄν τις εἴποι τὸν ἥλιον σκοτεινὸν, οὐδὲ αὐτὸς ὁ τυφλός· αἰσχύνεται γὰρ ταῖς πάντων μάχεσθαι δόξαις· οὕτω τὸν σφόδρα καλὸν οὐκ ἄν τις
15μέμψαιτο· ἀλλὰ τῶν μὲν δογμάτων ἕνεκεν πολλάκις ἂν αὐτοὺς διαβάλλοιεν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἂν ἐπιλάβοιντο, ἀλλὰ καὶ μετὰ τῶν ἄλλων θαυμά‐ ζουσι καὶ ἐκπλήττονται. γʹ. Οὕτω τοίνυν ζῶμεν, ὥστε μὴ βλασφημεῖσθαι τὸ
20ὄνομα τοῦ Θεοῦ. Μήτε οὖν πρὸς δόξαν ἀνθρωπίνην βλέπωμεν, μήτε ὥστε πονηρὰν λαμβάνειν δόξαν, ἀλλ’ ἐν ἑκατέρῳ τὴν συμμετρίαν τιμῶμεν. Ἐν οἷς φαί‐ νεσθε, φησὶ, ὡς φωστῆρες ἐν κόσμῳ. Διὰ τοῦτο γὰρ ἡμᾶς εἴασεν, ἵν’ ὡς φωστῆρες ὦμεν, ἵνα διδάσκαλοι
25τῶν ἄλλων καταστῶμεν, ἵν’ ὡς ζύμη γενώμεθα, ἵν’ ὡς ἄγγελοι μετὰ τῶν ἀνθρώπων περιπολῶμεν, ἵν’ ὡς ἄνδρες μετὰ τῶν παίδων τῶν μικρῶν, ὡς πνευματι‐ κοὶ μετὰ τῶν ψυχικῶν, ἵνα κερδαίνωσιν ἐκεῖνοι, ἵνα σπέρματα ὦμεν, ἵνα καρπὸν πολὺν φέρωμεν. Οὐκ
30ἔδει λόγων, εἰ τοσοῦτον ἡμῶν ὁ βίος ἔλαμπεν· οὐκ ἔδει διδασκάλων, εἰ ἔργα ἐπεδεικνύμεθα. Οὐδεὶς ἂν ἦν Ἕλλην, εἰ ἡμεῖς ἦμεν Χριστιανοὶ, ὡς δεῖ· εἰ τὰ τοῦ Χριστοῦ ἐφυλάττομεν, εἰ ἠδικούμεθα, εἰ ἐπλεον‐ εκτούμεθα, εἰ λοιδορούμενοι εὐλογοῦμεν, εἰ κακῶς
35πάσχοντες εὐηργετοῦμεν, οὐδεὶς οὕτω θηρίον ἦν, ὡς μὴ ἐπιδραμεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο. Καὶ ἵνα μάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ το‐ σούτους ἐπεσπάσατο. Εἰ πάντες ἦμεν τοιοῦτοι, πόσας οἰκουμένας οὐκ ἂν ἐπεσπασάμεθα; Ἰδοὺ πλείους εἰσὶν
40οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν μὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁμοῦ παῖδας διδάξαι δύναται· ἐν‐ ταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν μαθητῶν πολλῷ πλειόνων, οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόμενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶ‐
45σι· καὶ ὅταν ἴδωσι καὶ ἡμᾶς τῶν αὐτῶν ἐπιθυμοῦν‐ τας, τῶν αὐτῶν ἐφιεμένους, τοῦ ἄρχειν, τοῦ τιμᾶσθαι, πῶς δυνήσονται θαυμάσαι τὸν Χριστιανισμόν; Ὁρῶσι βίους ἐπιληψίμους, ψυχὰς γηΐνας· τὰ χρήματα ὁμοίως αὐτοῖς θαυμάζομεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνα‐

62

.

551

(50)

τον ὁμοίως αὐτοῖς πεφρίκαμεν, πενίαν ὁμοίως φοβού‐ μεθα, πρὸς νόσους ὁμοίως δυσχεραίνομεν, ὁμοίως δόξης ἐρῶμεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας κα‐ τακόπτοντες ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύομεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σημείων; ἀλλ’ οὐ
55γίνεται ταῦτα· ἀλλ’ ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ’ ἀπ‐ όλωλεν· ἀλλ’ ἀπὸ τῆς ἀγάπης; ἀλλ’ οὐδαμοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται. Διὰ τοῦτο οὐ τῶν ἡμετέρων μόνον ἁμαρτημάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡμεῖς λόγον ὑφέξομεν. Ἀνανήψωμέν ποτε, γρηγορή‐
60σωμεν, δείξωμεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέ‐
γωμεν, ὅτι Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρ‐Column end

62

.

552

χει, καὶ ἐπὶ γῆς τὴν ἄθλησιν ἐπιδειξώμεθα. Ἀλλ’ ἐγένοντο, φησὶ, παρ’ ἡμῖν ἄνδρες μεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑμᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ
5ταῦτα διηγεῖσθαι, ἔχομεν καὶ ἡμεῖς, φησὶ, μεγάλους φιλοσόφους, καὶ θαυμαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ’ οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλε‐ γομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν
10ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ’ ἐν λόγοις φιλοσοφοῦντας, ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιμοι ἕκαστος· ὑπὲρ κυά‐ θου γῆς μυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι τὰ
15πολλοῦ πένθους ἄξια, οἷον οἰωνισμοὺς, καὶ κλῃδο‐ νισμοὺς, παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμ‐ ματα, μαντείας, ἐπῳδὰς, μαγείας. Ὄντως μεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ μετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ,
20τοιαῦτα τολμῶμεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσμου μόλις δια‐ σώζεται. Ἀλλ’ οἱ ἀπολλύμενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες, ἀλλὰ μετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς
25χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυ‐ θίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φα‐ νερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσ‐
30σαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφό‐ δρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ μὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόμενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ μᾶλλον οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ
35ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν;
40τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρω‐ πον; οὐχὶ τότε μᾶλλον κατακλώμεθα; Ναὶ, φησίν· ἀλλ’ οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ’ ἕτερα πολλῷ χαλεπώτερα· κλαυθμὸς γὰρ ἔσται ἀπα‐ ραμύθητος τότε, πάντων ἀλλήλους ὁρώντων, πάντων
45κοπτομένων. Οἱ ἐν λιμῷ ὄντες, εἰπὲ, ἆρα παραμυ‐ θίαν λαμβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας; τί δὲ, ὅταν ἢ καὶ παῖς, ἢ καὶ πατὴρ, καὶ γυνὴ, καὶ ἔγγονα τὴν αὐτὴν τίννυνται δίκην; τί δὲ, ὅταν φίλους ὁρῶμεν, ἆρα παραμυθίαν ἔχομεν; Οὐκ

62

.

552

(50)

ἔστιν, οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ἐπιτείνεται ἡμῖν τὰ δεινά. Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ μὴ ἔχει παρα‐ μυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα· οἷόν τι λέγω· Ἔστω τις ἐν πυρὶ κείμενος, καὶ ἄλλος πάλιν· πῶς ἀλλήλους παραμυθήσονται; Εἰπέ μοι,
55παρακαλῶ, εἴ ποτε ἐν πυρετῷ γεγόναμεν σφοδρῷ, οὐχὶ πάντα τὰ τῆς παραμυθίας ἡμῖν ἐξέλιπεν; Εἰκό‐ τως· ὅταν γὰρ ἐπικρατῇ τὰ δεινὰ, οὐκέτι ἂν ἔχοι σχολὴν παραμυθεῖσθαι ἡ ψυχή. Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθμεῖν
60ἑτέρας γυναῖκας τὸ αὐτὸ παθούσας; ἀλλ’ οὐδὲν ἀπὸ
τούτου τὸ πένθος ἔλαττον γίνεται. Μὴ δὴ ταύτῃ551

62

.

553

τρεφώμεθα τῇ ἐλπίδι, ἀλλὰ μίαν εὕρωμεν παραμυ‐ θίαν, τὸ μετανοεῖν ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ ἔχε‐ σθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶ τὸν οὐρανὸν φερούσης,
ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν, χάριτιColumn end

62

.

554

καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

62

.

553

(5)

ΟΜΙΛΙΑ ΙΑʹ. Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν
10 πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. αʹ. Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχε‐ σθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς
15τοὺς διακόνους μετεπήδησε. Τί δήποτε; Ὅτι οὐ πολὺ τὸ μέσον αὐτῶν καὶ τῶν ἐπισκόπων. Καὶ γὰρ καὶ αὐ‐ τοὶ διδασκαλίαν εἰσὶν ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς Ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκόπων εἶπε, ταῦτα καὶ πρεσβυτέροις ἁρμόττει. Τῇ γὰρ χειροτονίᾳ μόνῃ
20ὑπερβεβήκασι, καὶ τούτῳ μόνον δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους. Διακόνους ὡσαύτως. Τουτέστι, τὰ αὐτὰ δεῖ, φησὶν, ἔχειν καὶ αὐτούς. Τί ἐστι τὰ αὐτά; Οἷον τὸ ἀνεπιλήπτους εἶναι, τὸ σώφρονας, τὸ φι‐ λοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους. Καὶ
25ὅτι τοιούτους αὐτοὺς εἶναι βουλόμενος εἶπε τὸ, Ὡσαύ‐ τως, ἐδήλωσε διὰ τῆς ἐπαγωγῆς λέγων, Σεμνοὺς, μὴ διλόγους· τουτέστι, μὴ ὑπούλους, μηδὲ δολερούς. Οὐδὲν γὰρ οὕτω ποιεῖν εἴωθεν ἀγεννεῖς, ὡς τὸ δολε‐ ρόν· οὐδὲν οὕτως ἄχρηστον ἐν τῇ Ἐκκλησίᾳ, ὡς τὸ
30ὕπουλον. Μὴ οἴνῳ πολλῷ, φησὶ, προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Ἰδοὺ ἐσήμανε τί ἐστιν ἀλή‐ πτους εἶναι. Ὅρα δὲ πῶς τὸ, Μὴ νεόφυτον, καὶ ἐνταῦ‐ θα τίθησι. Τὸ γὰρ εἰπεῖν, Καὶ οὗτοι δοκιμαζέσθω‐
35σαν πρῶτον, ὡς περὶ τοῦ ἐπισκόπου τοῦτο εἰρημένον αὐτῷ, οὕτω τὸν σύνδεσμον αὐτοῦ ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. Διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ τὸ, Μὴ νεόφυτον. Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν οἰκίαν νεώ‐ νητον οἰκέτην μὴ πρότερον ἐγχειρίζεσθαί τι
40τῶν ἔνδον, πρὶν ἂν διὰ πολλῆς τῆς πείρας τῆς αὐτοῦ γνώμης πολλὰ τεκμήρια δῷ, εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἔξωθεν εἰσελθόντα εἰς τοὺς πρώτους εὐθέως κατατάττεσθαι; Γυναῖκας ὡσαύτως, διακόνους φησὶ, σεμνὰς, μὴ διλόγους, νηφαλίους, πιστὰς
45ἐν πᾶσι. Τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν, οὐκ ἔστι δέ· τί γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρη‐ μένων παρεμβαλεῖν τι περὶ γυναικῶν; ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν λέγει. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες. Ταῦτα καὶ περὶ

62

.

553

(50)

γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι. Σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον καὶ κόσμιον ἐν τῇ Ἐκκλησίᾳ. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς, φη‐ σὶν, ἄνδρες. Ὁρᾷς πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν; Εἰ γὰρ καὶ μὴ τῆς αὐτῆς
55εἰσιν ἀξίας τῷ ἐπισκόπῳ, ἀλλ’ ὅμως ὁμοίως ἀνεπί‐ ληπτοι, ὁμοίως ἁγνοὶ ὀφείλουσιν εἶναι. Τέκνων κα‐ λῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει
60τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν
τέκνων προστασίαν, ἵνα μὴ ἀπὸ τούτου οἱ λοιποὶColumn end

62

.

554

(6)

σκανδαλίζωνται. Οἱ γὰρ καλῶς, φησὶ, διακονή‐ σαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται· τουτέστι, προκοπὴν καὶ παῤῥησίαν πολλὴν τὴν ἐν πί‐ στει Ἰησοῦ Χριστοῦ. Ὡσεὶ ἔλεγεν· Οἱ ἐν τοῖς κάτω
10δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰ‐ δῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίω‐
15μα τῆς ἀληθείας. Ἵνα μὴ τὸ περὶ τοιούτων αὐ‐ τὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησίν· Οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ’ ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί. Τούτῳ μὲν ὑπὲρ τοῦ παῦσαι τὴν
20ἀθυμίαν ταῦτα ἐπιστέλλει, τοῖς δὲ ἄλλοις ὑπὲρ τοῦ διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους· ἡ γὰρ παρουσία αὐτοῦ καὶ ἐπαγγελλομένη, μεγάλα ἠδύνατο. Μὴ θαυμάσῃς δὲ, εἰ πνεύματι πάντα προορῶν, ἠγνόει τοῦτο λέγων, Ἐλπίζω ἐλθεῖν, ἐὰν δὲ βραδύνω·
25τοῦτο γὰρ ἀγνοοῦντός ἐστιν. Ἐπειδὴ γὰρ πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει. Ἵνα εἰδῇς, φησὶ, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλη‐ σία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀλη‐
30θείας. Οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός. Τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειᾴ ἐστι τῆς Ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα. Καὶ ὁμολογουμένως, φησὶ, μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη
35ἐν πνεύματι. Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μή μοι εἴπῃς τοὺς κώδωνας, μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλός ἐστι τῆς οἰκουμένης ἡ Ἐκκλησία. Ἐννόησον τὸ μυστήριον, καὶ φρίξαι ἔχεις· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας
40μυστήριον, καὶ ὁμολογουμένως, οὐ ζητουμένως· ἀν‐ αμφίβολον γάρ ἐστιν. Ἐπειδὴ περὶ ἱερέων διαταττό‐ μενος οὐδὲν τοιοῦτον εἶπεν, οἷον ἐν τῷ Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα, λέγων, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, τουτέστιν, Ὁ δημιουργὸς ὤφθη, φησὶν, ἐν
45σαρκί. Ἐδικαιώθη ἐν πνεύματι. Ἤτοι τοῦτο λέγει· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· ἢ ὅτι δόλον οὐκ ἐποίησεν· ὅπερ ὁ προφήτης λέγει, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις. Ὥστε καὶ ἄγγελοι

62

.

554

(50)

μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Ὄντως μέγα τὸ μυστήριον. Ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ. Πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη, καὶ ἐπιστεύθη· καὶ δηλοῖ λέγων ὁ προφήτης, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος
55αὐτῶν. Τοῦτο μὴ δὴ νομίσῃς ἁπλῶς ῥήματα εἶναι ψιλά· οὐ γάρ ἐστιν, ἀλλὰ πραγμάτων ἀποῤῥήτων πεπλήρωται. Ἀνελήφθη ἐν δόξῃ· τουτέστιν, ἐπὶ νεφελῶν. Οὗτος, φησὶν, Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε.
60Ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου Παύλου. Μέλλων
παραινεῖν τοῖς τῆς διακονίας ἠξιωμένοις μὴ ἀνέδην553

62

.

555

ἐμφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε μὴ μεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας. Εἰκότως· εἰ γὰρ οἱ εἰσιόντες εἰς τὸ ἱερὸν, οὐδὲ ὅλως μετελάμβανον οἴνου, πολλῷ μᾶλλον τούτους οὐ χρή. Παραφορὰν γὰρ
5ἐργάζεται, φησὶ, καὶ κἂν μὴ μέθην ἐργάσηται, διαχεῖ τὸ τῆς ψυχῆς εὔτονον, διαλύει τὸ συγκεκροτημένον. Σκόπει δὲ πῶς πανταχοῦ μυστήριον καλεῖ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν· εἰκότως· οὐ γάρ ἐστι πᾶσιν ἀν‐ θρώποις δῆλον, μᾶλλον δὲ οὐδὲ ἀγγέλοις ἦν δῆλον·
10πῶς γὰρ, ὃ ἐφάνη διὰ τῆς Ἐκκλησίας; Διὰ τοῦτό φησιν, Ὁμολογουμένως μέγα ἐστί. Καὶ γὰρ ὄντως μέγα· ἄνθρωπος γὰρ ἐγένετο ὁ Θεὸς, καὶ Θεὸς ὁ ἄν‐ θρωπος· ἄνθρωπος ὤφθη ἀναμάρτητος· ἄνθρωπος ἀνελήφθη· ἐκηρύχθη ἐν κόσμῳ· μεθ’ ἡμῶν εἶδον αὐ‐
15τὸν οἱ ἄγγελοι. Μυστήριον τοίνυν ἐστί. Μὴ τοίνυν ἐκπομπεύωμεν τὸ μυστήριον, μὴ πανταχοῦ αὐτὸ προτιθῶμεν, ἀξίως τοῦ μυστηρίου τούτου ζῶμεν. Οἱ μυστήρια ἐμπεπιστευμένοι, μεγάλοι τινές εἰσιν. Εἰ βασιλεὺς ἡμῖν τι μυστήριον ἐνεπίστευσεν, εἰπέ
20μοι, ἆρα οὐ μεγάλης φιλίας τοῦτο τεκμήριον ἐποιού‐ μεθα; Νῦν δὲ ὁ Θεὸς ἡμῖν τὸ μυστήριον αὐτοῦ ἐνεπί‐ στευσε, καὶ ὡς μὴ μεγάλα εὐεργετηθέντες ἀχάριστοι περὶ τὸν εὐεργέτην γινόμεθα. Φρίξωμεν ἀναισθήτως ἔτι διακείμενοι πρὸς τὴν εὐεργεσίαν. Μυστήριόν
25ἐστιν ὃ πάντες ἴσασι· μᾶλλον δὲ ὃ πρὸ τούτου οὐ πάν‐ τες ᾔδεισαν, νῦν δὲ πᾶσι γέγονε δῆλον. βʹ. Ἀξιόπιστοι τοίνυν γενώμεθα περὶ τὴν τοῦ μυσ‐ τηρίου φυλακήν. Αὐτὸς ἡμῖν τηλικοῦτον ἐπίστευσε μυστήριον· ἡμεῖς δὲ αὐτῷ οὐδὲ χρήματα πιστεύομεν.
30Ἀλλ’ αὐτὸς μὲν λέγει· Ἀπόθεσθε αὐτὰ παρ’ ἐμοὶ, οὐδεὶς αὐτὰ ἁρπάσαι δύναται, οὐδὲ σὴς οὐδὲ λῃστὴς λυ‐ μαίνεται, καὶ ἑκατονταπλασίονα δώσειν ὑπισχνεῖται, καὶ οὐ πειθόμεθα. Καίτοι γε παρ’ οἷς ἂν παρα‐ καταθώμεθα παρακαταθήκην, οὐδὲν ἀπολαμβάνομεν
35πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωμεν ὃ παρακατεθέμεθα, καὶ χάριν ἴσμεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα, ἐμοὶ τοῦτο λόγισαι· οὐ λέγω σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον προσδίδωσι, καὶ
40οὐδεὶς παρακατατίθεται. Ἀλλὰ βραδέως μοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς αὐτοῦ ση‐ μεῖον μέγιστον, τὸ μὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· μᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδί‐ δωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ μοι, ἐνταῦθα οὐχὶ
45σμίλην εἴασε Παῦλος; οὐχὶ κάλαμον καὶ ἄγκιστρον Πέτρος; οὐχὶ τελώνιον Ματθαῖος; οὐχὶ πᾶσα αὐτοῖς ἡ οἰκουμένη ἀνέῳκτο μᾶλλον, ἢ τοῖς βασιλεῦσιν; οὐ παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν πάντες τὰ χρή‐ ματα; οὐκ ἐκείνους ἐποίουν διοικητὰς καὶ κυρίους;

62

.

555

(50)

οὐχὶ καὶ τὰς ψυχὰς αὐτοῖς ἐνεχείριζον; οὐχὶ ὁλο‐ κλήρους ἑαυτοὺς τῆς ἐκείνων βουλῆς ἐξήρτησαν; οὐχὶ καὶ ἑαυτοὺς δούλους κατέγραφον; Καὶ νῦν δὲ οὐ πολλὰ τοιαῦτα ὁρῶμεν γινόμενα; Πολλοὶ γὰρ πολλά‐ κις ἀπὸ μικρῶν ὄντες καὶ εὐτελῶν, μάκελλαν μετα‐
55χειρίζοντες μόνον, καὶ οὐδὲ τῆς ἀναγκαίας μόνης εὐποροῦντες τροφῆς, προσηγορίαν μονάζοντος ἔχον‐ τες, πάντων μᾶλλον ἐφάνησαν, καὶ παρὰ βασιλέων ἐτιμήθησαν. Ἀλλὰ μικρὰ ταῦτα; Ἀλλ’ ἐννόησον ὅτι προσθήκη ταῦτα· τὸ δὲ κεφάλαιον ἐν τῷ μέλλοντι
60τεταμίευται χρόνῳ. Καταφρόνησον χρημάτων, εἰ βούλει χρήματα ἔχειν· εἰ βούλει πλουτῆσαι, γενοῦ πένης. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα· οὐ βού‐ λεταί σε ἐκ τῆς οἰκείας σπουδῆς, ἀλλ’ ἐκ τῆς αὐτοῦ
χάριτος γενέσθαι πλούσιον. Ἐμοὶ ταῦτα, φησὶν, ἄφες·Column end

62

.

556

σὺ τὰ πνευματικὰ μερίμνα, ἵνα μάθῃς μου καὶ τὴν δύναμιν· τὴν δουλείαν καὶ τὸν ζυγὸν τὸν ἀπὸ τῶν χρημάτων φεῦγε. Ἕως ὅτε αὐτῶν ἀντέχῃ, πένης εἶ· ἐπειδὰν αὐτῶν καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος,
5τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ μηδενὸς δεῖσθαι ὧν οἱ πολλοί. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι πλουτοῦντος, ἀλλὰ τὸ μὴ πολλῶν δεῖσθαι. Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε· πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων. Ὥστε καὶ
10ὁ βασιλεὺς κατὰ τοῦτον τὸν λόγον πένης ἐστὶ, καθὸ δεῖται τῶν ἀρχομένων. Ἀλλ’ οὐχ ὁ ἐσταυρωμένος οὕ‐ τως· οὐδενὸς γὰρ δεῖται, ἀρκοῦσιν αὐτῷ πρὸς δια‐ τροφὴν αἱ χεῖρες· Ἐμοὶ γὰρ, φησὶ, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ταῦτα ἐκεῖ‐
15νος ἔλεγεν ὁ λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· ἐκεῖνος ὁ θεὸς νομισθεὶς παρὰ τῶν ἐν Λύστρᾳ κατοικούντων. Εἰ βούλει τῶν ἐν τῷ κόσμῳ τυχεῖν, ζήτει τὸν οὐρανόν· εἰ βούλει καὶ τῶν ἐνταῦθα ἀπολαῦσαι, καταφρόνησον αὐτῶν. Ζητεῖτε γὰρ, φη‐
20σὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦ‐ τα πάντα προστεθήσεται ὑμῖν. Τί τὰ μικρὰ θαυμά‐ ζεις; τί κέχηνας περὶ τὰ μηδενὸς ἄξια λόγου; μέχρι πότε πένης; μέχρι πότε πτωχός; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, τὸν ἐκεῖ πλοῦτον ἐννόησον, καταγέ‐
25λασον τοῦ χρυσοῦ, μάθε τὴν χρῆσιν αὐτοῦ, πόση τίς ἐστι. Μέχρι τοῦ παρόντος μένει ἡ ἀπόλαυσις, μέχρι τοῦ παρόντος βίου τοῦ ἐπικήρου ὅσον ψάμμος· μᾶλλον δὲ ὅσον σταγὼν πρὸς ἄβυσσον ἄμετρον, τοσοῦ‐ τον ὁ παρὼν βίος πρὸς τὰ μέλλοντα. Οὐκ ἔστι κτῆ‐
30σις τοῦτο, χρῆσίς ἐστιν, οὐκ ἔστι κυρία· πῶς γὰρ, ὅταν σοῦ ἀποπνέοντος καὶ ἑκόντος καὶ ἄκοντος, ἕτεροι λαμβάνωσι πάντα τὰ ὄντα, καὶ αὐτοὶ πάλιν ἑτέροις δόντες, καὶ πάλιν ἐκεῖνοι ἑτέροις; Πάντες γὰρ πάροικοί ἐσμεν, καὶ ὁ κύριος τῆς οἰκίας τάχα μᾶλ‐
35λον ὁ μισθωτός ἐστι τῆς οἰκίας· πολλάκις γὰρ ἐκεί‐ νου τελευτήσαντος, οὗτος ἔμεινε, πλέον ἀπολαύων τῆς οἰκίας. Εἰ δὲ οὗτος μετὰ μισθοῦ· ἀλλὰ κἀκεῖνος ὁ πρότερος μετὰ μισθοῦ· ᾠκοδόμησε γὰρ, καὶ ἐταλαι‐ πωρήθη, καὶ ἐπεσκεύασε. Ῥήματα μόνον ἐστὶν ἡ δε‐
40σποτεία· τῷ δὲ ἔργῳ πάντες τῶν ἀλλοτρίων ἐσμὲν κύ‐ ριοι. Ἐκεῖνα μόνον ἐστὶν ἡμέτερα, ὅσα ἂν ἐκεῖ προπέμψωμεν· τὰ δὲ ἐνταῦθα οὐχ ἡμέτερα, ἀλλὰ τῶν ζώντων· μᾶλλον δὲ καὶ ζῶντας ἡμᾶς ἀπέλιπεν. Ἐκεῖνα μόνα ἐστὶν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστι κατ‐
45ορθώματα, ἐλεημοσύνη καὶ φιλανθρωπία. Ταῦτα τὰ ἐκτὸς λέγεται καὶ παρὰ τοῖς ἔξωθεν· ἐκτὸς γὰρ ἡμῶν ἐστι. Ποιήσωμεν τοίνυν αὐτὰ τῶν ἐντός. Οὐ γὰρ δυνατὸν χρήματα λαμβάνοντα ἀπελθεῖν, ἀλλὰ δυνα‐ τὸν ἐλεημοσύνην λαμβάνοντα ἀπελθεῖν· μᾶλλον δὲ

62

.

556

(50)

καὶ προπέμψωμεν αὐτὰ ὥστε ἑτοιμάσαι ἡμῖν σκη‐ νὴν ἐν ταῖς αἰωνίαις μοναῖς. γʹ. Χρήματα λέγεται παρὰ τὸ κεχρῆσθαι, οὐ παρὰ τὸ κυρίους εἶναι· καὶ τὰ κτήματα δὲ αὐτὰ χρῆσίς ἐστιν, οὐ δεσποτεία. Εἰπὲ γάρ μοι, πόσων κυρίων
55ἕκαστος ἀγρὸς γέγονε, καὶ πόσων ἔσται; λέγεταί τις καὶ παροιμία σοφωτάτη (οὐ γὰρ τῶν δημωδῶν παροιμιῶν δεῖ καταφρονεῖν, ἂν ἔχωσί τι σοφόν)· Ἀγρὲ, φησὶ, πόσων ἦς, καὶ πόσων ἔσῃ; Τοῦτο καὶ πρὸς οἰκίας, τοῦτο καὶ πρὸς χρήματα λεκτέον ἡμῖν.
60Ἀρετὴ μόνον οἶδεν ἡμῖν συναποδημεῖν, ἀρετὴ μόνη διαβαίνει πρὸς τὴν ζωὴν τὴν ἐκεῖ. Ἐκλύσωμέν ποτε, καὶ σβέσωμεν τῶν χρημάτων τὸν πόθον, ἵνα ἀν‐ άψωμεν τῶν ἐκεῖ τὴν ἐπιθυμίαν. Οὐ δύνανται οὗτοι οἱ δύο ἔρωτες μίαν κατέχειν ψυχήν· Ἢ γὰρ τὸν
65ἕνα, φησὶ, φιλήσει, καὶ τὸν ἕτερον μισήσει, ἢ555

62

.

557

ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ὁρᾷς, εἰπέ μοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠμφιεσμένον ἱμάτια, ἵππῳ ὀχούμενον, τὸν αὐχένα τείνοντα; μὴ
5καταπλαγῇς, ἀλλὰ γέλασον· ὥσπερ, ὅταν τὰ παιδία ὁρᾷς ἄρχοντας παίζοντα, καταγελᾷς, οὕτω καὶ ἐπὶ τούτῳ. Οὐδὲν τοῦτο ἐκείνου διενήνοχε, μᾶλλον δὲ ἐκεῖνο καὶ τερπνότερον, ἅτε παρὰ παιδικῆς γινό‐ μενον ἡλικίας μετὰ πολλῆς τῆς ἀφελείας. Ἐκεῖ καὶ
10γέλως ἐστὶ καὶ ἡδονή· ἐνταῦθα καταγέλαστός ἐστιν οὗτος, καὶ ἀσχημοσύνης πλήρης. Δόξασον τὸν Θεὸν, ὅτι σε τῆς σκηνῆς ταύτης καὶ τοῦ φυσήματος ἀπήλ‐ λαξεν. Ἂν γὰρ θέλῃς σὺ ὁ χαμαὶ ἐρχόμενος, ὑψηλό‐ τερος ἔσῃ τοῦ καθημένου τὸ ὄχημα. Πῶς; Ὅτι ἐκεῖ‐
15νος μὲν μικρὸν ἀνέστηκεν ἀπὸ τῆς γῆς τῷ σώματι, τῇ δὲ ψυχῇ προσπέπηγεν· Ἐκολλήθη γὰρ, φησὶν, ἡ ἰσχύς μου τῇ σαρκί μου· σὺ δὲ τῷ φρο‐ νήματι ἐν οὐρανῷ περιπατεῖς. Ἀλλ’ ἀκολούθους ἔχει πολλοὺς σοβοῦντας; Καὶ τί μᾶλλον αὐτὸς, ἢ ὁ ἵππος
20τιμᾶται; Τί ταύτης τῆς ἀλογίας χεῖρον, ἀνθρώπους διώκειν, ἵνα τὸ κτῆνος μετ’ εὐρυχωρίας παρέλθῃ; Ἀλλὰ τὸ ἵππῳ ὀχεῖσθαι σεμνόν; Ἀλλὰ καὶ δοῦλοι τούτου μετέχουσιν. Εἰσὶ δέ τινες, οἳ τοσοῦτον ἔχουσι τύφου, ὡς μηδὲν δεόμενοι, ὄπισθεν ποιεῖν ἀκολου‐
25θεῖν. Ἆρα τί τούτων ἐστὶν ἀλογώτερον; ἀπὸ ἵππων,Column end

62

.

558

καὶ πολυτελείας ἱματίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι. Τί ταύτης τῆς δόξης οὐδαμινέστερον, τῆς ἀπὸ ἵππων καὶ οἰκετῶν συνισταμένης; Ἐνάρετος εἶ; μηδενὶ τούτων κέχρησο· οἰκεῖον ἔχε τὸν κόσμον,
5μὴ τῇ ἑτέρου παρουσίᾳ καλλωπίζου. Ταῦτα καὶ πο‐ νηροὶ καὶ μιαροὶ καὶ ἄγροικοι καὶ πάντες ὅσοι πλούτου μετέχουσι, δύνανται ἔχειν. Καὶ μῖμοι καὶ ὀρχησταὶ ἐφ’ ἵππων φέρονται, καὶ οἰκέτην προτρέ‐ χοντα ἔχουσιν· ἀλλ’ ὅμως μῖμοί εἰσι καὶ ὀρχησταὶ,
10καὶ οὐ γεγόνασι σεμνοὶ ἀπὸ τῶν ἵππων καὶ τῶν ἀκο‐ λούθων. Ὅταν γὰρ μηδὲν τῶν ἐν ψυχῇ καλῶν προσῇ τῷ τοιούτῳ, ταῦτα, ἂν ἔξωθεν προστεθῇ, εἰκῆ καὶ μάτην· καὶ καθάπερ ἀσθενεῖ τοίχῳ ἢ διεφθορότι σώ‐ ματι, ὅσα ἄν τις περιθῇ, μένει ἀηδὲς ὂν καὶ δι‐
15εφθορός· οὕτω δὴ καὶ ἐνταῦθα, οὐδεμίαν ἡ ψυχὴ ὄνησιν ἀπὸ τῶν ἐκτὸς προσλαμβάνει, ἀλλὰ μένει τοῦτο οὖσα, κἂν μυρία τις αὐτῇ περιθῇ χρυσία. Μὴ δὴ πρὸς ταῦτα ἐπτοημένοι ὦμεν, ἀποστήσωμεν ἑαυτοὺς τῶν προσκαίρων, τῶν μειζόνων ἐχώμεθα,
20τῶν πνευματικῶν, τῶν ὄντως αἰδεσίμους ποιούντων ἡμᾶς, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν,
καὶ τὰ ἑξῆς.Column end

62

.

557

(26)

ΟΜΙΛΙΑ ΙΒʹ. Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις και‐ ροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσ‐ έχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις
30δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυ‐ τηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόν‐ των γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι
35 πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. αʹ. Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ’ ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες
40οὐδαμοῦ στῆναι δύνανται, ἀλλὰ πολλοὺς ἄνω καὶ κάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ τοῦτο ἤδη μὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι· Τὸ δὲ Πνεῦμα
45ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστή‐ σονταί τινες τῆς πίστεως, προσέχοντες πνεύ‐ μασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν τοῦ ἐργα‐ στηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς

62

.

557

(50)

ἀποστήσονταί τινες τῆς πίστεως. Ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀπο‐ στῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁμολογουμένως, ὡς μὴ ἀμφιβάλλειν. Μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεώς τινες ἀποστάντες ἔτι
55Ἰουδαΐζουσιν· ἔσται καιρὸς ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσονται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ μέχρι γάμων, καὶ πάν‐
των τῶν τοιούτων τὴν ὀλέθριον συμβουλὴν εἰσάγον‐Column end

62

.

558

(27)

τες. Οὐ περὶ Ἰουδαίων λέγει ταῦτα· πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν; ἀλλὰ περὶ Μανι‐
30χαίων, καὶ τῶν ἀρχηγετῶν τούτων. Πνεύματα δὲ πλάνης ἐκάλεσεν αὐτοὺς, εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι, ταῦτα ἐφθέγξαντο. Τί ἐστιν, Ἐν ὑποκρίσει ψευδολόγων; Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ’ ὑποκρινόμενοι ψεύ‐
35δονται, εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κε‐ καυτηριασμένοι, τουτέστι, πονηροῦ ὄντες βίου. Τί δήποτε δὲ μόνους τούτους τοὺς αἱρετικοὺς λέγει; Προεῖπεν ὁ Χριστὸς καὶ ἑτέρους λέγων, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα. Ἄλλως τε διὰ τῆς τοῦ
40σίτου σπορᾶς καὶ τῶν ζιζανίων τῆς βλάστης τούτους αὐτοὺς προεμήνυσε. Σὺ δέ μοι θαύμασον τοῦ Παύλου τὴν προφητείαν· πρὸ γὰρ τῶν χρόνων, ὧν ἔμελλεν ἔσεσθαι, ἐδήλου καὶ τὸν χρόνον αὐτόν. Μὴ θαυμάσῃς τοίνυν, εἰ νῦν, ὅτε τὴν ἀρχὴν ἔχει τὰ τῆς πίστεως,
45ταῦτά τινες ἐπιχειροῦσι παρεισφέρειν τὰ ὀλέθρια δόγματα, ὅτι, ὅταν παγῇ μετὰ χρόνον πολὺν, ἀπο‐ στήσονταί τινες τῆς πίστεως. Κωλυόντων, φησὶ, γαμεῖν, ἀπέχεσθαι βρωμάτων. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν; ᾘνίξατο καὶ αὐτὰς εἰπὼν,

62

.

558

(50)

Πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων. Οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀν‐ θρώπων ψυχὰς ταῦτα· ἀλλ’ ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ τῶν βρωμάτων. Ἃ ὁ Θεὸς, φησὶν, ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς, καὶ
55ἐπεγνωκόσι τὴν ἀλήθειαν. Διὰ τί μή φησι, Καὶ τοῖς ἀπίστοις; Πῶς τοῖς ἀπίστοις, ὁπότε νόμοις ἑαυτοὺς τούτων ἀπείργουσι; Τί οὖν; οὐ κεκώλυται ἡ τρυφή; Καὶ σφόδρα. Διὰ τί, εἰ εἰς μετάληψιν
ἔκτισται; Ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται557

62

.

559

ἡ ἀμετρία, καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον νῦν τὴν τρυφὴν παραιτεῖ‐ σθαι κελεύει, ἀλλ’ ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, φησὶ,
5καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανό‐ μενον. Εἰ κτίσμα Θεοῦ, καλόν· Πάντα γὰρ καλὰ λίαν. Τῷ εἰπεῖν, Κτίσμα Θεοῦ, περὶ τῶν ἐδωδίμων ἁπάντων ᾐνίξατο· καὶ ἤδη προκατασπᾷ τὴν αἵρε‐ σιν τὴν τῶν ἀγέννητον τὴν ὕλην εἰσαγόντων, καὶ
10ἐκείνης ταῦτα λεγόντων εἶναι. Οὐκοῦν εἰ καλὸν, τί ἐστιν ὅ φησι, τὸ, Ἁγιάζεται διὰ λόγου καὶ ἐντεύ‐ ξεως; δῆλον γὰρ ὅτι ἀκάθαρτον ὂν ἁγιάζεται. Οὐ τοῦτο, ἀλλ’ ἐνταῦθα πρὸς ἐκείνους φησὶ, τοὺς κοινά τινα νομίζοντας ἐξ αὐτῶν εἶναι. Δύο τοίνυν τίθησι
15κεφάλαια, ἓν μὲν, ὅτι οὐδὲν κτίσμα κοινόν· δεύτε‐ ρον δὲ, ὅτι εἰ καὶ γένοιτο κοινὸν, ἀλλ’ ἔχεις τὸ φάρ‐ μακον· σφράγισον, εὐχαρίστησον, δόξασον τὸν Θεὸν, καὶ πᾶσα ἀκαθαρσία ἀπέπτη. Οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα
20καθαίρειν; Ἐὰν μὴ ᾔδεις, ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς λοιπὸν καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ, οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ’ ὅτι προσταχθεὶς μὴ κοινωνεῖν δαίμοσιν, ἐκοινώνησας δι’ ἐκείνου. Ὥστε οὔτε ἐκεῖνό ἐστι φύσει τοιοῦτον, ἀλλ’ ἀπὸ τῆς προαι‐
25ρέσεως γίνεται τῆς σῆς καὶ τῆς παρακοῆς. Τί δαί; οὐκ ἀκάθαρτον τὸ ὕειον; Οὐδαμῶς, ὅταν μετὰ εὐχα‐ ριστίας λαμβάνηται, ὅταν μετὰ σφραγῖδος, οὐδὲ ἄλλο οὐδέν. Ἀκάθαρτος ἡ προαίρεσις ἡ μὴ εὐχαριστοῦσα τῷ Θεῷ. Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, κα‐
30λὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκα‐ λίας ᾗ παρηκολούθηκας. —Ταῦτα, ποῖα; Ἅπερ εἶπεν, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι, δαιμόνων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐν‐
35τεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται. Ἐντρεφό‐ μενος, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς διδασκαλίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβή‐ λους καὶ γραώδεις μύθους παραιτοῦ· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ταῦτα ὑποτιθέμενος,
40φησίν. Ὁρᾷς οὐδαμοῦ τὴν αὐθεντίαν ἐνταῦθα, ἀλλὰ τὴν συγκατάβασιν; Ὑποτιθέμενος, φησίν. Οὐκ εἶπεν, ἐπιτάττων, οὐκ εἶπε, παραγγέλλων, ἀλλὰ, Ὑποτιθέμενος· τουτέστιν, ὡς συμβουλεύων ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πί‐
45στεως. Ἐντρεφόμενος, φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν. βʹ. Ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ’ ἑκάστην ἡμέραν προσφερόμεθα, οὕτω, φησὶ, καὶ τοὺς περὶ πί‐ στεως λόγους ἀεὶ λαμβάνωμεν, ἀεὶ τούτοις τρεφώ‐

62

.

559

(50)

μεθα. Τί ἐστιν, Ἐντρεφόμενος; Μηρυκώμενος, συνεχῶς τὰ αὐτὰ στρέφων, ἀεὶ τὰ αὐτὰ μελετῶν· τροφὴν γὰρ ἔχει οὐ τὴν τυχοῦσαν. Τοὺς δὲ βεβή‐ λους καὶ γραώδεις μύθους παραιτοῦ. Τίνας ἐν‐ ταῦθα λέγει; Τὰς Ἰουδαίων παρατηρήσεις. Καὶ μύ‐
55θους αὐτάς φησι; Καὶ πάνυ, ἢ διὰ τὰς παραποιή‐ σεις, ἢ διὰ τὸ ἄκαιρον. Τὸ γὰρ ἐν καιρῷ, χρήσιμον· χωρὶς δὲ τοῦ καιροῦ, οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης,
60πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον. Ὁρᾷς πῶς
καὶ ἀκάθαρτα αὐτὰ εἶπε, καὶ γραώδη; τὸ μὲν διὰ τὸColumn end

62

.

560

παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. Τὸ γὰρ ὑπὸ φόβον ἄγειν τὴν ἀνωτέρω τούτων γενομένην ψυχὴν, τῶν ἀκαθάρτων ἐστὶ παραγγελμάτων. Γύ‐ μναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς
5πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέ‐ βεια. Γυμνασίας ἄρα χρεία ἡμῖν. Ἡ γὰρ σωματικὴ γυμνασία, φησὶ, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος. Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι· ἀλλ’ ἄπαγε, οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευμα‐
10τική. Εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκή‐ σεώς φησιν. Ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνα‐ σίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ’ ὀλίγον ὠφέ‐
15λησε τὸ σῶμα· ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρ‐ πὸν καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται, καὶ ἐκεῖ. Πιστὸς ὁ λόγος. Τουτέστιν, ἀληθὴς, ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅρα πῶς παντα‐ χοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀπο‐
20φαίνεται· πρὸς γὰρ Τιμόθεον ἦν ὁ λόγος αὐτῷ. Ἄρα καὶ ἐνταῦθα ἐν ἐλπίσιν ἐσμὲν χρησταῖς. Ὁ γὰρ μη‐ δὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὁ μυρία κατορθῶν, καὶ ἐνταῦθα γάννυται· ὥσπερ οὖν ὁ πονηρὸς οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ ἐνταῦθα κολάζεται, φόβῳ συζῶν
25διηνεκῶς, οὐδενὶ μετὰ παῤῥησίας ἀντιβλέψαι τολμῶν, τρέμων, ὠχριῶν, ἀγωνιῶν. Ἢ οὐ τοιοῦτοι οἱ πλεον‐ έκται, οἱ κλέπται, οὐ θαῤῥοῦντες ὑπὲρ ὧν ἔχουσιν; οἱ μοιχοὶ, οἱ ἀνδροφόνοι οὐ χαλεπωτάτην ζῶσι ζωὴν, μετὰ ὑποψίας τὸν ἥλιον ὁρῶντες αὐτόν; τοῦτο οὖν
30ζωή; Οὐδαμῶς, ἀλλὰ θάνατος χαλεπός. Εἰς τοῦτο γὰρ, φησὶ, κοπιῶμεν, καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπί‐ καμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Ὡσεὶ ἔλεγε· Τίνος γὰρ ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσ‐
35εδοκῶμεν; τίνος δὲ ἕνεκεν πάντες ἡμῖν ὀνειδίζουσιν; οὐ δεινὰ, φησὶ, τοσαῦτα πεπόνθαμεν; οὐχ ὕβρεις καὶ λοιδορίας καὶ μυρία κακά; εἰκῆ οὖν ταῦτα ὑπεμεί‐ ναμεν; εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν, τίνος ἕνε‐ κεν ταῦτα ὑπεμείναμεν; Εἰ δὲ τοὺς ἀπίστους σώζει
40ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ. Ποίαν λέγει σωτηρίαν; Τὴν ἐκεῖ. Ὅς ἐστι, φησὶ, Σωτὴρ πάντων, μάλιστα πιστῶν. Τουτέστι, πλείονα σπου‐ δὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται. Τέως τὴν ἐνταῦθά φησι. Καὶ πῶς τῶν πιστῶν ἐστι, φησὶ, Σωτήρ; Εἰ
45μὴ γὰρ Σωτὴρ ἦν, οὐδὲν ἂν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι. Ἐνταῦθα καὶ παρ‐ ορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι Θεὸν ἔχοντα τοιοῦτον, μήτε τῆς παρ’ ἑτέρων συμ‐ μαχίας δεῖσθαι, ἀλλ’ ἑκοντὶ πάντα φέρειν γενναίως·

62

.

560

(50)

ἐπεὶ καὶ οἱ πρὸς τὰ βιωτικὰ κεχηνότες, πρὸς τὴν ἐλπίδα τοῦ κέρδους ὁρῶντες ἐγχειροῦσι τοῖς πράγμα‐ σιν. Ἄρα ἔσχατός ἐστι λοιπὸν ὁ καιρός. Ἐν ὑστέ‐ ροις γὰρ καιροῖς, φησὶν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ
55διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολό‐ γων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν. Τί οὖν; ἡμεῖς οὐ κωλύομεν, φησὶ, γαμεῖν; Οὐ κωλύομεν, μὴ γένοιτο, βουλομέ‐ νους, ἀλλὰ τοὺς μὴ βουλομένους γαμεῖν προτρέπο‐
60μεν ἐπὶ τὴν παρθενίαν. Ἕτερόν ἐστι κωλῦσαι καὶ ἕτερον κύριον ἀφεῖναι τῆς προαιρέσεως· ὁ μὲν γὰρ κωλύων, καθάπαξ τοῦτο ποιεῖ· ὁ δὲ ὡς ἐπὶ μείζονα τὴν παρθενίαν ἐνάγων, οὐ κωλύων γαμεῖν τοῦτο
ποιεῖ, ἀλλὰ προτρέπων παρθενεύειν. Κωλυόντων,559

62

.

561

φησὶν, γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς, καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Καλῶς εἶπεν, Ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ἄρα τὰ πρό‐
5τερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦ μεταλαμβάνοντος γίνεται. Καὶ τίνος οὖν ἕνεκεν τῶν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε· Τὴν πολλὴν ἐκκόπτων τρυφήν. Ἀλλ’ εἰ μὲν εἶπεν, ὅτι Διὰ τρυφὴν μὴ ἐσθίετε, οὐκ ἂν ἠν‐
10έσχοντο· νῦν δὲ εἰς νόμου αὐτὸ κατέκλεισεν ἀνάγκην, ἵνα τῷ μείζονι φόβῳ μᾶλλον ἀπόσχωνται. Ἐπεὶ ὅτι τοῦ υἱὸς ἀκαθαρτότερόν ἐστιν ὁ ἰχθὺς, παντί που δῆλον· ἀλλ’ ὅμως ἐκείνων οὐκ ἀπήγαγεν. Ὅσον δὲ αὐτοῖς χαλεπὸν ἦν ἡ τρυφὴ, ἄκουε καὶ τοῦ Μωϋ‐
15σέως λέγοντος· Ἔφαγε, καὶ ἐλιπάνθη, καὶ ἐπα‐ χύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Ἔστι δὲ καὶ ἄλλη αἰτία. Ἵνα γὰρ στενοχωρηθέντες λοιπὸν ἐπὶ βόας ἔλθωσι, καὶ σφάττωσι πρόβατα, εἰκότως διὰ τὸν Ἆπιν καὶ τὸν μόσχον τῶν λοιπῶν ἀπεῖρ‐
20ξεν· ἀκάθαρτος γὰρ ἐκεῖνος, ἀχάριστος, μιαρὸς καὶ βέβηλος. γʹ. Ταῦτα ὑποτίθεσο, ταῦτα μελέτα· τὸ γὰρ, Ἐν‐ τρεφόμενος τοῖς λόγοις τῆς πίστεως, τοῦτό ἐστι. Μὴ τοῖς ἄλλοις μόνον παραίνει, φησὶν, ἀλλὰ καὶ αὐτὸς
25ἐν αὐτοῖς ἔχε τὴν μελέτην. Ἐντρεφόμενος γὰρ, φησὶ, τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκα‐ λίας ᾗ παρηκολούθηκας. Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Διὰ τί μὴ εἶπεν, Ἀνέχου τῶν τοιούτων, ἀλλὰ, Παραιτοῦ; Τὴν τελείαν
30ἀποφυγὴν αἰνιττόμενος διὰ τούτου. Ὃ δὲ λέγει, τοιοῦ‐ τόν ἐστι· Μηδὲ εἰς γυμνασίαν ποτὲ καθῇς σεαυτὸν διαλεγόμενος πρὸς ἐκείνους, ἀλλὰ ταῦτα τοῖς αὐτοῦ παραίνει. Οὐ γὰρ ἔστι πρὸς τοὺς διεστραμμένους μαχόμενον ὀνῆσαί τί ποτε, πλὴν εἴ ποτε οἰόμεθά
35τινα βλάβην γίνεσθαι, ὡς δι’ ἀσθένειαν παραιτουμέ‐ νων ἡμῶν τὴν πρὸς ἐκείνους διάλεξιν. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· τουτέστι, πρὸς βίον κα‐ θαρὸν, πρὸς πολιτείαν ἀρίστην. Ὁ δὲ γυμναζόμενος, καὶ καιροῦ μὴ ὄντος ἀγώνων, αὐτὸς ὡς ἀγωνιζόμε‐
40νος ἅπαντα ποιεῖ, πάντων ἀπέχεται, ἐναγώνιός ἐστιν, ἱδρῶτας ἔχει πολλούς. Γύμναζε, φησὶ, σεαυ‐ τὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς
45τῆς νῦν καὶ τῆς μελλούσης. Καὶ τίνος ἕνεκεν, φη‐ σὶν, ἐμνήσθη ταύτης τῆς σωματικῆς γυμνασίας; Ἀπὸ συγκρίσεως τὴν ὑπερχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς, οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου, αὕτη δὲ διηνεκὲς καὶ

62

.

561

(50)

ἄφθονον. Ὥσπερ ὅταν λέγῃ, Κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέ‐ ναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. Πιστὸς ὁ λό‐ γος, καὶ πάσης ἀποδοχῆς ἄξιος. Εἰς τοῦτο γὰρ
55κοπιῶμεν καὶ ὀνειδιζόμεθα. Παῦλος ὠνειδίζετο, καὶ σὺ ἀσχάλλεις; Παῦλος ἐκοπία, καὶ σὺ τρυφᾷν βού‐ λει; Ἀλλ’ οὐκ ἂν ἐκεῖνος τρυφῶν τοσούτων ἐπέτυ‐ χεν ἀγαθῶν. Εἰ γὰρ τὰ βιωτικὰ πράγματα καὶ ἐπί‐ κηρα καὶ φθαρτὰ πόνων χωρὶς καὶ ἱδρώτων οὐδέ‐
60ποτε παραγίνεται τοῖς ἀνθρώποις, πολλῷ μᾶλλον τὰ
πνευματικά. Ναὶ, φησὶν, ἀλλ’ ἀπὸ κληρονομίας πολ‐Column end

62

.

562

λοῖς πολλάκις παρεγένετο. Ἀλλὰ κἂν αὐτὰ παραγί‐ νηται, ἡ φυλακὴ ἡ τούτων καὶ ἡ σωτηρία πόνων οὐκ ἔστι χωρὶς, ἀλλὰ δεῖ πονεῖν καὶ ταλαιπωρεῖσθαι τῶν κεκτημένων οὐχ ἧττον· καὶ οὔπω λέγω, ὅτι πολλὰ
5πονήσαντες, ἢ καὶ πολλοὶ ταλαιπωρηθέντες, ἐψεύ‐ σθησαν πρὸς αὐτὰ τοῦ λιμένος τὰ στόματα, πνεύμα‐ τός ποθεν ἐμπεσόντος, καὶ ἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαμένου. Παρὰ δὲ ἡμῖν οὐ‐ δὲν τοιοῦτόν ἐστι· Θεὸς γάρ ἐστιν ὁ ἐπαγγελλόμε‐
10νος, καὶ Ἡ ἐλπὶς οὐ καταισχύνει. Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρ‐ πῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσ‐
15πεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐ‐ τοὺς ἀπαγαγούσης χερσί; Τί δὲ, φησὶ, τοὺς ἐπιτυγχάνοντας οὐχ ὁρᾷς, τοὺς δι’ ὀλίγων πόνων μεγάλα κτησαμένους ἀγαθά; Ποῖα
20ἀγαθά; χρήματα, καὶ οἰκίας, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ ἀνδραπόδων ἀγέλας, καὶ σταθμὸν ἀρ‐ γυρίου καὶ χρυσίου; ταῦτα λέγεις ἀγαθὰ, καὶ οὐκ ἐγκαλύπτῃ οὐδὲ καταδύῃ, ἄνθρωπος περὶ οὐρανοῦ φιλοσοφεῖν προστεταγμένος, καὶ πρὸς τὰ τῆς γῆς
25κεχηνὼς πράγματα, καὶ ἀγαθὰ καλῶν ἃ μηδενός ἐστιν ἄξια λόγου; Εἰ ταῦτα ἀγαθὰ, πάντως καὶ τοὺς κεκτημένους αὐτὰ ἀγαθοὺς δεῖ καλεῖν· ὁ γὰρ ἀγα‐ θόν τι ἔχων, πῶς οὐκ ἀγαθός; Τί οὖν, εἰπέ μοι; ὅταν οἱ κεκτημένοι αὐτὰ πλεονεκτῶσιν, ἁρπάζωσιν,
30ἀγαθοὺς αὐτοὺς καλέσομεν; Εἰ γὰρ ἀγαθὸν ὁ πλοῦ‐ τος, ἀπὸ δὲ πλεονεξίας συνάγεται, ὅσῳ ἂν αὔξηται, τοσούτῳ μᾶλλον τὸν ἔχοντα ἀγαθὸν ποιήσει νομί‐ ζεσθαι. Ἄρα οὖν ἀγαθὸς ὁ πλεονεκτῶν; Εἰ δὲ ὁ πλοῦ‐ τος ἀγαθὸς, ὑπὸ δὲ πλεονεξίας αὔξεται, ὅσῳ ἂν
35πλεονεκτῇ, ἀγαθώτερος ἔσται. Εἶδες τὴν ἐναντίωσιν; Ἀλλὰ ἂν μὴ πλεονεκτῇ, φησί. Καὶ πῶς ἔνι γενέσθαι; ὀλέθριον γὰρ τὸ πάθος, καὶ οὐκ ἔστιν, οὐκ ἔστι μὴ ἀδικοῦντα πλουτεῖν. Τοῦτο καὶ ὁ Χριστὸς ἀπεφήνατο λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς
40ἀδικίας. Τί οὖν, φησὶν, ἂν παρὰ πατρὸς δέξηται τὸν κλῆρον; Τὰ ἐξ ἀδικίας συλλεγέντα ἐδέξατο. Οὐ γὰρ δὴ ἀπὸ τοῦ Ἀδὰμ ὁ πρόγονος ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί τινα ἀδίκως τὰ τῶν
45ἄλλων εἰληφότα καὶ καρπούμενον. Τί οὖν; Ἀβραὰμ, φησὶν, ἄδικον πλοῦτον εἶχε; τί δὲ ὁ Ἰὼβ, ὁ ἄμεμπτος, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ὁ πλοῦτος ἐκείνοις οὐκ ἐν χρυσῷ ἦν, οὐδὲ ἐν ἀργύρῳ, οὐδὲ ἐν οἰκοδομήμα‐

62

.

562

(50)

σιν, ἀλλ’ ἐν θρέμμασιν· ἄλλως δὲ καὶ θεόπλουτος οὗ‐ τος ἦν. Ὅτι γὰρ ἐν θρέμμασιν ἦν, εὔδηλον ἐκεῖθεν· καταλέγων γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συμβεβηκότα τῷ μακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον αὐτῷ κάμηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπεν ὅτι
55καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν. Ἄλλως δὲ, καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν· ἀλλ’ ἐν οἰκέταις. Τί οὖν; οὐκ ἠγόρασε τούτους; Οὐδαμῶς· διὰ τοῦτο εἶπεν ἡ Γραφὴ, ὅτι οἰκογενεῖς ἦσαν οἱ τριακόσιοι δέκα καὶ ὀκτώ. Καὶ πρόβατα καὶ βόες ἦσαν αὐτῷ.
60Πόθεν οὖν χρυσίον ἔπεμψε τῇ Ῥεβέκκᾳ; Ἀπὸ τῆς Αἰγύπτου δῶρα λαβὼν, οὐ βιασάμενος, οὐδὲ ἀδική‐ σας.
δʹ. Εἰπὲ γάρ μοι, πόθεν σὺ πλουτεῖς; παρὰ τίνος561

62

.

563

λαβών; τί δὲ ἕτερος πόθεν; Παρὰ τοῦ πάππου, φησὶ, παρὰ τοῦ πατρός. Δυνήσῃ οὖν μέχρι πολλοῦ τοῦ γέ‐ νους ἀνιὼν, οὕτω δεῖξαι τὴν κτῆσιν δικαίαν οὖσαν; Ἀλλ’ οὐκ ἂν ἔχοις, ἀλλ’ ἀνάγκη τὴν ἀρχὴν αὐτῆς
5καὶ τὴν ῥίζαν ἀπὸ ἀδικίας εἶναί τινος. Πόθεν; Ὅτι ὁ Θεὸς ἐξ ἀρχῆς οὐ τὸν μὲν πλούσιον ἐποίησε, τὸν δὲ πένητα, οὐδὲ παραγαγὼν, τούτῳ μὲν ἔδειξε χρυσίου θησαυροὺς πολλοὺς, ἐκεῖνον δὲ ἀπεστέρησε τῆς ἐρεύ‐ νης, ἀλλὰ τὴν αὐτὴν πᾶσιν ἀνῆκε γῆν. Πόθεν οὖν κοι‐
10νῆς οὔσης, σὺ μὲν ἔχεις πλέθρα τόσα καὶ τόσα, ὁ δὲ πλησίον οὐδὲ κύαθον γῆς; Ὁ πατήρ μοι, φησὶ, παρ‐ έδωκεν. Ἐκεῖνος δὲ παρὰ τίνος παρέλαβε; Παρὰ τῶν προγόνων. Ἀλλὰ ἀνάγκη πάντως ἀνιόντα εὑρεῖν τὴν ἀρχήν. Ἐγένετο πλούσιος ὁ Ἰακὼβ, ἀλλὰ τῶν πό‐
15νων λαβὼν τὸν μισθόν. Πλὴν ἀλλ’ οὐδὲ ὑπὲρ τούτων ἀκριβολογοῦμαι· ἔστω δίκαιος ὁ πλοῦτος, καὶ πάσης ἁρπαγῆς ἀπηλλάχθω· οὐ γὰρ δὴ σὺ ὑπεύθυνος περὶ ὧν ὁ πατὴρ ἐπλεονέκτησεν· ἔχεις μὲν γὰρ τὰ ἐκ τῆς ἁρπαγῆς, ἀλλ’ οὐχ ἥρπασας σύ. Πλὴν ἀλλὰ συγκε‐
20χωρήσθω μηδὲ ἐκεῖνον ἡρπακέναι, ἀλλά ποθεν ἀπὸ γῆς ἀναβλυσθέντα τὸν χρυσὸν ἔχειν· τί οὖν; παρὰ τοῦτο ἀγαθὸς ὁ πλοῦτος; Οὐδαμῶς. Ἀλλ’ οὐδὲ πονη‐ ρὸς, φησίν. Ἐὰν μὴ πλεονεκτῇ, οὐ πονηρὸς, ἐὰν με‐ ταδιδῷ τοῖς δεομένοις· ἐὰν δὲ μὴ μεταδιδῷ, πονηρὸς
25καὶ ἐπίβουλος. Ἕως ἂν μὴ ποιῇ, φησὶ, κακὸν, οὐ κακὸς, κἂν ἀγαθὸν μὴ ἐργάζηται. Καλῶς· τοῦτο δὲ οὐ κακὸν τὸ μόνον ἔχειν τὰ Δεσποτικὰ, τὸ μόνον ἀπο‐ λαύειν τῶν κοινῶν; ἢ οὐχὶ τοῦ Θεοῦ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς; Εἰ τοίνυν τοῦ Δεσπότου τοῦ κοινοῦ
30τὰ ἡμέτερα, ἄρα καὶ τῶν συνδούλων τῶν ἡμετέρων· τὰ γὰρ τοῦ Δεσπότου πάντα κοινά. Ἢ οὐχ ὁρῶμεν καὶ ἐν ταῖς μεγάλαις οἰκίαις οὕτω ταῦτα διατεταγμένα; οἷον, πᾶσιν ἐξ ἴσου τὸ σιτομέτριον δίδοται· ἀπὸ τῶν δεσποτικῶν γὰρ ἔξεισι θησαυρῶν· ἡ οἰκία ἡ δε‐
35σποτικὴ πᾶσιν ἀνεῖται. Κοινὰ καὶ τὰ βασιλικὰ πάντα, αἱ πόλεις, αἱ ἀγοραὶ, οἱ περίπατοι πᾶσίν εἰσι κοινοὶ, πάντες τὸ ἴσον μετέχομεν. Θέα γάρ μοι Θεοῦ οἰκονο‐ μίαν· Ἐποίησεν εἶναί τινα κοινὰ, ἵνα κἂν ἀπ’ ἐκεί‐ νων καταιδέσῃ τὸ ἀνθρώπινον γένος, οἷον τὸν ἀέρα,
40τὸν ἥλιον, τὸ ὕδωρ, τὴν γῆν, τὸν οὐρανὸν, τὴν θάλατ‐ ταν, τὸ φῶς, τοὺς ἀστέρας, καθάπερ ἀδελφοῖς πάντα ἐξ ἴσης διανέμει. Ὀφθαλμοὺς πᾶσι τοὺς αὐτοὺς ἐδη‐ μιούργησε, σῶμα τὸ αὐτὸ, ψυχὴν τὴν αὐτὴν, ὁμοίαν τὴν κατασκευὴν ἐν πᾶσιν, ἀπὸ γῆς τὰ πάντα, καὶ
45ἀπὸ ἑνὸς ἀνδρὸς πάντας, ἐν τῇ αὐτῇ οἰκίᾳ πάντας. Ἀλλ’ οὐδὲν τούτων ἡμᾶς ἐνέτρεψεν. Ἐποίησε καὶ
ἄλλα κοινὰ, οἷον λουτρὰ, πόλεις, ἀγορὰς, περιπάτους.Column end

62

.

564

Καὶ θέα πῶς ἐν τοῖς κοινοῖς οὐδεμία μάχη, ἀλλὰ πάντα εἰρηνικά. Ὅταν δέ τις παρασπάσαι τι ἐπιχει‐ ρήσῃ, καὶ ἴδιον ποιήσῃ, τότε ἡ ἔρις ἐπεισέρχεται, ὥσπερ αὐτῆς τῆς φύσεως ἀγανακτούσης, ὅτι δὴ,
5πάντοθεν ἡμᾶς συνάγοντος τοῦ Θεοῦ, ἡμεῖς φιλονει‐ κοῦμεν διαιρεῖν ἑαυτοὺς, καὶ ἀποσπᾷν ἐν τῷ ἰδιο‐ ποιεῖσθαι, καὶ λέγειν, Τὸ σὸν, καὶ Τὸ ἐμὸν, τὸ ψυχρὸν τοῦτο ῥῆμα· τότε γὰρ μάχη, τότε ἀηδία. Ἔνθα δὲ τοῦτο οὐκ ἔστιν, οὐδὲ μάχη οὐδὲ φιλονεικία τίκτεται·
10ὥστε τοῦτο μᾶλλον ἐκείνου συγκεκλήρωται ἡμῖν, καὶ κατὰ φύσιν ἐστί. Διὰ τί μηδεὶς ὑπὲρ ἀγορᾶς ποτε δικάζεται; ἆρα οὐχ ὅτι κοινὴ πάντων ἐστίν; Ὑπὲρ δὲ οἰκίας πάντας ὁρῶμεν δικαζομένους, ὑπὲρ χρημάτων. Καὶ τὰ μὲν ἀναγκαῖα κοινὰ ἡμῖν πρόκειται· ἡμεῖς
15δὲ οὐδὲ ἐν τοῖς ἐλαχίστοις τὸ κοινὸν φυλάττομεν. Καὶ μὴν διὰ τοῦτο ἡμῖν ἐκεῖνα ἀνῆκεν, ἵνα παιδευθῶμεν ἀπ’ ἐκείνων καὶ ταῦτα ἔχειν κοινῶς· ἡμεῖς δὲ οὐδὲ οὕτω παιδευόμεθα. Ἀλλ’ ὅπερ ἔφην, πῶς ὁ τὸν πλοῦ‐ τον ἔχων ἀγαθός; Οὐκ ἔνι τοῦτο, ἀλλ’ ἀγαθὸς, ἐὰν
20ἑτέροις μεταδῷ· ὅταν μὴ ἔχῃ, τότε ἀγαθός· ὅταν ἑτέ‐ ροις αὐτὸν δῷ, τότε ἀγαθός· ἕως δ’ ἂν ἔχῃ, οὐκ ἂν εἴη ἀγαθός. Τοῦτο οὖν ἀγαθὸν, ὃ κατεχόμενον μὲν πο‐ νηροὺς δείκνυσιν, ἡ ἀπόκτησις δὲ ἀγαθούς; Οὐκ ἄρα τὸ ἔχειν χρήματα ἀγαθὸν, ἀλλὰ τὸ μὴ ἔχειν ἀγαθὸν
25ποιεῖ φαίνεσθαι. Οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν. Ἂν δὲ καὶ παρὸν λαβεῖν, μὴ λάβῃς, πάλιν ἀγαθός. Εἰ τοί‐ νυν καὶ ἔχοντες τοῦτον, ἂν τοῖς ἄλλοις μεταδοίημεν, ἢ διδόμενον οὐ λαμβάνοντες, τότε ἐσμὲν ἀγαθοὶ, ἂν δὲ λάβωμεν ἢ κτησώμεθα, οὐκ ἀγαθοὶ, πῶς ἀγαθὸν
30ἂν γένηται ὁ πλοῦτος; Μὴ τοίνυν κάλει τοῦτο ἀγαθόν. Διὰ τοῦτο αὐτὸν οὐκ ἔχεις, ἐπειδὴ ἀγαθὸν αὐτὸν νο‐ μίζεις, ἐπειδὴ, ἐπτόησαι περὶ αὐτόν. Κάθαρόν σου τὴν διάνοιαν, τὴν κρίσιν ἔχε διηκριβωμένην, καὶ τότε ἔσῃ ἀγαθός· μάθε τίνα ἐστὶ τὰ ὄντως ἀγαθά. Τίνα
35δὲ ταῦτά ἐστιν; Ἀρετὴ, φιλανθρωπία· ταῦτα ἀγαθὰ, οὐκ ἐκεῖνος. Κατὰ τοῦτον τὸν κανόνα ἐὰν ᾖς ἐλεή‐ μων, ὅσῳ ἂν ᾖς πλέον, τοσούτῳ ἀγαθὸς καὶ εἶ καὶ νομίζῃ· ἂν δὲ πλούσιος ᾖς, οὐκέτι. Οὕτω γενώ‐ μεθα οὖν ἀγαθοὶ, ἵνα καὶ ὦμεν ἀγαθοὶ, καὶ τῶν μελ‐
40λόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Ἰησοῦ Χριστῷ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

563

(48)

ΟΜΙΛΙΑ ΙΓʹ. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς

62

.

563

(50)

νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ
55 προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. αʹ. Τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς. Ἂν τοίνυν ἐπιτάττῃς ὑπὲρ ὧν διδάσκειν χρὴ, καταγέλαστος ἔσῃ· πάλιν, ἂν διδάσκῃς ὑπὲρ
60ὧν ἐπιτάττειν χρὴ, τὸ αὐτὸ ὑπομένεις ὁμοίως. Οἷόν τι λέγω· Τὸ μὴ εἶναι πονηρὸν, ὑπὲρ τούτου οὐ διδά‐
σκειν χρὴ, ἀλλ’ ἐπιτάττειν, καὶ ἀπαγορεύειν μετὰColumn end

62

.

564

(49)

πλείονος αὐθεντίας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖ‐

62

.

564

(50)

ται. Ἂν μέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐν‐ ταῦθα διδασκαλίας χρεία. Διὰ τοῦτο ἀμφότερα τί‐ θησιν ὁ Παῦλος. Παράγγελλε καὶ δίδασκε, φησίν. Οἷον εἴ τις ἔχει περίαπτα, ἢ εἴ τι ἕτερον τοιοῦτον,
55ὅταν εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγ‐ γελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. Μηδείς σου τῆς νεότητος καταφρονείτω, φησίν. Ὁρᾷς ὅτι καὶ ἐπιτάττειν χρὴ τὸν ἱερέα καὶ αὐθεν‐ τικώτερον διαλέγεσθαι, μὴ πάντα διδάσκειν; Εὐκα‐
60ταφρόνητον γάρ πως πρᾶγμα ἡ νεότης ἀπὸ τῆς κοι‐
νῆς προλήψεως γέγονε· διὰ τοῦτό φησι, Μηδείς σου563

62

.

565

τῆς νεότητος καταφρονείτω. Δεῖ γὰρ καὶ ἀκατα‐ φρόνητον εἶναι τὸν διδάσκαλον. Ποῦ οὖν τὸ ἐπιει‐ κὲς, φησί; ποῦ οὖν τὸ πρᾶον, ἂν μὴ καταφρονῆται; Ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω καὶ φε‐
5ρέτω· οὕτω γὰρ ἡ διδασκαλία κατορθοῦται τῇ μα‐ κροθυμίᾳ· ἐν δὲ τοῖς πρὸς ἑτέρους, μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης. Ἂν μὲν ὕβρεις ἐκδικῇ τὰς εἰς ἑαυτὸν, ἂν λοιδορίας, ἂν ἐπι‐ βουλὰς, εἰκότως ἐγκαλεῖς· ἂν δὲ ὑπὲρ τῆς τῶν ἄλ‐
10λων σωτηρίας, ἐπίταττε καὶ μετὰ αὐθεντίας προ‐ νόει. Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ’ αὐθεν‐ τίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται. Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο· Μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἀντίῤῥοπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ
15τὴν ἡλικίαν τις καταφρονήσει, ἀλλὰ καὶ θαυμάσει μᾶλλον. Διὰ τοῦτο καὶ ἐπάγει λέγων, Ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ, περὶ πάντα σεαυτὸν
20παρεχόμενος τύπον καλῶν ἔργων. Τουτέστι, τὸ ἀρ‐ χέτυπον τοῦ βίου αὐτὸς ἔσο, ὥσπερ εἰκὼν προκείμε‐ νος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωΐας. Τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή. Ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας· Ἐν
25ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ τῇ ὀρθῇ, ἐν σωφροσύνῃ· Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παραινέσει, τῇ διδασκαλίᾳ. Τι‐ μοθέῳ κελεύει προσέχειν τῇ ἀναγνώσει. Ἀκούωμεν ἅπαντες, καὶ παιδευώμεθα μὴ ἀμελεῖν τῆς τῶν θείων
30Γραφῶν μελέτης. Ἰδοὺ πάλιν, Ἕως ἔρχομαι, φησίν. Ὅρα πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν. Ἕως ἔρχομαι, φησὶ, πρόσ‐ εχε τῇ ἀναγνώσει τῇ τῶν θείων Γραφῶν, τῇ πα‐ ρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδασκαλίᾳ τῇ
35πρὸς πάντας. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν ἐν‐ ταῦθα προφητείαν λέγει. Μετὰ ἐπιθέσεως τῶν χει‐ ρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύ‐
40τεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις περὶ τῶν αὐ‐ τῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ, φησὶ, καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε
45αὐτοῖς. Τουτέστι, Πρόσεχε σεαυτῷ, καὶ δίδασκε καὶ τοὺς λοιπούς. Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώ‐ σεις, καὶ τοὺς ἀκούοντάς σου. Καλῶς εἶπε, Καὶ σεαυτόν. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερον αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν

62

.

565

(50)

τῷ γὰρ παραινεῖν ἑτέροις, καὶ ἑαυτὸν κατανύσσει. Οὐ γὰρ δὴ πρὸς Τιμόθεον ταῦτα εἴρηται, ἀλλὰ πρὸς πάντας. Εἰ δὲ τῷ νεκροὺς ἀνιστῶντι τοιαῦτα παραι‐ νεῖ, τί ἐροῦμεν ἡμεῖς; Καὶ ὁ Χριστὸς δὲ τὸ περὶ τῶν διδασκάλων αἰνίττεται λέγων· Ὁμοία ἐστὶν ἡ βα‐
55σιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὑτοῦ καινὰ καὶ πα‐ λαιά. Καὶ πάλιν ὁ μακάριος Παῦλος τὸ αὐτὸ παρ‐ αινῶν φησιν· Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
60Καὶ μάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειν τῇ ἀναγνώσει· ὁ γὰρ ἑτέροις ταῦτα παραινῶν, ἑαυτῷ
προτέρῳ παρῄνεσεν ἄν. Ὁρᾷς γοῦν αὐτὸν συνεχῶςColumn end

62

.

566

ταῖς τῶν προφητῶν κεχρημένον μαρτυρίαις, καὶ θεωροῦντα τὰ ἐν αὐταῖς· Εἶτα Παῦλος μὲν προσέχει τῇ ἀναγνώσει (οὐ γάρ ἐστι μικρὰν ἀπὸ τῶν Γραφῶν ὠφέλειαν καρπώσασθαι)· ἡμεῖς δὲ ῥᾳθυμοῦμεν καὶ
5παρέργως ἀκούομεν; καὶ πόσης οὐκ ἂν εἴημεν κο‐ λάσεως ἄξιοι; Ἵνα σου γὰρ ἡ προκοπὴ φανερὰ ᾖ, φησὶν, ἐν πᾶσιν. βʹ. Ὁρᾷς ὅτι ἠβούλετο αὐτὸν καὶ ἐν τούτῳ μέγαν γενέσθαι καὶ θαυμαστόν; Διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς
10ὅτι ἐδεῖτο αὐτοῦ ἔτι. Τί ἐστιν, Ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσι; Μὴ ἐν τῷ βίῳ, φησὶ, μόνον, ἀλλὰ καὶ ἐν τῷ λόγῳ τῷ διδασκαλικῷ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Ἆρα τὸ ἀξίωμα νῦν φησιν; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ περὶ παντὸς γεγηρακότος. Τί
15οὖν ἂν δέηται διορθώσεως; Οὐκ ἐπιπλήξῃς, φησὶν, ἀλλ’ ὡς ἂν εἰ πρὸς πατέρα, φησὶ, προσενεχ‐ θείης ἁμαρτόντα, οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου. Πρεσβυτέρας ὡς μητέρας, νεωτέρους ὡς ἀδελ‐ φοὺς, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.
20Αὐτὴ τοῦ πράγματος ἡ φύσις φορτικόν τί ἐστι, τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται· ἂν δὲ καὶ παρὰ νέου, τριπλοῦν γίνεται τὸ τῆς προπετείας. Παραμυθεῖται οὖν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ. Ἔνεστι γὰρ ἀνεπαχθῶς ἐλέγχειν,
25εἴ τις θέλει τοῦτο ἀσκεῖν· πολλῆς μὲν γὰρ συνέσεώς ἐστιν, ἔνεστι δέ. Νεωτέρους ὡς ἀδελφοὺς, φησί. Διὰ τί καὶ ἐνταῦθα τοῦτο παρῄνεσε; Τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. Δεῖ τοίνυν καὶ ἐνταῦθα παραμυθεῖσθαι τὸ πρᾶγμα τῇ ἐπιεικείᾳ. Νεωτέρας,
30φησὶν, ὡς ἀδελφάς· καὶ προσέθηκεν, Ἐν πάσῃ ἁγνείᾳ. Μή μοι, φησὶ, τὴν τῆς μίξεως μόνον εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν, φησὶ, δῷς. Ἐπειδὴ γὰρ αἱ πρὸς τὰς νεωτέρας γινόμεναι ὁμιλίαι δυσκό‐ λως διαφεύγουσιν ὑποψίαν, δεῖ δὲ γενέσθαι παρὰ τοῦ
35ἐπισκόπου καὶ τοῦτο, διὰ τοῦτο, Ἐν πάσῃ ἁγνείᾳ, προστίθησι, δηλῶν ὅτι μετὰ πάσης ἁγνείας προσ‐ ήκει τὰς πρὸς αὐτὰς ὁμιλίας ποιεῖν. Τί λέγεις, εἰπέ μοι; Τιμοθέῳ ταῦτα ἐπιτάττεις; Ναὶ, φησί· δι’ αὐ‐ τοῦ γὰρ τῇ οἰκουμένῃ διαλέγομαι. Εἰ δὲ Τιμοθέῳ
40ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν βουλομένοις. Χήρας τίμα, τὰς ὄντως χήρας. Διὰ τί μηδὲν περὶ παρθενίας δια‐ λέγεται, μηδὲ λέγει, Παρθένους τίμα; Ὅτι μοι δο‐
45κοῦσι μηδὲ εἶναι τότε, ἢ καὶ ἐκπεπτωκέναι. Ἤδη γὰρ, φησὶ, τινὲς ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Χήρας τίμα, τὰς ὄντως χήρας, φησίν. Ἄρα ἔστι μὴ ἔχειν μὲν ἄνδρα, μὴ εἶναι δὲ χήραν. Ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον, τὸ μὴ ὡμι‐

62

.

566

(50)

ληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ, τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου· οὕτω καὶ χήραν οὐχ ἡ τοῦ ἀνδρὸς ἐρημία ποιεῖ ἁπλῶς, ἀλλ’ ἡ μετὰ σω‐ φροσύνης ὑπομονὴ, ἡ ἐκ πάντων μόνωσις. Τὰς τοιαύ‐ τας χήρας τιμᾷν παραινεῖ, εἰκότως· πολλῆς γὰρ
55δέονται τιμῆς μεμονωμέναι· ἄνδρας οὐκ ἔχουσι τοὺς προστησομένους· τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δο‐ κεῖ καὶ δυσοιώνιστον παρὰ τοῖς πολλοῖς. Διὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἀξία
60ἐστίν. Εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μαν‐ θανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων
προτρέπει λογισμῶν. Οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα565

62

.

567

τι καὶ ὑψηλὸν, ἀλλ’ ὅπερ ἐστὶν εὐσυνείδητον· Καὶ ἀμοιβὰς, φησὶν, ἀποδιδόναι τοῖς προγόνοις. Πῶς; Τῆς ἀνατροφῆς, τῆς αὐξήσεως. Οἷον, ἀπέλαυσας πολλῆς τῆς ἐπιμελείας· ἀπῆλθον ἐκεῖνοι· οὐκ ἠδυ‐
5νήθης αὐτοῖς ἀποδοῦναι τὴν ἀμοιβήν· οὐ γὰρ δὴ καὶ αὐτὴ ἐγέννησας αὐτοὺς, οὐδὲ ἀνέθρεψας· ἐν τοῖς ἐκ‐ γόνοις αὐτοῦ ἀμείβου, ἀποδίδου τὸ ὀφείλημα διὰ τῶν παίδων. Μανθανέτωσαν, φησὶν, πρῶτον τὸν οἶκον ἴδιον εὐσεβεῖν. Ἐνταῦθα τὸ εὖ ποιεῖν φησὶν
10ἁπλούστερον. Εἶτα ἵνα μᾶλλον ἐπάρῃ, ἐπήγαγε· Τοῦτο γάρ ἐστιν ἀποδεκτὸν ἐνώπιον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ εἶπε, Τὰς ὄντως χήρας, λέγει τίς ἐστιν ἡ ὄν‐ τως χήρα. Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεή‐
15σεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστίν· ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσει προσανέχουσα, καὶ προσκαρτεροῦσα
20νυκτὸς καὶ ἡμέρας, αὕτη χήρα ἐστίν· οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὐχὶ χήρας οὔσης· καὶ γὰρ καὶ ἐκείνην θαυμάζει τὴν παιδοτροφοῦσαν, ὡς χρή· ἀλλ’ εἴ τις τέκνα μὴ ἔχει, τουτέστιν, ἡ μεμονωμένη οὖσα. Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰ‐
25πὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. Οὐ γὰρ μὴ ἔχουσα τέκνα ἐλάττων ἐστὶν, ἀλλὰ τὸ λεῖπον αὐτῇ διὰ τὴν τῶν παίδων ἀπου‐
30σίαν πληροῖ τῇ παραμυθίᾳ. Ὃ οὖν λέγει, τοιοῦτό ἐστι· Μὴ ἄλγει, ἐὰν ἀκούσῃς, ὅτι δεῖ παιδοτροφεῖν, ὡς οὐκ ἔχουσα τέκνα, ὡς ἐκ τούτου ἐλαττουμένου σοι τοῦ ἀξιώματος· ὄντως εἶ· Ἡ χήρα δὲ σπατα‐ λῶσα, ζῶσα τέθνηκεν.
35 γʹ. Ἐπειδὴ γὰρ πολλαὶ τέκνα ἔχουσαι τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικό‐ ψωσιν, ἀλλ’ ἵνα μᾶλλον αὐτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντίας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις, διὰ τοῦτό φησιν,
40Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί λέγεις; καὶ χήρα γυνὴ οὐκ ὀφείλει σπαταλᾷν; Οὒ, φησίν. Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία ἡ σπατάλη, ἀλλὰ θανάτου γί‐ νεται πρόξενος, θανάτου τοῦ αἰωνίου, τί ἂν εἴποιεν
45ἄνδρες σπαταλῶντες; Εἰκότως δέ φησιν, Ἡ δὲ σπα‐ ταλῶσα, ζῶσα τέθνηκεν. Ἀλλ’ ἵνα μάθῃς, φέρε ἴδωμεν τί τῶν ζώντων ἔργον ἐστὶ, καὶ τί τῶν τεθνη‐ κότων, καὶ ποῦ τάξομεν ταύτην. Οἱ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι, τῆς μελλούσης, τῆς ὄντως ζωῆς.

62

.

567

(50)

Τίνα δέ ἐστι τῆς μελλούσης ζωῆς, περὶ ἣν ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ σμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδί‐
55ψησα, καὶ ἐποτίσατέ με. Οἱ ζῶντες οὐχὶ τούτῳ διεστήκασι τῶν νεκρῶν μόνον, τῷ τὸν ἥλιον ὁρᾷν, καὶ πνεῖν τὸν ἀέρα· οὐ τούτῳ φαμὲν, ἀλλὰ τῷ ἀγα‐ θόν τι ποιεῖν· ἐπεὶ εἰ μὴ τοῦτο προσῇ, τῶν τεθνεώ‐ των οὐδὲν κρείττονες ἔσονται. Καὶ ἵνα μάθῃς, ἄκουε
60πῶς ἔστι καὶ ἀποθανόντα ζῇν. Ὁ Θεὸς, φησὶν, οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Ἀλλὰ τοῦτο, φησὶν, αἴνιγμα πάλιν. Οὐκοῦν ἀμφότερα ἐπιλυσώ‐
μεθα. Τέθνηκέ τις ζῶν, ὅταν ἐν σπατάλῃ διάγῃ. Πῶς;Column end

62

.

568

Τῇ γαστρὶ ζῇ μόνῃ, ταῖς δὲ ἄλλαις αἰσθήσεσιν οὐδα‐ μῶς· οἷόν πως, οὐχ ὁρᾷ ἃ χρὴ ὁρᾷν, οὐκ ἀκούει ἃ χρὴ ἀκούειν, οὐ φθέγγεται, ἃ δεῖ φθέγγεσθαι, οὐδὲ τὰ τῶν ζώντων ἐνεργεῖ· ἀλλ’ ὥσπερ ἐκεῖνος ὁ τε‐
5ταμένος ἐπὶ τῆς κλίνης τοὺς ὀφθαλμοὺς μύσας, καὶ τὰ ὄμματα συνειλημμένος, τῶν ὄντων οὐδενὸς ἐπαι‐ σθάνεται, οὕτω καὶ οὗτος· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνος μὲν γὰρ καὶ τῶν ἀγα‐ θῶν ὁμοίως, καὶ τῶν κακῶν ἀνεπαισθήτως ἔχει· οὗ‐
10τος δὲ ἐκείνων αἰσθάνεται μόνων, τῶν κακῶν λέγω, πρὸς δὲ τὰ ἀγαθὰ τῷ κειμένῳ ὁμοίως ἐστὶν ἀκίνητος. Οὕτω μὲν οὖν καὶ τέθνηκεν. Οὐδὲν γὰρ αὐτὸν κινεῖ τῶν τῆς μελλούσης ζωῆς, ἀλλὰ καθάπερ εἰς κατά‐ δυσίν τινα σκοτεινὴν καὶ ζοφώδη, καὶ ἄντρον πολλῆς
15ἀκαθαρσίας γέμον, λαβοῦσα εἰς τοὺς οἰκείους αὐτὸν κόλπους ἡ μέθη, διαπαντὸς ἐν σκότῳ ποιεῖ διατρί‐ βειν, ὥσπερ τοὺς τεθνεῶτας. Ὅταν γὰρ τὸν πάντα χρόνον τὸν μὲν ἀριστῶν, τὸν δὲ μεθύων διατελῇ, οὐχὶ ἐν σκότῳ ἐστίν; οὐχὶ νεκρός ἐστι; Καὶ πρὸς αὐτὴν
20δὲ τὴν ἕω, ἣν δοκεῖ νήφειν, οὐκ ἔχει νῆψιν καθαρὰν, τῷ μήπω τὸν ἑσπερινὸν ἤδη κεκενῶσθαι οἶνον καὶ ἀπηντλῆσθαι, καὶ τοῦ μέλλοντος σφόδρα τῇ ἐπιθυμίᾳ κατέχεσθαι, καὶ τῷ δείλης καὶ μεσημβρίας ἐν κώ‐ μοις διάγειν, καὶ πᾶσαν τὴν νύκτα ἐν ὕπνῳ βαθεῖ,
25καὶ τοῦ ὄρθρου τὸ πλέον. Τοῦτον οὖν, εἰπέ μοι, μετὰ τῶν ζώντων ἀριθμήσομεν; Τί ἄν τις εἴποι τὸν πο‐ λὺν χειμῶνα τὸν ἀπὸ τῆς τρυφῆς, τὸν εἰς τὴν ψυ‐ χὴν, τὸν εἰς τὰ σώματα εἰσρεόμενον; Καθάπερ γὰρ ἡ συνεχὴς συννέφεια καὶ διηνεκὴς οὐκ ἀφίησι τὴν
30ἀκτῖνα διαλάμψαι ποτέ· οὕτως οἱ τῆς τρυφῆς καὶ τοῦ οἴνου ἀτμοὶ, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέ‐ φαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖ στήσαντες νέ‐ φος, τὸ λογικὸν οὐκ ἀφιᾶσιν ἐκταθῆναί ποτε, ἐν πολλῇ σκοτομήνῃ κατέχοντες τὸν μεθύοντα. Πόσον
35οἴει λοιπὸν ἔνδον εἶναι τὸν χειμῶνα τοῦ ταῦτα πα‐ θόντος; πόσον τὸν θόρυβον; Καθάπερ γὰρ πλημ‐ μύρας γενομένης, καὶ τοῦ ὕδατος τῶν ἐργαστηρίων τὰ πρόθυρα ὑπερπηδήσαντος, τοὺς ἐνοικοῦντας ὁρῶ‐ μεν ἀεὶ θορυβουμένους, καὶ καδίσκους καὶ ἀμφορέας
40καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι, ἵνα μὴ καὶ τοὺς θεμελίους διασήψῃ, καὶ τὰ σκεύη ἅπαντα ἄχρηστα ἐργάσηται· οὕτω καὶ ἡ ψυχὴ, ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θο‐ ρυβοῦνται μὲν ἔνδον οἱ λογισμοὶ, τὸ δὲ ἤδη συναχθὲν
45οὐκέτι κενῶσαι ἰσχύοντες, τῷ πάλιν ἕτερον ἐπεισ‐ ελθεῖν πολὺς ὁ χειμὼν τίκτεται. Μὴ γάρ μοι τὸ πρόσωπον ἴδῃς φαιδρὸν καὶ σεσηρὸς, ἀλλὰ τὰ ἔνδον ἐξέτασον, καὶ πολλῆς ὄψει γέμοντα τῆς κατηφείας· καὶ εἴ γε ἐνῆν τὴν ψυχὴν ἐκβαλόντα τοῖς τοῦ σώ‐

62

.

568

(50)

ματος ὀφθαλμοῖς ὑποβαλεῖν, εἶδες ἂν τὴν τοῦ σπα‐ ταλῶντος κατηφῆ, στυγνὴν, ὀδυνηρὰν, κατισχνωμέ‐ νην. Ὅσῳ γὰρ ἂν τὸ σῶμα λιπαίνηται καὶ παχύνη‐ ται, τοσούτῳ μᾶλλον ἐκείνη κατισχνοῦται καὶ ἀσθε‐ νεστέρα γίνεται· καὶ ὅσῳ ἂν ἐκεῖνο θάλπηται, τοσ‐
55ούτῳ μᾶλλον αὕτη θάπτεται. Καὶ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἂν μὲν τοὺς ἔξωθεν ἐπι‐ κειμένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκ ἰσχύει τὸ διορατικὸν ἀφεῖναι καὶ ἀτενίσαι, τῆς ἀκτῖνος ἐκ‐ κρουομένης ὑπὸ τῆς παχύτητος, καὶ σκότος γίνεται
60πολλάκις· οὕτω καὶ τὸ σῶμα, ἐπειδὰν λιπαίνηται
συνεχῶς, πολλὴν εἰκὸς τὴν παχύτητα περικεῖσθαι.567

62

.

569

Ἀλλ’ οἱ τεθνεῶτες, φησὶ, σήπονται καὶ διαφθείρον‐ ται, καὶ πολὺς ἀπ’ αὐτῶν ἰχὼρ διαῤῥεῖ. Οὕτω καὶ ἐπὶ τῆς σπαταλώσης ἔστιν ἰδεῖν, τὸ ῥεῦμα, τὸ φλέ‐ γμα, κόρυζα, λὺγξ, ἔμετοι, ἐρυγαί· τὰ γὰρ ἄλλα, ἃ
5καὶ αἰσχρὸν εἰπεῖν, παρίημι. Τοσαύτη γὰρ τῆς τρυ‐ φῆς ἡ τυραννὶς, ὅτι ἃ μηδὲ εἰπεῖν ἀνεχόμεθα, ταῦτα ποιεῖ αὐτὰς ὑπομένειν. δʹ. Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάν‐ τοθεν; Ἀλλ’ ἐσθίει καὶ πίνει; Ἀλλ’ οὐκ ἔστι τοῦτο
10ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περι‐ βεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμε‐
15νον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξω‐ θέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης
20δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ’ ἐκείνων τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐ‐ τῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦ‐
25το ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρω‐ πος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ
30ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότε‐ ρον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπα‐ ταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά. Τοῦτο
35καὶ οἱ ἔξωθέν φασιν, ὅτι Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι γε
40καὶ ψυχὴν εἶχον, ἀλλὰ ἐπειδὴ νεκρὰν αὐτὴν περιέφε‐ ρον, σάρκας αὐτοὺς εἶπεν. Ὥσπερ γὰρ περὶ τῶν ἐναρέτων, κἂν ἔχωσι σῶμα, ὅμως φαμὲν, Ὅλος ψυχή ἐστιν, ὅλος πνεῦμά, ἐστιν, οὕτω καὶ περὶ τῶν οὐ τοιούτων τὰ ἐναντία. Οὕτω καὶ Παῦλος ἔλεγεν·
45Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἐπειδὴ μὴ τὰ τῆς σαρκὸς ἐπετέλουν. Οὕτως οἱ σπαταλῶντες οὐκ εἰσὶν ἐν ψυχῇ, οὐδὲ ἐν πνεύματι. Ἡ δὲ σπατα‐ λῶσα, ζῶσα τέθνηκε, φησίν. Ἀκούσατε αἱ πάντα τὸν χρόνον ἐν κώμοις διατρίβουσαι καὶ

62

.

569

(50)

μέθαις, αἱ τοὺς μὲν πένητας περιορῶσαι ὑπὸ λιμοῦ τηκομένους καὶ ἀποθνήσκοντας, διηνεκῶς δὲ ὑμεῖς ὑπὸ τῆς τρυφῆς ἀποθνήκουσαι. Δύο γὰρ θανάτους ἐργάζεσθε, τὸν τῶν θλιβομένων, καὶ τὸν ὑμῶν αὐτῶν, ἀμφοτέρους ἐξ ἀμετρίας. Εἰ δὲ ἐκεράσατε τὴν
55ὑμετέραν πλησμονὴν ἐκείνῃ τῇ ἐνδείᾳ, δύο ζωὰς ἂν εἰργάζεσθε. Τί διασπᾷς τὴν γαστέρα τὴν σὴν τῇ πλησμονῇ; τί κατατήκεις τὴν τοῦ πένητος ἐν ἐν‐ δείᾳ; Ταύτην πλέον τοῦ μέτρου καταπιαίνεις· ἐκεί‐ νην ὑπὲρ τὸ μέτρον ξηραίνεις. Ἐννόησον τίνα ἐστὶ
60τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γί‐ νεται. Ἆρα οὐ δυσχεραίνεις καὶ πρὸς τὴν ἀκοήν;
τί τοίνυν, ὥστε πλείονα ἐκεῖνα ἀποθέσθαι, σπουδά‐Column end

62

.

570

ζεις; Οὐδὲν ἄλλο ἐστὶ τὸ πλέον τῆς τρυφῆς. ἢ κό‐ πρου πλεονασμός. Ἔχει γὰρ ἡ φύσις μέτρα, καὶ τὸ πλέον ἐκείνων οὐκέτι γίνεται τροφὴ, ἀλλὰ λύμη καὶ κόπρος πλείων. Θρέψον τὸ σῶμα, μὴ ἀποκτείνῃς.
5Διὰ τοῦτο τροφὴ κέκληται, οὐχ ἵνα ἀπολλύωμεν αὐτὸ, ἀλλ’ ἵνα τρέφωμεν· διὰ τοῦτο οἶμαι καὶ τὴν τροφὴν εἰς τοῦτο ἐκκρίνεσθαι, ἵνα μὴ τῆς τρυφῆς ὦμεν ἐρασταί· ὡς εἰ μὴ τοῦτο ἦν, μηδὲ εἰς ἄχρη‐ στον ἦγε, μηδὲ ἐλυμαίνετο τῷ σώματι, οὐκ ἂν ἐπαυ‐
10σάμεθα ἀλλήλους καταπίνοντες. Εἰ γὰρ ὅσον ἐβου‐ λόμεθα δεχομένη ἡ γαστὴρ τὸ πᾶν εἰργάζετο, καὶ τῷ σώματι παρέπεμπε, μυρίους ἂν εἶδες πολέμους καὶ μάχας. Εἰ γὰρ καὶ νῦν τῶν μὲν εἰς κόπρον ἐκκρινο‐ μένων, τῶν δὲ εἰς αἷμα καὶ φλέγμα ἄχρηστον καὶ
15νόθον, ὅμως ἐγκείμεθα τῇ τρυφῇ, καὶ πολλάκις οὐ‐ σίας ὁλοκλήρους ἐν τραπέζῃ μιᾷ καταναλίσκομεν· εἰ μὴ τοιοῦτον ἦν τὸ τέλος τῆς τρυφῆς, τί οὐκ ἂν ἐπράξαμεν; Πλείονος δυσωδίας πληροῦμεν ἑαυτοὺς, ὅταν μᾶλλον τρυφήσωμεν, καθάπερ ἀσκοῦ τινος, τοῦ
20σώματος πάντοθεν διαῤῥέοντος. Ἐρεύγεταί τις τοιοῦτον, ὡς καὶ τὸν ἐγκέφαλον λυμήνασθαι τῶν ἔξωθεν· ἀτμοὶ πάντοθεν ἀπὸ τοῦ σώματος ζοφώδεις προΐενται, καθάπερ ἀπὸ καμίνου τῆς θερμότητος σαπείσης ἔνδον. Εἰ δὲ οἱ ἔξωθεν οὕτω δυσχεραίνουσι,
25τί οἴει παθεῖν τὸν ἐγκέφαλον ἔνδον, πληττόμενον συνεχῶς ὑπὸ τῶν ἀτμῶν; τί δὲ τοὺς ὀχετοὺς τοῦ αἵματος ζέοντος καὶ ἐμφραττομένου; τί δὲ τὰς δε‐ ξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα; τί δὲ αὐτὰς τὰς ἀμάρας τῆς κόπρου; Καὶ τὸ χαλεπὸν, ὅτι ταύτας
30μὲν τὰς ἀμάρας τῆς κόπρου προνοούμεθα, ὅπως μὴ ἐμφραγῶσι, καὶ τὴν κόπρον εἰς τὰ ἄνω πέμψωσι, καὶ πάντα ὑπὲρ τούτου πράττομεν, κοντοῖς ὠθοῦν‐ τες, μακέλλαις σύροντες· τὰς δὲ ἀμάρας τῆς ἡμε‐ τέρας γαστρὸς οὐ διακαθαίρομεν, ἀλλ’ ἐμφράττομεν
35καὶ πιλοῦμεν· καὶ τῆς κόπρου ἀνιούσης ἄνω, ἔνθα ὁ βασιλεὺς αὐτὸς κάθηται, τὸν ἐγκέφαλον λέγω, οὐδε‐ μίαν ποιούμεθα πρόνοιαν. Διά τοι τοῦτο οὐχ ὡς βασιλέα ἔχοντες κόσμιον, οὕτω πάντα πράττομεν, ἀλλ’ ὡς κύνα τινὰ ἀκάθαρτον. Διὰ τοῦτο ὁ Θεὸς
40πόῤῥω ἀπῴκισεν ἐκεῖνα τὰ μέλη, ὥστε μηδεμίαν ἐξ αὐτῶν δέχεσθαι λύμην. Ἀλλ’ οὐκ ἐῶμεν ἡμεῖς, ἀλλὰ πάντα διαφθείρομεν τῇ ἀμετρίᾳ. Τί δ’ ἄν τις εἴποι τὰ ἄλλα κακά; Ἀπόφραξον τοὺς ὀχετοὺς τῶν ἀμα‐ ρῶν, καὶ ὄψει λοιμὸν εὐθέως τικτόμενον. Εἶτα ἡ μὲν
45ἔξωθεν προσπεσοῦσα δυσωδία λοιμὸν τίκτει, ἡ δὲ ἔνδον οὖσα, καὶ πάντοθεν ἐμπεφραγμένη τῷ στεγανῷ τοῦ σώματος, καὶ μὴ ἔχουσα πόθεν διαφο‐ ρηθῇ, μυρίας οὐκ ἐργάζεται νόσους καὶ τῷ σώματι καὶ τῇ ψυχῇ; Καὶ τὸ δεινὸν, ὅτι πρὸς μὲν τὸν Θεὸν

62

.

570

(50)

πολλοὶ δυσχεραίνουσι, Τί ποτε τοῦτό ἐστι; λέγοντες· κόπρον βαστάζειν ἡμᾶς ἐνομοθέτησεν· αὐτοὶ δὲ τὴν κόπρον αὔξουσι. Διὰ τοῦτο ὁ Θεὸς ἐνομοθέτησεν, ἵνα κἂν οὕτω τῆς τρυφῆς ἀπαλλάξῃ, ἵνα κἂν οὕτω πείσῃ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς. Σὺ δὲ οὐδὲ
55οὕτως ἀνέχῃ παύσασθαι τῆς τρυφῆς, ἀλλὰ μέχρι τοῦ φάρυγγος, μέχρι τοῦ καιροῦ τῆς τραπέζης, μᾶλλον δὲ οὐδὲ μέχρι τότε τῆς ἡδονῆς παραμε‐ νούσης, ἐπιμένεις τῇ τρυφῇ. Ἢ οὐχ ἅμα μὲν παρ‐ έδραμε τὴν γλῶτταν καὶ τὸν αὐχένα, καὶ ἔσβεσται τὰ
60τῆς ἡδονῆς; Ἡ γὰρ αἴσθησις ἐν τῇ γεύσει, μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλὰ πολλὴ ἡ ἀηδία, ἢ μὴ κατεργα‐ ζομένου τοῦ στομάχου, ἢ μετὰ πολλῆς τῆς δυσκο‐ λίας τοῦτο ποιοῦντος. Εἰκότως ἄρα ἔλεγεν, Ἡ σπα‐ ταλῶσα, ζῶσα τέθνηκεν. Οὐδὲν γὰρ οὐκ ἔστιν οὔτε
65ἀκοῦσαι, οὔτε εἰπεῖν τὴν σπαταλῶσαν ψυχήν· μα‐569

62

.

571

λακὴ γίνεται, ἀγεννὴς, ἄνανδρος, ἀνελευθέρα, δειλὴ, θρασύτητος, κολακείας, ἀμαθίας πλήρης, θυμοῦ, ἀκροχολίας, πάντων τῶν κακῶν μεστὴ, τῶν δὲ ἐναν‐ τίων ἀγαθῶν ἔρημος. Διὰ τοῦτό φησι· Καὶ ταῦτα
5παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. Ὁρᾷς ὅτι νομοθεσίας τὸ πρᾶγμά ἐστιν; Οὐ τῇ προαιρέσει ἐπιτρέπει αὐτό· παράγγελλε, φησὶ, μὴ τρυφᾷν, ὡς ὡμολογημένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχω‐ ροῦν τὸν τρυφῶντα μυστηρίων μετέχειν. Καὶ ταῦτα
10παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσι, φησίν. Ὁρᾷς ὅτι ἐν τοῖς ἁμαρτήμασι κεῖται τὸ πρᾶγμα; Τὸ γὰρ ἐν τῇ προαιρέσει ὂν, κἂν μὴ πραχθῇ, οὐδὲν κωλύει
ἀνεπίληπτον εἶναι. Οὐκοῦν τῷ Παύλῳ πειθόμενοιColumn end

62

.

572

καὶ ἡμεῖς παραγγέλλωμεν τὰς σπαταλώσας τῶν χηρῶν ἐκτὸς εἶναι τοῦ καταλόγου τῶν χηρῶν. Εἰ γὰρ στρατιώτης λουτροῖς καὶ θεάτροις προσαν‐ έχων καὶ πραγματείαις, καθάπερ τις λειποτάκτης
5κρίνεται, πολλῷ μᾶλλον αἱ χῆραι. Μὴ ζητῶμεν ἐνταῦθα τὴν ἄνεσιν, ἵνα ἐκεῖ αὐτὴν εὕρωμεν· μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν· ὧν γέ‐
10νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Ἰησοῦ Χριστῷ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

571

(14)

ΟΜΙΛΙΑ ΙΔʹ.
15Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. αʹ. Πολλοὶ νομίζουσιν ἀρκεῖν ἑαυτοῖς πρὸς σωτηρίαν τὴν οἰκείαν ἀρετήν· κἂν τὰ κατὰ τὸν ἑαυτῶν βίον
20καλῶς διάθωνται, μηδὲν αὐτοῖς ἔτι λείπειν πρὸς σωτη‐ ρίαν ἡγοῦνται. Οὐ μὴν ὀρθῶς οἴονται. Καὶ τοῦτο δείκνυσι μὲν καὶ ὁ τὸ τάλαντον κατορύξας τὸ ἕν· οὐ γὰρ δὴ μειώσας αὐτὸ προσήνεγκεν, ἀλλ’ ὁλόκλη‐ ρον, καὶ τοιοῦτον, οἶον ὁ παρακαταθέμενος ἔδωκεν.
25Δείκνυσι δὲ καὶ ἐνταῦθα ὁ μακάριος Παῦλος οὕτω λέγων· Εἰ δέ τις τῶν ἰδίων οὐ προνοεῖ. Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα· ἐπεὶ καὶ αὕτη πρόνοιά ἐστιν. Ὁ δὲ τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, τουτέστι, τῶν πρὸς γένος διαφερόντων
30μὴ προνοῶν, ἀπίστου, φησὶν, ἐστὶ χείρων. Ὃ λέγει καὶ Ἡσαΐας ὁ τῶν προφητῶν κορυφαῖος· Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ γάρ τις τοὺς γένει προσήκοντας καὶ ἡνωμένους ὑπὸ ἀγχι‐ στείας περιίδοι, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλό‐
35στοργος; οὐχὶ κενοδοξίαν τὸ πρᾶγμα πάντες ἐροῦσιν, ὅταν τοὺς ἀλλοτρίους εὖ ποιῶν, τῶν αὑτοῦ καταφρο‐ νῇ καὶ μὴ φείδηται; τί δὲ, ὅταν ἄλλους κατηχῶν, τούτους ἐν πλάνῃ περιορᾷ, καίτοι πλείονα ἔχων εὐκο‐ λίαν καὶ μεῖζον δικαίωμα ἐν τῷ εὖ ποιεῖν; Σφόδρα
40γε· οὐ γὰρ ἐροῦσι, Φιλόστοργοι οἱ Χριστιανοὶ οἱ τοὺς ἑαυτῶν περιορῶντες; Καὶ ἔστι, φησὶν, ἀπίστου χείρων. Διὰ τί; Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλο‐ τρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ τὸν τοῦ Θεοῦ νόμον, καὶ τὸν τῆς
45φύσεως ἀδικεῖ ὁ τῶν ἰδίων καταμελῶν. Εἰ δὲ ὁ μὴ προνοῶν τῶν οἰκείων τὴν πίστιν ἤρνηται, καὶ ἀπί‐ στου χείρων ἐστὶν, ὁ καὶ ἀδικῶν τοὺς οἰκείους, ποῦ τετάξεται; μετὰ τίνος στήσεται; Πῶς δὲ τὴν πίστιν ἤρνηται; Θεὸν, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ

62

.

571

(50)

ἔργοις ἀρνοῦνται. Τί δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; Τοὺς οἰκείους τοῦ σπέρματος μὴ ὑπερορᾷν. Πῶς δὲ πιστεύει ἀρνησίθεος ὁ τοιοῦτος γεγονώς; Ἐννοήσω‐ μεν ὅσοι χρημάτων φειδόμενοι τῶν οἰκείων καταφρο‐ νοῦμεν· ὁ Θεὸς διὰ τοῦτο καὶ τὴν ἀπὸ τῆς συγγενείας
55ἐπενόησεν ἕνωσιν, ἵνα πολλὰς ἔχωμεν ὑποθέσεις τοῦ ἀλλήλους εὖ ποιεῖν. Ὅταν τοίνυν, ὅπερ ὁ ἄπιστος ποιεῖ, σὺ μὴ ποιῇς, οὐχὶ ἤρνησαι τὴν πίστιν; Ἄρα οὐ τοῦτο πίστεως, τὸ ὁμολογίᾳ μόνον πιστεύειν. ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Καὶ καθ’ ἕκα‐
60στον ἔστι πιστεύειν, καὶ μὴ πιστεύειν. Ἐπειδὴ γὰρ περὶ τρυφῆς διελέχθη καὶ σπατάλης, Οὐ κατὰ τοῦτο
μόνον, φησὶν, ἀπόλωλε, καθὸ τρυφᾷ ἀλλ’ ὅτι καὶColumn end

62

.

572

(15)

τοὺς οἰκείους ἀναγκάζεται περιορᾷν. Εἰκότως τοῦτό φησιν· ἡ γὰρ τῇ γαστρὶ ζῶσα, καὶ κατὰ τοῦτο ἀπ‐ όλωλε, τὴν πίστιν ἀρνουμένη. Πῶς δέ ἐστιν ἀπίστου χείρων; Ὅτι οὐκ ἴσον τὸν οἰκεῖον περιορᾷν, καὶ τὸν πόῤῥω· πῶς γάρ; ἀλλὰ μεῖζον ἐνταῦθα τὸ ἔγκλημα,
20τὸν γνώριμον ἢ τὸν ἀγνῶτα, τὸν φίλον ἢ τὸν οὐ φί‐ λον περιορᾷν. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρουμένη. Εἶπε, Μανθανέτωσαν πρῶτον τὸν
25ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· εἶπεν, Ἡ σπαταλῶσα ζῶσα τέ‐ θνηκεν· εἶπεν, ὅτι Τῶν οἰκείων εἰ μὴ προνοεῖ, ἀπίστου χείρων ἐστίν· εἶπεν ἅπερ μὴ ἔχουσα ἀν‐ άξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν· λέγει ἐνταῦθα
30τί δεῖ ἔχειν λοιπόν. Τί οὖν; ἀπὸ τῶν χρόνων αὐτὴν ἐγκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ἑξήκοντα γεγονέναι ἐτῶν. Οὐκ ἀπὸ τῆς ἡλικίας, φησὶ, μόνον, ὡς ἂν εἰ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὰ ἔργα,
35μηδὲ τότε καταλεγέσθω. Τί δήποτε δὲ ὑπὲρ τῆς ἡλι‐ κίας ἀκριβολογεῖται, τὴν αἰτίαν ὕστερον τίθησιν, οὐ παρ’ ἑαυτοῦ, ἀλλὰ παρ’ αὐτῶν εἰσενηνεγμένην τῶν χηρῶν. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἐν ἔργοις, φησὶ, καλοῖς μαρτυρουμένη. Ποίοις ἔργοις; Εἰ
40ἐτεκνοτρόφησεν. Οὐ μικρὸν ὄντως τὸ ἔργον τοῦτο, τὸ παιδοτροφεῖν. Τὸ παιδοτροφεῖν δὲ οὐ τοῦτό ἐστιν ἁπλῶς τὸ τρέφειν μόνον τοὺς παῖδας, ἀλλὰ καὶ τὸ τρέφειν ὡς δεῖ, καθάπερ ἄνω φησίν· Ἐὰν ἐπιμεί‐ νωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ.
45Ὁρᾷς πῶς πανταχοῦ τῶν οἰκείων τὰς εὐεργεσίας τῶν ἀλλοτρίων προτίθησι; Πρῶτον γάρ φησιν, Εἰ ἐτε‐ κνοτρόφησε, καὶ τότε, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί οὖν, ἂν πένης ᾖ;

62

.

572

(50)

Οὐδὲ οὕτω τοῦ παιδοτροφεῖν, οὐδὲ τοῦ ξενοδοχεῖν, οὐδὲ τοῦ θλιβομένοις ἐπαρκεῖν ἀπεστέρηται. Οὐκ ἔστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· κἂν πένης ᾖ, οἰκίαν ἔχει· οὐ γὰρ δὴ αἴθριος μένει. Εἰ ἁγίων πόδας, φησὶν, ἔνιψεν. Οὐκ ἔστι τοῦτο
55δαπάνης. Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Οἷον ἐπίταγμα λέγει ἐνταῦθα; Τὴν σωματικὴν ὑπηρεσίαν εἰσφέρειν προτρέπεται· πρὸς γὰρ θερα‐ πείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι.
60βʹ. Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας!
ὅσην σχεδὸν καὶ παρ’ αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον‐571

62

.

573

τος. Τὸ γὰρ, Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε, τοῦτο δηλοῦντός ἐστιν, ὅτι εἰ καὶ μὴ αὐτὴ αὐτὸ ἐργά‐ σασθαι ἠδυνήθη, ἀλλ’ ὅμως ἐκοινώνησεν, ὑπούργησε. Τὴν σπατάλην ἐκκόπτων, προνοητικὴν αὐτὴν εἶναι
5βούλεται, οἰκονομικὴν, εὐχαῖς διαπαντὸς προσκαρτε‐ ρεῖν. Τοιαύτη ἦν ἡ Ἄννα. Ὅρα πόσην ἀπαιτεῖ τὴν ἀκρίβειαν παρὰ τῆς χήρας, ὅσην οὐδὲ παρὰ τῶν παρθένων· καὶ μὴν καὶ ἐκείνας πολλὴν ἀπῄτησε τὴν ἀκρίβειαν, καὶ ἄκραν τὴν ἀρετήν. Τὸ γὰρ εἰπεῖν,
10Εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπά‐ στως, ἐν κεφαλαίῳ πως περιλαμβάνει τὴν ἀρετὴν ἅπασαν. Ὁρᾷς ὅτι οὐ τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις ἀρκεῖ δεῖξαι τὴν χήραν, ἀλλ’ ἑτέρων δεῖ πολλῶν; Διὰ τί γὰρ, εἰπέ μοι, δευτέροις οὐχ ὁμι‐
15λῆσαι γάμοις προτρέπει; Ἆρα κατέγνω τοῦ πράγμα‐ τος; Οὐδαμῶς· τοῦτο γὰρ αἱρετικῶν· ἀλλ’ ἀπ‐ ησχολῆσθαι βουλόμενος λοιπὸν αὐτὴν ἐν τοῖς πνευμα‐ τικοῖς, καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι· οὐ γὰρ ἀκαθαρσίας, ἀλλὰ ἀσχολίας ὁ γάμος· ἐπεὶ καὶ ὅταν
20λέγῃ, Ἵνα σχολάσωσιν, οὐ λέγει, Ἵνα καθαρθῶσι. Πολλῆς γὰρ ἀσχολίας ὄντως ὁ γάμος αἴτιος. Εἰ τοί‐ νυν διὰ τοῦτο μὴ γαμῇ, ἵνα σχολάζῃς τῷ φόβῳ τοῦ Θεοῦ, μὴ σχολάζεις δὲ, οὐδέν σοι τοῦ πράγματος ὄφε‐ λος, ἵνα τὴν θεραπείαν πᾶσαν περὶ ξένους, περὶ
25ἁγίους ἐπιδείκνυσαι. Ὅταν οὖν ταῦτα μὴ ποιῇς, ὡς τοῦ πράγματος καταγνοῦσα μᾶλλον ἀπέσχου τοῦ γάμου. Οὕτω καὶ ἡ παρθένος ἡ μὴ μετὰ ἀκρι‐ βείας ἐσταυρωμένη, τῷ τοῦ γάμου κατεγνωκέναι ὡς μιαροῦ καὶ ἀκαθάρτου, τοῦτον παρῃτήσατο. Ὁρᾷς
30ὅτι ξενοδοχίαν λέγει, οὐ τὴν ἁπλῶς φιλοφροσύνην, ἀλλὰ τὴν μετὰ σπουδῆς, τὴν μετὰ προαιρέσεως ἱλα‐ ρᾶς, τὴν μετὰ προθυμίας, τὴν οὕτω τὸ πρᾶγμα μετ‐ ιοῦσαν, ὡς αὐτὸν δεχομένην τὸν Χριστόν; Οὐ γὰρ δὴ ταῖς θεραπαινίσι βούλεται τὴν εἰς τούτους θεραπείαν
35ἐπιτάττεσθαι, ἀλλ’ αὐτὰς δι’ ἑαυτῶν ταῦτα ποιεῖν· Εἰ γὰρ ἐγὼ, φησὶν, ἔνιψα τοὺς πόδας ὑμῶν ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὑμεῖς ὀφείλετε τοῦτο ποιεῖν ἀλλήλοις. Κἂν γὰρ μυριάκις ᾖ τις πλουτοῦσα, κἂν ἐν περιφανείᾳ τινὶ μεγίστῃ τυγχάνῃ
40οὖσα, καὶ ἐπὶ εὐγενείᾳ προγόνων μέγα φρονῇ, οὐκ ἔστι τοσοῦτον τὸ μέσον, ὅσον τοῦ Θεοῦ καὶ τῶν μαθη‐ τῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ. Ὁ δεχόμενος, φησὶν,
45ὑμᾶς, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτω δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ἐδέχετο, καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέτρεπεν ἐξευτρεπίζειν τὰ πρὸς ὑποδοχὴν, ἀλλὰ τὸ πλέον τῆς διακονίας καὶ αὐτὸς δι’ ἑαυτοῦ ἔπραττε, καὶ τῇ γυναικὶ

62

.

573

(50)

τὰ ἄλευρα φυρᾷν ἐπέταττε, καίτοι τριακοσίους δεκα‐ οκτὼ ἔχων οἰκογενεῖς, ὧν εἰκὸς καὶ θεραπαινίδας εἶ‐ ναι· ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς, οὐ τῆς δαπάνης μόνης, ἀλλὰ καὶ τῆς δια‐ κονίας. Οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυ‐
55τῶν πάντα πράττοντας, ἵν’ ἡμεῖς ἁγιαζώμεθα, ἵν’ αἱ χεῖρες αἱ ἡμέτεραι εὐλογῶνται. Κἂν πένησι διδῷς, μὴ ἀπαξιώσῃς διὰ σεαυτοῦ δοῦναι· οὐ γὰρ τῷ πένητι δίδως, ἀλλὰ τῷ Χριστῷ. Τίς δὲ οὕτως ἄθλιος, ὡς ἀπαξιοῦν αὐτὸν τὴν χεῖρα ὀρέγειν τῷ Χριστῷ; Τοῦτο
60φιλοξενία, τοῦτο ὄντως διὰ τὸν Θεόν ἐστι ποιῆσαι. Ἂν δὲ μετὰ τύφου ἐπιτάττῃς, κἂν τῶν πρωτείων κε‐ λεύῃς ἀπολαύειν, οὐκ ἔστι φιλοξενία τὸ τοιοῦτον, οὐδὲ διὰ τὸν Θεόν ἐστι. Πολλῆς ὁ ξένος δεῖται τῆς θερα‐ πείας, πολλῆς τῆς παρακλήσεως· ἀγαπητὸν γὰρ καὶ
65μετὰ τοσαῦτα τὸ μὴ ἐρυθριᾷν. Ἐπειδὴ τὸ πρᾶγμαColumn end

62

.

574

φύσιν ἔχει τοιαύτην, ὥστε τὸν εὖ παθόντα αἰσχύνε‐ σθαι, τῇ ὑπερβολῇ τῆς θεραπείας τὰ τῆς αἰσχύνης χρὴ περιαιρεῖν, καὶ δεικνύναι καὶ ῥήμασι καὶ πρά‐ γμασιν, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ’ εὖ πάσχει
5αὐτὸς καὶ εὐεργετεῖται μᾶλλον ἢ εὐεργετεῖ. Οὕτω πλεονάζεται τὸ γινόμενον ἀπὸ τῆς προαιρέσεως. Ὥσπερ γὰρ ὁ ἡγούμενος ζημιοῦσθαι, πάντα ἀπώλε‐ σεν, καὶ ὁ ἡγούμενος εὖ ποιεῖν πάντα ἀπώλεσεν· οὕ‐ τως ὁ ἡγούμενος εὖ πάσχειν, πλέον ἔλαβεν· Ἱλαρὸν
10γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ὥστε χάριν ὀφείλεις μᾶλ‐ λον τῷ πένητι τοῦ λαβεῖν. Εἰ μὴ γὰρ πένητες ἦσαν, οὐκ ἂν τὸ πολὺ τῶν ἁμαρτημάτων ὑπετέμου· ἰατροὶ τῶν τραυμάτων εἰσὶ τῶν σῶν· φάρμακά σοι παρέχουσι τὰς ἑαυτῶν χεῖρας. Οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτεί‐
15νων, καὶ φάρμακον ἐπιτιθεὶς τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων καὶ τὰ παρὰ σοῦ λαμβάνων, ἐκμαγεῖον τῶν σῶν ἐστι κακῶν. Ἔδωκας τὸ ἀργύριον, συνεξῆλθε καὶ τὰ ἁμαρτήματα. Τοιοῦτοι καὶ οἱ ἱερεῖς· Ἁμαρτίας, φησὶ, λαοῦ μου φάγονται. Ὥστε
20μείζονα λαμβάνεις, ἢ δίδως, εὐεργετῇ μᾶλλον, ἢ εὐερ‐ γετεῖς· Θεῷ δανείζεις, οὐκ ἀνθρώποις· αὔξεις τὸν πλοῦ‐ τον, οὐ μειοῖς· μειοῖς δὲ, ἐὰν μὴ ἐλαττώσῃς, ἐὰν μὴ δῷς. Εἰ ἐξενοδόχησε, φησὶν, εἰ ἁγίων πόδας ἔνιψε. Ποίων δὴ τούτων; Τῶν θλιβομένων, οὐχ ἁπλῶς ἁγίων·
25ἔνεστι γὰρ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν θερα‐ πείας παρὰ πάντων. Μὴ τούτους δίωκε τοὺς ἐν ἀφθονίᾳ ὄντας, ἀλλὰ τοὺς ἐν θλίψει, τοὺς ἀγνῶτας, τοὺς οὐ παρὰ πολλῶν γνωριζομένους. Ὃς ἐποίησεν ἑνὶ, φησὶ, τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε.
30 γʹ. Μὴ δῷς τοῖς προεστῶσι τῆς Ἐκκλησίας διανεῖ‐ μαι· σὺ διακόνησον αὐτὴ, ἵνα μὴ τοῦ ἀναλίσκειν, ἀλλὰ καὶ τοῦ ὑπηρετῆσαι ἔχῃς τὸν μισθόν· οἰκείαις χερσὶ δός· σὺ σπεῖρον τὴν αὔλακα. Οὐκ ἔνι ἄροτρον ἐνταῦθα πήξασθαι, οὐδὲ βοῦν ζεῦξαι, οὐδὲ καιρὸν ἀναμεῖναι,
35οὐδὲ γῆν ἀνατεμεῖν, οὐδὲ κρυμῷ παλαῖσαι· πάσης ταύτης τῆς περιεργασίας ἀπήλλακται οὗτος ὁ σπόρος. Εἰς γὰρ τὸν οὐρανὸν σπείρεις, ἔνθα οὐ κρυμὸς, οὐδὲ χειμὼν, οὐκ ἄλλο οὐδέν· εἰς ψυχὰς σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόμενον αἴρει, ἀλλὰ κατέχεται σφο‐
40δρῶς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ μετὰ πολ‐ λῆς τῆς σπουδῆς. Σὺ σπεῖρον. Διὰ τί σαυτὸν ἀποστε‐ ρεῖς τοῦ μισθοῦ; Μέγας μισθὸς τὸ δύνασθαι καὶ τὰ τῶν ἄλλων οἰκονομεῖν. Οὐ τοῦ δοῦναι μόνον μισθός ἐστιν, ἀλλὰ καὶ τοῦ καλῶς οἰκονομῆσαι τὰ διδόμενα.
45Διὰ τί μὴ σὺ λαμβάνεις τὸν μισθόν; ὅτι γὰρ καὶ τούτου ἐστὶ μισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν. Γενοῦ σὺ οἰκονόμος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο

62

.

574

(50)

καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀνα‐ παύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνημα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προ‐ θυμότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν· ἄπεισιν ἡ κεφαλή σου δεχομένη πάσας τὰς
55παρὰ τῶν χηρῶν εὐλογίας. Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ· πολλὰ γὰρ
60ἔστι δι’ ἑαυτοῦ ὠφελῆσαι, ἐὰν δῷς. Ὁρᾷς σκηνὴν, καὶ καταγώγιον; ὁρᾷς ἐρημίαν; ὁρᾷς μόνωσιν; Πολ‐ λάκις ἀπελθὼν δοῦναι χρήματα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχμάλω‐ τος ἐκείνου, συνεξενίτευσας τῷ κόσμῳ. Μέγα πρᾶγμα
65καὶ πένητας ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰ‐573

62

.

575

κίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγμαίνει. Ἂν μὲν γὰρ ἔχῃς ὁμοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ μὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν
5τοιοῦτον, ἀλλὰ κἂν μὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ. Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία,
10ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας. Λιμήν ἐστιν εὔδιος· ὥσπερ λαμπτῆρές εἰσιν ἀφ’ ὑψηλοῦ τοῖς πόῤῥωθεν ἐπιβαίνουσι φαίνοντες, ἐπὶ λιμένος καθήμενοι, καὶ πρὸς γαλήνην τὴν αὐτῶν ἅπαντας ἕλκοντες, οὐκ
15ἐῶντες γενέσθαι ναυάγια τοῖς εἰς αὐτοὺς ὁρῶσιν, οὐκ ἐῶντες ἐν σκότῳ διάγειν τοὺς ἐκεῖ βλέποντας. Ἄπιθι πρὸς αὐτοὺς, φιλοφρόνησον, πρόσιθι, ἅψαι ποδῶν ἁγίων· πολλῷ γὰρ ἐντιμότερον τῶν ἐκείνων ἅπτεσθαι ποδῶν, ἢ τῆς ἑτέρων κεφαλῆς. Εἰπὲ γάρ μοι, εἰ ἀν‐
20δριάντων πόδας κατέχουσί τινες, ἐπειδὴ ὅλως τύπον ἔχουσι βασιλικὸν, σὺ τὸν αὐτὸν ἔχοντα τὸν Χριστὸν ἐν ἑαυτῷ, οὐ καθέξεις ἀπὸ τῶν ποδῶν, καὶ σωθήσῃ; Ἅγιοί εἰσιν οἱ πόδες, κἂν εὐτελεῖς ὦσι· τῶν δὲ βε‐ βήλων οὐδὲ ἡ κεφαλὴ τιμία· πόδες γὰρ ἁγίων μεγάλα
25ἴσχυσαν. Διόπερ καὶ κολάζουσιν, ὅταν ἐξ ἑαυτῶν τὸν κονιορτὸν ἐκτινάξωσιν. Ὅταν ἅγιος ᾖ παρ’ ἡμῖν, μηδὲν ἐπαισχυνώμεθα τῶν αὐτῶν. Ἅγιοι δέ εἰσι πάν‐ τες, ὅσοι πίστιν ὀρθὴν μετὰ βίου ἔχουσι· κἂν σημεῖα μὴ ἐργάζωνται, κἂν δαίμονας μὴ ἐκβάλλωσιν, ἅγιοί
30εἰσιν. Ἄπιθι πρὸς τὰς τῶν ἁγίων σκηνάς· ὥσπερ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὕτως ἐστὶν εἰς μοναστήριον ἀνδρὸς ἁγίου καταφυγεῖν. Οὐχ ὁρᾷς ἐκεῖ ταῦτα ἅπερ ἐν τῇ οἰκίᾳ· πάντων καθαρὸς ὁ χορὸς ἐκεῖνος· σιγὴ καὶ ἡσυχία πολλή· τὸ Ἐμὸν οὐκ ἔνι καὶ τὸ Σὸν ἐκεῖ.
35Ἂν δὲ καὶ ἡμέραν μίαν μείνῃς, ἢ καὶ δευτέραν, τότε πλέον αἰσθήσῃ τῆς ἡδονῆς. Ἡμέρα γίνεται, μᾶλλον δὲ πρὸ ἡμέρας ἀλεκτρυὼν ἐφώνησε. Καὶ οὐκ ἔστιν, ὥσπερ ἐπὶ τῆς οἰκίας, ῥέγχουσιν οἱ οἰκέται, αἱ θύραι κεκλεισμέναι, πάντες νεκροῖς ἐοίκασι καθεύδοντες,
40ὁ ὀρεοκόμος τοὺς κώδωνας σείει. Οὐδὲν τοιοῦτον ἐκεῖ, ἀλλ’ εὐθέως ἅπαντες μετὰ εὐλαβείας τὸν ὕπνον ἀπο‐ θέμενοι διανίστανται, τοῦ προεστῶτος αὐτοὺς διεγεί‐ ροντος, καὶ ἑστήκασι τὸν ἅγιον στησάμενοι χορὸν, καὶ τὰς χεῖρας εὐθέως ἀνατείναντες, τοὺς ἱεροὺς ᾄδουσιν
45ὕμνους. Οὐ γὰρ δὴ, ὥσπερ ἡμεῖς, πολλῶν ὡρῶν δέονται πρὸς τὸ τὸν ὕπνον ἀποτινάξασθαι καὶ τὴν καρηβα‐ ρίαν. Ἡμεῖς μὲν γὰρ ἅμα διαναστάντες, καθήμεθα ἐπὶ πολὺ διατεινόμενοι, πρὸς χρείαν ἀπερχόμεθα, εἶτα νιπτόμεθα τὴν ὄψιν, τὰς χεῖρας· μετὰ τοῦτο

62

.

575

(50)

ὑποδήματα καὶ ἐνδύματα λαμβάνομεν, καὶ πολὺς ἀναλίσκεται καιρός. δʹ. Ἐκεῖ δὲ τοιοῦτον οὐδέν· οὐδεὶς οἰκέτην καλεῖ· ἕκαστος γὰρ ἀρκεῖ ἑαυτῷ· οὐ δεῖται ἱματίων πολλῶν, οὐ δεῖται τοῦ τὸν ὕπνον ἀποτινάξασθαι, ἀλλ’ ἅμα τοὺς
55ὀφθαλμοὺς ἀνέῳξε, καὶ τῷ πολὺν ἐγρηγορότι χρόνον προσέοικε τῆς νήψεως ἕνεκεν. Ὅταν γὰρ ἡ καρδία μὴ βαρηθεῖσα τοῖς σιτίοις βαπτίζηται κάτω, οὐ δεῖ‐ ται πολλοῦ τοῦ καιροῦ πρὸς τὸ ἀνενεγκεῖν, ἀλλ’ εὐ‐ θέως ἐστὶν ἐν νήψει· χεῖρες ἀεὶ καθαραί· καὶ γὰρ ὁ
60ὕπνος εὔτακτος. Οὐδεὶς ἀκούει ῥεγχόντων ἐκεῖ, οὐ‐ δεὶς ἀσθμαινόντων, οὐδὲ ῥιπταζόμενον ὁρᾷ κατὰ τὸν ὕπνον, οὐδὲ γυμνούμενον, ἀλλὰ καθεύδουσι τῶν ἐγρη‐
γορότων εὐσχημονέστερον κείμενοι. Τοῦτο δὲ ὅλονColumn end

62

.

576

ἀπὸ τῆς εὐταξίας γίνεται τῆς ἐν τῇ ψυχῇ. Ὄντως ἅγιοι οὗτοι, καὶ ἐν ἀνθρώποις ἄγγελοι. Καὶ μὴ θαυ‐ μάσῃς ἀκούων ταῦτα· ὁ γὰρ πολὺς φόβος ὁ τοῦ Θεοῦ οὐκ ἀφίησι πρὸς τὰ βάθη τοῦ ὕπνου κατελθεῖν,
5καὶ βαπτίσαι τὴν διάνοιαν αὐτῶν, ἀλλ’ ἐξ ἐπιπολῆς ἐπίκειται διαναπαύων αὐτοὺς μόνον. Τοιούτου δὲ αὐ‐ τοῖς ὄντος τοῦ ὕπνου, τοιαῦτα εἶναι αὐτῶν ἀνάγκη καὶ τὰ ὀνείρατα, οὐ φαντασιώδη, οὐδὲ τερατώδη. Ἀλλ’, ὅπερ ἔφην, ἀλεκτρυὼν ἐφώνησε, καὶ εὐθέως ἐλθὼν ὁ
10προεστὼς, καὶ τῷ ποδὶ τὸν κείμενον ἁπλῶς ὑπονύξας, πάντας ἀνέστησεν· οὐδὲ γὰρ γυμνοὺς ἐκεῖ καθεύδειν θέμις. Εἶτα διαναστάντες, εὐθέως ἑστήκασιν, ὕμνους ᾄδοντες προφητικοὺς μετὰ πολλῆς τῆς συμφωνίας, μετ’ εὐρύθμων μελῶν. Οὔτε κιθάρα, οὔτε σύριγγες,
15οὔτε οὐδὲν ἄλλο ὄργανον μουσικὸν τοιαύτην ἀφίησι φωνὴν, οἵαν ἔστιν ἀκοῦσαι ἐν ἡσυχίᾳ βαθείᾳ, καὶ ἐν ἐρημίᾳ τῶν ἁγίων ᾀδόντων ἐκείνων. Καὶ αὐτὰ δὲ τὰ ᾄσματα πρόσφορα, καὶ φιλίας γέμοντα τῆς πρὸς τὸν Θεόν. Ἐν ταῖς νυξὶ, φησὶν, ἐπάρατε τὰς χεῖρας ὑμῶν
20πρὸς τὸν Θεόν· καὶ πάλιν, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Καὶ τὰ ᾄσματα τὰ Δαυϊδικὰ πολλὰς πηγὰς κινοῦντα δακρύων. Ὅταν γὰρ ᾄδῃ λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
25λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ πάλιν, ὅτι Σποδὸν ὡσεὶ ἄρτον ἔφαγον· καὶ πάλιν, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ αἱ ἡμέραι ἡμῶν ὡσεὶ
30σκιὰ παράγουσι· καὶ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· καὶ πάλιν, Ὁ κατοικίζων μονοτρόπους ἐν οἴκῳ· καὶ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ πάλιν, Μεσο‐
35νύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ, Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου· καὶ, Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ· καὶ
40πάλιν, Οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ· καὶ πάλιν, Ἐλο‐ γίσθημεν, ὡς πρόβατα σφαγῆς· τὴν εἰς Θεὸν αὐ‐
45τῶν διάπυρον ἀγάπην ἐνδείκνυται. Ὅταν δὲ πάλιν μετὰ τῶν ἀγγέλων ᾄδωσι (καὶ γὰρ καὶ ἄγγελοι τότε ᾄδουσιν), Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, λέγοντες, ἡμῶν χασμωμένων, κνωμένων, ῥεγχόντων, ἢ καὶ ὑπτίων ἁπλῶς κειμένων, καὶ μυρίας λογιζομέ‐

62

.

576

(50)

νων ἀπάτας· οἷόν ἐστιν ἐκείνους ἐν τούτῳ τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν; Ἐπειδὰν δὲ ἡμέρα μέλλῃ γίνε‐ σθαι, διαναπαύονται λοιπόν· καὶ ὅταν ἡμεῖς ἀρξώ‐ μεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύ‐ σεως. Ἡμέρας δὲ γενομένης, ἡμῶν μὲν ἕκαστος καλεῖ
55τὸν ἕτερον, τὸν λόγον ποιεῖ τῶν ἐξοδιαζομένων· εἰ εἰς ἀγορὰν ἐμβάλλει, ἄρχοντι παρίσταται, τρέμει, δέδοικε τὰς εὐθύνας· ἕτερος ἐπὶ τῆς σκηνῆς, ἄλλος πρὸς τὸ ἐπιτήδευμα τὸ ἑαυτοῦ. Ἐκεῖνοι δὲ πάλιν εὐχὰς ἑωθινὰς ἐπιτελέσαντες καὶ ὕμνους, πρὸς τὴν τῶν
60Γραφῶν ἀνάγνωσιν τρέπονται· εἰσὶ δὲ οἱ καὶ βιβλία γράφειν μεμαθηκότες. Ἕκαστος οἴκημα ἀποτεταγμέ‐ νον ἓν λαβὼν, ἡσυχίαν διαπαντὸς ἀσκεῖ, οὐδενὸς φλυαροῦντος, οὐδενὸς οὐδὲν λέγοντος. Εἶτα τρίτην, ἕκτην, ἐννάτην, καὶ τὰς ἑσπερινὰς εὐχὰς ἐπιτελοῦσι,
65καὶ εἰς τέσσαρα μέρη τὴν ἡμέραν διανείμαντες, καθ’575

62

.

577

ἕκαστον μέρος πληρούμενον, ψαλμῳδίαις, ὕμνοις γε‐ ραίρουσι τὸν Θεόν. Πάντων δὲ ἀριστώντων τῶν ἄλ‐ λων, γελώντων, παιζόντων, διαῤῥηγνυμένων ὑπὸ τῆς γαστριμαργίας, οὗτοι τοῖς ὕμνοις προσανέχουσιν. Οὐ‐
5δαμοῦ τραπέζης καιρὸς, οὐδὲ τῶν αἰσθητῶν τούτων. Πάλιν μετὰ τὸ ἄριστον τῶν αὐτῶν ἔχονται, ὕπνῳ πρότερον ἑαυτοὺς ἐκδεδωκότες. Οἱ μὲν οὖν κοσμικοὶ καὶ τὴν ἡμέραν καθεύδουσιν· ἐκεῖνοι δὲ καὶ τὴν νύκτα ἐγρηγόρασιν. Ὄντως υἱοὶ φωτός εἰσιν. Εἶτα ἐκεῖνοι τὸ
10πλέον ἀναλώσαντες ἐν τῷ ὕπνῳ τῆς ἡμέρας προΐασι βεβαρημένοι· οὗτοι δὲ ἔτι νήφουσιν, ἄσιτοι μένοντες ἕως ὀψὲ, καὶ τοῖς ὕμνοις προσανέχοντες. Ἑσπέρας δὲ πάλιν καταλαβούσης, οἱ μὲν εἰς λουτρὰ καὶ ἀνέσεις σπεύδουσιν· ἐκεῖνοι δὲ τῶν πόνων ἀπολύσαντες ἑαυ‐
15τοὺς, τότε τῇ τραπέζῃ προσανέχουσιν, οὐκ οἰκετῶν πλῆθος ἐγείροντες, οὐδὲ περιτρέχοντες τὴν οἰκίαν, οὐδὲ θορυβοῦντες, οὐδὲ ὄψα πολλὰ παρατιθέμενοι, οὐδὲ κνίσσης γέμοντα, ἀλλ’ οἱ μὲν ἄρτον μόνον καὶ ἅλας, οἱ δὲ ἔλαιον προστιθέντες, ἕτεροι δὲ, ὅσοι
20ἀσθενέστεροί εἰσι, καὶ λαχάνων ἔχονται καὶ ὀσπρίων. Εἶτα μικρὸν καθίσαντες, μᾶλλον δὲ ὕμνοις τὸ πᾶν κατακλείσαντες, διαναπαύονται ἐπὶ στιβάδος ἕκαστος πρὸς ἀνάπαυσιν μόνον πεποιημένης, οὐ τρυφήν. Οὐκ ἔστι φόβος ἀρχόντων ἐκεῖ, οὐκ ἔστι δεσποτῶν ἀπό‐
25νοια, οὐκ ἔστι δούλων φόβος, οὐκ ἔστι γυναικῶν θόρυβος, οὐκ ἔστι παίδων ταραχὴ, οὐκ ἔστι κιβω‐ τίων πλῆθος, οὐδὲ ἱματίων ἀπόθεσις περιττὴ, οὐ χρυ‐ σίον, οὐκ ἀργύριον· οὐκ εἰσὶν ἐκεῖ φυλακαὶ καὶ προ‐ φυλακαί· οὐκ ἔστι ταμεῖον, οὐκ ἄλλο τοιοῦτον οὐ‐
30δέν· ἀλλὰ πάντα εὐχῆς γέμει, πάντα ὕμνων, πάντα εὐωδίας πνευματικῆς, οὐδὲν ἐκεῖ σαρκικόν. Λῃστῶν ἐφόδους οὐ δεδοίκασιν· οὐ γὰρ ἔχουσιν ὅτου ζημιω‐ θῶσι· χρήματα οὐκ ἔστι, σῶμά ἐστι καὶ ψυχή· ἂν ταύ‐ την ἀφέλωνται, οὐκ ἐζημίωσαν, ἀλλ’ ὤνησαν.
35Ἐμοὶ γὰρ τὸ ζῇν, φησὶ, Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀπέλυσαν τῶν δεσμῶν ἑαυτοὺς πάντων. Ὄντως Φωνὴ ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων. εʹ. Οὐκ ἔστιν ἐκεῖ ὀλολυγῆς ἀκοῦσαί ποτε οὐδὲ κωκυ‐ τοῦ· καθαρὸς τούτων τῶν ἀηδιῶν ὁ ὄροφος, καθαρὸς
40τῆς κραυγῆς ταύτης. Ἀποθνήσκουσι μὲν γὰρ καὶ ἐν αὐτοῖς· οὐ γάρ εἰσιν ἀθάνατοι τὸ σῶμα· ἀλλ’ οὐκ ἴσασι θάνατον τὸν θάνατον. Μεθ’ ὕμνων προπέμπουσι τοὺς ἀπελθόντας· προπομπὴν τὸ τοιοῦτον καλοῦσιν, οὐκ ἐκφοράν. Κἂν ἀπαγγελθῇ, ὅτι ὁ δεῖνα τετελεύτηκε,
45πολλὴ ἡ εὐφροσύνη, πολλὴ ἡ ἡδονή· μᾶλλον δὲ οὐδὲ τολμᾷ τις εἰπεῖν, ὅτι ὁ δεῖνα τετελεύτηκεν, ἀλλ’ ὁ δεῖνα τετελείωται. Εἶτα εὐχαριστία, δόξα πολλὴ, εὐφροσύνη, ἑκάστου εὐχομένου τέλος τοιοῦτον λαβεῖν, οὕτω τὸν ἀγῶνα τοῦτον ἐξελθεῖν, ἀναπαύσασθαι τῶν

62

.

577

(50)

πόνων καὶ τῶν ἀγώνων, ἰδεῖν τὸν Χριστόν. Κἂν ἀῤῥωστήσῃ, οὐ δάκρυα, οὐ θρῆνος, ἀλλ’ εὐχαὶ πάλιν· οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ πίστις μόνη πολλάκις ἀπήλ‐ λαξε τὸν ἄῤῥωστον. Εἰ δὲ καὶ ἰατρῶν δεηθείη, πολλὴ καὶ ἐνταῦθα ἡ φιλοσοφία, πολλὴ ἡ καρτερία· οὐ
55παρέστηκε γυνὴ λύουσα τὰς τρίχας, οὐδὲ παιδία τὴν οὐδέπω γενομένην ὀρφανίαν ἀποδυρόμενα, οὐδὲ οἰ‐ κέται παρακαλοῦντες τὸν ἀποπνέοντα μετὰ ἀσφαλείας αὐτοὺς τινὶ παρακαταθέσθαι· ἀλλὰ πάντων τούτων ἀπηλλαγμένη ἡ ψυχὴ, ἓν σκοπεῖ μόνον εἰς τὴν ἐσχά‐
60την ἀναπνοὴν, ὅπως ἀπέλθῃ τῷ Θεῷ φίλη. Κἂν γέ‐ νηται δὲ νόσος, οὐ γίνεται ἀπὸ γαστριμαργίας, οὐδὲ ἀπὸ καρηβαρίας, ἀλλὰ καὶ αὐταὶ αἱ τῶν νόσων ὑπο‐ θέσεις ἐγκωμίων γέμουσιν, οὐχὶ κατηγορίας, ὡς αὗται· ἢ γὰρ ἀγρυπνίας, ἢ νηστείας ἐπίτασις, ἤ τι
65τῶν τοιούτων τὰς νόσους ἐργάζεται· ὅθεν καὶColumn end

62

.

578

εὐαπάλλακτοι γίνονται· ἀρκεῖ γὰρ μηκέτι καμόντας ὁμοίως πάντων ἀπηλλάχθαι τῶν δεινῶν. ϛʹ. Εἰπὲ οὖν μοι, φησὶν, εἰ ἁγίων τις πόδας ἔνιψεν ἐν τῇ ἐκκλησίᾳ, εἰ ἔνεστι καὶ ἐνταῦθα τοιούτους εὑ‐
5ρεῖν. Ἔνεστι, καὶ πάνυ ἔνεστι· μόνον μὴ, ἐπειδὴ ἐκείνων τὸν βίον διηγησάμεθα, τῶν ἐν ταῖς ἐκκλησίαις καταφρονῶμεν. Πολλοὶ πολλάκις τοιοῦτοι καὶ ἐν μέ‐ σαις ταῖς ἐκκλησίαις εἰσὶν, ἀλλ’ ἐν τῷ λανθάνοντι. Μὴ γὰρ ἐπειδὴ οἰκίας περινοστοῦσι, μηδὲ ἐπειδὴ εἰς ἀγο‐
10ρὰν ἐμβάλλουσι, μηδὲ ἐπειδὴ προΐστανται, καταφρο‐ νῶμεν αὐτῶν. Καὶ τοῦτο ὁ Θεὸς ἐπέταξε· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Πολ‐ λαὶ τῆς ἀρετῆς αἱ ὁδοὶ, ὥσπερ οὖν καὶ τῶν μαργα‐ ριτῶν πολλὴ ἡ διαφορὰ, καίτοι πάντες μαργαρῖται
15λέγονται, ἀλλ’ ὁ μέν ἐστι λαμπρὸς καὶ στρογγύλος πάντοθεν, ἕτερος δὲ τοῦτο μὲν οὐκ ἔχει τὸ κάλλος, ἕτερον δέ. Ποῖον δὴ τοῦτο; Ὥσπερ ἀπό τινος τέχνης τὸ κοράλλιον ἐπιμήκη ἔχει τὴν γραμμὴν, καὶ τὰς γωνίας ἐκτετορευμένας, καὶ τοῦ λευκοῦ χρώματος
20ἕτερον ἐπιτερπέστερον, τὸ δὲ πράσινον πολὺ πάσης χλωρότητος ἐπιτερπέστερον· ἄλλος τοῦ αἵματος τὸ ἀνθηρὸν παρέχεται τῷ εὐανθεῖ, ἄλλος τῆς θαλάττης ἐστὶ κυανώτερος, ἄλλος τῆς ἁλουργίδος στιλβότερος· καὶ ἄλλα δὲ μυρία ἄν τις εὕροι τοῖς ἄνθεσιν ἁμιλ‐
25λώμενα κατὰ τὸ ποικίλον, ἢ τοῖς τοῦ ἡλίου χρώ‐ μασιν ἐξισούμενα· τοιοῦτοι δὴ καὶ οἱ ἅγιοι· οἱ μὲν ἑαυτοὺς ἀσκοῦσιν, οἱ δὲ καὶ τὰς ἐκκλησίας. Καλῶς ἄρα ἔλεγεν, Εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομέ‐ νοις ἐπήρκεσεν. Ὥστε γὰρ πάντας ἐπᾶραι πρὸς μί‐
30μησιν, διὰ τοῦτο οὕτως εἶπεν. Οὐκοῦν καὶ ἡμεῖς ἐπιδράμωμεν τῷ πράγματι, ἵνα ἔχωμεν καυχᾶσθαι ἐκεῖ, ὅτι ἐνίψαμεν πόδας ἁγίων. Εἰ δὲ πόδας αὐτῶν νίπτειν δεῖ, πολλῷ μᾶλλον καὶ ἐκ χειρὸς ἐπιδιδόναι αὐτοῖς τὰ χρήματα, καὶ σπουδάζειν λανθάνειν. Μὴ
35γνώτω, φησὶν, ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Τί μυρίους παραλαμβάνεις μάρτυρας; μηδὲ οἰκέτης ἰδέτω, εἰ δυνατὸν, μηδὲ γυνή. Πολλὰ τὰ σκάνδαλα τοῦ δολίου· πολλάκις ἡ μηδέποτε ἐμποδί‐ σασα, τότε ἐμποδίζει ἢ ὑπὸ κενοδοξίας, ἢ ὑπὸ ἑτέρου
40τινός. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, καίτοι θαυμαστὴν ἔχων γυναῖκα, τὸν υἱὸν μέλλων ἀναφέρειν, ἔκρυπτε, καίτοι γε οὐκ εἰδὼς τὸ ἐκβησόμενον, ἀλλὰ πεπεισμέ‐ νος, ὅτι πάντως ἀναιρήσει. Τί οὖν ἔμελλε λέγειν, εἴ τις ἦν ἄνθρωπος τῶν πολλῶν; οὐκ ἂν εἶπε, Τίς
45ἐστιν οὗτος ὁ ταῦτα διαπραττόμενος; οὐκ ἂν ἐπὶ ἀπηνείᾳ αὐτὸν διέβαλε καὶ ἀγροικίᾳ; Οὐδὲ ἰδεῖν κατ‐ ηξιώθη τὸ παιδίον τὸ ἑαυτῆς ἡ γυνὴ, οὐδὲ ὑστέρας ἀκοῦσαι φωνῆς, οὐδὲ σπαῖρον θεάσασθαι, ἀλλ’ ὥσπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγεν. Ἀλλ’ οὐδὲν

62

.

578

(50)

τούτων ἐνενόησεν ὁ δίκαιος ἐκεῖνος, μεθύων τῷ πόθῳ. Οὐδὲν γὰρ ἄλλο ἑώρα, ἀλλὰ τὸ προσταττόμενον ὅπως ἐργάσαιτο, οὐδὲ παῖς ἦν ἐκεῖ, οὐδὲ γυνή· μᾶλλον δὲ οὐδὲ αὐτὸς ᾔδει τὸ ἐκβησόμενον· οὕτω πάντοθεν ἐσπούδαζε καθαρὸν τὸ ἱερεῖον ἀναγαγεῖν, μὴ δά‐
55κρυσιν αὐτὸ, μὴ ἀντιλογίᾳ μολῦναι. Ὅρα δὲ μεθ’ ὅσης ἡμερότητος ὁ Ἰσαὰκ ἐρωτᾷ, καὶ τί φησι πρὸς αὐτόν· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρό‐ βατον; Τί οὖν ὁ Πατήρ; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Λέγεται δὲ
60τοῦτο καὶ ὡς προφητεία, ὅτι τὸν Υἱὸν ὄψεται ἑαυτῷ Θεὸς εἰς ὁλοκάρπωσιν· καὶ ἅμα καὶ τότε ἐκβέβηκε. Τί καὶ αὐτὸν κρύπτεις, εἰπὲ, τὸν σφαγιασθησόμενον; Ναὶ, φησὶ, δέδοικα μὴ ναρκήσῃ, δέδοικα μὴ ἀνάξιος ὀφθῇ. Εἶδες πῶς μετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα
65ἔπραττεν; Ἄρα καλῶς εἶπεν ἡ Γραφὴ, Μὴ γνώτω577

62

.

579

ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου· τουτέστι, Κἂν ὡς οἰκεῖον μέλος ἔχωμέν τινα, μὴ σπουδάζωμεν αὐτῷ δεικνύναι, πλὴν εἰ μὴ ἀνάγκη εἴη. Πολλὰ γὰρ ἀπὸ τούτου γίνεται τὰ δεινά. Εἰς κενοδοξίαν τις αἴ‐
5ρεται, κώλυμα γίνεται πολλάκις. Διὰ δὴ τοῦτο καὶColumn end

62

.

580

ἑαυτοὺς λανθάνωμεν, εἰ δυνατὸν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν
5καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Column end

62

.

579

(6)

ΟΜΙΛΙΑ ΙΕʹ. Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρη‐ νιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ
10καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰ‐ κίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοι‐
15 δορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. αʹ. Πολὺν ὑπὲρ τῶν χηρῶν ὁ Παῦλος ποιησάμενος λόγον, καὶ χρόνον αὐτῶν διορίσας τῷ λέγειν, Χήρα κα‐ ταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα,
20καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγματος ὄντος, οὐδὲν τοιοῦτον
25αἰνίττεται· εἰκότως. Διὰ τί; Ὅτι ἐπὶ μείζοσιν ἀπ‐ εγράψαντο, καὶ ἀπὸ μείζονος τῆς διανοίας ἐκεῖ τὸ ἔρ‐ γον προέβη τοῦτο. Τὸ μὲν οὖν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε, καὶ πάντα τὰ τοιαῦτα, διὰ τοῦ εὐπροσέδρου παρέσησε, καὶ τοῦ λέγειν, Ἡ δὲ
30ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου. Εἰ δὲ χρόνων ἕνε‐ κεν οὐδὲν ἀκριβολογεῖται, μὴ θαυμάσῃς· μάλιστα μὲν γὰρ ἀπὸ τούτου κἀκεῖνο δῆλον. Ἄλλως δὲ εἶ‐ πον, ὅτι ἀπὸ μείζονος διανοίας ἐκεῖναι τὴν παρθενίαν εἵλοντο. Πρὸς δὲ τούτοις, ἐνταῦθα ἤδη πτώματα
35γέγονε, καὶ αὗται παρεῖχον τὴν ἀφορμὴν τῆς τοιαύ‐ της νομοθεσίας· ἐκεῖ δὲ τοιοῦτον οὐδὲν ἦν. Ὅτι γὰρ ἐξέπεσόν τινες ἤδη, ἀπὸ τούτου δῆλον, ἀπὸ τοῦ λέ‐ γειν, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι· καὶ πάλιν, Ἤδη γὰρ ἐξετράπησάν
40τινες ὀπίσω τοῦ Σατανᾶ. Νεωτέρας δὲ χήρας παραιτοῦ. Διὰ τί; Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Τί ἐστιν, Ὅταν κατα‐ στρηνιάσωσιν; Ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται· καθάπερ ὅταν ἐπὶ ἀνδρός τις ἐπιεικοῦς λέγῃ· Ἄφες
45αὐτὴν, ὅτι ἑτέρου γέγονε. Δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι. Ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ· ἐγὼ γὰρ, φησὶ, προστάτης τῶν χηρῶν, καὶ πατὴρ τῶν ὀρ‐ φανῶν. Δείκνυσιν ὅτι οὐδὲ τὴν χηρείαν ὀρθῶς αἱροῦν‐

62

.

579

(50)

ται, ἀλλὰ καταστρηνιῶσιν· ἀλλ’ ὅμως φέρει. Καὶ μὴν ἀλλαχοῦ φησιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν ὀνομασθῶσιν αὐτῷ, φησὶ, Γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Πίστιν
55τὴν συνθήκην λέγει, τὴν ἀλήθειαν· ὡσεὶ ἔλεγεν· Ἐψεύσαντο αὐτὸν, παρέβησαν τὰς συνθήκας. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν. Οὐκ ἄρα ἀνδράσι μόνον ἐπιτάττει τὸ ἐργάζεσθαι, ἀλλὰ καὶ γυναιξί· πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν
60ἡ ἀργία. Οὐ τούτῳ, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέροις ἁρματήμασιν. Εἰ ἄρα ἀνάρμοστον γυναικὶ τὸ περιιέναι τὰς οἰκίας, πολλῷ
μᾶλλον παρθένῳ. Οὐ μόνον δὲ, φησὶν, ἀργαὶ μανθά‐Column end

62

.

580

(7)

νουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦ‐ σαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν συμ‐
10βαίνει ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ; Εἰκότως ἀργαὶ, λάλοι, περί‐ εργοι γίνονται. Ὁ γὰρ τὰ ἑαυτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρου μεριμνήσει πάντως· ὥσπερ ὁ τὰ ἑαυτοῦ φροντίζων, τῶν ἑτέρων οὐδένα ποιήσεται λόγον, οὐ‐
15δεμίαν ἕξει φροντίδα. Λαλοῦσαι τὰ μὴ δέοντα. Οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὸ τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα, οὐ μόνον δὲ γυναικὶ, ἀλλὰ καὶ ἀνδρί· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμή‐ ριον τοῦτο μέγιστον. Βούλομαι οὖν. Ἐπειδὴ αὗται
20βούλονται, βούλομαι κἀγὼ νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Ἔδει μὲν οὖν τὰ τοῦ Θεοῦ μεριμνᾷν, ἔδει τὴν πίστιν φυλάττειν· ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι,
25ἢ ἐκεῖνα· οὔτε γὰρ ὁ Θεὸς ἀθετεῖται, οὔτε αὗται ταῦτα μανθάνουσι. Ἀπὸ μὲν γὰρ τῆς χηρείας ἐκείνης οὐδὲν χρηστὸν ἔσται· ἀπὸ δὲ τοῦ γάμου τούτου πολλὰ ἀγαθά· ἐντεῦθεν τὸ κεχηνὸς καὶ ῥᾴθυμον τῆς διανοίας αὐτῆς ἐπιστρέψαι δυνήσεται. Καὶ τίνος ἕνεκεν, φη‐
30σὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶ‐ πον, ἀλλ’ ἐπέταξε γάμον; Ὅτι οὐ κεκώλυται, ὅτι ἐν ἀσφαλείᾳ καθίστησι· διὸ καὶ ἐπάγει· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν,
35μηδὲ λαβήν τινα. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μὴ βουλόμενος ἀργὰς εἶναι καὶ περιέργους, λαλούσας τὰ μὴ δέοντα,
40μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν· ὡς εἰ μὴ τοιοῦτον ἐγίνετο, οὐκ ἂν ἐκώλυσεν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῇ. Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει
45ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν; Οὕτω γὰρ βέλτιον ἦν. Δύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκ‐ κλησία οὐκ ἐβαρεῖτο. Καλῶς προσέθηκεν, Εἴ τις

62

.

580

(50)

πιστός· παρὰ γὰρ τῶν ἀπίστων οὐκ ἔδει τὰς πιστὰς τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν. Καὶ ὅρα πῶς παραμυθητικῶς· Οὐκ εἶπε, Πολυτέλειάν τινα χορηγείτω, ἀλλ’, Ἐπαρκείτω αὐταῖς. Ἵνα ἡ Ἐκκλη‐ σία, φησὶ, ταῖς ὄντως χήραις ἐπαρκῇ. Ἄρα καὶ
55ταύτης τὸν μισθὸν αὕτη ἔχει τῆς βοηθείας· ἡ γὰρ βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ μόνον, ἀλλὰ καὶ ἐκείναις, μετ’ εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλομαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαμεῖν, τεκνογονεῖν, οἰκοδε‐
60σποτεῖν. Ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν εἰς τρυφὴν579

62

.

581

αὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεμίαν διδόναι ἀφ‐ ορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ
5καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
10 βʹ. Τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀν‐ αγκαίων χορηγίαν. Τὸ γὰρ ἐπαγαγεῖν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, τοῦτο δηλοῖ. Ἄρα καὶ ὅταν λέγῃ, Χήρας τί‐ μα, τοῦτο λέγει περὶ τῆς τῶν ἀναγκαίων τροφῆς,
15Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, φησί· καὶ πά‐ λιν, Τίμα τὰς ὄντως χήρας· τουτέστι, τὰς ἐν πενίᾳ· ὅσῳ γὰρ ἄν τις ἐν πενίᾳ ᾖ, τοσούτῳ μᾶλλόν ἐστι χήρα. Τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα. Ὁ μὲν γὰρ νόμος φησὶν,
20Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὁρᾷς πῶς βούλεται κάμνειν τὸν διδάσκαλον; Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄλλος πόνος τοιοῦτος, ὡς ὁ ἐκείνου. Ἀλλ’ ἐκεῖνο μὲν τοῦ νόμου· πῶς δὲ καὶ τὸ τοῦ Χριστοῦ τίθησιν; Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ.
25Μὴ τῷ μισθῷ τοίνυν προσέχωμεν μόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε· φησὶ γὰρ, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστιν. Ὥστε εἴ τις τρυφᾷ καὶ ἀνίε‐ ται, οὐκ ἔστιν ἄξιος· εἰ μή τίς ἐστι βοῦς ἀλοῶν, καὶ πρὸς πνῖγος καὶ πρὸς ἀκάνθας τὸ ζεῦγος ἀνέχων
30ἕλκει, καὶ οὐ πρότερον ἀφίσταται, ἕως ταῖς ἀποθή‐ καις τοὺς καρποὺς εἰσκομίσει, οὐκ ἔστιν ἄξιος. Ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιῤῥέειν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ κάμνωσι μήτε ἐκλύωνται, μηδὲ περὶ τὰ μικρὰ σχολάζοντες
35τῶν μεγάλων ἀποστερῶσιν ἑαυτούς· ἵνα τὰ πνευμα‐ τικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον. Τοιοῦτοι ἦσαν οἱ Λευῗται· οὐδὲν αὐτοῖς ἔμελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔμελε τῆς αὐτῶν προ‐ νοίας, καὶ νόμῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ
40δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα. Ἀλλ’ ἐκείνοις μὲν εἰκότως ταῦτα ἐνομοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν· ἐγὼ δὲ πλέον οὐδὲν λέγω τοῦ δεῖν τοὺς προεστῶτας ἔχειν τροφὰς καὶ σκεπάσματα, ἵνα μὴ περιέλκωνται εἰς ταῦτα.
45Τί δέ ἐστι, Διπλῆς τιμῆς; Διπλῆς τῆς πρὸς τὰς χήρας, ἢ τῆς πρὸς τοὺς διακόνους, ἢ ἁπλῶς διπλῆς τιμῆς πολλῆς φησι. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶ‐ μεν, ὅτι διπλῆς αὐτοὺς τιμῆς ἠξίωσεν, ἀλλ’ ὅτι προσ‐ έθηκε, Τοὺς καλῶς προεστῶτας. Τί δέ ἐστι,

62

.

581

(50)

Καλῶς προεστῶτας; Ἀκούσωμεν τοῦ Χριστοῦ λέ‐ γοντος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τί‐ θησιν ὑπὲρ τῶν προβάτων. Ἄρα τοῦτό ἐστι καλῶς προεστάναι, μηδενὸς φείδεσθαι τῆς ἐκείνων κηδε‐ μονίας ἕνεκεν. Μάλιστα, φησὶν οἱ κοπιῶντες ἐν
55λόγῳ καὶ διδασκαλίᾳ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες μὴ δεῖν λόγου, μηδὲ διδασκαλίας; ὅπου γε καὶ Τιμοθέῳ τοσαῦτα παραινεῖ λέγων, Ταῦτα μελέτα, ἐν τού‐ τοις ἴσθι· καὶ πάλιν, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώ‐
60σεις καὶ τοὺς ἀκούοντας. Καὶ τούτους μάλιστα πάντων τῶν ἄλλων τιμᾶσθαι βούλεται· καὶ τὴν αἰ‐ τίαν τίθησιν, ὅτι πολὺν πόνον ὑπομένουσι, φησίν. Εἰκότως. Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ
65ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν,Column end

62

.

582

καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα; Μυρίαις γὰρ γλώσσαις ἐστὶν ὑπεύθυνος·
5ὁ δεῖνα ἐμέμψατο, ἕτερος ἐπῄνεσεν, ἄλλος ἔσκωψεν, ἄλλος διέβαλε τὴν μνήμην καὶ τὴν σύνθεσιν· καὶ δεῖ αὐτῷ πολλῆς ἰσχύος, ὥστε ταῦτα φέρειν. Μέγα γὰρ τοῦτο, μέγα πρὸς Ἐκκλησίας οἰκοδομὴν, καὶ πολὺ συντελεῖ τὸ διδακτικοὺς εἶναι τοὺς προεστῶτας·
10κἂν τοῦτο μὴ παρῇ, πολλὰ τῶν ἐν ταῖς Ἐκκλησίαις οἴχεται. Διὰ τοῦτο μετὰ τῶν ἄλλων, μετὰ τοῦ φι‐ λοξένου καὶ τοῦ ἐπιεικοῦς, μετὰ τοῦ ἀλήπτου, καὶ τοῦτο ἀριθμεῖ λέγων, διδακτικόν. Ἐπεὶ διὰ τί διδάσκαλος λέγεται; Ναὶ, φησὶν, ἵνα τῷ βίῳ διδά‐
15σκῃ φιλοσοφίαν. Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν. Καὶ πῶς ὁ Παῦλός φησι, Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ; ὅταν γὰρ περὶ δογμάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει; Τίνα λόγον δέ
20φησιν; Οὐ τὸν κομπώδη, οὐδὲ τὸν τὴν κομψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτη‐ μένον τοῦ πνεύματος, τὸν συνέσεως γέμοντα καὶ φρονήσεως. Οὐ κατασκευῆς οὖν αὐτῷ καὶ φράσεως δεῖ, ἀλλὰ νοημάτων, οὐδὲ συνθήκης, ἀλλὰ φρενῶν.
25Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ νεωτέρου δεῖ ἐκτὸς μαρτύρων κατηγορίαν δέχεσθαι; κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ μετὰ ἀκριβείας πάν‐ τοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι; Τί οὖν ἐστιν ὃ λέγει;
30Οὐδὲ ἐπὶ ἄλλων, φησὶ, μάλιστα δὲ κατὰ πρεσβυτέ‐ ρου. Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων. Δῆλον δέ ἐστιν ἐντεῦθεν, ὅτι Ἐκκλησίαν λοιπὸν ἦν ἐμπεπι‐
35στευμένος ὁ Τιμόθεος, ἢ καὶ ἔθνος ὁλόκληρον τὸ τῆς Ἀσίας· διὸ καὶ περὶ πρεσβυτέρων αὐτῷ διαλέ‐ γεται. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλε‐ γχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι, Μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας
40ἅπαντα περιεργάζου· ὅταν μέντοι μάθῃς σαφῶς, σφο‐ δρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν. Ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέ‐ ναι τοῖς φανεροῖς ἁμαρτήμασιν, ὁδόν ἐστι δοῦναι τοῖς ἄλλοις τοῦ τὰ αὐτὰ ποιεῖν καὶ τολμᾷν. Ἔλεγχε
45δὲ, εἶπε, δηλῶν ὅτι οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀποτο‐ μίας· οὕτω γὰρ καὶ οἱ λοιποὶ φόβον ἕξουσι. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ὕπαγε, ἔλεγξον αὐτὸν με‐ ταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἐὰν εἰς σὲ ἁμάρτῃ; Πλὴν κἀκεῖνον συγχωρεῖ ἐν τῇ ἐκκλησίᾳ ἐλέγχε‐

62

.

582

(50)

σθαι. γʹ. Τί οὖν; οὐχὶ σκανδαλίζει μᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκαν‐ δαλίζονται. Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν
55ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες· οὕτω κολαζομένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς μέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέ‐ ρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶμεν
60δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν
παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν.581

62

.

583

Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φη‐ σὶν, εἶναι τοὺς μαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόμον. Ἐπὶ γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Κατὰ
5πρεσβυτέρου, φησὶ, κατηγορίαν μὴ παραδέχου. Οὐκ εἶπε, μὴ κατακρίνῃς, ἀλλὰ, μηδὲ δέξῃ κατηγο‐ ρίαν, μηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συμβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο
10γενέσθαι δῆλον. Τὰ γὰρ ἁμαρτήματα ἀγαπητὸν καὶ δύο μάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κε‐ κρυμμένως· ὥστε πολλῆς δοκιμασίας σημεῖον τοῦτο. Τί οὖν, ἂν μὲν ὡμολογημένα ᾖ τὰ ἁμαρτήματα, μάρτυρας δὲ μὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον
15ἄνω, φησὶ, Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶ‐ μεν τὸν Θεόν· δικαίῳ μὲν γὰρ νόμος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ μετερχόμενοι, καὶ οὐ προθέσει, μεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολ‐
20λάκις τὰς ἐπιθυμίας ἐκκόπτοντες τὰς ἑαυτῶν. Διὰ τοῦτο περὶ γεέννης ἀκούωμεν, ἵνα πολύ τι καρπω‐ σώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνον‐ τας, μὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπε‐
25σον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτά‐ νοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φημι, τῆς βασιλείας οὐχ ἧττον ἡ
30γέεννα τοῦ Θεοῦ τὴν κηδεμονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συμπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου
35τοῦ περὶ ἡμᾶς. Εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐν‐ επέσομεν· εἰ μὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ
40πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἐμβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήματι μόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωμεν. Ἵνα δὲ
45μή τις νομίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγμα μόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύμβολον ὁ κατακλυσμὸς, ὁ τῆς παντελοῦς πανωλε‐ θρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν,

62

.

583

(50)

ἐν ταῖς ἡμέραις Νῶε ἦσαν γαμοῦντες καὶ ἐκγαμί‐ ζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ’ οὐδεὶς ὁ προσέχων· πάντες μύθους τὸ πρᾶγμα εἶναι νομίζουσι, πάντες γέλωτα, οὐδένα
55φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίε‐ ται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτά‐ νομεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡμέραν ἐκείνην λαμβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρ‐
60όντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγμάτων καθ’ ἑκάστην ἡμέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγμάτων μεταβολαὶ, καὶ
ζώντων ἡμῶν γινόμεναι, οὐ παιδεύουσιν ἡμᾶς, αἱColumn end

62

.

584

ἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήματα. Οὐκ ἐν τοῖς ἡμε‐ τέροις δὲ σώμασι τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ’ ἑκάστην ἡμέραν τὸν θάνατον μελετῶ‐
5μεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγ‐ μάτων χαρακτηρίζεται. Οὐδέποτε χειμὼν ἔμεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ μετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώματα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας,
10καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδομήματα τὰ λαμπρά; ἀλλὰ νύκτα καὶ ἡμέ‐ ραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλά‐ κις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι
15τῶν ὁρωμένων παραμένει διαπαντός; Οὐδὲν, ἀλλ’ ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν. Τῶν μὲν ἀλλοιουμένων, ὡς μενόντων πολλὴν ποιούμεθα πρόνοιαν· τῆς δὲ μενούσης, ἀεὶ ὡς παρερχομένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα μεγάλα δύναται;
20Ἀλλ’ ἕως αὔριον, μετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν μείζονα δυνηθέντων, καὶ νῦν οὐδαμοῦ φαινομένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθ‐ άπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος
25φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συν‐ τελείας γενομένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον μὲν, ὃ ἐφύτευσας, μένει, καὶ ἡ οἰκία, ἣν οἰκοδομεῖς, καὶ αὐτὴ μένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπ‐
30άγονται καὶ διαφθείρονται. Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ’ ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπατα‐ λῶντες. δʹ. Ἄκουσον τί φησιν ὁ Σολομῶν, ὁ ἔργῳ πεῖραν λα‐
35βὼν τῶν παρόντων πραγμάτων· ᾨκοδόμησά μοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀμπελῶνας καὶ κολυμβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό μοι, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ποίμνια καὶ βουκόλια. Οὐδεὶς γὰρ
40οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐ‐ δεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεν αὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι μετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων,
45τὰ πάντα ματαιότης· οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ καθ’ ὑπερβολήν. Πεισθῶμεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώ‐ μεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα

62

.

584

(50)

ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμά‐ ζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ. Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ’ ἐπιθυμίᾳ βασιλείας.
55Τί γὰρ, εἰπέ μοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλ‐ μὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς, φησὶ, τοῖς
60ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωμεν, καταφρονήσω‐ μεν τούτων. Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦ‐
μεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζεις583

62

.

585

περὶ τὸ μηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν; Ἀλλ’ ὁρᾷς οἰκοδομὰς λαμπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ’ εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος,
5καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐμφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάμαθε τὰς λαμπρὰς οἰκοδομὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρματα μι‐ κρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς
10καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀνα‐ βαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεημοσύνην ἐργαζό‐ μενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, μᾶλλον δὲ πρὸ τῆς ἀναστά‐ σεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ
15διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκμῇ καὶ τῇ ὥρᾳ ἢ σεισμὸς κατήνεγκεν, ἢ καὶ ἐμ‐ πρησμὸς τὸ πᾶν ἐλυμήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλι‐ κίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδομαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ μὲν σαθρὰ τῷ
20χρόνῳ γενόμενα, τῆς γῆς τιναχθείσης, ἔμεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς μόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονομοῦντος, οἶμαι, ἵνα μὴ μέγα φρονῶμεν ἐν ταῖς οἰκοδομαῖς. Βούλει
25καὶ ἑτέρως μὴ ἀθυμεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδομή‐ ματα, ὧν ἴσον μετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι μετὰ τῶν ἄλ‐
30λων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ’ οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον μὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος
35τούτοις προσηλώμεθα; μέχρι τίνος τῇ γῇ προσπε‐ πήγαμεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρ‐ βορον ἐγκαλινδούμεθα; Τὸ σῶμα ἡμῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι’ αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶμεν·
40γεῶδές ἐστιν, ἀλλ’, ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίμηκεν ἡμᾶς τιμῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡμῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δί‐ δωμι καὶ σοὶ δημιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων
45αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην μάθησιν. Ἐποίησα, φησὶν, ἐγὼ σῶμα καλόν· δίδωμι σοὶ τοῦ

62

.

585

(50)

κρείττονος τὴν δημιουργίαν· ποίησον σὺ ψυχὴν κα‐ λήν. Εἶπον ἐγὼ, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρ‐ του, καὶ πᾶν ξύλον κάρπιμον· εἰπὲ καὶ σὺ, Ἐξ‐ αγαγέτω ἡ γῆ αὕτη καρπὸν τὸν ἴδιον, καὶ ἐξελεύσεται ὃ ἐὰν θέλῃς ἐνεργῆσαι. Ποιῶ θέρος καὶ ὁμίχλην,
55στερεῶ βροντὴν, καὶ κτίζω πνεῦμα, ἔπλασα δρά‐Column end

62

.

586

κοντα ἐμπαίζειν αὐτῷ, τουτέστι, τὸν διάβολον. Οὐδὲ σοὶ ταύτης ἐφθόνησα τῆς ἐξουσίας· ἔμπαιξον καὶ σὺ, εἰ θέλεις· δύνασαι γὰρ ὡς στρουθίον δῆσαι αὐτόν. Ἀνατέλλω τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγα‐
5θούς· μίμησαι καὶ σὺ, μετάδος τῶν σῶν καὶ ἀγαθοῖς καὶ πονηροῖς. Ὑβριζόμενος φέρω καὶ εὐεργετῶ τοὺς ὑβρίζοντας· μίμησαι καὶ σύ· δύνασαι γάρ. Εὖ ποιῶ, οὐκ ἐπὶ ἀντιδόσει· μίμησαι καὶ σὺ, καὶ μὴ εὖ ποιή‐ σῃς ἐπὶ ἀντιδόσει, μηδὲ ἐπὶ ἀμοιβῇ. Ἀνῆψα φωστῆ‐
10ρας εἰς τὸν οὐρανόν· ἄναψον καὶ σὺ τούτων λαμ‐ προτέρους, δύνασαι γάρ· τοὺς ἐν πλάνῃ φώτισον· μείζων ἡ εὐεργεσία ἐκείνη τοῦ τὸν ἥλιον ὁρᾷν τὸ ἐμὲ ἐπιγινώσκειν. Ἄνθρωπον οὐ δύνασαι ποιῆσαι, ἀλλὰ δίκαιον δύνασαι ποιῆσαι καὶ εὐάρεστον τῷ
15Θεῷ. Ἐγὼ τὴν οὐσίαν εἰργασάμην· σὺ καλλώπισον τὴν προαίρεσιν. Ὅρα πῶς σε φιλῶ, καὶ ἐν τοῖς μείζοσί σοι ἔδωκα τὴν ἰσχύν. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιμή‐ μεθα· καί τινες τῶν ἀλογίστων καὶ ἀγνωμόνων λέ‐ γουσι, Διὰ τί τῆς προαιρέσεώς ἐσμεν κύριοι; Ταῦτα
20πάντα ὅσα διήλθομεν, ἐν οἷς δυνάμεθα μιμεῖσθαι τὸν Θεὸν, εἰ μὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡμῖν δυνατὸν μιμήσασθαι. Ἄρχω, φησὶν, ἀγγέλων ἐγὼ, καὶ σὺ διὰ τῆς ἀπαρχῆς. Ἐπὶ θρόνου κάθημαι βασιλικοῦ· καὶ σὺ συγκάθησαι διὰ τῆς ἀπαρχῆς· Συνήγειρε, φησὶν,
25καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός. Προσ‐ κυνεῖ σε τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, πᾶσα ἡ ἀγ‐ γελικὴ δύναμις, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες διὰ τῆς ἀπαρχῆς. Μὴ κατηγόρει τοῦ σώματος, ὃ τοσαύτης ἀπολαύει τιμῆς, ὃ τρέμουσι καὶ αἱ ἀσώ‐
30ματοι δυνάμεις. Ἀλλὰ τί εἴπω; οὐ τούτοις τὸ φίλτρον ἐπιδείκνυμαι μόνοις, ἀλλὰ καὶ οἷς ἔπαθον. Διὰ σὲ ἐνεπτύσθην, ἐῤῥαπίσθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, καὶ πρὸς σὲ ἦλθον τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον, καὶ οὐδὲ ἀκοῦσαι βουλόμενον τὸ
35ὄνομά μου· κατεδίωξα καὶ ἐπέδραμον, ἵνα σε κα‐ τάσχω· ἥνωσά σε καὶ συνῆψα ἐμαυτῷ· Φάγε με, εἶπον, πίε με. Καὶ ἄνω σε ἔχω, καὶ κάτω συμπλέκο‐ μαί σοι. Οὐκ ἀρκεῖ σοι, ὅτι σου τὴν ἀπαρχὴν ἔχω ἄνω; οὐ παραμυθεῖται τοῦτο τὸν πόθον; καὶ κάτω
40πάλιν κατέβην, οὐχ ἁπλῶς μίγνυμαί σοι, ἀλλὰ συμ‐ πλέκομαι, τρώγομαι, λεπτύνομαι κατὰ μικρὸν, ἵνα πολλὴ ἡ ἀνάκρασις γένηται καὶ ἡ μίξις καὶ ἡ ἕνωσις. Τὰ γὰρ ἑνούμενα ἐν οἰκείοις ἕστηκεν ὅροις· ἐγὼ δὲ συνυφαίνομαί σοι. Οὐ βούλομαι λοιπὸν εἶναί τι μέσον·
45ἓν εἶναι βούλομαι τὰ ἀμφότερα. Ταῦτα οὖν εἰδότες, καὶ τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν, ἅπαντα πράττωμεν, ἅπερ ἂν ἡμᾶς μὴ ἀναξίους δύναται δει‐ κνύναι τῶν μεγάλων αὐτοῦ δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ

62

.

586

(50)

Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

585

(56)

ΟΜΙΛΙΑ Ιϛʹ. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέ‐ λων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος,
60μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλ‐
λοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδρο‐Column end

62

.

586

(57)

πότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. αʹ. Διαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀν‐
60δρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε·
Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου585

62

.

587

ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Καὶ φρικτῶς παραγγέλλει λοιπόν· οὐ γὰρ ἐπειδὴ Τιμόθεος ἦν τὸ τέκνον τὸ ἀγα‐
5πητὸν, ᾐδέσθη. Ὁ γὰρ περὶ ἑαυτοῦ μὴ αἰσχυνθεὶς εἰπεῖν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι, πολλῷ μᾶλλον περὶ Τιμοθέου οὐκ ἂν ᾐδέσθη οὐδὲ ᾐσχύνθη. Ἀλλὰ τὸν μὲν Πατέρα καὶ τὸν Υἱὸν καλῶς παραλαμβάνει εἰς μαρτυρίαν· τοὺς
10μέντοι ἐκλεκτοὺς ἀγγέλους τίνος ἕνεκεν; Ἀπὸ πολ‐ λῆς ἐπιεικείας· ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησί· Δια‐ μαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ Δεσπότου· καὶ πάλιν, Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Καλεῖ δὲ
15μάρτυρα τὸν Πατέρα καὶ τὸν Υἱὸν τῶν λεχθέντων, εἰς τὴν μέλλουσαν ἡμέραν ἀπολογούμενος αὐτοῖς, εἴ τι γένοιτο παρὰ τὸ δέον, ὡς τὸ πᾶν ἀποδυσάμενος. Ἵνα ταῦτα, φησὶ, φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Τουτέστιν, ἵνα
20κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, τοῖς ἐπὶ σοῦ κρινομένοις, ἵνα σε μηδεὶς προκαταλάβῃ, μηδὲ προ‐ οικειώσηται. Τίνες δέ εἰσιν οἱ ἐκλεκτοὶ ἄγγελοι; Ἄρα ὡς ὄντων τινῶν οὐ τοιούτων. Ἐπεὶ καὶ ὁ Ἰακὼβ τὸν Θεὸν λαμβάνει ἰδίᾳ μάρτυρα, καὶ τὸν βουνόν. Οὕτω
25καὶ ἡμεῖς πολλάκις καὶ ὑπερέχοντα καὶ ἐλάττονα πρόσωπα εἰς μαρτυρίαν λαμβάνομεν· οὕτω μέγα ἐστὶν ἡ μαρτυρία, ὡς ἂν εἰ ἔλεγε· Μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ καὶ τοὺς δούλους αὐτοῦ, ὅτι παρήγγειλά σοι· ἐπ’ αὐτῶν ἰδού σοι παραγγέλλω.
30Φοβεῖ τὸν Τιμόθεον. Εἶτα τοῦτο εἰπὼν, ὃ πάντων μάλιστα καιριώτατον ἦν, ἐπήγαγε καὶ ὃ μάλιστα συνέχει τὴν Ἐκκλησίαν, τὸ τῶν χειροτονιῶν. Χεῖρας γὰρ, φησὶ, ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Τί ἐστι, Ταχέως; Μὴ ἐκ
35πρώτης δοκιμασίας, μηδὲ δευτέρας, μηδὲ τρίτης, ἀλλὰ πολλάκις περισκεψάμενος καὶ ἀκριβῶς ἐξετά‐ σας· οὐ γὰρ ἀκίνδυνον τὸ πρᾶγμα. Τῶν γὰρ ἡμαρτημένων ἐκείνῳ καὶ σὺ δίκην ὑφέξεις ὁ τὴν ἀρ‐ χὴν παρασχὼν, καὶ τῶν παρελθουσῶν ἁμαρτιῶν καὶ
40τῶν γενησομένων. Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, τούτων μὲν ὡς αἴ‐ τιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡς οὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι. Ὥσπερ γὰρ τῶν κατορθωμάτων
45κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα. Μη‐ κέτι ὑδροπότει, ἀλλ’ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ἀνδρὶ μέχρι τοσούτου νηστείαις προσεσχηκότι,

62

.

587

(50)

καὶ ἐπὶ τοσοῦτον ὕδατι χρησαμένῳ, ὡς καὶ ἀσθενεῖν, καὶ πυκνῶς ἀσθενεῖν, παραγγέλλει σωφρονεῖν, καὶ οὐκ ἀναίνεται ἐκεῖνος· πολλῷ μᾶλλον ἡμεῖς, ὅταν ἀκούσωμεν νουθεσίαν παρά τινος, οὐκ ὀφείλομεν δυσ‐ χεραίνειν. Τί δήποτε δὲ οὐκ ἔῤῥωσεν αὐτοῦ τὸν
55στόμαχον; Οὐχ ὡς ἀδυνατῶν, ἀλλὰ μέγα τι καὶ ἐν‐ τεῦθεν οἰκονομῶν· οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, εὔδηλον ὅτι καὶ τοῦτο ἐδύνατο. Τίνος οὖν ἕνεκεν; Ἵνα, κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἐκεῖνο
60συμφερόντως ἐγένετο. Εἰ γὰρ αὐτῷ ἐδόθη ἄγγελοςColumn end

62

.

588

Σατᾶν, ἵνα μὴ ὑπεραίρηται, πολλῷ μᾶλλον Τιμοθέῳ· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι. Διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐ‐ τὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μὴ σκανδαλίζωνται, καὶ
5μάθωσιν, ὅτι τῆς φύσεως ὄντες κἀκεῖνοι τῆς ἡμετέ‐ ρας, οὕτω κατώρθουν ἅπερ κατώρθουν. Δοκεῖ δέ μοι καὶ ἄλλως ἐπίνοσος εἶναι, καὶ τοῦτο δείκνυσι λέγων· Διὰ τὰς πυκνάς σου ἀσθενείας, ἀπό τε σοῦ στομάχου, ἀπό τε τῶν ἄλλων μερῶν. Οὐ μὴν ἀνῆκεν
10αὐτὸν ἀνέδην ἐμφορεῖσθαι τοῦ οἴνου, ἀλλ’ ὅσον πρὸς ὑγείαν, οὐ πρὸς τρυφήν. Τινῶν ἀνθρώπων αἱ ἁμαρ‐ τίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, Μὴ κοινώνει, φησὶν, ἁμαρτίαις ἀλλοτρίαις,
15τί οὖν, ἂν ἀγνοῶ, φησί; Τινῶν αἱ ἁμαρτίαι πρό‐ δηλοί εἰσι, προάγουσαι αὐτοὺς εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Τινῶν μὲν, φησὶ, δῆλοί εἰ‐ σιν, ὅτι προλαμβάνουσι· τινῶν δὲ οὒ, ἀλλ’ ἐπακολου‐ θοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι,
20καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας ἀξίους πάσης τιμῆς ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Πάσης τιμῆς ἀξίους, φησὶν, ἡγείσθωσαν. Μὴ γὰρ, ἐπειδὴ
25πιστὸς εἶ, νομίσῃς ἐλεύθερος εἶναι· τοῦτό ἐστιν ἐλευ‐ θερία τὸ μᾶλλον δουλεύειν. Ὁ γὰρ ἄπιστος, ἂν μὲν ἴδῃ διὰ τὴν πίστιν αὐθαδῶς προσφερομένους, βλασ‐ φημήσει πολλάκις ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον
30προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι, μὴ πειθο‐ μένων. Τί οὖν, φησὶν, ἂν ἄπιστοι ὦσιν οἱ δεσπόται; Καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα. Οἱ γὰρ πιστοὺς ἔχοντες, φησὶ, δεσπότας, μὴ κατα‐
35φρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. βʹ. Ὡσεὶ ἔλεγεν, Εἰ τοσαύτης ἠξιώθητε τιμῆς, φησὶν, ὡς ἀδελφοὺς ἔχειν τοὺς δεσπότας, διὰ τοῦτο μάλιστα
40ὀφείλετε εἴκειν. Προάγουσαι, φησὶν, εἰς κρίσιν· τουτέστι, τῶν πονηρῶν, φησὶ, πράξεων αἱ μὲν λαν‐ θάνουσιν ὧδε, αἱ δὲ οὔ· ἐκεῖ δὲ οὐδὲ τὰ κακὰ, οὐδὲ τὰ καλὰ λαθεῖν δύναται. Τί ἐστι, Προάγουσαι εἰς κρίσιν, Οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κα‐
45τακρίνοντα, ὅταν τις ἀδιόρθωτος ᾖ, ὅταν τις ἐλπί‐ ζηται διορθώσασθαι, μηδὲν δὲ τοιοῦτον πράξῃ. Τί οὖν, καὶ πρὸς τί τοῦτο εἴρηται; Ὅτι κἂν ἐνταῦθά τινες λάθωσιν, ἀλλ’ ἐκεῖ οὐ λήσονται· ἐκεῖ πάντα γυμνά ἐστιν. Αὕτη δὲ μεγίστη παραμυθία τοῖς κατορ‐

62

.

588

(50)

θοῦσιν. Εἶτα ἐπειδὴ εἶπε, Μηδὲν κατὰ πρόσκλησιν, ἀναγκαίως ἑρμηνεύων αὐτὸ ἐπήγαγε τὸ, Ὅσοι εἰσὶ ὑπὸ ζυγὸν δοῦλοι. Καὶ τί τοῦτο πρὸς τὸν ἐπίσκο‐ πον, φησί; Καὶ πάνυ, ἵνα παραινῇ, ἵνα καὶ τούτους διδάσκῃ. Καλῶς δὲ καὶ ἐνταῦθα περὶ τούτων δια‐
55τάττεται. Καὶ γὰρ ὁρῶμεν αὐτὸν πανταχοῦ τοῖς δούλοις μᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶν ποιούμενον λόγον. Ἐκείνοις μὲν οὖν μετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δε‐
60σπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν. Καὶ τί δήποτε ταῦτα διατάτ‐ τεται; ἐπὶ μὲν γὰρ τῶν ἀπίστων, εἰκότως· οὐ γὰρ εἶχε λόγον διαλέγεσθαι τοῖς μὴ προσέχουσιν· ἐπὶ δὲ
τῶν πιστῶν, τίνος ἕνεκεν; Ὅτι μείζονα παρὰ τῶν587

62

.

589

δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκε‐ τῶν τοῖς δεσπόταις. Ἐκεῖνοι γάρ εἰσιν οἱ καὶ χρυσίον καταβάλλοντες, καὶ ὑπὲρ τῆς τῶν ἀναγκαίων εὐπο‐ ρίας, καὶ ὑπὲρ τῶν ἐνδυμάτων, καὶ τῶν ἄλλων με‐
5ριμνῶντες ἁπάντων. Ὥστε μείζονα αὐτοῖς δουλείαν εἰσάγουσιν οἱ δεσπόται· ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐερ‐ γεσίας ἀντιλαμβανόμενοι. Κόπτονται καὶ ταλαι‐ πωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ
10ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκε‐ τῶν; Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κε‐ χρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν Δεσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδι‐
15δύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέ‐ ται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύ‐ εσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ
20τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναντίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ Δεσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα οὐ δεομένου τῶν ἡμετέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων,
25ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακο‐ νία τοῦ δούλου τὸν μὲν Δεσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου,
30φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῷ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλα‐ βής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις
35πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν, οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων βα‐ σιλέως. Ποῖος δεσπότης ὑπὲρ οἰκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; Οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο μᾶλλον τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ
40τοὐναντίον· τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ μά‐ λιστα ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν
45μυρία. Τοῖς οἰκέταις οὐδὲν ἐπαγγέλλεται τοιοῦτον ὁ δεσπότης, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; ἐλευθερίαν τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπω‐ τέραν. Πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πικρο‐ τέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶ‐

62

.

589

(50)

ρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπί‐ καιρον, οὐδὲν φθαρτὸν, ἀλλὰ τί; Βούλει μαθεῖν; ἄκουε. Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε. Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς
55οἰκέται ἡμῖν δουλεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ Δε‐ σπότῃ· μᾶλλον δὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δου‐ λείαν ἡμεῖς ἐπιδεικνύμεθα; Ἐκεῖνοι διὰ τὴν ἀνάγ‐ κην φιλοσοφοῦσι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ μυρία, τὰ μὲν ἔχοντες, τὰ δὲ ἐλπί‐
60ζοντες, ὑβρίζομεν τῇ τρυφῇ εἰς τὸν εὐεργέτην. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ’ ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον ὅταν τὴν μέλισσαν, ὅταν τοὺς μύρ‐
65μηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέταςColumn end

62

.

590

μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρίσκομεν πράτ‐ τοντας ὑμᾶς. Ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον ὑβρί‐
5ζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστή‐ κασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦν‐ τες οὐδὲν πολλάκις. Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι·
10καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πλη‐ ρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐ‐ τελῆ, οὐκ ἐγκαλοῦσιν, οὐδὲ δυσχεραίνουσιν ἐκεῖνοι διὰ τὸν παρ’ ἡμῶν φόβον· ἐμπιστευόμενοι χρήματα, πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθηροὺς εἴπῃς
15τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπει‐ λήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ
20Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν· ἔχει ἕκα‐ στος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰ‐ κέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα·
25καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπά‐ ζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέ‐ ροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν, κατεσθίομεν, οὐ δεδοίκαμεν τὸν Δεσπότην, τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶν‐
30τος αὐτοῦ· τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου, κἂν ὑβρίζῃ, μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος, τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος
35οὐδέποτε. Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται· καὶ αὐτοὶ μὲν οὐδὲ εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα ἡμῖν, τῶν δὲ οἰκετῶν τῶν ἡμετέρων ἁμαρτανόντων μετὰ ἀκρι‐ βείας ἅπαντα ἐξετάζομεν, καὶ τὰ μικρότατα. Ταῦτα
40λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμε‐ νος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυ‐ μον διεγεῖραι, ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται, οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ’
45ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρ‐ χέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ’ αἰτίας ἐστὶ καὶ περιστάσεως· ἀλλ’ ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκρι‐

62

.

590

(50)

βείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ τὸ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον
55κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφε‐ λείας ἡμᾶς αὐτούς· ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεὴς, ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Ὡς οὖν οὐ τὸν Θεὸν θεραπεύοντες, ἀλλ’ ἡμᾶς αὐτοὺς, οὕτω διακεώμεθα, παρακαλῶ, καὶ
60δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ τρόμου, ἵνα τύ‐ χωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.589

62

.

591

ΟΜΙΛΙΑ ΙΖʹ. Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτε‐ ροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
5καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητή‐ σεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, διαπα‐ ρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν,
10καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐ‐ σέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγ‐ καμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον ὅτι οὐδὲ
15 ἐξενεγκεῖν τι δυνάμεθα. αʹ. Οὐκ αὐθεντίας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς, ὥσπερ οὐ προσηνείας μόνον, ἀλλὰ καὶ αὐθεντίας. Καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Παράγγελλε
20ταῦτα καὶ δίδασκε, ποτὲ δὲ, Ταῦτα δίδασκε καὶ παρακάλει. Εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακα‐ λοῦσιν, οὐχ ἵνα αὐτοὶ τῆς ὑγείας ἐπιτύχωσιν, ἀλλ’ ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας καὶ κειμέ‐ νους ἀναστήσωσι· πολλῷ μᾶλλον ἡμᾶς τούτῳ πρὸς
25τοὺς διδασκομένους τῷ ἤθει κεχρῆσθαι χρὴ παρακα‐ λοῦντας. Οὐδὲ γὰρ δοῦλος αὐτῶν εἶναι παραιτεῖται ὁ μακάριος Παῦλος, λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσ‐ σομεν, φησὶν, ἀλλὰ Χριστὸν Ἰησοῦν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· καὶ πάλιν, Πάντα
30ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ δουλεύει τὴν δουλείαν ταύτην μετὰ προθυμίας· οὐ γάρ ἐστι δουλεία, ἀλλ’ ἐλευθερίας βελτίων. Ἐκεῖνος γάρ ἐστι, φησὶ, δοῦλος ὁ ποιῶν τὴν ἁμαρτίαν. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται
35ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τε‐ τύφωται, μηδὲν ἐπιστάμενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέ‐ ναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ’ ἐκ τοῦ μὴ εἰδέναι. Ὁ γὰρ εἰδὼς τοὺς κατ’ εὐσέβειαν λόγους,
40οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν· ὁ τοὺς ὑγιαί‐ νοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ. Ὅπερ γὰρ ἐπὶ σωμάτων φλεγμονὴ, τοῦτο ἐν ταῖς ψυχαῖς ἀπόνοια· ὥσπερ ἐκεῖ τὸ φλεγμαῖνον οὐ φαμὲν ὑγιαίνειν, οὕτως οὐδὲ ἐνταῦθα τοὺς ἀλαζόνας. Ἄρα ἔστιν εἰδότα
45τι μηδὲν εἰδέναι· ὁ γὰρ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδε. Καὶ ὅτι ἐκ τοῦ μηδὲν εἰδέναι ὑπερηφανία γίνεται, δῆλον ἐκεῖθεν· ὁ Χριστὸς ἐκένωσεν ἑαυτόν· ὁ τοῦτο τοίνυν εἰδὼς οὐ μέγα φρονήσει ποτέ· οὐδὲν γὰρ ἔχει ἄνθρωπος, εἰ μὴ παρὰ τοῦ Θεοῦ· οὐκοῦν οὐ

62

.

591

(50)

μέγα φρονήσει. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Αὐτὸς τοὺς πόδας ἔνιψε τῶν μαθητῶν. Ὁ τοῦτο εἰδὼς, πῶς ἐπαρθήσεται; Διὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ τελώνης ἀπὸ μόνης ταπεινοφροσύνης εὐδοκίμησεν,
55ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο. Ὁ τοίνυν τετυ‐ φωμένος οὐδὲν τούτων ἐπίσταται. Αὐτὸς πάλιν ὁ Χριστός φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλὰ νοσῶν, φησὶ, περὶ ζητήσεις. Ἄρα νοσεῖν ἐστι τὸ
60ζητεῖν. Καὶ λογομαχίαι· εἰκότως. Ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ, ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, τότε οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται. Ἀπὸ δὲ ζητήσεως καὶ λογομα‐
χίας οὐδὲν ἔστιν εὑρεῖν. Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλε‐Column end

62

.

592

ται μόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δεί‐ κνυσιν, οὔτε συνιέναι ἀφίησιν. Οὐδὲ γὰρ εἴ τις μύσας τοὺς ὀφθαλμοὺς, βούλεται εὑρεῖν τι τῶν ζητουμένων, δυνήσεται, ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγμένων, κατ‐
5ορύξας ἑαυτὸν, καὶ τὴν ἀκτῖνα ἀποστραφεὶς, ἐκεῖ ζητοίη, δυνήσεταί τι εὑρεῖν. Οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ μάχας ἀνάγκη τίκτεσθαι. Ἐξ ὧν γίνονται βλασφημίαι, ὑπόνοιαι πονηραί. Τουτέστι, δόξαι καὶ δόγματα πονηρὰ ἀπὸ τῶν ζητή‐
10σεων. Τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν. Διαπαρατριβαί· τουτέστι, σχολὴ, ἢ διατριβή. Ἢ τοῦτό φησι, διαπαρατριβαί· καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτω καὶ οὗτοι
15οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων, φησὶ, τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέ‐ βειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας; αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν· τὴν γὰρ ἀπό‐ νοιαν ἡ ἄγνοια τίκτει. Ἀπὸ τούτων, φησὶν, ἀφ‐
20ίστασο. Οὐκ εἶπεν, Ὁμόσε χώρει, ἀλλ’, Ἀφίστασο, τουτέστιν, ἐκτρέπου. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρω‐ πον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ. Δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας. Ἀν‐
25θρώπους γὰρ χρημάτων ἕνεκεν μαχομένους πότε δυνήσῃ πεῖσαι; Ἄλλως οὐ πείσεις τοὺς τοιούτους, ἂν μὴ δῷς πάλιν, καὶ οὐδὲ οὕτως αὐτῶν τὴν ἐπιθυ‐ μίαν ἐμπλήσεις. Πλεονέκτου γὰρ ὀφθαλμὸς, φησὶν, οὐκ ἐμπίπλαται μερίδι. Δεῖ τοίνυν αὐτοὺς ἀδιορ‐
30θώτως ἔχοντας ἐκτρέπεσθαι. Εἰ δὲ τῷ τοῦ μάχεσθαι πολλὴν ἔχοντι τὴν ἀνάγκην παραινεῖ μὴ ὁμόσε χω‐ ρεῖν μηδὲ συμπλέκεσθαι, πολλῷ μᾶλλον τοῖς μαθη‐ τευομένοις ἡμῖν, τοῖς ἐν τάξει μαθητῶν οὖσιν. Εἰπὼν δὲ ὅτι νομίζουσι πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἐπ‐
35ήγαγεν· Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ’ ὅταν μὴ ἔχῃ. Ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· Νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν. Ἔστι μὲν γὰρ, ἀλλ’ οὐχ
40οὕτως, ἀλλὰ μειζόνως. Εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. Ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲν ἔχοντες ἤλθομεν εἰς τὸν
45βίον· οὐκοῦν οὐδὲν ἀπελευσόμεθα ἔχοντες· γυμνὴ γὰρ παρεγένετο ἡ φύσις, γυμνὴ καὶ ἄπεισιν. Οὐ τοίνυν ἡμῖν δεῖ τῶν περιττῶν· εἰ μηδὲν εἰσ‐ ηνέγκαμεν, μηδὲ ἔχοντες ἀπελευσόμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθη‐

62

.

592

(50)

σόμεθα. Τοσαῦτα ἐσθίειν χρὴ καὶ τοιαῦτα, ἃ θρέψαι ἀρκεῖ· τοιαῦτα ἀμφιέννυσθαι, ἃ σκεπάσαι μόνον ἡμᾶς ὀφείλει καὶ περιστεῖλαι τὴν γύμνωσιν, μηδὲν περιττόν· τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον. Εἶτα ἀπὸ τῶν ἐνταῦθα προτρέπει· Οἱ δὲ
55βουλόμενοι, φησὶ, πλουτεῖν. βʹ. Οὐχ ἁπλῶς εἶπεν, Οἱ πλουτοῦντες, ἀλλ’, Οἱ βου‐ λόμενοι. Ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν, καταφρονοῦντα αὐτῶν, καὶ εἰς πένητας διανέμοντα. Οὐκ ἄρα τοὺς τοιούτους, ἀλλὰ τοὺς ἐπι‐
60θυμοῦντας διαβάλλει. Οἱ δὲ βουλόμενοι, φησὶ,
πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα591

62

.

593

τοῦ διαβόλου καὶ ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώ‐ πους. Καλῶς εἶπε, Βυθίζουσιν, ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ
5πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ἰδοὺ δύο τίθησιν, ἀλλ’ ὃ μᾶλλον αὐτοῖς ἰσχυρότερον εἶναι δοκεῖ, τοῦτο ἐνταῦθα ὕστερον τέθεικε, τὸ, Ὀδύναις
10πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι μαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα ἀξίωμα· πάντες μὲν γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λό‐
15γον μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, μὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν· ἀλλὰ Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ἀμφότερα μετ’ ἐπιτάσεως. Οὐκ εἶπεν, Ἀφίστασο, καὶ πρόσιθι, ἀλλὰ, Φεῦγε, καὶ
20δίωκε δικαιοσύνην, ὥστε μὴ πλεονεκτεῖν. Εὐσέ‐ βειαν, τὴν τῶν δογμάτων· πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει· ἀγάπην, ὑπομονὴν, πραό‐ τητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καὶ ὁ μισθός.
25Εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμο‐ λογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολ‐ λῶν μαρτύρων. Τουτέστι, μὴ καταισχύνῃς τὴν παῤῥησίαν ἐκείνην· τί ἀνόνητα κάμνεις; Ποῖον δὲ πειρασμὸν καὶ παγίδα φησὶν ὑπομένειν τοὺς βουλο‐
30μένους πλουτεῖν; Τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργά‐ ζεται. Καὶ ἐπιθυμίας ἀνοήτους, φησί. Πῶς γὰρ οὐκ ἀνόητος ἐπιθυμία, ὅταν μωροὺς ἔχωσιν, ὅταν νάνους, οὑ φιλανθρωπίας ἕνεκεν, ἀλλὰ τέρψεως; ὅταν ἰχθῦς
35ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσμῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶ αὐτοὺς διακέωνται; Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιμον. Ἐπιθυμίας, φησὶν, ἀνοήτους καὶ
40βλαβεράς. Ποῖαι βλαβεραί; Ὅταν ἐρῶσιν ἔρωτας ἀτό‐ πους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν μέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆς ἑτέρων ἀπωλείας. Πολλοὶ δὲ ἀπὸ τῶν τοιούτων ἐρώτων καὶ τυραννίδι ἐπέθεντο,
45καὶ ἀπώλοντο. Ὄντως ὁ τοιοῦτος κάμνει εἰς ἀνόνητα, μᾶλλον δὲ καὶ βλαβερά. Καὶ καλῶς εἶπεν, Ἀπεπλα‐ νήθησαν ἀπὸ τῆς πίστεως· οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ μικρὸν ὑποκλέ‐

62

.

593

(50)

πτουσα. Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει μὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰς ἣν ἔσπευδεν, ἑλκομένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ μάτην· τοιοῦτόν τι καὶ ἡ φιλαργυρία ἐστί. Καὶ πε‐
55ριέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ὁρᾷς, τῷ Περιέπειραν τί ᾐνίξατο; Ὃ δὲ βούλεται δηλοῦν διὰ τῆς ἐμφάσεως, τοῦτό ἐστιν· ἄκανθαί εἰσιν αἱ ἐπιθυ‐ μίαι, καὶ καθάπερ ἐν ἀκάνθαις, ὅθεν ἄν τις ἅψηται αὐτῶν, ᾕμαξε τὰς χεῖρας καὶ τραύματα ἐργάζεται·
60οὕτω καὶ ἀπὸ τῶν ἐπιθυμιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐμπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβα‐
λεῖ. Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περι‐Column end

62

.

594

παρέντες, εἰπέ μοι; Οὐκ ἔστιν εἰπεῖν. Διὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέ‐ βειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀπὸ γὰρ τῆς ἀγάπης ἡ πραότης. Ἀγωνίζου τὸν
5καλὸν ἀγῶνα. Ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν ἀνδρείαν ἐπαινεῖ· ὅτι μετὰ παῤῥησίας, φησὶν, ἐπὶ πάντων ὡμολόγησας. Ἀναμιμνήσκει δὲ καὶ τῆς κατηχήσεως αὐτόν· Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ
10ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι· πολλὰ γὰρ τὰ σκάνδαλα, πολλὰ τὰ κωλύματα. Διὰ τοῦτο στενὴ καὶ τεθλιμ‐ μένη ἡ ὁδός. Πάντοθεν οὖν χρὴ συνεστράφθαι,
15πάντοθεν χρὴ εὔζωνον εἶναι· μυρίαι πανταχόθεν φαίνονται ἡδοναὶ ἕλκουσαι τῆς ψυχῆς τοὺς ὀφθαλ‐ μοὺς, αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς δόξης, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, καὶ φαί‐
20νονται λαμπρὰς ὄψεις ἔχουσαι καὶ ἐπεράστους, ἱκα‐ νὰς ἐπισπάσασθαι τοὺς ἐπτοημένους, τοὺς μὴ σφό‐ δρα τῆς ἀληθείας ἐρῶντας· αὕτη μὲν γὰρ ἀπεσκλη‐ κυῖά ἐστι, καὶ οὐδὲν ἐπιτερπὲς ἔχουσα. Τί δήποτε; Ὅτι πᾶσαν τὴν ἡδονὴν ἐν τῷ μέλλοντι ὑπισχνεῖται·
25ἐκεῖναι δὲ προτείνουσιν ἤδη τιμὰς, ἡδονὰς, ἀναπαύ‐ σεις οὐκ ἀληθεῖς, ἀλλ’ ἐπικεχρωσμένας. Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ μαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πό‐ νους. Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ μὲν
30μὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώ‐ της συμποσίοις καὶ μέθαις προσανέχειν· οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν· οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πλη‐ γάς· τῇ γὰρ ἐλπίδι τῶν μελλόντων τρέφονται καὶ
35διανίστανται. γʹ. Φύγωμεν τοίνυν τὴν ῥίζαν τῶν κακῶν, καὶ πάντα φευξόμεθα. Ἡ φιλαργυρία, φησὶν, ἐστὶ ῥίζα, Παῦ‐ λος ἐφθέγξατο, μᾶλλον δὲ ὁ Χριστὸς διὰ Παύλου. Ἴδωμεν δὲ τοῦτο πῶς. Καὶ αὐτὴ τῶν πραγμάτων
40μαρτυρεῖ ἡ πεῖρα. Τί γὰρ κακὸν οὐ διὰ τὰ χρήματα, μᾶλλον δὲ οὐ διὰ τὰ χρήματα, ἀλλὰ διὰ τὴν κακὴν προαίρεσιν τῶν οὐκ εἰδότων αὐτοῖς κεχρῆ‐ σθαι; Ἐπεὶ ἐξῆν τοῖς χρήμασιν εἰς δέον κεχρῆσθαι, ἐξῆν καὶ βασιλείαν δι’ αὐτῶν κληρονομεῖν· νυνὶ δὲ
45ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παρα‐ μυθίαν τῶν ἡμαρτημένων ἡμῖν, εἰς εὐδοκίμησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήμεθα κατὰ τῶν ἀθλίων πενήτων, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσμὸν τοῦ Θεοῦ. Τὸν μὲν γὰρ χρήματα

62

.

594

(50)

ἀφείλετό τις, καὶ πενίᾳ περιέβαλεν, ἑαυτὸν δὲ θα‐ νάτῳ· καὶ τοῦτον μὲν ἐνταῦθα τῇ πενίᾳ κατατήκει, ἑαυτὸν δὲ τῇ διηνεκεῖ τιμωρίᾳ. Ἆρα μὴ ἴσον ἐστί; Τί τοίνυν κακὸν οὐ διὰ ταῦτα; οὐχὶ πλεονεξίαι; οὐχ ἁρπαγαί; οὐκ ὀλοφυρμοί; οὐκ ἔχθραι; οὐ μάχαι; οὐ
55φιλονεικίαι; οὐχὶ μέχρι τῶν νεκρῶν τὰς χεῖρας ἐξ‐ έτειναν; οὐχὶ καὶ μέχρι πατέρων καὶ ἀδελφῶν; οὐχὶ φύσεως νόμους, καὶ Θεοῦ προστάγματα, καὶ πάντα ἁπλῶς ἀνέστρεψαν, ὑπὸ τῆς ἐπιθυμίας ἐκείνης κατ‐ εχόμενοι; τὰ δικαστήρια οὐ τούτων ἕνεκεν; Ἄνελε
60τοίνυν τὴν φιλοχρηματίαν, καὶ πέπαυται πόλεμος, πέπαυται μάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ
φιλονεικία. Ὥσπερ λυμεῶνας καὶ λύκους ἐλαύνεσθαι593

62

.

595

τοὺς τοιούτους ἐκ τῆς οἰκουμένης ἐχρῆν. Καθάπερ γὰρ ἀνεμοί τινες ἐναντίοι καὶ σφοδροὶ εἰς γαληνὸν ἐμπνέοντες πέλαγος ἐκ βάθρων αὐτὸ ἀναστρέφουσιν, ὡς καὶ τὴν βύθιον ἄμμον τοῖς ἄνω μίγνυσθαι κύμα‐
5σιν· οὕτως οἱ φιλοχρήματοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐδένα οἶδεν ὁ φιλοχρήματος φίλον· τί δὲ λέγω φίλον; οὐδὲ αὐτὸν τὸν Θεὸν ἐπίσταται· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενος, μέμηνεν. Οὐχ ὁρᾶτε τοὺς Τιτᾶνας ξιφήρεις προϊόντας; Ἐκεῖνα
10μανίας ἐστὶν ὑπόκρισις. Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ’ ἀληθῶς μαινόμενοι καὶ ἐξεστηκότες· κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασμένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ μυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰ πάντων λυττῶσαν, πᾶ‐
15σιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸν μεγάλα βλασφημοῦσαν. Ὑπὸ τούτων πάντα ἀνατέτραπται, πάντα διόλωλεν ἀπὸ τῆς τῶν χρημάτων μανίας. Τίνας γὰρ, τίνας αἰτιά‐
20σομαι, οὐκ οἶδα· οὕτως οὗτος ὁ λοιμὸς πάντας κατ‐ έχει, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, πάντας δὲ ὅμως. Καὶ καθάπερ πυρά τις εἰς ὕλην ἐμπεσοῦσα καταστρέφει πάντα καὶ ἐρημοῖ, οὕτω καὶ αὕτη τὴν οἰκουμένην ἀνέστρεψε· βασιλεῖς,
25ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖ‐ δες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ. Καθάπερ ζόφου τινὸς τὴν οἰκουμένην ἐπιπνέοντος, οὐδεὶς ἀνα‐ νήφει· ἀλλὰ κατηγορίαι μὲν μυρίαι κατὰ πλεον‐ εξίας καὶ ἰδίᾳ καὶ δημοσίᾳ γίνονται, διόρθωσις δὲ
30οὐδαμοῦ. Τί οὖν ἂν γένοιτο; πῶς σβέσομεν τὴν φλόγα; Ἔνεστι γὰρ, κἂν πρὸς αὐτὸν ἀρθῇ τὸν οὐ‐ ρανόν· θελῆσαι δεῖ μόνον, καὶ πάντως περιεσόμεθα τῆς πυρᾶς. Ὥσπερ γὰρ ἀπὸ τοῦ θέλειν ηὐξήθη, οὕτω καὶ ἀπὸ τοῦ θέλειν καθαιρηθήσεται. Οὐχὶ ἡ
35προαίρεσις ἡ ἡμετέρα αὐτὴν ἐποίησεν; Οὐκοῦν δυ‐ νήσεται καὶ ἡ προαίρεσις σβέσαι· μόνον βουληθῶ‐ μεν. Πῶς δὲ τὸ θέλειν ἐγγενήσεται; Ἂν ἴδω‐ μεν αὐτῆς τὸ μάταιον καὶ περιττόν· ὅτι ἐκεῖ ἡμῖν συναπελθεῖν οὐ δυνήσεται, ὅτι καὶ ἐνταῦθα ἡμᾶς
40ἀφίησιν· ὅτι αὐτὴ μὲν ὧδε μένει, τὰ δὲ ἐξ αὐτῆς ἡμῖν τραύματα συναπέρχεται· ἂν ἴδωμεν, ὅτι πολὺς ἐκεῖ πλοῦτός ἐστιν· ἂν πρὸς ἐκεῖνον τοῦτον παρα‐ βάλωμεν, καὶ βορβόρου εὐτελέστερος φανεῖται· ἂν ἴδωμεν, ὅτι μυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσ‐
45καιρον, ὅτι ἡδονὴν ἀναμεμιγμένην ἀθυμίαις· ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώμεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόμεθα τούτου καταφρονεῖν·
ἂν ἴδωμεν, ὅτι οὐδὲν ἡμᾶς ὀνίνησιν, οὐ πρὸς δόξαν, οὐColumn end

62

.

596

πρὸς ὑγείαν, οὐ πρὸς ἄλλο οὐδὲν, ἀλλὰ τοὐναντίον καὶ βυθίζει εἰς ὄλεθρον καὶ ἀπώλειαν· ἂν μάθῃς ὅτι ἐν‐ ταῦθα πλουτεῖς καὶ πολλοὺς ἔχεις ὑπὸ σαυτὸν, ἐκεῖ δὲ ἀπελθὼν, ἔρημος ἀπελεύσῃ καὶ γυμνός. Ἂν ταῦτα ἐπ‐
5ᾴδωμεν συνεχῶς, καὶ παρὰ τῶν ἄλλων ἀκούωμεν, ἴσως ἔσται τις ὑγεία, ἔσται τις ἀπαλλαγὴ τῆς κολάσεως ταύτης τῆς χαλεπῆς. Καλὸν ὁ μαργαρίτης; ἀλλ’ ἐννόησον ὅτι ὕδωρ ἐστὶ θαλάττιον, ὅτι ἐν τοῖς κόλ‐ ποις αὐτῆς τὸ πρότερον ἦν ἐῤῥιμμένος. Καλὸν τὸ
10χρυσίον καὶ τὸ ἀργύριον; ἀλλ’ ἐννόησον, ὅτι γῆ καὶ σποδὸς καὶ ἦν καὶ ἔστι. Καλὰ τὰ σηρικὰ ἱμάτια; ἀλλὰ σκωλήκων ἐστὶν ὕφασμα· ὑπόληψίς ἐστι καὶ πρόλη‐ ψις ἀνθρωπίνη, οὐκ ἐν τῇ φύσει τὸ κάλλος ἔχει. Τὰ γὰρ ἐν τῇ φύσει τὸ κάλλος ἔχοντα οὐ δεῖται τῶν δι‐
15δασκόντων. Σὺ δὲ ἂν ἴδῃς νόμισμα χαλκοῦν ἁπλῶς ἀνακεχρωσμένον χρυσῷ, πρῶτον μὲν θαυμάζεις, χρυσὸν αὐτὸν ὀνομάζων· ὅταν δὲ οἱ περὶ ταῦτα δει‐ νοὶ τὴν ἀπάτην σε διδάξωσι, συνεξῆλθε τὸ θαῦμα μετὰ τῆς ἀπάτης. Ὁρᾷς ὅτι οὐκ ἐν τῇ φύσει ἔχει
20τὸ καλόν; Ἀλλ’ οὐδὲ ὁ ἄργυρος· καὶ γὰρ ἂν ἴδῃς κασσίτερον, θαυμάζεις ὡς ἄργυρον, ὥσπερ τὸν χαλκὸν ὡς χρυσόν· καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυμάζειν. Οὕτως οὐκ ἀρκοῦσιν ἡμῖν οἱ ὀφθαλμοὶ πρὸς τὴν διάγνωσιν. Τὰ δὲ ἄνθη οὐ τοιαῦτα, ἀλλ’
25ἐκείνων βελτίω πολλῷ. Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ’ οἶδας ἀφ’ ἑαυτοῦ τὴν ἀνεμώνην διαιρεῖν καὶ ἴα· οὕτω καὶ κρίνα, καὶ ἕκαστον ἄνθος. Οὐδὲν οὖν ἕτερον ἢ πρόληψις τὸ γινόμενον. Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ
30μοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιμιώτερον νομοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ μετεθήκατε ἂν τὸ θαῦμα καὶ τὸ φίλτρον; οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσμὲν καὶ τῆς ὑπονοίας. Καὶ ὅτι οὕτως ἐστὶ, καὶ τῷ σπανίῳ τιμᾶται, ἀλλ’ οὐ τῇ φύσει· εἰσὶν καρποὶ παρ’ ἡμῖν
35εὐτελεῖς, ἐν δὲ τῇ Καππαδοκῶν χώρᾳ τίμιοι, καὶ τῶν παρ’ ἡμῖν τιμίων πολυτελέστεροι πάλιν ἐν τῇ Σηρῶν χώρᾳ ἕτεροι, ὅθεν τὰ ἱμάτια ταῦτα. Ἐν δὲ τῇ ἀρωματοφόρῳ Ἀραβίᾳ καὶ Ἰνδίᾳ, ἔνθα εἰσὶν οἱ λίθοι, πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. Οὕτω πρόληψίς
40ἐστιν, οὕτως ὑπόνοιά ἐστιν ἀνθρωπίνη τὰ τοιαῦτα· καὶ οὐδὲν κρίσει πράττομεν, ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυ‐ χεν. Ἀνανήψωμεν τοίνυν ποτὲ ἐκ τῆς μέθης ταύτης· ἴδωμεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα ἐπιτύχωμεν τῶν
45ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

595

(49)

ΟΜΙΛΙΑ ΙΗʹ.

62

.

595

(50)

Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦν‐ τος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν κα‐ λὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπι‐ λον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ
55Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βα‐ σιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων,
60οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. αʹ. Πάλιν τὸν Θεὸν μαρτύρεται, πρὸ μικροῦ τοῦτο
ποιήσας, ὁμοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερονColumn end

62

.

596

(50)

καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς, ὡς οὐκ ἀνθρώ‐ πινα τὰ παραγγέλματα, ἵνα ὡς παρ’ αὐτοῦ τοῦ Δε‐ σπότου λαμβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν μάρ‐ τυρα ἐν διανοίᾳ ἔχων ἀφ’ οὗ ἤκουσε, κατασείηται τὴν διάνοιαν τῇ μνήμῃ. Παραγγέλλω σοι, φησὶν,
55ἐνώπιον τοῦ Θεοῦ ζωοποιοῦντος τὰ πάντα. Ἐν‐ ταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις. Καὶ Χριστοῦ Ἰησοῦ, φησὶ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου. Πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή. Ὃ δὲ λέγει,
60τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖνος ἐποίησεν, οὕτω, φησὶ, καὶ ὑμᾶς χρὴ ποιεῖν. Διὰ τοῦτο γὰρ ἐμαρτύρησεν,
ἵνα κατ’ ἴχνος αὐτοῦ βαίνωμεν τὴν καλὴν ὁμολογίαν·595

62

.

597

ὅπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους ποιεῖ λέγων· Ἀφ‐ ορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειω‐ τὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν
5δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε· καὶ πάλιν, Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμνητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Τοῦτο καὶ νῦν ποιεῖ πρὸς τὸν μαθητήν· ὡς ἂν εἰ ἔλεγε, Μὴ δεί‐
10σῃς τὸν θάνατον· Θεοῦ γὰρ εἶ δοῦλος τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν. Ποίαν δὲ λέγει καλὴν ὁμολο‐ γίαν; Ἣν ἀνερωτῶντος Πιλάτου, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἐγὼ εἰς τοῦτο γεγέννημαι, ἔφη. Καὶ πά‐ λιν, Ἐγὼ ἦλθον μαρτυρῆσαι τῇ ἀληθείᾳ. Ἴδε οὗτοί
15μου ἤκουσαν. Ἢ οὖν διὰ τοῦτό φησιν, ἢ ὅτι εἶπεν, ἐρωτώμενος εἰ Υἱὸς Θεοῦ ἐστι, Σὺ λέγεις ὅτι Υἱὸς Θεοῦ εἰμι ἐγώ. Καὶ πολλὰ ἕτερα ἐμαρτύρησε καὶ ὡμολόγησε. Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπι‐ λον καὶ ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ
20Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου. Ἀλλ’ οὐκ εἶπεν οὕ‐ τως, ἀλλὰ, Μέχρι τῆς ἐπιφανείας, εἶπεν, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ. Τί ἐστι, Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον; Μήτε δογμάτων ἕνεκεν, μήτε βίου, κηλῖδά
25τινα προστριψάμενον. Ἣν καιροῖς ἰδίοις δείξει, φη‐ σὶν, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Περὶ τίνος ταῦτα εἴρηται; ἆρα περὶ τοῦ Πατρός;
30ἆρα περὶ τοῦ Υἱοῦ; Περὶ τοῦ Υἱοῦ πάντως. Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνά‐ στης. Καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυ‐ μάζῃ, μὴ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς. Καιροῖς ἰδίοις· τουτέστι, τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις·
35ὥστε μὴ ἀσχάλλειν, ὅτι οὐδέπω γέγονε. Καὶ πόθεν δῆλον ὅτι δείξει; Ἐκ τοῦ εἶναι δυνάστην· μόνος γάρ ἐστι δυνάστης. Οὐκοῦν δείξει ὁ μακάριος, ἡ αὐτομα‐ καριότης. Τοῦτο δὲ λέγει δηλῶν ὅτι οὐδὲν ἐκεῖ λυπη‐ ρὸν, οὐδὲν ἀηδές. Τὸ δὲ, Μόνος, ἢ πρὸς ἀντιδιαστο‐
40λὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον εἴρηκεν· ὃ καὶ ἡμεῖς λέγομεν πολλάκις περὶ ἀνθρώπων, οὓς ἐξαι‐ ρεῖν βουλόμεθα. Ὁ μόνος ἔχων ἀθανασίαν, φησί. Τί οὖν; ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστί; καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί; Φῶς
45οἰκῶν ἀπρόσιτον, φησίν. Ἄλλο τὸ φῶς αὐτὸς, καὶ ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; Ἄπ‐ αγε. Οὐχ ἵνα τοῦτο νοήσωμεν, ἀλλ’ ἵνα τὸ ἀκατάλη‐ πτον τῆς θείας φύσεως παραστήσῃ, φῶς οἰκεῖν αὐτὸν εἶπεν ἀπρόσιτον, οὕτω θεολογήσας ὡς ἦν αὐτῷ δυνα‐

62

.

597

(50)

τόν. Ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθείη ἡ γλῶττα, πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώ‐ πων, φησὶν, οὐδὲ ἰδεῖν δύναται· ὥσπερ οὖν τὸν Υἱὸν οὔτε εἶδέ τις, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Καλῶς ἐθεολόγησεν
55ἐνταῦθα, καὶ ἀναγκαίως. Ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον τὸν μαθητὴν ἐντρέψαι. Τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον δυνάμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τίς ἐστιν. Εἰ τοίνυν τὸ κράτος αὐτοῦ
60αἰώνιον, μὴ δεήσῃς· κἂν νῦν μὴ γένηται, ἀεὶ τιμὴ αὐτῷ, ἀεὶ κράτος αὐτῷ. Τοῖς πλουσίοις ἐν τῷ νῦν
αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Καλῶς εἶπεν,Column end

62

.

598

Ἐν τῷ νῦν αἰῶνι· εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι. Ταῦτα δὲ παραινεῖ, εἰδὼς ὅτι οὐδὲν οὕτω τίκτει τῦφον καὶ ἀπόνοιαν καὶ ἀλαζονείαν, ὡς χρήματα. Εἶτα εὐθέως αὑτοὺς κατέσπακεν, εἰπών·
5Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια· ὡς ὅγε εἰς Θεὸν ἐλπίζων, οὐκ ἐπαί‐ ρεται. Τί ἐλπίζεις ἐπὶ τὸ ἀθρόον μεθιστάμενον; τοῦτο γὰρ ὁ πλοῦτος· καὶ πῶς εἰς ἐκεῖνον ἐλπίζεις ὑπὲρ οὗ θαῤῥῆσαι οὐκ ἔστι; Πῶς δὲ δυνήσονται μὴ ὑψηλοφρο‐
10νεῖν, φησίν; Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος· ἂν ἴδωσιν ὅτι μείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ· ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός. Ἀλλ’ ἐπὶ τῷ Θεῷ, φησὶ, τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυ‐
15σιν. Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ μετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖ‐ νον ζήτει τὸν μένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν
20ἔργων γινόμενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δη‐ λῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις κα‐ λοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς· τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁμιλητι‐ κούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς
25θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεμέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλά‐ βωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγα‐ θῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡμῖν ἀπόλαυσιν προ‐
30ξενῆσαι δύναται. Ὢ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· μηδὲν ἐλαττώσῃς. Ἐκτρεπόμενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως.
35 βʹ. Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶ‐ σις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτη‐ ταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόμενοι, φησὶ,
40περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόμενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή. Διὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστά‐
45ναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώ‐ μεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταμοὶ, οὔτε ἄνεμοι προσπεσόντες δυνή‐ σονταί τι λυμήνασθαι ἡμῖν· ἑστήκαμεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τού‐

62

.

598

(50)

του, ἂν ἐκεῖνον ἑλώμεθα τὸν ὄντως θεμέλιον, ἑστή‐ καμεν πάλιν οὐδὲν πάσχοντες δεινόν. Ὁ τὸν πλοῦτον αἱρούμενος ἐκεῖνον, οὐδὲν πείσεται δεινὸν, ὁ τὴν εὐ‐ δοκίμησιν, ὁ τὴν δόξαν, ὁ τὴν τιμὴν, ὁ τὴν ἡδονήν· πάντα ἐκεῖνα βέβαια, μεταβολὴ οὐδεμία· πάντα τὰ
55ἐνταῦθα ἀλλοιοῦται καὶ ὑπὸ τροπὴν κεῖται, πάντα μεταβάλλεται. Τί γὰρ βούλει; δόξαν; Οὐ συγκατα‐ βήσεται, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολ‐ λάκις δὲ οὐδὲ ζῶντι παραμένει. Ἀλλ’ οὐ τὰ τῆς ἀρε‐ τῆς τοιαῦτα, ἀλλὰ πάντα μένει. Ὁ ἐνταῦθα ἔνδοξος
60ἀπὸ τῆς ἀρχῆς, ἑτέρου τὴν ἀρχὴν διαδεξαμένου, γέ‐ γονεν εὐτελὴς, καὶ τῶν ἀρχομένων εἷς· ὁ πλούσιος, ἢ λῃστῶν ἐπιθεμένων, ἢ συκοφαντῶν καὶ ἐπιβούλων, ἄφνω γέγονε πένης. Ἀλλ’ οὐ τὰ παρ’ ἡμῖν οὕτως· ὁ
σώφρων ἐὰν ἑαυτῷ προσέχῃ, οὐδεὶς αὐτοῦ τὴν σω‐597

62

.

599

φροσύνην ἀφελέσθαι δυνήσεται· τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόμενον ἐργάσεται. Ὅτι γὰρ αὕτη μείζων ἐκείνης ἡ ἀρχὴ, ἀπὸ τῆς ἐξετάσεως μάνθανε. Τί γὰρ ὄφελος, εἰπέ
5μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν; Ποία δὲ βλάβη μηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι; Τοῦτο ἐλευθερία, τοῦτο ἀρχὴ, τοῦτο βασιλεία καὶ δυναστεία· ἐκεῖνα δουλεία, κἂν μυρία τις διαδήματα περικέηται.
10Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος; Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς. Ὥσπερ
15ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόμενος ἐδού‐ λευεν, εἶτα ἐκεῖνοι βουλόμενοι μείζονα δεῖξαι τὴν ἀρχὴν, μήτε τὴν ἁλουργίδα, μήτε τὸ διάδημα ἀφ‐ έλοιντο, ἀλλὰ μετ’ ἐκείνων καὶ ὑδροφορεῖν, καὶ μαγει‐ ρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάτ‐
20τοιεν, ὥστε αὐτοῖς μὲν μείζονα τὴν τιμὴν, ἐκείνῳ δὲ τὴν αἰσχύνην γενέσθαι· οὕτω καὶ νῦν, παντὸς βαρ‐ βάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡμῖν προσφέ‐ ρεται. Ὁ μὲν γὰρ τούτων καταφρονῶν, καὶ τῶν βαρ‐ βάρων καταγελάσεται· ὁ δὲ τούτοις ὑποκύπτων,
25πολλῷ δεινότερα πείσεται, ἢ παρὰ τῶν βαρβάρων. Ὁ βάρβαρος, ὅταν μεγάλα ἰσχύσῃ, τὸ σῶμα αἰκίζε‐ ται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν· ὁ βάρβαρος ὅταν μεγάλα ἰσχύσῃ, θανάτῳ τούτῳ παρέδωκεν, αὗται δὲ τῷ μέλλοντι. Ὥστε μό‐
30νος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων. Οὐδεὶς ἐπιτάττει δεσπότης, κἂν σφόδρα ἀπηνὴς ᾖ, τοιαῦτα ὠμὰ καὶ ἀπηνῆ προστάγματα· Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην,
35πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ’ αὐτῶν. Τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ ἐπι‐ τάγματα. Θῦσόν μοι, φησὶ, μὴ μόσχους, ἀλλὰ ἀνθρώ‐ πους. Καὶ ὁ μὲν προφήτης, Θύσατε, φησὶν, ἀνθρώ‐
40πους· οἱ μόσχοι γὰρ ἐκλελοίπασιν· αὕτη δὲ οὐ τοῦτό φησιν, ἀλλὰ, μόσχων ὄντων, Θῦσον ἀνθρώπους, κατάθυσον τοὺς μηδὲν ἠδικηκότας· κἂν εὐηργετη‐ μένος ᾖς, ἀπόκτεινον. Πάλιν, Ἔσο πολέμιος, κοινὸς
ἐχθρὸς ἁπάντων περιέρχου, καὶ τῆς φύσεως αὐτῆς,Column end

62

.

600

καὶ τοῦ Θεοῦ· σύναγε χρυσίον, οὐχ ἵνα ἀπολαύσῃς, ἀλλ’ ἵνα φυλάξῃς, ἵνα μείζονα ἐργάσῃ τὴν βάσανον. Οὐ γὰρ ἔνι τὸν φιλάργυρον καὶ ἀπολαυστικὸν εἶναι· δέδοικε γὰρ μὴ ἐλαττωθῇ τὸ χρυσίον, μὴ πενιχροὶ
5γένωνται οἱ θησαυροί. Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι’ ὑποψίας, καὶ οἰκέτας καὶ φίλους· ἔσο φύλαξ τῶν ἀλλοτρίων. Ἂν ἴδῃς πένητα λιμῷ φθειρόμενον, μὴ μεταδῷς, ἀλλ’, εἰ δυνατὸν, καὶ τὸ δέρμα αὐτὸν ἀπό‐ δυσον. Ἐπιόρκει, ψεύδου, ὄμνυε, κατηγόρει, συκο‐
10φάντει, κἂν εἰς πῦρ ἐμβῆναι δέῃ, μὴ παραιτήσῃ, κἂν μυρίους ὑποστῆναι θανάτους, κἂν λιμῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ. Ἢ οὐχὶ ταῦτα νομοθετεῖ ἡ φιλαργυρία; Ἰταμὸς ἔσο καὶ ἀναίσχυντος, ἀνειδὴς καὶ θρασὺς, μιαρὸς καὶ μοχθηρὸς, ἀγνώμων,
15ἀναίσθητος, ἄφιλος, ἄσπονδος, ἄστοργος, πατραλοίας, θηρίον μᾶλλον ἢ ἄνθρωπος. Παρέλασον πάντα ὄφιν τῇ πικρίᾳ, πάντα λύκον τῇ ἁρπαγῇ, ὑπέρβηθι καὶ τῆς φύσεως ἐκείνης τὴν θηριωδίαν· κἂν εἰς δαίμο‐ νος ἐλθεῖν κακίαν δέῃ, μὴ παραιτήσῃ· ἀγνόησον τὸν
20εὐεργέτην. Οὐχὶ ταῦτα λέγει, καὶ ἀκούεται; Ὁ δὲ Θεὸς τὰ ἐναντία· Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώμενος, μηδενὶ πρόσκρουε εἰκῆ καὶ μάτην, τίμα τὸν πατέρα, τίμα τὴν μητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο μὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος·
25μηδὲν ἀναίσχυντον εἴπῃς, μηδὲν ψευδὲς, ἀλλὰ μηδὲ ἐννοήσῃς· ἐπικούρει τοῖς δεομένοις, μὴ ἀναγκάζου πράγματα ἔχειν ἁρπάζων, μὴ ἔσο ὑβριστὴς μηδὲ θρασύς· καὶ οὐδεὶς ὁ ἀκούων. Ἆρα οὐ δικαίως ἡ γέεννα; οὐκ εἰκότως τὸ πῦρ; ὁ σκώληξ ὁ ἀτελεύτη‐
30τος; Μέχρι τίνος κατὰ κρημνῶν ὠθοῦμεν ἑαυτούς; μέχρι τίνος ἐπὶ τῶν ἀκανθῶν βαδίζομεν; μέχρι τίνος ἥλοις διαπείρομεν ἑαυτοὺς, καὶ χάριν ἔχομεν; Ὠμοῖς τυράννοις ὑποκείμεθα, τὸν προσηνῆ Δεσπότην παρ‐ αιτούμεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρ‐
35βαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰ πάντα χρήσιμα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡμῖν μεγάλην παρέχοντα. Διαναστῶμέν ποτε, συστρέψωμεν ἑαυ‐ τοὺς, συγκροτήσωμεν, ἀγαπήσωμεν, ὡς δεῖ, τὸν Θεὸν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς
40ἀγαπῶσιν αὑτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.599