TLG 2062 162 :: JOANNES CHRYSOSTOMUS :: In epistulam i ad Thessalonicenses (homiliae 1–11)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam i ad Thessalonicenses (homiliae 1–11)

Citation: Vol — pg — (ln)

62

.

391

(22t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
23tΙΩΑΝΝΟΥ
24tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
25tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
26tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ.
27ΟΜΙΛΙΑ Αʹ. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ
30Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ‐ σευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες
35ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου
τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδοςColumn end

62

.

392

(28)

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.
30 αʹ. Τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τι‐ μόθεον ἔχων μεθ’ ἑαυτοῦ, οὐχὶ συνέταξεν ἑαυτῷ, καίτοι γνωριζόμενον παρ’ αὐτοῖς καὶ θαυμαζόμενον (Τὴν γὰρ δοκιμὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς
πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσε· καὶ πάλιν,391

62

.

393

Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει)· ἐνταῦθα δὲ συντάττει αὐτὸν ἑαυτῷ; Ἐμοὶ δοκεῖ ὅτι ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμ‐
5ματα ὅσον οὔπω καταληψόμενον· φησὶ γὰρ, Τοῦτον μὲν ἐλπίζω πέμψαι ἐξαυτῆς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ἐπανελθὼν ἦν, ὥστε εἰκότως ἐπέστελλεν· Ἄρτι γὰρ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ’ ὑμῶν. Διὰ τί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν,
10καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; Ἴσως μὲν ἀξιοῦντος τοῦτο αὐτοῦ κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρακαλοῦντος. Ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρα οὕτω ταπεινοφρο‐ νοῦντα, ὡς τὸν μαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ
15μᾶλλον τοῦτο αὐτὸς ἐζήτησεν ἄν. Παῦλος γὰρ, φησὶ, καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσα‐ λονικέων. Οὐδὲν ἐνταῦθα περὶ ἑαυτοῦ τίθησιν, οὐχ Ὁ ἀπόστολος, οὐχ Ὁ δοῦλος. Ἐμοὶ δοκεῖ, διὰ τὸ νεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ
20πεῖραν εἰληφέναι, οὐ τίθησι τὸ ἀξίωμα· ἄλλως δὲ καὶ ἀρχὴ τοῦ κηρύγματος ἔτι ἦν τοῦ πρὸς αὐτούς. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων. Καλῶς. Ἐπεὶ γὰρ εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συν‐ εστάναι, διὰ τοῦτο αὐτοὺς παραμυθεῖται διὰ τοῦ
25ὀνόματος τῆς Ἐκκλησίας· ἔνθα γὰρ πολὺς παρ‐ εληλύθει χρόνος, καὶ τὸ τῆς Ἐκκλησίας σύστημα πολὺ ἦν, οὐ τίθησι τοῦτο. Ἐπειδὴ δὲ ὄνομα πλήθους ἐστὶν, ὡς τὰ πολλὰ, τὸ τῆς Ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκροτημένου, διὰ τοῦτο αὐτοὺς
30οὕτω καλεῖ. Ἐν Θεῷ, φησὶ, Πατρὶ, καὶ Κυρίῳ Ἰη‐ σοῦ Χριστῷ. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων τῇ ἐν Θεῷ. Ἰδοὺ πάλιν τὸ, Θεός, ἐπὶ τοῦ Πατρὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ. Τὸ δὲ, Ἐν Θεῷ, φησὶν, ἐπειδὴ πολλαὶ Ἐκκλησίαι καὶ Ἰουδαϊκαὶ καὶ Ἑλληνικαὶ
35ἦσαν. Μέγα τὸ ἀξίωμα, καὶ οὗ ἴσον οὐδὲν, εἰ ἐν Θεῷ ἐστι. Γένοιτο τοίνυν καὶ ταύτην τὴν Ἐκκλησίαν οὕτω καλεῖσθαι· δέδοικα δὲ μὴ μακρὰν ᾖ τῆς προσηγορίας ταύτης. Εἴ τις γὰρ ἁμαρτίας δοῦλος, οὐ δύναται λέ‐ γεσθαι ἐν Θεῷ. Χάρις ὑμῖν καὶ εἰρήνη. Εἶδες εὐθὺς
40ἀπὸ ἐγκωμίων τὸ προοίμιον τῆς ἐπιστολῆς; Εὐχαρι‐ στοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν. Τὸ γὰρ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ αὐτῶν, μαρτυροῦντός ἐστιν αὐτοῖς πολλὴν προκοπὴν, ὅταν μὴ μόνον ἐπαι‐
45νῶνται αὐτοὶ, ἀλλὰ καὶ Θεὸς εὐχαριστῆται, ὡς αὐτὸς ἐργασάμενος τὸ πᾶν. Διδάσκει δὲ αὐτοὺς καὶ μετριά‐ ζειν, μονονουχὶ λέγων, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστι τὸ πᾶν. Τὸ μὲν οὖν εὐχαριστεῖν τῶν κατορθωμάτων ἕνεκεν τίθησι· τὸ δὲ μεμνῆσθαι αὐτῶν ἐπὶ τῶν προ‐

62

.

393

(50)

σευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. Εἶτα δεικνὺς ὅτι οὐ μόνον ἐπὶ τῶν προσευχῶν μέμνηται, ἀλλὰ καὶ χωρὶς τῶν εὐχῶν, ὅπερ πολλάκις ποιεῖ· Ἀδιαλείπ‐ τως, φησὶ, μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπο‐
55μονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Τί ἐστιν; Ἀδιαλείπτως μνημονεύοντες; Ἤτοι μνη‐ μονεύοντες ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ τοῦ κόπου τῆς ἀγάπης μνημονεύοντες τοῦ ὄντος ἔμπρο‐
60σθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Οὐχ ἁπλῶς δὲ εἶπεν·Column end

62

.

394

Ἀδιαλείπτως μνημονεύοντες, ἀλλ’ Ὑμῶν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς ἁπλῶς μηδὲ τὸ Ὑμῶν εἰρῆ‐ σθαι, ἐπήγαγεν· Ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ οὐδεὶς ἐπῄνει τῶν ἀνθρώπων τὰ
5γινόμενα, οὐδεὶς μισθὸν ἀπεδίδου, καὶ τοῦτο προσ‐ τίθησι, μονονουχὶ λέγων, Θαῤῥεῖτε, ἔμπροσθεν τοῦ Θεοῦ κάμνετε. Τί ἐστι, Τοῦ ἔργου τῆς πίστεως; Ὅτι οὐδὲν ὑμῶν παρέκλινε τὴν ἔνστασιν· τοῦτο γὰρ ἔργον πίστεως. Εἰ πιστεύεις, πάντα πάσχε· εἰ δὲ μὴ
10πάσχεις, οὐ πιστεύεις. Μὴ γὰρ οὐ τοιαῦτά ἐστι τὰ ἐπηγγελμένα, ὡς καὶ μυρίους θανάτους πείσεσθαι τὸν πιστεύοντα ἀνελέσθαι; Οὐρανῶν βασιλεία πρό‐ κειται καὶ ἀθανασία καὶ ζωὴ αἰώνιος. Ὁ τοίνυν πιστεύων, πάντα πείσεται. Ἄρα ἡ πίστις διὰ τῶν
15ἔργων δείκνυται. Εἰκότως οὖν οὕτως εἶπε, δηλῶν, ὅτι Οὐχ ἁπλῶς, ἀλλὰ διὰ τῶν ἔργων αὐτὴν ἐπεδείξασθε, διὰ τῆς ἐνστάσεως, διὰ τῆς προθυμίας. Καὶ τοῦ κόπου τῆς ἀγάπης. Ποῖος γὰρ κόπος τὸ φιλεῖν ἁπλῶς; Οὐδείς· τὸ δὲ γνησίως φιλεῖν κόπος πολύς.
20Ὅταν γὰρ, εἰπέ μοι, μυρία κινῆται τῆς ἀγάπης ἡμᾶς ἀφελκύσαι βουλόμενα, ἡμεῖς δὲ πρὸς πάντα ἀντι‐ τείνωμεν, οὐχὶ κόπος ἐστί; Τί γὰρ οὐκ ἔπαθον οὗτοι, ὥστε μὴ ἀποστῆναι τῆς ἀγάπης; οὐχὶ ἐπὶ τὸν ὑπο‐ δοχέα Παύλου ἦλθον οἱ πολεμοῦντες τῷ κηρύγματι,
25καὶ μὴ εὑρόντες αὐτὸν, ἔσυρον τὸν Ἰάσονα ἐπὶ τοὺς πολιτάρχας; Μικρὸς οὗτος κόπος, εἰπέ μοι, μηδέπω τῶν σπερμάτων παγέντων, τοσοῦτον χειμῶνα φέρειν, τοσούτους πειρασμούς; Καὶ ἱκανὰ αὐτὸν ἀπῄτησαν. Καὶ ἱκανὰ, φησὶ, δοὺς, ἐξέπεμψε τὸν Παῦλον. Μικρὸν
30τοῦτο, εἰπέ μοι; οὐχὶ καὶ ἑαυτὸν ἀντ’ ἐκείνου τῷ κιν‐ δύνῳ ὑπέθηκε; Τοῦτο κόπον φησὶν ἀγάπης, ὅτι οὕτω προσεδέθησαν. βʹ. Καὶ ὅρα· πρῶτον ἐκείνων λέγει τὰ κατορθώματα, καὶ τότε τὰ ἑαυτοῦ, ἵνα μὴ δόξῃ μεγαληγορεῖν, μηδὲ
35προλήψει φιλεῖν αὐτούς. Καὶ τῆς ὑπομονῆς, φησίν. Οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος γέγονεν, ἀλλὰ διαπαντός· οὐδὲ τῷ διδασκάλῳ μόνον Παύλῳ ἐπολέμουν, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Εἰ γὰρ πρὸς ἐκείνους οὕτω διέκειντο τοὺς θαύματα ἐργα‐
40ζομένους, τοὺς αἰδεσίμους, τί οἴει πρὸς τοὺς συνοι‐ κοῦντας αὐτοῖς, καὶ συμπολίτας, καὶ ἀθρόον ἀπο‐ στάντας; Ὅπερ οὖν αὐτοῖς καὶ μαρτυρεῖ, λέγων, ὅτι Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ τῆς ἐλπίδος, φησὶ,
45τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Καλῶς οὕτως εἶπε· ταῦτα γὰρ πάντα ἀπὸ πίστεως γίνεται καὶ ἐλπίδος. Ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν μόνον ἐδήλου τὰ γενό‐ μενα, ἀλλ’ ὅτι καὶ μετὰ πληροφορίας ἐπίστευον τοῖς

62

.

394

(50)

ἀποκειμένοις ἐπάθλοις. Διὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γενέσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν ἡ τὰς τῶν πι‐
55στευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανά‐ τους μυρίους παρασκευάζεσθαι· ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ εὐθέως κατὰ βάθους τὸ κήρυγμα ἐπεπήγει καὶ εἰστήκει ἀκλινές. Εἰδότες, ἀδελφοὶ ἠγαπη‐ μένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγ‐
60γέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μό‐393

62

.

395

νον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ· καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ἡμῖν ὑμᾶς. Τί ἐστιν ὃ λέγει· Οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν; Ἐνταῦθα καὶ τῶν αὐτοῦ
5κατορθωμάτων ἅπτεται, ἀλλ’ ἐπεσκιασμένως· βού‐ λεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωμίοις ἐπεξελ‐ θεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ᾜδειμεν ὅτι τῶν γενναίων ἦτε καὶ μεγάλων ἀνδρῶν, ὅτι τῶν ἐκλε‐ κτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένο‐
10μεν δι’ ὑμᾶς. Τὸ γὰρ, Οἷοι ἐγενήθημεν ἐν ὑμῖν, τοῦτό ἐστι δηλοῦντος, ὅτι μετὰ πολλῆς προθυμίας καὶ πολλῆς σφοδρότητος ἕτοιμοί ἐσμεν τὰς ψυχὰς ἡμῶν ἐκδοῦναι δι’ ὑμᾶς· καὶ τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλ’ ὑμῖν, ὅτι ἐκλεκτοὶ ἦτε. Διὰ τοῦτο καὶ
15ἀλλαχοῦ φησι· Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλε‐ κτούς. Ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν τί οὐκ ἄν τις πάθοι; Καὶ εἰπὼν τὸ αὐτοῦ, μονονουχί φησιν· Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑπο‐ μένομεν. Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν αὐτοὺς ἐῤῥών‐
20νυε μόνον, ἀλλὰ καὶ τὸ ὑπομιμνήσκειν, ὅτι καὶ αὐ‐ τοὶ τῆς ἐκείνων προθυμίας ἀντίῤῥοπον ἀνδρείαν ἐπ‐ εδείξαντο. Φησὶ γοῦν· Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου.
25Βαβαί! πόσον τὸ ἐγκώμιον! οἱ μαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον τῶν λόγων, ἀλλὰ καὶ πρὸς τὴν αὐτὴν κορυφὴν τῷ Παύλῳ ἔφθα‐ σαν. Ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὸ ἑξῆς· ὅρα γὰρ ποῦ αὐτοὺς ἀνάγει λέγων· Μιμηταὶ ἐγένεσθε τοῦ Κυ‐
30ρίου. Πῶς; Δεξάμενοι τὸν λόγον ἐν θλίψει πολ‐ λῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐχ ἁπλῶς με‐ τὰ θλίψεως, ἀλλὰ μετὰ πολλῆς. Καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν ἀποστολικῶν μαθεῖν, πῶς ἐπήγειραν τὸν διωγμὸν ἐπ’ αὐτούς· —Καὶ πάντας,
35φησὶ, τοὺς πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀν‐ επτέρωσαν κατ’ αὐτῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἐθλίβητε μὲν καὶ ἐπιστεύσατε, ἀλγοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες σφόδρα. Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποί‐ ουν· Χαίροντες, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ
40τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Τὸ γὰρ θαυμαστὸν, τοῦτό ἐστιν· εἰ καὶ οὐδὲ ἐκεῖνο μικρὸν, τὸ φέρειν ὁπωσδήποτε θλίψεις· τοῦτο δὲ ἤδη τῶν τὴν ἀνθρωπίνην φύσιν ὑπερβαινόντων ἦν, καὶ ὥσ‐ περ ἀπαθὲς σῶμα ἐχόντων. Πῶς δὲ μιμηταὶ τοῦ Κυρίου
45ἐγένοντο; Ὅτι καὶ αὐτὸς πολλὰ παθήματα ὑπέμεινε, καὶ οὐκ ἤλγει, ἀλλ’ ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρ‐ χετο. Δι’ ἡμᾶς ἑαυτὸν ἐκένωσεν, ἔμελλεν ἐμπτύε‐ σθαι καὶ ῥαπίζεσθαι, σταυροῦσθαι· καὶ οὕτως ἔχαι‐ ρε ταῦτα πάσχων, ὡς τῷ Πατρὶ λέγειν· Δόξασόν

62

.

395

(50)

με. Μετὰ χαρᾶς, φησὶ, Πνεύματος ἁγίου. Ἵνα μή τις εἴπῃ· Πῶς θλίψεως λέγεις; πῶς χαρᾶς; πῶς ἀμφό‐ τερα ἔνι συνελθεῖν; ἐπήγαγε· Μετὰ χαρᾶς Πνεύ‐ ματος ἁγίου. Ἡ θλῖψις ἐν τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς. Πῶς; Τὰ μὲν γινόμενα,
55λυπηρά· τὰ δὲ ἐξ αὐτῶν τικτόμενα, οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ Πνεῦμα. Ὥστε ἔνεστι καὶ πάσχοντα μὴ χαίρειν, ὅταν ὑπὲρ ἁμαρτημάτων τις πάσχῃ· καὶ μαστιζόμενον ἥδεσθαι, ὅταν διὰ τὸν Χριστόν τις πάσχῃ.
60 γʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χαρά· ἀντὶ τῶν δοκούντων εἶναι ἀνιαρῶν, ἐκφύει τὴν ἡδονήν. Ἔθλι‐
ψαν ὑμᾶς, φησὶ, καὶ ἐδίωξαν, ἀλλ’ οὐκ ἀφῆκεν ὑμᾶςColumn end

62

.

396

τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις· ἀλλ’ ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν. Ὥσπερ δὲ ἐκεῖ οὐ τῆς τοῦ πυρὸς φύσεως τὸ δροσίζειν, ἀλλὰ τοῦ Πνεύματος τοῦ διασυρίζοντος·
5οὕτω καὶ ἐνταῦθα, οὐ τῆς φύσεως τῆς θλίψεως τὸ τὴν χαρὰν τίκτειν, ἀλλὰ τοῦ διὰ τὸν Χριστὸν πάσχειν, καὶ τοῦ Πνεύματος τοῦ δροσίζοντος, καὶ διὰ τῆς κα‐ μίνου τῶν πειρασμῶν ἐν ἀνέσει ποιοῦντος. Μετὰ χα‐ ρᾶς, φησὶν, οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς· τοῦτο γάρ
10ἐστι Πνεύματος ἁγίου. Ὥστε γενέσθαι ὑμᾶς τύ‐ πους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ. Καὶ μὴν ἐν ὑστέρῳ ἦλθε πρὸς αὐτούς· ἀλλ’ οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων γενέσθαι διδάσκαλοι. Καὶ τοῦτο ἀποστολικόν. Οὐ
15γὰρ εἶπεν· Ὥστε τύπους γενέσθαι πρὸς τὸ πιστεῦ‐ σαι, ἀλλὰ τοῖς ἤδη πιστεύουσι τύπος ἐγένεσθε· του‐ τέστι· Πῶς δεῖ πιστεύειν εἰς Θεὸν ὑμεῖς ἐδιδάξατε, οἱ ἀπὸ προοιμίων εἰς τοὺς ἀγῶνας ἐμβάντες. Καὶ ἐν τῇ Ἀχαίᾳ, φησί· τουτέστι, τῇ Ἑλλάδι. Ὁρᾷς ὅσον
20ἐστὶ προθυμία; Ὅτι χρόνου οὐ δεῖται, οὐδὲ μελλή‐ σεως, οὐδὲ ἀναβολῆς· ἀλλ’ ἀρκεῖ παραστῆσαι μόνον ἑαυτὸν, καὶ πάντα ἤνυσται. Οὕτω γοῦν καὶ οὗτοι ὕστερον προσελθόντες τῷ κηρύγματι, τῶν πρώτων ἐγένοντο διδάσκαλοι. Μηδεὶς οὖν ἀπογινωσκέτω·
25κἂν πολὺν ἀναλώσας χρόνον μηδὲν ἐργασάμενος ᾖ, ἔνεστιν αὐτῷ καὶ διὰ μικροῦ τοσοῦτον ἐργάσασθαι, ὅσον οὐδὲ ἐν τῷ ἔμπροσθεν χρόνῳ. Εἰ γὰρ ὁ μηδέπω πιστεύσας, τοσοῦτον ἔλαμψεν ἐν ἀρχῇ, πολλῷ μᾶλ‐ λον οἱ ἤδη πιστεύσαντες.
30 Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι· τὸ γὰρ μέλλον ἄδηλον, καὶ κλέπτης ἐστὶν ἡ ἡμέρα τοῦ Κυρίου, ἀθρόον ἡμῖν καθεύδουσιν ἐπιτιθεμένη· ἀλλ’ ἐὰν μὴ καθεύδωμεν, οὐχ ὡς κλέπτης ἡμῖν ἐπιθήσεται,
35οὐδὲ ἀπαρασκευάστους ἀπάξει. Ἐὰν γὰρ γρηγορῶμεν καὶ νήφωμεν, οὐκέτι ἡμῖν ὡς κλέπτης ἐπιθήσεται, ἀλλ’ ὡς ἄγγελος βασιλικὸς καλῶν ἡμᾶς ἐπὶ τὰ ἡτοι‐ μασμένα ἡμῖν ἀγαθά· ἂν δὲ καθεύδωμεν, ὡς κλέ‐ πτης ἐφίσταται. Μηδεὶς τοίνυν καθευδέτω, μηδεὶς
40ἀργὸς ἔστω πρὸς ἀρετήν· τοῦτο γάρ ἐστιν ὕπνος. Οὐκ ἴστε, ὅταν καθεύδωμεν, πῶς οὐκ ἔστιν ἐν ἀσφα‐ λεῖ τὰ ἡμέτερα, πῶς εὐεπιβούλευτα; ὅταν δὲ γρηγο‐ ρῶμεν, οὐ δεῖ τοσαύτης ἡμῖν φυλακῆς. Ὅταν καθεύ‐ δωμεν, καὶ μετὰ πολλῆς φυλακῆς ἀπολλύμεθα πολ‐
45λάκις· καὶ θύραι καὶ μοχλοὶ καὶ φύλακες καὶ προ‐ φύλακες, καὶ ὅμως ἐπεισῆλθεν ὁ κλέπτης. Τί δὴ ταῦτα λέγω; Ὅτι ἂν γρηγορῶμεν, οὐ δεησόμεθα τῆς ἑτέρων βοηθείας· ἂν δὲ καθεύδωμεν, οὐδὲν ἡμᾶς ἡ ἑτέρων ὀνήσει βοήθεια, ἀλλὰ καὶ μετ’ ἐκείνης ἀπολ‐

62

.

396

(50)

λύμεθα. Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ’, ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν. Καὶ τί μοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ’ ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ μὴ καταστήσω ἐμαυτὸν ἐν χρείᾳ; Οὐδὲ ἐγὼ βούλομαι· ἀλλ’ ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν.
55Παῦλος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; καίτοι γε τῶν εὐχομένων οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ἐκτε‐
νὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν395

62

.

397

ὑπὲρ αὐτοῦ· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Διὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μηδὲν δεῖσθαι. Κἂν ὡς Παῦλος γένῃ, χρείαν ἔχεις εὐχῆς. Μὴ ὕψου σαυτὸν, ἵνα μὴ ταπεινωθῇς, Ἀλλ’ ὅπερ ἔφην, ἂν μὲν ἐνερ‐
5γοὶ ὦμεν καὶ αὐτοὶ, ἀνύουσι καὶ αἱ ὑπὲρ ὑμῶν εὐχαί. Ἄκουε Παύλου λέγοντος· Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἵνα ἐκ πολλῶν προσώπων
10τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Ἂν δὲ ἀργῶμεν, οὐδεὶς ἡμᾶς εὐχόμενος ὀνῆσαι δυνήσε‐ ται. Τί ὠφέλησεν Ἱερεμίας τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε· Μὴ
15προσεύχου μηδὲ ἀξίου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαμουήλ; οὐχὶ μέχρις ἐσχάτης ἡμέρας ἐπένθει περὶ αὐτοῦ, οὐχ ἁπλῶς ηὔχετο μόνον; Τί ὠφέλησε τοὺς Ἰσραηλίτας; Οὐχὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γέ‐
20νοιτο ἁμαρτεῖν διαλιπόντα εὐχόμενον ὑπὲρ ὑμῶν; οὐχὶ πάντες ἀπώλοντο; Οὐδὲν οὖν ὠφελοῦσι, φησὶν, αἱ εὐχαί; Ὠφελοῦσι καὶ μεγάλα, ἀλλ’ ὅταν καὶ ἡμεῖς πράττωμέν τι· συμπράττουσι μὲν γὰρ αἱ εὐχαὶ καὶ βοηθοῦσι· συμπράττει δέ τις καὶ βοηθεῖ τῷ καὶ
25αὐτῷ ἐργαζομένῳ· ἂν δὲ ἀργὸς μένῃς, οὐδὲν μέγα ὠφεληθήσῃ. δʹ. Ἐπεὶ εἰ ἴσχυον αἱ εὐχαὶ ἀργοῦντας ἡμᾶς εἰσαγα‐ γεῖν εἰς τὴν βασιλείαν, διὰ τί μὴ πάντες Ἕλληνες γίνονται Χριστιανοί; οὐχὶ ὑπὲρ παντὸς τοῦ κόσμου
30εὐχόμεθα; οὐχὶ καὶ Παῦλος τοῦτο ἐποίει; οὐχὶ πάν‐ τας ἀξιοῦμεν ἐπιστραφῆναι; Εἰπὲ γὰρ, διὰ τί οἱ πο‐ νηροὶ μὴ γίνονται χρηστοί; ἆρα οὐχὶ δῆλον, ὅτι διὰ τὸ μὴ δύνασθαι παρ’ ἑαυτῶν τι εἰσενεγκεῖν; Με‐ γάλα τοίνυν ὠφελοῦσιν αἱ εὐχαὶ, ὅταν καὶ ἡμεῖς τὰ
35παρ’ ἑαυτῶν εἰσφέρωμεν. Βούλει μαθεῖν ὅσα ὠφέ‐ λησαν εὐχαί; ἐννόει μοι τὸν Κορνήλιον, τὴν Ταβιθάν· ἄκουε δὲ καὶ τοῦ Ἰακὼβ λέγοντος πρὸς τὸν Λάβαν· Εἰ μὴ ὁ φόβος τοῦ πατρός μου ἦν μοι, νῦν ἄν με κενὸν ἐξαπέστειλας· ἄκουε δὲ καὶ τοῦ Θεοῦ πάλιν
40λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Ἀλλὰ πότε; Ἐπὶ Ἐζεκίου δικαίου ὄντος. Ἐπεὶ εἴ γε ἴσχυον εὐχαὶ καὶ ἐπὶ τῶν σφόδρα πονηρῶν, διὰ τί μὴ καὶ, ὅτε ὁ Να‐ βουχοδονόσορ ἦλθεν, εἶπε τοῦτο ὁ Θεὸς, ἀλλ’ ἐξέδωκε
45τὴν πόλιν; Ἐπειδὴ μεῖζον ἴσχυσεν ἡ πονηρία. Πά‐ λιν αὐτὸς οὗτος ὁ Σαμουὴλ ηὔξατο ὑπὲρ τῶν Ἰσραη‐ λιτῶν, καὶ ἤνυσεν· ἀλλὰ πότε; Ὅτε καὶ αὐτοὶ εὐη‐ ρέστουν, τότε ἐτροπώσατο τοὺς ἐχθρούς. Καὶ τίς χρεία, φησὶ, τῆς παρ’ ἑτέρου εὐχῆς, ὅταν ἐγὼ

62

.

397

(50)

εὐαρεστῶ; Μηδέποτε τοῦτο εἴπῃς, ἄνθρωπε. Χρεία, καὶ πολλῆς χρεία εὐχῆς· ἄκουε γὰρ τοῦ Θεοῦ λέγον‐ τος περὶ τῶν φίλων τοῦ Ἰώβ· Καὶ προσεύξεται, φησὶ, περὶ ὑμῶν, καὶ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία· ἐπειδὴ ἥμαρτον μὲν, οὐχ ἁμαρτίαν δὲ μεγάλην.
55Ἀλλ’ αὐτὸς οὗτος ὁ δίκαιος ὁ σώσας τοὺς φίλους αὑτοῦ τότε ἀπὸ εὐχῆς, ἐν τῷ καιρῷ τῷ Ἰουδαϊκῷ οὐκ ἠδυνήθη σῶσαι τοὺς Ἰουδαίους ἀπολλυμένους. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἂν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ,
60οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγα‐Column end

62

.

398

τέρας· ἐπειδὴ ὑπερίσχυσεν ἡ κακία· καὶ πάλιν, Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαμουήλ. Καὶ ὅρα πῶς πρὸς τοὺς δύο προφήτας τοῦτο λέγεται, ἐπειδὴ ἀμφό‐ τεροι ἠξίωσαν ὑπὲρ αὐτῶν, καὶ οὐκ ἐπέτυχον. Καὶ
5γὰρ ὁ Ἰεζεκιὴλ ἐπειδὴ ἔλεγεν· Οἴμοι, Κύριε! ἐξα‐ λείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ· ὁ Θεὸς, δηλῶν ὅτι δικαίως τοῦτο ποιεῖ, καὶ οὐκ αὐτοῦ κατα‐ φρονῶν οὐ δέχεται τὴν ὑπὲρ αὐτῶν ἱκεσίαν, δείκνυ‐ σιν αὐτῷ τὰ ἁμαρτήματα αὐτῶν, μονονουχὶ λέγων·
10Ἱκανὰ μὲν οὖν καὶ ταῦτά σε πεῖσαι ὅτι οὐ καταφρο‐ νῶν σου, ἀλλὰ διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πολλὰς οὐ δέχομαι τὴν ἱκετηρίαν· ἀλλ’ ὅμως ἐπάγει καὶ τοῦτο, Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιήλ. Καὶ εἰκότως ἐκείνῳ μᾶλλον ταῦτα λέγει, ἐπειδὴ ὁ πολλὰ
15παθὼν αὐτός ἐστιν. Εἶπές μοι, φησὶν, ἐπὶ βολβίτων φαγεῖν, καὶ ἔφαγον· εἶπές μοι, καὶ ἐξυράμην· εἶπές μοι, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐκοιμήθην· εἶπές μοι δι’ ὀπῆς ἐξελθεῖν βασταζόμενον, καὶ ἐξῆλθον· ἔλαβές μου τὴν γυναῖκα, καὶ εἶπές μοι μὴ πενθῆσαι,
20καὶ οὐκ ἐπένθησα, ἀλλ’ ἤνεγκα γενναίως· μυρία ἕτερα εἰργασάμην δι’ αὐτούς· καὶ ἐγώ σε ἀξιῶ ὑπὲρ αὐτῶν, καὶ οὐ πείθῃ; Δεικνὺς τοίνυν ὁ Θεὸς, ὅτι οὐ καταφρονῶν αὐτοῦ τοῦτο ποιεῖ, λέγει· Κἂν Νῶε, κἂν Ἰὼβ, κἂν Δανιὴλ ᾖ, καὶ ὑπὲρ υἱῶν ἀξιώσωσι
25καὶ θυγατέρων, οὐ πείθομαι. Καὶ τῷ Ἱερεμίᾳ πάλιν ἐλάττονα μὲν πάσχοντι ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων, πλείονα δὲ ἀπὸ τῆς αὐτῶν πονηρίας, τί φησιν; Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσι; Ναὶ, φησὶ, ποιοῦσιν· ἀλλὰ δι’ ἐμὲ ποίησον. Διὰ τοῦτό φησι
30πρὸς αὐτόν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουήλ· Μωϋσῆς ὁ πρῶτος νομοθέτης, ὁ πολλάκις αὐτοὺς ἐξ‐ ελόμενος κινδύνων, ὁ εἰπὼν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Εἰ τοίνυν οὗτος ἦν νῦν, καὶ ταῦτα ἔλεγεν, οὐκ ἂν
35ἐπέτυχε· καὶ εἰ Σαμουὴλ πάλιν, ὁ καὶ αὐτὸς ἐξελό‐ μενος αὐτοὺς, ὁ ἐκ πρώτης ἡλικίας θαυμασθείς. Πρὸς μὲν γὰρ ἐκεῖνον εἶπον, ὅτι ὡσανεὶ φίλος πρὸς φίλον, οὕτω διειλέχθην, καὶ οὐ δι’ αἰνιγμάτων· πρὸς δὲ τοῦ‐ τον εἶπον, ὅτι ἐν πρώτῃ ἡλικίᾳ ὤφθην αὐτῷ, καὶ διὰ
40τοῦτον δυσωπηθεὶς ἀποκλεισθεῖσαν τὴν προφητείαν ἀνέῳξα. Καὶ γὰρ ἦν, φησὶ, ῥῆμα τίμιον, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Ἐὰν οὗτοι τοίνυν στῶσιν, οὐδὲν ὀνήσουσι. Καὶ περὶ τοῦ Νῶε δὲ λέγει, Δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ ἦν Νῶε· καὶ περὶ τοῦ
45Ἰὼβ, Ἄμεμπτος, δίκαιος, ἀληθινὸς, Θεοσε‐ βής. Τούτους οὖν στάντας, καὶ Δανιὴλ, ὃν καὶ Θεὸν ἐνόμισαν οἱ Χαλδαῖοι, οὐκ ἐξελεῖν ἰσχῦσαί φησιν υἱοὺς αὐτῶν καὶ θυγατέρας. Ταῦτα τοίνυν εἰδότες, μήτε καταφρονῶμεν τῶν εὐχῶν τῶν ἁγίων, μήτε

62

.

398

(50)

τὸ πᾶν αὐταῖς ἐπιῤῥίπτωμεν, τοῦτο μὲν, ἵνα μὴ ῥᾳθυμῶμεν καὶ εἰκῇ ζῶμεν, ἐκεῖνο δὲ, ἵνα μὴ πολ‐ λοῦ κέρδους ἐκπέσωμεν· ἀλλὰ καὶ παρακαλῶμεν εὔχεσθαι ὑπὲρ ἡμῶν καὶ χεῖρας ὀρέγειν, καὶ αὐτοὶ ἐχώμεθα τῆς ἀρετῆς· ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν
55ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.397

62

.

399

ΟΜΙΛΙΑ Βʹ. Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν
5ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέ‐ ψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δου‐ λεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν
10 τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. αʹ. Καθάπερ μύρον εὐῶδες τὴν εὐωδίαν οὐκ ἐν ἑαυτῷ συγκλεῖσαν ἔχει, ἀλλὰ πόῤῥωθεν ἀφίησι, καὶ τὸν ἀέρα
15ἀναχρῶσαν τῆς ὀσμῆς, οὕτως ἐνίησι καὶ ταῖς τῶν πλησίων αἰσθήσεσιν· οὕτω δὴ καὶ οἱ γενναῖοι καὶ θαυμαστοὶ ἄνδρες οὐκ ἐν ἑαυτοῖς τὴν ἀρετὴν συγκλεί‐ σαντες ἔχουσιν, ἀλλὰ πολλοὺς διὰ τῆς φήμης αὐτῶν ὠφελοῦσι καὶ ἀμείνους ἐργάζονται. Ὅπερ οὖν καὶ
20τότε γεγένηται. Διὰ τοῦτο ἔλεγεν· Ὥστε ὑμᾶς τύ‐ πους γενέσθαι πᾶσι τοῖς πιστεύουσιν ἐν Ἀχαΐᾳ καὶ τῇ Μακεδονίᾳ. Ἀφ’ ὑμῶν γὰρ, φησὶν, ἐξήχη‐ ται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακε‐ δονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ
25πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τῆς μὲν οὖν παιδεύσεως τοὺς πλησίον πάντας ἐνεπλήσατε, φησὶ, τοῦ δὲ θαύματος τὴν οἰκουμένην· τὸ γὰρ, Ἐν παντὶ τόπῳ, τοῦτό ἐστι. Καὶ οὐκ εἶπε· Διατε‐ θρύλληται ἡ πίστις ὑμῶν, ἀλλ’, Ἐξήχηται· δηλῶν
30ὅτι ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης ὁ πλησίον ἅπας πληροῦται τόπος, οὕτω τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη, καθάπερ ἐκείνη σαλπίζουσα, ἱκανὴ τὴν οἰκουμένην ἐμπλῆσαι, καὶ πᾶσι τοῖς πανταχοῦ μετὰ τῆς ἴσης ἠχῆς προσπεσεῖν. Τὰ γὰρ μεγάλα τῶν πρα‐
35γμάτων ἔνθα μὲν ἂν γένηται, λαμπρότερον ᾄδεται, πόῤῥω δὲ ᾄδεται μὲν, οὐχ οὕτω δέ· ἀφ’ ὑμῶν δὲ οὖν οὐχ οὕτως, ἀλλ’ ἠχὴ εὔσημος πανταχοῦ τῆς γῆς ἐξελήλυθε. Καὶ μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τοῦτο τὸ ἔθνος τὸ τῶν Μακε‐
40δόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐπίσημον ἦν, καὶ πανταχοῦ ᾔδετο Ῥωμαίων μᾶλλον· καὶ Ῥω‐ μαῖοι διὰ τοῦτο θαυμαστοὶ, ὅτι τούτους εἷλον. Ἃ γὰρ ὁ Μακεδόνων βασιλεὺς εἰργάσατο, πάντα ὑπερέβαινε λόγον, ἀπὸ μικρᾶς μὲν ὁρμηθεὶς πόλεως,
45τὴν δὲ οἰκουμένην καταλαβών. Διὰ τοῦτο καὶ πτηνὴν Πάρδαλιν αὐτὸν ὁρᾷ ὁ προφήτης, τὸ τάχος καὶ τὸ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω που διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης δηλῶν. Λέγουσι, δὲ, ὅτι καὶ φιλοσόφου τινὸς ἀκούσας λέγον‐

62

.

399

(50)

τος, ὅτι ἄπειροι κόσμοι εἰσὶ, πικρὸν ἐστέναξεν, εἴ γε ἀπείρων ὄντων, μηδὲ ἑνός που κεκράτηκεν· οὕτως ἦν μεγαλόφρων καὶ μεγαλόψυχος, καὶ πανταχοῦ τῆς οἰκουμένης ᾔδετο. Τῇ γοῦν τοῦ βασιλέως φήμῃ συ‐ νανῄει καὶ ἡ τοῦ ἔθνους δόξα· Ἀλέξανδρος γὰρ ὁ
55Μακεδὼν ἐλέγετο· ὥστε διαβοωμένου ἐκείνου, εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν. Οὐχ ἧττον οὖν τῶν Ῥωμαίων τὰ Μακεδόνων ἦν. Ἡ πίστις ὑμῶν ἡ
πρὸς Θεὸν, φησὶν, ἐξελήλυθεν. Ὅρα πῶς ὡς περὶColumn end

62

.

400

ἐμψύχου διαλεγόμενος τὸ, Ἐξελήλυθε, τέθεικε· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν. Εἶτα δηλῶν ὅτι οὕτω τὴν πίστιν αὐτῶν σφοδρὰν καὶ ἐνεργῆ ἐπεδείξαντο, ἐπάγει· Ὥστε μὴ χρείαν ἡμᾶς
5ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλ‐ λουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς. Οὐ περιμένουσιν ἀκοῦσαι περὶ ὑμῶν, ἀλλὰ τοὺς πα‐ ρόντας καὶ τεθεαμένους τὰ ὑμέτερα κατορθώματα, οἱ μὴ παρόντες, μηδὲ τεθεαμένοι παραλαμβάνουσιν·
10οὕτω δήλη πανταχοῦ γέγονε ταῖς ἀκοαῖς. Οὐκοῦν οὐ δεησόμεθα τὰ ὑμέτερα διηγούμενοι, εἰς ζῆλον αὐτοὺς ἀγαγεῖν τὸν ἴσον· ἃ γὰρ αὐτοὺς ἐχρῆν παρ’ ἡμῶν ἀκούειν, ταῦτα αὐτοὶ προλαβόντες λέγουσι. Καίτοι γε πολλαχοῦ ἐπὶ τῶν τοιούτων φθόνος ἐστίν· ἀλλ’ ἡ ὑπερ‐
15βολὴ καὶ τοῦτον ἐνίκησε, καὶ αὐτοὶ κήρυκές εἰσι τῶν ὑμετέρων ἄθλων. Καίτοι γε ἀπολιμπανόμενοι, οὐδὲ οὕτω σιγῶσιν, ἀλλὰ προφθάνουσι. Τοιούτοις δὲ οὖσιν οὐκ ἔστιν ἡμῖν λέγουσιν ἀπιστῆσαι. Τί ἐστιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς; Ὅτι κινδύνων ἔγεμεν,
20ὅτι θανάτων μυρίων, ὅτι τούτων οὐδὲν ὑμᾶς ἐτάρατ‐ τεν· ἀλλ’, ὡς οὐδενὸς γενομένου, οὕτως ἡμῶν εἴχεσθε· ὡς οὐδὲν παθόντες κακὸν, ἀλλ’ ὡς μυρίων ἀπολαύ‐ σαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα. Δευτέρα γὰρ ἦν εἴσοδος αὕτη. Οἷον ἀπῆλθον εἰς
25Βέῤῥοιαν, ἐδιώχθησαν· καὶ μετὰ ταῦτα ἐλθόντας αὐ‐ τοὺς οὕτως ἐδέξαντο, ὡς τιμηθῆναι καὶ παρ’ αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὑτῶν ὑπὲρ αὐτῶν ἔθηκαν. Τὸ οὖν, Ὁποίαν εἴσοδον ἔσχομεν, συμπεπλεγμένον ἐστι· καὶ τούτων γὰρ, καὶ αὐτῶν ἔχει ἐγκώμιον·
30ἀλλ’ αὐτὸς τοῦτο ἔτρεψεν εἰς τὸ αὐτῶν. Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώ‐ λων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ· Τουτέστιν, ὅτι εὐκόλως, ὅτι μετὰ πολλῆς τῆς σφοδρό‐ τητος, ὅτι οὐκ ἐδεήθητε πολλῆς πραγματείας εἰς τὸ
35δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἐνταῦθα καὶ παραίνεσιν εἰσήγαγεν, ὅπερ ἐστὶν ἀνεπαχθέστερον τὸν λόγον ποιοῦντος. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς
40ἐρχομένης. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, τὸν ἐσταυρωμένον, τὸν ταφέντα· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, Ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν. Εἶδες ὁμοῦ πάντα, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν, καὶ τὴν δευτέραν παρουσίαν, τὴν
45κρίσιν, τὴν τῶν δικαίων ἀνταπόδοσιν, τὴν τῶν πο‐ νηρῶν τιμωρίαν; Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς, φησὶν, ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Τοῦτο καὶ παραμυθία, καὶ παράκλησις, καὶ προτροπὴ ἐκείνων. Εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι,

62

.

400

(50)

καὶ ἐκεῖθεν ἐλεύσεται (τοῦτο δὲ οὕτως ἔχειν ἐπιστεύ‐ σατε· οὐ γὰρ ἂν, εἰ μὴ ἐπιστεύσατε, τοσαῦτα ἐπά‐ θετε)· ἱκανὴ παραμυθία καὶ ταῦτα. Εἰ δὲ καὶ δώ‐ σουσι πάντως οὗτοι δίκην, ὅπερ οὖν καὶ ἐν τῇ δευ‐ τέρᾳ ἐπιστολῇ φησιν, ἑτέραν καὶ ὑμεῖς ἕξετε παρα‐
55μυθίαν οὐ μικράν. Ἄλλως δὲ καὶ ἀναμένειν εἶπε τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, δηλῶν ὅτι τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν μελλήσει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶν οὐρανῶν ἔλθῃ. Ὅρα πόσης δεῖται ἐλπίδος, ὅτι ὁ σταυρωθεὶς ἠγέρθη, ὅτι ἀνελήφθη εἰς τοὺς οὐ‐
60ρανοὺς, ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς, Αὐτοὶ399

62

.

401

γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν, ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι
5πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. βʹ. Μεγάλα μὲν καὶ τὰ ὑμέτερα πλὴν ἀλλ’ οὐδὲ ἡμεῖς ἀνθρωπίνῳ λόγῳ ἐχρησάμεθα. Ἀλλ’ ὅπερ ἄνω φησὶ, τοῦτο καὶ ἐνταῦθα, ὅτι ἀμφοτέρωθεν δείκνυται τὸ κή‐
10ρυγμα οἷόν ἐστιν, ἀπό τε τῶν σημείων, ἀπό τε τῆς τῶν κηρυττόντων προαιρέσεως, ἀπό τε τῆς τῶν δε‐ χομένων θερμότητος καὶ σπουδῆς. Αὐτοὶ γὰρ οἴδατε, φησὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε· τουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη, οὐδὲ
15ἡ τυχοῦσα. Ἀπὸ γὰρ κινδύνων ὄντες μεγάλων καὶ θανάτων καὶ πληγῶν, εὐθέως εἰς κινδύνους ἐνεπέ‐ σομεν. Ἀλλὰ προπαθόντες, φησὶ, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν. Ὁρᾷς πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ
20Θεῷ; Λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἐκινδυνεύσαμεν, ἐνταῦθα δὲ οὔ· ἴστε καὶ ὑμεῖς ὅσος ὁ κίνδυνος, καὶ μεθ’ ὅσης ἀγωνίας ἐγενόμεθα πρὸς ὑμᾶς. Ὅπερ καὶ πρὸς Κορινθίους φησὶ γράφων,
25ὅτι Ἐν ἀσθενείᾳ καὶ ἐν πόνῳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Ἡ γὰρ παρά‐ κλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκα‐ θαρσίας, οὔτε ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτω
30λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Ὁρᾷς ὅτι ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖται τεκμή‐ ριον τοῦ θεῖον εἶναι τὸ κήρυγμα; Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους ὑπεμεί‐
35ναμεν ἂν, οὐδὲ ἀναπνεῦσαι διδόντας ἡμῖν. Τί ποτ’ οὖν ἐστιν; Εἰ μή τι τῶν μελλόντων διήγειρεν ἡμᾶς, εἰ μὴ ἐπεπείσμεθα ὅτι ἐλπίς ἐστιν ἀγαθὴ, οὐκ ἂν προθυμότεροι πάσχοντες διεκείμεθα. Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑπομένειν, καὶ βίον
40ἐναγώνιον ζῇν, καὶ κινδύνων γέμοντα; τίνα γὰρ ἂν πείσαιεν; αὐτὰ γὰρ ταῦτα οὐχ ἱκανὰ θορυβῆσαι τοὺς μαθητὰς, ὅταν τοὺς διδασκάλους ὁρῶσιν ἐν κινδύνοις; Ἀλλ’ οὐχ ὑμεῖς τοῦτο πεπόνθατε· Ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν, ἡ διδαχὴ, οὐκ ἐκ πλάνης. Οὐκ
45ἔστι δόλος, φησὶ, τὸ πρᾶγμα, οὐδὲ ἀπάτη, ἵνα ἐνδῶμεν· οὐκ ἔστιν ὑπὲρ μυσαρῶν πραγμάτων, οἷον γοήτων καὶ μάγων· τοῦτο γὰρ τὸ, Ἐξ ἀκαθαρσίας· οὔτε ἐν δόλῳ, οὔτε ἐν ἐπιστάσει τινὶ, ὅπερ ὁ Θευδᾶς ἐποίησεν· Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πι‐

62

.

401

(50)

στευθῆναι τὸ Εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς, ὅτι οὐκ ἔστι κενοδοξία; Ἀλλὰ τῷ Θεῷ, φησὶ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὐδὲν πρὸς ἀρέ‐ σκειαν ἀνθρώπων πράττομεν, φησί· τίνος γὰρ ἕνεκεν
55ταῦτα ἂν ἐπράξαμεν; Ἔπειτα ἐπαινέσας αὐτοὺς, τῷ λέγειν, Οὐχ ὡς ἀνθρώποις θέλοντες ἀρέσαι, οὔτε τὰς παρὰ ἀνθρώπων ἐπιζητοῦντες τιμὰς, ἐπήγαγεν· Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πι‐ στευθῆναι τὸ Εὐαγγέλιον. Ὡς εἰ ἔλεγεν· Εἰ μὴ εἶδε
60παντὸς ἀπηλλαγμένους βιωτικοῦ, οὐκ ἂν ἡμᾶς εἵλετο·
καθὼς οὖν ἐδοκίμασε, τοιοῦτοι καὶ μένομεν. Δεδο‐Column end

62

.

402

κιμάσμεθα, φησὶν, ὑπὸ τοῦ Θεοῦ· τουτέστιν, ἡμᾶς ἐδοκίμασε καὶ ἐνεπίστευσε τὸ Εὐαγγέλιον. Ὡς οὖν δόκιμοι ἐφάνημεν τῷ Θεῷ, οὕτω καὶ μένομεν. Ταύτης τῆς ἀρετῆς τεκμήριον τὸ πιστευθῆναι τὸ Εὐαγγέλιον·
5οὐκ ἂν δὲ, εἴ τι φαῦλον ἐν ἡμῖν ἦν, ὁ Θεὸς ἡμᾶς ἐδοκίμασε. Τὸ δὲ, Ἐδοκίμασεν, ἐνταῦθα ἀντὶ τοῦ, Εὗρε δοκίμους καὶ ἐπίστευσεν, οὐχὶ ἐρευνῆσαί ἐστιν· ἡμεῖς μὲν γὰρ ἀπὸ τοῦ δοκιμάσαι πράττομεν, αὐτὸς δὲ χωρὶς δοκιμῆς. Οὐκοῦν οὕτω λαλοῦμεν, ὥσπερ
10εἰκὸς τοὺς ὑπὸ τοῦ Θεοῦ δοκιμασθέντας καὶ πι‐ στευθέντας ἀξίους εἶναι τοῦ Εὐαγγελίου· καὶ, Λα‐ λοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες· τουτέστιν, οὐ δι’ ὑμᾶς ταῦτα πάντα ποιοῦμεν. Ἐπειδὴ προλα‐ βὼν αὐτοὺς ἐπῄνεσεν, ἵνα μὴ εἰς ὑποψίαν ἀγάγῃ
15τὸν λόγον, φησίν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, ὁ Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀν‐ θρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.
20Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, φησί· τουτέστιν, Οὐκ ἐκολακεύσαμεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων, τῶν βουλομένων κατασχεῖν καὶ κρατῆσαι. Οὐκ ἔστιν εἰπεῖν ὅτι ἐκολακεύσαμεν, ἵνα κρατήσωμεν, οὐδὲ ὅτι χρημάτων ἕνεκεν ἐπὶ τοῦτο
25ἥκομεν. Τούτου λοιπὸν, ὅπερ ἦν δῆλον, αὐτοὺς καλεῖ μάρτυρας· Εἰ ἐκολακεύσαμεν, ὑμεῖς οἴδατε, φησίν· ὅπερ δὲ ἄδηλον ἦν, τὸ, εἰ τρόπῳ πλεονεξίας, Θεὸν καλεῖ μάρτυρα. Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι
30ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· τουτέστιν, οὔτε τιμὰς ἐπιζητοῦντες, καὶ κομπάζοντες, καὶ δορυφορούμενοι. Καίτοι εἰ καὶ τοῦτο εἰργασάμεθα, οὐδὲν ἀλλότριον ἐποιοῦμεν· εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόμενοί τινες ὅμως εἰσὶν ἐν τιμῇ, πολλῷ
35μᾶλλον ἡμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Ἠτιμάσθημεν, οὐδὲ ὅτι Οὐκ ἀπελαύσαμεν τιμῆς, ὅπερ ἦν ὀνειδίζοντος αὐτούς· ἀλλ’, Οὐκ ἐζητήσαμεν. Οἱ τοίνυν, ἐξὸν ζη‐ τῆσαι, μὴ ζητήσαντες, καὶ τοῦ κηρύγματος τοῦτο ἀπαιτοῦντος, πῶς δόξης ἕνεκέν τι πράττομεν; Καίτοι
40γε εἰ καὶ ἐζητήσαμεν, οὐδὲ οὕτως ἦν ἔγκλημα· εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους ἀποστα‐ λέντας, ὡσανεὶ ἀπὸ τοῦ οὐρανοῦ νῦν ἥκοντας πρέσβεις, πολλῆς ἀπολαῦσαι τιμῆς. Ἀλλ’ ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τὰ τῶν ἐναντίων ἐμφρά‐
45ξωμεν στόματα. γʹ. Καὶ οὐκ ἔνι εἰπεῖν ὅτι πρὸς μὲν ὑμᾶς οὕτω, πρὸς δὲ ἑτέρους οὐχ οὕτως. οὕτω γὰρ καὶ Κορινθίοις γράφων ἔλεγεν· Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβά‐

62

.

402

(50)

νει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει· καὶ πάλιν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Δείκνυσι γὰρ κἀκεῖ, ὅτι σφόδρα ταπεινὸς ἦν ἀπὸ τοῦ τοσαῦτα πα‐
55θεῖν. Ἐνταῦθα δὲ καὶ περὶ χρημάτων φησὶ τό· Δυ‐ νάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρό‐ μενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ
60μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
Ἀλλ’ ἐγενήθημεν, φησὶν, ἤπιοι· τουτέστιν, Οὐδὲν401

62

.

403

φορτικὸν οὐδὲ ἐπαχθὲς οὐδὲ βαρὺ οὐδὲ κόμπον ἔχον ἀπεδειξάμεθα. Καὶ τὸ, Ἐν μέσῳ ὑμῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λα‐ βόντες λῆξιν.
5 Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέ‐ κνα. Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι. Μὴ ἡ τροφὸς κολακεύει, ἵνα δόξης τύχῃ; μὴ χρήματα αἰτεῖ παρὰ τῶν παίδων τῶν μικρῶν; μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική; οὐχὶ μᾶλλον τῶν μητέρων εἰσὶ προσηνεῖς;
10Ἐνταῦθα τὴν φιλοστοργίαν δείκνυσιν. Οὕτω, φησὶν, ἱμειρόμενοι ὑμῶν, τουτέστιν, ἐπιθυμοῦντες· οὕτως ὑμῖν προσδεδέμεθα, φησὶν, ὅτι οὐ μόνον οὐδὲν λαμ‐ βάνωμεν, ἀλλ’ εἰ δεῖ καὶ τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἂν παρῃτησάμεθα. Τοῦτο οὖν, εἰπέ μοι, ἀνθρωπί‐
15νης διανοίας; καὶ τίς οὕτως ἀνόητος, ὡς τοῦτο εἰ‐ πεῖν; Εὐδοκοῦμεν, φησὶ, μεταδοῦναι ὑμῖν, οὐ μό‐ νον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὥστε τοῦτο μεῖζον ἐκείνου. Καὶ τί τὸ κέρδος; Ἀπὸ μὲν γὰρ τοῦ Εὐαγγελίου, κέρδος· τὸ δὲ
20τὴν ψυχὴν δοῦναι, κατὰ τὴν δυσκολίαν μεῖζον ἐκεί‐ νου. Οὐ γάρ ἐστιν ἴσον ἁπλῶς κηρῦξαι, καὶ ψυχὴν δοῦναι· ἐκεῖνο μὲν γὰρ τιμιώτερον, τοῦτο δὲ πλείονος δυσκολίας ἦν. Ἐβουλόμεθα, φησὶν, εἴ γε ἐνῆν, καὶ τὰς ψυχὰς εἰς ὑμᾶς κενῶσαι. Ἐπεὶ οὖν ἐπῄνεσε καὶ
25ἐπαινεῖ, διὰ τοῦτο λέγει, ὅτι Οὐ χρήματα ζητοῦντες, οὐ κολακεύοντες ὑμᾶς, οὐ δόξης ἐφιέμενοι, τοῦτο ποιοῦμεν. Ὅρα γάρ· εἰ πολλὰ ἦσαν ἀθλήσαντες, καὶ παραδόξως ἔδει αὐτοὺς ἐπαινεθῆναι καὶ θαυμασθῆναι, ὥστε στεῤῥοτέρους γενέσθαι, εἶχεν ὁ ἔπαινος ὑπο‐
30ψίαν. Διὰ τοῦτο, ἀποκρουόμενος τὴν ὑποψίαν, τοὺς κινδύνους λέγει. Καὶ πάλιν, ἵνα μὴ νομισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάμνων ὑπὲρ αὐ‐ τῶν, καὶ ὀφείλων τιμηθῆναι παρ’ αὐτῶν, ὑπὲρ τού‐ του, μετὰ τὸ εἰπεῖν τοὺς κινδύνους, ἐπήγαγε· Διότι
35ἀγαπητοὶ ἡμῖν γεγένησθε· δηλῶν ὅτι διὰ τοῦτο καὶ τὰς ψυχὰς ἡδέως ἂν ὑμῖν ἔδομεν, ὅτι Σφόδρα ὑμῖν προσεδέθημεν. Τὸ μὲν οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦ‐ μεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαμεν. Οὕτω
40δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν ᾖ, μὴ κωλῦσαι. Τί λέγω, αἰτηθῇ; ἀλλ’ ὥστε αὐτὸν ἐπιτρέχειν τῇ τοιαύτῃ δόσει. Οὐδὲν γὰρ, οὐδὲν τῆς τοιαύτης ἀγάπης γλυκύτερον γένοιτ’ ἄν· οὐδὲν ἐκεῖ λυπηρὸν συμπεσεῖται. Ὄντως φίλος πι‐
45στὸς φάρμακον ζωῆς· ὄντως φίλος πιστὸς σκέπη κραταιά. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην δὲ ὠφέλειαν; πόσην δὲ ἀσφάλειαν; Κἂν μυρίους θησαυροὺς εἴπῃς,

62

.

403

(50)

οὐδὲν ἀντάξιον γνησίου φίλου. Καὶ τὰ αὐτῆς πρῶτον εἴπωμεν τῆς φιλίας πόσην ἔχει τὴν ἡδονήν. Γάν‐ νυται ὁρῶν αὐτὸν καὶ διαχεῖται, συμπλέκεται συμ‐ πλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν· κἂν ἀναμνησθῇ μόνον αὐτοῦ, διανέστη
55τῇ διανοίᾳ καὶ ἀνεπτερώθη. Περὶ τῶν φίλων λέγω τῶν γνησίων, τῶν ὁμοψύχων, τῶν αἱρουμένων καὶ ὑπεραποθανεῖν, τῶν θερμῶς φιλούντων. Μή μοι τοὺς ἁπλῶς φιλοῦντας ἐννοοῦντες, καὶ κοινωνοὺς τῶν τρα‐ πεζῶν, καὶ ἀπὸ προσηγορίας φίλους, νομίζετε τὸν
60λόγον ἐλέγχεσθαι. Εἴ τις ἔχει φίλον οἷον λέγω, ἐπι‐Column end

62

.

404

γνώσεται τὰ ῥήματα· κἂν ἴδῃ τοῦτον καθ’ ἑκάστην ἡμέραν, οὐκ ἐμπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἅπερ καὶ ἑαυτῷ. Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρό‐
5τερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φι‐ λεῖσθαι δι’ αὐτόν. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σω‐ μάτων ἄνθος ἀποῤῥεῖ εἰς τοὺς πλησίον τόπους, οὕτω καὶ οἱ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυ‐
10τῶν χάριν ἀφιᾶσι. Καὶ πολλάκις χωρὶς φίλων ἐπι‐ στάντες τοῖς τόποις ἐκείνοις, ἐδακρύσαμεν τῶν ἡμε‐ ρῶν ἀναμνησθέντες, ἐν αἷς συνεγενόμεθα, καὶ ἐστενά‐ ξαμεν. Οὐκ ἔνι τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν ὅσην ἐντίθησι παρουσία φίλων· μόνοι δὲ οἱ πεῖραν
15ἔχοντες ἴσασι. Καὶ χάριν αἰτῆσαι, καὶ χάριν λαβεῖν ἀνυπόπτως παρὰ φίλου ἔνι. Ὅταν ἡμῖν ἐπιτάττωσι, τότε αὐτοῖς χάριν ἴσμεν· ὅταν δὲ ὀκνῶσι, τότε ἀλύομεν. Οὐδὲν ἔχομεν ὅπερ μὴ ἐκείνων ἐστί. Πάντων πολλάκις τῶν ἐνταῦθα καταφρονοῦντες, δι’ ἐκείνους
20οὐ βουλόμεθα ἀπελθεῖν ἐντεῦθεν· καὶ τοῦ φωτὸς ἐκεῖνοι ποθεινότεροι. Καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος φίλος· τὸν γνήσιον λέγω. Καὶ μὴ θαυμάσῃς· βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆ‐
25ναι· βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς, ἐγὼ λέγω. Ὅτι πολλοὶ τὸν ἥλιον ὁρῶντες ἐν σκότῳ εἰσὶ, φίλων δὲ εὐποροῦντες, οὐδ’ ἂν ἐν θλί‐ ψει γένοιντο· περὶ φίλων λέγω τῶν πνευματικῶν, τῶν οὐδὲν προτιμώντων φιλίας. Τοιοῦτος Παῦλος ἦν, καὶ
30τὴν ψυχὴν ἡδέως διδοὺς τὴν ἑαυτοῦ, καὶ μὴ αἰτη‐ θεὶς, καὶ εἰς γέενναν ἡδέως ἂν ἐνέπιπτεν. Οὕτω χρὴ φιλεῖν διαθέσει πεπυρωμένῃ. Βούλομαι ὑπόδειγμα δοῦναι φιλίας· πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι, φίλοι οἱ κατὰ Χριστόν. Μὴ γάρ μοι τοὺς νῦν εἴπῃς,
35ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀπέστη τὸ καλόν· ἀλλ’ ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων, οὐ λέγω τοὺς κορυφαίους, ἀλλ’ αὐτοὺς τοὺς πεπιστευκότας· Πάν‐ των ἦν, φησὶν, ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι· καὶ
40διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Οὐκ ἦν τότε τὸ ἐμὸν καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια· ἵνα οὕτω φείδηται τῆς ἐκεί‐ νου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος ὁμοίως τὴν αὐτὴν
45διάθεσιν ἐπιδεικνύηται. Καὶ ποῦ δυνατὸν, φησὶ, τοιοῦτον εὑρεθῆναι; Ναὶ, οὐ δυνατὸν, ἐπειδὴ μὴ βουλόμεθα· ὡς εἴ γε ἐβουλόμεθα, καὶ σφόδρα δυνατόν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, οὐδ’ ἂν ἐπέταξεν ὁ Χριστὸς, οὐκ ἂν τοσαῦτα περὶ ἀγάπης διελέχθη. Μέγα φιλία, καὶ

62

.

404

(50)

πόσον μέγα, οὐδεὶς ἂν δύναιτο μαθεῖν, οὔτε τις παρα‐ στῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς. Τοῦτο τὰς αἱρέσεις εἰργάσατο, τοῦτο τοὺς Ἕλληνας ἔτι ποιεῖ Ἕλληνας εἶναι. Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει μᾶλλον ἀρχόμενος καὶ
55ἐπιτασσόμενος· χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· φιλεῖ γὰρ, καὶ ὡς οὐκ ἐμπλήσας αὐτοῦ τὴν ἐπιθυμίαν, οὕτω διάκειται. Οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν· βούλεται γὰρ κατέχειν αὐτὸν μᾶλλον, ἢ ὀφείλειν αὐτῷ· μᾶλλον δὲ καὶ ὀφείλειν
60αὐτῷ βούλεται, καὶ ὀφειλέτην αὐτὸν ἔχειν· καὶ βού‐ λεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι,
ἀλλ’ ὀφειλέτην αὐτὸν εἶναι. Τάχα πολλοὺς ὑμῶν ἀγνοεῖν403

62

.

405

οἶμαι τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ πά‐ λιν εἰπεῖν Καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν, ἀλλ’ ἀποδιδόναι· ὥσπερ καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τῶν ἀνθρώπων. Ἔμελλε τὸν Υἱὸν αὐτοῦ
5χαρίζεσθαι ὑπὲρ ἡμῶν, ἀλλ’ ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ’ ὀφείλειν ἡμῖν, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα μέγα ποιῶν, μηδὲν μέγα δόξῃ ποιεῖν. Ὅταν μὲν γὰρ μὴ ᾖ φιλία, καὶ ὀνειδίζομεν τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν· ὅταν δὲ
10φιλία ᾖ, καὶ κρύπτομεν αὐτὰς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι, ἵνα μὴ δόξωμεν ὀφει‐ λέτην ἔχειν τὸν φίλον, ἀλλ’ αὐτοὶ αὐτῷ ὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν αὐτόν. Οἶδα ὅτι οὐδὲ συνιᾶσιν οἱ πολλοὶ τὸ λεγόμενον· τὸ δὲ αἴτιον, περὶ
15πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ οὖν, εἰ περί τινος ἔλεγον φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, οὗ μηδεὶς μηδὲ πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν εἰ μυρία εἶπον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, εἰκῆ ἐρῶ· οὐδεὶς γὰρ
20ἐπιστῆναι δυνήσεται. Ἐν οὐρανῷ πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ μαργαρίτας βριθομένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων ἡδίω. Ποίαν βούλει εἰπεῖν ἡδονήν; τὴν αἰσχράν; τὴν σεμνήν; Ἀλλὰ πάσας ὑπερβάλλει ἡ τῆς φιλίας, κἂν τὴν τοῦ μέλιτος
25εἴπῃς. Τοῦτο γὰρ προσκορὲς γίνεται· φίλος δὲ οὐδέ‐
ποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυ‐Column end

62

.

406

μία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή. Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ γοῦν μετὰ τὴν τῶν φίλων τελευτὴν οὐκ ηὔξαντο ζῆσαι λοιπόν. Μετὰ φίλου καὶ ὑπερορίαν τις ἡδέως ἂν
5ἐνέγκοι, χωρὶς δὲ φίλου οὐδὲ τὴν αὐτοῦ οἰκῆσαι ἕλοιτο ἄν· μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον. Ὁ τοιοῦτος ἄλλον ἑαυτὸν ἔχει. Ἀποπνίγομαι ὅτι οὐ δύναμαι ἐπὶ παραδείγματος εἰπεῖν· ἦ γὰρ ἂν ἐγνώρισα ὅτι πολλῷ
10ἐλάττονα τοῦ δέοντος τὰ εἰρημένα. Καὶ ταῦτα μὲν ἐνταῦθα· παρὰ δὲ Θεοῦ τοσοῦτος μισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν. Μισθὸν ἡμῖν δίδωσιν, ἵνα φιλῶμεν ἀλλήλους· Φίλει γὰρ, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν πράγματος· Εὖξαι, φησὶ,
15καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν, ὅτι αἰτοῦμεν τὰ ἀγαθά· Ὑπὲρ οὗ αἰτεῖς, φησὶ, λάβε μισθόν· νήστευσον, καὶ λάβε μισθόν· γενοῦ ἐνάρε‐ τος, καὶ λάβε μισθὸν, καίτοι μισθὸν ὀφείλων· ἀλλ’ ὥσπερ οἱ πατέρες, ὅταν ἐναρέτους ποιήσωσι τοὺς
20παῖδας, τότε καὶ αὐτοῖς μισθὸν διδόασιν· ὀφειλέται γάρ εἰσιν, ὅτι αὐτοὺς ἐν ἡδονῇ κατέστησαν· οὕτω καὶ ὁ Θεὸς, Μισθὸν, φησὶ, λάβε, ἂν ἐνάρετος γένῃ· εὐφραίνεις γὰρ τὸν πατέρα, καὶ τούτου σοι ὀφείλω μισθόν· ἂν δὲ κακὸς, οὐκέτι· παροξύνεις γὰρ τὸν
25γεννήσαντα. Μὴ δὴ παροξύνωμεν τὸν Θεὸν, ἀλλ’ εὐφραίνωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ
τὰ ἑξῆς.Column end

62

.

405

(29)

ΟΜΙΛΙΑ Γʹ.
30Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζό‐ μενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκη‐ ρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ
35ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ
40 καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. αʹ. Τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ λογίζεσθαι τῶν εἰς σωτηρίαν τῶν μαθητῶν συντεινόντων. Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο εἰς
45τὴν τῶν ποιμνίων φυλακὴν, πολλῷ μᾶλλον τὸν τὰς ψυχὰς ἐμπεπιστευμένον, κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦ‐

62

.

405

(50)

λος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης, καὶ τοιαύτην τιμὴν ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους. Μνη‐ μονεύετε γὰρ, φησὶν, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον. Εἶπε προλαβὼν, ὅτι Δυνάμενοι
55ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησίν· Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; Οὕτω καὶ ὁ Χριστὸς διέταξε τοὺς τὸ Εὐαγγέλιον κατ‐ αγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν. Ἀλλ’ ἐγὼ,
60φησὶν, οὐκ ἠθέλησα, ἀλλ’ ἐκοπίων. Καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. Καὶ ὅρα
τί φησι· Μνημονεύετε γάρ· οὐκ εἶπε, τὰς εὐεργε‐Column end

62

.

406

(30)

σίας τὰς παρ’ ἐμοῦ, ἀλλὰ, Τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον. Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν οὕτως ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Κορινθίοις δὲ ἕτε‐ ρόν φησιν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν
35ὀψώνιόν τι εἰς ὑμῶν διακονίαν. Καίτοι καὶ ἐκεῖ εἰργάζετο· ἀλλ’ οὐκ ἀνέμνησε τούτου, ἀλλ’ ἕτερον ἔθηκε πληκτικώτερον· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Παρ’ ἑτέρων ἐτράφην ὑμῖν ὑπηρετῶν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι.
40Καὶ ἐκεῖ μέν φησι· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενὸς, καὶ, Ἔλα‐ βον ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· ἐνταῦθα δὲ δείκνυσιν ἐν πενίᾳ ὄντας τοὺς ἄνδρας· ἐκεῖ δὲ οὐχ οὕτω. Διὰ τοῦτο συνεχῶς αὐτοὺς παραφέρει
45μάρτυρας· Ὑμεῖς γὰρ, φησὶ, μάρτυρες, καὶ ὁ Θεός· ἀξιόπιστον ποιῶν τὸν λόγον, κἀκεῖνο τιθεὶς, ὃ αὐτοὺς μάλιστα ἐπληροφόρει· ἐκεῖνο μὲν γὰρ ἄδηλον τοῖς ἀγνοοῦσι, τοῦτο δὲ πᾶσι λοιπὸν ἀναμφίβολον. Καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ἔβλεπεν, ὅτι Παῦλος ἦν

62

.

406

(50)

ὁ ταῦτα λέγων, ἀλλ’ ἐκ πολλοῦ τοῦ περιόντος βούλε‐ ται αὐτοὺς πληροφορεῖν. Διὰ τοῦτό φησιν· Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν. Ἔδει αὐτοὺς πάλιν ἐπαινεῖν· διὰ τοῦτο ταῦτα προτί‐
55θησιν, ἃ ἦν ἱκανὰ αὐτοὺς πεῖσαι. Συλλογίζεται γὰρ, ὅτι ὁ ἐν χρείᾳ ἐκεῖ καταστὰς καὶ μὴ λαβὼν, πολλῷ μᾶλλον νῦν. Ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ἡμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα
60ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθού‐
μενοι. Ἀνωτέρω τὸ τῆς ἀναστροφῆς εἰπῶν, ἐνταῦθα405

62

.

407

τὸ τῆς ἀγάπης φησίν· ὃ καὶ μᾶλλον ἦν ἢ τῆς προ‐ στασίας. Καὶ τοῦ ἀτύφου τὸ εἰρημένον. Ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παρα‐ μυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι
5ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Ὅτε εἶπε, Καὶ δια‐ μαρτυρόμενοι, τότε πατέρων μέμνηται, δεικνὺς ὅτι Εἰ καὶ διεμαρτυρόμεθα, ἀλλὰ τοῦτο οὐ σφοδρῶς, ἀλλ’ ὡς πατέρες. Ἕνα ἕκαστον ὑμῶν. Βαβαὶ! ἐν το‐
10σούτῳ πλήθει μηδένα παραλιπεῖν, μὴ μικρὸν, μὴ μέγαν, μὴ πλούσιον, μὴ πένητα. Παρακαλοῦντες, πρὸς τί εἶπε; Πρὸς τὸ φέρειν πάντα. Καὶ παρα‐ μυθούμενοι καὶ διαμαρτυρόμενοι. Παρακαλοῦντες· οὐκ ἄρα δόξαν ἐζήτουν· Καὶ διαμαρτυρόμενοι· οὐκ
15ἄρα ἐκολάκευον. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν αὑτοῦ βα‐ σιλείαν καὶ δόξαν. Ὅρα πάλιν πῶς διηγούμενος, καὶ διδάσκει καὶ παραμυθεῖται· εἰ γὰρ εἰς βασιλείαν ἐκάλεσε, πάντα δεῖ φέρειν. Παρακαλοῦμεν, οὐχ ἵνα
20ἡμῖν χαρίσησθέ τι, ἀλλ’ ἵν’ ἐπιτύχητε τῆς βασιλείας τῶν οὐρανῶν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον
25Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν πάντα ἀμέμπτως πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ἡμετέρας ἀναστροφῆς ἐποιήσατε· οὐ γὰρ ὡς ἀνθρώπων ἀκούον‐ τες, διέκεισθε ἡμῶν ἀκούοντες, ἀλλ’ ὡς αὐτοῦ τοῦ Θεοῦ
30παραινοῦντος, οὕτω προσείχετε. Πόθεν δῆλον; Ὥσπερ γὰρ τὸ μὴ ἐν κολακείᾳ μηδὲ ἐν κενοδοξίᾳ κηρῦξαι ἀπὸ τῶν οἰκείων πειρασμῶν δείκνυσι, καὶ τῆς ἐκείνων μαρ‐ τυρίας, καὶ ὧν ἔπραττεν· οὕτω καὶ τὸ ἐκείνους ὀρθῶς δέξασθαι τὸν λόγον, ἀπὸ τῶν πειρασμῶν. Πόθεν γὰρ,
35φησὶν, εἰ μὴ ὡς τοῦ Θεοῦ λέγοντος ἠκούετε, τοιούτους ἐφέρετε κινδύνους; Καὶ ὅρα τὸ ἀξίωμα· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλη‐ σιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς
40ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάν‐ των Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς
45τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπλη‐ ρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. βʹ. Ὑμεῖς, φησὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλη‐ σιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Πολλὴ ἡ

62

.

407

(50)

παραμυθία. Οὐδὲν, φησὶν, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν. Καὶ τοῦτο δὲ τοῦ τὸ κήρυγμα εἶναι ἀληθὲς οὐ μικρὸν τεκμήριον, ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέσχοντο ὑπομεῖναι. Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ, φησὶν,
55ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἔχει τι πλέον τῷ εἰπεῖν, κἀκεῖνοι ἐν τῇ Ἰουδαίᾳ· δείκνυσι γὰρ ὅτι ἥδοντο πανταχοῦ, ὡς ἀθλήσαντες. Λέγει οὖν, ὅτι Καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε. Καὶ τί θαυμαστὸν πάλιν, εἰ
60καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν Δεσπότην τὰ αὐτὰColumn end

62

.

408

ἐτόλμων; Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν; Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν
5Χριστὸν παραφέρει διαφόρως. Ὅρα γοῦν· καὶ ἐν‐ ταῦθα κατηγορῶν τῶν Ἰουδαίων, εἰς ἀνάμνησιν αὐ‐ τοὺς φέρει τοῦ Δεσπότου, καὶ τῶν τοῦ Δεσπότου πα‐ θημάτων· οὕτως οἶδε μεγίστην παραμυθίαν ἔχον τὸ πρᾶγμα. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, φησίν.
10Ἀλλ’ ἠγνόησαν αὐτὸν ἴσως. Μάλιστα μὲν οὖν ᾔδεσαν. Τί δαί; οὐχὶ καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι; Καὶ μὴν ταῦτα οὐκ ἀληθείας ἕνεκεν διεπράξαντο. Οὐκ ἄρα παραμυθία μόνον ἐστὶν ἐπὶ τοῖς πειρασμοῖς.
15ἀλλὰ καὶ ὑπόμνησις τοῦ μὴ νομίζειν ὅτι δι’ ἀλήθειαν ταῦτα ποιοῦσι, καὶ διὰ τοῦτο θορυβεῖσθαι. Καὶ ἡμᾶς, φησὶν, ἐκδιωξάντων. Καὶ ἡμεῖς, φησὶ, μυρία δεινὰ πεπόνθαμεν. Καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς
20τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Πᾶσιν ἀνθρώ‐ ποις, φησὶν, ἐναντίων. Πῶς; Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι, οὗτοι δὲ κωλύουσι, κοινοὶ τῆς οἰκου‐ μένης εἰσὶν ἐχθροί. Τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσι, κοινοὶ τῆς οἰκουμένης
25εἰσὶν ἐχθροὶ, ἡμᾶς ἐλαύνουσι τοὺς ἐπὶ σωτηρίᾳ παρα‐ γενομένους· τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο, ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ; Κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Βασκανίας ἄρα ἐστὶ τὸ τὴν τῶν πάντων ἐμποδίζειν
30σωτηρίαν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρ‐ τίας πάντοτε. Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκέτι ταῦτα ἔσται οἷα τὰ πρότερα, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας· ἀλλ’ ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. Πόθεν δῆλον; Ἀπὸ τούτου, ἀφ’ οὗ προεῖπεν
35ὁ Χριστός. Οὐ γὰρ τοῦτο μόνον ἔχει παραμυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιμωρουμένους. Εἰ δὲ ἡ ἀναβολὴ λυπεῖ, παραμυθείσθω τὸ μηκέτι ἀνανεύειν αὐτούς. Μᾶλλον δὲ καὶ τὴν ἀναβολὴν συνέστειλε τῷ εἰπεῖν,
40Ἡ ὀργὴ, δεικνὺς πάλιν ὀφειλομένην καὶ προωρισμέ‐ νην, καὶ προφητευομένην. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδά‐ σαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπι‐
45θυμίᾳ. Οὐκ εἶπε, χωρισθέντες, ἀλλ’ ὃ πλέον ἦν. Εἶπεν ἀνωτέρω περὶ τῆς κολακείας, δεικνὺς ὅτι οὐ κολακεύει, ὅτι οὐ ζητεῖ δόξαν· λέγει ἐνταῦθα περὶ τῆς ἀγάπης. Ἐπειδὴ εἶπεν ἀνωτέρω· Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν,

62

.

408

(50)

Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζη‐ τούντων. Καὶ μὴ ἐκεῖνοι ἀπωρφανίσθησαν. Οὒ, φη‐ σὶν, ἀλλ’ ἡμεῖς. Εἰ γάρ τις τὸν πόθον ἐξετάσειε, καθάπερ παιδία μικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων εἰσὶν, οὐ διὰ
55τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὴ καὶ ἡμεῖς. Ἐκ τούτου καὶ τὴν ἀθυμίαν αὐτοῦ δείκνυσιν, ἐν ᾗ ἦν διὰ τὸν χωρισμόν. Καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν, ὅτι πολὺν χρόνον ἀν‐ εμείναμεν, ἀλλὰ Πρὸς καιρὸν, καὶ τοῦτο Προσώπῳ,
60οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ. Ὅρα ὅση ἀγάπη· καίτοι ἔχων αὐτοὺς διαπαντὸς ἐν καρδίᾳ,
καὶ τὴν κατ’ ὄψιν ἐζήτει παρουσίαν. Μή μοι λέγε τὴν407

62

.

409

περιττὴν φιλοσοφίαν· τοῦτο ἀληθῶς θερμῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συμβάλλοιτο. Περισσοτέρως, φησὶν, ἐσπουδά‐ σαμεν. Τί ἐστι, Περισσοτέρως; Ἢ τοῦτό ἐστιν εἰ‐
5πεῖν, ὅτι Σφόδρα ὑμῶν ἐξεχόμεθα· ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Ὅρα τὸν μακάριον Παῦλον, ὅταν μὴ δι’ ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι’ ἑτέρων τοῦτο ποιοῦντα· ὥσπερ ὅτε πρὸς Φιλιππησίους τὸν Τιμό‐
10θεον πέμπει, καὶ πρὸς Κορινθίους πάλιν τὸν αὐτὸν, δι’ ἑτέρων αὐτοῖς συγγινόμενος, ὅταν μὴ δύνηται δι’ ἑαυτοῦ. Ἐρώμενος γὰρ ἦν μανικός τις καὶ ἀκάθεκτος, καὶ ἀκαρτέρητος εἰς φιλίαν. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ ἐστὶν ἀγάπης. Καίτοι γε ἐνταῦθα
15οὐδεμίαν ἑτέραν χρείαν φησὶν, ἀλλ’ ἵνα ἴδωμεν ὑμᾶς. Ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς· καὶ ἐνέκοψεν ὁ Σατανᾶς. γʹ. Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τοῦτο ἔργον ἦν. Ἐπὶ μὲν γὰρ τῶν Ῥωμαίων
20φησὶν, ὅτι ὁ Θεὸς ἐκώλυσε· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Λουκᾶς, ὅτι Τὸ Πνεῦμα διεκώλυσεν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἀσίαν· καὶ Κορινθίοις τοῦ Πνεύματός φησιν εἶναι τὸ ἔργον, ἐνταῦθα δὲ μόνον τοῦ Σατανᾶ. Τίνα δὲ λέγει ἐγκοπὴν τοῦ Σατανᾶ; Πειρασμούς τινας
25ἀπροσδοκήτους καὶ σφοδρούς. Γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας. Ἕτερον δέ ἐστιν οἰκονομίας ἕνεκεν παραμένειν καὶ ἑκόντα, καὶ ἕτερον ἐγκοπτό‐ μενον. Ἐκεῖ μὲν γὰρ φησί· Διὸ μηκέτι τόπον ἔχων
30ἐν τοῖς κλίμασι τούτοις, καὶ, Φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὅτι ὁ Σατανᾶς ἐνέκοψεν. Ἐγὼ μὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς. Ὅρα πῶς φιλοτιμεῖται καὶ ἐγκαλλωπίζεται. θέλων δεῖξαι,
35ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει. Τὸ, Ἐγὼ μὲν Παῦλος, ἀντὶ τοῦ· Εἰ καὶ μὴ οἱ ἄλλοι, φησί. Κἀ‐ κεῖνοι μὲν γὰρ ἤθελον μόνον, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τίς γὰρ ἡμῖν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυ‐ χήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου
40ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ; Μακεδόνες εἰσὶ, εἰπέ μοι, ἡ ἐλπίς σου, ὦ μακάριε Παῦλε; Οὐχ οὗτοι μόνοι, φησί· διὰ τοῦτο ἐπήγαγεν· Ἢ οὐχὶ καὶ ὑμεῖς; Τίς γάρ ἐστιν ἡμῖν, φησὶν, ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἆρα
45ἐπιγινώσκετε τὰ ῥήματα γυναικῶν ὄντα πάνυ διαθερ‐ μαινομένων τοῖς σπλάγχνοις, καὶ πρὸς παιδία μικρὰ διαλεγομένων; Καὶ στέφανος, φησὶ, καυχήσεως. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμπρότητα, ἀλλὰ προσέθηκε καὶ, Καυχήσεως. Πόσης πυρώσεως

62

.

409

(50)

τοῦτο; Οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁμοῦ συνῆλθον, καὶ τὸν ἑαυτῶν ἀνεμίξαντο πόθον, ἠδυνή‐ θησαν δεῖξαι ἰσόῤῥοπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον. Χαρὰ, φησὶ, καὶ στέφανος· τουτέστι, Μᾶλλον ἐφ’ ὑμῖν, φησὶν, ἀγάλλομαι, ἢ ἐπὶ στεφάνῳ. Ἐννόη‐
55σον γὰρ ὅσον ἐστὶν Ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου. Τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; Ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. Οὐ γὰρ εἶπεν, Ὑμεῖς, ἁπλῶς, ἀλλὰ, Καὶ ὑμεῖς, μετὰ τῶν ἄλλων.
60Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Διὸ
μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναιColumn end

62

.

410

ἐν Ἀθήναις μόνοι. Τοῦτο εἶπεν ἀντὶ τοῦ, εἱλόμεθα. Καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ τοῦτο οὐ τὸν Τιμό‐
5θεον ἐπαίρων, φησὶν, ἀλλ’ αὐτοὺς τιμῶν, ὅτι τὸν συνεργὸν, καὶ διάκονον τοῦ Εὐαγγελίου αὐτοῖς ἔπεμψεν· ὡς ἂν εἰ ἔλεγεν· Ἀποσπάσαντες ἀπὸ τῶν ἔργων ἐπέμψαμεν πρὸς ὑμᾶς τὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.
10Εἶτα καὶ ἡ αἰτία· Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ πα‐ ρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τί δὴ ἐνταῦθά φησιν; Ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυ‐ βοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε
15πειρασμοῖς, ὡς καὶ αὐτός φησιν, ὅτι Ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς· ἀνακτώμενος αὐτοὺς οὕτως εἴ‐ ρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἅπαξ καὶ δεύτε‐ ρον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα· ὃ πολλῆς βίας ἦν. Εἰκὸς δὲ τοῦτο θορυβῆσαι αὐτούς. Οὐ γὰρ οὕτως ἐπὶ
20τοῖς οἰκείοις πειρασμοῖς, ὡς ἐπὶ τοῖς τῶν διδασκάλων θορυβοῦνται οἱ μαθηταί· ὥσπερ οὐδὲ οὕτως ἐπὶ τῶν οἰκείων θορυβεῖται πειρασμῶν στρατιώτης, ὡς ὅταν τὸν στρατηγὸν ἴδῃ βεβλημένον. Εἰς τὸ στηρίξαι ὑμᾶς, φησίν. Ἄρα διὰ τὸ μὴ θορυβηθῆναι ἔπεμψεν,
25ἀλλ’ οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδ’ ὡς ὀφείλοντάς τι μαθεῖν. Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέ‐
30γομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Οὐ δεῖ θορυβεῖσθαι, φησί· καὶ γὰρ οὐδὲν ξένον, οὐδὲν παρ’ ἐλπίδα συμβαίνει· ὅπερ ἱκανὸν ἦν αὐτοὺς διαναστῆσαι. Ὁρᾷς ὅτι διὰ τοῦτο καὶ ὁ Χριστὸς προέλεγε τοῖς μαθηταῖς; ἄκουσον
35γὰρ αὐτοῦ λέγοντος· Ἀπάρτι εἶπον ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵν’, ὅταν γένηται, πιστεύσητε. Μέγα γὰρ, ὄντως μέγα εἰς παραμυθίαν τῶν ἄλλων, τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόμενα. Ὥσπερ γὰρ ὁ κάμνων παρὰ τοῦ ἰατροῦ, ἐὰν ἀκούσῃ ὅτι
40τόδε γίνεται καὶ τόδε, οὐ σφόδρα θορυβεῖται· ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήματος μείζονος τῆς τέχνης γενομένου, ἀλύει καὶ θορυβεῖται· οὕτω καὶ ἐνταῦθα. Ἅπερ προειδὼς, ὁ Παῦλος, προεῖπεν αὐτοῖς Ὅτι μέλλομεν θλίβεσθαι·
45Καθὼς, φησὶ, καὶ ἐγένετο καὶ οἴδατε. Οὐχ ὅτι ἐγένετο τοῦτο λέγει μόνον, ἀλλ’ ὅτι πολλὰ καὶ ἄλλα προεῖπε, καὶ ἐξέβη. Εἰς τοῦτο κείμεθα. Ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον οὐ δεῖ θορυβεῖσθαι καὶ ταράττεσθαι· τοῦτο γάρ ἐστι σαίνεσθαι· ἀλλ’

62

.

410

(50)

οὐδ’ ὑπὲρ τῶν μελλόντων, εἴ τι συμβαίη τοιοῦτον. Εἰς τοῦτο γὰρ κείμεθα. δʹ. Ἀκούσωμεν οἷς ἐστιν ὦτα ἀκούειν· εἰς τοῦτο κεῖται ὁ Χριστιανός. Τὸ, Εἰς τοῦτο κείμεθα, περὶ πάντων λέγει τῶν πιστῶν. Εἰς τοῦτο κείμεθα· καὶ
55ἡμεῖς ὡσανεὶ εἰς ἄνεσιν κείμενοι, ξενοπαθοῦμεν. Μᾶλλον δὲ τίνος ἕνεκεν ξενοπαθοῦμεν; οὐδὲ γὰρ θλίψεως καιρὸς, οὐδὲ πειρασμὸς κατέλαβεν, εἰ μὴ ἀνθρώπινος. Εὔκαιρον καὶ πρὸς ὑμᾶς εἰπεῖν, Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ‐
60τίαν ἀνταγωνιζόμενοι. Μᾶλλον δὲ οὐ τοῦτο εὔ‐ καιρον εἰπεῖν πρὸς ὑμᾶς, ἀλλὰ ποῖον; Οὔπω χρη‐ μάτων κατεφρονήσατε. Ἐκείνοις μὲν γὰρ τοῖς τὰ
αὐτῶν ἀπολωλεκόσιν ἅπαντα εἰκότως ταῦτα ἐλέγετο·409

62

.

411

τοῖς δὲ τὰ αὐτῶν ἔχουσι, τοῦτο· Τίς ἡρπάγη χρήματα διὰ Χριστόν; τίς ἐῤῥαπίσθη; τίς ὑβρίσθη; μέχρι ῥη‐ μάτων, λέγω. Πόθεν ἡ καύχησις; πόθεν δύνασαι παῤῥησίαν ἔχειν; Τοσαῦτα ἔπαθε δι’ ἡμεῖς ἐχθροὺς
5ὄντας ὁ Χριστός· τί δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι’ αὐτὸν πεπόνθαμεν; Ὧν μὲν πεπόνθαμεν, οὐδέν· ὧν δὲ πάσχομεν παρ’ αὐτοῦ καλῶν, μυρία. Πόθεν ἡμῖν ἡ παῤῥησία ἔσται κατ’ ἐκείνην τὴν ἡμέραν; Οὐκ ἴστε, ὅτι καὶ ὁ στρατιώτης, ὅταν μυρία τραύ‐
10ματα καὶ ὠτειλὰς ἐπιδεικνύηται, τότε δυνήσεται λαμπρὸς εἶναι παρὰ τῷ βασιλεῖ; ἂν δὲ μηδὲν ἔχῃ δεῖξαι κατόρθωμα, κἂν μηδὲν ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις τετάξεται; Ἀλλ’ οὐκ ἔστι πολέμου καιρὸς, φησίν. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνί‐
15σατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα δι‐ έξωσε; Τάχα οὐδείς· ὅταν γὰρ ἴδω ὅτι χρημάτων οὐ καταφρονεῖς ἕνεκεν τοῦ Χριστοῦ, πῶς σοι πιστεύ‐ σω ὅτι πληγῶν καταφρονήσεις; Εἰπὲ, φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε αὐτούς; Τοῦτο
20οὐ ποιεῖς, ἀλλὰ παρακούεις. Ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πληγὰς οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Οὐκ ἴστε ὅτι ἐν εἰρήνῃ τὰ τοῦ πολέμου γυμνάζεσθαι χρή; οὐχ ὁρᾶτε τοὺς στρατιώτας τούτους, οἳ, καὶ μηδενὸς ἐνο‐
25χλοῦντος πολέμου, ἀλλ’ εἰρήνης οὔσης βαθείας, τὰ ὅπλα ἀποσμηξάμενοι, καὶ μετὰ τῶν διδασκάλων τῶν τὰ τακτικὰ διδασκόντων αὐτοὺς, εἰς ὕπτια πεδία καὶ εὐρύχωρα καθ’ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν ἐξιόντες, τὰ τοῦ πολέμου γυμνάζονται μετὰ πολλῆς τῆς ἀκρι‐
30βείας; Τίς τοῦτο εἰργάσατο τῶν πνευματικῶν στρα‐ τιωτῶν; Οὐδὲ εἷς. Διὰ τοῦτο ἐν τοῖς πολέμοις χαῦ‐ νοι καὶ βάναυσοι, καὶ πᾶσιν εὐάλωτοι γινόμεθα. Πό‐ σης δὲ νωθείας τὸ μὴ ἡγεῖσθαι πολέμου καιρὸν εἶναι τὸν παρόντα, τοῦ Παύλου βοῶντος· Πάντες δὲ οἱ θέ‐
35λοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθή‐ σονται; καὶ τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Καὶ πάλιν τοῦ μακαρίου Παύλου λαμ‐ πρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα; καὶ πάλιν· Στῆτε
40οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Καὶ οὐδεὶς ἐκείνων εἶπε τότε, Τί ὁπλίζεις ἡμᾶς, πο‐ λέμου οὐκ ὄντος; τί μάτην ἡμῖν πράγματα παρ‐ έχεις; θωρακίζεις τοὺς στρατιώτας, ἐξὸν ἀναπαύε‐ σθαι καὶ ἡσυχάζειν; Ἀλλ’ εἴπερ τις εἶπε ταῦτα,
45ἀνθυπήνεγκεν ἄν· Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ ἦν πό‐ λεμος, ἔδει τὰ τοῦ πολέμου μεριμνᾷν. Ὁ γὰρ ἐν εἰρήνῃ τῶν τῆς μάχης φροντίζων, φοβερὸς ἔσται ἐν τῷ καιρῷ τῆς μάχης· ὁ δὲ ἄπειρος τῶν πολεμικῶν, μᾶλλον θορυβηθήσεται καὶ ἐν εἰρήνῃ. Τί δήποτε;

62

.

411

(50)

Ὅτι δακρύσεται ὑπὲρ ὧν ἔχει, καὶ ὅτι μὴ δυνάμενος ὑπερμαχεῖν αὐτῶν, ὀδυνηθήσεται. Τοῦ γὰρ δειλοῦ καὶ ἀπείρου καὶ πρὸς τὰς μάχας βαναύσου τὰ κτή‐ ματα πάντων ἐστὶ τῶν ἀνδρείων καὶ πολεμεῖν εἰδό‐ των· ὥστε διὰ τοῦτο πρῶτον ὑμᾶς ὁπλίζω. Ἔπειτα
55δὲ καὶ πολέμου καιρὸς πᾶς ὁ τῆς ζωῆς ἡμῶν ἐστὶ χρόνος. Πῶς καὶ τίνι τρόπῳ; Ὁ διάβολος ἐφέστηκεν ἀεί. Ἄκουσον τί περὶ αὐτοῦ φησι. Περιέρχεται ὠρυό‐ μενος ὡς λέων, ἁρπάσαι θέλων. Σωματικὰ πάθη μυ‐ ρία ἐπιτίθεται ἡμῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα
60μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν. Τί γὰρ, εἰπέ μοι, ἡμῖν
οὐ πολεμεῖ; οὐ πλοῦτος, κάλλος, τρυφὴ, δυναστεία,Column end

62

.

412

ἐξουσία, βασκανία, δόξα, ἀπόνοια; Οὐ γὰρ μόνον ἡ ἡμετέρα δόξα πολεμεῖ κωλύουσα πρὸς ταπεινοφρο‐ σύνην καταπίπτειν, ἀλλὰ καὶ ἡ ἑτέρων εἰς φθόνον ἡμᾶς καὶ βασκανίαν ἐξάγουσα. Τί δὲ τὰ ἐναντία, πε‐
5νία, ἀτιμία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν; Ἀλλὰ ταῦτα μὲν ἐν ἡμῖν· τὰ δὲ παρὰ ἀνθρώπων, πονηρίαι, ἐπιβουλαὶ, δόλοι, συκοφαντίαι, περιστάσεις μυρίαι· ὁμοίως καὶ τὰ παρὰ τῶν δαιμόνων, ἀρχαὶ, ἐξουσίαι, κοσμοκρά‐
10τορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, τὰ πνευμα‐ τικὰ τῆς πονηρίας. Ἄλλοι ἐσμὲν χαίροντες, ἄλλοι ἀλγοῦντες· ἀμφότερα παρεκτροπή. Ἀλλ’ ὑγεία, ἀλλ’ ἀσθένεια. Πόθεν οὐχ ἁμαρτήσεταί τις; Βούλεσθε καὶ ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενος ὑμῖν εἴπω εὐθέως ἀπὸ
15τῆς ἀρχῆς; Τί τὸν πρωτόπλαστον εἷλεν; Ἡ‐ δονὴ καὶ βρώματα καὶ φιλαρχίας ἔρως. Τί τὸν μετ’ ἐκεῖνον τὸν υἱὸν τὸν ἐκείνου; Βασκανία καὶ φθόνος. Τί τοὺς ἐπὶ Νῶε; Σωμάτων ἡδοναὶ, καὶ τὰ ἀπὸ τού‐ των τικτόμενα κακά. Τί τὸν υἱὸν τὸν τούτου; Ὕ‐
20βρις καὶ ἄδεια. Τί τοὺς Σοδομίτας; Ὕβρις καὶ ἀσέλ‐ γεια καὶ πλησμονὴ ἄρτων. Πολλάκις δὲ καὶ πενία τοῦτο ποιεῖ· διὰ τοῦτο σοφός τις ἔλεγε· Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς. Μᾶλλον δὲ οὐ πλοῦτος, οὐδὲ πενία, ἀλλ’ ἡ μὴ δυναμένη τούτοις ἑκατέροις
25προαίρεσις χρήσασθαι. Ἐπίγνωθι, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. εʹ. Θαυμαστῶς εἶπεν ὁ μακάριος Παῦλος· Εἰς τοῦτο κείμεθα· οὐκ εἶπεν ἁπλῶς, ὅτι πειραζόμεθα, ἀλλ’ Εἰς τοῦτο κείμεθα, ἀντὶ τοῦ, εἰς τοῦτο ἐγενή‐
30θημεν. Τοῦτο τὸ ἔργον ἡμῶν, οὗτος ὁ βίος, καὶ σὺ ἄνεσιν ζητεῖς; Οὐκ ἐφέστηκεν ὁ δήμιος τὴν πλευ‐ ρὰν καταξαίνων, καὶ θῦσαι καταναγκάζων· ἀλλ’ ἐφέστηκεν ἐπιθυμία σφοδρὰ χρημάτων καὶ πλεονε‐ ξίας, ἐξορύττουσα τοὺς ὀφθαλμοὺς ἡμῖν. Οὐδεὶς
35στρατιώτης πυρὰν ἡμῖν ἀνῆψεν, οὐδὲ ἔθηκεν ἐπὶ κρατίκλης· ἀλλ’ ὁ τῶν σωμάτων φλογμὸς μᾶλλον ἐκείνων ἐξάπτει τὴν ψυχήν. Οὐ πάρεστι βασιλεὺς μυρία ἐπαγγελλόμενος ἀγαθὰ καὶ δυσωπῶν· ἀλλὰ πάρεστιν ἡ δοξομανία χεῖρον ἐκείνου γαργαλίζουσα.
40Μέγας πόλεμος ὄντως, καὶ πολὺ μέγας, ἂν ἐθέλωμεν νήφειν· ἔχει στεφάνους καὶ ὁ παρὼν καιρός· ἄκουε Παύλου λέγοντος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς
45ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὅταν ἀπολέ‐ σῃς παιδίον ἀγαπητὸν μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον χρηστὰς, αὐτό σοι μέλλον μόνον διαδέχεσθαι τὸν κλῆρον, μὴ στε‐ νάξῃς, ἀλλ’ εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξαζε τὸν

62

.

412

(50)

εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος τῷ Θεῷ ἔδωκε κελεύ‐ σαντι, οὕτω σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Νόσῳ περιέπεσες χαλεπῇ, καὶ πολλοὶ παραγίνονται ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν,
55οἱ δὲ ἑτέροις τισὶ παραμυθήσασθαι τὸ κακόν; διὰ τὸν τοῦ Θεοῦ φόβον ἤνεγκας γενναίως καὶ ἀκλινῶς, καὶ πάντα ἂν εἵλου παθεῖν ἢ ὑποστῆναί τι τῶν εἰδω‐ λικῶν πρᾶξαι; τοῦτό σοι μαρτυρίου στέφανον φέρει. Καὶ μὴ ἀμφίβαλλε. Καὶ πῶς καὶ τίνι τρόπῳ;
60ἐγὼ λέγω. Ὅτι καθάπερ ἐκεῖνος τὰς ἀπὸ τῶν βασά‐ νων ὀδύνας φέρει γενναίως, ὥστε μὴ προσκυνῆσαι
τὸ εἴδωλον, οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρεις411

62

.

413

ἀλγηδόνας, ὥστε μηδενὸς δεηθῆναι τῶν παρ’ ἐκείνου, μηδὲ πρᾶξαι ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; Ἀλλ’ αὗται μακρότεραι, ὥστε εἰς ἴσον κα‐ ταλήγει. Πολλάκις δὲ καὶ σφοδρότεραι. Τί γὰρ, εἰπέ
5μοι, ὅταν καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρ‐ τυρίου στέφανον ἀνεδήσω; Πάλιν ἀπώλεσέ τις χρή‐ ματα; πολλοὶ οἱ παραινοῦντες πρὸς μάντεις ἀπελ‐ θεῖν· σὺ δὲ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κε‐
10κώλυται, εἵλου μᾶλλον μὴ λαβεῖν τὰ χρήματα, ἢ παρακοῦσαι τοῦ Θεοῦ; ἴσον ἔχεις τὸν μισθὸν τῷ εἰς πένητας αὐτὰ δεδωκότι· ἂν ἀπολέσας εὐχαριστήσῃς, καὶ δυνάμενος πρὸς μάντεις ἀπελθεῖν, ἀνάσχῃ μὴ λαβεῖν αὐτὰ μᾶλλον, ἢ οὕτω λαβεῖν, ἴσον ἔχεις εἰς
15κέρδος τῷ διὰ τὸν Θεὸν κενώσαντι ταῦτα. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεο‐ μένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φό‐ βον, ἁρπασάντων ἐκείνων, οὐκ ἀνέλαβες. Ἡμεῖς κύ‐ ριοι καὶ τοῦ ἀδικεῖν ἑαυτοὺς, καὶ τοῦ μή· ἕτερος
20δὲ οὐδείς. Καὶ, εἰ βούλεσθε, ἐπ’ αὐτῆς τῆς κλοπῆς τὸ πρᾶγμα γυμνάσωμεν. Διέτεμε τὸν τοῖχον ὁ κλέ‐ πτης, εἰσεπήδησεν εἰς τὸν θάλαμον, ἐξεφόρησε χρυ‐ σία πολυτίμητα καὶ λίθους τιμίους, ἁπλῶς θησαυ‐ ρὸν ὁλόκληρον ἐξέβαλε, καὶ οὐχ ἑάλω. Τὸ μὲν γενό‐
25μενον βαρὺ, καὶ δοκεῖ ζημία τὸ πρᾶγμα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ’ ἐν σοὶ κεῖται ἢ ζημίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος. Καὶ πῶς ἂν γένοιτο τοῦτο κέρ‐ δος; φησίν. Ἐγὼ τοῦτο ἀποδεῖξαι πειράσομαι πῶς. Σοῦ βουλομένου, κέρδος ἔσται μέγα· μὴ βουλη‐
30θέντος δὲ, χαλεπωτέρα τῆς γενομένης ζημία. Καθ‐ άπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν ὕλης ὑποκειμένης, ὁ μὲν ἔμπειρος τῆς τέχνης εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζημίαν· οὕτω καὶ ἐπὶ τῶν πραγμάτων. Πῶς οὖν ἔσται κέρδος; Ἂν
35εὐχαριστήσῃς τῷ Θεῷ, ἂν μὴ κωκύῃς ὀξὺ, ἂν τὰ τοῦ Ἰὼβ εἴπῃς ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί λέγεις, Ὁ Κύριος ἀφείλετο; Ὁ κλέπτης ἀφείλετο, καὶ πῶς δυνήσῃ,
40φησὶν, εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυμάσῃς· καὶ γὰρ καὶ ὁ Ἰὼβ, ἃ ὁ διάβολος ἀφείλετο, ταῦτα, ἔφησεν, Ὁ Κύριος ἀφείλετο. Εἰ δὲ ἐκεῖνος οὕτως ἐθάῤῥησεν εἰπεῖν, πῶς ἃ ὁ κλέπτης ἔλαβεν, οὐκ ἐρεῖς σὺ, ὅτι ὁ Κύριος ἀφείλετο; Τίνα θαυμάζεις, εἰπέ μοι,
45τὸν τὰ αὐτοῦ κενώσαντα εἰς πένητας, ἢ τὸν Ἰὼβ ἐπὶ τῶν ῥημάτων τούτων; ἆρα μὴ ἔλαττον ἔχει τοῦ ἐλεημοσύνην δόντος ἐκεῖνος ὁ μὴ δοὺς τότε; Μὴ γὰρ εἴπῃς, Οὐκ ἔχω χάριν, οὐκ ἐμῆς γνώμης τὸ πρᾶγμα ἦν· οὐκ εἰδότος οὐδὲ βουλομένου, ὁ λῃστὴς ἔλαβε·

62

.

413

(50)

ποῖος ἔσται μοι μισθός; Οὐδὲ τοῦ Ἰὼβ εἰδότος, οὐδὲ βουλομένου, ταῦτα ἔλαβε· πῶς γάρ; ἀλλ’ ὅμως ἤθλησεν. Ἔξεστι καὶ σοὶ τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά. Καὶ εἰκότως τοῦτον μᾶλλον θαυμάζομεν τὸν ἐπηρείας εὐχαρίστως φέροντα, ἢ τὸν
55ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις τρέφεται, καὶ τῷ συνειδότι καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας· καὶ πρότερον γενναίως ἐνεγκὼν τὴν στέρησιν τῶν χρημάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφῃρέθη βίᾳ. Οὐκ ἔστι
60δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν κρατοῦντα ἀπο‐
στερηθῆναι. Ἂν ταῦτα εἴπῃς τὰ ῥήματα, λήψῃ πολ‐Column end

62

.

414

λαπλασίονα, καὶ πλείονα ἢ ὁ Ἰώβ. Ἐκεῖνος μὲν γὰρ τὰ διπλασίονα ἐνταῦθα ἔλαβε· σοὶ δὲ ὁ Χριστὸς ἑκα‐ τονταπλασίονα ἐπηγγείλατο. Οὐκ ἐβλασφήμησας διὰ τὸν φόβον τοῦ Θεοῦ, ἐχρήσω μάντεσιν, εὐχα‐
5ρίστησας κακῶς παθών; ὅμοιος εἶ τῷ καταπεφρο‐ νηκότι· καὶ γὰρ καὶ ταῦτα οὐ γίνεται, ἂν μὴ κατα‐ φρονήσῃς πρότερον. Οὐκ ἔστι δὲ ἴσον ἐν πολλῷ χρόνῳ μελετῆσαι καταφρονῆσαι τῶν χρημάτων, καὶ ἀθρόον ζημίαν συμβᾶσαν ἐνεγκεῖν. Οὕτω γίνεται κέρδος ἡ
10ζημία, καὶ οὐδὲν βλαβήσῃ, ἀλλὰ καὶ ὠφεληθήσῃ παρὰ τοῦ διαβόλου. ϛʹ. Πῶς δὲ καὶ ζημία γίνεται χαλεπή; Ὅταν τὴν ψυχὴν ζημιωθῇς. Εἰπὲ γάρ μοι, ἀπεστέρησέ σε χρημά‐ των ὁ κλέπτης; διὰ τί σὺ σαυτὸν ἀποστερεῖς σωτη‐
15ρίας, διὰ τί ἀλγῶν ἐφ’ οἷς παρ’ ἑτέρων κακῶς ἔπα‐ θες, αὐτὸς πλείοσι περιβάλλεις σαυτὸν κακοῖς; Ἐκεῖ‐ νός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις μάλιστα καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ
20ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ τὸν αἰώνιον πλοῦ‐ τον σαυτὸν ἀφαιρῇ. Ἐλύπησέ σε ὁ διάβολος ἀφελό‐ μενος τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστή‐ σας, καὶ μὴ εὐφράνῃς. Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας
25αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί γίνεται· οὔτε αὐτὰ εὑρήσεις ἀπελθὼν πρὸς τοὺς μάντεις· οὐ γάρ ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἶπον ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν κα‐ ταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς.
30Ὁ γὰρ δαίμων εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλ’ ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δί‐ δωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι. Εἰ δὲ καὶ λέγοιεν οἱ μάντεις, μὴ θαυμάζετε· ἀσώματός ἐστιν ὁ δαίμων, πανταχοῦ περίεισιν· αὐτὸς αὐτοὺς
35ὁπλίζει τοὺς λῃστάς· οὐ γὰρ ἄνευ δαίμονος ταῦτα γί‐ νεται. Εἰ τοίνυν ὁπλίζει τούτους, καὶ οἶδε καὶ ποῦ κα‐ τατίθενται· οὐκ ἀγνοεῖ τοὺς αὐτοῦ ὑπηρέτας. Οὐκ ἔστι δὲ θαυμαστὸν τοῦτο· ἂν ἴδῃ ἀλγοῦντά σε τῇ ζημίᾳ, καὶ ἑτέραν ἐπάγει· ἂν ἴδῃ καταγελῶντα καὶ κατα‐
40φρονοῦντα, ἀποστήσεται ταύτης τῆς ὁδοῦ. Καθάπερ γὰρ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν ἐν οἷς λυ‐ ποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφι‐ στάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος.
45 Τί λέγεις; οὐχ ὁρᾷς τοὺς ἐν τῇ θαλάσσῃ πλέον‐ τας, πῶς οὐ φροντίζουσι χρημάτων, χειμῶνος γινο‐ μένου, ἀλλὰ καὶ τὰ ὄντα ῥίπτουσι; καὶ οὐδεὶς λέγει, Τί ποιεῖς, ἄνθρωπε; τῷ χειμῶνι συμπράττεις καὶ τῷ ναυαγίῳ; πρὶν ἤ σε τὸ κῦμα τὸν πλοῦτον

62

.

414

(50)

ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς; τί πρὸ τοῦ ναυαγίου ναυαγίῳ περιβάλλεις σαυτόν; Ἀλλὰ ταῦτα μὲν ἂν εἴποι ἄγροικος ἄνθρωπος, καὶ τῶν ἐν θαλάττῃ πειρασμῶν ἄπειρος· ὁ μέντοι ναυτικὸς, καὶ τί μὲν ἐργάζεται γαλήνην, τί δὲ ποιεῖ χειμῶνα
55ἀκριβῶς ἐπιστάμενος, καὶ καταγελάσεται τοῦ ταῦτα λέγοντος· Διὰ γὰρ τοῦτο ῥίπτω, φησὶν, ἵνα μὴ κλυ‐ δὼν γένηται. Οὕτω καὶ ὁ ἔμπειρος τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ τῶν πειρασμῶν, ὅταν ἴδῃ τὸν χειμῶνα ἐπιστάντα, καὶ τὰ πνευματικὰ τῆς πονηρίας ναυάγιον
60ἐργάσασθαι βουλόμενα, καὶ τὰ λείποντα τῶν χρημά‐ των ῥίπτει. Ἐγένετο κλοπή σοι, ποίησον ἐλεημοσύ‐
νην, καὶ κουφίζεις τὸ πλοῖον. Ἥρπασαν οἱ λῃσταί;413

62

.

415

σὺ δὸς τὰ λείψανα τῷ Χριστῷ· οὕτω καὶ τὴν ἐπὶ τοῖς προτέροις παραμυθήσῃ πενίαν. Κούφισον τὸ πλοῖον, μὴ κατάσχῃς τὰ μείναντα, ἵνα μὴ περι‐ αντλῆται τὸ σκάφος. Ἐκεῖνοι, ἵνα σώματα φυλά‐
5ξωσιν, ἐκβολὴν ποιοῦνται τῶν σκευῶν, καὶ οὐ περι‐ μένουσι τὸ κῦμα ἐπελθὸν περιτρέψαι τὸ σκάφος· σὺ ἵνα ψυχὰς σώσῃ, οὐ παύσεις τὸ ναυάγιον; Πει‐ ράσατε, εἰ ἀπιστεῖτε, παρακαλῶ, πειράσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν σοί τι λυπηρὸν
10συμβῇ, δὸς ἐλεημοσύνην εὐθέως, εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν. Ἕως ἂν ἔχῃς διδόναι τῷ Χριστῷ, πλουτεῖς. Εἰπέ μοι, εἰ συ‐
15ληθέντι σοι προσελθὼν ὁ βασιλεὺς χεῖρα ὑπέτεινεν ἀξιῶν τι λαβεῖν παρὰ σοῦ, ἆρα οὐκ ἂν ἐνόμισας πάν‐ των εἶναι πλουσιώτερος, εἰ μηδὲ μετὰ τοσαύτην πενίαν ἐπαισχύνεταί σε ὁ βασιλεύς; Μὴ συναρπαγῇς· μόνον κράτησον σαυτοῦ, καὶ κρατήσεις τῆς τοῦ δια‐
20βόλου ἐπιβουλῆς. Ἔξεστί σοι κερδᾶναι μεγάλα. Κα‐Column end

62

.

416

ταφρονήσωμεν πλούτου, ἵνα μὴ καταφρονήσωμεν τῆς ψυχῆς, Πῶς δὲ ἄν τις καταφρονήσειεν; Οὐχ ὁρᾶτε τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν· ἕως μὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ,
5λαμπρὰ ἄνεισιν ἡ φλόξ· ἐπειδὰν δέ τις αὐτοὺς ἀπαγάγῃ πόῤῥω, πάντα ἔσβεσται, πάντα κεκοί‐ μισται; Οὕτω καὶ ἐπὶ τοῦ πλούτου, μηδεὶς χρυσία κατασκευαζέτω, μηδεὶς λίθους τιμίους, μηδεὶς περιδέῤῥαια· δελεάζει τοὺς ὀφθαλμοὺς ὁρώμενα.
10Εἰ δὲ βούλει πλουτεῖν ὡς οἱ παλαιοὶ, πλούτει μὴ ἐν χρυσίῳ, ἀλλ’ ἐν τοῖς ἀναγκαίοις, ἵνα καὶ ἐξ ἑτοίμου παρέχῃς τοῖς ἄλλοις· μὴ φιλόκοσμος ἔσο· ὁ τοιοῦτος πλοῦτος καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος, καὶ ἡμῖν παρέχει φροντίδας· μὴ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ
15κτῶ, ἀλλ’ ἔστωσαν ἀποθῆκαι σίτου, οἴνου, ἐλαίου· ἔστωσαν, οὐχ ἵνα πάλιν διαπραθεῖσαι ἄργυρον ἐργά‐ σωνται, ἀλλ’ ἵνα τοῖς δεομένοις χορηγῶνται. Ἂν ἀπάγωμεν ἑαυτοὺς ἐκείνων τῶν περιττῶν, ἐπιτευξό‐ μεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς
20ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

415

(23)

ΟΜΙΛΙΑ Δʹ. Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς
25τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπεί‐ ρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι
30ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιπο‐ θοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς
35 στήκητε ἐν Κυρίῳ. αʹ. Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον. Τί δὲ τὸ ζήτημά ἐστι; Διὰ τοῦτο, φησὶ, κἀγὼ μηκέτι στέγων, ἔπεμψα Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν.
40Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρι‐ σθεὶς αὐτῶν· Ἀπορφανισθέντες γὰρ, φησὶν, ἀφ’
45ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ’ ἀναγκάζεται πέμψαι Τιμό‐ θεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν· Μή πως ἐπεί‐ ρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γέ‐ νηται ὁ κόπος ἡμῶν; Τί οὖν ἄν τις εἴποι; ὅτι οὐ

62

.

415

(50)

πάντα ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολ‐ λαχόθεν ἄν τις μάθοι, ἀπό τε τῶν πρώτων, ἀπό τε τῶν μετὰ ταῦτα· καθάπερ Ἑλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν
55ψυχήν μου. Διὰ τοῦτο ἤκουε παρὰ τοῦ Θεοῦ, ὅτι Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας. Καθάπερ ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν Δαυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν
60ἕξιν τοῦ μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἄνθρωπος ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο
δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν. ΠῶςColumn end

62

.

416

(24)

καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν
25πιστευόντων αὐτοῖς. Καθάπερ γὰρ καὶ διωγμοὺς συγ‐ χωρεῖ γίνεσθαι, οὕτως αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ πάλιν,
30ἵνα καὶ οἱ ἄλλοι μὴ μεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σημείων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ διαπαντὸς ἐπέμενον τὰ πάντα εἰδό‐ τες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ
35ἐμοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων, ὅμως καὶ ἀπὸ τῶν ὀλίγων καὶ μικρῶν
40οὕτως ἐτίκτοντο ὑπόνοιαι πονηραὶ, πολλῷ μᾶλλον ἀπὸ τῶν μεγάλων. Καὶ δι’ ἕτερον δὲ ταῦτα συν‐ εχωρεῖτο. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄν‐ θρωποι ὄντες κατώρθωσαν ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται, διὰ τοῦτο δείκνυσι καὶ
45αὐτοὺς ὄντας ἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωμονεῖν βου‐ λομένων πᾶσαν ἐγκόψῃ ἀναισχυντίας πρόφασιν. Διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται, ἵνα μάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ

62

.

416

(50)

οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ μὴ ταῦτα ἐγένοντο, τί οὐκ ἂν ἐνόμισαν; Ἐνταῦθα δὲ δοκεῖ μέντοι εἶναι αὐτῶν κατηγορία· τῷ δὲ ἀκριβῶς σκοποῦντι καὶ πολὺ τὸ θαῦμα αὐτῶν
55ἐμφαίνει, καὶ τῶν πειρασμῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείμεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέμπεις τὸν Τιμόθεον, ὥσπερ δεδοικὼς μή τι γένηται ὧν οὐ βούλει; Τοῦτο μὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φι‐
60λοῦντες καὶ τὰ ἀσφαλῆ ὑποπτεύουσιν ἀπὸ τῆς πολλῆς θερμότητος· τοῦτο δὲ ἀπὸ τῶν πολλῶν πειρασμῶν.
Εἶπον μὲν γὰρ, ὅτι Εἰς τοῦτο κείμεθα· ἡ δὲ ὑπερ‐415

62

.

417

βολὴ τῶν κακῶν ἐφόβησέ με. Διὸ οὐκ εἶπεν, ὅτι Κα‐ ταγνοὺς ὑμῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ μᾶλλον φιλίας ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι σαλεύεσθαι
5διαβολικόν ἐστι, καὶ τῆς ἐκείνου παρατροπῆς; Ὅταν γὰρ ἡμᾶς αὐτοὺς μὴ δυνηθῇ, ἑτέρως δι’ ἡμῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεμίαν ἐχούσης ἀπολογίαν· καθ‐ άπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας·
10Εἰπέ τι ῥῆμα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε. Διὰ τί δὲ μὴ εἶπεν, ἐσά‐ λευσεν, ἀλλ’, Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα μόνον, ὅσον πειρασθῆναι ὑμᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόμενος
15αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ! πόση φιλο‐ στοργία τοῦ Παύλου· οὐκ ἔμελεν αὐτῷ τῶν θλίψεων οὐδὲ τῶν ἐπιβουλῶν. Οἶμαι γὰρ αὐτὸν ἐκεῖ τότε με‐ μενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλ‐ λάδι ἔμεινε τρίμηνον, γενομένης αὐτῷ ἐπιβουλῆς
20ὑπὸ τῶν Ἰουδαίων. βʹ. Οὐκ ἔμελεν οὖν αὐτῷ τῶν κινδύνων, ἀλλὰ τῶν μα‐ θητευομένων. Ὁρᾷς ὅτι πάντα φυσικὸν πατέρα παρ‐ εληλύθει; Ἡμεῖς μὲν γὰρ ἐν ταῖς θλίψεσι καὶ τοῖς κινδύνοις πάντων τὴν μνήμην ἐκβάλλομεν·
25αὐτὸς δὲ οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν ὑπὲρ τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τι‐ μόθεον καὶ κοινωνὸν καὶ συνεργὸν, τοῦτον ἐν αὐτοῖς τοῖς κινδύνοις πέμψαι πρὸς αὐτούς. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡμῶν. Διὰ τί; εἰ γὰρ καὶ
30παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυμίαν. Ἀλλ’ ὅμως καὶ τούτων ὄντων, κε‐ κενῶσθαί μοι τὸν κόπον νομίζω ἀπὸ τῆς πολλῆς φιλ‐ αδελφίας. Μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων. Πειράζει δὲ οὐκ εἰδὼς εἰ καταβαλεῖ. Εἶτ’ ἐκεῖνος μὲν
35καὶ ὡς οὐκ εἰδὼς ἐπέρχεται, ἡμεῖς δὲ εἰδότες ὅτι σφόδρα αὐτοῦ περιεσόμεθα, οὐ νήφομεν; Ὅτι δὲ οὐκ εἰδὼς ἡμῖν προσβάλλει, ἐπὶ τοῦ Ἰὼβ ἐδήλωσεν. Ἔλεγε γὰρ πρὸς τὸν Θεὸν ὁ πονηρὸς ἐκεῖνος δαίμων· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω;
40Περίελε αὐτοῦ τὰ ὑπάρχοντα· ἦ μὴν εἰς πρόσω‐ πόν σε εὐλογήσει. Πειράζει. Ἂν ἴδῃ τι ἀσθενὲς, ἐπεχείρησεν· ἂν ἰσχυρὸν, ἀπέστη. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡμῶν. Ἀκούσωμεν ἅπαντες, πῶς ἔκαμνεν ὁ Παῦλος. Οὐκ εἶπεν, ἔργον, ἀλλ’
45κόπος· οὐκ εἶπε, καὶ ὑμεῖς ἀπολεῖσθε, ἀλλ’, Ὁ κόπος ἡμῶν. Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο· ἐπειδὴ δὲ οὐ συνέβη, πολὺ τὸ θαῦμα. Ταῦτα μὲν προσεδοκή‐ σαμεν, φησὶν, ἐξέβη δὲ τὰ ἐναντία· οὐ γὰρ μόνον προσθήκην θλίψεως οὐδεμίαν παρ’ ὑμῶν ἐλάβομεν,

62

.

417

(50)

ἀλλὰ καὶ παράκλησιν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ’ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν, καὶ τὴν ἀγάπην ὑμῶν. Καὶ εὐαγγελισαμένου, φησίν. Ὁρᾷς τὴν περιχάρειαν Παύλου; Οὐκ εἶπεν, ἀπαγγείλαντος, ἀλλ’, Εὐαγγελι‐
55σαμένου· τοσοῦτον ἀγαθὸν ἡγεῖτο τὴν ἐκείνων βε‐ βαίωσιν καὶ τὴν ἀγάπην. Ἀνάγκη γὰρ ἐκείνης βε‐ βαίας μενούσης καὶ ταύτην ἐστηρίχθαι. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν ἔχαιρεν, ὅτι σημεῖον τῆς πίστεως ἦν, Καὶ ὅτι ἔχετε, φησὶ, μνείαν ἡμῶν ἀγαθὴν πάν‐
60τοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖςColumn end

62

.

418

ὑμᾶς. Τουτέστι μετὰ ἐπαίνων. Οὐχ ὅτε παρῆμεν, οὐδ’ ὅτε ἐθαυματουργοῦμεν, ἀλλὰ καὶ νῦν, ὅτε πόῤ‐ ῥω ἐσμὲν, καὶ μαστιζόμεθα, καὶ μυρία πάσχομεν δεινὰ, μνείαν ἡμῶν ἀγαθὴν ἔχετε. Ἀκούσατε πῶς
5θαυμάζονται μαθηταὶ μνείαν ἀγαθὴν περὶ διδασκάλων ἔχοντες, πῶς μακαρίζονται. Μιμώμεθα τούτους· ἡμᾶς γὰρ αὐτοὺς ὠφελοῦμεν, οὐ τοὺς ἀγαπωμένους. Ἐπιποθοῦντες ἡμᾶς, φησὶν, ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς. Καὶ τοῦτο δὲ αὐτοὺς εὔφρανε. Τὸ γὰρ
10μαθεῖν τὸν φιλοῦντα, ὅτι τοῦτο οἶδεν ὁ φιλούμενος, ὅτι φιλεῖται, πολλὴ παραμυθία καὶ παράκλησις. Διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πί‐ στεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν
15Κυρίῳ. Τί Παύλου ἴσον γένοιτ’ ἂν, ὃς τὴν τῶν πλη‐ σίον σωτηρίαν ἐνόμιζεν εἶναι τὴν ἑαυτοῦ, καθάπερ σῶμα πρὸς μέλη, οὕτω πρὸς πάντας διακεί‐ μενος; τίς δυνήσεται ταύτην ῥῆξαι τὴν φωνὴν νῦν; μᾶλ‐ λον δὲ τίς δυνήσεται οὕτω φρονῆσαί ποτε; Οὐκ ἠξίου
20χάριν αὐτοὺς εἰδέναι αὐτῷ τῶν πειρασμῶν τῶν ὑπὲρ αὐτῶν, ἀλλὰ χάριν αὐτοῖς ᾔδει, ὅτι οὐκ ἐσαλεύθησαν διὰ τοὺς πειρασμοὺς τοὺς αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Ὑμῖν μᾶλλον, ἢ ἡμῖν ἀπὸ τῶν πειρασμῶν ἐγένετο βλάβη· ὑμεῖς ἐπειράσθητε μᾶλλον ἢ ἡμεῖς, ὑμεῖς οἱ
25μηδὲν παθόντες, ἡμῶν τῶν παθόντων. Ἐπειδὴ ταῦτα, φησὶν, εὐηγγελίσατο ἡμᾶς ὁ Τιμόθεος, οὐδὲν αἰσθα‐ νόμεθα τῶν λυπηρῶν, ἀλλὰ, Παρεκλήθημεν ἐπὶ πάσῃ τῇ θλίψει· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ Τῇ ἀνάγκῃ ἡμῶν, φησίν· εἰκότως. Διδασκάλου γὰρ
30ἀγαθοῦ οὐδὲν ἂν ἅψαιτο λοιπὸν, ἕως ἂν τὰ τῶν μα‐ θητῶν κατὰ γνώμην αὐτῷ προχωρῇ. Δι’ ὑμῶν, φησὶ, παρεκλήθημεν· τουτέστιν, ὑμεῖς ἡμᾶς ἐστερεώσατε. Καὶ μὴν τοὐναντίον ἦν· τὸ γὰρ παθόντας μὴ ἐν‐ δοῦναι, ἀλλὰ στῆναι γενναίως, ἱκανὸν τοὺς μαθητὰς
35στηρίξαι. Ἀλλ’ αὐτὸς ἅπαν τοὐναντίον ποιεῖ, καὶ εἰς ἐκείνους περιτρέπει τὸ ἐγκώμιον· ὑμεῖς ἡμᾶς ἠλείψατε, φησίν· ὑμεῖς ἡμῖν ἀναπνεῦσαι δεδώκατε· ὑμεῖς οὐκ ἀφήκατε τῶν πειρασμῶν αἰσθέσθαι. Καὶ οὐκ εἶπεν, ἀνεπνεύσαμεν, οὐδὲ, παρεμυθήθημεν·
40ἀλλὰ τί; Νῦν ζῶμεν· δεικνὺς ὅτι καὶ πειρασμὸν καὶ θάνατον οὐδὲν ἄλλο ἡγεῖται, ἢ τὸ σκάνδαλον τὸ ἐκείνων, ὅπου γε καὶ ζωὴν τὴν ἐκείνων προκοπήν. Πῶς ἂν ἄλλος τις ἢ τὴν λύπην τὴν ἐπὶ τῇ τῶν μαθητῶν ἀσθενείᾳ, ἢ τὴν χαρὰν ἐδήλωσεν; Οὐκ
45εἶπε, χαίρομεν, ἀλλὰ, Ζῶμεν, ζωὴν λέγων τὴν μέλ‐ λουσαν. γʹ. Ὥστε ἄνευ τούτου οὐδὲ ζῇν τὸ ζῇν ἡγούμεθα. Οὕτω τοὺς διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλι‐

62

.

418

(50)

παίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυ‐ νάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμε‐ νοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτί‐
55σαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; Οὐχὶ ζωῆς, φησὶν, αἴτιοι ἡμῖν γεγένησθε μόνον, ἀλλὰ καὶ εὐφρο‐ σύνης πολλῆς, καὶ τοσαύτης, ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν. Τὸ ὑμῶν κατόρθωμα
δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούμεθα· τοιαῦτα ἡμᾶς417

62

.

419

εὐηργετήσατε, ὡς τοῦ Θεοῦ νομίζειν εἶναι· μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα. Νυκτὸς, φησὶ, καὶ ἡμέ‐ ρας ὑπερεκπερισσοῦ δεόμενοι. Καὶ τοῦτο τῆς χαρᾶς
5σημεῖον. Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ’ ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδο‐ νήν· οὕτω καὶ Παῦλος τὴν Μακεδονίαν. Ὑπερεκπε‐ ρισσοῦ δεόμενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν
10ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἐνταῦθα πολὺ τὸ ζήτημα. Εἰ γὰρ νῦν ζῇς ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελί‐ σατό σε τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσ‐ αύτης εἶ χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ
15Θεῷ κατ’ ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερή‐ ματα τῆς πίστεως αὐτῶν εἶναι φῄς; ἆρα μὴ κολα‐ κείας τὰ ῥήματα ἐκεῖνα; Μηδαμῶς· μὴ γένοιτο. Προ‐ λαβὼν γὰρ ἐμαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπ‐ έμειναν, καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰου‐
20δαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν μαθεῖν ἔμαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ’ αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι τοῖς πειρασμοῖς, οὐδὲ
25τοῖς κινδύνοις, ἀλλ’ ὑποκρινόμενοι τοὺς διδασκάλους. Τοῦτό φησι, Τὰ ὑστερήματα τῆς πίστεως· καὶ διὰ τοῦτο οὕτως ἐνέφηνε, καὶ οὐκ εἶπεν, εἰς τὸ στηρι‐ χθῆναι, ἀλλὰ, Καταρτίσαι. Ἔνθα μὲν γὰρ περὶ αὐ‐ τῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεμψα, φησὶ, Τιμό‐
30θεον εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα δὲ, τὰ ὑστερή‐ ματα λέγει καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν, ἢ βεβαιώσεως· καθάπερ καὶ ἀλλαχοῦ φησιν· Ἵνα ἦτε κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισμένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει·
35τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πα‐ τὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς
40εἰς ὑμᾶς. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ μὴ μόνον καθ’ ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης ψυχῆς, καὶ ὄντως ἀκαρτερήτου· τοῦτο δεῖγμα καὶ τῶν ἐκεῖ γεγενημένων εὐχῶν· ἅμα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ
45ῥᾳθυμοῦντες οὐ παραγίνονται. Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασμοὺς τοὺς παν‐ ταχοῦ περιέλκοντας ἡμᾶς, ὥστε ὀρθὴν ἐλθεῖν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισ‐ σεύσαι. Ὁρᾷς τὴν μανίαν τῆς ἀγάπης τὴν ἀκά‐

62

.

419

(50)

θεκτον, τὴν διὰ τῶν ῥημάτων δεικνυμένην; Πλεονά‐ σαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυμεῖ φιλεῖσθαι παρ’ αὐτῶν. Καθάπερ, φησὶ, καὶ ἡμεῖς εἰς ὑμᾶς. Τουτέστι, Τὸ μὲν ἡμέτερον ἤδη ἐστί· τὸ δὲ ὑμέτερον
55ἀξιοῦμεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους μόνον, ἀλλὰ πανταχοῦ. Τοῦτο γὰρ ὄντως ἀγάπης τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον ἡ φιλία. Ἀλλ’ οὐχ
60ἡ ἡμετέρα τοιαύτη. Καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς·Column end

62

.

420

εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Τὴν ἀγάπην
5δείκνυσιν αὐτοῖς κέρδος φέρουσαν, οὐ τοῖς φιλουμέ‐ νοις. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύ‐ την, ἵνα μηδεὶς μῶμος γένηται. Οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑμῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἔνεστι
10γὰρ μηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλικὸν, τὸ δόγματα ἔχειν διεστραμ‐ μένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως μὲν γὰρ
15ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ’ ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ κα‐ θαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρ‐ δίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν.
20 δʹ. Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυ‐ ποῦν. Ὅτι γὰρ πονηρία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου λέγοντος· Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ· καὶ πάλιν, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν
25ψυχῶν ὑμῶν. Οὐκ εἶπε, τὰς πορνείας· ὥστε οὐ πορ‐ νεία μόνον, ἀλλὰ καὶ τὰ ἄλλα μολύνει τὴν ψυχήν. Στηρίξαι ὑμῶν, φησὶ, τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
30μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι· ὅπερ ἀεὶ λέγω, τὸ ἐνώπιον τοῦ Θεοῦ (αὕτη γὰρ ἡ
35ἀρετὴ εἰλικρινής), οὐκ ἐνώπιον ἀνθρώπων. Ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ· καὶ γὰρ ὄντως ἀμέμπτους ποιεῖ. Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν ἡ πρὸς τὸν πλησίον φιλία παρείσδυσίν τινα
40γενέσθαι τῆς πλημμελίας, καὶ τὰ ἄλλα πάντα διεξιόν‐ τος καὶ ἐπεξερχομένου τῷ λόγῳ, τῶν ἐμοί τις γνωρί‐ μων ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας μὲν τοῦτο γίνεται. Πλεονεξία μὲν οὖν καὶ μοιχεία
45καὶ φθόνος καὶ ἐπιβουλαὶ καὶ ὅσα τοιαῦτα ἀπὸ ἀγάπης τῆς τῶν πλησίον ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορ‐ νευομένην γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπ‐

62

.

420

(50)

αγαγεῖν πειράσεται, οὐχὶ δὲ καὶ αὐτὸς προστιθέναι τῇ ἁμαρτίᾳ. Ὥστε σφόδρα μισοῦντός ἐστι τὴν πορνευο‐ μένην τὸ πορνεύειν εἰς αὐτήν· φιλοῦντος δὲ ὄντως τὸ ἀπαγαγεῖν αὐτὴν τῆς μυσαρᾶς ἐκείνης πράξεως. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὃ μὴ, καθάπερ
55πῦρ, ἀναλίσκει τῆς ἀγάπης ἡ δύναμις. Εὐκολώτερον γὰρ φρύγανον εὐτελὲς ἀντιστῆναι πυρᾷ πολλῇ, ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν
ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐη‐419

62

.

421

ρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃ‐ ρέθη, καὶ οὐκ ἀνεῖλεν ὁ Ἄβελ; Πάντως τῷ σφόδρα φιλεῖν τὸν ἀδελφόν· οὐδὲ δέξασθαι τοιοῦτον ἠνείχετο λογισμόν. Πόθεν ἐδέξατο τὸν τῆς βασκανίας ὄλεθρον
5ὁ Κάϊν; οὐ γὰρ ἂν λοιπὸν εἴποιμι αὐτὸν τοῦ Ἄβελ ἐγὼ ἀδελφὸν, ὅτι οὐκ ἀσφαλῶς ἠρήρειστο παρ’ αὐτῷ τὰ τῆς ἀγάπης θεμέλια. Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν τὸν πατέρα, οὐδὲ τὴν γύμνωσιν ἠνέσχοντο ἰδεῖν. Ὁ ἕτε‐
10ρος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ μὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰμ πόθεν ηὐδοκίμησεν; οὐκ ἀπὸ τῆς ἀγά‐ πης, τὰ περὶ τὸν ἀδελφιδοῦν διαπραξάμενος; τὰ περὶ τὴν ἱκετηρίαν τὴν ὑπὲρ τῶν Σοδομιτῶν; Σφόδρα γὰρ, σφόδρα φιλόστοργοι ἦσαν οἱ ἅγιοι, καὶ συμπα‐
15θητικοί. Ἐννόησον γάρ μοι πῶς διατίθεται ἐξ ἀγά‐ πης ὁ καὶ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ πάντοτε συγκεκροτημένος, ὁ καθηλωμένος τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής. Τίς γὰρ ἡμᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
20θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμ‐ νότης, ἢ κίνδυνος, ἢ μάχαιρα· Ὁ τούτων τοίνυν ἁπάντων κατατολμῶν, καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν καταγελῶν, ὃν οὐδὲν ὑφίστατο ὅλως· οὗτος ἐπειδή τινων ἀγαπητῶν εἶδε
25δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ’ εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Τί λέγεις· εἰπέ μοι· ἐκείνην τὴν ἀδαμαν‐ τίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί·
30πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη μου περιγίνεται καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε. Τί ποιεῖτε κλαίοντες καὶ συν‐ τρίβοντές μου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ
35ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν πάλιν κλαίοντα; ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Τριετίαν, νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νου‐ θετῶν ἕνα ἕκαστον. Ἀπὸ πολλῆς ἀγάπης ἐδεδοίκει, μή τις ἐπεισέλθῃ λύμη. Καὶ πάλιν· Ἐκ γὰρ πολλῆς
40θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤ‐ ῥὸς, ὁ πρὸς τυραννίδα τοσαύτην στὰς, ὁ πρὸς τοσαύ‐ την ἔρωτος πυρὰν οὕτω γενναῖος ὀφθεὶς, ὁ οὕτω καταγωνισάμενος καὶ καταπαλαίσας τῆς δεσποίνης
45τὴν τοσαύτην μανίαν; τί γὰρ οὐκ ἔθελγε τότε; ὄψις εὐπρεπὴς, ἀξιώματος τῦφος, ἱματίων πολυτέλεια, ἀρωμάτων εὐοσμία (καὶ γὰρ καὶ ταῦτα καταμαλάτ‐ τειν οἶδε ψυχήν), ῥήματα πάντων μαλακώτερα; εʹ. Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν

62

.

421

(50)

ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος ἀνα‐ λαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυ‐ νὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονά‐
55των ἁπτομένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην. Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπί‐ ζεσθαι, ἅτε βουλομένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν
60τὸ ἀρνίον τοῦ Χριστοῦ. Πρόσθες μοι ἐνταῦθα καὶ μαγείας πολλάς. Ἀλλ’ ὅμως ὁ ἀκαμπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωμένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεμπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺς ἀποδομένους, τοὺς καὶ ἀποκτεῖναι βουλομένους, τοὺς
65καὶ τοῦ δεσμωτηρίου καὶ τῆς τιμῆς αἰτίους γενομέ‐ νους· ἐπειδὴ ἤκουσε παρ’ αὐτῶν, ἃ τὸν πατέρα δι‐ έθηκαν· Εἴπωμεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος γέγονε· κατεκλάσθη, συνεμαλάχθη, συνετρίβη, καὶ
ἔκλαυσε· καὶ μὴ φέρων τὸ πάθος, εἰσελθὼν Ἐνεκρα‐Column end

62

.

422

τεύσατο, τουτέστιν, ἀπεμάξατο. Τί τοῦτο; δα‐ κρύεις, ὦ Ἰωσήφ; Καὶ μὴν οὐκ ἄξια τὰ παρόντα δα‐ κρύων, ἀλλ’ ὀργῆς καὶ θυμοῦ καὶ ἀγανακτήσεως, μεγάλης τιμωρίας καὶ ἀνταποδόσεως· ἔχεις εἰς χεῖ‐
5ρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους, δύνασαι τὸν θυμὸν ἐμπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ’ ἀμύνῃ τοὺς ἠδικη‐ κότας. Μὴ γάρ μοι πρὸς τὸ ἀξίωμα ἴδῃς· οὐ τῆς ἐκείνων ἐγένετο γνώμης, ἀλλὰ τοῦ Θεοῦ τοῦ κατα‐
10χέαντός σοι τὴν χάριν. Τί κλαίεις; Ἀλλ’ εἶπεν ἄν· Μή μοι γένοιτο ἐν πᾶσιν εὐδοκιμήσαντι πάντα κατα‐ λῦσαι ἐκεῖνα διὰ ταύτης τῆς μνησικακίας· δακρύων ὄντως καιρός· οὐκ εἰμὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν.
15Κλαίω, φησὶν, ὅτι με ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ πενθῶμεν τοὺς ἠδικηκότας· μὴ ὀργιζώμεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι, ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθ‐ ιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε, καὶ τὸν
20Παῦλον θαυμάζοντες, καὶ τὸν Ἰωσὴφ ἐκπληττόμενοι, καὶ μακαρίζοντες. Ἀλλ’ εἴ τις ἐχθρὸν ἔχει, εἰς μνή‐ μην αὐτὸν νῦν λαμβανέτω, εἰς νοῦν βαλλέσθω· ἵνα, ἕως ἔτι ζεῖ τῇ μνήμῃ τῶν ἁγίων ἡ καρδία, δυνηθῇ τὸ πεπηγὸς τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπε‐
25σκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν ἐστιν, ὅσον νῦν ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται, λυέτω τὴν πάχνην· πάχνη γὰρ ὄντως καὶ κρυμὸς ἡ
30μνησικακία. Ἀλλὰ καλέσωμεν τὸν ἥλιον τῆς δικαιο‐ σύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ’ ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμε‐ τέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν,
35οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. Δότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν ῥημάτων
40τούτων ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν, εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης ἡμερωθήσεται. Διὰ τί γάρ σου ἐχθρός ἐστιν;
45ὕβρισέ σε; ἀλλ’ οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν ἐχθραίνοντα; Μὴ, παρα‐ καλῶ. Πάντα λύσωμεν. Ἡμέτερος ὁ καιρός· χρη‐ σώμεθα αὐτῷ εἰς δέον. Τὰ σχοινία τῶν ἁμαρτημάτων διακόψωμεν· πρὶν ἢ ἀπελθεῖν εἰς τὸ κριτήριον,

62

.

422

(50)

αὐτοὶ κρίνωμεν ἀλλήλους. Ὁ ἥλιος, φησὶ, μὴ ἐπι‐ δυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδεὶς ἀναβαλ‐ λέσθω· αἱ ἀναβολαὶ μελλήσεις τίκτουσιν. Ἂν σήμερον ὑπέρθῃ, μᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ
55δὴ καταισχύνωμεν ἑαυτοὺς, ἀλλ’ ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόμεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
60αἰώνων. Ἀμήν.421

62

.

423

ΟΜΙΛΙΑ Εʹ. Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακα‐ λοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ περιπατεῖν ὑμᾶς, καὶ
5ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. αʹ. Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ καὶ τὰ ἐν χερσὶ,
10καὶ μέλλῃ πρὸς τὰ διηνεκῆ ἐμβαίνειν λοιπὸν, καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆμα, Τὸ λοιπὸν, τουτέστιν, Ἀεὶ μὲν καὶ εἰς τὸ διηνεκὲς ἐρω‐ τῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ. Βαβαί! οὐδὲ πρὸς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον, εἶναί
15φησι· καίτοι τίς οὕτως ἀξιόπιστος ἦν; ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει. Διὰ τοῦ Θεοῦ παρακαλοῦ‐ μεν ὑμᾶς, φησί. Τοῦτο γάρ ἐστιν, Ἐν Κυρίῳ. Ὃ καὶ πρὸς Κορινθίους ἔλεγεν· Ὁ Θεὸς ὑμᾶς παρακα‐ λεῖ δι’ ἡμῶν. Ἵνα καθὼς παρελάβετε παρ’ ἡμῶν.
20Τὸ, Παρελάβετε, οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων. Τὸ, Πῶς δεῖ ὑμᾶς περιπατεῖν, πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ. Καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· τουτέστιν, Ἵνα ἐκ πλείονος περιουσίας μὴ μέχρι
25τῶν ἐντολῶν ἱστᾶσθε, ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε· τοῦτο γάρ ἐστι τὸ, Ἵνα περισσεύητε. Ἐν μὲν γὰρ τοῖς προάγουσι τῆς πίστεως αὐτῶν τῆς στεῤῥᾶς τὸ θαῦμα ἀποδέχεται· ἐνταῦθα δὲ ῥυθμίζει τὸν βίον. Τοῦτο γὰρ προκοπὴ, τὸ καὶ ὑπερβαίνειν τὰς ἐντολὰς
30καὶ τὰ διατάγματα· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκα‐ λικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν. Καθάπερ γὰρ τὴν γῆν οὐ τὰ καταβληθέντα δεῖ φέρειν μόνον· οὕτω καὶ τὴν ψυχὴν οὐ μέχρις ἐκείνων ἵστασθαι τῶν καταβληθέντων, ἀλλὰ
35καὶ ὑπερβαίνειν. Ὁρᾷς ὅτι εἰκότως εἶπεν, ὑπερβαί‐ νειν; Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλί‐ νειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν. Οὐ γὰρ ἀρκεῖ τῶν κακῶν ἡ ἀναχώρησις εἰς τὴν τῆς ἀρετῆς προσ‐ αγωγὴν, ἀλλ’ ὁδὸς μέν τίς ἐστι καὶ ἀρχὴ ἐκεῖ φέρουσα,
40δεῖ δὲ πολλῆς ἡμῖν τῆς προθυμίας. Τὰ μὲν οὖν φευ‐ κτέα ἐν τάξει παραγγελίας αὐτοῖς λέγει, εἰκότως· ταῦτα γὰρ πραττόμενα μὲν φέρει κόλασιν, μὴ πρατ‐ τόμενα δὲ, οὐδὲ ἐγκώμιον. Τὰ μέντοι τῆς ἀρετῆς, οἷον τὸ κενῶσαι τὰ χρήματα, καὶ ὅσα τοιαῦτα, οὐκέτι
45ἐν παραγγελίας τάξει φησίν· ἀλλὰ τί; Ὁ δυνάμενος χωρεῖν χωρείτω. Εἰκὸς οὖν αὐτὸν ἃ μετὰ πολλοῦ φόβου καὶ τρόμου ἦν παρηγγελκὼς αὐτοῖς, καὶ ἀναμι‐ μνήσκειν διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. Διόπερ οὐ τίθησιν αὐτὰ, ἀλλ’

62

.

423

(50)

αὐτοὺς ἀναμιμνήσκει. Οἴδατε γὰρ, φησὶ, τίνας παρ‐ αγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Καὶ θέα πῶς οὐδαμοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται, ὡς περὶ
55τούτου· καθάπερ καὶ ἀλλαχοῦ γράφων, φησίν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τί θαυ‐ μάζεις, εἰ τοῖς μαθηταῖς πανταχοῦ περὶ τούτου γράφει, ὅπου γε καὶ Τιμοθέῳ γράφων ἔλεγε· Σαυτὸν ἁγνὸν
60τήρει; Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τῇ πρὸς Κο‐
ρινθίους γράφων ἔλεγεν· Ἐν ὑπομονῇ πολλῇ, ἐνColumn end

62

.

424

νηστείαις, ἐν ἁγνότητι. Καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο, καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς. Ὄντως γὰρ πᾶσι τοῦτο λυμαίνεται τὸ κακόν· καὶ καθάπερ χοῖρος βορβόρου
5πεπληρωμένος, οὗ ἂν εἰσέλθῃ, δυσωδίας ἐνέπλησεν ἅπαντα, καὶ τὰς αἰσθήσεις ἐπλήρωσε κόπρου, οὕτω καὶ ἡ πορνεία· δυσέκνιπτον γάρ ἐστι τὸ κακόν. Ὅταν δέ τινες καὶ γυναῖκας ἔχοντες τοῦτο πράττωσι, πόση τῆς ἀτοπίας ἡ ὑπερβολή; Τοῦτο γάρ ἐστι, φησὶ,
10θέλημα Θεοῦ ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ εἴδη ἀταξίας, πολύτροποι καὶ ποικίλαι τῆς ἀσελγείας αἱ ἡδοναὶ, ἃς οὐδὲ εἰπεῖν ἀνεκτόν. Εἰπὼν δὲ, Ἀπὸ πάσης πορ‐ νείας, καταλιμπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕνα ἕκα‐
15στον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ. Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Εἰδέναι, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι. Ἄρα μαθήσεώς ἐστι τὸ πρᾶγμα καὶ πολλῆς, ὥστε μὴ
20ἀσελγαίνειν. Ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν μένῃ καθαρὸν καὶ ἔστιν ἐν ἁγιασμῷ· ὅταν δὲ ἀκάθαρτον, ἁμαρτία· εἰκότως. Οὐ γὰρ ἃ βουλόμεθα πράττει λοιπὸν, ἀλλ’ ἃ ἐκείνη ἐπιτάττει· Μὴ ἐν πάθει ἐπι‐ θυμίας, φησίν. Ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον,
25καθ’ ὃν χρὴ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπι‐ θυμίας ἐκκόπτειν. Καὶ γὰρ καὶ τρυφὴ, καὶ πλοῦτος, καὶ ῥᾳθυμία, καὶ ἀργία, καὶ σχολὴ, καὶ ἅπαντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον. Καθάπερ, φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἐκεῖνοι
30γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. βʹ. Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει,
35τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεον‐ εξία· μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα. Οὐ γὰρ οὕτως ἀλγοῦμεν, τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου. Ἀδελφὸν καλεῖς, καὶ
40πλεονεκτεῖς, καὶ ἐν οἷς οὐ χρή; Ἐνταῦθα περὶ μοι‐ χείας φησίν· ἀνωτέρω δὲ καὶ περὶ πορνείας πάσης. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φη‐ σὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν μόνον ταῦτά φημι, ἀλλ’
45οὐδὲ τὰς ἑτέρων γυναῖκας, οὐδὲ τὰς ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή. Πάσης πορνείας ἀπέχεσθαι δεῖ· διό φησι, Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τού‐ των. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, Καθάπερ καὶ τὰ ἔθνη· εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε.

62

.

424

(50)

Τοῦτο δὲ ἦν τὸ, Πλεονεκτεῖν τὸν ἀδελφόν. Ἐπάγει λοιπὸν τὸ κεφάλαιον· διό φησιν, Ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. Οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράξομεν, οὐδὲ τοσαύτης ἀπολαύσομεν ἡδονῆς, ὅσην
55ὑποστησόμεθα κόλασιν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ. Ἐπειδὴ εἶπε, Τὸν ἀδελφὸν, καὶ ἐπήγαγεν, ὅτι ὁ Θεὸς ἐκδικεῖ,
δεικνὺς ὅτι κἂν ἄπιστος τοῦτο πάθῃ, τιμωρίαν ὁ423

62

.

425

πεποιηκὼς δώσει, οὕτως εἶπεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἐκεῖνον ἐκδικῶν τιμωρεῖταί σε, ἀλλ’ ἐπειδὴ εἰς αὐτὸν ὕβρισας· αὐτός σε ἐκάλεσε, τὸν καλέσαντα ὕβρισας. Διὰ τοῦτο ἐπήγαγε· Τοιγαροῦν
5ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ἡμᾶς. Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς, φησὶ, κἂν τὴν δούλην τὴν σὴν ὕπανδρον οὖσαν, ὅμοιον τὸ ἔγ‐ κλημα. Διὰ τί; Ὅτι οὐ τὰ ἀδικούμενα ἐκδικεῖ
10πρόσωπα, ἀλλ’ ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο μοιχεία, ἐπειδὴ καὶ τοῦτο κἀκεῖνο γάμος· κἂν μὴ μοιχεύσῃς, πορνεύσῃς δὲ, καίτοι οὐκ ἔχει ἄνδρα ἡ πόρνη, ἀλλ’ ὅμως ὁ Θεὸς ἐκδικεῖ, ἐπειδὴ
15ἑαυτὸν ἐκδικεῖ. Οὐ γὰρ οὕτως ἐκείνου καταφρονῶν τοῦτο ποιεῖς, ὡς τοῦ Θεοῦ· καὶ δῆλον ἐκεῖθεν. Ἐκεῖνον μὲν γὰρ καὶ λανθάνων ποιεῖς, τὸν δὲ Θεὸν ὁρῶντα οὐ προσποιῇ. Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργί‐ δος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας
20ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν; ἐκείνην, ἢ τὸν βασιλέα τὸν δεδωκότα; Ὕβρισται μὲν κἀκείνη, ἀλλ’ οὐχ ὁμοίως. Διὸ, παρακαλῶ, φυλατ‐ τώμεθα τὴν ἁμαρτίαν ταύτην. Καθάπερ γὰρ ἡμεῖς
25τὰς γυναῖκας κολάζομεν, ὅταν ἡμῖν συνοικοῦσαι ἑτέ‐ ροις ἑαυτὰς δῶσιν· οὕτω καὶ ἡμεῖς κολαζόμεθα, κἂν μὴ ὑπὸ τῶν νόμων Ῥωμαίων, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ τοῦτο μοιχεία ἐστί. Μοιχεία γὰρ οὐ μό‐ νον τὸ ἑτέρῳ συνεζευγμένην μοιχᾶσθαι, ἀλλὰ καὶ
30τὸ δεδεμένον αὐτὸν γυναικί. Πρόσεχε ἀκριβῶς ᾧ λέγω· εἰ γὰρ καὶ φορτικὸν πολλοῖς τὸ λεγόμενον, ἀλλ’ ἀναγκαῖον εἰπεῖν ὥστε διορθώσασθαι τοῦ λοιποῦ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ μοιχεία, ὅταν ἀνδρὶ συνεζευ‐ γμένην διαφθείρωμεν γυναῖκα, ἀλλὰ κἂν ἀφετὴν καὶ
35λελυμένην, αὐτοὶ δεδεμένοι γυναικὶ, μοιχεία τὸ πρᾶ‐ γμά ἐστι. Τί γὰρ, εἰ ἡ μοιχευομένη οὐ δέδεται; Ἀλλὰ σὺ δέδεσαι· τὸν νόμον παρέβης, ἠδίκησας τὴν σάρκα τὴν σήν. Διὰ τί γὰρ, εἰπέ μοι, τὴν γυναῖκα κολάζεις, κἂν πορνευθῇ λελυμένῳ ἀνδρὶ καὶ μὴ ἔχοντι
40γυναῖκα; Ὅτι μοιχεία ἐστί. Καίτοι ὁ πορνεύσας αὐ‐ τὴν, οὐκ ἔχει γυναῖκα, ἀλλ’ αὐτὴ δέδεται ἀνδρί. Οὐκοῦν καὶ σὺ δέδεσαι γυναικί. Ὥστε ὁμοίως καὶ τὸ σὸν μοιχεία ἐστίν. Ὁ ἀπολύσας γὰρ, φησὶ, παρ‐ εκτὸς λόγου πορνείας τὴν γυναῖκα αὑτοῦ, ποιεῖ
45αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν, μοιχᾶται. Εἰ ὁ γαμῶν ἀπολελυμένην μοιχᾶται, ὁ μετὰ τῆς ἑαυτοῦ γυναικὸς, καὶ ταύτῃ προσφθειρό‐ μενος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιεῖ; Παντί που δῆλον. Ἀλλὰ πρὸς μὲν ὑμᾶς ἱκανῶς τοὺς ἄνδρας

62

.

425

(50)

εἴρηται ταῦτα· περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ Χριστὸς, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Τῶν δὲ νέων ἕνεκεν εἰπεῖν ἀναγκαῖον πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐ τοσοῦτον δι’ ἐκείνους, ὅσον δι’ ὑμᾶς· οὐκ ἐκείνοις γὰρ, ἀλλὰ
55καὶ ὑμῖν ταῦτα ἁρμόδια, καὶ πῶς, ἤδη λέξω· Ὁ μὴ μαθὼν πορνεύει οὐδὲ μοιχεύειν εἴσεται· ὁ δὲ πόρναις ἐγκαλινδούμενος, καὶ ἐπὶ τοῦτο ταχέως ἥξει· κἂν μὴ ὑπάνδροις, ἀλλὰ λελυμέναις συμφθαρήσεται
γυναιξί.Column end

62

.

426

γʹ. Τί οὖν παραινῶ; Ὥστε τὰς ῥίζας ἐκτέμνειν, ὅσοι παῖδας ἔχετε νέους, καὶ πρὸς τὸν κοσμικὸν αὐτοὺς βίον ἀγαγεῖν μέλλετε, ταχέως ὑπὸ τὸν τοῦ γάμου ζυγὸν ἕλκετε. Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ τὰ
5τῶν ἐπιθυμιῶν, τὸν μὲν πρὸ τοῦ γάμου χρόνον παραι‐ νέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις, μυρίοις ἑτέ‐ ροις αὐτοὺς κατέχετε· κατὰ δὲ τὸν τοῦ γάμου και‐ ρὸν, μηδεὶς ἀναβαλλέσθω (ἰδοὺ νυμφευτρίας φθέγ‐ γομαι ῥήματα) ἁρμόζειν ὑμῖν τοὺς παῖδας. Ἀλλ’
10οὐκ αἰσχύνομαι ταῦτα λέγων· ἐπειδὴ μηδὲ Παῦλος ᾐσχύνθη λέγων, Μὴ ἀποστερεῖτε ἀλλήλους, ὃ τού‐ του δοκεῖ αἰσχυντηρότερον εἶναι· ἀλλ’ οὐκ ᾐσχύνθη. Οὐ γὰρ τοῖς ῥήμασι προσεῖχεν, ἀλλὰ τοῖς ἔργοις τοῖς ἀπὸ τῶν ῥημάτων κατορθουμένοις.
15 Ὅταν οὖν ὁ παῖς αὐξηθῇ, πρὸ στρατείας, πρὸ τοῦ βίου τοῦ ἄλλου, τὰ περὶ τοῦ γάμου φρόντιζε. Κἂν ἐκεῖνος ἴδῃ ὅτι ταχέως αὐτῷ τὴν νύμφην ἄγεις, καὶ ὅτι βραχὺς ὁ καιρὸς ὁ ἐν μέσῳ, δυνήσεται διακαρτε‐ ρῆσαι τὴν φλόγα· ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυμεῖς σὺ καὶ
20βραδύνεις καὶ περιμένεις, τότε προσόδους κτήσεται πολλὰς, καὶ τότε αὐτῷ τοὺς γάμους ποιήσεις, ἀπο‐ γνοὺς πρὸς τὸ μακρὸν τοῦ χρόνου ταχέως ὀλισθήσει πρὸς πορνείαν. Ἀλλ’ οἴμοι! ἡ ῥίζα τῶν κακῶν καὶ ἐνταῦθα ἡ φιλαργυρία. Ἐπειδὴ γὰρ οὐδενὶ μέλει
25πῶς σώφρων, πῶς ἐπιεικὴς ὁ παῖς γένηται, ἀλλὰ μεμήνασι πρὸς τὸν χρυσὸν ἅπαντες, τούτου ἕνεκεν οὐδεὶς ταύτην ποιεῖται τὴν σπουδήν. Διὸ παρακαλῶ πρῶτον αὐτῶν τὰς ψυχὰς ῥυθμίζειν. Ἂν γὰρ ἁγνῇ τῇ νύμφῃ προσέλθῃ, ἂν ἐκείνης μόνον ἴδῃ τὸ σῶμα,
30καὶ ὁ πόθος ἔσται σφοδρὸς, καὶ ὁ τοῦ Θεοῦ φόβος μείζων, καὶ τίμιος ὁ γάμος ὄντως, καθαρὰ καὶ ἀμίαντα σώματα δεχόμενος, καὶ τὰ τικτόμενα πολ‐ λῆς εὐλογίας ἔσται μεστὰ, καὶ ἀλλήλοις εἴξουσιν, ὅ τε νυμφίος καὶ ἡ νύμφη· ἑτέρων γὰρ ἠθῶν ὄντες
35ἑκάτεροι ἄπειροι, ἀλλήλοις ὑποταγήσονται. Νεώτερος δὲ ἀρχόμενος ἀσελγαίνειν, καὶ πορνικῶν ἠθῶν πεῖραν λαβὼν, μέχρι μὲν τῆς πρώτης ἑσπέρας καὶ τῆς δευ‐ τέρας ἐπαινέσεται τὴν αὐτοῦ γυναῖκα· μετὰ δὲ ταῦτα ταχέως πρὸς ἐκείνην ἐξολισθήσει τὴν ἀσέλγειαν, τὸν
40ἐκκεχυμένον καὶ ἄτακτον γέλωτα, ζητῶν τὰ πολλῆς ἀνελευθερίας γέμοντα ῥήματα, τὰ σχήματα τὰ δια‐ κεκλασμένα, τὴν ἄλλην ἀσχημοσύνην πᾶσαν, ἣν ἡμᾶς οὐκ ἀνεκτὸν εἰπεῖν. Ταῦτα δὲ ἡ ἐλευθέρα παρέχειν οὐκ ἀνέχεται, οὐδὲ καταῤῥυπαίνειν ἑαυτήν. Ἐπὶ
45κοινωνίᾳ γὰρ βίου καὶ παιδοποιίᾳ κατηγγυήθη τῷ ἀνδρὶ, οὐκ ἐπὶ ἀσχημοσύνῃ καὶ γέλωτι· ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον εἶναι σεμνὸν, οὐχ ἵνα αὐτῷ ὑπεκκαύματα παρέχῃ πορνείας. Ἀλλ’ ἡδέα σοι φαί‐ νεται τὰ τῆς πόρνης σχήματα; Οἶδα κἀγώ· καὶ γὰρ

62

.

426

(50)

ἡ Γραφὴ τοῦτό φησι· Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ποιῶ, ὥστε μὴ τοῦ μέλιτος ἐκείνου πεῖραν λαβεῖν· εἰς γὰρ χολὴν εὐθέως τρέπεται. Καὶ τοῦτο αὐτό φησι καὶ ἡ Γραφή· Ἥτις πρὸς καιρὸν λιπαίνει σὸν
55φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας δι‐
στόμου.425

62

.

427

Τί λέγεις; Ἀνάσχεσθέ μού τι καὶ ἀκάθαρτον, ὡς εἰπεῖν, φθεγγομένου, καὶ ἀπαναισχυντοῦντος, καὶ ἀπερυθριῶντος· οὐ γὰρ ἑκὼν τοῦτο πάσχω, ἀλλὰ διὰ τοὺς οὐκ αἰσχυνομένους τὰ πράγματα, τὰ ῥήματα
5αὐτὸς ἀναγκάζομαι λέγειν. Πολλὰ δὲ καὶ ἐν ταῖς Γραφαῖς ὁρῶμεν τοιαῦτα. Καὶ γὰρ καὶ ὁ Ἰεζεκιὴλ ὀνειδίζων τὴν Ἱερουσαλὴμ, πολλὰ τοιαῦτα φθέγγε‐ ται, καὶ οὐκ αἰσχύνεται· καὶ εἰκότως· οὐ γὰρ ἐξ οἰκείου πάθους αὐτὰ ἔλεγεν, ἀλλ’ ἀπὸ κηδεμονίας.
10Κἂν γὰρ τὰ ῥήματα δοκῇ εἶναι ἀπρεπῆ, ἀλλ’ ὁ σκοπὸς οὐκ ἀπρεπὴς, ἀλλὰ καὶ σφόδρα ἁρμόζων τῷ βουλομένῳ ἀκαθαρσίαν ἐκβαλεῖν ψυχῆς· ἂν γὰρ μὴ αὐτὰ τὰ ῥήματα ἀκούσῃ ἡ ἀναίσχυντος ψυχὴ, οὐκ ἐντρέπεται. Καὶ γὰρ ἰατρὸς βουλόμενος σηπε‐
15δόνα ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦμα καθίησι, κἂν μὴ πρότερον μολύνῃ τὰς ἰωμένας χεῖρας, ἰάσασθαι οὐ δυνήσεται. Οὕτω κἀγὼ, ἂν μὴ πρότερον τὸ στόμα μολύνω τὸ ἰώμενον ὑμῶν τὰ πάθη, οὐ δυνήσομαι ὑμᾶς ἰάσασθαι. Μᾶλλον δὲ
20οὐδὲ τοῦτο μολύνεται, οὔτε ἐκεῖναι αἱ χεῖρες. Τί δή‐ ποτε; Ὅτι οὐκ ἔστιν ἡ ἀκαθαρσία φυσικὴ, οὐδὲ ἐκ τοῦ ἡμετέρου σώματος, ὥσπερ οὐδὲ ἐκεῖ ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλ’ ἐξ ἀλλοτρίων. Εἰ δὲ ἔνθα ἀλλό‐ τριον σῶμα, οὐ παραιτεῖται ἐκεῖνος βαπτίσαι τὰς
25ἑαυτοῦ χεῖρας· ἔνθα τὸ ἡμέτερον σῶμα, παραιτη‐ σόμεθα, εἰπέ μοι; σῶμα γὰρ ἡμέτερον ὑμεῖς, ἀσθε‐ νὲς μὲν καὶ ἀκάθαρτον, ἡμέτερον δέ. δʹ. Τί οὖν ἐστιν ὅ φημι, καὶ δι’ ὃ τοσαύτην ἐποιησά‐ μην παραίνεσιν; Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος
30ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος διὰ τὸν ῥύπον, ἀλλ’ ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρή‐ σασθαι· σώματι δὲ ἀκαθάρτῳ καὶ ῥυπαρῷ, καὶ οὐ τῷ παιδὶ τῷ σῷ μόνον, ἀλλὰ μυρίοις ἑτέροις χρησι‐ μεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ; ᾘσχύνθητε
35ἀκούσαντες; Ἀλλ’ ἐν τοῖς ἔργοις αἰσχύνθητε, μὴ ἐν τοῖς ῥήμασι. Καὶ τὰ ἄλλα πάντα παρίημι, τὸ τῶν ἠθῶν δύστροπον καὶ μιαρὸν, τὸ τῆς ἄλλης ζωῆς δου‐ λικὸν καὶ ἀνελεύθερον. Εἰπέ μοι, πρὸς τὴν αὐτὴν καὶ καὶ σὺ καὶ ὁ οἰκέτης ὁ σός; καὶ εἴθε ὁ οἰκέτης μόνον,
40ἀλλὰ καὶ ὁ δήμιος. Καὶ χεῖρας μὲν τοῦ δημίου οὐκ ἂν ἀνάσχοιο κατασχεῖν· τὴν δὲ ἓν ἐκείνῳ σῶμα γε‐ νομένην περιπλέκῃ καὶ καταφιλεῖς, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; οὐκ αἰσχύνῃ, οὐκ ἐντρέπῃ, οὐκ ἀγω‐ νιᾷς; Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους,
45ὅτι δεῖ ταχέως πρὸς γάμον ἄγειν ὑμᾶς· ἀλλ’ ὅμως οὐδὲ ὑμεῖς ἀνεύθυνοι τῆς κολάσεως. Εἰ γὰρ μὴ καὶ ἄλλοι νέοι μᾶλλον ἦσαν πολλοὶ ἐν σωφροσύνῃ ζῶντες, καὶ πάλαι καὶ νῦν, ἴσως ἄν τις ὑμῖν ἦν ἀπολογία· εἰ δὲ εἰσὶ, πόθεν ἕξετε εἰπεῖν, ὅτι οὐκ ἠδυνήθημεν κα‐

62

.

427

(50)

τασχεῖν τὴν φλόγα τῆς ἐπιθυμίας; Ἐκεῖνοι γὰρ κατ‐ ηγοροῦσιν ὑμῶν οἱ δυνηθέντες, τῷ τῆς αὐτῆς φύ‐ σεως μετέχειν. Ἀκούετε τοῦ Παύλου λέγοντος· Εἰρή‐ νην διώκετε καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἡ ἀπειλὴ αὕτη οὐχ ἱκανὴ φο‐
55βῆσαι; Ὁρᾷς ἑτέρους δι’ ὅλου σωφρονοῦντας καὶ ἐν σεμνότητι διάγοντας, καὶ σὺ οὐδὲ μέχρι τῶν τῆς
νεότητος χρόνων καρτερεῖς; ὁρᾷς ἑτέρους καταπα‐Column end

62

.

428

λαίσαντας μυριάκις τὴν ἡδονὴν, καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ; Εἰ βούλεσθε, τὴν αἰτίαν ἐγὼ λέγω. Οὐ γὰρ ἡ νεότης αἰτία· ἐπεὶ ἔμελλον πάντες οἱ νέοι ἀκόλαστοι εἶναι· ἀλλ’ ἡμεῖς ἑαυτοὺς ὠθοῦμεν εἰς τὴν πυράν.
5Ὅταν γὰρ ἀνέλθῃς εἰς θέατρον, καὶ καθίσῃς γυμνοῖς μέλεσι γυναικῶν τοὺς ὀφθαλμοὺς ἑστιῶν, πρὸς μὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν ἐκεῖθεν ἔθρεψας τὸν πυρετόν. Ὅταν ἴδῃς ὥσπερ σώματος τύπῳ γυναῖκας φαινομένας, ὅταν καὶ θεάματα καὶ ᾄσματα
10μηδὲν ἕτερον ἀλλ’ ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸν δεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο, καὶ εἰς μητέρας τοὺς ἀτόπους ἔρωτας ἐκκυλισθέντας· ὅταν καὶ δι’ ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν, καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόν‐
15των ἀνδρῶν (καὶ γὰρ πολλοὶ προσωπεῖα περιθέντες ἑαυτοῖς, ἐκεῖ γυναικίζονται), πόθεν, εἰπέ μοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν, ἐκείνων τῶν διηγημάτων, ἐκείνων τῶν θεαμάτων, ἐκείνων τῶν ἀκουσμάτων κατεχόν‐ των σου τὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχο‐
20μένων λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡμέρᾳ βούλεται καὶ ἐπιθυμεῖ. Ὅταν οὖν ἐκεῖ μὲν καὶ πράγματα βλέπῃς αἰσχρὰ, καὶ ῥήματα ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς
25οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται, καὶ πολλῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἡμετέροις σώμασι; Κουφότερον γὰρ, εἴγε ἐβουλόμεθα, τῶν σωμάτων ἡ προαίρεσις τὰ τῆς διορθώσεως ἐδέ‐ χετο. Ἐκεῖ μὲν γὰρ καὶ φαρμάκων καὶ ἰατρῶν καὶ
30χρόνου δεῖ· ἐνταῦθα δὲ ἀρκεῖ θελήσαντα, καὶ ἀγαθὸν γενέσθαι καὶ κακόν. Ὥστε μᾶλλον ἐδέξω τὴν νόσον. Ὅταν μὲν οὖν τὰ μὲν βλάπτοντα συμφορῶμεν, μη‐ δένα δὲ λόγον ποιώμεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Καθάπερ
35καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Αἰσχυνθῶμεν. φοβηθῶμεν, εἰ τὰ μὴ εἰδότα τὸν Θεὸν ἔθνη πολλάκις σωφρονεῖ· ἐντραπῶμεν, ὅταν ἐκείνων χείρους ὦμεν. Εὔκολον κατορθῶσαι σωφροσύνην, ἂν ἐθέλωμεν, ἂν ἀπάγωμεν τῶν βλαπτόντων ἑαυτούς· ἐπεὶ οὐδὲ
40πορνείαν διαφυγεῖν εὔκολον, ἂν μὴ θέλωμεν. Τί γὰρ τοῦ βαδίζειν ἐπ’ ἀγορᾶς εὐκολώτερον; ἀλλ’ ὑπὸ τῆς πολλῆς βλακείας δύσκολον γέγονεν, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλ’ ἤδη καὶ ἐπὶ ἀνδρῶν. Τί τοῦ καθεύδειν εὐκολώτερον; ἀλλὰ καὶ τοῦτο δύσκολον πεποιήκαμεν.
45Πολλοὶ γοῦν τῶν πλουσίων δι’ ὅλης περιστρέφονται τῆς νυκτὸς, τῷ μὴ περιμένειν τὴν χρείαν τοῦ ὕπνου, καὶ τότε καθεύδειν. Καὶ ὅλως οὐδὲν δύσκολον βου‐ λομένων, ὥσπερ οὐδὲν εὔκολον μὴ βουλομένων ἡμῶν· πάντων γὰρ ἡμεῖς κύριοι. Διὰ τοῦτο καὶ ἡ Γραφὴ,

62

.

428

(50)

Ἂν θέλητε, καὶ εἰσακούσητέ μου· καὶ πάλιν, Ἂν μὴ θέλητε, φησὶ, μηδὲ εἰσακούσητέ μου. Ὥστε ἐν τῷ θέλειν, καὶ τῷ μὴ θέλειν κεῖται τὸ πᾶν. Διὰ τοῦτο καὶ κολαζόμεθα καὶ ἐπαινούμεθα. Γένοιτο δὲ τῶν ἐπαινουμένων γενομένους ἡμᾶς τυχεῖν τῶν
55ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ
τὰ ἑξῆς.427

62

.

429

ΟΜΙΛΙΑ ϛʹ. Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γρά‐ φειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ
5 εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μα‐ κεδονίᾳ. αʹ. Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς δια‐ λεχθεὶς, καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι μέλλων δια‐ λέγεσθαι, καὶ περὶ τοῦ μὴ λυπεῖσθαι τοῖς ἀπελθοῦ‐
10σιν, ὃ πάντων ἦν κεφάλαιον τῶν ἀγαθῶν τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν τίθησι, λέγων· Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν; Καὶ τοῦτο ἀπὸ τῆς πολλῆς συνέσεως καὶ τῆς πνευματικῆς διδασκαλίας. Δύο γὰρ ἐνταῦθα ἐμφαίνει, ἓν μὲν, ὅτι οὕτως ἀναγ‐
15καῖον τὸ πρᾶγμα, ὡς μηδὲ διδασκαλίας δεῖσθαι· τὰ γὰρ σφόδρα μεγάλα πᾶσίν ἐστι δῆλα· δεύτερον δὲ, μᾶλλον αὐτοὺς ἐντρέπει, ἢ εἰ παρῄνεσε τοῦτο εἰπών. Ὁ γὰρ νομίζων, αὐτοὺς κατωρθωκέναι, καὶ διὰ τοῦτο μὴ παραινῶν, καὶ εἰ μὴ κατώρθωσαν, ἐνήγαγεν ἂν
20μᾶλλον. Καὶ ὅρα· Οὐ λέγει περὶ τῆς ἀγάπης τῆς εἰς πάντας, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Οὐ χρείαν ἔχο‐ μεν γράφειν ὑμῖν. Ἐχρῆν οὖν σιωπῆσαι, καὶ μηδὲν εἰπεῖν, εἰ μὴ χρεία ἦν. Νῦν δὲ τῷ εἰπεῖν, Οὐ χρεία ἐστὶ, μεῖζον ἐποίησεν, ἢ εἰ εἶπεν· Αὐτοὶ γὰρ ὑμεῖς
25θεοδίδακτοί ἐστε. Καὶ ὅρα μεθ’ ὅσου ἐγκωμίου τὸν Θεὸν αὐτοῖς διδάσκαλον ἐπέστησε τούτου. Οὐ δεῖσθε, φησὶ, παρὰ ἀνθρώπου μαθεῖν. Ὅπερ καὶ ὁ προφήτης φησὶ, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Αὐτοὶ γὰρ ὑμεῖς, φησὶ, θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλή‐
30λους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελ‐ φοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ· καὶ εἰς τοὺς ἄλ‐ λους πάντας, φησί. Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτό. Καὶ οὐχ ἁπλῶς λέγω, ὅτι θεοδίδακτοί ἐστε, ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε. Καὶ πολλὰ αὐτοῖς ἐμαρ‐
35τύρησε τούτου ἕνεκεν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, τουτέστι, πλεονά‐ ζειν, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς παρηγγείλαμεν ὑμῖν, ἵνα περιπατῆτε εὐσχημόνως
40πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. Ἐν‐ ταῦθα δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ’ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἢ τοῖς
45πνευματικοῖς. Ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλη‐ σίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. Καὶ θέα σύνεσιν· Μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας παραινέσεως ἀναπνεύσωσι, καὶ

62

.

429

(50)

τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε· Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· καὶ ὅπως ταύτῃ μὴ ἀποσκιρτήσωσι. Τοῦτο δὲ ἀπὸ τοῦ ἐργά‐ ζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν. Μακάριον γάρ
55ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Καὶ ἐργάζεσθαι, φησὶ, ταῖς χερσὶν ὑμῶν. Ποῦ τοί‐ νυν εἰσὶν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευματικόν; Ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν εἰπὼν,
Ταῖς χερσὶν ὑμῶν. Ἆρα νηστείαν ἐργάζεταί τιςColumn end

62

.

430

ταῖς χερσίν; ἀλλὰ παννυχίδας; ἀλλὰ χαμευνίας; Οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευματικοῦ· πνευματικὸν γὰρ ὄντως ἐστὶ, τὸ ἐργα‐ ζόμενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου.
5Ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως. Ὁρᾷς πόθεν αὐτῶν καθάπτεται; Οὐκ εἶπεν, Ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, πραότερον δὲ αὐτὸ τίθησιν, ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τούτους βαρῆσαι. Εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται
10τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα, καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα, καὶ ἑτέρων δεόμενον. Διὸ καὶ Χριστεμπόρους καλοῦ‐ σιν ἡμᾶς· Διὰ τοῦτο τὸ ὄνομα, φησὶ, βλασφημεῖται
15τοῦ Θεοῦ. Ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυε, τὸ τῆς ἀσχημοσύνης. Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
20 βʹ. Δύο ταῦτα μάλιστα ἐλυμαίνετο αὐτοὺς, πενία καὶ ἀθυμία, ἃ καὶ πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπά‐ σθαι αὐτῶν τὰ χρήματα. Εἰ δὲ ὧν τὰ χρήματα ἡρ‐ πάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομέ‐
25νους τρέφεσθαι, πολλῷ μᾶλλον τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν, Ὑμεῖς μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῶν ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε.
30Ἐνταῦθα λοιπὸν τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ’ ἐνταῦθα ἕτερόν τι αἰνίττεται μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, φη‐ σὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθά‐
35σωμεν τοὺς κοιμηθέντας. Ἱκανὸς μὲν οὖν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνῃ· ἱκανὸν δὲ καὶ τὸ νῦν λεγόμενον ἀξιόπιστον ποιεῖν τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο εἴπωμεν, ὃ καὶ αὐτὸς εἶπεν, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν
40κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦ‐ θα ἡμέρως. Οὐκ εἶπεν, Οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους, οὕτως ἄφρονες, ὅτι εἰδότες ἀνά‐ στασιν, ὡς οἱ μὴ πιστεύοντες, οὕτω λυπεῖσθε· ἀλλὰ
45σφόδρα ἡμέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην αὐτῶν ἀρετὴν αἰδούμενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόν‐ των, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλ‐ λόμενος. Ἵνα μὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ

62

.

430

(50)

μὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα· εἰκό‐ τως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νομίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖ
55καὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος ἕνεκεν ὀδύρῃ; Ἄρα τῶν μὴ ἐχόντων ἐλπίδα ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ
60τοῖς ἀπελθοῦσιν ἐθνικῶν, τὸ κατακόπτεσθαι καὶ429

62

.

431

καταξαίνειν παρειὰς, τίνων ἄρα ἐστὶν, εἰπέ μοι; Τί‐ νος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται, ὅτι οὐκ ἀπόλωλεν, ὅτι ὕπνος καὶ κοίμησις τὸ πρᾶγμά ἐστι; Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πρα‐
5γμάτων ἐπιμελείας, τῆς ἄλλης θεραπείας ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι μου προστήσεται. Διὰ τοῦτο ζητῶ
10τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ’ ἔρη‐ μος βοηθείας γενομένη, καὶ τὸν προστάτην ἀπολω‐ λεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστή‐
15σεται, ἀλλ’ οὐ φέρω τὸν μεταξὺ χωρισμόν· πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεμβαίνουσι· εἴ τις εὐ‐ ηργέτηται, τῆς εὐεργεσίας ἐπιλέλησται τῆς ἐκεί‐
20νου· εἴ τις κακῶς ἔπαθε παρ’ αὐτοῦ, τῷ ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα; τί ἐροῦμεν; πῶς αὐτῶν
25τὴν ὀδύνην ἀποκρουσόμεθα; Πρῶτον αὐτὰς διελέγ‐ ξαι πειράσομαι, ὅτι οὐ τούτων ἐστὶν ὁ θρῆνος τῶν ῥημάτων, ἀλλὰ πάθους ἀλογίστου. Εἰ γὰρ ταῦτα πενθεῖς, ἐχρῆν διαπαντὸς πενθεῖν τὸν ἀπελθόντα· εἰ δὲ ἐνιαυτοῦ παρελθόντος ἐπιλέλησαι, ὡς οὐδὲ γενο‐
30μένου τινὸς, οὐ τὸν ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ’ ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁμιλοῦσαι γάμοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ μὴ πρὸς ταύτας
35τὸν λόγον ἀποτείνωμεν, ἀλλὰ πρὸς τὰς τοῖς ἀπελ‐ θοῦσιν εὔνοιαν φυλαττούσας. Διὰ τί πενθεῖς τὸ παι‐ δίον; διὰ τί τὸν ἄνδρα; Τοῦ μὲν, ἐπειδὴ οὐκ ἀπ‐ έλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ ὅσης ἀπιστίας τὸ νο‐
40μίζειν, ὅτι ὁ ἀνὴρ ἢ τὸ παιδίον ἐν ἀσφαλείᾳ σε καθίστη, ἀλλ’ οὐχ ὁ Θεός; πῶς οὐκ οἴει παροξύνειν αὐτόν; Διὰ γὰρ τοῦτο αὐτοὺς λαμβάνει πολλάκις, ἵνα μὴ οὕτως αὐτοῖς ᾖ προσδεδεμένη, ὥστε ἀπ’ ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι
45ζηλωτὴς, καὶ πάντων μάλιστα βούλεται παρ’ ἡμῶν φι‐ λεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν μανικῶς φιλούντων τὸ ἔθος· σφό‐ δρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προ‐ έσθαι, ἢ παρευδοκιμηθῆναι ὑπό τινος τῶν ἀντερα‐

62

.

431

(50)

στῶν. Διὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήματα. γʹ. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸ παλαιὸν οὐκ ἐγί‐ νοντο χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον;
55Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ, προετίμα τὸν Θεόν. Εἶπε γοῦν. Σφάξον· καὶ ἔσφαξε. Διὰ τί τὴν Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας; Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ μᾶλλον ἤκουεν, ἢ αὐτῆς. Διὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυ‐
60ναικός σου. Οὔτε δι’ ἀνδρὸς φιλίαν, οὔτε διὰ γυναι‐ κὸς, οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις
τότε τὸν Θεόν. Νῦν δὲ ἐπειδὴ κατωφερεῖς ἐσμεν, καὶColumn end

62

.

432

σφόδρα καταπεπτώκαμεν, καὶ ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦμεν, καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦ πλέον προτιμῶμεν, τούτου χάριν καὶ ἄκοντας ἡμᾶς εἰς πόθον ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει τὸν ἄνδρα τοῦ
5Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ· μᾶλλον δὲ κἂν συμβῇ, οὐ λήψῃ τὴν αἴσθησιν. Διὰ τί; Ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Εἰ μᾶλλον τὸν Θεὸν φιλεῖς, μὴ πένθει· ὁ γὰρ μᾶλλον φιλούμενος, ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον
10φιλουμένου λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγματός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ μοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώμην σοι πάντα πράττοντα, εὐδοκιμοῦντα, καὶ ποιοῦντά σε λαμπρὰν πανταχοῦ, καὶ ἀκαταφρό‐ νητον, εὐδοκιμοῦντα παρὰ πᾶσι, συνετὸν, σοφὸν,
15φιλοῦντά σε, μακαριζομένη δι’ αὐτὸν, καὶ μετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρα αἰσθήσῃ τοῦ πένθους; Οὐδαμῶς· ὁ γὰρ μᾶλλον φιλούμενος ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ
20ἀνδρὸς, μάλιστα μὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἰὼβ οὐδὲν ἔπασχε δεινὸν, τῶν παίδων ἀθρόον τὸν θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν φιλουμένου
25ζῶντος, οὐδὲν ἔμελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ Θεὸς οὐ φείδεταί σου; αὐτὸν δὴ ἐκεῖνον τίς σοι ἔδωκεν; οὐχὶ αὐτός; σὲ δὲ τίς ἐποίησεν; οὐχὶ αὐτός; Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
30παραγαγὼν, καὶ ψυχὴν μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσα‐ σθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς διὰ σὲ μὴ φειδόμενος, σοῦ οὐ φείδεται, ὁ δὲ ὁμόδουλος φείσε‐ ται; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον
35ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ’ εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ’ ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ’ ἀνενδεὴς ὢν, ἐξ
40ἀγαθότητος μόνης εὖ ποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείαν σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, ἀδελφότητα, υἱοθεσίαν ἔδωκε, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι μέμνησαι μετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον ἐκεῖνος ἐχαρί‐
45σατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλε, τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας! Διὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ’

62

.

432

(50)

αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι πολλάκις, καὶ ἐπιτιμήσεις, καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ’ ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε
55ἱματίοις πολυτελέσι; χρυσία περιέθηκε τῷ προσώπῳ, αἰδέσιμον πᾶσιν ἐποίησεν; Ἀλλ’ ἂν θέλῃς, καὶ ἀπελ‐ θόντος κοσμήσει κόσμῳ πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σε‐ μνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ
60τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, πε‐ ριβαλοῦ. Ποῖα δὴ ταῦτα; Ἱματισμός ἐστι διαχρύσους
κροσσοὺς ἔχων· ἐὰν ἐθέλῃς, τούτῳ περίβαλε τὴν431

62

.

433

ψυχήν. Ἀλλ’ οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως
5ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν τῶν ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμο‐ κράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων φόβος, εἴ ποτε παρευδοκιμήσεις τῶν πλησίον. Τούτων ἁπάντων
10ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, μεριμνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν. Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ μοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ
15σῶμα τοῦ ἐνδύματος; δʹ. Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ’ ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ’ οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος. Διὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι ὑπο‐
20δείξω ὑπὸ χηρῶν ἀνατραφέντας, καὶ γενομένους δοκί‐ μους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλό‐ τας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι γὰρ χηρῶν
25ἐστι τὸ πρᾶγμα, τὸ τὰ παιδία λέγω ἀνατρέφειν, ἄκουσον Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας (οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἔνθετε
30αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ ἐκ πρώτης ἡλικίας, καὶ παντὸς πατρὸς μᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθ‐ ήμενος ᾖ, οὐδὲν ἡμῖν τῶν ἔξωθεν δεῖ ἐπιτεχνημάτων· ἐκείνου δὲ οὐκ ὄντος, πάντα εἰκῆ τὰ ἔξωθεν γίνεται.
35Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκο‐ σμία, τοῦτο αὐτοὺς ποιήσει λαμπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ μοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ’ ἵππων φερομένους, μηδὲ τοὺς
40ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουμένας ὅτι καὶ οὗτος ὁ ἐμὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτῷ περιῆν, τοσαύτης ἂν ἀπέλαυσε μακαριότητος·
45νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς ἄξιος λόγου ἐστί. Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ’ ἀνα‐ πέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, κατά‐ μαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα, λόγισαι εἰ οὗτοι μᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς

62

.

433

(50)

τοῦ σοῦ δύνανται ἐκεῖ εἶναι λαμπρότεροι, καὶ τότε στέναξον· ἂν δὲ ἐπὶ τῆς γῆς ὦσί τινες εὐδόκιμοι, οὐδενὸς τοῦτο ἄξιον λόγου· ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην κατα‐ λέξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι,
55οὐκ ἐφ’ ἵππων φέρονται, ἀλλ’ ἐν νεφέλαις· οὐκ ἐπὶColumn end

62

.

434

γῆς βαδίζουσιν, ἀλλ’ εἰς τὸν οὐρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ τῷ ἀθανάτῳ, τῷ βασιλεῖ τῶν βασιλευόντων,
5καὶ Κυρίῳ τῶν κυριευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν ἔχουσιν, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, δι’ ἣν καὶ βασιλέων γίνονται λαμπρότεροι, καὶ τῶν πώποτε εὐδοκιμηκότων. Ἐν γὰρ τοῖς βασι‐ λείοις ἐκείνοις οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐκ ἄλλο
10οὐδὲν, ἀλλ’ ἀρετὴ ζητεῖται μόνον· καὶ ταύτης παρ‐ ούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων αὐτοὺς τυχεῖν. Οὐδὲν ἡμῖν ἐστι δυσχερὲς, ἂν θέλωμεν φιλο‐ σοφεῖν. Ἀνάνευσον εἰς τὸν οὐρανὸν, καὶ ὅρα πόσῳ τῆς ὀροφῆς τῶν βασιλείων λαμπρότερος οὗτος. Εἰ
15δὲ τὸ ἔδαφος τῶν ἄνω βασιλείων παρὰ τοσοῦτόν ἐστι τῶν κάτω σεμνότερον, ὡς τοῦτο πρὸς ἐκεῖνο βόρβορον νομίζεσθαι· εἴ τις ἂν ἀξιωθῇ τὰ βασίλεια ἀκριβῶς ἰδεῖν, τίνος οὐκ ἔσται μακαριότητος ἄξιος; Ἡ δὲ ὄντως χήρα, φησὶ, καὶ μεμονωμένη ἤλπικεν ἐπὶ
20τὸν Θεόν. Τοῦτο πρὸς τίνας εἴρηται; Πρὸς τὰς ἐχούσας παῖδας, ὅτι δοκιμώτεροι μᾶλλόν εἰσι, καὶ πλείονα ἀφορμὴν ἔχουσιν ἀρέσκειν Θεῷ· ὅτι πάντα αὐταῖς ἀνεῖται τὰ δεσμά· οὐδεὶς ὁ κατέχων, οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων.
25Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ’ ἡνώθης τῷ Θεῷ· οὐκ ἔχεις συνόμιλον τὸν ὁμόδουλον, ἀλλ’ ἔχεις τὸν Δε‐ σπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγῃ, εἰπέ μοι; ὅταν ἀναγινώσκῃς, ἄκουε αὐτοῦ σοι διαλεγομένου. Τί δέ σοι διαλέγεται; Πολλῷ τοῦ ἀνδρὸς ποθεινό‐
30τερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν· ὅταν δὲ ὁ Δεσ‐ πότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς θεραπεύει; Ἄκουσον δι’ ὅσων τοῦτο ποιεῖ. Δεῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ
35πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ, λέγων· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήματα;
40Καὶ πάλιν, Ἐπιστράφητε πρός με· καὶ πάλιν ἀλλαχοῦ, Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Εἰ δέ τις καὶ ἐκ τῶν ᾈσμάτων βούλοιτο ἐκλέγειν, ἀκούσεται, μυστικώτερα αὐτὰ ἐκλαμβάνων, Ἡ καλή μου, ἡ περιστερά μου, πρὸς ψυχὴν ἑκάστην
45αὐτῷ πρέπουσαν διαλεγομένου. Τί τούτων τῶν ῥη‐ μάτων ἥδιον; Ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους; Τί δὲ, εἰπέ μοι; οὐχ ὁρᾷς, ὅσοι ἐκείνων τῶν μακα‐ ρίων γυναικῶν παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν; ὅσαι χαλεπώτερα πεπόνθασι, καὶ μετὰ τῶν ἀνδρῶν

62

.

434

(50)

καὶ υἱοὺς ἀπέβαλλον; Τούτοις προσανέχωμεν, ταῦτα μεριμνῶμεν· καὶ οὐδὲν ἡμῖν ἔσται λυπηρὸν, ἀλλὰ πάντα διατελέσομεν τὸν χρόνον μετὰ χαρᾶς πνευμα‐ τικῆς διάγοντες, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγα‐ θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
55φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.433

62

.

435

ΟΜΙΛΙΑ Ζʹ. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
5 αʹ. Πολλὰ τῶν πραγμάτων ἐξ ἀγνοίας ἡμᾶς λυπεῖ μόνης, ὡς, ἂν αὐτὰ καλῶς καταμάθωμεν, ἀποκρου‐ σόμεθα τὴν ὀδύνην. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐμφαί‐ νων ἔλεγεν, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆ‐ σθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Τί οὐ
10θέλεις αὐτοὺς ἀγνοεῖν; Τὸν περὶ τῆς ἀναστάσεως, φησὶ, λόγον. Διὰ τί δὲ μὴ λέγεις τὴν κόλασιν τὴν ἀπο‐ κειμένην τῷ ἀγνοεῖν τὸν περὶ τῆς ἀναστάσεως λόγον; Διότι τοῦτο ἐκεῖθεν δῆλόν ἐστι, καὶ ὡμολογημένον· τέως δὲ μετ’ ἐκείνου καὶ τοῦτο ἔσται κέρδος οὐ μικρόν.
15Ἐπειδὴ γὰρ οὐ τῇ ἀναστάσει ἠπίστουν, ἀλλ’ ὅμως ἐθρήνουν, διὰ τοῦτο οὕτω φησί. Καὶ ἑτέρως μὲν τοῖς ἀπιστοῦσι διαλέγεται, ἑτέρως δὲ τούτοις· οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες, δῆλον ὅτι ᾔδεσαν. Εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰη‐
20σοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες; Εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν· εἰ δὲ μὴ ἀπέθανεν, οὐδὲ ἀνέστη. Πῶς οὖν ἡμᾶς ἀπὸ τούτων
25προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος μᾶλλον ἦν κατ’ αὐτοὺς καὶ ἀπατεών; Εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέ‐ πεται νῦν; Διὰ τί δὲ καί φησιν, Ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ὡσεὶ ἔλεγε· Τίνας θρηνεῖτε,
30ἄνθρωποι; ὑπὲρ τίνων λυπεῖσθε; ὑπὲρ τῶν ἁμαρτω‐ λῶν, ἢ ὑπὲρ τῶν ἁπλῶς ἀποθνησκόντων; Ὥστε ἐκεῖ‐ νοι τίνας θρηνοῦσι; Πάντα δὲ ταῦτα ἕωλα αὐτοῖς γίνε‐ ται, Πρωτότοκος, φησὶν, ἐκ τῶν νεκρῶν· τουτέστιν, ἀπαρχή. Οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ. Καὶ ὅρα
35πῶς ἐνταῦθα οὐδὲν ἀπὸ λογισμῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν· Κορινθίοις δὲ γράφων, πολλὰ πρῶ‐ τον καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε ἐπήγαγεν· Ἄφρον σὺ, ὃ σπείρεις, οὐ ζωοποιεῖται. Κυριώτερον μὲν γὰρ τοῦτο, ἀλλ’ ὅταν τῷ πιστῷ διαλέγηται· πρὸς
40δὲ τὸν ἔξω ποίαν ἰσχὺν ἂν ἔχοι τοῦτο; Οὕτω, φησὶν, ὁ Θεὸς, καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Πάλιν, Κοιμηθέντας· οὐδαμοῦ λέγει, ἀποθανόντας. Ἀλλ’ ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθα‐ νεν, ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν·
45ἐνταῦθα δὲ, Τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ· ἢ τοῦτο λέγων, ὅτι τῇ πίστει τοῦ Ἰησοῦ κοιμηθέντας, ἢ ὅτι διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς κοιμηθέντας, τουτέστι, τοὺς πιστούς. Ἐνταῦθα οἱ αἱρετικοί φασιν ὅτι τοὺς βαπτισθέντας λέγει. Τὸ οὖν, Οὕτω, ποῦ ἵσταται;

62

.

435

(50)

ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος. Τίνος δὲ ἕνεκέν φησι, Τοὺς κοιμηθέντας; Ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως δια‐ λέγεται. Ἄξει τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησί· καὶ πολλαχοῦ οὕτω λέγει. Τοῦτο γὰρ ὑμῖν
55λέγομεν ἐν λόγω Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· περὶ τῶν πιστῶν λέγων, καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ· καὶ πάλιν, Οἱ νεκροὶ ἀναστήσονται. Ἔπειτα οὐ περὶ
60ἀναστάσεως αὐτῷ ὁ λόγος μόνον, ἀλλὰ καὶ περὶ ἀνα‐
στάσεως καὶ περὶ τιμῆς τῆς ἐν δόξῃ. ἈναστάσεωςColumn end

62

.

436

μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ’, Οἱ ἐν Χριστῷ. Ἐπεὶ οὖν πα‐ ραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον πα‐ ραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τά‐
5χει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν. Ὅτι γὰρ τῇ τιμῇ βούλεται αὐτοὺς παραμυθήσασθαι, προϊών φησι, Καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καὶ, ὅτι Ἐν νεφέλαις ἁρπαγη‐ σόμεθα. Πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται· Δηλονότι τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς. Τὸ δὲ,
10Ἄξει σὺν αὐτῷ, δείκνυσι πολλαχόθεν ἀγομένους. Τοῦτο γὰρ ὑμῖν, φησὶ, λέγομεν ἐν λόγῳ Κυρίου. Ξένον τι ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν. Ἐν λόγῳ Κυρίου, φησί· τουτέστιν, Οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέ‐
15γομεν, Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ ἐν τῇ πρὸς Κορινθίους φησὶν, ὅτι Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ. Ἐνταῦθα τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρ‐
20έστησε. βʹ. Καὶ ἐπειδὴ τὸ πρᾶγμα δοκεῖ δύσκολον εἶναι, δεί‐ κνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας. Τὸ δὲ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ δὴ ἔμελλεν αὐτὸς μέχρι
25τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει. Διὰ τοῦτο προσέθηκεν, Οἱ περιλειπόμενοι εἰς τὴν παρ‐ ουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοι‐ μηθέντας· ὡς ἂν εἰ ἔλεγε· Μὴ νομίσῃς ἐργωδίαν εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς
30σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας οὐ μὴ προλάβωσι· Θεός ἐστιν ὁ ποιῶν. Ἀλλ’ ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυ‐ μένους. Ἀλλ’ εἰσί τινες, οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι. Τί γὰρ, εἰπέ μοι, εὐκο‐
35λώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυθέντα ἀναστῆσαι πάλιν; Ἀλλὰ τί φασιν; Ὁ δεῖνα, φησὶ, ναυάγιον ὑπέστη, καὶ κατεποντίσθη, καὶ πεσόντα αὐτὸν ἰχθύες ἐδέξαντο πολλοὶ καὶ τῶν ἰχθύων ἕκαστος μέλος ἔφαγεν. Εἶτ’ αὐτῶν δὴ τού‐
40των ὁ μὲν ἐν τῷδε τῷ κόλπῳ, ὁ δὲ ἐν τῷδε συνελήφθη, καὶ ἐβρώθη ὑφ’ ἑτέρου, καὶ οὗτος ὑπὸ ἄλλου. Καὶ οὗτοι πά‐ λιν ἐν ἄλλοις χωρίοις ἀπέθανον οἱ τοὺς ἰχθῦς φαγόντες τοὺς τὸν ἄνδρα καταφαγόντας, καὶ αὐτοὶ ἴσως ὑπὸ θη‐ ρίων. Τοσαύτης δὲ τῆς συγχύσεως γενομένης καὶ δια‐
45σπορᾶς, πῶς πάλιν ἀναστήσεται ὁ ἀνήρ; τίς ὁ τὸν χοῦν συν‐ άγων; Διὰ τί γὰρ τοῦτο λέγεις, ἄνθρωπε, καὶ ὁρμα‐ θοὺς λήρων ὑφαίνεις, καὶ ὡς ἄπορον τιθεῖς; Εἰπὲ γάρ μοι, ἂν μὴ εἰς θάλατταν καταπέσῃ, ἂν γὰρ μὴ ἰχθὺς φάγῃ, μηδὲ βρωθῇ πάλιν ὁ ἰχθὺς ὑπὸ μυρίων ἀνθρώ‐

62

.

436

(50)

πων, ἀλλὰ κηδευθεὶς ἐν λάρνακι ὁ ἀνὴρ τεθῇ, καὶ μήτε σκώληκες, μήτε ἄλλο τι διενοχλήσῃ, πῶς ἀνα‐ στήσεται τὸ διαλυθέν; πῶς ἡ κόνις καὶ ἡ τέφρα συγ‐ κολληθήσεται, πόθεν τὸ ἄνθος λοιπὸν ἔσται τοῦ σώ‐ ματος; τοῦτο δὲ οὐκ ἄπορον; Ἂν μὲν οὖν Ἕλληνες
55ὦσιν οἱ ταῦτα διαποροῦντες, πρὸς αὐτοὺς μυρία ἐροῦμεν. Τί δήποτε; εἰσὶ γὰρ παρ’ αὐτοῖς οἱ τὰς ψυχὰς καὶ εἰς φυτὰ καὶ εἰς θάμνους ἄγοντες
καὶ εἰς κύνας· εἰπέ μοι, τί εὐκολώτερον, τὸ οἰκεῖον435

62

.

437

σῶμα ἀναλαβεῖν, ἢ τὸ ἀλλότριον; Ἄλλοι πάλιν φα‐ σὶν ὑπὸ πυρὸς ἀναλίσκεσθαι, καὶ ἱματίων ἀνάστα‐ σιν γίνεσθαι καὶ ὑποδημάτων, καὶ οὐ καταγελῶνται· ἕτεροι ἀτόμους εἰσάγουσιν. Ἀλλὰ πρὸς ἐκείνους
5οὐδεὶς ἡμῖν λόγος· πρὸς δὲ τοὺς πιστοὺς, εἴ γε πι‐ στοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας, ὅμως ἐροῦμεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται, πάντα φυτὰ, πάντα σπέρματα. Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον μὲν ἔχει κορμὸν, ἡλίκα δὲ στελέχη; φύλλα δὲ
10πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχού‐ σας καὶ ἐγκεκολπισμένας; Αὕτη τοίνυν ἡ τηλικαύτη καὶ τοιαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης, καὶ αὐτῆς διαφθαρείσης πρῶτον· κἂν μὴ σαπῇ καὶ διαλυθῇ, οὐδὲν τούτων ἔσται. Εἰπέ
15μοι, πόθεν τοῦτο γίνεται; Καὶ ἡ ἄμπελος δὲ ἡ οὕτω καλὴ καὶ ἰδεῖν καὶ μετέχειν, ἀπὸ τοῦ εἰδεχθοῦς γίνεται ἐκείνου. Τί δὲ, εἰπέ μοι, οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνω‐ θεν καταφερόμενον; καὶ πῶς εἰς τοσαῦτα μεταβάλλε‐ ται; Τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον.
20Ἐκεῖ μὲν γὰρ καὶ τὸ αὐτὸ σπέρμα, καὶ τὸ αὐτὸ ὑπόκειται φυτὸν, καὶ ἡ συγγένεια πολλή· ἐνταῦθα δὲ εἰπέ μοι πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν, εἰς τοσαῦτα τρέπεται; Ἐν ἀμπέλῳ γίνεται οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός· καὶ γὰρ
25οὐχ ὁ βότρυς μόνον, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς ἀμπέλου αὐτῷ τρέφεται· πάλιν ἐν ἐλαίᾳ ἔλαιον, καὶ τὰ ἄλλα, ὅσα οὐκ ἔστιν εἰπεῖν. Καὶ τὸ θαυμαστὸν, ἐνταῦθα ὑγρὸν, ἐκεῖ ξηρὸν, ἐνταῦθα γλυκὺ, ἐκεῖ ὀξὺ, ἐκεῖ στῦφον, ἑτέρωθι πικρόν. Πῶς, εἰπέ μοι, τρέπεται
30εἰς τοσαῦτα; εἰπὲ τὸν λόγον· ἀλλ’ οὐκ ἂν ἔχοις. Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ μοι (ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον πῶς εἰς ὀφθαλμοὺς, πῶς εἰς ὦτα, πῶς εἰς χεῖρας, πῶς εἰς καρδίαν, πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διατυποῦται; οὐχὶ μυρίαι
35διαφοραὶ ἐν τῷ σώματι, σχημάτων, μεγεθῶν, ποιοτή‐ των, θέσεων, δυνάμεων, ῥυθμῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτη‐ ρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν
40ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος; Ἆρα πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον, πῶς τὸ ὑγρὸν καὶ μαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερμὸν καὶ ὑγρὸν, καὶ τὸ αἷμα, ἑνωθέν; πῶς εἰς
45ψυχρὸν καὶ μαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ μοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ’ ἑκάστην ἡμέραν ἀνά‐ στασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινόμενον; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ

62

.

437

(50)

γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει. γʹ. Τοῦτο καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τῶν ζώων ἔστιν ἰδεῖν. Καίτοι τὸ ἑτέρῳ παρέχον, ἑαυτῷ πρότε‐
55ρον ὀφείλει παρασχεῖν. Ἀλλὰ ταῦτα μὲν ὁ λογισμὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ· ὅταν δὲ ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Εἰ ταῦτα οὕτως ἄπορα, καὶ μεθ’ ὑπερβολῆς ἄπορα, ὑπεισῆλθέ μοι νῦν ἔννοια τῶν μαινομένων, καὶ τὴν γέννησιν τὴν ἀσώματον
60πολυπραγμονούντων τοῦ Υἱοῦ. Τὰ καθ’ ἑκάστην ἡμέραν γινόμενα, καὶ χερσὶν ὑποβαλλόμενα, καὶ
μυριάκις ζητηθέντα οὐδεὶς οὐδέπω εὑρεῖν δεδύνηται·Column end

62

.

438

πῶς οὖν τὴν ἄῤῥητον ἐκείνην καὶ ἄφραστον γέννησιν πολυπραγμονοῦσιν, εἰπέ μοι; οὐκ ἀπέκαμεν ἡ διάνοια τῶν τοιούτων κενεμβατοῦσα; οὐκ εἰς μυρίους ἰλίγγους περιετράπη; οὐχὶ ἀχανὴς γέγονε;
5Καὶ ὅμως οὐδὲ οὕτω παιδεύονται. Περὶ σταφυλῶν καὶ σύκων οὐδὲν εἰπεῖν δυνάμενοι, περὶ τοῦ Θεοῦ πολυπραγμονοῦσιν. Εἰπὲ γάρ μοι, πῶς τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη; πῶς πρὸ τούτου οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ ἑωρᾶτο; Ἀλλ’ οὐ τὸ
10γίγαρτόν ἐστι, φησὶν, ἀλλὰ τῆς γῆς τὸ πᾶν. Καὶ πῶς χωρὶς τούτου οὐδὲν φέρει ἀφ’ ἑαυτῆς; Ἀλλὰ μὴ ἀνοηταίνωμεν· οὔτε τῆς γῆς ἐστιν, οὔτε τῆς κέγχρου τὸ γινόμενον, ἀλλὰ τοῦ καὶ τῆς γῆς καὶ τῶν σπερ‐ μάτων Κυρίου. Διὰ τοῦτο καὶ χωρὶς τούτων καὶ
15μετὰ τούτων ταῦτα ἐποίησε γίνεσθαι τὸ μὲν τὴν αὐτοῦ δύναμιν δεικνὺς, ἡνίκα ἔλεγεν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· τὸ δὲ, μετὰ τοῦ δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ἡμᾶς παιδεύων εἶναι φιλοπόνους καὶ φιλεργούς. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Οὐχ ἁπλῶς,
20ἀλλ’ ἵνα καὶ τῇ ἀναστάσει πιστεύωμεν· καὶ ὅταν τι πάλιν λογισμοῖς βουλόμενοι καταλαβεῖν οὐκ ἰσχύωμεν, μὴ δυσχεραίνωμεν μηδὲ ἀγανακτῶμεν, ἀλλ’ εὐγνωμό‐ νως ὑποστρέφοντες, καὶ ἀναχαιτίζοντες τὸν λογισμὸν, καταφεύγωμεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐμήχανον.
25Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶμεν τοῖς λογισμοῖς· μὴ ὑπερβαίνωμεν τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδο‐ μένα τῆς γνώσεως ἡμῖν. Εἰ γάρ τις δοκεῖ, φησὶν, εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι. Οὐ λέγω περὶ Θεοῦ μόνον, ἀλλὰ περὶ παντὸς πράγ‐
30ματος. Τί γὰρ βούλει μαθεῖν περὶ γῆς; τί οἶδας, εἰπέ μοι; πόσον τὸ μέτρον αὐτῆς; πηλίκον τὸ μέγε‐ θος; ὁποία ἡ θέσις; τίς ἡ οὐσία; ποῖος ὁ τόπος; ποῦ ἕστηκε, καὶ ἐπὶ τίνος; Ἀλλ’ οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Ἀλλ’ ὅτι μέν ἐστι ψυχρὰ καὶ ξηρὰ καὶ μέλαινα,
35ταῦτα ἂν ἔχοις εἰπεῖν, περαιτέρω δὲ οὐδέν. Ἀλλὰ περὶ τῆς θαλάττης; Ἀλλ’ ὁμοίως εἰς ἀμηχανίαν ἐμπεσῇ, οὐκ εἰδὼς ποῦ μὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ τίνος δὲ φέρεται, τί τὸν πυθμένα αὐτῆς διαβα‐ στάζει, ποῖος δὲ αὐτῇ τόπος ἐστὶ, πότερον δὲ καὶ
40μετ’ αὐτήν ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ καὶ ἀέρα. Ἀλλὰ τῶν ἐν αὐτῇ τί οἶδας; Ἀλλὰ τὸν ἀέρα εἴπω; ἀλλὰ τὰ στοιχεῖα; Ἀλλ’ οὐδὲν ἐρεῖς. Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ μικρότατον ἐκλεξώμεθα; τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσμεν, εἰπὲ
45πῶς τίκτεται; οὐχὶ ὕδωρ ἐστὶ τὸ ὑποκείμενον καὶ γῆ καὶ κόπρος; τί τὸ ποιοῦν αὐτὴν οὕτω καλὴν φαίνε‐ σθαι, καὶ χρῶμα ἔχειν θαυμαστόν; πόθεν ἐκεῖνο τὸ κάλλος οὕτω μαραίνεται; Οὐκ ἔστιν ὕδατος, οὐκ ἔστι γῆς τὸ ἔργον. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία;

62

.

438

(50)

Πῶς ἡ γῆ τίκτει; πῶς ὠδίνει, εἰπέ μοι; Ἀλλ’ οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Παιδεύθητι, ὦ ἄνθρωπε, ἐν τοῖς κάτω καὶ τοῖς ἐνταῦθα, καὶ μὴ περιεργάζου μηδὲ πολυπραγμόνει τὸν οὐρανὸν, καὶ εἴθε τὸν οὐρανὸν, καὶ μὴ τοῦ οὐρανοῦ τὸν Δεσπότην. Τὴν γῆν οὐκ
55οἶδας, εἰπέ μοι, ἀφ’ ἧς ἐτέχθης, ἐν ᾗ ἐτράφης, ἣν οἰκεῖς, ἣν πατεῖς, ἧς ἄνευ οὐδὲ ἀναπνεῦσαι δύνασαι, καὶ τὰ τοσοῦτον ἀφεστηκότα πολυπραγμονεῖς; Ὄντως ἄνθρωπος ματαιότης ἐστί. Κἂν μέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθμένι
60τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγματος· οὐδενὸς δὲ ἀναγκάζοντος, αὐτὸς τὴν ἀνεξιχνίαστον ἄβυσσον
βούλει καταλαβεῖν; Μὴ, παρακαλῶ· ἀλλ’ ἄνω πλέω‐437

62

.

439

μεν, μὴ νηχόμενοι λογισμοῖς· ταχέως γὰρ ἀποκα‐ μούμεθα, καὶ καταποντισθησόμεθα· ἀλλὰ ταῖς θείαις κεχρημένοι Γραφαῖς, καθάπερ πλοίῳ τινὶ τὰ ἱστία τῆς πίστεως ἀναπετάσωμεν. Ἂν ἐν ταύταις πλέωμεν,
5καὶ κυβερνήτης ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ· ἂν δὲ νηχώμεθα ἐν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, οὐκ‐ έτι. Τίνι γὰρ τῶν οὕτω νηχομένων κυβερνήτης παρ‐ έσται; Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε μὴ πλοῖον εἶναι, τῷ τε κυβερνήτην ἀπεῖναι. Εἰ γὰρ καὶ τὸ σκάφος ἄνευ
10κυβερνήτου σφαλερὸν, ὅταν ἀμφότερα ἀπῇ, ποία σω‐Column end

62

.

440

τηρίας ἐλπίς; Μὴ δὴ ῥίπτωμεν ἑαυτοὺς εἰς κίνδυνον φανερὸν, ἀλλ’ ἐπ’ ἀσφαλοῦς βαίνωμεν, τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς. Οὕτω γὰρ εἰς τὸν εὔ‐ διον λιμένα καταπλευσόμεθα μετὰ πολλῆς μὲν τῆς
5ἐμπορίας, μετὰ πάσης δὲ τῆς ἀσφαλείας· καὶ τῶν ἀποκειμένων τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν ἀγα‐ θῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ
Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.Column end

62

.

439

(11)

ΟΜΙΛΙΑ Ηʹ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρ‐ ουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοι‐
15μηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς
20 ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο λέ‐
25γουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν,
30ἀλλ’ ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἡμῖν λαλοῦντος Χριστοῦ; καὶ πάλιν, Παῦ‐ λος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστεί‐
35λαντος φθέγγεται. Καὶ πάλιν, Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Ἐκεῖνα μὲν οὖν πνεύματι πάντα ἐφθέγ‐ γετο, τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος ἔλεγε, Μακάριόν ἐστι
40μᾶλλον διδόναι, ἢ λαμβάνειν, κατὰ τὸ σιωπώμενον ἤκουσεν. Ἴδωμεν τοίνυν τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι
45αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγ‐ γέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ’ οὐρανοῦ. Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶ‐

62

.

439

(50)

μεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγ‐ γέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων. Λέγει γὰρ,
55ἀναστῶσιν οἱ νεκροί· καὶ γίνεται τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος καὶ εἰπόντος· Ἐξέλθοιεν οἱ συγκεκλεισμένοι, καὶ οἱ ὑπηρέται ἐξ‐ άγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ’
60ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλα‐ χοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι
τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων,Column end

62

.

440

(12)

ἀπ’ ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον οἶμαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο,
15ὅτι ἑτοίμους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι; Δείκνυσιν ἐν‐ ταῦθα πολλὰς τὰς σάλπιγγας γινομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Καὶ οἱ νεκροὶ, φησὶν, ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα
20ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις Εἰ μέλλει καταβαίνειν, τίνος ἕνεκεν
25ἁρπαγησόμεθα; Τιμῆς ἕνεκεν. Καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγενομένου, οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ’ ὀχήματος ἐξ‐
30άγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκε‐ κρουκότες τῶν οἰκετῶν ἔνδον μένουσιν. Ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. Ὁρᾷς τὴν τιμὴν ὅση; καὶ τὴν
35ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα. Τίς λαλή‐ σει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰ αἰνέσεις αὐτοῦ; Ὅσων ἀγαθῶν ἠξίωσε τὸ γένος τὸ ἀνθρώπινον! πρῶτοι οἱ τελευτήσαντες
40ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπάντησις γίνεται. Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς ὁμοῦ μετὰ τῶν ζών‐ των τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ’ ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, μετ’ ἐκείνων ἀπαντήσεται, καὶ ἅπαντες
45οἱ ἄλλοι. Εἰ γὰρ ἡμᾶς ἐκεῖνοι ἀνέμειναν ἵνα στεφα‐ νωθῶμεν, καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους· μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμειναν, ἡμεῖς

62

.

440

(50)

δὲ οὐκέτι· ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται, τοῦτο δηλοῖ, ὅτι ἀνίστανται μὲν πανταχοῦ, συνάγονται δὲ ὑπὸ τῶν ἀγγέλων. Τὸ μὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν
55παρακαταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος, ὥσπερ τότε ἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ’ εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπά‐ ζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συν‐
60αχθῆναι· ἅμα γὰρ οὐδενὸς εἰδότος τοῦτο γίνεται.
Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουμένην, κόνιν ἀναμι‐439

62

.

441

γνυμένην, ἴσως πάντοτε ἐγειρόμενα τὰ σώματα, οὐδε‐ νὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰ τοῦ κελεύσματος ἀρκοῦντος τὴν γῆν πεπληρωμένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι
5τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε μετὰ γυναικῶν καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονομίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.
10 βʹ. Ὅταν οὖν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἔσται τοῖς ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ αἱ σάλπιγγες, μᾶλλον δὲ ὁ τῶν σαλ‐ πίγγων ἦχος. Ποῖος ἄρα τρόμος ἕξει, ποῖος φόβος τοὺς ἐπὶ τῆς γῆς ἀπομένοντας; Μία γὰρ ἁρπάζεται,
15καὶ μία καταλιμπάνεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν αἰρομένους ὁρῶσιν, ἑαυτοὺς δὲ ἀφιεμένους; ἆρα οὐ πάσης γεέννης φοβερώτερον αὐτοὺς ταῦτα διασαλεῦσαι δυνήσεται; Ὑποθώμεθα τοίνυν ἤδη
20τοῦτο παρεῖναι τῷ λόγῳ. Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισμοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡμετέρας ψυχάς· ὅταν τὴν γῆν ἀναῤῥηγνυμένην ἴδωμεν καὶ πεπληρωμένην πάντων ἐκείνων, ὅταν τῶν σαλπίγγων ἀκούσωμεν, ὅταν τῆς φωνῆς τοῦ
25ἀρχαγγέλου πάσης σάλπιγγος λαμπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόμενον, ὅταν αὐτὸν παρα‐ γινόμενον τὸν ἁπάντων βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡμῖν ἔσται ἡ ψυχή; Φρίξωμεν, παρακαλῶ, καὶ φο‐ βηθῶμεν, ὡς ἤδη τούτων γινομένων· μὴ τῇ μελλήσει
30παραμυθώμεθα ἑαυτούς· ὅταν γὰρ πάντως δέῃ γε‐ νέσθαι, οὐδὲν ἡ μέλλησις ὠφελεῖ. Πόσος ὁ τρόμος; πόσος ὁ φόβος τότε; Εἴδετέ ποτε τοὺς ἀπαγομένους τὴν ἐπὶ θάνατον; ποίαν νομίζετε αὐτοῖς εἶναι τὴν ψυχὴν, τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; πόσων
35θανάτων οὐ χείρονα; τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης τοῦ νέφους; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων τῶν φιλ‐ ανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω κληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑώρων τοὺς ἀνθρώ‐
40πους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπεπληγμένης καὶ ἐξεστηκυίας. Εἰ τοίνυν σωματικὸς θάνατος οὕτως ἡμᾶς φοβεῖ, ὅταν αἰώνιος παραγένηται, τί πεισόμεθα; Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐδὲ εἰδότες αὐ‐
45τούς. Εἴ τις ἐκείνων τὰς ψυχὰς περιεσκόπησεν, οὐ‐ δεὶς οὕτως ὠμὸς, οὐδεὶς οὕτω θρασὺς, οὐδεὶς οὕτω γενναῖος, ὃς οὐ καταπεπτωκυῖαν αὐτὴν ἔχει, παρει‐ μένην ὑπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας. Εἰ δὲ ἑτέρων ἀναιρουμένων τὸν θάνατον τοῦτον, τὸν ὕπνου οὐδὲν

62

.

441

(50)

διαφέροντα, οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται· ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν, τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύ‐ σατε, παραστῆσαι λόγῳ τὸ πάθος. Ναὶ, φησίν· ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν
55εἰκῆ γέγραπται. Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἐὰν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν, εἰπέ μοι; οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησίν· ἐκεῖνο γὰρ αὐτῷ πρέπον ἐστὶ καὶ ὑπὲρ
60τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως ἔσται· τὰ δὲ τῶν κολάσεων οὐ πάντως, ἀλλ’ ἀπειλῆς ἕνεκεν καὶ φόβου; Πόθεν ὑμᾶς πείσω, οὐκ
οἶδα. Ἂν εἴπω ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει,Column end

62

.

442

καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἐὰν εἴπω ὅτι ἀπελεύ‐ σονται εἰς πῦρ αἰώνιον, ἂν τὸν πλούσιον παραγάγω ἤδη κολαζόμενον, πάντα ἀπειλῆς εἶναι ἐρεῖτε. Πόθεν οὖν ὑμᾶς πείσω; Σατανικὸς γὰρ οὗτος ὁ λογισμὸς,
5χάριν ἀνόνητον χαριζόμενος, καὶ ῥᾳθύμους ποιῶν. Πῶς οὖν αὐτὸν ἐξέλωμεν; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐρεῖτε ὅτι ἀπειλῆς ἕνεκεν. Ἀλλὰ τοῦτο μὲν περὶ τῶν μελλόντων ἔχοι τις ἂν εἰπεῖν· περὶ δὲ τῶν ἐκβεβηκότων καὶ τέλος ἐσχηκότων, οὐκέτι. Ἠκούσατε
10πάντες περὶ τοῦ κατακλυσμοῦ· μὴ καὶ ἐκεῖνα ἀπειλῆς ἕνεκεν εἴρηται; οὐχὶ καὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον· καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης, καὶ τῶν ξύλων ὑφαινομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πι‐
15στεύων ἦν. Ἀλλ’ ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, ὑπέστησαν τὴν διὰ τῶν πραγμάτων τιμωρίαν. Τοῦτο καὶ ἡμεῖς πεισόμεθα, ἂν μὴ πιστεύ‐ σωμεν. Διά τοι τοῦτο καὶ τὴν παρουσίαν αὐτοῦ ταῖς ἡμέραις παραβάλλει τοῦ Νῶε· ἐπειδὴ καθάπερ
20ἐκείνῳ τῷ κατακλυσμῷ ἠπίστησάν τινες, οὕτω καὶ τῷ κατακλυσμῷ τῆς γεέννης. Μὴ ἀπειλὴ ἐκεῖνά ἐστιν; οὐχὶ ἔργον γέγονεν; Εἶτα ὁ κόλασιν οὕτως ἀθρόον τότε ἐπαγαγὼν, οὐ πολλῷ μᾶλλον καὶ νῦν ἐπάξει; οὐ γὰρ δὴ ἐλάττονα τῶν τότε τὰ νῦν γινό‐
25μενα. Πῶς; Ὅτι, τότε εἰσῆλθον, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ αἱ ἐπιμιξίαι ἦσαν τὸ δεινόν· νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλμητον. Ἆρα οὖν πιστεύετε ὅτι γέγονεν ὁ κατακλυσμὸς, ἢ λῆρος ὑμῖν δοκεῖ; Καίτοι γε καὶ
30τὰ ὄρη, ἔνθα ἡ κιβωτὸς ἱδρύνθη, μαρτυρεῖ, τὰ Ἀρ‐ μενίας λέγω. γʹ. Πλὴν ἐκ περιουσίας πολλῆς καὶ ἐφ’ ἕτερον ἐκείνου σαφέστερον ἄξω τὸν λόγον. Ἐπεδήμησέ τις ὑμῶν τῇ Παλαιστίνῃ ποτέ; λοιπὸν γὰρ οὐκέτι λόγον,
35ἀλλὰ πράγματα ἐρῶ· καίτοι καὶ τὰ πρότερα πρα‐ γμάτων σαφέστερα ἦν· ἅπερ γὰρ ἂν εἴπῃ ἡ Γραφὴ, ταῦτα τῶν ὁρωμένων πιστότερα. Ἐπεδήμησεν οὖν ὑμῶν τις τῇ Παλαιστίνῃ ποτέ; ἔγωγε οἶμαι. Τί οὖν; Μαρτυρήσατέ μοι ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες
40πρὸς τοὺς οὐ γενομένους ἐκεῖ. Ἀσκάλωνος γὰρ ἄνω καὶ Γάζης εἰς αὐτὸ τοῦ Ἰορδάνου ποταμοῦ τὸ τέλος, ἔστι χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν· νῦν γὰρ οὐκ ἔστιν· αὕτη δὴ οὖν ὡς παράδεισος ἦν. Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδά‐
45νου, καὶ ἦν ποτιζομένη, ὡς παράδεισος τοῦ Θεοῦ. Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν πα‐ ράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐρημοτέρα ἐστὶ νῦν· καὶ ἕστηκε μὲν δένδρα, καὶ καρπὸν ἔχει·

62

.

442

(50)

ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνημα. Ἑστήκασι μὲν γὰρ ῥόαι, καὶ τὸ ξύλον λέγω καὶ ὁ καρπὸς, λαμπρὰν τὴν ἐπιφάνειαν ἔχουσαι, καὶ τῷ ἀγνῶτι παρέχουσαι πολλὰς τὰς ἐλπίδας· εἰ δὲ ληφθεῖεν εἰς χεῖρας, διακλασθεῖσαι καρπὸν μὲν οὐδένα,
55κόνιν δὲ καὶ τέφραν πολλὴν δεικνύουσιν ἐναποκειμένην ἔνδον. Τοιαύτη καὶ ἡ γῆ πᾶσα· κἂν λίθον εὕρῃς, τετεφρωμένον εὑρήσεις. Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς; Καθάπερ γὰρ σώματος ἐμπρησθέντος
60καὶ κατακαυθέντος, τὸ μὲν σχῆμα μένει, καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, καὶ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ’ οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφραν· δένδρα καὶ καρποὺς, ἀλλ’ οὐδὲν ἔχοντα δένδρων οὐδὲ καρπῶν·
65ἀέρα καὶ ὕδωρ, ἀλλ’ οὐδὲν ἀέρος οὐδὲ ὕδατος· καὶ
γὰρ καὶ ταῦτα τετέφρωται. Καίτοι πῶς ἂν ἀὴρ ἐμ‐441

62

.

443

πρησθείη ποτέ; πῶς δ’ ἂν ὕδωρ μένον ὕδωρ; ξύλα μὲν γὰρ καὶ λίθους δυνατὸν καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαμῶς δυνατόν. Ἡμῖν οὐ δυνατὸν, τῷ δὲ αὐτὰ ποιήσαντι δυνατόν. Τοιγαροῦν οὐδὲν ἕτερον ἢ κά‐
5μινός ἐστιν ὁ ἀὴρ, κάμινος τὸ ὕδωρ· πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα τῆς προλαβούσης ὀργῆς εἰκόνες, τῆς μελλούσης τεκμήρια. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Ἐμοὶ μὲν γὰρ οὐδὲ τὰ πρότερα ἄπιστα, ἀλλ’ ὁμοίως τοῖς
10ὁρωμένοις τὰ μὴ ὁρώμενα πιστά· τῷ δὲ ἀπίστῳ καὶ ταῦτα ἱκανὰ πίστιν παρασχεῖν. Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ, τὰ Σόδομα λογιζέσθω, τὰ Γόμοῤῥα ἐννοείτω, τὴν τιμωρίαν τὴν γεγενημένην, καὶ ἔτι μένουσαν. Τοῦτο τοῦ διαιωνίζειν τὴν κόλασιν τεκμήριον. Φορ‐
15τικὰ ταῦτα· ἐκεῖνα δὲ οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα, ἀλλ’ ἁπλῶς ἠπείλησεν ὁ Θεός; ὅταν ἐκλύσῃς τὰς χεῖρας τοῦ λαοῦ; Σύ με ταῦτα ἀναγκά‐ ζεις λέγειν ὁ διαπιστῶν. Εἰ τοῖς ῥήμασιν ἐπί‐ στευσας τοῦ Χριστοῦ, οὐκ ἠναγκαζόμην τὴν ἀπὸ τῶν
20πραγμάτων πίστιν παραγαγεῖν· ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν. Τί γὰρ ἔχεις περὶ τῶν Σοδόμων εἰπεῖν; Βούλει καὶ τὴν αἰτίαν μαθεῖν, δι’ ἣν τότε ταῦτα ἐγένετο; Ἓν ἦν ἁμάρτημα χαλεπὸν μὲν καὶ ἐπάρατον, πλὴν ἀλλ’ ἕν·
25παισὶν ἐπεμαίνοντο οἱ τότε, καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Νῦν δὲ μυρία καὶ ἴσα, καὶ χαλε‐ πώτερα γίνεται τούτων ἁμαρτήματα. Εἶτα ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ἐκχέων ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τὸν
30ἔνοικον Λὼτ, τὸν ὑπὲρ τῆς εἰς τοὺς δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν ἁμαρτημάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; Τὸν Φαραὼ
35πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν οἶδας καὶ τὴν δίκην ἣν ἔδωκε, καὶ πῶς αὐτοῖς ἅρμασι καὶ ἵπποις μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα μαθεῖν; ἐκεῖνος μὲν γὰρ ἴσως ἀσεβὴς ἦν, μᾶλλον δὲ
40οὐκ ἴσως, ἀλλ’ ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντων ὀρθοῦ, τιμωρουμένους ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ
45εἰκοσιτρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Εἰ δὲ πορνεία τοσοῦτον ἴσχυσεν,

62

.

443

(50)

εἰ δὲ γογγυσμὸς, τί οὐκ ἐργάσεται τὰ ἡμέτερα; Εἰ δὲ μὴ ἀπαιτεῖ νῦν δίκην, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς μὲν
55νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡμῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν κολάσεως ἄξιοι. Διὰ τί; Ὅτι πλείονος ἀπ‐ ελαύσαμεν χάριτος. Ὅταν δὲ καὶ πλείονα καὶ μεί‐
60ζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα δί‐Column end

62

.

444

κην; Ἐκεῖνοι (καὶ μὴ μέ τις νομιζέτω θαυμάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα αὐτοῖς λέγειν, μὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν φέρων ψῆ‐ φον, ἀπὸ διαβολικῆς διανοίας τοῦτο ποιεῖ· οὐ τοίνυν
5ἐπαινῶν αὐτοὺς, οὐδὲ συγγινώσκων τοῦτό φημι, ἀλλὰ δεικνὺς τὴν ἡμετέραν κακίαν)· ἐκεῖνοι τοίνυν, εἰ καὶ ἐγόγγυζον, ἀλλ’ εἰς ἔρημον ἤρχοντο· ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύ‐ ζομεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ’ ἀπὸ Αἰ‐
10γυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡμεῖς δὲ ἐκ προγόνων τὰ σωτήρια παραλαβόντες δόγματα· ὥστε μείζονος κο‐ λάσεώς ἐσμεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιμοὺς, λοιμοὺς, πολέ‐
15μους, αἰχμαλωσίας, τὰς ἐπὶ Βαβυλωνίων, τὰς ἐπὶ Ἀσσυρίων, τὰ ὑπὸ Μακεδόνων κακὰ, τὰ ἐπὶ Ἀδρια‐ νοῦ καὶ Οὐεσπασιανοῦ; Βούλομαί σοι, ἀγαπητὲ, τὶ διηγήσασθαι, ἀλλὰ μὴ ἀποπηδήσῃς· μᾶλλον δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιμὸς ἐγένετό ποτε, φησὶ, καὶ
20ὁ βασιλεὺς ἐβάδιζεν ἐπὶ τοῦ τείχους· εἶτα γυνὴ προσελθοῦσα ταῦτα φθέγγεται πρὸς αὐτὸν τὰ ῥήματα· Βασιλεῦ, εἶπέ μοι ἡ γυνὴ αὕτη· Ὀπτήσωμέν σου σήμερον τὸν υἱὸν καὶ φάγωμεν, καὶ αὔριον τὸν ἐμόν· καὶ ὠπτήσαμεν, καὶ ἐφάγομεν· καὶ τὸν
25αὐτῆς οὐκέτι ἔδωκε. Τί ταύτης τῆς συμφορᾶς χαλε‐ πώτερον; Πάλιν ἀλλαχοῦ ὁ προφήτης φησί· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι μὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡμεῖς δὲ οὐ πολλῷ μᾶλλον δώσομεν;
30 δʹ. Βούλει καὶ ἑτέρας αὐτῶν ἀκοῦσαι συμφοράς; τὰ Ἰωσήππου ἔπελθε, καὶ μαθήσῃ πᾶσαν ἐκείνην τρα‐ γῳδίαν, ἂν ἄρα σε πείσωμεν ἀπὸ τούτων ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡμεῖς μὴ κολαζόμεθα; ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζε‐
35σθαι, χείρονα ἐκείνων πταίοντας; ἦ δῆλον, ὅτι διὰ τὸ ἀποκεῖσθαι ἡμῖν τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελ‐ φὸν ἀπέκτεινεν ὁ Κάϊν. Δεινὸν μὲν τὸ ἁμάρτημα· πῶς γὰρ οὔ; ἀλλ’ ἔδωκε δίκην, καὶ χαλεπὴν, καὶ
40μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Εἰπὲ οὖν μοι, οὐ τὰ αὐτὰ πράττουσιν
45ἐκείνῳ πολλοὶ καὶ νῦν; ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς ἀδελφὸν, οὐχὶ ταυτὸν εἰργάσω; Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ’ ἑτέρῳ τρόπῳ, ὅταν δυνάμενος λῦσαι λιμὸν, περιίδῃς; Τί οὖν; οὐδεὶς ἐφθό‐ νησε νῦν τῷ ἀδελφῷ; οὐδεὶς περιέβαλε κινδύνοις;

62

.

444

(50)

ἀλλ’ ἐνταῦθα οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ μὲν μὴ νόμων ἀκούσας γραπτῶν μηδὲ προ‐ φητῶν, μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύ‐ την δίδωσι τιμωρίαν· ὁ δὲ ἑτέρως τὰ αὐτὰ δε‐ δρακὼς, καὶ μηδὲ τοσούτοις παραδείγμασι σωφρο‐
55νιζόμενος, ἀτιμώρητος ἔσται; καὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέ‐
ξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε μικρὰ443

62

.

445

αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτομῆς φαυλοτέρα. Εἶτα ὁ μὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ μυρία ἐργασάμενοι πολλάκις παράνομα ἀπῆλθον ἀτι‐ μώρητοι. Ἂν οὖν μὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ
5τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν ἄλλος τις ὁ Χαρμεὶ, ἀνάθημα κλέψας, μετὰ τοῦ γένους ἐλιθάσθη παντός. Τί οὖν; οὐδεὶς ἐξ ἐκείνου ἱερόσυλος γέγονεν; Ὁ Σαοὺλ πάλιν φεισάμενος παρὰ τὸ τῷ
10Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε μὲν οὖν τοῦτο· οὐχὶ μᾶλ‐ λον θηρίων ἀλλήλους κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ οὐδεὶς ἔπεσεν ἐν πολέμῳ. Πάλιν οἱ τοῦ Ἠλεὶ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυμιάματος ἤσθιον,
15δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυμος περὶ παῖδας; οὔτε μοχθηροὶ παῖδες; ἀλλ’ οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα μὴ ᾖ; Πάλιν μυρία ἄν τις ἔχοι καταλέγειν ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ ἡ Σάπφει‐
20ρα, οὐκ ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, παραχρῆμα ἐτιμωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν ὅτι γέεννα ἔστιν, ἢ πλειόνων σοι δεῖ παραδειγμάτων; Οὐκοῦν καὶ ἐπὶ τὰ ἄγραφα ἥξομεν,
25τὰ νῦν ἐν τῷ βίῳ γινόμενα· ἀναγκαῖον γὰρ πάντο‐ θεν ταύτην ἡμῖν συλλεγῆναι τὴν ἔννοιαν, ἵνα μὴ μά‐ την ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας;
30διὰ τί οἱ μὲν φόνων διδόασι δίκας, οἱ δὲ οὔ; Ἄκου‐ σον τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁμαρτίαι πρόδη‐ λοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυ‐ γον ἀνδροφόνοι; πόσοι τυμβωρύχοι; Ἀλλ’ ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζομένους κόλασιν χαλε‐
35πήν; οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασά‐
νοις διηνεκέσιν, οἱ δὲ ἑτέροις μυρίοις δεινοῖς. ὍτανColumn end

62

.

446

οὖν ἴδῃς τὰ αὐτὰ ἐκείνοις τετολμηκότα, ἢ καὶ πολλῷ πλείονα, καὶ μὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁμο‐ λογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασμένους χαλεπῶς, ἐννόει ὅτι ὁ Θεὸς
5προσωπολήπτης οὐκ ἔστι, καὶ ὅτι μυρία ἐργασάμενος κακὰ, οὐδὲν τοιοῦτον πέπονθας, καὶ ἕξεις τὴν ἔν‐ νοιαν τῆς γεέννης. Οὕτω γὰρ ἡμῖν αὐτὴν ὁ Θεὸς ἐγκατ‐ έσπειρεν, ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ μυθολόγοι, καὶ πάντες
10ἁπλῶς ἄνθρωποι, περὶ τῆς ἀνταποδόσεως ἐφιλοσόφη‐ σαν τῆς ἐκεῖ, καὶ ἐν ᾅδου κολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα μῦθοι, ἀλλ’ οὐ τὰ παρ’ ἡμῖν. Ταῦτα οὐχ ἁπλῶς φοβῆσαι βουλόμενος εἶπον, οὐδὲ βαρῦναι τὰς ὑμετέρας ψυχὰς, ἀλλὰ σωφρονίσαι, καὶ
15κουφοτέρας ἐργάσασθαι. Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων ἐγώ. Τί δή‐ ποτε; Ὅτι ὑμῶν μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυ‐ χῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐ‐ θύνας ὑφέξω· ὥστε μάλιστα πάντων ἐμὲ διαφυγεῖν
20ἀδύνατον. Ἀλλ’ οὐκ ἔστι μὴ εἶναι κόλασιν καὶ γέεν‐ ναν. Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξομαι καιρῷ, ἵνα μὴ τοὺς περὶ γεέννης συγχέωμεν λόγους. Τέως δὲ ὅπερ ἐκερ‐
25δάναμεν ἀπὸ τῶν εἰρημένων, μὴ διαῤῥυῇ κέρδος γὰρ οὐ μικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων λόγων μνήμη καθάπερ τι πικρὸν φάρμα‐ κον, πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ὑμῶν ἐνιζάνουσα τῇ διανοίᾳ. Χρώμεθα τοίνυν αὐτῷ,
30ἵνα καθαρὰν καρδίαν ἐντεῦθεν ἔχοντες, οὕτω κατα‐ ξιωθῶμεν ἰδεῖν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· ὧν γέ‐ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ
35Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

445

(38)

ΟΜΙΛΙΑ Θʹ. Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ,
40 οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέ‐ πτης ἐν νυκτὶ, οὕτως ἔρχεται. αʹ. Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον πρὸς τὴν τῶν ἀφανῶν καὶ τῶν κεκαλυμμένων μάθη‐
45σιν, ὡς ἡ τῶν ἀνθρώπων φύσις. Τοῦτο δὲ αὐτῇ συμ‐ βαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμέ‐ νην τὴν διάνοιαν ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ ἀφελέ‐ στεροι οὐ διαλιμπάνουσιν ἀποκναίοντες καὶ τροφέας καὶ παιδαγωγοὺς καὶ πατέρας τῇ πυκνότητι τῶν πεύ‐

62

.

445

(50)

σεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συμβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν. Πολλὰ μὲν οὖν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας
55καιρόν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς τοῦτο πάσχομεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους
προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡμῖν, πότεColumn end

62

.

446

(39)

ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας
40καὶ τῆς συντελείας τοῦ αἰῶνος; μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγον πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ’ οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ
45τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν, οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. Ἄκουσον γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι· Περὶ δὲ τῶν

62

.

446

(50)

χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Διὰ τί μὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί μὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη, ἀλλ’, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ὅτι ἐκείνως μὲν ἂν ἐλύπησε μᾶλλον· οὕτω δὲ παρεμυθήσατο εἰπών. Τῷ γὰρ, Οὐ
55χρείαν ἔχετε, καὶ ὡς περιττὸν, καὶ ὡς ἀσύμφορον, ζητεῖν οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶ‐ μεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ
τριάκοντα, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ445

62

.

447

ἑκάστῳ ἡ συντέλεια τὸ τῆς αὐτοῦ ζωῆς πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέ‐ λους; Ἀλλ’ ὅπερ ἐν τοῖς ἄλλοις πάσχομεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέν‐
5τες, τὰ κοινὰ μεριμνῶμεν λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα μοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάν‐ των φροντίζει μᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν,
10τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην ἐστίν; Ἂν ταύτην καλῶς διάθῃ τὴν τελευτὴν, οὐδὲν παρ’ ἐκείνης πείσῃ δεινόν. Ἔστω πόῤῥω, ἔστω ἐγγύς· οὐδὲν τοῦτο πρὸς ἡμᾶς. Διὰ τοῦτο οὐκ εἶπεν ὁ Χριστὸς, ἐπειδὴ μὴ συνέφερε.
15Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύ‐ ψας, διὰ τί μὴ συνέφερεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς ἀποστόλοις· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ περὶ Πέτρον τὸν κορυ‐
20φαῖον ταῦτα ἤκουσαν, ὡς τὰ μείζονα ἑαυτῶν ζη‐ τοῦντες μαθεῖν. Ναὶ, φησὶν, ἀλλ’ ἐνῆν τὰ τῶν Ἑλ‐ λήνων ἐπιστομίζειν οὕτω στόματα. Πῶς, εἰπέ μοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσμον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειμεν τῆς καταλύ‐
25σεως, ἐπεστομίσαμεν ἂν αὐτῶν τὰ στόματα. Πάνυ γε· τοῦτο γάρ ἐστι τὸ ἐπιστομίζον ἐκείνους, τὸ μα‐ θεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ μαθεῖν πότε κατα‐ λύεται; Εἰ ἐπιστομίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ μὴ πείθονται τούτῳ, οὐδὲ
30ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· οὐχ ἡ κοινὴ μόνον, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην μιμεῖται, ἐπειδὴ ὁμοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ
35ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡμῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν τις ἁμάρτοι συντέλειαν αὐτὸ εἰπών. Ὅταν γὰρ μυρίοι καθ’ ἑκάστην ἡμέραν τελευτῶσι,
40καὶ ἀναμένωσι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπ‐
45εμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ δῆλον ἦν καὶ μὴ ἀπεκέκρυπτο· ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς,

62

.

447

(50)

πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ κατανα‐ λώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτίσματι δι‐ δόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πε‐ πεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειμένου, πολλοὶ χωρὶς φωτίσμα‐
55τος ἀπῆλθον, καὶ οὐδὲ οὗτος αὐτοὺς ὁ φόβος ἐπαίδευσε ζῶντας ἐπιμελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό ποτε σώ‐ φρων; τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν, καὶ ὁ
60τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ μυρία ἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀμυνό‐
μενος.Column end

62

.

448

βʹ. Ἄνθρωπος γὰρ μιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπ‐ εγνωκὼς οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα πε‐ ρικειμένου. Ὁ τοίνυν πεπεισμένος ὅτι πάντως ἀπελ‐ θεῖν δεῖ, καὶ ἀμυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον
5ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Εἴπω τι καὶ τρίτον ἕτερον; Οἱ φιλοζωοῦν‐ τες, καὶ σφόδρα τῶν ἐνθάδε ἐφιέμενοι, ὑπὸ τῆς ἀθυ‐ μίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπί‐
10στατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, μᾶλλον τοιαῦτα γίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων
15οὐ δυνατὸν, ποῖον ἂν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν ἐτῶν, διὰ τοῦτο τοῖς κινδύ‐ νοις ἑαυτοὺς ἐκδιδόατε, εἰδότες ὅτι ἄλλως οὐκ ἔνι ὑμᾶς ἀπελθεῖν. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδο‐
20κῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ πα‐ ραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα τολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ἀπὸ δὲ ὑποδεί‐ γματος τοῦτο ὑμῖν ποιήσω φανερόν· Εἰπέ μοι, εἰ ὁ
25πατριάρχης Ἀβραὰμ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ μισθόν; Τί δὲ, εἰ ὁ Παῦ‐ λος προειδὼς, ὅτι οὐ τεθνήξεται, ὑπερεῖδε τῶν κινδύ‐ νων, ποῦ δὲ καὶ θαυμαστός; Οὕτω γὰρ καὶ ὁ νωθρό‐ τατος εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν
30εὗρε τῆς ἀσφαλείας. Ἀλλ’ οὐχ οἱ τρεῖς παῖδες τοιοῦ‐ τοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν λεγόντων· Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνω‐ στὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν,
35καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυ‐ νοῦμεν. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. Διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳ‐
40θυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται. Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ
45οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλε‐ θρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ

62

.

448

(50)

ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρ‐ όντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπη‐ ρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμε‐
55νοι καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πά‐ λιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου
60(οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ, καὶ οὐ φῶς)· διὰ τοῦτο εἴρηκεν οὕτω. Καὶ ὅρα πῶς αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθω‐
65σαν τοῦ μὴ παραγίνεσθαι τὴν κρίσιν· οὕτω μὲν
οὖν καὶ παραγίνεται. Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι·447

62

.

449

εἰ ὁ Ἀντίχριστος ἔρχεται, καὶ ὁ Ἠλίας ἔρχεται, πῶς ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς
5παρουσίας αὐτῆς. Ἀλλ’ οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται, τοῦ Ἀντιχρίστου λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην φη‐ σὶν, ὅτι σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, ἀλλ’ ὅτι ὁ Χριστὸς οὐχ ἕξει σημεῖον, ἀλλ’ ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ
10ἐφίσταται ἀδήλως· οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα· ἄλλως δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών·
15οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προει‐ δυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὥσπερ γὰρ ἐκείνη παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης
20ἀῤῥήτοις κατασχεθεῖσα πόνοις διακόπτεται ταῖς ὠδῖ‐ σιν· οὕτω καὶ αἱ ψυχαὶ ἐκεῖναι, τῆς ἡμέρας ἐπελ‐ θούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν. Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα
25ὑμᾶς ὡς κλέπτης καταλάβῃ. γʹ. Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί. Καθάπερ γὰρ ἐν νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες ἑαυτούς. Εἰπὲ γάρ μοι, οὐχὶ
30τὴν ἑσπέραν παρατηρεῖ ὁ μοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυμβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ ὡς κλέπτης αὐτοὺς κα‐ ταλαμβάνει; οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν
35ἔχετε γράφεσθαι ὑμῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ’ οὐδενὶ περιβαλεῖ λυπηρῷ. Ἵνα ἡ ἡμέρα, φησὶν, ὡς κλέπτης ὑμᾶς καταλάβῃ. Ἐπὶ γὰρ
40ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ’ ἐκείνους τοὺς καθεύ‐ δοντας πάντων γυμνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ·
45Πάντες γὰρ ὑμεῖς, φησὶν, υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Καὶ πῶς ἔνι, φησὶν, υἱοὺς ἡμέρας εἶναι; Ὡς υἱοὺς ἀπωλείας, ὡς υἱοὺς γεέννης. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν,

62

.

449

(50)

ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποι‐ εῖτε αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος· Δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης πράττον‐ τας, τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ
55οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες, οὕτω καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πράττοντες. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθ‐
60εύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν·Column end

62

.

450

ἡμεῖς δὲ ἡμέρας ὄντες, νήφωμεν. Δείκνυσιν ἐν‐ ταῦθα ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστι. Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ
5μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκεί‐ νης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ’ ἔξεστι διαπαντὸς ἐγρηγο‐ ρέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν, οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.
10Ἀλλὰ γρηγορῶμεν, φησὶ, καὶ νήφωμεν. Ἔξεστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν πράττοντα ἀγα‐ θόν· διὰ τοῦτο ἐπήγαγε, Καὶ νήφωμεν. Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ δὲ, μυρίοις περι‐ πεσεῖται δεινοῖς, Ὥστε γρηγορήσεως ἐπίτασις ἡ
15νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων τῶν κακῶν. Καὶ γὰρ μέθη ψυχῆς
20πλοῦτος, καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι. Διὰ τί δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον μὲν ἀν‐ ενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται, καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ’
25ὀνειράτων ἐστὶ μεστὸς, καὶ ἀτόπων πολλάκις πρα‐ γμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνει‐ ράτων καὶ φαντασίας γέμει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων, τὰ μὲν ὄντα
30καὶ ἀληθῶς ὑφεστῶτα οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα. ὡς ὄντα φαντασιοῦται. Τοιαύτη ἡ κακία ἐστὶ, καὶ ὁ ἐν κακίᾳ βίος· οὐχ ὁρᾷ τὰ ὄντα, τουτέστι, τὰ πνευματικὰ, τὰ οὐράνια, τὰ μένοντα, ἀλλὰ τὰ ῥέον‐ τα καὶ ἀφιπτάμενα καὶ ἀποπηδῶντα ταχέως ἡμῶν.
35Οὐκ ἀρκεῖ δὲ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων, μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργά‐ ζονται. Ὅταν οὖν καὶ ἐγρηγορέναι χρὴ καὶ νήφειν καὶ καθοπλίζεσθαι, ἡμεῖς δὲ ἄοπλοι καὶ γυμνοὶ ὦμεν
40καὶ καθεύδωμεν, τίς κωλύσει ἐκεῖνον πῆξαι τὴν μά‐ χαιραν; Διὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡμῖν δεῖ, ἐπήγαγεν· Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐν‐ δυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης· καὶ περι‐ κεφαλαίαν, ἐλπίδα σωτηρίας. —Πίστεως καὶ ἀγά‐
45πης, φησίν. Ἐνταῦθα βίον μετὰ δογμάτων ὀρθῶν αἰνίτ‐ τεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν, τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ ἀγάπης. Πί‐ στιν οὐ τὴν τυχοῦσάν φησιν, ἀλλὰ τὴν ζέουσαν, τὴν εἰλι‐ κρινῆ, τὴν ἀχειρώτους ποιοῦσαν τοὺς προβεβλημένους

62

.

450

(50)

αὐτήν. Ὥσπερ τὸν θώρακα οὐδὲν ἂν διατέμοι ταχέως, ἀλλ’ ἔστιν ἀφανὲς τειχίον τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμπαγῆναι δυ‐ νήσεται. Ἔνθα γὰρ ᾖ προκατειλημμένη τῷ τῆς
55ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες. Οὔτε γὰρ πονηρία, οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς τοιαύτης ψυχῆς. Οὐχ ἁπλῶς δὲ ἀγάπην εἶπεν, ἀλλ’
60ὡς θώρακα ἰσχυρὸν εἶπεν ἐνδύσασθαι. Εἶτα οὕτως εἰ‐449

62

.

451

πὼν ἐπάγει· Καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ
5ἀφίησι διαπεσεῖν, ἀλλ’ ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν, οὐδὲν τῶν ἔξωθεν εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ’ ἂν μηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία
10ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν
15σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν. δʹ. Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ’ εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν·
20οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ’ εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς
25παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς σῆς σωτηρίας; Ὥστε ἐλπίζειν χρὴ πάντα χρη‐ στά. Οὐδὲ γὰρ, εἰ πρὸς δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν
30ἐπιδεδειγμένον, ὡς τὸν υἱὸν κατασφάξαι, ἐδείσαμεν ἄν. Ἐλπίζωμεν οὖν χρηστὰ καὶ μεγάλα· τὸ γὰρ κεφά‐ λαιον ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπό‐ δειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν,
35φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Καὶ ἀλλαχοῦ πάλιν, Εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν. Ἀλλ’ ἕτε‐ ρον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα
40μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους μὴ δεδοίκατε κἂν ἀποθάνωμεν, ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις ἐνέχυρον ἀσφα‐ λές· οὐκ ἂν, εἰ μὴ σφόδρα ἡμῶν περιεκαίετο, τὸν Υἱὸν
45αὐτοῦ ἔδωκεν. Ὥστε κἂν ἀποθάνῃς, ζήσῃ· καὶ γὰρ καὶ αὐτὸς ἀπέθανεν. Ἄν τε οὖν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ’ αὐτοῦ ζησόμεθα. Ἀδιάφορον τοῦτο ἔχω· οὐδέν μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ’ ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν

62

.

451

(50)

τῆς ζωῆς, πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν δεόντων, οὐδὲν πράττομεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολ‐
55λῆς εἰσιν ἀκαθαρσίας μεσταί· μέμυκεν αὐτῶν τὰ ὄμ‐ ματα, τὸ στόμα συνείληπται, ἀκίνητοι μένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· μᾶλλον δὲ τῶν ταῦτα παθόν‐ των ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ,
ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲColumn end

62

.

452

πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ’ ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυ‐ ρία καθ’ ἑκάστην ἡμέραν λαμβάνει τραύματα, καὶ
5οὐδενὸς αἰσθάνεται, ἀλλ’ ἀναλγήτως πρὸς πάντα διά‐ κειται. Οὐκ ἄν τις ἁμάρτοι τοῖς μεμηνόσιν αὐτοὺς παραβάλλων, τοῖς μεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπω‐ τέρα. Ὁ μαινόμενος ἔχει πολλὴν συγγνώμην παρὰ
10τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν ἡ κακία τῶν νοσημάτων; πόθεν φρενῖτις; πόθεν ὕπνος βα‐
15ρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυ‐ χῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων;
20ἡ πλεονεξία δὲ τῶν ἐν ἡμῖν στοιχείων οὐχὶ ἐξ ἀπροσ‐ εξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμε‐ τρίαν τι τῶν ἐν ἡμῖν ἐξαγάγωμεν, ἀνάπτομεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἁφθείσης, ἐπι‐ μένωμεν καταφρονοῦντες, καθ’ ἑαυτῶν ἐργαζόμεθα
25πυρὰν, ἣν οὐδὲ σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύω‐ μεν, μηδὲ ἐκκόπτωμεν, οὐδὲ ἐφικέσθαι δυνάμεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ μείζων γίνεται τῆς ἡμετέρας ἰσχύος. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε μη‐
30δέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπ‐ ώναντο τῆς πολλῆς φυλακῆς; δι’ ἐκείνου γὰρ τοῦ μι‐ κροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλομένῳ κλέψαι πολ‐ λὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς
35τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων ἐφέστηκε καὶ ἐν‐ εδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ’ ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις ἐσυλή‐
40θημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκή‐ σαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶ‐ μεν, καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσομεν. Ῥυθμίζωμεν ἑαυ‐
45τοὺς πάντοθεν. Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐ‐ θέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡμᾶς δυ‐ νατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν

62

.

452

(50)

ἑκατέρωθεν ἀπειλημμένην, ὁμοῦ δύο πόδας οὐ δεχο‐ μένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται μόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλ‐ μούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν
55ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν. Ἀλλ’ ἑαυτῷ δεῖ προσ‐ έχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, με‐ γάλοι οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός·
60προσέχωμεν μετὰ φόβου, μετὰ τρόμου περιπατῶμεν.
Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐκκέχυται γέλωτι, οὐδὲ451

62

.

453

βαρεῖται μέθῃ, ἀλλ’ ἐν νήψει καὶ προσοχῇ τὴν τοιαύ‐ την ὁδεύει ὁδόν· οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐπιφέ‐ ρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν· οὐδεὶς συμποδίζει τοὺς πόδας
5τοὺς ἑαυτοῦ, ἀλλ’ εὐλύτους ἀφίησιν. εʹ. Ἡμεῖς δὲ μυρίαις φροντίσιν ἑαυτοὺς καταδεσμοῦν‐ τες, καὶ μυρία φορτία βιωτικὰ ἐπιφερόμενοι, κεχη‐ νότες καὶ ἐκκεχυμένοι πῶς τὴν στενὴν προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν
10ἀλλὰ μετὰ θαυμασμοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν πάνυ θαυμαζομένων. Καὶ πάλιν, Τεθλιμμένη, φησὶν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ κα‐ λῶς εἶπε στενή. Ὅταν γὰρ καὶ ῥημάτων καὶ
15ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλομεν εὐ‐ θύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐ‐ τὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύ‐ νοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ, ὡς ὅ γε
20κατατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν μετὰ ἀνέσεως προσδοκάτω τις τὸν οὐρα‐ νὸν ὄψεσθαι· οὐ γὰρ ἔνι. Μηδεὶς μετὰ τρυφῆς ἐλπι‐
25ζέτω τὴν στενὴν ὁδεύειν ὁδόν· οὐ γὰρ δυνατόν. Μη‐ δεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δο‐ ρυφορίαις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυ‐ τὸν, ὡς οὐ μετέχοντα τούτων, ἀλλὰ στέναξον ἐκεῖνον,
30ὅτι τὴν ἀπολλυμένην ὁδεύει ὁδόν. Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ’ ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμε‐ νος, διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήμνων βα‐
35δίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόμενος διὰ μέσης ἕλκοιτο τῆς ἀγορᾶς, τίνα μακαριοῦμεν, τίνα στενάξομεν; οὐ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν, μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν
40σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν. Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ καὶ γελάσονται τὰ παρ’ ἡμῶν λεγόμενα· ἐγὼ δὲ μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ’ οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν ἐχρῆν μάλιστα πενθεῖν· ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ
45θορυβοῦσι. Διὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσε‐ σθαι δίκην, τούτων μὲν οὐδένα λόγον ποιῇ, γαστρί‐ ζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις

62

.

453

(50)

γελᾷς; Ἀλλ’ ἐγώ σε θρηνῶ, τὰ μένοντά σε ἐπιστά‐Column end

62

.

454

μενος κακὰ, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ’ ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀπόληται, οὐχὶ τοὺς μὲν γελῶντας
5ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ, καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας φιλεῖς; Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γελῶντα ἀποστρέφῃ, τῆς δὲ ψυχῆς σοι τεθανατωμένης, τὸν δακρύοντα ἀποστρέφῃ, γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς
10ἡμᾶς διέθηκεν ὁ διάβολος, ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεμίους; Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγο‐ ρήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. Κρίσις ἐστὶ, κόλασίς ἐστιν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων· ὁ Κύ‐
15ριος ἔρχεται ἐν νεφέλαις, Πῦρ ἐνώπιον αὐτοῦ καυ‐ θήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρὰ, φησί· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώ‐ ληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις δυ‐
20σχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι. Εἰ γὰρ λιθαζό‐ μενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμι‐ λεῖν, ἵνα μὴ ἀπατήσαντες ὑμᾶς, αὐτοὶ διχοτομηθῶ‐ μεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος·
25ὁ προστησόμενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοι‐ δὸν ὀφιόδηκτον; Ὅταν ἡμεῖς ἑαυτοὺς μὴ ἐλεήσω‐ μεν, τίς ἐλεήσει, εἰπέ μοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι’ ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; Οὐδαμῶς· πολλῷ μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι,
30καὶ μὴ κατορθώσωμεν, τίς ἡμῶν φείσεται; Οὐδείς. Ἐλεήσωμεν ἑαυτούς· ὅταν εὐχώμεθα τῷ Θεῷ λέγον‐ τες, Ἐλέησόν με, Κύριε, λέγωμεν πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο. Ἐὰν
35ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ’ αὐτοῦ, ἐλεήσει ἡμᾶς ὁ Θεός· ἐὰν δὲ ἑαυτοὺς μὴ ἐλεῶμεν, τίς ἡμῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ’ αὐτοῦ τοῦ Θεοῦ. Πόσοι καθ’ ἑκά‐ στην ἡμέραν προσέρχονται λέγοντες, Ἐλέησόν με, καὶ
40οὐδὲ ἐπιστρέφῃ; πόσοι γυμνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐ‐ δὲν ἄξιον ἐλέου ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώ‐ μεθα ἐλεήμονες· ἵν’ οὕτως εὐαρεστήσωμεν τῷ Θεῷ,
45καὶ ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.453

62

.

455

ΟΜΙΛΙΑ Ιʹ. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κο‐ πιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθαι
5 αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. αʹ. Πολλὰς ἀνάγκη τὸν ἄρχοντα μικροψυχιῶν ἀφορ‐ μὰς ἔχειν· καὶ καθάπερ ἰατρῶν παῖδες πολλὰ λυπεῖν ἀναγκάζονται τοὺς κάμνοντας, καὶ σιτία καὶ φάρμα‐
10κα κατασκευάζοντες, ἡδονὴν μὲν οὐκ ἔχοντα, πολλὴν δὲ τὴν ὠφέλειαν· καὶ καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κά‐ μνοντα ἀπεχθάνηται, ἀλλὰ πρὸς τοὺς προσήκον‐
15τας αὐτῷ καὶ ἐπιτηδείους ἔχει ἡδέως, καὶ πρὸς αὐτὸν δὲ πολλάκις τὸν κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν τῆς φύσεως, ἀπό τε τῶν νόμων τῶν ἔξωθεν μετὰ πολλῆς τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ
20κωλύσων, ἀλλ’ οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι δυνήσε‐ ται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρ‐ χῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως. Ὁ γὰρ ἐλεγχόμενος καὶ ἐπιτιμώμενος, οἷος ἂν ᾖ, πάντως
25τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παρ‐ αινούμενος, καὶ ὁ νουθετούμενος, καὶ ὁ παρακαλού‐ μενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦ‐
30σον τὴν ἄτοπον ἐπιθυμίαν, ὑπότεμε τῆς τρυφῆς μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοι‐ νῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς
35νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν κωλυόμενοι, οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων αἰσχύνην· οὐ φρίττομεν, οὐ δεδοίκαμεν τὸ πρᾶγμα. Διὰ τοῦτο ἄνω καὶ κάτω Παῦλος περὶ τούτων πολλὰ διαλέγεται. Καὶ ὁ μὲν
40Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγ‐ κης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκά‐ θισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν
45λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυ‐ τὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Διὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποι‐

62

.

455

(50)

εῖτε. Πᾶσαν τοίνυν ἐξέκλεισε πρόφασιν τῷ ἀρχο‐ μένῳ ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλε‐ γεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν. Καὶ πρὸς Ἑβραίους δὲ γρά‐ φων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ
55ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγε, τοῦτο
60ἐπήγαγε, μονονουχὶ λέγων, ὅτι Καὶ ὑμῖν ἐπέτρεψα
οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν δι‐Column end

62

.

456

δάσκαλον εἰπεῖν. Τοὺς κοπιῶντας, φησὶν, ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ
5πρὸς ἄνθρωπον, πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται,
10παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν·
15ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέ‐ φεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισ‐ σοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ
20ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ’, ὑπὲρ ἐκπερισσοῦ, ὡσ‐ ανεὶ παῖδες πατέρας. Διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον, δι’ αὐτῶν τῆς βασιλείας ἐπ‐ ετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι’ αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται. Μηδεὶς στα‐
25σιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγα‐ πῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι’ αὐτοῦ τῶν φρικτῶν μυστηρίων ἐπέτυχεν. Εἰπέ μοι, εἰ βουληθεὶς ἰδεῖν τὰ βασίλεια πολλῷ καταλάμποντα τῷ χρυσῷ, καὶ περιαστράπτοντα τῇ τῶν λίθων αἴγλῃ,
30εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐ‐ θέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν ἴσον ἠγά‐ πησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν οὗτος, καὶ οὐ φιλεῖς καὶ περιέπεις; Εἰ γυναῖκα ἔχοις, οὐχὶ
35τὸν προξενήσαντα ποθεῖς πάντων μάλιστα; Οὕτως, εἰ φιλεῖς τὸν Χριστὸν, εἰ φιλεῖς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπίγνωθι διὰ τίνων ἔσχες αὐτήν. Διὰ τοῦτό φησι. Διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς
40ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντ‐ έχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάν‐ τας. βʹ. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται. Νουθε‐ τεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξου‐
45σίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυ‐ μεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττό‐ μενος, ἀπεγνωκὼς ἑαυτοῦ, θρασύτερος γίνεται κατα‐

62

.

456

(50)

φρονῶν· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευά‐ ζειν τὸ φάρμακον. Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ
55ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ
ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ455

62

.

457

φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ’ ἔστι καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτον μὲν, κακία δὲ καὶ αὐτό. Ποῖον τοῦτο; Ἡ μικροψυ‐ χία· καὶ γὰρ καὶ αὕτη ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν.
5Ὁ μὴ φέρων ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρα‐ σμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ
10αὐτήν. Ἀλλ’ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύ‐ εσθαι. Καὶ ἀλλαχοῦ δὲ γράφων ἔλεγε, Τοὺς ἀσθε‐ νοῦντας τῇ πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι. Μακροθυμεῖτε, φησὶ, πρὸς πάν‐
15τας. Τί οὖν; καὶ πρὸς τοὺς ἀτάκτους; Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐν‐ τρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον.
20 Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ μᾶλλον μὴ προ‐ ϋπάρξαντος κακοῦ, ἀποδοῦναι κακόν. Ἀλλ’ ὁ δεῖνα, φησὶ, πονηρός ἐστι, καὶ ἐλύπησε, καὶ πολλά με ἠδί‐
25κησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον. Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε, καὶ εἰς ἀλλή‐ λους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ, ἀλλὰ ἀγα‐
30θοῖς· αὕτη γάρ ἐστιν ὄντως ἄμυνα κἀκείνῳ βλάβην ἔχουσα, καὶ ὠφέλειάν σοι· μᾶλλον δὲ κἀκείνῳ πολ‐ λὴν τὴν ὠφέλειαν, ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν πιστῶν μόνων τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Πάντοτε
35χαίρετε. Τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλῖψιν ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε, ὅσοι λυπηροῖς πράγμασιν· ἀπὸ τούτων γὰρ χαρὰ τί‐ κτεται. Ὅταν γὰρ τοιαύτην ἔχωμεν ψυχὴν, ὥστε μη‐ δένα ἀμύνεσθαι, ἀλλὰ πάντας εὐεργετεῖν, πόθεν, εἰπέ
40μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐερ‐ γεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται ἀνιαθῆναι λοιπόν; Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν ἐθέλωμεν, δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν
45ἔδειξεν· Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κα‐ κόν; Ἀλλ’ ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ

62

.

457

(50)

καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέ‐ νον εἰς τοὺς αἰῶνας. Τί γὰρ, εἰπέ μοι, τοιοῦτον πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ’ οὐδὲν ξένον· θνητὸν γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συν‐ ήντησε χρημάτων; ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπό‐
55κτητα, καὶ ἐνταῦθα μένοντα. Ἀλλ’ ἐπιβουλαὶ καὶ συκοφαντίαι παρ’ ἐχθρῶν; ἀλλ’ οὐχ ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ’ ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ’ ὁ ποιήσας
60κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα ἀμύνεσθαι χρὴ, ἀλλ’ εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; Δι’ ἐκείνου τοῦ ζώου παι‐
δεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶColumn end

62

.

458

γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ αὐτὸ ἡ Γραφὴ λέγουσα·
5Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· ἀλλ’ οὐδὲν αὐτῆς προΐσταται εἰς τὸ μὴ ἀποθανεῖν, ἀλλὰ δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην οὐκ ἐξαιρεῖται ἡ λοιπὴ πλεονεξία ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον
10ἡμᾶς. γʹ. Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, μηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας· μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας εἰς ἀνάγκην καταστήσῃς, οὐδέποτε
15λυμανεῖται, οὔτε προσελεύσεται, οὔτε δήξεται, ἀλλ’ ἀπελεύσεται τὴν οἰκείαν ὁδόν· σὺ δὲ ἄνθρωπος ὢν λογικὸς, τετιμημένος ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ τὸν ἀδελφὸν ἀδικεῖς καὶ κατεσθίεις; Καὶ πόθεν ἀπο‐
20λογήσασθαι δυνήσῃ; οὐκ ἀκούεις Παύλου λέγοντος· Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ’ αὐτοὶ ἀδικεῖτε καὶ ἀποστε‐ ρεῖτε, καὶ ταῦτα ἀδελφούς. Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν
25τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ μοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους; Δῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα μὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον ὑβρίζει, ἀλλ’ ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι’ ἐκείνου τὸν Χρι‐
30στὸν οὐχ ὑβρίζει· Οὐδαμῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων, τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα μὲν βασιλέως ἐπιγείου λιθάζων, ἑαυτὸν καταλεύει, τοῦ δὲ Χριστοῦ τὴν εἰ‐ κόνα ὁ ὑβρίζων (ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ
35ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρημάτων ἐρῶμεν; οὐ παύσομαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν. Μέχρι τίνος οὐ λαμβάνομεν κόρον τῆς ἀπλήστου ταύτης ἐπιθυμίας; τί ἔχει καλὸν τὸ χρυσίον; Ἐκπέπληγμαι ἐπὶ τῷ πράγματι· ὄντως
40γοητεία τίς ἐστι τὸ πρᾶγμα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιμᾶσθαι παρ’ ἡμῖν. Τῶν μὲν οὖν ψυχῶν ἡμῶν οὐδεὶς ἡμῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰ‐ κουμένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος
45ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ παν‐ ωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων διανοίαις ἡ ἐπιθυμία, καὶ τῶν δοκούντων εἶναι ἐν εὐλαβείᾳ. Αἰσχυνώμεθα ἐπὶ τοῖς εὐαγγελικοῖς παρ‐ αγγέλμασι· ῥήματα κεῖται ἐν τῇ Γραφῇ μόνον, ἐπὶ

62

.

458

(50)

δὲ τῶν ἔργων οὐδαμοῦ δείκνυνται. Ἀλλὰ τίς ὁ εὐ‐ πρόσωπος τῶν πολλῶν λόγος; Παιδία ἔχω, φησὶ, καὶ αὐτὸς δέδοικα μήποτε εἰς ἀνάγκην καταστῶ λιμοῦ καὶ ἐνδείας, μήποτε ἑτέρων δεηθῶ· αἰσχύνομαι ἐπαιτεῖν. Διὰ τοῦτο οὖν ἄλλους ποιεῖς ἐπαιτεῖν; Οὐ
55δύναμαι, φησὶ, πεινῇν. Διὰ τοῦτο οὖν ἑτέρους περι‐ βάλλεις λιμῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιμῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν τῶν σῶν. Αἰσχύνῃ πεινῇν, εἰπέ μοι, ἁρπάζειν δὲ οὐκ αἰ‐ σχύνῃ; δέδοικας λιμῷ φθείρεσθαι, ἑτέρους δὲ φθεί‐
60ρειν οὐ δέδοικας; Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύ‐
νην ἔχει, οὐδὲ ἔγκλημα· τὸ δὲ ἑτέρους περιβάλλειν457

62

.

459

τούτοις, οὐκ αἰσχύνην μόνον, ἀλλὰ καὶ κόλασιν ἐπι‐ φέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι,
5κόπτονται δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον περιβάλλονται, ὅσον ἂν εἰ μυρίοις εἶχον καταλεῖψαι παισίν. Οὐκ ἔστι παίδων φροντὶς ἡ ποιοῦσα χρημα‐ τιστικὸν, ἀλλὰ ψυχῆς νόσος. Διὰ ταύτην καὶ οὐκ ἔχον‐ τες παῖδας πολλοὶ μαίνονται διὰ τὰ χρήματα· ἕτεροι
10δὲ ἐν πολυπαιδίᾳ ζῶντες, καὶ τῶν ὄντων καταφρο‐ νοῦσιν· ἐκεῖνοί σου κατηγορήσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Εἰ γὰρ ἡ τῶν παίδων ἀνάγκη πρὸς τὴν τῶν χρημάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυμίαν· εἰ δὲ οὐκ
15ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας, ἀλλ’ ἀπὸ τῆς φι‐ λοχρηματίας μαινόμεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ μετὰ παίδων καταφρονοῦντες χρημάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν παλαιῶν ἐρῶ. Οὐχὶ δώδεκα παῖδας εἶχεν ὁ Ἰακώβ; οὐχὶ τὸν τῶν
20θητευόντων ἔζη βίον; οὐκ ἠδικεῖτο παρὰ τοῦ κηδε‐ στοῦ; οὐχὶ πολλάκις αὐτὸν ἠθέτησε; μὴ ἠνάγκασεν αὐτὸν ἡ πολυπαιδία βουλεύεσθαί τι τῶν μὴ δεόντων; Τί δὲ ὁ Ἀβραάμ; οὐχὶ μετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρους πολλοὺς εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα
25ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι. Διὰ τί; Ὅτι τὸ μὲν ψυχῆς ἐστι
30καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον ἄν τις μυρία πρόοιτο τάλαντα ἑκὼν, καὶ οὐδὲν ἡγήσεται πε‐ πονθέναι δεινὸν, ἢ τρεῖς ὀβολοὺς ἁρπαγεὶς καὶ παρὰ γνώμην, οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία μᾶλ‐
35λον ψυχῆς. Καὶ τοῦτο ὁρῶμεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάμ· Εἶδε γὰρ, φησὶν, τὴν περίχωρον ὁ Λὼτ, καὶ ἦν ποτιζομένη, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατ‐
40ηγορεῖς τῶν παίδων τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡμῖν ὁ Θεὸς ἔδωκε τοὺς παῖδας, ἵνα ἁρπάζω‐ μεν τὰ ἑτέρων. Ὅρα μὴ τὸν Θεὸν παροξύνῃς τοῦτο λέγων. Εἰ γὰρ τοῦτο λέγεις, ὅτι αὐτοί σοι τῆς ἁρπα‐ γῆς γίνονται αἴτιοι καὶ τοῦ χρηματισμοῦ, δέδοικα μὴ
45αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόν‐ των. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκομῶσιν, ἵνα τὴν ἀρετὴν μανθάνωσι παρὰ σοῦ. δʹ. Διὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων γένος οὕτως ἠθέ‐

62

.

459

(50)

λησε συνεστάναι, δύο τὰ μέγιστα κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν ἀγάπην ἐντίκτων. Εἰ γὰρ ἁπλῶς ἔμελλον οἱ ἄνθρωποι γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν. Εἰ γὰρ νῦν πατέρων ὄντων καὶ παίδων καὶ
55ἐκγόνων, πολλοὶ πολλῶν οὐ φροντίζουσι, πολλῷ μᾶλ‐ λον τότε. Διὰ τοῦτό σοι παῖδας δέδωκεν ὁ Θεός· μὴ τοίνυν κατηγόρει τῶν παίδων. Εἰ δὲ οἱ παῖδας ἔχον‐ τες οὐδεμίαν ἔχουσιν ἀπολογίαν, οἱ μὴ ἔχοντες, καὶ κοπτόμενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν
60εἴποιεν λόγον; Ἀλλ’ ἔστι τις καὶ αὐτοῖς λόγος πά‐ σης ἀπολογίας ἀπεστερημένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν παίδων, φησὶν, ἔχωμεν τὸν πλοῦτον ὑπόμνημα. Ὄντως γέλως πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία μνήμη ἀθάνατος γίνεται τῆς δόξης τῆς
65ἐμῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον‐Column end

62

.

460

εξίας σου ἔσται μνήμη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαμπρὰς οἰκίας τοιαῦτα διαλέγονται πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν; καὶ νῦν
5ἐκεῖνος μὲν γέγονε τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέ‐ ρων κλῆρον διέβη. Οὐ τῆς δόξης σου τοίνυν κατα‐ λιμπάνεις μνήμην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ μὲν σῶμά σου κέκρυπται τῇ γῇ, τῆς δὲ πλεονεξίας μνή‐ μην λαθεῖν πλήθει τῶν χρόνων δυναμένην οὐκ ἀφίης,
10ἀλλ’ ἀνακρούεσθαι καὶ ἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυμίαν ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγομένη, πάντως ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι στόματα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν
15τὴν κατηγορίαν; Καὶ ταῦτα μὲν ἐνταῦθα· ἐκεῖ δὲ τί ποιήσομεν, εἰπέ μοι, τοσούτων μὲν ἐνταῦθα γινόμενοι κύριοι, οὐδενὶ δὲ τῶν ὄντων μεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας ἀποδυσόμεθα; Ὁ γὰρ βουλόμενος τὴν πλεονεξίαν ἀποδύσασθαι, οὐκ ὀλίγα
20ἀπὸ πολλῶν δίδωσιν, ἀλλὰ πολλαπλασίονα τῶν ἁρπα‐ σθέντων, καὶ ἵσταται καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα ἀποδίδωμι. Σὺ δὲ ἁρπάζων μυρία τάλαντα, ἂν ὀλίγας δῷς δραχμὰς, καὶ οὕτω δὲ μόλις, τὸ
25πᾶν ἀποδεδωκέναι νομίζεις, καὶ ὡς πλείονα δεδωκὼς διάκεισαι· καίτοι δεῖ αὐτά τε ἀποδοῦναι ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης οὐκ ἐκεῖνα ἀποδοὺς μόνα ἀπολελόγηται, ἀλλὰ πολλά‐ κις μὲν καὶ τὴν ψυχὴν προσέθηκε, πολλάκις δὲ πολ‐
30λαπλασίονα δοὺς διελύσατο, οὕτω καὶ ὁ πλεονέκτης. Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος. Ἐκεῖνος μὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολμήματος ὑποτέμνεται, ὡσ‐
35ανεὶ αἰσχυνόμενος, καὶ δεδοικὼς τὸ ἁμαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυμνῇ τῇ κεφαλῇ κατὰ μέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁμοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαμπάδα, οὐδὲ κιβώτιον ἀνοίγει, οὐδὲ σήμαντρα ἀνα‐
40τρέπει· ἀλλὰ τί; Τὰ τούτων νεανικώτερα ποιεῖ, ὁρών‐ των τῶν ἀδικουμένων, διὰ τῆς θύρας ἐκβάλλει, μετὰ παῤῥησίας πάντα ἀνοίγει, αὐτοὺς ἐκείνους ἀναγ‐ κάζει τὰ αὐτῶν ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερ‐ βολή. Οὗτος ἐκείνων πολλῷ μιαρώτερος, ὅσῳ καὶ
45ἀναισχυντότερος καὶ τυραννικώτερος. Ὁ μὲν γὰρ δόλῳ τι παθὼν, ἀλγεῖ μὲν, πλὴν ἀλλ’ ἔχει παραμυ‐ θίαν οὐ μικρὰν, τὸ κἂν φοβηθῆναι αὐτὸν ἐκεῖνον τὸν ἀδικοῦντα· ὁ δὲ μετὰ τοῦ κακῶς παθεῖν καὶ κατα‐ φρονούμενος, οὐδὲ ἐνεγκεῖν τὴν βίαν δυνήσεται· μεί‐

62

.

460

(50)

ζων γὰρ ὁ γέλως. Εἰπέ μοι, εἴ τις γυναῖκα ἐμοίχευσε λαθὼν, ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς μᾶλλον ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ μὲν γὰρ μετὰ τοῦ κακῶς ποιῆσαι καὶ δι‐ έπτυσεν· ὁ δὲ, εἰ μηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε
55τὸν ἠδικημένον. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ὁ μὲν λάθρα λαβὼν, ταύτῃ τετίμηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπά‐ ζοντες, καὶ πένητες καὶ πλούσιοι· οὐ γὰρ πρὸς τοὺς
60πλουσίους μοι μόνον οὗτος ὁ λόγος, ἀλλὰ καὶ πρὸς
τοὺς πένητας. Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐ‐459

62

.

461

τῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶ πενεστέρους ἀπεμ‐ πολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς. Ὥστε πάντοθεν βούλομαι τὴν ἀδικίαν ἐξ‐
5ελεῖν. Οὐ γὰρ ἐν τῷ μέτρῳ τῶν ἁρπαζομένων καὶ κλεπτομένων, ἀλλ’ ἐν τῇ προαιρέσει τοῦ κλέπτοντος τὸ ἀδίκημα ἵσταται. Ὅτι δὲ οὗτοι μᾶλλόν εἰσι κλέ‐ πται καὶ πλεονέκται, οἱ μηδὲ τῶν μικρῶν καταφρο‐ νοῦντες, οἶδα καὶ μέμνημαι πρὸς ὑμᾶς εἰρηκὼς, εἴ γε
10καὶ ὑμεῖς μέμνησθε. Πλὴν ἀλλὰ μηδὲν ἀκριβολογώ‐Column end

62

.

462

μεθα· ἔστωσαν ὁμοίως τοῖς πλουσίοις καὶ αὐτοί. Παι‐ δεύσωμεν τὴν διάνοιαν λοιπὸν τῶν μειζόνων μὴ ἐπι‐ θυμεῖν, τοῦ πλείονος μὴ ὀρέγεσθαι. Καὶ ἐν μὲν τοῖς οὐρανοῖς μηδέποτε ὅρον ἐχέτω ἡ ἐπιθυμία τοῦ πλείο‐
5νος, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἕκαστος ὀρεγέσθω· ἐπὶ δὲ τῆς γῆς τῆς χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ μηδὲν πλέον ζητείτω, ἵν’ οὕτω δυνησώμεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ,
καὶ τὰ ἑξῆς.Column end

62

.

461

(11)

ΟΜΙΛΙΑ ΙΑʹ. Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξου‐ θενεῖτε. Πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατ‐ έχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέ‐
15 χεσθε. αʹ. Ἀχλύς τις παχεῖα καὶ ζόφος καὶ νεφέλη κατακέ‐ χυται τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἦμεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑμεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς
20ὡς κλέπτης καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν, ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύμα‐ τος τοῦ ἁγίου τὴν χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμ‐
25πρότερον εἰργάσαντο καὶ φαιδρὸν, οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορ‐ νευκὼς, ὡς Γαλάται παρατραπέντες. Διὰ τοῦτο ὁ
30Παῦλος νῦν φησι, Τὸ πνεῦμα μὴ σβέννυτε, τουτ‐ έστι, τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκά‐ θαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου τούτου φωτὸς, ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς,
35καὶ εἰ μηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσματος· ἄν τε γὰρ γήϊνα καὶ τῶν διαῤῥεόντων πραγμάτων κατασκεδάσῃς φροντί‐ δας, ἔσβεσας τὸ πνεῦμα· ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐπελθὼν
40προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε. Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου, οὕτω
45καὶ ἐφ’ ἡμῶν, ὀπή ἐστιν ὀφθαλμὸς καὶ ἀκοή. Μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσβεσε τὸν λύχνον, ἀλλ’ ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόμα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν

62

.

461

(50)

προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεμον. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις, ὅταν καταντικρὺ καὶ ἐπ’ εὐθείας δύο θύραι στήκωσι, καὶ σφοδρὸς ἄνε‐ μος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια μὴ
55γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέμνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι,
τὸ στόμα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐμ‐Column end

62

.

462

(12)

παροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ μὴ δῷς ἀν‐ τίπνοιαν, ἔσβεσας ὅλον τὸ πνεῦμα· ἂν δὲ ἀνοίξῃς, ἀκάθεκτον γίνεται. Μὴ τοίνυν αὐτὸ σβεννύωμεν.
15Ἔστι δὲ πολλάκις καὶ μηδενὸς ἐπικειμένου σβεσθῆναι τὴν φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεημο‐ σύνην μὴ ποιῶμεν, σβέννυται τὸ πνεῦμα. Καὶ γὰρ ἀπὸ ἐλεημοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ μὴ ὄντα παρὰ σοὶ, καὶ
20ἀφίπταται· οὐ μένει γὰρ παρὰ ψυχῇ ἀνελεήμονι. Σβεσθέντος δὲ τοῦ πνεύματος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε πόσοι δαί‐
25μονες ἐν τῷ διαστήματι τούτῳ, πόσα θηρία, πόσα πνευματικὰ τῆς πονηρίας; Ἂν μὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωμεν, οὐδὲν ἡμᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέ‐ σωμεν αὐτὸ, ταχέως ἡμᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡμῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον
30τὴν λαμπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι μὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός. Μὴ τοίνυν σβέσωμεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ
35ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυ‐ ρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν αὐτοῦ ἐστιν, ἐκεῖνο δὲ ἀνάπτει αὐτὸ, ὅπερ αὐτοῦ συγγενές ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς τούτου, εἴ τι ξηρὸν, εἴ τι θερ‐ μὸν, εἴ τι διάπυρον, ἀνάπτει τὴν φλόγα τοῦ πνεύματος.
40Μηδὲν οὖν ψυχρὸν, μηδὲν ὑγρὸν ἐπιφέρωμεν· ταῦτα γὰρ τούτου ἀναιρετικά. Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. Πολλοὶ παρ’ αὐτοῖς, οἱ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς
45γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσματος τού‐ του τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων καὶ τὸ πνεῦμα, ἀλλ’ ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀλη‐ θεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν,

62

.

462

(50)

ἀλλ’ ἀνευθύνως ἑκάτεροι ἔλεγον, ὡς ὁ Ἱερεμίας καὶ ὁ Ἰεζεκιήλ· ἀλλ’ ἐλθόντος τοῦ καιροῦ ἠλέγχθησαν, ἔδωκε καὶ διακρίσεις πνευμάτων. Ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ ἀλλαχοῦ αἰνίττεται λέγων, Μὴ θροεῖσθε μήτε διὰ
55λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦ‐ μα μὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ τὰ ἑξῆς,
Προφητείας, λέγων, μὴ ἐξουθενεῖτε. Ὃ οὖν ἐνταῦθα461

62

.

463

δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδο‐ προφῆται παρ’ ὑμῖν εἰσι, δι’ ἐκείνους καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· μὴ σβέννυτε αὐ‐ τούς· τουτέστι, προφητείας μὴ ἐξουθενεῖτε.
5 βʹ. Ὁρᾷς ὅτι τοῦτό ἐστιν ὅ φησι, Πάντα δοκιμάζετε. Ἐπειδὴ εἶπε, Προφητείας μὴ ἐξουθενεῖτε, ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα, Πάντα, φησὶ, δοκιμάζετε, τὸ δὲ καλὸν κατέχετε, τουτέστι, τὰς ὄντως προφητείας. Ἀπὸ παντὸς εἴδους πονηροῦ
10ἀπέχεσθε· μὴ τούτου ἢ ἐκείνου, ἀλλ’, Ἀπὸ παντός· καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα μετὰ δοκιμασίας δια‐ κρίνητε, καὶ ἐκείνων ἀπέχησθε, καὶ τούτων ἔχησθε. Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς
15μηδὲ ἀνεξετάστως, ἀλλὰ μετὰ ἀκριβείας ἅπαντα πράττωμεν. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιά‐ σαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
20τηρηθείη. Ὅρα διδασκάλου φιλοστοργίαν· μετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τοῖς γράμμασι· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς. Διὰ τοῦτο καὶ ἡμεῖς πρότερον συμβου‐ λεύοντες, τότε τὰς ὑπὲρ ὑμῶν εὐχὰς ποιούμεθα· καὶ
25τοῦτο ἴσασιν οἱ μεμυημένοι. Ἀλλ’ ὁ μὲν Παῦλος εἰκό‐ τως τοῦτο ἐποίει, πολλὴν πρὸς τὸν Θεὸν τὴν παῤῥη‐ σίαν ἔχων· ἡμεῖς δὲ κατῃσχυμμένοι καὶ ἀπαῤῥη‐ σίαστοι ὄντες· ἀλλ’ ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν, πράτ‐ τομεν αὐτὸ, ἀνάξιοι μὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν
30ἐσχάτων μαθητῶν τὸν τόπον ἐπέχειν· ἐπειδὴ δὲ καὶ δι’ ἀναξίων ἡ χάρις ἐνεργεῖ, οὐ δι’ αὐτοὺς, ἀλλὰ διὰ τοὺς μέλλοντας ὠφελεῖσθαι τὰ παρ’ ἑαυτῶν εἰσ‐ φέρομεν. Ἁγιάσαι ὑμᾶς, φησὶν, ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ
35τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦμα τί φησιν ἐνταῦθα; Τὸ χάρισμα. Ἂν μὲν γὰρ ἔχον‐ τες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευ‐ σόμεθα εἰς τὸν νυμφῶνα· ἂν δὲ ἐσβεσμένας, οὐκέτι.
40Διὰ τοῦτό φησιν, Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα· ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μένει. Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ’ ἐκεῖνο. Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην· ἐπειδὴ
45γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν ἐμῶν εὐχῶν τοῦτο γίνεται, ἀλλ’ ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόμενος. Ἀδελφοὶ, προσεύ‐ χεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη!

62

.

463

(50)

Ἀλλ’ ἐκεῖνος μὲν ταπεινοφροσύνης ἕνεκεν, τοῦτο ἔλε‐ γεν, ἡμεῖς δὲ οὐ ταπεινοφροσύνης ἕνεκεν, ἀλλ’ ὠφε‐ λείας πολλῆς, καὶ μέγα τι παρ’ ὑμῶν κερδᾶναι βου‐ λόμενοι, λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν. Εἰ γὰρ καὶ μηδὲν ὠφελῆσθε παρ’ ἡμῶν μέγα μηδὲ θαυ‐
55μαστὸν, ἀλλ’ ὅμως δι’ αὐτὴν τὴν τιμὴν, δι’ αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅμως εἰ καὶ μηδὲν ὠφέληνται παρ’ αὐτοῦ, ἀλλ’ ἐπειδὴ πατὴρ γέγονε, τοῦτο ἴσως προβάλλεται λέγων, Μίαν ὑμῶν ἡμέραν οὐκ ἐκλήθην πατήρ. Διὰ τοῦτο καὶ
60ἡμεῖς λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν· οὐχColumn end

62

.

464

ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος τῶν ὑμε‐ τέρων εὐχῶν. Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάν‐ των ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ’ ὑμῶν ἀπολαύειν εὐ‐
5χῆς. Αἱ εὐθῦναί μοι μείζους ἐγένοντο δι’ ὑμᾶς· οὐκ‐ οῦν καὶ ἡ βοήθεια πλείων παρ’ ὑμῶν. Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλήματι. Βαβαὶ τῆς θερμότητος! βαβαὶ τῆς διανοίας! Ἐπειδὴ φιλή‐ ματι αὐτοὺς ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν,
10δι’ ἑτέρων αὐτοὺς ἀσπάζεται· οὕτω καὶ ἡμεῖς ποιοῦ‐ μεν, ὡς ὅταν λέγωμεν, Φίλησον αὐτὸν ἀντ’ ἐμοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν.
15Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπι‐ στολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο πό‐ θου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον· ἵνα κἀκεί‐ νοις ὦ προσδιαλεγόμενος, φησίν· Ἡ χάρις τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν.
20Καὶ οὐχ ἁπλῶς ἐπιτάττει, ἀλλ’ ὁρκίζων, ἀπὸ θερμῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονή‐ σωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Μέ‐ γαν γὰρ εἶχον τότε φόβον τοῦ πράγματος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς μαστι‐
25ζόμενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐ‐ τοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσ‐ έχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκί‐ σῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυμοῦ. Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ
30μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόν‐ των, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους, καὶ οὐδεὶς προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες, ὅταν πιστὸς τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ μηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶμεν;
35 γʹ. Βούλεσθε ὑμῖν διηγήσωμαί τι πρᾶγμα, ὅπερ καὶ αὐτὸς ἀκήκοα; οὐδὲ γὰρ πλάττων λέγω, ἀλλὰ παρὰ προσ‐ ώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη, μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀν‐ δρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ
40τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐ‐ τὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ’ ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέ‐ σποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέ‐
45ξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλ‐ λαγῆς τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν, ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονά‐

62

.

464

(50)

των ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσ‐ έθηκεν, ὡς τούτῳ πείσουσα μάλιστα, ὅρκον τινὰ φρικω‐ δέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν οὗτος· Οὕτω τὸν
55Χριστὸν ἴδοις ἐν ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς μου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρα‐ κληθεῖσα, φροντίδος τινὸς ἐμπεσούσης βιωτικῆς, οἵα συμβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο. Εἶτα ἄφνω δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστά‐
60του ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὸ πρᾶγμα ἤνυσε. Καὶ κατ’ ἐκείνην τὴν νύκτα ἄφνω τοὺς οὐρα‐ νοὺς εἶδεν ἀνεῳγότας, καὶ αὐτὸν τὸν Χριστόν· εἶδε
δὲ, ὡς δυνατὸν γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως463

62

.

465

ἐφρόντισε τοῦ ὁρκισμοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα μὴ καταφρο‐ νῶμεν τῶν ὁρκισμῶν, μάλιστα ὅταν ὑπὲρ ἀγαθῶν πραγμάτων ἡμᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεημο‐
5σύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένη‐ τες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέ‐ χουσαν· εἶτ’ ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι μὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατ‐ έχειν τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντες
10ὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο μόνον· σὺ δὲ παρατρέχεις, τὸν Δεσπότην ὁρκιζομένη τὸν σόν. Καὶ ἂν μὲν κατὰ τῶν ὀφθαλμῶν ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδη‐ μοῦντος ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί σου ἡ διάνοια καὶ διαθερμαίνῃ·
15ἂν δὲ τὸν Κύριον ὁρκίσῃ, παρατρέχεις. Πολλὰς δὲ οἶδα ἐγὼ, αἳ, τὸν μὲν Χριστὸν ἀκούουσαι, παρέδραμον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύ‐ θησαν, ἐμαλάχθησαν, καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας κατέστησαν τοὺς ἀθλίους, εἰς
20τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήματα καὶ πικρὰ λέγοντες οὐ καθάπτονται τῆς ψυχῆς, ἐπὶ ταύ‐ την ἔρχονται τὴν ὁδὸν, δι’ ἧς μάλιστα τέρπουσι· καὶ τὸν ἐν συμφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιμοῦ ἀγχόμενον ἠνάγκασεν ἡ πολλὴ φαυλότης ἡμῶν κάλλους ἐγκώμια
25λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυματοποιοὺς τοὺς πένητας ἠνάγκα‐ σεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς. Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς
30δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς κυμβαλίζῃ, καὶ σύριγγα ἔχων ᾄδῃ δι’ αὐτῆς τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος γέμοντα, καὶ διὰ τῆς φωνῆς ἀναβοᾷ· εἶτα πολλοὶ περιεστήκωσι, καὶ οἱ μὲν τρύφος ἄρτου, οἱ δὲ ὀβολὸν, οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ
35κατέχωσιν ἐπὶ πολὺ, καὶ τέρπωνται καὶ ἄνδρες καὶ γυναῖκες, τί τούτου χαλεπώτερον; οὐχὶ πολλοῦ στε‐ ναγμοῦ ταῦτα ἄξια; Μικρὰ μέν ἐστι, καὶ νομίζε‐ ται μικρά· μεγάλα δὲ ἐναποτίκτει τοῖς ἤθεσιν ἡμῶν τὰ ἁμαρτήματα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ
40ἡδὺ μέλος, ἐμάλαξε τὴν διάνοιαν, καὶ αὐτὴν ἐκείνην διέφθειρε τὴν ψυχήν. Καὶ ὁ μὲν τὸν Θεὸν καλῶν πέ‐ νης, καὶ ἐπευχόμενος ὑμῖν μυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ’ ὑμῶν· ὁ δὲ ἀντὶ τούτων τὰ νεωτερικὰ ἐπεισάγων, θαυμάζεται. Ὃ δέ με νῦν ἐπεισῆλθεν εἰ‐
45πεῖν πρὸς ὑμᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ μηδαμόθεν ἀλλα‐ χόθεν, ἀπὸ γοῦν τῶν ἐπαιτούντων τῶν διὰ τῶν στε‐ νωπῶν χωρούντων μάθε εὐχαριστεῖν τῷ Δεσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλί‐

62

.

465

(50)

σκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ μὲν λιμῷ φθει‐ ρόμενος, φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ ζῶν,
55ἂν μὴ τὰ πάντων λάβῃς, ὠμὸν λέγεις. Πόσῳ βελτίων ἐκεῖνος; πῶς ἡμᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκά‐ λους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας. Ἔπαθές τι τῶν ἀβουλήτων; ἀλλ’ οὐδὲν τοιοῦτον, οἷον ἐκεῖνος. Ἐξ‐
60εκόπης τὸν ὀφθαλμόν; ἀλλ’ ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; ἀλλ’ ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ’ ἐκεῖνος καὶ τὴν ὑγιείαν τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν μεγάλην; ἀλλ’ οὐδέπω
πρὸς τὸ ἑτέρων δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστη‐Column end

62

.

466

σον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων μὲν αἰτοῦντας, παρ’ ὀλίγων δὲ λαμβά‐ νοντας. Ὅταν ἀποκάμῃς εὐχόμενος, καὶ μὴ λαμβά‐ νῃς, ἐννόησον ποσάκις ἤκουσας πένητός σε καλοῦν‐
5τος, καὶ οὐκ ἐπήκουσας, καὶ οὐκ ἠγανάκτησεν ἐκεῖ‐ νος, οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ μὲν ἀπὸ ὠμότητος τοῦτο ποιεῖς, ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ μὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι’ ὠμότητα μὴ ἀκούων οὐκ ἀξιοῖς ἐγκαλεῖσθαι, τῷ
10δεσπότῃ τοῦ δούλου διὰ φιλανθρωπίαν οὐκ ἀκούοντι ἐγκαλεῖς; Ὁρᾷς πόσον τὸ ἄνισον; πόσον τὸ ἄδι‐ κον; δʹ. Ταῦτα ἐννοῶμεν διαπαντὸς, τοὺς κατωτέρους, τοὺς ἐν μείζοσι συμφοραῖς, καὶ οὕτω δυνησόμεθα εὐ‐
15χαριστεῖν τῷ Θεῷ. Πολλῶν ὁ βίος γέμει τοιούτων ὑποδειγμάτων· ἔχει δὲ διδασκαλίαν οὐ μικρὰν ὁ νήφων καὶ βουλόμενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων. Διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς μαρτυρίοις προκάθηνται τῶν προπυλαίων οἱ
20πένητες, ὥστε ἡμᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέ‐ χεσθαι τὴν ὠφέλειαν. Ἐννόησον γὰρ ὅτι εἰς μὲν βα‐ σίλεια τὰ ἐπὶ γῆς εἰσερχομένων ἡμῶν, οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν· ἀλλὰ ἄνδρες καὶ σεμνοὶ, καὶ λαμπροὶ, καὶ πλουτοῦντες, καὶ συνετοὶ, πανταχοῦ διατρέχου‐
25σιν, εἰς δὲ τὰ ὄντως βασίλεια, τὴν ἐκκλησίαν λέγω, καὶ τοὺς εὐκτηρίους οἴκους τῶν μαρτύρων, δαιμονῶν‐ τες, ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραμ‐ μένοι τὰ μέλη. Τί δήποτε; Ἵνα σὺ παιδεύῃ διὰ τῆς τούτων θέας, πρῶτον μὲν ἵνα, εἴ τινα τῦφον ἔξωθεν
30ἐπισυρόμενος εἰσέλθῃς, εἰς ἐκείνους βλέψας, καὶ ἀπο‐ θέμενος τὸν ὄγκον, καὶ συντρίψας τὴν καρδίαν, οὕτως εἰσέλθῃς, καὶ τῶν λεγομένων ἀκούσῃς (οὐ γὰρ ἔστι μετὰ τύφου προσευχόμενον ἀκούεσθαι)· ἵν’, ὅταν γέροντα ἴδῃς, μὴ ἐπὶ νεότητι μέγα φρονῇς· καὶ γὰρ
35οὗτοι οἱ γέροντες νέοι ἐγένοντο· ἵν’, ὅταν ἐπὶ στρα‐ τείᾳ καὶ δυναστείᾳ βασιλικῇ μέγα κομπάζῃς, ἐννοή‐ σῃς ὅτι ἐκ τούτων εἰσὶ καὶ οἱ λαμπροὶ γενόμενοι ἐν ταῖς βασιλικαῖς αὐλαῖς· ἵν’, ὅταν ἐπὶ ὑγείᾳ σώματος θαῤῥῇς, τούτοις προσέχων καταστείλῃς σου τὸ φρό‐
40νημα. Καὶ γὰρ ἐνταῦθα συνεχῶς εἰσιὼν, ὁ μὲν ὑγιαίνων οὐ μέγα φρονήσει ἐπὶ ὑγείᾳ σώματος· ὁ δὲ κάμνων, λήψεται παραμυθίαν οὐ τὴν τυχοῦσαν. Οὐ διὰ τοῦτο δὲ μόνον ἐνταῦθα παρακάθηνται, ἀλλ’ ἵνα σε καὶ ἐλεήμονα ποιήσωσι, καὶ πρὸς ἔλεον ἐπικαμ‐
45φθῇς, ἵνα θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γὰρ ὁ Θεὸς οὐκ ἐπαισχύνεται αὐτοὺς, ἀλλ’ ἐν τοῖς προ‐ πυλαίοις αὐτοῦ ἔστησε, πολλῷ μᾶλλον σύ· ἵνα μὴ μέγα φρονῇς ἐπὶ τοῖς βασιλείοις τοῖς ἐπὶ τῆς γῆς. Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούμενος· κἂν προσέλθῃ,

62

.

466

(50)

κἂν τὰ γόνατα κατέχῃ, μὴ ἀποσείσῃ· κύνες γάρ εἰσιν οὗτοί τινες θαυμαστοὶ τῶν αὐλῶν τῶν βασιλικῶν. Οὐ γὰρ ἀτιμάζων αὐτοὺς κύνας ἐκάλεσα, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· τὴν αὐλὴν φυλάττουσι τὴν βασιλικήν· θρέψον τοίνυν αὐτούς· ἡ γὰρ τιμὴ
55εἰς τὸν βασιλέα ἀναβαίνει. Ἐκεῖ πάντα τῦφος, ἐν τοῖς βασιλείοις λέγω τοῖς ἐπὶ τῆς γῆς, ἐνταῦθα πάντα ταπεινοφροσύνη. Ὅτι οὐδὲν τὰ ἀνθρώπινα ἀπ’ αὐτῶν μάλιστα τῶν προπυλαίων μανθάνεις· ὅτι οὐ τέρπεται πλούτῳ Θεὸς, ἀπ’ αὐτῶν τῶν προκαθημένων διδάσκῃ.
60Ἡ γὰρ τούτων καθέδρα καὶ ἡ συλλογὴ μονονουχὶ παραίνεσίς ἐστι, πρὸς τὴν τῶν ἁπάντων ἀνθρώπων φύσιν φωνὴν ἀφιεῖσα λαμπρὰν, καὶ λέγουσα, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, ὅτι σκιὰ καὶ καπνός.
Εἰ καλὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πένητας προεκάθισεν465

62

.

467

ὁ Θεὸς τῶν οἰκείων προθύρων. Εἰ δὲ προσίεται καὶ πλουτοῦντας, μὴ θαυμάσῃς· οὐ γὰρ διὰ τοῦτο προσ‐ ίεται, ἵνα μένωσι πλουτοῦντες, ἀλλ’ ἵνα ἀπαλλαγῶσι τοῦ ὄγκου· ἄκουσον γὰρ τί φησιν αὐτοῖς ὁ Χριστός·
5Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμωνᾷ· καὶ πάλιν, Δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασι‐ λείαν τῶν οὐρανῶν· καὶ πάλιν, Εὐκοπώτερόν ἐστι κάμηλον διὰ ῥαφίδος τρυπήματος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὰ
10ταῦτα δέχεται τοὺς πλουσίους, ἵνα ταῦτα ἀκούσωσι τὰ ῥήματα, ἵνα τὸν αἰώνιον ποθήσωσι πλοῦτον, ἵνα ἐπιθυμήσωσι τῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τί θαυμάζεις εἰ εἰς τὰ πρόθυρα αὐτοῦ οὐκ ἀπαξιοῖ τοὺς τοιούτους καθίζειν; ἐπὶ γὰρ τὴν τράπεζαν αὐτοῦ τὴν πνευμα‐
15τικὴν οὐκ ἀπαξιοῖ καλεῖν αὐτοὺς, καὶ μεταδοῦναι τῆς εὐωχίας ἐκείνης· ἀλλ’ ὁ κυλλὸς καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουρ‐ γίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς
20ἔχοντι, ἔρχεται τῆς τραπέζης μεθέξων, καὶ ἀξιοῦται τῆς εὐωχίας τῆς πνευματικῆς, καὶ τῶν αὐτῶν ἑκά‐ τεροι ἀπολαύουσι, καὶ οὐδεμία ἐστὶ διαφορά. εʹ. Εἶθ’ ὁ μὲν Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν μετὰ τοῦ βασιλέως· ὁμοῦ γὰρ ἀμφό‐
25τεροι καλοῦνται· σὺ δὲ ἴσως ἀπαξιοῖς καὶ ὀφθῆναι, διδοὺς πένησιν, ἢ καὶ προσδιαλεγόμενος; Βαβαὶ τῆς ἀπονοίας καὶ τοῦ τύφου! Ὅρα μὴ τὰ αὐτὰ πάθωμεν τῷ ποτε πλουσίῳ. Ἀπηξίου ἐκεῖνος κἂν ἰδεῖν τὸν Λά‐ ζαρον, καὶ ὀροφῆς αὐτῷ οὐ μετέδωκεν οὐδὲ στέγης, ἀλλ’
30ἦν ἔξω παρὰ τὸν πυλῶνα ἐῤῥιμμένος, ἀλλ’ οὐδὲ ῥημά‐ των ἠξιώθη τῶν παρ’ ἐκείνου. Ἀλλ’ ὅρα πῶς ἐν ἀνάγ‐ κῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν. Εἰ γὰρ οὓς ὁ Χριστὸς οὐκ ἐπαισχύνεται, τού‐
τους ἡμεῖς ἐπαισχυνόμεθα, τὸν Χριστὸν ἐπαισχυνόμε‐Column end

62

.

468

θα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόμενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν, ἀναπήρων· διὰ τούτων παρα‐ γίνεται ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα μὴ νομίσῃς ὅτι ἐμὸν τὸ ῥῆ‐
5μα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, ἵνα μὴ γελά‐ σῃς, ἀλλ’ ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖ‐ πνον, φησὶ, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μήτε γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικα‐
10λέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα· ἀλλ’ ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ μείζων ἐν‐
15ταῦθα γίνεται, εἴ γε ταύτης ἐρᾷς. Ἐξ ἐκείνων μὲν γὰρ φθόνος καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος μή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν μείζους οἱ καλούμενοι ὦσι, δεδοικὼς τὴν παρ’ αὐτῶν μέμψιν καὶ
20τὰ στόματα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ’ ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, μεθ’ ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαμπροτέρα ἡ δόξα, μεῖζον τὸ θαῦμα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες. Εἰ δὲ ἀπιστεῖς, πείρασον σὺ ὁ
25πλουτῶν, ὁ στρατηγοὺς καὶ ἡγεμόνας καλῶν· κάλεσον καὶ πένητας, καὶ ἀπὸ τούτων τὴν τράπεζαν πλήρωσον, ἂν μὴ παρὰ πάντων κροτηθῇς, ἂν μὴ παρὰ πάντων φιληθῇς, ἂν μὴ πάντες ὡς πατέρα ἕξωσιν. Ἐκείνων μὲν γὰρ τῶν δείπνων κέρδος οὐδὲν, ὑπὲρ τούτων δὲ
30οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πα‐ τρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.467