TLG 2062 163 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ii ad Thessalonicenses (homiliae 1–5)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ii ad Thessalonicenses (homiliae 1–5)

Citation: Vol — pg — (ln)

62

.

467

(35t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
36tΙΩΑΝΝΟΥ
37tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
38tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
39tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΔΕΥΤΕΡΑΝ.
40ΥΠΟΘΕΣΙΣ. ΟΜΙΛΙΑ Αʹ. αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐ‐
χόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι Οὐ στέ‐Column end

62

.

468

(41)

γομεν, ἀλλ’ ἐν Ἀθήναις κατελείφθημεν μόνοι, καὶ ὅτι Ἔπεμψα Τιμόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐ‐ τούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν ἴσως ἀπελθεῖν, καὶ κατ‐
45αρτίσαι τὰ ὑστερήματα τῆς πίστεως αὐτῶν, τούτου
χάριν τὴν δευτέραν προστίθησιν ἐπιστολὴν, τὸ ἐλλει‐467

62

.

469

φθὲν ἀπὸ τῆς παρουσίας διὰ τῶν γραμμάτων ἀνα‐ πληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχά‐ σασθαι· γράφων γάρ φησιν· Ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
5Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν καιρῶν οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Ὥστε εἰ παρεγένετο, οὐδὲν ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν,
10καθάπερ καὶ ἐν τῇ πρὸς Τιμόθεόν φησιν, ὅτι Ἀνα‐ τρέπουσι τήν τινων πίστιν τινὲς, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι. Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς
15τοὺς πόνους. Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλ‐ θεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας,
20ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε. Τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον, ὅτι ἐνέστηκεν ἡ κρίσις, καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ
25πείσαντες ὡς οὐκ ἔστι λοιπὸν ἀντίδοσις, οὐδὲ δικα‐ στήριον καὶ κόλασις καὶ τιμωρία τοῖς κακῶς πεποιη‐ κόσιν, ἐκείνους τε θρασυτέρους ἐργάσωνται, καὶ τού‐ τους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλε‐ πώτερον, ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλ‐
30λειν, ὡς παρὰ τοῦ Παύλου ταῦτα λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πλάττειν ὡς παρ’ ἐκείνου γραφείσας. Διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησί· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν. Μήτε διὰ πνεύ‐
35ματος, φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος. Πόθεν οὖν εἰσόμεθα, φησί; Διὰ τῆς προσθήκης· διὰ γὰρ τοῦτο προσέθηκεν· Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
40στοῦ μετὰ πάντων ὑμῶν. Οὐ τοῦτό φησιν, ὅτι τοῦτο σημεῖον· τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ’ ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω· καθά‐ περ καὶ νῦν ἐφ’ ἡμῶν ἐστιν· ἀπὸ γὰρ τῆς ὑπογραφῆς δῆλα γίνεται τὰ γράμματα τῶν πεμπόντων. Παρα‐
45καλεῖ δὲ αὐτοὺς σφόδρα τεταριχευμένους ὑπὸ τῶν κακῶν, ἀπό τε τῶν παρόντων ἐγκωμιάζων, ἀπό τε τῶν μελλόντων· καὶ ἀπὸ τῆς κολάσεώς τε καὶ τῆς ἀνταποδόσεως τῶν ἀγαθῶν τῶν ἡτοιμασμένων αὐτοῖς προτρέπων, σαφέστερον ἐπεξέρχεται τῷ τόπῳ, τὸν

62

.

469

(50)

μὲν καιρὸν οὐκ ἀποκαλύπτων αὐτὸν, τὸ δὲ τοῦ καιροῦ σημεῖον, τὸν ἀντίχριστον, δηλῶν. Μάλιστα γὰρ τότε πληροφορεῖται ψυχὴ ἀσθενὴς, οὐκ ἐὰν ἁπλῶς ἀκούσῃ, ἀλλ’ ἐὰν μάθῃ τι πλέον. Καὶ ὁ Χριστὸς δὲ πολλὴν ὑπὲρ τούτου ποιεῖται φροντίδα, ὅτε καθεσθεὶς ἐν
55τῷ ὄρει, πάντα μετὰ ἀκριβείας διελέγετο τοῖς μαθη‐ ταῖς τὰ περὶ τῆς συντελείας. Διὰ τί; Ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδο‐ χρίστους. Καὶ πολλὰ τίθησι καὶ αὐτὸς σημεῖα, ἓν μὲν καὶ μέγιστον, λέγων, ὅταν κηρυχθῇ εἰς πάντα
60τὰ ἔθνη τὸ Εὐαγγέλιον· ἕτερον δὲ, ὥστε μὴ πλανᾶσθαι
περὶ τῆς παρουσίας αὐτοῦ· Ὡς ἀστραπὴ, φησὶν,Column end

62

.

470

ἥξει, οὐκ ἐν γωνίᾳ τινὶ κρυπτομένη, ἀλλὰ παντα‐ χοῦ λάμπουσα· οὐ δεῖται τοῦ μηνύσοντος, οὕτως ἐστὶ λαμπρὰ, ὥσπερ οὐδὲ ἡ ἀστραπὴ δεῖται τοῦ μηνύσοντος. Εἶπε δέ που καὶ περὶ τοῦ ἀντιχρίστου,
5ἡνίκα ἔλεγεν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψε‐ σθε. Καὶ τὰς ἐπαλλήλους δὲ καὶ ἀφάτους συμφορὰς
10τεκμήριον εἶναι τούτου ἔλεγε· καὶ ὅτι Ἠλίαν δεῖ ἐλθεῖν. Ἠπόρουν μὲν οὖν τότε οἱ Θεσσαλονικεῖς ταῦτα, ἡμῖν δὲ χρησίμη γέγονεν ἡ ἐκείνων ἀπορία· οὐ γὰρ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ταῦτα χρήσιμα, ἵνα τῶν μύθων τῶν παιδικῶν καὶ τῶν ληρημάτων τῶν
15γραϊκῶν ἀπαλλαγῶμεν. Ἢ οὐκ ἠκούσατε πολλάκις ἐν παισὶν ὄντες καὶ περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου πολλὰ λεγόντων τινῶν, καὶ περὶ τοῦ κάμπτειν τὰ γόνατα; Ἔτι γὰρ ἁπαλαῖς οὔσαις ταῖς διανοίαις ταῖς ἡμετέραις ἐγκατασπείρει ταῦτα ὁ διάβολος, ἵνα ἡμῖν
20τὸ δόγμα συναυξηθῇ, ἵνα ἀπατῆσαι δυνηθῇ. Οὐκ ἂν οὖν ταῦτα παρῆκεν ὁ Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, εἴ γε χρήσιμα ἦν. Μὴ δὴ ταῦτα ζη‐ τῶμεν. Οὐ γὰρ οὕτως ἥξει κλίνων τὰ γόνατα, ἀλλ’, Ὑπεραιρόμενος ἐπὶ πάντα θεὸν λεγόμενον ἢ σέ‐
25βασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. Καθάπερ γὰρ ὁ διάβολος ἐξ ἀπονοίας ἔπεσεν, οὕτω καὶ ὁ ἐνεργούμενος ὑπ’ αὐτοῦ εἰς ἀπόνοιαν ἀλειφό‐ μενος.
30 βʹ. Διὸ, παρακαλῶ, πάντες σπουδάζωμεν πόῤῥω γε‐ νέσθαι τοῦ πάθους τούτου, ἵνα μὴ τῷ κρίματι τῷ ἐκείνου περιπέσωμεν, ἵνα μὴ τῆς κολάσεως ὑπεύθυνοι γενώμεθα τῆς αὐτῆς, ἵνα μὴ τῇ τιμωρίᾳ κοινωνήσω‐ μεν τῇ αὐτοῦ. Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς
35εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ἄρα ὁ τετυφωμένος τὴν αὐτὴν τῷ διαβόλῳ δίδωσι δίκην. Ἀρχὴ γὰρ, φη‐ σὶν, ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον· ἀρχὴ ἁμαρτίας ὑπερηφανία, πρώτη ὁρμὴ καὶ κίνησις ἐπὶ τὸ κακόν· τάχα μὲν οὖν καὶ ῥίζα καὶ ὑποβάθρα. Ἡ
40γὰρ ἀρχὴ ἢ τὴν πρώτην ὁρμὴν δηλοῖ τὴν ἐπὶ τὸ κα‐ κὸν, ἢ τὴν σύστασιν· ὡς ἂν εἴποι τις, ἀρχὴ σωφρο‐ σύνης τὸ ἀπέχεσθαι θέας ἀτόπου, τουτέστι, πρώτη ὁρμή· ἂν δὲ εἴπωμεν, ἀρχὴ σωφροσύνης νηστεία, τουτέστι, θεμέλιος καὶ σύστημα. Οὕτω καὶ ἁμαρτίας
45ἀρχή ἐστιν ἡ ἀπόνοια· καὶ γὰρ ἀπ’ αὐτῆς ἄρχεται πᾶσα ἁμαρτία, καὶ ὑπ’ αὐτῆς συγκροτεῖται. Ὅτι γὰρ, ὅσα ἂν πράττωμεν ἀγαθὰ, οὐκ ἀφίησιν αὐτὰ ἡ κακία διαμεῖναι καὶ μὴ διαπεσεῖν, ἀλλ’ ὥσπερ ῥίζα τίς ἐστιν, οὐκ ἐῶσα μὴ διασαλευθῆναι, δῆλον ἐκεῖθεν·

62

.

470

(50)

ὅρα πόσα ὁ Φαρισαῖος εἰργάσατο, ἀλλ’ οὐδὲν αὐτὸν ὤνησε· τὴν γὰρ ῥίζαν οὐκ ἐξέκοψεν, ἀλλ’ αὐτὴ τοῖς πᾶσιν ἐλυμήνατο. Ἐξ ἀπονοίας ὑπεροψία πενήτων γίνεται, ἐπιθυμία χρημάτων, ἔρως ἀρχῆς, πόθος δόξης· πρὸς ὕβριν ἀμυντικὸς ὁ τοιοῦτος. Ὁ γὰρ ἀπο‐
55νενοημένος, οὐδὲ παρὰ τῶν μειζόνων, μήτι γε παρὰ τῶν ἐλαττόνων ἀνέχεται ὑβρίζεσθαι· ὁ δὲ μὴ ἀν‐ εχόμενος ὑβρίζεσθαι, οὐδὲ παθεῖν κακῶς ἀνέχεται. Ὅρα πῶς ἀρχὴ ἁμαρτίας ὑπερηφανία. Πῶς δὲ ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον; Εἰκότως· ὁ
60γὰρ εἰδὼς τὸν Θεὸν ὡς εἰδέναι χρὴ, ὁ εἰδὼς ὅτι ὁ469

62

.

471

Υἱὸς τοῦ Θεοῦ τοσοῦτον ἐταπεινοφρόνησεν, οὐκ ἐπαί‐ ρεται· ὁ δὲ ταῦτα μὴ εἰδὼς, ἐπαίρεται· πρὸς ἀπό‐ νοιαν γὰρ ἀλείφει ἡ ὑπερηφανία. Εἰπὲ γάρ μοι, πό‐ θεν οὗτοι οἱ τὴν Ἐκκλησίαν πολεμοῦντές φασιν εἰδέ‐
5ναι τὸν Θεόν; οὐχὶ ἀπὸ ἀπονοίας; Ἰδοὺ τὸ μὴ εἰδέναι τὸν Κύριον, εἰς οἷον κρημνὸν αὐτοὺς ἐνέβαλεν. Εἰ γὰρ πνεῦμα συντετριμμένον ὁ Θεὸς φιλεῖ, ἐκ τοὐναν‐ τίου ὑπερηφάνοις ἀντιτάσσεται, καὶ ταπεινοῖς δίδωσι χάριν. Οὐδὲν οὖν ὑπερηφανίας ἴσον κακόν· δαίμονα
10τὸν ἄνθρωπον ἀπεργάζεται, ὑβριστὴν, βλάσφημον, ἐπίορκον, θανάτων ποιεῖ καὶ φόνων ἐφίεσθαι. Ὁ ὑπερ‐ ήφανος ἀεὶ λύπαις συζῇ, ἀεὶ ἀγανακτεῖ, ἀεὶ ἀλύει· οὐδέν ἐστιν, ὃ τὸ πάθος αὐτοῦ κορέσαι δύναται· κἂν τὸν βασιλέα ἴδῃ ὑποκύπτοντα καὶ προσκυνοῦντα, οὐκ
15ἐκορέσθη, ἀλλὰ μᾶλλον ἐξήφθη. Καθάπερ γὰρ οἱ φιλάργυροι ὅσον ἂν λάβωσι, τοσοῦτον πλειόνων δέονται· οὕτω καὶ οἱ ἀπονενοημένοι, ὅσης ἂν ἀπολαύ‐ σωσι τιμῆς, τοσούτῳ πλείονος ἐπιθυμοῦσιν· αὔξεται γὰρ αὐτοῖς τὸ πάθος (πάθος γάρ ἐστι), πάθος δὲ ὅρον
20οὐκ οἶδεν, ἀλλὰ τότε ἵσταται, ὅταν ἀποκτείνῃ τὸν ἔχοντα. Οὐχ ὁρᾷς τοὺς μεθύοντας, ὅτι ἀεὶ διψῶσι; πάθος γάρ ἐστιν, οὐ φύσεως ἐπιθυμία, ἀλλὰ νόσος τις διεστραμμένη. Οὐχ ὁρᾷς οὓς καλοῦσι βουλιμιῶντας, ὅτι ἀεὶ πεινῶσι; πάθος γάρ ἐστιν, ὥς φασιν ἰατρῶν
25παῖδες, ἐξελθὸν ἤδη τῆς φύσεως τοὺς ὅρους. Οὕτω καὶ οἱ πολυπράγμονες καὶ περίεργοι, ὅσα ἂν μάθωσιν, οὐχ ἵστανται· πάθος γάρ ἐστι, καὶ ὅρον οὐκ ἔχει. Οἱ πορνείαις χαίροντες πάλιν, οὐδὲ αὐτοὶ ἵστανται (Ἀν‐ θρώπῳ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ
30παύσηται, ἕως ἂν καταποθῇ)· πάθος γάρ ἐστιν. Ἀλλὰ πάθη μέν ἐστι ταῦτα, οὐ μέντοι ἀνίατα, ἀλλὰ ἔχοντα ἴασιν, καὶ πολλῷ μᾶλλον, ἢ τὰ σωματικά· ἂν γὰρ θέλωμεν, δυνάμεθα αὐτὰ σβέσαι. Πῶς οὖν ἐστιν ἀπόνοιαν σβέσαι; Τὸν Θεὸν ἐπιγνόντα. Εἰ γὰρ ἀπὸ
35τοῦ μὴ εἰδέναι τὸν Θεὸν γίνεται, ἐὰν γνῶμεν αὐτὸν, ἀπελαύνεται πᾶσα ἀπόνοια. Ἐννόησον τὴν γέενναν, ἐννόησον τοὺς πολλῷ βελτίους σου, ἐννόησον ὅσων ὀφείλεις τῷ Θεῷ δίκας· ἂν ταῦτα ἐννοήσῃς, ταχέως συνέστειλας τὴν διάνοιαν, ταχέως αὐτὴν ἔκαμ‐
40ψας. Ἀλλ’ οὐ δύνασαι ταῦτα ποιῆσαι; ἀσθενέστερος εἶ; Ἐννόησον τὰ παρόντα, αὐτὴν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὐδὲν ἄνθρωπος. Ὅταν ἴδῃς νεκρὸν ἐπ’ ἀγορᾶς φερόμενον, παῖδας ὀρφανοὺς ἀκολουθοῦντας, χήραν
45γυναῖκα κατακοπτομένην, οἰκέτας ὀδυρομένους, φίλους
κατηφιῶντας, λόγισαι τὸ οὐδαμινὸν τῶν παρόντωνColumn end

62

.

472

πραγμάτων, καὶ ὅτι σκιᾶς καὶ ὀνειράτων οὐδὲν δι‐ ενήνοχεν. Ἀλλ’ οὐ βούλει τοῦτο; Ἐννόησον τοὺς πάνυ πλουτοῦντας, τοὺς ἐν πολέμοις ἀπολλυμένους ἁπλῶς· τὰς οἰκίας περισκόπει τὰς τῶν μεγάλων καὶ περιφα‐
5νῶν, καὶ νῦν εἰς ἔδαφος κατενεχθείσας· ἐννόησον πόσα ἴσχυσαν, καὶ νῦν οὐδὲ μνήμη αὐτῶν ὑπολέλει‐ πται. Καθ’ ἑκάστην γὰρ ἡμέραν, εἰ βούλει, εὑρίσκεις τούτων ὑποδείγματα· διαδοχὰς ἀρχόντων, δημεύσεις πλουτούντων. Πολλοὶ τύραννοι ἐκάθισαν ἐπ’ ἐδά‐
10φους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ταῦτα οὐχὶ καθ’ ἑκάστην ἡμέραν γίνεται; οὐχὶ τροχῷ τινὶ τὰ ἡμέτερα ἔοικεν; Ἀνάγνωθι, εἰ βούλει, καὶ τὰ παρ’ ἡμῖν, καὶ τὰ ἔξωθεν (καὶ γὰρ καὶ ἐκεῖνα γέμει τούτων τῶν παραδειγμάτων), εἰ τῶν ἡμετέρων καταφρονεῖς
15ἐξ ἀπονίας· εἰ τὰ τῶν φιλοσόφων θαυμάζεις, κἂν τούτοις πρόσιθι· ἐκεῖνοί σε διδάξουσι, συμφορὰς πα‐ λαιὰς διηγούμενοι, καὶ ποιηταὶ, καὶ ῥήτορες, καὶ σοφισταὶ, καὶ λογογράφοι πάντες. Πάντοθεν εὑρίσκεις, εἰ βούλει, τὰ ὑποδείγματα. Εἰ δὲ μηδὲν τούτων θέλεις,
20αὐτὴν ἀναλόγισαι τὴν φύσιν τὴν ἡμετέραν, πόθεν συν‐ έστηκε, καὶ ποῦ τελευτᾷ· ἐννόησον, ὅταν καθεύδῃς, τίνος ἄξιος εἶ· οὐχὶ καὶ τὸ μικρόν σε θηρίον ἀνελεῖν δυνήσεται; Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν,
25ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε. Τί δέ; οὐχὶ πάντων ἐλάττων εἶ τῶν θηρίων; Ἀλλὰ τί λέγεις; ὅτι λόγῳ κρατεῖς; Ἀλλ’ ἰδοὺ λόγον οὐκ ἔχεις ἀλογίας γὰρ ἡ ὑπερηφανία τεκμήριον. Ἐπὶ τίνι δὲ μέγα φρο‐ νεῖς, εἰπέ μοι; ὅλως ἐπὶ εὐεξίᾳ σώματος; Ἀλλὰ παρὰ
30τοῖς ἀλόγοις τὰ νικητήρια. Τοῦτο καὶ παρὰ λῃσταῖς καὶ ἀνδροφόνοις καὶ τυμβωρύχοις. Ἀλλ’ ἐπὶ συνέσει; Ἀλλ’ οὐκ ἔστι συνέσεως τὸ μέγα φρονεῖν· τούτῳ μὲν οὖν πρώτῳ σαυτὸν ἀποστερεῖς τοῦ γενέσθαι συνετός. Καταστείλωμεν ἡμῶν τὰ φρονήματα, γενώμεθα μέ‐
35τριοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς· τοὺς τοιούτους γὰρ πρὸ πάντων καὶ ὁ Χριστὸς ἐμακάρισε λέγων· Μα‐ κάριοι οἱ πτωχοὶ τῷ πνεύματι· καὶ πάλιν ἐβόα λέ‐ γων, Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Διὰ τοῦτο τοὺς πόδας ἔνιψε τῶν μαθητῶν,
40ὑπόδειγμα παρέχων τῆς ταπεινοφροσύνης ἡμῖν. Ἀπὸ τούτων ἁπάντων κερδᾶναι σπουδάσωμεν, ἵνα δυ‐ νηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρω‐
πίᾳ.Column end

62

.

471

(47)

ΟΜΙΛΙΑ Βʹ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλη‐ σίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ

62

.

471

(50)

Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ μηχανῶνται, ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς
55αὐτῶν μείζοσι χάριν τινὰ σχεῖν· καὶ μέγα τίθενται τοῦτο, καὶ μακαρίους ἑαυτοὺς εἶναι νομίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζομένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώ‐ ποις χάριτος τυχεῖν τοσοῦτον μέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο; Διὰ τοῦτο ἀεὶ τοῦτο
60προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχε‐Column end

62

.

472

(48)

ται, εἰδὼς ὅτι ἂν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται.

62

.

472

(50)

Καὶ ἵνα μάθητε, ὁ Ἰωσὴφ δοῦλος ἦν, νέος, ἄπειρος, ἄπλαστος, καὶ ἐνεχειρίσθη ἀθρόον οἰκίας προστασίαν, καὶ ἀνδρὶ Αἰγυπτίῳ παρεῖχεν εὐθύνας. Ἴστε δέ πως ἀκρόχολον ἐκεῖνο τὸ ἔθνος καὶ ἀσύγγνωστον· ὅταν δὲ καὶ ἀρχὴ προσῇ καὶ ἐξουσία, μείζων ὁ θυμὸς ὑπὸ τῆς
55ἐξουσίας αἰρόμενος. Δῆλον δὲ τοῦτο καὶ ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τῆς γὰρ δεσποίνης κατηγορούσης, ἠνείχετο· καίτοι γε οὐ τῶν τὰ ἱμάτια κατεχόντων ἦν τὸ βιάζεσθαι, ἀλλὰ τοῦ ἀποδεδυμένου. Ἐχρῆν γὰρ εἰπεῖν, ὅτι εἰ ἦρες τὴν φωνήν σου, ἔφυγεν ἂν, καὶ
60εἰ συνῄδει ἑαυτῷ, οὐκ ἂν περιέμεινε τοῦ δεσπό‐471

62

.

473

του τὴν παρουσίαν. Ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον ἐν‐ ενόησεν ἐκεῖνος, ἀλλ’ ἀλόγως τῷ θυμῷ τὸ πᾶν ἐπι‐ τρέψας, εἰς δεσμωτήριον ἐνέβαλεν· οὕτως ἀλό‐ γιστός τις ἦν. Καίτοι γε ἐνῆν καὶ ἀπὸ τῶν ἄλλων
5στοχάσασθαι τοῦ ἀνδρὸς τὴν εὔνοιαν, τὴν σύνεσιν· ἀλλ’ ὅμως ἐπειδὴ σφόδρα ἄλογος ἦν, οὐδὲν τοιοῦτον ἐλογίσατο. Ὁ τοίνυν καὶ πρὸς δεσπότην ἔχων τοιοῦ‐ τον μοχθηρὸν καὶ διακονίαν ἐμπεπιστευμένος οἰκίας ὁλοκλήρου, καὶ ξένος καὶ ἔρημος καὶ ἄπειρος, ἐπειδὴ
10ὁ Θεὸς αὐτοῦ κατεσκέδασε χάριν πολλὴν, ὡς οὐδὲν ὄν‐ τας τοὺς πειρασμοὺς, οὕτω πάντα παρῆλθε, καὶ δεσποίνης συκοφαντίαν, καὶ κίνδυνον θανάτου, καὶ δεσμωτήριον, καὶ τελευταῖον ἐπὶ τὸν θρόνον ἦλθε τὸν βασιλικόν. Εἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ
15ἡ χάρις· καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Καὶ ἕτερον δέ τι κατασκευάζει· βουλόμενος γὰρ αὐτὸς πρὸς τὰ μέλλοντα τῆς ἐπιστολῆς εὐγνώμονας κατα‐ στῆσαι· ἵνα, κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάν‐
20των τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρ‐ δίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χά‐ ριτος, ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν· καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν·
25Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον κατ‐ αλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφεί‐
30λομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, κα‐ θὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλομεν, δίδωσιν αὐτοῖς συλλο‐ γίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑμετέ‐ ρων κατορθωμάτων οὐχ ὑμᾶς πρῶτον θαυμάζουσιν,
35ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμᾶς. Ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πά‐ σχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ’ εὐχα‐ ριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, τί πείσονται οἱ μὴ μόνον
40μὴ εὐχαριστοῦντες, ἀλλὰ καὶ τηκόμενοι; Ὅτι ὑπερ‐ αυξάνει ἡ πίστις ἡμῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς; ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν. Μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι,
45καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ καὶ ἄνεμοι προσαράσσωσιν, ὅταν ὑετοὶ καταῤῥη‐ γνύωνται, ὅταν αἴρηται πάντοθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώ‐ μεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ’ ἢ τοῦ

62

.

473

(50)

αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν γε‐ νέσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ πάντα μὲν τὰ λιθώδη καὶ ταπεινὰ ἀπεκρύβη ταχέως, ὅσα δὲ ἦν ὑπεράνω, οὐκ ἐφικνεῖτο αὐτῶν· οὕτω καὶ ἡ πίστις ὑψηλὴ γενομένη, οὐκέτι κατασπᾶται. Διὰ
55τοῦτο οὐκ εἶπεν, αὐξάνει, ἀλλ’, Ὑπεραυξάνει ἡ πί‐ στις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Ὁρᾷς ὅτι καὶ τοῦτο πρὸς τὰς θλίψεις συμβάλλεται, τὸ συμπεφράχθαι, τὸ ἀλλήλων ἔχεσθαι; Ἀπὸ τούτου καὶ παράκλησις
60ἐγίνετο πολλή. Τὴν μὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶColumn end

62

.

474

πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυ‐ ροτέραν ποιοῦσιν. Ἡ μὲν γὰρ ἐν ὀδύνῃ ψυχὴ, ὅταν ἀσθενὴς ᾖ, οὐδὲν ἂν πρόσθοιτο, ἡ δὲ ἰσχυρὰ καὶ τότε μάλιστα. Καὶ ὅρα ἀγάπην· οὐ τὸν μὲν ἠγάπων,
5τὸν δὲ οὒ, ἀλλ’ ἴση ἦν παρὰ πάντων· τοῦτο γὰρ ᾐνί‐ ξατο τῷ εἰπεῖν, Ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὅτι ἰσόῤῥοπός τίς ἐστιν, ὥσπερ ἑνὸς σώματος. Ἐπεὶ καὶ νῦν εὑρίσκομεν ἀγάπην οὖσαν παρὰ πολλοῖς, ἀλλὰ ταύτην τὴν ἀγάπην διαστάσεως
10αἰτίαν γινομένην. Ὅταν γὰρ κατὰ δύο καὶ τρεῖς ὦμεν συνημμένοι, καὶ οἱ μὲν δύο πρὸς ἀλλήλους σφόδρα ὦσι συνδεδεμένοι, ἢ τρεῖς ἢ τέσσαρες, τῶν δὲ λοιπῶν ἑαυτοὺς ἀφέλκωσι, τῷ πρὸς ἐκείνους ἔχειν καταφυγεῖν καὶ ἐκείνοις πάντα θαῤῥεῖν, τοῦτο
15διάστασις ἀγάπης ἐστὶν, οὐκ ἀγάπη. Εἰπὲ γάρ μοι· εἰ ὁ ὀφθαλμὸς τὴν πρόνοιαν, ἣν ὑπὲρ τοῦ παντὸς σώματος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτὸν ἀποστρέψας μελῶν, ἐκείνῃ μόνῃ προσ‐ έχοι, οὐχὶ τῷ παντὶ λυμαίνεται; Εἰκότως. Οὕτω καὶ
20ἡμεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωμεν, καὶ ἡμῖν αὐτοῖς κἀκείνοις καὶ τῷ παντὶ λυμαινόμεθα. Ταῦτα γὰρ οὐκ ἀγάπης ἐστὶν, ἀλλὰ διαστάσεως σχίσματα, καὶ ῥήγματα δι‐
25εσπασμένα. Ἐπεὶ κἂν ἀπὸ τοῦ παντὸς ἀνθρώπου ἀπο‐ σπάσας λάβω μέρος, αὐτὸ μὲν οὖν τὸ σχίσμα ἑαυτῷ ἥνωται, καὶ ἔστι συνεχὲς καὶ συγκεκολλημένον· πλὴν καὶ οὕτω σχίσμα ἐστὶν, ἐπειδὴ τῷ λοιπῷ οὐχ ἥνωται σώματι.
30 βʹ. Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς; Ἀν‐ θρωπίνη ἐστὶν ἡ ἀγάπη· εἰ δὲ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ διὰ τὸν Θεὸν φιλεῖς, πάντας φίλει· ὁ γὰρ Θεὸς οὕτως ἐπέταξε καὶ τοὺς ἐχθροὺς φιλεῖν. Εἰ δὲ τοὺς ἐχθροὺς ἐπέταξε φιλεῖν, πόσῳ μᾶλλον τοὺς οὐδὲν
35λελυπηκότας; Ἀλλὰ φιλῶ, φησίν. Ἀλλ’ οὐχ οὕ‐ τω· μᾶλλον δὲ οὐδὲ φιλεῖς· ὅταν γὰρ κακηγορῇς, ὅταν φθονῇς, ὅταν ἐπιβουλεύῃς, πῶς φιλεῖς; Ἀλλ’ οὐδὲν τούτων ποιῶ, φησίν. Ἀλλ’ ὅταν ἀκούοντος κακῶς, μὴ ἐμφράττῃς τὸ στόμα τοῦ λέγοντος, μὴ
40ἀπιστῇς τοῖς λεγομένοις; μὴ καταστέλλῃς, ποίας ταῦτα φιλίας τεκμήριον; Καὶ πλεονάζει, φησὶν, ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλή‐ λους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν γοῦν τῇ προ‐
45τέρᾳ ἐπιστολῇ τὰς Ἐκκλησίας φησὶν ἁπάσας τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐξηχεῖσθαι μαθούσας τὰ κατὰ τὴν πίστιν αὐτῶν· Ὥστε, φησὶ, μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγ‐ γέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς·

62

.

474

(50)

ἐνταῦθα δέ φησιν, Ὥστε ὑμᾶς καυχᾶσθαι. Τί δήποτ’ οὖν ἐστι τὸ εἰρημένον; Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς παρ’ ὑμῶν· ἐνταῦθα δὲ οὐκ εἶπεν, ὅτι διδάσκομεν αὐτοὺς, ἀλλὰ, καυχώμεθα καὶ σεμνυνόμεθα. Εἰ τοίνυν ἡμεῖς ἐφ’ ὑμῖν καὶ εὐχαρι‐
55στοῦμεν τῷ Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ἡμετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Εἰ γὰρ ἑτέροις καυχήματός ἐστιν ἄξια τὰ κατορθώματα ὑμῶν, πῶς ἡμῖν θρήνων; Οὐκ ἔστιν εἰπεῖν· Ὥστε ἡμᾶς αὐτοὺς, φησὶν, ἐν ὑμῖν
60καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. Ἐνταῦθα δείκνυσι καὶ πολὺν παρελθόντα χρόνον· ἡ γὰρ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ, οὐκ ἐν δύο καὶ
τρισὶν ἡμέραις. Οὐχ ἁπλῶς δέ φησιν ὑπομονήν.473

62

.

475

Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν, ὑπομονῆς ἐστι· νῦν δὲ καὶ μείζονα λέγει ὑπομονήν. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν δι‐ ωγμῶν. Ὅτι δὲ ταύτην αἰνίττεται, δῆλον ἐξ ὧν ἐπ‐
5άγει καὶ λέγει· Ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Πολεμίοις γὰρ συνέζων διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤ‐ ῥὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυντο. Αἰ‐ σχυνέσθωσαν ὅσοι διὰ προστασίαν ἀνθρώπων εἰς δόγ‐
10ματα μεθίστανται. Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγ‐ ματος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθημερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευομένους καὶ πρώτους τῆς πόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασι‐ λέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεμον
15ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο. Ἔν‐ δειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραμυθίαν. Εἶπεν, ὅτι Εὐχαρι‐ στοῦμεν τῷ Θεῷ, εἶπεν, ὅτι Καυχώμεθα παρὰ ἀνθρώ‐ ποις. Καλὰ μὲν οὖν καὶ ταῦτα· ἀλλ’ ὃ μάλιστα ζητεῖ
20ὁ ὀδυνώμενος, τοῦτό ἐστιν, ἀπαλλαγὴν τῶν κακῶν, καὶ τιμωρίαν τῶν κακῶς αὐτοὺς διατιθέντων. Ὅταν γὰρ ἀσθενὴς ᾖ ἡ ψυχὴ, ταῦτα μάλιστα ἐπι‐ ζητεῖ· ἡ γὰρ φιλόσοφος, οὐδὲ τοῦτο. Τί οὖν ἐστιν ὅ φησιν, Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ;
25Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡς ἂν εἰ ἔλεγεν· ἵν’, ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δεικνύηται τὸ δίκαιον τοῦ Θεοῦ. Ἅμα αὐτοὺς καὶ παραμυθεῖται, δεικνὺς ὅτι ἀπὸ τῶν οἰκείων
30πόνων καὶ τῶν ἱδρώτων καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται. Ἀλλὰ πρότερον τίθησι τὸ αὐτῶν. Εἰ γὰρ καὶ σφόδρα ἐπιθυμεῖ τις τὴν ἐκδι‐ κίαν, ἀλλὰ πρότερον τῶν ἐπάθλων ὀρέγεται. Διὰ τοῦτο καὶ ἐπάγει λέγων· Εἰς τὸ καταξιωθῆναι
35ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πά‐ σχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ’ ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι. Διὰ πολλῶν γὰρ θλίψεων, φησὶ, δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασι‐
40λείαν τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ ἀντ‐ αποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, ἐν τῇ ἀπο‐ καλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ, εἴπερ, ἐνταῦθα ἀντὶ
45τοῦ, ἐπεὶ, κεῖται· ὅπερ ἐπὶ τῶν σφόδρα ὁμολογου‐ μένων καὶ ἡμεῖς τίθεμεν καὶ ἀναντιῤῥήτων· ἀντὶ τοῦ, σφόδρα δίκαιον. Εἰ δίκαιόν ἐστι, φησὶ, παρὰ Θεῷ τούτους ἀμύνασθαι, πάντως ἀμυνεῖται· ὡς ἂν εἰ ἔλεγεν· εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, εἰ

62

.

475

(50)

φροντίζει ὁ Θεός. Οὕτω καὶ αὐτὸς τίθησι τὸ εἴπερ τοῦτο, ὡς ἐπὶ ὡμολογημένων· ὡς εἰ ἔλεγέ τις· εἰ μισεῖ τοὺς πονηροὺς ὁ Θεός· διὰ τοῦτο λέγων οὕτως, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν, ὅτι μισεῖ· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν· ὡς καὶ
55αὐτῶν ἐκείνων εἰδότων, ὅτι δίκαιόν ἐστιν. Εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ τῷ Θεῷ. Ἀνταποδοῦναι, φησὶ, τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις μεθ’ ἡμῶν ἄνεσιν.
60 γʹ. Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; Οὐδαμῶς· ἀλλ’ ὅρα διὰ τῶν ἑξῆς πῶς δείκνυσι σφοδροτέραν οὖσαν, καὶ
τὴν ἄνεσιν πολλῷ μείζονα. Ἰδοὺ καὶ ἑτέρα παράκλη‐Column end

62

.

476

σις· τοὺς κοινωνοὺς γὰρ τῶν θλίψεων καὶ ἐν τῇ ἀντ‐ αποδόσει κοινωνοὺς ἔχειν φησί (τοῦτο γάρ ἐστι τὸ, Μεθ’ ἡμῶν)· συνάπτων αὐτοὺς ἐν τοῖς στεφάνοις, τοῖς τὰ μυρία κατωρθωκόσι καὶ μείζονα. Εἶτα καὶ τὸν
5καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μονονουχὶ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παρ‐ ιστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελι‐ κὴν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν μετ’ αὐτοῦ
10πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦ‐ σαι μικρόν. Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰη‐ σοῦ ἀπ’ οὐρανοῦ μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι
15Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούοντες διδόασι τιμωρίαν, οἱ καὶ μετὰ τοῦ μὴ ὑπακοῦσαι θλίβοντες ὑμᾶς, τί οὐ πείσονται; Θέα δέ μοι σύνεσιν· οὐκ εἶπεν ἐνταῦθα, τοῖς θλίβουσιν
20ὑμᾶς, ἀλλὰ, Τοῖς μὴ ὑπακούουσιν. Ὥστε εἰ καὶ μὴ δι’ ὑμᾶς, δι’ ἑαυτὸν ἀνάγκη, φησὶ, τιμωρήσασθαι αὐτούς. Τοῦτο μὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι. Τὸ μὲν οὖν πιστεῦ‐
25σαι ἡ ὑπὲρ τῆς τιμωρίας πληροφορία ποιεῖ· τὸ δὲ ἡσθῆναι, ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταῦτα πάσχουσι. Ταῦτα εἴρηται μὲν πρὸς ἐκείνους. ἁρμόζει δὲ καὶ ἡμῖν. Ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα.
30 Μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ’ ὡς αὐτοὶ τοιαύτης ἀπαλλαττόμενοι κολάσεως καὶ τιμωρίας. Τί γὰρ ἡμῖν ὄφελος, ὅταν ἕτεροι κο‐ λασθῶσι; Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν. Ὁ
35μὲν γὰρ σφόδρα ἐνάρετος οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται, ἀλλὰ δι’ αὐτὸν τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡμεῖς ἐννοῶμεν τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν καὶ παιδαγωγῶμεν, οὕτως
40ἑαυτοὺς ἐνάγωμεν πρὸς τὰ πρακτέα. Ὅταν ἴδῃς τι χρηστὸν καὶ μέγα ἐν τῷ παρόντι βίῳ, ἐννόησον τὴν βασιλείαν, καὶ οὐδὲν αὐτὸ νομίσεις· ὅταν φοβερὸν, ἐννόησον τὴν γέενναν, καὶ καταγελάσεις· ὅταν ὑπὸ ἐπιθυμίας κατέχῃ σωματικῆς, λογίζου τὸ πῦρ, λογί‐
45ζου καὶ αὐτῆς τῆς ἁμαρτίας τὴν ἡδονὴν, ὅτι οὐδενός ἐστιν ἀξία, ὅτι οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειμένων νόμων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν ἡμᾶς τῶν πονηρῶν πράξεων, πολλῷ μᾶλλον ἡ μνήμη τῶν μελλόντων, ἡ τιμωρία

62

.

476

(50)

ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; Πόθεν οὖν δυνάμεθα τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωμεν. Εἰ γὰρ νεκρὸς ὁρώμενος
55μόνον οὕτως ἡμῶν συστέλλει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ γέεννα καὶ τὸ πῦρ τὸ ἄσβεστον; πόσῳ μᾶλ‐ λον ὁ σκώληξ ὁ ἀτελεύτητος; Ἂν τὴν γέενναν ἀεὶ ἀναλογιζώμεθα, οὐ ταχέως εἰς αὐτὴν ἐμπεσούμεθα. Διὰ τοῦτο ἠπείλησε κόλασιν ὁ Θεός· ὡς εἰ μὴ εἶχέ
60τι μέγα κέρδος τὸ λογίζεσθαι, οὐκ ἂν αὐτὴν ἠπείλη‐ σεν ἤδη ὁ Θεός· ἀλλ’ ἐπειδὴ ἰσχύει ἡ μνήμη αὐτῆς μεγάλα κατορθῶσαι, διὰ τοῦτο, καθάπερ τι φάρμα‐ κον σωτήριον, τὴν ἀπειλὴν αὐτῆς ἐγκατέθετο ἡμῶν
ταῖς ψυχαῖς. Μὴ δὴ παρορῶμεν τὸ τοσοῦτον κέρδος475

62

.

477

τὸ ἐντεῦθεν τικτόμενον, ἀλλὰ ταύτην συνεχῶς στρέ‐ φωμεν, ἐν ἀρίστοις, ἐν δείπνοις. Ἡ μὲν γὰρ τῶν ἡδέων διάλεξις οὐδὲν τὴν ψυχὴν ὠφελεῖ, ἀλλ’ ἀτο‐ νωτέραν ἐργάζεται· ἡ δὲ τῶν λυπηρῶν καὶ σκυθρω‐
5πῶν πᾶν αὐτῆς περικόπτει τὸ διακεχυμένον καὶ διαῤ‐ ῥέον, καὶ ἐπιστρέφει καὶ συστέλλει διαλελυμένην αὐτήν. Ὁ περὶ θεάτρων καὶ μίμων διαλεγόμενος, οὐδὲν αὐτὴν ὤνησεν, ἀλλὰ καὶ μᾶλλον ἐξέκαυσε καὶ προ‐
10πετεστέραν εἰργάσατο· ὁ τὰ ἀλλότρια μεριμνῶν καὶ πολυπραγμονῶν, πολλάκις αὐτῇ καὶ κινδύνους ἐκ τῆς περιεργίας ταύτης προσετρίψατο. Ὁ μέντοι περὶ γεέννης διαλεγόμενος οὔτε κίνδυνον ἕξει τινὰ, καὶ σωφρονεστέραν ἐργάζεται. Ἀλλὰ δέδοικας τὸ φορτι‐
15κὸν τῶν ῥημάτων; Μὴ γὰρ, ἂν σιγήσῃς, τὴν γέεν‐ ναν ἔσβεσας; μὴ γὰρ, ἂν εἴπῃς, ἀνῆψας; Ἄν τε εἴ‐ πῃς, ἄν τε μὴ εἴπῃς, ἀναβράσεται τὸ πῦρ. Λεγέσθω συνεχῶς περὶ αὐτῆς, ἵνα μηδέποτε ἐμπέσῃς εἰς αὐ‐ τήν. Οὐκ ἔστι ψυχὴν μεριμνῶσαν περὶ γεέννης ἁμαρ‐
20τεῖν ταχέως· ἄκουε γὰρ τῆς ἀρίστης παραινέσεως· Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν μὴ ὀκνηρὰν εἶναι περὶ τὰ πλημμελή‐ ματα· φόβος γὰρ ἐνακμάζων διανοίᾳ, οὐδὲν ἀφίησι
25κοσμικὸν εἶναι ἐν αὐτῇ. Εἰ γὰρ λόγος περὶ αὐτῆς κι‐ νούμενος οὕτω ταπεινοῖ καὶ συστέλλει, λογισμὸς δια‐ παντὸς ἐνοικῶν ταῖς ψυχαῖς οὐχὶ παντὸς πυρὸς μᾶλ‐ λον ἐκκαθαίρει ψυχήν; Βασιλείας μὴ οὕτω μνημο‐ νεύωμεν, ὡς γεέννης· μᾶλλον γὰρ ὁ φόβος ἰσχύει τῆς
30ἐπαγγελίας· καὶ οἶδα ὅτι πολλοὶ κατεφρόνησαν ἂν μυρίων ἀγαθῶν, εἰ τῆς κολάσεως ἦσαν ἀπηλλαγμέ‐ νοι· ὅπου γε καὶ νῦν ἐμοὶ ἀρκεῖ τὸ μὴ τιμωρηθῆναι, τὸ μὴ κολασθῆναι. Οὐδεὶς τῶν γέενναν ἐχόντων πρὸ ὀφθαλμῶν, εἰς γέενναν ἐμπεσεῖται· οὐδεὶς τῶν κατα‐
35φρονούντων γεέννης ἐκφεύξεται γέενναν. Καθάπερ γὰρ παρ’ ἡμῖν οἱ μὲν δεδοικότες τὰ δικαστήρια, οὐχ ἁλώσονται δικαστηρίοις, οἱ δὲ καταφρονοῦντες, ἐκεῖνοι μάλιστά εἰσιν οἱ περιπίπτοντες· οὕτω κἀκεῖ. Εἰ μὴ ἔδεισαν τὴν καταστροφὴν οἱ Νινευῖται, κατ‐
40εστράφησαν ἄν· ἐπειδὴ δὲ ἔδεισαν, οὐ κατεστράφησαν. Εἰ ἔδεισαν ἐπὶ τοῦ Νῶε τὸν κατακλυσμὸν, οὐκ ἂν κατεκλύσθησαν· καὶ οἱ Σοδομῖται εἰ ἔδεισαν, οὐκ ἂν κατεκαύθησαν. Μέγα κακὸν τὸ καταφρονεῖν ἀπειλῆς· ὁ καταφρονῶν ἀπειλῆς, ταχέως τῆς διὰ τῶν πραγμά‐
45των αἰσθήσεται πείρας. Οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ περὶ γεέννης διαλέγεσθαι· ἀργύρου παντὸς καθαρω‐ τέρας ἡμῖν ἐργάζεται τὰς ψυχάς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος, ὅτι Τὰ κρίματά σου ἐνώπιόν μού ἐστι διαπαντός. Καὶ ὁ Χριστὸς δὲ συνεχῶς

62

.

477

(50)

περὶ αὐτῆς διαλέγεται. Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροα‐ τὴν, ἀλλ’ ὠφελεῖ τὰ μέγιστα. δʹ. Τοιαῦτα γὰρ τὰ ὠφελοῦντα πάντα· καὶ μὴ θαυμά‐ σῃς· καὶ γὰρ φάρμακα καὶ σιτία πρότερον λυποῦντα τὸν ἀσθενοῦντα, τότε τὴν ὠφέλειαν ἐπάγει. Εἰ δὲ ῥη‐
55μάτων οὐκ ἀνεχόμεθα βαρύτητος, εὔδηλον, ὅτι τῆς διὰ τῶν πραγμάτων θλίψεως οὐκ ἀνεξόμεθα· εἰ τῶν περὶ γεέννης οὐδεὶς ἀνέχεται λόγων, εὔδηλον ὅτι, εἰ διωγμὸς κατέλαβε, πρὸς πῦρ, πρὸς σίδηρον οὐδεὶς ἂν ἔστη ποτέ. Γυμνάσωμεν τὴν ἀκοὴν ἡμῶν μὴ μαλακί‐
60ζεσθαι· ἀπὸ τούτου γὰρ καὶ ἐπὶ τὰ πράγματα ἥξομεν. Ἂν ἐθισθῶμεν ἀκούειν φοβερὰ, ἐθισθησόμεθα καὶ ὑπομένειν φοβερά· ἂν δὲ οὕτως ὦμεν διαλελυμένοι,
ὡς μηδὲ ῥήματα φέρειν, πότε πρὸς τὰ πράγματαColumn end

62

.

478

στησόμεθα; Ὁρᾷς πῶς καταφρονεῖ τῶν ἐνταῦθα πάν‐ των, καὶ τῶν ἐπαλλήλων κινδύνων ὁ μακάριος Παῦ‐ λος; Διὰ τί; Ὅτι μεμελετήκει καὶ γεέννης καταφρο‐ νεῖν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων. Ἐκεῖνος οὐδὲ τὴν
5πεῖραν τῆς γεέννης ἡγεῖτό τι εἶναι διὰ τὸν τοῦ Χρι‐ στοῦ πόθον· ἡμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων οὐδὲ τῶν περὶ αὐτῆς λόγων ἀνεχόμεθα. Νῦν μὲν οὖν ὀλίγα ἀκούσαντες ἀπέρχεσθε· δέομαι δὲ ὑμῶν, εἴ τίς ἐστιν ἐν ὑμῖν ἀγάπη, διαπαντὸς τοὺς περὶ τούτων στρέφειν
10λόγους. Οὐδὲν βλάψαι δυνήσονται, κἂν μὴ ὠφελή‐ σωσι· πάντως δὲ καὶ ὠφελήσουσι· πρὸς γὰρ τὰς δια‐ λέξεις καὶ ἡ ψυχὴ ποιοῦται. Φθείρουσι, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκοῦν ὠφελοῦσιν ὁμιλίαι ἀγαθαί· οὐκοῦν καὶ σωφρονίζουσιν ὁμιλίαι φοβεραί.
15Ὥσπερ γὰρ κηρός τίς ἐστιν ἡ ψυχή· ἂν μὲν γὰρ ψυ‐ χρὰς ἐπαγάγῃς ὁμιλίας, ἐπώρωσας αὐτὴν καὶ ἐσκλή‐ ρυνας· ἂν δὲ πεπυρωμένας, ἐμάλαξας· μαλάξας δὲ, τυποῖς πρὸς ὅπερ ἂν θέλῃς, καὶ τὴν εἰκόνα τὴν βασι‐ λικὴν ἐγχαράττεις. Ἀποφράττωμεν τοίνυν ἡμῶν
20τὰς ἀκοὰς πρὸς τὰς ὁμιλίας τὰς εἰκῆ· οὐκ ἔστι μικρὸν τὸ κακόν· ἀπὸ τούτου γίνεται πάντα τὰ κακά. Εἰ με‐ μελετήκει ἡμῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις· οὐ προσέχουσα δὲ ἑτέροις, οὐκ ἂν οὐδὲ τὰ πράγματα μετῆλθε τὰ πονηρά. Ὁδὸς
25γὰρ ἐπὶ τὰ ἔργα λόγος ἐστί· πρῶτον ἐννοοῦμεν, εἶτα φθεγγόμεθα, εἶτα πράττομεν. Πολλοὶ πολλάκις καὶ σωφρονοῦντες, ἀπὸ ῥημάτων αἰσχρῶν ἐπὶ πράξεις ἦλθον αἰσχράς. Οὐ γάρ ἐστιν ἡμῶν ἡ ψυχὴ οὔτε ἀγαθὴ φύσει οὔτε κακὴ, ἀλλὰ προαιρέσει καὶ τοῦτο κἀκεῖνο
30γίνεται. Ὥσπερ οὖν τὸ ἱστίον, ὅπουπερ ἂν πνεύσῃ ὁ ἄνεμος, μεταφέρει τὸ πλοῖον· μᾶλλον δὲ ὥσπερ ὁ οἴαξ μεταφέρει τὸ πλοῖον, ἂν ἐξ οὐρίων ὁ ἄνεμος ᾖ· οὕτω καὶ ὁ λογισμὸς, ἂν ἐξ οὐρίων τὰ ῥήματα φέρη‐ ται τὰ καλὰ, πλεύσεται ἀκινδύνως· ἂν δὲ ἐναντία,
35πολλάκις καὶ καταδύσει τὸν λογισμόν. Ὅπερ γάρ ἐστι τοῖς πλοίοις τὰ πνεύματα, τοῦτο ταῖς ψυχαῖς οἱ λόγοι· ὅπουπερ ἂν θέλῃς, μετάγεις αὐτὴν καὶ μετα‐ τρέπεις. Διὰ τοῦτο παραινῶν τίς φησι· Πᾶσα δι‐ ήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Διὸ παρα‐
40καλῶ, ἀπὸ τῆς τίτθης τὰ παιδία λαμβάνοντες, μὴ μύθοις γραϊκοῖς αὐτὰ ἐθίζωμεν, ἀλλ’ ἐκ πρώτης ἡλι‐ κίας μανθανέτω, ὅτι κρίσις ἐστίν· ὅτι κόλασις, ἐμ‐ πηγνύσθω αὐτῶν τῇ διανοίᾳ· οὗτος ὁ φόβος συῤῥι‐ ζωθεὶς, μεγάλα ἐργάζεται ἀγαθά. Ψυχὴ γὰρ μαθοῦ‐
45σα ἐκ πρώτης ἡλικίας τῇ προσδοκίᾳ ταύτῃ κατασείε‐ σθαι, οὐ ταχέως ἀποσείσεται τοῦτο τὸ δέος· ἀλλ’ ὥσπερ τις ἵππος εὐήνιος, ἐπικαθήμενον ἔχουσα τὸν τῆς γεέννης λογισμὸν, εὔτακτα βαδίζουσα, καὶ φθέγ‐ ξεται καὶ ἐρεῖ χρήσιμα· καὶ οὔτε νεότης, οὔτε πλοῦ‐

62

.

478

(50)

τος, οὔτε ὀρφανία, οὔτε ἄλλο οὐδὲν αὐτὴν βλάψαι δυνήσεται, οὕτω στεῤῥὸν ἔχουσα τὸν λογισμὸν, καὶ πρὸς πάντα ἀντέχειν δυνάμενον. Τούτοις τοῖς λόγοις καὶ ἡμᾶς αὑτοὺς ῥυθμίζωμεν, καὶ γυναῖκας καὶ δούλους καὶ τέκνα καὶ φίλους, εἰ δυνατὸν, καὶ ἐχθρούς.
55Δυνάμεθα γὰρ μετὰ τούτων τῶν λόγων τὰ πολλὰ τῶν ἁμαρτημάτων ὑποτεμέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς· καὶ δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, ἂν ἔλθῃς εἰς οἰκίαν, ἔνθα γάμοι ἐπιτελοῦν‐ ται, πρὸς μὲν ὥραν ἥσθης τῇ θέᾳ, ὕστερον δὲ ἀπελ‐
60θὼν τήκεις σαυτὸν τῇ λύπῃ, ὅτι οὐκ ἔχεις τοσαῦτα. Ἂν δὲ εἰς οἰκίαν πενθούντων εἰσέλθῃς, κἂν σφόδρα
πλουτοῦντες ὦσιν, ἀπελθὼν ἀναπαύσῃ μᾶλλον· οὐ477

62

.

479

γὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραμυθίαν ἐπὶ τῇ σῇ πενίᾳ. Εἶδες διὰ τῶν πραγμάτων, ὡς οὐδὲν ὁ πλοῦτος ἀγαθὸν, οὐδὲν ἡ πενία κακὸν, ἀλλ’ ἀδιάφορά ἐστι
5πράγματα. Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, μᾶλλον κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν· ὅταν δὲ κατὰ τρυφῆς, καὶ τοὺς τῆς γεέννης ἐμβάλῃς ἐν μέσῳ λόγους, εὐφραίνει σε τὸ πρᾶγμα, καὶ πολλὴν τέξεται τὴν ἡδονήν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἡ τρυφὴ
10οὐδὲν ἡμῖν πρὸς τὸ πῦρ ἐκεῖνο δυνήσεται ἀμῦναι, οὐκ ἐπιζητήσεις αὐτήν· ἂν δὲ λογίσῃ, ὅτι καὶ μᾶλλον αὐτὸ ἀνάπτειν εἴωθεν, οὐ μόνον οὐκ ἐπιζητήσεις, ἀλλὰ καὶ ἀποστραφήσῃ καὶ ἀποκρούσῃ. Μὴ δὴ φεύ‐ γωμεν τοὺς περὶ γεέννης λόγους, ἵνα φύγωμεν τὴν
15γέενναν· μὴ φεύγωμεν τὴν τῆς κολάσεως μνήμην, ἵνα μὴ κολασθῶμεν. Εἰ ὁ πλούσιος ἐκεῖνος τὸ πῦρ ἐνενόει ἐκεῖνο, οὐκ ἂν ἥμαρτεν· ἐπειδὴ δὲ οὐδέποτε αὐτοῦ ἐμνήσθη, διὰ τοῦτο αὐτῷ περιέπεσεν. Εἰπέ μοι, ἄνθρωπε, μέλλων παρίστασθαι τῷ βήματι τοῦ
20Χριστοῦ πάντα μᾶλλον φθέγγῃ, ἢ περὶ τούτου; Καὶ πρᾶγμα μὲν ἔχων πρὸς δικαστὴν, μέχρι ῥημάτων πολλάκις, οὐ νύκτα, οὐχ ἡμέραν, οὐ καιρὸν, οὐχ ὥραν ἄλλο τι φθέγγῃ, ἀλλὰ διαπαντὸς περὶ ἐκείνου
τοῦ πράγματος· μέλλων δὲ ὑπὲρ πάσης τῆς ζωῆςColumn end

62

.

480

σου λόγον διδόναι, καὶ εὐθύνας ὑποσχεῖν, οὐδὲ ἄλλων σε ἀναμιμνησκόντων ὑπὲρ τῆς δίκης ἀνέχῃ; Τοι‐ γαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες
5περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ’ οὐ πολὺ, οὐδὲν οὔτε δι’ ἑαυτῶν, οὔτε δι’ ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν.
10Καίτοι γε πολλὴν ἡμῖν ἐκεῖνος δίδωσι προθεσμίαν, καὶ οὐκ ἀναρπάζει ἡμᾶς ἐν τοῖς μέσοις ἁμαρτήμασιν, ἀλλ’ ἀφίησιν ἀποδύσασθαι, καὶ οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει ἡ ἀγαθότης ἐκείνη καὶ ἡ φιλανθρωπία. Ἀλλ’ οὐδὲν γίνεται πλέον· διὰ τοῦτο
15μείζων ἡ τιμωρία. Ἀλλὰ μὴ γένοιτο γενέσθαι. Διὸ, παρακαλῶ, κἂν νῦν ἀνανήψωμεν, ἔχωμεν τὴν γέ‐ ενναν πρὸ ὀφθαλμῶν, ἐννοῶμεν τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους· ἵνα ταῦτα λογιζόμενοι, καὶ τὴν κακίαν φύγωμεν, καὶ τὴν ἀρετὴν αἱρώμεθα, καὶ
20δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς
ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.Column end

62

.

479

(25)

ΟΜΙΛΙΑ Γʹ. Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς
30 πιστεύσασιν. αʹ. Εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ τὰς ἐλπίδας τὰς χρηστὰς οὐκ ἐν τῷ τῶν ἁμαρτημάτων ἀπέχεσθαι ἔχουσιν, ἀλλ’ ἐν τῷ νομίζειν τὴν γέενναν μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται, ἀλλ’ ἡμερωτέραν τῆς ἠπειλη‐
35μένης, καὶ πρόσκαιρον, οὐκ αἰώνιον, καὶ πολλὰ περὶ τούτου φιλοσοφοῦσιν. Ἐγὼ μὲν οὖν οὐ μόνον ὅτι τῆς ἠπειλημένης οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ’ ὅτι καὶ σφο‐ δροτέρα πολλῷ, πολλαχόθεν ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων.
40Πλὴν ἀλλ’ οὐδένα περὶ τούτων κινῶ λόγον νῦν· ἀρκεῖ γὰρ ὁ καὶ ἀπὸ ψιλῶν ῥημάτων φόβος, κἂν μὴ τὸν νοῦν αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαι‐ ρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων ἐν τῷ Εὐαγγελίῳ,
45ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον. Τὸ αἰώνιον οὖν πῶς πρόσκαιρον; Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου. Τί ἐστι τοῦτο; Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν; Ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε πλουτοῦντες, οὐ δεῖ, φησὶν, πολλῆς ἐργωδίας, ἀλλ’ ἀρκεῖ παραγενέσθαι

62

.

479

(50)

μόνον καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται. Ἡ παρουσία αὐτοῦ τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι
55τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελω‐ μένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γί‐
60νεται· μᾶλλον δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν καὶ
αὐτοῦ· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰColumn end

62

.

480

(26)

λαμπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατ‐ ηξιώθησαν τιμῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν. Δόξα
30ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τῆς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστί. Δι’ ἐκείνων γὰρ θαυμαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία
35παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύουσι δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς,
40ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν. Τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ
45πιστοὶ μείναντες, δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς· καὶ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαν‐ τες. Εἰς ὃ καὶ προσευχόμεθα, φησὶ, πάντοτε περὶ

62

.

480

(50)

ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύ‐ νης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ἵνα ἀξιώσῃ, φησὶν, ὑμᾶς τῆς κλήσεως, δεικνὺς ὅτι πολλοὶ καὶ ἀπεβλήθησαν. Διὰ τοῦτο ἐπήγαγε, Καὶ πληρώσῃ
55πᾶσαν εὐδοκίαν ἀγαθωσύνης. Ἐπεὶ καὶ ὁ τὰ ῥυ‐ παρὰ ἱμάτια ἐνδεδυμένος ἐκλήθη, ἀλλ’ οὐκ ἔμεινεν ἐν τῇ κλήσει· διὰ τοῦτο καὶ μᾶλλον γέγονεν ἀπόβλη‐
τος τῆς κλήσεως τῆς εἰς τὸν νυμφῶνα. Ἐπεὶ καὶ αἱ479

62

.

481

πέντε παρθένοι ἐκλήθησαν· ἐγείρεσθε, φησὶν, ὁ νυμφίος ἔρχεται· καὶ παρεσκευάσαντο, ἀλλ’ οὐκ εἰσῆλθον. Δηλῶν οὖν ποίαν κλῆσιν, ἐπήγαγε· Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔρ‐
5γον πίστεως ἐν δυνάμει. Ταύτην ζητοῦμεν τὴν κλῆσιν, φησίν. Ὅρα πῶς ἠρέμα αὐτοὺς καταστέλ‐ λει. Ἵνα γὰρ μὴ τῇ τῶν ἐγκωμίων ὑπερβολῇ χαυνω‐ θῶσιν, ὡς μεγάλα κατωρθωκότες, καὶ ῥᾴθυμοι γένωνται, δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν
10ὦσιν ἐν τῷ βίῳ τούτῳ· ὅπερ καὶ Ἑβραίοις γράφων ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἰς πᾶσαν, φησὶν, εὐδοκίαν· τουτέστιν, ἀρέσκειαν, πεῖσμα, πληροφορίαν· ὡσεὶ ἔλεγεν, ἵνα τὸ πεῖσμα τοῦ
15Θεοῦ γένηται, ἵνα μηδὲν ὑμῖν λείπῃ, ἵνα ὡς βούλε‐ ται οὕτως ἦτε. Καὶ ἔργον, φησὶ, πίστεως ἐν δυνά‐ μει. Τί ἐστι τοῦτο; Ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα, φησίν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ
20ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. βʹ. Ὅρα· εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται, ὥστε καὶ καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξάζουσιν· εἶπεν
25ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην· ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζομένου, καὶ οἱ δοῦλοι δοξάζονται. Οἱ γὰρ τὸν δεσπότην δοξάζοντες, πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. Δόξα γάρ ἐστιν ἡ θλῖψις ἡ διὰ Χριστὸν, καὶ
30πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· καὶ ὅσῳ ἂν ἄτιμόν τι πάθωμεν, τοσούτῳ μᾶλλον γινόμεθα λαμ‐ προί. Εἶτα πάλιν δεικνὺς ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, Κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· τουτέστι, ταύτην τὴν
35χάριν ἡμῖν αὐτὸς ἔδωκεν ὁ Θεὸς, ἵνα δοξάζηται ἐν ἡμῖν, καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. Πῶς δοξάζεται ἐν ἡμῖν; Ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. Πῶς δοξαζόμεθα ἐν αὐτῷ; Ὅτι δύναμιν εἰλήφαμεν παρ’ αὐτοῦ ὥστε μηδὲ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς. Ὁμοῦ γὰρ
40ὅταν πειρασμὸς συμβῇ, καὶ ὁ Θεὸς δοξάζεται, καὶ ἡμεῖς· αὐτὸν μὲν γὰρ δοξάζουσιν, ὅτι οὕτως ἡμᾶς ἐνεύρωσεν· ἡμᾶς δὲ θαυμάζουσιν, ὅτι ἀξίους ἑαυ‐ τοὺς παρεσκευάσαμεν. Πάντα δὲ ταῦτα ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ γίνεται. Ἐρωτῶμεν δὲ ὑμᾶς,
45ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ’ αὐ‐ τὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν· ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε. Καὶ ἡμῶν, φησὶν, ἐπισυν‐

62

.

481

(50)

αγωγῆς ἐπ’ αὐτόν. Οὐ μικρὸν καὶ τοῦτο. Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ’ ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ’ ἡμῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας; Περὶ τῆς παρου‐ σίας τοῦ Χριστοῦ ἐνταῦθα διαλέγεται, καὶ περὶ τῆς
55ἐπισυναγωγῆς τῆς ἡμῶν· ὁμοῦ γὰρ ταῦτα ἔσται. Ἐπαίρει τὴν διάνοιαν αὐτῶν· εἰς τὸ μὴ σαλεύεσθαι, φησὶ, ταχέως ὑμᾶς. Μήτε θροεῖσθε, μήτε διὰ πνεύ‐ ματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου.
60Ἐνταῦθα δοκεῖ μοι αἰνίττεσθαι περιιέναι τινὰς ἐπι‐ στολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυμένους λέγειν, ὡς ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν. Ὥστε
οὖν μὴ ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος,Column end

62

.

482

δι’ ὧν γράφει καί φησι· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦμα προφητείας ἔχων τοῦτο εἴπῃ, μὴ πιστεύσητε. Ὅτε γὰρ ἤμην πρὸς ὑμᾶς, ταῦτα
5εἶπον ὑμῖν· ὥστε οὐ δεῖ μεταπείθεσθαι, ἀφ’ ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύματος. Τοὺς ψευδοπροφήτας οὕτω καλεῖ πνεύματι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόμενοι γὰρ οὗτοι μᾶλλον πιστεύ‐ εσθαι, οὐ μόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν·
10τοῦτο γὰρ ἐμφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν. Διὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων ἐπήγαγε τὸ, Μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν.
15 Πανταχόθεν τοίνυν αὐτοὺς ἀσφαλισάμενος, οὕτω τὴν οἰκείαν γνώμην ἐκτίθεται, καὶ λέγει· Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπω‐
20λείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδει‐ κνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. Περὶ τοῦ ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μεγάλα ἀποκαλύπτει μυ‐
25στήρια. Τί ἐστιν ἡ ἀποστασία; Αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολ‐ λύναι καὶ ἀφιστᾷν· Ὥστε, φησὶ, σκανδαλισθῆναι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Καὶ ἄνθρωπον ἁμαρτίας αὐτὸν καλεῖ· μυρία γὰρ ἐργάσεται καὶ
30παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. Υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν διὰ τὸ καὶ αὐτὸν ἀπόλ‐ λυσθαι. Τίς δὲ οὗτός ἐστιν; ἆρα ὁ σατανᾶς; Οὐδαμῶς· ἀλλ’ ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέρ‐ γειαν· Καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος, φησὶν,
35ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέ‐ βασμα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεός τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθεσθήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν
40Ἱεροσολύμοις μόνον, ἀλλὰ καὶ εἰς τὰς πανταχοῦ Ἐκ‐ κλησίας. Ἀποδεικνύντα, φησὶν, ἑαυτὸν Θεόν. Οὐκ εἶπε, λέγοντα, ἀλλὰ, πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστά. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς
45ταῦτα ἔλεγον ὑμῖν; γʹ. Ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταὐτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς ῥήμασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπο‐ μνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων ἀκούσαντες,

62

.

482

(50)

Καὶ γὰρ ὅτε ἦμεν, φησὶ, πρὸς ὑμᾶς, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι· ὅμως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν γραμμάτων· οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν ἐδέοντο γραμμάτων τῶν ῥυθμιζόντων αὐτούς. Ἀνα‐
55μιμνήσκει γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ’ ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατα‐ σκευῆς, κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι
60τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπει‐ ραν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ
ἡμετέρα ῥᾳθυμία ἀπόλλυσι, καὶ ἥλιος ξηραίνει, καὶ481

62

.

483

ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν. Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλ‐ λάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομί‐
5ζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκ‐ κόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι. Ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοι‐
10μος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευμα‐ τικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ’, εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ καὶ τῶν μαθητῶν. Ἡμῶν μὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων ἐπι‐
15δείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθας προῤῥίζους ἀνασπᾷν. Ἄκανθα γὰρ ὄντως ὁ πλοῦτος, οὐδένα καρ‐ πὸν ἔχων, δυσειδὴς καὶ ὀφθῆναι, καὶ χρήσασθαι ἀηδὴς, λυπῶν τοὺς ἁπτομένους, οὐ μόνον αὐτὸς οὐκ ἔχων καρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐμποδίζων.
20Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ μόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον, ἀλλὰ καὶ τοὺς βουλομένους κατέχων ἐμποδίζει. Ἀλόγων εἰσὶ τροφαὶ αἱ ἄκανθαι καμήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιμοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ’
25ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀν‐ άψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν. Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάμηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν τὰ τοιαῦτα εἰδότων μηδὲν εἶναι
30ἐν τοῖς κτήνεσιν οὕτω βαρύμηνι καὶ δύσθυμον καὶ μνησίκακον, ὡς ἡ κάμηλος. Τοιοῦτον ὁ πλοῦτός ἐστι· τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν. Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν, αὐτόμα‐
35τον φύεται. Ἴδωμεν δὲ καὶ ποῦ φύεται, ἵνα ἐκκόψωμεν αὐτό· ἐν τοῖς ἀποκρήμνοις τῶν χωρίων, ἐν τοῖς λι‐ θώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς τις ᾖ καὶ ἀπόκρημνος, τουτέστιν ἀνελεή‐ μων, ἡ ἄκανθα φύεται ἐν αὐτῷ. Ἀλλ’ ὅταν αὐτὰς ἐκ‐
40κόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες, οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεμεῖν ἄνωθεν, τῆς ῥίζης κάτω μενούσης, ἀλλ’ οὐδὲ τὴν ῥίζαν ἐξελεῖν (ἀπὸ γὰρ τῆς κακίας ἐναπομέ‐
45νει τῇ γῇ, καὶ καθάπερ τινὸς λοιμοῦ εἰς σῶμα ἐνσκή‐ ψαντος ἔτι μένει τὰ λείψανα), πᾶσαν ἐκείνην τὴν νοτίδα τὴν τῶν ἀκανθῶν τὸ πῦρ ἄνωθεν ἀνιμώμενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰ τῆς θερμότητος ἀπὸ τῶν λαγόνων τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεμένη

62

.

483

(50)

πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ κα‐ θαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον; Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συμπάθειαν πάντοθεν ἐκκαθαίρειν. Ἔστι καὶ παρ’ ἡμῖν πῦρ, ἀπὸ ψυχῆς
55ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύματος λέγω· ἂν τοῦτο ἐπαφῶμεν, οὐ τὰς ἀκάνθας μόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν νοτίδα ἀναξηραίνειν δυνησόμεθα· ὡς ἐὰν ὦσιν ἐμπεπηγυῖαι, πάντα γίνεται μάτην. Ὅρα
γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα, ἢ καὶ πλουτοῦσαColumn end

62

.

484

γυνή; οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερ‐ βαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι
5καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐρ‐ γάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα; ἆρα ἐθαύμασεν; ἆρα καλῶς κε‐ καλλώπισμαι; Οὐ περὶ τούτου δὲ μόνον τὴν φρον‐ τίδα ποιεῖται, ἀλλ’ ὥστε καὶ μὴ σαπῆναι τὰ ἱμάτια,
10ὥστε μὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁμοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυ‐ τὸν τῷ πένητι, καὶ εἰς φόβον καταστήσων διὰ τῆς περιβολῆς τῶν ἱματίων, διὰ τοῦ παῖδας ἔχειν πολ‐ λούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ
15πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ’ οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωμένος οὐκ ἀνέχεται τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταμῶν ἠθῶν. Εἶτα καθή‐
20μενον εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων τὴν ψυ‐ χὴν περιῤῥεῖ· νομίζει χαρίζεσθαι καὶ ἡμῖν, καὶ τῷ λαῷ, τάχα δὲ καὶ τῷ Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγμαίνων, πῶς δυνήσεται
25θεραπευθῆναί ποτε; δʹ. Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος
30λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τού‐ των ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νομίζουσι πρὸς ἡμᾶς εἰσιέναι, ὅταν εἰσίωσιν ἐνταῦθα· νομίζουσι παρ’ ἡμῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦ‐ σιν ὅτι πρὸς τὸν Θεὸν εἰσέρχονται, ὅτι αὐτὸς αὐτοῖς
35διαλέγεται. Ὅταν γὰρ ἀναστὰς ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστομίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιμὴν ποιῶν τοῦτό φη‐ σιν, ἀλλὰ τῷ δι’ ἐκείνου πᾶσι διαλεγομένῳ. Εἰ ᾔδε‐ σαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου,
40πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων αὐ‐ τοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολ‐ λῷ μᾶλλον τοῦ Θεοῦ. Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγα‐ πητοί· ἡμεῖς οὐ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ’ ἑκάστην ἡμέραν ἀπὸ τοῦ οὐρα‐
45νοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡμῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταμένος καὶ σοβῶν ἔφησε πεμφθῆναι παρὰ τοῦ βασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κομίζειν περί

62

.

484

(50)

τινων ἀναγκαίων, ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε; ἆρα οὐκ ἂν καὶ τοῦ διακόνου μὴ παρακελευομένου πολλὴν παρείχετε τὴν σιγήν; Ἔγωγε οἶμαι· καὶ γὰρ ἤκουσα ἐπιστολῶν βασιλέων ἀναγινωσκομέ‐ νων ἐνταῦθα. Εἶτ’ ἂν μέν τις παρὰ βασιλέως ἥκῃ,
55πάντες προσέχετε· παρὰ δὲ τοῦ Θεοῦ ἥκει, καὶ ἐκ τῶν οὐρανῶν φθέγγεται ὁ προφήτης, καὶ οὐδεὶς ὁ προσέχων; Ἢ οὐ πιστεύετε, ὅτι παρὰ τοῦ Θεοῦ ταῦτα τὰ λεγόμενα; Ἐπιστολαὶ αὗταί εἰσι πεμφθεῖ‐ σαι παρὰ τοῦ Θεοῦ. Εἰσερχώμεθα τοίνυν μετὰ τῆς
60προσηκούσης τιμῆς εἰς τὰς ἐκκλησίας, καὶ μετὰ483

62

.

485

φόβου ἐπακούωμεν τῶν λεγομένων. Τί εἰσέρχομαι, φησὶν, εἰ οὐκ ἀκούω τινὸς ὁμιλοῦντος; Τοῦτο πάντα ἀπολώλεκε καὶ διέφθειρε. Τί γὰρ χρεία ὁμιλητοῦ; ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας αὕτη ἡ χρεία γέγονε.
5Διὰ τί γὰρ ὁμιλίας χρεία; πάντα σαφῆ καὶ εὐθέα τὰ παρὰ ταῖς θείαις Γραφαῖς, πάντα τὰ ἀναγκαῖα δῆλα. Ἀλλ’ ἐπειδὴ τέρψεώς ἐστε ἀκροαταὶ, διὰ τοῦτο καὶ ταῦτα ζητεῖτε. Εἰπὲ γάρ μοι, ποίῳ κόμπῳ λόγου Παῦλος ἔλεγεν; ἀλλ’ ὅμως τὴν οἰκουμένην ἐπέστρεψε.
10Ποίῳ δὲ Πέτρος ὁ ἀγράμματος; Ἀλλ’ οὐκ οἶδα, φησὶ, τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Διὰ τί οὐκ οἶδας; μὴ γὰρ Ἑβραϊστί; μὴ γὰρ Ῥωμαϊστί; μὴ γὰρ ἑτερογλώσσως εἴρηται; οὐχὶ Ἑλληνιστὶ λέγεται; Ἀλλ’ ἀσαφῶς, φησί. Ποῖον
15ἀσαφὲς, εἰπέ μοι; οὐχὶ ἱστορίαι εἰσί; Τὰ γὰρ σαφῆ οἶδας, ἵνα περὶ τῶν ἀσαφῶν ἐρωτήσῃς. Μυρίαι ἱστορίαι εἰσὶν ἐν ταῖς Γραφαῖς· εἰπέ μοι μίαν ἐξ ἐκείνων· ἀλλ’ οὐκ ἐρεῖς. Πρόφασις ταῦτα καὶ λόγοι. Καθ’ ἡμέραν, φησὶ, τὰ αὐτὰ ἔστιν ἀκούειν. Τί δὲ,
20εἰπέ μοι; ἐν τοῖς θεάτροις οὐ τὰ αὐτὰ ἀκούεις; ἐν ταῖς ἱπποδρομίαις οὐ τὰ αὐτὰ ὁρᾷς; τὰ δὲ πράγματα πάντα οὐ τὰ αὐτά ἐστιν; ὁ δὲ ἥλιος οὐχ ὁ αὐτὸς ἀεὶ
ἀνατέλλει; τροφαῖς δὲ οὐ ταῖς αὐταῖς χρώμεθα;Column end

62

.

486

Ἐβουλόμην σου πυθέσθαι, ἐπειδὴ τὰ αὐτὰ λέγεις ἀκούειν καθ’ ἑκάστην ἡμέραν, εἰπέ μοι, ποίου προ‐ φήτου ἐστὶ τὸ χωρίον τὸ ἀναγνωσθὲν, καὶ ποίου ἀποστόλου, ἢ ποίας ἐπιστολῆς; Ἀλλ’ οὐκ ἂν ἔχοις
5εἰπεῖν, ἀλλὰ δοκεῖς ξένων ἀκούειν. Ὅταν μὲν οὖν ῥᾳθυμῆσαι θέλῃς, τὰ αὐτὰ λέγεις εἶναι· ὅταν δὲ ἐρωτηθῇς, ὡς οὐδέποτε ἀκούσας διάκεισαι. Εἰ τὰ αὐτά ἐστιν, ἐχρῆν αὐτὰ εἰδέναι, σὺ δὲ ἀγνοεῖς. Θρή‐ νων ἄξια τὰ παρόντα, θρήνων καὶ ὀδυρμῶν, ὅτι
10εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρ‐ έχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν. Τί οὖν; ἐπειδὴ ἐκεῖνα τὰ αὐτὰ λέγεις εἶναι, τὰ δὲ ἡμέτερα οὐ τὰ αὐτά ἐστιν, ἀλλ’ ἀεὶ ξένα λέγο‐
15μεν, τούτοις προσέχετε; Οὐδαμῶς· ἀλλ’ ἂν μὲν εἴπω‐ μεν, Διὰ τί οὐδὲ ταῦτα κατέχετε; Ἅπαξ, φησὶ, ἀκούο‐ μεν, καὶ πῶς ἔνι κατασχεῖν; ἂν εἴπωμεν· Ἐκείνοις διὰ τί οὐ προσέχετε; φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν ῥᾳθυμίας καὶ σκήψεως τὰ ῥήματα. Ἀλλ’
20οὐ προχωρήσει ταῦτα διαπαντὸς, ἀλλ’ ἔσται καιρὸς, ὅτε θρηνήσομεν εἰκῆ καὶ μάτην· ὅπερ μὴ γένοιτο· ἀλλὰ γένοιτο ἐνταῦθα μετανοήσαντας, καὶ μετὰ συνέσεως καὶ μετὰ εὐλαβείας προσέχοντας τοῖς λεγομένοις, πρὸς τὴν τῶν ἀγαθῶν ἔργων κατόρθωσιν
25ἐπείγεσθαι, καὶ μετὰ πάσης ἀκριβείας τὸν ἑαυτῶν βίον εὐθύνειν, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγ‐ γελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ
φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.Column end

62

.

485

(29)

ΟΜΙΛΙΑ Δʹ.
30Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆ‐ ναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστή‐ ριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατ‐ έχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς
35 ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ σατανᾶ. αʹ. Ζητήσειεν ἄν τις πρῶτον εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ μετὰ ταῦτα μαθεῖν, τί δήποτε ἀσα‐
40φῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ’ οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχήν· οἷς ἔγωγε μάλιστα τίθε‐ μαι. Διὰ τί; Ὅτι εἰ τὸ πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ
45ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρί‐ σματα. Ἄλλως δὲ ἔδει ἤδη παραγενέσθαι, εἴ γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαϊκῆς

62

.

485

(50)

ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους. Εἰ γὰρ εἶπεν ὅτι μικρὸν ὕστερον καταλυθήσεται ἡ Ῥωμαίων ἀρ‐ χὴ, ἤδη εὐθέως ἂν αὐτὸν καὶ κατώρυξαν ὡς λυμεῶνα,
55καὶ τοὺς πιστοὺς ἅπαντας, ὡς ἐπὶ τούτῳ ζῶντας καὶ στρατευομένους. Διὰ τοῦτο οὐκ εἶπεν οὕτως, οὐδ’ ὅτι ταχέως ἔσται, καίτοιγε ἀεὶ αὐτὸ λέγει· ἀλλὰ τί; Εἰς τὸ ἀποκαλυ‐ φθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ, φησί. Τὸ γὰρ
60μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Νέρωνα ἐνταῦθά φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ ἀντιχρίστου· καὶ γὰρ οὗτος ἐβούλετο νομίζεσθαι θεός. Καὶ καλῶς
εἶπε τὸ μυστήριον· οὐ γὰρ φανερῶς, ὡς ἐκεῖνος,Column end

62

.

486

(30)

οὐδὲ ἀπηρυθριασμένως. Εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνευρέθη, φησὶν, ὃς οὐ πολὺ τοῦ ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; Οὕτω δὴ συνεσκιασμένως εἶπε, καὶ φανερὸν αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι, οὐ διὰ δειλίαν, ἀλλὰ
35παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· τουτ‐ έστιν, ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ὅταν ἀρθῇ ἐκ μέσου, τότε ἐκεῖνος ἥξει. Καὶ εἰκότως. Ἕως γὰρ
40ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑπο‐ ταγήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ τού‐ του κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν
45Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων· οὕτω καὶ αὕτη ὑπὸ τοῦ ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. Καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθεται. Καὶ

62

.

486

(50)

τότε, φησὶν, ἀποκαλυφθήσεται ὁ ἄνομος. Καὶ τί μετὰ ταῦτα; Ἐγγὺς ἡ παραμυθία· ἐπάγει γάρ· Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπι‐ φανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρου‐
55σία κατ’ ἐνέργειαν τοῦ σατανᾶ. Καθάπερ γὰρ πῦρ ἐπελθὸν ἁπλῶς τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρου‐ σίας αὐτῆς πόῤῥωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ ἐπιτάγματι μόνον καὶ τῇ παρουσίᾳ τὸν ἀντίχριστον ἀναλώσει. Ἀρκεῖ παρεῖναι
60αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπά‐485

62

.

487

την καὶ φανεὶς μόνον. Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ’ ἐνέργειαν τοῦ Σατανᾶ· Ἐν πάσῃ δυνάμει, φησὶ, καὶ σημείοις καὶ τέρασι ψεύ‐ δους. Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ’
5οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσμένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Τί οὖν συνεχώρησε, φησὶν, ὁ Θεὸς
10τοῦτο γενέσθαι, καὶ ποία αὕτη οἰκονομία; τί δὲ τὸ κέρδος τῆς ἐκείνου παρουσίας ἐπὶ λύμῃ ἡμῶν παρα‐ γενομένου; Μὴ φοβηθῇς, ἀγαπητὲ, ἀλλ’ ἄκουε λέγον‐ τος αὐτοῦ· Ἐν τοῖς ἀπολλυμένοις ἰσχύει, οἳ, εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν
15τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται. Πῶς; Ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι Ἐπειδὴ Θεὸν ἔλεγεν ἑαυτὸν ὁ Χριστὸς, καίτοι γε οὐδα‐
20μοῦ εἶπε φανερῶς, πλὴν ἀλλ’ ἐπειδὴ οἱ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν· ἐπειδὴ ἠκούσαμεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναι‐ ρήσει. Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων
25ὑγιὲς, ἀλλὰ πάντα παράνομα, ἀπὸ σημείων μόνων ψευδῶν πιστεύηται, ἀποῤῥάψει τὸ στόμα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον.
30Διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λή‐ ψεσθε. Ἀλλὰ σημεῖα εἴδομεν, φησίν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ μεγάλα. Οὐκ‐
35οῦν πολλῷ μᾶλλον αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ’ ἐνέρ‐ γειαν τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι Σωτὴρ, ὅτι μυρία ἀγαθὰ κομίζει. Ἀνθ’ ὧν γὰρ τὴν
40ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆ‐ ναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐν‐ έργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
45 βʹ. Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι, ἀλλ’, Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστη‐ ρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων, Οἱ

62

.

487

(50)

μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ’ ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀλη‐ θείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι’ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους
55καὶ ὑπὲρ ἀληθῶν πραγμάτων. Ἀλλ’ εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς
60ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων. Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυ‐ μένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόμενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει
65πάντα. Διὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, ἘνColumn end

62

.

488

δυνάμει καὶ πνεύματι Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύματα· Ἰωάννης μὲν γὰρ, φησὶ, σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
5Πῶς οὖν Ἐν δυνάμει καὶ πνεύματι Ἠλίου; Του‐ τέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν. Καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀ‐ κεῖνος πρόδρομος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρ‐ ουσίας, καὶ εἰς τοῦτο φυλάττεται. Μὴ τοίνυν δείσω‐
10μεν· κατέσεισε τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νομίζειν, ἀλλ’ εὐχαριστίας ἄξια. Διόπερ ἐπήγαγεν· Ἡμεῖς δὲ ὀφείλομεν εὐ‐ χαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς
15ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας. Πῶς εἰς σωτηρίαν εἵλετο; Δείκνυσιν εἰπὼν, Ἐν ἁγιασμῷ πνεύματος, τουτ‐ έστιν, ἁγιάσαι διὰ πνεύματος καὶ πίστεως ἀληθοῦς. Ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας·
20οὐδαμοῦ ἀπὸ ἔργων, οὐδαμοῦ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασμῷ πνεύματος, φησίν. Εἰς ὃ ἐκά‐ λεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περι‐ ποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
25Οὐ μικρὸν καὶ τοῦτο, εἰ αὑτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός. Δόξα γὰρ τοῦ φιλανθρώ‐ που τὸ πολλοὺς εἶναι τοὺς σωζομένους. Ἄρα μέγας ἡμῶν ὁ Κύριος, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν· μέγα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐργαζόμενον
30ἡμῖν τὸν ἁγιασμόν. Διὰ τί οὐ πρότερον εἶπε τὴν πί‐ στιν, ἀλλὰ τὸν ἁγιασμόν; Ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι. Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ;
35 Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάν‐ τα δι’ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγρά‐ φως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα.
40Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγώμεθα. Παράδοσίς ἐστι, μηδὲν πλέον ζήτει. Δείκνυ‐ σιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευομένους. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ
45δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοη‐ θεῖν. Ὁ ἀγαπήσας ἡμᾶς, φησὶ, καὶ δοὺς παρά‐

62

.

488

(50)

κλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν· αὐτός φησι πρῶτον, Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· εἶτα,
55Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν. Ὁ ἀγαπή‐ σας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν μελλόντων. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ
60τεκμήρια; Παρακαλέσαι, φησὶν, ὑμῶν τὰς καρδίας
ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παν‐487

62

.

489

τὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλε‐ σθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν κα‐ ταστέλλει τὸ φρόνημα. Ὁ δοὺς παράκλησιν, φησὶ,
5καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ἅμα καὶ εὐέλπιδας ὑπὲρ τῶν μελλόντων ποιεῖ. Εἰ γὰρ τοσαῦτα χάριτι ἔδωκε, πολλῷ μᾶλλον τὰ μέλλοντα. Ἐγὼ μέντοι οὕτως εἶπον, φησὶ, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Στηρίξαι· βεβαιώσαι, ὥστε μὴ σαλεύεσθαι μηδὲ παρακλίνεσθαι·
10καὶ γὰρ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν. Ὥστε καὶ δογμάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι. Ὅταν γάρ τις μὴ παρα‐ φέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, μετὰ πολλῆς φέ‐ ρει τῆς μακροθυμίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια,
15οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ’ ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσ‐ εύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ
20Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. γʹ. Αὐτὸς μὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στη‐ ριχθῆναι· αἰτεῖ δὲ νῦν παρ’ αὐτῶν, προσεύξα‐ σθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα μὴ κινδυνεύῃ (εἰς
25τοῦτο γὰρ ἔκειτο), ἀλλ’, Ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Καὶ μετ’ ἐγκωμίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑμᾶς. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.
30Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ μάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι.
35Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων ἡ πίστις. Οὐ κινδύνους ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν, ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις·
40ὡς ἂν περὶ κλήρου εἰ ἔλεγέ τις πατρικοῦ, ὅτι οὐ πάν‐ των ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ’ ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦ‐ τοι, φησὶν, οἷς δέδοται τὸ μὴ πιστεύειν. Ἅμα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα μεγάλοι τινὲς
45ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευ‐ μαρίζειν αὐτῷ τὸ κήρυγμα. Οὐκοῦν καὶ ἡμεῖς τὰ αὐτὰ πρὸς ὑμᾶς λέγομεν. Μηδεὶς ἡμῶν ἀπόνοιαν κα‐ ταγινωσκέτω· μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφρο‐

62

.

489

(50)

σύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγομεν, ἀφ’ ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος μὲν γὰρ παρακαλέσαι τοὺς μαθητὰς βουλόμενος, ταῦτα ἔλεγεν· ἡμεῖς δὲ καρποῦσθαί τι μέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύομεν ὅτι πάντα
55κατορθώσομεν, ἂν ἐθελήσητε πάντες ὁμοθυμαδὸν τὰς χεῖρας ἐκτείνειν πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡμετέρας σμικρότητος. Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέ‐ μουν οἱ παλαιοὶ, πολλῷ μᾶλλον τοῖς χωρὶς ὅπλων
60οὕτω δεῖ πολεμεῖν. Οὕτως ἐτροπώσατο Ἐζεκίας τὸν Ἀσσύριον, οὕτως ὁ Μωϋσῆς τὸν Ἀμαλὴκ, οὕτω τοὺς
Ἀσκαλωνίτας ὁ Σαμουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριά‐Column end

62

.

490

κοντα δύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατά‐ ξεως καὶ μάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατ‐ έφυγον· ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ’ ἐκεῖ,
5φησὶν, οἱ ἡγούμενοι ὑπὲρ τοῦ λαοῦ παρεκάλουν· σὺ δὲ ἀξιοῖς τὸν λαὸν ὑπὲρ τοῦ ἡγουμένου παρακαλεῖν; Οἶδα κἀγώ. Τότε μὲν γὰρ οἱ ἀρχόμενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος ἐσώζοντο μόνης·
10νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρή‐ σομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε τὰς χεῖρας ἡμῖν, ἵνα μὴ ἐκλύωνται·
15ἀνοίξατε τὸ στόμα ἡμῖν, ἵνα μὴ ἐμφράττηται· παρα‐ καλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι μὲν οὖν ὑπὲρ ἡμῶν τὸ γινόμενον, τὸ δὲ πᾶν ὑπὲρ ὑμῶν γίνεται· εἰς γὰρ τὸ ὑμῖν χρήσιμον κείμεθα, καὶ τὰ ὑμέτερα μεριμνῶμεν. Παρακαλεῖτε ἕκαστος
20καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα, Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς δῷ τὴν χάριν. Εἰ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας καὶ ἀπαγομένους εἰς θάνατον δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος
25δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο· πολλῷ μᾶλλον καὶ ὑφ’ ὑμῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει, ἀλλὰ τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡμεῖς τὸν πολέ‐ μιον ἔχομεν. Ὑμῶν μὲν γὰρ ἕκαστος τὰ ἑαυτοῦ μεριμνᾷ καὶ
30φροντίζει, ἡμεῖς δὲ τὰ πάντων ὁμοῦ· εἰς τὸ μέρος ἑστήκαμεν τοῦ πολέμου τὸ πονοῦν. Σφοδρότερον καθ’ ἡμῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέ‐ μοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν κατα‐ βαλεῖν ὁ δι’ ἐναντίας ἐπιχειρεῖ. Διὰ τοῦτο ἐκεῖ πάντες
35οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν Δαυῒδ ἅπας ὁ δῆμος (οὐ τῷ Δαυῒδ ἑαυτὸν παραβάλλων
40ταῦτα λέγω, οὐχ οὕτω μέμηνα, ἀλλὰ δήμου φιλο‐ στοργίαν πρὸς ἄρχοντα δεῖξαι βουλόμενος)· Μὴ ἐξέλ‐ θῃς, φησὶν, εἰς τὸν πόλεμον μεθ’ ἡμῶν, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέομαι τῶν ὑμε‐
45τέρων εὐχῶν· μηδείς με, ὅπερ ἔφην, ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀφαιρείσθω ταύτην τὴν συμμαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡμέτερα εὐδοκιμῇ, καὶ τὰ ὑμέτερα λαμπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡμῖν, εἰς ὑμᾶς ὁ πλοῦτος διαβήσεται.

62

.

490

(50)

Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποι‐ μαίνουσιν οἱ ποιμένες; Ὁρᾷς τὸν Παῦλον ἐπιζη‐ τοῦντα συνεχῶς ταύτας τὰς εὐχάς; ἀκούεις ὅτι Πέ‐ τρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Σφόδρα πιστεύω
55ὅτι πολλὰ δυνήσεται ὑμῶν ἡ εὐχὴ, μετὰ τοσαύτης συμφωνίας γινομένη. Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσ‐ ιέναι τῷ Θεῷ καὶ παρακαλεῖν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ παῤῥησίαν δεηθῆναι οὐκ ἔχω, πολλῷ μᾶλλον
60ὑπὲρ ἑτέρων. Τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυ‐ τοῖς εὐμενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκε‐ κρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ’ ὅμως ἐπει‐ δὴ σπλάγχνοις ὑμᾶς περιπλέκομαι πατρικοῖς, ἐπειδὴ
65ἡ ἀγάπη πάντα τολμᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας μόνον,489

62

.

491

ἀλλὰ καὶ κατ’ οἶκον, πρὸ τῶν ἄλλων ἁπάντων ὑπὲρ τῆς ὑμετέρας ὑγείας τῆς κατὰ ψυχὴν, τῆς κατὰ σῶμα ποιοῦμαι τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέ‐ πουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν
5πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ. Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάμενος εὐθέως ὑπὲρ τῶν τέ‐ κνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ μᾶλλον ὑπὲρ τῶν πνευματικῶν ἡμεῖς τοῦτο ποιεῖν ὀφεί‐ λομεν;
10 δʹ. Τί δὲ ταῦτά φημι; Ὅτι εἰ ἡμεῖς ὑπὲρ ἁπάν‐ των ὑμῶν ποιούμεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ μεγέθους τοῦ πράγματος, πολλῷ μᾶλλον δίκαιον καὶ ὑμᾶς τοῦτο ποιεῖν. Ἕνα μὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ
15πολλῆς δεόμενον παῤῥησίας· πολλοὺς δὲ ὁμοῦ συνελ‐ θόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτι‐ κόν. Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁμονοίᾳ, ᾗ μάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ
20τρεῖς, φησὶ, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰ‐ μι ἐν μέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι συν‐ ηγμένοι, ἐν μέσῳ ἐστὶ, πολλῷ μᾶλλον ἐφ’ ὑμῶν. Ὃ γὰρ καθ’ ἑαυτόν τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται· διὰ τί; Ὅτι
25εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ’ ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι. Διὰ τί εἶπε, Δύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνομά σου, διὰ τί μὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁμοῦ βούλομαι εἶναι, καὶ μὴ διεσπάσθαι. Συμφράττωμεν
30τοίνυν ἀλλήλους, συνδεσμῶμεν τῇ ἀγάπῃ, μηδεὶς ἡμᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, μὴ κατὰ διάνοιαν ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡμᾶς. Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ’ ἡμῶν. Ἔλεγ‐
35ξον, φησὶ, μήποτε οὐκ εἶπεν· ἔλεγξον, μήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα μὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάμεθα, ἢ καταγνωσθέντες συγγνώμην ᾐτήσαμεν, καὶ πειρώμεθα λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑμῖν συμφέρει, καὶ ἡμῖν. Ὑμεῖς
40μὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, μαθόντες τοῦ πράγματος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡμεῖς δὲ ἡμαρτηκότες ἀγνοοῦμεν καὶ διορθούμεθα. Ὑμῖν μὲν ἀδιαφορεῖν οὐ συμφέρει· καὶ γὰρ τιμωρία κεῖται τοῖς πᾶν ῥῆμα ἀργὸν ἐκβάλλουσιν· ἡμεῖς δὲ ἀποδυόμεθα
45τὰ ἐγκλήματα, τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, μηκέτι
ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτωνColumn end

62

.

492

φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁμαρτάνειν. Εἰ γὰρ οἰκίαν ἕκαστος ὑμῶν ἔχων, καὶ γυναικὸς καὶ παίδων προεστηκὼς καὶ ἀνδραπόδων, ὁ μὲν πλειόνων, ὁ δὲ ἐλαττόνων, ὅμως ἐν οὕτω εὐαριθμήτοις ψυχαῖς
5πολλὰ ἁμαρτάνειν, οὐχ ὡς βούλεται, ἀναγκάζεται, ἢ μὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόμενος· πολλῷ μᾶλ‐ λον ἡμεῖς δήμου τοσούτου προεστῶτες. Καὶ ἔτι πλη‐ θύναι ὑμᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑμᾶς, τοὺς μι‐ κροὺς μετὰ τῶν μεγάλων. Εἰ γὰρ καὶ μεγάλη ἡ φρον‐
10τὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐ‐ χόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέ‐ σθαι καὶ ἄπειρον. Καὶ γὰρ πατέρες, καίτοι ὑπὸ τῆς πολυπαιδίας πολλάκις κοπτόμενοι, ὅμως οὐδένα βού‐
15λονται ἀποβαλεῖν. Πάντα ἡμῖν καὶ ὑμῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια τῶν ἀγαθῶν. Οὐ μετὰ πλείονος μὲν ἐγὼ δαψιλείας, ὑμεῖς δὲ μετὰ ἐλάττονος μετ‐ έχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ’ ὁμοίως ἑκάτεροι ταύ‐ της ἐφαπτόμεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο
20μέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ’ ὅμως οὐδὲν πλέον παρὰ τοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡμῖν· ἡ σωτήριος καὶ ἡ συνέχουσα τὰς ψυχὰς ἡμῶν ζωὴ μετὰ τῆς αὐτῆς τιμῆς ἑκατέροις δίδοται. Οὐχ ἑτέρου μὲν
25ἐγὼ προβάτου, ἑτέρου δὲ ὑμεῖς, ἀλλὰ τοῦ αὐτοῦ μετ‐ έχομεν πάντες· τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκά‐ τεροι, πνεύματος ἠξιώθημεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδομεν ἑκάτεροι, ἀδελφοὶ ὁμοίως ἐσμὲν τοῦ Χριστοῦ· πάντα ἡμῖν κοινά. Ποῦ οὖν τὸ πλέον
30ἐμοῦ; Ἐν ταῖς φροντίσιν, ἐν τοῖς πόνοις, ἐν ταῖς με‐ ρίμναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑμῶν. Ἀλλ’ οὐδὲν ταύτης τῆς ἀλγηδόνος ἥδιον· ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι
35γε ἡ φροντὶς καθ’ ἑαυτὴν πικρόν· ἀλλ’ ὅταν γε ὑπὲρ παίδων γένηται, πολλὴν ἔχει τὴν ἡδονήν. Πολλοὺς ὑμῶν ἐγέννησα, ἀλλὰ μετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν μητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα δὲ μέχρις ἐσχάτης ἀνα‐
40πνοῆς αἱ ὠδῖνες, μή πού τι καὶ μετὰ τὸν τόκον ἀμ‐ βλωθρίδιον γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ’ ὅμως ἐγὼ ταῖς φρον‐ τίσι διακόπτομαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶμεν, ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀμφό‐
45τεροι διὰ πνεύματος τίκτομεν, οὐχ ἁμαρτήσεταί τις καὶ τοὺς παρ’ ἐμοῦ τεχθέντας ἐκείνου προσειπὼν, καὶ τοὺς παρ’ ἐκείνου ἐμούς. Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑμεῖς καύχημα ἡμῶν γέ‐ νησθε, καὶ ἡμεῖς ὑμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν

62

.

492

(50)

Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο μετὰ παῤῥησίας ἡμᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν.Column end

62

.

491

(53)

ΟΜΙΛΙΑ Εʹ. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς,
55καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευ‐ θύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
60 αʹ. Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ προστρέχειν, καὶ
μηδενὸς τῶν εἰς ἀρετὴν φερόντων ἀντιλαμβάνεσθαι·Column end

62

.

492

(54)

οὔτε πάλιν ἐργαζομένους τὰ ἀγαθὰ, καταφρονεῖν τῆς
55συμμαχίας ἐκείνης. Μεγάλα μὲν γὰρ δύναται, με‐ γάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡμῶν, ἀλλ’ ὅταν καὶ ἡμεῖς ἐργα‐ ζώμεθα. Διὰ τοῦτο καὶ ὁ Παῦλος εὐχόμενος ὑπὲρ αὐ‐ τῶν, πάλιν τὸ ἀξιόπιστον τίθησιν ἀπὸ τῆς ἐπαγγε‐ λίας, καί φησι· Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς
60στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ
ἀφήσει πάντως ἀπολέσθαι. Ἵνα δὲ μὴ διὰ τού‐491

62

.

493

των εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νομί‐ σαντες εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ’ αὐτῶν συνεργίαν ἀπαιτεῖ, λέγων· Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν, καὶ ποιεῖτε
5καὶ ποιήσετε. Πιστὸς μὲν οὖν ἐστι, φησὶν, ὁ Θεὸς, καὶ ἐπαγγελλόμενος σῶσαι, πάντως σώσει, ἀλλ’ ὡς ἐπηγγεί‐ λατο. Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωμεν, καὶ ἀκούω‐ μεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀρ‐ γοῦντας. Καλῶς δὲ καὶ τὸ, Πεποίθαμεν ἐν Κυρίῳ,
10τέθεικε, τουτέστι, Τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. Πάλιν αὐτοὺς καθαιρεῖ, τὸ πᾶν ἀναρτῶν, ἐκεῖ. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Πιστεύομεν δὲ ὑμῖν, ἦν μὲν τὸ ἐγκώμιον μέγα, ἀλλ’ οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν Θεὸν ἅπαντα· εἰ δὲ εἶπε, Πεποίθαμεν δὲ ἐν
15Κυρίῳ, ὅτι φυλάξει ὑμᾶς, καὶ μὴ προστέθεικε τὸ Ἐφ’ ὑμᾶς, καὶ τὸ, Ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε, ἀργοτέρους ἂν αὐτοὺς ἐποίησε, τὸ πᾶν ἐπὶ τὴν τοῦ Θεοῦ ῥίψας δύναμιν. Δεῖ μὲν γὰρ τὸ πᾶν ἐπ’ αὐτὸν ῥίπτειν, ἀλλ’ ἐνεργοῦντας καὶ αὐτοὺς, τοῖς πόνοις
20ἐμβεβηκότας καὶ τοῖς ἀγῶσι. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ’ ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς ἡμῖν συμπαρεῖναι. Ὁ δὲ Κύ‐ ριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην
25τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Ἐγκωμιάζει πάλιν αὐτοὺς, καὶ εὔχεται, τὴν κηδεμο‐ νίαν αὐτοῦ δεικνύς. Ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰς καρ‐ δίας, τῷ τε λέγειν, ὅτι Θαῤῥῶ ὅτι ἀκούσεσθε, καὶ τῷ
30παρ’ αὐτῶν εὐχὰς ἀπαιτεῖν, καὶ τῷ πάλιν αὐτοῖς ἐπεύχεσθαι μυρία ἀγαθά· Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν, φησὶ, τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ παρεκτρέποντα ἀπὸ τῆς ἀγάπης, καὶ πολλαὶ αἱ ἐκεῖθεν ἐξέλκουσαι ἀτραποί.
35Καὶ πρῶτον μὲν ἡ τοῦ μαμωνᾶ κακία, καθάπερ τινὰς ἀναισχύντους χεῖρας ἐπαφιεῖσα ἡμῶν τῇ ψυχῇ, καὶ ἀπρὶξ ἐπιλαβομένη, ἕλκει καὶ σύρει καὶ μὴ βουλομέ‐ νους ἐκεῖθεν· ἔπειτα κενοδοξία, καὶ θλίψεις δὲ πολλάκις καὶ πειρασμοὶ περιέτρεψαν. Διὰ τοῦτο κα‐
40θάπερ τινὸς πνεύματος τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα ἡμῖν τὸ ἱστίον ὥσπερ ὑπό τινος σφοδροῦ πνεύμα‐ τος παραπεμφθῇ πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ἀγαπῶ αὐτὸν καὶ ὑπὲρ ἐμαυτόν· ταῦτα ῥήματά ἐστι· διὰ τῶν ἔργων δεῖξον, εἰ ἀγαπᾷς αὐτὸν
45ὑπὲρ σεαυτόν. Ὑπὲρ τὸ ἀργύριον ἀγάπησον, καὶ τότε πιστεύω ὅτι καὶ ὑπὲρ σεαυτὸν ἀγαπᾷς· ὁ δὲ χρημά‐ των μὴ καταφρονῶν διὰ τὸν Θεὸν, πῶς σαυτοῦ κατα‐ φρονήσεις; Τί δὲ λέγω χρημάτων; ὁ πλεονεξίας μὴ καταφρονῶν, Ὁ καὶ χωρὶς τῶν ἐπιταγμάτων τοῦ Θεοῦ

62

.

493

(50)

ἔδει ποιεῖν, πῶς καταφρονήσεις σαυτοῦ; Καὶ εἰς τὴν ὑπομονὴν, φησὶν, τοῦ Χριστοῦ. Τί ἐστιν, Εἰς τὴν ὑπομονήν; Ἵνα ὑπομένωμεν, ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἢ καὶ ἵνα μεθ’ ὑπομονῆς ἀναμένωμεν αὐτὸν, τουτέστιν, ἵνα ἐμ‐
55παράσκευοι ὦμεν. Ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀνα‐ μένωμεν αὐτὸν καὶ ὑπομένωμεν. Ἔνθα δὲ ἂν ὑπο‐ μονὴν λέγῃ, πάντως θλῖψιν αἰνίττεται· τοῦτο γάρ ἐστιν ἀγαπᾷν τὸν Θεὸν, τὸ ὑπομένειν, καὶ μὴ θορυ‐
60βεῖσθαι. Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνό‐ ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλε‐ σθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περι‐ πατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρ‐ έλαβον παρ’ ἡμῶν. Τουτέστιν, οὐχ ἡμεῖς ταῦτα
65λέγομεν, ἀλλ’ ὁ Χριστός· τοῦτο γάρ ἐστιν, Ἐν ὀνό‐Column end

62

.

494

ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὕτως εἰπὼν, τὸ φοβερὸν τῆς παραγγελίας δείκνυσι. Διὰ τοῦ Χριστοῦ, φησὶ, παραγγέλλομεν. Οὐκ ἄρα ὁ Χριστὸς προσέταξεν οὐδαμοῦ ἀργεῖν. Στέλλεσθαι ὑμᾶς,
5φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ. Μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξία ἐστί. Περιπατοῦντος, φησὶ, τουτέστι, βιοῦν‐ τος. Καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν. Παράδοσιν τὴν διὰ τῶν ἔργων φησί·
10καὶ κυρίως ταύτην ἀεὶ λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτή‐ σαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος. Καίτοι, εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ.
15Ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐρ‐ γαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ, ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν,
20ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. βʹ. Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ προσηνέ‐ στερόν πως περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον καὶ φιλοτιμεῖσθαι, καὶ οὐδαμοῦ, Παραγ‐
25γέλλομεν, οὐδὲ, Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶ καὶ φιλοτιμεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος. Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’,
30Εἴ τις οὐ θέλει ἐργάζεσθαι. φησὶ, μηδὲ ἐσθιέτω. Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ’ ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπι‐
35κουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιερ‐ γαζομένους. Τοῦτο μὲν ἐνταῦθα· ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε
40πρὸς τοὺς ἔξω. Τίνος ἕνεκεν; Ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν γεγονός· καὶ γὰρ ἀλλαχοῦ παραινῶν ἔλεγε· Μακάριόν τί ἐστι μᾶλλον διδόναι, ἢ λαμ‐ βάνειν. Τὸ δὲ, Εὐσχημόνως περιπατεῖτε, οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν· Ἵνα μηδενὸς
45χρείαν ἔχητε. Ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τί‐ θησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προϊὼν γάρ φησι, Μὴ ἐκκακήσητε καλο‐ ποιοῦντες. Πάντως γὰρ τὸν ἀργοῦντα, καὶ δυνά‐ μενον ἐργάζεσθαι, ἀνάγκη περίεργον εἶναι. Ἡ δὲ

62

.

494

(50)

ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις, τοῖς οὐκ ἰσχύου‐ σιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπησχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον. Οὐ γὰρ φιμώσεις, φησὶ, βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ
55αὑτοῦ. Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ’ ἐργα‐ σίας, καὶ ἐργασίας μεγάλης λαμβάνει τὸν μισθόν. Τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα, οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γάρ φησιν ἐνταῦθα τὴν διὰ τῶν χειρῶν. Καὶ ἵνα μηδὲν τοιοῦτον ὑποπτεύσῃς,
60ἐπήγαγε· Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργα‐ ζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον βουλόμενος ποιῆσαι τὸν λόγον, ἐπήγαγε· Διὰ τοῦ
65Κυρίου, πάλιν τὸ ἀξιόπιστον καὶ φοβερὸν ταύτῃ δη‐493

62

.

495

λῶν. Ἵνα μεθ’ ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διὰ τί μὴ εἶπεν, Εἰ δὲ μὴ ἀτα‐ κτοῦσι, τρεφέσθωσαν παρ’ ὑμῶν· ἀλλὰ ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι;
5Ὅτι βούλεται αὐτοὺς ἐργαζομένους τρέφειν ἑαυτούς. Τοῦτο γάρ ἐστι, τὸ, Ἵνα τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι, τουτέστι τὸν ἐξ οἰκείων πόνων, ἀλλὰ μὴ τὸν ἀλλό‐ τριον, τὸν ἀπὸ τοῦ προσαιτεῖν ἐκποριζόμενον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες.
10Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά. Οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν προαγαγεῖν, ἀλλὰ πάλιν αὐτοὺς ἠλέησε· καὶ ὅρα μεθ’ ὅσης συνέσεως. Οὐκ εἶπε, Πλὴν συγγινώσκετε αὐτοῖς, ἕως ἂν διορθώ‐ σωνται· ἀλλὰ τί; Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες
15μὴ ἐκκακήσητε. Στέλλεσθε μὲν, φησὶν, ἀπ’ αὐτῶν καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ δια‐ φθαρέντας. Τί οὖν, φησὶν, ἂν ἔχων τὴν παρ’ ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν; Ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ’ αὐτοῦ,
20τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παῤῥησίας, ἐνδείκνυ‐ σθε ὅτι ὀργίζεσθε. Οὐ μικρὸν δὲ τοῦτο. Τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως διορθώσασθαι βουλόμεθα. Οὐκ ἀγνοοῦμεν τοὺς τρό‐ πους τῆς ἐπιτιμήσεως. Εἰπὲ γάρ μοι, εἰ σαρκικὸν
25εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμε‐ νον· Οὐκ ἔγωγε οἶμαι· ἀλλ’ ἴσως κἂν ἐῤῥύθμισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐμοῦ παρακούει· ἀλλ’ ἠρέμα
30αἰνίττεται. Τοῦτον σημειοῦσθε. Ὥστε μὴ λανθά‐ νειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναμίγνυσθε αὐτῷ. Οὐ μικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται,
35μηδὲ ἐσθιέτω, δεδοικὼς μὴ λιμῷ ἀπόλωνται, ἐπ‐ ήγαγεν, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακή‐ σητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συν‐ αναμίγνυσθε αὐτῷ, εἶτα δείσας μὴ τοῦτο αὐτὸ ἐκκό‐ ψῃ αὐτὸν τῆς ἀδελφότητος (ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ
40ταχέως ἀπολεῖται μὴ μεταλαβὼν παῤῥησίας), ἐπ‐ ήγαγε· Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νου‐ θετεῖτε ὡς ἀδελφόν. Διὰ τούτου δείκνυσιν ὅτι με‐ γάλην ὥρισε κατ’ αὐτοῦ τιμωρίαν, τῷ τῆς παῤῥη‐ σίας αὐτὸν ἀποστερεῖσθαι.
45 γʹ. Εἰ γὰρ καὶ τὸ εἶναι μετὰ πολλῶν λαμβάνοντα αἰ‐ σχύνης ἄξιον, ὅταν καὶ ἐπιτιμῶντες παρέχοιεν καὶ στέλλωνται, πόσου ὀνείδους τοῦτο; πῶς ἱκανὸν δακεῖν ψυχήν; Εἰ γὰρ μόνον ὀκνηρότερον διδόντες, ἢ γογγύ‐ ζοντες ἐμπυρίζουσι τοὺς λαμβάνοντας (μὴ γάρ μοι

62

.

495

(50)

περὶ τῶν ἀναισχύντων ἐπαιτῶν εἴπῃς, ἀλλὰ περὶ τῶν πιστῶν)· εἰ καὶ ἔμελλον ἐπιτιμᾷν διδόντες, τί οὐκ ἂν εἰργάσαντο; πόσης οὐκ ἦν τιμωρίας ἄξιον; Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὡς τὰ μέγιστα ἠδικημένοι, οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα. Οὐ
55δίδως· τί καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς. Ὁ τὸν ἀδελφὸν νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ, οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ μετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόμενος, καὶ δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ
60ἀδελφικῆς τοίνυν παρέχωμεν τῆς διανοίας, ἀπὸ ἀδελ‐Column end

62

.

496

φικῆς νουθετῶμεν τῆς προαιρέσεως· μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον πα‐ ραβαίνειν τὴν ἐντολήν. Ἐπεὶ τί τὸ κέρδος; Εἰ γὰρ καὶ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως
5ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰρ‐ γάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσ‐ ῆλθεν ὡς ἐλεηθησόμενος παρὰ σοῦ· λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ
10τὸ προσαιτεῖν ὑβρίζηται, ὅρα πόση τῶν ὑβριζόντων ἔσται ἡ τιμωρία· Ὁ ἀτιμάζων πένητα, φησὶ, παρ‐ οξύνει τὸν ποιήσαντα αὐτόν. Εἰπὲ γάρ μοι· αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν σαυτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις; πόσης
15ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔρ‐ γον; Νουθετεῖτε, φησὶν, ὡς ἀδελφούς. Καὶ μετὰ τὸ δοῦναι νουθετεῖν ἐκέλευσεν· ὅταν δὲ καὶ χωρὶς τοῦ διδόναι ὑβρίζωμεν, τίς ἡμῖν ἔσται ἀπολογία; Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην δια‐
20παντὸς ἐν παντὶ τόπῳ. Ὅρα πῶς, ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ, καθάπερ τινὰ σήμαντρα τῶν ἀποτεθέντων, τιθεὶς τὴν δέησιν καὶ τὴν ἱκετηρίαν. Δῴη ὑμῖν, φησὶ, τὴν εἰρήνην ἐν παντὶ τόπῳ. Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας
25γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν, Δῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ὥστε ἀεὶ ἔχειν αὐτήν. Τί ἐστιν, Ἐν παντὶ τόπῳ;
30Πανταχόθεν βούλεται εἰρηνεύειν, ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν. Πανταχοῦ γὰρ εἰρήνη καλὸν, ὅπου γε καὶ πρὸς τοὺς ἔξω· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Οὐδὲν γὰρ οὕτω
35πρὸς τὸ κατορθῶσαι ἃ βουλόμεθα ἐπιτήδειον, ὡς τὸ εἰρηναῖον καὶ ἀτάραχον, ὡς τὸ ἀπεχθείας ἀπηλλάχθαι ἁπάσης, καὶ μηδένα ἔχειν ἐχθρόν. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω.
40Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν αὐ‐ τὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκμηρίου κειμένου με‐ γάλου. Ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι
45πάντα πνευματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσα‐ σθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν· καὶ εὐχὴν οὐχ ἁπλῶς φιλίας σύμβολον. Ἀπὸ τούτου ἤρχετο, καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν, ἀσφαλεῖς τε θεμελίους τιθεὶς,

62

.

496

(50)

καὶ τὸ τέλος ἐπήγαγεν ἀσφαλές. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη· καὶ πάλιν, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο καὶ ὁ Κύριος ἐπηγγείλατο λέγων τοῖς μαθη‐ ταῖς, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας
55ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀλλὰ τοῦτο γί‐ νεται, ὅταν ἡμεῖς βουλώμεθα· οὐ γὰρ πάντως ἔσται μεθ’ ἡμῶν, ἐὰν ἑαυτοὺς πόῤῥω ποιῶμεν. Μεθ’ ὑμῶν, φησὶν, ἔσομαι διαπαντός. Μὴ τοίνυν τὴν χάριν ἀπ‐ ελάσωμεν. Στέλλεσθαι ἡμᾶς βούλεται ἀπὸ παντὸς
60ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Μέγα ἦν τότε τοῦτο τὸ κακὸν, τὸ ἀπὸ τοῦ πληρώματος ἀποσπασθῆναι τῶν
ἀδελφῶν. Τούτῳ γοῦν ἅπαντας τιμωρεῖται, καθὼς καὶ495

62

.

497

ἀλλαχοῦ γράφων Κορινθίοις ἔλεγε· Τῷ τοιούτῳ μηδὲ συνεσθίειν φησίν. Ἀλλ’ οὐ νῦν μέγα αὐτὸ ἡγοῦνται οἱ πλείους, ἀλλὰ πάντα συγκέχυται καὶ διέφθαρται· μετὰ μοιχῶν, μετὰ πόρνων, μετὰ πλεο‐
5νεκτῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἀναμιγνύμεθα. Εἰ ἀπὸ τοῦ ἀργῶς τρεφομένου μόνον στέλλεσθαι ἔδει, πόσῳ μᾶλλον ἀπὸ τῶν ἄλλων; Καὶ ἵνα μάθῃς ὅσον ἦν φο‐ βερὸν τὸ χωρίζεσθαι ἀπὸ τοῦ συλλόγου τῶν ἀδελφῶν, καὶ ὅσον φέρει κέρδος τοῖς εὐγνωμόνως τὴν ἐπιτίμη‐
10σιν δεχομένοις, ἄκουσον ὅπως ὁ πεφυσιωμένος ἐκεῖνος τῷ ἁμαρτήματι, ὁ εἰς ἐσχάτην κακίαν ἐλάσας, ὁ πορ‐ νείαν πορνεύσας, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε‐ ται, ὁ ἀναισθήτως ἔχων τοῦ τραύματος (τοῦτο γάρ ἐστιν ὑπερβολὴ διαστροφῆς)· οὗτος δὴ ὁ τοιοῦτος
15οὕτω κατεκάμφθη καὶ συνεστάλη, ὥστε τὸν Παῦλον εἰπεῖν· Ἀρκεῖ τῷ τοιούτῳ ἡ ἐπιτίμησις αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε κυρώσατε εἰς αὐτὸν ἀγά‐ πην. Καθάπερ γὰρ μέλος ἀποσπασθὲν τοῦ λοιποῦ σώματος, οὕτως ἦν τότε.
20 δʹ. Τὸ δὲ αἴτιον, καὶ πόθεν ἦν τοῦτο φοβερὸν τότε· ἐπειδὴ καὶ τὸ εἶναι μετ’ αὐτῶν μέγα ἀγαθὸν αὐτοῖς ἐνομίζετο. Καθάπερ γὰρ οἰκίαν μίαν οἰκοῦντες, καὶ ὑπὸ πατέρα ἕνα ὄντες, καὶ μιᾶς τραπέζης μετ‐ έχοντες, οὕτως ᾤκουν τότε καθ’ ἑκάστην Ἐκκλησίαν.
25Τὸ τοίνυν τοσαύτης ἐκπεσεῖν ἀγάπης, πόσον κακὸν ἦν; Νῦν δὲ οὐδὲ εἶναι μέγα δοκεῖ, διὰ τὸ μηδὲ μέγα τι νομίζεσθαι, ὅταν μετ’ ἀλλήλων ὦμεν. Ὅπερ ἐν τάξει τιμωρίας ἦν τότε, τοῦτο διὰ τὴν πολλὴν ψύξιν τῆς ἀγάπης καὶ χωρὶς τιμωρίας γίνεται νῦν, καὶ
30στελλόμεθα ἀπ’ ἀλλήλων εἰκῆ, καὶ ἀπὸ ψυχρότητος. Τὸ γὰρ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἶναι ἀγά‐ πην· τοῦτο πάντα διέλυσε καὶ ἠφάνισε τὰ σεμνὰ καὶ λαμπρὰ τῆς Ἐκκλησίας, ἐφ’ οἷς ἀγάλλεσθαι ἔδει. Μεγάλη διδασκάλου παῤῥησία, ὅταν ἐκ τῶν οἰκείων
35κατορθωμάτων ἔχῃ τοῖς μαθηταῖς ἐπιτιμᾷν. Διὸ καὶ Παῦλος ἔλεγεν· Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖ‐ σθαι ἡμᾶς· καὶ τοῦ βίου μᾶλλον ὀφείλει διδάσκαλος εἶναι, ἢ τοῦ λόγου. Μηδεὶς δὲ νομιζέτω τοῦτο μεγα‐ ληγορίας εἶναι· εἰς γὰρ ἀνάγκην καταστὰς τοῦτο
40ἐφθέγξατο, καὶ πρὸς τὸ κοινῇ χρήσιμον. Ὅτι οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν. Ἀπὸ τούτου οὐχ ὁρᾷς τὴν ταπεινοφροσύνην, ἢν δωρεὰν καλεῖ καὶ εὐ‐ ταξίαν; Οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν. Δείκνυσιν ἐνταῦθα καὶ
45πένητας αὐτοὺς ἴσως ὄντας. Καὶ μή μοι εἴπῃς, Ἀλλ’ οὐ πάντες πένητες ἦσαν· περὶ γὰρ πενήτων καὶ τῶν οὐκ ἄλλως τῆς ἀναγκαίας εὐπορούντων τροφῆς, ἢ ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας διαλέγεται. Οὐ γὰρ εἶπεν, Ἵνα ἀπὸ πατέρων ἔχωσιν, ἀλλ’, Ἵνα ἐργαζό‐

62

.

497

(50)

μενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Εἰ γὰρ ὁ κήρυξ ἐγὼ, φησὶ, τοῦ λόγου τῆς διδασκαλίας ἐφοβήθην βα‐ ρῆσαι ὑμᾶς, πολλῷ μᾶλλον ὁ μηδὲν ὑμᾶς ὠφελῶν. Τοῦτο γὰρ ὄντως βάρος ἐστί. Βάρος δέ ἐστιν, ὅταν τις μὴ μετὰ προθυμίας πολλῆς διδῷ. Ἀλλ’ οὐ τοῦτο αἰ‐
55νίττεται, ἀλλ’ ὡς οὐκ ἐχόντων εὐκόλως. Διὰ τί γὰρ οὐκ ἐργάζῃ; χεῖράς σοι εἰς τοῦτο ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα παρ’ ἑτέρων λαμβάνῃς, ἀλλ’ ἵνα ἑτέροις παρέχῃς.
Ὁ δὲ Κύριος, φησὶ, μεθ’ ὑμῶν. Τοῦτο ἔξεστι καὶColumn end

62

.

498

ἡμῖν ἑαυτοῖς ἐπεύχεσθαι, ἂν τὰ τοῦ Κυρίου πράττω‐ μεν. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθη‐ ταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ
5τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐ μόνον ταῦτα πρὸς ἐκείνους εἴρηται, ἀλλὰ καὶ πρὸς ἡμᾶς. Ὅτι γὰρ
10ἐκείνοις οὐκ ἐπήγγελται μόνον, δῆλον ἐκ τοῦ εἰπεῖν, Ἕως τοῦ αἰῶνος τῆς συντελείας, ἀλλὰ καὶ τοῖς κατ’ ἴχνος ἐκείνων βαίνουσι. Τί οὖν πρὸς τοὺς μὴ διδασκάλους φησίν; Ἕκαστος ὑμῶν, εἰ βούλοιτο, δι‐ δάσκαλός ἐστιν, εἰ καὶ μὴ ἑτέρου, ἀλλ’ ἑαυτοῦ·
15δίδαξον σεαυτὸν πρῶτον. Ἐὰν διδάξῃς πάντα, ὅσα ἐνετείλατό σοι τηρεῖν, διὰ τούτου πολλοὺς ἕξεις τοὺς ζηλοῦντας. Ὥσπερ γὰρ ὁ λύχνος, ὅταν αὐτὸς γένηται λαμπρὸς, μυρίους δύναται ἀνάψαι· ἐσβεσμένος δὲ οὐδὲ ἑαυτῷ παρέξει φῶς, οὔτε ἑτέρους ἀνάψαι λύ‐
20χνους δυνήσεται· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡμῖν φῶς λαμπρὸν ᾖ, μυρίους καὶ μαθη‐ τὰς καὶ διδασκάλους ἐργασόμεθα, ὥσπερ ἀρχέτυπον προκείμενοι. Οὐδὲ γὰρ οὕτω τὰ παρ’ ἐμοῦ ῥήματα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ
25ἡμέτερος. Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάμπων, καὶ γυναῖκα ἔχων· ἔξεστι γὰρ καὶ γυναῖκα ἔχοντα ἀρέσκειν Θεῷ καὶ παιδία καὶ οἰκέτας καὶ φίλους· οὗτος, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον ἐμοῦ τοὺς πάντας ὠφελῆσαι δυνήσε‐
30ται; Ἐμοῦ μὲν γὰρ ἅπαξ ἢ δεύτερον ἀκούσονται τοῦ μηνὸς, ἢ οὐδὲ ἅπαξ, καὶ ἅπερ ἂν ἀκούσωσιν, ἴσως μέχρι τοῦ τῆς ἐκκλησίας οὐδοῦ φυλάξαντες, εὐθέως ἀποβάλλουσιν· ἐκείνου δὲ τὸν βίον ὁρῶντες διηνεκῶς, μεγάλα κερδαίνουσιν. Ὅταν γὰρ ὑβρισθεὶς
35μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζον‐ τος ψυχήν; κἂν μὴ παραυτίκα ὁμολογῇ τὴν ὠφέλειαν, ἀπὸ τοῦ θυμοῦ ἢ αἰσχυνόμενος ἢ ἐντρεπόμενος, ἀλλ’ ὅμως αἴσθησιν εὐθέως λαμβάνει· καὶ ἀδύνατον ἄν‐
40θρωπον ὑβριστὴν, κἂν θηρίον ᾖ, ἀνεξικάκῳ τινὶ προσμίξαντα, μὴ μεγάλα κερδήσαντα ἀπελθεῖν. Τὰ γὰρ ἀγαθὰ κἂν μὴ πράττωμεν, ἀλλ’ ὅμως ἐπαινοῦ‐ μεν ἅπαντες καὶ θαυμάζομεν. Ἡ γυνὴ πάλιν ἂν ἴδῃ τὸν ἄνδρα ἐπιεικῆ, μεγάλα κερδαίνει ἀεὶ συνοῦσα, καὶ
45τὸ παιδίον. Ἔξεστιν οὖν ἑκάστῳ διδασκάλῳ γενέσθαι. Οἰκοδομεῖτε γὰρ, φησὶν, ἀλλήλους εἷς τὸν ἕνα, κα‐ θὼς καὶ ποιεῖτε. Ὅρα γάρ· προσέπεσε ζημία ἐπὶ τῆς οἰκίας; ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσμος; ὁ ἀνὴρ ἐὰν ᾖ φιλόσοφος καὶ καταγελα‐

62

.

498

(50)

στὴς ζημίας, καὶ ἐκείνην παραμυθεῖται, καὶ πείθει φέρειν γενναίως. Ἆρ’ οὖν, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον αὐτὴν τῶν ἡμετέρων ὠφελήσει λόγων; Εἰπεῖν μὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν κατα‐ στῶμεν, σφόδρα δύσκολον. Διὰ τοῦτο μᾶλλον ἀπὸ
55τῶν ἔργων ῥυθμίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε· καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦ‐ λος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν μετὰ τοῦ
δεσπότου.497

62

.

499

εʹ. Οὐδὲ γὰρ εἰκῆ οὐδὲ ἁπλῶς αὐτοῖς συνεχῶς ἐπι‐ τάττει τὴν ἀρετὴν ἀσκεῖν ὁ Παῦλος, καὶ πειθηνίους εἶναι τοῖς δεσπόταις, οὐ τῆς διακονίας τοσοῦτον φρον‐ τίζων τῶν δεσποτῶν, ὅσον ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ
5βλασφημῆται καὶ ἡ διδασκαλία· ὅταν δὲ μὴ βλασφη‐ μῆται, ταχέως καὶ θαυμασθήσεται. Καὶ οἶδα πολλὰς οἰκίας, ὅτι μεγάλα ἐκέρδαναν ἀπὸ τῆς τῶν δούλων ἀρετῆς. Εἰ δὲ οἰκέτης ὑπ’ ἐξουσίαν κείμενος τὸν δε‐ σπότην ῥυθμίσαι δύναιτ’ ἂν, πολλῷ μᾶλλον δε‐
10σπότης οἰκέτας. Διανείμασθε πρὸς ἐμὲ, παρακαλῶ, ταύτην τὴν διακονίαν. Ἐγὼ πᾶσι κοινῇ διαλέγομαι· ὑμεῖς ἰδίᾳ ἑκάστῳ, καὶ ἕκαστος ἐγχειριζέσθω τὴν σω‐ τηρίαν τῶν πλησίον. Ὅτι γὰρ δεῖ τῶν τῆς οἰκίας προεστάναι ἐν τούτοις, ἄκουσον ποῦ παραπέμπει
15τὰς γυναῖκας ὁ Παῦλος· Εἰ δέ τι μαθεῖν θέλουσι, φη‐ σὶν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· καὶ οὐ προσάγει αὐτὰς τῷ διδασκάλῳ. Καθάπερ γὰρ ἐν ταῖς διατριβαῖς τῶν γραμμάτων εἰσὶ καὶ ἐν τοῖς μαθηταῖς διδάσκαλοι, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ·
20βούλεται γὰρ μὴ ὑπὸ πάντων ἐνοχλεῖσθαι τὸν διδά‐ σκαλον. Διὰ τί; Ὅτι μεγάλα ἀγαθὰ οὕτως ἔσται, οὐ μόνον ὅτι κοῦφος ἔσται ὁ πόνος τῷ διδασκάλῳ, ἀλλ’ ὅτι καὶ τῶν μαθητῶν ἕκαστος μεριμνήσας, ταχέως γενέσθαι δύναται διδάσκαλος, ταύτην ἔχων τὴν φρον‐
25τίδα. Ὅρα γὰρ πόσην διακονίαν εἰσάγει ἡ γυνή· οἰ‐ κουρεῖ, καὶ τῶν κατὰ τὴν οἰκίαν πάντων φροντίζει, ταῖς θεραπαινίσιν ἐφέστηκεν, ἀμφιέννυσι ταῖς αὐτῆς χερσὶ, πατέρα σε ποιεῖ παίδων καλεῖσθαι, χαμαιτυ‐ πείων ἀπαλλάττει, πρὸς σωφροσύνην βοηθεῖ, τὸν οἶ‐
30στρον τῆς φύσεως παύει. Ἀλλ’ εὐεργέτει αὐτὴν καὶ σύ. Πῶς; Ἐν τοῖς πνευματικοῖς ὄρεξον χεῖρα· ἅπερ ἂν ἀκούσῃς χρήσιμα, ταῦτα, καθάπερ αἱ χελιδόνες, τῷ στόματι διαβαστάζων ἀπάγαγε, καὶ ἔνθες εἰς τὸ στόμα καὶ τῆς μητρὸς καὶ τῶν νεοττῶν. Πῶς γὰρ οὐκ
35ἄτοπον ἐν μὲν τοῖς ἄλλοις τῶν πρωτείων ἀξιοῦν σαυ‐ τὸν, καὶ τὴν τῆς κεφαλῆς χώραν ἐπέχειν, ἐν δὲ τῇ διδασκαλίᾳ λείπειν τὴν τάξιν; Τὸν ἄρχοντα τῶν ἀρχομένων οὐκ ἐν ταῖς τιμαῖς ὑπερέχειν δεῖ, ἀλλ’ ἐν ταῖς ἀρεταῖς· τοῦτο γὰρ ἄρχοντος· ἐκεῖνο μὲν γὰρ
40τῶν ἀρχομένων ἐστὶ, τοῦτο δὲ αὐτοῦ τοῦ ἄρχοντος κατόρθωμα. Ἂν πολλῆς ἀπολαύσῃς τιμῆς, οὐδὲν τοῦτο πρὸς σέ· ἔλαβες γὰρ παρ’ ἑτέρων· ἂν πολλῇ λάμπῃς τῇ ἀρετῇ, τοῦτο ὅλον σόν. Κεφαλὴ τῆς γυ‐ ναικὸς εἶ· οὐκοῦν ῥυθμιζέτω τὸ σῶμα τὸ λοιπὸν ἡ κε‐
45φαλή. Οὐχ ὁρᾷς ὅτι οὐ τῷ τόπῳ τοσοῦτον ὑπερέχειColumn end

62

.

500

τοῦ λοιποῦ σώματος, ὅσον τῇ προνοίᾳ, καθάπερ τις κυβερνήτης, ἅπαν αὐτὸ εὐθύνουσα; Ἐν γὰρ τῇ κε‐ φαλῇ καὶ οἱ τοῦ σώματος, καὶ οἱ τῆς ψυχῆς ὀφθαλ‐ μοί· ἐκεῖθεν ἐπιῤῥεῖ τούτοις τὸ διορατικὸν, ἐκεῖθεν
5τὸ ἡγεμονικόν. Καὶ τὸ μὲν λοιπὸν τάττεται εἰς δια‐ κονίαν, αὐτὴ δὲ εἰς τὸ ἐπιτάττειν κεῖται. Πᾶσαι αἱ αἰσθήσεις ἐκεῖθεν ἔχουσι τὴν ἀρχὴν καὶ τὴν πηγήν· τὰ φωνητικὰ ὄργανα ἐκεῖθεν ἀναπέμπεται, τὸ διορα‐ τικὸν, τὸ ὀσφρητικὸν, ἡ ἁφὴ πᾶσα· ἡ γὰρ τῶν νεύ‐
10ρων ῥίζα καὶ τῶν ὀστῶν ἐκεῖθεν συνέστηκεν. Ὁρᾷς ὅτι τῇ προνοίᾳ μᾶλλον ὑπερέχει, ἢ τῇ τιμῇ· Οὕτω καὶ τῶν γυναικῶν ἡμεῖς ἄρχωμεν· νικῶμεν αὐτὰς μὴ τῷ πλείονα τιμὴν ζητεῖν παρ’ αὐτῶν, ἀλλὰ τῷ μει‐ ζόνως αὐτὰς εὐεργετεῖσθαι παρ’ ἡμῶν. Ἔδειξα ὅτι
15οὐ μικρὰς ἡμᾶς εὐεργεσίας εὐεργετοῦσιν, ἀλλ’ ἐὰν θέλωμεν ἐν τοῖς πνευματικοῖς δοῦναι τὴν ἀντίδοσιν, ἡμεῖς νικῶμεν· ἐπεὶ ἐν τοῖς σωματικοῖς ἀντίῤῥοπόν τι εἰσαγαγεῖν οὐ δυνατόν. Τί γάρ; εἰσάγετε πολλὰ χρήματα; Ἀλλ’ ἐκείνη φυλάττει· ἀντίῤῥο‐
20πος δὲ αὕτη ἐκείνης ἡ πρόνοια, καὶ οὕτως αὐτῆς δεῖ‐ ται. Διὰ τί; Ὅτι πολλοὶ πολλὰ κεκτημένοι, ἐπειδὴ φυλάττουσαν οὐκ ἔσχον, πάντα ἀπώλεσαν. Ἀλλὰ τῶν παίδων ἕνεκεν κοινωνεῖτε ἀμφότεροι, καὶ ἴση παρ’ ἑκατέρου ἡ εὐεργεσία· μᾶλλον δὲ ἐκείνη πολυπονω‐
25τέραν ἐν τούτοις ἔχει τὴν διακονίαν, διαπαντὸς φέ‐ ρουσα τὸ κυόμενον, καὶ ταῖς ὠδῖσι διακοπτομένη. Ὥστε ἐν τοῖς πνευματικοῖς μόνοις δυνήσῃ νικᾷν. Μὴ δὴ φροντίζωμεν ὅπως ἡμῖν χρήματα ἔσται, ἀλλ’ ὅπως ἃς ἐνεπιστεύθημεν ψυχὰς, μετὰ παῤῥησίας τῷ
30Θεῷ παραστήσωμεν· ἐν τῷ γὰρ ῥυθμίζειν ἐκείνας καὶ ἑαυτοὺς τὰ μέγιστα ὀνήσομεν. Ὁ γὰρ ἕτερον δι‐ δάσκων, εἰ καὶ μηδὲν ἕτερον, ἀλλ’ ἐν τῷ λέγειν κα‐ τανύσσεται, καὶ μάλιστα ὅταν ἴδῃ ἑαυτὸν ὑπεύθυνον ὄντα τούτοις, ὑπὲρ ὧν ἑτέροις ἐπιτιμᾷ. Ἐπεὶ οὖν
35καὶ ἡμᾶς αὐτοὺς, κἀκείνας ὠφελοῦμεν, καὶ δι’ ἐκεί‐ νων τὸν οἶκον, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ προηγουμέ‐ νως, μὴ ἀποκάμωμεν καὶ τῆς ἑαυτῶν, καὶ τῆς τῶν διακονουμένων ἡμῖν ψυχῆς κηδόμενοι, ἵν’ ὑπὲρ ἁπάν‐ των λάβωμεν τὴν ἀμοιβὴν, καὶ μετὰ πολλοῦ τοῦ
40πλούτου καταντήσωμεν εἰς τὴν ἁγίαν πόλιν τὴν μη‐ τέρα ἡμῶν, τὴν ἄνω Ἱερουσαλήμ· ἧς μὴ γένοιτό ποτε ἐκπεσεῖν, ἀλλ’ ἐν τῇ ἀρίστῃ λάμψαντας πολι‐ τείᾳ μετὰ πολλῆς τῆς παῤῥησίας ἀξιωθῆναι ἰδεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μεθ’ οὗ τῷ Πατρὶ
45ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.499