TLG 2062 161 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ad Colossenses (homiliae 1–12)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ad Colossenses (homiliae 1–12)

Citation: Vol — pg — (ln)

62

.

299

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΙΩΑΝΝΟΥ,
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
4tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
5tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ ΕΠΙΣΤΟΛΗΝ.
6ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε‐ λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν
10 Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα‐ τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς
15Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παρ‐ οῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων ἔλεγε· Διὸ καὶ δέδεμαι, ἵνα φανε‐ ρώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι. Ἐκείνην
20μὲν γὰρ οὐδέπω ἰδὼν Ῥωμαίους ἔγραφε, ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύ‐ της, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ
25αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν. Διὸ καὶ θαῤῥούντως λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κη‐
30ρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρα‐ νόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. Ταύτης οὖν ὑστέραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ
ἤδη σπένδομαι. Τῆς μὲν οὖν πρὸς ΦιλιππησίουςColumn end

62

.

300

(6)

ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ γὰρ φαίνεται ἀρχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν τῇ Ῥώμῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφα‐
10γὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ χαίρωμεν. Ἐν‐
15ταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γρά‐ φων φησὶ, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ. Δοκεῖ μοι οὗτος ἐγ‐ κεχειρίσθαι τινὰ τῆς Ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωμαίους, οὔτε Ἑβραίους, ἡνίκα
20ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ μὲν ἐκείνων πολλα‐ χοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν
25παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν γὰρ, φησὶν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν,
30Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς
ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με.299

62

.

301

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν. Τίς οὖν ἐστιν αὕτη; Δι’ ἀγγέλων προσήγοντο τῷ Θεῷ, παρατηρήσεις εἶχον πολλὰς καὶ
5Ἰουδαϊκὰς καὶ Ἑλληνικάς. Ταῦτ’ οὖν διωρθοῦται. Διὰ τοῦτο καὶ ἀρχόμενός φησι, Διὰ θελήματος Θεοῦ. Ἰδοὺ πάλιν τὸ, Διὰ, τέθεικε. Καὶ Τιμόθεος ὁ ἀδελ‐ φὸς, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς
10ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελ‐ φοῖς ἐν Χριστῷ. Πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν
15πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης. Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ μοι, μυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῖν; πόθεν ἡ εἰρή‐
20νη; Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. Πρὸς τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ, πόθεν ὁ Θεὸς Πατὴρ τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἱὸν τοῦ Θεοῦ; Ὁ
25ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος. βʹ. Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστή‐ ρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. Ἀλλ’ ἀδιά‐
30φορον τῷ Παύλῳ οὕτω ταῦτα τιθέναι. Εὐχαριστοῦ‐ μεν τῷ Θεῷ τῷ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνα‐ τιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λό‐ γον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ διὰ
35τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐ‐ χῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω, Τοῦ Κυρίου ἡμῶν, εἰπὼν, ἐνταῦθα, Ἰησοῦ Χριστοῦ
40λέγει. Αὐτός ἐστι Κύριος, φησίν· οὐχ, οἱ δοῦλοι Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα σύμβολα τῆς εὐεργε‐ σίας· Αὐτὸς γὰρ, φησὶ, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πί‐ στιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην
45τὴν εἰς πάντας τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐ‐ τούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέμ‐ πει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ, ἐκεῖνον παρ’ ἑαυ‐ τῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησὶ, τὴν εἰς πάν‐ τας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ

62

.

301

(50)

εἰς ἡμᾶς. Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς. Τὰ μέλλοντα, φησὶν, ἀγαθά. Τοῦτο πρὸς τοὺς πειρασμοὺς, ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν;
55χαίρομεν, φησὶν, ὅτι μεγάλα ἑαυτοῖς προξενεῖτε
ἐν τοῖς οὐρανοῖς. Διὰ τὴν ἐλπίδα, φησὶ, τὴν ἀπο‐Column end

62

.

302

κειμένην. Τὸ ἀσφαλὲς ἔδειξεν. Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας. Ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετ‐ έστησαν. Ἣν προηκούσατε, φησὶν, ἐν τῷ λόγῳ
5τῆς ἀληθείας τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν μαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγματος, ἀλλ’ εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναμιμνήσκων αὐ‐ τοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ πρῶτον ἐπαινέ‐
10σας αὐτοὺς, οὕτω τούτων ἀναμιμνήσκει. Τοῦ παρ‐ όντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶ, καὶ ἀπέστη, ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ μάλιστα οἱ πολλοὶ
15ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στη‐ ρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Πανταχοῦ, φησὶ, πάρεστι, πανταχοῦ κρατεῖ, πανταχοῦ ἕστηκε. Καὶ ἔστι καρποφο‐ ρούμενον, καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν.
20Καρποφορούμενον διὰ τὰ ἔργα, αὐξανόμενον τῷ πολ‐ λοὺς παραλαμβάνειν, τῷ μᾶλλον στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηρι‐ χθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑμῖν. Προκαταλαμβά‐ νει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκον‐
25τα ἀποστῆναι. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε. Τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσα‐ τε, καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε τοὺς καρ‐ πούς. Ἀφ’ ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ,
30φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο τοίνυν λέγει, Καρποφορούμενον· ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα ὅτι ἅμα ἐδέξασθε, ἅμα ἔ‐ γνωτε τὴν χάριν τοῦ Θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδει‐ ξάμενον τὴν οἰκείαν δύναμιν πῶς οὐ χαλεπὸν νῦν ἀπι‐
35στεῖσθαι; Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν. Τοῦτον εἰκὸς ἐκεῖ κε‐ κηρυχέναι· ἐμάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς, φησὶ, Τοῦ συνδούλου ἡμῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ
40καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύ‐ ματι. Μὴ ἀμφιβάλλετε, φησὶ, περὶ τῆς μελλούσης ἐλπί‐ δος· ὁρᾶτε τὴν οἰκουμένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑμῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν χάριν
45τοῦ Θεοῦ ἐν ἀληθείᾳ· τουτέστιν, ἐν τοῖς ἔργοις. Ὥστε δύο ταῦτα τὰ μέλλοντα βεβαιοῦται, τό τε πάν‐ τας πιστεῦσαι, τό τε καὶ ὑμᾶς· καὶ οὐκ ἄλλα μὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησὶ, πιστός· τουτέστιν, ἀληθής. Πῶς δὲ, Ὑπὲρ ὑμῶν

62

.

302

(50)

διάκονος; Τῷ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ δηλῶσαι ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι· τουτ‐ έστι, τὴν πνευματικήν· τὴν εἰς ἡμᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ ἀγγέλων λέγετε προσ‐ άγεσθαι; Ὁ καὶ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν
55ἀγάπην ἐν Πνεύματι. Αὕτη γὰρ θαυμαστὴ καὶ βε‐ βαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνομα ἀγάπης ἔχουσι μόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ’ οὐ φιλία τοῦτο· διὸ καὶ εὐδιάλυτος γίνεται.
γʹ. Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ301

62

.

303

τέως τὰς μὲν αἰσχρὰς παρήσομεν· οὐδεὶς γὰρ ἡμῖν ὑπὲρ ἐκείνων ἀντερεῖ, ὡς πονηρῶν οὐσῶν· ἀλλ’, εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς μέσον παραγάγωμεν. Βιωτικαὶ μὲν οὖν εἰσιν αὗται· οἷον εὖ
5ἔπαθέ τις, ἀπὸ προγόνων ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁμότεχνος γέγονεν· αὕτη μὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαὶ, οἷον πατρὸς πρὸς υἱὸν, υἱοῦ
10πρὸς πατέρα, ἀδελφοῦ πρὸς ἀδελφὸν, πρὸς ἔγγονον πάππου, μητρὸς πρὸς τέκνα· εἰ δὲ βούλεσθε, προσ‐ θῶμεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαμικαί εἰσι βιωτικαὶ καὶ γήϊναι. Αὗται μὲν οὖν ἐκείνων εἶναι δοκοῦσι σφοδρότεραι· δοκοῦσι
15δὲ, εἶπον, διὰ τὸ πολλάκις ὑπ’ ἐκείνων ἡττηθῆναι. Καὶ γὰρ φίλοι ἀλλαχοῦ γνησιώτερον ἐφάνησαν ἀδελ‐ φῶν διακείμενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ μὲν γεννηθεὶς οὐκ ἐβοήθησεν, ὁ δὲ μὴ γνοὺς αὐτὸν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευματικὴ ἀγάπη
20πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις βασίλισσα τῶν ἰδίων κρατοῦσα, καὶ λαμπρὸν ἔχει τὸ σχῆμα· οὐδὲν γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνή‐ θεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ’ ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυμάζεις, εἰ εὐερ‐
25γεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν ἀνατρέπεται; Ὅτι δὲ αὕτη μεί‐ ζων ἐκείνης ἐστὶν, ἄκουσον Παύλου λέγοντος· Ηὐχό‐ μην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Τίς ἂν τοῦτο ηὔξατο πατὴρ,
30ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος·
35Ἀπορφανισθέντες γὰρ ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα μὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν φιλίαν, ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἰσχυρὸν, ὡς ὁ τοῦ Πνεύματος δε‐
40σμός. Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας δια‐ κοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν μάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυ‐
45σεν· ὁ υἱὸς, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύματος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ μηδὲ ἐκ τούτων συνέστη· οὔτε χρόνος, οὔτε μῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι, οὐ

62

.

303

(50)

θυμὸς, οὐχ ὕβρις, οὐκ ἄλλο οὐδὲν ἐπεισέρχεται, οὐδὲ δύναται αὐτὴν διαλῦσαι. Καὶ ἵνα μάθῃς, ἐλιθάζετο ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν ἠξίου. Τίς ἂν τοῦτο εἰρ‐ γάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος, ἀλλ’ οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ μεταδιώκωμεν τὰς
55φιλίας τὰς ἀπὸ τοῦ πνεύματος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· μὴ τὰς ἀπὸ τῶν τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόμεθα ταύτας εἰσάγειν. Ἄκουσον γὰρ τοῦ Χρι‐ στοῦ λέγοντος ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς
φίλους σου, μηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιή‐Column end

62

.

304

σῃς δοχὴν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπή‐ ρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων μισθός. Ἀλλ’ οὐ δύνασαι, οὐδὲ ἀνέχῃ μετὰ χωλῶν καὶ τυ‐ φλῶν ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο,
5καὶ παραιτῇ; Μάλιστα μὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ’ οὐκ ἔστιν ἀνάγκη· κἂν μὴ συγκαθίσῃς αὐτοὺς μετὰ σοῦ, τὰ ἐδέσματα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς τραπέζης. Καὶ γὰρ ὁ φίλους καλῶν, οὐδὲν μέγα ἐποί‐ ησεν· ἀπέλαβε γὰρ ἐνταῦθα τὸν μισθόν· ὁ δὲ ἀνά‐
10πηρον καλῶν καὶ πένητα, ἔχει τὸν Θεὸν ὀφειλέτην. Μὴ τοίνυν ἀσχάλλωμεν, ὅταν μὴ ἐνταῦθα ἀπολάβω‐ μεν, ἀλλ’ ὅταν ἐνταῦθα ἀπολάβωμεν· ἐκεῖ γὰρ οὐκ‐ έτι ἀποληψόμεθα. Ὁμοίως, ἂν ἄνθρωπος ἀποδῷ, Θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος μὴ ἀποδῷ, τότε
15ἀποδώσει Θεός. Μὴ τοίνυν ἐκείνους ζητῶμεν εὐερ‐ γετεῖν τοὺς ἀνταποδοῦναι ἡμῖν δυναμένους, μηδὲ ἐπὶ τοιαύταις αὐτοὺς ἐλπίσιν εὐεργετῶμεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, μέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλομένων
20ταχύτερον ἢ τῶν καιρῶν δαπανᾶται φιλία· τὸν μέν‐ τοι πένητα καὶ ἀνάπηρον ἂν καλέσῃς, οὐδέποτε ἀπο‐ λεῖται ἡ χάρις· τὸν γὰρ πάντοτε μνημονεύοντα Θεὸν, καὶ οὐδέποτε ἐπιλανθανόμενον, ἔχεις αὐτὸν ὀφειλέτην. Πόσης δὲ καὶ βλακείας, εἰπέ μοι, τὸ
25μὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκά‐ θαρτός ἐστι, φησὶ, καὶ ῥυπαρός. Καὶ λοῦσον αὐτὸν, καὶ ἀνάγαγε ἐπὶ τράπεζαν τὴν σήν. Ἀλλ’ ἱμάτια ἔχει ἐῤῥυπωμένα; Καὶ ἄμειψον, καὶ δὸς καθαρὰν στολήν.
30 δʹ. Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι’ αὐτοῦ παραγίνεται, καὶ σὺ ὑπὲρ τούτου μικρολογῇ; τὸν βα‐ σιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ μὲν ἐκ τούτων πεπληρώσθω, καὶ ἐχέτω τυφλοὺς, χωλοὺς, κυλλοὺς
35τὴν χεῖρα, τὸ σκέλος πεπηρωμένους, ἀνυποδέτους, ἕνα περικειμένους χιτωνίσκον, καὶ τοῦτον ἐκτετριμ‐ μένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπ‐ άρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους ἱμάτια πο‐ λυτελῆ καὶ ὀθόνας λεπτὰς, ἐζωσμένους χρυσᾶς ζώνας.
40Πάλιν ἐνταῦθα ἐν τῇ τῶν πενήτων τραπέζῃ μήτε ἄρ‐ γυρος ἔστω, μήτε οἶνος πολὺς, ἀλλ’ ὁ ἀρκῶν καὶ εὐ‐ φρᾶναι δυνάμενος· τὰ δὲ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω μόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω μὲν σκεύη τὰ πάντα ἐξ
45ἀργύρου καὶ χρυσοῦ, καὶ μηδὲ εἷς φερέτω τὸ ἡμι‐ κύκλιον, ἀλλὰ δύο νεανίαι μόλις αὐτὸ κινείτωσαν· ἔστω δὲ καὶ φιάλη ὑπόχρυσος σταθμὸν ἡμιτάλαντον ἕλκουσα, ὡς δύο νεανίας μόλις αὐτὴν κινεῖν, καὶ οἱ ἀμφορεῖς κείσθωσαν ἐφεξῆς πολλῷ ἄμεινον τοῦ ἀρ‐

62

.

304

(50)

γύρου ἀπολάμποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡμι‐ κύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον. Πά‐ λιν ἐνταῦθα μὲν ἔστωσαν διάκονοι πολλοὶ, τῶν ἀνα‐ κειμένων οὐχ ἧττον κεκοσμημένοι τοῖς ἱματίοις, καὶ ἐν‐ δεδυμένοι λαμπρῶς, καὶ ἀναξυρίδας ἔχοντες, καλοὶ
55μὲν ἰδεῖν, αὐτὸ ἄγοντες τῆς ἡλικίας τὸ ἄνθος, σφρι‐ γῶντες καὶ εὐσωματοῦντες· ἐκεῖ δὲ δύο μόνοι ἔστω‐ σαν διάκονοι, πάντα τὸν τῦφον τοῦτον πεπατηκό‐ τες· καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ
τοσαῦτα ὅσα σβέσαι τὸν λιμὸν, καὶ εὐφροσύνης ἐμπλῆ‐303

62

.

305

σαι. Ἆρα εἶπον ἀρκούντως; καὶ μετὰ ἀκριβείας κατ‐ εσκευασμέναι ἀμφότεραί εἰσιν αἱ τράπεζαι; μή τι ἐνδεῖ; Ἐγὼ μὲν οὐκ οἶμαι· καὶ γὰρ τοὺς κεκλημέ‐ νους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν καὶ τῶν σκευῶν
5καὶ τῶν στρωμάτων καὶ τῶν ἐδεσμάτων. Πλὴν ἀλλὰ, καὶ εἴ τι παρελίπομεν, ἐπεξαγαγόντες τὸν λόγον εὑ‐ ρήσομεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς ἡμῖν ἀπέλαβε σχῆμα ἑκάστη τράπεζα, ἴδωμεν ποῦ ὑμεῖς κατακλιθήσεσθε. Ἐγὼ μὲν γὰρ ἐπ’ ἐκείνην ἄπειμι
10τὴν τῶν τυφλῶν, τὴν τῶν χωλῶν· ὑμῶν δὲ τάχα οἱ πλείους ταύτην αἱρήσονται, τὴν τῶν στρατηγῶν, τὴν φαιδρὰν καὶ λαμπράν. Ἴδωμεν οὖν ποία πλείο‐ νος γέμει τῆς ἡδονῆς· μήπω γὰρ τὰ μέλλοντα ἐξ‐ ετάσωμεν· ἐν ἐκείνοις μὲν γὰρ αὕτη κρατεῖ ἡ ἐμή.
15Διὰ τί; Ὅτι αὕτη μὲν ἔχει τὸν Χριστὸν ἀνακείμενον, ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν Δεσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ μήπω ταῦτα, ἀλλ’ ἴδωμεν ποία πλείονα ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο μὲν οὖν πλείων αὕτη ἡ ἡδονή· τὸ γὰρ μετὰ βασι‐
20λέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ μετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωμεν, αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐκοῦν ἐγὼ, καὶ οἱ σὺν ἐμοὶ ταύτην ἑλόμενοι τὴν τράπεζαν, μετὰ πολλῆς τῆς ἐλευθερίας καὶ τῆς θυμηδίας καὶ ἐροῦμεν ἅπαντα, καὶ
25ἀκουσόμεθα· ὑμεῖς δὲ τρέμοντες καὶ δεδοικότες, καὶ τοὺς ἀνακειμένους αἰδούμενοι, οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον, ἀλλ’ οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέ‐ μοντες. Ἀλλ’ οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τι‐
30μῆς, φησὶ, μεγάλα. Καὶ μὴν ἐγὼ ἐν πλείονί εἰμι τιμῇ· ὑμῶν μὲν γὰρ ἡ εὐτέλεια μείζων φαίνεται, ὅταν καὶ τῆς αὐτῆς τραπέζης κοινωνοῦντες, δούλων προβάλλησθε ῥήματα. Καὶ γὰρ ὁ δοῦλος τότε μά‐ λιστα φαίνεται, ὅταν μετὰ τοῦ δεσπότου κατακείμε‐
35νος ᾖ. Ἐκεῖνος μὲν γὰρ, ἔνθα μὴ προσῆκεν αὐτῷ, γίνεται, οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως ἔχων σεμ‐ νότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπει‐ νοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ’ ἑαυτὸν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ’ ἑαυτὸν,
40μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινὸν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινὸν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον. Οὕτω καὶ ὑμᾶς εὐτελεστέρους δείκ‐ νυσι τὸ μετ’ ἐκείνων ἀνακεῖσθαι, ἀλλ’ οὐχ ἡμᾶς.
45Δύο μὲν οὖν τούτοις πλεονεκτοῦμεν, τῇ τε ἐλευ‐ θερίᾳ, καὶ τῇ τιμῇ, ὧν οὐδὲν ἴσον εἰς ἡδονῆς λό‐ γον ἐστί. Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλα‐ βεῖν μετ’ ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας. Κρεῖσσον γὰρ, φησὶ, ξενισμὸς λαχάνων

62

.

305

(50)

πρὸς φιλίαν καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης μετ’ ἔχθρας. Ὃ γὰρ ἂν εἴπωσιν ἐκεῖνοι, ἀνάγκη τοὺς παρόντας ἐπαινεῖν, ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγμένους, μᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς μὲν γὰρ εἰ καὶ μετ’ αἰσχύνης καὶ τοῦ
55ὑβρίζεσθαι, ὅμως μέτεστι παῤῥησίας· ὑμῖν δὲ οὐδὲ τούτου. Ἀλλ’ ἡ μὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιμὴ οὐκέτι. Οὐκοῦν πάσης μὲν ἡδονῆς ἀπεστέρηται ἡ τράπεζα ἐκείνη, πάσης
δὲ αὕτη γέμει θυμηδίας.Column end

62

.

306

εʹ. Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσμάτων τὴν φύσιν ἐξε‐ τάσωμεν. Ἐκεῖ μὲν γὰρ ἀνάγκη καὶ μὴ βουλομένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι μὴ βουλόμενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ μὲν
5τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προ‐ λαβοῦσα ἀτιμία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησμονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιμοῦ τὰ σώματα ἡμῖν ἡ πλη‐ σμονὴ διαφθείρει καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώ‐ τερον· καὶ ὃν ἂν θέλῃς μοι δοῦναι, εὐκολώτερον αὐ‐
10τὸν διαῤῥηγνύω τῇ πλησμονῇ, τοῦ λιμοῦ. Ὄντως γὰρ τοῦτο ἐκείνου φορητότερον· ὅτι λιμὸν μὲν ἄν τις καὶ εἴκοσιν ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μό‐ νας· καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν·
15ταύτην δὲ, τὴν πλησμονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν μὴ συνεχῶς καλοῦντες ἰατρούς· μᾶλλον δὲ καὶ τὴν ἐκείνων βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραν‐ νίς. Καὶ ἡδονῆς μὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων, καὶ τὸ ἐν
20ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντων ἀπο‐ λαύειν τοῦ πέρα τοῦ μέτρου εἰς τὸ τῆς τρυφῆς κατα‐ ποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ
25ἐνταῦθα βελτίονα· ἐκείνη μὲν γὰρ δαπανηρὰ, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειμένοις μόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ μᾶλλον ζητούμενον ἡμῖν. Οὐκοῦν ὁ μὲν ἐκείνους
30καλῶν, πρὸ πλειόνων ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ με‐ ρίμνας, οὔτε τὰς νύκτας καθεύδων, οὔτε τὰς ἡμέρας ἡσυχάζων· ἀλλὰ ἀναπλάττων ἐν ἑαυτῷ πολλὰ, μα‐ γείροις διαλεγόμενος, ὀψοποιοῖς, τραπεζοποιοῖς. Εἶτα
35αὐτῆς τῆς ἡμέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν μᾶλ‐ λον δεδοικότα, ἢ τοὺς μέλλοντας πυκτεύειν, μή τις παρὰ λόγον γένηται, μὴ βασκανίᾳ βληθῇ, μὴ κατη‐ γόρους ἐκεῖθεν λάβῃ πολλούς. Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται τῆς φροντίδος καὶ τῶν πραγμάτων,
40αὐτοσχεδιάζων τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν ἡμερῶν μεριμνῶν. Καὶ μετὰ δὴ ταῦτα οὗτος μὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν Θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ’ ἑκάστην ἡμέραν εὐωχούμενος ἀπ’ ἐκείνης τῆς τρα‐
45πέζης. Τὰ μὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μᾶλλον χαίρει καὶ γάννυται ἐκείνων τῶν τὸν πολὺν οἶνον ἐμφορηθέντων. Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυ‐ χὴν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν.

62

.

306

(50)

Ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἴδωμεν. Ἐκεῖ μὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς μέλος· ἀλλὰ τί; ὕμνοι, ψαλμῳδίαι. Ἐκεῖ μὲν οἱ δαί‐ μονες ἀνυμνοῦνται, ἐνταῦθα δὲ ὁ πάντων Δεσπότης Θεός. Ὁρᾷς πόσης μὲν αὕτη χάριτος, πόσης δὲ
55ἀγνωμοσύνης ἐκείνη καὶ ἀναισθησίας γέμει; Εἰπὲ γάρ μοι· ὁ Θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν μετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίμονας ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν πηκτίδων
οὐδὲν ἄλλο, ἢ δαιμόνων ᾄσματα. Δέον εἰπεῖν, Εὐλο‐305

62

.

307

γητὸς εἶ, Κύριε, ὅτι ἔθρεψάς με ἐκ τῶν ἀγαθῶν σου, σὺ δὲ, καθάπερ τις κύων ἄτιμος, οὐδὲ μέμνησαι, ἀλλὰ τοὺς δαίμονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς
5οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων καὶ μὴ λαμβά‐ νων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ’ αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούμενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτὸν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν· σὺ δὲ καὶ
10μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων, ἐπ’ ἄριστα αὐτοὺς εἰσάγεις· ὥστε διπλῇ τοῦ κυνὸς εἶ χείρων. Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιμώττοντες σαίνουσι
15τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίμων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν Δεσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ’ αἱ πόρναι, φησὶν, ἡδονὴν ἔχουσιν ὁρώμεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιμίαν; Πορνεῖον γέγονέ σου ἡ οἰκία, μανία καὶ οἶστρος· καὶ
20οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν καλῶν; Ἂν μὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, μείζων ἡ αἰσχύνη καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους ἐγκαλινδουμένους βορβόρῳ; Ἂν δὲ μέχρι τοῦ φανῆ‐
25ναι μόνον, ἰδοὺ πάλιν ὀδύνη μείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονὴ, ὅταν ἡ χρῆσις μὴ ᾖ, ἀλλὰ καὶ μείζων ἡ ἐπιθυμία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει μαθεῖν; Οἱ μὲν τοῖς μαινομένοις καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάμενοι,
30θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπό‐ δοις· καὶ οἱ μὲν οἰκέται ἀναχωροῦσι νήφοντες, οὗτοι δὲ μεθύοντες. Ὢ τῆς αἰσχύνης! Ἐκεῖ δὲ τοιοῦτον οὐδὲν, ἀλλ’ εὐχαριστίᾳ τὴν τράπεζαν κατακλείσαντες, οὕτως ἀναχωροῦσιν οἴκαδε, ἡδόμενοι καθεύδοντες,
35ἡδόμενοι ἐγειρόμενοι, πάσης αἰσχύνης ἀπηλλαγμένοι καὶ κατηγορίας. ϛʹ. Εἰ βούλει καὶ αὐτοὺς τοὺς κεκλημένους ἰδεῖν, ὄψει τούτους μὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους, χωλούς· καὶ οἷα τού‐
40των τὰ σώματα, τοιαῦται ἐκείνων αἱ ψυχαὶ, ὑδέρῳ καὶ φλεγμονῇ κατεχόμεναι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· μετὰ γὰρ τὴν τρυφὴν πήρωσις γίνεται· τοιοῦτον γὰρ ἡ πλησμονὴ καὶ ἡ μέθη, χωλοὺς καὶ κυλλοὺς ποιοῦσα. Καὶ ὄψει καὶ τούτους τοιαύτας ἔχοντας ψυχὰς, οἷα
45οὗτοι τὰ σώματα, λαμπρὰς, κεκοσμημένας. Οἱ γὰρ ἐν εὐχαριστίᾳ ζῶντες, οἱ τῆς αὐταρκείας μηδὲν πλέον ἐπιζητοῦντες, οἱ φιλοσοφοῦντες οὕτως εἰσὶν ἐν πάσῃ φαιδρότητι. Ἴδωμεν δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ τὸ τέλος. Ἐκεῖ μὲν ἡδονὴ ἀκόλαστος, γέλως κεχυμένος, μέθη,

62

.

307

(50)

εὐτραπελία, αἰσχρολογία· ἐπειδὴ γὰρ αὐτοὶ αἰδοῦν‐ ται αἰσχρὰ φθέγγεσθαι, διὰ τῶν πορνῶν τοῦτο γίνε‐ ται. Ἐνταῦθα δὲ φιλανθρωπία, ἡμερότης. Τῷ μὲν οὖν ἐκείνους καλοῦντι παρέστηκε κενοδοξία ὁπλί‐ ζουσα αὐτόν· τῷ δὲ ἐνταῦθα φιλανθρωπία καὶ ἡμε‐
55ρότης. Ἐκείνην μὲν γὰρ τὴν τράπεζαν φιλανθρωπία συνίστησι, ταύτην δὲ κενοδοξία καὶ ὠμότης ἐξ ἀδι‐
κίας καὶ πλεονεξίας. Κἀκείνη μὲν καταλήγει εἰςColumn end

62

.

308

ἅπερ εἶπον, εἰς ἀπόνοιαν, εἰς ἔκστασιν, εἰς μανίαν· τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας βλάστη· αὕτη δὲ εἰς εὐχαριστίαν καὶ δόξαν Θεοῦ. Καὶ ὁ ἔπαινος δὲ ὁ παρὰ ἀνθρώπων ταύτῃ πλείων· ἐκείνῳ μὲν γὰρ καὶ βα‐
5σκαίνουσι, τοῦτον δὲ ὡς κοινὸν πατέρα πάντες ἔχουσι καὶ οἱ μὴ παθόντες εὖ. Καὶ καθάπερ ἐπὶ τῶν ἠδικη‐ μένων καὶ οἱ μηδὲν ἠδικημένοι συναλγοῦσι, καὶ κοινῇ γίνονται πάντες ἐχθροί· οὕτω καὶ ἐπὶ τῶν πασχόντων εὖ καὶ οἱ μὴ παθόντες εὖ, καθάπερ οἱ
10παθόντες, ἐπαινοῦσι καὶ θαυμάζουσι τὸν πεποιηκότα. Κἀκεῖ μὲν πολὺς ὁ φθόνος, ἐνταῦθα δὲ πολλὴ ἡ κη‐ δεμονία, πολλαὶ παρὰ πάντων εὐχαί. Καὶ ἐνταῦθα μὲν ταῦτα· ἐκεῖ δὲ, ὅταν ὁ Χριστὸς παραγένηται, οὗτος μὲν στήσεται μετὰ πολλῆς τῆς παῤῥησίας,
15καὶ ἀκούσεται ἐπὶ πάσης τῆς οἰκουμένης, Πεινῶντά με εἶδες, καὶ ἔθρεψας· γυμνὸν, καὶ ἐνέδυσας· ξένον, καὶ συνήγαγες, καὶ ὅσα τοιαῦτα· ἐκεῖνος δὲ τὰ ἐναντία ἀκούσεται, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ· καὶ πάλιν, Οὐαὶ οἱ κατασπαταλῶντες ἐπὶ ταῖς
20στρωμναῖς αὐτῶν, καὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογί‐ σαντο, καὶ οὐχ ὡς φεύγοντα. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε μεταθεῖναι ὑμῶν τὴν γνώμην,
25καὶ μηδὲν ὑμᾶς ἀκερδὲς ποιεῖν. Τί οὖν, φησὶ, κἂν ταῦτα κἀκεῖνα ποιῶ; Πολὺς οὗτος ὁ λόγος παρὰ πᾶσι. Καὶ ποία ἀνάγκη, εἰπέ μοι, ἐξὸν πάντα χρησίμως ποιεῖν, διαιρεῖν, καὶ τὰ μὲν μὴ μόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίμως; Εἰπέ
30μοι, εἰ σπείρων τὰ μὲν εἰς πέτραν ἔῤῥιπτες, τὰ δὲ εἰς γῆν ἀρίστην, ἆρα ἂν ἀπέχρησέ σοι τοῦτο, καὶ εἶπες ἄν· Τί γὰρ βλάπτει, ἂν τὰ μὲν εἰκῆ, τὰ δὲ εἰς ἀρίστην γῆν ῥίψωμεν; Διὰ τί γὰρ μὴ πάντα εἰς ἀρίστην; διὰ τί τὸ κέρδος ἐλαττοῖς; Κἂν μὲν
35συνάγειν δέοι χρήματα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάν‐ τοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι· κἂν δανείζειν δέοι, οὐκ ἐρεῖ· Διὰ τί τὰ μὲν τοῖς ἀπόροις, τὰ δὲ τοῖς εὐπόροις δώσομεν, ἀλλὰ πάντα ἐκείνοις· ἐνταῦθα δὲ, ἔνθα τοσοῦτον κέρδος, διὰ τί οὐ λογίζῃ τοῦτο,
40καὶ παύσῃ ποτὲ τοῦ εἰκῇ δαπανᾶσθαι καὶ μάτην ἀνα‐ λίσκειν; Ἀλλ’ ἔχει καὶ τοῦτο κέρδος, φησί. Ποῖον, εἰπέ μοι, Τὰς φιλίας αὔξει. Οὐδὲν ἀνθρώπων ψυχρό‐ τερον ἀπὸ τούτων φίλων γινομένων, ἀπὸ τῆς τραπέ‐ ζης καὶ πλησμονῆς τῶν παρασίτων· οὐδὲν φιλίας
45ἀηδέστερον ἐντεῦθεν τὴν ἀρχὴν λαμβανούσης. Μὴ ὑβρίσῃς πρᾶγμα οὕτω θαυμαστὸν, τὴν ἀγάπην, μηδὲ ταύτην αὐτῆς εἶναι ῥίζαν φῄς. Ὥσπερ ἂν εἴ τις δένδρου χρυσὸν καὶ λίθους τιμίους φέροντος τὴν ῥίζαν οὐχὶ τοιαύτην ἔλεγεν εἶναι, ἀλλ’ ἀπὸ σηπεδόνος

62

.

308

(50)

τίκτεσθαι· τοῦτο καὶ σὺ ποιεῖς· κἂν γὰρ τεχθῇ φιλία ἐντεῦθεν, οὐδὲν αὐτῆς ψυχρότερον γένοιτ’ ἄν. Ἀλλ’ ἐκεῖναι αἱ τράπεζαι φιλίαν ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ ἐπιτεταμένην, ὅταν ἐπιτεταμέναι γίνωνται. Ὁ μὲν γὰρ τὰ μὲν
55ἐνταῦθα, τὰ δὲ ἐκεῖ καταναλίσκων, κἂν πολλὰ δῷ, οὐδὲν μέγα πεποίηκεν· ὁ δὲ πάντα ἐνταῦθα ἀναλί‐ σκων, κἂν ὀλίγα δεδωκὼς ᾖ, τὸ πᾶν εἰργάσατο. Τὸ γὰρ ζητούμενον οὐχὶ πολλὰ δοῦναι, ἢ ὀλίγα, ἀλλὰ
τῆς οἰκείας δυνάμεως μὴ ἔλαττον. Ἐννοῶμεν τὸν τὰ307

62

.

309

πέντε τάλαντα, καὶ τὸν τὰ δύο· ἐννοῶμεν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν· ἐννοῶμεν τὴν χήραν τὴν ἐπὶ τοῦ Ἠλία. Οὐκ εἶπεν ἐκείνη ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· Τί γὰρ βλάπτει, ἂν τὸν μὲν ἕνα ὀβολὸν
5ἐμαυτῇ κατάσχω, τὸν δὲ ἕνα δῶ; ἀλλ’ ὅλον ἔδωκε τὸν βίον. Σὺ δὲ ἐν τοσαύτῃ ἀφθονίᾳ ὢν, ἐκείνης φει‐ δωλότερος εἶ. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτη‐
ρίας, ἀλλ’ ἐπιθώμεθα τῇ ἐλεημοσύνῃ. Οὐδὲν γὰρColumn end

62

.

310

ταύτης βέλτιον· καὶ δείξει ὁ μέλλων χρόνος· τέως δὲ καὶ ὁ παρὼν ἔδειξεν. Εἰς δόξαν τοίνυν τοῦ Θεοῦ ζήσωμεν, καὶ τὰ αὐτῷ δοκοῦντα πράττωμεν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γέ‐
5νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

62

.

309

(9)

ΟΜΙΛΙΑ Βʹ.
10Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσα‐ μεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέ‐ σει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ
15 Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. αʹ. Διὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπί‐
20δας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα δι‐ εγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους μάλιστα παρακαλεῖ τοὺς τὸ πλέον κατωρθωκότας. Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, φησὶν,
25οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττε‐ ται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν. Καὶ ὅρα μοι
30τὴν σύνεσιν τοῦ μακαρίου τούτου· οὐδαμοῦ τοῦ παν‐ τὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν αὐτοὺς πανταχοῦ· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ. Καὶ πάλιν, Εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν, Ἐν πάσῃ δυνάμει δυναμού‐
35μενοι· καὶ πάλιν, Εἰς πᾶσαν ὑπομονὴν καὶ μα‐ κροθυμίαν. Τὸ γὰρ, Πᾶσαν, μαρτυροῦντός ἐστι καί τι τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν. Καὶ Ἵνα πληρωθῆτε, φησὶν, οὐχ ἵνα λάβητε· ἔλαβον γάρ· ἀλλὰ τὸ λεῖπον ἵνα πληρωθῆτε. Οὕτω καὶ ὁ ἔλεγχος
40ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐ‐ τοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γε‐ νόμενον. Τί δέ ἐστιν, Ἵνα πληρωθῆτε τὴν ἐπίγνω‐ σιν τοῦ θελήματος αὐτοῦ; Τουτέστι, διὰ τοῦ Υἱοῦ προσάγεσθαι ὑμᾶς αὐτῷ χρὴ, οὐκέτι δι’ ἀγγέλων.
45Ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν ἔτι τοῦτο μαθεῖν καὶ διὰ τί τὸν Υἱὸν ἔπεμψεν. Εἰ γὰρ δι’ ἀγγέλων ἔδει σώζεσθαι, οὐκ ἂν τὸν Υἱὸν ἔπεμψεν, οὐκ ἂν ἐξέδωκεν. Ἐν πάσῃ σοφίᾳ, φησὶ, καὶ συνέσει πνευματικῇ. Ἐπειδὴ γὰρ αὐτοὺς οἱ

62

.

309

(50)

φιλόσοφοι ἠπάτων, βούλομαι ὑμᾶς ἐν πνευματικῇ, φησὶ, σοφίᾳ εἶναι, μὴ κατὰ τὴν σοφίαν τῶν ἀνθρώ‐ πων. Εἰ δὲ ὥστε τὸ θέλημα Θεοῦ μαθεῖν πνευματι‐ κῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διη‐ νεκῶν. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι ἐξ ἐκείνου ὁ Παῦ‐
55λος εὔχεται, καὶ οὐδέπω ἤνυσε, καὶ οὐκ ἀπέστη· τὸ γὰρ, Ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, τοῦτο δηλοῖ. Κα‐ τάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς. Καὶ
αἰτούμενοι, φησὶ, τουτέστι, μετὰ πολλῆς τῆς σπου‐Column end

62

.

310

(10)

δῆς· τοῦτο γὰρ δείκνυσι τὸ, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔρ‐ γων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέ‐
15σκειαν. Πῶς δὲ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλά‐ βετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε
20τῆς πίστεως· μεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ μείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν Θεὸν εἰδὼς, καὶ τοῦ Θεοῦ δοῦλος εἶναι καταξιωθεὶς, μᾶλ‐ λον δὲ καὶ υἱὸς, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάμει δυναμούμενοι. Ἐνταῦθα περὶ τῶν πειρα‐
25σμῶν καὶ τῶν διωγμῶν φησιν, Εὐχόμεθα ἵνα πληρω‐ θῆτε δυναμούμενοι, ὥστε μὴ ἀκηδιᾶσαι, μηδὲ ἀπο‐ γνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησὶ, τοιαύτην ἀναλάβητε προθυμίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑπομο‐
30νὴν καὶ μακροθυμίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συν‐ τόμως εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναμωθέντας. Διὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογμάτων, ἀλλ’ ἐν τῷ βίῳ
35στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέ‐ σας ἐφ’ οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ μέλλῃ τισὶ γρά‐ φειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλή‐
40ματα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δεί‐ κνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λό‐ γους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους
45ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς μυρία ὡς ἀγαπῶντας αὐτὸν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγο‐ ρίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· μᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε

62

.

310

(50)

κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω· ὥστε καὶ τοῦτο ἐγκώμιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ ἐπὶ τοῖς παρελ‐
55θοῦσι, λέγων, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. βʹ. Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων Δυναμούμενοι· περὶ πειρασμῶν τοῦτο. Εἰς πᾶσαν
ὑπομονὴν καὶ μακροθυμίαν· μακροθυμίαν πρὸς309

62

.

311

ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι, ὑπο‐ μένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. Διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυ‐
5μία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ μακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρη‐ στότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυ‐ μίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν μὲν, μετὰ ταῦτα δὲ μηκέτι. Ἐν πάσῃ, φησὶ, σοφίᾳ καὶ συν‐
10έσει πνευματικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέλημα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέλημα αὐτοῦ ἔχειν, ἀλλ’ οὐ πνευματικὴ ἦν ἡ σοφία. Εἰς τὸ περι‐ πατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ
15Θεοῦ τὴν φιλανθρωπίαν καταμαθών· καταμανθάνει δὲ, ἂν ἴδῃ τὸν Υἱὸν ἐκδεδομένον· μείζονα ἕξει προθυ‐ μίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ’ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει.
20Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ
25κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περι‐ πατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου, καὶ, Ἐν παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδα‐ μοῦ ἵστασθαι· καὶ μεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ, ἵνα
30οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀν‐ θρώπῳ δυνατὸν ἦν. Διὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραμυθία. Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι. Διὰ τοῦ κράτους, φησὶ, τῆς δόξης αὐ‐ τοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρ‐
35εμυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπα‐ τῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ Υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτὸν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησὶ, δυναμοῦσθε, ἀλλ’ ὡς εἰκὸς τοὺς οὕτως
40ἰσχυρῷ Δεσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ἅμα καὶ παράπτεται τῶν τῆς γνώσεως λό‐ γων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ μὴ εἰδέναι, ὡς δεῖ, τὸν Θεόν. Ἢ ὥστε ἐπιδοῦναι, φησὶν, ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Εἰ γὰρ ὁ τὸν Υἱὸν οὐκ εἰδὼς,
45οὐδὲ τὸν Πατέρα ἐπίσταται, εἰκότως δεῖ τῆς ἐπιγνώ‐ σεως· οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ. Εἰς πᾶ‐ σαν ὑπομονὴν καὶ μακροθυμίαν, φησὶ, μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ Θεῷ. Εἶτα μέλλων αὐτοὺς πα‐ ρακαλεῖν, οὐ μέμνηται τῶν μελλόντων αὐτοῖς ἀπο‐

62

.

311

(50)

κεῖσθαι, ἀλλὰ τοῦτο μὲν ᾐνίξατο ἐν τῇ ἀρχῇ εἰπὼν, Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς· ἐνταῦθα δὲ τῶν ἤδη ὑπαρξάντων μέμνη‐ ται· ταῦτα γὰρ ἐκείνων αἴτια. Καὶ πολλαχοῦ τοῦτο ποιεῖ. Τὰ γὰρ ἤδη γεγονότα πλέον πιστοῦται, καὶ
55μᾶλλον αἱρεῖ τὸν ἀκροατήν. Μετὰ χαρᾶς, φησὶν, εὐ‐ χαριστοῦντες τῷ Θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστίν· Οὐ παυόμεθα εὐχόμενοι ὑπὲρ ὑμῶν, καὶ εὐχαριστοῦν‐ τες ἐπὶ τοῖς προτέροις. Ὁρᾷς πῶς ἑαυτὸν ἐμ‐
βιβάζει εἰς τὸν περὶ τοῦ Υἱοῦ λόγον; Εἰ γὰρ εὐχαρισ‐Column end

62

.

312

τοῦμεν μετὰ χαρᾶς πολλῆς, μεγάλα τὰ λεγόμενα. Ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον, ἔστιν εὐχα‐ ριστεῖν καὶ ἐν λύπῃ ὄντα, οἷον ὁ Ἰὼβ ηὐχαρίστει μὲν, ὀδυνώμενος δέ· διὸ καὶ ἔλεγεν, Ὁ Κύριος ἔδω‐
5κεν, ὁ Κύριος ἀφείλετο. Μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γενόμενα, οὐδὲ ἀθυμίᾳ περιέβαλλε. Μηδὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου. Ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον, οὐδὲ διὰ δε‐ σποτείαν μόνον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν τῶν πραγ‐
10μάτων φύσιν, Εὐχαριστοῦμεν τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο. Τοιαῦτά ἐστι τὰ δεδομένα, φησὶν, ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. Τῷ οὖν εἰπεῖν Τῷ ἱκανώσαντι, πολὺ τὸ
15βάρος ἔδειξεν. Οἷον ἐάν τις εὐτελὴς καὶ βασιλεὺς γέ‐ νηται, δυνατὸν αὐτῷ ἐπαρκότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, τὸ ἀξίωμα δοῦναι, ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν (πολ‐ λάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ
20ποιεῖ)· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονο‐ μίαν, τότε τιμὴ τὸ πρᾶγμά ἐστι. Τοῦτο οὖν καὶ ἐν‐ ταῦθά φησιν, ὅτι οὐ μόνον ἡμῖν ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησε.
25 γʹ. Διπλῆ γὰρ αὕτη τιμὴ τὸ καὶ δοῦναι, καὶ ἐπιτη‐ δείους κατασκευάσαι τῆς δωρεᾶς. Οὐκ εἶπε, Δόντι, ἁπλῶς, ἀλλ’, Ἱκανώσαντι εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι τῷ κατα‐ τάξαντι ἡμᾶς μετὰ τῶν ἁγίων. Ἀλλ’ οὐχ ἁπλῶς
30εἶπε, κατατάξαντι, ἀλλὰ, καὶ τῶν αὐτῶν ἀπολαῦσαι παρεσχηκότι. Ἡ γὰρ μερὶς ἐκεῖνό ἐστιν ὅπερ ἕκα‐ στος λαμβάνει. Ἔστι γὰρ καὶ ἐν τῇ αὐτῇ εἶναι πόλει, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν· τὴν δὲ αὐτὴν μερίδα ἔχειν, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν, οὐκ ἔστιν. Ἔστιν
35ἐν τῷ αὐτῷ κλήρῳ εἶναι, καὶ μὴ τὴν αὐτὴν ἔχειν μερίδα· οἷον ἐν τῷ κλήρῳ πάντες ἐσμὲν, ἀλλ’ οὐ τὴν αὐτὴν ἔχομεν πάντες μερίδα. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν, ἀλλὰ καὶ τὴν μερίδα μετὰ τοῦ κλήρου. Διὰ τί δὲ κλῆρον καλεῖ; Δεικνὺς ὅτι οὐδεὶς ἀπὸ κατορ‐
40θωμάτων οἰκείων βασιλείας τυγχάνει· ἀλλ’ ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλόν ἐστιν, οὕτω δὴ καὶ ἐν‐ ταῦθα. Οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν. Διὰ τοῦτό φησιν, Ὅταν πάντα ποιή‐
45σητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι, τῇ γνώσει. Δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων, καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν. Εἶτα δείκνυσιν ὧν

62

.

312

(50)

ἠξιώθημεν. Οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι βασιλείας ἀξιούμεθα, ἀλλὰ καὶ τίνες ὄντες, δεῖ προσθεῖναι· οὐ γάρ ἐστιν ἴσον. Ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Μόλις γὰρ ὑπὲρ τοῦ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγα‐
55θοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Ὃς ἐῤῥύσατο ἡμᾶς, φησὶν, ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδα‐
μοῦ γὰρ ἡμῶν κατόρθωμα. Ἀπὸ τῆς ἐξουσίας τοῦ311

62

.

313

σκότους, φησί· τουτέστι, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος. Οὐκ εἶπεν ἁπλῶς, σκότους, ἀλλ’, Ἐξουσίας· πολλὴν γὰρ ἡμῶν εἶχε τὴν ἐξουσίαν, καὶ ἐκράτει ἡμῶν. Χαλεπὸν μὲν γὰρ καὶ τὸ ἁπλῶς
5εἶναι ὑπὸ τῷ διαβόλῳ· τὸ δὲ καὶ μετ’ ἐξουσίας, τοῦτο χαλεπώτερον. Καὶ μετέστησε, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐκ ἄρα εἰς τὴν ἀπαλλαγὴν τοῦ σκότους μόνον ἔδειξεν αὐτοῦ τὴν φιλανθρωπίαν. Μέγα μὲν οὖν καὶ τὸ τοῦ σκότους
10ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς βασιλείαν εἰσαγαγεῖν, πολλῷ μεῖζον. Ὅρα οὖν πῶς πολύπλοκον γίνεται τὸ δῶρον, ὅτι ἐν τῷ πυθμένι κειμένους ἀπήλλαξεν ἡμᾶς, ὅτι οὐκ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ μετέθηκεν εἰς βασιλείαν. Ὃς ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, ἐξ‐
15έβαλεν, ἀλλ’, Ἐῤῤύσατο, τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν, καὶ ἐκείνων τὴν αἰχμαλωσίαν. Εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως· Καὶ μετ‐ έστησε, φησίν· ὥσπερ ἂν εἴ τις στρατιώτην ἀπὸ τόπου εἰς τόπον μεταγάγοι. Καὶ οὐκ εἶπε, μετήγα‐
20γεν, οὐδὲ μετέθηκε· τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος· ἀλλὰ, Μετέστησεν, εἶπεν, ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτο γενέσθαι. Εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε, βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον
25εἰργάσατο τὸν λόγον, Βασιλείαν Υἱοῦ εἰπών· τού‐ του γὰρ οὐδὲν μεῖζον ἐγκώμιον· ὃ καὶ ἀλλαχοῦ φησιν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τῶν αὐ‐ τῶν ἠξίωσεν ἡμᾶς, φησὶ, τῷ Υἱῷ· καὶ οὐ τοῦτο μό‐ νον, ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ. Τοὺς ἐχ‐
30θροὺς, τοὺς ἐσκοτισμένους, ἀθρόον που αὐτοὺς μετ‐ έστησεν, ἔνθα ὁ Υἱὸς, εἰς τὴν αὐτὴν ἐκείνῳ τιμήν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνῳ, ἀλλ’ ἵνα δείξῃ μέγα τὸ δῶρον, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, βασιλείαν, ἀλλὰ καὶ τοῦ Υἱοῦ προσέθηκε· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ
35τοῦ ἀγαπητοῦ· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τὸ τῆς φύ‐ σεως ἔντιμον. Τί γάρ φησιν; Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ἀλλ’ οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλ‐ θεν, ἀλλὰ παρενέβαλε τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νο‐
40μίσῃς τὸν Υἱὸν ἐκτὸς εἶναι, δίδωσι τὸ πᾶν καὶ τῷ Υἱῷ, δίδωσι καὶ τῷ Πατρί. Ἐκεῖνος μὲν γὰρ μετ‐ έθηκεν, ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχε. Τί γάρ φησιν; Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Ταὐτὸν δὲ ἐστὶ τῷ, Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρω‐
45σιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων, οὐκ ἂν μετέστημεν. Ἰδοὺ πάλιν ἐνταῦθα τὸ, Ἐν ᾧ. Καὶ οὐκ εἶπε λύτρω‐ σιν, ἀλλ’ Ἀπολύτρωσιν, ὥστε μηδὲ πεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ

62

.

313

(50)

τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Εἰς ζήτημα ἐμπίπτομεν αἱρετικόν· διὸ σήμερον ἀναβαλλομένους αὔριον τοῦτο προσθεῖναι δεῖ, ἀκμα‐ ζούσαις ὑμῶν ταῖς ἀκοαῖς προσβάλλοντας. Εἰ δὲ δεῖ τι πλέον εἰπεῖν, μεῖζον τοῦ Υἱοῦ ἔργον. Πῶς; Ἐκεῖνο
55μὲν γὰρ ἀδύνατον γίνεται, τὸ ἐν τοῖς ἁμαρτήμασι μένουσι δοῦναι βασιλείαν, τοῦτο δὲ εὐκολώτερον· ὥστε τῇ δωρεᾷ ὡδοποίησε. Τί λέγεις; Τῶν ἁμαρτη‐ μάτων σε αὐτὸς ἀφῆκεν, οὐκοῦν καὶ αὐτὸς προσήγα‐
γεν. Ἤδη προκατεβάλετο τοῦ δόγματος τὴν ῥίζαν.Column end

62

.

314

δʹ. Τέως δὲ ἐκεῖνο εἰπόντας καταπαῦσαι τὸν λόγον ἀνάγκη. Ποῖον δὴ τοῦτο; Ὅτι τοσαύτης ἀπολαύσαν‐ τες εὐεργεσίας ἀεὶ ταύτης μεμνῆσθαι ὀφείλομεν, καὶ στρέφειν διαπαντὸς ἐν ἑαυτοῖς τὴν τοῦ Θεοῦ δωρεὰν,
5καὶ τίνων ἀπηλλάγημεν, καὶ τίνων ἐτύχομεν ἐννοεῖν· καὶ οὕτως ἐσόμεθα εὐχάριστοι, οὕτω τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἐπιτενοῦμεν. Τί λέγεις, ἄνθρωπε; εἰς βασιλείαν κέκλησαι, εἰς βασιλείαν Υἱοῦ τοῦ Θεοῦ, καὶ χάσμης πληροῦσαι, καὶ κνᾶσαι, καὶ ναρκᾷς; Εἰ
10γὰρ εἰς μυρίους θανάτους πηδῆσαι ἑκάστης τῆς ἡμέ‐ ρας ἔδει, οὐ πάντα ἐχρῆν ὑπομεῖναι; Ἀλλ’ ὑπὲρ μὲν ἀρχῆς πᾶν ὁτιοῦν ποιεῖς, τῆς δὲ βασιλείας μέλ‐ λων κοινωνεῖν τῆς τοῦ Μονογενοῦς, οὐ καθάλλῃ κατὰ μυρίων ξιφῶν, οὐκ ἐμπηδᾷς εἰς πῦρ; Καὶ οὔπω
15τοῦτο δεινὸν, ἀλλ’ ὅτι καὶ μέλλων ἀπιέναι θρηνεῖς, καὶ ἐμφιλοχωρεῖς τοῖς ἐνταῦθα φιλοσώματος ὤν. Τί δὴ τοῦτο; καὶ τὸν θάνατον φρικτὸν πρᾶγμα εἶναι νομίζεις; Ἡ τρυφὴ τούτων αἰτία, ἡ ἄνεσις· ἐπεὶ ὅγε κατάπικρον βίον ζῶν, καὶ πτερωθῆναι ἕλοιτο ἂν
20καὶ ἀπαλλαγῆναι ἐντεῦθεν. Νῦν δὲ ταὐτὸν πάσχο‐ μεν, οἷον οἱ νεοττοὶ μαλακισθέντες, διαπαντὸς ἐπὶ τῆς καλιᾶς μένειν ἐθέλοντες. Ἀλλ’ ὅσῳπερ ἂν μέ‐ νωμεν, τοσούτῳ ἐσόμεθα ἀσθενέστεροι. Καλιὰ γὰρ ὁ παρὼν βίος ἐστὶν, ἀπὸ καρφῶν καὶ
25πηλοῦ συγκεκολλημένος. Κἂν τὰς μεγάλας μοι δεί‐ ξῃς οἰκίας, κἂν αὐτὰ τὰ βασίλεια λάμποντα πολλῷ τῷ χρυσῷ καὶ τοῖς λίθοις, οὐδὲν οἰήσομαι διαφέρειν καλιᾶς χελιδόνων· τοῦ γὰρ χειμῶνος ἐπιστάντος, αὐτόματα πάντα πεσεῖται· χειμῶνα δὲ τὴν ἡμέραν
30ἐκείνην λέγω, οὐχὶ πᾶσι χειμῶνα. Ἐπεὶ καὶ ὁ Θεὸς νύκτα τε ὁμοῦ καὶ ἡμέραν τὸν καιρὸν ἐκεῖνον καλεῖ, τὸ μὲν πρὸς τοὺς ἁμαρτωλοὺς, τὸ δὲ πρὸς τοὺς δι‐ καίους. Οὕτω καὶ ἐγὼ νῦν χειμῶνα αὐτὴν καλῶ. Ἂν ἐν τῷ θέρει μὴ ἐκτραφῶμεν καλῶς, ὥστε δύνασθαι
35ἵπτασθαι τοῦ χειμῶνος ἐπιστάντος, οὐ λήψονται ἡμᾶς αἱ μητέρες, ἀλλ’ ἐάσουσι τῷ λιμῷ διαφθαρῆ‐ ναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι. Καθάπερ γὰρ καλιὰν, μᾶλλον δὲ καὶ εὐκολώτερον ταύτης, ἅπαντα καθαιρεῖ τότε ὁ Θεὸς, ἀνασκευάζων καὶ μεταῤῥυθμί‐
40ζων ἅπαντα. Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ μὴ δυνάμενοι εἰς τὸν ἀέρα, ἀλλ’ οὕτω βαναύσως τραφέν‐ τες, ὡς μὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειμένους παθεῖν. Ἡ μὲν οὖν τῶν χελιδόνων νεοττιὰ, ὅταν καταπέσῃ, τα‐
45χέως ἀπόλλυται· ἡμεῖς δὲ οὐκ ἀπολούμεθα, ἀλλὰ κολαζόμεθα διηνεκῶς. Χειμὼν ἔσται ὁ τότε καιρὸς, μᾶλλον δὲ χειμῶνος χαλεπώτερος. Οὐ γὰρ χείμαῤῥοι κατασύρονται ὕδατος, ἀλλὰ ποταμοὶ πυρός· οὐ σκό‐ τος ἀπὸ νεφῶν γίνεται, ἀλλὰ σκότος ἄλυτον καὶ ἀφεγ‐

62

.

314

(50)

γὲς, ὥστε μήτε τὸν οὐρανὸν ἰδεῖν, μήτε τὸν ἀέρα, ἀλλὰ τῶν εἰς τὴν γῆν κατωρυγμένων μᾶλλον στενο‐ χωρεῖσθαι. Πολλάκις ταῦτα λέγομεν, ἀλλ’ οὐ πείθο‐ μέν τινας. Καὶ οὐδὲν θαυμαστὸν, εἴ γε ἡμεῖς ἄνθρω‐ ποι εὐτελεῖς ταῦτα πάσχομεν ὑπὲρ τοιούτων διαλε‐
55γόμενοι, ὅπου γε καὶ οἱ προφῆται ἔπασχον ταῦτα, οὐχ ὑπὲρ τοιούτων μόνον πραγμάτων διαλεγόμενοι. ἀλλὰ καὶ ὑπὲρ πολέμου καὶ αἰχμαλωσίας. Καὶ ὁ Σε‐ δεκίας ὑπὸ τοῦ Ἱερεμίου ἠλέγχετο, καὶ οὐκ ᾐσχύνετο. Διὰ τοῦτο ἔλεγον οἱ προφῆται· Οὐαὶ οἱ λέγοντες,
60ἐγγισάτω τὸ τάχος ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν,313

62

.

315

καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶ‐ μεν. Μὴ θαυμάζωμεν τοῦτο· Οὐδὲ γὰρ οἱ ἐπὶ τῆς κιβωτοῦ ἐπίστευον, ἀλλ’ ἐπίστευσαν ὅτε τῆς πίστεως κέρδος ἦν οὐδέν· οὐδὲ οἱ ἐν Σοδόμοις προσεδόκησαν,
5ἀλλ’ ἐπίστευσαν καὶ αὐτοὶ, ὅτε οὐδὲν πλέον αὐτοῖς γέγονε. Καὶ τί λέγω τὰ μέλλοντα; τίς ἂν ταῦτα προσεδόκησε τὰ νῦν γινόμενα κατὰ διαφόρους τό‐ πους, τοὺς σεισμοὺς, τῶν πόλεων τὰς ἀναιρέσεις; Καίτοι γε ταῦτα ἐκείνων πιστότερα, τῆς κιβωτοῦ
10λέγω. Πόθεν δῆλον; Ὅτι ἐκεῖνοι μὲν οὐκ εἶχον εἰς ἄλλο παράδειγμα ἰδεῖν, οὐδὲ τῶν Γραφῶν ἤκουσαν· ἐνταῦθα δὲ μυρία ὅσα γέγονε, καὶ ἐπὶ τῶν ἐτῶν τῶν ἡμετέρων, καὶ ἐπὶ τῶν προτέρων. Ἀλλὰ πόθεν ἡ ἀπιστία τῶν τοιούτων; Ἀπὸ μαλακῆς ψυχῆς· ἔπινον
15καὶ ἤσθιον, καὶ διὰ τοῦτο οὐκ ἐπίστευον. Ἃ γὰρ βού‐ λεταί τις, ταῦτα καὶ οἴεται, ταῦτα καὶ προσδοκᾷ· οἱ ἀντιλέγοντες λῆρός εἰσιν. εʹ. Ἀλλὰ μὴ πάθωμεν ταὐτόν· οὐ γὰρ κατακλυ‐ σμὸς ἔσται λοιπὸν, οὐδὲ μέχρι τελευτῆς ἡ κόλασις, ἀλλ’
20ἀρχὴ τιμωριῶν ὁ θάνατος ἀπιστούντων ὅτι ἐστὶ κρί‐ σις. Καὶ τίς ἐκεῖθεν ἦλθε, φησὶ, καὶ ταῦτα ἐφθέγ‐ ξατο; Εἰ μὲν παίζων ταῦτα λέγεις, οὐδὲ οὕτω καλῶς· οὐ γὰρ δεῖ ἐν τοῖς τοιούτοις παίζειν· οὐ γὰρ ἐν παι‐ κτοῖς, ἀλλ’ ἐπικινδύνως παίζομεν· εἰ δὲ ὄντως οὕτως
25ἔχων, καὶ οὐκ οἴει εἶναί τι μετὰ ταῦτα, πῶς εἶναι φὴς Χριστιανός; οὐδεὶς γάρ μοι τῶν ἔξω λόγος. Διὰ τί λουτρὸν λαμβάνεις; διὰ τί τῆς ἐκκλησίας ἐπιβαί‐ νεις; μὴ γὰρ ἀρχὰς ὑπισχνούμεθα; πᾶσα ἡμῶν ἐλ‐ πὶς ἐν τοῖς μέλλουσι. Τί τοίνυν προσέρχῃ, εἰ οὐ πι‐
30στεύεις ταῖς Γραφαῖς, εἰ μὴ πιστεύεις τῷ Χριστῷ; Οὐκ ἂν εἴποιμι τὸν τοιοῦτον Χριστιανὸν, μὴ γένοιτο, ἀλλὰ καὶ Ἑλλήνων χείρω. Κατὰ τί; Κατὰ τοῦτο, ὅτι τὸν Χριστὸν νομίζων εἶναι Θεὸν, οὐ πιστεύεις ὡς Θεῷ. Ἐκείνη μὲν γὰρ ἀκολουθίας ἔχεται ἡ ἀσέβεια·
35τὸν γὰρ μὴ νομίζοντα εἶναι Θεὸν τὸν Χριστὸν, ἀνάγκη μηδὲ πιστεύειν· αὕτη δὲ ἡ ἀσέβεια οὐδὲ ἀκολουθίαν ἔχει, Θεὸν ὁμολογεῖν, καὶ μὴ νομίζειν ἀξιόπι‐ στον εἶναι ὑπὲρ ὧν ἔφη. Τῆς μέθης ταῦτα τὰ ῥή‐ ματα, τῆς τρυφῆς, τῆς σπατάλης· Φάγωμεν καὶ
40πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Οὐκ αὔριον, ἀλλ’ ὅταν ταῦτα λέγητε, ἤδη τεθνήκατε. Οὐδὲν οὖν τῶν χοίρων διοίσομεν οὐδὲ τῶν ὄνων, εἰπέ μοι; Εἰ γὰρ μήτε κρίσις ἐστὶ, μήτε ἀντίδοσις, μήτε δικαστή‐ ριον, τίνος ἕνεκεν τοιούτῳ τετιμήμεθα δώρῳ, τῷ
45λόγῳ, καὶ πάντα ἔχομεν ὑποτεταγμένα; διὰ τί ἡμεῖς μὲν ἄρχομεν, ἐκεῖνα δὲ ἄρχονται; Ὅρα πῶς πάντο‐ θεν ὁ διάβολος ἐπείγεται ἡμᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ. Τοὺς δούλους ἀναμίγνυσι τοῖς δε‐ σπόταις· καθάπερ τις ἀνδραποδιστὴς καὶ οἰκέτης

62

.

315

(50)

ἀγνώμων, τὸν ἐλεύθερον εἰς τὴν αὐτὴν βιάζεται τῷ προσκεκρουκότι καταγαγεῖν εὐτέλειαν. Καὶ δοκεῖ μὲν τὴν κρίσιν ἀναιρεῖν, ἀναιρεῖ δὲ τὸ εἶναι Θεόν. Τοιοῦτος γὰρ ἀεὶ ὁ διάβολος, μεθοδείᾳ πάντα, καὶ οὐκ ἐξ εὐθείας προβάλλει, ἵνα φυλαττώμεθα. Εἰ κρί‐
55σις οὐκ ἔστιν, οὐκ ἔστι δίκαιος ὁ Θεός· κατὰ ἄνθρω‐ πον λέγω· εἰ δίκαιος οὐκ ἔστιν ὁ Θεὸς, οὐδὲ Θεὸς ἔστιν· εἰ Θεὸς οὐκ ἔστιν, ἁπλῶς ἅπαντα φέρεται, οὐδὲν ἀρετὴ, οὐδὲν κακία. Ἀλλ’ οὐδὲν τούτων λέγει φανερῶς. Εἶδες τοῦ σατανικοῦ ἐνθυμήματος τὴν διά‐
60νοιαν; πῶς ἐξ ἀνθρώπων ἄλογα βούλεται ποιῆσαι, μᾶλλον δὲ θηρία, μᾶλλον δὲ δαίμονας; Μὴ τοίνυν
πειθώμεθα. Ἔστι γὰρ κρίσις, ἄθλιε καὶ ταλαίπωρε.Column end

62

.

316

Οἶδα πόθεν ἔρχῃ ἐπὶ τούτους τοὺς λόγους· πολλά σοι ἡμάρτηται, προσκέκρουκας, παῤῥησίαν οὐκ ἔχεις, οἴει τοῖς σοῖς λόγοις ἀκολουθεῖν καὶ τὴν τῶν πραγμά‐ των φύσιν. Τέως μὴ ὀδυνήσω, φησὶ, τὴν ψυχὴν τῇ
5προσδοκίᾳ τῆς γεέννης· κἂν ᾖ γέεννα, πείσω αὐτὴν ὅτι οὐκ ἔστι· τέως ἐνταῦθα τρυφήσω. Διὰ τί προστι‐ θεῖς ἁμαρτήματα ἁμαρτήμασιν; Ἂν ἁμαρτήσας πιστεύσῃς εἶναι γέενναν, ἀπελεύσῃ τῶν ἁμαρτημά‐ των μόνον τίνων δίκην· ἂν δὲ καὶ τοῦτο προσθῇς τὸ
10ἀσέβημα, καὶ τῆς ἀσεβείας καὶ τοῦ λογισμοῦ τούτου δώσεις τὴν ἐσχάτην κόλασιν· καὶ ἡ ἐν βραχεῖ γενο‐ μένη σοι παραμυθία ψυχρὰ ἔσται σοι διηνεκοῦς κολά‐ σεως ὑπόθεσις. Ἔστω, ἥμαρτες· τί καὶ τοὺς ἄλλους ἁμαρτάνειν προτρέπεις, λέγων μὴ εἶναι γέενναν; τί
15ἀπατᾷς τοὺς ἀφελεστέρους; τί τὰς χεῖρας ἐξέλυες τοῦ λαοῦ; Τὸ σὸν μέρος, ἅπαντα ἀνατέτραπται· οὔτε οἱ σπουδαῖοι σπουδαιότεροι ἔσονται, ἀλλὰ ῥᾴθυμοι· οὔτε οἱ κακοὶ ἀποστήσονται τῆς κακίας. Μὴ γὰρ, ἂν ἑτέρους διαφθείρωμεν, συγγνώμην ἔχομεν τῶν ἁμαρ‐
20τημάτων; Οὐχ ὁρᾷς τὸν διάβολον πῶς ἐπεχείρησε κατενεγκεῖν τὸν Ἀδάμ; ἆρα τούτῳ συγγνώμη γέ‐ γονε; Μείζονος μὲν οὖν κολάσεως ἀφορμή. Ἵνα γὰρ μὴ ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων κολαζώμεθα, πάντα μηχανᾶται. Μὴ
25νομίζωμεν τοίνυν τὸ ἑτέρους καταφέρειν εἰς τὴν αὐ‐ τὴν ἡμῖν ἀπώλειαν, ἡμερώτερον ἡμῖν τὸ δικαστήριον ἐργάζεσθαι· τοῦτο μὲν οὖν χαλεπώτερον αὐτὸ ποιή‐ σει. Τί ὠθοῦμεν ἑαυτοὺς, καὶ ἀπόλλυμεν; Σα‐ τανικὸν τοῦτο ὅλον ἐστίν. Ἄνθρωπε, ἥμαρτες; Φιλ‐
30άνθρωπον ἔχεις τὸν Δεσπότην· παρακάλει, ἱκέτευε, δάκρυε, στέναζε, καὶ τοὺς ἄλλους φόβει, καὶ ἀξίου μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Εἴ τις ἐν οἰκίᾳ δοῦλος ὢν τῶν προσκεκρουκότων λέγει πρὸς τὸν ἑαυτοῦ παῖδα· Τέκνον, ἐγὼ προσέκρουσα τῷ Δεσπότῃ, σὺ σπούδασον
35ἀρέσαι, ἵνα μὴ τὰ αὐτὰ πάθῃς· οὐχ ἕξει τινὰ συγ‐ γνώμην, εἰπέ μοι; οὐκ ἐπικλάσει καὶ κατακάμψει τὸν δεσπότην; Ἂν δὲ ταῦτα ἀφεὶς τὰ ῥήματα, λέγῃ ἐκεῖνα, οἷον, ὅτι τὸ κατ’ ἀξίαν ἑκάστῳ οὐκ ἀποδώσει, ὅτι ἁπλῶς πάντα ἀναμέμικται, καὶ τὰ καλὰ καὶ τὰ
40κακὰ, ὅτι οὐκ ἔστιν εὐχαριστία ἐν τῷ οἴκῳ τούτῳ, τίνα νομίζεις τὸν δεσπότην νοῦν ἔχειν περὶ αὐτοῦ; ἆρα οὐχὶ τῶν οἰκείων ἁμαρτημάτων μείζονα δώσει δίκην; Εἰκότως· ἐκεῖ μὲν γὰρ τὸ πάθος ἀπολογήσε‐ ται, εἰ καὶ ἀσθενῶς, ἐνταῦθα δὲ οὐδέν. Εἰ μηδένα
45τοίνυν ἕτερον, τὸν γοῦν πλούσιον μίμησαι τὸν ἐν τῇ γεέννῃ, τὸν λέγοντα, Πάτερ Ἀβραὰμ, πέμψον Λά‐ ζαρον ἐπὶ τοὺς συγγενεῖς μου, ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον, ἐπειδὴ αὐτὸς ἀπελθεῖν οὐκ ἠδύνατο, ὥστε μὴ τοῖς αὐτοῖς ἐκείνους περιπεσεῖν.

62

.

316

(50)

Ἀποστῶμεν τῶν ῥημάτων τούτων τῶν σατανικῶν. ϛʹ. Τί οὖν, ὅταν Ἕλληνες ἡμᾶς ἐρωτῶσι, φησὶν, οὐκ ἐκείνους βούλει θεραπεῦσαι; Ἀλλ’ εἰς ἀπορίαν ἐμβαλὼν τὸν Χριστιανὸν προσχήματι τοῦ τὸν Ἕλληνα θεραπεύειν, κυρῶσαι βούλει τὸ δόγμα τὸ σατανικόν.
55Ἐπειδὴ γὰρ αὐτὸς μόνῃ τῇ ψυχῇ διαλεγόμενος ὑπὲρ τούτων οὐ πείθεις, ἑτέρους θέλεις παράγειν μάρτυρας. Εἰ δὲ Ἕλληνι χρὴ διαλέγεσθαι, οὐκ ἐντεῦθεν ἡ ἀρχὴ τῆς διαλέξεως, ἀλλ’ εἰ Θεὸς ὁ Χριστὸς, καὶ Θεοῦ Παῖς, εἰ δαίμονες οἱ παρ’ ἐκείνοις θεοί. Ἐὰν ταῦτα
60κατασκευασθῇ, πάντα τὰ ἄλλα ἕπεται· πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, μάταιον περὶ τῆς τελευτῆς διαλέγε‐
σθαι· πρὶν ἢ τὰ πρῶτα στοιχεῖα μαθεῖν, περιττὸν315

62

.

317

καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι. Ἀπιστεῖ ὁ Ἕλ‐ λην τῇ κρίσει, καὶ αὐτὸς τὸ αὐτό σοι πάσχει· ἐπεὶ ἔχει καὶ αὐτὸς πολλοὺς ὑπὲρ τούτων φιλοσοφήσαντας, εἰ καὶ τὸ σῶμα ἀποσχίσαντες τῆς ψυχῆς τοῦτο εἶπον·
5ἀλλ’ ὅμως δικαστήριον ἐκάθισαν. Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμ‐ φωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρί‐ σεως. Ὥστε κἀκεῖνος τοῖς οἰκείοις οὐκ ἀπιστεῖ, οὔτε
10Ἰουδαῖος ἀμφισβητεῖ περὶ τούτων, οὔτε τις ἁπλῶς ἄνθρωπος. Τί τοίνυν ἀπατῶμεν ἑαυτούς; Ἰδοὺ ταῦτα λέγεις πρὸς ἐμέ· τί πρὸς τὸν Θεὸν ἐρεῖς τὸν πλά‐ σαντα καταμόνας τὰς καρδίας ἡμῶν; τὸν εἰδότα τὰ ἐν τῇ διανοίᾳ πάντα; τὸν ζῶντα καὶ ἐνεργοῦντα καὶ
15τομώτατον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον; Εἰπὲ γάρ μοι μετὰ ἀληθείας· σὺ οὐ καταγινώσκεις σαυτοῦ ἁμαρτάνοντος; ἔστι δέ τις τῶν ἐν ἀνθρώποις, ὃς ἑαυ‐ τῷ οὐ μέμφεται ῥᾳθυμοῦντι; Καὶ πῶς ἂν ἀπὸ ταὐ‐ τομάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν
20ἁμαρτάνοντα καταγινώσκειν ἑαυτοῦ; τοῦτο γὰρ με‐ γάλης σοφίας ἐστί. Σὺ σαυτοῦ καταγινώσκεις· ὁ δὲ τὴν τοιαύτην σοι διδοὺς διάνοιαν πάντα ἁπλῶς ἀφήσει φέρεσθαι; Κανὼν οὖν οὗτος ἔσται καθολικὸς, καὶ ὅρος· οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς
25κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός· οὐδεὶς τῶν ἐν κακίᾳ ἀναστρεφομένων πολλῇ, πλὴν ὀλίγων, παραδέχεται τὸν τῆς ἀναστάσεως λόγον. Καὶ τοῦτό φησιν ὁ Ψαλμῳδός· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Διὰ τί; Ὅτι βεβηλοῦνται αἱ
30ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· Φάγωμεν γὰρ, φησὶν, καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ὁρᾷς ὅτι ταπεινῶν ἐστι ταῦτα λέγειν; Ἀπὸ τοῦ τρώγειν καὶ πίνειν ταῦτα τὰ ῥήματά ἐστι τὰ ἀνατρεπτικὰ τῆς ἀναστάσεως. Οὐ φέρει γὰρ, οὐ φέρει τὸ ἀπὸ τοῦ συν‐
35ειδότος κριτήριον ἡ ψυχή· καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώ‐
σεται, οὕτω φονεύει· ἐπεὶ, τοῦ συνειδότος αὐτὸν κρί‐Column end

62

.

318

νοντος, οὐκ ἂν ταχέως ἦλθεν ἐπὶ τὸ τόλμημα. Καὶ οἶδεν οὖν, καὶ ἀγνοεῖν προσποιεῖται, ἵνα μὴ βασανί‐ ζηται τῷ συνειδότι καὶ τῷ φόβῳ· ἦ γὰρ ἂν, ἀσθενέ‐ στερος γέγονε πρὸς τὸν φόνον. Οὕτω δὴ καὶ οἱ
5ἁμαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁμαρτάνειν κακὸν, καὶ καθ’ ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούμενοι, οὐ θέλουσιν εἰδέναι, καίτοι τοῦ συνειδότος αὐτῶν ἐπι‐ λαμβανομένου. Ἀλλὰ μὴ ἐκείνοις προσέχωμεν· ἔσται γὰρ, ἔσται πάντως κρίσις καὶ ἀνάστασις, καὶ οὐκ
10ἀφήσει εἰκῆ τοσαῦτα ἔργα ὁ Θεός. Διὸ, παρακαλῶ, τῆς κακίας ἀποσχόμενοι, τῆς ἀρετῆς ἐχώμεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καίτοι τί εὐκολώτερον, τὸν περὶ ἀναστάσεως
15δέξασθαι λόγον, ἢ τὸν περὶ [τῆς] εἱμαρμένης; Ἐκεῖνος ἀδικίας γέμει, ἐκεῖνος ἀλογίας, ἐκεῖνος ὠμότητος, ἐκεῖνος ἀπανθρωπίας· οὗτος δικαιοσύνης, τοῦ κατ’ ἀξίαν ἀπονεμητικός· καὶ ὅμως αὐτὸν οὐ παραδέχονται. Τὸ δὲ αἴτιον ἡ ἀργία· ἐπεὶ οὐδεὶς νοῦν
20ἔχων, ἐκεῖνον δέχεται. Καὶ γὰρ καὶ ἐν Ἕλλησιν οἳ τὴν ἡδονὴν ὁριζόμενοι, τέλος εἶναί φασιν, ἐκεῖνοι αὐ‐ τὸν ἐδέξαντο· οἱ δὲ τὴν ἀρετὴν ἀγαπήσαντες, οὐκέτι, ἀλλ’ ἐξέβαλον ὡς ἄλογον. Εἰ δὲ ἐν Ἕλλησι τοῦτο, πολλῷ μᾶλλον καὶ ἐν τῷ περὶ τῆς ἀναστάσεως λόγῳ
25οὕτω. Θέα δέ μοι πῶς δύο ἐναντία κατεσκεύασεν ὁ διάβολος· ἵνα γὰρ ἀμελῶμεν ἀρετῆς, καὶ ἵνα θερα‐ πεύωμεν δαίμονας, τὴν ἀνάγκην εἰσήγαγεν, καὶ δι’ ἑκατέρων ἀμφότερα ἔπεισε. Τίνα οὖν δυνήσεται λόγον δοῦναι ὁ διαπιστῶν πράγματι οὕτω θαυμαστῷ, καὶ
30τοῖς ἐκεῖνα ληροῦσι πειθόμενος; Μὴ τοίνυν μηδὲ αὕτη σε ἡ παραμυθία τρεφέτω, ὡς τεύξῃ συγγνώμης· ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωμεν πρὸς ἀρε‐ τὴν, καὶ ζήσωμεν ἀληθῶς τῷ Θεῷ, ἐν Χριστῷ, καὶ
τὰ ἑξῆς.Column end

62

.

317

(38)

ΟΜΙΛΙΑ Γʹ. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,
40πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται.
45 Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας. αʹ. Τήμερον ἀποδοῦναι ἀναγκαῖον τὸ ὄφλημα, ὅπερ χθὲς ἀνεβαλόμην, ὥστε ἀκμαζούσαις ὑμῶν προσβα‐

62

.

317

(50)

λεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγό‐ μενος ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξα‐ μεν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν εἰκόνα εἶναι; Εἰ μὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ
55ἀπαράλλακτον δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου, εἰπὲ, καὶ ὡς μαινομένου λοιπὸν ἀποστήσομαι. Διὰ τί δὲ μηδαμοῦ μήτε εἰκὼν, μήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφό‐ τερα; Διὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηρ‐
60μένον ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέ‐ βειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν, καὶ οὐδὲ βουλομένους ἀφίη‐
σιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγονColumn end

62

.

318

(39)

κάτω. Διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης,
40θαῤῥούντως ἡ Γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μεί‐ ζων ἡ φύσις, οὐκέτι. Ἀλλ’, Εἰκὼν τοῦ ἀοράτου, φησίν. Οὐκοῦν εἰ ἐκεῖνος ἀόρατος, καὶ αὕτη ὁμοίως ἀόρατος, ἐπεὶ οὐδ’ ἂν εἰκὼν εἴη. Τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον δεῖ
45εἶναι, οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως. Ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα, μᾶλλον δὲ πανταχοῦ, ἐὰν τὰ τῆς ἀκριβείας ζητῇς· ἔνθα δὲ ὁ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὐδὲ διάπτωσίς τις γίνε‐

62

.

318

(50)

ται. Εἰ δὲ κτίσμα, πῶς εἰκὼν τοῦ κτίσαντος; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών. Εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκὼν, τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ αὐτοὶ ἀόρατοι, ἀλλ’ οὐχ ἑαυτοῖς· καὶ ψυχὴ ἀόρατος· ἀλλ’ ἐπειδὴ ἀόρατος,
55ἁπλῶς διὰ τοῦτο εἰκὼν, εἰ καὶ μὴ οὕτως ὥσπερ αὐτός. Πρωτότοκος πάσης κτίσεως. βʹ. Τί οὖν, φησίν; ἰδοὺ ἔκτισται; Πόθεν, εἰπέ μοι; Ἐπειδὴ, Πρωτότοκος, εἶπε. Καὶ μὴν οὐ, πρωτόκτι‐
στος, εἶπεν, ἀλλὰ, Πρωτότοκος. Ἔπειτα εἰ διὰ τὸ317

62

.

319

πρωτότοκον λέγεσθαι, ἐκτίσθαι αὐτὸν φὴς, τί εἴπῃς, ὅταν ἀδελφὸν αὐτὸν ἀκούσητε λεγόμενον; Καὶ γὰρ ἀδελφὸν αὐτὸν καλεῖ ἡ Γραφὴ κατὰ πάντα ἡμῖν ὁμοιωθέντα. Ἆρα οὖν διὰ τοῦτο καὶ τὸ εἶναι αὐτὸν
5δημιουργὸν ἀφαιρήσομεν, καὶ οὔτε ἀξιώματι, οὔτε ἄλλῳ τινὶ προέχειν ἡμῶν ἀξιώσομεν; καὶ τίς ἂν τοῦτο τῶν νοῦν ἐχόντων εἴποι; Τὸ γὰρ Πρωτότοκος, οὐχὶ ἀξίας καὶ τιμῆς, ἀλλὰ χρόνου μόνον ἐστὶ σημαντι‐ κόν. Ἂν τοίνυν πλέον ἡμῶν οὐδὲν ἔχῃ, τάχα κατὰ
10τοῦτον τὸν λόγον πάντων ἐστὶ πρωτότοκος, καὶ ὁμοούσιος ἔσται ὁ Θεὸς Λόγος καὶ λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν· Πρωτότοκος γὰρ, φησὶ, πάσης κτίσεως. Ἀλλὰ πρωτότοκος εἴρηται, φησίν· οὐκοῦν ἔκτισται. Καλῶς, ἐὰν τοῦτο ᾖ, καὶ μὴ ἀδελφά τινα
15ἔχῃ καὶ ἄλλα, οἷον τὸ, Πρωτότοκος ἐκ νεκρῶν, πρω‐ τότοκος ἐν πολλοῖς ἀδελφοῖς. Τὸ, πρωτότοκος ἐκ τῶν νεκρῶν, τίνος ἐστὶ δηλωτικὸν, εἰπέ μοι; Οὐ γὰρ τοῦ, ὅτι πρῶτος ἀνέστη, ἐρεῖς· οὐ γὰρ εἶπεν ἁπλῶς νεκρῶν, ἀλλὰ πρωτότοκος ἐκ τῶν νεκρῶν· οὐδὲ ὅτι
20ἀπέθανε πρῶτος, ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη. Ὥστε οὐδὲν ἕτερον δηλοῖ, ἢ τοῦτο, ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό. Ἵνα γὰρ μὴ νομίσωσι νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’
25ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ, δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι· οὐ γὰρ ἂν ἀπὸ σκότους οὗτος ἤγαγε· δεύτερον, ὅτι καὶ πρὸ αὐτῶν ἐστι. Καὶ σημεῖον ποιεῖται τοῦ πρὸ αὐτῶν εἶναι, τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι· Ὅτι ἐν αὐτῷ, φησὶν,
30ἐκτίσθη τὰ πάντα. Τί λέγουσιν ἐνταῦθα οἱ τὰ Παύλου τοῦ Σαμοσατέως φρονοῦντες; Ὅτι τὰ πάντα ἐν αὐτῷ γέγονεν. Ἰδοὺ γὰρ εἴρηται, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς εἶπεν.
35Ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν. Εἶτα ἐπάγει, Τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀόρατα τὴν ψυχὴν λέγων, ὁρατὰ πάντας ἀνθρώπους. Καὶ τὸ μὲν ὁμο‐ λογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. Εἶτά φησιν, Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε
40ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὸ, Εἴτε, τοῦ παντὸς περι‐ ληπτικόν ἐστι. Τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν ἐξουσιῶν ἀριθμοῦντος, ἀλλὰ ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστί. Τὰ πάντα, φησὶ, δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Ἰδοὺ τὸ, Ἐν αὐτῷ, δι’ αὐτοῦ
45ἐστιν. Εἰπὼν γὰρ, Ἐν αὐτῷ, ἐπήγαγε, Δι’ αὐτοῦ. Τὸ δὲ, Εἰς αὐτὸν, τί ἐστι; Τουτέστιν, εἰς αὐτὸν κρέμαται ἡ πάντων ὑπόστασις. Οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς

62

.

319

(50)

αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται. Ἀλλ’ οὐκ εἶπε, διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ τὸ λεπτό‐ τερον, ὅτι εἰς αὐτὸν κρέμαται. Μόνον γὰρ τὸ πρὸς αὐτὸν νεύειν, ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. Οὕτω καὶ τὸ, Πρωτότοκος, ὡς θεμέλιος λέγεται. Τοῦτο δὲ
55οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ δηλοῖ. Οὕτω καὶ ἀλλαχοῦ ὅταν λέγῃ, Θεμέλιον τέθεικα, οὐ περὶ τῆς οὐσίας φησὶν, ἀλλὰ τῆς ἐνεργείας. Ἵνα γὰρ μὴ νομί‐
σῃς ὑπηρέτην εἶναι αὐτὸν, φησὶν, αὐτὸν αὐτὰ δια‐Column end

62

.

320

κρατεῖν, ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαί ἐστι. Καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει, τοῦτο δὲ οὐκέτι· οὐδὲ γὰρ φθειρόμενον κατέχει. Καὶ αὐτός ἐστι πρὸ πάντων, φησί. Τοῦτο Θεῷ ἁρμόζον.
5Ποῦ Παῦλος ὁ Σαμοσατεύς; Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· τουτέστιν, εἰς αὐτὸν ἔκτισται. Συνεχῶς αὐτὰ στρέφει, τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισι πληγαῖς πρόῤῥιζον ἀνασπῶν τὸ δόγμα τὸ ὀλέθριον. Εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦ‐
10τον χρόνον ἀνέφυ Παῦλος ὁ Σαμοσατεὺς, πόσῳ μᾶλλον, εἰ μὴ ταῦτα προείρητο; Καὶ τὰ πάντα, φησὶν, ἐν αὐτῷ συνέστηκε. Πῶς συνέστηκεν ἐν τῷ οὐκ ὄντι; Ὥστε καὶ τὰ δι’ ἀγγέλων αὐτοῦ ἐστι. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας. Εἰπὼν περὶ
15τῆς ἀξίας, λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας. Αὐτός ἐστι, φησὶν, ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας. Οὐκ εἶπε, τοῦ πληρώματος, αὐτὸ μὲν τοῦτο καὶ οὕτω δηλῶν, θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτὸν, ὅτι ὁ οὕτως ἄνω καὶ πάντων ἀνώτερος,
20τοῖς κάτω ἑαυτὸν συνῆψε. Πανταχοῦ γάρ ἐστι πρῶτος· ἄνω πρῶτος, ἐν τῇ Ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. Τοῦτο γάρ ἐστιν, Ἵνα γένηται αὐτὸς πρωτεύων. γʹ. Ὥστε καὶ ἐν γενέσει πρῶτος. Καὶ τοῦτό ἐστι
25μάλιστα τὸ σπουδαζόμενον τῷ Παύλῳ δεῖξαι. Ἂν γὰρ τοῦτο κατασκευασθῇ, ὅτι πρὸ πάντων ἦν τῶν ἀγγέ‐ λων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰ ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων. Καὶ τὸ δὴ θαυμαστὸν, ἐν τῇ ὑστέρᾳ γενέσει ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι.
30Καίτοι γε ἀλλαχοῦ πρῶτόν φησι τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν· ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους. Τῆς γὰρ Ἐκκλησίας πρῶ‐ τός ἐστι, καὶ τῶν μὲν ἀνθρώπων, καθάπερ τῆς κτί‐ σεως, πρῶτος κατὰ σάρκα· καὶ διὰ τοῦτο ἐνταῦθα
35τὸν πρωτότοκον τίθησι. Τί ἐστιν ἐνταῦθα ὁ πρωτό‐ τοκος; Ὁ πρῶτος κτισθεὶς, ἢ πρὸ πάντων ἀναστὰς, ὥσπερ καὶ ἐκεῖ, ὁ πρὸ πάντων ὤν. Καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν εἰπών· Ὅς ἐστιν ἀπαρχὴ, πρω‐ τότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν
40αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως. Καὶ ἐκεῖ μὲν, Εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε τὸ, Πρωτό‐ τοκος. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ
45πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὅσα τοῦ Πατρὸς, φησὶ, ταῦτα καὶ τοῦ Υἱοῦ, καὶ μετὰ πλείονος σπουδῆς, ὅτι καὶ νεκρὸς γέγονε, καὶ ἥνωσεν ἑαυτὸν ἡμῖν. Ἀπαρχὴν

62

.

320

(50)

δὲ εἶπε, καθάπερ ἐπὶ καρποῦ τινος. Οὐκ εἶπεν, ἀνάστασις, ἀλλὰ, ἀπαρχὴ, δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασε, καὶ ὥσπερ θυσίαν προσήνεγκε. Τὸ πλήρωμα περὶ τῆς θεότητος εἴρηκε, καθάπερ ὁ Ἰωάννης ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ
55ἡμεῖς πάντες ἐλάβομεν. Τουτέστιν, εἴτε ἦν ὁ Υἱὸς, εἴτε ὁ Λόγος, ἐκεῖ ᾤκησεν οὐχὶ ἐνέργειά τις, ἀλλ’ οὐσία. Οὐκ ἔχει αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν, ὅτι Ἐν αὐτῷ
ηὐδόκησε, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ319

62

.

321

πάντα εἰς αὐτόν. Ἵνα μὴ νομίσῃς, ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, εἰς ἑαυτὸν, φησί. Καὶ μὴν ἀλλα‐ χοῦ φησιν, ὅτι τῷ Θεῷ καταλλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγε. Καὶ καλῶς
5εἶπε, Δι’ αὐτοῦ ἀποκαταλλάξαι. Ἤδη γὰρ ἦσαν κατηλλαγμένοι, ἀλλὰ τελείως ἔδει, καὶ ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. Πῶς δὲ γίνεται τοῦτο, διασαφεῖ λοι‐ πὸν, οὐ μόνον τὴν καταλλαγὴν, ἀλλὰ καὶ τὸν τρόπον τῆς καταλλαγῆς ἀναγγέλλων· Εἰρηνοποιήσας διὰ
10τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. Τὸ μὲν τὴν ἔχθραν δείκνυσι τὸ καταλλάξαι· τὸ δὲ τὸν πόλεμον, τὸ Εἰρηνοποιήσας. Διὰ τοῦ αἵματος, φησὶ, τοῦ σταυ‐ ροῦ αὐτοῦ δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Μέγα μὲν τὸ καταλλάξαι, τὸ δὲ
15καὶ δι’ αὐτοῦ, μεῖζον· καὶ τὸ τούτου μεῖζον, τὸ διὰ τοῦ αἵματος αὐτοῦ· καὶ οὐχ ἁπλῶς αἵματος, ἀλλὰ τὸ τούτου μεῖζον, διὰ τοῦ σταυροῦ. Ὥστε πέντε ἐστὶ τὰ θαυμαστὰ, τῷ Θεῷ κατήλλαξε, δι’ αὐτοῦ, διὰ θανάτου, διὰ σταυροῦ. Βαβαὶ, πῶς ἀνέμιξε πάλιν; Ἵνα γὰρ μὴ
20νομίσῃς ἓν εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ’ ἑαυτὸ, λέγει, Δι’ ἑαυτοῦ. Πῶς οἶδε μέγα τοῦτο ὄν; Ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ’ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλα‐ γῆς, οὕτως ἅπαντα εἰργάσατο. Τί δέ ἐστι, Τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, εἰκότως·
25ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζε, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνο‐ ποίησε; καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες, Γενηθήτω τὸ θέλημά σου, ὡς
30ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς; τί οὖν ἔστιν εἰπεῖν; Ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ, ἐκπεπολεμωμένοι ἦσαν οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους, τὸν Δεσπότην ὁρῶν‐ τες τὸν αὐτῶν ὑβριζόμενον. Ἀνακεφαλαιώσασθαί φησι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς,
35καὶ τὰ ἐπὶ τῆς γῆς. Πῶς; Τὰ μὲν ἐν τοῖς οὐρανοῖς οὕτω· μετέστησεν ἐκεῖ τὸν ἄνθρωπον, ἀνήγαγεν αὐ‐ τοῖς τὸν ἐχθρὸν, τὸν μισούμενον. Οὐ μόνον τὰ ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν, ἀλλ’ ἀνήγαγεν αὐτὸν πρὸς αὐτοὺς, τὸν ἐχθρὸν καὶ πολέμιον. Τοῦτο εἰρήνη
40βαθεῖα. Ἄγγελοι πάλιν ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐρανῷ ἐφάνη. Δοκεῖ δέ μοι καὶ ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου τε ἕνεκεν γεγενῆ‐ σθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. Ἐν μὲν γὰρ τῇ γῇ διπλῆ ἡ εἰρήνη, καὶ πρὸς τὰ
45ἐπουράνια, καὶ πρὸς ἑαυτά· ἐν δὲ τοῖς οὐρανοῖς ἁπλῆ. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαί‐ ρουσιν οἱ ἄγγελοι, πολλῷ μᾶλλον ἐπὶ τοσούτοις. Ταῦτα πάντα ἡ τοῦ Θεοῦ ἰσχὺς κατώρθωσε. Τί οὖν ἀγγέ‐ λοις θαῤῥεῖτε, φησί; Τοσοῦτον γὰρ ἀπέχουσιν

62

.

321

(50)

ἐκεῖνοι προσάγειν ὑμᾶς, ὅτι καὶ ἐκπεπολεμωμένοι ἦσαν ποτὲ, καὶ, εἰ μὴ ὁ Θεὸς αὐτὸς ὑμᾶς ἐκείνοις κατήλλαξεν, οὐκ ἂν εἰρηνεύσατε. Τί τοίνυν ἐκείνοις προστρέχετε; Βούλει μαθεῖν τῶν ἀγγέλων τὸ μῖσος ὅσον εἶχον πρὸς ἡμᾶς, καὶ πῶς ἀπεστρέφοντο ἀεί;
55Εἰς τιμωρίαν ἐπέμποντο ἐπὶ τῶν Ἰσραηλιτῶν, ἐπὶ τοῦ Δαυῒδ, ἐπὶ τῶν Σοδομιτῶν, ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. Ἀλλ’ οὐ νῦν· ἀλλ’ ἐξ ἐναντίας, ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτοὺς, καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ.
60 δʹ. Καὶ θέα μοι τὸ παράδοξον. Τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγε πρὸς αὐτούς· οὐρανὸς ἡ γῆ γέγονεν, ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι. Διὰ τοῦτο εὐχαριστοῦντες λέγομεν, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
65εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἰδοὺ, φησὶ, καὶColumn end

62

.

322

ἄνθρωποι ἐφάνησαν εὐαρεστοῦντες λοιπόν. Τί ἐστιν, Εὐδοκία; Καταλλαγή· οὐκέτι μεσότοιχόν ἐστιν ὁ οὐρανός. Τὸ πρῶτον κατὰ ἀριθμὸν ἐθνῶν ἦσαν οἱ ἄγγελοι· νῦν δὲ οὐ κατὰ ἀριθμὸν ἐθνῶν, ἀλλὰ κατὰ
5ἀριθμὸν πιστῶν. Πόθεν δῆλον; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει,
10ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγ‐ γελον εἶχε· καθώς φησιν ὁ Ἰακώβ, Ὁ ἄγγελος ὁ τρέφων με, καὶ ὁ ῥυόμενός με ἐκ νεότητός μου. Εἰ τοίνυν ἀγγέλους ἔχομεν, νήφωμεν, καθάπερ παι‐ δαγωγῶν τινων ἡμῖν παρόντων· πάρεστι γὰρ καὶ
15δαίμων. Διὰ τοῦτο εὐχόμεθα, καὶ λέγομεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰ‐ τοῦμεν. Οὐδὲν γὰρ ταύτης ἴσον· ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσ‐ ρήσεσι· καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις
20αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἐπιλέγων. Διὰ τί; Ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ
25τι σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φη‐ σὶν, εἰς τὰς οἰκίας, λέγετε, Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ πάλιν τοῖς μα‐ θηταῖς ἔλεγεν, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ.
30Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν ἁπλῶς, ἀλλ’, Εἰρήνη πᾶσι. Τί γὰρ ὄφελος, ἂν μετὰ τοῦδε μὲν εἰρήνην ἔχωμεν, μεθ’ ἑτέρου δὲ πόλεμον καὶ μάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστα‐
35σιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἐὰν μὴ πάντες ἡσυχάζωσιν οἱ λογισμοὶ,
40εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς υἱοὺς Θεοῦ καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς· εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ εἰρη‐
45νοποιοὶ υἱοὶ τοῦ Θεοῦ, οἱ νεωτεροποιοὶ υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ μάχας ἐμβάλλεις; Καὶ τίς οὕ‐ τως ἄθλιος, φησίν; Εἰσὶ γὰρ πολλοὶ χαίροντες ἐπὶ τοῖς κακοῖς, καὶ τὸ σῶμα τοῦ Χριστοῦ διασπῶντες μᾶλλον, ἢ οἱ στρατιῶται τῇ λόγχῃ διέτεμνον, ἢ οἱ

62

.

322

(50)

Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατμηθέντα τὰ μέλη πάλιν συνή‐ φθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συν‐ αφθῇ, οὐκέτι συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώ‐ ματος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, ἐν‐
55νόησον ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος ἐστὶν, εἰ εὐτελής; τί γὰρ, εἰ εὐκαταφρόνητος; Οὕτως οὐκ ἔστι θέλημα, φησὶν, ἔμπροσθεν τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων· καὶ πάλιν·
60Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσ‐ ωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι’ αὐτὸν καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νομίζεις; Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους.
65Ὅταν εἰσέλθῃ ὁ τῆς Ἐκκλησίας προεστὼς, εὐθέως321

62

.

323

λέγει· Εἰρήνη πᾶσιν· ὅταν ὁμιλῇ, Εἰρήνη πᾶσιν· ὅταν εὐλογῇ, Εἰρήνη πᾶσιν· ὅταν ἀσπάζεσθαι κε‐ λεύῃ, Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι. Καὶ μεταξὺ πάλιν, Χάρις ὑμῖν καὶ εἰρήνη.
5Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες εἰρή‐ νην ἔχειν, ἐκπεπολεμώμεθα πρὸς ἀλλήλους, καὶ λαμβάνοντες, καὶ ἀντιδιδόντες, τῷ διδόντι τὴν εἰρή‐ νην πολεμοῦμεν; Λέγεις, Καὶ τῷ πνεύματί σου, καὶ διαβάλλεις αὐτὸν ἔξω; Οἴμοι, ὅτι τὰ σεμνὰ τῆς
10Ἐκκλησίας, σχήματα γέγονε πραγμάτων μόνον, ἀλλ’ οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων τὰ σύμβολα μένει τοῦ στρατοπέδου τούτου. Ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ’ ἀκούετε τῶν ἑξῆς, τί φησιν ὁ Χριστός· εἰς ἣν δ’ ἂν πόλιν
15ἢ κώμην εἰσέλθητε, Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. Διὰ τοῦτο οὐκ ἴσμεν, ὅτι τύπον ῥημάτων νομίζομεν ταῦτα
20εἶναι, καὶ οὐ συντιθέμεθα τῷ νῷ. Μὴ γὰρ ἐγὼ δίδωμι τὴν εἰρήνην; Ὁ Χριστὸς δι’ ἡμῶν φθέγγεσθαι κατ‐ αξιῶν. Εἰ καὶ τὸν ἄλλον ἅπαντα χρόνον κενοὶ τῆς χά‐ ριτός ἐσμεν, ἀλλ’ οὐ νῦν δι’ ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάντιν ἡ τοῦ Θεοῦ χάρις, δι’ οἰκο‐
25νομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι οὐδὲ εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ’ ἀν‐ έξεται καὶ τοῦτο δι’ ἡμᾶς. εʹ. Μηδεὶς τοίνυν εἴποι, ὅτι εὐτελὴς ἐγὼ καὶ ταπει‐ νὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω μοι προσεχέτω.
30Εἰμὶ γὰρ τοιοῦτος· ἀλλ’ ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς καὶ τοῖς τοιούτοις ἐφίστασθαι. Καὶ ἵνα μά‐ θητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι διὰ τὸν Ἄβελ, τῷ διαβόλῳ διὰ τὸν Ἰὼβ, τῷ Φαραὼ διὰ τὸν Ἰωσὴφ, τῷ Ναβουχοδονόσορ διὰ τὸν Δανιὴλ, τῷ Βαλ‐
35τάσαρ διὰ τὸν αὐτόν. Καὶ μάγοι δὲ ἀποκαλύψεως ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο μὴ λεπρωθῆναι. Διὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων καταλαλησάντων, ἐκείνη μόνη
40τὴν δίκην ἔδωκε; Μὴ θαυμάσῃς· εἰ γὰρ ἐν τοῖς ἔξω‐ θεν ἀξιώμασι, κἂν μυρία τις κατηγορῆται, οὐ πρό‐ τερον εἰς δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται τὴν ἀρχὴν, ἵνα μὴ καὶ ἐκείνη μετ’ αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς κἂν
45ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἂν ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπ‐ ελθὼν, εἴτε καὶ ἐνταῦθα, τότε δὴ, τότε χαλεπωτέραν δώσει τὴν δίκην. Μὴ δὴ νομίζετε παρ’ ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον

62

.

323

(50)

ἐνεργοῦσα, οὐ δι’ ἡμᾶς, ἀλλὰ δι’ ὑμᾶς. Ἀκούσατε οὖν
τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡColumn end

62

.

324

εἰρήνη ὑμῶν ἐπ’ αὐτήν. Πῶς δὲ ἀξία γίνεται; Ἐὰν δέξωνται ὑμᾶς, φησίν. Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τὸν λόγον ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν
5ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ’ ἡμῶν λεγομένων; τί τὸ κέρδος, ὅτι θεραπεύετε, καὶ οὐ προσέχετε τοῖς λεγομένοις ὑμῖν; Ἐκείνη ἐστὶ τιμὴ ἡμῖν, ἐκείνη θεραπεία θαυμαστὴ, ἡ καὶ ὑμᾶς ὠφε‐
10λοῦσα καὶ ἡμᾶς, ἐὰν ἡμῶν ἀκούητε. Ἀκούετε καὶ τοῦ Παύλου λέγοντος, Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἀρχιερεύς ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος, Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε. Οὐκ ἐμοῦ καταφρονεῖς, ἀλλὰ τῆς ἱερωσύνης· ἂν ἴδῃς ταύ‐
15της γυμνὸν, τότε καταφρόνει, τότε οὐδὲ ἐγὼ ἀνέχο‐ μαι ἐπιτάττειν. Ἕως δ’ ἂν ἐπὶ τοῦ θρόνου τούτου καθήμεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωμεν, ἔχομεν καὶ τὴν ἀξίαν καὶ τὴν ἰσχὺν, εἰ καὶ ἀνάξιοί ἐσμεν. Εἰ ὁ Μωϋσέως θρόνος οὕτως ἦν αἰδέσιμος, ὡς δι’ ἐκεῖνον
20ἀκούεσθαι, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡμεῖς διεδεξάμεθα· ἀπὸ τούτου φθεγγόμεθα, ἀφ’ οὗ καὶ ὁ Χριστὸς ἔθετο ἐν ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Οἱ πρέσβεις, οἷοίπερ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς ἀπολαύουσι τῆς
25τιμῆς. Ὅρα γάρ· εἰς μέσην βαρβάρων ἔρχονται τὴν γῆν μόνοι, μεταξὺ τοσούτων πολεμίων· καὶ ἐπειδὴ μεγάλα ὁ τῆς πρεσβείας ἰσχύει νόμος, πάντες αὐτοὺς τιμῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες μετὰ ἀσφαλείας ἐκπέμπουσι. Καὶ ἡμεῖς
30τοίνυν πρεσβείας ἀνεδεξάμεθα λόγον, καὶ ἥκομεν παρὰ τοῦ Θεοῦ· τοῦτο γάρ ἐστι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα. Ἥκομεν πρὸς ὑμᾶς πρεσβεύοντες, ἀξιοῦντες καταλῦσαι τὸν πόλεμον, καὶ λέγομεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόμενοι δώσειν, οὐδὲ σίτου μέτρα
35τόσα καὶ τόσα, οὐδὲ ἀνδράποδα, οὐδὲ χρυσίον, ἀλλὰ βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον, συνουσίαν τὴν μετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ μήτε εἰπεῖν δυνα‐ τὸν ἡμῖν, μήτε ὑμῖν ἀκοῦσαι, ἕως ἂν ἐν τῇ σαρκὶ ταύτῃ ὦμεν καὶ τῷ παρόντι βίῳ. Πρεσβεύομεν
40τοίνυν· ἀπολαύειν δὲ βουλόμεθα τιμῆς· οὐ δι’ ἡμᾶς, μὴ γένοιτο· ἴσμεν γὰρ αὐτῆς τὸ εὐτελές· ἀλλὰ δι’ ὑμᾶς, ἵνα ὑμεῖς μετὰ σπουδῆς τὰ παρ’ ἡμῶν ἀκούητε, ἵνα ὑμεῖς ὠφελῆσθε, ἵνα μὴ μετὰ ῥᾳθυμίας ἢ ἀπροσ‐ εξίας προσέχητε τοῖς λεγομένοις. Οὐχ ὁρᾶτε τοὺς
45πρέσβεις πῶς πάντες αὐτοὺς περιέπουσιν; Ἡμεῖς Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαν‐ τες ὑμῖν τοῦτο, οὐχ ἡμεῖς, ἀλλ’ αὕτη ἡ ἐπισκοπή· οὐχὶ ὁ δεῖνα, ἀλλ’ ὁ ἐπίσκοπος. Μηδεὶς ἐμοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώματος. Πάντα τοίνυν ποιῶμεν κατὰ

62

.

324

(50)

τὸ τῷ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ
ἑξῆς.323

62

.

325

ΟΜΙΛΙΑ Δʹ. Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριω‐ μένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς
5 αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώ‐ πιον αὐτοῦ. αʹ. Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς κατήλλαξε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι
10ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφορὰν, ἐν ᾗ ἦσαν. Ἀλλ’ ἵνα μὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νομίσῃς εἶναι, ἐπάγει· Καὶ ὑμᾶς ὄντας ἀπηλλοτριωμένους· ὥστε δοκεῖ μὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ κακῶς
15παθόντα, καὶ ἑκόντα τοῦτο ὑπομείναντα ἀπαλλάξαι τῶν δεινῶν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι ἄξιος, οὗτος δὲ μισεῖσθαι. Ἀλλ’ ὅμως ὑμᾶς, φησὶν, οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ, καὶ ἀναξίους ὄντας
20ἀπήλλαξε. Καὶ ἐπειδὴ τῶν ἐν τοῖς οὐρανοῖς ἐμνήσθη, δείκνυσιν ὅτι ἡ ἔχθρα πᾶσα ἐντεῦθεν εἶχε τὴν ἀρχὴν, οὐκ ἐκεῖθεν. Ἐκεῖνοι μὲν γὰρ πάλαι ἐβούλοντο, καὶ ὁ Θεός· ὑμεῖς δὲ οὐκ ἠθελήσατε. Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους μηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρό‐
25νοις, εἴ γε ἔμενον ἐχθροὶ, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαι τοῦ διαβόλου. Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος μὴ δεθέν‐ τος· οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχομέ‐ νων μὴ βουλομένων ἐπανελθεῖν. Ἀλλ’ ἀμφότερα ἔδει,
30ὧν ἐκεῖνοι μὲν οὐδὲν, ὁ Χριστὸς δὲ ἀμφότερα πεποίηκεν. Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυμασιώ‐ τερον τὸ πεῖσαι. Ἐκεῖνο μὲν γὰρ ὅλον αὐτοῦ ἦν, καὶ αὐτὸς μόνος κύριος ἦν· τούτου δὲ οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ ἡμεῖς· εὐκολώτερον δὲ ταῦτα ἀνύομεν, ὧν
35αὐτοὶ κύριοί ἐσμεν. Ἅτε οὖν καὶ μεῖζον ὂν, ὕστερον αὐτὸ τίθησι. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐχθραίνοντας, ἀλλὰ, Ἀπηλλοτριωμένους, ὃ πολλῆς ἔχθρας ἐστίν· οὐδὲ ἠλλοτριωμένους, ἀλλὰ μηδὲ προσδοκῶντας ἐπανελθεῖν. Καὶ ἐχθροὺς, φησὶ, τῇ διανοίᾳ, διὰ
40τούτου δηλῶν, ὅτι οὐχὶ μέχρι τῆς προαιρέσεως μόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν· ἀλλὰ τί; Καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Καὶ ἐχθροὶ ἦτε, φησὶ, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου,
45παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγ‐ κλήτους κατενώπιον αὐτοῦ. Ἐνταῦθα τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς, ὅτι ἐν τῷ σώματι, καὶ ὅτι οὐχ ἁπλῶς πληγεὶς, οὐδὲ μαστιγωθεὶς, οὐδὲ πρα‐ θεὶς, ἀλλὰ καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ. Πά‐

62

.

325

(50)

λιν τοῦ σταυροῦ μέμνηται, καὶ πάλιν ἑτέραν τίθησιν εὐεργεσίαν. Οὐ γὰρ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ ὅ φησιν ἀνωτέρω, Τῷ ἱκανώσαντι ἡμᾶς, τοῦτο δὲ καὶ ἐνταῦθα αἰνίττεται. Διὰ τοῦ θανάτου αὑτοῦ, φησὶ, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγ‐
55κλήτους κατενώπιον αὐτοῦ. Οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐν τοῖς εὐδοκι‐ μηκόσι κατέστησεν. Οὐ γὰρ ἵνα κακῶν ἀπαλλάξῃ μό‐ νον τοσαῦτα ἔπαθεν, ἀλλ’ ἵνα καὶ τῶν πρώτων ἐπιτύ‐ χωμεν· ὥσπερ ἂν εἴ τις κατάδικον μὴ μόνον τῆς
60τιμωρίας ἐλευθερώσῃ, ἀλλὰ καὶ εἰς τιμὴν ἀναγάγῃ.
Καὶ τοῖς οὐδὲν ἡμαρτηκόσιν ἐγκατέταξε· μᾶλλον δὲColumn end

62

.

326

οὐ τοῖς μὴ ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς κατωρ‐ θωκόσι τὰ μέγιστα· καὶ τὸ δὴ μεῖζον, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ δέδωκε. Τὸ δὲ ἀνέγκλητον, ἐπίτασις τοῦ ἀμώμου· ἀνέγκλητον γὰρ τότε λέγεται,
5ὅταν μηδὲ μέχρι καταγνώσεως, μηδὲ μέχρι ἐγκλή‐ ματος ᾖ τι πεπραγμένον ἡμῖν. Ἀλλ’ ἐπειδὴ τὸ ὅλον αὐτοῦ τέθεικεν εἰπὼν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατ‐ ώρθωσεν, ἵνα μή τις εἴπῃ, Οὐκοῦν οὐδενὸς χρῄζο‐ μεν, διὰ τοῦτο ἐπήγαγεν· Εἴ γε ἐπιμένετε τῇ πί‐
10στει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακι‐ νούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου. Τὴν ῥᾳθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπιμένετε· ἔστι γὰρ ἐπιμένειν σαλευόμενον, καὶ διχοστατοῦντα· ἔστιν ἑστάναι καὶ μένειν περιφε‐
15ρόμενον. Εἴ γε ἐπιμένετε, φησὶ, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι. Βαβαὶ, ἡλίκῃ κέ‐ χρηται τροπῇ. οὐ μόνον μὴ σαλευόμενοι, φησὶν, ἀλλὰ μηδὲ κινούμενοι. Καὶ ὅρα· οὐδὲν φορτικὸν τέως τίθη‐ σιν, οὐδὲ ἐπίπονον, ἀλλὰ πίστιν καὶ ἐλπίδα. Τουτ‐
20έστιν, ἐὰν μένητε πιστεύοντες, ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων. Ἐνταῦθα μὲν γὰρ δυνατόν· ἐπὶ δὲ τῆς ἀρετῆς οὐκ ἔνι μὴ μετασαλευθῆναι, κἂν μικρόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. Ἀπὸ τῆς ἐλπίδος, φησὶ, τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος
25ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ Εὐαγγελίου, ἀλλ’ ἢ ὁ Χριστός; Αὐ‐ τὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος. Ὥστε ὁ ἑτέροις ἐπιγράφων, μετακεκί‐ νηται· πάντα γὰρ ἀπώλεσεν, ἐὰν μὴ εἰς τὸν Χρι‐
30στὸν πιστεύῃ. Ἠκούσατε, φησί. Πάλιν αὐτοὺς φέρει μάρτυρας, εἶτα τὴν οἰκουμένην ἅπασαν. Οὐ λέγει, τοῦ κηρυττομένου, ἀλλ’, ἤδη πιστευθέντος καὶ Κη‐ ρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν, ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμε‐
35νος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συντελεῖ. Ἐγὼ, φησὶ, Παῦλος διάκονος. Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωμα λοιπὸν πανταχοῦ ᾀδομένου, καὶ τῆς οἰκουμένης ὄντος διδα‐ σκάλου. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ
40ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλί‐ ψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώ‐ ματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία. βʹ. Καὶ ποία αὕτη ἀκολουθία; Δοκεῖ μὲν ἀπηρτῆσθαι, πολλὴν δὲ ἔχει τὴν ἀκολουθίαν. Καὶ, Διάκονος, φη‐
45σίν· ἀντὶ τοῦ, οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρων, ἀλλὰ τὰ ἑτέρου καταγγέλλων. Οὕτω δὲ πιστεύω, ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ· καὶ οὐ πάσχω μόνον, ἀλλὰ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ἀφορῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ, ἀλλ’ ὑπὲρ ὑμῶν. Καὶ

62

.

326

(50)

ἀνταναπληρῶ, φησὶ, τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Δοκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γέ‐ νοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου
55τὰ πάθη. Οὕτω δὲ εἶπε, τούτους οἰκειῶσαι αὐτῷ βου‐ λόμενος. Καὶ ἃ ἐγὼ πάσχω, δι’ ἐκεῖνον πάσχω, φη‐ σίν· ὥστε μὴ ἐμοὶ χάριν ὁμολογεῖτε, ἀλλ’ ἐκείνῳ·
αὐτὸς γὰρ πάσχει ταῦτα. Ὥσπερ ἂν εἴ τις πεμφθεὶς325

62

.

327

πρός τινα, ἕτερον ἀξιώσειε λέγων· Παρακαλῶ σε, ὑπὲρ ἐμοῦ ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγοι, ὅτι Διὰ τόνδε ταῦτα ποιῶ. Ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. Οὐ γὰρ μόνον ἀπέθα‐
5νεν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν ἕτοι‐ μός ἐστι θλιβῆναι δι’ ἡμᾶς. Ἐφιλονείκησε καὶ ἐβιά‐ σατο δεῖξαι αὐτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς Ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος, καὶ πρὸς ἐκεῖνο ἀποτείνεται, ὅτι Οὐ δι’ ἡμῶν προσάγεσθε, ἀλλὰ δι’
10αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν· οὐ γὰρ οἰκεῖον ἔργον ἀνεδεξάμεθα, ἀλλὰ τὸ ἐκείνου. Καὶ ταυτόν ἐσ‐ τιν, ὥσπερ ἂν εἴ τις τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς, καὶ ἐν τῷ πολέμῳ στήκοι, εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύ‐
15ματα ἀναδέξοιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. Εἶτα ὅτι καὶ δι’ αὐτὸν ταῦτα ποιεῖ, ἄκουσον. Ὑπὲρ τοῦ σώματος αὐτοῦ, φησί· τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑμῖν χαρίζομαι, ἀλλὰ τῷ Χριστῷ· ἃ γὰρ ἐκεῖνον ἔδει παθεῖν, ἐγὼ πάσχω ἀντ’ αὐτοῦ· ὅρα πόσα κα‐
20τασκευάζει. Δείκνυσι πολὺ τὸ φίλτρον· ὥσπερ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν, Ἐν ἡμῖν ἔθετο τὴν διακονίαν τῆς καταλλαγῆς· καὶ πάλιν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· τοῦτο καὶ ἐν‐
25ταῦθά φησιν, Ὑπὲρ αὐτοῦ πάσχω, ἵνα μᾶλλον αὐτοὺς ἐπισπάσηται. Τουτέστιν, Εἰ καὶ ὁ ὀφείλων ὑμῖν ἀπῆλθεν, ἀλλ’ ἐγὼ ἀποδίδωμι. Διὰ γὰρ τοῦτο καὶ Ὑστερήματα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖ‐ ται οὐδέπω πεπονθέναι. Ὑπὲρ ὑμῶν, φησὶ, καὶ μετὰ
30θάνατον πάσχει, εἴ γε ἔτι ἐλλείμματα ἔμεινε. Τοῦτο ἐν τῇ πρὸς Ῥωμαίους ἑτέρως ποιεῖ λέγων· Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· δεικνὺς ὅτι οὐκ ἠρκέ‐ σθη τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα μυρία ποιεῖ. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων ταῦτα λέγει, ἀλλὰ
35τὸν Χριστὸν δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐ‐ τῶν φροντίζοντα. Καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσι τῷ ἐπαγαγεῖν, Ὑπὲρ τοῦ σώματος αὐτοῦ. Ὅτι γὰρ οὕτως ἔχει, καὶ οὐδὲν ἀπεικὸς, δῆλον ἐκ τοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ ταῦτα γενέσθαι. Ὅρα πῶς
40ἡμᾶς συνῆψεν ἑαυτῷ. Τί τοίνυν ἐπεισάγετε διὰ μέ‐ σου ἀγγέλους; Ἧς ἐγὼ ἐγενόμην, φησὶ, διάκο‐ νος. Τί ἑτέρους ἐπεισάγετε ἀγγέλους; ἐγώ εἰμι διά‐ κονος. Εἶτα δείκνυσιν ὅτι οὐδὲν αὐτὸς ἐποίησεν, εἴ γε διάκονός ἐστιν. Ἧς ἐγενόμην ἐγὼ, φησὶ, διάκονος
45κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ οἰκονο‐ μίαν. Ἤτοι τοῦτό φησιν, ὅτι Οὕτως ἠθέλησεν, αὐτοῦ ἀπελθόντος, ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι διακέησθε· αὐτὸς γάρ ἐστιν ὁ

62

.

327

(50)

παθὼν, αὐτὸς ὁ πρεσβεύων· ἢ τοῦτό φησιν, ὅτι Ἐμὲ τὸν μάλιστα πάντων διώκτην διὰ τοῦτο εἴασε διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύσσων· ἢ οἰκονομίαν φησὶν, ὅτι Οὐκ ἔργα ἐζήτησεν οὐδὲ πράξεις οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα. Οὐ γὰρ ἂν ἑτέρως ἐδέ‐
55ξασθε τὸν λόγον. Εἰς ὑμᾶς, φησὶ, πληρῶσαι τὸν λό‐ γον τοῦ Θεοῦ. Περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους τῷ εἰπεῖν, Πληρῶσαι. Τὸ γὰρ ἔθνη ἀπεῤῥιμμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμά‐ των δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς
60τοῦ Θεοῦ· Ἐπεὶ ἐγὼ οὐκ ἂν ἴσχυσα, φησί. Δείξας δὴ τὸ μεῖζον, τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα,
τότε τὸ σαφέστερον ἐπάγει, ὅτι Καὶ τοῦτο τοῦ ΘεοῦColumn end

62

.

328

ἐστι, τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς. Καὶ δείκνυσιν ἐνταῦθα [οὐ] φανερῶς, ὅτι Καὶ τοῦτο οἰκονομίας, τὸ νῦν λεχθῆναι, ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας, ἀλλ’ ὥστε δεκτικοὺς γενέσθαι. Ὁ γὰρ Θεὸς οὐκ
5ἀθρόως πάντα ποιεῖ, ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν. Καὶ τοῦτο αἴτιον τοῦ νῦν παραγενέσθαι τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Οὕτω καὶ δείκνυσιν ἐν τῷ Εὐαγγελίῳ ὅτι διὰ τοῦτο τοὺς δούλους ἀπέστειλε πρώτους, ἵνα μὴ ἐπὶ τὸν φό‐
10νον ἔλθωσι τοῦ υἱοῦ. Εἰ γὰρ οὐδὲ μετὰ τοὺς δού‐ λους ἐλθόντα τὸν υἱὸν ᾐδέσθησαν, πολλῷ μᾶλλον πρὸ τούτου· εἰ τῶν ἐλαττόνων οὐκ ἤκουον προσταγμά‐ των, πῶς τῶν μειζόνων ἤκουσαν ἄν; Τί οὖν φη‐ σιν; Οὐκ εἰσὶν Ἰουδαῖοι καὶ νῦν, καὶ Ἕλληνες
15ἀτελέστερον διακείμενοι; Τοῦτο λοιπὸν ὑπερβολὴ ῥᾳ‐ θυμίας. Τὸ γὰρ μετὰ τοσοῦτον χρόνον, μετὰ τοσαῦτα διδάγματα ἔτι μένειν ἀτελεῖς, πολλῆς νω‐ θείας ἐστίν. γʹ. Ὅταν οὖν λέγωσιν Ἕλληνες, Διὰ τί νῦν ἦλθεν ὁ
20Χριστός; μὴ τοῦτο ἀφῶμεν λέγειν αὐτοὺς, ἀλλ’, εἰ μὴ κατώρθωσεν, ἐρωτῶμεν. Ὥσπερ γὰρ εἰ καὶ παρὰ τὴν ἀρχὴν ἦλθε καὶ μὴ κατώρθωσεν, οὐκ ἤρκει ἡμῖν πρὸς ἀπολογίαν ὁ καιρός· οὕτως, ἐπειδὴ κατώρθωσεν, οὐκ ἂν εἴημεν δίκαιοι τοῦ καιροῦ τὰς εὐθύνας ὑπ‐
25έχειν. Οὐδὲ γὰρ ἰατρόν τις τὴν νόσον λύσαντα καὶ ἐπὶ ὑγείαν ἀγαγόντα ἀπαιτεῖ τῆς ἰατρείας τὰς εὐθύνας, οὐδὲ στρατηγὸν νενικηκότα τις ἐξετάζει, διὰ τί τῷδε τῷ καιρῷ, καὶ διὰ τί ἐν τῷδε τῷ τόπῳ. Ταῦτα γὰρ, μὴ κατορθώσαντος, ἦν ἐρωτᾷν· κατορθώσαντος δὲ,
30καὶ ἀποδέχεσθαι. Τίς γὰρ, εἰπέ μοι, ἀξιοπιστότερος; ὁ σὸς λογισμὸς καὶ ἡ συκοφαντία, ἢ ἡ τοῦ πράγματος τελειότης; ἐνίκησεν, ἢ οὐκ ἐνίκησε; τοῦτο δεῖξον· ἐκράτησεν, ἢ οὐκ ἐκράτησεν; ἐξήγαγεν εἰς τέλος ἅπερ εἶπεν, ἢ οὔ; Αὗταί εἰσιν αἱ εὐθῦναι. Εἰπὲ δή μοι,
35Θεὸν πάντως ὁμολογεῖς εἶναι, εἰ καὶ μὴ Χριστόν; ἐρωτῶ δή σε· ἄναρχος ὁ Θεός; Πάντως ἐρεῖς. Εἰπὲ δή μοι, διὰ τί μὴ πρὸ μυρίων ἐτῶν τοὺς ἀνθρώπους ἐποίησε; πλείονα γὰρ ἔμελλον ζήσεσθαι χρόνον. Εἰ γὰρ καλὸν τὸ εἶναι, πολλῷ μᾶλλον τὸ ἐπιπλεῖον εἶναι.
40Νῦν δὲ ἐζημιώθησαν ὃν οὐκ ἐγένοντο χρόνον; Ἀλλ’ οὐκ ἐζημιώθησαν· τὸ δὲ πῶς, αὐτὸς οἶδεν ὁ πεποιη‐ κώς. Πάλιν σε ἐρωτῶ, διὰ τί μὴ πάντας ἀθρόον ἐποίη‐ σεν, ἀλλ’ ἡ μὲν τοῦ δεῖνος ψυχὴ τοῦ πρώτου γενομέ‐ νου τοσαῦτα ἔτη ἔχει οὖσα, ἡ δὲ ἑτέρα ἠλάττωται ἡ
45μηδέπω γενομένη; διὰ τί τὸν μὲν πρῶτον, τὸν δὲ ὕστε‐ ρον ἐποίησεν εἰς τόνδε παραχθῆναι τὸν κόσμον; καὶ τοιαῦτα ὄντως ζητήσεως ἄξια, ἀλλ’ οὐ πολυπραγμο‐ σύνης· τοῦτο γὰρ οὐδὲ ζητήσεως. Ἐγὼ δὲ ἐρῶ τὴν αἰ‐ τίαν ἥνπερ εἶπον· ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην

62

.

328

(50)

φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ’ ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου. Λοιπὸν ὅταν ἡ ψυχὴ ἀκμάζῃ, τῶν τοῦ σώματος μελῶν χαλασθέντων, καὶ τοῦ πολέ‐
55μου λυθέντος, τότε ἤχθημεν ἐπὶ τὴν φιλοσοφίαν. Καὶ μὴν τοὐναντίον, φησί· μειράκια ὄντα διδάσκομεν, ἀλλ’ οὐ τὰ μεγάλα δόγματα, ἀλλὰ ῥητορείαν, ἀλλὰ δεινότητα λόγων· ταῦτα μὲν οὖν, ὅταν ἀκμάζοντα γέ‐ νηται. Ὅρα καὶ τὸν Θεὸν ταῦτα ποιοῦντα ἐπὶ τῶν
60Ἰουδαίων. Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις
γραμματιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε,327

62

.

329

καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκια‐ γραφῶν, καθάπερ ἡμεῖς τὰ στοιχεῖα. Σκιὰν γὰρ ἦν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Καθάπερ οὖν ἡμεῖς
5τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούμεθα, καὶ ἀργύ‐ ρια δίδομεν, ἓν μόνον παρ’ αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον· οὕτω καὶ ὁ Θεὸς τότε καὶ πλοῦτον ἔδωκε καὶ τρυφὴν, ἓν παρ’ αὐτῶν ὠνούμενος μόνον διὰ τῆς πολλῆς συγχωρήσεως
10τὸ ἀκούειν Μωϋσέως. Διὰ τοῦτο αὐτοὺς διδασκάλῳ παρέδωκεν, ἵνα μὴ αὐτοῦ καταφρονῶσιν, ἀλλὰ περι‐ έχωνται καθάπερ πατρὸς φιλοστόργου. Ὅρα γὰρ πῶς ἐκεῖνον μόνον ἐδεδοίκεσαν. Οὐ γὰρ εἶπον, Ποῦ ἐστιν ὁ Θεός; ἀλλὰ, Ποῦ ἐστι Μωϋσῆς; καὶ παρὼν
15μόνον φοβερὸς ἦν. Ὅτε γοῦν κακῶς ἔπραξαν, ὅρα πῶς αὐτοὺς ἐκόλασεν. Ὁ μὲν γὰρ Θεὸς αὐτοὺς ἀπο‐ κηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι· μᾶλλον δὲ τὸ ὅλον τοῦ Θεοῦ γέγονε, καθάπερ πατρὸς ἀπειλοῦν‐ τος, ἐκείνου δὲ αὐτὸν οἱονεὶ διδασκάλου παραιτουμέ‐
20νου, καὶ λέγοντος, ὅτι Ἐμοὶ συγχώρησον, καὶ ἐκ τοῦ νῦν ἀναδέχομαι. Οὕτως ἐγένετο διδασκαλεῖον ἡ ἔρη‐ μος. Καὶ καθάπερ παιδία χρονίσαντα ἐπὶ τῆς διατρι‐ βῆς, ἀναχωρῆσαι βούλεται· οὕτω καὶ ἐκεῖνοι τότε συνεχῶς τὴν Αἴγυπτον ἐζήτουν, καὶ ἔκλαιον λέγον‐
25τες· Ἀπολώλαμεν, ἐξανηλώμεθα, παραπολώλαμεν. Καὶ τὴν πινακίδα αὐτῶν συνέτριψεν ὁ Μωϋσῆς, ἐφ’ ἧς γράψας αὐτοῖς ἦν καθάπερ ὀνόματά τινα· ταυτὸ ποιῶν, ὅπερ καὶ διδάσκαλος ποιήσειεν ἂν, τὴν δέλ‐ τον λαβὼν, καὶ ἰδὼν κακῶς γεγραμμένην, καὶ αὐτὴν
30ῥίπτει τὴν δέλτον, πολὺν τὸν θυμὸν ἐνδείξασθαι βου‐ λόμενος· κἂν κατεάξῃ, ὁ πατὴρ οὐ χολᾷ. Αὐτὸς μὲν γὰρ ἐνέκειτο γράφων· ἐκεῖνοι δὲ οὐχ ὁρῶντες εἰς αὐτὸν, ἀλλ’ ἑτέρωθι ἐστραμμένοι ἠτάκτουν· καὶ κα‐ θάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες,
35οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναι‐ ρεῖν. Καὶ πάλιν καθάπερ μαθήματα διδοὺς, εἶτα ἀπαιτῶν, καὶ οὐχ εὑρίσκων, ἐκόλαζεν. Οἷόν τι λέγω· γράμματα τῆς δυνάμεως τοῦ Θεοῦ ἦσαν γνωριστικὰ τὰ ἐν Αἰγύπτῳ. Ναὶ, φησίν· ἀλλὰ ταῦτα τὰ γράμ‐
40ματα τὰς πληγὰς ἐδήλου, καὶ ὅτι τοὺς ἐχθροὺς κολά‐ ζει, καὶ διδασκαλεῖον αὐτοῖς ἦν ἀκριβές. Τί γὰρ ἦν ἄλλο ἡ κόλασις τῶν ἐχθρῶν, ἀλλ’ ἢ ὑμετέρα εὐεργε‐ σία; Ἄλλως δὲ καὶ εὐηργέτει ὑμᾶς· καὶ ταυτὸν γέ‐ γονεν, οἷον ἂν εἴ τις λέγοι μὲν εἰδέναι τὰ στοιχεῖα,
45σποράδην δὲ ἐρωτώμενος μὴ εὑρίσκοι, καὶ τύπτοιτο. Οὕτω κἀκεῖνοι ἔλεγον μὲν εἰδέναι τὴν δύναμιν τοῦ Θεοῦ, σποράδην δὲ ἀπαιτούμενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο· διὸ καὶ ἐτύπτοντο. Εἶδες ὕδωρ; ὀφεί‐ λεις ἀναμνησθῆναι τοῦ ὕδατος τοῦ ἐν Αἰγύπτῳ. Ὁ

62

.

329

(50)

γὰρ ἀπὸ ὕδατος αἷμα ποιήσας, δυνήσεται καὶ τοῦτο ποιῆσαι· ὥσπερ καὶ ἡμεῖς λέγομεν πολλάκις τοῖς παιδίοις· Ὅταν ἴδῃς ἐν τῷ βιβλίῳ τὸ, α, στοιχεῖον, ἀνα‐ μνήσθητι ὅτι ἐν τῇ πινακίδι αὐτὸ εἶχες. Εἶδες λιμόν; ἀναμνήσθητι ὅτι αὐτὸς ἦν ὁ τὰ γεννήματα ἀπολέσας.
55Εἶδες πολέμους; ἀναμνήσθητι τοῦ καταποντισμοῦ. Εἶδες ὅτι μεγάλοι οἱ τὴν γῆν οἰκοῦντες; ἀλλ’ οὐ τῶν Αἰγυπτίων μείζους. Εἶτα ὁ ἐκ μέσου αὐτῶν σε λα‐ βὼν, οὐ πολλῷ μᾶλλον ἔξωθεν ὄντα σώσειεν ἄν; Ἀλλ’ οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα· διὰ
60τοῦτο ἐτύπτοντο. Ἔφαγον καὶ ἔπιον, καὶ ἀπελάκτι‐ σαν. Ἔδει ἐν τῷ μάννα μὴ ζητεῖν τρυφὴν, τὸ ἀπὸ ταύτης μαθόντας κακόν. Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζη‐ τοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπ‐
65ηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ‐Column end

62

.

330

πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τρα‐ πέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης. Οὕτω καὶ οὗτοι Αἴγυπτον ἐζήτουν, καὶ ἔλεγον τῷ Μωϋσῇ,
5Ναὶ, Κύριε, πάντα ὅσα ἂν εἴπῃς ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ ὅπερ ἐπὶ τῶν σφόδρα δυσδιορθώ‐ των παίδων γίνεται, τοῦ πατρὸς αὐτοὺς ἀνελεῖν βου‐ λομένου, ὁ διδάσκαλος παραιτεῖται συνεχῶς, τοῦτο καὶ τότε ἐγίνετο.
10 δʹ. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Ὅτι παίδων οὐδὲν διαφέρομεν. Βούλει ἀκοῦσαι καὶ τὰ δόγματα αὐτῶν, πῶς παίδων ἐστί; Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, φησὶ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Εἰκότως· οὐδὲν γὰρ οὕτω πρὸς ἄμυναν ὥρμηται, ὡς παιδικὴ διά‐
15νοια. Ἐπειδὴ γὰρ ἀλογίας ἐστὶ τὸ πάθος, πολλὴ δὲ ἡ ἀλογία, καὶ πολλὴ τοῦ λογισμοῦ ἡ ἐρημία ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, εἰκότως τυραννεῖται ὑπὸ θυμοῦ τὸ παι‐ δίον· καὶ τοσαύτη ἡ τυραννὶς τοῦ θυμοῦ, ὥστε πολ‐ λάκις προσπταίσαντα καὶ διαναστάντα, ἢ γόνυ τύ‐
20πτειν ἀγανακτοῦντα, ἢ τὸ ὑποπόδιον ἀναστρέφειν, καὶ οὕτως ἀναπαύειν αὐτῶν τὴν ὀδύνην καὶ τὴν ὀργὴν σβεννύναι. Τοιοῦτόν τι καὶ ὁ Θεὸς ἐποίησεν, ὀφθαλ‐ μὸν ἀντὶ ὀφθαλμοῦ δοὺς ἐκκόπτειν, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ Αἰγυπτίους ἀναιρῶν καὶ Ἀμαληκίτας
25τοὺς λελυπηκότας αὐτούς. Καὶ τοιαῦτα ἐπαγγέλλε‐ ται, ὥσπερ ἂν εἴποι τις· Πάτερ, ὁ δεῖνά με ἐτύπτη‐ σεν· εἶτ’ ἐρεῖ ὁ πατήρ· Κακὸς ἄνθρωπος ὁ δεῖνα, καὶ μισήσωμεν αὐτόν. Οὕτω καὶ ὁ Θεὸς, Τοῖς ἐχθραίνουσί σοι, φησὶν, ἐχθρεύσω, καὶ τοὺς μισοῦντάς σε μισήσω.
30Καὶ πάλιν, ὅτε ὁ Βαλαὰμ ηὔχετο, παιδικὴ ἦν ἡ συγ‐ κατάβασις ἡ γεγονυῖα αὐτοῖς. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται· ὥστε δὲ μὴ ἐναπομεῖναι αὐτοῖς τὸν φόβον, ἄγομεν ὑπὸ τὰς ἐκεί‐
35νων χεῖρας αὐτὸ, καὶ τίτθας ποιοῦμεν ὑποδεικνύειν· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν· ἐπειδὴ γὰρ φοβερὸς ἦν ὁ μάντις, ἔτρεψεν αὐτοῖς τὸν φόβον εἰς θάρσος. Καὶ καθάπερ τὰ ἀπογαλακτιζόμενα τῶν παιδίων ἐν καλα‐ θίσκοις πάντα ἔχουσιν· οὕτω κἀκείνοις πάντα ἐδίδου,
40καὶ πολλὴν τὴν τρυφὴν ἐχορήγει. Ἀλλὰ τὸ παιδίον τὴν θηλὴν ἐπιζητεῖ· οὕτω καὶ οὗτοι τὴν Αἴγυπτον, καὶ τὰ ἐκεῖ κρέα. Ὥστε καὶ διδάσκαλον καὶ τροφέα καὶ παιδαγωγὸν οὐκ ἄν τις ἁμάρτοι τὸν Μωϋσέα προσειπών· πολλὴ
45γὰρ ἡ σοφία τοῦ ἀνδρός. Οὐκ ἔστι δὲ ἴσον ἀνδρῶν ἤδη φιλοσοφεῖν δυναμένων ἡγεῖσθαι, καὶ παίδων ἀλο‐ γίστων ἄρχειν. Καὶ, εἰ βούλεσθε καὶ ἕτερόν τι ἀκοῦ‐ σαι, καθάπερ ἡ τροφὸς τῷ παιδίῳ λέγει· Ὅταν ἀπο‐ πατῇς, ἀνάστειλόν σου τὰ ἱμάτια, καὶ μέχρι τοσού‐

62

.

330

(50)

του, ὅταν καθιζάνῃς· οὕτω καὶ ὁ Μωϋσῆς ἐποίει. Καὶ ὥσπερ πάντα τὰ πάθη τυραννεῖ ἐν τοῖς παισὶ (οὐδέπω γὰρ ἔχει τὸν ἡνίοχον), κενοδοξία, ἐπιθυμία, ἀλογία, θυμὸς, βασκανία· οὕτω καὶ ἐν τοῖς Ἰουδαίοις πάντα ταῦτα ἐκράτει· ἐνέπτυον, ἔτυπτον τὸν Μωϋ‐
55σέα. Καὶ καθάπερ παιδίον λαμβάνει λίθον, καὶ πάν‐ τες βοῶμεν· Ὢ μὴ ῥίψῃς· οὕτω κἀκεῖνοι λίθους ἐλάμβανον κατὰ τοῦ πατρὸς, ὁ δὲ ἔφευγε. Καὶ καθά‐ περ εἰ κόσμον τινὰ ἔχοι ὁ πατὴρ, τοῦτον τὸ παιδίον αἰτεῖ παρ’ αὐτοῦ φιλόκοσμον ὄν· οὕτω δὴ οἱ περὶ Δα‐
60θὰν καὶ Ἀβειρὼν πεποιήκασι τῇ ἱερωσύνῃ ἐπανα‐
στάντες. Καὶ βάσκανοι δὲ μάλιστα πάντων ἦσαν, καὶ329

62

.

331

μικρόψυχοι, καὶ κατὰ πάντα ἀτελεῖς. Τότε οὖν ἔδει φανῆναι τὸν Χριστὸν, εἰπέ μοι; τότε τὰ διατάγματα ταῦτα δοῦναι τὰ φιλόσοφα, ὅτε ἐμαίνοντο ὑπὸ τῆς ἐπιθυμίας, ὅτε ἵπποι ἦσαν θηλυμανεῖς, ὅτε χρημά‐
5των δοῦλοι, ὅτε γαστρός; Ἀλλ’ ἐξέχεεν ἂν τὰ τῆς φιλοσοφίας διδάγματα ἀνοήτοις οὖσι διαλεγόμενος· καὶ οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔμαθον ἄν. Καὶ ὥσπερ ὁ πρὸ τῶν στοιχείων ἀναγινώσκειν διδάσκων, οὐδέ‐ ποτε οὐδὲ τὰ στοιχεῖα διδάξει, οὕτω δὴ καὶ τότε.
10Ἀλλ’ οὐ νῦν· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πολλὴ ἡ ἐπιείκεια, πολλὴ ἡ ἀρετὴ πανταχοῦ καταπεφύτευται. Εὐχαριστῶμεν οὖν ὑπὲρ πάντων, καὶ μὴ πολυπρα‐ γμονῶμεν. Τὸν γὰρ καιρὸν οὐχ ἡμεῖς ἴσμεν, ἀλλ’ ὁ τοῦ καιροῦ ποιητὴς, καὶ τῶν αἰώνων δημιουργός.
15Πάντων τοίνυν αὐτῷ παραχωρῶμεν· τοῦτο γάρ ἐστιColumn end

62

.

332

δοξάζειν τὸν Θεὸν, τὸ μὴ ἀπαιτεῖν αὐτὸν εὐθύνας ὧν ποιεῖ. Οὕτω καὶ Ἀβραὰμ δόξαν ἔδωκε τῷ Θεῷ, Πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἐκεῖνος οὐδὲ τὸ μέλλον ἠρώτησεν·
5ἡμεῖς δὲ καὶ τῶν παρελθόντων ἐξετάζομεν τὸν λόγον. Ὅρα πόση ἡ ἄνοια, πόση ἡ ἀγνωμοσύνη. Ἀλλὰ παυ‐ σώμεθα λοιπόν· οὐδὲν γὰρ ἀπὸ τούτου κέρδος, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη· καὶ εὐγνωμόνως διατεθῶμεν περὶ τὸν ἡμέτερον Δεσπότην, καὶ δόξαν ἀναπέμψω‐
10μεν τῷ Θεῷ, ἵνα ὑπὲρ ἁπάντων τὴν εὐχαριστίαν ἀνα‐ φέροντες, τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶ‐ μεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
15αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

331

(16)

ΟΜΙΛΙΑ Εʹ. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώ‐ νων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρί‐
20σαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκον‐ τες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα
25 παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. αʹ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλ‐ ανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τις
30αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτι‐ στὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. Διὸ καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἶπεν, ἀλλ’ Ἀποκε‐ κρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν
35ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν, ἐξ ἀρχῆς. Καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ᾔδει πλὴν ὁ Θεός. Καὶ ποῦ κεκρυμ‐ μένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους
40λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Νυνὶ δὲ ἐφα‐ νερώθη, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Ὥστε τῆς τοῦ Θεοῦ οἰκονομίας ἐστὶ τὸ ὅλον. Νυνὶ δὲ, φησὶν, ἐφα‐ νερώθη. Οὐκ εἶπεν, Ἐγένετο, ἀλλ’, Ἐφανερώθη
45τοῖς ἁγίοις αὐτοῦ. Ὥστε καὶ νῦν ἔτι κρύπτεται, εἴπερ τοῖς ἁγίοις ἐφανερώθη μόνοις. Μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασι, διὰ τί μό‐ νοις, Οἷς ἠθέλησε, φησίν. Ὅρα πῶς πανταχοῦ ἐπι‐ στομίζει τὰς ἐρωτήσεις αὐτῶν. Οἷς ἠθέλησεν ὁ

62

.

331

(50)

Θεὸς, φησὶ, γνωρίσαι. Τὸ δὲ θέλειν αὐτοῦ, οὐκ ἄλο‐ γον. Τοῦτο δὲ εἶπε, χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἢ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι μέγα φρονεῖν. Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Σεμνῶς εἶπε, καὶ ὄγκον ἐπέθηκεν,
55ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων. Καὶ γὰρ καὶ τοῦτο ἐπιτάσεως, τὸ ἀορίστως εἰπεῖν, Ὁ Πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσι. Μάλιστα μὲν γὰρ ἐν τοῖς ἔθνεσι φαί‐
νεται, καθὼς καὶ ἀλλαχοῦ φησι, Τὰ δὲ ἔθνη ὑπὲρColumn end

62

.

332

(17)

ἐλέους δοξάσαι τὸν Θεόν· φαίνεται δὲ καὶ ἐν ἑτέ‐ ροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστη‐ ρίου δόξα. Τὸ γὰρ ἀθρόως ἀνθρώπους λίθων ἀναισθη‐
20τοτέρους εἰς ἀγγέλων ἀγαγεῖν ἀξίωμα ἁπλῶς διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης χωρὶς ἐργωδίας πάσης, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· ὥσπερ ἂν εἴ τις κύνα λιμῷ καὶ ψώρᾳ διεφθαρμένον, αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάμενον, ἀλλ’
25ἐῤῥιμμένον, ἐξαίφνης καὶ ἄνθρωπον ποιήσειε, καὶ ἐπὶ τοῦ θρόνου δείξειε τοῦ βασιλικοῦ. Ὅρα γάρ· τοὺς λίθους προσεκύνουν, καὶ τὴν γῆν· ἔμαθον ὅτι καὶ οὐρανοῦ καὶ ἡλίου ἀμείνους εἰσὶ, καὶ ὁ κόσμος ἅπας αὐτοῖς δουλεύει· αἰχμάλωτοι καὶ δεσμῶται
30ἦσαν τοῦ διαβόλου· ἀθρόον γεγόνασιν αὐτοῦ τῆς κεφαλῆς ἐπάνω καὶ ἐπέταττον αὐτῷ, καὶ ἐμάστι‐ ζον αὐτόν· δαιμόνων ὄντες θεραπευταὶ καὶ δοῦλοι, τοῦ τῶν ἀγγέλων Δεσπότου καὶ τῶν ἀρχαγγέλων γε‐ γόνασι σῶμα· οὐδὲ τί ἐστι Θεὸς εἰδότες, γεγόνασιν
35ἐξαίφνης καὶ σύνθρονοι τοῦ Θεοῦ. Βούλει μυρίους ἰδεῖν ἀναβαθμοὺς, οὓς ὑπερεπήδησαν; Ἔδει μαθεῖν πρῶτον, ὅτι οἱ λίθοι οὐ θεοί· δεύτερον, ὅτι οὐ μόνον οὐ θεοὶ, ἀλλὰ καὶ ἀνθρώπων ἐλάττους· τρίτον, ὅτι καὶ ἀλόγων· τέταρτον, ὅτι καὶ φυτῶν· πέμπτον, ὅτι
40τὰ ἄκρα συνήγαγον εἰς ταυτὸν, ὅτι οὐ μόνον λίθοι, ἀλλ’ οὐδὲ γῆ, οὐδὲ ζῶα, οὐδὲ φυτὰ, οὐδὲ ἄνθρωπος, οὐδὲ οὐρανός· ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίμονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγ‐
45γελοι, οὐχ ἑτέρα τις τῶν ἄνω δυνάμεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει. Καθάπερ ἀπό τινος βυθοῦ ἀνιμωμένους ἔδει μαθεῖν, ὅτι ὁ πάντων Δεσπότης οὗτος Θεός ἐστιν, ὅτι θερα‐ πεύειν αὐτὸν μόνον χρὴ, ὅτι καλὸν ἡ θαυμαστὴ πο‐

62

.

332

(50)

λιτεία, ὅτι ὁ παρὼν θάνατος οὐ θάνατος, ὅτι ἡ ζωὴ οὐ ζωὴ, ὅτι τὸ σῶμα ἀνίσταται, ὅτι ἄφθαρτον γίνεται, ὅτι εἰς οὐρανοὺς ἄνεισιν, ὅτι ἀθανασίας ἐπιτυγχάνει, ὅτι μετὰ ἀγγέλων ἕστηκεν, ὅτι μεθίσταται. Ἀλλὰ τοῦτον τὸν ἐκεῖ κάτω, ταῦτα πάντα ὑπερπηδήσαντα,
55ἄνω ἐκάθισεν ἐπὶ τοῦ θρόνου, τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων καὶ τῶν θρόνων καὶ τῶν κυριοτήτων ποιήσας κυριώτερον τὸν ὑποκάτω λίθων ὄντα. Ὄν‐
τως καλῶς εἶπε, Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ331

62

.

333

μυστηρίου τούτου. Ὥσπερ ἂν εἴ τις μωρόν τινα φιλόσοφον ἐξαίφνης δείξειε· μᾶλλον δὲ ὅσα ἂν εἴποι τις, οὐδὲν ἐρεῖ· καὶ γὰρ καὶ τὰ τοῦ Παύλου ἀόριστά ἐστι. Τίς ὁ πλοῦτος, φησὶ, τῆς δόξης τοῦ μυστη‐
5ρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Πάλιν ἔδει μαθεῖν, ὅτι ὁ πάντων ἀνώτερος, καὶ ἀγγέλων ἄρχων, καὶ τῶν ἄλλων ἁπασῶν δυνά‐ μεων κρατῶν, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονε, καὶ μυρία ἔπαθε, καὶ ἀνέστη καὶ ἀνελήφθη.
10 βʹ. Ταῦτα πάντα μυστηρίου ἦν, καὶ μετ’ ἐγκωμίου τίθησι λέγων, Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν. Εἰ δὲ ἐν ὑμῖν ἐστι, τί ἀγγέλους ζητεῖτε διδασκάλους; Τοῦ μυστηρίου τούτου. Ἔστι γὰρ καὶ ἄλλο μυστήριον. Ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν, ὅ ἐστι
15θαυμαστὸν, ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύ‐ πτετο. Ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, φησὶν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ ἄγγελοι· διδάσκοντες καὶ νουθετοῦντες, οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης·
20καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. Ἐπειδὴ τὸ, Διδάσκον‐ τες, μέγα ἦν, ἐπήγαγε, Νουθετοῦντες, ὅπερ ἦν μᾶλλον πατρὸς, ἢ διδασκάλου. Ὃν ἡμεῖς, φησὶ, καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον,
25καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ· τουτέστι, μετὰ πάσης σοφίας καὶ συνέσεως, ἢ πάντα ἐν σοφίᾳ λέγοντες. Ὥστε σοφίας δεῖ πάσης· τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι μαθεῖν, οὐ τῶν τυχόντων ἐστίν. Ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν
30Χριστῷ Ἰησοῦ. Τί λέγεις, Πάντα ἄνθρωπον; Ναὶ, φησὶ, τοῦτο σπουδάζομεν. Τί γάρ; εἰ καὶ μὴ γίνε‐ ται τοῦτο, ἔσπευδεν ὁ μακάριος Παῦλος τέλειον ποιῆσαι. Ἄρα τοῦτο τελειότης, ἐκεῖνο δὲ ἀτελές· ὥστε κἂν μὴ πᾶσάν τις ἔχῃ τὴν σοφίαν, ἀτε‐
35λής ἐστι. Τέλειον ἐν Χριστῷ Ἰησοῦ. Οὐκ ἐν νόμῳ οὐδὲ ἐν ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον. Ἐν Χρι‐ στῷ, τουτέστιν, ἐν τῇ γνώσει τοῦ Χριστοῦ. Ὁ εἰδὼς τί ἐποίησεν ὁ Χριστὸς, μεῖζον φρονήσει ἀγγέλων. Ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμε‐
40νος. Οὐχ ἁπλῶς σπουδάζω, φησὶν, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ, Κοπιῶ ἀγωνιζόμενος, μετὰ πολλῆς τῆς σπου‐ δῆς, τουτέστι, μετὰ πολλῆς τῆς ἀγρυπνίας. Εἰ ἐγὼ ὑπὲρ τῶν ὑμετέρων ἀγαθῶν οὕτως ἀγρυπνῶ, πολλῷ μᾶλλον ὑμεῖς ὀφείλετε. Εἶτα πάλιν δεικνὺς θεῖον ὂν,
45Κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησὶ, τὴν ἐνεργουμέ‐ νην ἐν ἐμοὶ ἐν δυνάμει. Δείκνυσιν ὅτι τοῦ Θεοῦ τοῦτο ἔργον ἐστίν. Ὁ τοίνυν ἰσχυρόν με ποιῶν εἰς τοῦτο, δῆλον ὅτι τοῦτο βούλεται· διὸ καὶ ἀρχόμενός φησι, Διὰ θελήματος Θεοῦ. Ὥστε οὐ μόνον μετριά‐

62

.

333

(50)

ζων αὐτὸ τέθεικεν, ἀλλὰ καὶ ἐπαληθεύων τῷ λόγῳ, καὶ ἀγωνιζόμενος. Τοῦτο εἰπὼν, δείκνυσιν ὅτι πολλοὶ μάχονται πρὸς αὐτόν. Εἶτα ἡ φιλοστοργία πολλή· Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ. Εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν
55ἀσθενείας εἶναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐ‐ δέπω κατέγνω. Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσ‐ ωπόν μου ἐν σαρκί. Θείως δείκνυσιν ἐνταῦθα,
ὅτι ἑώρων συνεχῶς ἐν πνεύματι. Μαρτυρεῖ δὲ αὐ‐Column end

62

.

334

τοῖς ἀγάπην πολλήν· διὸ καὶ ἐπήγαγεν· Ἵνα παρα‐ κληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ
5Θεοῦ Πατρὸς καὶ τοῦ Χριστοῦ· ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυ‐ φοι. Ἤδη λοιπὸν σπεύδει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα, οὔτε κατηγορῶν, οὔτε ἀπαλλάττων αὐτοὺς τῆς κατηγορίας. Ἀγῶνα, φησὶν, ἔχω. Ἵνα τί γένηται; Ἵνα
10συμβιβασθῶμεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει. Ἀλλ’ οὐ τίθησιν οὕτως, ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. Τουτέστιν, ἵνα ἑνω‐ θῶσι μετὰ ἀγάπης, οὐδὲ μετὰ ἀνάγκης, οὐδὲ μετὰ βίας. Ὅπερ γὰρ εἶπον, Ἀνεπαχθής ἐστιν ἀεὶ αὐτοῖς
15ἐπιτρέπων, καὶ διὰ τοῦτό φησιν· Ἀγωνιῶ, ἐπειδὴ μετὰ ἀγάπης, καὶ ἑκόντας βούλομαι. Οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γίνεσθαι, οὐχ ἁπλῶς τῷ στόματι, ἀλλ’ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι. Συμβιβα‐ σθέντων ἐν ἀγάπῃ εἰς πάντα πλοῦτον τῆς πληρο‐
20φορίας τῆς συνέσεως. Τουτέστιν, ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλλωσιν, ἵν’ ὑπὲρ πάντων πεπληροφορημένοι ὦσι. Πληροφορίαν δὲ εἶπε τὴν διὰ πίστεως· ἔστι γὰρ πληροφορία καὶ ἡ διὰ λογισμῶν, ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία. Οἶδα, φησὶν, ὅτι πιστεύετε, ἀλλὰ πληρο‐
25φορηθῆναι ὑμᾶς βούλομαι, οὐκ εἰς τὸν πλοῦτον μόνον, ἀλλ’ Εἰς πάντα τὸν πλοῦτον, ἵνα καὶ ἐν πᾶσι καὶ ἐπιτεταμένως πεπληροφορημένοι ἦτε. Καὶ θέα τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Οὐκ εἶπεν, ὅτι Κακῶς ποιεῖτε, ὅτι Οὐ πεπληροφόρησθε, καὶ κατηγόρησεν·
30ἀλλ’, Οὐκ ἴστε πῶς σπουδάζω, ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, καὶ οὐχ ἁπλῶς. Ἐπειδὴ γὰρ εἶπε πίστιν, Μὴ νομίσητε, φησὶν, ὅτι ἁπλῶς καὶ ἀνονήτως εἶπον, ἀλλὰ μετὰ συνέσεως, μετὰ ἀγάπης. Εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ Χρι‐
35στοῦ. Ὥστε τοῦ Θεοῦ τοῦτό ἐστι τὸ μυστήριον, τὸ διὰ τοῦ Υἱοῦ προσάγεσθαι. Καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ δὲ ἐν αὐτῷ εἰσιν, ἄρα σοφῶς καὶ νῦν ἦλθε. Τίνος οὖν ἕνεκεν ἐγκαλοῦσί τινες τῶν ἀνοήτων;
40Ὅρα πῶς τοῖς ἁπλουστέροις διαλέγεται· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροί. Αὐτὸς πάντα οἶδεν. Ἀπόκρυ‐ φοι. Μὴ γὰρ δὴ νομίσητε ἤδη τὸ πᾶν ἔχειν· ἀπό‐ κρυφοί εἰσι καὶ ἀπὸ ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σο‐
45φίαν καὶ γνῶσιν. Τῷ μὲν οὖν, Θησαυροὶ, εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ, Πάντες, τὸ μηδὲ ἀγνοεῖν· τῷ δὲ, Ἀπόκρυφοι, τὸ μόνος εἰδέναι. Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανο‐ λογίᾳ.

62

.

334

(50)

γʹ. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπον, φησὶ, ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε. Παραλογίζηται, φησὶν, ἐν πιθανολογίᾳ. Τί γὰρ, εἰ πιθανῶς λέγει; Εἰ γὰρ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· Εἰ γὰρ καὶ τῇ σαρκὶ
55ἄπειμι, ἀλλ’ ὅμως οἶδα τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξε. Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Τὴν τάξιν, τὴν εὐταξίαν, φησί. Καὶ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Ταῦτα ἐγκωμίων μᾶλλόν
60ἐστι. Καὶ οὐκ εἶπε, τὴν πίστιν, ἀλλὰ, Τὸ στερέωμα, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ
βεβαίως. Τὸ στεῤῥὸν οὐκ ἀπάτη, οὐ πειρασμὸς δια‐333

62

.

335

σαλεύει. Οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεέ τις. Ἐπέστησεν ἑαυτὸν αὐ‐ τοῖς, ἵνα ὡς παρόντα φοβῶνται· ἡ γὰρ τάξις οὕτω φυλάττεται. Ἀπὸ τοῦ στερεώματος τὸ πεπυκνωμέ‐
5νον· οὕτω γὰρ γίνεται στερέωμα, ὅτε πολλὰ συναγα‐ γὼν συγκολλήσεις πυκνῶς καὶ ἀδιασπάστως· τότε στερέωμα γίνεται, οἷον ἐπὶ τοίχου. Τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστί· τοὺς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅταν ἀκριβῶς συγκολλήσῃ καὶ συνάψῃ, στεῤῥοὺς ἐρ‐
10γάζεται. Καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅταν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν. Ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσι, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ. Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἀνθρώ‐ πινον λογισμὸν εὐηργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως
15τὴν πίστιν ἐπεισήγαγεν. Οὐκ ἔστι γὰρ εἶναι στεῤῥὸν τὸν λογισμοὺς ἀπαιτοῦντα. Ἰδοὺ γὰρ τὰ σεμνὰ ἡμῶν πάντα πῶς ἔρημα λογισμῶν, καὶ πίστεως ἔχεται μόνης. Οὐκ ἔστιν οὐδαμοῦ ὁ Θεὸς, καὶ πανταχοῦ ἐστι. Τί τούτου ἀλογώτερον; Ἕκαστον καθ’ ἑαυτὸ
20ἀπορίας γέμει. Οὐ γὰρ δὴ ἐν τόπῳ ἐστὶν, οὐδὲ τόπος ἐστί τις ἐν ᾧ ἐστιν. Οὐκ ἐγένετο, οὐχ ἑαυτὸν ἐποίη‐ σεν, οὐκ ἤρξατο τοῦ εἶναι. Ποῖος ταῦτα λογισμὸς καταδέξεται, ἂν μὴ πίστις ᾖ; ἢ οὐχὶ κατάγελως εἶναι δοκεῖ, καὶ αἰνίγματος μᾶλλον οὐκ ἔχει
25τέλος; Τὸ μὲν οὖν ἄναρχον αὐτοῦ καὶ ἀγέννητον καὶ ἀπερίγραφον καὶ ἄπειρον, οὕτως ἄπορον· τὸ δὲ ἀσώματον ἴδωμεν, μήποτε λογισμῷ ἐξετάσαι δυνώ‐ μεθα. Ἀσώματός ἐστιν ὁ Θεός. Τί ἐστιν ἀσώματος; Ῥῆμα ψιλὸν μόνον· ἡ γὰρ ἔννοια οὐδὲν ἐδέξατο,
30οὐδὲ ἐνετύπωσεν ἑαυτῇ· κἂν γὰρ ἀνατυπώσῃ, εἰς φύσιν ἔρχεται, καὶ τὰ τοῦ σώματος ποιητικά. Ὥστε λέγει μὲν τὸ στόμα, οὐκ οἶδε δὲ ἡ διάνοια τί λέγει, ἢ ἓν μόνον, ὅτι οὐκ ἔστι σῶμα· τοῦτο μόνον οἶδε. Καὶ τί λέγω ἐπὶ Θεοῦ; ἐπὶ γὰρ ψυχῆς τί ἐστι τὸ
35ἀσώματον, τῆς γενομένης, τῆς ἐγκεκλεισμένης, τῆς περιγραφομένης; εἰπὲ, δεῖξον. Ἀλλ’ οὐκ ἂν ἔχοις. Ἀήρ ἐστιν; Ἀλλ’ ὁ ἀὴρ σῶμα, εἰ καὶ μὴ ναστὸν, καὶ πολλαχόθεν δῆλον ὅτι σῶμά ἐστι χαῦνον. Πῦρ δέ; Ἀλλὰ τὸ πῦρ σῶμά ἐστιν, ἡ δὲ ἐνέργεια. τῆς ψυχῆς
40ἀσώματον. Διὰ τί; Ὅτι πανταχοῦ διήκει. Εἰ δὲ αὐτὴ σῶμά ἐστιν, ἐν τόπῳ τὸ ἀσώματον· οὐκοῦν καὶ περιγράφεται· τὸ δὲ περιγραφόμενον, ἐν σχήματί ἐστι, τὰ δὲ σχήματα ἀπὸ γραμμῆς, αἱ δὲ γραμμαὶ σωμάτων. Πάλιν τὸ ἀσχημάτιστον ποίαν ἔννοιαν ἔχει;
45Οὐ σχῆμα ἔχει, οὐκ εἶδος, οὐ τύπον. Ὁρᾷς πῶς ἰλιγγιᾷ ἡ διάνοια; Πάλιν ἄδεκτος ἡ φύσις κακῶν ἐκείνη· ἀλλὰ καὶ ἑκών ἐστιν ἀγαθός· οὐκοῦν δε‐ κτική. Ἀλλ’ οὐκ ἔστιν εἰπεῖν· μὴ γένοιτο. Πάλιν θέλων εἰς τὸ εἶναι παρήχθη, ἢ μὴ θέλων; Ἀλλ’

62

.

335

(50)

οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Πάλιν περιγράφει τὴν οἰ‐ κουμένην, ἢ οὔ; Εἰ μὲν γὰρ μὴ περιγράφει, αὐτὸς περιγράφεται· εἰ δὲ περιγράφει, ἄπειρός ἐστι τῇ φύσει. Πάλιν ἑαυτὸν περιγράφει; Ἀλλ’ εἰ περιγρά‐ φει ἑαυτὸν, ἄρα οὐκ ἄναρχος ἑαυτῷ, ἀλλ’ ἡμῖν·
55οὐκοῦν οὐ φύσει ἄναρχος. Πανταχοῦ τὰ ἐναντία δεῖ δοῦναι. Ὁρᾷς τὸν ζόφον ὅσος, καὶ ὅτι πανταχοῦ πί‐ στεως δεῖ; Αὕτη ἐστὶν ἡ στεῤῥά. Ἀλλ’, εἰ βούλεσθε, ἐπὶ τὰ τούτων ἐλάττω ἔλθωμεν. Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία. Καὶ τί ἐστιν ἐνέργεια ἐπ’ αὐτοῦ;
60ἆρα κίνησίς τις; Οὐκοῦν οὐκ ἄτρεπτος· τὸ γὰρ
κινούμενον οὐκ ἄτρεπτον· ἐξ ἀκινησίας γὰρ κινεῖται.Column end

62

.

336

Ἀλλ’ ὅμως κινεῖται, καὶ οὐδέποτε ἵσταται. Ποίαν δὲ κίνησιν, εἰπέ μοι; παρὰ γὰρ ἡμῖν ἑπτά τινές εἰσιν, ἡ κάτω, ἡ ἄνω, ἡ ἐντὸς, ἡ ἐκτὸς, ἡ δεξιὰ, ἡ ἀριστε‐ ρὰ, ἡ κυκλοφορικῶς· ἢ εἰ μὴ τοῦτο, αὔξησις, μείω‐
5σις, γένεσις, φθορὰ, ἀλλοίωσις. Ἀλλ’ οὐδεμίαν τού‐ των κινεῖται, ἀλλ’ οἵαν ὁ νοῦς κίνησιν κινεῖται; Ἀλλ’ οὐδὲ τοῦτο· μὴ γένοιτο· πολλὰ γὰρ καὶ ἀτό‐ πως ὁ νοῦς κινεῖται. Τὸ θέλειν ἐστὶ τὸ ἐνεργεῖν; πάντας δὲ ἀνθρώπους θέλει ἀγαθοὺς εἶναι καὶ σω‐
10θῆναι· πῶς οὐ γίνεται; Ἀλλ’ ἕτερον τὸ θέλειν, ἄλλο δὲ τὸ ἐνεργεῖν; Οὐκοῦν οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν· πῶς οὖν λέγει ἡ Γραφὴ, Πάντα, ὅσα ἠθέ‐ λησεν, ἐποίησε; καὶ πάλιν ὁ λεπρός φησι τῷ Χρι‐ στῷ· Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι; Βού‐
15λεσθε καὶ ἄλλο εἴπω; πῶς ἐξ οὐκ ὄντων τὰ ὄντα γέ‐ γονε; πῶς εἰς τὸ μηδὲν ἀναλύεται; τί ἀνώτερον τοῦ οὐρανοῦ; κἀκείνου δὲ πάλιν τί; κἀκείνου τί; καὶ μετ’ ἐκεῖνο τί; καὶ τοῦτο ἐπ’ ἄπειρον. Τί κατώτερον τῆς γῆς; θάλαττα· καὶ μετὰ ταύτην τί; καὶ
20μετ’ ἐκεῖνο πάλιν τί; Ἀλλ’ εἰς τὰ δεξιὰ, εἰς τὰ ἀριστερὰ, οὐχ ἡ αὐτὴ ἀπορία; δʹ. Ἀλλὰ ταῦτα μὲν ἀόρατα. Βούλεσθε ἐπὶ τῶν ὁρω‐ μένων ἀγάγω τὸν λόγον; ἐπὶ τῶν ἤδη συμβάντων; Εἰπέ μοι, πῶς τὸ θηρίον τὸν Ἰωνᾶν εἶχε ἐν τῇ γα‐
25στρὶ, καὶ οὐκ ἀπώλλυτο; οὐχὶ ἄλογόν ἐστιν; οὐχὶ ἁπλῶς κινεῖται; πῶς ἐφείσατο τοῦ δικαίου; πῶς αὐ‐ τὸν οὐκ ἀπέπνιξεν ἡ θέρμη; πῶς οὐκ ἔσηψεν; Εἰ γὰρ τὸ ἐν βυθῷ εἶναι μόνον ἄπορον, τὸ καὶ ἐν σπλάγ‐ χνοις καὶ τῇ θέρμῃ ἐκείνῃ, πολλῷ μᾶλλον ἀπορώτε‐
30ρον. Πῶς γὰρ τὸν ἐκεῖθεν ἀέρα ἀνέπνει; πῶς ἤρκει δύο ζώοις ἡ ἀναπνοή; πῶς δὲ αὐτὸν καὶ ἤμεσεν ἀσινῆ; πῶς δὲ καὶ ἐφθέγγετο; πῶς δὲ καὶ ἐν ἑαυτῷ ἦν, καὶ προσηύχετο; ἆρα ταῦτα οὐκ ἄπιστα; Ἂν λογισμῷ ἐξετάζωμεν, ἄπιστα· ἂν δὲ πίστει, σφόδρα
35πιστά. Εἴπω τι τούτου πλέον; Ὁ σῖτος ἐν τῷ κόλπῳ τῆς γῆς φθείρεται, καὶ ἀνίσταται. Ὅρα τὰ θαύματα ἐναντία, καὶ ἄλληλα νικῶντα· θαυμαστὸν τὸ μὴ σαπῆναι, θαυμαστὸν τὸ σαπέντα ἀναστῆναι. Ποῦ εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες καὶ λέ‐
40γοντες, Τόδε τὸ ὀστοῦν πῶς τῷδε συγκολλᾶται; καὶ μυθώδη τοιαῦτα εἰσάγοντες; Εἰπέ μοι, πῶς ὁ Ἠλίας ἀνῆλθεν ἐν πυρὸς ἅρματι; Τὸ πῦρ καίειν εἴωθεν, οὐκ ἀνάγειν. Πῶς τοσοῦτον ζῇ χρόνον; ἐν τίνι τόπῳ ἐστί; διὰ τί τοῦτο γέγονε; Ποῦ δὲ Ἐνὼχ μετετέθη; τροφῆς
45ἀπολαύει οἵας καὶ ἡμεῖς; καὶ τί τὸ κωλύον ἐνταῦθα αὐτὸν εἶναι; Ἀλλ’ οὐκ ἀπολαύει· καὶ διὰ τί μετ‐ ετέθη; Ὅρα τὸν Θεὸν κατὰ μικρὸν ἡμᾶς παιδαγω‐ γοῦντα. Μετέθηκε τὸν Ἐνώχ· οὐ πάνυ μέγα τοῦτο. Ἐπαίδευσεν ἡμᾶς τοῦτο εἰς τὴν ἀναγωγὴν τοῦ Ἠλία.

62

.

336

(50)

Πάλιν ἐναπέκλεισε τὸν Νῶε τῇ κιβωτῷ· οὐ πάνυ μέγα οὐδὲ τοῦτο. Ἐπαίδευσεν ἡμᾶς τοῦτο εἰς τὴν ἀπόκλεισιν τοῦ προφήτου τὴν ἐν τῷ κήτει. Οὕτω καὶ τὰ παλαιὰ προδρόμων ἐδεήθη καὶ τύπων. Καθάπερ γὰρ ἐπὶ κλίμακος ὁ πρῶτος βαθμὸς παραπέμπει τῷ
55δευτέρῳ, ἀπὸ δὲ τοῦ πρώτου οὐκ ἔνι ἐπὶ τὸν τέταρ‐ τον ἐλθεῖν, καὶ οὗτος ἐκείνῳ, ἵνα ἐκεῖνος τούτῳ γέ‐ νηται ὁδός· οὐδὲ πρὸ τοῦ πρώτου δυνατὸν ἐπὶ τὸν δεύτερον ἐλθεῖν· οὕτω καὶ ἐνταῦθα. Καὶ θέα σημεῖα σημείων· καὶ ὄψει τοῦτο ἐπὶ τῆς κλίμακος, ἣν εἶδεν
60Ἰακώβ· Ἄνω, φησὶν, ὁ Κύριος ἐπεστήρικτο, κάτω δὲ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον. Προεφητεύετο ὅτι Υἱὸν ἔχει ὁ Πατήρ· ἔδει τοῦτο πιστευθῆναι. Πό‐ θεν θέλεις αὐτοῦ τὰ σημεῖα δείξω; ἄνωθεν κάτω, ἢ κάτωθεν ἄνω; Ἔδει γνωσθῆναι ὅτι ἀπαθῶς γεννᾷ·
65διὰ τοῦτο ἐγέννησε πρῶτον στεῖρα. Μᾶλλον δὲ ἀνω‐335

62

.

337

τέρω ἀγάγωμεν τὸν λόγον· ἔδει πιστευθῆναι, ὅτι ἐξ αὐτοῦ· τί οὖν; Γίνεται τοῦτο, ἀμυδρῶς μὲν, ἅτε ἐν τύπῳ καὶ σκιᾷ, πλὴν γίνεται· καὶ προϊὸν σαφέστερόν πως γίνεται. Ἐξ ἀνθρώπου μόνου γυνὴ, καὶ μένει
5ἐκεῖνος ὁλόκληρος. Πάλιν τῆς ἐκ Παρθένου κυήσεως ἔδει γενέσθαι τι τεκμήριον. Τίκτει στεῖρα οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις. Τῆς μὲν οὖν ἐκ Παρθένου γεννήσεως τύπος ἡ στεῖρα· καὶ αὕτη παραπέμπει τῇ πίστει τὴν διάνοιαν. Πά‐
10λιν τοῦτο τύπος ἐγένετο τοῦ μόνον δύνασθαι γεννῆσαι τὸν Θεόν. Εἰ γὰρ κυριώτερον ἄνθρωπος, καὶ χωρὶς τούτου τίκτεται, πολλῷ μᾶλλον ἐκ τοῦ κυριωτέρου γεννᾶται. Ἔστι καὶ ἄλλη γέννησις τῆς ἀληθείας τύ‐ πος, ἡ ἡμετέρα ἡ ἐκ Πνεύματος. Ταύτης πάλιν ἡ
15στεῖρα τύπος, ὅτι οὐκ ἐξ αἱμάτων· αὕτη τῆς ἄνω γεννήσεως. Ἡ μὲν οὖν αὐτῆς τὸ ἀπαθὲς δείκνυσιν, ἡ δὲ τὸ ἐκ μόνου δύνασθαι γεννᾶσθαι. Ἔστι Χριστὸς ἄνω πάντων κρατῶν· ἔδει πιστευθῆναι τοῦτο. Γίνεται τοῦτο ἐν τῇ γῇ ἐπὶ τοῦ ἀνθρώπου. Ποιήσωμεν γὰρ,
20φησὶν, ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ καθίσταται ἐπὶ τῆς ἀρχῆς τῶν ἀλό‐ γων πάντων. Οὕτως οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πρα‐ γμάτων ὑμᾶς ἐπαίδευσε. Τὸ ἀνακεχωρηκὸς τῆς φύ‐ σεως ὁ παράδεισος ἐδήλου, καὶ τὸ πάντων εἶναι
25βελτιώτατον τὸν ἄνθρωπον. Ἔμελλεν ἀνίστασθαι ὁ Χριστός· ὅρα λοιπὸν πόσα τοιούτου τεκμήρια· ὁ
Ἐνὼχ, ὁ Ἠλίας, ὁ Ἰωνᾶς, τὰ ἐν τῇ καμίνῳ, τὸ ἐπὶColumn end

62

.

338

τοῦ Νῶε τὸ βάπτισμα, τὰ σπέρματα, τὰ φυτὰ, ἡ γέννησις ἡ ἡμετέρα, ἡ τῶν ζώων πάντων. Ἐπειδὴ γὰρ ἐν τούτῳ πάντα ἐκινδυνεύετο, τοῦτο μάλιστα πάντων πολλοὺς ἔσχε τοὺς τύπους. Ὅτι οὐκ ἀπρο‐
5νόητα τὰ πάντα ἐστὶν, ἀπὸ τῶν παρ’ ἡμῖν δυνατὸν στοχάσασθαι· οὐδὲν γὰρ ἀπρονόητον μένει, ἀλλὰ καὶ ἀγέλαι καὶ τὰ ἄλλα πάντα ἀρχῆς δεῖται. Καὶ ὅτι οὐκ αὐτόματα γέγονε τὰ πάντα, δείκνυσιν ἡ γέεννα, ἔδειξε δὲ ὁ κατακλυσμὸς ὁ ἐπὶ Νῶε, τὸ πῦρ, ὁ κατα‐
10ποντισμὸς ὁ τῶν Αἰγυπτίων, τὰ ἐν τῇ ἐρήμῳ. Ἔδει καὶ τοῦ βαπτίσματος πολλὰ προηγήσασθαι· γέγονεν, ὅσα ἐν ὕδατι, καὶ μυρία ἄλλα, οἷον τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῇ κολυμβήθρᾳ, τὸ τὸν μὴ ὑγιαίνοντα καθαί‐ ρεσθαι, αὐτὸς ὁ κατακλυσμὸς, τὸ βάπτισμα Ἰωάννου.
15Ἔδει πιστευθῆναι ὅτι τὸν Υἱὸν αὑτοῦ ἐκδίδωσιν ὁ Θεός· προλαβὼν ἐποίησε τοῦτο ἄνθρωπος. Τίς οὗτος; Ἀβραὰμ ὁ πατριάρχης. Πάντων οὖν τούτων τύπους, ἂν θέλωμεν, εὑρήσομεν, ἂν ζητῶμεν ἐν τῇ Γραφῇ. Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀλλ’ ἐν τούτοις ῥυθμίζωμεν
20ἑαυτούς· στεῤῥὰν ἔχωμεν τὴν πίστιν, καὶ ἀκρίβειαν πολιτείας ἐπιδειξώμεθα, ἵνα διὰ πάντων εὐχαριστή‐ σαντες τῷ Θεῷ, καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ
25Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

337

(28)

ΟΜΙΛΙΑ ϛʹ. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν
30τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμε‐ νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ‐ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. αʹ. Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυ‐
35ρίᾳ, λέγων, Ὡς οὖν παρελάβετε. Οὐδὲν ξένον, φη‐ σὶν, ἐπεισάγομεν· οὐκοῦν μηδὲ ὑμεῖς. Ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ
40ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην, ἀλλ’ ἐῤῥιζωμένοι· τὸ δὲ ἐῤῥιζωμένον οὐκ ἄν ποτε μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι, φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες αὐτὸν,
45καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι. Δείκνυσιν αὐτοὺς καταπεσόντας· τὸ γὰρ, Οἰκοδομούμενοι, τοῦτο δη‐ λοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ’ ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύε‐

62

.

337

(50)

ται· ἄν τε ἐπ’ ἀσφαλείας, καὶ μὴ ἑστήκῃ, οὐκέτι ἵσταται. Καθὼς ἐδιδάχθητε. Πάλιν τὸ, Καθὼς, δη‐ λωτικόν ἐστι τοῦ μηδὲν καινόν τι λέγειν. Περισσεύον‐ τες, φησὶν, ἐν αὐτῇ ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ εὐγνωμόνων· οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ μετὰ
55πολλῆς τῆς παρουσίας, πλέον ἢ ἐμάθετε, εἰ οἷόν τε, μετὰ πολλῆς τῆς φιλοτιμίας. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν. Ὁρᾷς πῶς ἔδειξε κλέπτην
ὄντα, καὶ ἀλλότριον, καὶ ἡρέμα ἐπεισιόντα; ἤδη γὰρColumn end

62

.

338

(29)

παρέστησεν αὐτὸν εἰσιόντα. Καὶ καλῶς εἶπε, Συλ‐
30αγωγῶν. Ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ἐκεῖνος ποιεῖ. Βλέπετε οὖν· τοῦτο γὰρ ἔργον ἐκείνῳ τὸ μηδὲ αἴσθησιν παρέχειν. Διὰ τῆς φιλοσοφίας. Εἶτα, ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ τῆς φιλοσοφίας, προσ‐
35έθηκε, Καὶ κενῆς ἀπάτης. Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοὶ, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν· περὶ ἧς φησιν ὁ Ἱερεμίας· Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην. Τὸ γὰρ τοιοῦτον οὐδὲ ἀπάτην δεῖ καλεῖν· ἐπεὶ καὶ τὸν πατέρα ἠπάτησεν ὁ
40Ἰακὼβ, ἀλλ’ οὐκ ἀπάτη, ἀλλ’ οἰκονομία ἦν. Διὰ τῆς φιλοσοφίας, φησὶ, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν. Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡμερῶν παρα‐
45τηρήσεως, στοιχεῖα κόσμου ἥλιον καὶ σελήνην λέ‐ γων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Καὶ οὐκ εἶπεν, Ἡμερῶν παρατηρήσεις, ἀλλὰ Δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος, ἵνα τὸ εὐτε‐

62

.

338

(50)

λὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος οὐδὲν, πολλῷ μᾶλλον [καὶ] τὰ στοιχεῖα. Δείξας οὖν πρῶτον ὅσα εὐεργετή‐ θησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργε‐
55σίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Λαός
μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρ‐337

62

.

339

ηνώχλησά σοι; καὶ ὁ Δαυῒδ, ὡς ὅταν λέγῃ· Ἐπή‐ κουσά σου ἐν ἀποκρύφῳ καταιγίδος· καὶ πάλιν, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα μὲν οὖν οὐδὲ εἴ
5τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χρι‐ στὸν, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δου‐ λεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς
10εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότε‐ ρον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ. Καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι παρετήρουν πολλὰ, ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. Πρότερον τοίνυν πρόσ‐
15εισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. Πῶς, Οὐ κατὰ Χριστόν; Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλή‐ ρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.
20 βʹ. Ὅρα πῶς ἐν τῇ τούτων κατηγορίᾳ ἐκεῖνο διορύτ‐ τει, πρότερον τιθεὶς τὴν λύσιν, καὶ τότε τὴν ἀντίθεσιν. Ἀνύποπτος γὰρ ἡ τοιαύτη λύσις, καὶ μᾶλλον δέχεται ὁ ἀκροατὴς, ὡς οὐ τοῦτο σπουδάζοντος τοῦ λέγοντος. Ἐκεῖ μὲν γὰρ καὶ φιλονεικεῖ μὴ ἡττηθῆναι, ἐνταῦθα
25δὲ οὔ. Ὅτι ἐν αὐτῷ κατοικεῖ. Τουτέστιν, ὅτι ὁ Θεὸς ἐν αὐτῷ οἰκεῖ. Ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκε‐ κλεῖσθαι, ὡς ἐν σώματι, φησί· Πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πε‐ πληρωμένοι. Ἄλλοι φασὶν ὅτι τὴν Ἐκκλησίαν λέ‐
30γει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησι· Τοῦ πάντα ἐν πᾶσι πληρουμένου· τὸ δὲ, σωματικῶς, ἐνταῦθα, ὡς ἐν κεφαλῇ σῶμα. Πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Ἐκκλησία; Ἔνιοι δὲ περὶ τοῦ Πατρός φασι λέγειν, ὅτι τῆς θεότητος τὸ
35πλήρωμα ἐν αὐτῷ οἰκεῖ· ἀλλὰ κακῶς. Πρῶτον μὲν, ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ· δεύτερον, ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστι· Τοῦ γὰρ Κυ‐ ρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάλιν ὁ Ἀπό‐ στολος, Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ.
40Τὸ ὅλον λέγεται πλήρωμα. Ἔπειτα τὸ, Σωματικῶς, τί βούλεται δηλοῦν; Ὡς ἐν κεφαλῇ. Τί δὲ πάλιν τὸ αὐτὸ λέγει, Καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι; Τί οὖν ἐσ‐ τιν; Ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. Βιάζεται γὰρ ἀεὶ Παῦλος
45ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ Χριστοῦ, ὡς ὅταν λέγῃ· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς· καὶ, Εἰ ὑπομένο‐ μεν, καὶ συμβασιλεύσομεν· καὶ, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ συγκληρονόμους καλεῖ. Εἶτα περὶ τοῦ ἀξιώματος· Καὶ αὐτός ἐστιν ἡ

62

.

339

(50)

κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὁ πάντων ἀνώ‐ τερος, ἡ αἰτία, οὐχὶ ὁμοούσιος; Εἶτα τὸ τῆς εὐεργεσίας θαυμαστῶς πως ἐπήγαγε, καὶ πολλῷ τῆς πρὸς Ῥω‐ μαίους θαυμαστότερον. Ἐκεῖ μὲν γάρ φησι, Περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· ἐνταῦθα δὲ
55Ἐν τῷ Χριστῷ. Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χρι‐ στοῦ. Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος. Ἐν τῇ ἀπεκδύσει, φησίν. Οὐκ εἶπεν, ἐκδύσει. Τοῦ σώ‐
60ματος τῶν ἁμαρτιῶν. Τὸν παλαιόν φησι βίον. Συν‐
εχῶς ταῦτα στρέφει καὶ διαφόρως, ὥσπερ καὶ ἄνωColumn end

62

.

340

ἔλεγεν· Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν ἀπηλλοτριωμένους εἰς τὸ εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους. Οὐκέτι, φησὶν, ἐν μαχαίρᾳ ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ
5Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθὼς ἐκεῖ, τὴν περι‐ τομὴν ταύτην, ἀλλὰ τὸ πνεῦμα, οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει. Σῶμα καὶ τοῦτο, σῶμα κἀκεῖνο· ἀλλὰ τὸ μὲν σαρκὶ, τὸ δὲ πνευματικῶς περιτέμνεται· ἀλλ’ οὐχ ὡς Ἰουδαῖοι· οὐ γὰρ σάρκα, ἀλλὰ ἁμαρτή‐
10ματα ἀπεξεδύσασθε. Πότε, καὶ ποῦ; Ἐν τῷ βαπτί‐ σματι. Καὶ ὃ καλεῖ περιτομὴν, πάλιν τάφον καλεῖ. Ὅρα πῶς πάλιν ἐπὶ τὰ δικαιώματα διαβαίνει. Τῶν ἁμαρτιῶν, φησὶ, τῶν τῆς σαρκός· τουτέστιν, ἅπερ ἐν τῇ σαρκὶ ἔπραξαν. Μεῖζον τῆς περιτομῆς λέγει·
15οὐ γὰρ ἔῤῥιψαν τὸ περιτμηθὲν, ἀλλ’ ἀπώλεσαν, ἀλλ’ ἔφθειραν. Συνταφέντες αὐτῷ, φησὶν, ἐν τῷ βα‐ πτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ’ οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί
20φησιν· Ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Καλῶς εἶπε· πίστεως γὰρ ὅλον ἐστίν. Ἐπι‐ στεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρ‐ θητε. Εἶτα καὶ τὸ ἀξιόπιστον, Τοῦ ἐγείραντος αὐ‐
25τὸν, φησὶν, ἐκ νεκρῶν. Ἤδη δείκνυσι τὴν ἀνά‐ στασιν· Καὶ ὑμᾶς ποτε ὄντας νεκροὺς τοῖς παρα‐ πτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἔκεισθε ἀποθανεῖν. Εἰ δὲ καὶ ἀπεθάνετε, ἀλλ’ οὐχ
30ἁπλῶς, ἀλλὰ θάνατον χρήσιμον. Ὅρα πῶς πάλιν δεί‐ κνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὧν ἐπήγαγε· Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα. Ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας
35αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμ‐ βεύσας αὐτοὺς ἐν αὐτῷ. Χαρισάμενος ἡμῖν, φησὶ, πάντα τὰ παραπτώματα. Ποῖα; Ἃ τὴν νεκρότητα ἐποίει. Καὶ τί; ἆρα ἀφῆκε μεῖναι; Οὐχὶ, ἀλλὰ καὶ
40ἐξήλειψεν· οὐκ ἐχάραξε μόνον, ἀλλ’ ἐξήλειψεν, ὥστε μηδὲ φαίνεσθαι. Τοῖς δόγμασι, φησί. Ποίοις δόγ‐ μασι; Τῇ πίστει. Οὐκοῦν ἀρκεῖ πιστεῦσαι. Οὐχὶ ἔργοις ἔργα, ἀλλὰ πίστει ἔργα παρέθηκε. Καὶ τί μετὰ ταῦτα; Ἐπίτασις τοῦ ἀφιέναι τὸ ἐξαλεῖψαι πάλιν.
45Καὶ αὐτὸ ἦρκε, φησὶν, ἐκ τοῦ μέσου. Καὶ οὐδὲ οὕ‐ τως ἐφύλαξεν, ἀλλὰ καὶ διέῤῥηξεν αὐτὸ, Προσηλώ‐ σας τῷ σταυρῷ. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμ‐ βεύσας αὐτοὺς ἐν αὐτῷ. Οὐδαμοῦ οὕτω μεγαλο‐

62

.

340

(50)

φώνως ἐφθέγξατο. γʹ. Ὁρᾷς σπουδὴν τοῦ ἀφανισθῆναι τὸ χειρόγραφον ὅσην ἐποιήσατο; Οἷον, πάντες ἦμεν ὑφ’ ἁμαρτίαν καὶ κόλασιν· αὐτὸς κολασθεὶς ἔλυσε καὶ τὴν ἁμαρτίαν καὶ τὴν κόλασιν· ἐκολάσθη δὲ ἐν τῷ σταυρῷ. Ἐκεῖ οὖν
55αὐτὸ προσέπειρεν· εἶτα ὡς ἐξουσίαν ἔχων, λοιπὸν διέῤ‐ ῥηξε. Ποῖον χειρόγραφον; Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιή‐ σομεν, καὶ ἀκουσόμεθα· ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι κατεῖχεν ὁ διά‐
60βολος τὸ χειρόγραφον ὃ ἐποίησε πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς,
εἰπών· ᾟ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.339

62

.

341

Κατεῖχεν οὖν τὸ χειρόγραφον τοῦτο ὁ διάβολος. Καὶ οὐκ ἔδωκεν ἡμῖν αὐτὸ ὁ Χριστὸς, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν, ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν. Ἀπεκ‐ δυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. Τὰς διαβο‐
5λικὰς δυνάμεις λέγει· ἢ ἐπεὶ αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο, ἢ ἐπειδὴ αὐτὰς ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν. Τοῦτό ἐστιν, Ἐδειγμάτισε. Καὶ καλῶς εἶπε τοῦτο· οὐδέ‐ ποτε γὰρ οὕτως ὁ διάβολος ἠσχημόνησε. Προσδοκῶν
10γὰρ αὐτὸν ἔχειν, καὶ ὅσους εἶχεν ἀπώλεσε, καὶ τοῦ σώματος προσηλουμένου, οἱ νεκροὶ ἀνίσταντο. Ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ διάβολος, ὑπὸ σώματος νεκροῦ τὴν καιρίαν λαβών. Καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ’ αὐτοῦ
15λαμβάνει πληγήν· οὕτω δὴ καὶ οὗτος δείκνυσιν, ὅτι τὸ μετὰ παῤῥησίας ἀποθανεῖν, ἀσχημοσύνη ἐστὶ τοῦ διαβόλου. Πάντα γὰρ ἂν ἐποίησεν ἐκεῖνος, εἴ γε ἠδύνατο, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἀπ‐ έθανεν. Ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ
20ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν, τοῦ δὲ θανάτου, εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο ἕτερος καιρὸς, διὰ τοῦτο ἀπέθανε μὲν δημοσίᾳ πάντων ὁρώντων, οὐκ ἀνέστη δὲ δημοσίᾳ, εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ. Τὸ γὰρ τοῦ κόσμου ὁρῶντος
25ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτό ἐστι τὸ θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος, ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; Ἄκουε τοῦ Πιλάτου λέγοντος· Ἄρατε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω. Καὶ
30πάλιν Ἰουδαῖοι ἔλεγον αὐτῷ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι, ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα. Καίτοι ἐν μὲν ταῖς ἰδιω‐
35τικαῖς τελευταῖς ἔνεστιν ὀλιγοψυχίαν αἰτιάσα‐ σθαι· ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Καὶ γὰρ καὶ οἱ στρα‐ τιῶται οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκε. Καὶ φανεροί εἰσιν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζον‐
40ται οἱ Ἰουδαῖοι τὸν λίθον μετὰ τῶν στρατιωτῶν. Τὸ γὰρ μάλιστα πάντων σπουδαζόμενον τοῦτο ἦν, τὸ μὴ συσκιασθῆναι. Καὶ οἱ μάρτυρες, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν Ἰουδαίων. Ἄκουε αὐτῶν λεγόντων τῷ Πιλάτῳ· Εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς
45ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν παρὰ τῶν στρα‐ τιωτῶν φυλαχθῆναι τὸν τάφον. Κἀκείνων σφραγιζο‐ μένων τοῦτο ἐγένετο. Ἄκουε δὲ αὐτῶν τοῦτο καὶ μετὰ ταῦτα λεγόντων τοῖς ἀποστόλοις· Βούλεσθε ἐπ‐ αγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.

62

.

341

(50)

Τὸν τρόπον αὐτοῦ τοῦ σταυροῦ οὐκ ἀφῆκεν αἰ‐ σχύνεσθαι. Ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτον πεπόνθασι, διὰ τοῦτο ὑπὲρ τούτου πάντα ποιεῖ, δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος· ὥσπερ γὰρ μονο‐ μαχεῖον γέγονεν. Ἔπληξε τὸν Χριστὸν ὁ θάνατος,
55ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλε· νεκρῷ σώματι κατελύετο ὁ δοκῶν ἀθάνατος εἶναι· καὶ τοῦτο ἡ οἰκουμένη ἑώρα. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ ἐπέτρεψεν ἑτέρῳ τοῦτο· ἀλλὰ γέγονεν ἕτερον χειρόγραφον πάλιν, οὐ τοιοῦτον, οἷον τὸ πρότερον.
60δʹ. Ὁρᾶτε οὖν μὴ τούτῳ ἁλῶμεν μετὰ τὸ εἰπεῖν·
Ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ συντάσσομαι σοὶ, Χρι‐Column end

62

.

342

στέ. Μᾶλλον δὲ οὐκ ἂν κληθῇ τοῦτο χειρόγραφον, ἀλλὰ συνθήκη. Χειρόγραφον γάρ ἐστιν, ὅταν τις ὀφλημά‐ των ὑπεύθυνος κατέχηται· τοῦτο δὲ συνθήκη ἐστίν· οὐκ ἔχει τιμωρίαν, οὐδὲ λέγει· Ἐὰν τόδε, ἢ μὴ τόδε.
5Ὁ τὸ αἷμα τῆς διαθήκης ῥαντίζων Μωϋσῆς εἶπεν οὕτω, καὶ ὁ Θεὸς ζωὴν αἰώνιον ἐπηγγείλατο. Ταῦτα πάντα συνθήκη ἐστίν. Ἐκεῖ δοῦλος πρὸς δεσπότην, ἐνταῦθα φίλος πρὸς φίλον· ἐκεῖ, ᾟ ἂν ἡμέρᾳ φάγῃ, φησὶν, ἀποθανῇ· εὐθέως ἀπειλή· ἐνταῦθα δὲ οὐδὲν
10τοιοῦτον. Ἐνταῦθα γυμνότης, κἀκεῖ γυμνότης· ἀλλ’ ἐκεῖ μὲν ἁμαρτήσας ἐγυμνώθη, ἐπειδὴ ἥμαρτεν· ἐν‐ ταῦθα δὲ, ἵνα ἀπαλλαγῇ, γυμνοῦται. Ἀπεδύσατο τότε τὴν δόξαν, ἣν εἶχεν ἐκεῖνος· ἀποδύεται νῦν τὸν πα‐ λαιὸν ἄνθρωπον οὗτος, καὶ πρὶν ἢ ἐπιβῆναι, οὕτως
15εὐκόλως ἀποδύεται, ὥσπερ τὰ ἱμάτια. Ἀλείφεται, ὥσπερ οἱ ἀθληταὶ εἰς στάδιον ἐμβησόμενοι. Ἅμα γὰρ τίκτεται, καὶ οὐ καθάπερ ἐκεῖνος ὁ πρῶτος κατὰ μι‐ κρὸν, ἀλλ’ εὐθέως· οὐ καθάπερ οἱ ἱερεῖς τὸ παλαιὸν τὴν κεφαλὴν μόνον, μᾶλλον δὲ μειζόνως. Ἐκεῖνος μὲν
20γὰρ τὴν κεφαλὴν, τὸ οὖς τὸ δεξιὸν, τὴν χεῖρα, ἵνα καὶ πρὸς ὑπακοὴν καὶ ἔργα ἀγαθὰ αὐτὸν διεγεί‐ ρῃ· οὗτος δὲ τὸ πᾶν. Οὐ γὰρ διδαχθησόμενος ἔρχεται μόνον, ἀλλὰ καὶ ἀθλήσων καὶ γυμνασθησόμενος εἰς ἑτέραν ἀνάγεται κτίσιν. Ὅταν γὰρ ὁμολογῇ εἰς ζωὴν
25αἰώνιον, ὡμολόγησεν ἑτέραν κτίσιν. Ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· λοιπὸν δὲ οὐκέτι χοῦν, ἀλλὰ Πνεῦμα ἅγιον· τούτῳ πλάττεται, τούτῳ ῥυθμίζεται, καθάπερ καὶ αὐτὸς ἐν τῇ μήτρᾳ τῆς Παρ‐ θένου. Οὐκ εἶπεν, ἐν παραδείσῳ, ἀλλ’, ἐν οὐρανῷ.
30Μὴ γὰρ, ἐπειδὴ γῆ ὑπόκειται, νομίσῃς εἶναι ἐν γῇ· μετέστη ἐκεῖ πρὸς τὸν οὐρανόν· ἐκεῖ ταῦτα γίνεται μεταξὺ ἀγγέλων· ἄνω σου λαμβάνει τὴν ψυχὴν ὁ Θεὸς, ἄνω μεταῤῥυθμίζει, παρὰ τὸν θρόνον ἱστᾷ σε τὸν βασιλικόν. Πλάττεται ἐν τῷ ὕδατι, λαμβάνει δὲ
35ἀντίψυχον πνεῦμα. Μετὰ δὲ τὸ πλασθῆναι οὐκ ἄγει πρὸς αὐτὸν θηρία, ἀλλὰ δαίμονας καὶ τὸν ἀρχηγὸν αὐτῶν, καὶ λέγει, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορ‐ πίων. Οὐ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἀλλὰ τί; Δίδωσιν
40αὐτοῖς υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ Θεοῦ, φησὶν, ἐγεννήθησαν. Εἶτα ἵνα μὴ τοῦ ὄφεως ἀκούσῃς, εὐθέως διδάσκῃ λέγειν· Ἀποτάσσομαί σοι· ἀντὶ τοῦ, Ὅπερ ἂν εἴπῃς, οὐκ ἀκούσομαί σου. Εἶτα ἵνα μὴ δι’ ἑτέρων σε ἕλῃ, φησὶ, καὶ τῇ πομπῇ σου
45καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἀγγέλοις σου. Ἔθετο αὐ‐ τὸν οὐκέτι φυλάσσειν τὸν παράδεισον, ἀλλὰ πολιτεύε‐ σθαι ἐν οὐρανῷ. Εὐθέως γὰρ ἀνελθὼν, ταῦτα φθέγγε‐ ται τὰ ῥήματα· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ

62

.

342

(50)

τῆς γῆς. Οὐκ ἐπ’ ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγὴν, ἀλλ’ αὐτὸν εὐθέως περιλαμβάνεις τὸν Δεσπότην, ἀνακεράννυσαι τῷ σώματι, ἀναφύρῃ τῷ σώ‐ ματι τῷ ἄνω κειμένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβό‐ λῳ. Οὐκ ἔστι γυνὴ, ἵνα προσέλθῃ, καὶ ὡς ἀσθενεστέραν
55ἀπατήσῃ· Οὐκ ἔστι γὰρ, φησὶ, θῆλυ, οὐδὲ ἄρσεν. Ἂν μὴ σὺ κατέλθῃς πρὸς αὐτὸν, οὐ δυνήσεται ἐπι‐ βῆναι ἔνθα εἶ· ἐν γὰρ τῷ οὐρανῷ εἶ, ὁ δὲ οὐρανὸς ἄβατος τῷ διαβόλῳ. Οὐκ ἔχει ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἀλλὰ τὸ ξύλον τῆς ζωῆς μόνον. Οὐκέτι
60ἀπὸ τῆς πλευρᾶς σου γυνὴ, ἀλλὰ πάντες ἕν ἐσμεν ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Εἰ γὰρ οἱ ἠλειμμένοι
ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ341

62

.

343

πείσῃ τι, ἕως ἂν ᾖς ἠλειμμένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφιν καὶ ἀποπνίγειν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλ’ ὥσπερ μεγάλα τὰ δῶρα, οὕτω με‐ γάλη ἡμῖν καὶ ἡ τιμωρία· οὐκ ἔνι ἐκπεσόντα τοῦ
5παραδείσου ἀπέναντι οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν ἐξεπέσομεν. Ἀλλὰ τί μετὰ ταῦτα; Γέεννα, καὶ σκώληξ ἀτελεύτητος. Ἀλλὰ μὴ γένοιτό
τινα ἡμῶν ὑπεύθυνον γενέσθαι ταύτῃ τῇ τιμωρίᾳ·Column end

62

.

344

ἀλλ’ ἐναρέτως ζῶντες, σπουδάσωμεν τὰ αὐτῷ δοκοῦντα διαπράττεσθαι· εὐαρεστήσωμεν τῷ Θεῷ, ἵνα δυνη‐ θῶμεν καὶ τῆς κολάσεως ἀπαλλαγῆναι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
5τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

343

(9)

ΟΜΙΛΙΑ Ζʹ.
10Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαβ‐ βάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν
15ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ‐ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη‐ γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξη‐
20 σιν τοῦ Θεοῦ. αʹ. Πρῶτον αἰνιγματωδῶς εἰπὼν, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, καὶ πάλιν ἀνωτέρω, Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ·
25καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μει‐ ζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἣ νεομηνίας ἢ σαββάτων.
30Ὁρᾷς πῶς αὐτὰ καθαιρεῖ; Εἰ τοιούτων τετυχήκατε, φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. Ἢ νουμηνίας ἢ σαββάτων. Οὐκ εἶπε, Μὴ τοίνυν φυλάττετε, ἀλλὰ,
35Μή τις ὑμᾶς κρινέτω. Ἔδειξεν αὐτοὺς παραβαίνον‐ τας καὶ λύοντας, ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα ἤνεγκε. Μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν. Ἀλλ’ οὐδὲ τοῦτο· ἀλλ’ ἐκείνοις διαλέγεται μόνον, οὐχὶ ἐπιστομίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε ἀνακρίνειν.
40Ἀλλ’ οὐκ ἂν τούτων καθήψατο. Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν, Ἐν σκη‐ νοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ· ἀλλ’, Ἐν μέρει ἑορτῆς· οὐ γὰρ ἐτόλμων τὸ πᾶν φυλάττειν· καὶ εἰ ἐφύλαττον, οὐχ ὥστε ἑορτάζειν. Ἐν μέρει,
45φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαβ‐ βάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν μελλόν‐ των· τῆς Καινῆς, φησὶ, Διαθήκης. Τὸ δὲ σῶμα Χριστοῦ. Οἱ μὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶμα, Χριστοῦ· ἡ δὲ ἀλήθεια ἐπὶ Χριστοῦ γέγονεν· οἱ δὲ,

62

.

343

(50)

Τὸ σῶμα Χριστοῦ μηδεὶς ὑμᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη ᾖ, παρ’ ἑτέρῳ δὲ τὸ βρα‐ βεῖον, ὅταν ἐπηρεάζῃ νικήσας. Ἄνωθεν ἕστηκας τοῦ
διαβόλου καὶ τῆς ἁμαρτίας· τί πάλιν ὑπάγεις σαυτὸνColumn end

62

.

344

(10)

τῇ ἁμαρτίᾳ; Διὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων ἔλεγεν. Ὅτε τοίνυν αὐτοὺς ἐνέπλησε θυμοῦ διὰ τοῦ εἰπεῖν, Καταβραβευέτω, τότε ἄρχε‐
15ται· Θέλων, φησὶν, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑ‐ τοῦ. Πῶς, Ἐν ταπεινοφροσύνῃ; ἢ πῶς, Φυσιού‐ μενος; Δείκνυσι κενοδοξίας ὂν τὸ πᾶν. Τί δὲ ὅλως
20ἐστὶ τὸ λεγόμενον; Ἦσάν τινες οἱ λέγοντες· Οὐ δεῖ ἡμᾶς διὰ τοῦ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο γὰρ μεῖζόν ἐστιν, ἢ καθ’ ἡμᾶς. Διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὲρ τοῦ Χριστοῦ λεχθέντα αὐτῷ, Διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐ‐
25τοῦ κατηλλάγημεν, Ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, Ὅτι ἠγάπησεν ἡμᾶς. Καὶ ἐν αὐτῷ δὲ τούτῳ ἐπείροντο πάλιν. Καὶ οὐκ εἶπε προσαγωγὴν, ἀλλὰ θρησκείαν. Ἃ μὴ ἑώρακεν ἐμβατεύων. Οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών. Διὰ τοῦτό φησι, Φυ‐
30σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ εἰκῆ. Οὐδὲ γὰρ ἐπί τινι ἀληθεῖ πράγματι, ἐπὶ τῷ δόγματι πεφύσηται. Καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὡσεὶ ἔλεγε· Σαρκικῆς διανοίας, οὐ πνευματικῆς, ἀνθρώπινος ὁ λογισμός. Καὶ οὐ κρατῶν τὴν κεφα‐
35λὴν, φησὶν, ἐξ οὗ πᾶν τὸ σῶμα. Τουτέστιν, ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τὸ καλῶς εἶναι. Τί τοίνυν τὴν κεφαλὴν ἀφεὶς, ἔχῃ τῶν μελῶν; ἐὰν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας. Ἐξ οὗ πᾶν τὸ σῶμα. Ὅστις ἂν ᾖ, φησὶν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ.
40Πᾶσα ἡ Ἐκκλησία, ἕως ἂν ἔχῃ τὴν κεφαλὴν, αὔξει· ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρω‐ πίνης ἐννοίας τὸ εὕρεμα. Ἰδοὺ τὸ, Ἐξ οὗ, ἐπὶ τοῦ Υἱοῦ. Διὰ τῶν ἁφῶν καὶ συνδέσμων, φησὶν, ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν
45αὔξησιν τοῦ Θεοῦ· τὴν κατὰ Θεὸν, φησὶ, τὴν ἀπὸ τῆς πολιτείας τῆς ἀρίστης. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ. Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν τοῦ κόσμου στοιχείων, φησὶ, τί ὡς ζῶντες ἐν

62

.

344

(50)

κόσμῳ δογματίζεσθε; Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν. Πῶς ὡς ζῶντες ὑπόκεισθε τοῖς στοιχείοις· Ἀλλὰ τοῦτο ἀφεὶς, τί φησι; Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀπο‐ χρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν
55ἀνθρώπων.343

62

.

345

βʹ. Οὐκ ἔστε ἐν τῷ κόσμῳ, φησί· καὶ πῶς τοῖς στοι‐ χείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρή‐ σεσι; Καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ, Μὴ θίγῃς, μὴ ἅψῃ, μὴ γεύσῃ, ὡς μεγάλων τινῶν ἀπεχομένους.
5Ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει. Καθεῖλε τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγε· Κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Τί λέγεις; κἂν τὸν νόμον εἴπῃς, λοιπὸν διδασκαλία ἐστὶν ἀνθρώπου μετὰ τὸν καιρόν. Ἢ ὅτι παρεποίουν αὐ‐
10τὸν οὕτως εἶπεν, ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται. Ὅλον ἀνθρώπινον τὸ δόγμα ἐστὶ, φησίν. Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
15Λόγον, φησὶν, οὐ δύναμιν· ἄρα οὐκ ἀλήθειαν. Ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. Δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος κατα‐ φρονεῖν· οὐκ ἔστι δέ. Οὐκ ἐν τιμῇ τινι πρὸς πλη‐ σμονὴν τῆς σαρκός. Ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν,
20αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται. Οὕτως, ὅταν δόγμα ᾖ, οἶδεν αὐτὸ τιμὴν καλεῖν. Ἀτιμάζουσι τὴν σάρκα, φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαι‐ ρούμενοι, οὐχ ἑκόντος κρατεῖν συγχωροῦντες· ὁ Θεὸς τὴν σάρκα ἐτίμησεν. Εἰ οὖν συνηγέρθητε τῷ
25Χριστῷ. Συνάγει αὐτοὺς λοιπὸν ἄνω κατασκευάσας ὅτι ἀπέθανε. Διὰ τοῦτό φησιν, Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε. Οὐκ ἔστιν ἐκεῖ παρα‐ τήρησις. Τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Βαβαί! ποῦ τὸν νοῦν
30ἀνήγαγε τὸν ἡμέτερον; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσε μεγάλου; Οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ, οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ προστίθησιν, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Ἐκεῖθεν λοιπὸν οὐ τὴν γῆν ὁρᾷν παρεσκεύαζε. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ
35τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ‐ πται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν αὕτη, φησὶν, ἡ ζωὴ ὑμῶν· ἡ ὑμετέρα ζωὴ ἑτέρα τίς ἐστιν. Ἤδη
40βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω, καὶ νεκροὺς ὄντας, ἐξ ἑκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. Εἴτε γὰρ νε‐ κροί ἐστε, οὐκ ὀφείλετε ζητεῖν· εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν. Μὴ φαίνεται ὁ Χριστός; οὐκοῦν
45οὐδὲ ἡ ζωὴ ὑμῶν. Ἐν τῷ Θεῷ ἄνω ἐστί. Τί οὖν; πότε ζησόμεθα; Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. Ταῦτα προκατασκευαστικὰ τοῦ τῆς τρυφῆς αὐτοὺς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως. Τοιοῦτον

62

.

345

(50)

ἔθος αὐτῷ ἄλλα κατασκευάζοντι εἰς ἄλλα μεταπη‐ δᾷν· οἷον, ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν. Μέγα γὰρ ἔχει ἔλεγχος, ὅταν ἀνυπόπτως γένηται. Κέκρυπται, φησὶν, ἀφ’
55ὑμῶν. Τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε. Ὥστε νῦν οὐ φαίνεσθε. Ὅρα πῶς αὐτοὺς εἰς αὐτὸν τὸν οὐρανὸν μετέστησεν. Ὅπερ γὰρ ἔφην, ἀεὶ φιλο‐
νεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός·Column end

62

.

346

καὶ διὰ πασῶν αὐτοῦ τῶν ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτῷ δεῖξαι. Διὰ τοῦτο καὶ κεφαλὴν, καὶ σῶμα λέγει, καὶ πάντα ποιεῖ, ἵνα τοῦτο παραστήσῃ. Εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀλγῶ‐
5μεν, ὅταν τιμῆς μὴ ἀπολαύωμεν· εἰ μή ἐστιν αὕτη ἡ ζωὴ ζωὴ, ἀλλὰ κέκρυπται, ὡς νεκροὶ ζῇν ὀφείλο‐ μεν ταύτην τὴν ζωήν. Τότε καὶ ὑμεῖς, φησὶ, σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. —Ἐν δόξῃ, εἶπεν, οὐχ ἁπλῶς· ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως
10ἂν ᾖ ἐν τῷ ὀστρέῳ. Ἄν τε οὖν ὑβριζώμεθα, μὴ ἀλγῶμεν, ἄν τε ὁτιοῦν πάσχωμεν· οὐ γάρ ἐστιν ἡμῶν ζωὴ αὕτη ἡ ζωή· ξένοι γὰρ καὶ παρεπίδημοί ἐσμεν. Ἀπεθάνετε γὰρ, φησί. Τίς ἐστιν οὕτως ἀνόη‐ τος, ὡς τῷ νεκρῷ σώματι τῷ ταφέντι ἢ οἰκέτας
15ἀγοράζειν, ἢ οἰκίας οἰκοδομεῖν, ἢ ἱμάτια κατασκευά‐ ζειν πολυτελῆ; Οὐδείς. Μὴ τοίνυν μηδὲ ἡμεῖς· ἀλλ’ ὥσπερ ἓν μόνον ζητοῦμεν, ὥστε μὴ γεγυμνῶσθαι, οὕτω καὶ ἐνταῦθα ἓν μόνον ζητῶμεν. Ἐτάφη ἡμῶν ὁ πρῶτος ἄνθρωπος· ἐτάφη οὐκ ἐν γῇ, ἀλλ’ ἐν ὕδατι,
20οὐ τοῦ θανάτου αὐτὸν καταλύοντος, ἀλλὰ τοῦ τὸν θάνατον καταλύσαντος θάψαντος αὐτὸν οὐ φύσεως νόμῳ, ἀλλὰ τῷ τῆς φύσεως ἰσχυροτέρῳ προστάγματι τῆς δεσποτείας. Τὰ μὲν γὰρ ὑπὸ φύσεως γενόμενα κἂν ἀναλύσειέ τις, τὰ δὲ ὑπὸ τοῦ προστάγματος αὐ‐
25τοῦ, οὐκέτι. Οὐδὲν ταύτης μακαριώτερον τῆς ταφῆς, ἐφ’ ᾗ πάντες χαίρουσι, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ ὁ τῶν ἀγγέλων Δεσπότης· ταύτῃ τῇ ταφῇ οὐχ ἱμα‐ τίων, οὐ λάρνακος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενὸς χρεία. Βούλει τὸ σύμβολον ἰδεῖν; Δείξω σοι κολυμβή‐
30θραν, ἐν ᾗ ὁ μὲν ἐτάφη, ὁ δὲ ἀνέστη· ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κατεποντίσθησαν Αἰγύπτιοι, ἀνῆλθον δὲ Ἰσραηλῖται· καὶ τὸ αὐτὸ πρᾶγμα τὸν μὲν θάπτει, τὸν δὲ γεννᾷ. γʹ. Μὴ θαυμάσῃς, εἰ γένεσις καὶ φθορὰ γίνεται ἐν
35τῷ βαπτίσματι· ἐπεὶ, εἰπέ μοι, τὸ λύειν τῷ συγκολ‐ λᾷν οὐκ ἐναντίον; Παντί που δῆλον. Τοῦτο τὸ πῦρ ποιεῖ· κηρὸν μὲν γὰρ διαλύει καὶ ἀπόλλυσι, γῆν δὲ μεταλλικὴν συγκολλᾷ καὶ χρυσὸν ἐργάζεται. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν κήρινον ἀνδριάντα ἀφανίσασα
40ἡ τοῦ πυρὸς δύναμις, ἔδειξε χρυσοῦν ἀντ’ ἐκείνου· πήλινοι γὰρ ὄντως ἦμεν πρὸ τοῦ λουτροῦ, χρυσοῖ δὲ μετὰ τοῦτο. Πόθεν δῆλον; Ἄκουσον αὐτοῦ λέγοντος· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος οὐράνιος ἐξ οὐρανοῦ. Ἐγὼ μὲν ὅσον
45πηλίνου πρὸς χρυσὸν τὸ μέσον εἶπον, εὗρον δὲ μεί‐ ζονα διαφορὰν οὐρανίου καὶ γηΐνου· οὐ τοσοῦτον δὲ πηλίνου καὶ χρυσοῦ τὸ μέσον, ὅσον τῶν γηίνων καὶ τῶν οὐρανίων. Κήρινοι ἦμεν, καὶ πήλινοι· καὶ γὰρ ἡ τῆς ἐπιθυμίας ἡμᾶς ἔτηξε φλὸξ πολλῷ μᾶλλον ἢ

62

.

346

(50)

τὸν κηρὸν τὸ πῦρ· καὶ ὁ τυχὼν ἡμᾶς συνέκλα πει‐ ρασμὸς πολλῷ μᾶλλον ἢ τοὺς πηλίνους ὁ λίθος. Καὶ, εἰ βούλεσθε, ὑπογράψωμεν τὸν πρότερον βίον, εἰ μὴ πάντα ἦν γῆ καὶ ὕδωρ, καὶ τὸ εὐρίπιστον ἔχοντα καὶ τὸν κονιορτὸν καὶ τὸ ἄστατον καὶ διαῤῥέον. Καὶ,
55εἰ βούλεσθε, μὴ τὰ πρότερα, ἀλλὰ τὰ παρόντα ἐξ‐
ετάσωμεν, εἰ μὴ κονιορτὸν καὶ ὕδωρ εὑρήσομεν πάντα345

62

.

347

τὰ ὄντα. Τί γὰρ βούλει εἰπεῖν; τὰς ἀρχὰς καὶ τὰς δυναστείας; τούτου γὰρ οὐδὲν δοκεῖ ζηλωτότερον εἶναι ἐν τῷ παρόντι βίῳ. Ἀλλὰ τὸν κονιορτὸν εὕροι τις ἂν μᾶλλον ἐπὶ τοῦ ἀέρος ἱστάμενον, ἢ ταῦτα,
5μάλιστα νῦν. Τίνι γὰρ οὐχ ὑπόκεινται; Τοῖς ἐρῶσιν αὐτῶν, τοῖς εὐνούχοις, τοῖς τῶν χρημάτων ἕνεκεν ἅπαντα πράττουσι, θυμῷ δήμου, ὀργαῖς τῶν δυνα‐ τωτέρων. Ὁ χθὲς ἐπὶ τοῦ βήματος ὑψηλὸς, ὁ κήρυ‐ κας ἔχων λαμπρᾷ τῇ φωνῇ βοῶντας, καὶ πολλοὺς
10τοὺς προτρέχοντας καὶ σοβοῦντας κατὰ τὴν ἀγορὰν, σήμερον εὐτελὴς καὶ ταπεινὸς καὶ πάντων ἐκείνων ἔρημος καὶ γυμνὸς, καθάπερ κονιορτὸς ἀναῤῥιπισθεὶς, καθάπερ ῥεῦμα παρελθόν. Καθάπερ δὲ ἡ κόνις ἀπὸ τῶν ποδῶν ἐγείρεται τῶν ἡμετέρων·
15οὕτω δὴ καὶ αἱ ἀρχαὶ ἀπὸ τούτων τίκτονται τῶν περὶ τὰ χρήματα στρεφομένων, καὶ ποδῶν τάξιν ἐχόντων ἐν παντὶ τῷ βίῳ· καὶ καθάπερ ἡ κόνις, ὅταν μὲν αἴρηται, πολὺ μέρος κατέχει τοῦ ἀέρος, αὐτὴ δέ ἐστιν ὀλίγη, οὕτω καὶ ἡ ἀρχή· καὶ καθάπερ ἡ κόνις τυ‐
20φλοῖ τοὺς ὀφθαλμοὺς, οὕτω καὶ τῆς ἀρχῆς ὁ τῦφος πηροῖ τοὺς ὀφθαλμοὺς τῆς διανοίας. Ἀλλὰ τί; βούλει τὸ πολύευκτον πρᾶγμα ἐξετάσω‐ μεν, τὸν πλοῦτον; Φέρε καταμέρος αὐτὸν ἐξετάσω‐ μεν. Ἔχει τρυφὴν, ἔχει τιμὰς, ἔχει τὸ δύνασθαι.
25Πρῶτον οὖν, εἰ βούλει, τὴν τρυφὴν ἐξετάσωμεν, οὐχὶ κονιορτός ἐστι; μᾶλλον δὲ καὶ τούτου ταχύτερον πα‐ ρατρέχει· μέχρι γὰρ τῆς γλώττης ἡ ἡδονὴ τῆς τρυ‐ φῆς· ὅταν δὲ ἐμπλησθῇ ἡ γαστὴρ, οὐδὲ μέχρι τῆς γλώττης. Ἀλλ’ αὐταὶ αἱ τιμαὶ πρᾶγμα ἡδὺ, φησί.
30Καὶ τί τῆς τιμῆς ἐκείνης ἀηδέστερον, ὅταν διὰ χρείαν γίνεται χρημάτων; Ὅταν μὴ ἐκ προαιρέσεως, μηδὲ ἀπὸ προθυμίας τινὸς, οὐ σὺ καρποῦσαι τὴν τιμὴν, ἀλλ’ ὁ πλοῦτος. Ὥστε μάλιστα πάντων ἄτιμον ποιεῖ τὸν πλουτοῦντα τοῦτο αὐτό. Εἰπὲ γάρ μοι, εἴ σε φίλον
35ἔχοντα πάντες ἐτίμων, ὡμολόγουν δὲ σὲ μὲν οὐδενὸς ἄξιον εἶναι, ἀναγκάζεσθαι δὲ δι’ ἐκεῖνον τιμᾷν, ἦν ὅπως ἄν σε ἑτέρως ἠτίμασαν; Ὥστε ἀτιμίας αἴτιος ὁ πλοῦτος ἡμῖν, αὐτῶν τῶν κεκτημένων τιμιώτερος ὢν, καὶ ἀσθενείας, ἢ δυναστείας τεκμήριον. Πῶς
40οὖν οὐκ ἄτοπον γῆς καὶ σποδοῦ (τοῦτο γὰρ ὁ χρυσὸς) μὴ νομίζεσθαι ἡμᾶς ἀξίους εἶναι, ἀλλ’ ἡμᾶς δι’ ἐκεῖ‐ νον τιμᾶσθαι; Εἰκότως· ἀλλ’ οὐχ ὁ τοῦ πλούτου κα‐ ταφρονῶν, οὕτω· κρεῖττον γὰρ μὴ τιμᾶσθαι ἢ οὕτω τιμᾶσθαι. Εἰπὲ γάρ μοι, εἴ τις εἶπέ σοι, ὅτι Σὲ οὐ‐
45δεμιᾶς ἡγοῦμαι ἄξιον τιμῆς, διὰ δὲ τοὺς οἰκέτας σου τιμῶ σε, ἆρα τί ταύτης τῆς ἀτιμίας γένοιτο ἂν χεῖ‐ ρον; Εἰ δὲ τὸ δι’ οἰκέτας τιμᾶσθαι αἰσχρὸν τοὺς τῆς αὐτῆς ψυχῆς ἡμῖν κοινωνοῦντας καὶ φύσεως, πολλῷ μᾶλλον, διὰ τούτων, ἅπερ ἐστὶν εὐτελέστερα, τοί‐

62

.

347

(50)

χους λέγω οἰκιῶν καὶ αὐλὰς καὶ σκεύη χρυσᾶ καὶ ἱμάτια. Γέλως ὄντως καὶ αἰσχύνη ταῦτα· βέλτιον ἀποθανεῖν, ἢ οὕτω τιμηθῆναι. Εἰπὲ γάρ μοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ τούτῳ εὐτελὴς καὶ κατά‐ πτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου, τί ἂν τούτου
55χεῖρον ἦν; Ὅπερ δὲ περὶ τῆς πόλεως πρὸς ἀλλήλους λέγετε, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. Προσέκρουσέ ποτε τῷ κρατοῦντι ἡ πόλις ἡ ἡμετέρα, καὶ πᾶσαν αὐτὴν ἐκέλευσεν ἄρδην ἀπολέσθαι μετὰ ἀνδρῶν καὶ παίδων καὶ οἰκημάτων. Τοιοῦτοι γὰρ οἱ θυμοὶ οἱ βα‐
60σιλικοί· τῇ ἐξουσίᾳ ὅσον ἂν θέλωσι, χαρίζονται· το‐Column end

62

.

348

σοῦτον ἡ ἐξουσία κακόν. Ἦν οὖν ἐν κινδύνοις τοῖς ἐσχάτοις. Ἡ δὲ γείτων πόλις, αὕτη ἡ ἐπιθαλάσ‐ σιος, ἐλθοῦσα παρεκάλεσε τὸν βασιλέα ὑπὲρ ἡμῶν· οἱ δὲ τὴν πόλιν οἰκοῦντες τὴν ἡμετέραν ἔλεγον τοῦτο
5χεῖρον εἶναι τοῦ κατασκαφῆναι τὴν πόλιν. Οὕτω τοῦ ἀτιμασθῆναι τὸ οὕτω τιμᾶσθαι χεῖρόν ἐστι. Ὅρα γὰρ πόθεν ἔχει τὴν ῥίζαν ἡ τιμή. Μαγείρων χεῖρες ποιοῦ‐ σιν ἡμᾶς τιμᾶσθαι, ὥστε ἐκείνοις ὀφείλομεν χάριν ἔχειν· καὶ συβῶται παρέχοντες πλουσίαν τὴν τράπε‐
10ζαν, καὶ ὑφάνται καὶ ἔριθοι καὶ οἱ μέταλλα ἐργαζό‐ μενοι καὶ πλακουντοποιοὶ καὶ τραπεζοποιοί. δʹ. Τοῦ τοίνυν τούτοις εἰδέναι χάριν τῆς τιμῆς οὐ βέλτιον τὸ μὴ τιμᾶσθαι; Καὶ χωρὶς δὲ τούτου, ὅτι ἀτι‐ μίας γέμει τὸ πλουτεῖν, ἐγὼ σαφῶς ἀποδεῖξαι πειρά‐
15σομαι. Τὴν ψυχὴν αἰσχρὰν ἐργάζεται· τί δὲ τούτου ἀτιμότερον; Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελ‐ θὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον,
20καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγ‐ κωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργά‐ σατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θερα‐
25πεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξου‐ σία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν· ἆρα ἦν ἄν τι τούτου ὠμότερον, εἰπέ μοι; Οὐκοῦν τὸ πλουτεῖν, ὅταν τὴν ψυχὴν ταῦτα ἐργάζηται, πῶς ἂν
30εἴη καλόν; Ἀλλ’ ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπω‐ τέρα· τὸ γὰρ νοσοῦντα μηδὲ νόμοις ἰατρῶν πείθε‐ σθαι, τοῦ νοσεῖν χαλεπώτερον· ὅπερ ὁ πλοῦτος ἔχει, πανταχόθεν φλεγμαίνειν ποιῶν τὴν ψυχὴν, καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων. Ὥστε διὰ τὴν ἐξουσίαν
35μὴ μακαρίζωμεν τούτους, ἀλλ’ ἐλεῶμεν. Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείμενον, καὶ μηδένα κωλύοντα ἐμφορεῖσθαι πομάτων, ὅσωνπερ ἤθελε, καὶ κρεῶν τῶν βλαπτόντων, ἐμακάρισα ἂν αὐτὸν διὰ τὴν ἐξου‐ σίαν. Οὐ γὰρ πανταχοῦ ἡ ἐξουσία καλὸν, ὥσπερ
40οὖν οὐδὲ αἱ τιμαί· καὶ γὰρ καὶ αὗται φρονήματος πληροῦσι πολλοῦ. Εἰ δὲ τὸ σῶμα οὐκ ἂν εἴλου μετὰ πλούτου ταύτην δέξασθαι τὴν νόσον, πῶς τὴν ψυχὴν περιορᾷς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν κόλασιν δεχομένην; Καὶ γὰρ πυρετοῖς πάντοθεν φλέγεται
45καὶ φλεγμοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέ‐ σαι δύναται· οὐ γὰρ ἀφίησιν ὁ πλοῦτος, ἅπερ ἐστὶν ἐλαττώματα, ταῦτα πείσας εἶναι πλεονεκτήματα· οἷον, τὸ μηδενὸς ἀνέχεσθαι, καὶ ἐξουσίᾳ πάντα ποιεῖν. Οὐ γὰρ εὑρήσει τις ἄλλην ψυχὴν τοσούτων γέμουσαν

62

.

348

(50)

ἐπιθυμιῶν καὶ οὕτως ἀτόπων, ὡς τὰς τῶν βουλομέ‐ νων πλουτεῖν. Πόσας γὰρ ληρωδίας οὐχ ὑπογράφου‐ σιν ἑαυτοῖς; Μᾶλλον τῶν τοὺς ἱπποκενταύρους ἀνα‐ πλαττόντων καὶ τὰς χιμαίρας καὶ τοὺς δρακοντόπο‐ δας καὶ τὰς Σκύλλας καὶ τὰ τέρατα, ἴδοι τις ἂν
55αὐτοὺς ἀναπλάττοντας. Κἂν θελήσῃς αὐτῶν μίαν ἐπιθυμίαν ἀναπλάσαι, οὐδὲν οὔτε σκύλλα οὔτε χίμαιρα οὔτε ἱπποκένταυρος φανήσονται πρὸς τὴν τερατωδίαν ἐκείνην, ἀλλ’ εὑρήσεις πάντα ὁμοῦ ἔχουσαν τὰ θηρία. Καὶ τάχα μέ τις οἰήσεται ἐν πλούτῳ γεγενῆσθαι πολλῷ
60οὕτως ἐπαληθεύοντα τοῖς γινομένοις. Λέγεταί τις·347

62

.

349

πρότερον γὰρ ἀπὸ τῶν παρὰ τοῖς Ἕλλησιν ᾀδομένων τὸν λόγον πιστώσομαι· λέγεταί τις παρ’ αὐτοῖς βα‐ σιλεὺς τοσοῦτον ἐνυβρίσαι τῇ τρυφῇ, ὥστε πλάτανον ποιῆσαι χρυσῆν, καὶ οὐρανὸν ἄνωθεν, καὶ οὕτω κα‐
5θίσαι, καὶ ταῦτα ἐπιστρατεύων ἀνθρώποις πολεμεῖν μεμαθηκόσιν. Ἆρα οὐχ ἱπποκενταύρων αὕτη ἡ ἐπι‐ θυμία; ἆρα οὐ Σκύλλης; Ἕτερος πάλιν εἰς βοῦν ξύ‐ λινον ἐνέβαλε τοὺς ἀνθρώπους. Ἆρα οὐ Σκύλλα τοῦτο; Τέως δὲ τῶν πρότερον ἐξ ἀνδρὸς γυναῖκα ἐποίησε τὸν
10βασιλέα, τὸν στρατιώτην· ἀπὸ γυναικὸς, τί εἴπω; θηρίον ἄλογον, καὶ ἔτι τούτου χεῖρον. Τὰ γὰρ θηρία ὑπὸ δένδρων ἂν ᾖ, ἀνέχονται τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν· οὗτος δὲ καὶ τῶν θηρίων τὴν φύσιν ὑπερηκόντισεν. Ἆρα τί γένοιτ’ ἂν τῶν πλουτούντων
15ἀνοητότερον; Τοῦτο δὲ ἀπὸ τῆς πλεονεξίας τῶν ἐπι‐ θυμιῶν γίνεται. Ἆρα οὐχὶ πολλοὶ θαυμάζουσιν αὐτόν; Τοιγάρτοι τοῦ γέλωτος κοινωνοῦσιν αὐτῷ. Τοῦτο οὐ τὸν πλοῦτον ἐδείκνυ, ἀλλὰ τὴν ἄνοιαν. Πόσῳ τῆς χρυσῆς ἐκείνης πλατάνου ἡ τῆς γῆς βελτίων; τὰ γὰρ
20κατὰ φύσιν τῶν παρὰ φύσιν ἡδίω. Τί δέ σοι ὁ χρυ‐ σοῦς οὐρανὸς ἐβούλετο, ἀνόητε; Ὁρᾷς πῶς μαινομέ‐ νους ὁ πλοῦτος ποιεῖ ὁ πολύς; πῶς φλεγμαίνει; Οἶ‐ μαι αὐτὸν καὶ τὴν θάλατταν ἀγνοεῖν, καὶ τάχα βα‐ δίζειν βούλεσθαι ἐπ’ αὐτῆς. Ἆρα οὐ χίμαιρα ταῦτα;
25ἆρα οὐχ ἱπποκένταυρος; Ἀλλ’ εἰσὶ καὶ νῦν τινες οἳ οὐδὲ ἐκείνου ἀποδέουσιν, ἀλλὰ πολλῷ ἀνοητότεροι τυγχάνουσιν ὄντες. Τί γὰρ, εἰπέ μοι, τῆς χρυσῆς πλατάνου διαφέρουσι κατὰ ἄνοιαν οἱ κεράμια ποιοῦν‐ τες χρυσᾶ καὶ χύτρας καὶ ἀλάβαστρα; Τί δὲ αἱ γυ‐
30ναῖκες (αἰσχύνομαι μὲν οὖν, πλὴν ἀναγκαῖον εἰπεῖν), ἀμίδας ἀργυρᾶς ποιοῦσαι; Ὑμᾶς αἰσχύνεσθαι τὰς ταῦτα ποιούσας ἔδει. Τοῦ Χριστοῦ λιμώττοντος, σὺ οὕτω τρυφᾷς; μᾶλλον δὲ ἀνοηταίνεις; ποίαν αὗται κόλασιν οὐ τίσουσιν; Ἔτι οὖν ἐρωτᾷς, διὰ τί λῃσταὶ,
35διὰ τί ἀνδροφόνοι, διὰ τί τὰ κακὰ, οὕτως ὑμᾶς τοῦ διαβόλου παρασύραντος; Τὸ μὲν γὰρ πινάκια ἔχειν ἀργυρᾶ, οὐδὲ τοῦτο μὲν κατὰ φιλόσοφον ψυχὴν, ἀλλὰ τρυφῆς τὸ πᾶν· τὸ δὲ καὶ σκεύη ἀκάθαρτα ποιεῖν ἐξ ἀργύρου, ἆρα τρυφῆς; ἀλλ’ οὐκ ἂν εἴποιμι τρυφῆς,
40ἀλλ’ ἀνοίας· ἀλλ’ οὐδὲ τοῦτο, ἀλλὰ μανίας, μᾶλλον δὲ καὶ μανίας χεῖρον. εʹ. Οἶδα ὅτι πολλοί με κωμῳδοῦσιν ἐπὶ τούτῳ, ἀλλ’ οὐκ ἐπιστρέφομαι, μόνον γενέσθω τι πλέον. Ὄντως ἀνοήτους ποιεῖ τὸ πλουτεῖν καὶ μαινομένους. Εἰ το‐
45σαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ. Τίς ἡ μανία, τίς ἡ παρανομία; τίς ὁ πυρετός; Ἕτερος τῷ κρυμῷ δια‐ φθείρεται ὁ κατ’ εἰκόνα Θεοῦ, σὺ δὲ τοιαῦτα κατα‐

62

.

349

(50)

σκευάζεις; Ὢ τοῦ τύφου· τί ἂν πλέον μαινόμενος ἐποίησε; τὰ ἀποπατήματα οὕτω τιμᾷς, ὥστε ἀργύρῳ ὑποδέχεσθαι; Οἶδα ὅτι ναρκᾶτε ἀκούοντες, ἀλλ’ αἱ ποιοῦσαι ναρκᾷν ὀφείλουσι, καὶ οἱ τοῖς τοιούτοις νο‐ σήμασιν ἄνδρες ὑπηρετούμενοι! ἀκολασία γάρ ἐστι
55καὶ ὠμότης καὶ ἀπανθρωπία καὶ θηριωδία καὶ ἀσέλ‐ γεια τοῦτο. Ποία Σκύλλα, ποία χίμαιρα, ποῖος δρά‐ κων, μᾶλλον δὲ ποῖος δαίμων, ποῖος διάβολος ταῦτα ἂν ἐποίησε· Τί τοῦ Χριστοῦ ὄφελος; τί δὲ τῆς πί‐
στεως, ὅταν ἀνθρώπων ἀνέχηταί τις Ἑλλήνων, μᾶλ‐Column end

62

.

350

λον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιμόνων; Εἰ χρυσῷ καὶ μαργαρίταις τὴν κεφαλὴν κοσμεῖν οὐ δεῖ, ὁ τῷ ἀρ‐ γύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρημένος, ποίας συγγνώμης τεύξεται; οὐκ ἀρκεῖ τὰ λοιπὰ, καί‐
5τοι γε οὐδὲ ἐκεῖνα ἀνεκτὰ, καθέδραι καὶ ὑποπόδια ἐξ ἀργύρου πάντα; καίτοι καὶ ταῦτα ἀνοίας. Ἀλλὰ παν‐ ταχοῦ ὁ τῦφος ὁ περισσὸς, πανταχοῦ ἡ κενοδοξία· οὐ‐ δαμοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν. Ἐγὼ δέδοικα μὴ ὑπὸ τῆς μανίας ταύτης προβαῖνον
10τὸ γυναικεῖον γένος τεράτων ἀναλάβῃ μορφήν· εἰκὸς γὰρ αὐτὰς ἐπιθυμῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς. Ἢ ὁμολογήσατε ὅτι οὐκ ἐπάθετέ τι πρὸς τὸ λεχθὲν καὶ διανέστητε καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε, καὶ εἰ μή γε ἡ αἰσχύνη κατεῖχεν, οὐκ ἂν παρῃτήσασθε. Εἰ γὰρ
15καὶ τὰ τούτων ἀτοπώτερα τολμᾶτε, πολλῷ μᾶλλον καὶ τρίχας ἔχειν οἶμαι ταύτας ἐπιθυμῆσαι χρυσᾶς, καὶ τὰ χείλη, καὶ τὰς ὀφρῦς, καὶ πάντα χρυσὸν κατατη‐ κούσας οὕτω περιχρίειν. Εἰ δὲ ἀπιστεῖτε καὶ νομί‐ ζετε γελῶντά με λέγειν, ἐγὼ διηγήσομαι ὅπερ ἤκουσα,
20μᾶλλον δὲ καὶ ἔστι νῦν. Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον, τῶν περὶ ταῦτα δεινῶν, καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου θριξὶν ἐνελισσόντων τὰ πέταλα τοῦ χρυσοῦ· καὶ ἀνάκειται καθάπερ τέρας. Δόξα σοι, Χριστὲ, πόσων ἐνέπλησας
25ἀγαθῶν ἡμᾶς, πῶς ἡμᾶς ὑγιαίνειν παρεσκεύασας; πόσης τερατωδίας, πόσης ἀλογίας ἡμᾶς ἀπήλλαξας; Ἰδοὺ προλέγω· οὐκέτι παραινῶ, ἀλλ’ ἐπιτάττω καὶ παραγγέλλω· ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλό‐ μενος ἀπειθείτω· ὅτι ἂν ἐπιμένητε ταῦτα ποιοῦσαι,
30οὐκ ἀνέξομαι οὐδὲ δέξομαι ὑμᾶς οὐδὲ ἀφήσω τῶν οὐ‐ δῶν ὑπερβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νο‐ σούντων; τί δὲ, εἰ παιδοτριβῶν ὑμᾶς οὐ κωλύω τὰ μὴ περιττά; Καίτοι γε ὁ Παῦλος ἐκώλυσε, καὶ χρυσὸν καὶ μαργαρίτας. Γελώμεθα παρὰ τῶν Ἑλλήνων,
35μῦθος εἶναι δοκεῖ τὰ ἡμέτερα. Καὶ τοῖς ἀνδράσι παρ‐ αινῶ ταῦτα· εἰς διδασκαλεῖον παραγίνῃ, παιδευό‐ μενος φιλοσοφίαν πνευματικήν; περίελε τὸν τῦφον ἐκεῖνον. Τοῦτο καὶ ἀνδράσι παραινῶ καὶ γυναιξί· κἂν ἑτέρως τις ποιῇ, λοιπὸν οὐκ ἀνέχομαι. Δώδεκα
40ἦσαν οἱ μαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ διόλου κολακεύωμεν, πότε ἀνακτησόμεθα; πότε ὠφελήσομεν; Ἀλλ’ εἰσὶ, φησὶν, αἱρέσεις ἕτε‐ ραι, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρεῖσ‐
45σον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παρά‐ νομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι; μυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ἰδοὺ παραινῶ καὶ παρεγγυῶ καὶ τὸν καλλωπισμὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρί‐

62

.

350

(50)

βειν, καὶ πένησι διδόναι, καὶ μὴ οὕτω μεμηνέναι. Ὁ βουλόμενος ἀποπηδάτω, ὁ βουλόμενος ἐγκαλείτω· οὐκ ἀνέχομαι οὐδενός. Ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν ὑμεῖς ἑστήκατε, καὶ ἡ παρ’ ὑμῶν χάρις εἰς οὐδὲν, ἐμοῦ τὰς εὐθύνας
55παρέχοντος. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶν, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵ‐ ρεσιν· ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος;
μέχρι πότε; ἅπαξ, καὶ δὶς, καὶ τρὶς, μὴ διαπαντός.349

62

.

351

Ἰδοὺ παρεγγυῶ πάλιν, καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσο‐ μαι· ὅταν δὲ κατορθώσητε, τότε εἴσεσθε ὅσον τὸ κέρ‐ δος, ὅση ἡ ὠφέλεια. Ναὶ, παρακαλῶ καὶ ἀντιβολῶ,
5καὶ τῶν γονάτων οὐκ ἂν παραιτησαίμην ἅψασθαι, καὶ ἱκετηρίαν θεῖναι ὑπὲρ τούτου. Τίς ἡ βλακεία; τίς ἡ τρυφή; τίς ἡ ὕβρις; οὐ τρυφὴ τοῦτο, ἀλλ’ ὕβρις. Τίς ἡ ἄνοια; τίς ἡ μανία; Πένητες τοσοῦτοι τὴν ἐκκλησίαν περιεστήκασι, καὶ τέκνα ἔχουσα τοσαῦτα
10ἡ Ἐκκλησία, οὕτω πλουτοῦντα, οὐδενὶ πένητι ἐπαμῦ‐
ναι δύναται· ἀλλ’ ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει· ὁ μὲνColumn end

62

.

352

καὶ ἐν ἀργύρῳ ἀποπατεῖ, ὁ δὲ οὐδὲ ἄρτου μετέχει. Τίς ἡ μανία; τίς ἡ θηριωδία ἡ τοσαύτη; Γένοιτο μὴ ἐλθεῖν ἡμᾶς εἰς τὴν πεῖραν τοῦ ἐπεξελθεῖν τοῖς ἀπειθοῦσι, μηδὲ εἰς ἀγανάκτησιν τοῦ ταῦτα ἐπιτρέ‐
5ψαι, ἀλλ’ ἑκόντας καὶ ἀνεχομένους ταῦτα πάντα πε‐ ριστεῖλαι· ἵνα εἰς δόξαν τοῦ Θεοῦ ζήσωμεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι
καὶ φιλανθρωπίᾳ.Column end

62

.

351

(12)

ΟΜΙΛΙΑ Ηʹ. Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορ‐ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν,
15καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατή‐ σατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. αʹ. Οἶδα πολλοὺς ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης
20διαλέξει· ἀλλὰ τί πάθω; ἠκούσατε τί ἐπέταξεν ὁ Δεσπότης. Μὴ γὰρ ἐγὼ αἴτιος; τί ποιήσω; Οὐχ ὁρᾶτε τοὺς ἀπαιτοῦντας, ὅταν ἀγνωμονῶσιν οἱ ὑπεύ‐ θυνοι, πῶς κλοιὰ τούτοις περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ
25μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκα‐ θαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεον‐ εξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Τί τῆς τοιαύ‐ της πλεονεξίας χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλε‐ γον, ἡ μανία καὶ ἡ βλακεία ἡ περὶ ἄργυρον. Καὶ
30τὴν πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία· ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ’ ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ’ ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας ἐστὶν
35οὐδὲ ἀξιώματος, ἀλλ’ ὀδύνης καὶ ἀλγηδόνος. Σύγ‐ γνωτέ μοι, σύγγνωτε· οὐ θέλω ἀσχημονεῖν ὑπὲρ τοιούτων διαλεγόμενος, ἀλλ’ ἀναγκάζομαι. Οὐχ ὑπὲρ τῆς τῶν πενήτων ὀδύνης ταῦτα λέγω, ἀλλ’ ὑπὲρ τῆς ὑμετέρας σωτηρίας· ἀπολοῦνται γὰρ, ἀπολοῦνται οἱ
40μὴ θρέψαντες τὸν Χριστόν. Τί γὰρ, εἰ τρέφεις πένη‐ τα; ἀλλ’ ἕως ἂν οὕτω σπαταλᾷς καὶ οὕτω τρυφᾷς, πάντα περιττά. Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλὰ, ἀλλὰ τὸ μὴ ἔλαττον τῆς οἰκείας οὐσίας· τοῦτο γὰρ παίζοντός ἐστι. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν,
45φησὶν, τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; οὐ σὺ εἶπας, ὅτι Ἐτάφητε; ὅτι Συνετάφητε; ὅτι Περιετμήθητε; ὅτι Ἀπεξεδυσάμεθα τὸ σῶμα τῶν ἁμαρτιῶν τῆς σαρκός; πῶς οὖν πάλιν λέγεις, Νεκρώσατε; Μὴ παίζῃς· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ; Οὐκ ἔστιν ἐναν‐

62

.

351

(50)

τιολογία· ἀλλ’ ὥσπερ εἴ τις ἐῤῥυπωμένον ἀνδριάντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δείξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπ‐ ώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολογεῖ· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ
55τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πορνείας ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. Ἀλλ’ ἰδοὺ, φασὶν αἱρετικοὶ, τὴν δημιουργίαν Παῦ‐
λος διαβάλλει· εἶπε γὰρ ἔμπροσθεν, Τὰ ἄνω φρο‐Column end

62

.

352

(13)

νεῖτε, μὴ τὰ ἐπὶ γῆς· πάλιν φησὶ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἀλλὰ τὸ, ἐπὶ γῆς,
15ἐνταῦθα δηλωτικόν ἐστιν ἁμαρτίας, οὐ δημιουργίας διαβολή. Οὕτω γὰρ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ τὰ ἁμαρ‐ τήματα, ἢ τῷ ἀπὸ γεώδους λογισμοῦ καὶ ἐπὶ γῆς ἐνεργεῖσθαι, ἢ τῷ γηΐνους δεικνύναι τοὺς ἁμαρτά‐ νοντας. Πορνείαν, ἀκαθαρσίαν, φησί. Παρῆκε τὰ
20πράγματα, ἃ οὐδὲ εἰπεῖν καλὸν, καὶ διὰ τῆς ἀκαθαρ‐ σίας ἅπαντα ἐνέφηνε. Πάθος, φησὶν, ἐπιθυμίαν κακήν. Ἰδοὺ γενικῶς τὸ πᾶν εἶπε· πάντα γὰρ ἐπι‐ θυμία κακὴ, βασκανία, ὀργὴ, λύπη. Καὶ τὴν πλεον‐ εξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία. Διὰ
25ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ πολλῶν ἀπήγαγεν αὐτούς· διὰ τῶν εὐεργεσιῶν τῶν ὑπαρξασῶν, διὰ τῶν μελ‐ λόντων ἐξ ὧν ἀπηλλάγημεν κακῶν, τίνες ὄντες, καὶ διὰ τί, καὶ ὅλα ἐκεῖνα, οἷον, τίνες ἦμεν καὶ ἐν τίσιν,
30καὶ ὅτι ἀπηλλάγημεν αὐτῶν, πῶς καὶ τίνι τρόπῳ καὶ ἐπὶ τίσι. Ταῦτα ἱκανὰ ἀποστρέψαι· ἀλλὰ πάν‐ των σφοδρότερον τοῦτο, ἀηδὲς μὲν εἰπεῖν, οὐ μὴν ἀνωφελὲς, ἀλλὰ καὶ ὠφέλιμον· Δι’ ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει‐
35θείας. Οὐκ εἶπεν, Ἐφ’ ὑμᾶς, ἀλλ’, Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς, Ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς, καὶ μετ’ ἐγκωμίου, ὡς νῦν οὐ ζώντων· τότε ἐξῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς
40τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει, καὶ ἰδικῶς· τοῦτο δέ ἐστι διαθέσεως. Ὀργὴν, θυμὸν, κακίαν βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Αἰσχρολο‐ γίαν, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν, ἐμφαντικῶς,
45ὅτι αὐτὸ ῥυποῖ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄν‐ θρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμε‐ νοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα

62

.

352

(50)

καλεῖ τὸν διεφθαρμένον βίον, καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό. Καὶ εἰ ὁ ἄνθρωπός εἰσιν αἱ ἁμαρτίαι, πῶς φησι, Σὺν ταῖς πράξεσιν αὐτοῦ; Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρω‐ πος, ἀλλ’ ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριω‐
55τέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο. Οὐ γὰρ351

62

.

353

ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦμεν, οὔτε μισοῦμεν ᾗ ἄνθρωπος, ἀλλ’ ᾗ τοι‐ όσδε ἄνθρωπος. Εἰ τοίνυν ἡ μὲν οὐσία τὸ σῶμά ἐστιν,
5αὕτη δὲ ἀνυπεύθυνος ἐν ἑκατέροις, πῶς αὐτὸ κακὸν εἶναί φησι; βʹ. Τί δέ φησι, Σὺν ταῖς πράξεσι; Τὴν προαίρεσιν μετὰ τῶν ἔργων. Παλαιὸν δὲ αὐτὸν καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ τὸ δυσειδὲς καὶ τὸ
10ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ, Μὴ προσδοκήσητε, φησὶν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται, ἀλλὰ τοὐναν‐ τίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται, ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας. Ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν, καὶ μειζόνων ἀξιοῦται,
15καὶ μᾶλλον ἀκμάζει, καὶ μᾶλλον ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. Ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται. Κατ’ εἰκόνα Χριστοῦ· τοῦτο γάρ ἐστι, Κατ’ εἰκόνα τοῦ κτί‐ σαντος αὐτόν· ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας
20ἐτελεύτησεν, ἀλλ’ οὕτως ἦν καλὸς, ὡς μηδὲ εἶναι εἰ‐ πεῖν. Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περι‐ τομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦ‐ λος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἰδοὺ τρίτον ἐγκώμιον τοῦ ἀνδρὸς τούτου,
25ὅταν μήτε ἔθνους, μήτε ἀξιώματος, μήτε προγόνων διαφορὰ ἐπεισέρχηται, ὅταν ἔχῃ τῶν ἔξωθεν μηδὲν, μηδὲ δέηται τούτων· τοιαῦτα γὰρ πάντα τὰ ἔξωθεν. Περιτομὴ καὶ ἀκροβυστία· δοῦλος, ἐλεύθερος, Ἕλ‐ λην, τουτέστι, προσήλυτος· καὶ Ἰουδαῖος, τουτέστιν,
30ἐκ προγόνων. Ἂν τοῦτον ἔχῃς μόνον, τῶν αὐ‐ τῶν ἐπιτεύξῃ τοῖς ἄλλοις, τοῖς ἔχουσιν. Ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι, φησὶν, Χριστός· τουτέστι, Πάντα ὑμῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωμα καὶ γένος, καὶ ἐν πᾶσιν ὑμῖν αὐτός. Ἢ ἕτερόν τί φησιν, ὅτι
35Πάντες Χριστὸς εἷς ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς αὐτὴν ἔχειν, καὶ ὥστε ὡς μεγί‐ στῳ κόσμῳ κεχρῆσθαι. Καὶ μετ’ ἐγκωμίου ἡ παραί‐
40νεσις· τότε γὰρ μάλιστα ἰσχύει. Ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ καὶ ἅγιοι καὶ ἠγαπημένοι. Σπλάγχνα οἰκτιρμοῦ. Οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο. Καὶ οὐκ εἶπεν, ὅτι ὡς ἀδελφοῖς οὕτω διατίθεσθαι δεῖ, ἀλλ’ ὡς
45παισὶ πατέρες. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἥμαρτε· διὰ τοῦτο εἶπε σπλάγχνα. Καὶ οὐκ εἶπεν, οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτελίσῃ, ἀλλὰ, Σπλάγχνα οἰκτιρ‐ μοῦ. Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζό‐

62

.

353

(50)

μενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Πάλιν κατ’ εἶδος λέγει· ἀπὸ χρηστότητος γὰρ ταπεινοφροσύνη, καὶ ἀπὸ ταύτης μακροθυμία. Ἀν‐ εχόμενοι, φησὶν, ἀλλήλων, τουτέστι, παραπεμπό‐
55μενοι. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξε, μομφὴν κα‐ λέσας. Εἶτα ἐπάγει· Καθὼς καὶ ὁ Χριστὸς ἐχαρί‐ σατο ὑμῖν. Μέγα τὸ ὑπόδειγμα· ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς. Μομφὴν, φησί. Ἐκεῖ μὲν μικρὸν αὐτὸ ἔδειξεν· ὅτε δὲ τὸ ὑπόδειγμα
60παρήγαγεν, ἔπεισεν ὅτι κἂν μεγάλα ἔχωμεν ἐγκα‐Column end

62

.

354

λεῖν, δεῖ χαρίζεσθαι. Τὸ γὰρ, Καθὼς ὁ Χριστὸς, τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ἐξ ὅλης καρδίας· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φι‐ λεῖν δεῖ. Ὁ γὰρ Χριστὸς εἰσαχθεὶς εἰς τὸ μέσον
5πάντα εἰσάγει ταῦτα· καὶ ὅτι κἂν μεγάλα ᾗ, κἂν μὴ προηδικηκότες τύχωμεν, κἂν ἡμεῖς μὲν μεγάλοι, ἐκεῖνοι δὲ μικροὶ, κἂν μέλλωσιν ὑβρίζειν ἡμᾶς καὶ μετὰ ταῦτα, καὶ ὅτι τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖ‐ ναι· τὸ γὰρ, Καθὼς, ταῦτα ἀπαιτεῖ· καὶ ὅτι οὐδὲ
10μέχρι θανάτου μόνον στῆναι δεῖ, ἀλλ’, εἰ δυνατὸν, καὶ μετὰ ταῦτα. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει. Ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, Ναὶ, φησὶ,
15καὶ φιλεῖν, καὶ ὁδὸν δείκνυσι, δι’ ἧς δυνατὸν χαρί‐ ζεσθαι. Ἔστι γὰρ καὶ χρηστὸν εἶναί τινα καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν. Διὸ ἀρχόμενος εἶπε, Σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀγά‐ πην, καὶ ἔλεον. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγά‐
20πην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφε‐ λος· διαλύεται γὰρ πάντα ἐκεῖνα, ἂν μὴ μετὰ ἀγά‐ πης γίνηται. Πάντα ἐκεῖνα αὕτη συσφίγγει· ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστιν, ἀλλὰ
25διαῤῥεῖ. Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος· καὶ ἐπὶ οἰκίας ἐὰν μὴ ὦσιν αἱ ἱμαντώσεις· καὶ ἐπὶ σώματος κἂν μεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσμοι μὴ ὦσιν, οὐδὲν ὄφελος. Οἷα γὰρ ἐάν τις ἔχῃ κατορ‐
30θώματα, πάντα φροῦδα, ἀγάπης μὴ οὔσης. Οὐκ εἶ‐ πεν, ὅτι κορυφή ἐστιν, ἀλλ’ ὃ μεῖζόν ἐστι, σύνδε‐ σμος· ἀναγκαιότερον τοῦτο, ἢ ἐκεῖνο. Κορυφὴ μὲν γὰρ ἐπίτασις τελειότητος, σύνδεσμος δὲ συγκράτησις τῶν τὴν τελειότητα ποιούντων, ὡσανεὶ ἡ ῥίζα. Καὶ
35ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν σώματι ἑνί· καὶ εὐχάριστοι γίνεσθε. γʹ. Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ πεπηγυῖα καὶ βεβαία αὕτη ἐστίν. Ἂν μὲν δι’ ἄνθρωπον ἔχῃς εἰρήνην, ταχέως
40διαλύεται· ἐὰν δὲ διὰ τὸν Θεὸν, οὐκέτι. Καίτοι τὸ καθολικὸν εἶπε τὴν ἀγάπην, ἀλλὰ πάλιν ἐπὶ τὸ ἰδι‐ κὸν ἔρχεται. Ἔστι γὰρ καὶ ἄμετρος ἀγάπη, οἶον, ὅταν ἀπὸ πολλῆς τις ἀγάπης ἐγκαλῇ εἰκῆ, καὶ μάχας ἔχῃ καὶ ἀποστρέφηται. Οὒ, φησὶν, οὐ τοῦτο βούλομαι,
45ἀλλ’ ὡς ἐποίησεν εἰρήνην πρὸς ὑμᾶς ὁ Θεὸς, οὕτω καὶ ὑμεῖς ποιεῖτε. Πῶς δὲ ἐποίησεν; Αὐτὸς θελήσας, οὐ παρ’ ἡμῶν τι λαβών. Τί ἐστιν; Ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν; Ἐὰν μάχωνται λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν, μὴ

62

.

354

(50)

στήσῃς τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον, ἔστω τις ὑβρισθεὶς ἀδίκως· ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν λογισμοὶ δύο, ὁ μὲν κελεύων ἀμύνασθαι, ὁ δὲ ἐνεγκεῖν, καὶ παλαίουσιν ἀλλήλοις. Ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκῃ βραβεύουσα, τῷ
55κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καται‐ σχύνει ἐκεῖνον. Πῶς; Πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστὶν, ὅτι εἰρήνευσεν ἡμῖν. Οὐχ ἁπλῶς δείκνυσι πο‐ λὺν τὸν ἀγῶνα τοῦ πράγματος. Μὴ θυμὸς, φησὶ,
βραβευέτω, μὴ φιλονεικία, μὴ ἀνθρωπίνη εἰρήνη·353

62

.

355

ἡ γὰρ ἀνθρωπίνη εἰρήνη ἐκ τοῦ ἀμύνασθαι γίνεται, ἐκ τοῦ μηδὲν πάσχειν δεινόν. Ἀλλ’ οὐ ταύτην βούλο‐ μαι, φησὶν, ἀλλ’ ἐκείνην, ἣν ὁ Χριστὸς ἀφῆκεν αὐτός. Στάδιον ἔνδον ἐποίησεν ἐν τοῖς λογισμοῖς, καὶ ἀγῶνα
5καὶ ἄθλησιν καὶ βραβευτήν. Εἶτα πάλιν προτροπή· Εἰς ἣν ἐκλήθητε, φησί· τουτέστιν, ἐφ’ ᾗ ἐκλήθητε. Ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη. Διὰ ταύτην σε ἐκάλεσεν, ἐπὶ ταύτῃ ἐκάλεσεν, ὥστε ἀξιόπιστον ἀναδέξασθαι τὸ βραβεῖον. Διὰ τί γὰρ ἓν σῶμα ἐποίη‐
10σεν; οὐχ ἵνα αὕτη κρατῇ; οὐχ ἵνα ἀφορμὴν ἔχωμεν τοῦ εἰρηνεύειν; Διὰ τί πάντες ἓν σῶμά ἐσμεν; πῶς δὲ ἓν σῶμά ἐσμεν; Διὰ τὴν εἰρήνην σῶμα ἕν ἐσμεν, καὶ διὰ τὸ σῶμα ἓν εἶναι, εἰρηνεύομεν. Διὰ τί δὲ οὐκ εἶ‐ πεν, Ἡ εἰρήνη τοῦ Θεοῦ νικάτω, ἀλλὰ, Βραβευέτω;
15Ἀξιοπιστοτέραν αὐτὴν ἐποίησε. Τὸν πονηρὸν λογι‐ σμὸν οὐκ ἀφῆκεν αὐτῇ προσπαλαίειν, ἀλλὰ κατώτερον ἑστάναι. Καὶ τὸ τοῦ βραβείου ὄνομα ἐπῆρε τὸν ἀκροα‐ τήν. Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν.
20Ἄλλως δὲ ἐκεῖνος εἰδὼς ἦν, ὅτι ὅσα ἂν ἐργάσηται, οὐ λήψεται τὸ βραβεῖον· ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ σφοδρότερον προσβαλεῖν, ἅτε ἀνόητα πονῶν ἀποστή‐ σεται. Καὶ καλῶς προσέθηκε, Καὶ εὐχάριστοι γίνεσθε. Τοῦτο γάρ ἐστιν εὐχάριστον εἶναι, καὶ
25σφόδρα ἐντρεπτικῶς, τὸ ὁμοίως κεχρῆσθαι τοῖς ὁμο‐ δούλοις, ὥσπερ αὐτῷ ὁ Θεὸς, τὸ εἴκειν τῷ δεσπότῃ, τὸ πείθεσθαι, τὸ ὑπὲρ πάντων χάριν ὁμολογεῖν, κἂν ὑβρίσῃ τις, κἂν πλήξῃ. Οὐ γὰρ δὴ ὁ τῷ Θεῷ χάριν ὁμολογῶν, ὑπὲρ ὧν ἔπαθε, τὸν ποιήσαντα ἀμυνεῖται·
30ὡς ὅγε ἀμυνόμενος οὐχ ὁμολογεῖ χάριν. Ἀλλὰ μὴ κατ’ ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια γενώμεθα, ἵνα μὴ ἀκούσωμεν, Πονηρὲ δοῦλε· οὐδὲν γὰρ τῆς ἀχαρι‐ στίας ταύτης χεῖρον. Ὥστε ἀχάριστοι οἱ ἀμυνόμενοι. Διὰ τί δὲ ἐπὶ τὴν πορνείαν πρώτην ἦλθεν; εἰπὼν γὰρ,
35Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ ποιεῖ. Ὅτι μάλιστα τοῦτο κρατεῖ τὸ πάθος· καὶ γὰρ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς γράφων, τοῦτο ἐποίησε. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ Τιμοθέῳ φησὶ, Σεαυτὸν
40ἁγνὸν τήρει· καὶ πάλιν ἀλλαχοῦ, Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. —Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν. Τὸ νεκρὸν ἴστε οἷόν ἐστι, μισητὸν, βδελυκτὸν, διαῤῥέον. Ἂν νεκρώσῃς, οὐ μένει νεκρὸν, ἀλλὰ
45φθείρεται εὐθέως, καθάπερ τὸ σῶμα. Σβέσον οὖν τὴν θερμότητα, καὶ οὐδὲν νεκρὸν μένει. Δείκνυσιν αὐτὸν τοῦτο ἐργαζόμενον, ὅπερ ὁ Χριστὸς ἐπὶ τοῦ λουτροῦ· διὰ τοῦτο καὶ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς μείζονα ἄγων ἔμφασιν. Καὶ καλῶς

62

.

355

(50)

εἶπε, Τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα φθείρεται, πολλῷ μᾶλλον τῶν μελῶν τούτων. Ὥστε οὐχ οὕτω τὸ σῶμά ἐστιν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη· τοῦτο μὲν γὰρ καὶ καλὸν φαίνεταί ποτε, ἐκεῖνα δὲ οὐδέποτε. Καὶ πάντων τῶν ἐπὶ γῆς ἐπιθυμεῖ ταῦτα
55τὰ μέλη. Ἂν ὀφθαλμὸς ᾖ τοιοῦτος, οὐχ ὁρᾷ τὰ ἐνColumn end

62

.

356

οὐρανοῖς· ἂν ἀκοὴ, ἂν χεὶρ, ἂν ὁτιοῦν εἴπῃς μέλος. Ὀφθαλμὸς σώματα ὁρᾷ καὶ κάλλη καὶ χρήματα· ταῦτα τὰ ἀπὸ γῆς, τούτοις τέρπεται· ἡ ἀκοὴ μέλε. μαλθακῷ, κιθάρᾳ καὶ σύριγγι καὶ αἰσχρολογίᾳ·
5ταῦτα δὲ περὶ γῆν. Ἐπειδὴ οὖν ἔστησεν αὐτοὺς ἄνω παρὰ τὸν θρόνον, τότε φησὶ, Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Οὐ γὰρ ἔνι στῆναι ἄνω μετὰ τούτων τῶν μελῶν· οὐκ ἔνι γὰρ ἐκεῖ, εἰς ὃ ἐνεργεῖν δεῖ. Καὶ οὗτος ὁ πηλὸς χείρων ἐκείνου· ἐκεῖνος μὲν
10γὰρ ὁ πηλὸς γίνεται χρυσός· Δεῖ γὰρ, φησὶ, τὸ φθαρ‐ τὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν· οὗτος δὲ ὁ πηλὸς οὐκέτι ἀναχωνευθῆναι δύναται. Ὥστε ταῦτα μᾶλλον ἐπὶ τῆς γῆς, ἢ ἐκεῖνα. Διὰ τοῦτο οὐκ εἶπεν Ἀπὸ γῆς, ἀλλὰ, Τὰ ἐπὶ τῆς γῆς· ἔνι γὰρ ταῦτα μὴ εἶναι
15ἀπὸ γῆς. Ταῦτα μὲν γὰρ ἀνάγκη ἐπὶ γῆς εἶναι, ἐκεῖνα δὲ οὐκέτι ἀνάγκη. Ὅταν γὰρ ἀκοὴ μηδὲν ἀκούῃ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἐν οὐρανοῖς λαλουμένων, ὅταν ὀφθαλμὸς μηδὲν ὁρᾷ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἄνω, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν τὸ στόμα μηδὲν φθέγγηται τῶν
20ἐνταῦθα, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν ἡ χεὶρ μηδὲν πράττῃ τῶν πονηρῶν, οὐκ ἔστι τῶν ἐπὶ γῆς, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς. δʹ. Τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, τουτέστιν, Ἐὰν ἀκολάστως
25ὁρᾷς, ἔκκοψον αὐτόν· τουτέστι, τὸν λογισμὸν τὸν πο‐ νηρόν. Ἐμοὶ δὲ δοκεῖ πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, ταυτὸ λέγειν, τὴν πορνείαν, διὰ πάντων τούτων ἀπάγων ἡμᾶς τοῦ πράγματος. Πάθος γὰρ ὄντως τοῦτό ἐστι· καὶ καθάπερ τὸ σῶμα πάσχει, ἢ
30πυρέττει ἢ τραυματίζεται, οὕτω καὶ τοῦτο. Καὶ οὐκ εἶπεν, Ἐπίσχετε, ἀλλὰ, Νεκρώσατε, ὥστε μηδὲ ἀνα‐ στῆναι λοιπόν· καὶ ἀπόθεσθε. Τὸ νεκρούμενον ἀπο‐ τιθέμεθα· οἷον, τύλοι ἂν ὦσιν ἐν τῷ σώματι, τὸ σῶμα νεκρόν ἐστι, καὶ ἀποτιθέμεθα αὐτό. Ἀλλὰ ἐὰν
35μὲν ζῶν κόψῃς, ἀλγηδόνα παρέχει· ἂν δὲ νενεκρωμέ‐ νον, οὐδὲ αἰσθανόμεθα. Οὕτω δὴ καὶ ἐπὶ τῶν πα‐ θῶν· ἀκάθαρτον ποιεῖ τὴν ψυχὴν, παθητὴν ποιεῖ τὴν ψυχὴν τὴν ἀθάνατον. Πῶς εἰδωλολατρεία εἴρηται ἡ πλεονεξία, πολλάκις εἰρήκαμεν. Τὰ τυραννοῦντα γὰρ
40μάλιστα τὸ τῶν ἀνθρώπων γένος, ταῦτά ἐστι, πλεον‐ εξία καὶ ἀκολασία καὶ ἐπιθυμία κακή. Δι’ ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπει‐ θείας. Υἱοὺς ἀπειθείας λέγει, ἀποστερῶν αὐτοὺς συγγνώμης, καὶ δεικνὺς ὅτι παρὰ τὸ μὴ πεισθῆναι
45ἐν τούτοις εἰσίν. Ἐν οἷς καὶ ὑμεῖς, φησὶ, περιεπα‐ τήσατέ ποτε, καὶ ἐπείσθητε. Δείκνυσιν αὐτοὺς ἔτι ἐν αὐτοῖς, καὶ ἐγκωμιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑμεῖς ἀπόθεσθε τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν. βλασφημίαν, αἰσχρολογίαν. Οὐκ ἐπ’ αὐτοὺς, ἀλλ’

62

.

356

(50)

ἐφ’ ἑτέρους προάγει τὸν λόγον, ὥστε μὴ πλῆξαι. Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσμὲν μέλη. Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν μὲν ῥιπτούντων,
55τὸν δὲ δεχομένων. Εἶπεν ἐκεῖ, Τὰ μέλη, ἐνταῦθα,
Πάντα, φησὶ, τὴν καρδίαν, τὸν θυμὸν, τὸ στόμα, τὴν355

62

.

357

βλασφημίαν, τοὺς ὀφθαλμοὺς, τὴν πορνείαν, τὴν πλεονεξίαν, χεῖρας καὶ πόδας, ψεῦδος, τὴν διάνοιαν αὐτὴν, καὶ τὸν νοῦν τὸν παλαιόν. Μίαν ἔχει μορφὴν βασιλικὴν τὴν τοῦ Χριστοῦ. Δοκοῦσί μοι ἐξ ἐθνῶν
5εἶναι μᾶλλον οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται, δεικνὺς ὅτι μίαν ἔχει μορφὴν βασιλικὴν τὰ μέλη, κἂν ὁ μὲν μείζων ᾗ, ὁ δὲ ἐλάττων. Καθάπερ γὰρ ἡ γῆ ψάμμος οὖσα τὴν οἰκείαν ἀπολλῦσα πρότερον μορφὴν, ὕστερον χρυσῆ γίνεται· καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ,
10ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων. Ἔδειξε τὸ δίκαιον· ἀνέχου σὺ ἐκείνου, καὶ ἐκεῖνός σου· ὅπερ ἐν τῇ πρὸς Γαλάτας φησὶν, Ἀλλήλων τὰ βάρη βαστάζετε. Καὶ εὐχάριστοι, φησὶ, γίνεσθε.
15Μάλιστα μὲν πανταχοῦ τοῦτο ζητεῖ· τὸ κεφάλαιον τῶν ἀγαθῶν γὰρ τοῦτό ἐστιν. εʹ. Εὐχαριστῶμεν τοίνυν ἐν πᾶσιν, ὅπερ ἂν γένηται· τοῦτο γὰρ εὐχαριστία. Τὸ μὲν γὰρ ἐν τῇ εὐπραγίᾳ τοῦτο ποιεῖν, οὐ μέγα· αὐτὴ γὰρ τῶν πραγμάτων ἡ
20φύσις ἐπὶ τοῦτο ὠθεῖ· ὅταν δὲ ἐν τοῖς ἐσχάτοις ὄντες εὐχαριστῶμεν, τότε ἐστὶ θαυμαστόν. Ὅταν γὰρ ἐφ’ οἷς ἕτεροι βλασφημοῦσι καὶ ἀποδυσπετοῦσιν, ἡμεῖς εὐχαριστῶμεν, ὅρα πόση ἡ φιλοσοφία. Πρῶτον, τὸν Θεὸν ηὔφρανας· δεύτερον, τὸν διάβολον κατῄσχυνας·
25τρίτον, καὶ τὸ γενόμενον οὐδὲν ἀπέφηνας· ὁμοῦ γὰρ σύ τε εὐχαριστεῖς, καὶ ὁ Θεὸς τὴν ὀδύνην ὑποτέμνε‐ ται, καὶ ὁ διάβολος ἀφίσταται. Ἂν μὲν γὰρ ἀπο‐ δυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν, ἐφέστηκε, καὶ ὁ Θεὸς ἅτε βλασφημηθεὶς, ἐγκαταλιμπάνει, καὶ ἐπι‐
30τείνεται τὸ δεινόν· ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε μηδὲν ὠφελῶν, ἀφίσταται, καὶ ὁ Θεὸς ἅτε τιμηθεὶς, ἀντιτιμᾷ μειζόνως· καὶ οὐκ ἔστιν ἄνθρωπον εὐχαριστοῦντα ἐπὶ τοῖς κακοῖς αἰσθέσθαι τῶν κακῶν. Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ
35συνειδὸς, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς· τὴν δὲ φαιδρὰν οὐκ ἔνι σκυθρωπὴν εἶναι. Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον· ἐν‐ ταῦθα δὲ στεφανοῖ καὶ ἀνακηρύττει. Οὐδὲν τῆς γλώτ‐ της ἐκείνης ἁγιώτερον τῆς ἐν τοῖς κακοῖς εὐχαριστού‐
40σης τῷ Θεῷ· ὄντως τῆς τῶν μαρτύρων οὐδὲν ἀποδεῖ· ὁμοίως καὶ αὕτη, κἀκεῖνος στεφανοῦται. Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήμιος ἀναγκάζων ἀρνήσασθαι τὸν Θεὸν διὰ τῆς βλασφημίας, ἐφέστηκεν ὁ διάβολος δημίοις λογισμοῖς καταξαίνων, ἀθυμίαις σκοτῶν. Ἂν
45τοίνυν ἐνέγκῃ τὰς ἀλγηδόνας τις, καὶ εὐχαριστήσῃ, μαρτυρίου στέφανον ἔλαχεν. Οἷον, τὸ παιδίον νοσεῖ, καὶ εὐχαριστεῖ τῷ Θεῷ· τοῦτο αὐτῇ στέφανος. Πό‐ σης βασάνου οὐ χείρων ἡ ἀθυμία; ἀλλ’ οὐκ ἀναγκά‐ ζει ῥῆμα ἐκβαλεῖν πικρόν. Ἀποθνήσκει· πάλιν ηὐχα‐

62

.

357

(50)

ρίστησε; Γέγονε θυγάτηρ τοῦ Ἀβραάμ. Εἰ γὰρ μὴ τῇ ἰδίᾳ ἔσφαξε χειρὶ, ἀλλ’ ἐπὶ τῇ θυσίᾳ ἥσθη, ὅπερ ἴσον ἐστίν· οὐ γὰρ ἠγανάκτησε λαμβανομένου τοῦ δώρου. Πάλιν ἐνόσησεν· οὐκ ἐποίησε περίαπτα; Μαρτύριον αὐτῇ λογίζεται· κατέθυσε γὰρ τὸν υἱὸν
55τῇ γνώμῃ. Τί γὰρ, εἰ καὶ μηδὲν ὠφελεῖ ἐκεῖνα, ἀλλ’ ἀπάτης ἐστὶ καὶ χλεύης; ἀλλ’ ὅμως ἦσαν οἱ πείθοντες ὅτι ὠφελεῖ· καὶ εἵλετο μᾶλλον νεκρὸν τὸ παιδίον ἰδεῖν, ἢ εἰδωλολατρείας ἀνασχέσθαι. Ὥσπερ οὖν αὕτη
μάρτυς, ἄν τε ἐφ’ ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργά‐Column end

62

.

358

ζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρὸς, ἢ ἑτέρου τινὸς τῶν φιλτάτων· οὕτως ἡ ἑτέρα εἰδωλολάτρις. Δῆλον γὰρ ὅτι ἔθυσεν ἂν, εἰ ἦν θῦσαι· μᾶλλον δὲ ἤδη ἐποίησε τὸ τῆς θυσίας. Τὰ γὰρ περίαπτα, κἂν μυρία
5φιλοσοφῶσιν οἱ ἐκ τούτων χρηματιζόμενοι, λέγοντες ὅτι τὸν Θεὸν καλοῦμεν, καὶ οὐδὲν πλέον ποιοῦμεν, καὶ ὅσα τοιαῦτα, καὶ Χριστιανή ἐστιν ἡ γραῦς καὶ πιστὴ, εἰδωλολατρεία τὸ πρᾶγμά ἐστι. Πιστὴ εἶ; σφράγισον, εἰπέ. Τοῦτο ἔχω τὸ ὅπλον μόνον, τοῦτο τὸ
10φάρμακον· ἄλλο δὲ οὐκ οἶδα. Εἰπέ μοι, ἐὰν προσελ‐ θὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν; Οὐδαμῶς· τὰ γὰρ τῆς ἰατρι‐ κῆς οὐχ ὁρῶμεν φάρμακα. Οὕτως οὐδὲ ἐνταῦθα τὰ τοῦ Χριστιανισμοῦ. Ἕτεραι δὲ πάλιν ποταμῶν ὀνό‐
15ματα περιάπτουσι, καὶ μυρία τοιαῦτα τολμῶσιν. Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε περίαπτον, ἄν τε ἐπῳδὴν, ἄν τε ἄλλο τι τῆς τέχνης τῆς τοιαύτης ποιῇ. Τί οὖν, ἀπο‐ θάνῃ, φησὶ, τὸ παιδίον; Ἂν οὕτω ζήσῃ, τότε ἀπέθα‐
20νεν· ἂν δὲ ἄνευ ἐκείνων ἀποθάνῃ, τότε ἔζησε. Νῦν δὲ ἂν μὲν πόρναις ἴδῃς προσέχοντα, εὔχῃ κατορυγῆναι, καὶ λέγεις. Τί γὰρ ὄφελος τοῦ ζῇν; ὑπὲρ δὲ σωτηρίας ὁρῶσα κινδυνεύοντα, βούλει ζῶντα ὁρᾷν; Οὐκ ἤκου‐ σας τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἀπολέσας τὴν ψυ‐
25χὴν αὑτοῦ, εὑρήσει αὐτήν· ὁ δὲ εὑρὼν, ἀπολέσει αὐτήν; πιστεύεις τοῖς εἰρημένοις, ἢ μῦθοί σοι δο‐ κοῦσιν εἶναι; Εἰπὲ δή μοι, ἐὰν εἴπῃ τις, ὅτι Ἀπάγαγε εἰς εἰδωλεῖον, καὶ ζήσεται, ἀνέξῃ; Οὒ, φησί. Διὰ τίς Ὅτι εἰδωλολατρεῖν ἀναγκάζει· ἐνταῦθα δὲ οὐκ ἔστιν
30εἰδωλολατρεία, ἀλλ’ ἁπλῶς ἐπῳδὴ, φησίν. Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ μεθοδεία ἡ διαβολικὴ, συγκαλύπτειν τὴν πλάνην, καὶ ἐν μέλιτι τὸ δηλητή‐ ριον διδόναι φάρμακον. Ἐπειδὴ οἶδεν ἐκεῖθέν σε οὐ πείθων, ταύτην ἐβάδισε τὴν ὁδὸν εἰς περιάμματα καὶ
35γραώδεις μύθους· καὶ ὁ μὲν σταυρὸς ἠτίμωται, τὰ δὲ γράμματα προτετίμηται· ὁ Χριστὸς ἐκβέβληται, καὶ εἰσάγεται μεθύουσα γραῦς καὶ ληροῦσα· τὸ μυ‐ στήριον πεπάτηται τὸ ἡμέτερον, καὶ πλάνη χορεύει τοῦ διαβόλου. Τίνος οὖν ἕνεκεν οὐκ ἐλέγχει, φησὶν, ὁ
40Θεός; Τὴν ἀπὸ τῶν τοιούτων βοήθειαν πολλαχοῦ ἤλεγξε, καὶ οὐκ ἔπεισέ σε· λοιπὸν ἀφίησι τῇ πλάνῃ· Παρέδωκε γὰρ αὐτοὺς, φησὶν, ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν. Ταῦτα δὲ οὐδ’ ἂν Ἕλλην νοῦν ἔχων ἀνάσχοιτο. Λέγεταί τις δημαγωγός ποτε ἐν Ἀθήναις ταῦτα περι‐
45τεθῆναι· εἶτα φιλόσοφός τις ἐκείνου διδάσκαλος ἰδὼν, ἐπετίμησεν, ἐμέμψατο, ἔδακεν, ἐκωμῴδησεν· ἡμεῖς δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς καὶ τούτοις πιστεύειν. Καὶ διὰ τί μή εἰσι νῦν οἱ ἀνιστῶντες, φησὶ, νε‐

62

.

358

(50)

κροὺς καὶ ἰάσεις ἐπιτελοῦντες; Διὰ τί, τέως οὐ λέγω· διὰ τί δὲ μή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦν‐ τες ζωῆς; διὰ τί ἐπὶ μισθῷ δουλεύομεν τῷ Θεῷ; Ὅτε ἀσθενέστερον διέκειτο ἡ φύσις ἡ ἀνθρωπίνη, ὅτε φυ‐ τευθῆναι τὴν πίστιν ἔδει, ἦσαν καὶ τοιοῦτοι
55πολλοί· νῦν δὲ οὐ βούλεται ἡμᾶς τούτων ἠρτῆσθαι τῶν σημείων, ἀλλ’ ἑτοίμους εἶναι πρὸς θάνατον. Τί τοίνυν τῆς παρούσης ἔχῃ ζωῆς; τί τὰ μέλλοντα οὐχ ὁρᾷς; καὶ ὑπὲρ μὲν ταύτης καὶ εἰδωλολατρεῖν ἀνέχῃ, ὑπὲρ δὲ ἐκείνης οὐδὲ ἀθυμίας κατασχεῖν; Διὰ ταῦτα οὐκ
60εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιμος ἡμῖν ἐφάνη ἐκείνη ἡ ζωὴ,
εἴ γε ὑπὲρ μὲν ἐκείνης οὐδὲν πράττομεν, ὑπὲρ δὲ357

62

.

359

ταύτης οὐδὲν παραιτούμεθα ὑπομένειν. Τί δὲ καὶ ὁ ἄλλος γέλως, σποδὸς καὶ ἀσβόλη καὶ ἅλες; καὶ πάλιν τὸ γραΐδιον εἰς τὸ μέσον. Γέλως ὄντως, καὶ αἰσχύνη. Καὶ ὀφθαλμὸς, φησὶν, ἥρπασε τὸ παιδίον.
5 Μέχρι τίνος ταῦτα τὰ σατανικά; πῶς οὐ γελάσον‐ ται Ἕλληνες; πῶς οὐ χλευάσουσιν, ὅταν αὐτοῖς λέ‐ γωμεν, Μεγάλη ἡ δύναμις τοῦ σταυροῦ; πῶς πεισθή‐ σονται, ὅταν ὁρῶσι τούτων δεομένους, ὧν αὐτοὶ κα‐ ταγελῶσι; διὰ ταῦτα ὁ Θεὸς ἰατροὺς ἔδωκε καὶ φάρ‐
10μακα; Τί οὖν, ἂν μὴ θεραπεύωσιν ἐκεῖνοι, ἀλλὰ ἀπέρχηται τὸ παιδίον; Ποῦ ἄπεισιν, εἰπέ μοι, ἄθλιε καὶ ταλαίπωρε; πρὸς τοὺς δαίμονας ἄπεισι; πρός τινα τύραννον ἄπεισιν; οὐχὶ πρὸς τὸν οὐρανὸν ἄπει‐ σιν; οὐχὶ πρὸς τὸν οἰκεῖον Δεσπότην; τί οὖν ἀλγεῖς;
15τί κλαίεις; τί πενθεῖς; τί τοῦ Δεσπότου σου πλέον τὸ παιδίον φιλεῖς; οὐχὶ δι’ ἐκείνου ἔχεις καὶ τοῦτο; διὰ τί ἀχάριστος εἶ, τὸ δῶρον τοῦ δωρησαμένου πλέον ἀγαπῶν; Ἀλλ’ ἀσθενής εἰμι, φησὶ, καὶ οὐ φέρω τοῦ Θεοῦ τὸν φόβον. Εἰ γὰρ ἐν τοῖς σωματικοῖς κακοῖς τὸ
20μεῖζον τὸ ἔλαττον κρύπτει, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ φόβος εἰ προσῆν, φόβος φόβον ἂν ἔλυσε, καὶ λύπη λύπην. Καλὸν ἦν τὸ παιδίον; Ἀλλ’ οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Ἰσαάκ· μονογενὴς ἦν κἀ‐ κεῖνος. Ἐν γήρᾳ σοι γέγονε; Κἀκεῖνος. Ἀλλ’ ἀστεῖόν
25ἐστιν; Ἀλλ’ οἷον ἂν ᾖ, οὐκ ἔστιν ὡραιότερον τοῦ Μωϋσέως, ὃς καὶ βαρβαρικὴν ὄψιν ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθα οὐδέπω φαίνεται ἡ ὥρα· ἀλλ’ ὅμως τὸ φιληθὲν τοῦτο ἔῤῥιπτον εἰς ποταμὸν οἱ γονεῖς. Σὺ μὲν καὶ
30ὁρᾷς κείμενον, καὶ ταφῇ παραδίδως, καὶ εἰς τὸ σῆμα ἄπει· ἐκεῖνοι δὲ οὐδὲ ᾔδεσαν πότερον ἰχθύσιν ἔσται βορὰ, πότερον κυσὶ, πότερον ἑτέρῳ θηρίῳ τῶν κατὰ τὴν θάλατταν βοσκομένων· καὶ ταῦτα ἐποίουν, οὐ‐ δέπω περὶ βασιλείας οὐδὲν εἰδότες, οὐδὲ περὶ ἀνα‐
35στάσεως. Ἀλλ’ οὐκ ἔστι μονογενὲς, ἀλλὰ μετὰ πολ‐ λοὺς καὶ αὐτὸ ἀπῆλθεν; Ἀλλ’ οὐχ οὕτως ὡς ἐπὶ τοῦ Ἰὼβ ἀθρόα ἡ συμφορὰ, καὶ σκυθρωποτέρα· οὐ στέγης κατενεχθείσης, οὐκ ἀριστώντων μεταξὺ, οὐ τῶν συμ‐ φορῶν προαγγελθεισῶν. Ἀλλ’ ἐφιλεῖτο παρὰ σοῦ;
40Ἀλλ’ οὐχὶ μᾶλλον τοῦ Ἰωσὴφ τοῦ θηριοβρώτου γενο‐ μένου· ἀλλ’ ὅμως ἔνεγκε τὴν συμφορὰν, καὶ τὴν μετ’ ἐκείνην, καὶ τὴν μετὰ ταύτην. Ὁ πατὴρ ἔκλαυσεν, ἀλλ’ οὐκ ἠσέβησεν· ἐπένθησεν, ἀλλ’ οὐκ ἀπεδυσπέ‐
τησεν, ἀλλὰ μέχρι τούτων ἔστη τῶν ῥημάτων, λέγων·Column end

62

.

360

Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βε‐ νιαμὶμ λήψεσθε; ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα. Ὁρᾷς πῶς ἐκεῖνον λιμοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων· παρὰ δὲ σοὶ οὐκ ἰσχύει ὁ
5τοῦ Θεοῦ φόβος ὅσον ὁ λιμός; Κλαῦσον, οὐ κωλύω, ἀλλὰ μηδὲν βλάσφημον μήτε εἴπῃς, μήτε πράξῃς. Οἷος ἐὰν ᾖ ὁ παῖς, οὐκ ἔστι κατὰ τὸν Ἄβελ· ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀδάμ. Καίτοι χαλεπὴ ἐκείνη ἡ συμφορά· τί γὰρ χαλεπώτερον τοῦ τὸν ἀδελφὸν
10ἀνῃρηκέναι; Ἀλλὰ γὰρ καὶ ἀδελφοκτόνων εὐκαίρως ἄλλων ἀνεμνήσθην· οἷον ὅτε Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἀνεῖλε τὸν πρωτότοκον· καὶ Δαυῒδ ὁ βασιλεὺς ἠγάπα τὸ παιδίον, καὶ ἐν σάκκῳ μὲν ἐκάθητο καὶ σποδῷ. Οὔτε δὲ μάντεις ἤγαγεν, οὔτε ἐπῳδοὺς, καίτοι ἦσαν
15τότε· καὶ δηλοῖ ὁ Σαούλ· ἀλλὰ τὸν Θεὸν ἱκέτευε. Τοῦτο καὶ σὺ ποίει· ὅπερ ὁ δίκαιος ἐποίησε, ποίησον καὶ σύ· τὰ αὐτὰ εἰπὲ ῥήματα, ὅταν ἀποθάνῃ τὸ παιδίον· Ἐγὼ μὲν ἀπελεύσομαι πρὸς αὐτὸ, αὐτὸ δὲ οὐχ ἥξει πρός με. Τοῦτο φιλοσοφίας, τοῦτο φιλοστορ‐
20γίας. Ὡς ἂν φιλῇς τὸ παιδίον, οὐ φιλεῖς τοσοῦτον ὅσον ἐκεῖνος τότε· τῷ μακαρίῳ ἐκείνῳ ἤκμαζεν ὁ περὶ τὴν μητέρα πόθος, εἰ καὶ ἐκ μοιχειῶν ἦν. Ἴστε δὲ ὅτι κοινωνεῖ τὰ τικτόμενα τοῦ φίλτρου τῶν τι‐ κτόντων. Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον
25αὐτῷ ὃν βούλεσθαι ζῇν· ἀλλ’ ὅμως ηὐχαρίστησε τῷ Θεῷ. Τί οἴει πάσχειν τὴν Ῥεβέκκαν, ὅτε ἀδελφὸς ἠπείλησε τῷ Ἰακώβ; οὐκ ἐλύπησε τὸν ἄνδρα, ἀλλ’ ἐκέλευσεν ἀποπέμψαι. Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν·
30καὶ λογίζου, τί δὲ, εἰ ἐν πολέμῳ τεθνήκοι; τί δὲ, εἰ ἐν πυρί; Καὶ ὧν ἐὰν πάθωμεν, τὰ δεινότερα ἐννοῶμεν, καὶ ἕξομεν ἀρκοῦσαν παραμυθίαν· καὶ τοὺς τὰ δεινότερα πεπονθότας ἀεὶ περισκοπῶμεν, καὶ εἰ αὐ‐ τοὶ βαρύτερα ἐπάθομέν ποτε. Οὕτω καὶ Παῦλος
35προτρέπει, ὡς ὅταν λέγῃ· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζό‐ μενοι, καὶ πάλιν, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Ὧν οὖν ἂν πάθωμεν, τὰ χείρω περισκοπῶμεν· εὑρήσομεν γὰρ, καὶ οὕτως ἐσόμεθα
40εὐχάριστοι. Πρὸ δὲ πάντων εὐχαριστῶμεν ἐπὶ πᾶσι διηνεκῶς· οὕτω γὰρ καὶ ταῦτα παύσεται, καὶ ἡμεῖς εἰς δόξαν Θεοῦ ζήσομεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπι‐
τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.Column end

62

.

359

(45)

ΟΜΙΛΙΑ Θʹ. Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς

62

.

359

(50)

καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. αʹ. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δεί‐
55κνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθη‐
μεν πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ ΧριστοῦColumn end

62

.

360

(46)

ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν, καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας ἀναλογίζε‐

62

.

360

(50)

σθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγ‐ ματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα
55ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω,359

62

.

361

φησὶν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοὶ, καὶ γυναικὸς καὶ παίδων προΐστασθε, πῶς καὶ ὑμῖν ἐπιτρέπει μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν· καὶ οὐχ
5ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπου‐ δῆς. Ὥσπερ γὰρ ὁ πλούσιος ἐν χρήμασι ζημίαν καὶ καταδίκην ἐνεγκεῖν δύναται, οὕτως ὁ πλουτῶν ἐν δόγ‐ μασι φιλοσοφίας, οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ πά‐ σας τὰς συμφορὰς εὐκόλως οἴσει, καὶ ἐκείνου εὐκο‐
10λώτερον. Ἐκεῖ μὲν γὰρ ἐν τῇ διαλύσει τῆς ζημίας ἀνάγκη τὸν ὄντα πλούσιον ἐλαττοῦσθαι καὶ ἐλέγχε‐ σθαι· κἂν πολλάκις τοῦτο πάθῃ, οὐκέτι δυνήσεται ἐνεγκεῖν· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐδὲ γὰρ δαπανῶμεν τοὺς ὑγιεῖς λογισμοὺς, ὅταν ἐνεγκεῖν τι δέῃ τῶν ἀβου‐
15λήτων, ἀλλὰ μένουσι διαπαντός. Καὶ ὅρα τὴν σύνεσιν τοῦ μακαρίου τούτου· Οὐκ εἶπεν· Ὁ λόγος τοῦ Χρι‐ στοῦ ἐν ὑμῖν ἔστω, ἁπλῶς, ἀλλὰ τί; Ἐνοικείτω, καὶ, Πλουσίως. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νου‐ θετοῦντες ἑαυτούς. Τὴν ἀρετήν φησι σοφίαν· εἰκό‐
20τως· καὶ ἡ ταπεινοφροσύνη γὰρ, καὶ ἡ ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν· ὥσπερ οὖν τἀναντία, ἄνοια· καὶ γὰρ ὠμότης ἐξ ἀνοίας. Ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός· καὶ πά‐
25λιν, Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τί γὰρ ἀνοη‐ τότερον, εἰπέ μοι, τοῦ ἑαυτὸν μὲν ἱμάτια περιβάλ‐ λοντος, τοὺς δὲ ἀδελφοὺς τοὺς αὑτοῦ γυμνοὺς πα‐ ραβλέποντος; τοῦ κύνας μὲν τρέφοντος, τὴν δὲ εἰκόνα
30τοῦ Θεοῦ περιορῶντος ἐν λιμῷ; τοῦ πεπεισμένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, καὶ ὥσ‐ περ ἀθανάτοις αὐτοῖς προστετηκότος; Ὥσπερ οὖν οὐδὲν τοῦ τοιούτου ἀνοητότερον, οὕτως οὐδὲν σοφώ‐ τερον τοῦ τὴν ἀρετὴν κατορθοῦντος. Ὅρα γὰρ, πῶς
35σοφός ἐστι, φησί· μεταδίδωσι τῶν ὄντων, ἐλεήμων ἐστὶ, φιλάνθρωπος· ἐπέγνω τὴν φύσιν ὅτι κοινή· ἐπ‐ έγνω τὴν τῶν χρημάτων χρῆσιν, ὅτι οὐδενὸς ἀξία λό‐ γου· ὅτι τῶν σωμάτων τῶν οἰκείων δεῖ φείδεσθαι μᾶλ‐ λον, ἢ τῶν χρημάτων. Διὸ δόξης καταφρονῶν καὶ
40φιλόσοφός ἐστιν· οἶδε γὰρ τὰ ἀνθρώπινα πράγματα. Τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις ἡ φιλοσοφία. Οὐκοῦν οἶδε μὲν ποῖα θεῖα, ποῖα δὲ ἀν‐ θρώπινα, καὶ τῶν μὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζε‐ ται· οἶδε, καὶ εὐχαριστεῖ τῷ Θεῷ ἐν πᾶσιν· οὐδὲν
45εἶναι νομίζει τὸν παρόντα βίον· διὰ τοῦτο οὐδὲ ἥδεται τοῖς χρηστοῖς, οὔτε λυπεῖται τοῖς ἐναντίοις. Μηδὲ περιμείνῃς ἕτερον διδάσκαλον· ἔχεις τὰ λόγια τοῦ Θεοῦ· οὐδείς σε διδάσκει ὡς ἐκεῖνα. Οὗτος μὲν γὰρ πολλὰ καὶ διὰ κενοδοξίαν καὶ διὰ βασκανίαν ἐπι‐

62

.

361

(50)

κρύπτει πολλάκις. Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοὶ, καὶ κτᾶσθε βιβλία φάρμακα τῆς ψυχῆς. Εἰ μηδὲν ἕτερον βούλεσθε, τὴν γοῦν Καινὴν κτή‐ σασθε, τῶν ἀποστόλων τὰς Πράξεις, τὰ Εὐαγγέλια, διδασκάλους διηνεκεῖς. Ἂν λύπη συμβῇ, ὥσπερ εἰς
55ἀποθήκην φαρμάκων ἔγκυψον· λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀπο‐ βολὴ οἰκείων· μᾶλλον δὲ μὴ ἔγκυπτε, ἀλλὰ ἀνάλαβε πάντα, ἔχε ἐπὶ τῆς διανοίας. Τοῦτο πάντων αἴτιον
τῶν κακῶν, τὸ μὴ εἰδέναι τὰς Γραφάς. Χωρὶς ὅπλωνColumn end

62

.

362

εἰς πόλεμον βαδίζομεν· καὶ πῶς ἔδει σωθῆναι; Ἀγα‐ πητὸν μετὰ τούτων σωθῆναι, μήτι γε χωρὶς τού‐ των. Μὴ τὰ πάντα ἐφ’ ἡμᾶς ῥίπτετε· πρόβατά ἐστε, ἀλλ’ οὐκ ἄλογα, ἀλλὰ λογικά· πολλὰ καὶ ὑμῖν ὁ Παῦ‐
5λος ἐπιτρέπει. Οἱ διδασκόμενοι οὐ διαπαντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται· ἂν ἀεὶ μαν‐ θάνῃς, οὐδέποτε μαθήσῃ. Μὴ οὕτως ἔρχου, ὡς ἀεὶ μαθησόμενος· ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλ’ ὡς καὶ ἀπο‐ μαθησόμενος, καὶ διδάξων ἕτερον. Εἰπὲ δέ μοι, οὐχὶ
10ὡρισμένους καιροὺς παραμένουσιν ἅπαντες ἐν τοῖς μαθήμασι, καὶ ἐν πάσαις ἁπλῶς ταῖς τέχναις; Οὕ‐ τως ἅπαντες ὁρίζομεν φανερὸν καιρόν· ἂν δὲ ἀεὶ μανθάνῃ, τεκμήριόν ἐστι τοῦ μηδὲν μαθεῖν. βʹ. Τοῦτο τὸ ὄνειδος τοῖς Ἰουδαίοις ὁ Θεὸς εἶπεν·
15Αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Εἰ μὴ ἀεὶ τοῦτο προσεδοκᾶτε, οὐκ ἂν οὕτως εἰς τοὐ‐ πίσω πάντα ἀπῄει. Εἰ ἐνῆν τοὺς μὲν εἶναι μεμαθη‐ κότας, τοὺς δὲ μέλλοντας, προέκοψεν ἂν τὸ ἔργον ἡμῖν· παρεχωρήσατε ἂν ἑτέροις, καὶ συναντελά‐
20βεσθε καὶ ἡμῖν. Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθά‐ νοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρ‐ έξουσι; Μέχρι τίνος ὑμῖν περὶ βίου διαλεγόμεθα; Ἐπὶ τῶν ἀποστόλων οὕτως οὐκ ἦν, ἀλλὰ συνεχῶς
25μετεπήδων, τοὺς πρότερον μανθάνοντας διδασκάλους καθιστῶντες ἑτέρων τινῶν μαθητευομένων. Οὕτως ἠδυνήθησαν τὴν οἰκουμένην περιελθεῖν, τῷ μὴ προσ‐ δεσμεῖσθαι τόπῳ ἑνί. Πόσης οἴεσθε διδασκαλίας δεῖ‐ σθαι τοὺς ὑμετέρους ἀδελφοὺς τοὺς ἐπὶ τῶν ἀγρῶν,
30καὶ τοὺς ἐκείνων διδασκάλους; Ἀλλ’ ὑμεῖς με κατ‐ έχετε προσηλώσαντες. Πρὶν ἢ γὰρ τὴν κεφαλὴν κα‐ λῶς διατεθῆναι, περιττὸν ἐπὶ τὸ λοιπὸν σῶμα ἱέναι. Πάντα ἡμῖν ἐπιῤῥίπτετε. Ὑμᾶς ἐχρῆν παρ’ ἡμῶν μανθάνειν μόνον· τὰς δὲ γυναῖκας παρ’ ὑμῶν, τὰ
35παιδία παρ’ ὑμῶν· ἀλλὰ πάντα ἡμῖν καταλιμπάνετε. Διὰ τοῦτο πολὺς ὁ κόπος. Διδάσκοντες, φησὶ, καὶ νου‐ θετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ὅρα καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτι‐
40κὸν, οὐκ ἐφ’ ἱστορίας ἤγαγεν, ἀλλ’ ἐπὶ ψαλμοὺς, ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃς τὸν πόνον. Ὕμνοις, φησὶ, καὶ ᾠδαῖς πνευματικαῖς. Νῦν δὲ σατανικὰς μὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑμέτεροι, καθάπερ οἱ μάγειροι καὶ οἱ ὀψῶ‐
45ναι καὶ οἱ χορευταί· ψαλμὸν δὲ οὐδεὶς οὐδένα οἶδεν, ἀλλὰ καὶ αἰσχύνη τὸ πρᾶγμα δοκεῖ εἶναι καὶ χλευασία καὶ γέλως. Ἐκεῖθεν ἅπαντα τὰ κακὰ σώζεται. Ἐν οἵᾳ γὰρ ἂν ἑστήκῃ γῇ τὸ φυτὸν, τοιοῦτον φέρει τὸν καρ‐ πόν· ἂν ἐν ἀμμώδει καὶ ἁλμυρᾷ, τοιοῦτον· ἂν ἐν

62

.

362

(50)

γλυκείᾳ καὶ λιπαρᾷ, πάλιν ὅμοιον. Οὕτω πηγή τίς ἐστι τὰ διδάγματα. Δίδαξον αὐτὸν ᾄδειν ψαλμοὺς ἐκείνους τοὺς φιλοσοφίας γέμοντας, οἷον περὶ σωφροσύνης εὐ‐ θέως, μᾶλλον δὲ πρὸ πάντων περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, εὐθέως ἀπ’ αὐτῆς τῆς ἀρχῆς τοῦ βιβλίου
55(διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ Προφήτης, λέ‐ γων· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Καὶ πάλιν, Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Καὶ πάλιν· Ἐξουδένωται ἐνώπιον
αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν361

62

.

363

Κύριον δοξάζει)· περὶ τοῦ συνεῖναι ἀγαθοῖς (καὶ ταῦτα εὑρήσεις ἐκεῖ· καὶ ἄλλα πολλά)· περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ μὴ πλεονεκτεῖν· ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ ἡ δόξα,
5καὶ ὅσα τοιαῦτα. Ὅταν τούτοις ἐκ παιδὸς ἐνάξῃς αὐ‐ τὸν, κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἄξεις. Οἱ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀν‐ θρώπινον· ὅταν ἐν τοῖς ψαλμοῖς μάθῃ, τότε καὶ ὕμνους εἴσεται, ἅτε θειότερον πρᾶγμα. Αἱ γὰρ ἄνω δυνάμεις
10ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ· καὶ πάλιν, Οἱ ὀφθαλ‐ μοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκα‐ θῆσθαι αὐτοὺς μετ’ ἐμοῦ· καὶ πάλιν, Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· καὶ
15πάλιν, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Ὥστε μὴ μόνον φίλοις, ἀλλὰ μηδὲ οἰκέ‐ ταις ἀναμιγνύναι ἑαυτοὺς ἀσφαλίζεσθε. Τὰ γὰρ μυ‐ ρία κακὰ τοῖς ἐλευθέροις, ὅταν δούλους αὐτοῖς ἐπι‐ στήσωμεν διεφθαρμένους. Εἰ γὰρ πατρὸς ἀπολαύοντες
20καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, μόλις διασώζονται· ὅταν αὐτοὺς ἐκδῶμεν τῇ ἀφειδείᾳ τῶν οἰκετῶν, τίνες ἔσονται; Καθάπερ ἐχθροῖς αὐτοῖς κέχρηνται, νομίζοντες αὐτοῖς τὴν δεσποτείαν εἶναι ἡμερωτέραν, ἂν μωροὺς αὐτοὺς ἀπεργάσωνται καὶ
25φαύλους καὶ οὐδενὸς λόγου ἀξίους. Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωμεν. Ἠγάπησα, φησὶ, τοὺς ἀγαπῶντας τὸν νόμον σου. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τούτους ἀγαπῶμεν. Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ Προ‐
30φήτου λέγοντος, ὅτι Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξολοθρεύσεις πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Καὶ ὅτι δεῖ κατέχειν γαστρὸς, ἀκουέτωσαν πάλιν· Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης
35ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν μαθήσονται· Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ, προστίθεσθε καρδίαν· καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ὀπίσω αὐτοῦ ἡ δόξα αὐτοῦ· τοὺς πονηροὺς μὴ
40ζηλοῦν· Μὴ παραζήλου ἐν πονηρευομένοις· τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερ‐ υψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ
45ταῦτά ἐστι· μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς βοηθὸς αὐτοῦ· ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ’ ἔστιν ἀνταπόδοσις· ὅτι Σὺ ἀποδώσεις, φησὶν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὰ τί δὲ οὐ καθ’ ἡμέραν ἀποδίδωσιν; Ὁ Θεὸς κριτὴς, φησὶν, δίκαιος καὶ

62

.

363

(50)

ἰσχυρὸς καὶ μακρόθυμος· ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, φησὶν, οὐχ ὑψώθη ἡ καρδία μου· ὅτι ὑπερηφανία κακόν· Διὰ τοῦτο, φησὶν, ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· καὶ πάλιν, Ἐξ‐
55ελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πέ‐ νησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις
60ἐκεῖ ἐμφιλόσοφα δόγματα· οἷον ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα, φησὶ, λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τίς ὁ ὕμνος τῶν ἄνω, τί λέγει τὰ Χερουβὶμ, ἴσασιν οἱ πιστοί. Τί ἔλεγον οἱ ἄγγελοι κάτω; Δόξα ἐν ὑψίστοις Θεῷ. Διὰ τοῦτο
65μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε τελειότερόν τι πρᾶ‐Column end

62

.

364

γμα· Ψαλμοῖς, φησὶν, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεὸς, ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς, ἢ νουθε‐
5τοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα, ἢ ἐπεξήγησίς ἐστιν. Ἀπὸ τῆς χάριτος τοῦ Πνεύματος, φησίν. ᾌδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Μὴ ἁπλῶς, φησὶ, τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ
10Θεῷ ᾄδειν, ἐκεῖνο δὲ τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Μὴ πρὸς ἐπίδειξιν, φησίν. Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ Θεῷ, μηδενὸς ἀκούοντος. Ἐπεὶ καὶ Μωϋσῆς οὕτως ηὔχετο, καὶ ἠκούσθη· φησὶ γάρ· Τί βοᾷς πρός με; Καίτοι
15γε οὐδὲν εἶπεν ἀλλ’ ἐβόα κατὰ διάνοιαν μετὰ καρδίας συντετριμμένης· διὸ καὶ ὁ Θεὸς ἤκουσε μόνος. Οὐ κεκώλυται γὰρ καὶ περιπατοῦντα εὔχεσθαι κατὰ καρδίαν, καὶ ἄνω εἶναι. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν
20ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐ‐ χαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. Ἐὰν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν, οὐδὲν ἀκά‐ θαρτον, ἔνθα ἂν ὁ Χριστὸς καλῆται. Ἐὰν ἐσθίῃς, ἐὰν πίνῃς, ἐὰν γαμῇς, ἐὰν ἀποδημῇς, πάντα ἐν ὀνόματι
25τοῦ Θεοῦ πρᾶττε· τουτέστιν, αὐτὸν καλῶν βοηθόν· ἐπὶ πάντων πρότερον αὐτῷ εὐχόμενος, ἅπτου τῶν πραγμάτων. Βούλει τι φθέγξασθαι; τοῦτο πρότασσε. Διὰ τοῦτο καὶ ἡμεῖς τῶν ἐπιστολῶν προτάσσομεν τὸ ὄνομα Κυρίου. Ἔνθα ἂν ᾖ τὸ ὄνομα Κυρίου,
30πάντα αἴσια. Εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα. Ἢ τοῦτό φησι· Κατὰ Θεὸν πάντα καὶ λέγετε, καὶ πράττετε· μὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Ἐσθίεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ
35μετὰ ταῦτα. Καθεύδεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Εἰς ἀγορὰν ἐμβάλλεις; ταυτὸν ποίει· μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Πάντα ἐν ὀνόματι Κυρίου ποίει, καὶ πάντα σοι εὐοδωθήσεται. Ὅπου ἂν ἐπιτεθῇ τὸ ὄνομα τοῦ Θεοῦ,
40πάντα αἴσια. Εἰ δαίμονας ἐκβάλλει, εἰ νόσους ἀπ‐ ελαύνει, πολλῷ μᾶλλον εὐκολίαν πραγμάτων ποιήσει. Καὶ τί ἐστι ποιῆσαι ἐν λόγῳ, ἢ ἐν ἔργῳ; Ἢ ἀξιοῦντα, ἢ ὁτιοῦν ποιοῦντα. Ἄκουσον πῶς ὁ Ἀβραὰμ ἐν ὀνόματι Θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ Δαυῒδ ἐν
45ὀνόματι Θεοῦ τὸν Γολιὰθ καθεῖλε. Θαυμαστὸν τὸ ὄνομα αὐτοῦ καὶ μέγα. Πάλιν ὁ Ἰακὼβ τοὺς υἱοὺς πέμπων, φησίν· Ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐνώπιον τοῦ ἀνθρώπου. Ὁ γὰρ τοῦτο ποιῶν, ἔχει σύμμαχον τὸν Θεὸν, οὗ χωρὶς οὐδὲν ἐτόλμησε

62

.

364

(50)

ποιῆσαι. Ἅτε οὖν τιμηθεὶς τῷ κληθῆναι, ἀντι‐ τιμήσει τῷ ἐξευμαρίσαι τὰ πράγματα. Κάλει τὸν Υἱὸν, εὐχαρίστει τῷ Πατρί. Καὶ γὰρ τοῦ Υἱοῦ κα‐ λουμένου ὁ Πατὴρ καλεῖται, καὶ αὐτοῦ εὐχαριστου‐ μένου ὁ Υἱὸς εὐχαριστεῖται. Ταῦτα μανθάνωμεν μὴ
55μέχρι ῥημάτων, ἀλλὰ καὶ διὰ τῶν ἔργων πληροῦν. Οὐδὲν τοῦ ὀνόματος τούτου ἴσον· τοῦτο πανταχοῦ θαυμάσιον· Μύρον, φησὶν, ἐκκενωθὲν ὄνομά σου. Ὁ τοῦτο εἰπὼν εὐθέως εὐωδίας ἐνεπλήσθη. Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, φησὶν, εἰ μὴ ἐν
60Πνεύματι ἁγίῳ. Τοῦτο τὸ ὄνομα τοσαῦτα ἐργάζεται.
Ἐὰν εἴπῃς· Ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ363

62

.

365

ἁγίου Πνεύματος, μετὰ πίστεως, πάντα ἤνυσας. Ὅρα πόσα ἐποίησας· ἐδημιούργησας ἄνθρωπον, καὶ τἄλλα πάντα ἀπὸ τοῦ βαπτίσματος εἰργάσω. Οὕτω ταῖς νόσοις ἐπιτασσόμενον φοβερὸν τὸ ὄνομα. Διὰ
5ταῦτα ὁ διάβολος τὰ τῶν ἀγγέλων ἐπεισήγαγε, βα‐ σκαίνων ἡμῖν τῆς τιμῆς. Τῶν δαιμόνων τοιαῦται αἱ ἐπῳδαί. Κἂν ἄγγελος ᾖ, κἂν ἀρχάγγελος, κἂν τὰ Χερουβὶμ, μὴ ἀνέχου· ἐπεὶ οὐδὲ αὗται αἱ δυνάμεις καταδέξονται, ἀλλὰ καὶ ἀποσείσονται, ὅταν
10ἴδωσι τὸν Δεσπότην ἀτιμαζόμενον. Ἐγώ σε ἐτίμησα, φησὶ, καὶ εἶπον· Ἐμὲ κάλει· καὶ σὺ ἀτιμάζεις αὐτόν;
Ἂν ταύτην ᾄδῃς τὴν ἐπῳδὴν μετὰ πίστεως, καὶColumn end

62

.

366

νόσους καὶ δαίμονας ἀπελάσεις· κἂν μὴ ἀπελάσῃς τὴν νόσον, οὐ παρὰ ἀσθένειαν, ἀλλὰ παρὰ τὸ συμφέ‐ ρον. Κατὰ τὴν μεγαλωσύνην σου, φησὶν, οὕτω καὶ ἡ αἴνεσίς σου. Διὰ τοῦ ὀνόματος τούτου ἡ οἰκουμένη
5ἐπεστράφη, ἡ τυραννὶς ἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν. Καὶ τί λέγω, οἱ οὐρανοί; ἡμεῖς ἀνεγεννήθημεν διὰ τοῦ ὀνόματος τούτου. Ἐὰν τοῦτο ἔχωμεν, λάμπομεν. Τοῦτο καὶ μάρτυρας ποιεῖ, καὶ ὁμολογητάς· τοῦτο κατέχωμεν ἀντὶ μεγάλου δώρου,
10ἵνα ἐν δόξῃ ζήσωμεν, καὶ εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς
ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.Column end

62

.

365

(13)

ΟΜΙΛΙΑ Ιʹ. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀν‐
15ῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖ‐ κας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ
20δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρ‐ κα κυρίοις, μὴ κατ’ ὀφθαλμοδουλείαν, ὡς ἀν‐ θρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φο‐ βούμενοι τὸν Θεόν. Πᾶν ὅ τι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀν‐
25θρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κο‐ μιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωπολη‐ ψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν
30 ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. αʹ. Διὰ τί μὴ πανταχοῦ καὶ ἐν πάσαις ταῖς ἐπιστο‐ λαῖς ταῦτα ἐπιτάττει, ἀλλ’ ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον;
35Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχο‐ στασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν
40ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλα‐ χοῦ δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν εἰρη‐ νεύουσιν, οὓς ἐχρῆν περὶ δογμάτων μανθάνειν ὑψηλῶν ἔτι ἐλλειπόντων αὐτοῖς, οὐκ ἐχρῆν περὶ τού‐ των γράφειν· ἢ ὅτι παρακληθέντας ἐπὶ τοῖς πειρα‐
45σμοῖς περιττὸν ἦν περὶ τούτων ἀκούειν. Ὥστε στο‐ χάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλη‐ σίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀν‐ ῆκεν ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν·

62

.

365

(50)

ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν ὑποταγὴν, οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ Θεόν φημι. Οἱ ἄνδρες, ἀγα‐ πᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Ὅρα πῶς πάλιν τὸ κατάλληλον παρῄνεσε.
55Καθάπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἔστι γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι. Ὃ οὖν φησι, τοῦτό ἐστι· Μὴ μάχεσθε· οὐδὲν γὰρ οὕ‐ τως τῆς μάχης ταύτης πικρότερον, ὅταν παρὰ ἀνδρὸς πρὸς γυναῖκα γίνηται. Αἱ γὰρ πρὸς τὰ φιλούμενα
60πρόσωπα γινόμεναι μάχαι, αὗται πικραί· καὶ δεί‐Column end

62

.

366

(14)

κνυσιν ὅτι ἀπὸ πολλῆς πικρίας τοῦτο γίνεται, ὅταν
15πρὸς τὸ μέλος αὑτοῦ, φησὶ, τὶς διαστασιάζῃ. Τὸ μὲν οὖν ἀγαπᾷν τῶν ἀνδρῶν ἐστι, τὸ δὲ εἴκειν ἐκείνων. Ἐὰν οὖν ἕκαστος τὸ ἑαυτοῦ εἰσενέγκῃ, ἕστηκε πάντα βέβαια. Ἀπὸ μὲν γὰρ τοῦ ἀγαπᾶσθαι γίνεται καὶ ἡ γυνὴ φιλική· ἀπὸ δὲ τοῦ ὑποτάσσεσθαι ὁ ἀνὴρ ἐπιει‐
20κής. Ὅρα δὲ ὅτι καὶ ἐν τῇ φύσει οὕτω κατεσκεύα‐ σται, ὥστε τὸν μὲν φιλεῖν, τὴν δὲ ὑπακούειν. Ὅταν γὰρ ὁ ἄρχων τὸ ἀρχόμενον φιλῇ, τότε τὰ πάντα συνέστηκεν. Οὐχ οὕτως ἡ παρὰ τοῦ ἀρχομένου ἀγάπη, ὡς ἡ παρὰ τοῦ ἄρχοντος ζητεῖται πρὸς τὸν
25ἀρχόμενον· παρ’ ἐκείνου γὰρ ἡ ὑπακοή. Τὸ γὰρ ἐν ὥρᾳ εἶναι τὴν γυναῖκα, τοῦτον δὲ ἐν ἐπιθυμίᾳ, οὐδὲν ἄλλο δείκνυσιν, ἀλλ’ ἢ ὅτι διὰ τὴν ἀγάπην οὕτω γεγένηται. Μὴ τοίνυν, ἐπειδὴ ὑποτέτακται ἡ γυνὴ, αὐθέντει· μηδὲ σὺ, ἐπειδὴ ὁ ἀνὴρ ἀγαπᾷ,
30φυσιοῦ. Μήτε ἡ τοῦ ἀνδρὸς φιλία τὴν γυναῖκα ἐπαι‐ ρέτω, μήτε ἡ τῆς γυναικὸς ὑποταγὴ φυσάτω τὸν ἄνδρα. Διὰ τοῦτό σοι ὑπέταξεν αὐτὴν, ἵνα μᾶλλον φιλῆται· διὰ τοῦτό σε φιλεῖσθαι ἐποίησεν, ὦ γύναι, ἵνα εὐκόλως φέρῃς τὸ ὑποτετάχθαι. Μὴ φοβοῦ ὑπο‐
35τασσομένη· τὸ γὰρ φιλοῦντι ὑποταγῆναι, οὐδεμίαν ἔχει δυσκολίαν. Μὴ φοβοῦ ἐρῶν· ἔχεις γὰρ αὐτὴν εἴκουσαν. Οὐκ ἂν ἄλλως οὖν ἐγένετο σύνδεσμος. Ἀναγ‐ καίαν τοίνυν ἔχεις ἀπὸ τῆς φύσεως τὴν ἀρχὴν, ἔχε καὶ τὸν δεσμὸν τὸν ἀπὸ τῆς ἀγάπης· τὴν γὰρ ἀσθε‐
40νεστέραν ἀνεκτὴν εἴασε. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐ‐ άρεστον ἐν Κυρίῳ. Πάλιν τὸ, Ἐν Κυρίῳ, τέθεικε, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων, καὶ κα‐ ταβάλλων. Τοῦτο γὰρ, φησὶν, ἐστὶν εὐάρεστον τῷ
45Κυρίῳ. Ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ἡμᾶς ἅπαντα πράττειν, ἵνα καὶ μισθὸν ἔχωμεν. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα ὑποταγὴ καὶ

62

.

366

(50)

φίλτρον. Καὶ οὐκ εἶπεν, Ἀγαπᾶτε τὰ τέκνα· περιτ‐ τὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει, ἀλλ’ ὅπερ ἔδει διώρθωσε, τὸ καὶ τὸ φίλτρον ἐνταῦθα εἶναι σφο‐ δρότερον, ἐπειδὴ καὶ ἡ ὑπακοὴ μείζων. Οὐδαμοῦ γὰρ τίθησιν ὑπόδειγμα τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός·
55ἀλλὰ τί; Ἄκουε τοῦ Προφήτου λέγοντος· Κα‐ θὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς
φοβουμένους αὐτόν. Καὶ πάλιν ὁ Χριστός φησι·365

62

.

367

Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; —Οἱ πατέ‐ ρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶ‐
5σιν. Ὃ μάλιστα αὐτοὺς ᾔδει δυνατὸν δακεῖν, τοῦτο τέθεικε, καὶ φιλικώτερον εἶπεν ἐπιτάττων αὐτοῖς, καὶ οὐδαμοῦ τὸν Θεὸν τίθησιν· ἐπέκλασε γὰρ τοὺς γονέας, καὶ κατέκαμψεν αὐτῶν τὰ σπλάγχνα. Τὸ δὲ, Μὴ ἐρεθίζετε, τοῦτό ἐστι, Μὴ φιλονεικοτέρους αὐ‐
10τοὺς ποιεῖτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφείλε‐ τε. Εἶτα ἐπὶ τρίτην ἦλθεν ἀρχὴν, Οἱ δοῦλοι, λέγων, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις. Ἐν‐ ταῦθα ἔστι μέν τι καὶ φίλτρον, ἀλλ’ οὐκέτι φυσικὸν, καθάπερ ἄνω, ἀλλὰ συνηθείας, καὶ ἀπ’ αὐτῆς τῆς
15ἀρχῆς, καὶ ἀπὸ τῶν ἔργων. Ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου ὑποτέτμηται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος, ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τοῦτο δοῦναι τού‐ τοις ἀπὸ τῆς ὑπακοῆς. Ὥστε οὐχ ὑπὲρ τῶν δεσπο‐
20τῶν τοῖς οἰκέταις μόνοις διαλέγεται, ἀλλὰ καὶ ὑπὲρ αὐτῶν, ἵνα ποθεινοὺς ἑαυτοὺς ἐργάζωνται τοῖς δε‐ σπόταις. Ἀλλ’ οὐ τίθησι τοῦτο φανερῶς· ἦ γὰρ ἂν ὑπτίους αὐτοὺς ἐποίησεν. Οἱ δοῦλοι, φησὶν, ὑπ‐ ακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.
25 βʹ. Καὶ ὅρα πῶς ἀεὶ τὰ ὀνόματα τίθησι, γυναῖκες, τὰ τέκνα, οἱ δοῦλοι, ὡς δικαίωμα τοῦ ὑπακούειν. Ἀλλ’ ἵνα μὴ ἀλγήσῃ, ἐπήγαγε· Τοῖς κατὰ σάρκα κυρίοις. Τὸ κρεῖττόν σου ἡ ψυχὴ ἐλευθέρωται, φησί· πρόσ‐ καιρος ἡ δουλεία. Ἐκεῖνο τοίνυν ὑπόταξον, ἵνα μη‐
30κέτι ἀνάγκης ᾖ ἡ δουλεία. Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. Ποίησον, φησὶ, τὴν ἀπὸ τοῦ νό‐ μου δουλείαν ἀπὸ τοῦ φόβου γίνεσθαι τοῦ Χριστοῦ. Κἂν γὰρ μὴ ὁρῶντος ἐκείνου πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπότου, δηλονότι διὰ τὸν ἀκοί‐
35μητον ὀφθαλμὸν ποιεῖς. Μὴ κατ’ ὀφθαλμοδουλείαν, φησὶν, ὡς ἀνθρωπάρεσκοι. Ὥστε ὑμεῖς τὴν βλάβην ὑποστήσεσθε. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Διεσκόρπισε Κύριος ὀστᾶ ἀνθρωπαρέσκων. Ὅρα τοίνυν πῶς αὐτῶν φείδεται, καὶ αὐτοὺς ῥυθμίζει.
40Ἀλλ’ ἐν ἁπλότητι, φησὶ, καρδίας, φοβούμενοι τὸν Θεόν. Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἄλλον μὲν παρόντος φαίνεσθαι τοῦ δεσπότου, ἄλλον δὲ ἀπόντος. Οὐκοῦν οὐχ ἁπλῶς εἶπεν· Ἐν ἁπλότητι καρδίας, ἀλλὰ, Φο‐
45βούμενοι τὸν Θεόν. Τοῦτο γάρ ἐστι φοβεῖσθαι τὸν Θεὸν, ὅταν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονη‐ ρόν· ἂν δὲ πράττωμεν, οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα. Ὁρᾷς ὅτι ἐκείνους ῥυθμίζει; Πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς

62

.

367

(50)

τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται. Ἐλευ‐ θέρους αὐτοὺς ἐποίησεν ἀντὶ δούλων, ὅταν μὴ δέων‐ ται τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ, Ἐκ ψυχῆς, τοῦτό ἐστι, τὸ μετ’ εὐνοίας, μὴ μετὰ
55δουλικῆς ἀνάγκης, ἀλλὰ μετ’ ἐλευθερίας καὶ προαι‐ ρέσεως. Καὶ τίς ὁ μισθός; Εἰδότες, φησὶν, ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονο‐ μίας ἡμῶν· τῷ γὰρ Κυρίῳ δουλεύετε. Οὐκοῦν παρ’
αὐτοῦ δῆλον ὅτι λήψεσθε τὸν μισθόν. Καὶ ὅτι τῷColumn end

62

.

368

Κυρίῳ δουλεύετε, δῆλον ἐκ τούτου. Ὁ δὲ ἀδικῶν, φησὶ, κομίσεται ὃ ἠδίκησεν. Ἐνταῦθα βεβαιοῖ τὸν πρότερον λόγον. Ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶναι τὰ ῥήματα, Λήψεται, φησὶν, ὃ ἠδίκησε· τουτέστι,
5καὶ τιμωρίαν δίδωσιν· Οὐ γὰρ ἔστι προσωπολη‐ ψία παρὰ τῷ Θεῷ. Τί γὰρ, εἰ δοῦλος εἶ; οὐκ αἰ‐ σχύνῃ. Καὶ μὴν τοῦτο πρὸς τοὺς δεσπότας ἔδει εἰπεῖν, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἐφεσίους. Ἀλλ’ ἐν‐ ταῦθά μοι δοκεῖ τοὺς Ἕλληνας αἰνίττεσθαι δεσπότας.
10Τί γὰρ, εἰ ἐκεῖνος μὲν Ἕλλην, σὺ δὲ Χριστιανός; Οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται. Ὥστε καὶ οὕτω μετ’ εὐνοίας, καὶ ἐκ ψυχῆς δεῖ δου‐ λεύειν. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε. Τί δέ ἐστι τὸ δίκαιον; τί δέ
15ἐστιν ἰσότης; Πάντων ἐν ἀφθονίᾳ καθιστᾷν, καὶ μὴ ἐᾷν ἑτέρων δεῖσθαι, ἀλλὰ ἀμείβεσθαι αὐτοὺς τῶν πόνων. Μὴ γὰρ, ἐπειδὴ εἶπον, ὅτι παρὰ Θεοῦ ἔχουσι τὸν μισθὸν, διὰ τοῦτο σὺ ἀποστερήσῃς. Ἑτέρωθι δέ φησιν, Ἀνιέντες τὴν ἀπειλὴν, ἡμερωτέρους ἐργά‐
20σασθαι βουλόμενος· τέλειοι γὰρ ἦσαν ἐκεῖνοι. Τουτ‐ έστιν, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Καὶ τὸ, Οὐκ ἔστι προσωποληψία, πρὸς τού‐ τους εἴρηται· κεῖται δὲ ἐπ’ ἐκείνων, ἵνα οὗτοι δέ‐ ξωνται. Ὅταν γὰρ ἑτέρῳ ἁρμόζον πρὸς ἕτερον εἴπω‐
25μεν, οὐκ ἐκεῖνον τοσοῦτον, ὅσον τὸν ὑπεύθυνον κατ‐ ωρθώσαμεν. Καὶ ὑμεῖς μετ’ ἐκείνων, φησίν. Ἐν‐ ταῦθα κοινὴν ἐποίησε τὴν δουλείαν· Εἰδότες γὰρ, φησὶν, ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν
30αὐτῇ ἐν εὐχαριστίᾳ. Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυμεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι· Γρηγοροῦντες, τουτέστι, νήφοντες, μὴ ῥεμβόμενοι. Οἶδε γὰρ, οἶδεν ὁ διάβολος ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται. Οἶδε δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι
35πολλοὶ εὐχόμενοι· διό φησι, Προσκαρτερεῖτε τῇ προσευχῇ, ὡς περί τινος ἐπιπόνου. Γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ, φησὶν, ἔργον ὑμῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν
40ἑκόντας καὶ ὑπὲρ ὧν ἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως. Οὕτω γὰρ ἔθος τοῖς ἁγίοις εὔχεσθαι, καὶ ὑπὲρ τῶν κοινῶν εὐεργεσιῶν εὐχαριστεῖν. γʹ. Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόμενον. Οὐ‐
45δὲν πρὸ τούτου τοῦ ῥήματος ἔλεγεν, ἀλλ’ ὅτι. Εὐχαρι‐ στοῦμεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων· ὑπὲρ ὧν ἴσμεν καὶ οὐκ ἴσμεν, ὑπὲρ τῶν φανερῶν, ὑπὲρ τῶν ἀφανῶν,

62

.

368

(50)

τῶν ἐν ἔργῳ γενομένων, τῶν ἐν λόγῳ, τῶν ἑκοντὶ, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡμᾶς γε‐ γενημένων· ὑπὲρ θλίψεων, ὑπὲρ ἀνέσεων, ὑπὲρ τῆς γεέννης, ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας τῶν οὐρανῶν. Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν
55ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡμᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡμῶν, καταξίωσον ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν,
καὶ ἐν τῷ φόβῳ σου, μονογενὲς Χριστὲ, ἔμπνευσον367

62

.

369

ἰσχὺν τὴν παρὰ σοῦ· ὁ τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡμῶν, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν ἡμετέρων ἁμαρτιῶν, εἴ τι ἑκόντες ἢ ἄκοντες ἡμάρτομεν, συγχώρησον, καὶ μὴ λογίσῃ·
5μνήσθητι πάντων τῶν ἐπικαλουμένων τὸ ὄνομά σου ἐν ἀληθείᾳ· μνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων· πάντες γὰρ ἄνθρωποί ἐσμεν. Εἶτα ἐπιθεὶς τὴν εὐχὴν τῶν πιστῶν, ἐνταῦθα ἐπαύετο, ὡς κορωνίδα τινὰ καὶ σύνδεσμον ὑπὲρ πάντων τὴν εὐχὴν
10ποιησάμενος. Πολλὰ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ μείζονα. Ὅταν γὰρ τἀναντία εὐχώμεθα, αὐτὸς δὲ τἀναντία ποιῇ, δῆλον ὅτι καὶ οὐκ εἰδότας εὖ ποιεῖ. Προσευ‐ χόμενοι ἅμα καὶ περὶ ἡμῶν. Ὅρα τὴν ταπεινοφρο‐
15σύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν. Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστή‐ ριον τοῦ Χριστοῦ. Εἴσοδόν φησι καὶ παῤῥησίαν. Βαβαί! ὁ ἀθλητὴς ὁ τοσοῦτος οὐκ εἶπεν, Ἵνα ἀπαλ‐ λαγῶ τῶν δεσμῶν, ἀλλὰ δέσμιος ὢν ἑτέρους παρ‐
20εκάλει, καὶ παρεκάλει ἐπὶ πράγματι μεγάλῳ, ἵνα παῤῥησίαν λάβῃ. Τὰ δύο μεγάλα, καὶ ἡ ποιότης τοῦ προσώπου, καὶ ἡ τοῦ πράγματος. Βαβαί! ὅσον τὸ ἀξίωμα. Τὸ μυστήριον, φησὶ, τοῦ Χριστοῦ. Δείκνυ‐ σιν, ὅτι οὐδὲν αὐτῷ τούτου ποθεινότερον, τοῦ λαλῆσαι.
25Δι’ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Μετὰ πολλῆς, φησὶ, τῆς παῤῥησίας, καὶ μηδὲν ὑποστειλάμενον. Ὁρᾷς, τὰ δεσμὰ φανεροῖ αὐτὸν, οὐ συσκιάζει. Μετὰ πολλῆς, φησὶ, τῆς παῤ‐ ῥησίας. Εἰπέ μοι, σὺ δέδεσαι, καὶ ἄλλους παρακα‐
30λεῖς; Ναὶ, φησί· μείζονά μοι παῤῥησίαν δίδωσι τὰ δεσμά· ἀλλὰ δέομαι τῆς τοῦ Θεοῦ ῥοπῆς· ἤκουσα γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν παραδιδῶσι ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἢ τί λαλήσητε. Καὶ ὅρα πῶς μεταφορικῶς εἶπεν· Ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν
35τοῦ λόγου· Ὅρα πῶς ἄτυφός ἐστι, καὶ πῶς ἐν τοῖς δεσμοῖς ὢν ταπεινὰ φθέγγεται· τούτεστιν, Ἵνα μα‐ λάξῃ τὰς καρδίας αὐτῶν. Οὐκ εἶπεν οὕτως, ἀλλ’, Ἵνα ἡμῖν παῤῥησίαν δῷ, ταπεινοφρονῶν οὕτως εἴρηκε, καὶ τοῦτο ὅπερ εἶχεν, ἀξιοῖ λαβεῖν. Δείκνυσιν ἐν
40ταύτῃ τῇ Ἐπιστολῇ διὰ τί τότε οὐκ ἦλθεν ὁ Χριστὸς τῷ σκιὰν ἐκεῖνα καλέσαι· Τὸ δὲ σῶμα, φησὶ, τοῦ Χριστοῦ. Ὥστε ἔδει ἐν τῇ σκιᾷ ἐθισθῆναι. Ἅμα καὶ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς μέγιστον ἐμφαίνει τεκμήριον· Ἵνα ὑμεῖς, φησὶν, ἀκούσητε· Ἐγὼ δὲ δέ‐
45δεμαι. Πάλιν τὸν δεσμὸν εἰς μέσον τίθησιν, οὗ σφό‐ δρα ἐρῶ, ὃς διανίστησί μου τὴν καρδίαν, καὶ ἀεὶ εἰς ἐπιθυμίαν ἄγει τοῦ τὸν Παῦλον δεδεμένον ἰδεῖν, καὶ ἐν δεσμοῖς γράφοντα, καὶ κηρύττοντα, καὶ βαπτί‐ ζοντα, καὶ κατηχοῦντα. Ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν

62

.

369

(50)

ἀπανταχοῦ ἀνεφέρετο αὐτῷ δεδεμένῳ, μυρία ᾠκοδό‐ μει δεδεμένος. Τότε εὔλυτος μᾶλλον ἦν. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ὥστε τοὺς πλείονας τῶν ἀδελ‐ φῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Καὶ αὐτὸς δὲ
55πάλιν τοῦτο ὁμολογεῖ λέγων· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Ἐδεσμεῖτο μετὰ τῶν κακούργων, μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν ἀνδρο‐ φόνων· ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ εἰς τρίτον
60ἀνελθὼν οὐρανὸν, ὁ τὰ ἄῤῥητα ῥήματα ἀκούσας,
ἐδέδετο. Ἀλλὰ τότε ταχύτερος ὁ δρόμος ἦν. Ὁ δε‐Column end

62

.

370

θεὶς ἐλέλυτο, καὶ ὁ μὴ δεδεμένος ἐδέδετο. Οὗτος μὲν γὰρ ὅπερ ἤθελεν, ἔπραττεν· ἐκεῖνος δὲ αὐτὸν οὐκ ἐκώλυεν, οὐδὲ τὴν ἰδίαν ἐπλήρου πρόθεσιν. Τί ποιεῖς, ὦ ἀνόητε; μὴ γὰρ σωματικός ἐστι δρομεύς; μὴ γὰρ
5ἐν σταδίῳ τῷ παρ’ ἡμῖν ἀγωνίζεται; ἐν οὐρανῷ πο‐ λιτεύεται· τὸν ἐν οὐρανῷ τρέχοντα δῆσαι τὰ ἐπὶ γῆς οὐ δύναται, οὐδὲ κατασχεῖν. Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον; Περίβαλε δεσμὰ ταῖς ἀκτῖσι, στῆσον τοῦ δρόμου· ἀλλ’ οὐ δυνήσῃ. Οὐκοῦν οὐδὲ Παῦλον· καὶ
10πολλῷ μᾶλλον τοῦτον, ἢ ἐκεῖνον· πλείονος γὰρ οὗτος, ἢ ἐκεῖνος ἀπέλαυσε προνοίας, ἅτε φῶς φέρων οὐ τοιοῦτον ἡμῖν, ἀλλὰ τὸ ἀληθινὸν βαστάζων. Ποῦ νῦν εἰσιν οἱ μηδὲν βουλόμενοι διὰ τὸν Χριστὸν πάσχειν; τί δὲ λέγω πάσχειν, ὅπου γε οὐδὲ χρήματα βούλονται
15προέσθαι; Ἐδέσμει καὶ Παῦλός ποτε, καὶ ἐνέβαλλεν εἰς δεσμωτήριον· ἀλλ’ ἐπειδὴ τοῦ Χριστοῦ γέγονε δοῦλος, οὐ τῷ ποιεῖν λοιπὸν, ἀλλὰ τῷ πάσχειν σε‐ μνύνεται. Καὶ τοῦτο δὲ τοῦ κηρύγματος θαῦμα, ὅταν διὰ τῶν πασχόντων αὐτῶν, ἀλλ’ οὐ τῶν ποιούντων
20κακῶς, οὕτως ἐγείρηται καὶ αὔξηται. Ποῦ τις εἶδεν ἀγῶνας τοιούτους; Ὁ πάσχων κακῶς, νικᾷ· καὶ ὁ ποιῶν κακῶς, ἡττᾶται. Οὗτος ἐκείνου λαμπρότερος· διὰ δεσμῶν τὸ κήρυγμα εἰσῆλθεν. Οὐκ αἰσχύνομαι, ἀλλὰ καὶ σεμνύνομαι, φησὶ, τὸν ἐσταυρωμένον κη‐
25ρύττων. Ἐννόησον γάρ μοι· Ἡ οἰκουμένη πᾶσα τοὺς λελυμένους ἀφεῖσα, τοῖς δεδεμένοις προσῄει· τοὺς δεσμοῦντας ἀποστρεφομένη, τοὺς τὴν ἅλυσιν περι‐ κειμένους τιμᾷ· τοὺς σταυρώσαντας μισήσασα, τὸν ἐσταυρωμένον προσκυνεῖ.
30 δʹ. Οὐκ ἔστι μόνον θαυμαστὸν, ὅτι ἁλιεῖς, ὅτι ἰδιῶται ἦσαν οἱ κήρυκες, ἀλλ’ ὅτι καὶ ἕτερα κωλύματα, φύ‐ σει κωλύματα ἦσαν, καὶ πλείων γέγονεν ἡ ἐπίδο‐ σις. Οὐ μόνον οὐδὲν ἐκώλυσεν ἡ ἰδιωτεία, ἀλλὰ καὶ αὐτὸ τοῦτο φανερωθῆναι ἐποίησε τὸ κήρυγμα. Ἄκουε
35γὰρ τοῦ Λουκᾶ λέγοντος· Καὶ καταλαβόμενοι, φησὶν, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον. Οὐ μόνον οὐδὲν ἐκώλυεν ὁ δε‐ σμὸς, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἐποίησεν αὐτοὺς θαρσα‐ λεωτέρους. Οὐχ οὕτως ἐθάῤῥουν οἱ μαθηταὶ, λελυμέ‐
40νου τοῦ Παύλου, ὡς δεδεμένου· Περισσοτέρως γὰρ, φησὶ, τολμᾷν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν. Ποῦ οἱ ἀντεροῦντες, ὅτι οὐ θεῖον τὸ κήρυγμα; ἡ ἰδιωτεία οὐκ ἦν ἱκανὴ ποιῆσαι καταγνωσθῆναι αὐ‐ τούς; οὐκοῦν ἔδει κἀνταῦθα φοβῆσαι αὐτούς;
45Ἴστε γὰρ ὅτι δύο πάθεσι τούτοις τὸ πλῆθος κατέχε‐ ται, κενοδοξίᾳ καὶ δειλίᾳ. Ἡ ἰδιωτεία οὐκ ἠφίει ἐπαισχύνεσθαι· οἱ κίνδυνοι εἰς δειλίαν ἐμβαλεῖν ὤφειλον. Ἀλλὰ θαύματα, φησὶν, ἐποίουν. Πιστεύετε οὖν ὅτι ἐποίουν θαύματα. Ἀλλ’ οὐκ ἐποίουν; Τοῦτο

62

.

370

(50)

μεῖζον θαῦμα τοῦ ποιεῖν, εἰ χωρὶς θαυμάτων προσ‐ ήγοντο. Ἐδέθη καὶ Σωκράτης παρ’ Ἕλλησι· τί οὖν; οὐκ εὐθέως ἔφυγον εἰς Μέγαρα οἱ μαθηταί; Πάνυ γε· οὐ γὰρ τοὺς περὶ ἀθανασίας ἐδέξαντο λόγους. Ἀλλ’ ὅρα
55ἐνταῦθα· ἐδέθη Παῦλος, καὶ μᾶλλον ἐθάῤῥουν οἱ μα‐ θηταί· εἰκότως· ἑώρων γὰρ οὐκ ἐμποδιζόμενον τὸ
κήρυγμα. Μὴ γὰρ γλῶτταν δύνασαι δῆσαι; ταύτῃ369

62

.

371

μάλιστα τρέχει. Ὥσπερ γὰρ, δρομέως ἂν μὴ δήσῃς τοὺς πόδας, οὐκ ἐκώλυσας τοῦ δρόμου· οὕτω καὶ εὐ‐ αγγελιστοῦ ἐὰν μὴ δήσῃς τὴν γλῶτταν, οὐκ ἐκώλυ‐ σας τοῦ δρόμου. Καὶ ὥσπερ ἐκεῖνος, ἐὰν δήσῃς τὴν
5ὀσφὺν, μᾶλλον τρέχει καὶ διαβαστάζεται, οὕτω καὶ οὗτος δεσμούμενος μᾶλλον κηρύττει, καὶ μετὰ πλείονος τῆς παῤῥησίας. Δειλιᾷ ὁ δέσμιος, ὅταν δε‐ σμὸς ᾖ μόνον· ὁ δὲ τοῦ θανάτου καταφρονῶν, πῶς ἂν ἐδέθη; Ταυτὸν ἐποίουν, οἷον ἂν εἰ τὴν σκιὰν ἐδέ‐
10σμουν Παύλου, καὶ τὸ στόμα αὐτῆς ἐνέφραττον. Σκιο‐ μαχία γὰρ ἦν· τοῖς τε γὰρ οἰκείοις ποθεινότερος μᾶλλον ἦν, τοῖς τε ἐχθροῖς αἰδεσιμώτερος, ἅτε ἀν‐ δρείας φέρων ἔπαθλον τὸν δεσμόν. Στέφανος κοσμεῖ κεφαλὴν, ἀλλ’ οὐκ αἰσχύνει, ἀλλὰ καὶ λαμπρὸν ποιεῖ.
15Ἄκοντες ἐστεφάνουν αὐτὸν τῇ ἁλύσει. Εἰπὲ γάρ μοι, σίδηρον εἶχε δεῖσαι ὁ τῶν ἀδαμαντίνων τοῦ θανάτου κατατολμῶν πυλῶν; Ἔλθωμεν εἰς ζῆλον, ἀγαπητοὶ, τῶν δεσμῶν τού‐ των. Ὅσαι γυναῖκες χρυσία περίκεισθε, τὰ Παύλου
20δεσμὰ ποθήσατε. Οὐχ οὕτως ὑμῖν περὶ τὸν τράχηλον τὸ περιδέῤῥαιον ἀπολάμπει, ὡς ἐκείνου περὶ τὴν ψυχὴν ὁ τῶν σιδηρῶν δεσμῶν ἔστιλβε κόσμος. Εἴ τις ἐκεῖνα ποθεῖ, ταῦτα μισείτω. Τίς γὰρ κοινωνία βλακείᾳ πρὸς ἀνδρείαν; καλλωπισμῷ σωματικῷ πρὸς
25φιλοσοφίαν; Ἐκεῖνα τὰ δεσμὰ ἄγγελοι αἰδοῦνται, τούτων καὶ καταπαίζουσιν· ἐκεῖνα τὰ δεσμὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσμὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει. Ὄν‐ τως γὰρ ταῦτα δεσμὰ, οὐκ ἐκεῖνα· ἐκεῖνα κόσμος,
30ταῦτα δεσμά· ταῦτα μετὰ τοῦ σώματος καὶ τὴν ψυ‐ χὴν θλίβει, ἐκεῖνα μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν κοσμεῖ. Βούλει μαθεῖν ὅτι ἐκεῖνα κόσμος ἐστίν; Εἰπέ μοι, τίς μᾶλλον ἐπεσπάσατο τοὺς ὁρῶντας, σὺ, ἢ Παῦλος; καὶ τί λέγω, σύ; αὐτὴ ἡ βασιλὶς
35ἡ πάντα χρυσὸν περικειμένη, οὐκ ἂν μᾶλλον ἐπ‐ εσπάσατο τοὺς ὁρῶντας· ἀλλ’ εἰ συνέβη καὶ Παῦλον κατὰ τὸν αὐτὸν καιρὸν δεδεμένον, καὶ τὴν βασιλίδα εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν, πάντες ἂν ἀπ’ ἐκείνης ἐπὶ τοῦτον μετήγαγον τοὺς ὀφθαλμούς· καὶ εἰκότως.
40Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης μεί‐ ζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ’ ἄγγελον ἐπὶ γῆς, θαυμασιώτερον τοῦ ὁρᾷν γυναῖκα κεκαλλω‐ πισμένην. Ταῦτα μὲν γὰρ καὶ ἐν θεάτροις, καὶ ἐν πομπαῖς, καὶ βαλανείοις, καὶ πολλαχοῦ ἔστιν ἰδεῖν·
45ἄνθρωπον δὲ δεσμὰ περικείμενον, καὶ νομίζοντα τὸν μέγιστον κόσμον ἔχειν, καὶ οὐκ εἴκοντα τοῖς δεσμοῖς, οὐκ ἔστι γῆς θέαμα ἰδεῖν τὸν ὁρῶντα, ἀλλ’ οὐρανῶν ἄξιον τὸ θέαμα. Ἡ ταῦτα περικειμένη ψυχὴ περι‐ σκοπεῖ, τίς εἶδε, τίς οὐκ εἶδε, τύφου πεπλήρωται,

62

.

371

(50)

φροντίσι κατέχεται, μυρίοις ἑτέροις δέδεται πάθεσιν· ὁ δὲ ἐκεῖνα περικείμενος, ἄτυφος· ἡ ψυχὴ γαυροῦ‐ ται, πάσης ἀπήλλακται φροντίδος, γεγηθυῖα, πρὸς τὸν οὐρανὸν βλέπουσα, ἐπτερωμένη. Εἴ τίς μοι Παῦ‐ λον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν καὶ
55φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου, ἐκ τοῦ δεσμω‐ τηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον
ᾗ. Ὁ σύνδεσμος τοῦ κηρύγματος τὰ δεσμὰ Παύ‐Column end

62

.

372

λου, ὁ θεμέλιος ἡ ἅλυσις ἐκείνη. Ἐκεῖνα τὰ δεσμὰ ποθήσωμεν. εʹ. Καὶ πῶς, φησὶν, ἔνι; Ἐὰν ταῦτα συντρίψωμεν καὶ διακλάσωμεν. Οὐδὲν ἡμῖν ἀπὸ τούτων ὄφελος τῶν
5δεσμῶν, ἀλλὰ καὶ βλάβη. Δεσμώτας ἡμᾶς ἐκεῖ δείξει ταῦτα, τὰ δὲ Παύλου δεσμὰ λύσει ἐκεῖνα τὰ δεσμά· ἡ τούτοις ἐνταῦθα δεδεμένη καὶ τοῖς ἀθανάτοις ἐκεῖ δεσμοῖς δεθήσεται χεῖρας καὶ πόδας, ἡ τοῖς Παύλου δεδεμένη ἕξει καθάπερ κόσμον περικείμενον αὐτῇ
10τότε. Λῦσον καὶ σαυτὴν τοῦ δεσμοῦ, καὶ τὸν πένητα τοῦ λιμοῦ. Τί τῶν ἁμαρτημάτων τὰς σειρὰς ἐπισφίγ‐ γεις; Πῶς; φησίν. Ὅταν σὺ μὲν χρυσοφορῇς, ἕτε‐ ρος δὲ ἀπόλλυται· ὅταν σὺ μὲν ἵνα δόξης τύχῃς τῆς κενῆς, τοσοῦτον λαμβάνῃς χρυσίον, ἕτερος δὲ μηδὲ
15φαγεῖν ἔχῃ, οὐχὶ τὰς ἁμαρτίας ἐπέσφιγξας; Περίθου τὸν Χριστὸν, καὶ μὴ τὸν χρυσόν· ἔνθα μαμμωνᾶς, ἐκεῖ Χριστὸς οὐκ ἔστιν· ἔνθα Χριστὸς, ἐκεῖ μαμμω‐ νᾶς οὐκ ἔστιν. Οὐ βούλει τὸν Βασιλέα αὐτὸν περικεῖ‐ σθαι τῶν πάντων; Εἴ τίς σοι τὴν ἁλουργίδα καὶ τὸ
20διάδημα ἔδωκεν, οὐκ ἂν ἐδέξω ἀντὶ παντὸς τοῦ χρυ‐ σίου; Ἐγώ σοι οὐ τὸν κόσμον δίδωμι τὸν βασιλικὸν, ἀλλ’ αὐτὸν περιθέσθαι τὸν Βασιλέα παρέχω. Καὶ πῶς ἄν τις περικέοιτο τὸν Χριστὸν, φησίν; Ἄκουε τοῦ Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε,
25Χριστὸν ἐνεδύσασθε· ἄκουσον τῆς παραινέσεως τῆς ἀποστολικῆς· Τῆς σαρκὸς, φησὶ, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Οὕτω τις ἐνδύεται τὸν Χρι‐ στὸν, μὴ προνοῶν τῆς σαρκὸς εἰς ἐπιθυμίαν. Ἂν τὸν Χριστὸν ἐνδύσῃ, καὶ δαίμονές σε φοβηθήσονται· ἂν
30δὲ τὸν χρυσὸν, καὶ ἄνθρωποι καταγελάσονται· ἐὰν ἐνδύσῃ τὸν Χριστὸν, καὶ ἄνθρωποί σε αἰδεσθήσον‐ ται. Βούλει φαίνεσθαι καλὴ καὶ εὐπρεπής; ἀρκέσθητι τοῦ Δημιουργοῦ τῇ πλάσει. Τί τὰ χρυσία ἐπεισ‐
35άγεις, ὡς διορθωσομένη τοῦ Θεοῦ τὸ πλάσμα; Θέλεις εὐπρεπὴς φαίνεσθαι; περιβαλοῦ ἐλεημοσύνην, περι‐ βαλοῦ φιλανθρωπίαν, περιβαλοῦ σωφροσύνην, ἀτυ‐ φίαν· ταῦτα πάντα χρυσοῦ τιμιώτερα· ταῦτα καὶ τὴν ὡραίαν εὐπρεπεστέραν ποιεῖ· ταῦτα καὶ τὴν
40οὐκ εὔμορφον εὔμορφον ἐργάζεται. Ὅταν γάρ τις μετ’ εὐνοίας ὄψιν ὁρᾷ, ἀπὸ ἀγάπης φέρει τὰς ψήφους· τὴν δὲ πονηρὰν οὐ δύναταί τις οὐδὲ καλὴν οὖσαν, καλὴν εἰπεῖν· πεπληγμένη γὰρ ἡ διάνοια οὐ φέρει τὴν ψῆφον ὀρθήν. Ἐκοσμήθη ποτὲ ἡ Αἰγυπτία, ἐκο‐
45σμήθη καὶ ὁ Ἰωσήφ· τίς οὖν ἦν ὁ ὡραιότερος; οὐ λέγω ὅτε ἐν τοῖς βασιλείοις ἦν ἐκείνη, οὗτος δὲ ἐν τῷ δεσμωτηρίῳ. Γυμνὸς ἦν οὗτος, ἀλλ’ ἐνεδέδυτο τῆς σωφροσύνης τὰ ἱμάτια· ἐνδεδυμένη ἦν ἐκείνη, ἀλλὰ γυμνῆς ἦν αἰσχροτέρα· σωφροσύνην γὰρ οὐκ εἶχεν.

62

.

372

(50)

Ὅταν σφοδρῶς κοσμήσῃ, ὦ γύναι, τότε τῆς γυμνῆς αἰσχροτέρα γέγονας· ἀπεδύσω γὰρ τὴν εὐκοσμίαν. Ἦν καὶ ἡ Εὔα γυμνή· ἀλλ’ ὅτε ἐνεδύσατο, τότε ἦν αἰσχροτέρα· ὅτε μὲν γὰρ ἦν γυμνὴ, κεκόσμητο τῇ δόξῃ τοῦ Θεοῦ· ὅτε δὲ τὸ τῆς ἁμαρτίας ἱμάτιον ἐν‐
55εδύσατο, τότε ἦν αἰσχρά. Καὶ σὺ τῆς φιλοκοσμίας ἐν‐ δυομένη τὸ ἱμάτιον, τότε αἰσχροτέρα φαίνῃ. Ὅτι γὰρ ἡ πολυτέλεια οὐκ ἀρκεῖ δεῖξαι εὔμορφον, ἀλλ’ ἔστι καὶ ἐνδεδυμένην τῆς γυμνῆς μᾶλλον ἀσχημονεῖν, ἐγὼ ἐρῶ. Εἴ ποτε αὐλητοῦ ἢ χοραύλου σκεύη ἐν‐
60εδύσω, ἆρα οὐκ ἦν ἀσχημοσύνη; Καίτοι γε χρυσᾶ τὰ ἱμάτιά εἰσιν· ἀλλὰ διὰ τοῦτο ἀσχημοσύνη, ὅτι χρυ‐
σᾶ. Ἡ γὰρ πολυτέλεια τῆς σκηνῆς ἁρμόζει τοῖς τρα‐371

62

.

373

γῳδοῖς, τοῖς ὑποκριταῖς, τοῖς μίμοις, τοῖς ὀρχησταῖς, τοῖς πρὸς τὰ θηρία μαχομένοις· γυναικὶ δὲ πιστῇ ἕτερα δέδοται ἱμάτια παρὰ τοῦ Θεοῦ, αὐτὸς ὁ μονο‐ γενὴς τοῦ Θεοῦ Παῖς. Ὅσοι γὰρ, φησὶν, εἰς Χρι‐
5στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἰπέ μοι, εἴ τίς σοι βασιλικὸν ἔδωκεν ἱμάτιον, σὺ δὲ ἐπά‐ νω ἐκείνου τὸ τοῦ εἵλωτος λαβοῦσα περιέθου, ἆρα οὐκ ἂν μετὰ τοῦ ἀσχημονεῖν καὶ ἐκολάσθης; τὸν τοῦ οὐρανοῦ Δεσπότην καὶ τῶν ἀγγέλων ἐνεδύσω, καὶ
10περὶ τὴν γῆν ἔτι στρέφῃ; Ταῦτά μοι εἴρηται, ὅτι μέγα μὲν καὶ καθ’ ἑαυτὸ κακὸν ἡ φιλοκοσμία, κἂν μηδὲν ἦν ἕτερον ἐντεῦθεν τικτόμενον, ἀλλ’ ἐξῆν ἀκιν‐ δύνως ἔχειν (εἰς γὰρ κενοδοξίαν ἀλείφει καὶ τῦφον)· νῦν δὲ καὶ ἕτερα πολλὰ τίκτεται ἐκ τοῦ καλλωπισμοῦ,
15ὑποψίαι φανεραὶ, δαπάναι ἄκαιροι, βλασφημίαι, πλεονεξιῶν ὑποθέσεις. Τί γὰρ καλλωπίζῃ, εἰπέ μοι; ἵνα ἀρέσῃς τῷ ἀνδρί; Οὐκοῦν ἐπὶ τῆς οἰκίας τοῦτο ποίει. Ἐνταῦθα δὲ τοὐναντίον γίνεται. Εἰ γὰρ τῷ οἰκείῳ ἀρέσαι θέλεις ἀνδρὶ, τοῖς ἄλλοις μὴ ἄρεσκε·
20εἰ δὲ τοῖς ἄλλοις ἀρέσκεις, οὐ δυνήσῃ ἀρέσκειν τῷ
οἰκείῳ. Ὥστε πάντα ἀποτίθεσθαι τὸν κόσμον ἔδειColumn end

62

.

374

εἰς ἀγορὰν ἐμβάλλουσαν, εἰς ἐκκλησίαν προϊοῦσαν. Ἄλλως δὲ, μὴ ἀπὸ τούτων ἄρεσκε τῷ ἀνδρὶ, ἀφ’ ὧν καὶ αἱ πόρναι, ἀλλ’ ἀπὸ τούτου μᾶλλον, ἀφ’ οὗ αἱ γυναῖκες αἱ ἐλεύθεραι. Τίνι γὰρ, εἰπέ μοι,
5διέστηκε γυνὴ πόρνης; Ὅτι ἡ μὲν πρὸς ἓν[α] μόνον ὁρᾷ, ὅπως τῷ κάλλει τοῦ σώματος ἐφελκύσηται τὸν ἐρώμενον· αὕτη δὲ καὶ οἰκίας προΐσταται, καὶ τέ‐ κνων κοινωνεῖ, καὶ τῶν ἄλλων ἁπάντων. Θυγάτριον ἔχεις; ὅρα μὴ διαδέξηται τὴν βλάβην· φιλεῖ γάρ
10πως πρὸς τὰς ἀνατροφὰς τὰ ἤθη ῥυθμίζεσθαι, καὶ μιμεῖσθαι τὰ τῶν μητέρων ἤθη. Ἔσο ὑπόδειγμα τῇ θυγατρὶ σωφροσύνης, κόσμησαι τὸν κόσμον ἐκεῖνον, καὶ ὅρα πῶς τούτου καταφρονήσεις. Ὄντως γὰρ ἐκεῖνα κόσμος ἐστὶ, ταῦτα δὲ ἀκοσμία. Ἀρκεῖ τὰ
15εἰρημένα. Ὁ δὲ Θεὸς ὁ τὸν κόσμον ποιήσας, καὶ δοὺς ἡμῖν τὸν τῆς ψυχῆς κόσμον, κοσμήσειεν ἡμᾶς, καὶ τῇ αὑτοῦ δόξῃ ἀμφιάσειεν· ἵνα πάντες ἐν ἀγαθοῖς ἔργοις διαλάμποντες, καὶ εἰς δόξαν αὐτοῦ ζῶντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
20ἁγίῳ Πνεύματι.Column end

62

.

373

(22)

ΟΜΙΛΙΑ ΙΑʹ. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν και‐ ρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε
25 ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. αʹ. Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς μαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ
30λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ’ ὑμῶν. Διὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα μά‐ θωμεν, ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης
35ἡμῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα μὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶμαι πολλαὶ καὶ ἀγάπαι. Δεῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν εἶναι, πολλῷ δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον μεταξὺ ἐχθρῶν καὶ πολεμίων εἶναι, καὶ φίλων. Εἶτ’ ἐπειδὴ ἐφόβησεν,
40ὅρα πῶς πάλιν θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξ‐ αγοραζόμενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ ποικίλους εἶναι βουλόμενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί; Ἐν οἷς μὴ βλάπτουσι, φησὶ, μηδεμίαν αὐ‐
45τοῖς δίδοτε λαβήν· ὃ καὶ πρὸς Ῥωμαίους γράφων φησίν· Ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φό‐ ρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὴν τιμὴν, τὴν τιμήν. Διὰ τὸ κήρυγμα μόνον ἔστω σοι πόλεμος, φησί· μηδεμίαν ἑτέραν ὁ πόλεμος οὗτος

62

.

373

(50)

ἀρχὴν λαμβανέτω. Εἰ γὰρ μέλλοιεν ἡμῖν καὶ δι’ ἕτε‐ ρα ἀπεχθάνεσθαι, οὔτε μισθὸς ἡμῖν ἔσται, καὶ αὐτοὶ χείρους ἔσονται, καὶ δόξουσιν ἡμῖν δίκαια ἐγκαλεῖν· οἷον τὰ τελέσματα ἂν μὴ καταβάλλωμεν, τὰς τιμὰς τὰς προσηκούσας ἐὰν μὴ ἀποδιδῶμεν, ἂν μὴ ὦμεν
55ταπεινοί. Οὐχ ὁρᾷς Παῦλον, ἔνθα μηδὲν ἔβλαπτε τὸ κήρυγμα, πῶς ἐστι καθυφιείς; Ἄκουε γὰρ αὐ‐
τοῦ λέγοντος πρὸς τὸν Ἀγρίππαν· Μακάριον ἐμαυ‐Column end

62

.

374

(23)

τὸν ἥγημαι ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμε‐ ρον, μάλιστα γνώστην σε ὄντα τῶν κατὰ Ἰου‐
25δαίους ἐθῶν τε καὶ ζητημάτων. Εἰ δὲ ἐνόμιζε δεῖν ὑβρίζειν τὸν ἄρχοντα, πάντα ἂν ἀνέτρεψεν. Ἄκουε δὲ καὶ τῶν περὶ τὸν μακάριον Πέτρον, πῶς ἐπιεικῶς ἀποκρίνονται τοῖς Ἰουδαίοις λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις. Καίτοι
30γε ἄνθρωποι τῆς ἑαυτῶν ψυχῆς ἀπεγνωκότες, καὶ ὑβρίζειν καὶ πᾶν ὁτιοῦν ποιεῖν ἠδύναντο· ἀλλὰ διὰ τοῦτο ἀπέγνωσαν τῆς ψυχῆς, ἵνα μὴ κενοδοξῶσι (κενοδοξίας γὰρ τοῦτό ἐστιν), ἀλλ’ ἵνα κηρύσσωσι, καὶ ἵνα μετὰ παῤῥησίας πάντα φθέγγωνται· ἐκεῖνο
35δὲ ἀμετρίας ἐστίν· Ὁ λόγος ὑμῶν πάντοτε ἐν χά‐ ριτι, ἅλατι ἠρτυμένος· τουτέστι, μὴ εἰς ἀδιαφορίαν τὸ χαρίεν ἐκπίπτῃ. Ἔνι γὰρ καὶ χαριεντίζεσθαι, ἔνι καὶ μετὰ τῆς προσηκούσης κοσμιότητος τοῦτο ποιεῖν. Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρί‐
40νεσθαι. Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρὴ, Ἕλλησι λέγω καὶ ἀδελφοῖς. Οὐδαμῶς· ἐπεὶ τοῦτο τῆς ἐσχάτης ἀνοίας ἐστί. Τὰ κατ’ ἐμὲ πάντα γνω‐ ρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πι‐ στὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ. Βαβαὶ,
45ὅση σοφία Παύλου! Πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ κατεπείγοντα; Πρῶτον μὲν, οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτεί‐ νειν· δεύτερον δὲ, καὶ τὸν ἀπερχόμενον αἰδεσιμώτε‐ ρον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον, δεικνὺς

62

.

374

(50)

πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἂν αὐτῷ ταῦτα ἐνεχείρισεν. Ἔπειτα ἦν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. Ὁ ἀγαπητὸς, φησὶν, ἀδελφός. Εἰ ἀγα‐ πητὸς, πάντα οἶδε, καὶ οὐδὲν αὐτὸν ἔκρυπτε. Καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ. Εἰ πι‐
55στὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκε τῶν373

62

.

375

πειρασμῶν· ὥστε αὐτῷ πάντοθεν τὸ ἀξιόπιστον συν‐ ήγαγεν. Ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο. Ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλὴν, εἴ γε καὶ διὰ τοῦτο αὐτὸν ἀπέσταλκε, καὶ τῆς ἀποδημίας αἰτία
5αὕτη γέγονεν· ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγε· Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆ‐ ναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν. Καὶ Ἐφεσίοις δὲ αὐτὸν τοῦτον πέμπει, καὶ ὑπὲρ τῆς αὐτῆς αἰτίας· Ἵνα γνῷ, φησὶ,
10τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ὅρα τί φησιν· Οὐχ ἵνα ὑμεῖς τὰ ἐμὰ μάθητε, ἀλλ’ ἵνα ἐγὼ τὰ ὑμέτερα· οὕτως οὐδαμοῦ τὸ αὑτοῦ τίθησι. Δείκνυσιν αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῷ εἰπεῖν· Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
15Σὺν Ὀνησίμῳ τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ὀνήσιμος οὗτός ἐστι, περὶ οὗ γράφων τῷ Φι‐ λήμονι ἔλεγεν· Ὃν ἐβουλόμην πρὸς ἐμαυτὸν κατ‐ έχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς
20τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. Καὶ τὸ ἐγκώμιον δὲ προστίθητι τῆς πόλεως, ἵνα καὶ ἐγκαλλωπίζωνται, μὴ μόνον οὐκ ἐπαισχύνωνται. Ὅς ἐστι, φησὶν, ἐξ ὑμῶν· Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς
25Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. βʹ. Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. Οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσολύμων ἀναχθεὶς μετ’ αὐτοῦ. Μεῖζον εἶπε τῶν προφητῶν οὗτος· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους ἑαυτοὺς καλοῦσιν, οὗτος δὲ καὶ αἰχμ‐
30άλωτον. Καθάπερ γὰρ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο, καὶ πᾶσιν εἰς τὸ κακῶς πάσχειν προὔκειτο, μᾶλλον δὲ καὶ ἐκείνων χεῖρον. Ἐκείνους μὲν γὰρ, ἐπειδὰν λάβωσιν οἱ πολέμιοι, ἐν πολλῇ θεραπείᾳ λοιπὸν ἔχουσιν, ἅτε ὡς οἰκείων κτημάτων ἐπιμελού‐
35μενοι· τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον πάντες ἦγον καὶ ἔφερον, δέροντες, μαστίζοντες, ὑβρίζοντες, συκοφαντοῦντες. Τοῦτο καὶ ἐκείνοις παράκλησις ἦν· ὅταν γὰρ καὶ ὁ διδάσκαλος ἐν τοῖς τοιούτοις ᾖ, μᾶλλον παρακαλοῦνται οἱ μαθηταί. Καὶ Μάρκος ὁ ἀνεψιὸς
40Βαρνάβα. Καὶ τοῦτον ἐνεκωμίασε τέως ἀπὸ τῆς συγγενείας· μέγας γὰρ ἦν ἀνὴρ ὁ Βαρνάβας. Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέ‐ ξασθε αὐτόν; Τί γάρ; οὐκ ἐδέχοντο καὶ χωρὶς τούτου; Ναί· ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς βούλο‐
45μαι, φησί· καὶ τοῦτο τὸν ἄνδρα δείκνυσι μέγαν. Πόθεν τὰς ἐντολὰς ἔλαβον, οὐ λέγει. Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. Ἴσως Κορίνθιος ἦν οὗτος. Εἶτα πᾶσι τὸ ἐγκώμιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιά‐ ζον ἑκάστου· Οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι

62

.

375

(50)

συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἐπειδὴ εἶπε, Συν‐ αιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς· Συνεργοὶ, φησὶν, εἰς τὴν βασιλείαν τοῦ
55Θεοῦ. Ὥστε τῶν πειρασμῶν κοινωνοῦντες, τῆς βασι‐ λείας κοινωνοῦσιν. Οἵτινες ἐγενήθησάν μοι παρ‐ ηγορία. Δείκνυσιν αὐτοὺς μεγάλους, εἴ γε Παύλῳ παρ‐ ηγορία γεγένηνται. Ἀλλ’ ἴδωμεν τὴν σύνεσιν Παύλου. Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν
60καιρὸν ἐξαγοραζόμενοι. Τουτέστιν, Οὐκ ἔστιν ὑμέτε‐
ρος ὁ καιρὸς, ἀλλ’ ἐκείνων ἐστί· μὴ τοίνυν βούλεσθεColumn end

62

.

376

αὐθεντεῖν, ἀλλ’ ἐξαγοράζετε τὸν καιρόν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἀγοράζετε, ἀλλ’, Ἐξαγοράζετε, δηλῶν, ὅτι Οὕτω διατιθέμενοι, ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως. Ἀνοίας γὰρ περιττῆς, πολέμων καὶ ἀπεχθείας προ‐
5φάσεις ἐπινοεῖν. Πρὸς γὰρ τῷ κινδύνους περιττοὺς ὑπομένειν καὶ κέρδος οὐκ ἔχοντας, καὶ ἑτέρα γίνεται βλάβη, τὸ τοὺς Ἕλληνας μὴ προσιέναι ἡμῖν. Ἐν γὰρ τοῖς ἀδελφοῖς ὅταν ᾖς, εἰκότως θαῤῥεῖς· ἔξω δὲ οὐχ οὕτω χρή. Ὁρᾷς πῶς πανταχοῦ τοὺς ἔξω, τοὺς Ἕλλη‐
10νας λέγει; Διὰ τοῦτο καὶ Τιμοθέῳ γράφων ἔλεγε· Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξω‐ θεν· καὶ πάλιν, Τί γάρ μοι καὶ τοὺς ἔξω κρί‐ νειν; Ἐν σοφίᾳ, φησὶ, περιπατεῖτε πρὸς τοὺς ἔξω. Ἔξω γάρ εἰσι, κἂν τὸν αὐτὸν κόσμον οἰκῶσιν
15ἡμῖν, τῆς βασιλείας ὄντες ἔξω καὶ τοῦ οἰκίσκου τοῦ πατρικοῦ. Ἅμα καὶ παραμυθεῖται αὐτοὺς, ἔξω ἐκεί‐ νους καλῶν· ὅπερ ἔλεγεν ἀνωτέρω, ὅτι Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε, φησὶ, δόξαν ζητεῖτε, τότε τιμὰς, τότε τὰ ἄλλα πάντα· νῦν
20δὲ μὴ, ἀλλ’ ἐκείνοις παρέχετε. Εἶτα, ἵνα μὴ νομίσῃς χρήματα λέγειν αὐτὸν, ἐπάγει· Ὁ λόγος ὑμῶν πάν‐ τοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι ὑμᾶς πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἵνα μὴ ὑποκρίσεως γέμῃ, φησί· τοῦτο γὰρ οὐ χάρις, οὐδὲ ἅλατι ἤρτυται.
25Οἷον, ἐὰν δέῃ θεραπεῦσαι ἀκινδύνως, μὴ παραιτήσῃ· ἂν καιρὸς ᾖ προσηνῶς διαλεχθῆναι, μὴ νομίσῃς τὸ πρᾶγμα κολακείαν· πάντα ποίει τὰ εἰς τιμὴν ἀνήκον‐ τα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν. Οὐχ ὁρᾷς πῶς Δανιὴλ ἄνθρωπον ἀσεβῆ θεραπεύει; οὐχ ὁρᾷς
30τοὺς τρεῖς παῖδας, πῶς μετὰ σοφίας τῷ βασιλεῖ προσ‐ εφέροντο, καὶ ἀνδρείαν δεικνύντες, καὶ παῤῥησίαν, καὶ οὐδὲν θρασὺ οὐδὲ ἐπαχθές; τοῦτο γὰρ οὐκέτι παῤῥησίας, ἀλλὰ κενοδοξίας. Εἰδέναι, φησὶ, πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἑτέρως γὰρ
35τῷ ἄρχοντι, ἄλλως τῷ ἀρχομένῳ· ἄλλως τῷ πλου‐ τοῦντι, ἄλλως τῷ πένητι. Διὰ τί; Ὅτι αἱ τῶν πλουτούντων καὶ ἀρχόντων ψυχαὶ ἀσθενέστεραι τυγ‐ χάνουσιν οὖσαι, μᾶλλον φλεγμαίνουσαι, μᾶλλον διαῤ‐ ῥέουσαι· ὥστε ἐκεῖ συγκαταβατικὸν εἶναι δεῖ· αἱ τῶν
40πενήτων καὶ ἀρχομένων, στεῤῥότεραι καὶ συνετώτε‐ ραι· ὥστε ἐνταῦθα καὶ παῤῥησίᾳ χρὴ μείζονι κεχρῆ‐ σθαι, πρὸς ἓν ὁρῶντα, τὴν οἰκοδομήν. Μὴ ἐπειδὴ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ὁ μὲν πλέον τιμάσθω, ὁ δὲ ἔλαττον· ἀλλὰ διὰ τὴν ἀσθένειαν ὁ μὲν διαβαστα‐
45ζέσθω, ὁ δὲ μὴ οὕτως· οἷον, αἰτίας οὐκ οὔσης, μὴ κάλει τὸν Ἕλληνα μιαρὸν, μηδὲ ἔσο ὑβριστής· ἀλλ’ ἂν μὲν ἐρωτηθῇς περὶ τοῦ δόγματος, ἀπόκριναι ὅτι μιαρὸν καὶ ἀσεβές· οὐδενὸς δὲ ἐρωτῶντος οὐδὲ ἀναγ‐ κάζοντος λέγειν, οὐ προσήκει ἁπλῶς ἀπέχθειαν ἀνα‐

62

.

376

(50)

δέχεσθαι. Ποία γὰρ ἀνάγκη περιττὰς ἔχθρας κατα‐ σκευάζειν; Πάλιν, ἄν τινα κατηχῇς, λέγε ἐξ ὑποθέ‐ σεως ὑποκειμένης· ἐπεὶ σίγα. Ἐὰν ᾖ ἅλατι ἠρτυ‐ μένος ὁ λόγος, κἂν εἰς διαῤῥέουσαν ἐμπέσῃ ψυχὴν, ἐπισφίγξει τὴν χαύνην· κἂν εἰς τραχεῖαν, λεανεῖ τὸ
55σκληρόν. Ἐπίχαρις ὢν, μήτε φορτικὸς ἔστω, μήτε πάλιν χαῦνος, ἀλλὰ καὶ τὸ στῦφον ἐχέτω, καὶ τὸ μεθ’
ἡδονῆς. Ἄν τε γὰρ ἀμέτρως ἐπιστύψῃ, μᾶλλον ἔβλα‐375

62

.

377

ψεν ἢ ὠφέλησεν· ἐὰν δὲ ἀμέτρως χαριεντίσηται, μᾶλ‐ λον ἐλύπησεν ἢ ὤνησεν· ὥστε πανταχοῦ μέτρα δεῖ εἶναι. Μήτε κατηφὴς ἔσο καὶ σκυθρωπός· ἀηδὲς γάρ· μήτε διακεχυμένος· εὐκαταφρόνητον γὰρ καὶ πεπα‐
5τημένον ἀλλ’ ἑκατέρου τὴν ἀρετὴν λαβὼν, τὴν κα‐ κίαν φύγε, καθάπερ ἡ μέλιττα τοῦ μὲν τὸ φαι‐ δρὸν, τοῦ δὲ τὸ σεμνόν. Εἰ γὰρ ἰατρὸς οὐχ ὁμοίως πᾶσι χρήσεται τοῖς σώμασι, πολλῷ μᾶλλον διδάσκα‐ λος. Καίτοι μᾶλλον ἂν τὰ σώματα ἀκατάλληλα φάρ‐
10μακα ἐνέγκοι, ἢ ψυχὴ λόγον· οἷον, πρόσεισιν Ἕλλην, καὶ γίνεταί σοι φίλος; μηδὲν αὐτῷ περὶ τούτου δια‐ λεχθῇς, ἕως ἂν γένηται πάνυ φίλος· καὶ ὅταν γένηται, ἠρέμα. γʹ. Ὅρα γὰρ καὶ ὁ Παῦλος ἡνίκα εἰς τὰς Ἀθήνας
15παρεγένετο, πῶς αὐτοῖς διελέγετο. Οὐκ εἶπεν, Ὦ μια‐ ροὶ καὶ παμμίαροι· ἀλλὰ τί; Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Πάλιν ὅτε ὑβρίσαι ἐχρῆν, οὐ παρῃτήσατο· ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος ἔλεγε τῷ Ἐλύμᾳ· Ὢ πλή‐
20ρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ὥσπερ γὰρ ἐκείνους ὑβρίσαι ἀνοίας ἦν, οὕτω τοῦτον μὴ ὑβρίσαι μαλακίας ἦν. Πάλιν, εἰσήχθης πρὸς ἄρχοντα διὰ πρᾶγμα; τὰς προσηκούσας ἀπόνειμαι τιμάς. Πάντα
25ὑμῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε. Διὰ τί μὴ συνῆλ‐ θον, φησί; Τί δέ ἐστι, Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε; Τουτέστι, Τὰ δεσμὰ, καὶ τὰ ἄλλα πάντα τὰ κατ‐ έχοντά με. Οὐκ ἂν οὖν ὁ προσευχόμενος αὐτοὺς ἰδεῖν, ὁ καὶ ἑτέρους ἀποστέλλων, αὐτὸς ὑστέρησα, μὴ
30μεγάλης με κατεχούσης ἀνάγκης. Καὶ μὴν τοῦτο οὐκ ἦν ἐγκαλούντων. Καὶ μὴν σφόδρα ἐγκαλούντων. Τὸ γὰρ μαθεῖν ὅτι καὶ πειρασμοῖς περιέπεσε καὶ ἤνεγκε γενναίως, τοῦτο πιστουμένου ἦν τὸ πρᾶγμα, καὶ ἀνορθοῦντος τὰς ἐκείνων ψυχάς.
35 Σὺν Ὀνησίμῳ, φησὶ, τῷ ἀγαπητῷ καὶ πιστῷ ἀδελφῷ. Ἀδελφὸν τὸν δοῦλον ὁ Παῦλός φησιν· εἰκό‐ τως· ὅπου γε καὶ ἑαυτὸν δοῦλον ὀνομάζει τῶν πιστῶν. Κατενέγκωμεν πάντες τὸν τῦφον, καταπατήσωμεν τὴν ἀλαζονείαν. Δοῦλον ὀνομάζει ἑαυτὸν Παῦλος, ὁ
40τῆς οἰκουμένης ἀντάξιος καὶ μυρίων οὐρανῶν, καὶ σὺ μέγα φρονεῖς; ὁ πάντα ἄγων καὶ φέρων ὡς ἤθελεν, ὁ τὰ πρωτεῖα ἔχων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὁ ἐστεφανωμένος, ὁ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, τοὺς δούλους ἀδελφοὺς καλεῖ, καὶ συνδούλους. Ποῦ ἡ μα‐
45νία; ποῦ ἡ ἀλαζονεία; Οὕτως ἀξιόπιστος γέγονεν ὁ Ὀνήσιμος, ὥστε καὶ τοιαῦτα πιστεύεσθαι. Καὶ Μάρκος, φησὶν, ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλά‐ βετε ἐντολάς· δέξασθε αὐτόν. Ἴσως παρὰ Βαρνάβα ἐντολὰς ἔλαβον. Οἱ ὄντες ἐκ περιτομῆς. Καταστέλ‐

62

.

377

(50)

λει τῶν Ἰουδαίων τὸ φύσημα· ἐπαίρει τούτων τὰς ψυχὰς, ὅτι ὀλίγοι μὲν ἐκ περιτομῆς, οἱ δὲ πλείους ἐκ τῶν ἐθνῶν. Οἵτινες ἐγενήθησάν μοι, φησὶ, παρ‐ ηγορία. Δείκνυσιν ἑαυτὸν ἐν πειρασμοῖς ὄντα μεγάλοις. Ὥστε οὐδὲ τοῦτο μικρόν· ὅταν τοὺς ἁγίους παρα‐
55καλῶμεν καὶ παρουσίᾳ καὶ λόγῳ καὶ προσεδρείᾳ, ὅταν συγκακουχώμεθα (τοῖς δεσμίοις γὰρ, φησὶν, ὡς συν‐ δεδεμένοι)· ὅταν τὰ ἐκείνων ἡμέτερα ποιῶμεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσομεν. Οὐχ εἱλκύσθης
εἰς τὸ στάδιον; οὐ καθῆκας εἰς τὸν ἀγῶνα; ἄλλοςColumn end

62

.

378

ἀπεδύσατο, ἄλλος παλαίει. Ἀλλ’ ἐὰν θέλῃς, κοινωνή‐ σεις καὶ σύ· ἄλειψον ἐκεῖνον, γενοῦ αὐτοῦ φι‐ λητὴς καὶ σπουδαστὴς, ἔξωθεν ἐπιβόα μεγάλα, διέγειρε τὴν δύναμιν, ἀνακτῶ τὴν ψυχήν. Ταῦτα
5ἐπὶ τῶν ἄλλων ἁπάντων γίνεσθαι ἀκόλουθον. Παῦ‐ λος γὰρ οὐκ ἐδεῖτο, ἀλλ’ ἐκείνους ἐπαίρων ἔλεγε ταῦτα. Σὺ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων τοὺς βου‐ λομένους κακίζειν ἐπιστόμιζε, κατασκεύαζε αὐτῷ ἐραστὰς, ὑπόδεξαι ἐξιόντα μετὰ πολλῆς τῆς θερα‐
10πείας· οὕτω κοινωνήσεις τῶν στεφάνων, οὕτω τῆς δόξης· κἂν μηδὲν ἕτερον ποιήσῃς, ἡσθῇς δὲ ἐπὶ τοῖς γενομένοις, καὶ οὕτως ἐκοινώνησας οὐχ ὡς ἔτυχεν· εἰσήνεγκας γὰρ ἀγάπην, τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν. Εἰ γὰρ οἱ κλαίοντες δοκοῦσι τοῦ πένθους
15κοινωνεῖν, καὶ μεγάλα χαρίζονται τοῖς πενθοῦσι, καὶ τὸ πολὺ τῆς ὀδύνης ἀφαιροῦσι, πολλῷ μᾶλλον καὶ οἱ χαίροντες μείζονα ποιοῦσι τὴν ἡδονήν. Ὅσον γὰρ κακὸν τὸ μὴ ἔχειν τοὺς συλλυπουμένους, ἄκουε τοῦ Προφήτου λέγοντος· Καὶ ὑπέμεινα συλλυπούμε‐
20νον, καὶ οὐχ ὑπῆρξε. Διὰ τοῦτο καὶ Παῦλός φησι· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόν‐ των. Αὔξησον τὴν ἡδονήν· ἂν ἴδῃς τὸν ἀδελφὸν εὐδο‐ κιμοῦντα, μὴ εἴπῃς, Ἐκείνου ἡ εὐδοκίμησις, ἐγὼ τίνος ἕνεκεν χαίρω; οὐκ ἀδελφοῦ ταῦτα τὰ ῥήματα, ἀλλὰ
25πολεμίου. Ἂν θέλῃς, οὐκ ἐκείνου ἐστὶν, ἀλλὰ σοῦ· σὺ κύριος ποιῆσαι αὐτὴν μείζονα, ἂν μὴ κατηφὴς ᾖς, ἀλλ’ ἡσθῇς, ἂν φαιδρὸς γένῃ, ἂν γεγανωμένος. Καὶ ὅτι οὕτως ἔχει τὸ πρᾶγμα, ἐκεῖθεν δῆλον· Οἱ φθονοῦν‐ τες οὐκ ἐκείνοις φθονοῦσι μόνοις τοῖς εὐδοκιμοῦσιν,
30ἀλλὰ καὶ τοῖς ταῖς ἐκείνων εὐδοκιμήσεσι χαίρουσιν· οὕτως ἴσασιν ὅτι καὶ οὗτοι ἐν τῇ εὐδοκιμήσει εἰσὶ, καὶ οὗτοι μάλιστά εἰσιν οἱ σεμνυνόμενοι. Ἐκεῖνος μὲν γὰρ καὶ ἐρυθριᾷ σφόδρα ἐγκωμιαζόμενος· οὗτος δὲ μετὰ πολλῆς τῆς ἡδονῆς ἐγκαλλωπίζεται. Οὐχ
35ὁρᾶτε ἐπὶ τῶν ἀθλητῶν πῶς ὁ μὲν στεφανοῦται, ὁ δὲ οὐ στεφανοῦται; ἡ δὲ ὀδύνη καὶ χαρὰ τῶν ἐρα‐ στῶν ἐστι καὶ τῶν μισούντων· ἐκεῖνοι πηδῶσιν, ἐκεῖνοι σκιρτῶσιν. Ὅρα πόσον ἐστὶ τὸ μὴ φθο‐ νεῖν· ἑτέρου ὁ πόνος, καὶ σοῦ ἡ ἡδονή· ἕτερος τὸν
40στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλω‐ πίζῃ. Εἰπὲ γάρ μοι, ἄλλος νενίκηκε, σὺ τί πηδᾷς; Ἀλλ’ ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόμενον. Διὰ τοῦτο τούτῳ μὲν οὐκ ἐγκαλοῦσιν οἱ φθονοῦντες, πειρῶνται δὲ καταβάλλειν τὴν νίκην· καὶ ἀκούεις
45ῥήματα τοιαῦτα λεγόντων αὐτῶν· Ἐξήλειψά σε, καὶ, Κατέβαλόν σε· καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώμιον σόν. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσοῦτον ἀγαθὸν τὸ μὴ φθονεῖν, ἀλλ’ οἰκειοῦσθαι τὰ ἑτέρου ἀγαθὰ, πολλῷ μᾶλλον ἐπὶ τῇ νίκῃ τοῦ διαβόλου· τότε γὰρ

62

.

378

(50)

καθ’ ἡμῶν πλέον πνεῖ, δηλονότι ὡς πλέον ἡδομένων. Καίτοι γε μιαρὸς ὢν οἶδεν ἀκριβῶς ὅτι μεγάλη αὕτη ἡ ἡδονή. Θέλεις αὐτὸν λυπῆσαι; ἥσθητι καὶ χάρηθι. Θέλεις αὐτὸν εὐφρᾶναι; σκυθρωπὸς γενοῦ· τὴν ἐκ τῆς νίκης τοῦ ἀδελφοῦ γενομένην αὐτῷ λύπην ἐπι‐
55κουφίζεις διὰ τῆς σῆς ἀθυμίας· μετ’ ἐκείνου ἵστασαι ἀποσχισθεὶς τοῦ ἀδελφοῦ· μεῖζον ἢ ἐκεῖνος ποιεῖς κα‐ κόν. Οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν ὄντα τὰ τῶν ἐχθρῶν ποιεῖν, καὶ φίλον ὄντα μετὰ τῶν ἐχθρῶν ἵστα‐ σθαι· οὗτος τῶν ἐχθρῶν μιαρώτερος. Εἰ εὐδοκίμησεν
60ὁ ἀδελφὸς, ἢ λέγων, ἢ ἐπιδεικνύμενος, ἢ κατορθῶν,377

62

.

379

γενοῦ κοινωνὸς τῆς εὐδοκιμήσεως, δεῖξον ὅτι μέλος ἐστὶ σόν. δʹ. Καὶ πῶς, φησίν; ἐγὼ γὰρ οὐκ εὐδοκιμῶ. Μὴ φθέγξῃ ποτὲ τὸ ῥῆμα τοῦτο· σύνελε τὰ χείλη. Εἴ γε
5πλησίον μου ἦς ὁ ταῦτα λέγων, ἐπέθηκα ἂν καὶ τὴν χεῖρα τοῖς χείλεσι, μή ποτε ἀκούσῃ ὁ ἐχθρός. Πολ‐ λάκις πρὸς ἀλλήλους ἔχθρας ἔχομεν, καὶ τοῖς ἐχθροῖς οὐκ ἐπιδεικνύμεθα· τῷ διαβόλῳ οὖν ἐπιδείκνυσαι σύ. Μὴ εἴπῃς τοῦτο, μὴ ἐννοήσῃς· ἀλλὰ καὶ τοὐναντίον·
10Μέλος ἐστὶν ἐμόν· εἰς τὸ σῶμα διαβαίνει ἡ δόξα. Τί οὖν, φησὶν, ὅτι οἱ ἔξωθεν οὐχ οὕτω διάκεινται; Ὅτι σὺ αἴτιος· ὅταν ἴδωσί σε ἀλλοτριούμενον αὐτοῦ τὴν ἡδονὴν, καὶ αὐτοὶ ἀλλοτριοῦνται· ὡς ἂν ἴδωσί σε οἰ‐ κειούμενον, οὐ τολμῶσιν· ἀλλ’ ὁμοίως εἶ καὶ σὺ λαμ‐
15πρός. Οὐκ εὐδοκίμησας λέγων, ἀλλ’ εὐδοκίμησας συνηδόμενος μειζόνως, ἢ ἐκεῖνος. Εἰ γὰρ ἡ ἀγάπη μέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλα‐ βες στέφανον· ἐκεῖνος τὸν ἐκ τῆς ῥητορείας, σὺ τὸν ἐκ τοῦ σφόδρα φιλεῖν· ἐκεῖνος ἐπεδείξατο ῥημάτων ἰσχὺν,
20σὺ διὰ τῶν ἔργων τὸν φθόνον κατέβαλες, ἐπάτησας τὴν βασκανίαν. Ὥστε εἰκότως ἂν μᾶλλον ἐκείνου στεφα‐ νωθείης· λαμπρότερος ὁ σὸς ἀγών· οὐκ ἐπάτησας μόνον τὴν βασκανίαν, ἀλλὰ καὶ ἕτερον τι πεποίηκας. Ἐκεῖνος ἕνα ἔχει στέφανον μόνον, σὺ δὲ δύο, καὶ τοὺς
25δύο τοῦ ἑνὸς λαμπροτέρους. Ποίους τούτους; Ἕνα μὲν ὃν ἀνείλου κατὰ τοῦ φθόνου, δεύτερον δὲ ὃν ἀν‐ εδήσω ἐκ τῆς ἀγάπης. Οὐ γὰρ τοῦ καθαρὸν εἶναι φθό‐ νου τεκμήριον μόνον τὸ συνήδεσθαι, ἀλλὰ καὶ τοῦ ἀγάπην ἔχειν ἐῤῥιζωμένην. Ἐκείνῳ πολλάκις καὶ
30ἀνθρώπινόν τι διενοχλεῖ πάθος, οἷον ἡ κενοδοξία· σὺ δὲ παντὸς εἶ πάθους καθαρός· οὐ γὰρ δὴ κενοδοξῶν χαίρεις ἐπὶ τοῖς ἑτέρου καλοῖς. Ὤρθωσε τὴν ἐκκλη‐ σίαν ἐκεῖνος, εἰπέ μοι; ηὔξησε τὸν σύλλογον; ἐπαίνε‐ σον πάλιν· ἔχεις διπλοῦς τοὺς στεφάνους· τὸν φθόνον
35κατέβαλες, τὴν ἀγάπην ἀνεδήσω. Ναὶ δέομαι, καὶ ἀν‐ τιβολῶ. Βούλει καὶ τρίτον ἀκοῦσαι στέφανον; τοῦτον οἱ κάτω κροτοῦσιν ἄνθρωποι, σὲ οἱ ἄνω ἄγγελοι. Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν. Οὗτος ὁ ἔπαινος πρόσκαιρος, ἐκεῖνος αἰώ‐
40νιος· οὗτος ἐξ ἀνθρώπων, ἐκεῖνος ἐκ Θεοῦ· οὗτος φαί‐ νεται ἐστεφανωμένος, σὺ δὲ ἐν τῷ κρυπτῷ στεφανοῦ‐ σαι, ὅπου ὁ Πατήρ σου ὁρᾷ. Εἰ τὸ σῶμα ἀποσχίσαντα τὴν ἑκάστου ψυχὴν ἦν ἰδεῖν, ἔδειξα ἄν σοι τοῦτον ἐκείνου σεμνότερον, μᾶλλον ἀποστίλβοντα. Πατήσω‐
45μεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦμεν ἀγαπητοὶ, αὐτοὶ ἀναδησόμεθα τὸν στέ‐ φανον. Ὁ βασκαίνων, τῷ Θεῷ μάχεται, οὐκ ἐκείνῳ· ὅταν γὰρ ἴδῃ χάριν ἔχοντα, καὶ ἀλγῇ, καὶ βούληται καθαι‐

62

.

379

(50)

ρεῖσθαι τὴν Ἐκκλησίαν, οὐκ ἐκείνῳ μάχεται,Column end

62

.

380

ἀλλὰ τῷ Θεῷ. Εἰπὲ γάρ μοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίμει καλλωπίζων αὐτὴν καὶ σεμνὴν ἐργαζόμενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχημονῆσαι, καὶ μὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν
5ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί; Οὕτω καὶ νῦν σὺ ὁ βασκαίνων μάχῃ τῇ Ἐκκλησίᾳ, τῷ Θεῷ πολεμεῖς. Ἐπειδὴ γὰρ τῇ εὐδοκιμήσει τοῦ ἀδελφοῦ συμπέπλεκται καὶ ἡ τῆς Ἐκκλησίας ὠφέλεια, ἀνάγκη, ταύτης καταλυομένης, κἀκείνην
10καταλύεσθαι· ὥστε κατὰ τοῦτο, ἔργον σατανικὸν ποιεῖς, ἐπιβουλεύων τῷ σώματι τοῦ Χριστοῦ. Πρὸς τοῦτον ἀλγεῖς τὸν οὐδὲν ἠδικηκότα. πολλῷ δὲ μᾶλ‐ λον πρὸς τὸν Χριστόν. Τί σε ἠδίκησεν, ὅτι οὐκ ἀφίης τὸ σῶμα αὐτοῦ καλλωπισθῆναι τῷ κάλλει; ὅτι οὐκ
15ἀφίης τὴν νύμφην κοσμηθῆναι; Θέα δέ μοι τὴν τιμω‐ ρίαν, ὅση· Τοὺς ἐχθροὺς εὐφραίνεις τοὺς σοὺς, καὶ αὐτὸν ἐκεῖνον τὸ εὐδοκιμοῦντα, ὃν βούλει λυπῆσαι φθονῶν, μᾶλλον αὐτὸν εὐφραίνεις, μᾶλλον δεικνύεις, ὅτι ηὐδοκίμησε βασκαίνων· οὐ γὰρ ἂν ἐβάσκηνας
20μᾶλλον δεικνύεις ὅτι τιμωρῇ. Αἰσχύνομαι μὲν οὖν ἀπὸ τούτων προτρέπων· πλὴν ἀλλ’ ἐπειδὴ οὕτως ἀσθενῶς διακείμεθα, καὶ ἀπὸ τούτων παιδευθέντες τοῦ ὀλεθρίου τούτου πάθους ἀπαλλαγῶμεν. Ἀλγεῖς ὅτι ηὐδοκίμησε; τί οὖν τὴν εὐδοκίμησιν αὐτοῦ ἐπαί‐
25ρεις φθονῶν; Βούλει αὐτὸν τιμωρήσασθαι; Τί οὖν δεικνύεις ὅτι ἀλγεῖς; τί τιμωρίαν σαυτὸν ἀπαιτεῖς ἔμπροσθεν τούτου, ὃν βούλει μὴ εὐδοκιμεῖν; Διπλῆ λοιπὸν ἔσται ἡ ἡδονὴ τούτῳ καὶ σοὶ ἡ τιμωρία, οὐ μόνον ὅτι μέγαν δεικνύεις αὐτὸν, ἀλλ’ ὅτι καὶ ἑτέ‐
30ραν αὐτῷ ἐντίκτεις ἡδονὴν τιμωρούμενος σαυτόν· καὶ πάλιν ὑπὲρ ὧν ἀλγεῖς, ἐκεῖνος ἥδεται, σοῦ φθο‐ νοῦντος. Ὅρα πῶς πληγὰς χαλεπὰς ἑαυτοῖς διδόαμεν, καὶ οὐκ αἰσθανόμεθα. Ἀλλ’ ἐχθρός ἐστι. Καίτοι γε διὰ τί ἐχθρός; Τί ἠδίκησεν; Ἀλλ’ ὅμως τὸν ἐχθρὸν
35λαμπρότερον ποιοῦμεν, καὶ ἡμᾶς αὐτοὺς πλέον κολά‐ ζομεν τούτῳ. Πάλιν ἑαυτοὺς τιμωρούμεθα, ἂν αἰσθώ‐ μεθα ὅτι ἔγνω ἐκεῖνος. Ἴσως μὲν γὰρ ἐκεῖνος οὐχ ἥδεται· ἡμεῖς δὲ νομίζοντες ὅτι ἥδεται, πάλιν διὰ τοῦτο ἀλγοῦμεν. Οὐκοῦν παῦσαι φθονῶν· τί τραύ‐
40ματα ἑαυτῷ παρέχεις; Ταῦτα ἐννοήσωμεν, ἀγα‐ πητοὶ, τοὺς στεφάνους τοὺς διπλοῦς τῶν μὴ φθονούν‐ των, τοὺς ἐπαίνους τοὺς παρὰ ἀνθρώπων, τοὺς παρὰ Θεοῦ, τὰ κακὰ τὰ ἀπὸ τῆς βασκανίας· καὶ οὕτω δυνησόμεθα σβέσαι τὸ θηρίον, καὶ εὐδοκιμῆσαι ἔμ‐
45προσθεν τοῦ Θεοῦ, καὶ τῶν αὐτῶν τυχεῖν τοῖς εὐδο‐ κιμοῦσι. Τευξόμεθα γὰρ ἴσως· κἂν μὴ τύχωμεν δὲ, διὰ τὸ συμφέρον οὐ τευξόμεθα· πλὴν καὶ οὕτω δυνη‐ σόμεθα εἰς δόξαν Θεοῦ ζήσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, χάριτι καὶ φιλ‐

62

.

380

(50)

ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

379

(54)

ΟΜΙΛΙΑ ΙΒʹ.
55Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε‐ πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.
Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρColumn end

62

.

380

(55)

ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα‐ πόλει. αʹ. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄν‐
δρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιά‐379

62

.

381

ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φη‐ σὶ, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δεί‐ κνυσι καὶ ποιεῖ φιλεῖσθαι καὶ τὸ ὑπερεύχεσθαι. Συν‐ ίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ
5(τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρὶ, ἅτε τοιούτους φέροντες ἄνδρας. Καὶ πάντοτε, φησὶν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς εἶπεν, Εὐ‐
10χόμενος, ἀλλ’, Ἀγωνιζόμενος, τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ.
15Καὶ τῶν ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν ἐν Ἱερα‐ πόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι; Εἰκὸς μὲν οὖν αὐτοὺς ἀκοῦ‐ σαι· πλὴν καὶ τῆς Ἐπιστολῆς ἀναγινωσκομένης, ἐμάνθανον. Ποιήσατε γὰρ, φησὶν, ἵνα καὶ ἐν τῇ
20Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. —Ἵνα στῆτε, φησὶ, τέλειοι. Ἅμα καὶ κατηγορεῖ αὐτῶν, καὶ ἀν‐ επαχθῶς παραινεῖ καὶ συμβουλεύει. Ἔνι γὰρ καὶ τέ‐ λειον εἶναι, καὶ μὴ ἑστάναι, ὡς ἐάν τις πάντα μὲν εἰδῇ, σαλεύηται δὲ ἔτι· ἔνι καὶ μὴ τέλειον εἶναι, καὶ
25ἑστάναι, ὡς ἐάν τις μέρος μὲν εἰδῇ, ἕστηκε δὲ οὐ βεβαίως. Ἀλλ’ οὗτος ἀμφότερα εὔχεται, Ἵνα στῆτε, φησὶ, τέλειοι. Ὅρα ποῦ πάλιν αὐτοὺς ὑπέμνησε τοῦ περὶ τῶν ἀγγέλων λόγου, καὶ περὶ τοῦ βίου. Καὶ πεπληρωμένοι, φησὶν, ἐν παντὶ θελήματι
30τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἀρκεῖ τὸ θέλημα ποιεῖν. Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα εἶναι ἐν αὐτῷ, ἐπεὶ οὐ πεπληροφόρηται. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολύν. Καὶ ζῆλον, καὶ πο‐ λύν· ἀμφότερα ἐπιτάσεως· ὥσπερ καὶ αὐτός φησι
35Κορινθίοις γράφων· Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός. Οὗτός ἐστιν ὁ εὐαγγελιστής. Οὐ τοῦτον δὲ ταπεινῶν, ὕστερον τίθησιν, ἀλλ’ ἐκεῖνον ἐπαίρει τὸν Ἐπαφρᾶν. Εἰκὸς εἶναι καὶ ἄλλους καλουμένους τῷ ὀνόματι τούτῳ.
40Καὶ Δημᾶς. Εἰπὼν δὲ, Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς, προσέθηκεν, Ὁ ἀγαπητός. Ἐγκώμιον καὶ τοῦτο οὐ μικρὸν, ἀλλὰ καὶ σφόδρα μέγα, τὸ Παύλου εἶναι ἀγαπητόν. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ’
45οἶκον αὐτοῦ Ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγ‐ κολλᾷ καὶ συνάπτει πρὸς ἑαυτοὺς, οὐ τῷ ἀσπά‐ σασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἀντιδοῦναι. Εἶτα πάλιν χαρίζεται, κατ’ ἰδίαν αὐτὸν προσαγο‐ ρεύων. Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς

62

.

381

(50)

ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον. Οὐδὲ γὰρ μικρόν ἐστιν, ὅταν μὴ μετὰ τῶν λοιπῶν ἀριθμῆται. Ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴ γε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαο‐
55δικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ. Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν
ἀκοῦσαι. Καὶ τούτοις μείζων ἦν ἡ ὠφέλεια, ὅταν ἑτέ‐Column end

62

.

382

ρων ἐγκαλουμένων, τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγι‐ νώσκωσι. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Τινὲς λέγουσιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην, ἀλλὰ τὴν παρ’ αὐτῶν
5Παύλῳ· οὐ γὰρ εἶπε, τὴν πρὸς Λαοδικέας, ἀλλὰ, Τὴν ἐκ Λαοδικείας, φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; Ἴσως οὐκ ἐδεῖτο, ἀλλὰ ψιλῆς
10μόνης ὑπομνήσεως, ὥστε σπουδαιότερος εἶναι. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾷν, καὶ πάσχειν τι πρὸς ταῦτα. Μνημονεύετέ μου τῶν δεσμῶν. Βαβαὶ, πόση παράκλησις! Τοῦτο γὰρ
15ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι καὶ γενναιοτέ‐ ρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας· οὐ μόνον δὲ γεν‐ ναιοτέρους, ἀλλὰ καὶ οἰκειοτέρους αὐτοὺς ἐποίει. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν. βʹ. Μέγα ἐγκώμιον, καὶ μεῖζον τῶν ἄλλων ἁπάντων
20τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ. Καὶ διάκονον αὐτὸν ὑπὲρ αὐτῶν φησιν, ὥσπερ καὶ ἑαυτὸν τῆς Ἐκκλησίας λέγει διάκονον, ὡς ὅταν λέγῃ· Ἧς ἐγενόμην ἐγὼ Παῦλος διά‐ κονος. Εἰς τὸ αὐτὸ ἀξίωμα ἀναφέρει τὸν ἄνδρα,
25καὶ σύνδουλον ἀνωτέρω καλεῖ, καὶ ἐνταῦθα δοῦλον. Ὁ ἐξ ὑμῶν, φησίν· ὡς πρὸς μητέρα διαλεγόμε‐ νος, καὶ λέγων· Ὁ ἐκ τῆς γαστρὸς τῆς σῆς. Ἀλλὰ τοῦτο φθόνον ἂν ἔτεκε τὸ ἐγκώμιον. Διὰ τοῦτο οὐκ ἀπὸ τούτων αὐτὸν συνίστησι μόνον, ἀλλὰ καὶ ἐκ τῶν
30πρὸς αὐτούς· καὶ ἐκεῖ φθόνον λύει, καὶ ἐνταῦθα. Πάντοτε, φησὶν, ἀγωνιζόμενος ὑπὲρ ὑμῶν· οὐ νῦν μόνον παρ’ ἡμῖν, ὥστε ἐπιδείξασθαι, οὐδὲ παρ’ ὑμῖν μόνον, ὥστε ὑμῖν ἐπιδείξασθαι. Μεγάλην προ‐ θυμίαν ἔδειξε τῷ εἰπεῖν. Ἀγωνιζόμενος. Εἶτα,
35ἵνα μὴ δόξῃ κολακεύειν αὐτοὺς, ἐπήγαγεν, ὅτι Ζῆλον ἔχει πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδι‐ κείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Καὶ τὸ, Ἵνα στῆτε τέλειοι, καὶ τοῦτο οὐ κολακείας, ἀλλ’ αἰδεσίμου διδα‐ σκάλου Καὶ πεπληρωμένοι, φησὶ, καὶ τέλειοι. Τὸ μὲν
40ἔδωκε, τὸ δὲ εἶπεν ὑστερεῖν. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ σαλεύησθε, ἀλλ’, Ἵνα στῆτε. Τὸ μέντοι παρὰ πολλῶν ἀσπάζεσθαι αὐτοὺς, ἀνακτᾶται αὐτοὺς, ὅταν μὴ μόνον οἱ οἰκεῖοι ἐξ αὐτῶν, ἀλλὰ καὶ ἕτεροι αὐτῶν μνη‐ μονεύωσι. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν δια‐
45κονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ. Μάλιστα αὐτοὺς αὐτῷ ὑποτάττει. Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀνα‐ δεδεγμένοι τὸ πᾶν· ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθη‐ ταῖς περὶ τοῦ διδασκάλου λέγειν. Ἀλλ’ ἐπιστομίζων

62

.

382

(50)

αὐτοὺς, ταῦτα γράφει. Εἴπατε, φησὶν, Ἀρχίππῳ Βλέπε. Φοβοῦντός ἐστι τοῦτο τὸ ῥῆμα πανταχοῦ, ὡς ὅταν λέγῃ· Βλέπετε τοὺς κύνας· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν· Βλέπετε μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς
55ἀσθενοῦσι. Καὶ πανταχοῦ οὕτω φησὶν ὅταν φοβῇ. Βλέπε, φησὶ, τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Οὐδὲ ἀφίησιν αὐτὸν κύριον εἶναι, καθάπερ αὐτὸς ἔλεγεν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονο‐
60μίαν πεπίστευμαι. Ἵνα αὐτὴν πληροῖς· διηνεκῶς
κεχρημένος σπουδῇ. Ἣν παρέλαβες ἐν Κυρίῳ. Πά‐381

62

.

383

λιν τὸ, Ἐν, διὰ Κυρίου, ἐστίν· Αὐτός σοι ἔδωκεν, οὐχ ἡμεῖς. Κἀκείνους ὑποτάττει αὐτῷ, τῷ δεικνύειν παρὰ Θεοῦ αὐτοὺς ἐγκεχειρισμένον· Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ’ ὑμῶν. Ἀμήν.
5Τὸν φόβον ἔλυσεν. Εἰ γὰρ καὶ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει. Καὶ τοῦτο τῆς χάριτος τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσ‐ ώπου τοῦ συνεδρίου χαίροντες ὅτι κατηξιώθη‐
10σαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Κατ‐ αξιωθῆναι γὰρ ὄντως ἐστὶ, καὶ τὸ ἀτιμασθῆναι καὶ τὸ δεθῆναι. Εἰ γὰρ ἐρώμενόν τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον τὸ διὰ τὸν Χριστόν. Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τὰς θλίψεις διὰ
15Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἔστω ἡμῶν προτροπή· οἷον, πα‐ ραινεῖς τισι, πένησι δοῦναι διὰ Χριστόν; ἀνάμνησον αὐτοὺς τῶν Παύλου δεσμῶν, καὶ σαυτὸν κἀκείνους ταλάνισον, εἰ ἐκεῖνος μὲν καὶ τὸ σῶμα ἐξέδωκε δε‐
20σμοῖς δι’ αὐτὸν, σὺ δὲ οὐδὲ τροφῆς μεταδίδως. Ἐπ‐ ήρθης ἐπὶ κατορθώμασι; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὅτι οὐδὲν τοιοῦτον ἔπαθες, καὶ οὐκέτι ἐπαρθήσῃ. Ἐπεθύμησας τῶν τοῦ πλησίον; μνημό‐ νευσον τῶν Παύλου δεσμῶν, καὶ ὄψει πῶς ἄτοπον
25ἐκεῖνον μὲν ἐν κινδύνοις εἶναι, σὲ δὲ τρυφᾷν. Ἐπεθύμησας πάλιν τρυφῆς; ἐν νῷ λάβε τὸ δε‐ σμωτήριον Παύλου· ἐκείνου μαθητὴς εἶ, ἐκείνου συστρατιώτης. Πῶς ἔχει λόγον, τὸν μὲν συστρα‐ τιώτην ἐν δεσμοῖς εἶναι, σὲ δὲ ἐν τρυφῇ; Ἐν
30θλίψει γέγονας, ἐνόμισας ἐγκαταλελεῖφθαι; ἄκουε τῶν Παύλου λόγων, καὶ ὄψει ὅτι τὸ ἐν θλίψει εἶναι οὐκ ἐγκαταλείψεώς ἐστι τεκμήριον. Θέλεις σηρικὰ φορεῖν ἱμάτια; μνημόνευε τῶν Παύλου δε‐ σμῶν, καὶ ταῦτά σοι φανεῖται τῶν ῥακίων ἀτι‐
35μότερα τῶν βεβορβορωμένων. Θέλεις χρυσία περιθέ‐ σθαι; ἐν νῷ λάβε τὰ Παύλου δεσμὰ, καὶ σχοίνου παλαιᾶς οὐδὲν ἄμεινόν σοι δόξει ταῦτα διακεῖσθαι. Θέλεις διαθεῖναι τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι; ἐννόησον τὸν αὐχμὸν τοῦ Παύλου τὸν ἐν τῷ δεσμω‐
40τηρίῳ, καὶ ἐκκαήσῃ πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ τοῦτο ἐσχάτην ἡγήσῃ δυσείδειαν, καὶ στενάξεις πικρῶς ἐπιθυμοῦσα ἐκείνων τῶν δεσμῶν. Θέλεις ἐπι‐ τρίμματα καὶ ὑπογραφὰς ἑαυτῇ περιθεῖναι, καὶ ὅσα τοιαῦτα; ἐννόησον τὰ ἐκείνου δάκρυα· τριετίαν,
45νύκτα καὶ ἡμέραν οὐκ ἐπαύετο δακρύων. Τούτῳ τῷ κόσμῳ καλλώπιζε τὴν παρειάν· ταῦτα τὰ δάκρυα λαμπρὰν αὐτὴν ἐργάζεται. Οὐ λέγω ἵνα ὑπὲρ τῶν ἄλλων δακρύῃς (βούλομαι μὲν γὰρ καὶ τοῦτο, ἀλλ’ ἀνώτερόν σού ἐστι τοῦτο), ἀλλ’ ὑπὲρ τῶν σῶν ἁμαρ‐

62

.

383

(50)

τημάτων τοῦτο παραινῶ ποιεῖν. Ἐκέλευσας δεσμευ‐ θῆναι παῖδα, καὶ ὠργίσθης καὶ παρωξύνθης; μνη‐ μόνευε τῶν Παύλου δεσμῶν, καὶ εὐθέως παύσεις τὴν ὀργήν· ἀναμνήσθητι ὅτι τῶν δεδεμένων ἡμεῖς, ἀλλ’ οὐ τῶν δεόντων, τῶν συντετριμμένων τὴν καρ‐
55δίαν, ἀλλ’ οὐ τῶν συντριβόντων. Διεχύθης καὶ ἀν‐ εκάγχασας μέγα; ἔννοιαν λάβε τῶν ἐκείνου ὀδυρ‐ μῶν, καὶ στενάξεις· πολλῷ σε λαμπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν. Εἶδες τρυφῶντας καὶ ὀρ‐ χουμένους; μνημόνευσον αὐτοῦ τῶν δακρύων. Ποία
60πηγὴ τοσαῦτα ἀνέβλυσε νάματα, ὡς οἱ ὀφθαλμοὶColumn end

62

.

384

ἐκεῖνοι τὰ δάκρυα; Μνημονεύετέ μου, φησὶ, τῶν δακρύων, ὥσπερ τῶν δεσμῶν ἐνταῦθα. Καὶ εἰκό‐ τως ἐκείνοις ταῦτα εἶπεν, ἡνίκα ἀπὸ τῆς Ἐφέσου αὐτοὺς μετεστείλατο εἰς τὴν Μίλητον. Διδασκάλοις
5γὰρ ἔλεγεν· ὥστε ἐκείνους μὲν καὶ τὸ συνάγειν ἀπαιτεῖ, τούτους δὲ τὸ κινδυνεύειν μόνον. γʹ. Ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τού‐ τοις; τὴν ἐν τῷ παραδείσῳ, τὴν ποτίζουσαν τὴν γῆν ἅπασαν; Ἀλλ’ οὐδὲν ἴσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δα‐
10κρύων πηγὴ ψυχὰς ἐπότιζεν, οὐ γῆν. Εἴ τις ἡμῖν δεδακρυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα, οὐ πολλῷ ἦν βέλτιον ἰδεῖν, ἢ χοροὺς μυρίους φαιδρῶς ἐστεφανωμένους; Οὐ λέγω περὶ ὑμῶν· ἀλλ’ εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν
15ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρε‐
20φόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν
25παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρ‐ μάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν· εἶτά μοι ἔδειξε Παῦλον δακρύοντα, ταύτην ἂν ἀφεὶς ἐπεπή‐ δησα τῇ τούτου θέᾳ· κάλλος γὰρ ἀπέλαμπεν ἀπὸ τούτων τῶν ὀφθαλμῶν πνευματικόν. Ἐκεῖνο μὲν γὰρ
30ποιεῖ ἐξίστασθαι νέων ψυχὰς, ἐκκαίει καὶ φλέγει· τοῦτο δὲ τοὐναντίον καταστέλλει. Τούτου τοὺς ὀφθαλ‐ μοὺς ὁ ὁρῶν ὡραιότερον τὸν τῆς ψυχῆς ἐργάζεται, κατασπᾷ γαστέρα, φιλοσοφίας ἐμπίπλησι, συμπα‐ θείας πολλῆς, καὶ ἀδαμαντίνην μαλάξαι δύναται
35ψυχήν. Τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φυτεύονται τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται, καὶ αἰσθητὸν καὶ σωματι‐ κόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυ‐ ρωμένα σβέννυσι. Μνημονεύωμεν τοίνυν τῶν δακρύων
40αὐτοῦ, καὶ πάντων καταγελασόμεθα τῶν παρόντων. Ταῦτα ἐμακάριζεν ὁ Χριστὸς τὰ δάκρυα, λέγων· Μακάριοι οἱ πενθοῦντες, καὶ μακάριοι οἱ κλαίον‐ τες, ὅτι αὐτοὶ γελάσονται. Τοιαῦτα καὶ Ἡσαΐας, καὶ Ἱερεμίας ἠφίει δάκρυα· καὶ ὁ μὲν ἔλεγεν· Ἄφετέ
45με, πικρῶς κλαύσομαι· ὁ δὲ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πη‐ γὰς δακρύων; ὡς οὐκ ἀρκούσης τῆς φυσικῆς. Οὐ‐ δὲν τῶν δακρύων τούτων ἥδιον· παντὸς γέλωτος ταῦτα ἡδύτερα. Ἴσασιν οἱ πενθοῦντες, πόσην ἔχει

62

.

384

(50)

τὸ πρᾶγμα παραμυθίαν. Μὴ ἀπευκτὸν αὐτὸ εἶναι νομίζωμεν, ἀλλὰ καὶ σφόδρα εὐκτόν. Οὐχ ὥστε ἑτέρους ἁμαρτάνειν, ἀλλ’ ὥστε ἁμαρτανόντων αὐ‐ τῶν ἡμᾶς κατακλᾶσθαι, τούτων μνημονεύωμεν τῶν δακρύων, τούτων τῶν δεσμῶν. Ἄρα καὶ ἐπὶ τῶν δε‐
55σμῶν δάκρυα κατέβαινεν· οὐκ ἠφίει δὲ αὐτὸν τῆς ἀπὸ τῶν δεσμῶν ἡδονῆς αἰσθάνεσθαι τῶν ἀπολλυμένων ὁ θάνατος, τῶν δεσμούντων. Καὶ γὰρ ὑπὲρ ἐκείνων
ἤλγει· μαθητὴς γὰρ ἦν ἐκείνου τοῦ δακρύοντος τοὺς383

62

.

385

ἱερέας τῶν Ἰουδαίων, οὐχ ὅτι αὐτὸν ἔμελλον σταυ‐ ροῦν, ἀλλ’ ὅτι αὐτοὶ ἀπώλλυντο. Καὶ οὐκ αὐτὸς μό‐ νος αὐτὸ ποιεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους οὕτω παρακα‐ λεῖ, λέγων· Μὴ κλαίετε ἐπ’ ἐμὲ, θυγατέρες Ἱερου‐
5σαλήμ. Εἶδον τὸν παράδεισον οὗτοι οἱ ὀφθαλμοὶ, εἶδον τὸν τρίτον οὐρανόν· ἀλλ’ οὐ μακαρίζω αὐτοὺς τῆς θέας ταύτης ἕνεκεν οὕτως, ὡς τῶν δακρύων ἐκείνων, δι’ ὧν εἶδον τὸν Χριστόν. Μακάριον μὲν ὄντως τοῦτο· καὶ γὰρ καὶ αὐτὸς ἐπ’ αὐτῷ σεμνύνεται λέγων· Οὐχὶ
10Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; ἀλλὰ μακαριώτερον τὸ δακρῦσαι οὕτως. Ἐκείνου πολλοὶ κεκοινωνήκασι τοῦ θεάματος, καὶ τοὺς μὴ κοινωνή‐ σαντας μακαρίζει πάλιν Χριστὸς, λέγων· Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες· τούτου δὲ οὐ
15πολλοὶ ἐπέτυχον. Εἰ γὰρ τὸ μένειν διὰ Χριστὸν ἐν‐ ταῦθα τοῦ ἀναλῦσαι πρὸς αὐτὸν ἀναγκαιότερον διὰ τὴν σωτηρίαν τῶν ἄλλων, ἄρα καὶ τοῦ ἰδεῖν αὐτὸν τὸ δι’ αὐτοὺς στενάξαι ἀναγκαιότερον. Εἰ γὰρ τοῦ σὺν αὐτῷ εἶναι τὸ δι’ αὐτὸν εἰς γέενναν εἶναι ποθεινότε‐
20ρον, καὶ τοῦ συνεῖναι αὐτῷ τὸ χωρίζεσθαι αὐτοῦ δι’ αὐτὸν ποθεινότερον (τοῦτο γάρ ἐστιν ὅπερ ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ)· πολλῷ μᾶλλον καὶ τὸ δακρύειν δι’ αὐτόν. Οὐκ ἐπαυ‐ σάμην, φησὶ, μετὰ δακρύων νουθετῶν ἕνα ἕκα‐
25στον. Διὰ τί; Οὐχὶ τοὺς κινδύνους δεδοικώς· ἀλλ’ ὥσπερ ἄν τις ἀσθενοῦντι παρακαθήμενος, καὶ μὴ εἰδὼς τὸ τέλος, δακρύοι διὰ πόθον, δεδοικὼς μὴ ἐκπέσῃ τῆς ζωῆς· οὕτω καὶ αὐτὸς, ὅταν εἶδεν ἀσθενοῦντα, καὶ ἐπιπλῆξαι οὐκ ἴσχυσεν, ἐδάκρυε λοιπόν. Τοῦτο
30καὶ ὁ Χριστὸς ἐποίησεν, ἵνα κἂν τὰ δάκρυα αἰδεσθῶ‐ σιν· οἷον, ἡμάρτανέ τις; ἐπετίμα· κατέπτυεν αὐτοῦ ὁ ἐπιτιμώμενος, καὶ ἀπεπήδα; ἐδάκρυεν, ἵνα κἂν οὕτως ἐπισπάσηται. δʹ. Τούτων μνημονεύωμεν τῶν δακρύων· οὕτω
35τὰς θυγατέρας ἀνατρέφωμεν τὰς ἑαυτῶν, οὕτω τοὺς παῖδας, δακρύοντες ὅταν ἴδωμεν ἐν κακοῖς ὄντας. Ὅσαι ἐρᾶσθαι βούλονται, μνημονευέτωσαν τῶν δακρύων Παύλου, καὶ στεναζέτωσαν· ὅσαι μακαρίζεσθε, ὅσαι ἐν θαλάμοις ἐστὲ, ὅσαι ἐν ἡδονῇ, τούτων μνημονεύετε·
40ὅσοι ἐν πένθει, ἀλλάττεσθε δάκρυα δακρύων. Οὐ τοὺς τεθνεῶτας ἐκεῖνος ἐπένθει, ἀλλὰ τοὺς ἀπολλυμένους καὶ ζῶντας. Εἴπω καὶ ἕτερα δάκρυα; Καὶ Τιμόθεος ἔκλαιε· μαθητὴς γὰρ ἦν τούτου· διὸ καὶ γράφων αὐτῷ ἔλεγε· Μεμνημένος σου τῶν δακρύων, ἵνα
45χαρᾶς πληρωθῶ. Πολλοὶ καὶ ἐξ ἡδονῆς ὀδύρονται. Οὕτω καὶ ἡδονῆς ἐστι τὸ πρᾶγμα, καὶ ἡδονῆς μά‐ λιστα ἐπιτεταμένης· οὕτως οὐ φορτικὰ τὰ δάκρυα τὰ ἐξ ὀδύνης τοιαύτης, ἀλλὰ καὶ ἐκείνων πολλῷ βελτίονα τῶν δι’ ἡδονὴν κοσμικήν. Ἄκουε τοῦ Προφήτου λέ‐

62

.

385

(50)

γοντος· Ἤκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυ‐ θμοῦ μου. Ποῦ γὰρ οὐ χρήσιμον τὸ δάκρυον; ἐν εὐχαῖς, ἐν παραινέσεσιν; Ἡμεῖς δὲ αὐτὰ διαβάλλο‐ μεν, οὐκ εἰς ἃ δέδοται κεχρημένοι. Ὅταν ἀδελφὸν παρακαλῶμεν ἁμαρτάνοντα, κλαίειν δεῖ κοπτόμενον
55καὶ στενάζοντα· ὅταν παραινῶμέν τινι, ὁ δὲ μὴ προσ‐ έχῃ, ἀλλ’ ἀπολλύηται, κλαίειν δεῖ. Ταῦτα φιλοσο‐ φίας τὰ δάκρυα· ὅταν μέντοι πένης τις γένηται, ὅταν ἐν νόσῳ ᾖ σωματικῇ, ὅταν ἀποθάνῃ, οὐκέτι· ταῦτα γὰρ οὐ δακρύων ἄξια. Ὥσπερ οὖν καὶ τὸν γέλωτα
60διαβάλλομεν, ἀκαίρως αὐτῷ κεχρημένοι· οὕτω καὶ
τὰ δάκρυα, ἀκαίρως αὐτὰ μεταχειρίζοντες. Ἡ γὰρColumn end

62

.

386

ἑκάστου ἀρετὴ τότε φαίνεται, ὅταν πρὸς τὸ ἐπιτήδειον ἔργον ἄγηται· ὅταν δὲ πρὸς τὸ ἀλλότριον, οὐκέτι. Οἷον, ὁ οἶνος πρὸς εὐφροσύνην δέδοται, ἀλλ’ οὐ πρὸς μέθην· ὁ ἄρτος πρὸς τροφὴν, ἡ μίξις πρὸς παιδο‐
5ποιίαν. Ὥσπερ οὖν ταῦτα διαβέβληται παραχρώμενα, οὕτω καὶ τὰ δάκρυα. Ἐπικείσθω νόμος, ἐν εὐχαῖς μόναις καὶ παραινέσεσι κεχρῆσθαι τούτοις· καὶ ὅρα πῶς καὶ ποθεινὸν ἔσται τὸ πρᾶγμα. Οὐδὲν οὕτως ἀποσμήχει τὰ ἁμαρτήματα, ὡς δάκρυα. Καὶ ταύτην
10τὴν σωματικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα· πρὸς ἔλεον γὰρ ἐπισπᾶται τὸν ὁρῶντα, σεμνὴν ποιεῖ ἡμῖν αὐτήν. Οὐδὲν ἥδιον ὀφθαλμῶν δεδακρυμένων. Τὸ γὰρ εὐγενέστερον ἐν ἡμῖν μέλος καὶ ὡραιότερον καὶ τῆς ψυχῆς τοῦτό ἐστιν. Ἅτε οὖν ὡς αὐτὴν τὴν
15ψυχὴν ὁρῶντες ἀποδυρομένην, οὕτω καμπτόμεθα. Ταῦτα ὑμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε ὑμᾶς μὴ γάμοις, μὴ ὀρχήμασι, μὴ χοροῖς παραγίνεσθαι σατα‐ νικοῖς. Ὅρα γὰρ τί εὗρεν ὁ διάβολος· Ἐπειδὴ τῆς σκηνῆς καὶ τῶν ἀσέμνων τῶν ἐκεῖ ἡ φύσις αὐτὴ τὰς
20γυναῖκας ἀπήγαγεν, εἰς τὴν γυναικωνῖτιν εἰσήγαγε τὰ τοῦ θεάτρου, μαλακοὺς λέγω καὶ πόρνας. Ταύτην τὴν λύμην ὁ τῶν γάμων ἐπεισήγαγε νόμος· μᾶλλον δὲ οὐχ ὁ τοῦ γάμου, μὴ γένοιτο, ἀλλὰ τῆς ἡμετέρας βλακείας. Τί ποιεῖς, ἄνθρωπε; οὐκ οἶδας τί πράτ‐
25τεις. Γυναῖκα ἄγῃ ἐπὶ σωφροσύνῃ καὶ παιδο‐ ποιίᾳ· τί οὖν αἱ πόρναι βούλονται; Ἵνα ἡ εὐφροσύνη, φησὶ, γένηται μείζων. Καὶ μὴν ταῦτα οὐκ ἀφροσύ‐ νης; ὑβρίζεις τὴν νύμφην, ὑβρίζεις τὰς κεκλημένας. Εἰ γὰρ τοιούτοις τέρπονται, ὕβρις τὸ πρᾶγμα. Εἰ
30τὸ γυναῖκας πόρνας ὁρᾷν ἀσχημονούσας φέρει τινὰ φιλοτιμίαν, διὰ τί μὴ καὶ τὴν νύμφην ἕλκεις, ἵνα κἀκείνη θεωρῇ; Πάντως ἄσχημον καὶ αἰσχρὸν, μα‐ λακοὺς ἄνδρας καὶ ὀρχουμένους, καὶ πᾶσαν τὴν πομπὴν τὴν σατανικὴν ἐπεισάγειν τῇ οἰκίᾳ. Μνημο‐
35νεύετέ μου, φησὶ, τῶν δεσμῶν. Δεσμός ἐστιν ὁ γάμος, δεσμὸς ὡρισμένος παρὰ Θεοῦ· λύσις ἡ πόρνη καὶ διάλυσις. Ἔξεστιν ἑτέροις φαιδρύνειν τὸν γάμον, οἷον τραπέζαις πληθούσαις, καὶ ἱματίοις· οὐ περι‐ κόπτω ταῦτα, ἵνα μὴ δόξω σφόδρα εἶναι ἄγριος·
40καίτοι ἤρκεσε τῇ Ῥεβέκκᾳ θέριστρον μόνον· ἀλλ’ οὐ περικόπτω. Ἔξεστιν ἱματίοις φαιδρύνεσθαι, ἔξεστι παρουσίαις αἰδεσίμων ἀνδρῶν, αἰδεσίμων γυ‐ ναικῶν. Τί τὰ ἐπιχάρματα ἐκεῖνα, τί τὰ τέρατα ἐπεισ‐ άγεις; Εἰπὲ ἃ ἀκούεις παρ’ αὐτῶν. Ἀλλ’ ἐρυθριᾷς
45εἰπεῖν; Σὺ ἐρυθριᾷς, κἀκείνους ἀναγκάζεις ποιεῖν; Εἰ καλὸν, διὰ τί μὴ καὶ αὐτὸς ποιεῖς; εἰ δὲ αἰσχρὸν, διὰ τί ἕτερον ἀναγκάζεις; Πάντα σωφροσύνης ἐμ‐ πεπλῆσθαι δεῖ, πάντα σεμνότητος, πάντα κοσμιό‐ τητος· νῦν δὲ τοὐναντίον ὁρῶ, σκιρτῶντας ὡς αἱ

62

.

386

(50)

κάμηλοι, ὡς αἱ ἡμίονοι. Τῇ παρθένῳ θάλαμος ἐπι‐ τήδειον μόνον. Ἀλλὰ πενιχρά ἐστι, φησίν. Ἐπειδὴ πενιχρά ἐστι, καὶ κόσμιος ὀφείλει εἶναι· ἐχέτω τὸν τρόπον ἀντὶ πλούτου. Οὐκ ἔχει προῖκα ἐπιδοῦναι; τί αὐτὴν καὶ ἑτέρως εὐκαταφρόνητον ποιεῖς ἀπὸ τῆς
55ἀναστροφῆς; Ἐπαινῶ ὅτι παρθένοι παραγίνονται τὴν ὁμήλικα τιμῶσαι, ὅτι παραγίνονται γυναῖκες τὴν εἰς αὐτὰς καταχθεῖσαν τιμῶσαι· καλῶς τοῦτο ὥρισται. Δύο γάρ εἰσιν οὗτοι χοροὶ, ὁ τῶν παρθένων, καὶ ὁ τῶν γεγαμημένων· αὗται παραδιδόασιν, ἐκεῖ‐
60ναι δέχονται. Ἡ νύμφη μεταξὺ τούτων ἐστὶν, οὔτε παρθένος, οὔτε γυνή· ἐκεῖθεν μὲν γὰρ ἐξέρχεται.
ταύτης δὲ ἐπιβαίνει τῆς συμμορίας.385

62

.

387

Αἱ δὲ πόρναι, διὰ τί; Δέον αὐτὰς ἐγκαλύπτεσθαι ὅταν γάμος ᾖ, δέον αὐτὰς κατορύττεσθαι (φθορὰ γὰρ γάμου πορνεία), ἡμεῖς δὲ ἄγομεν αὐτὰς εἰς γάμους. Καὶ ὅταν μέν τι ποιῆτε, καὶ μέχρι ῥήματος οἰωνί‐
5ζεσθε τὰ ἐναντία· οἷον, ὅταν σπείρῃς, ὅταν ἀπαντλῇς τῶν ὑποληνίων τὸν οἶνον, τὰ ὀξίνην σημαίνοντα οὐδ’ ἂν ἀποκρίνοιο· ἐνταῦθα δὲ σωφροσύνης γινομένης, ἐπεισάγετε τὴν ὀξίνην; τοῦτο γὰρ ἡ πόρνη. Ὅταν μύρον κατασκευάζητε, οὐδὲν δυσῶδες ἀφίετε πλη‐
10σιάζειν. Μύρον ἐστὶν ὁ γάμος· τί τοίνυν τὴν τοῦ βορβόρου δυσωδίαν ἐπεισάγεις τῇ τοῦ μύρου κα‐ τασκευῇ; Τί λέγεις; ὀρχεῖται ἡ παρθένος, καὶ οὐκ αἰσχύνεται τὴν ὁμήλικα; Ταύτης γὰρ σεμνοτέραν αὐτὴν εἶναι δεῖ· ἐξ ἀγκάλης γε, οὐκ ἐκ παλαίστρας
15ἐξῆλθε. Φαίνεσθαι γὰρ ὅλως ἐν γάμοις τὴν παρθένον οὐ δεῖ. εʹ. Οὐχ ὁρᾷς ἐν τοῖς βασιλείοις, ὅτι οἱ μὲν τε‐ τιμημένοι ἔνδον περὶ τὸν βασιλέα εἰσὶν, οἱ δὲ ἄτιμοι ἔξω; Καὶ σὺ ἔνδον ἔσο περὶ τὴν νύμφην. Ἀλλὰ ἁγνὸς
20μένε ἐπὶ τῆς οἰκίας· μὴ ἐκπόμπευε τὴν παρθενίαν. Παρέστηκεν ἑκάτερος ὁ χορὸς, ὁ μὲν οἵαν διδόασι δεικνὺς, ὁ δὲ ἵνα ταύτην φυλάττωσι· τί καταισχύνεις τὴν παρθενίαν; Εἰ γὰρ σὺ τοιαύτη, τοιαῦτα καὶ περὶ ἐκείνης ὁ νυμφίος ὑποπτεύσει· εἰ σὺ ἐρᾶσθαι θέλεις,
25παντοπώλιδος καὶ λαχανοπώλιδος καὶ δημιουργοῦ ταῦτα. Οὐκ ἔστι ταῦτα αἰσχύνη; Αἰσχύνη ἐστὶ τὸ ἀσχημονεῖν, κἂν βασιλέως θυγάτηρ ᾖ. Μὴ γὰρ ἡ πενία κωλύει; μὴ γὰρ τὸ ἐπιτήδευμα; Κἂν δούλη τις ᾖ παρ‐ θένος, ἐν σωφροσύνῃ μενέτω· Ἐν γὰρ Χριστῷ Ἰησοῦ
30οὔτε δοῦλος, οὔτε ἐλεύθερος. Μὴ γὰρ θέατρόν ἐστιν ὁ γάμος; Μυστήριόν ἐστι, καὶ τύπος μεγάλου πρά‐ γματος· κἂν αὐτὸ μὴ αἰδῇ, αἰδέσθητι οὗ τύπος ἐστί. Τὸ μυστήριον τοῦτο, φησὶ, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Τῆς
35Ἐκκλησίας τύπος ἐστὶ καὶ τοῦ Χριστοῦ, καὶ πόρνας εἰσάγεις; Ἂν τοίνυν, φησὶ, μήτε παρθένοι ὀρχῶνται, μήτε γεγαμημέναι, τίς ὀρχήσεται; Μηδείς· ποία γὰρ ὀρχήσεως ἀνάγκη; Ἐν τοῖς τῶν Ἑλλήνων μυστηρίοις αἱ ὀρχήσεις, ἐν δὲ τοῖς ἡμετέροις σιγὴ καὶ εὐκοσμία,
40αἰδὼς καὶ καταστολή. Μυστήριον τελεῖται μέγα· ἔξω αἱ πόρναι, ἔξω οἱ βέβηλοι. Πῶς μυστήριόν ἐστι; Συν‐ έρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα. Διὰ τί, ὅτε μὲν εἰσῄει, οὐκ ὄρχησις, οὐ κύμβαλα, ἀλλὰ πολλὴ σιγὴ, πολλὴ ἡσυχία· ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον,
45οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ’ αὐτοῦ ποιοῦντες τοῦ Θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράτ‐ τεις τοὺς ὄντας, καὶ αἰσχύνεις τὴν ψυχὴν, καὶ θο‐ ρυβεῖς; Ἔρχονται ἓν σῶμα γενησόμενοι. Ἰδοὺ πάλιν ἀγάπης μυστήριον. Ἂν οἱ δύο μὴ γένωνται ἓν, οὐκ

62

.

387

(50)

ἐργάζονται πολλοὺς, ἕως ἂν δύο μένωσιν· ὅταν δὲ εἰς ἑνότητα ἔλθωσι, τότε ἐργάζονται. Τί μανθάνομεν ἀπὸ τούτου; Ὅτι πολλὴ τῆς ἑνώσεως ἡ ἰσχύς. Τὸ εὐμή‐ χανον τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχὴν, καὶ θέλων δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι καὶ εἷς μένει,
55οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν. Οὐ γάρ ἐστιν εἷς [ὁ] οὐδέπω, ἀλλ’ ἥμισυ τοῦ ἑνός· καὶ δῆλον, ὅτι οὐ παιδοποιεῖ, καθάπερ καὶ πρότερον. Εἶδες τοῦ γάμου τὸ μυστήριον; Ἐποίησεν ἐξ ἑνὸς ἕνα, καὶ πάλιν τοὺς δύο τούτους ἕνα ποιήσας οὕτω ποιεῖ ἕνα· ὥστε
60καὶ νῦν ἐξ ἑνὸς τίκτεται ἄνθρωπος. Γυνὴ γὰρ καὶColumn end

62

.

388

ἀνὴρ οὐκ εἰσὶν ἄνθρωποι δύο, ἀλλ’ ἄνθρωπος εἷς· καὶ παρὸν καὶ πολλαχόθεν αὐτὸ πιστώσασθαι, οἷον ἀπὸ τοῦ Ἰακώβου, ἀπὸ τῆς Μαρίας τῆς μητρὸς τοῦ Χριστοῦ, ἀπὸ τοῦ λέγειν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν
5αὐτούς. Εἰ ὁ μὲν κεφαλὴ, ἡ δὲ σῶμα, πῶς δύο; Διὰ τοῦτο ἡ μὲν μαθητοῦ, ὁ δὲ διδασκάλου τάξιν ἐπέχει· ὁ μὲν ἄρχοντος, ἡ δὲ ἀρχομένης. Καὶ ἀπ’ αὐτῆς δὲ τῆς τοῦ σώματος διαπλάσεως ἴδοι τις ἂν, ὅτι ἕν εἰσιν ἀπὸ γὰρ τῆς πλευρᾶς γέγονε, καὶ ὥσπερ ἡμί‐
10τομα δύο εἰσί. Διὰ τοῦτο καὶ βοηθὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἕν εἰσι· διὰ τοῦτο καὶ πατρὸς καὶ μητρὸς προτιμᾷ τὴν συνοίκησιν, ἵνα δείξῃ ὅτι ἕν εἰσι. Καὶ ὁ πατὴρ ὁμοίως χαίρει καὶ θυγατρὸς καὶ υἱοῦ γαμούντων, ὡς πρὸς οἰκεῖον μέλος ἐπειγομένου τοῦ σώματος· καὶ
15τοσαύτη δαπάνη γίνεται καὶ χρημάτων ἐλάττωσις, καὶ ὅμως οὐκ ἀνέχεται ἄγαμον περιορᾷν. Ὥσπερ γὰρ ἀπεσχισμένης αὐτῇ τῆς σαρκὸς, ἀτελὴς πρὸς παιδοποιίαν ἑκάτερος, ἀτελής ἐστι πρὸς βίου σύστα‐ σιν τοῦ παρόντος ἑκάτερος. Διὰ τοῦτο καὶ ὁ προφήτης
20φησίν· Ὑπόλειμμα πνεύματός σου. Πῶς δὲ καὶ γίνονται εἰς σάρκα μίαν; Καθάπερ χρυσοῦ τὸ κα‐ θαρώτατον ἂν ἀφέλῃς καὶ ἑτέρῳ ἀναμίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χω‐ νευούσης ἡ γυνὴ δεχομένη τρέφει καὶ θάλπει, καὶ
25τὰ παρ’ ἑαυτῆς συνεισενεγκαμένη ἄνδρα ἀποδίδωσι. Καὶ γέφυρά τίς ἐστι τὸ παιδίον. Ὥστε οἱ τρεῖς σὰρξ γίνονται μία, τοῦ παιδὸς ἑκατέρωθεν ἑκατέρους συν‐ άπτοντος. Ὥσπερ γὰρ εἰ δύο πόλεων οὐσῶν, καὶ ποταμοῦ διόλου διαιροῦντος, μία γίνεται πόλις, γε‐
30φύρας ἑκατέρωθεν ἁπτομένης· οὕτως ἐστὶν ἐνταῦθα, καὶ πλέον· αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας. Καὶ τῷ λόγῳ τούτῳ ἕν εἰσιν, ὡς τὸ σῶμα καὶ κεφαλὴ ἓν σῶμα· τῷ γὰρ τραχήλῳ διαιρεῖται· ἀλλ’ οὐ διαιροῦνται μᾶλλον, ἢ συνάπτονται· μέσος
35γὰρ ὢν ἑκατέρους συνάγει· καὶ ταυτὸν γίνεται, ὥσπερ ἂν εἰ χορὸς διεσπασμένος τὸ μὲν ἓν αὐτοῦ μέρος ἐντεῦθεν λαβὼν, τὸ δὲ ἕτερον ἐκ τῆς δεξιᾶς, ἕνα ποιήσειεν· ἢ ὥσπερ οἱ συνεσταλμένοι οὗτοι καὶ τὰς χεῖρας ἐκτείνοντες ἓν γίνονται· αἱ γὰρ χεῖρες ἐκ‐
40ταθεῖσαι, οὐκ ἀφιᾶσιν εἶναι δύο. Διὰ τοῦτο γοῦν καὶ ἀκριβῶς εἶπεν, οὐκ, Ἔσονται μία σὰρξ, ἀλλ’, Εἰς σάρκα μίαν, τὴν τοῦ παιδὸς συναπτόμενοι δηλονότι. Τί οὖν, ὅταν παιδίον μὴ ᾖ, οὐκ ἔσονται δύο καὶ τότε; Εὔδηλον· ἡ μίξις γὰρ τοῦτο ἐργάζεται, ἀνα‐
45χέασα καὶ ἀναμίξασα ἀμφοτέρων τὰ σώματα. Καὶ ὥσπερ εἰς ἔλαιον μύρον ἐμβαλὼν, τὸ πᾶν ἐποίησεν ἓν, οὕτω δὴ καὶ ἐνταῦθα. ϛʹ. Οἶδα ὅτι πολλοὶ αἰσχύνονται τοῖς λεγομένοις· καὶ τούτου αἴτιον ἡ ἀσέλγεια καὶ ἡ ἀκολασία. Τὸ οὕτω

62

.

388

(50)

τοὺς γάμους γίνεσθαι, τὸ παραφθείρεσθαι, τὸ πρᾶ‐ γμα διέβαλεν· ἐπεὶ Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Τί αἰσχύνῃ τῷ τιμίῳ; τί ἐρυθριᾷς ἐπὶ τῷ ἀμιάντῳ; Ταῦτα αἱρετικῶν ἐστι, ταῦτα τῶν τὰς πόρνας ἐπεισαγόντων. Διὰ τοῦτο αὐτὸν ἐκκαθαίρεσθαι
55βούλομαι, ὥστε ἐπὶ τὴν οἰκείαν εὐγένειαν ἀναγαγεῖν, ὥστε τῶν αἱρετικῶν ἐμφράξαι τὰ στόματα. Ὕβρισται
τὸ τοῦ Θεοῦ δῶρον, ἡ ῥίζα τῆς ἡμετέρας γενέσεως·387

62

.

389

πολλὴ γὰρ περὶ τὴν ῥίζαν ἡ κόπρος καὶ ὁ βόρβορος. Τοῦτον οὖν ἐκκαθάρωμεν τῷ λόγῳ. Ἀνέχεσθε τοίνυν μικρὸν ἐπεὶ καὶ ὁ βόρβορον κατέχων δυσωδίας ἀν‐ έχεται. Βούλομαι δεῖξαι ὅτι οὐ χρὴ ἐπὶ τούτοις αἰσχύ‐
5νεσθαι, ἀλλὰ τούτοις οἷς ποιεῖτε· σὺ δὲ ἐπ’ ἐκεί‐ νοις αἰσχύνεσθαι ἀφεὶς, τούτοις αἰσχύνῃ· οὐκοῦν τοῦ Θεοῦ καταγινώσκεις τοῦ οὕτω θεσπίσαντος. Εἴπω πῶς καὶ μυστήριον τῆς Ἐκκλησίας ἐστίν· Ὁ Χριστὸς ἦλθε πρὸς τὴν Ἐκκλησίαν, καὶ ἐξ αὐτῆς γέγονε, καὶ αὐτῇ
10συνεισῆλθε συνουσίᾳ πνευματικῇ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Ὅτι δὲ ἐξ αὐτοῦ ἐσμεν, ἄκουε πῶς φησιν· Ἐκ τῶν μελῶν αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ πάντες ἡμεῖς. Ταῦτα δὴ πάντα ἐννοοῦντες, μὴ αἰσχύνωμεν τὸ τηλικοῦτον μυ‐
15στήριον. Τύπος τῆς τοῦ Χριστοῦ παρουσίας ἐστὶν ὁ γάμος, σὺ δὲ μεθύεις; Εἰπέ μοι, εἰ εἰκόνα εἶδες τοῦ βασιλέως, ἆρα ἂν αὐτὴν ᾔσχυνες; Οὐδαμῶς. Δοκεῖ μὲν οὖν ἀδιάφορα εἶναι τὰ περὶ τὸν γάμον γινόμενα, ἔστι δὲ μεγάλων αἴτια κακῶν. Πάντα παρανομίας
20γέμει. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν. Πάντα δὲ ἐκεῖνα, αἰσχρότης καὶ μωρολογία καὶ εὐ‐ τραπελία, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιτάσεως· τέχνη γὰρ τὸ πρᾶγμά ἐστι, καὶ ἐγκώμια μεγάλα τοῖς αὐτὴν
25μετιοῦσι· τὰ ἁμαρτήματα τέχνη γέγονεν. Οὐχ ἁπλῶς αὐτὰ μετερχόμεθα, ἀλλὰ μετὰ σπουδῆς, μετὰ ἐπι‐ στήμης· καὶ στρατηγεῖ λοιπὸν ὁ διάβολος τῶν αὑτοῦ ταγμάτων. Ὅπου γὰρ μέθη, ἀκολασία· ὅπου αἰσχρο‐ λογία, ὁ διάβολος πάρεστι τὰ παρ’ ἑαυτοῦ εἰσφέρων.
30Τούτοις ἑστιώμενος, εἰπέ μοι, μυστήριον Χριστοῦ τελεῖς, καὶ τὸν διάβολον καλεῖς; Τάχα με φορτικὸν εἶναι νομίζετε. Καὶ γὰρ καὶ τοῦτο τῆς διαστροφῆς τῆς πολλῆς, ὅτι καὶ ὁ ἐπιτιμῶν, γέλωτα ὀφλισκάνει ὡς αὐστηρός. Οὐκ ἀκούετε Παύλου λέγοντος, Πᾶν ὅ τι
35ἂν ποιῆτε, εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε; Ὑμεῖς δὲ εἰς δυσφη‐ μίαν καὶ ἀδοξίαν. Οὐκ ἀκούετε τοῦ Προφήτου λέγον‐ τος, Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλ‐ λιᾶσθε αὐτῷ ἐν τρόμῳ; Ὑμεῖς δὲ διαχεῖσθε. Μὴ γὰρ
40οὐκ ἔστι καὶ ἥδεσθαι, καὶ μετὰ ἀσφαλείας; Βούλει μελῶν ἀκοῦσαι καλῶν; Μάλιστα μὲν οὐδὲ ἔδει· πλὴν συγκαταβαίνω, εἰ βούλει· μὴ τῶν σατανικῶν ἀκού‐ σῃς, ἀλλὰ τῶν πνευματικῶν. Βούλει χορεύοντας ἰδεῖν; ὅρα τῶν ἀγγέλων τὸν χορόν. Καὶ πῶς δυνατὸν, φησὶν,
45ἰδεῖν; Ἐὰν ταῦτα ἀπελάσῃς, ἐλεύσεται καὶ ὁ Χριστὸς εἰς τούτους τοὺς γάμους· τοῦ δὲ Χριστοῦ παρόντος, καὶ ὁ τῶν ἀγγέλων πάρεστι χορός. Ἂν θέλῃς, καὶ νῦν θαύματα ἐργάσεται, καθάπερ καὶ τότε· ποιήσει καὶ νῦν τὸ ὕδωρ οἶνον· καὶ πολλῷ θαυμασιώτερον,

62

.

389

(50)

τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυμίαν, καὶ ἐπὶ τὴν πνευματικὴν μεταστήσει. Τοῦτό ἐστιν ἐξ ὕδατος οἶνον ποιῆσαι. Ἔνθα αὐληταὶ, οὐδαμοῦ ὁ Χριστός· ἀλλὰ κἂν εἰσέλθῃ, τὸ πρῶτον ἐκβάλλει τούτους, καὶ τότε θαυματουργεῖ. Τί τῆς
55σατανικῆς πομπῆς ἀηδέστερον, ἔνθα ἄναρθρα πάντα, ἔνθα πάντα ἄσημα; ἂν δέ τι καὶ ἔναρθρον, πάλιν πάντα αἰσχρὰ, πάντα ἀηδῆ. ζʹ. Οὐδὲν τῆς ἀρετῆς ἥδιον, οὐδὲν κοσμιότητος γλυ‐ κύτερον, οὐδὲν σεμνότητος ποθεινότερον. Ποιείτω τις
60γάμους, οἵους ἐγὼ λέγω, καὶ ὄψεται τὴν ἡδονήν·Column end

62

.

390

ποίους δὲ γάμους, προσέχετε. Πρῶτον μὲν ἄνδρα ζή‐ τει τῇ παρθένῳ ὄντως ἄνδρα καὶ προστάτην, ὡς σώ‐ ματι μέλλων ἐπιθήσειν κεφαλὴν, ὡς οὐκ ἀνδράποδον, ἀλλὰ θυγατέρα αὐτῷ μέλλων παραδώσειν· μὴ χρή‐
5ματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλά‐ βειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ’ ἡδονῆς τὸ θυγάτριον ζῇν. Πλου‐ σιώτερον γὰρ ζητοῦσα, οὐ μόνον αὐτὴν οὐκ ὠφελή‐
10σεις, ἀλλὰ καὶ βλάψεις, δούλην ἀντ’ ἐλευθέρας ποιοῦ‐ σα. Οὐ τοσαύτην γὰρ ἀπὸ τῶν χρυσίων καρπώσεται τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ δουλεύειν τὴν ἀηδίαν. Ἀλλὰ μὴ ζήτει ταῦτα, ἀλλὰ μάλιστα μὲν ὁμότιμον· εἰ δὲ μὴ δυνατὸν, πενέστερον μᾶλλον, ἢ εὐπορώτε‐
15ρον, εἴ γε μὴ ἀποδόσθαι δεσπότῃ, ἀλλ’ ἐκδοῦναι ἀνδρὶ βούλει τὴν θυγατέρα. Ὅταν ἀκριβῶς ἐξετάσῃς τἀν‐ δρὸς τὴν ἀρετὴν, καὶ μέλλῃς ἐκδιδόναι, παρακάλεσον τὸν Χριστὸν παραγενέσθαι· οὐ γὰρ ἐπαισχυνθήσεται· μυστήριόν ἐστι τῆς αὐτοῦ παρουσίας. Μάλιστα μὲν
20οὖν καὶ τότε παρακάλει, ὥστε μνηστῆρα τοιοῦτον δοῦναι. Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰμ χείρων, ὃς εἰς τοσαύτην ἀποδημίαν πεμπόμενος, ᾔδει ἔνθα χρὴ καταφυγεῖν· διὸ καὶ πάντων ἐπέτυχεν. Ὅταν περιεργάζῃ καὶ ζητῇς τὸν ἄνδρα, εὔχου· εἰπὲ τῷ
25Θεῷ· Ὃν ἂν θέλῃς σὺ οἰκονόμησον· ἐγχείρισον αὐτῷ τὸ πρᾶγμα, καὶ τιμηθεὶς ταύτῃ παρὰ σοῦ τῇ τιμῇ ἀμείψεταί σε. Δύο δὴ ποιεῖν χρὴ, αὐτῷ τε ἐγχειρί‐ ζειν, καὶ τοιοῦτον ζητεῖν, οἷον ἂν αὐτὸς βούληται, κόσμιον, σώφρονα. Ὅταν οὖν τοὺς γάμους ποιῇς, μὴ
30περιέλθῃς οἰκίας, κάτοπτρα καὶ ἱμάτια χρωμένη· οὐ γὰρ πρὸς ἐπίδειξιν τὸ πρᾶγμά ἐστιν, οὐδὲ εἰς πομπὴν εἰσάγεις τὸ θυγάτριον· ἀλλὰ φαιδρύνουσα τὴν οἰκίαν τοῖς ἐνοῦσι, κάλει γείτονας καὶ φίλους καὶ συγγενεῖς. Ὅσους ἂν οἶδας ἐπιεικεῖς, τούτους κάλει,
35καὶ τοῖς οὖσιν ἐπαρκεῖσθαι παραίνει. Μηδεὶς τῶν ἀπὸ τῆς ὀρχήστρας παρέστω· ἐκεῖ γὰρ δαπάνη περιττὴ καὶ ἄσχημος· κάλεσον τὸν Χριστὸν πρὸ τῶν ἄλλων ἁπάντων. Οἶδας διὰ τίνος αὐτὸν καλέσεις; Ὃς ἂν ποιήσῃ, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων,
40ἐμοὶ ἐποίησε. Μὴ νομίσῃς τὸ πρᾶγμα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν· δυσάρεστον τὸ πόρνας καλεῖν. Τὸ γὰρ πένητας καλεῖν, τοῦτο ἀφορμὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς. Κόσμει τὴν νύμφην μὴ τούτοις τοῖς κοσμίοις τοῖς ἀπὸ τοῦ χρυσοῦ,
45ἀλλ’ ἐπιεικείᾳ καὶ αἰδοῖ καὶ τοῖς συνήθεσιν ἱματίοις, ἀντὶ παντὸς κόσμου χρυσοῦ καὶ ἐμπλεγμάτων, τὸ ἐρυθριᾷν, τὸ αἰσχύνεσθαι περιθεῖσα, καὶ τὸ μὴ ζητεῖν ἐκεῖνα. Μηδεὶς ἔστω θόρυβος, μηδεμία ταραχή· κα‐ λείσθω ὁ νυμφίος, δεχέσθω τὴν παρθένον. Τὰ ἄριστα

62

.

390

(50)

καὶ τὰ δεῖπνα μὴ μέθης ἔστω πλήρη, ἀλλὰ πνευ‐ ματικῆς ἡδονῆς. Μυρία γὰρ ἐκ τοῦ τοιούτου γάμου ἔσται τὰ καλὰ, καὶ τὰ τοῦ βίου ἐν ἀσφαλείᾳ· ἐκ δὲ τῶν νῦν γινομένων γάμων (εἴ γε γάμους, ἀλλὰ μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά.
55Διελύθησαν αἱ παστάδες, καὶ εὐθέως μέριμνα καὶ φόβος, μή τι παραπέσῃ τῶν κεχρημένων, καὶ διαδέ‐ χεται τὴν ἡδονὴν ἀθυμία ἀφόρητος. Ἀλλ’ αὕτη μὲν
τῆς κηδεστρίας ἡ ἀγωνία· μᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλ‐389

62

.

391

λακται ἡ νύμφη· τὰ γοῦν μετὰ ταῦτα αὐτῆς τῆς νύμφης ἐστὶν ἅπαντα. Τὸ γὰρ ὁρᾷν καταλυόμενα ἅπαντα, ἀθυμίας ὑπόθεσις, τὸ ὁρᾷν ἔρημον τὴν οἰκίαν, κατηφείας ἀφορμή. Ἐκεῖ ὁ Χριστὸς, ἐνταῦθα ὁ Σα‐
5τανᾶς· ἐκεῖ θυμηδία, ἐνταῦθα φροντίς· ἐκεῖ ἡδονὴ, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχημοσύνη, ἐνταῦθα εὐκοσμία· ἐκεῖ φθόνος,
ἐνταῦθα ἀφθονία· ἐκεῖ μέθη, ἐνταῦθα νῆψις, ἐν‐Column end

62

.

392

ταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες, στήσωμεν τὸ κακὸν μέχρι τούτου, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι
5καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.391