TLG 2062 160 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ad Philippenses (homiliae 1–15)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ad Philippenses (homiliae 1–15)

Citation: Vol — pg — (ln)

62

.

177

(33t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
34tΙΩΑΝΝΟΥ
35tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
36tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
37tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
38ΥΠΟΘΕΣΙΣ. αʹ. Οἱ Φιλιππήσιοι ἀπὸ πόλεώς εἰσι τῆς Μακεδονίας
40Φιλίππων, οὕτω καλουμένης ἀπὸ τοῦ οἰκιστοῦ πό‐ λεως κολωνίας, καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευ‐ σεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Σίλα·
45ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτούς· καὶ λαμπρὰν ἔσχε τὸ κή‐ ρυγμα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν αὐτοὺς, καὶ πολλὰ πεπονθέναι λέγων· Ὑμῖν γὰρ ἐχαρίσθη, φησὶν,

62

.

177

(50)

ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ
καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸςColumn end

62

.

178

(38)

αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι. Διὰ τοῦτό φησιν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς, ἐν Χριστῷ γε‐
40νέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· πραιτώριον τὰ βα‐ σίλεια τοῦ Νέρωνος καλῶν. Ἀλλ’ ἐδέθη καὶ ἀφείθη, καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς
45λογισθείη· ἀλλ’ ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυ‐ νάμωσέ με. Τὰ οὖν δεσμὰ, ἐν οἷς ἦν πρὸ τῆς ἀπολο‐ γίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιμό‐ θεος τότε, δῆλον· Ἐν γὰρ τῇ πρώτῃ μου, φησὶν, ἀπο‐ λογίᾳ οὐδείς μοι συμπαρεγένετο. Καὶ τοῦτο, οὕτω

62

.

178

(50)

γράφων, ἐδήλου. Οὐκ ἂν οὖν, εἰ ᾔδει τοῦτο, ἔγραψεν
αὐτῷ. Ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφε ταύτην μετ’ αὐ‐177

62

.

179

τοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησιν· Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν· καὶ πάλιν, Τοῦτον μὲν ἐλπίζω εὐθέως πέμψαι ὑμῖν, ὅταν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Ἀφείθη
5γὰρ ἀπὸ τῶν δεσμῶν, καὶ πάλιν ἐδέθη μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. Ὃ δὲ λέγει, Ὅτι καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· οὐχ ὡς ἤδη τούτου γενομένου· ἀλλ’, ὅτι Καὶ ὅταν τοῦτο συμβῇ, χαίρω, φησὶ, διανιστῶν αὐτοὺς ἀπὸ τῆς
10ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς· καὶ πάλιν, Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μένω, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἦσαν
15δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππήσιοι τὸν Ἐπαφρό‐ διτον, χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ’ αὐτόν· διέκειντο γὰρ σφόδρα περὶ αὐτὸν ἀγαπητικῶς. Ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι, δεξάμενος
20παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν. Ἐν ταυτῷ γοῦν ἔπεμψαν καὶ παρακαλέσοντες, καὶ εἰσόμενοι. Ὅτι γὰρ καὶ ἔπεμψαν εἰσόμενοι τὰ κατ’ αὐτὸν, δηλοῖ εὐ‐ θέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς κατ’ αὐτὸν γράφων, καὶ λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ
25κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε· καὶ πάλιν, Ἐλπίζω Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Τὸ, Ἵνα κἀγὼ, δηλοῦντός ἐστιν, ὅτι Ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι
30τὰ κατ’ ἐμὲ, οὕτω καὶ ἐγὼ, Ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Ἐπεὶ οὖν καὶ πολὺν χρόνον ἦσαν μὴ πέμψαντες, ἀλλὰ τότε (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰ‐ πεῖν· Ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρο‐ νεῖν)· καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι (εἰ γὰρ
35περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησεν, οὐκ ὄν‐ τος σφόδρα ἐπισήμου, ὡς Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου)· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι· διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσ‐ άγει παράκλησιν ὑπὲρ τῶν δεσμῶν, δεικνὺς ὅτι οὐ
40μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. Εἶτα καὶ περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων μεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺς εὐκόλως δύνασθαι πε‐ ριγενέσθαι. Οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοῖς δι‐
45δασκάλοις ὑμῶν, ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς. Τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ Εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. βʹ. Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατει‐

62

.

179

(50)

νάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομέ‐ νους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ
περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς,Column end

62

.

180

καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα
5γράφων τιμῆς, καὶ οὐδὲν προτίθησιν ἐπιπληκτικὸν οὐδαμοῦ, ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδεμίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ’ ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς,
10τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν ἐπεδεί‐ ξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα, εἴ γε ὁ δεσμοφύλαξ (ἴστε δὲ, ὅτι πάσης τὸ πρᾶγμα κακίας μεστὸν) εὐ‐ θέως ὑπὸ ἑνὸς σημείου καὶ προσέδραμε, καὶ ἐβαπτί‐ σθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός. Τὸ μὲν γὰρ γε‐
15γονὸς σημεῖον εἶδε μόνος αὐτός· τὸ δὲ κέρδος οὐ μό‐ νος ἐκαρπώσατο, ἀλλὰ καὶ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίαν τοῦτο πεποιηκότες, τῷ τε
20εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. Μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνον, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιίᾳ, δι’ ὧν φησιν. ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε, οὐδενὸς ἑτέρου
25τοῦτο πεποιηκότος. Οὐδεμία γάρ μοι, φησὶν, Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως· τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον, ἢ προαιρέσεως δείκνυσι λέγων· Οὐχ ὅτι οὐκ ἐφρονεῖτε, φησὶν, ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ. Τοῦτο δὲ πολὺ
30πρὸς αὐτοὺς φίλτρον ἔχειν ἐμφαίνει. Ὅτι γὰρ ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· Οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνή‐ σει· καὶ πάλιν, Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου.
35 γʹ. Ταῦτα οὖν εἰδότες καὶ ἡμεῖς, καὶ τοσούτους ἔχον‐ τες τύπους ἀγάπης, ἑαυτοὺς παρέχωμεν ἀξίους τῶν τοιούτων ὑποδειγμάτων, περὶ τὸ πάσχειν ὑπὲρ Χρι‐ στοῦ ἕτοιμοι γινόμενοι. Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ διω‐ γμός. Οὐκοῦν κἂν μηδὲν ἕτερον, μιμώμεθα αὐτῶν
40τὴν εὐποιίαν τὴν μετὰ σφοδρότητος, μηδὲ, ἐὰν ἅπαξ δῶμεν καὶ δεύτερον, τὸ πᾶν ἡγώμεθα πεπληρωκέναι· διὰ παντὸς γὰρ τοῦ βίου τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἅπαξ εὐαρεστεῖν δεῖ, ἀλλὰ διηνεκῶς. Καὶ γὰρ ὁ τρέ‐ χων, ἐὰν δέκα διαύλους δραμὼν, τὸν ὕστερον ἀφῇ,
45τὸ πᾶν ἀπώλεσε· καὶ ἡμεῖς, ἐὰν ἀρξάμενοι τῶν ἀγα‐ θῶν ἔργων, ὕστερον ἐκλυθῶμεν, τὸ πᾶν ἀπωλέσα‐ μεν, τὸ πᾶν διεφθείραμεν. Ἄκουε τῆς ἐπωφελοῦς παραινέσεως λεγούσης· Ἐλεημοσύναι, φησὶ, καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ

62

.

180

(50)

ποίησον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, οὐδὲ δέκατον, οὐδὲ ἑκατοστὸν, ἀλλὰ διαπαντὸς, Μὴ ἐκλειπέτωσάν σε, φησί. Καὶ οὐκ εἶπε, Μὴ αὐτὸς ἐγκαταλείπῃς, ἀλλὰ, Αὗταί σε μὴ ἐγκαταλείπωσι· δεικνὺς ὅτι
ἡμεῖς αὐτῶν δεόμεθα, οὐχ αὗται ἡμῶν, καὶ διδάσκων179

62

.

181

ὅτι πάντα πράττειν ὀφείλομεν, ὥστε αὐτὰς κατέχειν παρ’ ἑαυτοῖς. Ἔφαψαι δὲ αὐτὰς, φησὶν, ἐπὶ σῷ τραχήλῳ. Ὥσπερ γὰρ τὰ τῶν εὐπόρων παιδία κό‐ σμον ἔχει χρυσοῦν περὶ τὸν τράχηλον, καὶ οὐδέποτε
5αὐτὸν ἀποτίθεται, ὡς τῆς εὐγενείας δεῖγμα φέροντα· οὕτω καὶ τὴν ἐλεημοσύνην ἀεὶ δεῖ ἑαυτοῖς περιτιθέ‐ ναι, δεικνύντας ὅτι τοῦ οἰκτίρμονός ἐσμεν παῖδες, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγα‐ θούς. Ἀλλ’ οὐ πιστεύουσιν οἱ ἄπιστοι; Οὐκοῦν διὰ
10τούτων πιστεύσουσιν, ἐὰν ἡμεῖς ἐργαζώμεθα ταῦτα. Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας ἐλεοῦμεν, καὶ ἐκεῖνον ἐπιγραφόμεθα διδάσκαλον, εἴσονται ὅτι αὐτὸν μι‐ μούμενοι τοῦτο πράττομεν. Καὶ τοῦτο οὐχ ἁπλῶς ποιεῖν δεῖ, ἀλλὰ μετὰ προσοχῆς καὶ ἀσφαλείας. Ἐλεη‐
15μοσύνη γὰρ, φησὶ, καὶ πίστις ἔστω σοι ἀληθής. Καλῶς εἶπεν, ἀληθής· οὐ γὰρ ἐξ ἁρπαγῆς βούλεται, οὐδὲ ἀπὸ κλοπῆς· τοῦτο γὰρ οὐκ ἔστι πίστις, οὐκ ἔστιν ἀληθὴς ἐλεημοσύνη. Καὶ γὰρ τὸν κλέπτοντα ψεύδεσθαι ἀνάγκη, καὶ ἐπιορκεῖν δεῖ· σὺ δὲ μὴ οὕ‐
20τως, ἀλλὰ μετὰ τῆς ἐλεημοσύνης πίστιν ἔχε, φησί. Περιθώμεθα τοῦτον τὸν κόσμον· μανιάκην ἐρ‐ γασώμεθα τῇ ψυχῇ χρυσοῦν, τὴν ἐλεημοσύνην λέγω, ἕως ἂν ἐνθάδε ὦμεν. Ἐὰν γὰρ παρέλθῃ ἡ ἡλικία αὕ‐ τη, οὐκέτι αὐτῇ χρησόμεθα. Πῶς; Οὐκ εἰσὶν ἐκεῖ πέ‐
25νητες, οὐκ ἔστιν ἐκεῖ χρήματα, οὐκ ἔστιν ἐκεῖ πτω‐ χεία· ἕως ἐσμὲν παῖδες, μὴ ἀποστερήσωμεν ἑαυτοὺς τοῦ κόσμου τούτου. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων, ἐὰν ἄνδρες γένωνται, περιαιρεῖται ταῦτα, καὶ ἐφ’ ἕτερον ἄγονται κόσμον· οὕτω καὶ ἐφ’ ἡμῶν· οὐκέτι
30ἡ διὰ χρημάτων ἐλεημοσύνη ἐκεῖ ἔσται, ἀλλ’ ἑτέρα τις πολὺ μείζων. Ὥστε ταύτης ἑαυτοὺς μὴ ἀποστε‐ ρήσωμεν, ποιήσωμεν καλὴν φαίνεσθαι τὴν ψυχήν. Μέγα ἐλεημοσύνη καλὸν καὶ τίμιον, δῶρόν ἐστι μέγα, μᾶλλον δὲ μέγα ἀγαθότης· ἐὰν μάθωμεν χρημάτων
35καταφρονεῖν, καὶ ἕτερα μαθησόμεθα. Ὅρα γὰρ ἐν‐ τεῦθεν πόσα τίκτεται ἀγαθά· ὁ διδοὺς ἐλεημοσύνην, ὡς χρὴ διδόναι, μανθάνει τῶν χρημάτων καταφρο‐ νεῖν· ὁ μαθὼν χρημάτων καταφρονεῖν, τὴν ῥίζαν ἐξ‐ έκοψε τῶν κακῶν. Ὥστε οὐκ εὖ ποιεῖ μᾶλλον, ἢ εὖ
40πάσχει, οὐ τῷ ὀφειλὴν καὶ ἀμοιβὴν κεῖσθαι μόνον τῇ ἐλεημοσύνῃ, ἀλλὰ καὶ τῷ τὴν ψυχὴν φιλόσοφον γίνε‐ σθαι, καὶ ὑψηλὴν καὶ πλουσίαν. Ὁ διδοὺς ἐλεημοσύ‐
νην παιδεύεται μὴ θαυμάζειν χρήματα, μηδὲ χρυσόν·Column end

62

.

182

τοῦτο δὲ παιδευθεὶς τὴν διάνοιαν, ἀρχὴν ἔλαβε μεγί‐ στην ἀνιέναι πρὸς τὸν οὐρανὸν, καὶ μάχης καὶ ἔριδος καὶ φθόνου καὶ ἀθυμίας μυρίας ἐξέκοψε προφάσεις. Ἴστε γὰρ, ἴστε καὶ ὑμεῖς, ὅτι πάντα τὰ κακὰ διὰ τὰ
5χρήματα, καὶ μυρίοι πόλεμοι διὰ τὰ χρήματα. Ὁ δὲ τούτων μαθὼν καταφρονεῖν, ἐν γαλήνῃ κατέστησεν ἑαυτὸν, οὐκέτι ζημίαν δέδοικε. Τοῦτο γὰρ ἐπαίδευσεν αὐτὸν ἡ ἐλεημοσύνη· οὐκέτι ἐπιθυμεῖ τῶν τοῦ πλη‐ σίον· πῶς γὰρ, ὁ τὰ αὑτοῦ ἀποκτώμενος, καὶ διδούς;
10οὐκέτι βασκαίνει τῷ πλουτοῦντι· πῶς γὰρ, ὁ βουλό‐ μενος γενέσθαι πένης; διακαθαίρει αὑτοῦ τὸ ὄμμα τῆς ψυχῆς. Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ οὐδὲ ἔστιν εἰπεῖν, ὅσων ἐπιτεύξεται ἀγαθῶν. Οὐ μενεῖ ἔξω μετὰ τῶν μωρῶν παρθένων, ἀλλὰ μετὰ τῶν φρο‐
15νίμων εἰσελεύσεται, μετὰ τοῦ νυμφίου, τὰς λαμπά‐ δας ἔχων λαμπράς· καὶ τῶν ἐν παρθενίᾳ ταλαιπωρη‐ θεισῶν, ὁ μηδὲ γευσάμενος τῶν πόνων ἐκείνων, ἀπὸ ταύτης ἔσται βελτίων. Τοσαύτη ἡ τῆς ἐλεημοσύνης ἰσχύς· μετὰ πολλῆς εἰσάγει τῆς παῤῥησίας τοὺς
20αὑτῆς τροφίμους. Γνωρίμη γάρ ἐστι τοῖς ἐν τῷ οὐ‐ ρανῷ πυλωροῖς, τοῖς τὰς θύρας κατέχουσι τοῦ νυμ‐ φῶνος· οὐ μόνον δὲ γνωρίμη, ἀλλὰ καὶ αἰδέσιμος· καὶ οὓς ἂν ἐπιγνῷ τετιμηκότας αὐτὴν, μετὰ πολλῆς εἰσάξει τῆς παῤῥησίας, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλὰ
25πάντες ὑποχωροῦσιν. Εἰ γὰρ τὸν Θεὸν εἰς τὴν γῆν κατήγαγε καὶ ἔπεισεν ἄνθρωπον γενέσθαι, πολλῷ μᾶλλον ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀναγαγεῖν δυνήσε‐ ται. Μεγάλη γὰρ αὐτῆς ἡ ἰσχύς. Εἰ οὖν ἀπὸ ἐλέους καὶ φιλανθρωπίας ὁ Θεὸς ἄνθρωπος ἐγένετο,
30καὶ ἔπεισεν αὐτὸν δοῦλον γενέσθαι, πολλῷ μᾶλλον τοὺς δούλους εἰς τὴν οἰκίαν εἰσάξει τὴν αὑτοῦ. Ταύ‐ την ἀγαπήσωμεν, ταύτην στέρξωμεν, μὴ μίαν ἡμέ‐ ραν μηδὲ δευτέραν, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου, ἵνα ἡμᾶς ἐπιγνῷ· ἂν αὐτὴ ἡμᾶς ἐπιγνῷ, καὶ ὁ Κύριος
35ἐπιγνώσεται· ἂν αὐτὴ ἀγνοήσῃ, καὶ ὁ Κύριος ἀγνοή‐ σει, καὶ ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μὴ γένοιτο ταύ‐ της ἀκοῦσαι ἡμᾶς τῆς φωνῆς, ἀλλὰ τῆς μακαρίας ἐκείνης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι‐
40λείαν ἀπὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, καὶ τὰ
ἑξῆς.Column end

62

.

181

(44)

ΟΜΙΛΙΑ Αʹ.
45Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

62

.

181

(50)

αʹ. Ἐνταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ’ ἕτερον καὶ αὐτὸ μέγα. Ποῖον δὴ τοῦτο; Δοῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίω‐
μα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χρι‐Column end

62

.

182

(45)

στοῦ, καὶ μὴ ἁπλῶς λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁμαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέ‐ σθαι· ἐπεὶ οὐδ’ ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ’ ἐξ ἡμισείας. Καὶ Ῥωμαίοις μὲν πάλιν ἐπιστέλ‐

62

.

182

(50)

λων λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κο‐ ρινθίοις δὲ καὶ Τιμοθέῳ ἐπιστέλλων, ἀπόστολον ἑαυ‐
τὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτι181

62

.

183

Τιμοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ μᾶλλον ὅτι αὐτοὺς τιμᾷ καὶ θεραπεύει μάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν μαρ‐ τυρεῖ. Ἄλλως δὲ, ἐκεῖ μὲν οὖν ἔμελλε πολλὰ διατάτ‐
5τεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωμα· ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἀφ’ ἑαυτῶν συνεώρων. Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰη‐ σοῦ τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου
10χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ. Οὗτοι γὰρ μόνοι ἅγιοι, ἐκεῖνοι δὲ λοιπὸν βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; Οὐδαμῶς· ἀλλὰ
15τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσε. Τότε γὰρ τέως ἐκοινώνουν τοῖς ὀνόμασι, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο. Διὰ τοῦτο γράφων καὶ Τιμοθέῳ ἔλεγε· Τὴν διακονίαν σου πληροφόρησον· ἐπισκόπῳ ὄντι. Ὅτι γὰρ ἐπίσκοπος ἦν, φησὶ πρὸς αὐτὸν, Χεῖρας
20ταχέως μηδενὶ ἐπιτίθει· καὶ πάλιν· Ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· οὐκ ἂν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν. Καὶ πάλιν πρὸς Τίτον γράφων φησί· Τούτου χάριν κατ‐ έλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν
25πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· ἃ περὶ τοῦ ἐπι‐ σκόπου φησί. Καὶ εἰπὼν ταῦτα, εὐθέως ἐπήγαγε· Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη. Ὅπερ οὖν ἔφην, καὶ οἱ
30πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο ἐπίσκοποι καὶ διάκονοι τοῦ Χριστοῦ, καὶ οἱ ἐπίσκοποι πρεσβύτεροι· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γρά‐ φουσι, καὶ συνδιακόνῳ. Λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτε‐
35ρος. Συνεπισκόποις, φησὶ, καὶ διακόνοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα ζητήσειεν ἄν τις εἰκότως· Τί δήποτε οὐδαμοῦ τῷ κλήρῳ γράφων ἀλλα‐ χοῦ, οὐκ ἐν Ῥώμῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ,
40ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖς ἠγαπημένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; Ὅτι αὐτοὶ καὶ ἀπέστειλαν, καὶ ἐκαρποφόρησαν, καὶ αὐτοὶ ἔπεμ‐ ψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. Εὐχαριστῶ τῷ Θεῷ μου, φησὶν, ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάν‐
45τοτε. Εἶπεν ἀλλαχοῦ γράφων· Πείθεσθε τοῖς ἡγου‐ μένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζον‐ τες. Εἰ τοίνυν τὸ στενάζειν, κακίας τῶν μαθητῶν,

62

.

183

(50)

τὸ μετὰ χαρᾶς τοῦτο ποιεῖν, προκοπῆς. Τοῦτο οὖν ἐστιν, ὃ λέγει· Ὁσάκις ὑμῶν ἀναμνησθῶ, δοξάζω τὸν Θεόν. Τοῦτο δὲ ποιεῖ ἐκ τοῦ πολλὰ αὐτοῖς συνειδέναι ἀγαθά. Καὶ δοξάζω, φησὶ, καὶ δέομαι. Οὐ μὴν, ἐπειδὴ ἐπιδεδώκατε εἰς ἀρετὴν, παύομαι, ἀλλ’ ἐπιμένω δεό‐
55μενος ὑπὲρ ὑμῶν. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ ἐπὶColumn end

62

.

184

πάσῃ τῇ μνείᾳ ὑμῶν. Πάντοτε, ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος. Πάντοτε, οὐχ ὅταν εὔχωμαι μόνον. Καλῶς δὲ προσέθηκε τὸ, Μετὰ χαρᾶς· ἔστι γὰρ καὶ
5μετὰ λύπης τοῦτο ποιῆσαι, ὡς ὅταν λέγῃ ἀλλαχοῦ· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπὶ τῇ κοινω‐ νίᾳ ὑμῶν, φησὶν, εἰς Εὐαγγέλιον ἀπὸ πρώτης ἡμέ‐ ρας μέχρι τοῦ νῦν.
10 βʹ. Μέγα αὐτοῖς ἐνταῦθα μαρτυρεῖ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν ἀποστόλοις καὶ εὐαγγελισταῖς. Οὐκ ἐπειδὴ γὰρ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης, ἀλλὰ πάντα πράττετε, ὥστε μερισταὶ γενέσθαι τῶν
15ἐμῶν πόνων, πανταχοῦ παρόντες καὶ συμπράττοντες, καὶ συγκοινωνοῦντές μου τῷ κηρύγματι· οὐχ ἕνα χρόνον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, ἀλλὰ πάντοτε ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, ἀποστόλων ἀνειλήφατε προθυμίαν. Ὅρα πῶς οἱ μὲν ἐν Ῥώμῃ ὄντες ἀπεστρέ‐
20φοντο αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· καὶ πάλιν, Δημᾶς με ἐγκατέλιπε· καὶ, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμ‐ παρεγένετο· οὗτοι δὲ καὶ ἀπόντες ἐκοινώνουν αὐτῷ
25τῶν θλίψεων, πέμποντές τε ἄνδρας πρὸς αὐτὸν, καὶ κατὰ δύναμιν ὑπηρετούμενοι, καὶ οὐδὲν ὅλως ἐλλιμ‐ πάνοντες. Καὶ τοῦτο ποιεῖτε, οὐ νῦν μόνον, φησὶν, ἀλλ’ ἀεὶ, παντὶ τρόπῳ συναντιλαμβανόμενοι. Ἄρα τὸ συναντιλαμβάνεσθαι κοινωνία ἐστὶ εἰς τὸ Εὐαγγέλιον.
30Ὅταν γὰρ ἐκεῖνος μὲν κηρύττῃ, σὺ δὲ θεραπεύῃς τὸν κηρύττοντα, κοινωνεῖς αὐτῷ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐ τοῦ ἀγωνιζομένου μόνου ἐστὶν ὁ στέφανος, ἀλλὰ καὶ τοῦ παιδοτρίβου, καὶ τοῦ θεραπεύοντος, καὶ πάντων ἁπλῶς τῶν ἀσκούντων τὸν
35ἀθλητήν. Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώμενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο μερισταί. Καὶ ἐν τοῖς πολέμοις δὲ οὐχ ὁ ἀριστεὺς μόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν μετα‐ ποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης μετέχοιεν, ἅτε
40κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ. Οὐ γὰρ μικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ μέγα· κοινωνοὺς γὰρ ἡμᾶς ποιεῖ τῶν ἐκείνοις ἀποκειμένων μισθῶν. Οἷον, ἔῤῥιψέ τις πολλὰ χρήματα διὰ τὸν Θεὸν, διαπαντὸς ἀνάκειται τῷ Θεῷ, ἀρετὴν ἀσκεῖ
45μεγάλην, καὶ μέχρι ῥημάτων, καὶ μέχρις ἐννοιῶν, καὶ μέχρι πάντων πολλὴν ἀκρίβειαν φυλάττων· ἔν‐ εστι καὶ σοὶ καὶ μὴ τοσαύτην ἀκρίβειαν ἐπιδειξαμένῳ, τῶν ἐπὶ τούτοις ἀποκειμένων αὐτῷ μισθῶν κοινωνῆ‐ σαι. Πῶς; Ἂν θεραπεύσῃς αὐτὸν καὶ λόγῳ καὶ ἔργῳ,

62

.

184

(50)

ἂν παρακαλέσῃς καὶ διὰ τοῦ χορηγεῖν τὰ ἀναγκαῖα, καὶ διὰ τοῦ διακονεῖσθαι πᾶσαν διακονίαν. Ὁ γὰρ εὐκολωτέραν ποιῶν τὴν τραχεῖαν ὁδὸν ἐκείνῳ, σὺ ἔσῃ. Ὥστε εἰ θαυμάζετε τοὺς ἐν ταῖς ἐρήμοις, τοὺς τὸν ἀγγελικὸν ἀνῃρημένους βίον, τοὺς ἐν ταῖς Ἐκκλη‐
55σίαις τὰ αὐτὰ ἐκείνοις κατορθοῦντας· εἰ θαυμάζετε καὶ ἀλγεῖτε, ὅτι σφόδρα αὐτῶν ἀπολιμπάνεσθε, ἔνεστιν ὑμῖν ἑτέρως αὐτοῖς κοινωνῆσαι, τῷ διακονεῖν,
τῷ θεραπεύειν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλ‐183

62

.

185

ανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυμοτέρους καὶ τὸν ἀπ‐ εσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ μὴ δυναμένους ἀναδέξασθαι, καὶ τούτους δι’ ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν. Καὶ τοῦτό φησιν ὁ
5Παῦλος κοινωνίαν. Κοινωνοῦσιν ἡμῖν, φησὶν, ἐν τοῖς σαρκικοῖς, κοινωνοῦμεν αὐτοῖς ἐν τοῖς πνευματικοῖς. Εἰ γὰρ ὁ Θεὸς ἀντὶ μικρῶν καὶ μηδαμινῶν βασιλείαν χαρίζεται, καὶ οἱ δοῦλοι αὐτοῦ ἀντὶ μικρῶν καὶ αἰ‐ σθητῶν πνευματικὰ μεταδιδοῦσι· μᾶλλον δὲ καὶ ταῦτα
10κἀκεῖνα αὐτός ἐστιν ὁ διδοὺς διὰ τούτων. Οὐ δύνασαι νηστεῦσαι, οὐδὲ μονωθῆναι, οὐδὲ χαμευνῆσαι, οὐδὲ παννυχίσαι; Ἔνεστί σοι τούτων ἁπάντων μισθὸν λα‐ βεῖν, ἂν ἑτέρως τὸ πρᾶγμα μεθοδεύσῃς, τὸν ἐν τού‐ τοις κάμνοντα θεραπεύων καὶ ἀναπαύων καὶ ἀλείφων
15συνεχῶς, καὶ τὸν ἀπὸ τούτων ἐπικουφίζων πόνον. Αὐτὸς ἕστηκε μαχόμενος, αὐτὸς καὶ τραύματα λαμ‐ βάνων· σὺ θεράπευε ἀπὸ τοῦ ἀγῶνος ἐπανιόντα, δέχου ὑπτίαις χερσὶν, ἀπόψυχε τὸν ἱδρῶτα ἀναπαύων, πα‐ ρακάλει, παραμυθοῦ, ἀνακτῶ τὴν πεπονηκυῖαν ψυχήν.
20Ἂν μετὰ τοσαύτης προθυμίας διακονῶμεν τοῖς ἁγίοις, μερισταὶ τῶν μισθῶν αὐτῶν ἐσόμεθα. Τοῦτο καὶ ὁ Χριστός φησι· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μα‐ μωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς. Ὁρᾷς πῶς οὗτοι κοινωνοὶ
25γεγόνασιν; Ἀπὸ πρώτης ἡμέρας, φησὶ, μέχρι τοῦ νῦν. Διὰ τοῦτο χαίρω, φησίν. Ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν. Καὶ χαίρω οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ γὰρ τῶν παρελ‐ θόντων κἀκεῖνα στοχάζομαι. Πεποιθὼς αὐτὸ τοῦτο,
30φησὶν, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ. γʹ. Ὅρα πῶς αὐτοὺς καὶ μετριάζειν διδάσκει. Ἐπειδὴ γὰρ μέγα αὐτοῖς ἐμαρτύρησε πρᾶγμα, ἵνα μή τι ἀν‐ θρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς ἐπὶ τὸν
35Χριστὸν καὶ τὰ παρελθόντα, καὶ τὰ μέλλοντα ἀνατι‐ θέναι· πῶς; Οὐ γὰρ εἶπε, Πεποιθὼς, ὅτι ὡς ἐνήρξα‐ σθε, καὶ τελέσετε, ἀλλὰ τί; Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει· οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώματος· εἶπε γὰρ, ὅτι Τῇ κοινωνίᾳ ὑμῶν
40χαίρω, δηλονότι, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶ‐ πεν αὐτῶν εἶναι τὰ κατορθώματα μόνον, ἀλλὰ προ‐ ηγουμένως τοῦ Θεοῦ· Θαῤῥῶ γὰρ, φησὶν, ὅτι ὁ ἐν‐ αρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ· τουτέστιν, ὁ Θεός. Οὐ περὶ
45ὑμῶν δὲ, φησὶ, μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑμῶν οὕτω διάκειμαι. Καὶ τοῦτο γὰρ οὐ μικρὸν ἐγκώμιον, τὸ τὸν Θεὸν ἔν τινι ἐνεργεῖν. Εἰ γὰρ μὴ προσωπολή‐ πτης ἐστὶν, ὥσπερ οὖν οὐδέ ἐστιν, ἀλλὰ πρὸς τὴν πρόθεσιν ὁρῶν, συνεφάπτεται τῶν κατορθωμάτων

62

.

185

(50)

ἡμῖν, δῆλον ὅτι τοῦ ἐπισπάσασθαι αὐτὸν ἡμεῖς αἴτιοι. Ὥστε οὐδὲ οὕτως ἀπεστέρησεν αὐτοὺς τῶν ἐγκωμίων· ἐπεὶ εἰ ἁπλῶς ἐνήργει, οὐδὲν ἂν ἐκώλυσε καὶ Ἕλληνας καὶ πάντας ἀνθρώπους ἐνεργεῖσθαι, εἰ ὡς ξύλα ἡμᾶς ἐκίνει καὶ λίθους, καὶ μὴ τὰ παρ’ ἡμῶν
55ἐζήτει. Ὥστε τῷ εἰπεῖν, Ὁ Θεὸς ἐπιτελέσει, καὶ τοῦτο πάλιν αὐτῶν ἐγκώμιον γίνεται, τῶν ἐπισπασα‐ μένων τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτοῖς ἐν
τῷ ὑπερβῆναι τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἑτέρως δὲColumn end

62

.

186

ἐγκώμιον, ὅτι τοιαῦτα τὰ κατορθώματα ὑμῶν ἐστιν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς. Εἰ δὲ ὁ Θεὸς ἐπιτελέσει, οὐδὲ πολὺς ἔσται κάματος, ἀλλὰ δεῖ θαῤῥεῖν, ὡς εὐμαρῶς πάντα δια‐
5νυόντων, ἅτε ὑπ’ ἐκείνου βοηθουμένων. Καθώς ἐστι δίκαιον ἐμὲ τοῦτο φρονεῖν ὑπὲρ ἁπάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δε‐ σμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ μου, καὶ βεβαιώ‐ σει τοῦ Εὐαγγελίου, συγκοινωνούς μου τῆς χά‐
10ριτος πάντας ὑμᾶς ὄντας. Πολὺν τέως δείκνυσιν ἐνταῦθα αὐτοῦ τὸν πόθον, εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχε, καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος Φιλιπ‐ πησίων ἐμέμνητο. Οὐ μικρὸν δὲ τῶν ἀνδρῶν τὸ ἐγκώ‐ μιον, τὸ μεμνῆσθαι ὑπὸ τοῦ ἁγίου τούτου· ἐπειδὴ
15μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν. Ὥστε τὸ ἀγαπᾶ‐ σθαι παρὰ Παύλου οὕτω σφοδρῶς, τεκμήριόν ἐστι τινὰ εἶναι μέγαν καὶ θαυμαστόν. Καὶ ἐν τῇ ἀπολο‐ γίᾳ, φησὶ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ τί
20θαυμαστὸν, εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς; Οὐδὲ γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶ, καθ’ ὃν εἰσῄειν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατέ μου τῆς μνήμης. Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευματικὸς, ὡς μηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ’ ἀεὶ
25τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖ‐ ψιν ἢ ὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακα‐ ρίοις ἐκείνοις παισίν· οὕτω καὶ φιλία τοῦ ἀγαπῶντος
30καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν. Καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, φησίν. Ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ Εὐαγγελίου ἦν, ἄρα ἀπολογία. Καὶ πάνυ ὑγιῶς· ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ,
35ἔδοξεν ἂν εἶναι ἀπατεών· νῦν δὲ πάντα ὑπομένων, καὶ δεσμὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα. Οὐδεὶς γὰρ ἂν καὶ ἀποθανεῖν εἵλετο καὶ τοσούτους κινδύνους ἀναδέξασθαι, οὐδεὶς ἂν καὶ
40βασιλεῖ τοιούτῳ κατεδέξατο προσκροῦσαι, τῷ Νέρωνι λέγω, εἰ μὴ πρὸς ἕτερον ἑώρα βασιλέα πολλῷ μείζονα. Ἄρα βεβαίωσις τοῦ Εὐαγγελίου ἦν τὰ δεσμά. Ὅρα πῶς ἐκ περιουσίας εἰς τὸ ἐναντίον ἅπαντα πε‐ ριέτρεψεν. Ὃ γὰρ ἐνόμιζον εἶναι ἀσθένειαν καὶ κατ‐
45ηγορίαν, τοῦτο βεβαίωσίν φησι· καὶ εἰ μὴ τοῦτο γέ‐ γονεν, ἐν ἀσθενείᾳ ἦν. Εἶτα δείκνυσιν ὅτι οὐ προλή‐ ψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. Διὰ τί; Ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ διὰ τὸ συγκοινωνοὺς εἶναι τῆς χάριτος. Τί ἐστι

62

.

186

(50)

τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἦν τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά; Ναί· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. Ἐπεὶ οὖν ὁρῶν ὑμᾶς διὰ
55τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χά‐ ριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι. Ὁ γὰρ πεῖραν ὑμῶν εἰλη‐ φὼς, καὶ μάλιστα πάντων ὑμᾶς εἰδὼς, καὶ τὰ ὑμέ‐
τερα κατορθώματα, ὅτι καὶ τοσοῦτον ἡμῶν ἀφεστη‐185

62

.

187

κότες βιάζεσθε μὴ ἀπολειφθῆναι ἡμῶν ἐν ταῖς θλί‐ ψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασμῶν κοινωνῆσαι, καὶ μηδὲν ἔλαττον ἐμοῦ ἔχειν τοῦ εἰς τοὺς ἀγῶνας ἐμβεβηκότος, αὐτοὶ οἱ πόῤῥωθεν ὄντες,
5δίκαιός εἰμι ταῦτα μαρτυρεῖν. Διὰ τί δὲ οὐκ εἶπε, Κοινωνοὺς, ἀλλὰ, Συγκοινωνούς; Καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι συγκοινωνὸς τοῦ Εὐαγγελίου· τουτέστιν, ἵνα κοινωνήσω τῶν ἀποκει‐ μένων ἀγαθῶν τῷ Εὐαγγελίῳ. Καὶ τὸ δὴ θαυμαστὸν,
10τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι ὥστε συγκοινωνοὺς Παύλου ἀκούειν· Συγκοινωνούς μου γὰρ, φησὶ, τῆς χάριτος πάντας ὑμᾶς ὄντας. Ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι τοιοῦτοι ἔσεσθε μέχρι τέλους. Οὐ γὰρ ἔνι οὕτω λαμπρὰν ἀρχὴν σβεσθῆναι
15καὶ λῆξαι, ἀλλὰ μεγάλα δείκνυσι τὰ τέλη. δʹ. Ἐπεὶ οὖν ἔστι κοινωνῆσαι καὶ ἑτέρως χάριτος, καὶ πειρασμῶν καὶ θλίψεων, κοινωνῶμεν, παρα‐ καλῶ, καὶ ἡμεῖς. Πόσοι τῶν ἐνταῦθα ἑστώτων, μᾶλ‐ λον δὲ πάντες, ἐβούλεσθε κοινωνῆσαι τῷ Παύλῳ τῶν
20ἀποκειμένων ἀγαθῶν! Ἔνεστιν, εἰ βούλεσθε τοῖς τὴν διακονίαν ἀναδεδεγμένοις τὴν ἐκείνου, τοῖς πάσχουσί τι δεινὸν διὰ τὸν Χριστὸν συμμαχῆσαι, βοηθῆσαι. Εἶδες ἐν πειρασμῷ τὸν ἀδελφόν; ὄρεξον χεῖρα. Εἶδες τὸν διδάσκαλον ἀγωνιζόμενον; παράστηθι. Ἀλλ’
25οὐδεὶς κατὰ Παῦλόν ἐστι, φησίν. Εὐθέως ἀπόνοια, εὐθέως κρίνουσιν. Οὐδεὶς κατὰ Παῦλόν ἐστι, κἀγὼ ὁμολογῶ· ἀλλ’ Ὁ δεχόμενος, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἐκεῖνοι διὰ τοῦτο ἐθαυμάζοντο, ἐπειδὴ Παύλῳ
30συνέπραττον; Οὐ διὰ τοῦτο, ἀλλ’ ἐπειδὴ ἀναδεξα‐ μένῳ τὸ κήρυγμα. Παῦλος διὰ τοῦτο τίμιος ἦν, ἐπειδὴ ταῦτα ἔπασχε διὰ τὸν Χριστόν. Κατὰ Παῦλον μὲν οὐδείς ἐστι. Τί λέγω κατὰ Παῦλον; Ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς τοῦ μακαρίου ἐκείνου·
35τὸ δὲ κήρυγμα τὸ αὐτό ἐστιν, ὅπερ καὶ τότε. Οὐκ ἐν δεσμοῖς δὲ ὄντι μόνον ἐκοινώνουν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀρχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγε‐ λίου οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς
40λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις, κατηγορίας, αἰτίας, βασκανίας. Μικρὰ ταῦτα, τὸ μυρίων ἀνέχεσθαι στομάτων, ἐξὸν τὰ αὐ‐
45τοῦ μεριμνᾷν; Οἴμοι, τί πάθω; ἐν μέσῳ δυοῖν ἐν‐ απείλημμαι πραγμάτων ἀπορῶν· βούλομαι μὲν γὰρ καὶ προτρέψαι ὑμᾶς, καὶ παρακαλέσαι πρὸς τὴν συμμαχίαν καὶ τὴν ἀντίληψιν τῶν ἁγίων τοῦ Θεοῦ· δέδοικα δὲ μὴ ἕτερόν τις ὑποπτεύσῃ, ὅτι οὐχ ὑμῶν

62

.

187

(50)

ἕνεκεν, ἀλλ’ ἐκείνων ταῦτα λέγω. Ἴστε δὲ, ὅτι οὐκ ἐκείνων ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν. Καὶ εἰ βούλεσθε προσέχειν, δι’ αὐτῶν τῶν λόγων ὑμᾶς πείθω· οὐκ ἔστιν ἴσον ὑμῖν τὸ κέρδος, κἀκείνοις. Ὑμεῖς μὲν γὰρ ἐὰν δῶτε, ταῦτα δώσετε, ὧν καὶ
55μικρὸν ὕστερον καὶ ἑκόντες καὶ ἄκοντες ἀποστήσεσθε, καὶ παραχωρήσετε ἑτέροις· ἃ δὲ λαμβάνεις, πολλῷ μεγάλα ἐστὶ καὶ μείζονα. Ἢ οὐχ οὕτω διάκεισθε, ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ μὴ οὕτω διάκεισθε,
οὐδὲ δοῦναι ὑμᾶς βούλομαι· οὕτως οὐ τὸν ὑπὲρ ἐκεί‐Column end

62

.

188

νων ποιοῦμαι λόγον Εἰ μή τις οὕτω πρότερον ἑαυτὸν διέθηκεν, ὡς λαμβάνων μᾶλλον ἢ διδοὺς, ὡς κερ‐ δαίνων μυρία, ὡς εὐεργετούμενος ἢ εὐεργετῶν, μὴ διδότω· εἰ ὡς χάριν παρέχων τῷ λαμβάνοντι, μὴ
5διδότω. Οὐ γὰρ τοῦτό μοι περισπούδαστον τοσοῦτον τραφῆναι τοὺς ἁγίους· κἂν γὰρ σὺ μὴ δῷς, ἕτερος δώσει. Ὥστε ὃ βούλομαι, τοῦτό ἐστιν, ὑμᾶς τῶν ὑμε‐ τέρων ἁμαρτημάτων παραμυθίαν ἔχειν· ὁ δὲ μὴ οὕτω διδοὺς, οὐχ ἕξει παραμυθίαν. Οὐ γὰρ τὸ δοῦ‐
10ναι, τοῦτό ἐστιν ἐλεημοσύνην ἐργάσασθαι, ἀλλὰ τὸ μετὰ προθυμίας, τὸ χαίροντα, τὸ χάριν εἰδότα τῷ λαμβάνοντι· Μὴ ἐκ λύπης γὰρ, φησὶ, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἰ μή τις τοίνυν οὕτω δίδωσι, μὴ διδότω· ζημία γὰρ
15τοῦτό ἐστιν, οὐκ ἐλεημοσύνη. Εἰ τοίνυν ἴστε, ὅτι ὑμεῖς κερδανεῖτε, οὐκ ἐκεῖνοι, ἴστε, ὅτι μεῖζον ὑμῖν τὸ κέρδος γίνεται. Ἐκείνοις μὲν γὰρ τὸ σῶμα τρέ‐ φεται, ὑμῖν δὲ ἡ ψυχὴ εὐδοκιμεῖ· ἐκείνοις οὐδὲν ἀφίεται τῶν ἁμαρτημάτων, ὅταν λάβωσιν, ὑμῖν δὲ
20τὰ πολλὰ τῶν προσκρουμάτων ὑποτέμνεται. Κοινω‐ νῶμεν τοίνυν αὐτοῖς τῶν ἄθλων, ἵνα καὶ τῶν ἐκείνοις κοινωνήσωμεν μεγάλων ἐπάθλων. Βασιλέας υἱο‐ ποιοῦντές τινες, οὐχ ἡγοῦνται διδόναι μᾶλλον, ἢ λαμβάνειν. Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἕξεις
25πολλὴν ἀσφάλειαν. Βούλει καὶ Παύλῳ κοινωνῆσαι; τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαμβάνων; εʹ. Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος· εἴ τίς ἐστι τῶν προεστώτων Ἐκκλησίας ἐν ἀφθονίᾳ ζῶν,
30καὶ μηδενὸς δεόμενος, κἂν ἅγιος ᾖ, μὴ δῷς, ἀλλὰ προτίμησον ἐκείνου τὸν ἐν ἀδείᾳ ὄντα, κἂν μὴ οὕτως ᾖ θαυμαστός. Τί δήποτε; Ὅτι καὶ ὁ Χριστὸς οὕτω βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς
35συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναί σοι. Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυ‐ μνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸ πλού‐
40του πτωχεύσασιν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην, ἀλλ’, Ἐπείνων· Πεινῶντά με γὰρ, φησὶν, εἴδετε, καὶ ἐθρέψατε. Διπλοῦν τὸ δικαίωμα· εἰ δὲ τὸν ἁπλῶς πει‐ νῶντα δεῖ τρέφειν, πολλῷ μᾶλλον, ὅταν καὶ ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος μὲν ᾖ, μὴ δέηται δὲ, μὴ
45δῷς· οὐ γὰρ κέρδος τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαμβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας ἕνεκεν ἡμῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑμῖν λυσιτε‐ λοῦντος; Θρέψον τὸν πεινῶντα, ἵνα μὴ θρέψῃς τὸ

62

.

188

(50)

τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα ἁγιάζει. Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε μᾶλλον, ἢ ἐτράφη· οὐκ ἔδωκε μᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ
μεῖζον. Οὐ γὰρ ὑδρία ἀλεύρου, οὐδὲ καμψάκης187

62

.

189

ἐλαίου, ἀλλὰ τί; ἑκατονταπλασίονα, καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀμοιβή. Ἔλεος ὁ τοῦ Θεοῦ, ἡ τροφὴ ἡ πνευματικὴ γίνῃ, ζύμη καθαρά. Χήρα ἦν ἐκείνη, λιμὸς ἐπέκειτο, καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε·
5παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη. Αὕτη τῆς τὰ δύο καταβαλούσης λεπτὰ ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι; αὐτὸς ἐμοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίμωξεν, ἔλυσεν ἂν τὸν αὐχμὸν, οὐκ ἂν ὑπεύθυνος ἦν τοῖς αὐ‐
10τοῖς· προσκρούει ἴσως καὶ αὐτὸς τῷ Θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγμονῆσαι, ἐδίστασεν ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰμ,
15εἰ ἤθελε πολυπραγμονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέ‐ λους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβο‐ λογούμενον ἐπιτυχεῖν ἁγίου ποτὲ, ἀλλ’ ὁ τοιοῦ‐ τος μάλιστα ἐμπίπτει εἰς ἐπιθέτας. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς,
20καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆμα, κἂν μέλλῃ δια‐Column end

62

.

190

πτύεσθαι· ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νομιζομένους
5εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐμπεσεῖται πολλάκις. Διὸ, παρακαλῶ, ἐν ἁπλότητι πάντα πράττωμεν. Θῶμεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών· οὐκ ἐκελεύθης ταῦτα περιεργάζεσθαι. Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν κτεινόμε‐
10νον μὴ φείσῃ· καίτοι οἱ πλείους τῶν ἀναιρουμένων ἐπὶ κακοῖς ἁλισκόμενοι τοῦτο ὑπομένουσιν, ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, οὕτω θαυμασθησόμεθα, καὶ τῶν ἀθανάτων ἐπιτευξό‐ μεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,
15καὶ τὰ ἑξῆς.Column end

62

.

189

(21)

ΟΜΙΛΙΑ Βʹ. Μάρτυς γάρ μοί ἐστιν ὁ Θεὸς, ὡς ἐπιποθῶ πάν‐ τας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι
25μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσ‐ κοποι εἰς ἡμέραν Χριστοῦ, πεπληρωμένοι καρ‐ πῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς
30 δόξαν καὶ ἔπαινον Θεοῦ. αʹ. Οὐχ ὡς ἀπιστούμενος μάρτυρα καλεῖ τὸν Θεὸν, ἀλλ’ ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ, καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαῤῥεῖν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐκοι‐ νώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο αὐ‐
35τοὺς ποθεῖ, καὶ οὐχ ἁπλῶς ἐκείνων ἕνεκεν, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν σπλάγχνοις Χριστοῦ. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, Κατὰ Χριστόν· ἐπειδὴ πιστοί ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστὸν, διὰ τὴν κατὰ Χριστὸν ἀγάπην. Καὶ οὐκ εἶπεν ἀγάπην, ἀλλ’ ὃ θερμότερον
40ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ τοῦτο λέγων, τοῦ ὡς πατὴρ ὑμῶν γεγονότος διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν. Σπλάγχνα γὰρ ἡμῖν αὕτη χαρίζεται, σπλάγχνα θερμὰ, καὶ διάπυρα· τοῖς γὰρ γνησίοις αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται. Ἐν ἐκείνοις, φησὶ,
45τοῖς σπλάγχνοις· ὡς ἂν εἴ τις εἴποι· Φιλῶ ὑμᾶς σπλάγχνοις οὐ φυσικοῖς, ἀλλὰ τοῖς θερμοτέροις, τοῖς τοῦ Χριστοῦ. Ὡς ἐπιποθῶ, φησὶ, πάντας ὑμᾶς.
Ἐπιποθῶ πάντας, ἐπειδὴ καὶ πάντες τοιοῦτοί ἐστε.Column end

62

.

190

(22)

Οὐ τοίνυν δυνατὸν εἰπεῖν πῶς ἐπιποθῶ· οὐ γὰρ δύναμαι παραστῆσαι τῷ λόγῳ τὸν πόθον· διὰ τοῦτο τῷ Θεῷ καταλιμπάνω εἰδέναι τῷ τὰς καρδίας ἐμβα‐
25τεύοντι. Οὐκ ἂν δὲ, εἰ ἐκολάκευεν αὐτοὺς, τὸν Θεὸν ἐκάλεσε μάρτυρα· οὐδὲ γὰρ ἀκίνδυνον τοῦτο. Καὶ τοῦτο, φησὶ, προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Καλῶς· ἀκό‐ ρεστον γὰρ ἀγαθὸν τοῦτο. Ὅρα πῶς φιλούμενος, ἔτι
30μᾶλλον ἐβούλετο φιλεῖσθαι. Ὁ γὰρ οὕτω φιλῶν, τὸν φιλούμενον οὐδαμοῦ τῆς ἀγάπης βούλεται ἵστασθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. Ὅθεν ἀεὶ αὐτὸ ὀφείλεσθαι βούλεται ὁ Παῦλος, Μηδενὶ, λέγων, μη‐ δὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Μέ‐
35τρον ἀγάπης, τὸ μηδαμοῦ ἵστασθαι. Ἵνα ἡ ἀγάπη ὑμῶν, φησὶν, ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Ὅρα τὴν διάθεσιν τῆς λέξεως. Ἔτι μᾶλλον καὶ μᾶλλον, φησὶν, ἵνα περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει. Οὐχ ἁπλῶς τὴν φιλίαν θαυμάζει,
40οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως· τουτέστιν, οὐχ ἵνα πρὸς ἅπαντας τῇ αὐτῇ χρήσησθε ἀγάπῃ· τοῦτο γὰρ οὐκ ἀγάπης, ἀλλὰ ψυχρότητος. Τί ἐστιν, Ἐν ἐπιγνώσει; Τουτέστι, μετὰ κρίσεως μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι. Εἰσὶ γάρ τι‐
45νες ἀλόγως φιλοῦντες, ἁπλῶς καὶ ὡς ἔτυχεν· ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συμβαίνει Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ
δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τουτέστι, τὰ συμ‐189

62

.

191

φέροντα. Οὐκ ἐμοῦ ἕνεκεν ταῦτα λέγω, φησὶν, ἀλλ’ ὑμῶν αὐτῶν· δέος γὰρ μή τις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται τῷ οὕτως εἰπεῖν. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· Οὐ δι’
5ἐμὲ, φησὶ, ταῦτα λέγω, ἀλλ’ ἵνα ἦτε ὑμεῖς εἰλι‐ κρινεῖς· τουτέστιν, Ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης προσχήματι παραδέχησθε. Πῶς οὖν ἀλλαχοῦ φησιν, Εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρη‐ νεύετε; Εἰρηνεύετε, εἶπεν, οὐ τοῦτο δηλῶν, ὅτι Οὐχ
10οὕτως ἀγαπᾶτε, ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι· Εἰ γὰρ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· ἀλλ’, Ἵνα ἦτε εἰλικρινεῖς, τὸ κατὰ Θεὸν δηλονότι, καὶ ἀπρόσκοποι, τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολ‐
15λάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ’ ἕτερος προσκόπτει. Εἰς ἡμέ‐ ραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεθῆτε καθα‐ ροὶ, μηδένα σκανδαλίσαντες· Πεπληρωμένοι καρ‐ πῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς
20δόξαν καὶ ἔπαινον Θεοῦ· τουτέστι μετὰ τῶν δογ‐ μάτων καὶ βίον ὀρθὸν ἔχοντες. Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ, ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης. Ἔστι γὰρ δικαιοσύνη, ἀλλ’ οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος· ἀλλὰ, Τῶν διὰ Ἰησοῦ Χρι‐
25στοῦ, φησὶν, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ. Ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ δικαιοσύνην; Πολλαχοῦ δὲ δικαιοσύνην καὶ τὴν ἐλεη‐ μοσύνην λέγει. Μὴ παραβλαπτέτω ὑμᾶς, φησὶν, ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα, μηδὲ, ἐπειδὴ
30τὸν δεῖνα φιλεῖς, καταπέσῃς Βούλομαι μὲν αὐξάνεσθαι τὴν ἀγάπην ὑμῶν, οὐχ οὕτω μέντοι, ὡς καὶ βλάπτεσθαι· καὶ οὐχ ἁπλῶς βούλομαι προλήψει, ἀλλὰ δοκιμάσαντας, εἰ ἡμεῖς καλῶς λέγομεν. Καὶ οὐκ εἶπεν, Ἵνα τὰ ἡμέτερα αἱρῆσθε, ἀλλ’, Ἵνα δοκι‐
35μάζητε. Καὶ οὐκ εἶπε φανερῶς, Μὴ τῷ δεῖνι πλη‐ σιάζετε· ἀλλὰ, Πρὸς τὸ συμφέρον βούλομαι ὑμῖν τὴν ἀγάπην γίνεσθαι, οὐχ ἵνα ἀναισθήτως διακέησθε. Ἀνόητον γὰρ, εἰ μὴ διὰ Χριστὸν τὴν δικαιοσύνην ἐργάζεσθε, καὶ δι’ αὐτοῦ. Ἰδοὺ τὸ, Δι’ αὐτοῦ, πάλιν.
40Ἆρα οὖν ὑπουργῷ κέχρηται τῷ Θεῷ; Ἄπαγε· οὐχ ἵνα ἐγὼ, φησὶν, ἐπαινεθῶ, οὕτως εἶπον, ἀλλ’ ἵνα ὁ Θεὸς δοξάζηται. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Ὥστε τοὺς δεσμούς
45μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν. βʹ. Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν, καὶ νο‐ μίζειν ἐγκόπτεσθαι τὸ κήρυγμα. Τί οὖν ποιεῖ; Εὐ‐ θέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, καί φησι· Τὰ

62

.

191

(50)

κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ’ ἑαυτὸν δηλοῦν αὐτοῖς, ἅτε μεριμνῶσι. Τί λέγεις; δέδεσαι,
ἐνεποδίσθης, καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν;Column end

62

.

192

Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέ‐ σθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ μόνον οὐκ ἐπεστόμισε τοὺς ἄλλους οὐδὲ δειλοὺς ἐποίησεν, ἀλλ’ αὐτὸ τοῦτο καὶ μᾶλλον παρεθάῤῥυνεν.
5Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων μόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαῤῥεῖν χρή. Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους· τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαῤῥησιάζετο, μᾶλλον
10αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ μὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσμά; Ὁ Θεὸς τοῦτο ᾠκονόμησε, φησὶν, ὥστε μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τέως γὰρ οὕτως ἐκάλουν τὰ βασί‐
15λεια. Οὐδὲ ἐν τῷ πραιτωρίῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελ‐ φῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι τοῦτο, ὅτι καὶ πρότερον ἐθάῤῥουν, καὶ
20μετὰ παῤῥησίας διελέγοντο, νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαῤ‐ ῥοῦσι, πολλῷ μᾶλλον ἐγώ· εἰ ἄλλοις εἰμὶ αἴτιος θάρ‐ σους, πολλῷ μᾶλλον ἐμαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ μέγα ἦν τὸ εἰ‐
25πεῖν, ὅτι Οἱ ἐμοὶ δεσμοὶ θάρσος αὐτοῖς παρεῖχον, διὰ τοῦτο προλαβὼν εἶπεν· Ἐν Κυρίῳ. Ὁρᾷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται; Περισσοτέρως τολμᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, Περισσοτέρως,
30δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν. Ἐπειδὴ κατεσχέθη ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως
35πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυτ‐ τον· ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου, καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ. Δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι. Τοῖς
40μὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύτ‐ τειν τὸν Χριστόν. Τίνες μὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράτ‐
45τουσιν ἐμοί· ἢ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμε‐ νοι παρασπᾷν τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι’ εὐδοκίαν· τουτέστι, χωρὶς ὑποκρίσεως, ἀπὸ προ‐ θυμίας ἁπάσης. Οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς· τουτέστιν, οὐκ εἰλι‐

62

.

192

(50)

κρινῶς, οὐδὲ δι’ αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διὰ τί; Οἰό‐ μενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου. Νομί‐ ζοντες γὰρ οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυ‐ νον, θλῖψιν ἐπάγουσιν ἐπὶ θλίψει. Ὢ τῆς ὠμότητος! ὢ τῆς διαβολικῆς ἐνεργείας! δεδεμένον ἑώρων καὶ
55ἐμβεβλημένον εἰς δεσμωτήριον, καὶ ἔτι ἐφθόνουν· αὔ‐
ξειν αὐτῷ τὰ τῶν συμφορῶν ἤθελον, καὶ μείζονος191

62

.

193

ὀργῆς ὑπεύθυνον καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰό‐ μενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν. Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζόν με τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν
5οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις. Ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ μόνον οὐ λή‐ ψονται μισθὸν, ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυ‐
10νοι καὶ κολάσεως. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί ἐστιν, Ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι; Τουτέστι, τὰς εὐθύνας μοι ὑποτέμνοντες τὰς πρὸς τὸν Θεὸν, καὶ συναντιλαμβανόμενοί τι εἰς ἀπολογίαν. Ὃ λέγει,
15τοῦτό ἐστι· Προσετάγην κηρῦξαι· μέλλω διδόναι εὐ‐ θύνας, καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου, οὗ προσ‐ ετάγην· ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκο‐ λον, συναντιλαμβάνονταί μοι. Ἐὰν γὰρ εὑρεθῶσι πολλοὶ οἱ κατηχηθέντες πιστεύσαντες, εὔκολός μοι ἡ
20ἀπολογία ἔσται. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅρα τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῶν κατηγόρησεν, ἀλλ’ εἶπε τὸ γινόμενον. Τί γὰρ, φησὶν, ἐμοὶ διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως; πλὴν
25παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Οὐκ εἶπε, Καταγγελλέσθω, νομοθετῶν, ἀλλὰ πρῶτον μὲν τὸ συμβαῖνον ἀπήγ‐ γειλε, δεύτερον δὲ, εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτω τὰς αἱρέσεις εἰσῆγεν.
30 γʹ. Ἐξετάσωμεν γὰρ, εἰ δοκεῖ, τὸ πρᾶγμα, καὶ εὑρή‐ σομεν, ὅτι, εἰ καὶ οὕτως ἐπέτρεπε κηρύττειν, ὡς ἐκεῖνοι, οὐδὲ οὕτως εἰσήγετο αἵρεσις. Πῶς; Ὅτι ἐκεῖνοι ὑγιῶς μὲν ἐκήρυττον, ὁ σκοπὸς δὲ καὶ ἡ διά‐ νοια, μεθ’ ἧς ἐποίουν οὕτω, διέφθαρτο, οὐ τὸ κήρυ‐
35γμα ἐνήλλακτο. Καὶ πολλὴν εἶχον ἀνάγκην οὕτω κη‐ ρύττειν. Διὰ τί; Ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς Παῦλος, εἰ ἑτέρως ἐδίδαξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἂν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν· νῦν δὲ τῷ τὸ κή‐ ρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους
40αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι τὸν βα‐ σιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινο‐ μένου. Ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος, ἐπιλαβόμενος τοῦ χωρίου τούτου, φησί· Καὶ μὴν τὸ ἐναντίον εἰργά‐ σαντο ἂν, τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ
45τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἂν, εἴ γε δακεῖν αὐ‐ τὸν ἐβούλοντο. Τί οὖν ἐροῦμεν; Ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι, τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι, τὸ μὴ ἀφεῖναι διαφυγεῖν· καὶ τούτῳ μᾶλ‐ λον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι,

62

.

193

(50)

ἢ ἐκείνως. Ἑτέρως μὲν γὰρ ἂν καὶ ἔσβεσαν τοῦ βασι‐ λέως τὴν ὀργὴν, καὶ ἀφῆκαν ἂν ἐξελθεῖν, καὶ πάλιν κηρῦξαι· οὕτω δὲ δι’ αὐτὸν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἀνελόντες αὐτόν. Καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συν‐ ιδεῖν, ἀλλὰ πικρῶν τινων καὶ σφόδρα μοχθηρῶν. Εἶτα,
55Καὶ ἐν τούτῳ, φησὶ, χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Τί ἐστιν, Ἀλλὰ χαρήσομαι; Κἂν ἐπιπλεῖον γένη‐
ται, φησίν. Ἐμοὶ γὰρ συμπράττουσι καὶ ἄκοντες,Column end

62

.

194

καὶ τῶν αὐτοῖς πεπονημένων ἐκεῖνοι μὲν κόλασιν, ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν λήψομαι. Ἆρα ἔστι τι τοῦ διαβόλου μιαρώτερον, τοῦ κήρυγμα ἐπι‐ νοήσαντος ἀναδέξασθαι κόλασιν τοῖς πειθομένοις προ‐
5ξενοῦν; Ὁρᾷς πόσοις κακοῖς τοὺς ἑαυτοῦ περιπείρει; κόλασιν καὶ τιμωρίαν αὐτοῖς ἐκ τοῦ κηρύγματος καὶ τῶν πόνων ἐπινοεῖ τούτων. Καὶ ποῖος ἂν ἄλλος ἐχθρὸς καὶ πολέμιος τῆς ἐκείνων σωτηρίας τὸ πᾶν οὕτω δι‐ έθηκεν; Ὁρᾷς ὅτι ὁ τὴν ἀλήθειαν πολεμῶν οὐδὲν ἰσχύει,
10ἀλλ’ ἑαυτὸν πλήττει μᾶλλον, ὡς ὁ πρὸς κέντρα λα‐ κτίζων; Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσε‐ ται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπι‐ χορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις
15ἀνονήτοις τοὺς ἑαυτοῦ περιβάλλει, καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπάθλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖν οἶδεν. Οὐ γὰρ μόνον κήρυγμα, ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖ, ἣ οὐ μόνον μισθῶν ἀποστερήσει,
20ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσι· περὶ ὧν φησι καὶ ἀλλαχοῦ· Κεκαυτηριασμένοι τὴν ἰδίαν συνείδησιν. Διὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι ἡμῖν καὶ τοὺς πόνους ἐπεκούφισε, καὶ τοὺς μισθοὺς ηὔξησεν. Ὧν γὰρ οἱ
25παρ’ ἡμῖν γαμοῦντες σωφρόνως ἀπολαύουσι μισθῶν, οὐκ ἀπολαύουσιν οἱ παρθενεύοντες παρ’ αὐτοῖς, ἀλλὰ τῇ τῶν πορνευόντων οἱ παρθενεύοντες παρὰ τοῖς αἱ‐ ρετικοῖς δίκῃ γεγόνασιν ὑπεύθυνοι. Πόθεν; Ἐκ τοῦ μὴ ὀρθῷ σκοπῷ τι ποιεῖν, ἀλλ’ ἐπὶ διαβολῇ τῶν τοῦ
30Θεοῦ κτισμάτων καὶ ἀποῤῥήτου σοφίας αὐτοῦ. Μὴ δὴ ῥᾳθυμῶμεν· ἔδωκεν ἡμῖν ὁ Θεὸς συμμέτρους ἀγῶ‐ νας, οὐδένα πόνον ἔχοντας. Ἀλλὰ μὴ καταφρονῶμεν διὰ τοῦτο. Εἰ γὰρ οἱ αἱρετικοὶ κατατείνουσιν ἑαυτοὺς πόνοις ἀνονήτοις, τίς ἡμῖν ἔσται ἀπολογία μηδὲ τοὺς
35ἐλάττονας, καὶ πλείονα μισθὸν ἔχοντας βουλομένοις ἐνεγκεῖν; Τί γὰρ φορτικὸν, τί δὲ ἐπαχθὲς τῶν ἐπιταγ‐ μάτων τοῦ Χριστοῦ; Οὐ δύνασαι παρθενεύειν; ἔξ‐ εστί σοι γαμεῖν. Οὐ δύνασαι πάντων ἑαυτὸν ἀποστερῆ‐ σαι τῶν σῶν; ἔξεστί σοι ἀπὸ τῶν ὄντων χορηγεῖν·
40Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα. Ταῦτα γὰρ εἶναι δοκεῖ φορτικὰ, χρημά‐ των λέγω καταφρονεῖν, καὶ ἐπιθυμίας σωματικῆς περιγενέσθαι· τὰ δὲ ἄλλα οὐδεμιᾶς δεῖται δαπάνης, οὐδεμιᾶς βίας. Ποία γὰρ, εἰπέ μοι, βία τὸ μὴ κακῶς
45εἰπεῖν, μηδὲ διαβάλλειν ἁπλῶς; ποία δὲ βία τὸ μὴ βασκαίνειν τοῖς ἑτέρων ἀγαθοῖς; ἢ ποία βία τὸ μὴ δόξῃ ἁλῶναι; Τὸ βασανίζεσθαι καὶ φέρειν, καρτερίας ἐστί· καρτερίας, καὶ φιλοσοφίαν ἀσκεῖν· καρτερίας, τὸ πενίαν διενεγκεῖν· καρτερίας, τὸ λιμῷ προσ‐

62

.

194

(50)

παλαῖσαι καὶ δίψει. Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ’ ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε, μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία; Οὐδαμόθεν ἄλλο‐ θεν ὁ φθόνος, ἀλλ’ ἐκ τοῦ προστετηκέναι τοῖς παροῦσι, μᾶλλον δὲ πάντα τὰ κακά. Εἰ γὰρ μηδὲν ἐνόμιζες
55εἶναι τὰ χρήματα, καὶ τὴν δόξαν τοῦ κόσμου τούτου,
οὐκ ἂν τοῖς ἔχουσιν ἐβάσκηνας.193

62

.

195

δʹ. Ἀλλ’ ἐπειδὴ κέχηνας, καὶ θαυμάζεις αὐτὰ καὶ ἐπτόησαι, διὰ τοῦτό σοι καὶ τὰ τῆς βασκανίας ἐνοχλεῖ, διὰ τοῦτο καὶ τὰ τῆς κενοδοξίας· καὶ πάντα ἀπὸ τού‐ του γίνεται, ἀπὸ τοῦ θαυμάζειν τὰ τοῦ παρόντος βίου.
5Βασκαίνεις, ὅτι ὁ δεῖνα πλουτεῖ; Καὶ μὴν ἐλέους καὶ δακρύων ἄξιος ὁ τοιοῦτος. Ἀλλ’ ἐρεῖς εὐθέως γελῶν· Ἐγὼ δακρύων ἄξιος, οὐκ ἐκεῖνος. Δακρύων ἄξιος καὶ σὺ, οὐχ ὅτι πένῃ, ἀλλὰ διὰ τὸ σεαυτὸν ἐλεεινὸν εἶναι νομίζειν. Τοὺς γὰρ οὐδὲν ἔχοντας κακὸν καὶ
10δυσφοροῦντας δακρύομεν, οὐχ ὅτι κακόν τι ἔχουσιν, ἀλλ’ ὅτι μὴ ἔχοντες, ἔχειν νομίζουσιν. Εἰπὲ γάρ μοι, εἴ τις πυρετοῦ ἀπηλλαγμένος, ἀλύει καὶ περιστρέ‐ φεται, ὑγιαίνων ἐπὶ τῆς κλίνης κείμενος, ἆρα τῶν πυρεττόντων μᾶλλον οὐχὶ δακρύων ἄξιος ὁ τοιοῦτος,
15οὐκ ἐπειδὴ πυρέττει, οὐδὲ γὰρ πυρέττει, ἀλλ’ ἐπειδὴ μηδὲν ἔχων δεινὸν, ἔχειν τι νομίζει; Καὶ σὺ δακρύων ἄξιος διὰ τοῦτο, ὅτι σαυτὸν ἐλεεινὸν νομίζεις, οὐ διὰ τὴν πενίαν· τῆς γὰρ πενίας ἕνεκεν καὶ μακαριστός. Τί φθονεῖς τῷ πλουσίῳ; ὅτι φροντίδων ἑαυτὸν ὑπεύ‐
20θυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα; ὅτι μυρίαις ἁλύσεσι, καθάπερ τις κύων, τοῖς αὑτοῦ δέδεται χρήμασι; Κατέλαβεν ἑσπέρα, κατέλαβε νὺξ, καὶ τὸν τῆς ἀναπαύσεως καιρὸν οὗτος θορύβου καιρὸν καὶ ἀηδίας καὶ λύπης ἔχει καὶ μερίμνης. Ψόφος
25ἐγένετο; εὐθέως ἀνεπήδησεν. Ὁ δεῖνα ἐσυλήθη; μᾶλλον ἐκείνου φροντίζει τοῦ ἀπολωλεκότος ὁ μὴ ἀπολωλεκώς. Ἐκεῖνος μὲν γὰρ ἅπαξ ἀπώλεσε, καὶ λυπηθεὶς ἀπέθετο τὴν φροντίδα· οὗτος δὲ αὐτὴν ἔχει διηνεκῶς. Κατέλαβε νὺξ, ὁ λιμὴν τῶν ἡμετέρων κα‐
30κῶν, τὸ παραμύθιον τῶν ἡμετέρων συμφορῶν, τὸ φάρμακον τῶν τραυμάτων. Καὶ γὰρ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι τοῖς φίλοις μὲν καὶ συγγενέσι καὶ οἰκείοις, πολλάκις δὲ καὶ πατράσι παραμυθουμένοις οὐκ εἶξαν οὐδὲ ὑπεχώρησαν, ἀλλὰ καὶ πρὸς τὰ ῥή‐
35ματα αὐτὰ ἠγανάκτησαν· παντὸς γὰρ καύματος μᾶλ‐ λον τὸ πικρὸν τῆς ὀδύνης τὰς ἡμετέρας θλίβει ψυχάς· τῷ δὲ ὕπνῳ κελεύοντι παύεσθαι οὐδὲ ἀντιβλέψαι ἴσχυσαν. Καθάπερ οὖν σῶμα διακαὲς καὶ θερμοτέρᾳ προσπαλαῖσαν ἀκτῖνι κατατρυχόμενον, ὥσπερ τινὶ
40καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆς λεπτῆς αὔρας παραμυθίαν· οὕτως ἡ νὺξ τῷ ὕπνῳ παραδίδωσιν ἡμῶν τὴν ψυχήν· μᾶλλον δὲ οὐχ ἡ νὺξ, οὐδὲ ὁ ὕπνος τοῦτο ἐργάζεται, ἀλλ’ ὁ Θεὸς, εἰδὼς τὸ ταλαίπωρον τοῦτο γένος, ἅπαντα ταῦτα εἰργάσατο.
45 Ἀλλ’ ἡμεῖς οὐκ ἐλεοῦμεν ἑαυτοὺς, ἀλλ’ ἐπενοήσα‐ μεν, καθάπερ ἐχθροὶ ὄντες ἑαυτῶν, τῆς φυσικῆς ἀνάγκης καὶ ἀναπαύσεως μείζονα τυραννίδα, τὴν ἀπὸ τοῦ πλούτου ἀγρυπνίαν. Μέριμνα γὰρ, φησὶ, πλούτου, ἀφιστᾷ ὕπνον. Καὶ ὅρα πόση τοῦ Θεοῦ

62

.

195

(50)

ἡ κηδεμονία· Οὐκ ἐπέτρεψε τῇ προθέσει τὴν ἀνάπαυ‐ σιν, οὐδὲ προαιρέσει τινὶ τὴν χρείαν τοῦ ὕπνου, ἀλλὰ φυσικαῖς αὐτὴν ἀνάγκαις κατέδησεν, ἵνα καὶ ἄκοντες εὐεργετώμεθα· τὸ γὰρ καθεύδειν, τῆς φύσεως. Ἡμεῖς δὲ ὡς σφόδρα ἑαυτοὺς μισοῦντες, ὡς ἑτέρους πολε‐
55μοῦντες καὶ θλίβοντες, τῆς φυσικῆς ταύτης ἀνάγκης μείζονα τὴν ἀπὸ τῶν χρημάτων ἐπενοήσαμεν τυραν‐ νίδα. Ἡμέρα γέγονε; καὶ δέδοικεν ὁ τοιοῦτος τοὺς συκοφάντας. Ἡ νὺξ κατέλαβε; τρέμει λῃστάς. Θάνα‐
τος ἐπέστη; τοῦ θανάτου μᾶλλον δάκνεται, ὅτιColumn end

62

.

196

ἑτέρων ἐκεῖνα γίνεται. Παιδίον ἔσχε; πλείων ἡ ἐπι‐ θυμία· καὶ τότε δοκεῖ πένης εἶναι. Οὐκ ἔσχε, μᾶλλον ὀδυνᾶται. Τοῦτον οὖν μακαρίζεις τὸν οὐδαμόθεν ἡσθῆναι δυνάμενον; τούτῳ φθονεῖς τῷ κλυδωνιζο‐
5μένῳ, ἐν λιμένι γαληνῷ τῇ πενίᾳ ἑστηκώς; Ὄντως καὶ τοῦτο ἐλάττωμα τῆς ἀνθρωπίνης φύσεως, τὸ μὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ’ εἰς τὰς εὐπραγίας ἐξυβρίζειν. Καὶ ταῦτα μὲν ἐνταῦθα· ὅταν δὲ ἀπέλ‐ θωμεν ἐκεῖ, ἄκουσον τί φησιν ὁ πλούσιος, ὁ μυρίων
10ἀγαθῶν κύριος, ὥσπερ σὺ λέγεις· οὐ γὰρ ἂν ἔγωγε ταῦτα εἴποιμι ἀγαθὰ, ἀλλ’ ἀδιάφορα. Οὗτος τοίνυν ὁ μυρίων ἀγαθῶν κύριος, ἄκουσον τί φησι, καὶ τίνος ἐν χρείᾳ καθέστηκε· Πάτερ, φησὶν, Ἀβραὰμ, πέμ‐ ψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάζῃ μου
15τὴν γλῶτταν, ὅτι ἀποτηγανίζομαι. Εἰ γὰρ μηδὲν ὧν εἶπον ἔπασχεν ὁ πλούσιος ἐκεῖνος, εἰ γὰρ ἐν ἀδείᾳ καὶ φροντίδος χωρὶς τὸν ἅπαντα βίον διήγαγε· τί λέγω τὸν ἅπαντα βίον; τὴν μίαν ῥοπὴν ἐκείνην· ῥοπὴ γάρ ἐστιν· ὡς μία γὰρ ῥοπὴ, φησὶν, ὁ πᾶς ἡμῶν
20αἰὼν πρὸς τὸν αἰῶνα τὸν ἄπειρον· εἰ τοίνυν πάντα αὐτῷ κατὰ γνώμην προεκεχωρήκει, ἆρα οὐκ ἐλεεινός ἐστι τούτων τῶν ῥημάτων, μᾶλλον δὲ τούτων τῶν πραγμάτων; Οὐχὶ οἴνῳ περιεκλύζετό σου ἡ τράπεζα; νῦν δὲ οὐδὲ σταγόνος ὕδατος εἶ κύριος, καὶ ταῦτα ἐν
25χρείᾳ πολλῇ καθεστηκώς. Οὐχ ἡλκωμένον ὑπερεώρας τὸν πένητα; νῦν δὲ ἀξιοῖς αὐτὸν ἰδεῖν, καὶ οὐδεὶς δί‐ δωσι. Παρὰ τὸν πυλῶνα ἦν τὸν σὸν, νῦν δὲ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· ὑπὸ τὰς μεγάλας σὺ κατέκεισο ὀροφὰς, νῦν δὲ ἐν τῷ πυρὶ τῆς γεέννης.
30 εʹ. Ἀκουέτωσαν ταῦτα οἱ πλούσιοι· μᾶλλον δὲ οὐχ οἱ πλούσιοι, ἀλλ’ οἱ ἀνελεήμονες· οὐ γὰρ, ἐπειδὴ πλού‐ σιος ἦν, ἐκολάζετο, ἀλλ’ ἐπειδὴ οὐκ ἠλέησεν. Ἔνεστι γὰρ πλουτοῦντα καὶ ἐλεοῦντα τυχεῖν παντὸς ἀγαθοῦ. Καὶ διὰ τοῦτο οὐδένα ἄλλον ὁρᾷ, ἀλλ’ ἢ ἐκεῖνον τὸν
35δεόμενον αὐτοῦ, ἵνα μάθῃ, ὅτι δικαίως ταῦτα ἔπα‐ σχεν, εἰς ὑπόμνησιν ἐλθὼν ὧν ἔπραττε. Μὴ γὰρ οὐκ ἦσαν μυρίοι πένητες δίκαιοι; Ἀλλ’ ὁ πρὸς τῷ πυλῶνι αὐτοῦ κείμενος, οὗτος αὐτῷ φαίνεται, παιδεύων αὐ‐ τὸν καὶ ἡμᾶς, ὅσον ἐστὶν ἀγαθὸν μὴ πεποιθέναι ἐπὶ
40χρήμασιν. Οὐδὲν ἐκεῖνον ἔβλαψεν ἡ πενία πρὸς τὸ βασιλείας τυχεῖν· οὐδὲν τοῦτον ὠφέλησεν ὁ πλοῦτος πρὸς τὸ γέενναν ἐκφυγεῖν. Μέχρι πότε πένητες; μέ‐ χρι πότε πτωχοί; Οὐκ ἔστιν, οὐκ ἔστι πένης ὁ μηδὲν ἔχων, ἀλλ’ ὁ πολλῶν ἐπιθυμῶν· οὐκ ἔστι πλούσιος ὁ
45πολλὰ κεκτημένος, ἀλλ’ ὁ μηδενὸς δεόμενος. Τί γὰρ ὄφελος πᾶσαν μὲν κεκτῆσθαι τὴν οἰκουμένην, τοῦ δὲ μηδὲν ἔχοντος μᾶλλον ἐν ἀθυμίᾳ διάγειν; Αἱ προαι‐ ρέσεις καὶ τοὺς πλουτοῦντας καὶ τοὺς πενομένους ἐρ‐ γάζονται, οὐχ ἡ τῶν χρημάτων περιουσία οὐδὲ ἡ ἔν‐

62

.

196

(50)

δεια. Βούλει γενέσθαι πλούσιος σὺ ὁ πένης; Ἔξεστί σοι βουλομένῳ, καὶ ὁ κωλύων οὐδείς· κατα‐ φρόνησον τῶν τοῦ κόσμου χρημάτων· νόμισον εἶναι μηδὲν, ὥσπερ οὖν οὐδέ ἐστιν; ἔκβαλε τὴν ἐπιθυμίαν τοῦ πλούτου, καὶ ἐπλούτησας. Οὗτός ἐστιν ὁ πλουτῶν,
55ὁ μὴ θέλων πλουτεῖν· ὁ μὴ θέλων πένεσθαι, οὗτός ἐστιν ὁ πενόμενος. Καθάπερ ἐκεῖνος νοσῶν ὁ καὶ ἐν ὑγείᾳ ἀλύων, οὐκ ἐκεῖνος ὁ πάσης ὑγείας εὐκολώτερον τὴν νόσον φέρων, οὕτω καὶ ἐνταῦθα πένης ἐστὶν ὁ μὴ δυνάμενος πενίαν ἐνεγκεῖν, ἀλλ’ ἐν πλούτῳ τῶν πενο‐
60μένων μᾶλλον ἡγούμενος εἶναι πένης, οὐκ ἐκεῖνος ὁ195

62

.

197

τῶν πλουτούντων μᾶλλον τὴν πενίαν εὐκολώτερον φέ‐ ρων· οὗτος γάρ ἐστι μᾶλλον ὁ πλουσιώτερος. Εἰπὲ γάρ μοι, τὴν πενίαν διὰ τί δέδοικας; διὰ τί τρέμεις; οὐχὶ διὰ λιμόν; οὐχὶ διὰ δῖψος; οὐχὶ διὰ ψῦχος; ἢ
5οὐ διὰ ταῦτα; Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ὁ τούτων ἀπορήσας ποτέ. Ἐμβλέψατε γὰρ εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ ἐγκατελείφθη; ἢ τίς ἤλπισεν ἐπ’ αὐτὸν, καὶ κατ‐ ῃσχύνθη; καὶ πάλιν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ
10τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐδένα ἂν ἔχοι τις ἡμῖν δεῖξαί τινα ταχέως διὰ λιμὸν καὶ ψῦχος ἀπολωλότα. Τίνος οὖν ἕνεκεν τρέμεις τὴν πενίαν; Οὐκ ἔχεις εἰ‐
15πεῖν. Εἰ γὰρ εὐπορεῖς τῶν ἀναγκαίων, τί δήποτε τρέμεις αὐτήν; ὅτι πλῆθος οὐκ ἔστι σοι οἰκετῶν; Τοῦτο δεσποτῶν ἐστιν ἀπαλλαγῆναι, τοῦτο μακαριό‐ της διηνεκὴς, τοῦτο φροντίδος ἐλευθερία. Ἀλλ’ ὅτι καὶ σκεύη, καὶ κλῖναι, καὶ ἔπιπλα οὐκ ἔστιν ἐξ ἀργυ‐
20ρίου κατεσκευασμένα σοι; Τί γάρ σου πλέον ἔχει κατὰ τὴν ἀπόλαυσιν ὁ ταῦτα κεκτημένος; Οὐδέν· τὰ γὰρ τῆς χρήσεως ἴσα, ἄν τε ἀπὸ ταύτης, ἄν τε ἀπ’ ἐκείνης τῆς ὕλης ᾖ. Ἀλλ’ ὅτι φοβερὸς οὐκ εἶ τοῖς πολλοῖς; Μηδὲ γένοιό ποτε· ποία γὰρ ἡδονὴ τρέμειν καὶ δε‐
25δοικέναι σέ τινας; ἀλλ’ ὅτι ἑτέρους φοβῇ; ἀλλ’ οὐκ ἔστι φοβηθῆναι. Θέλεις γὰρ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἔξεις ἔπαινον ἐξ
αὐτῆς. Ἀλλ’ ὅτι εὐκαταφρόνητοί ἐσμεν, φησὶ, καὶColumn end

62

.

198

πρὸς τὸ παθεῖν ἕτοιμοι κακῶς; Μάλιστα μὲν οὐχ ἡ πενία τοῦτο ποιεῖ, ἀλλ’ ἡ κακία. Ἐπεὶ πολλῶν πενή‐ των ἀπραγμόνως τὸν πάντα βίον διαγόντων, ἄρχον‐ τες, πλουτοῦντες καὶ δυνάσται πάντων κακούργων
5καὶ λῃστῶν καὶ τυμβωρύχων ἀθλιώτερον ἀπήλλαξαν. Ὅπερ γὰρ ἐπὶ σοῦ ἡ πενία, τοῦτο ἐπ’ ἐκείνου ὁ πλοῦ‐ τος ἔχει. Ὥσπερ γάρ σε διὰ τὸ καταφρονεῖσθαι ἐν‐ ταῦθα ποιοῦσι κακῶς οἱ κακοῦν βουλόμενοι· οὕτως ἐκεῖνον διὰ τὸ φθονεῖν καὶ βασκαίνειν· καὶ μᾶλλον
10οὗτοι, ἢ ἐκεῖνοι· μᾶλλον αὕτη ἡ ἀνάγκη ἰσχυροτέρα τοῦ κακῶς ποιεῖν. Ὁ μὲν γὰρ φθονῶν, ἰσχύϊ πάσῃ καὶ δυνάμει πάντα πράττει, ὁ δὲ καταφρονῶν πολ‐ λάκις καὶ ἠλέησε τὸν καταφρονούμενον· καὶ τοῦτο αὐτὸ γέγονεν αὐτῷ αἴτιον ἀπαλλαγῆς, τὸ πένητα
15εἶναι, τὸ μὴ δύνασθαι ἔχειν ἰσχύν· Μεγάλα τε κατ‐ ορθώσεις, λέγοντες πρὸς αὐτὸν, ἐὰν τὸν δεῖνα ἀνέλῃς, ἐὰν ἀποκτείνῃς ἕνα πένητα· πόσων οὐκ ἀπολαύσῃ μισθῶν; καὶ οὕτως αὐτῶν τὸν θυμὸν χαλῶμεν. Ἐπὶ δὲ τῶν πλουτούντων ὁ φθόνος ἐφέστηκεν, οὐ πρότε‐
20ρον λήγων, ἕως ἂν ὅπερ βούλεται ἐργάσηται, καὶ τὸν ἰὸν ἐκχέῃ τὸν αὑτοῦ. Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ’ ἡ ἡμετέρα προαίρεσις; Οὐκοῦν ταύτην ῥυθμίζωμεν, ταύτην παιδεύωμεν φιλοσοφεῖν. Ἂν αὕτη καλῶς ᾖ διακειμένη, οὔτε πλοῦτος ἡμᾶς
25ἐκβαλεῖν τῆς βασιλείας δυνήσεται, οὔτε πενία ποιήσει ἔλαττον ἔχειν· ἀλλὰ πράως τὴν πενίαν οἴσομεν, οὐδὲ εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ἀπόλαυσιν παραβλαπτόμενοι, οὐδὲ ἐνταῦθα· ἀλλὰ καὶ τούτων ἀπολαύσομεν, καὶ τῶν ἐν οὐρανοῖς ἐπιτευξόμεθα
30ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ
ἑξῆς.Column end

62

.

197

(32)

ΟΜΙΛΙΑ Γʹ. Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν
35διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀπο‐ καραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν
40 τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου. αʹ. Τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν οὐδὲν τῶν ἐν τῷ παρόντι βίῳ λυπηρῶν δύναται δακεῖν, οὐκ ἔχθραι, οὐ κατηγορίαι, οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐκ ἐπι‐ βουλαί. Ὥσπερ γὰρ εἰς μεγάλην τινὰ ἀκρώρειαν κα‐
45ταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς. Τοιαύτη ἦν ἡ τοῦ Παύλου ψυχὴ, πάσης ἀκρωρείας ὑψηλότερον τόπον τὸν τῆς φιλοσοφίας κατα‐ λαβοῦσα τῆς πνευματικῆς, τῆς ὄντως φιλοσοφίας. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα μόνον ἐστὶ καὶ παίδων

62

.

197

(50)

ἀθύρματα. Ἀλλ’ οὐ περὶ τούτων λόγος νῦν, τὰ δὲ Παύλου φθεγγόμεθα τέως. Ὁ μακάριος ἐκεῖνος καὶ τὸν βασιλέα ἔχων πολεμοῦντα αὐτῷ, πρὸς τούτῳ εἶχε καὶ ἑτέρους ἐχθροὺς διαφόρως αὐτὸν λυποῦν‐ τας, καὶ μετὰ πικρᾶς διαβολῆς· καὶ τί φησιν;
55Οὐ μόνον οὐκ ἀλγῶ τούτοις οὐδὲ καταπίπτω, ἀλλὰColumn end

62

.

198

(33)

καὶ χαίρω καὶ χαρήσομαι· οὐ πρὸς καιρὸν, φησὶν, ἀλλ’ ἀεὶ ὑπὲρ τούτων χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό
35μοι ἀποβήσεται εἰς σωτηρίαν τὴν μέλλουσαν. Πῶς γὰρ οὐκ ἀποβήσεται, ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγ‐ μα ὠφελῇ καὶ ὁ πρὸς ἐμὲ ζῆλος; Διὰ τῆς ὑμῶν δεή‐ σεως, φησὶ, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ
40ἐλπίδα μου. Ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακα‐ ρίου τούτου· ἐν τοῖς ἄθλοις ἦν ἀγωνιζόμενος, μυρία κατωρθώκει, πρὸς αὐτῷ τῷ στεφάνῳ λοιπὸν ἔκειτο· Παῦλος γὰρ ἦν· τί γὰρ ἄν τις εἴποι πλέον; καὶ Φιλιππησίοις γράφει, ὅτι Διὰ τῆς ὑμῶν δεήσεως
45δύναμαι σωθῆναι, ὁ ἀπὸ μυρίων κατορθωμάτων κε‐ κτημένος τὴν σωτηρίαν. Καὶ ἐπιχορηγίας, φησὶ, τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Ἐπι‐ χορηγίας; Ἂν διὰ τῶν ὑμετέρων εὐχῶν, φησὶ, κατ‐ αξιωθῶ τῆς χάριτος. Τὸ γὰρ, Ἐπιχορηγίας, τοῦτό

62

.

198

(50)

ἐστιν, ἂν ἐπιχορηγηθῇ, ἂν πλέον ἐπιδοθῇ μοι πνεῦμα· Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξομαι, ὡς τὸν πρῶτον κίνδυνον. Περὶ τούτου γάρ φησιν· Ἐν τῇ πρώτῃ μου ἀπο‐ λογίᾳ οὐδείς μοι συμπαρεγένετο· μὴ αὐτοῖς λογι‐
55σθείη· ἀλλ’ ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυ‐197

62

.

199

νάμωσέ με. Τοῦτο γοῦν καὶ νῦν ἤδη προφητεύει, Διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, λέγων, κατὰ τὴν ἀπο‐ καραδοκίαν καὶ ἐλπίδα μου. Οὕτω γὰρ, φησὶν,
5ἐλπίζω. Ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, καθάπερ ὁ προφήτης φησί· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ
10ἠλπίσαμεν ἐπὶ σοί· καθάπερ καὶ ἑτέρωθί φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; καὶ πάλιν ὁ μακάριος οὗτός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καται‐ σχύνει. Κατὰ τὴν ἀποκαραδοκίαν, φησὶ, καὶ ἐλ‐
15πίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι. Αὕτη ἡ τοῦ Παύλου ἐλπὶς, τὸ ἐλπίζειν, ὅτι Οὐδαμοῦ αἰσχυν‐ θήσομαι. Ὁρᾷς ὅσον ἐστὶν ἐλπίζειν ἐπὶ τὸν Θεόν; Κἂν ὁτιοῦν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτ‐ έστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ’ ἐν πάσῃ παῤ‐
20ῥησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα, ὡς τοῦ δόλου τοῦ αὐτῶν ἰσχύοντος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ ἔσται τοῦτο, οὐ
25νῦν ἀποθανοῦμαι· Ἀλλ’ ὡς πάντοτε, καὶ νῦν με‐ γαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Πῶς; Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· Ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν·
30ἀλλ’ ἐκ πάντων ἡμᾶς ἐῤῥύσατο ὁ Κύριος. Οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. Ἵνα δὲ μή τις νομίσῃ καὶ εἴπῃ, Ἂν σὺ ἀποθάνῃς, οὐ μεγαλυν‐ θήσεται; Ναὶ, φησὶν, οἶδα· ἀλλ’ οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ἡ ζωὴ μόνη μεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ
35ὁ θάνατος. Τέως δὲ, Διὰ ζωῆς, φησίν· οὐκ ἀναι‐ ροῦσί με, ἀλλὰ καὶ εἰ εἷλόν με, καὶ οὕτω μεγαλυνθή‐ σεται ὁ Χριστός. Πῶς; Διὰ μὲν ζωῆς, ὅτι ἐξείλετο· διὰ θανάτου δὲ, ὅτι οὐδὲ θάνατος ἔπεισέ με ἀρνήσα‐ σθαι αὐτόν. Ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο,
40καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ἐκεῖ μὲν, ὅτι με ἀπήλλαξε κινδύνων· ἐνταῦθα δὲ, ὅτι με οὐκ εἴασε φο‐ βηθῆναι τοῦ θανάτου τὴν τυραννίδα. Οὕτω μεγαλυν‐ θήσεται διὰ ζωῆς καὶ θανάτου. βʹ. Ταῦτα δὲ λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖ‐
45σθαι, ἀλλ’ ὅταν ἀποθάνῃ, ἵνα μηδὲν ἀνθρώπινον πά‐ θωσιν. Ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, ὅρα πῶς αὐτὸ παραμυ‐ θεῖται, μονονουχὶ λέγων· Ταῦτα δὲ λέγω, φησὶν, οὐχ ὡς ἀποθανούμενος. Διὰ τοῦτο ἐπήγαγε προϊών· Καὶ

62

.

199

(50)

τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσομαι, τοῦτό ἐστιν, Οὐ φέρει μοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ μέγα κέρδος. Διὰ τί; Οὐ γὰρ ἀθάνατός εἰμι, ἀλλὰ καὶ
λαμπρότερος ἔσομαι, ἢ εἰ καὶ ἀθάνατος ἤμην· οὐ γάρColumn end

62

.

200

ἐστιν ἴσον ἀθάνατον ὄντα καταφρονεῖν θανάτου, καὶ θνητόν. Ὥστε οὐδὲ τοῦτο αἰσχύνη, τὸ νῦν ἀποθανεῖν· πλὴν οὐκ ἀποθανοῦμαι. Ἐν οὐδενὶ αἰσχυνθήσομαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν· ἀμφό‐
5τερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν. Καλῶς· τοῦτο Χριστιανῆς ψυχῆς. Ἀλλ’ ἐν πάσῃ, φησὶ, παῤῥησίᾳ. Ὁρᾷς, πῶς οὐκ αἰσχύνομαι; Εἰ μὲν γὰρ ὁ τοῦ θανάτου φόβος περιέκοπτέ μου τὴν παῤῥησίαν, αἰσχύνης ἄξιον τὸ ἀποθανεῖν· εἰ δὲ
10οὐδὲν οὗτος ἐπελθὼν ἐφόβησεν, οὐκ αἰσχύνη τοῦτο· ἀλλ’ εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσομαι· κηρύττω γὰρ τὸ κήρυγμα· εἴτε ἀποθάνω, διὰ τοῦ ἀποθανεῖν οὐκ αἰσχυνθήσομαι· οὐ κατεῖχέ με γὰρ φόβος· τὴν γὰρ αὐτὴν παῤῥησίαν ἐπιδείκνυμαι. Μὴ γὰρ, ἐπειδὴ
15δεσμὰ εἶπον, αἰσχύνην τὸ πρᾶγμα νομίσητε. Τοσούτων ἀγαθῶν αἴτιόν μοι γέγονεν, ὅτι καὶ ἑτέροις ἔδωκε θαῤῥεῖν. Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθέντα τὰ δεσμὰ, προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς, ἂν τοῦτο μὴ ᾖ, καὶ παῤῥησίας
20πρόξενα τὰ δεσμά. Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους (καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν μὴ συμβῇ τι τοιοῦτον, ἤδη νομίζετε αἰσχύνεσθαι· καὶ γὰρ καὶ τοῦτο οὐχ ἧττον ἐκείνου δίδωσιν ὑμῖν τὴν παῤῥησίαν. Ὅρα πῶς ἐπὶ τοῦ οἰκείου
25προσώπου αὐτὸ προάγει· ὅπερ πολλαχοῦ ποιεῖ καὶ ἀλλαχοῦ, καθάπερ ἐπὶ Ῥωμαίων, Οὐ γὰρ ἐπαισχύνο‐ μαι τὸ Εὐαγγέλιον, φησί· καθάπερ ἐπὶ Κορινθίων· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. Οὐχ ὡς ἀγνοῶν
30τοῦτό φησιν· οἶδε μὲν γὰρ, ὅτι οὐκ ἀποθανεῖται τότε, ἀλλὰ μετὰ ταῦτα· πλὴν αὐτῶν προπαρασκευάζει τὴν ψυχὴν ἤδη· Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ γὰρ ἀποθανὼν, φησὶν, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. Τότε με
35ἀνεῖλον ἂν, εἰ ἴσχυσαν διὰ τοῦ φόβου τὴν πίστιν ἐκβαλεῖν τῆς ἐμῆς ψυχῆς· ἕως δ’ ἂν Χριστὸς ᾖ μετ’ ἐμοῦ, κἂν θάνατος ἐπέλθῃ, ζῶ. Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί μου τὸ ζῇν, ἀλλὰ ὁ Χριστός. Εἰ τοίνυν οὐδὲ ἐν τῇ ζωῇ ταύτῃ τοῦτό ἐστιν· Ὃ δὲ
40νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγω· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοιοῦτον χρὴ εἶναι τὸν Χριστιανόν. Οὐ ζῶ, φησὶ, τὴν κοινὴν ζωήν. Πῶς οὖν ζῇς, ὦ μακάριε Παῦλε; οὐχὶ τὸν ἥλιον ὁρᾷς; οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς; οὐχὶ ταύταις
45ταῖς ἁπάντων τρέφῃ τροφαῖς; οὐχὶ τὴν γῆν πατεῖς, ὥσπερ ἡμεῖς; οὐχὶ ὕπνου δέῃ; οὐχὶ ἐνδυμάτων; οὐχὶ ὑποδημάτων; Τί λέγεις, Οὐ ζῶ; Πῶς οὐ ζῇς; τί μεγαλαυχεῖς; Οὐκ ἔστι μεγαληγορία ταῦτα. Εἰ μὲν γὰρ μὴ τὰ πράγματα ἐμαρτύρει, εἰκότως ἄν τις εἴποι

62

.

200

(50)

μεγαληγορίαν εἶναι· εἰ δὲ τὰ πράγματα μαρτυρεῖ, ποία μεγαληγορία; Πῶς οὖν οὐ ζῇ, μάθωμεν· καὶ γὰρ ἀλλαχοῦ φησιν, Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ἐμοὶ ὁ κόσμος. Πῶς οὖν φησιν, Οὐκέτι ζῶ, καὶ
πῶς πάλιν, Ἐμοὶ τὸ ζῇν Χριστὸς, ἀκούσατε·199

62

.

201

Τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ἀγαπητοὶ, τουτέστι, πολλὰ σημαίνει, ὥσπερ καὶ τὸ τοῦ θανάτου. Ἔστι ζωὴ αὕτη ἡ τοῦ σώματος, καὶ ἔστι ζωὴ ἡ τῆς ἁμαρτίας· καθώς φησιν αὐτὸς ἀλλαχοῦ· Εἰ δὲ ἀπ‐
5εθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Ἄρα ἔστι ζῇν τὴν τῆς ἁμαρτίας ζωήν· προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵνα μὴ εἰκῆ κοπτώμεθα· ἔστι ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος, μετὰ δὲ ταύτης ἡ οὐράνιος· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς
10ὑπάρχει. Ἔστι ζωὴ ἡ τοῦ σώματος, ἥν φησι, Δι’ αὐτοῦ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ τὴν φυσικὴν οὖν φησι μὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν· εἰκότως. Ὁ γὰρ μὴ ἐπιθυμῶν τῆς παρούσης ζωῆς,
15πῶς ταύτην ζῇ; ὁ πρὸς ἑτέραν σπεύδων, πῶς ταύτην ζῇ; ὁ θανάτου καταφρονῶν, πῶς ταύτην ζῇ; ὁ μηδενὸς τῶν ἐνταῦθα ἐπιθυμῶν, πῶς ταύτην ζῇ; Ὥσπερ γὰρ ὁ ἐξ ἀδάμαντος συγκείμενος, κἂν μυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ· οὕτως οὐδὲ ὁ Παῦλος· Ζῶ
20δὲ, φησὶν, οὐκέτι ἐγὼ, τουτέστιν, ὁ παλαιὸς ἄνθρω‐ πος· καὶ πάλιν ἀλλαχοῦ, Ταλαίπωρος ἐγὼ ἄνθρω‐ πος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οὕτως ὁ μηδὲν διὰ τροφὴν ποιῶν, ὁ μηδὲν δι’ ἔνδυμα, ὁ μηδὲν διά τι τῶν παρόντων, πῶς οὗτος
25ζῇ; Οὗτος οὐδὲ τὴν φυσικὴν ζωὴν ζῇ· ὁ μηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ. Ἡμεῖς ζῶμεν τοῦτον τὸν βίον, οἱ πάντα ὑπὲρ τούτου πράττοντες· ἐκεῖνος δὲ οὐκ ἔζη· οὐδὲν γὰρ ἐπραγματεύετο τῶν ἐνταῦθα. Πῶς οὖν ἔζη; Οὕτω καὶ ἡμεῖς ἐπί τινων λέγομεν· Ἐμοὶ
30ὁ δεῖνα οὐ πάρεστιν, ὅταν μηδὲν πράττῃ τῶν ἀνηκόντων εἰς ἐμέ· ἐμοὶ ὁ δεῖνα οὐ ζῇ, πάλιν ὁμοίως. Ὅτι γὰρ οὐ τὴν φυσικὴν παραιτεῖται ζωὴν, φησὶν ἀλλαχοῦ· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγα‐ πήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ
35ἐμοῦ. Τουτέστι, Καινήν τινα ζωὴν ζῶ, ἐξηλλαγμένην. γʹ. Ταῦτα δὴ πάντα πρὸς παραμυθίαν τῶν Φιλιππη‐ σίων λέγει. Μὴ νομίσητε, φησὶν, ὅτι τῆς ζωῆς ἀπο‐ στεροῦμαι ταύτης· ἐπεὶ μηδὲ ζῶν, ταύτην ἔζων τὴν ζωὴν, ἀλλ’ ἐκείνην, ἢν ὁ Χριστὸς ἐβούλετο. Εἰπὲ γάρ
40μοι, ὁ χρημάτων καταφρονῶν, ὁ τρυφῆς, ὁ λιμοῦ καὶ δίψης, ὁ κινδύνων, ὁ ὑγείας, ὁ σωτηρίας, ταύτην ζῇ τὴν ζωήν; ὁ μηδὲν ἐνταῦθα ἔχων, ὁ πολλάκις αὐ‐ τὴν ῥῖψαι βουλόμενος, ἀνάγκης οὔσης, καὶ μὴ ἀντι‐ ποιηθεὶς, ταύτην ζῇ τὴν ζωήν; Οὐδαμῶς. Ὡς ἐπὶ
45ὑποδείγματος δὲ ὑμῖν χρὴ τοῦτο ποιῆσαι φανερόν· οἷον, ἔστω τις ἐν πλούτῳ πολλῷ, καὶ οἰκέτας ἐχέτω καὶ χρυσίον, καὶ μηδενὶ τούτων κεχρήσθω· ἆρα οὗτος πλουτεῖ τὸν πλοῦτον ἐκεῖνον; Οὐδαμῶς. Ὁράτω δὲ καὶ διασπαθῶντας τὰ ὑπάρχοντα τοὺς παῖδας, εἰκῆ

62

.

201

(50)

ῥεμβομένους, καὶ μηδενὸς αὐτῶν φροντιζέτω· εἰ βού‐ λει δὲ, καὶ τυπτόμενος μὴ ἀλγείτω· ἆρα φήσομεν αὐτὸν εἶναι ἐν πλούτῳ; Οὐδαμῶς· καίτοι γε αὐτοῦ ἐστιν. Οὕτω καὶ Παῦλος, Ἐμοὶ, φησὶ, τὸ ζῇν Χρι‐ στός. Εἰ βούλει τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός
55ἐστι. Καὶ τὸ ἀποθανεῖν κέρδος. Διὰ τί; Ὅτι σαφέ‐Column end

62

.

202

στερον αὐτῷ συνέσομαι μᾶλλον· ὥστε μᾶλλόν ἐστι ζῆσαι τὸ ἀποθανεῖν. Οὐδὲν δεινὸν ἐργάσονταί με οἱ ἀποκτενοῦντές με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. Τί
5οὖν; ἐνταῦθα ὢν, οὐκ ἦς τοῦ Χριστοῦ. Καὶ σφόδρα. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Ἵνα μή τις εἴποι· Εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν ὁ Χριστὸς εἴασέ σε ἐνταῦθα; Καρπὸς ἔργου, φησὶν, ἐστίν. Ὥστε ἔνεστι
10καὶ τῇ παρούσῃ ζωῇ εἰς δέον χρήσασθαι, μὴ ζῶντας αὐτὴν, ὡς οἱ πολλοί. Τοῦτό φησιν, ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωὴν, μηδὲ εἴπῃς· Εἰ γὰρ οὐδὲν χρησιμεύο[ι]μεν ἐνταῦθα, τίνος ἕνεκεν οὐκ ἀναιροῦμεν ἑαυτοὺς, οὐδὲ ἀποκτείνομεν; Μηδαμῶς, φησίν· ἔνεστι
15καὶ ἐνταῦθα ὄντα κερδαίνειν, ἐὰν μὴ ζῶμεν τὴν ζωὴν ταύτην, ἀλλ’ ἑτέραν. Ἀλλ’ ἴσως ἐρεῖ τις· Τοῦτο καρ‐ πόν σοι φέρει; Ναὶ, φησί. Ποῦ νῦν οἱ αἱρετικοί; ἰδοὺ νῦν τὸ, Ζῇν ἐν σαρκὶ, τοῦτό φησι καρπὸν ἔργου· καὶ γὰρ ἔργου. Πῶς καρπὸς ἔργου; Ὃ δὲ νῦν ζῶ ἐν
20σαρκὶ, ἐν πίστει ζῶ. Διὰ τοῦτο καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Βαβαὶ, πόση ἦν ἡ φιλοσοφία! Πῶς καὶ τὴν ἐπιθυ‐ μίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν! Τῷ μὲν γὰρ εἰπεῖν, ὅτι Τὸ ἀποθανεῖν κέρ‐
25δος, τούτῳ τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν. Πῶς; Ἐὰν εἰς δέον αὐτῇ χρώμεθα, ἐὰν καρποφορῶμεν· ὡς ἐὰν ἄκαρπος ᾖ, οὐκ ἔστιν ἔτι ζωή. Καὶ γὰρ τῶν δένδρων τὰ μὴ
30φέροντα καρπὸν, ὁμοίως τῶν ξηρῶν ἀποστρε‐ φόμεθα, καὶ πυρὶ παραδίδομεν. Τὸ γὰρ ζῇν πάλιν τῶν μέσων ἐστὶ καὶ ἀδιαφόρων· τὸ δὲ καλῶς ἢ κα‐ κῶς, ἐν ἡμῖν ἐστιν. Ὥστε οὐ μισῶμεν τὸ ζῇν· ἔνεστι γὰρ ζῇν καὶ καλῶς· ὡς ἐὰν κακῶς αὐτῷ χρησαίμεθα,
35οὐδὲ οὕτω διαβαλοῦμεν αὐτό. Διὰ τί; Ὅτι οὐκ αὐτὸ αἴτιον γέγονεν, ἀλλ’ ἡ προαίρεσις τῶν κακῶς χρω‐ μένων αὐτῷ. Ὁ μὲν γὰρ Θεός σε ἐποίησε ζῇν, ἵνα αὐτῷ ζῇς· σὺ δὲ ὑπὸ τῆς κακίας τῇ ἁμαρτίᾳ ζήσας, ὑπεύθυνον σαυτὸν πάσης αἰτίας ποιεῖς. Τί λέγεις,
40εἰπέ μοι, ὦ Παῦλε; οὐ γνωρίζεις τί αἱρήσῃ; Ἐν‐ ταῦθα μέγα ἀπεκάλυψε μυστήριον, ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν· ὅταν γὰρ αἵρεσις ᾖ, κύριοί ἐσμεν. Τί αἱ‐ ρήσομαι, φησὶν, οὐ γνωρίζω. Ἐν σοὶ οὖν ἐστι; Ναὶ, φησὶν, εἰ βουλοίμην αἰτῆσαι τὸν Θεὸν χάριν. Συν‐
45έχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων. Ὅρα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου· καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται, ὅταν ἴδωσιν, ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ. Τί τοίνυν ἀλγεῖτε, φη‐

62

.

202

(50)

σὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελ‐ θεῖν. Τὸ ἀναλῦσαι γὰρ, φησὶ, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Ταῦτα προπα‐ ρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς, ἵνα
55φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδα‐ κτικά. Καλὸν, φησὶ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι· καὶ γὰρ ὁ θάνατος τῶν ἀδιαφόρων ἐστίν. Οὐ
γὰρ κακὸν ὁ θάνατος, ἀλλὰ κακὸν τὸ ἀποθανόντα201

62

.

203

κολάζεσθαι· οὐδὲ καλὸν ὁ θάνατος, ἀλλὰ καλὸν τὸ ἀπελθόντα σὺν Χριστῷ εἶναι· τὰ μετὰ θάνατον, ἢ καλὰ ἢ κακά. Μὴ τοίνυν ἐπὶ τοῖς ἀποθνήσκουσι πενθῶμεν ἁπλῶς, μηδὲ ἐπὶ τοῖς ζῶσι χαίρωμεν ἁπλῶς· ἀλλὰ
5τί; Πενθῶμεν τοὺς ἁμαρτωλοὺς μὴ ἀποθνήσκοντας μόνον, ἀλλὰ καὶ ζῶντας. Χαίρωμεν δὲ ἐπὶ τοῖς δι‐ καίοις, μὴ ζῶσι μόνον, ἀλλὰ καὶ τετελευτηκόσιν. Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες τεθνήκασιν, οὗτοι δὲ καὶ ἀποθανόντες ζῶσιν· ἐκεῖνοι καὶ ἐνταῦθα ὄντες
10ἐλεεινοὶ πᾶσίν εἰσιν, ἐπειδὴ Θεῷ προσκρούουσιν· οὗτοι καὶ ἐκεῖ μεταστάντες μακάριοι, ὅτι πρὸς τὸν Χριστὸν ἀπῆλθον. Οἱ ἁμαρτωλοὶ, ὅπου ἂν ὦσι, πόῤῥω τοῦ βασιλέως εἰσί. Διὰ τοῦτο δακρύων ἄξιοι· οἱ δὲ δίκαιοι, ἄν τε ἐνταῦθα, ἄν τε ἐκεῖ, μετὰ τοῦ
15βασιλέως εἰσὶ, κἀκεῖ μᾶλλον καὶ ἐγγύτερον, οὐ διὰ εἴδους, οὐ διὰ πίστεως, ἀλλὰ, Πρόσωπον, φησὶ, πρὸς πρόσωπον. δʹ. Μὴ τοίνυν ἁπλῶς κλαίωμεν τοὺς ἀποθανόντας, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις· οὗτοι θρήνων ἄξιοι, οὗτοι
20κοπετῶν καὶ δακρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημάτων ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁμαρ‐ τήματα ἀποδύσασθαι; Ἕως μὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προσδοκία πολλὴ, ὅτι μεταβαλοῦνται, ὅτι βελτίους ἔσονται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην,
25ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι (Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι;), πῶς οὐ θρήνων ἄξιοι; Κλαίωμεν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω, κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρί‐ χας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν
30σπαράττοντες, μὴ μελανειμονοῦντες, ἀλλὰ μόνον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν. Ἔνεστι γὰρ καὶ ταύτης χωρὶς τῆς πομπῆς κλαῦσαι πικρῶς, καὶ μὴ παῖξαι μόνον· παιγνίων γὰρ οὐδὲν διενήνοχε τὰ ὑπό τινων γινόμενα. Καὶ γὰρ οὐ συμπαθείας
35ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ’ ἀγορᾶς, ἀλλ’ ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί· πολλαὶ διὰ τέχνην τοῦτο ποιοῦνται. Κλαῦσον πικρὸν, στέναξον κατ’ οἰκίαν, μηδενὸς ὁρῶντος· τοῦτο συμπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω,
40πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν· φοβερά σοι ἔσται ἡ ἁμαρτία λοιπόν. Κλαῦσον τοὺς ἀπίστους, κλαῦσον τοὺς οὐδὲν ἐκείνων ἀπέχοντας, τοὺς χωρὶς φωτίσματος ἀπερχομένους, τοὺς χωρὶς σφραγῖδος· οὗτοι ὄντως θρήνων ἄξιοι,
45οὗτοι ὀδυρμῶν· ἔξω τῶν βασιλείων εἰσὶ μετὰ τῶν καταδίκων, μετὰ τῶν κατεγνωσμένων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας,

62

.

203

(50)

καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξου‐ σίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας. Τούτους κλαίωμεν καὶ ἰδίᾳ καὶ κοινῇ
πάντες, ἀλλὰ μετὰ κοσμιότητος, ἀλλὰ μετὰ σεμνό‐Column end

62

.

204

τητος, ἀλλὰ μὴ ὥστε παραδειγματίζειν ἑαυτούς. Τούτους κλαίωμεν μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, ἀλλὰ τὸν πάντα βίον ἡμῶν. Τοῦτο οὐκ ἔστι πάθους ἀλόγου τὸ δάκρυον, ἀλλὰ φιλοστοργίας· ἐκεῖνο δὲ πά‐
5θους ἀλόγου· διὰ τοῦτο καὶ ταχέως σβέννυται. Ὅταν γὰρ διὰ τὸν τοῦ Θεοῦ φόβον γίνηται, ἀεὶ παραμένει. Κλαίωμεν οὖν τούτους, βοηθῶμεν αὐτοῖς κατὰ δύνα‐ μιν, ἐπινοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθεῖν δὲ ὅμως δυναμένην. Πῶς καὶ τίνι τρόπῳ;
10Αὐτοί τε εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐ‐ χὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόν‐ τες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πό‐ λεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου.
15Εἰ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πῶς οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελ‐ θόντων· ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν
20τὴν ὠφέλειαν. Ὅταν γὰρ ἑστήκῃ λαὸς ὁλόκληρος χεῖ‐ ρας ἀνατείνοντες, πλήρωμα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν ὑπὲρ τούτων τὸν Θεὸν παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ
25δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύ‐ της βοηθείας, πλὴν μιᾶς τινος. Ποίας δὴ ταύ‐ της; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι· ποιεῖ τινα αὐτοῖς παραψυχὴν τὸ πρᾶγμα· καὶ γὰρ παρ’
30ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βούλεται ὁ Θεός. Διὰ τί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας τοῦ κόσμου ἐκέ‐ λευσεν εὔχεσθαι; διὰ τί ὑπὲρ πάντων ἀνθρώπων; Καίτοι γε ἐνταῦθα ἐν πᾶσίν εἰσι καὶ λῃσταὶ καὶ τυμ‐ βωρύχοι καὶ κλέπται, καὶ μυρίων κακῶν γέμοντες·
35ἀλλ’ ὅμως ὑπὲρ πάντων εὐχόμεθα· ἴσως γὰρ ἔσται τις αὐτῶν ἐπιστροφή. Ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόμεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕ‐ τως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι. Ὁ Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς
40τῶν ἁμαρτημάτων· Μή ποτε ἐνενόησαν, φησὶ, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν. Οὕτω τις προνοεῖται παίδων. Οὐκ εἶπε, καθάπερ οἱ πολλοὶ τῶν νῦν ἀνθρώπων· Καταλείπω αὐτοῖς ὑπάρχοντα· οὐκ εἶπε· Δῶ αὐτοῖς δόξαν· οὐκ εἶπεν· Ἀρχὴν ὠνήσομαι· οὐκ εἶπεν·
45Ἀγροὺς πρίωμαι· ἀλλὰ τί; Μή τι ἐνενόησαν ἐν τῇ καρδίᾳ αὐτῶν. Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα μενόντων; Οὐδέν. Τὸν Βασιλέα πάντων ἵλεων ποιήσω, φησὶν, αὐτοῖς, καὶ οὐδὲν αὐτοῖς λείπει λοιπόν· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐ‐

62

.

204

(50)

δέν με ὑστερήσει. Οὗτος πλοῦτος μέγας, οὗτος θη‐ σαυρός· ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν, οὐδενὸς ἡμῖν δεῖ· ἂν δὲ τοῦτο μὴ ἔχωμεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωμεν, πάντων ἐσμὲν πενέστεροι. Οὐδὲν ἴσον τοῦ φοβουμένου τὸν Κύριον· Ὁ φόβος γὰρ,
55φησὶ, τοῦ Κυρίου πάντα ὑπερέβαλε. Τοῦτον κτη‐ σώμεθα, ὑπὲρ τούτου πάντα πράττωμεν· κἂν τὴν ψυχὴν ἀποδόσθαι δέῃ, μὴ φεισώμεθα, κἂν τὸ σῶμα κατακόψαι· πάντα πράττωμεν, ἵνα τοῦ φόβου τούτου
ἐπιτύχωμεν. Οὕτω γὰρ ἐσόμεθα πάντων εὐπορώτε‐203

62

.

205

ροι, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ἐν
Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ ΠατρὶColumn end

62

.

206

ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

205

(3)

ΟΜΙΛΙΑ Δʹ. Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ
5τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀνα‐ λῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ‐ λον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν,
10εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί‐ στεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς μακαριώτερον, ἐπειδὴ
15μηδὲ γενναιότερον. Ἀλλὰ νῦν τὸ ἐναντίον εὔκαιρον εἰπεῖν περὶ πάντων· οὐδὲν ἡμῶν ἀσθενέστερον, οὐδὲ ταλαιπωρότερον. Διὰ τοῦτο πάντες πεφρίκαμεν τὸν θάνατον, οἱ μὲν διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος, ὧν καὶ αὐτὸς εἷς εἰμι, οἱ δὲ διὰ τὴν φιλοψυχίαν καὶ
20ταλαιπωρίαν, ὧν μήποτε γενοίμην ἐγώ· ψυχικοὶ γὰρ οἱ τοῦτον δεδοικότες τὸν φόβον. Τοῦτο τοίνυν, ὃ πάν‐ τες πεφρίκαμεν, ἐκεῖνος ηὔχετο, καὶ πρὸς ἐκεῖνον ἠπείγετο, Τὸ ἀναλῦσαι, λέγων, πολλῷ μᾶλλον κρεῖσ‐ σον, καὶ τί αἱρήσομαι, οὐκ οἶδα. Τί λέγεις; μέλ‐
25λων ἐντεῦθεν πρὸς τὸν οὐρανὸν μεθίστασθαι, καὶ με‐ τὰ Χριστοῦ εἶναι, οὐ γνωρίζεις τί αἱρήσῃ; Ἀλλὰ πόῤῥω τῆς Παύλου ταῦτα ψυχῆς. Τίνι γὰρ εἴ τις εἶπε τοῦτο καὶ διεβεβαιώσατο, οὐκ ἂν εὐθέως ἥρπα‐ σε; Ναὶ, φησίν· ἀλλ’ ὥσπερ οὐκ ἔστιν ἡμῶν τὸ ἀνα‐
30λῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὕτως οὐδὲ τὸ, παρὸν τού‐ του τυχεῖν, μεῖναι ἐνταῦθα ἡμῶν· ἀλλ’ ἀμφότερα Παύ‐ λου καὶ τῆς ἐκείνου ψυχῆς. Τί λέγεις; οἶδας καὶ πέπεισαι, ὅτι μετὰ Χριστοῦ μέλλεις εἶναι, καὶ ἀμφι‐ βάλλεις λέγων, Οὐκ οἶδα τί αἱρήσομαι; καὶ οὐ
35τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνταῦθα αἱρῇ, τὸ ἐπιμεῖναι λέγω τῇ σαρκί; Τί ποτε τοῦτό ἐστιν; Οὐχὶ κατάπι‐ κρον ἔζης βίον; ἐν ἀγρυπνίαις, ἐν ναυαγίοις, ἐν λι‐ μῷ καὶ δίψει καὶ γυμνότητι, ἐν μερίμναις, ἐν φρον‐ τίσι; μετὰ τῶν ἀσθενούντων ἠσθένεις, καὶ ὑπὲρ τῶν
40σκανδαλιζομένων ἐπυροῦ. Ἐν ὑπομονῇ πολλῇ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλι‐
45θάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· κιν‐ δύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν ψευδαδέλφοις. Οὐχὶ, ὅτε τὸ Γαλατῶν ἅπαν ἔθνος ἐπὶ τὴν τοῦ νόμου παρατήρησιν ἐπανῆλθεν, ἐβόας

62

.

205

(50)

λέγων, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χά‐ ριτος ἐξεπέσετε; πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι μᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον; Εἰ γὰρ μηδέν σοι τούτων συμβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας μετὰ ἀδείας, μετὰ τρυ‐
55φῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ μέλλοντος δε‐ δοικότα πρός τινα λιμένα σπεύδειν; Τίς ἔμπορος, εἰπέ μοι, θησαυρῶν μυρίων πλήρη τὴν ὁλκάδα
ἔχων, παρὸν εἰς λιμένα καταδραμεῖν καὶ ἀναπαύε‐Column end

62

.

206

(4)

σθαι, ἕλοιτο θαλαττεύειν ἔτι; τίς ἀγωνιστὴς, παρὸν
5στεφανωθῆναι, ἕλοιτο ἀγωνίζεσθαι; τίς πυκτεύων, παρὸν ἀναδήσασθαι τὸν στέφανον, ἕλοιτο πάλιν εἰς τὸν ἀγῶνα εἰσιέναι, καὶ κατακόπτειν τὴν ἑαυτοῦ κεφαλήν; ποῖος στρατηγὸς, ἐξὸν ἀπαλλαγῆναι τοῦ πολέμου μετὰ εὐδοξίας καὶ τροπαίων, καὶ μετὰ τοῦ
10βασιλέως ἐν τοῖς βασιλείοις ἀναπαύεσθαι, καταδέ‐ ξαιτο ἂν ἔτι καὶ ἱδροῦν καὶ παρατάττεσθαι; Πῶς οὖν τὸν οὕτω κατάπικρον ζῶν βίον, ἔτι ἐνταῦθα μένειν βούλει; οὐχὶ σὺ ἔλεγες, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι; Εἰ καὶ διὰ
15μηδὲν ἕτερον, διὰ τοῦτο γοῦν ἐχρῆν ἐπιθυμεῖν τῆς ἀπαλλαγῆς· εἰ μυρίων ἦν ἀγαθῶν μεστὰ τὰ παρ‐ όντα, διὰ γοῦν τὸν Χριστὸν τὸν ποθούμενον ἔδει πο‐ θεῖν τὴν τούτων ἀπαλλαγήν. Βαβαὶ τῆς τοῦ Παύλου ψυχῆς! οὐδὲν ἴσον ἐκείνης γέγονεν, οὐδὲ ἔσται. Φοβῇ
20τὸ μέλλον, μυρίοις ἐνέχῃ δεινοῖς, καὶ οὐ βούλει εἶναι πρὸς τὸν Χριστόν; Οὒ, φησί· καὶ τοῦτο διὰ τὸν Χρι‐ στὸν, ἵνα οὓς εἰργασάμην αὐτοῦ δούλους, εὐνουστέ‐ ρους καταστήσω· ἵνα ὅπερ ἐφύτευσα γεώργιον, καρ‐ ποφορῆσαι ποιήσω. Οὐκ ἤκουσάς μου οὐχὶ τὸ ἐμαυ‐
25τοῦ ζητοῦντος συμφέρον, ἀλλὰ τὸ τῶν πλησίον; οὐκ ἤκουσας, ὅτι ἀνάθεμα ηὐχόμην γενέσθαι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τοῦ πολλοὺς αὐτῷ προσελθεῖν; Ὁ ἐκεῖνο ἑλόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο αἱρή‐ σομαι, ἡδέως ἐμαυτὸν ζημιῶν διὰ τῆς ἀναβο‐
30λῆς καὶ ὑπερθέσεως, ἵνα ἐκείνοις γένηταί τις σωτηρία; Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; ᾜνεσάν σε πάντες ἄγγελοι ὁμοθυ‐
35μαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, οὐκοῦν καὶ ὅτε τὸν ἥλιον· ἀλλ’ οὐχ οὕτως, ὡς ὅτε τὸν Παῦλον ἔδειξας ἡμῖν καὶ τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο λαμπροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτὸς ἀφῆκε λαμπροτέρας τὰς μαρμαρυ‐
40γὰς, φαιδρὰς τὰς ἀκτῖνας ἥπλωσεν. Ἡλίκον ἡμῖν οὗτος ἔτεκε τὸν καρπὸν, οὐκ ἀστάχυς πιαίνων, οὐδὲ ῥοιὰς τρέφων, ἀλλὰ τὸν τῆς εὐσεβείας καρπὸν καὶ τίκτων, καὶ εἰς ἀκμὴν ἄγων, καὶ διαπίπτοντα συν‐ εχῶς ἀνακτώμενος; Εἰκότως· οὗτος μὲν γὰρ ὁ ἥλιος
45τὸ ἅπαξ διασαπὲν τῶν ἀκροδρύων οὐδὲν ὀνῆσαι δυ‐ νήσεται. Παῦλος δὲ τοὺς μυρίας ἔχοντας σηπεδόνας, ἐξ ἁμαρτημάτων ἀνεκαλεῖτο· καὶ οὗτος μὲν παρα‐ χωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένε‐ το. Οὐδὲν εἷλεν ἐκεῖνον, οὐδὲν ἐκράτησεν. Ἐκεῖνος

62

.

206

(50)

ἀφ’ ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλὰ ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς
τῆς ἡδονῆς. Πῶς; Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα‐205

62

.

207

νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας πολλοὺς ἐθήρευσε, πῶς οὐκ ἐμπλήσει χαρᾶς τὰς ἄνω δυνάμεις; βʹ. Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγ‐
5γεσθαι, καὶ τοὺς οὐρανοὺς ἐπὶ τούτῳ σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ γὰρ, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν οἱ Ἰσραηλῖται, ἐσκίρτησαν τὰ ὄρη, ὡς κριοί· ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν μετέστησαν ἄνθρωποι, πόσην οἴει εἶναι χαράν; Διὰ ταῦτα, Τὸ ἐπιμεῖναι τῇ σαρκὶ
10ἀναγκαιότερον δι’ ὑμᾶς. Ποίαν ἕξομεν ἀπολογίαν λοιπὸν ἡμεῖς; Πολλάκις γὰρ ἄνθρωπος κληροῦται πόλιν μικρὰν καὶ πενιχρὰν, καὶ οὐχ αἱρεῖται ἀπελ‐ θεῖν ἑτέρωθι, τὴν οἰκείαν προκρίνων ἀνάπαυσιν· πρὸς τὸν Χριστὸν εἶχεν ἀπελθεῖν ὁ Παῦλος, καὶ οὐκ
15ἠθέλησε τὸν Χριστόν· Χριστὸν, ὃν οὕτως ἐπόθει, ὡς δι’ αὐτὸν καὶ γέενναν αἱρεῖσθαι· καὶ ἔμενεν ἔτι ἀγωνιζόμενος διὰ τοὺς ἀνθρώπους. Τίς ἔσται ἡμῖν ἀπολογία; Ὅλως δὲ μεμνῆσθαι χρὴ Παύλου ἁπλῶς; Ὅρα τί εἰργάσατο· Ἔδειξεν, ὅτι κρεῖσσον τὸ ἀπελθεῖν,
20πείθων αὐτοὺς μὴ ἀλγεῖν· ἔδειξεν, ὅτι κἂν μένῃ, διὰ τοῦτο μένει, δι’ ἐκείνους, ὅτι οὐκ ἀπὸ τῆς πονηρίας γίνεται τῶν ἐπιβουλευόντων. Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν. Εἰ γὰρ ἀναγκαῖον τοῦτό ἐστι, πάντως ὅτι μενῶ, καὶ οὐχ
25ἁπλῶς μενῶ, ἀλλὰ μεθ’ ὑμῶν· τοῦτο γάρ ἐστι τὸ, Καὶ συμπαραμενῶ, τουτέστιν, Ὄψομαι ὑμᾶς. Τίνος ἕνε‐ κεν; Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί‐ στεως. Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς. Εἰ γὰρ δι’ ὑμᾶς, φησὶ, μενῶ,
30ὁρᾶτε μὴ καταισχύνητέ μου τὴν παραμονήν. Μέλλων Χριστὸν ὁρᾷν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μέ‐ νειν. Ἐπειδὴ ἡ ἐμὴ παρουσία καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαρὰν, διὰ τοῦτο εἱλόμην μένειν. Τί οὖν; Φιλιππησίων ἕνεκεν ἔμενε μόνων;
35Οὐκ ἐκείνων ἕνεκεν ἔμενε μόνων· λέγει δὲ τοῦτο, ἵνα αὐτοὺς θεραπεύσῃ. Πῶς δὲ ἦν τῇ πίστει προκό‐ ψαι; Ὥστε στηριχθῆναι μᾶλλον ὑμᾶς, καθάπερ νεοττοὺς δεομένους τῆς μητρὸς, ἕως ἂν αὐτοῖς παγῇ τὰ πτερά. Πολλῆς ἀγάπης τοῦτο τεκμήριον. Οὕτω
40καὶ ἡμεῖς τινας διεγείρομεν, ὡς ὅταν εἴπωμεν· Διὰ σὲ ἔμεινα, ἵνα σε ποιήσω χρηστόν. Ἵνα τὸ καύχη‐ μα ὑμῶν, φησὶ, περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὁρᾷς ὅτι τὸ, Συμπαραμενῶ, τοῦτό ἐστιν; Ὅρα τὴν
45ταπεινοφροσύνην· Ἐπειδὴ εἶπεν, Εἰς τὴν ὑμῶν προ‐ κοπὴν, δείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. Ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ, λέγων· Τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν· εἰ‐ πὼν πρῶτον, Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευ‐

62

.

207

(50)

ματικόν. Τί δέ ἐστιν, Ἵνα τὸ καύχημα ὑμῶν πε‐ ρισσεύῃ; Ὅπερ καὶ τὸ καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει (τοῦτο γάρ ἐστι καύχημα ἐν Χριστῷ), τὸ ὀρθῶς βιοῦν. Τὸ ὑμῶν καύχημα ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς; Ναὶ,
55φησί. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ στέφανος καυχή‐ σεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστε, καθάπερ ἡμεῖς ὑμῶν· τουτέστιν, Ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως. Πῶς; Ἵνα πε‐
ρισσεύῃ τὸ καύχημα ὑμῶν. Μειζόνως γὰρ ἔχωColumn end

62

.

208

καυχᾶσθαι, ὑμῶν ἐπιδόντων. Διὰ τῆς ἐμῆς παρου‐ σίας πάλιν πρὸς ὑμᾶς. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ζητεῖτε, εἰ ἦλθε. Μόνον ἀξίως, φησὶ, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Ὁρᾷς ὅτι
5διὰ τοῦτο εἶπε πάντα, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέ‐ ψῃ ἐπιδοῦναι πρὸς ἀρετήν; Μόνον ἀξίως τοῦ Εὐαγ‐ γελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Τί ἐστι τὸ, Μόνον; Τοῦτό ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἂν τοῦτο ᾖ, οὐδὲν λυπηρὸν ἡμῖν συμβήσεται.
10Ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων, ταῦτα λέγει· Ἀλλ’ ἐὰν τοῦτο γένη‐ ται, φησὶ, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι. Ἐὰν ἀκούσω, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι καὶ μιᾷ
15ψυχῇ. γʹ. Τοῦτό ἐστιν ὃ μάλιστα συγκροτεῖ τοὺς πιστοὺς, καὶ τὴν ἀγάπην συνέχει· διὰ τοῦτο, Ἵνα ὦσιν ἓν, φησὶν ὁ Χριστός. Καὶ γὰρ Βασιλεία μερισθεῖσα ἐφ’ ἑαυ‐ τὴν, οὐ σταθήσεται. Διὰ τοῦτο πολλὴν ὑπὲρ ὁμο‐
20νοίας ποιεῖται πανταχοῦ τὴν συμβουλὴν, καὶ ὁ Παῦ‐ λος· διὰ τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Τουτέστι, Μὴ εἰς τὴν προσδο‐ κίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶν‐
25τες ἥξειν· εἶτα, ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυ‐ θῆτε. Καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως. Τί ἐστιν, Ἐν ἑνὶ πνεύματι; Τουτέστι, τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυ‐ μίας. Ἓν γάρ ἐστι τὸ πνεῦμα, καὶ δείκνυσι τοῦτο,
30τὸ πολλαχοῦ οὕτως εἰρῆσθαι. Οὕτω γὰρ ἔστι καὶ ἐν μιᾷ ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα οἱ πάντες ἔχω‐ μεν. Ἰδοὺ τὸ, Μιᾷ, ἐπὶ ὁμονοίας εἴρηται· ἰδοὺ πολ‐ λαὶ μία λέγονται. Οὕτως ἦν τὸ παλαιόν· Ἦν ἡ καρδία πάντων, φησὶ, καὶ ἡ ψυχὴ μία. Συν‐
35αθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Ἆρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες, φησὶν, ἀλλήλοις; πῶς ἂν ἔχοι λόγον; μὴ γὰρ πρὸς ἀλλήλους ἐπάλαιον; Ἀλλὰ ὃ λέγει, τοῦτό ἐστι· Συμπαραλαμβάνετε ἀλλή‐ λους, φησὶν, ἐν τῇ ἀθλήσει τῇ πίστει τοῦ Εὐαγγελίου.
40Καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικει‐ μένων, ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας. Πτυρόμενοι, καλῶς εἶπε· τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· μόνον πτύρεται. Ἐν μηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται,
45κἂν κίνδυνοι, κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. Ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι μόνον. Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου μυρία πάσχοντος. Οὐ λέγω, φησὶν, ὅτι Μὴ σαλεύεσθε, ἀλλὰ Μὴ πτύρεσθε, ἀλλὰ καὶ σφό‐

62

.

208

(50)

δρα αὐτῶν καταφρονεῖτε. Ἂν γὰρ οὕτω διακέη‐ σθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν, καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσετε. Ὅταν γὰρ ἴδω‐ σιν, ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται, τεκμήρια λήψονται τῆς ἑαυτῶν ἀπωλείας.
55Ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περι‐
γένωνται, οἱ ἐπιβουλεύοντες τῶν ἐπιβουλευομένων,207

62

.

209

οἱ κρατοῦντες τῶν κρατουμένων, οὐκ αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι ἀπολοῦνται, ὅτι οὐδὲν ἰσχύουσιν, ὅτι τὰ αὐτῶν ψευδῆ, ὅτι τὰ ἐκείνων ἀσθενῆ; Καὶ τοῦτο ἀπὸ Θεοῦ, φησίν· ὅτι ὑμῖν ἐχαρίσθη
5τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πι‐ στεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πάλιν αὐτῶν παιδεύει τὸ φρόνημα μετριάζειν, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ, καὶ χάριν εἶναι λέγων καὶ χάρισμα καὶ δωρεὰν τὸ πάσχειν ὑπὲρ Χριστοῦ.
10Ὥστε μὴ αἰσχύνεσθε χάρισμα· καὶ γάρ ἐστιν ὄντως τοῦ νεκροὺς ἀνιστᾷν πολλῷ καὶ σημεῖα ποιεῖν θαυμαστότερον. Ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμὶ, ἐνταῦ‐ θα δὲ ὀφειλέτην ἔχω τὸν Χριστόν. Ὥστε οὐ μόνον αἰσχύνεσθαι οὐ χρὴ, ἀλλὰ καὶ ἀγάλλεσθαι, ὡς χά‐
15ρισμα ἔχοντας. Τὰς ἀρετὰς χαρίσματά φησιν, οὐχ ὁμοίως μέντοι, ὡς καὶ τὰ ἄλλα· ἐκεῖνα μὲν γὰρ ὁλόκληρα τοῦ Θεοῦ, ταῦτα δὲ καὶ ἡμῶν. Ἀλλ’ ἐπειδὴ καὶ ἐνταῦθα τὸ πλέον τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο ὅλον αὐτοῦ φησιν εἶναι, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων,
20ἀλλὰ μετριόφρονας καὶ εὐγνώμονας κατασκευάζων. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοί. Τουτέστι, Καὶ τὸ παράδειγμα ἔχετε. Πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα. Δείκνυσι γὰρ πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ, τὰ αὐτὰ ἀθλοῦντας, καὶ ἰδίᾳ
25καὶ καθ’ ἑαυτοὺς τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρα‐ σμούς. Οὐκ εἶπεν, Ἀκηκόατε, ἀλλ’, Εἴδετε· καὶ γὰρ ἐκεῖ ἤθλησεν ἐν Φιλίπποις. Ἄρα μεγάλη ἀρετὴ τοῦτό ἐστι. Διὸ καὶ πρὸς Γαλάτας γράφων ἔλεγε, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ· καὶ Ἑβραίοις πάλιν
30γράφων ἔλεγεν, Ἀναμιμνήσκεσθε δὲ τὰς πρότε‐ ρον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ Μακε‐
35δόσι πάλιν, τουτέστι, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν, ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ πάλιν· Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε. Καὶ πᾶσιν ὁμοίως τὸ
40αὐτὸ μαρτυρεῖ, ἄθλους καὶ ἀγῶνας. Ἀλλ’ οὐ νῦν τοῦτο εὑρήσετε παρ’ ἡμῖν· νῦν γὰρ ἀγαπητὸν τὸ κἂν ἐν χρήμασι τινά τι παθεῖν. Καὶ ἐν χρήμασι δὲ μεγάλα αὐτοῖς μαρτυρεῖ· τοῖς μὲν γάρ φησιν, ὅτι Τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ
45χαρᾶς προσεδέξασθε· τοῖς δέ φησιν, ὅτι Εὐδόκη‐ σαν Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιή‐ σασθαι εἰς τοὺς πτωχούς· καὶ πάλιν, Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. δʹ. Ὁρᾷς τὰ ἐγκώμια τῶν τότε ἀνδρῶν; Ἡμεῖς δὲ

62

.

209

(50)

οὐδὲ μέχρι ῥαπισμάτων, οὐδὲ μέχρι πληγῆς φέρο‐ μεν, οὐδὲ ὕβριν οὐδὲ χρημάτων ζημίαν ὑπομένομεν. Ἐκεῖνοι ἤδη ζηλωταὶ, καὶ μάρτυρες πάντες ἦσαν ἀγωνιζόμενοι· ἡμεῖς δὲ τὴν ἀγάπην ἐψύξαμεν τὴν εἰς τὸν Χριστόν. Πάλιν ἀναγκάζομαι κατηγορεῖν τῶν
55παρόντων πραγμάτων. Καὶ τί πάθω; οὐκ ἐβουλόμην, ἀλλ’ ἀναγκάζομαι. Εἰ μὲν γὰρ ἦν σιγήσαντα, καὶ μηδὲν εἰπόντα, τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται, ἡμῶν σιγώντων, ἀλλὰ
60καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ
κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον,Column end

62

.

210

οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ,
5ἔνι καὶ τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει ὁ φόβος ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτά‐ νειν· οἷον, τὸ κατηγορεῖσθαι παρὰ ἀνθρώπων, τὸ
10δεδοικέναι νόμους τοὺς κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι. Πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ μὴ ἁμαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, δι’ αἰδὼ γέγονε· καὶ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ
15ζητούμενον τοῦτό ἐστι· Πρότερον, μὴ ἁμαρτάνειν μαθεῖν· εἶτα, τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν· ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν, οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν;
20Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύ‐ σεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βού‐ λεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡμῖν· πολλὰ γὰρ καὶ φυ‐ σικὰ ἀγαθὰ ἔχομεν πρὸς τὴν ἀρετήν· οἷον πρὸς τὸ
25ἐλεεῖν ἀπὸ φύσεως κινούμεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύσει ἡμῶν ἐστιν ἄλλο, ὡς τοῦτο. Ὅθεν ἄν τις εἰκότως καὶ ἐξετάσειε, διὰ τί τοῦτο μάλιστα τῇ φύσει ἡμῶν ἐνέσπαρται, τὸ κατα‐ κλᾶσθαι λέγω δάκρυσι, τὸ ἐπικάμπτεσθαι, τὸ ἑτοί‐
30μους εἶναι πρὸς ἔλεον. Οὐδεὶς φύσει ἐστὶν ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζήλου κρείττων· ἀλλὰ τὸ ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠμός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυμα‐ στὸν, εἰ ἐπὶ ἀνθρώπων τοῦτο ἐπιδεικνύμεθα; καὶ
35θηρία ἐλεοῦμεν· οὕτως ἐκ περιουσίας ἡμῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύμνον ἴδωμεν λέοντος, πάσχομέν τι· ἐπὶ δὲ ὁμοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνά‐ πηροι, πολλάκις λέγομεν, εἰδότες ὅτι καὶ τοῦτο ἱκα‐ νὸν εἰς ἔλεον ἡμᾶς ἀγαγεῖν.
40 Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεημοσύνη. Διὸ οἱ ἱερεῖς τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς, καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύμβολον τὸ ἔλαιον. Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν· ἐδήλου ὅτι τὸ πνεῦμα εἰς ἄν‐
45θρωπον δι’ ἔλεον μέλλει ἔρχεσθαι· ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους, καὶ φιλανθρωπεύεται· Ἐλεεῖς γὰρ, φησὶ, πάντας, ὅτι πάντα δύνασαι. Διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ καὶ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε, καὶ οἱ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Κἂν

62

.

210

(50)

ἄρχοντά τις ἐπαινῇ, οὐδὲν οὕτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος· τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόη‐ σον ὅτι δι’ ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν Δεσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα. Πῶς,
55Ἐπὶ πᾶσαν σάρκα; Κἂν ἁμαρτωλοὺς εἴπῃς, κἂν209

62

.

211

δικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ Θεοῦ δεόμεθα· πάντες ἀπολαύομεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦλος, κἂν Πέτρος, κἂν Ἰωάννης. Καὶ ἄκουσον αὐτῶν λεγόν‐ των· οὐδὲν γὰρ δεῖ λόγων τῶν ἡμετέρων. Τί γάρ
5φησιν ὁ μακάριος οὗτος; Ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα. Τί οὖν; μετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; Ἄκουσον τί φησι πάλιν· Περισσότερον αὐτῶν πάν‐ των ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ περὶ Ἐπαφροδίτου φησί·
10Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ· καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπο‐ ρηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλ’ αὐτοὶ ἐν ἑαυ‐
15τοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος. Καὶ πανταχοῦ
20εὑρήσομεν τοῦτο αὐτὸν καυχώμενον, ὅτι ἐλέῳ ἐσώθη. εʹ. Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν. Ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος· Πέ‐ τρε, Πέτρε, ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ
25ἐκλείπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐλέῳ τοιοῦτος ἦν, καὶ πάντες δὲ ἁπλῶς οἱ ἀπόστολοι. Ἄκουε γὰρ τοῦ Χριστοῦ τοῦτο αἰνιττομένου καὶ λέγοντος· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος
30γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλ‐ λει ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δέ; εἰ μόνον ἐνιαυ‐ τὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντας ἀπώλεσε; τί
35δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ πῦρ ἔβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν; Ἀλλὰ τί ταῦτα λέγω; εἰ σκότος ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντας ἀπώλε‐ σεν; εἰ τὴν γῆν ἐτίναξεν, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔ‐
40καιρον εἰπεῖν νῦν· ἂν ἀπειλήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζυγοῦ. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι,
45καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξου‐ σίαν ἡμῶν, καὶ ὁρῶν ἡμᾶς καθ’ ἑκάστην ἁμαρτά‐ νοντας, καὶ μὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη ἐλέῳ ἔστι τε καὶ σώζεται· Ἀν‐ θρώπους γὰρ, φησὶ, καὶ κτήνη σώσεις, Κύριε.

62

.

211

(50)

Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων. Διὰ τί; Διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησεν; ἆρα οὐ δι’ ἀγα‐ θότητα; Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον
καὶ ἐκεῖ καὶ ἐνταῦθα. Καὶ ἀνατελεῖ, φησὶν ὁ προ‐Column end

62

.

212

φήτης, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον· καὶ εἰκότως. Ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς παρέχει τοῖς θαλαττεύουσιν, οὕτως ἡ ἐλεη‐ μοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν χαρίζεται καὶ θαυμά‐
5σιον. Καὶ πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν. Ἄκουε γὰρ αὐτοῦ ποτὲ μὲν λέγοντος, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ
10πάλιν, Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος, Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται· καὶ ἄλλου, Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς,
15Κύριε, Κύριε, τίς ὑποστήσεται; καὶ, Ἐὰν εἰσέλ‐ θῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου· καὶ ἄλλος, Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεή‐ μων. Τοῦτο γὰρ ἄνθρωπος, ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ
20Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κό‐ σμον εἰργάσατο, τοῦτο ἀγγέλους ἐποίησε, δι’ ἀγαθό‐ τητα μόνον. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι’ ἔλεον. Διὰ τί γὰρ, εἰπὲ, μόνος ὢν ὁ Θεὸς τοσούτους
25ἐποίησεν; οὐ δι’ ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, διὰ τί τόδε καὶ τόδε, πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Οὐκοῦν ἐλεήσωμεν τοὺς πλη‐ σίον, ἵνα ἐλεηθῶμεν αὐτοί. Οὐκ ἐκείνοις μᾶλ‐ λον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν
30ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλὸξ, τὸ ἔλεος τοῦτο τοῦ μὲν πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον. Οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθή‐ σεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται.
35Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι. Προσηνέχθη αὐτῷ τις ὀφείλων μυρία τάλαντα, καὶ σπλαγχνισθεὶς συνεχώρησε· καὶ ἐκείνῳ ὠφείλετο παρὰ τοῦ συνδούλου ἑκατὸν δηνάρια, καὶ ἦγχεν αὐ‐ τόν· διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ κύριος τοῖς βασα‐
40νισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ταῦτα ἀκούον‐ τες, ἐλεήμονες ὦμεν περὶ τοὺς ὀφείλοντας ἐν χρή‐ μασιν, ἐν ἁμαρτήμασι· μηδεὶς μνησίκακος ἔστω, εἴ γε μὴ βούλοιτο ἑαυτὸν ἀδικεῖν. Οὐ γὰρ ἐκεῖνον τοσοῦτον μὴ ἀφιεὶς λυπεῖς, ὅσον ἑαυτὸν ἀδικεῖς.
45Ἐκείνῳ μὲν γὰρ, ἐπεξιόντος σου, οὐκ ἐπέξεισιν ὁ Θεός· σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁμαρτίας σου ἀφίησι. Πῶς δὲ μὴ ἀφιεὶς σὺ τῷ πλη‐ σίον, βασιλείαν ζητεῖς; Ὅπερ ἵνα μὴ πάθωμεν, πᾶ‐ σιν ἀφῶμεν· ἑαυτοῖς γὰρ ἀφίεμεν· καὶ συγχωρήσω‐

62

.

212

(50)

μεν, ἵνα ὁ Θεὸς συγχωρήσῃ ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, καὶ οὕτω τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν,
καὶ τὰ ἑξῆς.211

62

.

213

ΟΜΙΛΙΑ Εʹ. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύ‐ θιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί· πληρώσατέ μου
5τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν κατ’ ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερ‐ έχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκο‐
10 πεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος. αʹ. Οὐδὲν ἄμεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· παντὸς πατρὸς εὔνοιαν παρέρχεται φυ‐ σικοῦ. Ὅρα γοῦν, ὁ μακάριος οὗτος οἵαν τίθησιν ἱκε‐ τηρίαν πρὸς Φιλιππησίους ὑπὲρ τῶν ἐκείνοις συμφε‐
15ρόντων. Τί γάρ φησι, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, φησί. Τουτέστιν, εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ· ὡς ἂν εἰ ἔλεγεν· Εἴ
20τινά μου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐμοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ’ ἐμοῦ, τόδε ποίησον. Τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγ‐ ματος ἀξιῶμεν, ὃ πάντων προτίθεμεν· οὐ γὰρ, εἰ μὴ πάντων αὐτὸ προετίθεμεν, πάντων τὴν ἀμοιβὴν
25ἐν ἐκείνῳ λαβεῖν ἐβουλόμεθα, καὶ δι’ ἐκείνου τὸ πᾶν ἐλέγομεν δείκνυσθαι. Ἡμεῖς μὲν οὖν σαρκι‐ κῶν δικαιωμάτων ὑπομιμνήσκομεν. Ὡς ἂν εἰ πατὴρ πρὸς υἱὸν ἔλεγεν· Εἴ τις οὖν σοι πατρὸς αἰδὼς, εἴ τις ἀνατροφῆς μνήμη, εἴ τις φιλοστοργίας τῆς πρὸς ἐμὲ,
30εἴ τις τιμῆς ἧς ἔτυχες παρ’ ἐμοῦ, εἴ τις εὐνοίας, μὴ ἔσο τῷ ἀδελφῷ ἐχθρός· τουτέστιν, Ἀντὶ πάντων ἐκεί‐ νων ταύτην αἰτῶ τὴν ἀμοιβήν. Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως· οὐδενὸς γὰρ σαρκικοῦ ὑπομιμνήσκει, ἀλλὰ πάντων πνευματικῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
35Εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαράν. Εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί.
40Οἰκτιρμούς φησιν ἑαυτοῦ τῶν μαθητῶν τὴν ὁμόνοιαν ὁ Παῦλος, δεικνὺς ὡς ἐν τοῖς ἐσχάτοις ὁ κίνδυνος, ἐὰν μὴ ὁμονοῶσιν. Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλή‐ σεως παρ’ ὑμῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑμῶν παραμυθίας τινὸς, εἰ ἔστιν ὑμῖν κοινωνῆσαι ἐν πνεύ‐
45ματι, εἰ ἔστι κοινωνῆσαι ὑμῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ’ ὑμῶν καὶ οἰκτειρηθῆναι, πάντων τού‐ των τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε· πάντων τούτων ἔτυχον, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Πληρώσατέ μου τὴν χαράν. Ὅρα, ἵνα μὴ δόξῃ ἡ παραίνεσις

62

.

213

(50)

ὡς πρὸς ἐλλείποντας ἔτι γεγενῆσθαι, οὐκ εἶπε, Ποιή‐ σατέ μοι, ἀλλὰ, Πληρώσατε· τουτέστιν, Ἤρξασθε φυτεύειν ἐν ἐμοί, ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ’ εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Τί βούλει, εἰπέ μοι, ἵνα σε κινδύνων ἀπαλλάξωμεν; ἵνα σοί τι χορηγήσω‐
55μεν; Οὐδὲν τούτων, φησὶν, ἀλλ’, Ἵνα ὑμεῖς τὸ
αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, ἐνColumn end

62

.

214

ᾗ ἤρξασθε, σύμψυχοι, τὸ ἓν φρονοῦντες. Βαβαὶ, ποσάκις τὸ αὐτὸ λέγει ἀπὸ διαθέσεως πολλῆς! Ἵνα τὸ αὐτὸ φρονῆτε, φησὶ, μᾶλλον δὲ, ἵνα τὸ ἓν φρο‐ νῆτε. Τοῦτο γὰρ προϊὼν ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρο‐
5νοῦντες· ὃ τοῦ, Τὸ αὐτὸ, μεῖζόν ἐστι. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστι, μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ ἀγάπην ἔχειν. Τὴν αὐ‐ τὴν ἀγάπην ἔχοντες· τουτέστιν, ὁμοίως καὶ φιλεῖν
10καὶ φιλεῖσθαι. Μὴ σὺ μὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάτ‐ τονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης. Εἰ γάρ τινες τοῦτο, ἀλλὰ σὺ μὴ ἀνέχου. Σύμψυχοι, φησί· τουτέστι, μιᾷ ψυχῇ τὰ πάντων οἰκειούμενοι σώματα, οὐ τῇ οὐσίᾳ (οὐ γάρ ἐστι δυνα‐
15τὸν), ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς τὰ πάντα γινέσθω. Τί ἐστι, Σύμψυχοι; Ἐδή‐ λωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ἓν ἔστω τὸ φρόνημα, ὥσπερ μιᾶς ψυχῆς. Μηδὲν κατὰ ἐρίθειαν. Ἀξιοῖ λοιπὸν καὶ τὸν τρόπον λέγει, πῶς ἂν τοῦτο
20γένοιτο· Μηδὲν κατὰ ἐρίθειαν, ἢ κενοδοξίαν, φη‐ σίν. Ὅπερ ἀεί φημι, ὅτι πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦθεν αἱ μάχαι καὶ αἱ ἔρεις, ἐντεῦ‐ θεν αἱ βασκανίαι καὶ φιλονεικίαι, ἐντεῦθεν τῆς ἀγά‐ πης ἡ ψύξις, ὅταν τῆς τῶν ἀνθρώπων δόξης ἐρῶμεν,
25ὅταν δοῦλοι τῆς τῶν πολλῶν ὦμεν τιμῆς· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον, εἶναι καὶ Θεοῦ δοῦλον γνήσιον. Πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν, φησίν; οὐδέπω γὰρ εἶπας ὁδόν. Ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι
30ὑπερέχοντας ἑαυτῶν. Βαβαὶ, πῶς δόγμα φιλοσοφίας γέμον πάσης, καὶ ἡμῶν τῆς σωτηρίας συγκρότημα ἐξέθετο! Ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνά σου μεί‐ ζων ἐστὶ, καὶ τοῦτο πείσῃς σαυτὸν, μᾶλλον δὲ οὐκ ἐὰν εἴπῃς μόνον, ἀλλὰ καὶ πληροφορηθῇς, ἀπονέμεις
35αὐτῷ καὶ τὴν τιμήν· εἰ δὲ σὺ ἀπονέμεις αὐτῷ τὴν τιμὴν, οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ’ ἑτέρου τιμώμενον. Μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερ‐ βολῆς, καὶ οὐ ξενισθήσῃ τιμώμενον ὁρῶν, οὐδὲ ἀλγή‐
40σεις· κἂν ὑβρίσῃ, οἴσεις γενναίως· μείζονα γάρ σου αὐτὸν νενόμικας· κἂν λοιδορῇ, πείθῃ, κἂν ποιήσῃ κακῶς, φέρεις σιγῇ. Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ’ αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκα‐
45νίαν. Τοῖς γὰρ σφόδρα ὑπερέχουσιν οὐδεὶς ἂν φθονή‐ σειε· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἡγεῖται. βʹ. Ἐνταῦθα μὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι. Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιμῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς

62

.

214

(50)

τεῖχός ἐστι διπλοῦν ἐπιεικείας. Ὅταν γὰρ σὺ τέως
ἄξιον τιμῆς ἔχῃς, κἀκεῖνος οὕτως, οὐδὲν οὐδέποτε213

62

.

215

ἔσται λυπηρόν. Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν; Οὐδὲ αὐτὸς ὁ διάβολος· τριπλοῦν γὰρ ἔσται, καὶ τετραπλοῦν, καὶ
5πολλαπλάσιον τὸ ὀχύρωμα. Πάντων γὰρ τῶν ἀγαθῶν αἰτία ἡ ταπεινοφροσύνη. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην
10καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνην ἀπαιτεῖ, ἀλλ’ ἐπίτασιν ταπεινοφροσύνης. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὸ συντετριμμένον οὐκ ἂν ἐπανασταίη ποτὲ τῷ στεῤῥῷ, ἀλλ’ ὅσα ἂν πάθῃ δεινὰ, πρότερον αὐτὸ ἀπο‐
15λεῖται, ἢ ἑτέρῳ ἐπεξελεύσεται· οὕτω καὶ ἐπὶ τῆς ψυ‐ χῆς, αἱρήσεται μᾶλλον κακῶς πάσχουσα διαπαντὸς καὶ ἀποθανεῖν, ἢ ἐπεξελθεῖν καὶ ἀμύνασθαι. Μέχρι τίνος φυσώμεθα φύσημα γέλωτος ἄξιον; Ὥσ‐ περ γὰρ τὰ παιδία, ὅταν ὁρῶμεν ἀνατεινόμενα καὶ
20γαυρούμενα γελῶμεν, ἢ καὶ λίθον αἴροντα καὶ ῥι‐ πτοῦντα πάλιν γελῶμεν· οὕτως ἐστὶν ἡ ἀπόνοια ἡ ἀνθρωπίνη, παιδικῆς ὂν διανοίας καὶ ἀτελοῦς φρενὸς γέννημα. Τί γὰρ ὑπερηφανεύεται γῆ καὶ σποδός; Μέγα φρονεῖς, ἄνθρωπε; διὰ τί; τί τὸ κέρδος, εἰπέ
25μοι; πόθεν δὲ καὶ μέγα φρονεῖς κατὰ τῶν ὁμοφύ‐ λων; οὐχὶ τῆς αὐτῆς μετέχεις φύσεως; οὐχὶ τῆς αὐτῆς ψυχῆς; οὐχ ὁμοίως τετίμησαι παρὰ τοῦ Θεοῦ; Ἀλλὰ σοφὸς εἶ; Οὐκοῦν εὐχαριστεῖν, οὐ φυσᾶσθαι ὀφείλεις. Πρώτη ἀχαριστία, ἀπόνοια· ἀφαιρεῖται
30γὰρ τῆς εὐεργεσίας τὸ δῶρον. Ὁ γὰρ ἐπαιρόμενος, ὡς αὐτὸς κατορθώσας ἐπαίρεται· ὁ δὲ νομίζων κατ‐ ωρθωκέναι, ἀχάριστός ἐστι περὶ τὸν δεδωκότα τὴν τιμήν. Ἔνεστί σοί τι ἀγαθόν; Εὐχαρίστει τῷ δεδω‐ κότι. Ἄκουσον τί φησιν ὁ Ἰωσὴφ, τί δὲ ὁ Δανιήλ.
35Τοῦ γὰρ βασιλέως Αἰγύπτου μεταπεμψαμένου αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου, καὶ ἐπὶ πάσης τῆς στρατιᾶς πυνθανομένου ἐπὶ πράγματι, ἐφ’ ᾧ πάντες παρεχώ‐ ρησαν Αἰγύπτιοι οἱ περὶ ταῦτα μάλιστα δεινοὶ, μέλλων αὐτὸς κατὰ πᾶν ὑπεραίρειν, καὶ σοφώτερος
40φανήσεσθαι τῶν ἀστρολόγων, τῶν μάντεων, τῶν γοήτων, τῶν μάγων, πάντων τῶν φιλοσόφων τῶν τότε, ἀπὸ τῆς αἰχμαλωσίας καὶ δουλείας, παιδίον ὢν (καὶ γὰρ τότε μείζων ἡ δόξα· οὐ γάρ ἐστιν ἴσον φαινόμενον λάμπειν, καὶ παρὰ προσδοκίαν· ὥστε
45καὶ τὸ παρ’ ἐλπίδας ἐποίει αὐτὸν θαυμαστότερον)· τί οὖν οὗτος παρελθὼν εἶπε τῷ Φαραώ; ὅτι Ναὶ, οἶδα; Οὐχ οὕτως· ἀλλὰ τί; Οὐδενὸς αὐτὸν ἐλέγχοντος, ἀπὸ πολλῆς τῆς εὐγνωμοσύνης τί φησιν; Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅρα· τὸν Δε‐

62

.

215

(50)

σπότην εὐθέως ἐδόξασε· διὰ τοῦτο καὶ αὐτὸς ἐδο‐ ξάσθη. Οὐ μικρὸν δὲ τοῦτο εἰς δόξης λόγον· τοῦ γὰρ αὐτὸν κατωρθωκέναι τὸ τὸν Θεὸν ἀποκαλύψαι μεῖζον πολλῷ. Ἄλλως δὲ καὶ τὰ λεγόμενα ἐντεῦθεν ἀξιό‐ πιστα ἔδειξε, καὶ τοῦτο τῆς οἰκειώσεως τοῦ Θεοῦ
55τεκμήριον μέγιστον. Οὐδὲν γὰρ οὕτως ἀγαθὸν, ὡς τὸ οἰκειοῦσθαι τῷ Θεῷ. Εἰ γὰρ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, φησὶν, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. Εἰ γὰρ ὁ χάριτος ἀξιωθεὶς καυχᾶται ἐπὶ τῷ Θεῷ, ὅτι
ἀγαπᾶται, ἐπειδὴ συνεχωρήθη αὐτῷ, καὶ ἔχει καύ‐Column end

62

.

216

χημα ὁ ἐργαζόμενος, ἀλλ’ οὐ πρὸς τὸν Θεὸν, ὡς ἐκεῖνος· τῆς γὰρ πολλῆς ἀσθενείας τεκμήριον τοῦτο τῆς ἡμετέρας· ὁ καὶ σοφίαν λαβὼν παρὰ τοῦ Θεοῦ, πόσῳ μᾶλλον ἂν εἴη θαυμαστός; Ἐδόξασε τὸν Θεὸν,
5καὶ ἐδοξάσθη ὑπ’ αὐτοῦ· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάλιν ὁ ἀπόγονος ὁ τούτου, οὗ σο‐ φώτερος οὐδεὶς (Μὴ γὰρ σοφώτερος εἶ, φησὶ, σὺ τοῦ Δανιήλ;), οὗτος δὴ ὁ Δανιὴλ τῶν ἐν Βαβυλῶνι πάντων σοφῶν, καὶ αὐτῶν πάλιν ἀστρολόγων,
10μάντεων, μάγων, γοήτων, πάσης φιλοσοφίας. οὐ μόνον ἐλεγχομένης, ἀλλὰ καὶ ἀναιρουμένης (τὸ γὰρ ἀναιρεῖσθαι τεκμήριον ἦν τοῦ καὶ πρότερον αὐ‐ τοὺς ἠπατηκέναι), παρελθὼν καὶ μέλλων ἐπιλύε‐ σθαι τὸ ἐρώτημα, οὐδὲ αὐτὸς καλλωπίζεται, ἀλλὰ
15πρότερον ἀνατίθησι τῷ Θεῷ τὸ πᾶν, καί φησιν· Ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας ἀνθρώπους ἀπεκαλύφθη, ὦ βασιλεῦ. Καὶ προσεκύνησεν αὐτῷ ὁ βασιλεὺς, καὶ εἶπε μαναὰ σπεῖσαι. Ὁρᾷς ταπεινοφροσύνην; ὁρᾷς εὐγνωμοσύ‐
20νην; ὁρᾷς ἄτυφον ἦθος; Ἄκουε καὶ τῶν ἀποστόλων λεγόντων, ποτὲ μὲν, Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ποτὲ δὲ πάλιν, Ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Εἰ δὲ ἐκεῖνοι δεδομένας τιμὰς οὕ‐
25τως ἀπεκρούοντο, ἄνθρωποι μείζονα τοῦ Χριστοῦ διὰ τὴν τοῦ Χριστοῦ ταπεινοφροσύνην ἐργαζόμενοι, καὶ διὰ τὴν αὐτοῦ δύναμιν ( γὰρ πιστεύων ἐμοὶ, φησὶ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ)· πῶς οὐκ ἄθλιοι καὶ ταλαίπωροι, οἱ μηδὲ κώνωπας σοβῆσαι δυνάμε‐
30νοι, μήτι γε δαίμονας; οἱ μηδὲ ἕνα ἄνθρωπον ὠφελῆσαι ἰσχύοντες, μήτι γε τὴν οἰκουμένην ἅπα‐ σαν, καὶ τοσοῦτον φρονοῦντες, ὅσον οὐδὲ αὐτὸς ὁ διά‐ βολος; γʹ. Οὐδὲν οὕτω ψυχῆς ἀλλότριον Χριστιανῆς, ὡς
35ἀπόνοια· ἀπόνοιαν λέγω, οὐ παῤῥησίαν οὐδὲ ἀνδρείαν· ἐκεῖνα γὰρ οἰκεῖα. Ἕτερον γάρ τι τοῦτό ἐστι, καὶ ἕτερον ἐκεῖνο· ὥστε ἕτερον μὲν ταπεινοφροσύνη, ἕτερον δὲ ἀνελευθερία καὶ κολακεία καὶ θωπεία. Καὶ, εἰ βούλεσθε, πάντων τούτων ὑμῖν τὰ ὑποδείγματα
40παρέξω. Δοκεῖ γάρ πως παρυφεστάναι τὰ ἐναντία, ὥσπερ τῷ σίτῳ τὰ ζιζάνια, καὶ τῷ ῥόδῳ αἱ ἄκανθαι. Ἀλλὰ παῖδες μὲν εὐκόλως ἂν ἀπατηθεῖεν, οἱ δὲ ὄντως ἄνδρες, τῆς πνευματικῆς ὄντες γεωργίας ἔμπειροι ἴσασι τὰ ὄντως ἀγαθὰ ἀποκρίνειν τῶν κακῶν. Φέρε
45οὖν, ὑμῖν τὰ ὑποδείγματα αὐτῶν ἀπὸ τῶν Γραφῶν παραστήσωμεν. Τί ποτέ ἐστι κολακεία, καὶ ἀνελευ‐ θερία, καὶ θωπεία; Ὁ Σιβᾶ τὸν Δαυῒδ ἐκολάκευε παρὰ καιρὸν, καὶ τὸν δεσπότην διέβαλε τὸν ἑαυτοῦ· μᾶλ‐ λον δὲ ὁ Ἀχιτόφελ τὸν Ἀβεσσαλώμ. Ἀλλ’ οὐχ ὁ Δαυῒδ

62

.

216

(50)

τοιοῦτος, ἀλλὰ ταπεινόφρων. Κόλακες γάρ εἰσιν οἱ ὕπουλοι· οἷον, ὡς ὅταν λέγωσιν οἱ μάγοι, Βασιλεῦ, ζῆθι εἰς τοὺς αἰῶνας. Καὶ ἐπὶ τοῦ Παύλου ἐν ταῖς Πράξεσι πολλὰ τοιαῦτα εὑρήσομεν, ὅταν Ἰουδαίοις διαλέγηται, οὐ κολακεύων, ἀλλὰ ταπεινοφρονῶν·
55οἶδε γὰρ καὶ παῤῥησιάζεσθαι· ὡς ὅταν λέγῃ, Ἄνδρες ἀδελφοὶ, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ, ἢ τοῖς
πατρῴοις ἔθεσι, δέσμιος ἐξ Ἱερουσαλὴμ παρ‐215

62

.

217

εδόθην. Ὅτι γὰρ ταπεινοφροσύνης ἦν τὰ ῥήματα, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ διὰ τῶν ἑξῆς οὕτω λέγων· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέ‐
5ψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες ἀνδρείαν; Ὅρα καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν ἀνδρείαν, ᾗ πρὸς τὸν Ἡρώδην ἐχρήσατο λέγων· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Τοῦτο παῤ‐ ῥησία, τοῦτο ἀνδρεία· ἀλλ’ οὐκ ἐκεῖνο τὸ τοῦ Σεμεεὶ,
10ὅτε ἔλεγεν, Ἔξελθε, ὁ ἀνὴρ τῶν αἱμάτων· καίτοι κἀκεῖνος ἐπαῤῥησιάσατο. Ἀλλ’ οὐκ ἔστι τοῦτο ἀνδρεία, ἀλλὰ θρασύτης καὶ ὕβρις καὶ γλῶττα ἀκόλαστος. Ὕβρισε καὶ Ἰεζάβελ τὸν Ἰηοῦ λέγουσα· Ὁ φονεὺς τοῦ κυρίου αὐτοῦ· ἀλλὰ θρασύτης ἦν, οὐ παῤῥησία.
15Ὕβρισε καὶ ὁ Ἠλίας, ἀλλὰ παῤῥησία καὶ ἀνδρεία ἦν· Οὐκ ἐγὼ γὰρ διαστρέφω τὸν λαὸν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἐπαῤῥησιάσατο πάλιν πρὸς ὁλόκληρον δῆμον ὁ Ἠλίας, λέγων· Ἕως πότε χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις
20ὑμῶν; Τοῦτο παῤῥησία καὶ ἀνδρεία, τὸ καθάψασθαι· τοῦτο καὶ οἱ προφῆται ἐποίουν· ἀλλ’ ἐκεῖνο θρασύτητος ἦν. Θέλεις ἰδεῖν καὶ ταπεινοφροσύνης καὶ ἐλευθερίας ῥήματα; ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ
25ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνα‐ κρίνω. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τοῦτο φρονήματος Χριστιανῷ πρέποντος. Καὶ πάλιν, Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἕτερον πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων,
30καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Βούλει κολακείαν ἰδεῖν τῶν ἀνοήτων Ἰουδαίων; ἄκουε λεγόντων, Ἡμεῖς
οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. ΒούλειColumn end

62

.

218

ταπεινοφροσύνην ἰδεῖν; ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Βούλει καὶ κολακείαν ἰδεῖν, καὶ
5θρασύτητα; θρασύτητα μὲν τὴν τοῦ Νάβαλ, κολακείαν δὲ τὴν τῶν Ζιφαίων; καὶ πῶς ὁ μὲν ὠνείδιζεν, οἱ δὲ προδεδώκασι τῇ γνώμῃ τὸν Δαυΐδ; Βούλει φιλοσοφίαν, καὶ οὐ κολακείαν ἰδεῖν τὴν τοῦ Δαυΐδ; πῶς εἷλε τὸν Σαοὺλ, καὶ ἐφείσατο; Βούλει κολακείαν ἰδεῖν τῶν
10ἀποκτεινάντων τὸν Μεμφιβοσθὲ, οὓς καὶ ἀνεῖλεν ὁ Δαυΐδ; Ἁπλῶς δὲ, καὶ ὡς ἐν ὑποτυπώσει, ἐν κεφαλαίῳ εἰπεῖν, θρασύτης μέν ἐστιν, ὅταν τις ὀργίζηται καὶ ὑβρίζῃ ἐπὶ μηδενὶ προσήκοντι, ἢ ἑαυτὸν ἐκδικῶν, ἢ ἀδίκως πως θρασυνόμενος· παῤ‐
15ῥησία δὲ καὶ ἀνδρεία, ὅταν κινδύνων καὶ θανάτων κατατολμᾷ, καὶ φιλίας καὶ ἀπεχθείας ὑπερορᾷ ὑπὲρ τῶν δοκούντων τῷ Θεῷ. Πάλιν κολακεία μέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ μηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώμενός τι τῶν βιωτικῶν· τα‐
20πεινοφροσύνη δὲ, ὅταν τις ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων τοῦτο ποιῇ, καὶ, ὥστε ἀνύσαι τι μέγα καὶ θαυμαστὸν, ἀπὸ τοῦ ἀξιώματος καταβῇ τοῦ ἑαυτοῦ. Ἂν ταῦτα εἰδῶμεν, μακάριοί ἐσμεν, ἐὰν ποιῶμεν αὐτά. Οὐ γὰρ ἀρκεῖ τὸ εἰδέναι· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ
25νόμου, φησὶν, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιω‐ θήσονται· μᾶλλον δὲ καὶ κατακρίνει τὸ εἰδέναι, ὅταν χωρὶς τῆς πράξεως ᾖ καὶ τῶν κατορθωμάτων. Ἵνα οὖν τὴν κατάκρισιν φύγωμεν, μετέλθωμεν τὴν πρᾶξιν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ
30φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.Column end

62

.

217

(33)

ΟΜΙΛΙΑ ϛʹ. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ
35Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος
40 ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. αʹ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς τὰ μεγάλα προτρέπων τοὺς ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι, καὶ τὸν Πατέρα, καὶ τοὺς προφήτας, ὡς ὅταν λέγῃ· Οὕτω γὰρ ἐποίησαν τοῖς προφήταις τοῖς
45πρὸ ὑμῶν· καὶ πάλιν, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ, Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι· καὶ πάλιν, Οἰκτίρμονες γίνεσθε, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ποιεῖ. Προτρέπων γὰρ αὐτοὺς εἰς ταπεινοφροσύνην,

62

.

217

(50)

τὸν Χριστὸν εἰς μέσον παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅτε περὶ φιλοπτωχίας διαλέγεται, οὕτω πώς φησι· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Οὐδὲν γὰρ οὕτω τὴν
55μεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴνColumn end

62

.

218

(34)

τῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ μαθεῖν, ὅτι τῷ Θεῷ
35κατὰ τοῦτο ὁμοιοῦται. Τί γὰρ ἴσον τούτου εἰς προτροπήν; Οὐδέν. Ὃ δὴ καὶ Παῦλος εἰδὼς, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, πρῶτον μὲν παρεκάλεσεν, ἱκετηρίαν ἔθηκεν· εἶτα καὶ ἐντρεπτικῶς εἶπεν, Ὅτι ἐν ἑνὶ πνεύματι στήκετε· εἶπεν, Ὅτι ἐκείνοις
40ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας. Καὶ τοῦτο λοιπὸν τίθησι· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Προσέχετε,
45παρακαλῶ, καὶ διανάστητε. Καθάπερ γάρ τις μάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονημένη, ὅπουπερ ἂν ἐμπέσῃ κἂν εἰς μυρίας φάλαγγας, εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷ πάντοθεν ὀξεῖαν εἶναι, καὶ μηδὲν τὴν ἀκμὴν αὐτῆς φέρειν· οὕτω δὴ καὶ τὰ τοῦ Πνεύ‐

62

.

218

(50)

ματος ῥήματα. Διὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τοὺς Ἀρείου τοῦ Ἀλεξανδρέως, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς Μαρκέλλου τοῦ Γαλάτου, καὶ τοὺς Σαβελλίου τοῦ Λίβυος, καὶ τοὺς Μαρκίωνος τοῦ Ποντικοῦ, καὶ τοὺς Οὐαλεντίνου, καὶ τοὺς τοῦ
55Μάνεντος καὶ τοὺς τοῦ Λαοδικέως Ἀπολλιναρίου, καὶ
Φωτεινοῦ, καὶ Σωφρονίου, καὶ πάσας ἁπλῶς τὰς217

62

.

219

αἱρέσεις κατέβαλεν. Ὡς οὖν τοιαύτην ὀψόμενοι θέαν, καὶ μιᾷ πληγῇ τοσαύτας φάλαγγας πιπτούσας, δι‐ εγέρθητε, ὥστε μὴ τοῦ θεάματος παραδραμεῖν ὑμᾶς τὴν τέρψιν. Εἰ γὰρ ἐπὶ τῶν ἁμιλλητηρίων ἁρμάτων ἐν
5ταῖς τῶν ἵππων ἁμίλλαις οὐδὲν οὕτως ἐστὶ τερπνὸν, ὡς ὅταν ὁλόκληρα ἅρματα μετὰ τῶν ἡνιόχων κρούσας τις καταβάλῃ, καὶ πολλὰ τέθριππα ὕπτια ῥίψας μετὰ τῶν ἐφεστώτων ἡνιόχων παρελάσῃ μόνος πρὸς τὴν νύσσαν καὶ τὸ τέρμα τοῦ ἀγῶνος, καὶ πολὺς πάν‐
10τοθεν ὁ κρότος καὶ ἡ κραυγὴ πρὸς οὐρανὸν ἀνίῃ· ὁ δὲ, ὥσπερ πτηνὸς ὑπὸ τῆς χαρᾶς ἐκείνης καὶ τῶν κρότων, οὕτω τὸ στάδιον ἅπαν διατρέχῃ μετὰ τῶν ἵππων· πόσῳ μᾶλλον ἐνταῦθα οὐχὶ πλείων ἔσται ἡ ἡδονὴ, ὅταν ὁλοκλήρων αἱρέσεων συστήματα καὶ
15διαβολικὰ ἐργαστήρια μετὰ τῶν ἡνιόχων αὐτῶν κα‐ ταβάλωμεν τῇ τοῦ Θεοῦ χάριτι πάντα ἀθρόον καὶ ὁμοῦ; Καὶ, εἰ δοκεῖ, πρότερον στήσωμεν τὰς αἱρέσεις αὐτὰς κατὰ τάξιν. Βούλεσθε τὴν τῆς ἀσεβείας, ἢ τὴν τῶν χρόνων;
20Ἀλλ’ ἴδωμεν τὴν τῶν χρόνων· τὴν γὰρ τῆς ἀσεβείας δύσκολον συνιδεῖν. Οὐκοῦν πρῶτος Σαβέλλιος ὁ Λίβυς παρήχθω. Τί οὖν οὗτός φησιν; Ὅτι τὸ Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὀνόματά ἐστι ψιλὰ καθ’ ἑνὸς προσώπου κείμενα. Μαρκίων δὲ ὁ Ποντικός φησιν,
25ὅτι ὁ Θεὸς ὁ πάντα συστησάμενος οὐκ ἔστιν ἀγαθὸς, οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ’ ἕτερός τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν ὑπὲρ ἡμῶν ὁ Υἱός. Μάρκελλος δὲ καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν εἶναί φασι, τὴν δὲ ἐνέργειαν ταύτην
30ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαυῒδ, οὐκ οὐσίαν ἐν‐ υπόστατον. Ἄρειος Υἱὸν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνῳ· κτίσμα γὰρ αὐτὸν εἶναί φησι, καὶ τοῦ Πατρὸς ἐλάττονα πολύ. Ἕτεροι δὲ οὔ φασιν αὐτὸν ἔχειν ψυχήν. Εἶδες τὰ ἅρματα ἑστῶτα; θεώρει τοίνυν
35αὐτῶν καὶ τὰ πτώματα, πῶς ὁμοῦ πάντας κατα‐ κρούων βάλλει, καὶ μιᾷ πληγῇ καὶ ἀθρόον. Πῶς οὖν καταβάλλει; Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, φησὶν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ‐ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.
40Ἐντεῦθεν καὶ Παῦλος ὁ Σαμοσατεὺς ἔπεσε καὶ Μάρ‐ κελλος καὶ Σαβέλλιος· Ἐν μορφῇ γὰρ, φησὶ, Θεοῦ ὑπάρχων. Εἰ ἐν μορφῇ, πῶς οὖν λέγεις, ὅτι ἀπὸ Μαρίας, ὦ μιαρὲ, ἤρξατο, καὶ πρὸ τούτου οὐκ ἦν; πῶς δὲ πάλιν, ὅτι ἐνέργεια ἦν; Ἐν μορφῇ γὰρ Θεοῦ,
45φησὶ, μορφὴν δούλου ἔλαβεν. Εἰπὲ γάρ μοι, ἡ μορφὴ τοῦ δούλου ἐνέργεια δούλου ἐστὶν, ἢ φύσις δούλου; Πάντως δήπου, Φύσις, ἐρεῖς, δούλου. Οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις· οὐκ ἄρα ἐνέργεια. Ἰδοὺ καὶ ὁ Μάρκελλος ὁ Γαλάτης καὶ

62

.

219

(50)

Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον. βʹ. Ἰδοὺ καὶ Σαβέλλιος. Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται προσώπου· τὸ γὰρ ἴσον, τινί ἐστιν ἴσον. Ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς
55πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρ‐ ξιν τοῦ Μονογενοῦς; Ἀλλὰ ταῦτα μὲν πρὸς ἐκείνους· τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν, τὸν λέγοντα ἑτέ‐
ρας εἶναι οὐσίας τὸν Υἱόν; Εἰπὲ δή μοι, τὸ, ΜορφὴνColumn end

62

.

220

δούλου ἔλαβε, τί ἐστιν; Ἄνθρωπος ἐγένετο, φησίν. Οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν· μορ‐ φὴ γὰρ, καὶ μορφὴ κεῖται. Εἰ τοῦτο ἀληθὲς, κἀκεῖνο. Φύσει ἄνθρωπος, ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει
5Θεὸς, καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ, ὥσπερ οὖν καὶ Ἰωάννης, καὶ ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατρός· Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Καὶ μὴν τοὐναντίον
10δείκνυσι, φησίν· εἶπε γὰρ, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρ‐ χων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; Καὶ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεῖνα ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ
15ἐστὶν ἁρπάσειεν; Οὒ, φησίν· ἀλλ’ ὅτι Θεὸς ὢν ἐλάτ‐ των, οὐχ ἥρπασε τὸ εἶναι ἴσα τῷ Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. Καὶ μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς Ἐκκλησίας δόγμασιν ἐπεισάγετε; Μέγας μὲν γὰρ καὶ μικρὸς παρ’ αὐτοῖς θεός· εἰ δὲ
20καὶ παρ’ ὑμῖν, οὐκ οἶδα. Παρὰ μὲν γὰρ ταῖς Γραφαῖς οὐδαμοῦ εὑρήσεις, ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. Εἰ γὰρ μικρὸς, πῶς καὶ Θεός; Εἰ μι‐ κρὸς οὐκ ἔστιν ἄνθρωπος καὶ μέγας, ἀλλὰ μία φύσις, καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης μιᾶς, οὐκ
25ἄνθρωπος, πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως; Ὁ μικρὸς ὢν, οὐ Θεός· παν‐ ταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ Γραφῇ· Μέγας Κύριος, φησὶν ὁ Δαυῒδ, καὶ αἰνετὸς σφόδρα. Ἰδοὺ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν κα‐
30λεῖ· καὶ πάλιν, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ πάλιν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς μεγα‐ λωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, μικρός. Ἀλλὰ σὺ τοῦτο
35λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον· ὥσπερ περὶ τοῦ Πα‐ τρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν. Ἄκουε γὰρ Παύλου λέγοντος, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ. Ἀλλ’ ἆρα μὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν
40εἶπεν; Ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν μὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαμῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπι‐ φάνειαν τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν
45Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς μέγας. Πῶς οὖν λέγεις μικρὸν, καὶ μέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος αὐτὸν μεγάλης βουλῆς Ἄγγελον. Ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ μέγας, ἀλλὰ μικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰτα‐

62

.

220

(50)

μοὶ, ὅτι μικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε· μικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν μέγαν. Τί γὰρ, εἰπέ μοι (ἀλλὰ μὴ νομίσητε ἡμῶν εἶναι τὰ ῥήματα); εἰ μικρὸς ἦν κατ’ αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀπο‐
55δέων τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ τὴν
φύσιν· ὁ ἵππος οὐκ ἂν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ219

62

.

221

εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; Εἰς ταπεινοφροσύνην, πάν‐ τως ἐρεῖς, ἐναγαγεῖν τοὺς Φιλιππησίους. Τί οὖν, εἰπέ
5μοι, τοῦτο ἂν παρήνεγκεν εἰς μέσον; Οὐδεὶς γὰρ βου‐ λόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτό φησιν· Ἔσο ταπεινὸς, καὶ ἔλαττον φρόνει τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος οὐκ ἐπανέστη τῷ Δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφρο‐
10σύνης, εἴποι τις ἂν, ἀλλ’ ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη ὑμεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη; Τὸ ταπεινὰ φρονεῖν· ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὢν ταπεινὸς, ἀλλ’ ὁ ἑαυτὸν ταπεινῶν. Οἷόν τι λέγω (προσέχετε δέ)·
15Ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι ταπεινοφρονῇ, οὗτος ταπεινόφρων ἐστίν· ὅταν δὲ παρὰ τὸ μὴ δύνα‐ σθαι ταπεινοφρονῇ, οὐκέτι ταπεινόφρων ἐστίν· οἷον ὁ βασιλεὺς τῷ ὑπάρχῳ ἂν ὑποτάττηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος
20ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλ‐ λως ταπεινοφρονῆσαι, εἰ μὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωμα οὐδὲ τοῦ βουλήματος,
25ἀλλὰ τῆς ἀνάγκης· ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέ‐ γεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις. γʹ. Εἰπέ μοι, εἴ τις μὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν, μένοι τὰ ἑαυτοῦ κεκτημένος, τοῦτον ἐπαινεσόμεθα ἐπὶ δικαιοσύνῃ; Οὐδαμῶς. Διὰ τί; Τῇ γὰρ ἀνάγκῃ
30τὸ τῆς προαιρέσεως ἐγκώμιον ἀφῄρηται. Εἰπέ μοι, εἴ τις μὴ δυνάμενος τυραννεῖν καὶ βασιλεύειν, μένοι ἰδιωτεύων, τοῦτον ἐπαινεσόμεθα, ὡς ἀπράγμονα; Οὐδαμῶς. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Ὁ γὰρ ἔπαι‐ νος, ὦ πάντων ὑμεῖς ἀμαθέστατοι, οὐκ ἐν τῇ τούτων
35ἀποχῇ, ἀλλ’ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται. Ἐκεῖνο μὲν γὰρ ψόγου ἀπήλλακται, οὔπω δὲ καὶ ἐπαίνου μετέχει· τὸ δὲ, ἐγκωμίων ἄξιόν ἐστιν. Ὅρα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐
40μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οὐκ εἶπεν, Ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐδὲ, Ἐπειδὴ οὐχ ἡρπά‐ σατε [μικρὰ γὰρ ταῦτα] ἀλλ’ Ἐπειδὴ πεινῶντά με
45εἴδετε, καὶ ἐθρέψατε. Καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους, ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον. Τί λέγω Παῦλον; οὐδὲ τὸν τυχόντα τις ἄνδρα, ὡς σὺ τὸν Χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν, ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε. Τὸ γὰρ ἐπὶ τούτοις θαυμάζειν,

62

.

221

(50)

πολλήν ἐστι κακίαν μαρτυρούντων. Πῶς; Ὅτι ἐπ’ ἐκείνων τὸ τοιοῦτον ἔπαινός ἐστιν, οἷον ὁ κλέπτων, ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι· οὐ
γὰρ, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τι‐Column end

62

.

222

μὴν, ἐπαινετός. Καὶ ποίας ταῦτα ἀνοίας! Ἄλλως δὲ (ἀλλὰ προσέχετε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος), τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; Τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς
5ὑποθέσεως, εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἄν τις ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς· ἤνεγκε παράδειγμα μέγα, τὸ τοῦ Πατρὸς, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πο‐ νηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ
10ἀδίκους· προέτρεψεν εἰς ἀνεξικακίαν· ἤνεγκε πα‐ ράδειγμα ἑαυτόν· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν, Εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ μᾶλ‐ λον ὑμεῖς; Ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδεί‐
15γματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. Ἄλλως δὲ καὶ ἐνταῦθα οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. Πῶς; Ὅτι εἰ δοῦλός ἐστι, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκοος τῷ μείζονι. Τοῦτο δὲ οὐ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆ‐
20σαι, μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ’ ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ, μείζονα λέγω καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. Εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ ἱκανὸν εἰς ταπεινοφροσύνην προτρέ‐ ψαι. Διὰ τί; Ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν
25ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι, τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι μέχρι θανάτου. Ἄλλως δὲ, ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησι· Τῇ ταπεινο‐ φροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυ‐ τῶν. Ἡγούμενοι, φησίν. Ἐπειδὴ γὰρ καὶ κατὰ τὴν
30οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. Ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἂν τοῦτο εἶπεν, ὅτι Ἡγούμενοι, ἀλλὰ, Τιμᾶτε τοὺς ὑπερέχον‐ τας ὑμῶν· καθὼς καὶ ἀλλαχοῦ φησι, Πείθεσθε τοῖς
35ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε. Ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγή· ἐνταῦθα τῆς κρί‐ σεως δεῖ γενέσθαι τῆς ἡμετέρας. Τῇ ταπεινοφρο‐ σύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ τὰ μὲν
40ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόν‐ τα, ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἂν τὸν ἐλάττονα ὄντα καὶ τῷ μείζονι ὑπακούσαντα παρήγα‐ γεν. Εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπ‐
45ακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τί τοῦ δούλου πρὸς τὸν δεσπότην ὑποταγὴν ἔφερε; τί τοῦ ἐλάττονος πρὸς τὸν μείζονα; Μὴ γὰρ εἶπεν, Οἱ ἐλάτ‐ τονες τοῖς μείζοσιν ὑπακουέτωσαν, ἀλλ’ Ἰσότιμοι ἀλ‐ λήλων ὄντες, ὑπακούετε, Ἀλλήλους ἡγούμενοι

62

.

222

(50)

ὑπερέχοντας ἑαυτῶν. Διὰ τί δὲ μὴ παρήγαγε κἂν τὸ τῆς γυναικὸς, ὅτι Ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀν‐ δρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; Εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μι‐
κρά τις ἦν ὑποταγὴ, πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκ221

62

.

223

ἂν παρήγαγεν; Εἶπον φθάσας, ὅτι οὐδεὶς οὕτως ἐπαι‐ νεῖ τινα ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς, οὐδὲ ὅλως αὐ‐ τοῦ μέμνηται· οὐδὲ σώφρονα βουλόμενος ἐπαινέσαι τις οὕτως ἐρεῖ, ὅτι οὐκ ἐμοίχευσεν, ἀλλ’ ὅτι καὶ τῆς
5ἰδίας ἀπέστη γυναικός. Οὐδαμοῦ γὰρ τὴν τῶν κακῶν ἀποχὴν τίθεμεν· γέλως γὰρ τοῦτο. Εἶπον ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲ ἐλάττων· οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία, καὶ οὐκ ἐλάττων. Διὰ τί μὴ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’, Ὑπάρχων;
10Ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν, Ἐγώ εἰμι ὁ ὤν. Τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθώς ἐστι μορφή. Οὐκ ἔστι δὲ, ἄλλης οὐσίας ὄντα, τὴν ἄλλης μορφὴν ἔχειν· οἷον οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει μορφὴν, οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν· πῶς οὖν ὁ
15Υἱός; δʹ. Εἶτα ἐπὶ μὲν ἡμῶν, ἐπειδὴ σύνθετοί ἐσμεν, ἡ μορ‐ φὴ τοῦ σώματός ἐστιν· ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυν‐ θέτου, πάντως τῆς οὐσίας. Εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι λέγεις ὅτι οὐ δείκνυσι τὸν Πατέρα,
20πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον. Καὶ τί λέγω πολλαχοῦ; ἐν γὰρ αὐτῷ εὐθέως τῷ χω‐ ρίῳ τούτῳ, Οὐχ ἁρπαγμὸν, φησὶν, ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ οὐκ εἶπε μετὰ τοῦ ἄρθρου, περὶ τοῦ Θεοῦ τοῦ Πατρὸς λέγων. Βούλομαι καὶ τὰ ἡμέτε‐
25ρα προσθεῖναι, ἀλλὰ δέδοικα μὴ καταχώσωμεν ὑμῶν τὰς διανοίας. Τέως δὲ τὰ εἰρημένα μέμνησθε πρὸς ἀνατροπὴν ἐκείνων· τέως τὰς ἀκάνθας ἐκτέμωμεν, καὶ τότε τὸν σπόρον καταβαλοῦμεν τὸν καλὸν μετὰ τὸ τὰς ἀκάνθας ἐκτμηθῆναι, καὶ μικρὸν ἀναπνεῦσαι
30τὴν γῆν, ἵνα πᾶσαν τὴν ἐκεῖθεν ἀποθεμένη κακίαν, μετὰ πολλῆς τῆς ἀρετῆς δέχηται τὰ θεῖα σπέρματα. Εὐχαριστήσωμεν ὑπὲρ τῶν εἰρημένων τῷ Θεῷ· ἀξιώσωμεν αὐτὸν δοῦναι φυλακὴν καὶ διατήρησιν αὐτῶν, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς εὐφραινώμεθα, καὶ
35οἱ αἱρετικοὶ καταισχύνωνται. Παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὸ ἑξῆς ἡμῖν ἀνοῖξαι στόμα, ὥστε καὶ τὰ ἡμέ‐ τερα μετὰ τῆς αὐτῆς πάλιν σπουδῆς παρακαταθέσθαι· δεηθῶμεν αὐτοῦ, ὥστε καὶ τῆς πίστεως βίον ἄξιον ἡμῖν παρασχεῖν, ἵνα εἰς δόξαν αὐτοῦ ζῶμεν, ἵνα μὴ
40τὸ ὄνομα αὐτοῦ βλασφημῆται δι’ ἡμᾶς. Οὐαὶ γὰρ ὑμῖν, φησὶ, δι’ οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφη‐ μεῖται. Εἰ γὰρ υἱὸν ἔχοντες· καίτοι τί υἱοῦ γνησιώ‐ τερον; εἰ υἱὸν τοίνυν ἡμεῖς ἔχοντες, ὅταν δι’ αὐτὸν βλασφημώμεθα, ἀποκηρύττομεν αὐτὸν, ἀποστρεφό‐
45μεθα, οὐ προσιέμεθα· πόσῳ μᾶλλον ὁ Θεὸς δούλους ἔχων ἀγνώμονας, βλασφημοῦντας αὐτὸν καὶ ὑβρίζον‐ τας, οὐκ ἀποστραφήσεται καὶ μισήσει; Ὃν δ’ ἂν ὁ Θεὸς μισήσῃ καὶ ἀποστραφῇ, τίς προσλήψεται; Οὐ‐ δεὶς, ἀλλ’ ἢ ὁ διάβολος, ἀλλ’ ἢ οἱ δαίμονες. Ὃν δ’ ἂν

62

.

223

(50)

οἱ δαίμονες λάβωσι, ποίαν ἕξει σωτηρίας ἐλπίδα; ποίαν παραμυθίαν ζωῆς; Ἕως ἂν ἐν τῇ χειρὶ ὦμεν τοῦ Θεοῦ, οὐδεὶς ἡμᾶς ἁρπάζειν δύναται· ἰσχυρὰ γάρ ἐστιν· ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωμεν καὶ τῆς βοηθείας, ἀπολώλαμεν, πᾶσιν ἕτοιμοι προκείμεθα εἰς
55ἁρπαγὴν, πᾶσιν εἰς καταπάτημα, ὡς τοῖχος κεκλι‐Column end

62

.

224

μένος καὶ φραγμὸς ὠσμένος. Ὅταν γὰρ ᾖ ἀσθενὴς ὁ τοῖχος, εὐεπίβατος ἔσται πᾶσι. Μὴ γὰρ ἐπὶ τῆς Ἱε‐ ρουσαλὴμ οἴεσθε τοῦτο λέγεσθαι μόνον, ὃ μέλλω λέ‐ γειν, ἀλλὰ καὶ ἐπὶ παντὸς ἀνθρώπου. Τί δὲ ἐπὶ τῆς
5Ἱερουσαλὴμ ἐλέγετο; ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου. Ἀμ‐ πελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα
10πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Καὶ νῦν ἄνθρωποι τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει ποιῆ‐
15σαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ, Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐ‐
20τοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ’ οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρ‐ σον, ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦ‐ μαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπε‐
25λὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα ἵνα ποιήσῃ κρίσιν· ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Τοῦτο καὶ ἐφ’ ἑκάστης λέγεται ψυχῆς. Ὅταν γὰρ πάντα πληρώσῃ,
30ἃ ἐχρῆν, ὁ φιλάνθρωπος Θεὸς, εἶτα ποιήσῃ ἀκάνθας ἀντὶ σταφυλῆς, ἀφελεῖ τὸν φραγμὸν, καὶ καθαιρεῖ τὸν τοῖχον, καὶ ἐσόμεθα εἰς ἁρπαγήν. Ἄκουε γὰρ πῶς καὶ ἕτερος προφήτης ὀδυρόμενος ἔλεγεν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐ‐
35τὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Ἐλυ‐ μήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐκεῖ μὲν οὖν περὶ τοῦ Μή‐ δου καὶ τοῦ Βαβυλωνίου φησίν· ἐνταῦθα δὲ περὶ τού‐ του οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ ὗς καὶ μονιὸς ὁ διάβολός
40ἐστι, καὶ πᾶσα αὐτοῦ ἡ δύναμις. Μονιὸν δὲ αὐτὸν εἴρηκε, τὸ ἄγριον καὶ ἀκάθαρτον αὐτοῦ παραστῆσαι βουλόμενος. Ὅταν μὲν γὰρ αὐτοῦ τὸ ἁρπακτικὸν ἡ Γραφὴ βούληται δηλῶσαι, φησίν· Ὡς λέων ὠρυό‐ μενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ὅταν δὲ
45τὸ ἰοβόλον καὶ θανάσιμον καὶ ὀλέθριον, ὄφιν αὐτὸν καλεῖ καὶ σκορπιόν· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου· ὅταν δὲ τὸ ἰσχυρὸν ὁμοῦ καὶ ἰο‐ βόλον, δράκοντα αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Δράκων

62

.

224

(50)

οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ δράκοντα καὶ ὄφιν σκολιὸν καὶ ἀσπίδα αὐτὸν καλεῖ πανταχοῦ. Πολύπλοκον γὰρ τὸ θηρίον καὶ ποικίλον, καὶ πολλὴν ἔχει τὴν ἰσχύν· πάντα κινεῖ, πάντα θορυβεῖ, πάντα ἄνω καὶ κάτω στρέφει. Ἀλλὰ μὴ φοβηθῆτε, ἀλλὰ μὴ
55δείσητε· γρηγορεῖτε μόνον, καὶ ὡς στρουθίον ἔσται· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων Καταπάτημα αὐτὸν τῶν ἡμετέρων ἐποίησε ποδῶν,
ἂν βουλώμεθα.223

62

.

225

εʹ. Ὅρα τοίνυν πόσος γέλως, πόση ἀθλιότης, ὃν ἐλάβομεν πατεῖν, τοῦτον ὁρᾷν ὑπὲρ κεφαλῆς ἑστῶτα τῆς ἡμετέρας. Πῶς δὲ τοῦτο γίνεται; Παρ’ ἡμῶν· ἂν ἡμεῖς βουλώμεθα, μέγας ἐστίν· ἂν ἡμεῖς βουλώ‐
5μεθα, γίνεται μικρός. Ἐὰν προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν τοῦ ἡμετέρου, συστέλλεται καὶ παιδίου μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ· ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους
10ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών· οὐ γὰρ πρόσ‐ εισιν, ἐὰν μὴ συγχωρήσῃ ὁ Θεός. Εἰ γὰρ χοίρων ἀγέλαις οὐ κατετόλμησεν ἐπεμβῆναι, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, πολλῷ μᾶλλον ψυχαῖς ἀνθρώπων. Συγχωρεῖ δὲ Θεὸς, ἢ παιδεύων, ἢ δίκην ἀπαιτῶν, ἢ
15δοκιμωτέρους ποιῶν, ὡς τὸν Ἰώβ. Ὁρᾷς αὐτὸν μὴ προσερχόμενον, μηδὲ τολμῶντα γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέμοντα; Καὶ τί λέγω περὶ τοῦ Ἰώβ; τῷ γὰρ Ἰούδᾳ ἐφαλλόμενος, οὐκ ἐτόλμησεν, ἕως αὐ‐ τὸν τοῦ ἱεροῦ χοροῦ ἀπέσχισεν ὁ Χριστὸς, λαβεῖν
20ὁλόκληρον, καὶ εἰσελθεῖν εἰς αὐτόν. Τότε μὲν οὖν ἔξωθεν προσέβαλλεν, ἔνδον δὲ εἰσελθεῖν οὐκ ἐτόλμα· ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παν‐ τὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότε‐ ρον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν. Ταῦτα
25πρὸς νουθεσίαν ἡμῶν γέγραπται. Ἐπεὶ ποῖον κέρδος τὸ γνῶναι, ὅτι εἷς τῶν δώδεκα προέδωκε; ποία ὄνη‐ σις; ποία ὠφέλεια; Μεγάλη. Ὅταν γὰρ μάθωμεν πόθεν ἐκεῖνος ἐπὶ τὴν ὀλέθριον ἦλθε βουλὴν ταύτην, φυλαξόμεθα ἀπὸ ταύτης καὶ αὐτοὶ μὴ τὰ αὐτὰ πα‐
30θεῖν. Πόθεν οὖν ἦλθεν ἐπὶ τοῦτο; Ἀπὸ φιλαργυρίας· κλέπτης ἦν· ἀπὸ ταύτης οὕτως ἐμέθυε τῷ πάθει, ὅτι τὸν τῆς οἰκουμένης Δεσπότην τριάκοντα ἀργυρίων προέδωκε. Τί τῆς μανίας ταύτης χεῖρον; Οὗ οὐδὲν ἀντάξιον οὐδὲ ἴσον, ᾧ τὰ ἔθνη εἰς οὐδὲν ἐλογίσθη,
35τοῦτον τριάκοντα ἀργυρίων προέδωκε. Χαλεπὴ γὰρ τῆς φιλαργυρίας ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι. Οὐχ οὕτω τις ὑπὸ τῆς μέθης παραπλὴξ γίνεται, ὡς ὑπὸ φιλαργυρίας· οὐχ οὕτως ὑπὸ μανίας καὶ παρα‐ πληξίας, ὡς ὑπὸ φιλαργυρίας. Διὰ τί γὰρ, εἰπέ μοι,
40προδίδως; Ἄσημον ὄντα σε καὶ ἀγνῶτα ἐκάλεσε, καὶ ἕνα τῶν δώδεκα ἐποίησε, διδασκαλίας σοι μετέδω‐ κεν, ὑπέσχετο μυρία ἀγαθὰ, θαύματά σε ἐργάζεσθαι πεποίηκε, τραπέζης, ὁδῶν, ὁμιλίας, συνουσίας, πάν‐ των ἐκοινώνησας, ὧν καὶ οἱ λοιποί. Ταῦτα οὐκ ἦν
45ἱκανὰ κατασχεῖν; τίνος οὖν ἕνεκεν προέδωκας; τί ἔχων ἐγκαλεῖν, ὦ μιαρέ; τί δὲ οὐκ εὖ παθών; ᾜδει σου τὴν διάνοιαν, οὐκ ἐπαύσατο τὰ παρ’ ἑαυτοῦ εἰσ‐ φέρων· πολλάκις εἶπεν, ὅτι Εἷς ἐξ ὑμῶν παραδώ‐ σει με· πολλάκις ἔστιξε, καὶ ἐφείσατό σου, καὶ εἰ‐

62

.

225

(50)

δώς σε τοιοῦτον, οὐκ ἐξέβαλέ σε τοῦ χοροῦ· ἔτι δι‐ εβάσταζεν, ἔτι ὡς γνήσιον καὶ ἕνα τῶν δώδεκα, οὕτως ἐτίμα, οὕτως ἐφίλει. Τὸ τελευταῖον, ὢ τῆς μιαρίας! καὶ λέντιον λαβὼν ἔνιψε ταῖς ἀχράντοις ἐκείναις χερσὶ τοὺς μιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατ‐
55έσχεν. Ἔκλεπτες τὰ τῶν πενήτων· καὶ ἵνα μὴ προ‐ έλθῃς εἰς μεῖζον κακὸν, καὶ τοῦτο ἔφερεν· ἀλλ’ οὐδέν σε ἔπεισεν. Εἰ γὰρ θηρίον ἦς, εἰ γὰρ λίθος, οὐ ταῖς εὐεργεσίαις ταῖς εἰς σὲ, οὐ τοῖς θαύμασιν, οὐ ταῖς διδασκαλίαις ἔδει μεταβληθῆναι; Ἀλλὰ καὶ οὕτως
60ἐκτεθηριωμένον ἐκάλει, καὶ διὰ τῶν θαυμασίων ἔρ‐
γων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον. Σὺ δὲ οὐ‐Column end

62

.

226

δενὶ τούτων γέγονας βελτίων. Θαυμάζετε ἴσως τὴν τοσαύτην ἄνοιαν τοῦ προδότου. Οὐκοῦν φοβήθητε τὸ ἐκείνου τραῦμα· ἀπὸ φιλαργυρίας τοιοῦτος ἐγένετο, ἀπὸ τοῦ τῶν χρημάτων ἔρωτος. Ἔκκοψον τὸ πάθος·
5τοιαῦτα γὰρ τίκτει νοσήματα· ἀσεβεῖς ποιεῖ, καὶ τὸν Θεὸν ἀγνοεῖν παρασκευάζει, κἂν μυριάκις εὐεργετη‐ θῶμεν. Ἔκκοψον, παρακαλῶ· οὐκ ἔστι τῶν τυχόν‐ των, θανάτους οἶδε τίκτειν ὀλεθρίους μυρίους. Εἴδο‐ μεν τὸ ἐκείνου πάθος· φοβηθῶμεν μὴ τοῖς αὐτοῖς
10αὐτοὶ περιπέσωμεν. Διὰ τοῦτο γέγραπται, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν καὶ ἡμεῖς· διὰ τοῦτο πάντες οἱ εὐαγ‐ γελισταὶ τοῦτο διηγήσαντο, ἵνα ἡμᾶς σωφρονί‐ σωσι. Πόῤῥωθεν φεῦγε· οὐκ ἔστι τοῦτο μόνον φιλ‐ αργυρία, τὸ πολλῶν ἐρᾷν, ἀλλὰ τὸ ὅλως χρημάτων
15ἐρᾷν. Φιλαργυρία δεινὴ, τὸ πλέον τῆς χρείας αἰτεῖν. Μὴ γὰρ τάλαντα χρυσοῦ ἦν τότε τὰ πείσαντα τὸν προδότην; Τριάκοντα ἦσαν ἀργύρια· τριάκοντα ἀρ‐ γυρίων προέδωκε τὸν Δεσπότην. Ἆρα μέμνησθε, ὅτε ἔλεγον πρὸ τούτου, ὅτι οὐκ ἐν τῷ λαμβάνειν πολλὰ ἡ
20πλεονεξία δείκνυται, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ὀλί‐ γα; Ἰδοὺ ὅσον κακὸν οὗτος εἰργάσατο δι’ ὀλίγον χρυ‐ σίον· μᾶλλον δὲ οὐ διὰ χρυσίον, ἀλλὰ δι’ ἀργύρια. Οὐκ ἔστιν, οὐκ ἔστιν ἄνδρα φιλάργυρον ἰδεῖν ποτε τοῦ Χριστοῦ τὸ πρόσωπον· ἓν τῶν ἀδυνάτων τοῦτο.
25Ῥίζα ἐστὶ τῶν κακῶν. Εἰ δὲ ἕν τις ἔχων κακὸν, ἐκ‐ πίπτει τῆς δόξης ἐκείνης, ὁ τὴν ῥίζαν ἐπιφερόμενος ποῦ στήσεται; Οὐκ ἔστι τὸν χρημάτων ὄντα δοῦλον, δοῦλον εἶναι Χριστοῦ γνήσιον. Αὐτὸς ὁ Χριστὸς ἀπ‐ εφήνατο, ὅτι τὸ πρᾶγμα ἀδύνατον· Οὐ δύνασθε,
30φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ, Οὐδεὶς δύ‐ ναται δυσὶ κυρίοις δουλεύειν. Ἐναντία γὰρ ἐπι‐ τάττουσιν. Ὁ Χριστὸς λέγει, Φείδου τῶν πενομένων· ὁ μαμωνᾶς λέγει, Ἀπόδυσον καὶ αὐτὰ ἃ ἔχουσιν· ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ μαμωνᾶς λέ‐
35γει, Λάβε καὶ ἅπερ ἔχουσιν. ϛʹ. Εἶδες ἐναντίωσιν, εἶδες πόλεμον; Βούλεσθε δείξω‐ μεν πῶς οὐ δύναταί τις ἀμφοτέρων ῥᾳδίως ὑπακούειν, ἀλλ’ ἑνὸς δεῖ καταφρονῆσαι; ἢ οὐ δεῖ λόγου; Πῶς; Ἐν τοῖς ἔργοις οὐχ ὁρῶμεν τοῦτο, τὸν Χριστὸν μὲν
40καταφρονούμενον, τὸν δὲ μαμωνᾶν τιμώμενον; Ὁρᾶτε πῶς καὶ τὰ ῥήματα φορτικά; πόσῳ μᾶλλον τὰ πράγματα; Ἀλλ’ ἐπὶ τῶν πραγμάτων οὐ φαίνε‐ ται φορτικὰ ὁμοίως, ἐπειδὴ τῷ πάθει κατεχόμεθα. Νῦν μὲν γὰρ κἂν ὀλίγον ᾖ καθαρεύουσα τοῦ πάθους
45ἡ ψυχὴ, ἕως ἂν ἐνταῦθα ἑστήκῃ, δύναται κρίνειν ὀρ‐ θῶς· ἐκεῖ δὲ ἀπελθοῦσα, καὶ κατασχεθεῖσα τῷ πυρε‐ τῷ, καὶ ἐν τῇ ἡδονῇ τοῦ πράγματος γενομένη, οὐκ ἔχει καθαρὸν τὸ κριτήριον, οὐκ ἔχει τὸ δικαστήριον ἀδέκαστον· ὁ Χριστός φησιν, Ἐὰν μή τις ἀποτά‐

62

.

226

(50)

ξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου μαθητής· ὁ μαμωνᾶς φησι, Λάβε ἀπὸ τοῦ πει‐ νῶντος τὸν ἄρτον· ὁ Χριστὸς λέγει, Περίβαλε τὸν γυμνόν· οὗτος λέγει, Τὸν γυμνὸν ἀπόδυσον· ὁ Χρι‐ στὸς λέγει, Τοῦ σπέρματός σου τοὺς οἰκείους οὐχ
55ὑπερόψει· ὁ μαμωνᾶς λέγει, Οὐκ ἐλεήσεις τοὺς οἰ‐ κείους τοῦ σπέρματός σου, ἀλλὰ κἂν μητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει. Καὶ τί λέγω πατέρα καὶ
μητέρα; καὶ τὴν σαυτοῦ ψυχὴν, καὶ ταύτην ἀπόλλυε·225

62

.

227

ἀλλ’ ὅμως ἀκούεται. Οἴμοι! ὅτι ὠμὰ καὶ ἀπηνῆ καὶ θηριώδη προστάττων ἀκούεται μᾶλλον τοῦ τὰ ἐπιεικῆ καὶ σωτήρια ἡμῖν κελεύοντος. Διὰ τοῦτο γέεννα, διὰ τοῦτο πῦρ, διὰ τοῦτο ποταμὸς πυρὸς, διὰ τοῦτο σκώ‐
5ληξ ἀτελεύτητος. Οἶδα ὅτι πολλοὶ ταῦτα οὐχ ἡδέως ἀκούουσιν ἡμῶν λεγόντων. Οὐδὲ γὰρ ἐγὼ ἡδέως αὐτὰ λέγω· τίς γὰρ χρεία ταῦτα λέγειν; Ἐβουλό‐ μην τὰ περὶ βασιλείας ὑμῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνά‐ παυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς
10χλόης. Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξ‐ έθρεψέ με, καὶ εἰς τόπον χλόης ἐκεῖ με κατεσκή‐ νωσεν. Ἐβουλόμην ἐπὶ τοῦ τόπου λέγειν, ἔνθα ἀπ‐ έδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἐβουλόμην δι‐ ηγεῖσθαι τῆς τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονήν·
15καίτοι γε πάντα ὑπερβαίνει λόγον, καὶ πάντα νοῦν· ἀλλ’ ὅμως κατὰ δύναμιν ἐβουλόμην ταῦτα λέγειν. Ἀλλὰ τί πάθω; Οὐκ ἔνι τῷ πυρέττοντι καὶ κακῶς διακειμένῳ περὶ βασιλείας λέγειν· τέως γὰρ περὶ ὑγείας χρὴ διαλέγεσθαι. Οὐκ ἔνι τῷ δίκης ὑπευθύνῳ
20περὶ τιμῆς διαλέγεσθαι· τέως γὰρ τὸ ζητούμενον, δίκης ἀπαλλαγῆναι, καὶ τῆς κολάσεως καὶ τῆς τιμω‐ ρίας· ἂν μὴ τοῦτο γένηται, πῶς ἐκεῖνο ἔσται; Διὰ τοῦτο ταῦτα λέγω συνεχῶς, ἵνα ἐπ’ ἐκεῖνα ἔλθωμεν ταχέως. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο γέενναν ἠπείλησεν,
25ἵνα μηδεὶς εἰς γέενναν ἐμπέσῃ, ἵνα πάντες βασιλείας ἐπιτύχωμεν. Καὶ ἡμεῖς διὰ τοῦτο συνεχῶς γεέννης μεμνήμεθα, ἵνα πρὸς τὴν βασιλείαν ὑμᾶς ὠθήσω‐ μεν, ἵνα τῷ φόβῳ μαλάξαντες ὑμῶν τὴν διάνοιαν, παρασκευάσωμεν ἄξια τῆς βασιλείας ποιεῖν. Μὴ τοί‐
30νυν δυσχεραίνετε πρὸς τὸ τῶν ῥημάτων βαρύ· τὸ γὰρ βαρὺ τῶν ῥημάτων κούφας ἡμῖν ἐργάζεται ἀπὸ τῶν ἁμαρτημάτων ψυχάς. Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔ‐ χρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραμμένα ὀρ‐
35θοῖ· ὡς εἰ μὴ βαρεῖα ἦν, οὐκ ἂν ἴσχυσε διορθῶσαι τὴν διεστραμμένην ὕλην. Οὕτω καὶ ὁ λόγος ἡμῶν ὁ
βαρὺς ῥυθμίσαι τὴν ψυχὴν ἰσχύει. Μὴ τοίνυν φεύγω‐Column end

62

.

228

μεν τὴν βαρύτητα τῶν ῥημάτων, μηδὲ τὰς ἀπὸ τού‐ των πληγάς. Οὐχ ἵνα διακλάσῃ, οὐδ’ ἵνα διαθρύψῃ τὴν ψυχὴν, καταφέρεται ἡ πληγὴ, ἀλλ’ ἵνα διορθώ‐ σηται. Οἴδαμεν πῶς πλήττομεν, πῶς ἐπάγομεν τὴν
5πληγὴν τῇ τοῦ Θεοῦ χάριτι, ὥστε μὴ συντρίψαι τὸ σκεῦος, ἀλλ’ ὥστε λεᾶναι, ὥστε ὀρθῶσαι, ὥστε ποιῆ‐ σαι εὔχρηστον τῷ Δεσπότῃ, ὥστε αὐτὸ προσενεγκεῖν ἀποστίλβον τὴν ὑγείαν, καὶ καλῶς ἐκτετορευμένον κατ’ ἐκείνην τὴν ἡμέραν, καθ’ ἣν ὁ ποταμὸς τοῦ πυ‐
10ρὸς, ὥστε προσενεγκεῖν μὴ δεόμενον τῆς ἐκεῖ πυ‐ ρᾶς. Ἂν γὰρ μὴ πυρώσωμεν ὑμᾶς ἐνταῦθα, ἀνάγκη πάντως πυρωθῆναι ἐκεῖ, καὶ οὐκ ἔνι ἄλλως· Ἡ γὰρ ἡμέρα Κυρίου ἐν πυρὶ ἀποκαλύπτεται. Κρεῖσσον τοῖς ἡμετέροις λόγοις ὑμᾶς κατακαυθῆναι πρὸς βραχὺ,
15ἢ διαπαντὸς ἐκείνῃ τῇ φλογί. Πάντως γὰρ ὅτι τοῦτο ἔσται, δῆλον, καὶ πολλάκις ὑμῖν εἶπον λογισμοὺς ἀναντιῤῥήτους. Ἔδει μὲν γὰρ ἀπὸ τῶν Γραφῶν πεί‐ θεσθαι μόνον· ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν λογισμῶν ἐκινήσαμεν πολλά. Οὐδὲν δὲ
20κωλύει καὶ νῦν τοὺς αὐτοὺς εἰπεῖν. Τίνες δὲ ἦσαν; Δίκαιός ἐστιν ὁ Θεός· πάντες ὁμολογοῦμεν τοῦτο, καὶ Ἕλληνες καὶ Ἰουδαῖοι καὶ αἱρετικοὶ καὶ Χριστιανοί. Ἀλλ’ ἐνταῦθα πολλοὶ μὲν τῶν ἡμαρτη‐ κότων ἀπῆλθον μὴ κολασθέντες· πολλοὶ δὲ καὶ τῶν
25κατορθωσάντων ἀπῆλθον μυρία παθόντες δεινά. Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, ποῦ τούτοις τὰ ἀγαθὰ ἀποδώ‐ σει, ποῦ ἐκείνοις τὰς τιμωρίας, εἰ γέεννα μὴ ἔστιν, εἰ ἀνάστασις μὴ ἔστι; Τοῦτο[ν] οὖν ἀεὶ καὶ ἐκείνοις καὶ ἑαυτοῖς τὸν λόγον κατεπᾴδετε, καὶ οὐκ ἀφήσει
30ὑμᾶς διαπιστῆσαι τῇ ἀναστάσει. Ὁ δὲ μὴ ἀπιστῶν τῇ ἀναστάσει, σπουδάσει μετὰ πολλῆς ζῇν τῆς προσ‐ οχῆς· ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα
35τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

227

(38)

ΟΜΙΛΙΑ Ζʹ. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ
40Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυ‐ τὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώ‐ ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρε‐ θεὶς, ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενό‐
45μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ

62

.

227

(50)

πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰη‐ σοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. αʹ. Εἴρηται ἡμῖν τὰ περὶ τῶν αἱρετικῶν· εὔκαιρον δὴ λοιπὸν καὶ τὰ ἡμέτερα εἰπεῖν. Ἐκεῖνοι λέγουσιν, ὅτι τὸ, Οὐχ ἁρπαγμὸν ἡγήσατο, ἁρπάσαι ἐστίν· ἡμεῖς
55ἐδείξαμεν, ὅτι πάντη ἕωλον καὶ ἄτοπον τοῦτο, ὅτι
οὔτε εἰς ταπεινοφροσύνην τις ἐντεῦθεν παρακαλεῖ,Column end

62

.

228

(39)

οὔτε τὸν Θεὸν οὕτω θαυμάζει, ἀλλ’ οὐδὲ ἄνθρωπον.
40Τί οὖν ἐστιν, ἀγαπητοί; Προσέχετε τοῖς λεγομένοις νῦν· Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων νομίζουσιν, ὅταν ταπεινόφρονες ὦσιν, ἀποστερεῖσθαι τοῦ οἰκείου ἀξιώ‐ ματος καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι, τοῦτον ἐξαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω δια‐
45κεῖσθαι, περὶ τοῦ Θεοῦ φησιν, ὅτι ὁ Θεὸς, ὁ μονογε‐ νὴς Υἱὸς τοῦ Πατρὸς, ὁ ἐν μορφῇ Θεοῦ ὢν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατρὸς, ὁ ἴσος αὐτῷ, οὐχ ἁρπαγ‐ μὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί δὲ τοῦτό ἐστι, μάνθανε· Ὅπερ ἂν ἁρπάσῃ τις, καὶ παρὰ τὸ

62

.

228

(50)

προσῆκον λάβῃ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς μὴ ἀπόληται, μὴ ἐκπέσῃ, ἀλλὰ διαπαντὸς αὐτὸ κατ‐ έχει· ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καὶ καταβῆναι ἀπ’ ἐκείνου τοῦ ἀξιώματος, εἰδὼς ὅτι οὐδὲν τοιοῦτον πείσεται. Οἷον ὡς ἐπὶ ὑποδείγματος
55ἵνα εἴπω, ὁ Ἀβεσσαλὼμ ἥρπασε τὴν τυραννίδα, καὶ227

62

.

229

ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν. Καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόμεθα ὑπόδειγμα. Ἂν δὲ μὴ ἰσχύῃ τὰ ὑπο‐ δείγματα τὸ πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα τοιαῦτά ἐστι· τὸ πλέον ἀφιᾶσι τῇ
5διανοίᾳ λογίζεσθαι. Ἐπανέστη τις βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾷ· ἂν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπ‐ όλωλεν. Ἢ καὶ ἐπὶ ἄλλου τινὸς ἔλθωμεν ὑποδείγμα‐ τος· οἷον, ἥρπασέ τίς τι, τοῦτο κατέχει διαπαντός·
10ἂν γὰρ ἀπόθηται, εὐθέως ἀπώλεσε. Καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύ‐ ψαι, καὶ μὴ διαπαντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσιν. Ἀλλ’ οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς ἔχοντες· οἷον, ὁ ἄνθρω‐ πος ἀξίωμα ἔχει τὸ εἶναι λογικός. Οὐχ εὑρίσκω παρά‐
15δειγμα. Οὐ γὰρ ἔστι παρ’ ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικὸν, ἐπειδὴ τοῦ Θεοῦ τῇ φύσει πάντα συγκεκλήρωται. Τί οὖν φαμεν; Ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη καταβῆναι ἀπὸ τοῦ ἀξιώ‐ ματος· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὴν θεότητα, οὐκ
20ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν, ἢ τὸ ἀξίωμα. Διὸ καὶ ἀπέθετο αὐτὸ, θαῤῥῶν ὅτι αὐτὸ ἀνα‐ λήψεται· καὶ ἔκρυψεν, ἡγούμενος οὐδὲν ἐλαττοῦ‐ σθαι ἀπὸ τούτου. Διὰ τοῦτο οὐκ εἶπεν, Οὐχ ἥρπασεν, ἀλλ’, Οὐχ ἁρπαγμὸν ἡγήσατο· ὅτι οὐχ ἁρπάσας
25εἶχε τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν, οὐ δεδομένην, ἀλλὰ μόνιμον καὶ ἀσφαλῆ. Διὸ οὐ παραιτεῖται καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆμα. Ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα, ὁ δὲ βασιλεὺς μετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας. Διὰ τί; ὅτι
30οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. Οὐχ ὡς ἁρπάσας οὖν οὐκ ἀπετίθετο, ἀλλ’ ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι δυναμένην, ἔκρυψε. Τοῦτο τὸ εἶναι ἴσα Θεῷ οὐχ ὡς ἁρπαγμὸν εἶχεν, ἀλλὰ φυσικόν· διὸ ἐκέ‐ νωσεν ἑαυτόν. Ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη,
35ὅτι ὑπετάγη; Ἑαυτὸν, φησὶν, ἐκένωσεν, ἑαυτὸν ἐταπείνωσεν, ὑπήκοος γενόμενος μέχρι θανάτου. Πῶς ἐκένωσε; Μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώ‐ ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐνταῦθα πρὸς τὸ, Ἀλλήλους ἡγού‐
40μενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπε, τὸ, Ἑαυ‐ τὸν ἐκένωσεν· ἐπεὶ εἰ ὑπετάγη, οὐδὲ ταπεινοφρο‐ σύνης ἦν τὸ πρᾶγμα, εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ’ ἑαυτοῦ. Εἰ γὰρ οὐκ ᾔδει, ὅτι δεῖ τοῦτο γε‐ νέσθαι, ἔσται ἀτελής· εἰ μὴ εἰδὼς περιέμενε
45τὸν καιρὸν τοῦ προστάγματος, ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι, καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ὑποταγῆναι ὑπέμενεν; Ἵνα δείξῃ τὴν τοῦ Πατρὸς ὑπεροχήν. Τοῦτο οὐ Πατρός ἐστι δεῖξαι τὴν ὑπεροχὴν, ἀλλ’ οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν

62

.

229

(50)

τὸ τοῦ Πατρὸς ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατρός; Χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστι τῷ Παιδί. Ἄλλως δὲ, οὐδὲ ἱκανὴ αὕτη ἡ τιμὴ ἀπὸ τοῦ Πατρὸς διαβῆναι πρὸς τὸν Υἱόν. Χωρὶς δὲ τούτου, πάντα τὰ τοῦ Πατρὸς κοινά ἐστι τῷ Παιδί.
55 βʹ. Ἐνταῦθα ἐπιλαβόμενοι τοῦ ῥητοῦ οἱ ἀπὸ Μαρκίω‐ νος, Ἰδοὺ, φασὶν, οὐκ ἐγένετο ἄνθρωπος, ἀλλ’, Ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος. Πῶς δὲ ἔστιν ἐν
ὁμοιώματι ἀνθρώπων γενέσθαι; σκιὰν περιβαλλόμε‐Column end

62

.

230

νον; Οὐκοῦν εἴδωλον τοῦτό ἐστι, καὶ οὐκ ἔστιν ἀν‐ θρώπου ὁμοίωμα· ἀνθρώπου γὰρ ὁμοίωμα, ἄνθρω‐ πος ἕτερος. Τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, Ὁ Λόγος σὰρξ ἐγένετο; Ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μα‐
5κάριος ἀλλαχοῦ, Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἰδοὺ, φησὶ, Καὶ σχήματι, καὶ, Ὡς ἄνθρωπος. Τοῦτο δὲ οὐκ ἔστιν ἄνθρωπος ἀληθῶς, τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τὸ σχήματι εἶναι ἄνθρωπον· τὸ γὰρ σχήματι εἶναι
10ἄνθρωπον, οὐκ ἔστι φύσει ἄνθρωπον εἶναι. Ὁρᾶτε μεθ’ ὅσης ἐγὼ εὐγνωμοσύνης τὰ παρὰ τῶν ἐχθρῶν τίθημι; Ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γι‐ νομένη αὕτη ἐστὶν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι οὐκ ἀποκρύπτωμεν· τὸ γὰρ ἀποκρύπτειν ἀπά‐
15τη ἐστὶ μᾶλλον, ἢ νίκη. Τί οὖν φασι (πάλιν γὰρ αὐ‐ τὰ ἀναλάβωμεν); Τὸ, Σχήματι, οὐκ ἔστι φύσει, καὶ τὸ, ὡς ἄνθρωπον εἶναι, καὶ τὸ, ἐν ὁμοιώματι ἀν‐ θρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι. Ἄρα καὶ τὸ μορφὴν δούλου λαβεῖν, οὐκ ἔστι μορφὴν
20δούλου λαβεῖν. Οὐκοῦν μάχη ἐνταῦθα· καὶ διὰ τί μὴ ἐκεῖνο σὺ πρότερος λύεις; Ὥσπερ γὰρ ταῦτα νομί‐ ζεις ἡμῖν ἀντικεῖσθαι, οὕτω καὶ ἡμεῖς φαμεν ἐκεῖνό σοι ἀντικεῖσθαι. Οὐ γὰρ εἶπεν, Ὡς μορφὴ δούλου, οὐδὲ, Ἐν ὁμοιώματι μορφῆς δούλου, οὐδὲ, Ἐν σχήματι
25μορφῆς δούλου, ἀλλὰ, Μορφὴν δούλου ἔλαβε. Τί οὖν ἐστι; καὶ γὰρ μάχη ἐστίν. Οὐδεμία μάχη, μὴ γέ‐ νοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέ‐ λαστος; Μορφὴν δούλου, φασὶν, ἔλαβεν, ὅτι τὸ λέντιον περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Τοῦ‐
30το μορφὴ δούλου ἐστίν; Ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴ δούλου, ἀλλ’ ἔργον δούλου. Ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ ἕτερον μορφὴν δούλου λαβεῖν. Διὰ τί γὰρ οὐκ εἶπεν, ὅτι Ἔργον ἐποίησε δούλου, ὃ σαφέ‐ στερον ἦν; Οὐδαμοῦ δὲ ἐν τῇ Γραφῇ μορφὴ ἀντὶ
35ἔργου εἴρηται. Πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύ‐ σεώς ἐστι, τὸ δὲ ἐνεργείας. Καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν ἀντὶ ἔργου λέγοντες λαμβάνο‐ μεν. Ἄλλως δὲ, οὐδὲ τὸ ἔργον ἐποίησε κατ’ ἐκείνους, οὐδὲ μὴν διεζώσατο. Εἰ γὰρ φαντασία τὸ πρᾶγ‐
40μα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ μὴ ὀσφὺν εἶχε, πῶς λέντιον περιεζώσατο; ποῖα δὲ καὶ ἱμάτια ἔλαβεν; Ἔλαβε γὰρ τὰ ἱμάτια αὑτοῦ, φησίν. Ὥσπερ οὖν οὐδὲ τὸ ἔργον ἐνταῦθα εὑρίσκεται γεγονὸς, ἀλλὰ ἀπάτη ἐστὶ μόνον, οὕτως
45οὐδὲ ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Εἰ γὰρ ἡ ἀσώ‐ ματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν. Τίς οὖν τοὺς μαθητὰς ἔνιψε; Τί οὖν πάλιν πρὸς Παῦλον τὸν Σαμοσατέα ἐροῦμεν; Καὶ τί ἐκεῖνος εἶπε, φησίν; Αὐτὸς τὸ αὐτό φησιν· ἀλλ’ οὐκ ἔστι τοῦτο κένωσις, τὸ

62

.

230

(50)

φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁμοδούλους. Ἃ γὰρ εἴπομεν πρὸς Ἀρειανοὺς, ταῦτα καὶ πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ’ ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ καὶ οὗτοι κἀκεῖνοι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ φασι. Τί οὖν
55ἐροῦμεν πρὸς αὐτούς; Εἰ ἄνθρωπος ἀνθρώπους ἔνιψεν,
οὐκ ἐκένωσεν, οὐκ ἐταπείνωσεν ἑαυτόν· εἰ ἄνθρωπος229

62

.

231

ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός. Τὸ μὲν Θεὸν ὄντα ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, ἄφατος, ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποία ταπείνωσις; Ποῦ δὲ μορφὴ
5Θεοῦ, ἔργον Θεοῦ λέγεται; Εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται μορφὴ Θεοῦ, διὰ τί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ λέγομεν; μείζονα γὰρ αὐτοῦ εἰργάσατο. Διὰ τί μὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι μορ‐ φὴν Θεοῦ εἶχε; διὰ τί μὴ καὶ παρ’ ἑαυτοῦ τὸ παρά‐
10δειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ, καὶ μηδὲν παραιτησάμενος; λέγει γάρ· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Γέλως ταῦτα καὶ φλυαρία. Ἐκένωσεν ἑαυτὸν, φη‐
15σί. Πῶς ἐκένωσεν, εἰπὲ, καὶ τί ἡ κένωσις; καὶ τί ἡ ταπείνωσις; ἢ ἐπειδὴ θαύματα εἰργάσατο; Ἀλλὰ τοῦτο ἐποίησε καὶ Παῦλος, καὶ Πέτρος, ὥστε οὐ τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον. Τί οὖν ἐστιν ὅ φησιν, Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος; Πολλὰ μὲν εἶχεν
20ἡμέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, οἷον ἁμαρτίαν οὐκ ἐποίησε. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων. Οὐκ ἦν τὸ φαινόμε‐ νον μόνον, ἀλλὰ καὶ Θεός. Ἐφαίνετο μὲν γὰρ ἄνθρω‐ πος, οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅμοιος, εἰ καὶ τὴν σάρκα
25ὅμοιος ἦν. Τοῦτο οὖν λέγει, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρω‐ πος· διὰ τοῦτό φησιν, Ἐν ὁμοιώματι ἀνθρώπων. Ἡμεῖς μὲν ψυχὴ καὶ σῶμά ἐσμεν· ἐκεῖνος δὲ Θεὸς, καὶ ψυχὴ, καὶ σῶμα. Διὰ τοῦτό φησιν, Ἐν ὁμοιώ‐ ματι. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Ἐκένωσεν ἑαυτὸν,
30μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν καὶ ἀφανισμόν τινα, Μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν, καὶ σὰρξ γενόμενος ἔμενε Θεὸς Λόγος ὤν. γʹ. Ὥστε κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ, καὶ διὰ τοῦτό φησι, Καὶ σχήματι· οὐ τοῦτο λέγων, ὅτι ἡ
35φύσις μετέπεσεν, οὐδὲ σύγχυσίς τις ἐγένετο, ἀλλὰ σχήματι ἐγένετο. Εἰπὼν γὰρ, ὅτι Μορφὴν δούλου ἔλα‐ βεν, ἐθάρσησε λοιπὸν καὶ τοῦτο εἰπεῖν, ὡς ἐκείνου πάντας ἐπιστομίζοντος. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐ τοῦτό φησιν, ὅτι
40σάρκα οὐκ εἶχεν, ἀλλ’ ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρ‐ τεν, ἀλλ’ ὁμοία ἦν τῇ ἁμαρτωλῷ. Κατὰ τί ὁμοία; Κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλοῦ ψυχῆς. Ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον διὰ τὸ μὴ πάντα εἶναι ἴσον, οὕτω καὶ ἐνταῦθα ὁμοίωμα
45διὰ τὸ μὴ πάντα εἶναι ἴσα· οἷον τὸ μὴ ἐκ συνουσίας τὸ χωρὶς ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. Καὶ κα‐ λῶς εἶπεν, Ὡς ἄνθρωπος· οὐ γὰρ ἦν εἷς τῶν πολ‐ λῶν, ἀλλ’ ὡς εἷς τῶν πολλῶν. Οὐ γὰρ εἰς ἄνθρωπον μετέπεσεν ὁ Θεὸς Λόγος, οὐδὲ οὐσία μετεβλήθη,

62

.

231

(50)

ἀλλ’ ὡς ἄνθρωπος ἐφάνη, οὐ φαντασιοκοπῶν ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην. Ὅταν οὖν εἴπῃ, Ὡς ἄνθρωπος, τοῦτό φησιν· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν αὐτὸν ἄνθρωπον, ὅταν λέγῃ· Εἷς Θεὸς, καὶ
εἷς μεσίτης ἄνθρωπος Χριστὸς Ἰησοῦς. ΕἴρηταιColumn end

62

.

232

ἡμῖν καὶ τὰ πρὸς τούτους· καὶ πρὸς τοὺς μὴ λέγον‐ τας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν· Εἰ ἡ μορφὴ τοῦ Θεοῦ τέλειος Θεὸς, καὶ ἡ μορφὴ τοῦ δού‐ λου τέλειος δοῦλος. Πάλιν πρὸς Ἀρειανοὺς ὁ λόγος.
5Μορφὴ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐνταῦθα περὶ τῆς θεότητος, οὐδαμοῦ τὸ, Ἐγένετο, οὐδαμοῦ τὸ, Ἔλαβεν· ἀλλ’, Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Ἐνταῦθα περὶ
10τῆς ἀνθρωπότητος, τὸ, Ἔλαβε, καὶ, Ἐγένετο. Τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχε. Μὴ δὴ συγ‐ χέωμεν, μηδὲ διιστῶμεν. Εἷς Θεὸς, εἷς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ, εἷς, ὅταν εἴπω, ἕνωσιν λέγω, οὐ σύγχυσιν, τῆς φύσεως ταύτης εἰς ἐκείνην μεταπε‐
15σούσης, ἀλλὰ ἡνωμένης. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν, οὐκ ἴσος ὢν ᾧ ὑπήκουσεν. Οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ὦ ἀγνώμονες καὶ ἀνόητοι· ἐπεὶ καὶ φίλοις πολλάκις
20ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ἡμᾶς ἐλάττους ποιεῖ. Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δου‐ λικὸν ἀξίωμα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμῇ. Ἐτίμησε τὸν Πατέρα, οὐχ ἵνα σὺ
25αὐτὸν ἀτιμάσῃς, ἀλλ’ ἵνα μᾶλλον θαυμάσῃς, ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς, τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι. Οὐδεὶς οὕτως ἐτί‐ μησε τὸν Θεόν. Ὅσον εἶχε τὸ ὕψος, τοσαύτην τα‐ πείνωσιν ὑπέστη ἀντίῤῥοπον. Ὥσπερ πάντων ἐστὶ
30μείζων, καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν, οὐκ ἀναγκασθεὶς, οὐδὲ ἄκων. Καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἢ οὐκ ἔχω πῶς εἴπω. Βαβαί! μέγα καὶ τὸ δοῦλον γενέσθαι, καὶ σφόδρα ἄῤῥητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι, πάλιν
35πολλῷ πλέον. Ἀλλ’ ἔστι καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον. Ποῖον δὲ τοῦτο; ὅτι οὐχ ἅπας θάνατος ὅμοιος. Οὗτος γὰρ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει, οὗτος ὁ αἰσχύνης γέμων οὗτος ὁ ἐπάρα‐ τος· Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ κρεμάμενος
40ἐπὶ ξύλου. Διὰ τοῦτο καὶ Ἰουδαῖοι τούτῳ ἐσπούδα‐ σαν αὐτὸν ἀνελεῖν, ὥστε καὶ ἐπονείδιστον ἐργάσα‐ σθαι, ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι μηδεὶς ἀπέχηται αὐ‐ τοῦ, ἀλλὰ τῷ οὕτως ἀναιρεθῆναι, Διὰ τοῦτο καὶ λῃ‐ σταὶ δύο μεταξὺ αὐτοῦ ἐσταυρώθησαν, ἵνα κοινωνήσῃ
45τῆς δόξης αὐτοῖς, καὶ πληρωθῇ τὸ εἰρημένον, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἀλλὰ τοσούτῳ μᾶλλον ἡ ἀλήθεια λάμπει, τοσούτῳ φαιδροτέρα γίνεται. Ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα, διαλάμπῃ δὲ, μᾶλλον τὸ

62

.

232

(50)

θαῦμα μεῖζον δείκνυται. Οὐ γὰρ τῷ ἁπλῶς ἀποκτεῖ‐ ναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτό‐ τερον· καὶ οὐδὲν ἴσχυσαν. Οὕτω δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετ‐
55εβάλετο, ὅτι καὶ ἐν σταυρῷ ὄντες, ὠνείδιζον αὐτῷ·231

62

.

233

καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πά‐ σχειν, κατεῖχεν αὐτῶν τὴν μανίαν. Ὅπερ οὖν καὶ ὁ εἷς τῷ ἑνὶ εἶπε, καὶ ἐπεστόμισε λέγων· Οὐδὲ φοβῇ
5τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τοσαύτην εἶχον τὴν κακίαν. Ἀλλ’ οὐδὲν πρὸς τὴν οἰκείαν δόξαν παρεβλάβη ἐντεῦθεν. Διό φησι· Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
10 δʹ. Ὅταν τῆς σαρκὸς ἐπιλάβηται ὁ μακάριος Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται. Ἕως μὲν γὰρ οὐκ ἔλεγεν, ὅτι μορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο, ὅρα πῶς ὑψηλῶς· ὑψηλῶς λέγω κατὰ τὴν δύναμιν· κατὰ γὰρ τὴν αὐτοῦ
15ἀξίαν οὐ φθέγγεται· οὐδὲ γὰρ δύναται· Ἐν μορφῇ, φησὶ, Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησεν, ἀδεῶς λοιπὸν τὰ ταπεινὰ φθέγγεται, θαῤῥῶν ὡς οὐ‐ δὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς
20σαρκὸς αὐτοῦ δεχομένης ταῦτα. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ κατα‐ χθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι
25Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Εἴπωμεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ μὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν; ὡς πλεῖόν τι δεδωκώς; Οὐκοῦν ἀτελὴς ἦν κατὰ τοῦτο, καὶ δι’ ἡμᾶς ἐγένετο
30τέλειος. Εἰ γὰρ μὴ ἡμᾶς εὐεργέτησεν, οὐκ ἂν ἔτυχε τῆς τιμῆς. Καὶ ἐχαρίσατο, φησὶν, ὄνομα. Ἰδοὺ, οὐδὲ ὄνομα εἶχε καθ’ ὑμᾶς. Πῶς δὲ, εἰ ὀφειλὴν ἔλα‐ βεν, εὑρίσκεται χάριτι καὶ δωρεᾷ λαβὼν, καὶ Ὄνο‐ μα τὸ ὑπὲρ πᾶν ὄνομα; Ποῖον δὲ ἴδωμεν καὶ ὄνο‐
35μα· Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶ, πᾶν γόνυ κάμψῃ. Ὄνομα αὐτοὶ τὴν δόξαν λέγου‐ σιν. Αὕτη γοῦν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστί· δόξα δὲ ὅλως ἐστὶ, τὸ προσκυνεῖν αὐτῷ. Πόῤῥω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος ὑμεῖς, οἱ νομίζοντες εἰ‐
40δέναι Θεὸν, ὡς αὐτὸς οἶδεν ἑαυτόν. Καὶ ἀπὸ τούτου μὲν δῆλον, ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ καὶ ἐκ τούτου. Αὕτη δόξα ἐστὶν, εἰπέ μοι; Οὐκοῦν πρὶν ἢ τοὺς ἀνθρώπους γενέσθαι, πρὶν ἢ τοὺς ἀγγέλους, πρὶν ἢ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν
45δόξῃ. Εἰ γὰρ αὕτη ἐστὶν ἡ δόξα, ἡ ὑπὲρ πᾶσαν δόξαν (τοῦτο γάρ ἐστιν, Ὑπὲρ πᾶν ὄνομα)· εἰ καὶ ἐν δόξῃ ἦν, ἀλλ’ ἐν ἐλάττονι ταύτης. Οὐκοῦν τοῦτο τὰ ὄντα ἐποίησε, καὶ διὰ τοῦτο, ἵνα ἐν δόξῃ γένηται, οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ’ ἡμῶν δόξης.

62

.

233

(50)

Ὁρᾶτε τὴν ἄνοιαν; ὁρᾶτε τὴν ἀσέβειαν; Ἂν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγον, εἶχε λόγον· ἀνέχεται γὰρ ὁ Θεοῦ Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ
τὴν οἰκονομίαν τὸ πᾶν ἵσταται· νῦν δὲ περὶ τὴνColumn end

62

.

234

θεότητα ταῦτα λεγόμενα, οὐδεμία συγγνώμη τοῖς κακουργοῦσι καταλιμπάνεται. Ὥστε ὅταν εἴπωμεν, Ἐποίησεν ἄνθρωπον ἀθάνατον ὁ Θεὸς, κἂν περὶ τοῦ ὅλου εἴπω, οἶδα ὃ λέγω. Τί δέ ἐστιν, Ἐπουρανίων
5καὶ ἐπιγείων καὶ καταχθονίων; Τουτέστιν, ὁ κό‐ σμος πᾶς, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ δαίμονες· ἢ ὅτι καὶ οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Τουτέστιν, ἵνα
10πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός. Ὁρᾷς πανταχοῦ, ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόμενον; Οὕτω καὶ ὅταν ἀτιμάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται. Εἰ γὰρ ἐφ’ ἡμῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ
15μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδὲν, ἐπ’ αὐτὸν διαβαίνει καὶ ἡ τιμὴ καὶ ἡ ἀτιμία. Ἂν γὰρ ἡ οἰκου‐ μένη ὑποταγῇ τῷ Υἱῷ, φησὶ, τοῦτο Πατρός ἐστι δόξα. Οὐκοῦν καὶ ὅταν λέγωμεν, ὅτι τέλειός ἐστιν, ἀνεν‐ δεὴς, ὅτι οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ
20Πατρός. Τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα καὶ τῆς ἀγαθότητος καὶ τῆς σοφίας, ὅτι Υἱὸν τοιοῦτον ἐγέννησεν, ὅτι οὐδὲν ἐλάττονα, οὐδὲ κατὰ τὴν ἀγαθότητα, οὔτε κατὰ τὴν σοφίαν. Ὅταν εἴπω, ὅτι σοφός ἐστιν, ὡς ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων,
25τοῦτο τῆς πολλῆς τοῦ Πατρὸς σοφίας τεκμή‐ ριον· ὅταν εἴπω, ὅτι δυνατός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦ‐ το τῆς δυνάμεως αὐτοῦ τεκμήριον· ὅταν εἴπω, ὅτι ἀγαθός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς ἀγαθότητος αὐτοῦ δεῖγμα μέγιστον, ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν
30αὐτοῦ λειπόμενον οὐδὲ ἀποδέοντα· ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ’ ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σο‐ φίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν
35τοῦ Πατέρα εἶναι. Ὥστε ὅσα ἂν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει. Εἰ γὰρ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς (μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν τὸ τὴν οἰκουμένην αὐτῷ προσκυνῆ‐ σαι) εἰς δόξαν Θεοῦ γίνεται, πόσῳ μᾶλλον τὰ ἄλλα
40πάντα; εʹ. Πιστεύωμεν τοίνυν εἰς δόξαν αὐτοῦ, καὶ βιῶμεν εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν ὄφελος θατέρου. Ὥστε ὅταν δοξάζωμεν καλῶς, μὴ βιῶμεν δὲ καλῶς, τότε μάλιστα ὑβρίζομεν αὐτὸν, ὅτι ἐπιγραφόμενοι αὐτὸν
45Δεσπότην καὶ Διδάσκαλον, καταφρονοῦμεν αὐτοῦ, καὶ οὐ δεδοίκαμεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ μὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν, θαυμαστὸν οὐδὲν, οὐδὲ τοσαύτης καταγνώσεως ἄξιον· τὸ δὲ Χριστια‐ νοὺς τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης

62

.

234

(50)

ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον. Εἰπὲ γάρ μοι· ὑπήκουσε τὴν ἐσχάτην ὑπακοὴν, διὰ τοῦτο ἔλαβε τὴν ἄνω τιμήν· δοῦλος ἐγένετο, διὰ τοῦτο Δε‐ σπότης ἐστὶ πάντων, καὶ ἀγγέλων καὶ τῶν ἄλλων
55ἁπάντων. Ὥστε καὶ ἡμεῖς μὴ νομίζωμεν κατέρχε‐ σθαι ἀπὸ τοῦ ἀξιώματος, ὅταν ταπεινώσωμεν ἑαυ‐ τούς. Τότε γὰρ μᾶλλόν ἐστιν ὑψωθῆναι εἰκότως·
τότε μάλιστά ἐστι θαυμασθῆναι. Ὅτι γὰρ ὁ233

62

.

235

ὑψηλὸς ταπεινός ἐστιν, ὁ δὲ ταπεινὸς ὑψηλὸς, ἀρκεῖ μὲν καὶ ἡ τοῦ Χριστοῦ ἀπόφασις τοῦτο λέγουσα· πλὴν ἀλλὰ καὶ αὐτὸ τὸ πρᾶγμα ἐξ‐ ετάσωμεν· Τί ἐστι ταπεινωθῆναι; οὐ τὸ ψέγεσθαι, οὐ
5τὸ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Τί δὲ ὑψωθῆναι; οὐ τὸ τιμᾶσθαι, τὸ ἐπαινεῖσθαι, τὸ δοξάζεσθαι; Κα‐ λῶς. Ἴδωμεν οὖν πῶς τοῦτο γίνεται. Ἄγγελος ἦν ὁ Σατανᾶς, ὕψωσεν ἑαυτόν· τί οὖν, οὐχὶ πάντων μᾶλ‐ λον ἐταπεινώθη; οὐχὶ χωρίον ἔχει τὴν γῆν; οὐχὶ ὑπὸ
10πάντων κατηγορεῖται καὶ διαβάλλεται; Ἄνθρωπος ὢν ὁ Παῦλος, ἐταπείνωσεν ἑαυτόν· τί οὖν; οὐχὶ θαυ‐ μάζεται; οὐχὶ ἐπαινεῖται; οὐχὶ ἐγκωμιάζεται; οὐχὶ φίλος ἐστὶ τοῦ Χριστοῦ; οὐχὶ μείζονα εἰργάσατο ὧν ὁ Χριστὸς ἐποίησεν; οὐχ ὡς ἀνδραπόδῳ πολλάκις ἐπ‐
15έταξε τῷ διαβόλῳ; οὐχὶ ὡς δήμιον περιέφερεν; οὐχὶ ἔπαιξεν ἐν αὐτῷ; οὐχὶ συντετριμμένην αὐτοῦ τὴν κεφαλὴν εἶχεν ὑπὸ τοὺς πόδας τοὺς αὑτοῦ; οὐχὶ καὶ ἑτέροις μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο ἐπηύχε‐ το; Τί λέγω ταῦτα; Ἐπῆρεν ἑαυτὸν ὁ Ἀβεσσαλὼμ,
20ἐταπείνωσεν ἑαυτὸν ὁ Δαυΐδ· ποῖος οὖν ὑψηλὸς ἐγέ‐ νετο; τίς ἐπίδοξος; Τί γὰρ ταπεινότερον τῶν ῥημά‐ των τούτων ὧν ἐπὶ τοῦ Σεμεεῖ ἐφθέγγετο ὁ μακάριος οὗτος προφήτης, λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαί με· Κύριος γὰρ ἐνετείλατο αὐτῷ; Καὶ ἐπ’ αὐτῶν
25δὲ τῶν πραγμάτων ἐξετάσωμεν, εἰ δοκεῖ· Ἐταπεί‐ νωσεν ἑαυτὸν ὁ τελώνης, καίτοι γε οὐδὲ ταπεινο‐ φροσύνη τὸ πρᾶγμα ἦν, ἀλλὰ εὐγνωμόνως πως ἔλε‐ γεν, ἅπερ ἔλεγεν. Ὕψωσεν ἑαυτὸν ὁ Φαρισαῖος. Ἀλλ’ εἰ δοκεῖ, ἀφέντες τὰ πρόσωπα, ἐξετάσωμεν τὰ
30πράγματα· Ἔστωσαν δύο τινὲς, ἀμφότεροι καὶ πλου‐ τοῦντες, καὶ μετέχοντες πολλῆς τιμῆς, καὶ ἐπὶ σοφίᾳ καὶ δυναστείᾳ, καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κο‐ σμικοῖς πλεονεκτήμασι μεγαλοφρονοῦντες· εἶτα ὁ μὲν αὐτῶν ζητείτω τὰς παρὰ πάντων τιμὰς, καὶ μὴ
35λαμβάνων ὀργιζέσθω, καὶ πλέον ἢ δεῖ ἀπαιτείτω, καὶ ὑψούτω ἑαυτόν· ὁ δὲ καταφρονείτω τοῦ πράγμα‐ τος, καὶ πρὸς μηδένα ὑπὲρ τούτου δυσχεραινέτω, καὶ διδομένην τὴν τιμὴν διακρουέσθω. Τίς οὖν μείζων; ὁ μὴ λαμβάνων καὶ ζητῶν, ἢ ὁ καὶ διδόντων κατα‐
40φρονῶν; Εὔδηλον ὅτι οὗτος· εἰκότως. Δόξης γὰρ οὐκ ἔστιν ἄλλως ἐπιτυχεῖν, ἀλλ’ ἢ ἐν τῷ δόξαν φεύγειν. Ἕως μὲν γὰρ αὐτὴν διώκωμεν, φεύγει ἡμᾶς· ὅταν δὲ αὐτὴν φεύγωμεν, διώκει ἡμᾶς. Εἰ βούλει ἔνδοξος εἶναι, μὴ ἐπιθύμει δόξης· εἰ βούλει ὑψηλὸς εἶναι, μὴ
45γίνου ὑψηλός. Καὶ ἄλλως δὲ, τὸν μὲν μὴ ἐφιέμενον τιμῆς πάντες τιμῶσι, τὸν δὲ ἐπιζητοῦντα διαπτύουσι· πέφυκε γάρ πως φιλόνεικον εἶναι τὸ τῶν ἀνθρώπων γέ‐ νος καὶ ἀντιπαθές. Καταφρονῶμεν τοίνυν δόξης· οὕτω γὰρ δυνησόμεθα γενέσθαι ταπεινοὶ, μᾶλλον δὲ

62

.

235

(50)

ὑψηλοί. Μὴ ὕψου σαυτὸν, ἵνα παρ’ ἑτέρου ὑψωθῇς. Ὁ παρ’ ἑαυτοῦ ὑψούμενος, παρ’ ἑτέρων οὐχ ὑψοῦται· ὁ παρ’ ἑαυτοῦ ταπεινούμενος, παρ’ ἑτέρων οὐ ταπει‐ νοῦται. Μέγα ἀπόνοια κακόν· μωρὸν εἶναι κρεῖττον, ἢ ἀπονενοημένον· ἐκεῖ μὲν γὰρ ἡ μωρία μόνον πα‐
55ρανοίας ἐστὶν, ἐνταῦθα δὲ χείρων· μωρία γάρ ἐστιColumn end

62

.

236

μετὰ μανίας. Ὁ ἀνόητος ἑαυτῷ κακὸν, ὁ δὲ ἀπονε‐ νοημένος καὶ ἑτέροις λύμη. Ἀπὸ ἀνοίας τοῦτο τὸ πάθος τίκτεται. Οὐκ ἔστιν ὑψηλόφρονα εἶναι μὴ ὄντα μωρόν· ὁ δὲ μωρίας ἔμπλεως, ἐστὶν ἀπονενοημένος.
5Ἄκουε σοφοῦ τινος λέγοντος· Εἶδον ἄνθρωπον δο‐ κοῦντα φρόνιμον εἶναι παρ’ ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Ὁρᾷς ὅτι οὐκ εἰκῆ ἔλε‐ γον, ὅτι χεῖρον μωρίας τὸ κακόν; Ἐλπίδα γὰρ, φησὶ, μᾶλλον ἔχει ἄφρων αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ
10Παῦλος ἔλεγε, Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. Ἐπὶ τῶν σωμάτων εἰπέ μοι, ποῖά φαμεν ὑγιαίνειν; τὰ ὄγκον ἔχοντα πολὺν, καὶ πολλοῦ πνεύματος ἔνδοθεν γέμοντα καὶ ὕδατος, ἢ τὰ κατεσταλμένα, καὶ τεταπεινωμένην ἔχοντα τὴν ἐπιφάνειαν; Δῆλον ὅτι
15ταῦτα. Οὐκοῦν καὶ ἐπὶ τῆς ψυχῆς, ἡ μὲν φλεγμαί‐ νουσα ὑδέρου χεῖρον ἔχει νόσημα· ἡ δὲ κατεσταλμένη παντὸς ἀπήλλακται πάθους. Πόσα οὖν τίκτει ἡμῖν ἀγαθὰ ἡ ταπεινοφροσύνη! Τί βούλει; τὸ ἀνεξίκακον, τὸ ἀόργητον, τὸ φιλάνθρωπον, τὸ νηπτικὸν, τὸ προσ‐
20εκτικόν; Πάντα ταῦτα ἀπὸ ταπεινοφροσύνης τὰ καλὰ, καὶ τὰ ἐναντία ἀπὸ τῆς ἀπονοίας. Ἀνάγκη γὰρ τὸν τοιοῦτον καὶ ὑβριστὴν εἶναι, καὶ πλήκτην καὶ ὀργίλον, καὶ πικρὸν, καὶ ἀμειδῆ, καὶ θηρίον μᾶλλον, ἢ ἄνθρωπον. Ἰσχυρὸς εἶ, καὶ μέγα φρονεῖς; Οὐκοῦν, διὰ τοῦτο
25μᾶλλον ὀφείλεις ταπεινοῦσθαι· διὰ τί ἐπὶ πράγματι μέγα φρονεῖς οὐδαμινῷ; Καὶ γὰρ καὶ λέων σοῦ θρα‐ σύτερος, καὶ ὗς ἰσχυρότερος, καὶ οὐδὲ κώνωψ εἶ πρὸς αὐτούς· καὶ λῃσταὶ δὲ καὶ τυμβωρύχοι καὶ μονομά‐ χοι καὶ οἱ οἰκέται οἱ σοὶ, καὶ ἴσως οἱ ἀγνωμονέστε‐
30ροι, ἰσχυρότεροί σου. Τοῦτο οὖν ἄξιον ἐπαίνου; Καὶ οὐ κατορύττεις σαυτὸν, ἐπὶ τούτῳ μέγα φρονῶν; Ἀλλὰ καλὸς εἶ καὶ ὡραῖος; Κορωνῶν τὸ καύχημα· οὐκ εἶ τοῦ ταῶ καλλίων, οὐδὲ ἄνθους ἕνεκεν οὐδὲ πτερῶν· ἐν τοῖς τοῦ ὄρνιθος ἡ νίκη· πολύ σε παρ‐
35ελαύνει τῇ κόμῃ, τῷ ἄνθει. Καὶ ὁ κύκνος δὲ σφόδρα ἐστὶ καλὸς, καὶ πολλοὶ τῶν ὀρνίθων ἕτεροι, πρὸς οὓς εἰ παραβληθείης, οὐδὲν ὄψει σαυτόν. Πολλάκις δὲ καὶ παιδία εὐτελῆ, καὶ κόραι ἀπειρόγαμοι, καὶ πόρναι γυναῖκες, καὶ ἄνδρες μαλακοὶ τοῦτο ἔσχον τὸ καύ‐
40χημα. Τοῦτο οὖν ἄξιον ἀπονοίας; ϛʹ. Ἀλλὰ πλουτεῖς; πόθεν; τί κεκτημένος; χρυσὸν, ἄργυρον, λίθους τιμίους; Τοῦτο καὶ λῃστῶν ἐστι, καὶ ἀνδροφόνων τὸ καύχημα, καὶ τῶν τὰ μέταλλα ἐργα‐ ζομένων. Ὁ τῶν καταδίκων πόνος, τουτί σοι καύ‐
45χημα. Ἀλλὰ κοσμῇ καὶ καλλωπίζῃ; Καὶ ἵππους ἔστιν ἰδεῖν καλλωπιζομένους· παρὰ δὲ τοῖς Πέρσαις καὶ καμήλους ἴδοι τις ἂν καλλωπιζομένας· ἐπὶ δὲ τῶν ἀνθρώπων, τοὺς ἐπὶ σκηνῆς ἅπαντας. Οὐκ αἰσχύνῃ οὖν ἐπὶ τούτοις μέγα φρονῶν, ἐν οἷς τὰ ἄλογά σοι

62

.

236

(50)

κοινωνεῖ καὶ δοῦλοι καὶ ἀνδροφόνοι καὶ μαλακοὶ καὶ λῃσταὶ καὶ τυμβωρύχοι; Ἀλλ’ οἰκίας οἰκοδομεῖς λαμ‐ πράς; Καὶ τί τοῦτο; πολλοὶ κολοιοὶ λαμπροτέρας οἰ‐ κοῦσι, καὶ σεμνότερα ἔχουσι καταγώγια. Ἢ οὐχ ὁρᾷς τούτους τοὺς περὶ τὰ χρήματα μαινομένους, οἳ ἐν
55ἀγροῖς καὶ ἐν ἐρήμοις τόποις ᾠκοδόμησαν οἴκους, κο‐ λοιῶν καταγώγια; Ἀλλὰ φωνῆς ἕνεκα μέγα φρονεῖς; Τοῦ κύκνου καὶ τῆς ἀηδόνος οὐδέποτε σὺ δυνήσῃ ᾆσαι λιγυρώτερον. Ἀλλ’ ἐπὶ ποικιλίᾳ τέχνης; Καὶ
τί τῆς μελίττης ἐν τούτῳ σοφώτερον; ποῖος ποικιλ‐235

62

.

237

τὴς, τίς ζωγράφος, τίς γεωμέτρης τὰ ταύτης ἔργα μιμήσασθαι δυνήσεται; Ἀλλ’ ἐπὶ λεπτότητι ἐσθῆτος; Ἀλλ’ ἐνταῦθά σε ἀράχναι νικῶσιν. Ἀλλ’ ἐπὶ ταχύ‐ τητι ποδῶν; Πάλιν τὰ πρωτεῖα παρὰ τοῖς ἀλόγοις,
5λαγωῷ καὶ δορκάδι, καὶ ὅσα τῶν κτηνῶν οὐκ ἀπο‐ λείπεται τῇ ταχύτητι τῶν ποδῶν. Ἀλλ’ ἀποδημεῖς; Ἀλλ’ οὐ μᾶλλον τῶν πτηνῶν· ταῦτα γὰρ εὐκολώτερον τὴν ἀποδημίαν ποιεῖται· οὐκ ἐφοδίων δεῖται, οὐδ’ ὑποζυγίων, ἀλλ’ ἀρκεῖ πρὸς πάντα αὐτοῖς
10τὸ πτερόν. Τοῦτο καὶ ναῦς, τοῦτο καὶ ὑποζύγιον, τοῦτο καὶ ὄχημα, τοῦτο καὶ ἄνεμος, καὶ πᾶν ὅ τι ἂν εἴποι τις. Ἀλλ’ ὀξὺ βλέπεις; ἀλλ’ οὐχ ὡς δορκὰς οὐδ’ ὡς ἀετός. Ἀλλ’ ὀξὺ ἀκούεις; ἀλλ’ ὁ ὄνος ὀξύ‐ τερον. Ἀλλ’ ὀσφραίνῃ; ἀλλ’ ὁ κύων οὐκ ἀφίησί σε αὐ‐
15τὸν παρελθεῖν. Ἀλλὰ ποριστικὸς εἶ; ἀλλὰ τοῦ μύρ‐ μηκος ἀπολείπῃ. Ἀλλὰ χρυσοφορεῖς; ἀλλ’ οὐχ οὕτως, ὡς οἱ Ἰνδικοὶ μύρμηκες. Ὑγείας δὲ ἕνεκεν; πολλῷ βελτίω ἡμῶν τὰ ἄλογα, καὶ εὐεξίας καὶ τοῦ εὐπο‐ ρεῖν· οὐ δέδοικεν ἐκεῖνα πενίαν. Ἐμβλέψατε γὰρ,
20φησὶν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπεί‐ ρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας. Οὐκοῦν, φησὶν, ἡμῶν τὰ ἄλογα κρείτ‐ τονα ἐδημιούργησεν ὁ Θεός. Ὁρᾷς πόσον ἐστὶ τὸ ἀπερίσκεπτον; ὁρᾷς τὸ ἀνεξέταστον; ὁρᾷς, ἡ τῶν
25πραγμάτων ἐξέτασις ὅσον ἡμῖν χαρίζεται; Ὁ πάν‐ των ἀνθρώπων μείζω φρονῶν, εὑρέθη καὶ τῶν ἀλό‐ γων ταπεινότερος. Ἀλλὰ φεισώμεθα αὐτοῦ, καὶ οὐ μιμησώμεθα αὐτὸν, οὐδὲ ἐπειδὴ τῆς ἡμετέρας φύ‐ σεως μεῖζον ἐφρόνησε, καταγαγόντες αὐτὸν ἐπὶ τὴν
30τῶν ἀλόγων τάξιν, ἀφήσωμεν, ἀλλ’ ἀναστήσωμεν αὐτὸν ἐκεῖθεν, οὐ δι’ αὐτὸν (αὐτὸς μὲν γὰρ ἄξιος τοιαῦτα παθεῖν), ἀλλ’ ἵνα ἡ τοῦ Θεοῦ φιλανθρωπία καὶ ἡ εἰς ἡμᾶς δειχθῇ τιμή. Ἔστι γὰρ, ἔστιν ἐν οἷς οὐδὲν ἡμῖν κοινωνεῖ τὰ ἄλογα. Ποῖα δὴ ταῦτα; Εὐσέβεια, καὶ
35ὁ κατ’ ἀρετὴν βίος. Ἐνταῦθα οὐκ ἔχεις πόρνους εἰπεῖν, οὐδὲ μαλακοὺς, οὐδὲ ἀνδροφόνους· ἀπεσχίσμεθα γὰρ αὐτῶν. Τί δὴ τοῦτό ἐστι; Τὸν Θεὸν ἴσμεν, τὴν πρό‐ νοιαν ἐπιγινώσκομεν τὴν αὐτοῦ, περὶ ἀθανασίας φι‐ λοσοφοῦμεν· παραχωρείτω ἐνταῦθα τὰ ἄλογα. Οὐκ
40ἀμφισβητήσει περὶ τούτων σωφρονοῦμεν· ἐνταῦθα
οὐδὲν τὰ ἄλογα κοινὸν ἔχει. Πάντων γὰρ αὐτῶν λει‐Column end

62

.

238

πόμενοι, κρατοῦμεν αὐτῶν. Ἐν τούτῳ γὰρ μείζων ἡ ἀρχὴ, ὅτι λειπόμενοι αὐτῶν, βασιλεύομεν αὐτῶν· ἵνα μάθῃς, ὅτι οὐ σὺ τούτων αἴτιος, ἀλλ’ ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάμενος. Δίκτυα, θήρατρα
5αὐτοῖς τίθεμεν, καὶ ἐμβάλλομεν αὐτὰ, καὶ χειρού‐ μεθα. Σωφροσύνη παρ’ ἡμῖν, ἐπιείκεια, πραότης, χρημάτων ὑπεροψία. Ἀλλ’ ἐπειδὴ σὺ τῶν ἀπονενοη‐ μένων τις ὢν οὐδὲν τούτων ἔχεις, εἰκότως ἢ τῶν ἀν‐ θρώπων μεῖζον φρονεῖς, ἢ καὶ τῶν ἀλόγων ταπεινό‐
10τερον. Τοιαύτη γὰρ ἡ ἀπόνοια καὶ ἡ θρασύτης· ἢ ἐπαίρεται πέρα τοῦ δέοντος, ἢ ταπεινοῦται πάλιν ὁμοίως, οὐδαμοῦ τὴν συμμετρίαν φυλάττουσα. Ἀγ‐ γέλων ἐσμὲν ἴσοι κατὰ τοῦτο· βασιλεία ἡμῖν ἐπήγ‐ γελται, ἡ μετὰ Χριστοῦ χορεία. Ἄνθρωπος μαστίζε‐
15ται, καὶ οὐχ ὑποπίπτει· ἄνθρωπος θανάτου καταφρονεῖ, οὐ τρέμει, οὐ δέδοικεν, οὐκ ἐφίεται τοῦ πλείονος. Ὥστε ὅσοι μὴ τοιοῦτοί εἰσι, τῶν ἀλόγων εἰσὶ χείρους. Ὅταν γὰρ ἐν μὲν τοῖς σωματικοῖς πλεονεκτῇ[ς], τὰ δὲ ψυχικὰ πλεονεκτήματα μὴ ἔχῃς,
20πῶς οὐχὶ τῶν ἀλόγων εἶ χείρων; Ἄγε γὰρ εἰς μέσον τινὰ τῶν ἐν κακίᾳ ἀλογωτέρων, τῶν ἐν τρυφῇ ζών‐ των καὶ πλεονεξίᾳ· ὁ ἵππος αὐτοῦ πολεμικώτερος, ὁ ὗς ἰσχυρότερος, ὁ λαγωὸς ταχύτερος, ὁ ταὼς ὡραιό‐ τερος, ὁ κύκνος εὐφωνότερος, ὁ ἐλέφας μείζων, ὁ
25ἀετὸς ὀξυδερκέστερος, πάντες ὄρνιθες πλουσιώτεροι. Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων; ἀπὸ τοῦ λόγου; Ἀλλ’ οὐκ ἔστιν. Ὅταν γὰρ μὴ εἰς δέον αὐτῷ κέχρησαι, πάλιν ἐκείνων χείρων εἶ· ὅταν γὰρ λόγον ἔχων ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν
30εἰ μηδὲ τὴν ἀρχὴν ἐγένου λογικός. Οὐ γάρ ἐστιν ἴσον, λαβόντα ἀρχὴν προδοῦναι, καὶ παρὰ καιρὸν μὴ λαβεῖν. Ὁ βασιλεύων καὶ τῶν δορυφόρων χείρων ὢν, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἁλουργίδα περιέκειτο. Οὕτω δὴ καὶ ἐνταῦθα. Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων
35χείρους ἐσμὲν τῆς ἀρετῆς χωρὶς, ταύτην ἀσκῶμεν, ἵνα ἄνθρωποι γενώμεθα, μᾶλλον δὲ ἄγγελοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
40τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

237

(42)

ΟΜΙΛΙΑ Ηʹ. Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκού‐ σατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ
45καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατ‐ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδο‐ κίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια‐

62

.

237

(50)

λογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φω‐ στῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.
55αʹ. Τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι·Column end

62

.

238

(43)

οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον
45καὶ Παῦλος ἐνταῦθα ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί μου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιμεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ’ ὑμᾶς ἑαυτούς.

62

.

238

(50)

Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου. Διὰ τί, Πολλῷ μᾶλ‐ λον ἐν τῇ ἀπουσίᾳ μου; Τότε μὲν ἴσως ἐδοκεῖτε
διὰ τὴν εἰς ἐμὲ τιμὴν καὶ τὴν αἰδὼ πάντα ποιεῖν,237

62

.

239

νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι’ ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐμοῦ ἀκούσητε, ἀλλ’ ἵνα μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατερ‐
5γάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γεν‐ ναῖόν τι καὶ θαυμαστὸν ἐπιδείξασθαι. Καὶ οὐχ ἁπλῶς εἶπε, Φόβου, ἀλλὰ προσέθηκε, Καὶ τρόμου, ὅστις ἐπίτασίς ἐστι τοῦ φόβου, προσεκτικωτέρους ποιῆσαι βουλόμενος. Τοῦτον εἶχε τὸν φόβον ὁ Παῦλος· διὰ
10τοῦτο καὶ ἔλεγε, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ γὰρ τὰ βιωτικὰ κατ‐ ορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πόσῳ μᾶλλον τὰ πνευ‐ ματικά; Εἰπὲ γάρ μοι· τίς γράμματα ἔμαθε φόβου χωρίς; τίς τέχνης ἔμπειρος γέγονε φόβου χωρίς; Εἰ
15δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυμίᾳ μό‐ νον ἐνοχλεῖ, τοσούτου φόβου ἡμῖν ἐδέησεν, ὥστε ῥᾳ‐ θυμίαν ἐπιστρέψαι φυσικὴν μόνον· ἔνθα τοσοῦτος ὁ πόλεμος, τοσαῦτα κωλύματα, πῶς ἔνι φόβου χωρὶς διασωθῆναί ποτε; Πῶς δ’ ἂν οὗτος γένοιτο ὁ φόβος;
20Ἂν ἐννοήσωμεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεὸς, ὅτι πάντα ἀκούει, ὅτι πάντα ὁρᾷ, οὐ τὰ πραττόμενα μό‐ νον καὶ λεγόμενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαις ἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας· Κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἂν οὕτω
25διαθῶμεν ἑαυτοὺς, οὐδὲν πονηρὸν πράξομεν, οὐδὲν ἐροῦμεν, οὐδὲν ἐννοήσομεν. Εἰπὲ γάρ μοι, εἰ δια‐ παντὸς τοῦ ἄρχοντος πλησίον εἱστήκεις, οὐ μετὰ φό‐ βου ἂν εἱστήκεις; Καὶ πῶς Θεῷ σὺ παρεστὼς γελᾷς καὶ ἀναπίπτεις, καὶ οὐ δέδοικας οὐδὲ φρίσσεις; Μὴ
30δὴ τῆς ἀνοχῆς αὐτοῦ καταφρόνει· πρὸς γὰρ μετά‐ νοιάν σε ἄγων μακροθυμεῖ· μηδὲ ποιῶν τι, ἄνευ τοῦ νομίζειν ἐν πᾶσι παρεῖναι τὸν Θεὸν πράττειν ἀνέχου· πάρεστι γάρ. Κἂν τοίνυν ἐσθίῃς, κἂν μέλλῃς καθ‐ εύδειν, κἂν ὀργίζῃ, κἂν ἁρπάζῃς, κἂν τρυφᾷς, κἂν
35ὁτιοῦν ποιῇς, νόμιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέ‐ ποτε εἰς γέλωτα ἐμπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξ‐ αφθήσῃ. Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόμος, κἂν ἔμπειρος ᾖ, κἂν
40σφόδρα ᾖ τεχνίτης, μετὰ φόβου καὶ τρόμου ἕστηκε, δεδοικὼς μὴ καταπέσῃ ἐκ τῆς οἰκοδομῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄμμα ἔχε διεγηγερμένον, μὴ καταπέσῃς ἐκεῖθεν·
45πολλὰ γὰρ τὰ πνευματικὰ τῆς πονηρίας, τὰ βουλόμενά σε καθελεῖν. Δουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις μετὰ τρόμου; Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις. Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ

62

.

239

(50)

τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυ‐ τῶν σωτηρίαν κατεργάζεσθε. Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἐπιμελείας. Ἐπειδὴ δὲ
55εἶπε, Μετὰ φόβου καὶ τρόμου, καὶ ἐναγωνίουςColumn end

62

.

240

ἐποίησεν, ὅρα πῶς παραμυθεῖται τὴν ἀγωνίαν. Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόμου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι
5εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ’ ἵνα προσέχῃς, ἵνα μὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσε‐ ται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Εἰ τοίνυν αὐτὸς ἐνεργεῖ, ἡμᾶς δεῖ τὴν προαί‐ ρεσιν παρασχεῖν συγκεκροτημένην διαπαντὸς, ἐσφι‐
10γμένην, ἀδιάχυτον. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Εἰ τὸ θέλειν αὐτὸς ἡμῖν ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡμῖν λέγεις, ὅτι Ὑπηκούσατε· οὐ γὰρ ὑπακούομεν. Εἰκῆ λέγεις, Ἐν
15φόβῳ καὶ ἐν τρόμῳ· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπον, Αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ἀλλ’ ἐκλῦσαι τὴν ἀγω‐ νίαν ὑμῶν βουλόμενος. Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν. Μὴ φοβηθῇς, καὶ οὐδὲν κάμνῃς· καὶ προ‐
20θυμίαν αὐτὸς ἡμῖν δίδωσι καὶ ἐργασίαν. Ὅταν γὰρ θελήσωμεν, αὔξει τὸ θέλειν ἡμῶν λοιπόν· οἷον, βού‐ λομαι ἀγαθόν τι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθὸν, ἐνήργησε δι’ αὐτοῦ καὶ τὸ θέλειν. Ἢ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν, ὥσπερ ὅταν τὰ κατ‐
25ορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγῃ. βʹ. Ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ’ ἀφίησιν ἐν ἡμῖν τὸ αὐτ‐ εξούσιον· οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν,
30ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνο‐ μεν προθυμίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται· οὕτως ἐκ τοῦ μὴ ποιεῖν τὸ μὴ ποιεῖν. Ἔδω‐ κας ἐλεημοσύνην; μᾶλλον προετράπης δοῦναι. Οὐκ ἔδωκας δέ; μᾶλλον ἤργησας. Ἐσωφρόνησας μίαν
35ἡμέραν; ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν. Ἐῤ‐ ῥᾳθύμησας; ἐπέτεινας τὴν ῥᾳθυμίαν· Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ. Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ· οὕτως ὅταν ἔλθῃ εἰς βάθος ἀγαθῶν, σπουδάζει.
40Καθάπερ γὰρ ἐκεῖνος ἀπογνοὺς ῥᾳθυμότερος γίνεται· οὕτως οὗτος ἐννοῶν τὸ πλῆθος τῶν ἀγαθῶν, σπου‐ δαιότερος γίνεται, δεδοικὼς μὴ τὸ πᾶν ἀπολέσῃ. Ὑπὲρ τῆς εὐδοκίας, φησί· τουτέστι, διὰ τὴν ἀγά‐ πην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ
45γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἐνταῦθα δεί‐ κνυσι, καὶ ποιεῖ θαῤῥεῖν, ὅτι πάντως ἐνεργεῖ. Θέλει γὰρ ἡμᾶς, ὡς αὐτὸς βούλεται, ζῇν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνερ‐ γήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῇν. Ὁρᾷς πῶς οὐκ

62

.

240

(50)

ἀφαιρεῖται τὸ αὐτεξούσιον; Ταῦτα πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ὁ διά‐ βολος ἐπειδὰν μὴ δυνηθῇ ἡμᾶς ἀπαγαγεῖν τοῦ καλῶς ποιεῖν, ἑτέρως τεχνάζεται ἡμῶν κενῶσαι τὸν μι‐
σθόν. Ἢ γὰρ κενοδοξίαν, ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ,239

62

.

241

εἰ μὴ τοῦτο, γογγυσμὸν, ἢ, εἰ μηδὲν τούτων, διάκρι‐ σιν. Ὅρα τοίνυν πῶς αὐτὰ ἐκκαθαίρει ὁ Παῦλος. Εἶπε περὶ τῆς ταπεινοφροσύνης ὅσαπερ εἶπεν, ἀναιρῶν ἀπόνοιαν· εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ
5φύσημα· καὶ ἀλλαχοῦ μὲν, Μὴ ἐν τῇ παρουσίᾳ μου μόνον· λέγει δὲ ἐνταῦθα περὶ τοῦ γογγυσμοῦ καὶ τοῦ διακριτικοῦ. Τί δήποτε δὲ ἐπὶ μὲν τῶν Κοριν‐ θίων τοῦτο τὸ πάθος ἀναιρῶν, ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ’
10ἁπλῶς ἐπέταξεν; Ὅτι ἐκεῖ μὲν γενόμενον ἤδη τοῦτο ἦν· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς, καὶ μείζονος τῆς ἐπιτιμήσεως· ἐνταῦθα δὲ, ὥστε μὴ γενέσθαι, παραινεῖ. Τοὺς οὖν οὐδέπω ἡμαρτηκό‐ τας περιττὸν ἦν πληκτικώτερον ἀσφαλίζεσθαι· ἐπεὶ
15καὶ εἰς ταπεινοφροσύνην ἐνάγων οὐ παρέθηκεν ὑπό‐ δειγμα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκο‐ λάσθησαν, ἀλλ’ ἀπὸ τοῦ Θεοῦ τὴν παραίνεσιν εἰσ‐ ήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται, ὡς τέ‐ κνοις γνησίοις, οὐχ ὡς οἰκέταις. Ἐν γὰρ τοῖς ἀγαθοῖς
20ὁ μὲν εὐγνώμων καὶ εὐγενὴς ἀπὸ τῶν κατορθούντων ἐνάγεται, ὁ δὲ ἀγνώμων οὐκ ἀπὸ τούτων, ἀλλ’ ἀπὸ τῶν τιμωρουμένων· ἐκεῖνος ἀπὸ τῆς τιμῆς, οὗτος ἀπὸ τῆς κολάσεως. Διὰ τοῦτο καὶ Ἑβραίοις γράφων ἔλεγε, τὸν Ἡσαῦ εἰς μέσον παραγαγὼν, ὃς ἀντὶ
25βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια· καὶ πάλιν, Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ ἐν τοῖς Κορινθίοις δὲ πολλοὶ ἦσαν οἱ πορνεύσαντες· διὰ τοῦτο ἔλεγε, Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πεν‐
30θήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ με‐ τανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν. Ἵνα γένησθε, φησὶν, ἄμεμ‐ πτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός. Τί
35δέ ἐστι, Χωρὶς διαλογισμῶν; ἆρα καλὸν, ἆρα οὐ κα‐ λόν; Μὴ διαλογίζεσθε φησὶ, κἂν πόνος ᾖ, κἂν κάμα‐ τος ᾖ, κἂν ὁτιοῦν. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγματι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν Ἐπιστολῇ· ἀλλ’ ἐνταῦθα οὐδὲν
40τοιοῦτον εἶπεν, ἀλλ’, Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ὁρᾷς ὅτι παι‐
45δεύει τούτους μὴ γογγύζειν; Ὥστε δούλων ἀγνωμό‐ νων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ μοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς πονῶν, καὶ ἑαυτῷ πο‐ νῶν γογγύζει; Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν ἐστὶν,

62

.

241

(50)

ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάμνωσιν. Ὁ δὲ ἑαυτῷ συλλέγων, τίνος ἕνεκεν γογγύζει; ὅτι ὁ πλοῦ‐ τος αὐτοῦ οὐκ αὔξεται; Ἀλλ’ οὐκ ἔστι τοῦτο. Ὁ ἑκοντὶ καὶ μὴ κατ’ ἀνάγκην ποιῶν, τίνος ἕνεκεν
γογγύζει; Βέλτιον μηδὲν ἐργάσασθαι, ἢ μετὰ γογ‐Column end

62

.

242

γυσμοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόμενον. Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις ταῖς ἡμετέραις ταῦτα λέγομεν ἀεὶ, Βέλτιον ταῦτα μὴ γίνεσθαι, ἢ μετὰ γογγυσμοῦ; καὶ πολλάκις εἱλόμεθα τῆς διακο‐
5νίας ἀποστερηθῆναι τῆς ἡμετέρας, ἢ γογγύζοντος ἀνασχέσθαι; Δεινὸν γὰρ, δεινὸν ὁ γογγυσμός· ἐγγὺς βλασφημίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖ‐ νοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγμά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ
10Θεῷ, ἄρα βλάσφημος. Μάλιστα μὲν γὰρ τότε πειρα‐ σμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά· νῦν δὲ εἰρήνη βαθεῖα, νῦν εὐμάρεια. γʹ. Τίνος οὖν ἕνεκεν γογγύζεις; ὅτι πένῃ; Ἀλλ’ ἐννόει
15τὸν Ἰώβ. Ἀλλ’ ὅτι νοσεῖς; Τί οὖν, εἰ τοσαῦτα συν‐ ειδὼς ἀγαθὰ σαυτῷ καὶ κατορθώματα, ὅσα ὁ ἅγιος ἐκεῖνος, ἐνόσησας; Ἐννόει πάλιν ἐκεῖνον, ὅτι ἐκεῖ‐ νος ἐπὶ πολὺν χρόνον σκώληκας βρύων, καὶ ἐπὶ τῆς κοπρίας καθήμενος, καὶ τὸν ἰχῶρα ξέων διετέλει·
20Χρόνου γὰρ, φησὶ, πολλοῦ παρῳχηκότος, εἶπε πρὸς αὐτὸν ἡ γυνή· Μέχρι τίνος καρτερήσεις λέ‐ γων, Ἀναμένω χρόνον ἔτι μικρόν; εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ παῖς σου ἀπέθανε; Τί οὖν, εἰ πάντας ἀπέβαλες, καὶ θανάτῳ πονηρῷ,
25ὥσπερ ἐκεῖνος; Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει πα‐ ραμυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συμβαλεῖν στόμα, τὸ μύσαι ὀφθαλμοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰ τελευταῖα ἀκοῦσαι ῥήματα. Ἀλλ’ οὐδενὸς τού‐ των ἠξιώθη ὁ δίκαιος, ἀλλὰ πάντες ὁμοῦ κατεχώσθη‐
30σαν. Καὶ τί ταῦτα λέγω; εἰ προσετάγης αὐτὸς σφά‐ ξαι τὸν υἱόν σου καὶ καταθῦσαι καὶ καυθέντα ἰδεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος ὁ πατριάρχης, τί ἂν ἐποίησας; Ἐκεῖνος δὲ τίς ἄρα ἦν τὸ θυσιαστήριον οἰκοδομῶν, τὰ ξύλα ἐπιτιθεὶς, συμποδίζων τὸ παι‐
35δίον; Ἀλλ’ ὀνειδίζουσί σέ τινες; Τίς ἂν οὖν ἦς, εἰ παρὰ φίλων ἐπὶ παραμυθίαν ἡκόντων ἤκουες ταῦτα; Νῦν μὲν γὰρ ἁμαρτήματα ἔχομεν πολλὰ, καὶ ὀνειδι‐ ζόμεθα εἰκότως· τότε δὲ ἐκεῖνος ὁ ἀληθινὸς, ὁ δί‐ καιος, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ
40πράγματος, τἀναντία τούτων ἤκουε παρὰ τῶν φίλων. Τί δὲ, εἰπέ μοι, εἰ τῆς γυναικὸς ὀνειδιζούσης ἤκουες λεγούσης, Ἐγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τό‐ που, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη, προσδε‐ χομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι
45τῶν περιεχουσῶν με ὀδυνῶν; Τίνος ἕνεκεν ταῦτα λέγεις, ὦ ἀνόητε; μὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος; Οὐχ οὗτος, ἀλλ’ ὁ διάβολος. Εἰπόν τι ῥῆμα πρὸς Κύριον, φησὶ, καὶ τελεύτα. Εἶτα, ἂν ὁ κείμενος εἴπῃ καὶ τελευτήσῃ, σὺ ῥᾴων γέγονας; Οὐκ ἔστι

62

.

242

(50)

νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς. Τοι‐ αύτη ἦν, ὡς μηδὲ ἐν οἰκίᾳ καὶ ὑπωρόφιον εἶναι δύ‐ νασθαι· τοιαύτη ἦν, ὡς πάντας ἀπαγορεύειν. Οὐ γὰρ
ἂν, εἰ μὴ ἀνίατα ἐνόσησεν, ἔξω τῆς πόλεως ἐκάθητο,241

62

.

243

τῶν ἐλέφαντι κατεχομένων χείρων ὤν. Οὗτοι μὲν γὰρ καὶ εἰς οἰκίας εἰσίασι, καὶ συναγελάζονται ἀλλήλοις· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἐπὶ τῆς κοπρίας γυμνὸς, οὐδὲ ἱμάτιον περιβαλέσθαι ἠδύνατο. Πῶς
5γάρ; ἴσως ἂν καὶ προσετέθη ἄλγος ταῖς ἀλγηδόσι. Τήκω γὰρ βώλακας γῆς, φησὶν, ἀπὸ ἰχῶρος ξέων. Ἰχῶρας αὐτῷ αἱ σάρκες καὶ σκώληκας ἔτικτον, καὶ τοῦτο διηνεκῶς. Ὁρᾷς πῶς ἕκαστος ἡμῶν ναρκᾷ ταῦτα ἀκούων; Εἰ δὲ ἀκοῦσαι οὐκ ἀνεκτὰ ταῦτα,
10ἰδεῖν ἀνεκτά; Εἰ δὲ ἰδεῖν οὐκ ἀνεκτὰ, πολλῷ μᾶλλον παθεῖν. Ἀλλ’ ὅμως ἔπαθεν ὁ δίκαιος, καὶ οὐκ ἐπὶ δύο ἡμέρας ἢ τρεῖς, ἀλλ’ ἐπὶ χρόνῳ πολλῷ, καὶ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. Ποίαν ἔχεις μοι τοιαύτην νόσον εἰπεῖν, ὀδύνας ἔχουσαν πολλάς;
15πηρώσεως γὰρ οὐ χεῖρον τοῦτο ἦν; Βρόμον γὰρ ὁρῶ, φησὶ, τὰ σῖτά μου. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραμυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλε‐ πωτέρα ἦν πάσης βασάνου. Καὶ ἄκουε αὐτοῦ λέγον‐
20τος· Ἵνα τί με φοβεῖς ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ἐὰν γένηται πρωῒ, λέγω, Πότε ἑσπέρα; Καὶ τοιαῦτα πάσχων οὐκ ἐγόγγυσεν. Οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἡ παρὰ τῶν πολλῶν πονηρὰ δόξα· ὡς γὰρ μυρίων ἔνοχον κακῶν
25εἶχον λοιπὸν, ἀφ’ ὧν ἔπασχε. Τοῦτο γοῦν καὶ οἱ φίλοι αὐτῷ ἔλεγον· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. Διὸ καὶ αὐτὸς ἔλεγε· Καὶ νουθετοῦσί με ἐλάχιστοι, οὓς οὐκ ἀξίους ἡγησάμην κυνῶν τῶν ἐμῶν νο‐ μάδων. Πόσων τοῦτο θανάτων οὐ χεῖρον; Ἀλλὰ
30τοσούτῳ κλύδωνι πάντοθεν βαλλόμενος, καὶ πάντοθεν αἰρομένου τοῦ χειμῶνος χαλεποῦ, συννεφείας, ζάλης, σκηπτῶν, ἰλίγγων, στροβίλων, ἔμενεν αὐτὸς ἀκλινὴς, καθάπερ ἐν γαλήνῃ καθήμενος τῷ κλύδωνι τῷ τοσ‐ ούτῳ, τῷ οὕτω χαλεπῷ, καὶ οὐκ ἐγόγγυσε· καὶ ταῦτα
35πρὸ τῆς χάριτος, πρὶν ἢ περὶ ἀναστάσεώς τι λεχθῆ‐ ναι, πρὶν ἢ περὶ γεέννης καὶ κολάσεως καὶ τιμωρίας. Ἡμεῖς δὲ καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγ‐ γελιστῶν ἀκούοντες, καὶ μυρία ὁρῶντες παραδείγ‐ ματα, καὶ τοὺς περὶ ἀναστάσεως μαθόντες λόγους,
40ἀσχάλλομεν ἔτι, καίτοι οὐδεὶς ἂν ἔχοι λέγειν ἑαυτῷ τοσαῦτα συμπεπτωκότα. Εἰ γὰρ καὶ χρήματά τις ἀπώλεσεν, ἀλλ’ οὐ παῖδας καὶ θυγατέρας τοσαύτας, καὶ εἰ ἀπώλεσεν, ἴσως ἁμαρτών· ἐκεῖνος δὲ ἐξαίφνης ἐν μέσαις ταῖς θυσίαις, ἐν μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς
45τὸν Θεόν· καὶ εἰ παῖδας καὶ χρήματα ὁμοῦ τοσαῦτα, ὅπερ ἀδύνατον, ἀλλ’ οὐχὶ καὶ ἥλκωτο διαπαντὸς, καὶ ἰχῶρας ἔξεεν· εἰ δὲ καὶ τοῦτο, ἀλλ’ οὐχὶ τοὺς ἐπεμ‐ βαίνοντας εἶχε καὶ ὀνειδίζοντας· ὅπερ μάλιστα πάν‐ των δάκνειν ἡμᾶς εἴωθεν, ἢ αἱ συμφοραί. Εἰ γὰρ

62

.

243

(50)

τοὺς παρακαλοῦντας ἔχοντες ἐν τοῖς κακοῖς καὶ πα‐ ραμυθουμένους καὶ ἐλπίδας ἡμῖν ὑποτείνοντας χρη‐ στὰς, οὕτως ἀλύομεν, ἐννόησον τί ἦν ὀνειδίζοντας ἔχειν. Εἰ τὸ, Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον,
55δεινὸν καὶ ἀφόρητον, τὸ ἀντὶ τῶν παρακαλούντων ὀνειδίζοντας εὑρεῖν πόσον κακόν; Παρακλήτορες,
φησὶ, κακῶν πάντες.Column end

62

.

244

δʹ. Εἰ ταῦτα διαπαντὸς ἐστρέφομεν, εἰ ταῦτα ἐλογι‐ ζόμεθα, οὐκ ἂν ἡμᾶς ἐλύπησέ τι τῶν παρόντων, εἰς ἐκεῖνον ὁρῶντας τὸν ἀθλητὴν, εἰς τὴν ἀδαμαντίνην ψυχὴν, εἰς τὴν ἀῤῥαγῆ καὶ χάλκεον διάνοιαν· ὥσπερ
5γὰρ χαλκοῦν ἢ λίθινον περικείμενος σῶμα, αὐτὸς ἅπαντα ἔφερε γενναίως καὶ καρτερικῶς. Ταῦτα ἐν‐ νοοῦντες, πάντα ποιῶμεν χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ποιεῖς τι ἀγαθὸν, καὶ γογγύζεις; διὰ τί; ἀνάγκη γάρ σοι ἐπίκειται; Οἶδα, φησὶν, ὅτι
10πολλοὶ πλησίον ἀναγκάζουσιν ὑμᾶς γογγύζειν (τοῦτο γὰρ ᾐνίξατο, εἰπὼν τὸ, Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης)· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, τὸ καὶ παρακνιζόμενον μηδὲν πάσχειν τοιοῦτον. Καὶ γὰρ οἱ ἀστέρες ἐν νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαί‐
15νουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται· ὅταν δὲ φῶς ᾖ, οὐχ οὕτω φαίνονται. Οὕτω καὶ σὺ, ὅταν μετὰ σκολιῶν ὢν, εὐθὺς μένῃς, μᾶλλον ἀπολάμπεις· τὸ θαυμαστὸν τοῦτό ἐστι, τὸ ἀμέμπτους γενέσθαι. Ἵνα γὰρ
20μὴ τοῦτο λέγωσι, προλαβὼν αὐτὸς τοῦτο τέθεικε. Τί ἐστι, Λόγον ζωῆς ἐπέχοντες; Τουτέστι, μέλλοντες ζήσεσθαι, τῶν σωζομένων ὄντες. Ὅρα πῶς εὐθέως τίθησι τὰ ἔπαθλα· Οἱ φωστῆρες, φησὶ, λόγον φωτὸς ἐπέχουσιν· ὑμεῖς λόγον ζωῆς. Τί ἐστι, Λόγον ζωῆς;
25Σπέρμα ζωῆς ἔχοντες, τουτέστιν, ἐνέχυρα ζωῆς ἔχοντες, αὐτὴν κατέχοντες τὴν ζωὴν, τουτέστι, σπέρμα ζωῆς ἐν ὑμῖν ἔχοντες· τοῦτο λέγει, Λόγον ζωῆς. Ἄρα οὖν οἱ ἄλλοι πάντες νεκροί· τοῦτο γὰρ εἰπὼν οὕτως ἐδήλωσεν· ἢ γὰρ ἂν καὶ οἱ ἄλλοι λόγον
30ζωῆς ἐπεῖχον. Εἰς καύχημα ἐμοὶ, φησί. Τί ἐστι τοῦτο; Καὶ ἐγὼ κοινωνῶ, φησὶ, τῶν ὑμετέρων ἀγα‐ θῶν. Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν. Ποῖον καύ‐ χημα, ὦ μακάριε Παῦλε; Μαστίζῃ, ἐλαύνῃ, ὑβρίζῃ
35δι’ ἡμᾶς· διὰ τοῦτό φησιν, Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν, φησὶν, ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα· ἀλλ’ ἀεὶ ἔχω καυχᾶσθαι, φησὶν, ὅτι οὐ μάτην ἔδραμον. Ἀλλ’ εἰ καὶ σπένδομαι. Οὐκ εἶπεν, Ἀλλ’ εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γρά‐
40φων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ παραμυ‐ θούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ παι‐ δεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. Ὢ μακα‐
45ρίας ψυχῆς! θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτῶν. Ἄρα πολλῷ βέλτιον τοῦ βοῦς προσενεγκεῖν τὸ ψυχὴν προσενεγκεῖν. Ἂν τοίνυν πρὸς τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν, χαίρω, φησὶ, τῷ θανάτῳ τῷ ἐμῷ· τοῦτο γὰρ αἰνίττεται λέ‐

62

.

244

(50)

γων· Ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως χαίρω, καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ αὐτὸ δὲ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Τί συγχαίρεις; Ὁρᾷς πῶς δείκνυσιν ὅτι δεῖ χαίρειν αὐτούς; Χαίρω μὲν οὖν, φησὶν, ὅτι σπονδὴ γίνομαι· συγχαίρω δὲ,
55ὅτι θυσίαν προσενεγκών. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαί‐
ρετε καὶ συγχαίρετε, ὅτι προσηνέχθην. Συγχάρητέ243

62

.

245

μοι, φησὶ, χαίροντι ἐπὶ τῷ ἐμῷ θανάτῳ. Οὐκ ἄρα δακρύων ἀξία ἡ τελευτὴ τῶν δικαίων, ἀλλὰ χαρᾶς. Εἰ αὐτοὶ χαίρουσιν, συγχαίρειν αὐτοῖς δεῖ· καὶ γὰρ ἄτοπον, ἐκείνων χαιρόντων, κλαίειν ἡμᾶς. Ἀλλὰ τὴν
5συνήθειαν ἐπιζητοῦμεν, φησί. Σκῆψις ταῦτα, πρό‐ φασις. Ὅρα γοῦν τί παραγγέλλει Φιλιππησίοις, Συγχαίρετέ μοι καὶ χαίρετε· καὶ σὺ συνήθειαν ἐπιζητεῖς; Εἰ μὲν ἔμελλες αὐτὸς ἐνταῦθα μένειν, εἰκότως λέγεις· εἰ δὲ μικρὸν ὕστερον καταλήψῃ τὸν
10ἀπελθόντα, ποίαν συνήθειαν ζητεῖς; Συνήθειαν γὰρ ἐπιζητεῖ τις, ὅταν διαπαντὸς ᾖ τις διεσπασμένος· εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς; Τοὺς ἐν ἀποδημίαις ὄντας διὰ τί μὴ δακρύομεν; οὐχὶ μικρὸν δακρύσαντες, εὐθέως μετὰ
15τὴν πρώτην ἢ δευτέραν παυόμεθα; Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν· τὸ δὲ μετὰ τοῦτο χαῖρε, καθάπερ λέγων ὁ Παῦλος, Οὐδὲν πάσχω δεινὸν, ἀλλὰ καὶ χαίρω
πρὸς τὸν Χριστὸν ἀπερχόμενος· Καὶ ὑμεῖς χαίρετε,Column end

62

.

246

συγχάρητέ μοι, φησί. Χαίρωμεν τοιγαροῦν καὶ ἡμεῖς, ὅταν ἴδωμεν δίκαιον τελευτῶντα, μᾶλλον δὲ καὶ ὅταν τινὰ τῶν ἀπεγνωσμένων. Ὁ μὲν γὰρ ἄπεισι μισθὸν ἀποληψόμενος τῶν πόνων, ὁ δὲ ἐνέκοψέ τι
5τῶν ἁμαρτημάτων αὐτοῦ. Ἀλλ’ ἴσως ἂν, φησὶ, με‐ τεβάλετο ζῶν. Ἀλλ’ οὐκ ἂν αὐτὸν ἔλαβεν ὁ Θεὸς, εἴ γε μεταβαλέσθαι ἔμελλεν. Ὁ γὰρ πάντα ὑπὲρ σωτη‐ ρίας ἡμῶν οἰκονομῶν, τίνος ἕνεκεν αὐτὸν οὐκ εἴασε μέλλοντα εὐαρεστεῖν; εἰ τοὺς μὴ μεταβαλλομένους
10ἀφίησι, πολλῷ μᾶλλον τοὺς μεταβαλλομένους. Πάν‐ τοθεν οὖν ἡμῖν ὁ κοπετὸς ἐκκεκόφθω, πάντοθεν ὁ θρῆνος λυέσθω· ἐπὶ πᾶσιν εὐχαριστῶμεν τῷ Θεῷ, χωρὶς γογγυσμῶν πάντα πράττωμεν· εὐφραινώμεθα, εὐάρεστοι ἐν πᾶσιν αὐτῷ γινώμεθα, ἵνα καὶ τῶν
15μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

245

(20)

ΟΜΙΛΙΑ Θʹ. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνη‐ σίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ
25 τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ. αʹ. Εἶπεν, ὅτι τὰ κατ’ ἐμὲ εἰς προκοπὴν τοῦ Εὐαγγε‐ λίου ἐλήλυθεν, Ὥστε τοὺς δεσμούς μου φανε‐ ροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ
30τῆς πίστεως ὑμῶν· ἐστήριξεν αὐτοὺς διὰ τούτων. Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραμυθίας ἕνεκεν εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν; Τιμόθεον πέμπω πρὸς ὑμᾶς, φησί· καὶ γὰρ ἐπόθουν πάντα ἀκοῦσαι τὰ κατ’ αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ
35εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐμοῦ, ἀλλ’, Ἵνα γνῶ τὰ ὑμέτερα; Τὰ μὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιμο‐ θέου ἔμελλεν ἀπαγγέλλειν· διὸ προϊών φησιν, Ἀνα‐ γκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν πέμψαι πρὸς ὑμᾶς. Τὰ δὲ ὑμέτερα βούλομαι, φησὶ,
40μαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωματικήν. Ὥστε ἀναγκαίως βούλομαι, φησὶ, μαθεῖν τὰ καθ’ ὑμᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιμοθέου, λέγων, Ἐλπίζω δὲ
45ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευ‐ μαρίσει μοι ὁ Θεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ὥσπερ ὑμᾶς, φησὶν, ἀνεκτησάμην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι,

62

.

245

(50)

ὅτι δι’ ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων εὔφραναν· οὕτω βούλομαι καὶ τὰ καθ’ ὑμᾶς μαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Δεικνύει ἐνταῦθα,
ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τού‐Column end

62

.

246

(21)

τοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ, τοῦτό ἐστιν, Ὥσπερ ὑμεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας πό‐ θον! Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ μαρτυρεῖ, ὡς ὅταν
25λέγῃ, Ἡμεῖς δὲ ἀποφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας. Καὶ ἐνταῦθα, Ἐλπίζω, φησὶ, πέμψαι Τιμόθεον, ἵνα γνῶ τὰ περὶ ὑμῶν· ὃ κηδεμονίας ἦν μεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέ‐ σθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν μηδὲ ὀλί‐
30γον χρόνον ἀγνοεῖν τὰ κατ’ αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγί‐ νετο. Εἰ γὰρ τοῦτο ἐπείσθησαν οἱ μαθηταὶ, ἀναί‐ σχυντοι ἂν ἐγένοντο· νῦν δὲ προσδοκῶντες λανθά‐ νειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς μά‐
35λιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε μὴ ἐλ‐ θόντα Τιμόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος αὑτοῦ τὴν παρουσίαν,
40ὥστε μεταβαλέσθαι Κορινθίους. Διὰ τοῦτο καὶ ἔγραφε· Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ μόνον ἡ ἀγάπη δείκνυται, τῷ τὰ οἰκεῖα ἀπαγγέλλειν, ἀλλὰ καὶ τῷ τὰ ἐκείνων ζητεῖν μαθεῖν· μεριμνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισμένης
45καὶ ἀεὶ ἐναγωνίου οὔσης. Ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς, Τιμόθεον πέμπων. Τί λέγεις; Τιμόθεον πέμπεις; τί δήποτε; Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, του‐ τέστι, τῶν ὁμοίως μοι μεριμνώντων, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν

62

.

246

(50)

μετ’ αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό ἐστιν; Ἀντὶ τοῦ, Ὁμοίως ἐμοὶ κηδόμενον ὑμῶν καὶ φροντίζοντα. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι. Ὁ φιλῶν ὑμᾶς
μετ’ ἐμοῦ, Τιμόθεός ἐστιν· ἐνῆν μὲν γὰρ καὶ ἄλλους245

62

.

247

πέμψαι, ἀλλ’ οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους αὐτῷ ὁμοίως φιλεῖν. Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑμῶν με‐ ριμνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ
5ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτ‐ έστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡμᾶς τοὺς ἀκούον‐ τας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων τοὺς
10ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρ‐ εσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπω‐ ρίαν. Τὴν δὲ δοκιμὴν αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ
15Εὐαγγέλιον. Καὶ ὅτι οὐχ ἁπλῶς λέγω, ὑμεῖς, φησὶν, αὐτοὶ ἐπίστασθε, ὅτι, ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Παρατίθεται ἐνταῦθα τὸν Τιμόθεον, εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι παρ’ αὐτῶν τιμῆς. Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλ‐
20λων ποιεῖ, λέγων, Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν μισθόν. Τοῦτον μὲν οὖν, φησὶν, ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ,
25ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ’ ἐμέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐ διὰ τοῦτο πέμπω αὐτὸν, ὡς μὴ ἐλευσόμενος, ἀλλ’ Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν, ἵνα μηδὲ τὸν ἐν τῷ
30μεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται. βʹ. Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται διανοίας. Ἀναγκαῖον δὲ ἡγησά‐ μην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ
35συστρατιώτην μου. Καὶ τοῦτον πάλιν μετὰ ἐγκωμίων τῶν αὐτῶν, ὧν καὶ τὸν Τιμόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων συνέστησεν, ὅτι τε αὐτοὺς ἀγα‐ πᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνή‐ σει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ ηὐδοκίμησε· καὶ τοῦ‐
40τον ἀπὸ τῶν αὐτῶν πάλιν διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ ἐκεῖνον, ἐπῄνεσε. Πῶς; Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις,
45καὶ τὰ αὐτὰ αὐτῷ μαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ. Τὸ δὲ, Συστρατιώτην, πλέον ἐστὶ τοῦ, Συνεργόν. Ἴσως γάρ τις ἐν μὲν ψιλοῖς πράγμασι συνήργησεν, ἐν δὲ πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑμῶν δὲ,

62

.

247

(50)

φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς. Τουτέστι, Τὰ ὑμέτερα ὑμῖν χαρίζομαι. Ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν, ἢ τὸν ὑμᾶς διδάσκοντα. Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν
55πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανά‐ του· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μό‐ νον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ.
Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶColumn end

62

.

248

αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ’ ὑμῶν. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν ἐπισπάσασθαι. Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλα‐ ξεν ὑμᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν
5αὐτοῦ· οὐ μὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ’ ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς. Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον· Οὐκ
10ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι μακρὰ αὕτη γέγονε, καὶ πολὺν χρόνον ἀνάλωσε, φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυμίας
15καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθη‐ τῶν διανοίας, καὶ μὴ ὑποπτευθῆναι, ὅτι καταφρο‐ νῶν αὐτῶν οὐκ ἦλθεν; Οὐδὲν γὰρ οὕτω τὸν μαθητὴν ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδημονεῖ ὑπὲρ
20αὐτοῦ, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν. Ἠκού‐ σατε, φησὶν, ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Καὶ ὅτι οὐ προφασίζομαι, ἀκούσατε· Ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ὦ αἱρετικέ; Ἐνταῦθα ἔλεόν φησι τοῦ Θεοῦ εἶναι τὸ
25τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πά‐ λιν. Καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος οὗτός ἐστι τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. Ἀλλὰ πρὸς μὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν; Καὶ γὰρ ὁ αὐτὸς ἀμφισβητήσει ἴσως,
30καὶ ἐρεῖ· Εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ μᾶλλον κρεῖσσον, τίνος ἕνεκέν φησιν αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ μᾶλλον ἐρήσομαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι δι’ ὑμᾶς; Ὥσπερ γὰρ αὐτῷ ἀναγκαῖον ἦν ἐκεῖνο, οὕτω καὶ τούτῳ
35μετὰ πλείονος πλούτου καὶ μείζονος παῤῥησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο μὲν γὰρ κἂν μὴ νῦν ἐγένετο, ὕστερον ἔμελλε· τὸ δὲ κερδᾶ‐ ναι ψυχὰς οὐκ ἔνι λοιπὸν ἀπελθόντας ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ
40Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοι‐ κότας ἔτι τὸν θάνατον. Εἶτα δείκνυσιν ἐν ὅσῳ λόγῳ ἐστὶν αὐτῷ ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσι‐ μον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω
45χρησίμην ἑαυτῷ φησιν εἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι’ ἐκείνου. Ἄλλως δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ, Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ

62

.

248

(50)

ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἡ μὲν γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων, ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα μὴ λύπην, φη‐ σὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς
ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ. Διὰ τού‐247

62

.

249

των δείκνυσιν, ὅσου τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως, χωρὶς μελλήσεως, μετὰ πολλοῦ τοῦ τάχους, κελεύσας πάντα
5ὑπερθέμενον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τῆς ἀδημονίας ἀπαλλαγῇ. Οὐ γὰρ οὕτω τοὺς ποθουμένους ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίρομεν, ὡς ὅταν ἴδωμεν, καὶ μά‐ λιστα, ὅταν παρ’ ἐλπίδας ἐκβῇ τὸ πρᾶγμα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν,
10φησὶν, ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν ὑμεῖς χαίρητε, κἀγὼ χαίρω, καὶ οὗτος χαίρει ἐπὶ τοιαύτῃ ἡδονῇ, καὶ ἐγὼ ἀλυπότερος ἔσομαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ’, Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέ‐
15ποτε ἡ ψυχὴ αὐτοῦ ἦν λύπης ἐκτός. Ὁ γὰρ λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; πότε λύπης ἐκτὸς ἦν; Ὡσεὶ ἔλεγε· Ταύτην ἀποτίθεμαι τὴν ἀθυμίαν. Προσ‐ δέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς.
20Ἐν Κυρίῳ, ὅ ἐστι, πνευματικῶς. Τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος. Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.
25 γʹ. Ταῦτα πάντα ποιεῖ ὑπὲρ αὐτῶν ἐκείνων, οὐχ ὑπὲρ τῶν πεμπομένων. Μεῖζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ. Καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Τουτέστι, Προσδέχεσθε αὐτὸν ἀξίως τῶν ἁγίων. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου
30ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀνα‐ πληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτ‐ ουργίας. Οὗτος κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπ‐ εσταλμένος τῶν Φιλιππησίων, ὥστε τῷ Παύλῳ διακο‐ νεῖν, ἢ καὶ ἴσως τι ἀποκομίζων αὐτῷ ἐληλύθει.
35Ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων· Δεξάμενος γὰρ παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν. Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ κατα‐ λαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ
40μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν, ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις. Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ,
45καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται, ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν.

62

.

249

(50)

Δύο τοίνυν τίθησιν, ἀφ’ ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν, ὅτι μέχρι θανάτου ἐκινδύνευσε, φησὶ, δι’ ἐμέ· δεύτερον δὲ, ὅτι τὸ πρόσωπον τῆς πόλεως περιθέμενος ταῦτα ἔπαθεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνῳ τοῖς πέμψασι λογίσασθαι τὸν μισθὸν, ὡς
55ἂν ἡ πόλις πρεσβευτὴν ἔπεμψεν. Ὥστε τὸ μετὰ θεραπείας ὑποδέξασθαι, καὶ ὑπὲρ τῶν γεγενημένων εὐχαριστῆσαι, μᾶλλόν ἐστι κοινωνῆσαι τοῖς τετολ‐ μημένοις. Καὶ οὐκ εἶπε, Δι’ ἐμὲ, ἀλλ’ ἀξιοπιστότε‐
ρον αὐτὸ ποιεῖ λέγων, ὅτι Διὰ τὸ ἔργον τοῦ Θεοῦ.Column end

62

.

250

Οὐδὲ γὰρ δι’ ἐμὲ ποιεῖ, ἀλλὰ διὰ τὸν Θεὸν ἤγγισε μέχρι θανάτου. Τί γάρ; εἰ μὴ ἀπέθανε, τοῦ Θεοῦ οἰκονομήσαντος, ἀλλ’ αὐτὸς παρεβουλεύσατο καὶ ἐξ‐ έδωκεν ἑαυτὸν, ὡς κἂν ὁτιοῦν δέῃ παθεῖν, οὐκ ἀπο‐
5στησόμενος τῆς πρός με θεραπείας. Εἰ δὲ ὑπὲρ τοῦ Παύλου θεραπεῦσαι εἰς θάνατον ἑαυτὸν ἐξέδωκε, πολλῷ μᾶλλον ὑπὲρ τοῦ κηρύγματος τοῦτο ἂν ἔπαθε· μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ τοῦ κηρύγματος ἦν, τὸ ὑπὲρ ἐκείνου ἀποθανεῖν. Οὐ γὰρ μόνον ὑπὲρ τοῦ μὴ
10θῦσαι μαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις μαρτύριον ποιοῦσι· καὶ εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πολλῷ μᾶλλον αἱ τοιαῦται, ἢ ἐκεῖναι. Ὁ γὰρ ὑπὲρ τοῦ ἐλάττονος κατατολμῶν τοῦ θανάτου, πολλῷ μᾶλλον ὑπὲρ τοῦ μείζονος.
15Ὥστε καὶ ἡμεῖς, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα. Οὐ γὰρ ἔνι μὴ τολμῶντα, γεν‐ ναῖόν τι πρᾶξαί ποτε, ἀλλὰ ἀνάγκη τὸ[ν] τῆς ἐνταῦθα ἀσφαλείας προνοούμενον ἐκπεσεῖν τῆς μελλούσης· Ἵνα ἀναπληρώσῃ, φησὶ, τὸ ὑμῶν ὑστέρημα τῆς
20πρός με λειτουργίας. Τί ἐστι τοῦτο; Οὐ παρῆν ἡ πόλις, ἀλλ’ ἐλειτούργησέ μοι δι’ ἐκείνου πᾶσαν λειτ‐ ουργίαν τῷ ἐκεῖνον πέμψαι. Τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἐνεπλήρωσεν, ὥστε καὶ κατὰ τοῦτο δίκαιος ἂν εἴη ἀπολαῦσαι τιμῆς πολλῆς,
25ὅτι ὅπερ ἐχρῆν πάντας ποιῆσαι, τοῦτο ἔπραξεν αὐτὸς ὑπὲρ ὑμῶν. Καὶ δείκνυσι καὶ πρώτην οὖσαν λειτουρ‐ γίαν παρὰ τῶν ἐν ἀσφαλείᾳ τοῖς κινδυνεύουσι· Τὸ γὰρ ὑστέρημα τῆς λειτουργίας οὕτως εἴρηται, ὡς πρὸς ἐκείνην. Ὁρᾷς φρόνημα ἀποστολικόν; Τοῦτο οὐκ
30ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεμονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, ἀλλὰ μετριάζωσι, μηδὲ μέγα τι παρεσχηκέναι νομίζωσιν, ἀλλὰ ταπεινῶνται, λειτουργίαν τὸ πρᾶγμα καλεῖ καὶ ὑστέρημα. Μὴ τοίνυν μηδὲ ἡμεῖς μέγα φρονῶμεν, τοῖς ἁγίοις παρ‐
35έχοντες, μηδὲ χαρίζεσθαι αὐτοῖς ἐν τούτῳ νομίζω‐ μεν· καὶ γὰρ ὀφείλεται τοῖς ἁγίοις παρ’ ἡμῶν τὸ πρᾶγμα, καὶ οὐδὲν αὐτοῖς χαριζόμεθα. Ὥσπερ γὰρ τοῖς ἐν στρατοπέδῳ ἑστῶσι καὶ πολεμοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ μὴ πολεμούντων ὀφείλεται τὰ
40τελέσματα (ὑπὲρ γὰρ ἐκείνων ἑστήκασιν οὗτοι), οὕτω καὶ ἐνταῦθα. Εἰ μὴ γὰρ ἐδίδασκεν ὁ Παῦλος, τίς ἂν αὐτὸν τότε ἐνέβαλεν εἰς δεσμωτήριον; Ὥστε λειτουρ‐ γεῖν χρὴ τοῖς ἁγίοις. Πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν στρατευομένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέ‐
45ρειν, καὶ ἐνδύματα καὶ τροφὰς, οὐ κατὰ τὴν χρείαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν περιουσίαν, τῷ δὲ στρα‐ τευομένῳ βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ παραταττομέ‐ νῳ πρὸς πολλῷ χαλεπωτέρους (Ἡ πάλη γὰρ, φη‐ σὶν, οὐ πρὸς αἷμα καὶ σάρκα), μηδὲ τὴν ἀναγκαίαν

62

.

250

(50)

χρείαν χορηγεῖν; πόσης ἀγνωμοσύνης, πόσης τοῦτο ἀχαριστίας, πόσης μικρολογίας; δʹ. Ἀλλ’, ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων ἰσχύει φόβος παρ’ ἡμῖν τῆς γεέννης καὶ τῶν μελλουσῶν κολά‐ σεων. Διὰ δὴ τοῦτο πάντα ἀνατέτραπται, ὅτι τὰ μὲν
55πολιτικὰ πράγματα μετὰ πολλῆς τῆς ἐντρεχείας καθ’ ἑκάστην ἡμέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευματικῶν οὐδεὶς οὐδαμοῦ λόγος· ἀλλὰ τὰ μὲν μετ’ ἀνάγκης ἀπαιτούμενα καὶ βασάνων, καὶ ὡς
παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται μετὰ πολλῆς249

62

.

251

τῆς εὐγνωμοσύνης· τὰ δὲ παρὰ ἑκόντων, καὶ ὡς παρὰ ἐλευθέρων, πάντα ἐλλιμπάνεται. Οὐ κατὰ πάντων λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσματα ταῦτα ἐγκατα‐ λιμπανόντων. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ἀνάγκῃ
5ταῦτα ποιεῖν; Ἀλλ’ οὐ βούλεται· ὑμῶν γὰρ φείδεται μᾶλλον, ἢ τῶν τρεφομένων. Διὰ τοῦτο ὑμᾶς οὐκ ἀνάγκη βούλεται κατατιθέναι, ἐπειδὴ οὐκ ἔστι μισθός. Καὶ ὅμως πολλοὶ τῶν ἐνταῦθα, τῶν Ἰουδαίων εἰσὶ ταπει‐ νότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας,
10ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείο‐ να λάβωσι, τοσούτῳ καὶ πλείων ὁ μισθός. Οὐκ ἔλε‐ γον, Πολλὰ λαμβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω
15λεγόντων τινῶν. Καὶ οἱ μὲν οἰκοδομοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούμενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγ‐ καίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶ‐
20γμα τίθενται. Ὄντως πλουτοῦμεν καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁμολογοῦσιν. Ἡμεῖς μὲν γὰρ κἂν μικρὰ ἔχω‐ μεν, πλουτοῦμεν· ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται, πένονται. Μέχρι τίνος ἀνοηταίνομεν; οὐκ ἀρκεῖ τὸ μηδὲν ποιεῖν εἰς κόλασιν ὑμῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ
25τῆς κακηγορίας προστιθέναι ζημίαν; Εἰ μὲν γὰρ αὐ‐ τὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν μισθὸν ἀπ‐ ώλεσας, ὑπὲρ ὧν ἔδωκας ἐγκαλῶν· ὅλως δὲ εἰ σὺ ἔδω‐ κας, τί ἐγκαλεῖς; Πρότερον μὲν οὖν αὐτῷ πενίαν ἐμαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοί‐
30νυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκα‐ λεῖν. Ἀλλ’ ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας μισθὸν ἔχειν; Διὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς
35καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέ‐ ξασθαι βίον, εἰ καὶ μὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν λεγόντων ἰταμῶς, ὅταν εἴπωμεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο, φησὶν, ἠδύνατο πλουτεῖν· εἶτα ὑβριστικῶς, Ὁ προγόνος αὐτοῦ,
40καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ μοι, γυμνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ μὲν οὖν ὑπὲρ τού‐ των ἀκριβολογῇ· ὅρα δὲ μὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ’ ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγού‐
45σης, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ’ ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν· ἀλλ’ οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα κερδαίνει, εἰπέ μοι; σηρικὰ ἱμάτια περίκει‐ ται; πλῆθος ἀκολούθων ἔχων σοβεῖ κατὰ τὴν ἀγοράν;

62

.

251

(50)

ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδομεῖ, ἔχων ὅπου κα‐ ταμείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ’ ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί. Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραι‐
55νέσαι μὴ δυνάμενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐ‐ τὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ μοι, ὁ μαθητής; Ἀλλ’ ὁ μὲν πατὴρ ὁ σαρκικὸς
ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ· ἂν δὲ ὁColumn end

62

.

252

πνευματικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκα‐ λύψῃ; μᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδο‐ ξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιμῷ φθείρεσθαι ἔδει; Ἀλλ’ οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ
5γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωμεν πρὸς αὐ‐ τοὺς ταῦτα, εὐθέως φιλοσοφοῦσι· Γέγραπται, φησὶ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱμάτια
10ἔχουσι, καὶ κλίνας ἐστρωμένας. Ἐπῆλθέ μοι στενά‐ ξαι πικρὸν νῦν· εἰ δὲ μὴ ἀσχημονεῖν ἔμελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ αἰσθανόμεθα.
15Εἰπέ μοι, διὰ τί γὰρ σαυτῷ τοῦτο μὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται μόνον, φησίν· ὅταν οὖν ὁ Παῦλος λέγῃ, Ἔχοντες διατροφὰς καὶ σκεπά‐ σματα, τούτοις ἀρκεσθησόμεθα, πρὸς τοὺς διδα‐ σκάλους λέγει μόνους; Οὐδαμῶς, ἀλλὰ πρὸς πάντας
20ἀνθρώπους. Καὶ δῆλον ἄνωθεν τὸ χωρίον διεξιοῦσιν· εἰπὼν γὰρ, Πορισμὸς μέγας ἐστὶν ἡ εὐσέβεια μετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυ‐ νάμεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς
25καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρα‐ σμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς. εʹ. Εἶδες ὅτι πρὸς πάντας ὁ λόγος εἴρηται; Τί δέ;
30ὅταν λέγῃ πάλιν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖ‐ σθε εἰς ἐπιθυμίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοι‐ λία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπατα‐
35λῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόμενος; μὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ
40φύσις· τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν, ἔνθα καὶ ἡ ἡλικία καὶ ἡ φύσις κώλυμα, οὐκ ἀφίεται αὐτὴν σπα‐ ταλᾷν, ἀλλὰ καὶ τεθνηκέναι αὐτήν φησιν (οὐ γὰρ ἁπλῶς εἶπε μὴ σπαταλᾷν, ἀλλ’, Ἡ σπαταλῶσα,
45ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνη‐ κυῖα ἐκκέκοπται)· ποίαν ἕξει συγγνώμην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ’ οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζε‐ ται; Ἀλλὰ ταῦτα οὐδεὶς οὐδὲ εἰς ἔννοιαν λαμβάνει, ταῦτα οὐδεὶς ἐξετάζει. Ἐγὼ δὲ νῦν ταῦτα εἰπεῖν

62

.

252

(50)

ἠναγκάσθην, οὐχὶ τοὺς ἱερέας ἀπαλλάξαι ἐγκλημά‐ των βουλόμενος, ἀλλ’ ὑμῶν φειδόμενος. Ἐκεῖνοι μὲν οὖν, ἂν μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούω‐ σιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ’ ὑμῶν βλάπτον‐ ται· ἀλλ’ ἄν τε εἴπητε, ἄν τε μὴ εἴπητε, λόγον τῷ
55δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑμέτερα βλάπτει ῥήματα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ’ ὑμῶν λεγόμενα, ἐκεῖνοι μὲν οὖν ἐκέρδανον συκοφαντούμε‐ νοι εἰκῆ, ὑμεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ
δὲ ὑμῶν οὐχ οὕτως ἐστίν· ἀλλ’ ἄν τε ἀληθῆ ᾖ, ἄν τε251

62

.

253

ψευδῆ τὰ κατ’ αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλά‐ πτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες· εἰ γὰρ ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ
5μᾶλλον διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιμωρία· παντὸς γὰρ ῥήματος ἀργοῦ δώσετε λόγον. Ὥστε ὑμῶν ἕνεκεν πάντα ποιοῦμεν καὶ κά‐ μνομεν. Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐ‐ δεὶς ταῦτα πολυπραγμονεῖ, οὐδεὶς λέγει πρὸς ἑαυτὸν
10τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν μή τις ἀποτάξηται, φησὶν ὁ Χριστὸς, πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τί ὅταν λέγῃ, Δύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ ὑμῖν τοῖς πλου‐
15σίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ, οὐδεὶς πρὸς ἑαυ‐ τὸν διαλέγεται, ἀλλ’ ἐν τοῖς ἑτέρων σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο μέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκλημάτων. Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε
20τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι’ ὑμᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόμον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωμεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον,
25μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μὴ ζώνην, μὴ ῥάβδον. Τί οὖν, εἰπέ μοι; Πέτρος παρὰ τὸ πρόσ‐ ταγμα ἐποίει; πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱμάτιον καὶ ὑποδήματα; ὅτι γὰρ εἶχεν, ἄκουε τοῦ ἀγγέλου λέγοντος πρὸς αὐτὸν, Περίζωσαι καὶ ὑπό‐
30δησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν· ἔνεστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνί ἐστιν· ἀλλ’ ὅμως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιμοθέῳ γράφων, Σπούδασον πρὸ χει‐
35μῶνος ἐλθεῖν· εἶτα παραγγέλλει καὶ λέγει· Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμ‐ βράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ μὲν
40γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπ‐ ενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ
45Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων, ὅτι Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος; Ἔδει ταύτην ἀφεῖναι τὴν ἀμφιβολίαν παρ’ ὑμῖν, καὶ μηδεμίαν ἐπαγαγεῖν τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας·

62

.

253

(50)

πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται. Διὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁμαρτήμασίν ἐσμεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡμετέρων οὐδένα λόγον ποιούμεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσμεν, ὅτι τοὺς θείους οὐ παιδευόμεθα νόμους. Ἔδει μὲν οὖν ταύτην ὑμᾶς εἰσπράξασθαι τὴν
55δίκην· ἀλλὰ τί πάθω; πατήρ εἰμι· πολλὰ καὶ πέρα τοῦ δέοντος οἱ πατέρες χαρίζονται τοῖς παισὶ, τῶν σπλάγχνων αὐτοῖς διαθερμαινομένων [ἐκεῖνοι] τῶν πατρικῶν· κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόμε‐
νον, αὐτοὶ μᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύον‐Column end

62

.

254

ται, ἕως ἂν τῆς ἀθυμίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ μὴ λα‐ βεῖν, ἵνα λάβητε καλῶς. ϛʹ. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἠναντιώθησαν, μὴ γέ‐
5νοιτο, ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διαπαντός. Καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων Γραφῶν. Πῶς; Φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς, Ὅτε
10ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώνης καὶ ὑποδημάτων, μήτι ὑστέρησεν ὑμῖν; Λέγουσιν αὐτῷ· Οὔ. Οὐκοῦν λοιπὸν κτήσασθε. Ἀλλὰ τί ἔδει, εἰπέ μοι; ἕνα χιτῶνα ἔχειν; Τί οὖν; εἰ πλύνεσθαι τοῦτον ἔδει, γυμνὸν ἐχρῆν οἴκοι καθέζε‐
15σθαι; ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν, χρείας καλούσης; Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσού‐ τοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱμα‐ τίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμα‐ σιν ἐμποδίζειν. Τί δέ; εἰ κρυμὸς ἐπετέθη σφοδρὸς,
20καὶ κατέβρεξεν, ἢ καὶ ἐπάγωσε, πῶς ξηραίνεσθαι ἐνῆν; πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι; τί δέ; εἰ ψῦχος κατέτεινε τὸ σῶμα, τήκεσθαι ἔδει, καὶ μὴ φθέγγε‐ σθαι; Ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατ‐ εσκεύαστο, ἄκουσον τί φησι περὶ Τιμοθέου· Οἴνῳ
25ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου, Ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι ὑμῖν τὸν ὑμῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέη‐
30σεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι. Τί οὖν; ἀπόλλυσθαι ἐχρῆν; Οὐδαμῶς. Τίνος οὖν ἕνεκεν τότε τοῦτο ἐπέτα‐ ξε; Τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι, ὅτι καὶ μετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ’ οὐκ ἐποίησε. Τίνος
35οὖν ἕνεκεν οὐκ ἐποίησε; Πολλῷ τῶν Ἰσραηλιτῶν ἦσαν οὗτοι θαυμασιώτεροι, ὧν τὰ ὑποδήματα οὐ κατετρί‐ βετο, οὐδὲ τὰ ἱμάτια, καὶ ταῦτα ἐκείνην τὴν ἔρημον διοδευόντων, ἔνθα θερμοτέρα ἐπιπίπτουσα ἡ ἀκτὶς ἡ ἡλιακὴ καὶ λίθους αὐτοὺς καταφρύγειν δύναται. Τίνος
40οὖν ἕνεκεν τοῦτο ἐποίησε; Διὰ σέ. Ἐπειδὴ γὰρ οὐκ ἔμελλες ὑγιαίνειν, ἀλλὰ τραυματίζεσθαι, τῶν φαρμά‐ κων σοι τὴν ὑπόθεσιν παρέσχε· καὶ τοῦτο δῆλον ἐκεῖ‐ θεν. Εἰπὲ γάρ μοι, οὐκ ἠδύνατο αὐτὸς αὐτοὺς θρέψαι; εἰ σοὶ τῷ προσκεκρουκότι ἔδωκεν, οὐ πολλῷ μᾶλλον
45Παύλῳ ἂν ἔδωκεν; ὁ τοῖς Ἰσραηλίταις διδοὺς τοῖς γογγυσταῖς, τοῖς πόρνοις, τοῖς εἰδωλολάτραις, οὐ πολλῷ μᾶλλον ἂν Πέτρῳ τῷ καταλείψαντι ἅπαντα δι’ αὐτὸν ἀφῆκεν; ὁ μιαροὺς ἀφεὶς ἔχειν ἄνδρας, οὐ πολλῷ μᾶλλον ἂν Ἰωάννῃ ἐχαρίσατο, τῷ καὶ τὸν

62

.

254

(50)

πατέρα δι’ αὐτὸν καταλείποντι; Ἀλλ’ οὐκ ἠθέλησεν· ἀλλὰ διὰ σοῦ αὐτοὺς τρέφει, ἵνα σὺ ἁγιασθῇς. Καὶ θέα μοι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. Εἵλετο τοὺς αὑτοῦ μαθητὰς ἐλαττωθῆναι, ἵνα σὺ μικρὸν ἀναπνεύσῃς. Ἀλλ’ εἰ ἐποίησεν αὐτοὺς ἀνενδεεῖς,
55φησὶ, πολλῷ θαυμαστότεροι ἂν ἦσαν, πολλῷ ἐπιδο‐ ξότεροι. Ἀλλὰ σοῦ ἡ σωτηρία ἐξεκέκοπτο. Οὐχ εἵλετο τοίνυν ἐκείνους γενέσθαι θαυμαστοὺς, ἀλλ’ ἐλαττοῦ‐ σθαι μᾶλλον, ἵνα σὺ σωθῇς· καὶ ἐλαττωθῆναι ἐκεί‐
νους συνεχώρησεν, ἵνα σὺ δυνηθῇς σωθῆναι. Οὐ γὰρ253

62

.

255

ὁμοίως αἰδέσιμός ἐστι διδάσκαλος λαμβάνων, ἀλλ’ ἐκεῖνος μάλιστα τιμᾶται ὁ μὴ λαμβάνων· ἀλλ’ ὁ μα‐ θητὴς οὐκ ὠφελεῖται, ἀλλὰ τὸν καρπὸν ἐγκόπτεται. Ὁρᾷς τὴν σοφίαν τοῦ φιλανθρώπου Θεοῦ; Ὥσπερ γὰρ
5αὐτὸς οὐχὶ τὴν ἰδίαν δόξαν ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ ἐν δόξῃ ὢν εἵλετο ἀτιμασθῆ‐ ναι διὰ σὲ, οὕτω καὶ ἐπὶ τῶν διδασκάλων· δυνάμενος αὐτοὺς ποιῆσαι αἰδεσίμους, εἵλετο εἶναι εὐκαταφρο‐ νήτους διὰ σὲ, ἵνα σὺ ἔχῃς κερδαίνειν, ἵνα σὺ ἔχῃς
10πλουτεῖν. Ἵνα γὰρ σὺ εὐπορῇς ἐν τοῖς πνευματικοῖς, διὰ τοῦτο ἐκεῖνος ἀπορεῖ ἐν τοῖς βιωτικοῖς. Ὅτι τοί‐ νυν ἐδύνατο ποιῆσαι αὐτοὺς ἀνενδεεῖς, ἔδειξε διὰ πολλῶν· ὅτι δὲ διὰ σὲ ἀφίησιν αὐτοὺς ἐν ἐνδείᾳ εἶναι, καὶ τοῦτο δείκνυται ὁμοίως. Ταῦτα οὖν εἰδότες,
15μὴ πρὸς κατηγορίας, ἀλλὰ πρὸς εὐποιίας τραπῶμεν· μὴ τὰ ἑτέρων κακὰ περιεργαζώμεθα, ἀλλὰ τὰ ἡμέ‐ τερα αὐτῶν ἀναλογιζώμεθα· τὰ ἑτέρων κατορθώματα ἐννοῶμεν, τὰ δὲ ἡμέτερα ἁμαρτήματα ἀναλογιζώμε‐
θα· καὶ οὕτως εὐαρεστήσομεν τῷ Θεῷ. Ὁ μὲν γὰρColumn end

62

.

256

τὰ ἑτέρων ἁμαρτήματα ὁρῶν, καὶ τὰ αὑτοῦ κατορ‐ θώματα, διπλῇ βλάπτεται· ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυμίαν ἐμπί‐ πτει. Ὅταν γὰρ ἐννοήσῃ, ὅτι ὁ δεῖνα ἥμαρτεν, εὐκό‐
5λως ἁμαρτήσει καὶ αὐτός· ὅταν ἐννοήσῃ, ὅτι αὐτὸς κατώρθωσεν, εὐκόλως ἀπονοεῖται. Ὁ δὲ τὰ μὲν αὐτοῦ κατορθώματα λήθῃ παραδιδοὺς, τὰ δὲ ἁμαρτήματα βλέπων μόνα, καὶ τὰ ἑτέρων ἁμαρτήματα μὴ περιερ‐ γαζόμενος, ἀλλὰ τὰ κατορθώματα, πολλὰ κερδανεῖ.
10Πῶς, ἄκουε· Ὅταν ἴδῃ, ὅτι ὁ δεῖνα κατώρθωσε, πρὸς τὸν ἴσον αἴρεται ζῆλον· ὅταν ἴδῃ, ὅτι αὐτὸς ἥμαρτε, ταπεινοφρονήσει καὶ μετριάσει. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλαν‐
15θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

255

(20)

ΟΜΙΛΙΑ Ιʹ. Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
25 Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. αʹ. Αἱ ἀθυμίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ μέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστε‐
30ροῦσιν ἰσχύος. Διὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιπ‐ πησίους ἐν πολλῇ ὄντας ἀθυμίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυμίᾳ διὰ τὸ νομίζειν αὐτὸν ἤδη τετελευ‐ τηκέναι, διὰ τὸ κήρυγμα, διὰ Ἐπαφρόδιτον. Ὑπὲρ
35δὴ τούτων ἁπάντων πληροφορῶν αὐτοὺς ἐπάγει· Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι’ ὃν ἠλγεῖτε· ἔχετε Τιμόθεον, ἔρχομαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑμῖν λείπει λοιπόν; Χαί‐
40ρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελ‐ φούς. Ὅταν μὲν γὰρ ἢ διορθοῦσθαί τι βούληται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶ, χαίρετε ἐν Κυρίῳ. Καλῶς εἶ‐
45πεν, Ἐν Κυρίῳ, οὐ κατὰ τὸν κόσμον· οὐκ ἔστι γὰρ χαρῆναι τοῦτο. Αἱ θλίψεις αὗται, φησὶν, αἱ κατὰ Χριστὸν, ἔχουσι χαράν. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας. Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνε‐

62

.

255

(50)

σιν εἰσάγει, ἀλλ’ ὅτε αὐτοὺς πολλὰ ἐπῄνεσεν, ὅτε ἐθαύμασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ. Δοκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. Τίνας δέ φησι κύνας;
Ἐνταῦθα ἦσάν τινες, οὓς ἐν πάσαις ταῖς ἐπιστολαῖςColumn end

62

.

256

(21)

αἰνίττεται, Ἰουδαῖοι μιαροὶ καὶ κατάπτυστοι, αἰσ‐ χροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπάσαι, ἐκήρυττον καὶ τὸν Χριστια‐ νισμὸν, καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγ‐
25γέλιον. Ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτό φησι· Βλέπετε τοὺς κύνας. Οὐκέτι τέκνα Ἰουδαῖοι. Ποτὲ οἱ ἐθνικοὶ τοῦτο ἐκαλοῦντο, νῦν δὲ ἐκεῖνοι. Διὰ τί; Ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ τοῦ Θεοῦ καὶ τοῦ Χρι‐ στοῦ ἀλλότριοι ἦσαν, οὕτω καὶ οὗτοι γεγόνασι νῦν,
30καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ τὸ ἰταμὸν ἐντεῦθεν παρ‐ ίστησι, καὶ τὴν πολλὴν πρὸς τέκνα διάστασιν. Ὅτι γὰρ οἱ ἐθνικοί ποτε κύνες ἐκαλοῦντο, ἄκουσον τῆς Χαναναίας, τί φησι· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων
35ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Ἵνα δὲ μηδὲ τοῦτο ἔχωσιν, ἐπειδὴ καὶ κύνες εἰσὶν ἐπιτραπέζιοι, ἐπάγει, ὅθεν αὐτοὺς καὶ ἀλλοτριοῖ, λέγων, Βλέπετε τοὺς κακοὺς ἐργάτας. Καὶ θαυμαστῶς εἶπε, Βλέ‐ πετε τοὺς κακοὺς ἐργάτας· ἐργάζονται μὲν γὰρ,
40φησὶν, ἀλλ’ ἐπὶ κακῷ, καὶ ἀργίας πολλῷ χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείμενα. Βλέπετε, φησὶ, τὴν κατατομήν. Σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς, ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξ‐ ίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον αὐτῆς. Ἵνα
45μὲν γὰρ περιτομὴ γένηται, ἐλύετο σάββατον· ἵνα δὲ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο ἡ περιτομή. Καὶ θέα μοι τὴν τοῦ Θεοῦ οἰκονομίαν· αὕτη ἡ τοῦ σαββάτου αἰδεσιμωτέρα, εὑρίσκεται ἔν τισι χρόνοις [μὴ] παραλειφθεῖσα. Ὅταν οὖν αὐτὴ λύηται, πολλῷ

62

.

256

(50)

μᾶλλον τὸ σάββατον. Διὰ τοῦτο τὸ ὄνομα αὐτῆς ὁ Παῦλος κατατέμνει, καί φησι· Βλέπετε τὴν κατα‐ τομήν. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν ἡ περιτομὴ, πε‐
ριττὸν ἡ περιτομὴ, ἵνα μὴ πλήξῃ τοὺς ἄνδρας, ἀλλὰ255

62

.

257

σοφώτερον αὐτὸ οἰκονομεῖ, τοῦ μὲν πράγμα‐ τος ἀπάγων, τῷ δὲ ῥήματι χαριζόμενος, μᾶλλον δὲ καὶ τῷ πράγματι σπουδαιότερον. Ἀλλ’ οὐκ ἐπὶ Γαλα‐ τῶν οὕτως. Ἐπειδὴ γὰρ πολλὴ νόσος ἦν ἐκεῖ, γυμνῇ
5τῇ κεφαλῇ λοιπὸν μετὰ πολλῆς τῆς αὐθεντίας ἐπάγει τὴν τομήν· ἐνταῦθα δὲ, ἐπειδὴ οὐδὲν τοιοῦτον εἰρ‐ γάσαντο, αὐτοῖς χαρίζεται τὴν ἀπὸ τῆς προσηγορίας ἡδονήν· κἀκείνους ἐκβάλλει, καὶ τούτους, καί φησι· Βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ
10περιτομή. Πῶς; Οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Οὐκ εἶπεν, ὅτι δοκι‐ μάζομεν ἐκείνην τὴν περιτομὴν, καὶ ταύτην, τίς ἐστιν ἀμείνων, ἀλλ’ οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετ‐ έδωκεν· ἀλλὰ τί φησιν; Ἡ περιτομὴ ἐκείνη κατατο‐
15μή ἐστι. Διὰ τί; Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν. Ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον, οὐδὲν ἄλλο ἢ σαρκὸς τομή ἐστι καὶ κατατο‐ μή. Ἢ οὖν διὰ τοῦτο οὕτως αὐτὴν εἶπεν, ἢ ὅτι τὴν Ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν. Καὶ ἡμεῖς
20δὲ κατατομὴν λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. Εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι, φησὶ, παρ’ ἡμῖν ταύτην ἂν εὑρήσετε. Οἱ πνεύματι Θεῷ λατρεύοντες· τουτέστιν, οἱ πνευμα‐ τικῶς λατρεύοντες.
25 βʹ. Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα; Δῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ’ αὕτη μόνη ἐστὶ περιτομή. Ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρ‐
30δίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπι‐ στολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φα‐ νερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰου‐ δαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ
35γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀπο‐ στερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγρα‐
40φῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βα‐ σιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται μὲν τῇ ἀλη‐ θείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγομεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ, ἀλλ’, Ἡμεῖς ἐσμεν· εἰκότως. Τοῦτο γάρ
45ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ’ ἐν καρ‐

62

.

257

(50)

δίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέ‐ γει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύ‐ χησιν, παῤῥησίαν, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὢν
55κατηγόρει τῆς περιτομῆς, οὐ τῆς περιτομῆς δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν μετα‐ χειριζόντων, ἔδοξεν ἂν, ὡς ἀπεστερημένος τῆς τοῦ
Ἰουδαϊσμοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκColumn end

62

.

258

εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορεῖ, ὡς οὐ μετασχὼν, ἀλλ’ ὡς κατεγνωκὼς, οὐ δι’ ἄγ‐ νοιαν, ἀλλὰ δι’ ἐπίγνωσιν μάλιστα. Ὅρα οὖν τί
5φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐμπεσὼν εἰς ἀνάγκην τοῦ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊ‐ σμῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πε‐
10ποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· καὶ εὐθέως ἐπ‐ ήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουμένως, ἀλλὰ μετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι’ ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ, κἀγὼ μᾶλλον. Τοῦτο νῦν λέγω,
15ἐπεὶ ἐσιώπων. Καὶ ὅρα τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων· τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε, Δοκεῖ, ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πε‐ ποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως
20πεποιθήσεως οὔσης· πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. Περιτομὴ ὀκταήμερος. Καὶ πρῶτον τίθησιν ὃ μάλιστα ηὔχουν, τὸ τῆς περιτομῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀμφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ μὲν γὰρ τοῦ
25ὀκταήμερος περιτμηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους Ἰσραὴλ, οὐδὲ προσηλύτων γο‐ νέων. Ἀλλ’ ἵνα μὴ νομίσῃς, ὅτι, Ἐκ γένους Ἰσραὴλ, ἐκ τῶν δέκα φυλῶν, φησὶ, Φυλῆς Βενιαμίν· ὥστε τοῦ δοκιμωτέρου μέρους· τὰ γὰρ τῶν ἱερέων ἐν τῷ
30κλήρῳ ταύτης ἦν τῆς φυλῆς. Ἑβραῖος ἐξ Ἑβραίων. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐχὶ προσήλυτος, ἀλλ’ ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων. Ἐνῆν μὲν γὰρ εἶναι τοῦ Ἰσραὴλ, ἀλλ’ οὐκ Ἑβραῖον ἐξ Ἑβραίων. Πολλοὶ γὰρ καὶ διέφθειρον ἤδη τὸ πρᾶγμα, καὶ τῆς
35γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις μιγνύμενοι ἔθνεσιν. Ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν ἐντεῦθεν. Κατὰ νόμον Φαρισαῖος. Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως· ἐκεῖνα γὰρ πάντα ἀπροαίρετα. Καὶ γὰρ τὸ περιτμηθῆναι οὐκ αὐτοῦ,
40καὶ τὸ, Ἐκ γένους Ἰσραὴλ, καὶ τὸ, Ἐκ φυλῆς Βε‐ νιαμίν· ὥστε καὶ ἐκ τούτων μᾶλλον πλεονεκτεῖ, εἰ καὶ τὰ μάλιστα ἐκοινώνουν αὐτῷ πολλοί. Ποῦ οὖν τὸ, Μᾶλλον; Μάλιστα μὲν καὶ ἐν τούτῳ τῷ μὴ προσ‐ ήλυτον εἶναι, καὶ τῷ ἐκ τῆς δοκιμωτάτης φυλῆς, καὶ
45τῷ ἄνωθεν ἐκ προγόνων, ἅπερ οὐ πολλοὶ εἶχον· ἀλλ’, ἐπειδὴ πάντα ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαι‐ ρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί. Κατὰ νόμον Φαρι‐ σαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Τοῦτό φησι, διότι οὐκ ἀρκεῖ δεῖξαι τὸ, Μᾶλλον, μόνον

62

.

258

(50)

ἐκεῖνο· ἔστι γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν. Κατὰ δικαιοσύνην. Ἐπειδὴ ἔνι ῥιψοκίν‐ δυνον εἶναι, ἢ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ’ οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς. Ἀλλ’ αὐτὸς οὐ τοιοῦτος· ἀλλὰ, Κατὰ δικαιοσύνην
55τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυμίας, καὶ τρόπου, καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα, φησὶν, ἀλλ’ ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ
τοῦ Χριστοῦ, καὶ πολλῷ μείζονα; Διὸ ἐπήγαγεν257

62

.

259

Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. γʹ. Παῦλος μὲν πολιτείαν οὕτως ἠκριβωμένην, ἐκ πρώ‐ της ἡλικίας ἀρξαμένην, τοσαύτην εὐγένειαν, τοσού‐
5τους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ· ἡμεῖς δὲ οὐδὲ χρημάτων κατα‐ φρονοῦμεν, ἵνα Χριστὸν κερδήσωμεν, ἀλλ’ αἱρού‐ μεθα μᾶλλον ἐκπεσεῖν τῆς μελλούσης ζωῆς, ἢ τῶν
10παρόντων πραγμάτων· καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζημία. Εἰπὲ γάρ μοι, καθ’ ἕκαστον ἐξετά‐ σωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν. Τί γὰρ, εἰπέ μοι, τὸ ὄφελος ἀπὸ τῶν πολλῶν τῶν ἱματίων
15καὶ πολυτελῶν; τί καρπούμεθα κέρδος, ὅταν αὐτὰ ὦμεν περικείμενοι; Οὐδὲν, ἀλλ’ ἢ ζημιούμεθα μό‐ νον. Πῶς; Ὅτι καὶ ὁ πένης εὐτελὲς καὶ ἐκτετριμμέ‐ νον φορῶν, ἐν τῷ θάλπει οὐδὲν σοῦ χεῖρον φέρει τὸ καῦμα μᾶλλον δὲ ἐκεῖνος εὐκολώτερον· τὰ γὰρ ἐκ‐
20τετριμμένα τῶν ἱματίων καὶ μόνα περικείμενα, μᾶλ‐ λον ἀνίησι τὸ σῶμα· τὰ δὲ νεοκατασκεύαστα, κἂν ἀράχνης ᾖ λεπτότερα, οὐχ ὁμοίως. Καὶ σὺ μὲν διὰ τὸν τῦφον τὸν περιττὸν καὶ χιτωνίσκους δύο, καὶ τρεῖς, πολλάκις καὶ χλανίδα καὶ ζώνην, καὶ ἀναξυρίδας ἔχεις·
25ἐκείνῳ δὲ οὐδεὶς ἐγκαλεῖ ἕνα περικειμένῳ χιτωνίσκον μόνον· ὥστε εὐκολώτερον φέρει τὸ καῦμα. Ἀπὸ τού‐ του τοὺς μὲν πλουτοῦντας ὁρῶμεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας. Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐ‐
30τελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν ἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν; Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακο‐ νίας, ἀλλὰ πλέον μὲν χρυσίον κεκένωταί σοι, τὴν αὐ‐
35τὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει· σὺ μὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων, ὁ δὲ πένης ἀργυρίου ὀλίγου. Εἶδες τὴν ζημίαν; Ἀλλ’ ὁ τῦφος οὐκ ἀφίησιν ἰδεῖν. Βούλει καὶ ἐπὶ τῶν χρυσίων, ὧν καὶ τοῖς ἵπποις καὶ ταῖς γυναιξὶ περιτιθέασι, τοῦ‐
40τον ἐξετάσωμεν τὸν λόγον; Μετὰ γὰρ τῶν ἄλλων καὶ ἀνοήτους ποιεῖ τὸ πλουτεῖν. Τῆς γὰρ αὐτῆς τιμῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶ τοὺς ἵππους, καὶ εἷς ὁ καλ‐ λωπισμὸς ἀμφοτέρων· καὶ ἀπὸ τῶν αὐτῶν βού‐ λονται φαίνεσθαι λαμπρότεραι, ἀφ’ ὧν καὶ τὰ ζεύγη,
45ἀφ’ ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων, ἔνθα φέρονται. Εἰπὲ, τί τὸ κέρδος, ἡμίονον ἢ ἵππον τῷ χρυσῷ κατακοσμεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ’ οὐκ

62

.

259

(50)

ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα μὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ὅτι ἐν βαλανείοις καὶ πολλαχοῦ καὶ λίθοι καὶ χρυσία πολὺ τῆς τιμῆς ἀποτίθεται πλὴν ἀλλ’ ἔστω τοῦτο, καὶ μηδὲν βλα‐ πτέσθω· τί τὸ κέρδος, εἰπέ μοι; τί δέ; ὅταν ἐκπέσῃ
55καὶ ἀπόληται, οὐχὶ ζημία; τί δέ; ὅταν φθόνον ἐπι‐
σπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία; Ὅταν γὰρColumn end

62

.

260

ὠφελῇ μὲν μηδὲν τὴν περικειμένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται; Τί δὲ, εἰπέ μοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος
5φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέ‐ λειαν, ἀλλ’ ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖ‐ σθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα; Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ ἵνα οὕτω χρώμεθα αὐτοῖς, καθάπερ αἱ προθῆκαι τῶν χρυ‐
10σοχόων, ἀλλ’ ἵνα ἐργαζώμεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆ‐ σις οὐδαμοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδομῶμεν λαμπρὰς
15καὶ μεγάλας, καὶ κίοσι καὶ μαρμάροις καὶ στοαῖς καὶ περιπάτοις ταύτας κατακοσμῶμεν, εἴδωλα παν‐ ταχοῦ καὶ ξόανα ἱστῶντες; Πολλοὶ μὲν οὖν ἀπὸ τού‐ των καὶ δαίμονας καλοῦσι· πλὴν ἀλλὰ μὴ ταῦτα ἐξ‐ ετάσωμεν. Τί βούλεται καὶ ὁ χρυσοῦς ὄροφος; οὐχὶ
20τὴν αὐτὴν τῷ μετὰ συμμετρίας οἰκίαν ἔχοντι παρ‐ έχεται τὴν χρῆσιν; Ἀλλ’ ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ μέχρις ἡμέρας μιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης·
25ἀλλ’ ὁμοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχομεν. Τί γὰρ, εἰπέ μοι, εἰς ἀρίστην οἴκησιν κιόνων πλῆθος καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις διεσπαρ‐ μένος συμβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου περιττοῦ καὶ ἀνοίας ἐστί. Παντα‐
30χοῦ δὲ ἡμᾶς τῶν ἀναγκαίων εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν. δʹ. Ὁρᾷς ὅτι ζημία τὸ πρᾶγμα; ὁρᾷς ὅτι περιττὸν καὶ ἀνόνητόν ἐστιν; Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐ‐
35δὲν ἕτερόν ἐστιν ἢ ζημία. Ἀλλ’ οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα. Εἶτα ὁ μὲν Παῦλος ἅπερ ἐνόμιζεν εἶναι κέρδη, ταῦτα εἴασεν· ἡμεῖς δὲ οὐδὲ τὴν ζημίαν ἀφῶμεν διὰ τὸν Χριστόν; Μέχρι πότε τῇ γῇ προσηλώμεθα; μέχρι τίνος οὐκ ἀναβλέ‐
40πομεν εἰς τὸν οὐρανόν; Οὐχ ὁρᾶτε τοὺς γεγηρακότας, πῶς οὐδεμίαν τῶν παρελθόντων ἔχουσιν αἴσθησιν; οὐχ ὁρᾶτε τοὺς τελευτῶντας, τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεό‐ τητι; οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερημένους αὐ‐ τῶν; Τί τοῖς ἀστάτοις προστετήκαμεν; τί προσδεδέ‐
45μεθα τοῖς ἀβεβαίοις; μέχρι τίνος οὐκ ἀντιλαμβανό‐ μεθα τῶν μενόντων; Τί οὐκ ἂν ἔδωκαν οἱ γέροντες, εἴ γε ἐνῆν ἀποξέσαι τὸ γῆρας; Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦ‐

62

.

260

(50)

ναι, ὥστε γενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λα‐ βεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα μετὰ πλού‐ του πολλοῦ πολὺ πνευματικωτέραν, μηδὲ μικρὸν βού‐ λεσθαι προέσθαι, ἀλλὰ κατέχειν τὰ μηδὲν εἰς τὸ παρὸν
ὠφελοῦντα; Θανάτου σε ἐξελέσθαι οὐ δύναται, νόσον259

62

.

261

ἀπελάσαι οὐκ ἰσχύει, γῆρας κωλῦσαι, οὐδὲν τούτων τῶν ἀναγκαίων καὶ κατὰ τὸν τῆς φύσεως νόμον παρα‐ γινομένων· καὶ ἔτι αὐτῶν ἔχῃ; Τί τὸ κέρδος, εἰπέ μοι; Ἐντεῦθεν μέθη, γαστριμαργία, ἡδοναὶ ἄτοποι
5καὶ παντοδαπαὶ, πικρῶν δεσποτῶν μᾶλλον ἡμᾶς κατατείνουσαι. Ταῦτα ἀπὸ τοῦ πλούτου κερδαίνειν ἔστι μόνον, ἕτερον δὲ οὐδὲν, ἐπειδὴ οὐ βουλόμεθα· ἐπεὶ εἴ γε ἠθέλομεν, τὸν οὐρανὸν ἂν αὐτὸν ἐκληρονο‐ μήσαμεν ἀπὸ πλούτου. Οὐκοῦν καλὸν ὁ πλοῦτος,
10φησίν. Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ, ἀλλ’ ἡ τοῦ κεκτη‐ μένου προαίρεσις· ὅτι γὰρ προαίρεσις τοῦτο ποιεῖ, σκόπει ἐντεῦθεν· ἔνεστι καὶ τὸν πένητα κατακληρο‐ νομῆσαι τὸν οὐρανόν. Ὅπερ γὰρ πολλάκις εἶπον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς προσέχει, ἀλλὰ τῇ
15προαιρέσει τῶν παρεχόντων. Ἔνεστι καὶ ἐν πενίᾳ ὄντα, καὶ ὀλίγα δόντα, τὸ πᾶν ἀπενέγκασθαι. Τὰ γὰρ κατὰ δύναμιν ὁ Θεὸς ἀπαιτεῖ· οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ’ ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ μοχθηρά. Ταύτην οὖν διορ‐
20θώσωμεν, ταύτην ἀνακτησώμεθα, ταύτην ῥυθμί‐ σωμεν, καὶ πάντα ἡμῖν ἔσται εὔκολα. Καθάπερ γὰρ ὁ τεχνίτης, ἄν τε σιδηροῦν, ἄν τε χρυσοῦν σκέπαρ‐ νον ἔχῃ, ὁμοίως ἐργάζεται τὰ ξύλα, μᾶλλον δὲ ἐν τῷ σιδηρῷ πλέον· οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον
25μᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται. Περὶ μὲν γὰρ τοῦ πλούτου φησὶν ὁ Χριστὸς, Εὐκολώτε‐ ρον κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ δὲ τῆς πενίας οὐδὲν τοιοῦτον ἀπεφήνατο, ἀλλὰ καὶ
30τοὐναντίον· Πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς πτω‐ χοῖς, καὶ δεῦρο ἀκολούθει μοι, ὡς ἐκ τῆς προαιρέ‐ σεως τῆς ἀκολουθήσεως οὔσης. εʹ. Μὴ τοίνυν φεύγωμεν τὴν πενίαν, ὡς πονηρόν· βα‐ σιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν μὴ διώκωμεν
35τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ μὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ πανταχοῦ τὸ ὄμμα πρὸς τὸν Θεὸν ἀνατείνοντες, χρώμεθα εἰς δέον τοῖς ὑπηργμένοις ἡμῖν παρ’ αὐτοῦ, καὶ δυνάμει σώματος, καὶ περιουσίᾳ χρημάτων, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἄτοπον γὰρ ὑπ’
40αὐτοῦ γενομένους, ἑτέροις ταῦτα παρέχειν χρήσιμα, ἀλλὰ μὴ τῷ πεποιηκότι ἡμᾶς. Ἐποίησέ σοι ὀφθαλ‐ μούς· τούτους αὐτῷ πάρεχε χρησίμους, μὴ τῷ δια‐ βόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσματα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν
45γυναικῶν ὄψεως. Ἀλλ’ ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, μὴ τῷ διαβόλῳ, μὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ’ εἰς ἐντολὰς καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς ἀνατείνων αὐτὰς, εἰς τὸ τοῖς πεπτω‐ κόσιν ὀρέγειν χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ

62

.

261

(50)

πάρεχε, ἀλλὰ μὴ τοῖς διακεκλασμένοις μέλεσι, μηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόμῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σο‐ φὸς, αὐτῷ προσκολλήθητι. Ἐποίησέ σοι στόμα;
55Τοῦτο μηδὲν πραττέτω τῶν μὴ δοκούντων αὐτῷ,Column end

62

.

262

ἀλλὰ ψαλμῳδίας, ὕμνους, ᾠδὰς πνευματικὰς ᾀδέτω· Ἵνα δῷ χάριν, φησὶ, τοῖς ἀκούουσιν, εἰς οἰκοδο‐ μὴν, καὶ μὴ εἰς καταστροφὴν, εἰς εὐφημίαν, καὶ μὴ εἰς κατηγορίαν, μὴ εἰς ἐπιβουλὰς, ἀλλὰ πᾶν τοὐ‐
5ναντίον. Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κα‐ κίαν, ἀλλ’ ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ ἵνα διαῤῥηγνύῃς αὑτὴν, ἀλλ’ ἵνα φιλοσοφῇς· ἔθηκεν ἐπι‐ θυμίαν πρὸς παιδοποιίαν, ἀλλ’ οὐ πρὸς πορνείαν, καὶ μοιχείαν· ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασ‐
10φημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ’ ἵνα εὐφημῇς· ἔδωκε καὶ χρήματα, ἵνα εἰς δέον αὐτοῖς χρώμεθα· καὶ ἰσ‐ χὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦμεν κεχρημένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευματικῶν ἀποχωρίσωμεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς
15βαναύσοις προσέχωμεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις· ἵνα ἀλλήλοις ὑπηρετῶμεν, οὐχ ἵνα ἀλλήλοις ἐπιβου‐ λεύωμεν. Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσ‐ οῦτον μόνον, οὐχ ἵνα καλλωπίζηται οὗτος μὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται τῷ λιμῷ· ἔδωκεν
20ἱμάτια, ἵνα σκεπώμεθα, οὐχ ἵνα ἐπιδεικνυώμεθα, οὐχ ἵνα ταῦτα μὲν ᾖ πολὺ ἔχοντα χρυσίον, ὁ δὲ Χρι‐ στὸς γυμνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα μό‐ νος ἔχῃς, ἀλλ’ ἵνα καὶ ἄλλοις παρέχῃς· ἔδωκε γῆν, οὐχ ἵνα σὺ τὸ πλέον αὐτῆς ὑποτεμνόμενος εἰς πόρνας
25καὶ ὀρχηστὰς καὶ μίμους καὶ αὐλητὰς καὶ κιθαρ‐ ῳδοὺς ἀναλίσκῃς τὰ τοῦ Θεοῦ ἀγαθὰ, ἀλλ’ εἰς πεινῶν‐ τας καὶ δεομένους. Ἔδωκέ σοι θάλατταν, ἵνα πλέῃς, ἵνα μὴ κάμνῃς ὁδοιπορῶν, οὐχ ἵνα περιεργάζῃ αὐ‐ τῆς τὰ βάθη, καὶ λίθους καὶ ὅσα τοιαῦτα ἐκεῖθεν
30ἀναφέρῃς, οὐδ’ ἵνα ἔργον τοῦτο ποιῇ. Τίνος οὖν ἕνεκεν, φησὶν, οἱ λίθοι; Εἰπὲ δή μοι μᾶλλον σὺ, τίνος ἕνεκεν οἱ λίθοι, καὶ πῶς οὕτως εἰσὶν ἐκεῖνοι βαρύτιμοι; ἆρα τῇ δυνάμει; ἆρα τῇ χρήσει; Μᾶλ‐ λον μὲν οὖν οἱ μὴ τοιοῦτοι χρήσιμοι. Οἱ μὲν γὰρ κἂν
35πρὸς οἰκοδομὴν συμβάλλονται, ἐκεῖνοι δὲ πρὸς οὐδέν. Καὶ οὗτοι ἐκείνων ἰσχυρότεροι. Ἀλλ’ ἐκεῖνοι, φησὶ, κάλλος ἐργάζονται. Πῶς; ὑπολήψεώς ἐστι τὸ ἔργον. Λευκότεροί εἰσιν; Ἀλλ’ οὐκ εἰσὶ μαρμάρου τοῦ σφόδρα λευκοῦ λευκότεροι, ἀλλ’ οὐδὲ ἴσοι. Ἀλλ’
40ἰσχυρότεροι; Ἀλλ’ οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν. Ἀλλὰ χρησιμώτεροι; ἀλλὰ μείζους; Ἀλλ’ οὐδὲ τοῦτο. Πόθεν οὖν ἐθαυμάσθησαν; Ἀλλ’ οὐκ ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ ὑπολήψεως. Εἰ γὰρ μήτε καλλίους εἰσὶν (εὑρήσομεν γὰρ αὐτῶν περιφανεστέρους καὶ λευκο‐
45τέρους), μήτε χρήσιμοι, μήτε ἰσχυρότεροι, πόθεν οὕτως ἐθαυμάσθησαν; οὐχὶ ἀπὸ ὑπολήψεως μόνης; Τίνος οὖν ἕνεκεν ἔδωκεν αὐτούς; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλὰ σὺ ἐνόμισας μέγα τι εἶναι. Τί οὖν, φησὶν, ὅτι καὶ ἡ Γραφὴ τούτους θαυμάζει; Πρὸς τὴν ὑπόληψιν

62

.

262

(50)

λοιπὸν διαλέγεται τὴν σήν. Ἐπεὶ καὶ διδάσκαλος παι‐ δίῳ διαλεγόμενος, τὰ αὐτὰ ἐκείνῳ πολλαχοῦ θαυμά‐ ζει, ὅταν αὐτὸ βούληται ἐπισπάσασθαι καὶ ὑπαγα‐ γέσθαι. Τί κάλλος ἐπιζητεῖς ἱματίων; Ἱματίῳ σε περίβαλε καὶ ὑποδήμασιν· τούτοις κοσμοῦ, ἐν τού‐
55τοις ἀρκοῦ. Ἐπιθυμητὰ ὁ Δαυῒδ ὑπὲρ χρυσίον φησὶ, καὶ λίθον τίμιον πολὺν τὰ κρίματα τοῦ Θεοῦ. Ταῦτα δὲ ποῦ λόγον ἂν ἔχοι; Οὐκ ἔστι ταῦτα, ἀγα‐ πητοὶ, χρήσιμα· εἰ χρήσιμα ἦν, οὐκ ἂν ἐκέλευσεν
αὐτῶν καταφρονεῖν· ἀλλὰ πρὸς τὴν ὑπόληψιν τὴν261

62

.

263

ἡμετέραν φθέγγεται ἡ θεία Γραφή. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τίνος οὖν ἕνεκεν ἔδωκε, φησὶ, πορφύραν, καὶ ὅσα τοιαῦτα; Τῆς τοῦ Θεοῦ μεγαλειότητός ἐστιν ἔργον ταῦτα. Καὶ γὰρ καὶ ἀπὸ
5ἑτέρων τὸν πλοῦτον ἠθέλησεν δεῖξαι τὸν αὑτοῦ· ἐπεὶ καὶ σῖτον ἔδωκε μόνον· σὺ δὲ πολλὰ ἀπὸ τούτου κα‐ τασκευάζεις, πλακοῦντας, πέμματα διάφορα καὶ παντοδαπὰ, πολλὴν ἔχοντα τὴν ἡδονήν. Ἄλλως δὲ καὶ ἡ κενοδοξία πάντα ταῦτα ἐφεῦρεν· ἔδοξε γάρ
10σοι πάντων αὐτὰ προθεῖναι. Ἐπεὶ εἴ τίς σε ἔροιτο ξένος ἀνὴρ ἢ γεωργὸς καὶ ἄπειρος ὢν αὐτῶν, καὶ
ἰδών σε θαυμάζοντα εἴποι, Διὰ τί ταῦτα θαυμάζεις;Column end

62

.

264

τί ἔχεις εἰπεῖν; Ὅτι καλὸν ἰδεῖν; Ἀλλ’ οὐκ ἔστι. Παυ‐ σώμεθα τοίνυν τῆς τοιαύτης ὑπολήψεως, καὶ τῶν ὄντως ἀληθινῶν ἀντεχώμεθα. Ταῦτα γὰρ οὐκ ἔστιν, ἀλλ’ ἁπλῶς παρέρχεται μόνον ποταμοῦ δίκην παραῤ‐
5ῥέοντα. Διὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωμεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγω‐ μεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα,
10κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

62

.

263

(13)

ΟΜΙΛΙΑ ΙΑʹ. Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν
15Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ‐ σεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ
20μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νό‐ μου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.
25 αʹ. Τοῖς πρὸς τοὺς αἱρετικοὺς ἀγῶσιν ἀκμαζούσαις χρὴ προσβάλλειν ταῖς διανοίαις καὶ συνεχῶς. Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ πε‐ ριουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν. Διὰ τοῦτο βουλόμενος ὑμᾶς ἀπὸ τῶν Γρα‐
30φῶν πρὸς τοὺς τοιούτους ἀγῶνας παρεσκευάσθαι, ἵνα καὶ ἐντεῦθεν ἐπιστομίζειν τοὺς ἀντιλέγοντας δύνησθε, ἀπὸ τοῦ τέλους τῆς παρελθούσης διαλέξεως τὴν ἀρ‐ χὴν ταύτης τῆς μετὰ χεῖρας ποιοῦμαι. Καὶ τί ἦν ἐκείνης τὸ τέλος, φησί; Καταλέξας πάντα τὰ καυ‐
35χήματα τὰ Ἰουδαϊκὰ, τὰ ἀπὸ φύσεως, τὰ ἀπὸ προαι‐ ρέσεως, ἐπήγαγεν· Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι,
40ἵνα Χριστὸν κερδήσω. Ἐπιπηδῶσιν ἐνταῦθα οἱ αἱρετικοί. Καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος, ἐλπίδας αὐτοῖς ὑποθέσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. Εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἐπὶ τῶν ἄλλων ἐποίησαν, ἐποίησαν ἂν καὶ ἐπὶ
45τούτων· ἐξήλειψαν ἂν τὰ γράμματα, παρῃτήσαντο τὴν Γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτῃ ἀντιβλέπειν. Ἀλλ’ ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται, ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται· τοῦτο δὴ καὶ ἐνταῦθα συνέβη,

62

.

263

(50)

τῷ ζημίαν τὸν νόμον παρὰ Παύλου εἰρῆσθαι. Σκύβαλα εἴρηται ὁ νόμος, φησὶ, ζημία εἴρηται· οὐκ ἐνῆν Χρι‐ στὸν κερδᾶναι, εἰ μὴ τοῦτον ἐζημιώθην. Ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο,
55τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν. Τί
γάρ φασιν ἐπιπηδῶντες ἐκεῖνοι; Ἰδοὺ ζημία ὁ νό‐Column end

62

.

264

(14)

μος, ἰδοὺ σκύβαλα εἴρηται. Πῶς οὖν αὐτὸν Θεοῦ λέ‐
15γετε εἶναι; Αὐτὰ μὲν οὖν ταῦτα ὑπὲρ τοῦ νόμου ἐστί· καὶ πόθεν, ἐκεῖθεν δῆλον. Πρόσχωμεν ἀκριβῶς τοῖς λεγομένοις· οὐκ εἶπε, Ζημία ἐστὶν ὁ νόμος, ἀλλ’, Ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ κέρδους ἔλεγεν, οὐκ εἶπεν, Ἥγημαι, ἀλλ’, Ἦν κέρδος· ὅτε
20δὲ περὶ ζημίας, εἶπεν, Ἥγημαι, εἰκότως· ἐκεῖνο μὲν γὰρ ἐν φύσει, τοῦτο δὲ λοιπὸν γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως. Τί οὖν; οὐκ ἔστι, φησὶ, ζημία ὁ νόμος; Ἔστιν· ἀλλὰ διὰ τὸν Χριστόν· ἀλλὰ νῦν κέρδος γέγονεν. Οὐκ ἐνομίζετο κέρδος, εἶπεν, ἀλλὰ
25ἦν· μονονουχὶ λέγων· Ἐννόησον ὅσον ἦν ἀνθρώπους ἐκτεθηριωμένους τὴν φύσιν, εἰς τὸ τῶν ἀνθρώπων σχῆμα καταστῆσαι. Εἰ μὴ ὁ νόμος ἦν, οὐδ’ ἂν ἡ χά‐ ρις ἐδόθη. Διὰ τί; Ὅτι καθάπερ τις γέφυρα γέγονεν. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀπὸ τῆς πολλῆς ταπεινώσεως
30εἰς τὸ ὕψος ἀνελθεῖν, γέγονε κλῖμαξ. Ἀλλὰ εἰ καὶ τῆς κλίμακος οὐκέτι δέεται ὁ ἀνελθὼν, ἀλλ’ οὐ μὴν διὰ τοῦτο αὐτὴν ὑπερορᾷ, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν. Αὕτη γὰρ αὐτὸν εἰς τὸ μηκέτι δεῖσθαι αὐτῆς κατ‐ έστησε· καὶ ὅμως ὑπὲρ τούτου αὐτοῦ, ὅτι οὐ δεῖται
35αὐτῆς, αὐτῇ χάριν ὁμολογεῖν, φησὶ, δίκαιον· οὐ γὰρ ἂν ἀνέβη. Οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἀνήγαγεν ἡμᾶς εἰς ὕψος· οὐκοῦν κέρδος ἦν· ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν νομίζομεν. Πῶς; Οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ’ ἐπειδὴ πολὺ μείζων ἡ χάρις. Ὥσπερ γὰρ ὁ ἐν
40λιμῷ ὢν πένης, ἕως μὲν ἂν ἔχῃ ἀργύριον, διαφεύ‐ γει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσὸν εὕρῃ, καὶ μὴ ἐξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατ‐ έχειν, καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον (οὐ γάρ ἐστι),
45ἀλλ’ ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ’ ἀνάγκη τὸ ἓν καταλιπεῖν· οὕτω καὶ ἐνταῦθα. Ζημία οὖν οὐχ ὁ νόμος ἐστὶν, ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφ‐ ίστασθαι τοῦ Χριστοῦ. Ὥστε, ὅταν ἀπάγῃ ἡμᾶς Χρι‐ στοῦ, τότε ζημία· ἂν δὲ παραπέμπῃ, οὐκέτι. Διὰ

62

.

264

(50)

τοῦτό φησι, Ζημία, τουτέστι, διὰ τὸν Χριστόν. Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζημία. Διὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόμος; Καὶ μὴν εἰς τοῦτο, φησὶν, ἐδόθη, καὶ πλήρωμα νόμου Χριστὸς,
καὶ τέλος νόμου Χριστός. Ἀφίησιν, ἐὰν θέλωμεν263

62

.

265

πείθεσθαι. Ὁ τῷ νόμῳ τοίνυν πειθόμενος, αὐτὸν ἀφίησι τὸν νόμον; Ἀφίησιν, ἐὰν προσέχωμεν· ἂν μέντοι μὴ προσέχωμεν, οὐκ ἀφίησιν. Ἀλλὰ μὲν οὖν καὶ ἥγημαι πάντα ζημίαν εἶναι. Τί λέγω, φησὶ,
5τοῦτο περὶ τοῦ νόμου; οὐχὶ καλὸν ὁ κόσμος; οὐχὶ καλὸν ἡ παροῦσα ζωή; Ἀλλ’ ἐάν με ἀπαγάγῃ τοῦ Χριστοῦ, ζημίαν ταῦτα τίθεμαι. Διὰ τί; Διὰ τὸ ὑπερ‐ έχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου. Τοῦ γὰρ ἡλίου φανέντος, προσκαθῆσθαι τῷ
10λύχνῳ ζημία. Ὥστε ἀπὸ τῆς παραβολῆς ἡ ζημία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος. Ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται; Διὰ τὸ ὑπερέχον, φησὶν, οὐ διὰ τὸ ἀλλό‐ τριον· τὸ γὰρ ὑπερέχον, τοῦ ὁμογενοῦς ὑπερέχει. Ὥστε ἀφ’ ὧν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν,
15ἀπὸ τούτων δείκνυσι τὴν οἰκείωσιν τῆς γνώσεως. Δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Σκύβαλα οὔπω μὲν δῆλον, εἰ περὶ τοῦ νόμου φησὶ τὰ σκύβαλα· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων τοῦτο λέγειν.
20Εἰπὼν γὰρ, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦ‐ μαι, φησὶ, πάντα ζημίαν. Πάντα εἶπε, καὶ τὰ πά‐ λαι, καὶ τὰ παρόντα. Εἰ δὲ βούλει καὶ τὸν νόμον, οὐδὲ οὕτως ὕβρισται. Τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου
25ἐστὶ, καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλόν ἐστι, τὸ ἄχυρον λέγω. Ὥστε πρὸ τούτου χρήσιμον τὸ σκύβα‐ λον ἦν· μετὰ γὰρ τοῦ σίτου αὐτὸ ἐκλέγομεν, καὶ εἰ μή τι σκύβαλον ἦν, οὐκ ἂν ὁ σῖτος ἐγένετο. Οὕτω καὶ ἐπὶ τοῦ νόμου.
30 βʹ. Ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ τοῦτο ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν; Ἀλλὰ μὲν οὖν καὶ πάντα ἡγοῦμαι ζημίαν. Διὰ τί; Πάλιν, Διὰ τὸ ὑπερέχον τῆς γνώσεως, δι’ ὃν τὰ πάντα ἐζημιώθην. Εἶτα ἐπάγει, Διὸ καὶ ἡγοῦμαι πάντα
35ζημίαν εἶναι, ἵνα Χριστὸν κερδήσω. Ὁρᾷς πῶς ἐπιλαμβάνεται πάντοθεν τοῦ ἐρείσματος τοῦ Χρι‐ στοῦ, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νό‐ μον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πάντοθεν αὐτόν; Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιο‐
40σύνην τὴν ἐκ τοῦ νόμου. Εἰ ὁ δικαιοσύνην ἔχων, διὰ τὸ μηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύ‐ νην ἔδραμεν, οἱ μὴ ἔχοντες πῶς οὐ πολλῷ μᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; Καὶ καλῶς εἶπε, Μὴ ἔχων ἐμὴν δικαιοσύνην, οὐχ ἣν διὰ πόνων καὶ
45ἱδρώτων ἐκτησάμην, ἀλλὰ ἣν εὗρον ἀπὸ τῆς χάριτος, φησίν. Εἰ τοίνυν ὁ κατορθώσας, ἀπὸ χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον αὕτη ἐστὶ πρὸς ἐκείνην. Οὐ

62

.

265

(50)

γὰρ ἄν ποτε ἐγὼ κατορθώσας, αὐτὴν ῥίψας ταύτῃ προσέτρεχον. Ποία δέ ἐστιν αὕτη; Ἡ ἀπὸ πίστεως τοῦ Θεοῦ· τουτέστι, καὶ αὕτη παρὰ Θεοῦ δέδοται· Θεοῦ ἐστιν αὕτη ἡ δικαιοσύνη· δῶρόν ἐστιν αὕτη ὁλόκληρον. Τὰ δὲ τοῦ Θεοῦ δῶρα πολλῷ τῷ μέτρῳ
55ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων τῶν διὰ τῆς ἡμετέρας σπουδῆς γινομένων. Τί δέ ἐστιν ἡ πίστις; Ἐπὶ τῇ πίστει, φησὶ, τοῦ γνῶναι αὐτόν. Ἄρα διὰ πίστεως ἡ γνῶσις, καὶ πίστεως ἄνευ γνῶ‐
ναι αὐτὸν οὐκ ἔστι. Πῶς δέ; Δι’ αὐτῆς δεῖ γνῶναι τὴνColumn end

62

.

266

δύναμιν τῆς ἀναστάσεως αὐτοῦ· ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει; Οὐδὲ εἷς, ἀλλὰ πίστις. Εἰ δὲ ἡ ἀνάστασις τοῦ κατὰ σάρκα Χριστοῦ, πίστει γινώσκεται, πῶς ἡ γέννησις τοῦ Θεοῦ Λόγου
5λογισμοῖς καταλαμβάνεται; τῆς γὰρ γεννήσεως ἐλάτ‐ των ἡ ἀνάστασις. Διὰ τί; Ὅτι ἐκείνης μὲν πολλὰ τὰ ὑποδείγματα γέγονε, ταύτης δὲ οὐδὲ ἕν. Νεκροὶ μὲν γὰρ ἀνέστησαν πολλοὶ πρὸ τοῦ Χριστοῦ, εἰ καὶ ἐτε‐ λεύτησαν ἀναστάντες· ἀπὸ δὲ παρθένου οὐδεὶς ἐτέχθη
10ποτέ. Εἰ τοίνυν ὃ καὶ τῆς κατὰ σάρκα γεννή‐ σεως εὐτελέστερον, τοῦτο πίστει δεῖ παραλαμβάνειν, τὸ πολλῷ μεῖζον, καὶ ἀπείρως μεῖζον καὶ ἀσυγκρί‐ τως, πῶς λογισμῷ καταλαμβάνεται; Ταῦτα ποιεῖ τὴν δικαιοσύνην. Τοῦτο γὰρ δεῖ πιστεῦσαι, ὅτι ἐδυνήθη·
15τὸ δὲ πῶς ἐδυνήθη, οὐκέτι ἔστι παραστῆσαι· ἀπὸ γὰρ πίστεως ἡ κοινωνία τῶν παθημάτων. Πῶς; Εἰ γὰρ μὴ ἐπιστεύομεν, οὐδ’ ἂν ἐπάθομεν· εἰ μὴ ἐπι‐ στεύομεν, ὅτι συνυπομένοντες συμβασιλεύσομεν, οὐδ’ ἂν ἐπάθομεν τὰ παθήματα. Ἄρα πίστει καὶ ἡ
20γέννησις καὶ ἡ ἀνάστασις καταλαμβάνεται. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι’ ἔργων; Οὗτος γὰρ μάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστὸς, ὁ παραβόλως ἑαυτὸν τοῖς κινδύνοις ἐκδιδοὺς, ὁ κοινω‐ νῶν αὐτῷ ἐν τοῖς παθήμασι· τῷ γὰρ ἀναστάντι κοι‐
25νωνεῖ, τῷ ζῶντι. Διὰ τοῦτο ἔλεγε· Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νό‐ μου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν
30κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμε‐ νος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. —Συμμορφούμενος, φησὶ, τῷ θανάτῳ αὐτοῦ· τουτέστι, κοινωνῶν. Καθάπερ γὰρ ἐκεῖνος ὑπὸ τῶν ἀνθρώπων ἔπαθεν, οὕτω κἀγώ·
35διὰ τοῦτο εἶπε, Συμμορφούμενος· καὶ ἀλλαχοῦ πά‐ λιν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Τουτέστιν, οἱ διωγμοὶ καὶ τὰ παθήματα ταῦτα, τὴν εἰκόνα δημιουργοῦσιν ἐκείνην τοῦ θανάτου. Οὐ γὰρ τὸ ἑαυτοῦ ἐζήτει, ἀλλὰ
40τὸ τῶν πολλῶν. Ὥστε καὶ οἱ διωγμοὶ καὶ αἱ θλίψεις καὶ αἱ στενοχωρίαι οὐ μόνον ὑμᾶς οὐκ ὀφείλουσι θο‐ ρυβεῖν, ἀλλὰ καὶ εὐφραίνειν, ὅτι διὰ τούτων συμμορ‐ φούμεθα τῷ θανάτῳ αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, Ἐξεικο‐ νιζόμεθα· ὃ καὶ ἀλλαχοῦ λέγει γράφων, Τὴν νέκρω‐
45σιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέρον‐ τες. Καὶ τοῦτο δὲ ἀπὸ πίστεως πολλῆς γίνεται. Οὐ γὰρ, ὅτι ἀνέστη μόνον, πιστεύομεν, ἀλλ’ ὅτι καὶ μετὰ ἀνάστασιν πολλὴν ἔχει τὴν ἰσχύν. Διὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσε, τουτέστιν, ἀδελ‐

62

.

266

(50)

φοὶ γινόμεθα αὐτῷ καὶ κατὰ τοῦτο· ὡς ἂν εἰ ἔλεγε· Χριστοὶ γινόμεθα κατὰ τοῦτο. Βαβαὶ, πόσον τῶν πα‐ θῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι Συνετάφημεν τῷ ὁμοιώματι τοῦ θανά‐
55του αὐτοῦ, οὕτως ἐνταῦθα τῷ θανάτῳ συμμορφού‐ μεθα αὐτοῦ. Ἐκεῖ εἰκότως εἶπε, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθά‐ νομεν· οὐ γὰρ σώματι ἐν σαρκὶ ἀπεθάνομεν, ἀλλ’ ἁμαρτίᾳ. Ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ’
60ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, καὶ265

62

.

267

ἐκεῖ ὁ ἄνθρωπος ἀπέθανεν, ὃν ἀνέλαβεν αὐτὸς, ὁ ἐν σώματι ἡμῶν, ὧδε ὁ ἄνθρωπος τῆς ἁμαρτίας· διὰ τοῦτο ἐκεῖ μέν φησι, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ’,
5αὐτῷ τῷ θανάτῳ. γʹ. Παῦλος γὰρ οὐκέτι ἁμαρτίᾳ ἀπέθανεν ἐν τοῖς διωγμοῖς, ἀλλ’ αὐτῷ τῷ σώματι· ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον. Εἴ πως καταντήσω, φησὶν, εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τί λέγεις; καὶ
10μὴν πάντες αὐτῆς τυγχάνουσι· Πάντες μὲν γὰρ οὐ κοιμηθησόμεθα, φησὶ, πάντες δὲ ἀλλαγησόμεθα· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας πάντες, οἱ μὲν εἰς τιμὴν, οἱ δὲ εἰς ἐφόδιον κολάσεως. Εἰ τοίνυν πάντες τῆς ἀναστάσεως τυγχάνουσι, καὶ
15οὐ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴ πως καταντήσω; Διὰ τοῦτο ταῦτα πάσχω, φησὶν, Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νε‐ κρῶν· εἰ γὰρ μὴ ἀπέθανες, οὐκ ἀνίστασο. Τί οὖν
20ἐστι; Δοκεῖ μέγα τι ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάῤῥησεν ἀποφήνασθαι, ἀλλά φη‐ σιν ἁπλῶς, Εἴ πως. Ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν αὐτοῦ ἀνάστασιν, ἀλλὰ καὶ πάσχω δι’ αὐτὸν, ἀλλ’ οὔπω δύναμαι θαῤῥῆσαι περὶ τῆς ἀναστάσεως. Ποίαν
25ἐνταῦθα ἀνάστασίν φησι; Τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν. Εἶπον ὅτι ἐπίστευσα αὐτῷ καὶ τῇ τῆς ἀναστάσεως αὐτοῦ δυνάμει, καὶ ὅτι κοινωνός εἰμι τῶν παθημάτων αὐτοῦ, καὶ ὅτι συμμορφοῦμαι τῷ θανάτῳ αὐτοῦ· ἀλλ’ ὅμως μετὰ ταῦτα πάντα οὔπω
30θαῤῥῶ· ὅπερ ἀλλαχοῦ λέγει, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ
35Ἰησοῦ. —Οὐχ ὅτι ἤδη ἔλαβον. Τί ἐστιν, Ἤδη ἔλα‐ βον; Τὸ βραβεῖόν φησιν. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ δὲ ὁ διωκόμενος, εἰ δὲ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάῤῥει περὶ τῆς ἀναστάσεως ἐκείνης, τί ἂν εἴποιμεν ἡμεῖς; Τί ἐστιν, Εἰ καταλάβω; Ὅπερ πρότερον ἔλε‐
40γον, Εἰ καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν εἰ καταλάβω. Τουτέστιν, Ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν, ἐὰν δυνηθῶ μιμήσασθαι αὐτὸν, ἂν δυνηθῶ σύμμορφος αὐτῷ γε‐ νέσθαι. Οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη,
45ἐῤῥαπίσθη, ἐμαστιγώθη, ὕστερον ἀπέθανε. Τοῦτο στάδιόν ἐστι· διὰ πάντων τούτων δεῖ πρὸς τὴν ἀνά‐ στασιν αὐτοῦ φθάσαι, πάντας τοὺς ἄθλους ἐνεγκόντας. Ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι Ἐὰν καταξιωθῶ τῆς ἀνα‐ στάσεως τυχεῖν εὐδοκίμου, παῤῥησίαν ἐχούσης, εἰς

62

.

267

(50)

τὴν ἐξανάστασιν φθάνω τὴν αὐτοῦ. Ἂν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀνάστασιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. Οὐδέπω γὰρ, φησὶν, ἄξιός εἰμι· Διώκω δὲ, εἰ καὶ καταλάβω. Ἔτι ἐναγώνιός μοι ὁ βίος, ἔτι τοῦ τέλους
55εἰμὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω. Καὶ οὐκ εἶπε, Τρέχω, ἀλλὰ, Διώκω· εἰκό‐ τως. Ὁ γὰρ διώκων, ἴστε μεθ’ ὅσου τόνου διώκει· οὐδένα ὁρᾷ, πάντας μετὰ πολλῆς τῆς ῥύμης τοὺς
διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα καὶColumn end

62

.

268

ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει, πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ τὸ βραβεῖον μόνον. Εἰ δὲ ὁ διώκων Παῦλος, ὁ τοσαῦτα παθὼν, ἔτι φησὶν, Εἰ καὶ καταλάβω· τί ἂν εἴποιμεν ἡμεῖς οἱ ἀναπεπτωκότες;
5Εἶτα δεικνὺς, ὅτι ὀφειλῆς τὸ πρᾶγμά ἐστι, φησὶν, Ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ. Τῶν ἀπολλυμένων ἤμην, φησὶν, ἐπνιγόμην, ἔμελλον ἀπόλ‐ λυσθαι· κατέλαβέ με ὁ Θεός· καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς.
10Διὰ τούτου ταῦτα πάντα παρίστησι· τῷ γὰρ εἰπεῖν, ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλομένου καταλα‐ βεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτι αὐτὸν ἐφεύγομεν. δʹ. Διὸ καὶ δακρύειν ἄξιον, ὅτι πάντων εἰς τὴν προ‐
15τέραν κατάστασιν πάλιν ἐλθόντων, καὶ ὅτι πολλῆς ὀφειλῆς ὄντων ἡμῶν ὑπευθύνων, οὐδεὶς πενθεῖ, οὐδεὶς δακρύει, οὐδεὶς στενάζει. Καὶ μὴ καταγνῷς εἰρω‐ νείαν τοῦ λόγου· ὥσπερ γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ τὸν Θεὸν ἐφεύγομεν, οὕτω φεύγομεν αὐτὸν
20καὶ νῦν· φεύγειν γὰρ ἔστι τὸν Θεὸν, οὐ τόπῳ (παν‐ ταχοῦ γάρ ἐστι), ἀλλὰ τοῖς ἔργοις. Καὶ ὅτι οὐκ ἔστι φεύγειν, ἄκουε τοῦ προφήτου λέγοντος, Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Πῶς οὖν ἔστι φυγεῖν τὸν Θεόν; Ὡς
25ἔστι πόῤῥω γενέσθαι τοῦ Θεοῦ, ὡς ἔστι μακρυνθῆναι· Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· καὶ πάλιν, Οὐχὶ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν; Πῶς οὖν γίνεται τὸ μακρυνθῆναι; πῶς γίνεται διάστασις;
30Προαιρέσει καὶ ψυχῇ· τόπῳ γὰρ οὐκ ἔνι· πῶς γὰρ ἄν τις τὸν πανταχοῦ παρόντα φεύγοι; Ὁ τοίνυν ἁμαρτωλὸς φεύγει. Τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, Φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος. Σφόδρα φεύ‐ γομεν τὸν Θεὸν, καίτοι ἀεὶ διώκοντα ἡμᾶς αὐτόν. Ὁ
35Ἀπόστολος ἐδίωκεν, ἵνα ἐγγὺς αὐτοῦ γένηται· ἡμεῖς διώκομεν, ἵνα πόῤῥω γενώμεθα· ἆρα οὐκ ἄξια ταῦτα θρήνων; ἆρα οὐκ ἄξια δακρύων; Ποῦ φεύγεις, ἄθλιε καὶ ταλαίπωρε; ποῦ φεύγεις τὴν ζωὴν καὶ τὴν σω‐ τηρίαν τὴν σήν; Ἂν τὸν Θεὸν φύγῃς, πρὸς τίνα κα‐
40ταφεύξῃ; ἂν τὸ φῶς φύγῃς, ποῦ διαβλέψεις; ἂν τὴν ζωὴν φύγῃς, πόθεν ζήσῃ λοιπόν; Φύγωμεν τὸν ἐχθρὸν τῆς σωτηρίας τῆς ἡμετέρας. Ὅταν ἁμαρτάνωμεν, φεύγομεν ἀπὸ τοῦ Θεοῦ, δραπετεύομεν, εἰς ἀλλοτρίαν ἀπερχόμεθα γῆν, καθάπερ ἐκεῖνος ὁ καταφαγὼν τὰ
45ὑπάρχοντα τὰ πατρῷα, καὶ ἀπελθὼν εἰς ἀλλοτρίαν γῆν, ὁ καταναλώσας πᾶσαν τὴν πατρικὴν οὐσίαν, καὶ ἐν λιμῷ ζῶν. Ἔχομεν οὖν πατρικὴν οὐσίαν καὶ ἡμεῖς. Ποίαν δὴ ταύτην; Ἀπήλλαξεν ἡμᾶς τῶν ἁμαρτημά‐ των, ἐχαρίσατο ἡμῖν δύναμιν, ἰσχὺν πρὸς τὴν τῆς

62

.

268

(50)

ἀρετῆς ἐργασίαν, ἐχαρίσατο ἡμῖν προθυμίαν, ὑπο‐ μονὴν, ἐν τῷ βαπτίσματι ἐχαρίσατο ἡμῖν Πνεῦμα ἅγιον· ἂν ταῦτα καταναλώσωμεν, ἐν λιμῷ λοι‐ πὸν ἐσόμεθα. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἕως μὲν ἂν πυρετοῖς ἐνοχλῶνται καὶ χυμῶν κακίᾳ, οὐδὲ δι‐
55αναστῆναι, οὐδὲ ἐργάσασθαι, οὐδὲ πρᾶξαί τι δύναν‐ ται· ἂν δέ τις αὐτοὺς ἀπαλλάξῃ καὶ εἰς ὑγείαν ἀγά‐ γῃ, εἶτα μὴ ἐργάζωνται, παρὰ τὴν οἰκείαν αὐτῶν τοῦτο γίνεται ῥᾳθυμίαν· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν. Ἐπ‐
έκειτο ἡμῖν νόσος χαλεπὴ καὶ πυρετὸς σφοδρός· καὶ267

62

.

269

ἐκείμεθα οὐκ ἐπὶ κλίνης, ἀλλ’ ἐπὶ τῆς κακίας αὐτῆς, καθάπερ ἐν κοπρίᾳ, τῇ πονηρίᾳ ἐῤῥιμμένοι, ἡλκω‐ μένοι, δυσωδίας ἀνάπλεῳ, αὐχμῶντες, κατατρυχόμε‐ νοι, εἴδωλα μᾶλλον ὄντες, ἢ ἄνθρωποι. Περιειστήκε‐
5σαν ἡμᾶς δαίμονες πονηροὶ, ὁ ἄρχων τοῦ κόσμου τούτου γελῶν, ἐπεμβαίνων. Ἦλθεν ὁ τοῦ Θεοῦ Μονο‐ γενὴς, ἀφῆκε τὰς ἀκτῖνας τῆς παρουσίας αὐτοῦ, καὶ τὸν ζόφον εὐθέως ἀπήλασεν· ἦλθε πρὸς ἡμᾶς ὁ βασι‐ λεὺς ὁ ὢν ἐν τῷ θρόνῳ πατρικῷ, τὸν θρόνον ἀφεὶς
10τὸν πατρικὸν (ὅταν δὲ, ἀφεὶς, εἴπω, μὴ πάλιν μετά‐ στασιν νομίσῃς· τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν αὐτὸς πληροῖ· ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦτό φημι)· ἦλθε πρὸς ἐχθρὸν τὸν μισοῦντα αὐτὸν, τὸν ἀποστρεφόμε‐ νον, τὸν οὐδὲ ἰδεῖν αὐτὸν ἀνεχόμενον, τὸν καθ’ ἑκάστην
15αὐτὸν βλασφημοῦντα τὴν ἡμέραν. Εἶδεν ἐν κοπρίᾳ κείμενον, σκώληξιν ἡλκωμένον, πυρετοῖς, λιμῷ κατ‐ εχόμενον, πᾶν εἶδος ἔχοντα νόσου. Καὶ γὰρ καὶ πυ‐ ρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυμία πονηρὰ, καὶ φλεγμοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ
20βουλιμία τις ἡ λεγομένη κατεῖχε, τοῦτο γὰρ ἡ πλεον‐ εξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλμῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρ τὸ προσ‐ κυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι,
25καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία· ἀηδές τι, καὶ νόσος χαλεπωτάτη. Εἶδε χεῖρον πάλιν τῶν μαινομένων φθεγγομένους ἡμᾶς, καὶ τὸ ξύλον θεὸν καλοῦντας, καὶ τὸν λίθον ὁμοίως· εἶδεν ἐν τοσαύτῃ κακίᾳ, καὶ οὐκ ἐβδελύξατο, οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεστράφη,
30οὐκ ἐμίσησε· Δεσπότης γὰρ ἦν, καὶ τὸ ἴδιον πλάσμα οὐκ ἂν ἐμίσησεν. Ἀλλὰ τί ποιεῖ; Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται· τὴν γὰρ ἀρετὴν αὐτὸς πρῶτος μετῆλθε, καὶ οὕτως ἡμῖν ἔδωκε. Καὶ πρῶτον
35καθάπερ ἀντίδοτόν τι φάρμακον ἔδωκε τὸ λουτρὸν, καὶ οὕτω πᾶσαν ἠμέσαμεν κακίαν, καὶ πάντα ἐφυγα‐ δεύθη ἀθρόον, καὶ ἡ φλεγμονὴ ἐπαύσατο, καὶ ὁ πυρε‐ τὸς ἐσβέσθη, καὶ αἱ σηπεδόνες ἐκαύθησαν. Πάντα γὰρ καὶ τὰ ἀπὸ πλεονεξίας, καὶ τὰ ἀπὸ θυμοῦ, καὶ τὰ
40ἄλλα κακὰ ἐκενώθη διὰ τοῦ πνεύματος· ἀνεῴχθησανColumn end

62

.

270

οἱ ὀφθαλμοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφημον φω‐ νὴν ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶμα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύματος χάρι‐
5τος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα βασιλεῖ, καὶ ἐν ἁλουργίδι τρεφόμενον. Οἴμοι, πόσην εὐγένειαν ἡμῖν ἐχαρίσατο! ἡμεῖς δὲ περὶ τὸν οὕτως ἡμᾶς φιλήσαντα ἀχάριστοι μένομεν. Ἐτέχθημεν, ἐτράφημεν, εὐεργετήθημεν· τί πάλιν φεύγομεν τὸν
10εὐεργέτην; Ὁ τοίνυν ταῦτα πάντα ποιήσας, καὶ ἰσχὺν δίδωσιν· οὐ γὰρ ἐνῆν κατεχομένους τῷ νοσή‐ ματι ἐνεγκεῖν, εἰ μὴ αὐτὸς ἡμῖν ἔδωκε τὴν ἰσχύν. Ἔδωκε τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἠθετήσαμεν τὴν δωρεάν· ἔδωκεν ἡμῖν πλοῦτον, ἐσκορπίσαμεν
15αὐτὸν, κατεφάγομεν ἅπαντα· ἔδωκεν ἡμῖν ἰσχὺν, ἀνηλώσαμεν αὐτήν· ἔδωκεν ἡμῖν χάρισμα, ἐσβέσαμεν αὐτό. Πῶς; Ἀνηλώσαμεν εἰς οὐδὲν δέον, ἐχρησάμεθα ἐν οὐδενὶ χρησίμῳ. Ταῦτα ἡμᾶς ἀπώλεσε, καὶ τὸ πάντων δεινότερον, ὅτι ἐν ἀλλοτρίᾳ ὄντες, καὶ κεράτια
20ἐσθίοντες, οὐ λέγομεν· Ἐπιστρέψωμεν πρὸς τὸν Πατέρα καὶ εἴπωμεν· Ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ εἰς σὲ, καὶ Πατέρα οὕτως ἔχοντες φιλόστοργον, σφόδρα πο‐ θοῦντα ἡμῶν τὴν ἐπάνοδον· ὡς ἂν μόνον ἀποστῶμεν τῆς κακίας, ἂν πρὸς αὐτὸν ἐπανέλθωμεν μόνον, οὐδὲ
25ἐγκαλέσαι λοιπὸν ὑπὲρ τῶν προτέρων ἀνέχεται· μόνον ἀποστῶμεν· ἱκανὴ γὰρ ἀπολογία τὸ ἐπανελθεῖν. Τί λέγω, ἐγκαλέσαι οὐκ ἀνέχεται; οὐ μόνον αὐτὸς οὐκ ἐγκαλεῖ, ἀλλὰ, κἂν ἕτερος ἐγκαλῇ, ἐπιστομίζεται, κἂν εὐδοκιμηκὼς ᾖ ὁ ἐγκαλῶν. Οὐκοῦν ἐπανέλθωμεν·
30μέχρι τίνος ἀφιστάμεθα; λάβωμεν αἴσθησιν τῆς ἀτι‐ μίας, λάβωμεν αἴσθησιν τῆς εὐτελείας· ἡ κακία χοί‐ ρους εἶναι ποιεῖ, ἡ κακία λιμὸν φέρει τῇ ψυχῇ. Ἀνακτησώμεθα ἑαυτοὺς καὶ ἀναλήψωμεν, καὶ ἐπαν‐ έλθωμεν ἐπὶ τὴν προτέραν εὐγένειαν, ἵνα τύχωμεν
35τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

269

(41)

ΟΜΙΛΙΑ ΙΒʹ. Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέ‐ ναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν
45 διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. αʹ. Οὐδὲν οὕτω κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. Δύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν

62

.

269

(50)

αἴρει. Διόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν κατα‐ στέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων;
55Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατει‐Column end

62

.

270

(42)

ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤ‐ ῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος
45κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνι‐

62

.

270

(50)

σμαι, καὶ ἐνταῦθα, Οὐδέπω λογίζομαι κατειληφέ‐ ναι, ἀναγνούς τις ἀμφότερα, εἴσεται καλῶς τὴν αἰ‐ τίαν καὶ ἐκείνων καὶ τούτων τῶν ῥημάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡμᾶς πάντα δι‐ δάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα
55δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζομαι κατειληφέναι,269

62

.

271

φησὶν, ἀλλ’ ἑνός εἰμι μόνου, τοῦ τοῖς ἔμπροσθεν ἐπ‐ εκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπ‐ εκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βρα‐
5βεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰη‐ σοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁ μὲν οὖν ἤδη τετελειῶσθαι νομίζων, καὶ μηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν
10κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρματος ἔτι νομί‐ ζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά. Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. Οὐ
15μὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραμὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ’ ἔτι τρέχω, ἔτι ἀγωνίζο‐ μαι· τοῦτο μόνον σκοπῶ, ὅπως δὴ προκόπτοιμι. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθω‐ μάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δρο‐
20μεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ’ ὅσους λείπεται. Καὶ ἡμεῖς μὴ ὅσον ἠνύσαμεν τῆς ἀρετῆς ἀναλογιζώμεθα, ἀλλ’ ὅσον ἡμῖν λείπει. Τί γὰρ ἡμᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόμενον μὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζομαι,
25οὐδὲ μέμνημαι, ἀλλ’, Ἐκλανθανόμενος, ἡμᾶς προσ‐ εκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόμεθα, ὅταν πᾶσαν προθυμίαν εἰς τὸ λεῖπον ἀναλάβωμεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶμεν. Ἐπεκτεινόμενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζομεν. Ὁ γὰρ
30ἐπεκτεινόμενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέ‐ χοντας τῷ λοιπῷ σώματι προλαβεῖν σπουδάζων, ἐπ‐ εκτείνων ἑαυτὸν εἰς τὸ ἔμπροσθεν, καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυμίας γίνεται, ἀπὸ πολλῆς
35θερμότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, μετὰ τοσαύτης σπουδῆς, μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειμένου τὸ μέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡμῶν. Καθ’ ἡμέραν ἀπέθνησκεν ἐκεῖνος, καθ’
40ἡμέραν εὐδοκίμει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόμος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ’ ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον.
45 βʹ. Ὅρα πόσον τὸ διάστημα τοῦτο διαδραμεῖν, ὅρα πόσον τὸ ὕψος· ἐκεῖ δεῖ πετασθῆναι τοῖς τοῦ πνεύμα‐ τος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν. Μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι· ἔξεστι γάρ· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησὶν, ἐν οὐρανῷ· ἐκεῖ

62

.

271

(50)

τὸ βραβεῖόν ἐστιν. Ὁρᾷς τοὺς τρέχοντας πῶς νόμῳ ζῶσι; πῶς οὐδὲν τῶν ἐκλυόντων τὴν ἰσχὺν προσίεν‐ ται; πῶς ἀγωνίζονται καθ’ ἑκάστην ἡμέραν ἐν πα‐ λαίστρᾳ ὑπὸ παιδοτρίβῃ καὶ νόμῳ; Μίμησαι τούτους καὶ σὺ, μᾶλλον δὲ καὶ πλείονα ἐπίδειξαι προθυμίαν·
55οὐ γὰρ ἴσον τὸ βραβεῖον· πολλοὶ οἱ κωλύοντες· νόμῳ ζῆθι· πολλά ἐστι τὰ ἐκλύοντα τὴν ἰσχύν· εὐσκελῆ ποίησον αὐτὴν τῷ ποδί· ἔνεστι γάρ· οὐ γὰρ φύσεώς
ἐστιν, ἀλλὰ προαιρέσεως. Κούφην αὐτὴν ἐργασώ‐Column end

62

.

272

μεθα, ἵνα μὴ τῇ ταχύτητι τῶν ποδῶν τὸ λοιπὸν ἄχθος ἐμποδίζῃ· δίδαξον εἶναι τοὺς πόδας ἀσφαλεῖς· πολλοὶ γὰρ οἱ ὄλισθοι· κἂν καταπέσῃς, πολλὰ ἀπώλε‐ σας. Πλὴν κἂν καταπέσῃς, διανάστηθι· ἔνι καὶ οὕτω
5νικῆσαι. Μηδέποτε τοῖς ὀλισθηροῖς ἐπιχείρει πράγ‐ μασι, καὶ οὐ καταπεσῇ· ἐπὶ τὰ βεβηκότα τρέχε· ἄνω τὴν κεφαλὴν, ἄνω τὸ ὄμμα. Τοῦτο καὶ τοῖς τρέ‐ χουσιν οἱ παιδοτρίβαι παρακελεύονται· οὕτω διαβα‐ στάζεται ἰσχύς. Ἂν δὲ κάτω νεύσῃς, κατέπεσες, ἐξ‐
10ελύθης. Ἄνω βλέπε, ὅπου τὸ βραβεῖόν ἐστιν· αὐτὴ τοῦ βραβείου ἡ ὄψις μείζονα ποιεῖ τὴν προαίρεσιν· οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλ‐ πὶς, τὸ μῆκος μικρὸν ποιεῖ φαίνεσθαι. Τί ἐστι τὸ βραβεῖον; Οὐ κλάδος φοίνικος, ἀλλὰ τί; Βασιλεία
15οὐρανῶν, ἀνάπαυσις αἰώνιος, δόξα μετὰ Χριστοῦ, κληρονομία, ἀδελφότης, μυρία ἀγαθὰ, ἃ οὐκ ἔνι εἰ‐ πεῖν. Οὐκ ἔνι ἐκείνου τοῦ βραβείου τὸ κάλλος διηγή‐ σασθαι· ὁ κρατῶν αὐτὸ οἶδε μόνος, καὶ ὁ μέλλων αὐτὸ λαμβάνειν. Οὐκ ἔστι χρυσοῦν, οὐκ ἔστι διάλιθον·
20πολλῷ τούτων τιμιώτερον. Ὁ χρυσὸς βόρβορος πρὸς ἐκεῖνο τὸ βραβεῖόν ἐστι· λίθοι τίμιοι πλίνθος πρὸς τὸ κάλλος ἐκείνου τοῦ βραβείου. Ἂν ἐκεῖνο ἔχων ἀπ‐ έλθῃς εἰς τὸν οὐρανὸν, μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο
25φέροντα τὸ βραβεῖον· πᾶσι μετὰ παῤῥησίας προσ‐ ελεύσῃ πολλῆς. Ἐν Χριστῷ Ἰησοῦ. Ὅρα τὸν εὐγνώ‐ μονα. Ἐν Χριστῷ Ἰησοῦ τοῦτο ποιῶ, φησίν. Οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτον διελθεῖν διά‐ στημα· πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμα‐
30χίας. Κάτω μέν σε ἀγωνίζεσθαι ἐβουλήθη, ἄνω δὲ στεφανοῖ· οὐχ ὡς ἐνταῦθα, ἔνθα ὁ ἀγὼν, ἐκεῖ καὶ ὁ στέφανος, ἀλλ’ ἐν τῷ λαμπρῷ χωρίῳ ὁ στέφανος οὗ‐ τος. Οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμω‐ μένους καὶ τῶν ἀθλητῶν καὶ ἡνιόχων, οὐ στεφανοῦ‐
35σιν ἐν τῷ σταδίῳ κάτω, ἀλλ’ ἄνω καλέσας ὁ βασιλεὺς ἐκεῖ στεφανοῖ; Οὕτω καὶ ἐνταῦθα, εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βραβεῖον. Ὅσοι οὖν τέλειοι, φησὶ, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ποῖον τοῦτο;
40Τὸ, ὅτι δεῖ τῶν ὄπισθεν ἐπιλανθάνεσθαι· ὥστε τε‐ λείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον εἶναι. Πῶς τοίνυν λέγεις, Ὅσοι τέλειοι; εἰπὲ γάρ μοι, τοῦτο φρονοῦ‐ μεν ὃ σὺ φρονεῖς; Εἰ γὰρ μὴ ἔλαβες, μηδὲ τετελείω‐ σαι, πῶς τοὺς τελείους τοῦτο κελεύεις φρονεῖν, ὃ καὶ
45αὐτὸς φρονεῖς οὐδέπω τέλειος ὤν; Τοῦτο γάρ ἐστι, φησὶ, τελειότης; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Τουτέστιν, Εἰ δέ τις νομίζει τὸ πᾶν κατωρθωκέναι. Ἀσφαλίζεται αὐτούς· ἀλλ’ οὐκ εἶπεν οὕτως, ἀλλὰ τί· Καὶ εἴ τι ἑτέρως

62

.

272

(50)

φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅρα πῶς συνεσταλμένως τοῦτό φησιν· Ὁ Θεὸς ὑμᾶς διδάξει· τουτέστιν, Ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει ἁπλῶς· ἐδίδασκε μὲν γὰρ ὁ Παῦλος, ἀλλ’ ὁ Θεὸς ἐν‐ ῆγε. Καὶ οὐκ εἶπεν, Ἐνάξει, ἀλλ’, Ἀποκαλύψει, ἵνα
55δόξῃ μᾶλλον ἀγνοίας εἶναι τὸ πρᾶγμα. Οὐ περὶ δογ‐ μάτων ταῦτα εἴρηται, ἀλλὰ περὶ βίου τελειότητος,
καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι. Ὡς ὅ γε271

62

.

273

νομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τί ἐστι; Τέως φησὶν, ὃ κατωρθώσαμεν, κατέχωμεν, τὸ τῆς ἀγάπης,
5τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατ‐ ώρθωται. Εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰς ὃ ἐφθάσαμεν· τουτ‐ έστι, Τοῦτο ἡμῖν ἤδη κατώρθωται. Ὁρᾷς ὅτι κανόνα βούλεται εἶναι τὰ παραγγέλματα; Ὁ κανὼν οὔτε
10πρόσθεσιν, οὔτε ἀφαίρεσιν δέχεται, ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι. Τῷ αὐτῷ κανόνι· τουτέστι τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὅρῳ. Μιμηταί μου γίνεσθε, ἀδελ‐ φοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθ‐ ὼς ἔχετε τύπον ἡμᾶς. Εἶπεν ἀνωτέρω, Βλέπετε
15τοὺς κύνας, ἀπήγαγεν αὐτοὺς ἐκείνων· προσάγει τούτοις, οὓς δεῖ μιμεῖσθαι, λοιπόν. Εἴ τις ἡμᾶς μι‐ μεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε· εἰ καὶ ἐγὼ μὴ πάρειμι, ἀλλ’ ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον, τουτέστι,
20τῆς ἀναστροφῆς τοῦ βίου. Οὐ γὰρ διὰ ῥημάτων μόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ πραγμάτων· καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ μιμεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως· ἔνι γὰρ καὶ ἀπὸ στάσεως διαλυθῆναι τάξιν.
25 γʹ. Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπ‐ ηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους. Ἅπερ γὰρ τὰ γράμματα ἔλεγε, ταῦτα διὰ τῶν πραγμάτων πᾶσιν
30ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν μαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ μαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν
35ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιμον ποιεῖ, καὶ μαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν μὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος μὴ
40πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετε‐ λειωμένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ μὴ
45διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ’ ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ’ ἐκείνου

62

.

273

(50)

μάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ’ ἐκείνῳ καὶ τοῖς ἐκείνου μαθήμασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην· πρὸς ἐκείνην ῥύθμισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείμεναι
55βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ μετὰ τὸν
διδάσκαλον ἐν τοῖς μαθηταῖς· ὁ μὲν δι’ ἀκτημοσύνηςColumn end

62

.

274

ἔλαμψε, ὁ δὲ διὰ χρημάτων· οἷον ὁ Ἠλίας δι’ ἀκτη‐ μοσύνης, ὁ Ἀβραὰμ διὰ χρημάτων· οἵαν νομίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας· ὁ
5Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ
10πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱματίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήματα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγμονέστερος ὁ οἶκος ὁ
15βασιλικός. Ὁ τοίνυν Δαυῒδ ἔλαμψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδημα· ἄλ‐ λος ὁλοκλήρου δήμου προστασίαν ἐμπεπιστευμένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐν‐ ταῦθα γὰρ μείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ
20δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιμηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάμῳ, εἶδες καὶ ἐν παρ‐ θενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάμῳ καὶ ἐν παρ‐ θενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον
25Σαμψὼν, ἀλλ’ οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ’ ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυν‐ ται. Ἐν βασιλείᾳ δείκνυμι πολλοὺς ἀπολωλότας, ἐν
30δημαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζομένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ· ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασι‐
35λεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν μέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ μοι, αἰχμαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει μοι τὸν Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχμαλώτους γενο‐
40μένους, καὶ πῶς πολλῷ μᾶλλον ἔλαμψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχμαλωσίαν καὶ δουλείαν; οὐδὲ λιμὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος
45χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιμόθεος πυκναῖς ἀσθενείαις συνεχόμενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ

62

.

274

(50)

τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· μόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρε‐ τον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν
55ἐμποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔμπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάμενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον μετὰ
χεῖρας, κἂν μὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν μὴ ἐργάζηται,273

62

.

275

οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήμη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν,
5κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν. δʹ. Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι; Διὰ δόξης, φησὶ, καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τοῦτό ἐστι τὸ ποιοῦν ἀθλητὴν, τὸ πρὸς πάντα εἶναι ἐπιτήδειον· τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φύσις. Ἂν δὲ
10εἴπῃς, ὅτι Οὐ δύναμαι προεστάναι πολλῶν, μονάζειν ὀφείλω, ὕβρισας τὴν ἀρετήν· αὕτη γὰρ πᾶσι κεχρῆ‐ σθαι δύναται, καὶ διαφαίνειν, μόνον ἔστω ἐν τῇ ψυ‐ χῇ. Λιμός ἐστι; πλησμονή ἐστιν; Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν,
15Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ἔδει ἐργά‐ ζεσθαι; οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο. Ἔδει λιμῶξαι; οὐκ ἐτάκη, οὐδὲ ἐδίστασεν. Ἔδει ἀπο‐ θανεῖν; οὐκ ἐγένετο ταπεινός· διὰ πάντων τὸ φρόνημα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο. Τοῦτον οὖν
20ζηλώσωμεν, καὶ οὐκ ἔσται λύπης ἡμῖν ὑπόθεσις. Τί γὰρ, εἰπέ μοι, λυπῆσαι δυνήσεται τὸν τοιοῦτον; Οὐδέν. Ἕως ἂν μὴ ταύτην ἡμᾶς ἀφέληταί τις, πάν‐ των ἀνθρώπων μακαριώτεροι ἐσόμεθα, καὶ ἐνταῦθα, οὐχὶ ἐκεῖ μόνον. Ἔστω γὰρ ὁ ἐνάρετος καὶ γυναῖκα
25ἔχων καὶ παιδία καὶ χρήματα καὶ δόξαν πολλήν· περὶ ταῦτα πάντα ὁμοίως ἐνάρετος μένει· ἄφελε αὐτὰ, καὶ πάλιν ὁμοίως ἐνάρετος ἔσται, οὔτε ὑπὸ τῶν θλίψεων καταβαπτιζόμενος, οὔτε ὑπὸ τῆς εὐπραγίας ὀγκούμενος· ἀλλ’ ὥσπερ πέτρα, καὶ κυμαινούσης
30τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁμοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυμάτων θρυπτομένη, οὔτε ὑπὸ τῆς γαλήνης ἄλλο τι πάσχουσα· οὕτω καὶ ἡ ψυχὴ ἡ στεῤῥὰ ἕστηκε βεβαία καὶ ἐν γαλήνῃ καὶ ἐν κύμασι. Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ
35πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος· οὕτω καὶ ψυχὴ φιλόσοφος, πάντων τῶν ἄλλων θορυβουμένων, καὶ γελώντων πάλιν ἀκαίρως, ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς, αὐτὸς ὥσπερ
40ἐπί τινος αὐχένος καὶ οἴακος τῆς εὐλαβείας κάθηταιColumn end

62

.

276

ἀκλινής. Τί γὰρ, εἰπέ μοι, ταράξαι δύναται ψυχὴν εὐλαβῆ; Θάνατος; ἀλλὰ τοῦτο ζωῆς βελτίονος ἀρχὴν οἶδεν. Ἀλλὰ πενία; ἀλλὰ τοῦτο συμπράττει αὐτῇ πρὸς ἀρετήν. Ἀλλὰ νόσος; ἀλλ’ οὐδὲν ἡγεῖται αὐτὴν
5παροῦσαν. Τί λέγω νόσον; οὐδὲ τὴν ἄνεσιν, οὐδὲ τὴν θλῖψιν· προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν. Ἀλλ’ ἀδοξία; ἀλλὰ ὅλος ὁ κόσμος αὐτῇ ἐσταύρωται. Ἀλλὰ παίδων ἀποβολή; ἀλλ’ οὐ δέδοικεν· ὅταν γὰρ περὶ ἀναστάσεως ᾖ πεπληροφορημένη, τί αὐτὴν ἑλεῖν δύναται; Οὐδὲν
10τῶν πάντων. Ἀλλὰ πλοῦτος ἐπαίρει; οὐδαμῶς· οἶδε γὰρ ὅτι οὐδὲν τὰ χρήματα. Ἀλλὰ δόξα; ἀλλὰ πεπαί‐ δευται, ὅτι πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἀλλὰ τρυφή; ἀλλ’ ἤκουσε Παύλου λέγοντος, ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ὅταν οὖν μήτε
15φλεγμαίνῃ, μήτε συστέλληται, τί τῆς ὑγείας ταύτης ἴσον ἂν εἴη; ἀλλ’ οὐχ αἱ ἄλλαι ψυχαὶ τοιαῦται, ἀλλὰ τῆς θαλάττης καὶ τοῦ χαμαιλέοντος πυκνότερον τρέ‐ πονται. Ὥστε πολὺν εἶναι γέλωτα, ὅταν ἴδῃς τὸν αὐτὸν νῦν μὲν γελῶντα, νῦν δὲ κλαίοντα, νῦν δὲ
20φροντίζοντα, νῦν δὲ ὑπὲρ τὸ μέτρον ἐκκεχυμένον. Καίτοι ὁ Παῦλος οὐ δι’ ἄλλο τί φησι, Μὴ συσχη‐ ματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ’ ἢ ὅτι ἐν τῷ οὐρανῷ πολιτευόμεθα, ἔνθα οὐκ ἔστι τροπή. Ἐπήγγελται ἡμῖν ἔπαθλα οὐ τρεπόμενα· οὐκοῦν τοιαύ‐
25την πολιτείαν ἐπιδειξώμεθα, ἐντεῦθεν ἤδη λάβωμεν τὰ ἀγαθά. Τί εἰς εὔριπον ἑαυτοὺς ῥιπτοῦμεν, καὶ εἰς κλυδώνιον, καὶ εἰς χειμῶνα, καὶ εἰς ζάλην; Γενώμεθα ἐν γαλήνῃ. Οὐ παρὰ τὸν πλοῦτόν ἐστιν, οὐ παρὰ τὴν πενίαν, οὐ παρὰ τὴν δόξαν, οὐ παρὰ
30τὴν ἀδοξίαν, οὐ παρὰ τὴν νόσον, οὐ παρὰ τὴν ὑγείαν, οὐ παρὰ τὴν ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ταῦτα πάντα ψυχήν. Ἂν αὐτὴ στεῤῥὰ ᾖ καὶ καλῶς πεπαιδευμένη τὴν τῆς ἀρετῆς ἐπιστήμην, πάντα εὔκολα αὐτῇ ἔσται. Καὶ ἐντεῦθεν ἤδη τὴν ἀνάπαυσιν
35ὄψεται, καὶ τὸν λιμένα τὸν εὔδιον, καὶ μυρίων ἀπελ‐ θοῦσα ἐκεῖ ἀγαθῶν ἐπιτεύξεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
40εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

275

(41)

ΟΜΙΛΙΑ ΙΓʹ. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπ‐
45ώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰη‐ σοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα

62

.

275

(50)

τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτά‐ ξαι ἑαυτῷ τὰ πάντα. αʹ. Οὐδὲν οὕτως ἀνάρμοστον καὶ ἀλλότριον Χριστια‐
55νοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν· οὐδὲν οὕτω τῆς ἐπαγγελίας καὶ στρατολογίας ἀλλότριον, ὡς τὸ
τῷ παρόντι προστετηκέναι βίῳ. Ὁ Δεσπότης σουColumn end

62

.

276

(42)

ἐσταυρώθη, καὶ σὺ ἄνεσιν ζητεῖς; ὁ Δεσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾷς; καὶ ποῦ ταῦτα στρα‐ τιώτου γενναίου; Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Πολ‐
45λοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυ‐ ροῦ τοῦ Χριστοῦ. Ἐπειδή τινες ἦσαν ὑποκρινόμε‐ νοι μὲν τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ζῶντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ· διὰ τοῦτο ταῦτα

62

.

276

(50)

οὕτως ἔλεγεν. Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατε‐ ταγμένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης· ἐκεῖνοι δὲ ἀπεναντίας πολιτεύονται. Ὥστε κἂν λέ‐ γωσιν εἶναι τοῦ Χριστοῦ, ἀλλ’ ὡς ἐχθροί εἰσι τοῦ σταυροῦ· ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπού‐
55δαζον τὸν ἐσταυρωμένον βίον ζῇν. Οὐκ ἀνεσκολοπί‐275

62

.

277

σθη σου ὁ Δεσπότης; Μίμησαι σὺ ἄλλως αὐτὸν, εἰ μὴ τὸν ἐκείνου δύνασαι τρόπον· σταύρωσον ἑαυτὸν, κἂν μηδείς σε σταυρώσῃ· σταύρωσον σεαυτὸν λέγω, οὐχ ἵνα σεαυτὸν ἀνέλῃς (μὴ γένοιτο, τοῦτο γὰρ ἀσε‐
5βὲς), ἀλλ’ ὡς Παῦλος ἔλεγεν· Ἐμοὶ γὰρ, φησὶ, κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Εἰ φιλεῖς τὸν Δεσπότην σου, τὸν θάνατον ἀπόθανε τὸν ἐκείνου· μάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ
10βίου. Διὰ τούτου πάντα τελεῖται· βάπτισμα διὰ τοῦ σταυροῦ (δεῖ γὰρ ἀναλαβεῖν τὴν σφραγῖδα)· χειρο‐ τονία διὰ τοῦ σταυροῦ· κἂν ἐν ὁδοῖς ὦμεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, μέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄμαχος, τῷ διαβόλῳ ἀντίπα‐
15λος. Τούτῳ οὖν ἐχθραίνων βαστάζεις τὸν σταυρὸν, μὴ ἁπλῶς σφραγιζόμενος, ἀλλὰ τὰ τοῦ σταυροῦ πά‐ σχων. Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ μοι· τουτέστιν, ἐὰν μή τις ᾖ παρ‐
20εσκευασμένος πρὸς θάνατον. Οὗτοι δὲ ἀγενεῖς ὄντες καὶ φιλόζωοι καὶ φιλοσώματοι, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσι· καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧ σπουδάζει
25συνουσιωθῆναι, ὡς ὅταν λέγῃ· Ἐγὼ ἐσταύρωμαι τῷ κόσμῳ, καὶ ὁ κόσμος ἐμοί. Νῦν δέ φησι, Καὶ κλαίων λέγω. Διὰ τί; Ὅτι ἐπέτεινε τὸ κακὸν, ὅτι δακρύων ἄξιοι οἱ τοιοῦτοι. Ὄντως δακρύων ἄξιοι οἱ τρυφῶντες, τὸ μὲν περιβόλαιον, τουτέστι, τὸ σῶμα
30λιπαίνοντες, τῆς δὲ μελλούσης εὐθύνας διδόναι οὐ‐ δένα ποιούμενοι λόγον. Ἰδοὺ τρυφᾷς, ἰδοὺ μεθύεις, σήμερον καὶ αὔριον, καὶ δέκα ἔτη καὶ εἴκοσι καὶ τριάκοντα καὶ πεντήκοντα καὶ ἑκατὸν, ὅπερ ἀδύνα‐ τον· πλὴν ἀλλ’, εἰ βούλει, θῶμεν· τί τὸ πέρας; τί
35τὸ κέρδος; Οὐδέν. Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δα‐ κρύων ἄξιον καὶ θρήνων; Ἤγαγεν ἡμᾶς εἰς τὸ στά‐ διον τοῦτο ὁ Θεὸς, ἵνα στεφανώσῃ, καὶ ἡμεῖς ἄπιμεν μηδὲν ἐργασάμενοι γενναῖον. Κλαίει τοίνυν ὁ Παῦλος ἐφ’ οἷς ἕτεροι γελῶσι καὶ σπαταλῶσιν· οὕτως ἐστὶ
40συμπαθητικὸς, οὕτω φροντίζει πάντων ἀνθρώπων. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Διὰ τοῦτό ἐστι θεὸς αὐτοῖς· τοῦτό ἐστι, Φάγωμεν καὶ πίωμεν. Ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς δὲ ἡ κοιλία ὁ θεός. Οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, καὶ
45ἐκείνων χείρους; Καὶ ἡ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς τὴν περιτομήν φασι δηλοῦν διὰ τούτου· ἐγὼ δὲ οὐ τοῦτό φημι, ἀλλὰ τοῦτό ἐστιν· Ἐφ’ οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις σεμνύνονται. Τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· Τίνα οὖν μισθὸν εἴχετε

62

.

277

(50)

τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; Δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν μέντοι τις καὶ ἐγκαλ‐ λωπίζηται, ὑπερβολὴ ἀναισθησίας. Ἆρα περὶ ἐκεί‐ νων μόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡμῖν ἐν‐
55ταῦθα ἐξέφυγον τὸ ἔγκλημα; καὶ οὐδείς ἐστιν ὑπεύ‐ θυνος τούτῳ; οὐδὲ Θεὸν ἔχει τὴν κοιλίαν; οὐδὲ τὴν δόξαν ἐν τῇ αἰσχύνῃ; Βούλομαι, καὶ σφόδρα βούλομαι μηδὲν τούτων εἶναι πρὸς ἡμᾶς, μηδὲ εἰδέ‐
ναι τινὰ ἔνοχον τοῖς λεγομένοις· δέδοικα δὲ μὴ πρὸςColumn end

62

.

278

ἡμᾶς μᾶλλον, ἢ τοὺς τότε λέγηται. Ὅταν γὰρ πάντα τὸν βίον ἐν πότοις καὶ κώμοις ἀναλίσκῃ τις, καὶ εἰς μὲν πένητας ὀλίγα τινὰ δαπανᾷ, τὸ δὲ πλέον ἀναλί‐ σκῃ εἰς τὴν κοιλίαν, οὐκ εἰκότως καὶ περὶ αὐτοῦ
5λεχθήσεται; βʹ. Οὐδὲν ἐντρεπτικώτερον τῆς λέξεως, οὐδὲν πλη‐ κτικώτερον, Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τίνες οὗτοί εἰσιν; Οἱ ἐπί‐ γεια φρονοῦντες, οἱ λέγοντες· Οἰκοδομήσωμεν οἰ‐
10κίας. Ποῦ; Ἐν τῇ γῇ, φησί· κτησώμεθα ἀγροὺς, ἐν τῇ γῇ πάλιν· ἐπιτύχωμεν ἀρχῆς, πάλιν ἐν τῇ γῇ· τύχωμεν δόξης, πάλιν ἐν τῇ γῇ· πλουτήσωμεν, πάντα ἐν τῇ γῇ. Οὗτοί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ’ ἐνταῦθα
15πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Εἶτα σὺ μὲν περὶ τοῦ σώματος ἀλγεῖς, ὅτι γήϊνόν ἐστι, καίτοι τοῦτό σε οὐδὲν παραβλάπτει εἰς ἀρετῆς λόγον· τὴν
20δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ μηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ μοι, καὶ διακέχυσαι; καὶ ποίας τεύξῃ συγγνώμης διακείμενος ἀναλγήτως, δέον καὶ τὸ σῶμα ποιῆσαι πνευματικόν; ἔξεστι γὰρ, ἂν θέλῃς. Κοιλίαν ἔλαβες, ἵνα τρέφῃς, οὐχ ἵνα δια‐
25σπᾷς· ἵνα κρατῇς αὐτῆς, οὐχ ἵνα δέσποιναν ἔχῃς· ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν μορίων δια‐ τροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς. Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θά‐ λασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ
30σῶμα τὸ ἡμέτερον μετὰ τῆς ψυχῆς· πᾶσαν ἐπικλύ‐ ζει τὴν οἰκουμένην ἐκείνη, καὶ αὕτη ἅπαν τὸ σῶμα. Θὲς αὐτῇ ὅρον τὴν αὐτάρκειαν, καθὼς Θεὸς ἔθετο τῇ θαλάσσῃ τὴν ἄμμον· κἂν κυμαίνῃ, κἂν ἀγριαίνῃ, ἐπιτίμα αὐτῇ τῇ δυνάμει τῇ οὔσῃ ἐν σοί. Ὅρα πῶς
35λόγῳ σε ἐτίμησεν ὁ Θεὸς, ἵνα αὐτὸν μιμῇ· σὺ δὲ οὐ θέλεις, ἀλλ’ ὁρῶν αὐτὴν ὑπερβλύζουσαν, καὶ πᾶσαν διαφθείρουσαν τὴν φύσιν, καὶ λιμνάζουσαν, οὐ τολ‐ μᾷς κατασχεῖν οὐδὲ σωφρονίσαι. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Ἴδωμεν πῶς Παῦλος ἐδούλευσε τῷ Θεῷ·
40ἴδωμεν πῶς καὶ οἱ γαστρίμαργοι τῇ κοιλίᾳ. Οὐχὶ μυρίους ὑπομένουσιν οὗτοι θανάτους; οὐχ, ἅπερ ἂν προστάττῃ, δεδοίκασι παρακοῦσαι; οὐχὶ τὰ ἀδύνατα διακονοῦνται αὐτῇ; Οὐχὶ ἀνδραπόδων χείρους εἰσίν; Ἀλλ’ οὐχ ὁ Παῦλος τοιοῦτος· διὸ καὶ ἔλεγεν, Ἡμῶν
45δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ θελήσω‐ μεν γενέσθαι λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα. Ἐξ οὗ καὶ Σωτῆρα, φησὶν, ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπει‐

62

.

278

(50)

νώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς· ἀπ’ οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτήρ· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς. Ὃς μετασχηματίσει τὸ σῶμα, φησὶ, τῆς
55ταπεινώσεως ἡμῶν. Πολλὰ πάσχει νῦν τὸ ἡμέτερον σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά· ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθε. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Εἰς τὸ γενέσθαι αὐτὸ σύμ‐
μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἄρα τὸ277

62

.

279

αὐτὸ μέν ἐστιν, ἐνδύεται δὲ ἀφθαρσίαν. Μετασχη‐ ματίσει, φησίν. Ἄρα καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσε. Σῶμα δὲ ταπεινώσεως ἡμῶν εἶπεν, ὅτι τεταπείνωται νῦν,
5ὅτι τῇ φθορᾷ ἐστιν ὑπεύθυνον, τῇ ἀλγηδόνι, ὅτι δο‐ κεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν τι πλέον. Εἰς τὸ γενέσθαι αὐτὸ, φησὶ, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Βαβαί! ἐκείνῳ, τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ Πατρὸς, σύμμορφον τοῦτο
10τὸ σῶμα γίνεται· ἐκείνῳ, τῷ προσκυνουμένῳ ὑπὸ ἀγγέλων, ἐκείνῳ, ᾧ παρεστήκεσαν αἱ ἀσώματοι δυνά‐ μεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. Ἆρα ἂν ἡ οἰκουμένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς
15ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡμῖν κειμένης ἐκείνῳ γενέσθαι σύμμορ‐ φον, μετὰ τῶν δαιμόνων ἀπέρχεται; Οὐ μέλει μοι γεέννης λοιπόν· ὅσα ἂν εἴπῃς, οὐδὲν νομίζω πρὸς τὴν ἔκπτωσιν ταύτην. Τί λέγεις, ὦ Παῦλε; ἐκείνῳ
20σύμμορφον γίνεται; Ναὶ, φησίν. Εἶτα, ἵνα μὴ ἀπι‐ στήσῃς, καὶ λογισμὸν ἐπήγαγε· Κατὰ τὴν ἐνέρ‐ γειαν, φησὶ, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Δύναμιν ἔχει, φησὶν, ὥστε τὰ πάντα ὑποτάξαι, ὥστε καὶ τὴν φθορὰν καὶ τὸν θάνα‐
25τον· μᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτο ποιεῖ. Ποῖον γὰρ δυνάμεώς ἐστι μείζονος, εἰπέ μοι, ἀγγέλους καὶ ἀρχαγγέλους καὶ Χερουβὶμ καὶ Σερα‐ φὶμ ὑποτάξαι καὶ δαίμονας, ἢ σῶμα ποιῆσαι ἄφθαρτον καὶ ἀθάνατον; Πολλῷ δὴ μᾶλλον τοῦτο, ἣ
30ἐκεῖνο. Ἔδειξε μείζονα ἔργα τῆς δυνάμεως αὐτοῦ, ἵνα καὶ τούτοις πιστεύσῃς. Ὥστε κἂν ὁρᾶτε τούτους χαίροντας, κἂν ὁρᾶτε δεδοξασμένους, στήκετε, μηδὲν παραβλάπτεσθε παρ’ αὐτῶν, μηδὲν πτύρεσθε· ἱκαναὶ αὗται αἱ ἐλπίδες καὶ τὸν σφόδρα νωθρὸν καὶ ὑπνηλὸν
35ἀνορθῶσαι. Ὥστε, ἀδελφοί μου, φησὶν, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρά μου καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Οὕτω, πῶς; Ὡς ἑστήκατε ἀκλινεῖς. Ὅρα πῶς μετὰ τὴν παραί‐ νεσιν τὰ ἐγκώμια· Χαρὰ καὶ στέφανός μου. Οὐχ
40ἁπλῶς χαρὰ, ἀλλὰ καὶ δόξα· οὐχ ἁπλῶς δόξα, ἀλλὰ καὶ στέφανος· ἧς δόξης οὐκ ἔστιν ἴσον, ὅταν Παύλου στέφανος ὦσιν. Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπη‐ τοί· τουτέστιν, ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ. Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ
45φρονεῖν ἐν Κυρίῳ. Καὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συναντιλαμβάνου αὐταῖς. γʹ. Τινὲς τὴν γυναῖκα αὐτοῦ παρακαλεῖν ἐνταῦ‐ θά φασιν, Σύζυγε γνήσιε· ἀλλ’ οὐκ ἔστιν, ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. Συναντιλαμβά‐

62

.

279

(50)

νου αὐταῖς, φησὶν, αἵτινες ἐν τῷ εὐαγγελίῳ συν‐ ήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν μαρτυρεῖ; Ὅπερ τοῖς ἀποστόλοις εἶπεν ὁ Χριστὸς, Μὴ χαίρετε, ὅτι τὰ
55δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγεγραμμένα ἐν βίβλῳ ζωῆς, τοῦτο αὐτοῖς μαρτυρεῖ καὶ οὗτος λέγων, Ὧν τὰ ὀνόματα ἐν βί‐ βλῳ ζωῆς. Δοκοῦσι δέ μοι αὗται αἱ γυναῖκες τὸ κε‐
φάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ, καὶ παρατί‐Column end

62

.

280

θεται αὐτὰς ἀνδρὶ ἴσως θαυμαστῷ, ὃν καὶ σύζυγον καλεῖ· ᾧ ἴσως εἰώθει παρατίθεσθαι, ὡς συνεργῷ καὶ στρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Συνίστημι ὑμῖν Φοί‐
5βην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Σύζυγε. Ἢ ἀδελ‐ φόν τινα αὐτῶν, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν οὕτω καλεῖ· ὡς ἂν εἰ ἔλεγε· Νῦν ἀδελφὸς εἶ γνήσιος, νῦν ἀνὴρ γνήσιος, ὅτι μέλος γέγονας. Αἵτινες ἐν τῷ εὐαγγε‐
10λίῳ συνήθλησάν μοι. Οἴκοθεν ἡ προστασία σου, οὐκ ἀπὸ φιλίας, ἀλλ’ ἀπὸ κατορθωμάτων. Συνήθλη‐ σάν μοι. Τί λέγεις; γυναῖκες συνήθλησαν; Ναὶ, φησίν. Οὐ μικρὸν καὶ αὗται συνεβάλοντο μέρος· καί‐ τοι δὲ πολλῶν ὄντων τῶν συνεργούντων αὐτῷ, ὅμως
15ἐν πολλοῖς καὶ αὗται συνέπραττον. Οὐ μικρῶς οὖν τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι· τῷ γὰρ τοὺς εὐ‐ δοκίμους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιμῆς, πολλὰ ἐγίνετο τὰ καλά. Πρῶτον μὲν γὰρ οἱ λοιποὶ πρὸς τὸν ἴσον ἤγοντο ζῆ‐
20λον· δεύτερον δὲ καὶ ἐκέρδαινον διὰ τῆς τιμῆς· τρί‐ τον καὶ αὐτοὺς ἐκείνους προθυμοτέρους ἐποίουν καὶ σφοδροτέρους. Διὰ τοῦτο πανταχοῦ ὁρᾷς ἐπιμελούμε‐ νον τούτου τὸν Παῦλον, καὶ παρατιθέμενον τοὺς τοι‐ ούτους· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, Οἵ‐
25τινές εἰσιν ἀπαρχὴ τῆς Ἀχαΐας. Τινὲς δέ φασιν ὄνομα ἐκεῖνο κύριον εἶναι τὸ, Σύζυγε· πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ’ ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν.
30 δʹ. Πάντα ἡμῖν ἐν οὐρανοῖς ἐστι, καὶ Σωτὴρ καὶ πόλις, καὶ ὅ τι ἂν εἴποι τις· Ἐξ οὗ, φησὶ, καὶ Σω‐ τῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Καὶ τοῦτο τῆς φιλανθρωπίας αὐτοῦ. Αὐτὸς πάλιν ἔρχεται πρὸς ἡμᾶς, οὐχ ἡμᾶς ἕλκει ἐκεῖ, καὶ οὕτω
35λαβὼν ἡμᾶς ἄπεισι· καὶ τοῦτο πολλῆς τῆς τιμῆς. Εἰ γὰρ πρὸς ἐχθροὺς ὄντας ἦλθε, πολλῷ μᾶλλον πρὸς φίλους γενομένους. Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ’ αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡμᾶς εἰς τὰ βασίλεια αὐτοῦ. Τάχα δὲ καὶ
40οἱ αὐτοῦ, τιμώμενοι ὑπ’ αὐτοῦ, ἀρθήσονται διὰ νεφελῶν. Καὶ ἡμεῖς γὰρ, φησὶν, ἐν νεφέλαις ἁρπαγησόμεθα οἱ τιμῶντες αὐτὸν, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τίς ἄρα εὑρεθῇ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; τίνες ἄρα οἱ καταξιούμενοι τῶν τοσ‐
45ούτων ἀγαθῶν; πῶς ἐλεεινοὶ οἱ ἀποπίπτοντες; Εἰ γὰρ τὸν πάντα χρόνον ἐκλαίομεν τῆς βασιλείας ἀποτυχόντες, ἆρά τι ἄξιον ἐποιοῦμεν; Εἰ γὰρ μυ‐ ρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουμένης

62

.

280

(50)

κλονουμένης ἁπάσης, τῶν σαλπίγγων ἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα μυρίων ταγμάτων ἐκ‐ χεομένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶμ (πολλὰ δὲ ταῦτά ἐστι καὶ ἄπειρα)· εἶτα τῶν Σεραφὶμ, αὐτοῦ
55ἐρχομένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαν‐ τώντων, τῶν ἀφικομένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς μέ‐ σον· εἶτα τῶν περὶ Παῦλον, καὶ πάντων ὅσοι εὐδοκί‐ μησαν κατ’ αὐτὸν, στεφανουμένων, ἀνακηρυττομένων,
τιμωμένων παρὰ τοῦ Βασιλέως ἐπὶ πάσης τῆς στρα‐279

62

.

281

τιᾶς τῆς οὐρανίου. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τοὺς μὲν τιμᾶσθαι, ἐκείνους δὲ ἀτιμάζεσθαι, πόσον ἐστίν; Ἀφόρητος ἡ γέεννα, ὁμολογῶ. καὶ σφόδρα ἀφόρητος· πλὴν ἀφορητοτέρα αὐτῆς, τῆς βασιλείας ἡ ἔκπτωσις.
5Εἰπὲ γάρ μοι· εἴ τις βασιλεὺς, ἢ υἱὸς βασιλέως ἀπελ‐ θὼν, καὶ πολέμους κατορθώσας μυρίους, καὶ θαυμα‐ σθεὶς, καὶ ἔχων στρατόπεδον ὁλόκληρον, ἐπιβαίνοι πόλεώς τινος μετὰ τοῦ ζεύγους, μετὰ τροπαίων, μετὰ μυρίων ταγμάτων πάντων χρυσοφορούντων, μετὰ τῶν
10δορυφόρων τῶν περὶ αὐτὸν ἁπάντων ἀσπίδας ἐχόντων χρυσᾶς, καὶ πᾶσα ἡ πόλις ἐστεφανωμένη εἴη, καὶ πάντες οἱ τῆς οἰκουμένης ἄρχοντες μετ’ αὐτοῦ, ἕποιτο δὲ αὐτῷ καὶ πᾶσα ἡλικία, ὀπίσω ἀλλογενῶν ἐθνῶν δεσμωτῶν, ὑπάρχων, σατραπῶν, ὑπάτων, τυράννων,
15ἀρχόντων· εἶτα ἐπὶ ἁπάσης τῆς λαμπρότητος ἐκείνης, τοὺς ἀπαντῶντας τῶν πολιτῶν δέχοιτο καὶ καταφι‐ λοίη, καὶ χεῖρα ὀρέγοι, καὶ πάσης μεταδιδοῖ παῤῥη‐ σίας, ἢ καὶ πάντων ἑστώτων διαλέγοιτο, ὡς πρὸς φίλους, καὶ λέγοι πᾶσαν τὴν ὁδὸν ἐκείνην δι’ αὐτοὺς
20πεποιῆσθαι, καὶ τοὺς μὲν εἰς τὰ βασίλεια ἄγοι τὰ ἑαυτοῦ, τοὺς δὲ καταλιμπάνοι, πόσης κολάσεως τοῦτο οὐκ ἄξιον, εἰ καὶ μὴ κολάζονται; Εἰ δὲ ἐπ’ ἀνθρώπου οὕτω πικρὸν τὸ τῆς δόξης ταύτης ἀποπεσεῖν, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ, ὅταν αἱ ἄνω δυνάμεις πᾶσαι παρ‐
25ῶσι μετὰ τοῦ Βασιλέως, ὅταν οἱ δαίμονες δεδεμένοι καὶ κάτω νεύοντες, καὶ ὁ διάβολος αὐτὸς δέσμιος ἄγηται, καὶ πᾶσα ἰσχὺς ἡ ἀντικειμένη, ὅταν αἱ δυ‐ νάμεις τῶν οὐρανῶν, ὅταν αὐτὸς ἔρχηται ἐπὶ τῶν νε‐ φελῶν. Πιστεύσατέ μοι, ὑπὸ τῆς ὀδύνης τῆς κατεχού‐
30σης μου τὴν ψυχὴν τῷ διηγήματι τούτῳ οὐδὲ ἐξανύ‐ σαι τὸν λόγον δύναμαι. Ἐννοήσωμεν πόσης ἀποστε‐ ρούμεθα δόξης, ἐξὸν μὴ ἀποστερηθῆναι. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι κύριοι ὄντες τοῦ μὴ ταῦτα παθεῖν, πάσχομεν. Ὅταν γὰρ τοὺς μὲν δέχηται καὶ
35ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυμένους καὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγματισθέντας ἐπὶ τῆς οἰκουμένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι;
40Σπεύδωμεν οὖν ἕως ἐστὶ καιρὸς, καὶ πολλὴν τῆς ἑαυ‐ τῶν σωτηρίας τὴν φροντίδα ποιώμεθα. Πόσα τοιαῦτα ἔχομεν εἰπεῖν οἷα ὁ πλούσιος Εἴ τις ἡμᾶς νῦν συν‐ εχώρει, ἐβουλευσάμεθα ἄν τι τῶν συμφερόντων· ἀλλ’ οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦμεν, οὐχὶ ἀπ’ ἐκείνου
45μόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν. Καὶ ἵναColumn end

62

.

282

μάθῃς, πόσοι ἐν πυρετῷ ἐγένοντο, καὶ εἶπον, Ἐὰν ἀνακτησώμεθα ἑαυτοὺς, οὐκέτι τοῖς αὐτοῖς περιπε‐ σούμεθα! Πολλὰ τοιαῦτα ἐροῦμεν τότε, ἀλλὰ ἀκου‐ σόμεθα ἅπερ ὁ πλούσιος, ὅτι χάσμα ἐστὶν, ὅτι ἀπ‐
5ελάβομεν τὰ ἀγαθὰ ἐνταῦθα. Στένωμεν οὖν, παρακα‐ λῶ, πικρόν· μᾶλλον δὲ μὴ μόνον στένωμεν, ἀλλὰ καὶ μετέλθωμεν τὴν ἀρετήν. Πενθήσωμεν νῦν ἐπὶ σωτη‐ ρίᾳ, ἵνα μὴ τότε πενθήσωμεν εἰκῆ· κλαύσωμεν νῦν, καὶ μὴ τότε κλαύσομεν ἐπὶ κακίᾳ· οὗτος ὁ κλαυθμὸς
10ἀρετῆς, ἐκεῖνος ἀνωφελοῦς μετανοίας· θλίψωμεν ἑαυτοὺς νῦν, ἵνα μὴ τότε θλιβῶμεν. Οὐκ ἔστιν ἴσον ἐνταῦθα θλιβῆναι, κἀκεῖ. Ἐνταῦθα μὲν γὰρ πρὸς βραχὺν θλίβῃ χρόνον, μᾶλλον δὲ οὐδὲ αἴσθησιν λαμ‐ βάνεις τῆς θλίψεως, εἰδὼς ὅτι ἐπ’ ἀγαθῷ θλίβῃ· ἐκεῖ
15δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ’ ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι. Γένοιτο δὲ πάντας ἡμᾶς ἀπαλλαγέντας τυχεῖν τῆς ἀνέσεως. Ἀλλ’ ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν,
20σπουδάζωμεν, παρακαλῶ· ἂν γὰρ σπουδάζωμεν, καὶ εὐχόμενοι ἀνύομεν· ἐὰν εὐχώμεθα ἐκτενῶς, δίδωσιν ὁ Θεός. Ἂν δὲ μήτε αἰτῶμεν αὐτὸν, μήτε ἐνεργῶμέν τι τοιοῦτον, μηδὲ ἐργαζώμεθα, πῶς ἔνι κατορθῶσαί ποτε καθεύδοντας; Οὐδαμῶς. Ἀγαπητὸν γὰρ τρέ‐
25χοντας καὶ ἐπεκτεινομένους καὶ συμμορφουμένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπι‐ τυχεῖν, μήτι γε δὴ καθεύδοντας. Εἴ πως καταντήσω, φησίν. Εἰ δὲ Παῦλος ἔλεγεν, Εἴ πως καταντήσω, τί ἡμεῖς ἐροῦμεν; Καθεύδοντας γὰρ οὐδὲ κοσμικὰ
30πράγματα ἔστιν ἀνύσαι ποτὲ, μήτι γε πνευματικά· καθεύδοντας οὐδὲ παρὰ τῶν φίλων ἔστι τι λαβεῖν ποτε, μήτι γε παρὰ Θεοῦ· καθεύδοντας οὐδὲ πατέρες τιμῶσι, μήτι γε ὁ Θεός. Μικρὸν πονήσωμεν, ἵνα δια‐ παντὸς ἀναπαυσώμεθα. Πάντως θλιβῆναι δεῖ· κἂν μὴ
35θλιβῶμεν ἐνταῦθα, ἐκεῖ τοῦτο μένει. Διὰ τί μὴ αἱ‐ ρούμεθα ἐνταῦθα θλιβῆναι, ἵνα ἐκεῖ ἀναπαυσώμεθα; Γένοιτο δὲ πάντας ἡμᾶς ἀξίως πολιτευσαμένους Χρι‐ στοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συμμορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ,
40μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

62

.

281

(46)

ΟΜΙΛΙΑ ΙΔʹ. Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν

62

.

281

(50)

παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχα‐ ριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
55αʹ. Μακάριοι οἱ πενθοῦντες, καὶ, Οὐαὶ τοῖς γελῶ‐Column end

62

.

282

(47)

σι, φησὶν ὁ Χριστός. Τί οὖν ὁ Παῦλός φησι, Χαίρετε ἐν Κυρίῳ πάντοτε; οὐκ ἐναντιούμενος τῷ Χριστῷ· μὴ γένοιτο. Οὐαὶ γὰρ τοῖς γελῶσιν, εἶπεν ὁ Χριστὸς, τὸν

62

.

282

(50)

γέλωτα τοῦ κόσμου τούτου αἰνιττόμενος, τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασι· καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς πενθοῦντας ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους, καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, τοὺς τὰ ἑαυτῶν ἁμαρτή‐
55ματα ἀναλογιζομένους, ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστι281

62

.

283

δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ’ ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος, χαί‐ ρει. Ἄλλως δὲ, ἔνεστι πενθεῖν μὲν ὑπὲρ τῶν οἰκείων
5ἁμαρτημάτων, χαίρειν δὲ ἐπὶ τῷ Χριστῷ. Ἐπειδὴ οὖν συνεθλίβοντο δι’ ὧν ἔπασχον (Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, οὐ μόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι
10Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοί‐ νυν τὰ κατὰ Θεὸν ὑμῖν μὴ ᾖ ἐμπεποδισμένα, χαί‐ ρετε. Ἢ τοίνυν τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πά‐ λιν ἐρῶ, Χαίρετε. Τοῦτο θαρσύνοντός ἐστι καὶ δει‐
15κνύντος, ὅτι ὁ ἐν Θεῷ ὢν, ἀεὶ χαίρει· κἄν τε θλίβη‐ ται, κἂν ὁτιοῦν πάσχῃ, ἀεὶ χαίρει ὁ τοιοῦτος. Ἄκου‐ σον γὰρ περὶ τῶν ἀποστόλων τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος
20αὐτοῦ μαστιγωθῆναι. Εἰ μάστιγες καὶ δεσμὰ, ἃ πάντων εἶναι δοκεῖ λυπηρότερα, χαρὰν τίκτει, τί τῶν ἄλλων δυνήσεται ἐμποιῆσαι λύπην ἡμῖν; Πάλιν ἐρῶ, Χαίρετε. Καλῶς τὸν λόγον ἐδιπλασίασεν. Ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτε,
25διὰ τοῦ διπλασιασμοῦ δείκνυσιν, ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώ‐ ποις. Εἶπεν ἀνωτέρω, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, καὶ ὅτι τὰ ἐπίγεια φρονοῦσιν. Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονη‐
30ροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Τίνος γὰρ ἕνεκεν,
35εἰπέ μοι, ἀλύετε; ὅτι ἀνθίστανται; ὅτι ὁρᾶτε τρυ‐ φῶντας αὐτούς; Μηδὲν μεριμνᾶτε. Ἤδη ἡ κρίσις ἐφέστηκεν· οὐκ εἰς μακρὰν δώσουσι λόγον τῶν πεπραγμένων αὐτοῖς. Ἀλλ’ ὑμεῖς ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς; Ἀλλ’ ἤδη ταῦτα λήψεται τέλος. Ἀλλ’
40ἐπιβουλεύουσι, καὶ ἀπειλοῦσιν; Ἀλλ’ οὐκ εἰς τέλος αὐτοῖς ταῦτα προχωρήσει· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅτε τἀναντία ἔσται. Μηδὲν μεριμνᾶτε· ἤδη τὰ τῆς ἀνταποδόσεως ἐφέστηκε. Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνα‐
45τος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται. Μη‐ δὲν μεριμνᾶτε· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Μία μὲν οὖν ἐκείνη παραμυθία, τὸ, Ὁ Κύριος ἐγγὺς, καὶ ἐκεῖνο, τὸ,

62

.

283

(50)

Ἔσομαι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἰδοὺ καὶ ἄλλη παραμυθία, καὶ λύπης καὶ περιστάσεως καὶ πάντων τῶν ἀνια‐ ρῶν λυτήριον φάρμακον. Ποῖον δὴ τοῦτο; Τὸ εὔχε‐ σθαι, τὸ ἐν παντὶ εὐχαριστεῖν. Ὥστε τὰς εὐχὰς οὐ
55μόνον αἴτησιν εἶναι βούλεται, ἀλλὰ καὶ εὐχαριστίαν ὑπὲρ ὧν ἔχομεν. Πῶς γὰρ αἰτήσει τις τὰ μέλλοντα, ὁ τῶν προτέρων χάριν οὐκ εἰδώς; Ἀλλ’ ἐν παντὶ, φησὶ, τουτέστι, πράγματι, τῇ προσευχῇ καὶ τῇ
δεήσει. Ὥστε ὑπὲρ ἁπάντων εὐχαριστεῖν δεῖ, καὶColumn end

62

.

284

τῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου. Ἐκεῖνο μὲν γὰρ ἡ φύσις τῶν πραγμά‐ των ἀπαιτεῖ· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώμο‐ νος, καὶ σφόδρα διακειμένης πρὸς τὸν Θεόν. Ταύτας
5ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Οὐκοῦν τοιαῦτα εὔχεσθε, ὥστε ἐπιγινώσκε‐ σθαι. Πάντα γὰρ ὑπὲρ τοῦ συμφέροντος οἰκονομεῖ, κἂν ἡμεῖς μὴ εἰδῶμεν. Καὶ τοῦτο τοῦ σφόδρα συμφέ‐ ρειν ἡμῖν ἐστι τεκμήριον, τὸ ἡμᾶς μὴ εἰδέναι. Καὶ
10ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἡ εἰρήνη τοῦ Θεοῦ, φησὶν, ἣν πρὸς τοὺς ἀνθρώπους εἰργά‐ σατο, πάντα νοῦν ὑπερέχει. Τίς γὰρ ἂν προσεδό‐
15κησε, τίς δὲ ἂν ἤλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; Ἅπασαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, οὐχὶ λόγον μόνον· ὑπὲρ τῶν ἐχθρῶν, ὑπὲρ τῶν μισούντων αὐ‐ τὸν, ὑπὲρ τῶν ἀποστρεφομένων, ὑπὲρ τούτων τὸν Υἱὸν ἐκδοῦναι τὸν μονογενῆ οὐ παρῃτήσατο, ὥστε
20εἰρήνην ποιῆσαι πρὸς ἡμᾶς. Αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν, ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν. βʹ. Τοῦτο διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ
25εὔχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν, ὥστε μήτε ὑπὸ πειρασμῶν καταβαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης πε‐ ριφέρεσθαι· ὡς ἂν εἰ ἔλεγεν· Ὁ ῥυσάμενος ὑμᾶς οὕ‐ τως, ὡς οὐδὲ νοῦς καταλαβεῖν δύναται, αὐτὸς ὑμᾶς διαφυλάξειε, καὶ ἀσφαλίσαιτο, ὥστε μηδὲν παθεῖν.
30Ἢ οὖν τοῦτο δηλοῖ, ἢ ὅτι ἡ εἰρήνη, ἥν φησιν ὁ Χρι‐ στὸς, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, αὕτη φρουρήσει ὑμᾶς. Ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον. Εἰ δὲ λέγεις, πῶς; ἄκουε· Ὅταν λέγῃ πρὸς τοὺς ἐχθροὺς εἰρηνεύειν,
35πρὸς τοὺς ἀδικοῦντας, πρὸς τοὺς ἐκπεπολεμωμένους καὶ ἀπεχθῶς πρὸς ἡμᾶς ἔχοντας, πῶς οὐχ ὑπὲρ νοῦν ἐστιν ἀνθρώπινον τοῦτο; Μᾶλλον δὲ τὸ πρότερον ἴδωμεν Ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν. Εἰ ἡ εἰρήνη, πολλῷ μᾶλλον αὐτὸς ὁ Θεὸς, ὁ τὴν εἰρήνην
40δοὺς, πάντα νοῦν, οὐ τὸν ἡμέτερον μόνον, ἀλλὰ καὶ τὸν τῶν ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων. Τί δέ ἐστιν, Ἐν Χριστῷ Ἰησοῦ; Ἐν αὐτῷ φυλάξει, φησὶν, ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεμνὰ, ὅσα ἀληθῆ,
45ὅσα δίκαια. Τί ἐστι, Τὸ λοιπόν; Ἀντὶ τοῦ, Πάντα ἡμῖν εἴρηται. Ἐπειγομένου τὸ ῥῆμά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ

62

.

284

(50)

καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμά‐ θετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί. Τί ἐστιν, Ὅσα προσφιλῆ; Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ. Ὅσα ἐστὶν ἀληθῆ. Ταῦτα γὰρ ὄντως ἀληθῆ, ἡ ἀρετή· ψεῦδος δὲ ἡ κακία·
55καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς ψεῦδος, καὶ ἡ δόξα αὐτῆς ψεῦδος, καὶ πάντα τὰ τοῦ κόσμου ψεῦδος. Ὅσα ἁγνὰ, πρὸς τὸ, Τὰ ἐπίγεια φρονοῦντας. Ὅσα σεμνὰ, πρὸς τὸ, Ὧν ὁ θεὸς ἡ κοιλία. Ὅσα δίκαια,
ὅσα εὔφημα, ταῦτά ἐστι, φησίν. Εἴ τις ἀρετὴ, καὶ283

62

.

285

εἴ τις ἔπαινος. Ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. Ταῦτα λογίζεσθε, φησίν. Ὁρᾷς ὅτι πᾶσαν ἔννοιαν βούλεται ἐξορίσαι πονηρὰν ἐκ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πρά‐
5ξεις αἱ πονηραὶ γίνονται. Ἃ καὶ ἐμάθετε καὶ παρ‐ ελάβετε. Τοῦτο διδασκαλίας ἀρίστης, τὸ ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον, καθὼς καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν ἐνταῦθα, Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε·
10τουτέστιν, Ἐδιδάχθητε· καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοὶ, καὶ ῥημάτων ἕνεκεν, καὶ πράξεων, καὶ ἀνα‐ στροφῆς. Ὁρᾷς ὅτι μέχρι παντὸς πράγματος ταῦτα διατάττεται; Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀκριβολογεῖσθαι περὶ πάντων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ
15ῥήματος καὶ σχήματος καὶ συνουσίας (πάντων γὰρ τούτων χρὴ προνοεῖν τὸν Χριστιανόν)· συντόμως εἶπε καὶ ὡς ἐν κεφαλαίῳ, Ἐν ἐμοὶ ἠκούσατε καὶ εἴδετε· τουτέστι, Παρ’ ἐμοί· ὡσεὶ ἔλεγε· Καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἀνήγαγον. Ταῦτα πράσ‐
20σετε· μὴ λέγετε μόνον, ἀλλὰ καὶ πράττετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. Τουτέστιν, Ἐὰν οὕτω φυλάττητε ταῦτα, καὶ πρὸς ἀλλήλους εἰρη‐ νεύητε, ἐν γαλήνῃ ἔσεσθε, ἐν ἀσφαλείᾳ πολλῇ· οὐδὲν πείσεσθε λυπηρὸν, οὐδὲ τῶν ἀβουλήτων. Ὅταν γὰρ
25ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν, εἰρηνεύομεν δὲ διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ’ ἡμῶν ἔσται. Ὁ γὰρ οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ μὴ βουλομέ‐ νους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν; Οὐδὲν οὕτως
30ἐχθρὸν τῆς ἡμετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχό‐ θεν δῆλον· καὶ, εἰ βούλεσθε, σκοπήσωμεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας· Ἡ πορνεία ἐπονειδίστους καθίστησι, πένητας, καταγε‐
35λάστους, εὐκαταφρονήτους πρὸς πάντας, ταῦτα δια‐ τιθεῖσα, ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν πορνῶν ἀπώλοντο, καὶ τραύματα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν ταῦτα προξενεῖ, τὸ μοι‐
40χεύειν πολλῷ μᾶλλον. Ἆρα οὖν καὶ ἐλεημοσύνη οὕ‐ τως; Οὐδαμῶς· ἀλλ’ ὡς μήτηρ φιλόστοργος ἐν κο‐ σμιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχο‐ λάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡμᾶς, οὐδὲ ἀπάγει
45τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡμᾶς διέθηκε, διατίθησι. Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ παρὰ πάντων· πάντας ἡμῶν κατεύ‐

62

.

285

(50)

χεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικημένους, καὶ τοὺς οὐκ ἠδικημένους, ἐκείνοις μὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία, ὡς δαίμονας· μυρίαι παν‐ ταχοῦ κατηγορίαι, ἐπιβουλαὶ, φθόνοι, ἅπερ ἐστὶν
55ἐχθρῶν. Ἡ δὲ δικαιοσύνη τοὐναντίον, πάντας φίλους, πάντας συνήθεις, πάντας εὐνοϊκῶς διατίθησι πρὸς ἡμᾶς· παρὰ πάντων ὑπὲρ ἡμῶν εὐχαὶ γίνονται. Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ’ ἡμᾶς, οὐδεὶς κίν‐
δυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισιColumn end

62

.

286

μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός. γʹ. Ὁρᾷς ὅτι μᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ μοι; τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον; Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθά‐
5περ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστη‐ σιν· ἡ δὲ κακία ἐν κινδύνοις, πρᾶγμα ἐπισφαλὲς ὑπάρχον καὶ ἐπικίνδυνον. Ἄκουε γὰρ τοῦ προ‐ φήτου λέγοντος, Κραταίωμα Κύριος τῶν φοβουμέ‐ νων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι
10αὐτοῖς. Οὐδένα δέδοικεν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω μόνον, ἀλλὰ καὶ οἱ ἔνδον
15αὐτὸν κόπτουσι λογισμοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρε‐ μεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαι‐ νετὰ ποίει, μὴ πρὸς ἔπαινον μέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεμνά. Τὸ σεμνὸν τῆς ἔξω
20ἐστὶ δυνάμεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκομμα, μηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε. Δια‐
25παντὸς βούλεται ἡμᾶς ἐν τούτοις εἶναι, ταῦτα μερι‐ μνᾷν, ταῦτα ἐννοεῖν. Εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ’ ἡμῶν. Ἂν δὲ πό‐ λεμον ἐγείρωμεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται μεθ’ ἡμῶν. Οὐδὲν γὰρ οὕτω πολέμιον τῇ ψυχῇ, ὡς κακία·
30καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ’ ἡμῶν ἄρχε‐ σθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόμεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέμου καὶ μάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεμον καὶ τὴν μάχην, καὶ τὴν πρὸς αὐτὸν,
35καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάν‐ τας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰ‐ ρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσον‐ ται. Διαπαντὸς τὸν Υἱὸν τοῦ Θεοῦ μιμοῦνται οἱ τοι‐ οῦτοι, καὶ μίμησαι καὶ σὺ αὐτόν· εἰρήνευσον·
40ὅσῳ ἄν σε πολεμῇ ὁ ἀδελφὸς, τοσούτῳ μείζων ὁ μι‐ σθός. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μετὰ τῶν μισούντων τὴν εἰρήνην, ἤμην εἰρηνικός. Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ.
45 Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς τὸ μὴ εἶναι μνησίκακον· τοῦτο ἀφίησί σε τῶν ἁμαρτημάτων, τοῦτό σοι λύει τὰ ἐγκλήματα. Ἂν δὲ μαχώμεθα καὶ πυκτεύωμεν, μακρὰν γινόμεθα τοῦ Θεοῦ. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας

62

.

286

(50)

μνησικακίαι. Ἔκκοψον τὴν ῥίζαν, καὶ οὐκ ἔσται ὁ καρπός· οὕτω μαθησόμεθα τῶν βιωτικῶν καταφρο‐ νεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ’ ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνε‐
55ται· ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα μάχη. Ἂν τοίνυν εἰρηνεύσωμεν, μαθη‐ σόμεθα καὶ τῶν ἐν τῇ γῇ καταφρονεῖν. Ἥρπασέ τις
τὰ χρήματα; Ἀλλ’ οὐδὲν ἠδίκησε, μόνον μὴ τὸν285

62

.

287

ἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ’ οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ τῇ οὐδαμινῇ· οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ’ ὄνομα δόξης, μᾶλλον δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιμήν; Ἀλλ’ οὐχὶ τὴν σὴν,
5ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ’ ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυ‐ τὸν ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλη‐ σίον αὐτοῦ, εἰς αὐτὸν ἐμπίπτει. Μὴ τοίνυν ἐπιβου‐ λεύωμεν ἑτέροις, ἵνα μὴ ἑαυτοὺς βλάπτωμεν. Ὅταν
10τὴν ἑτέρων δόξαν ὑποσκελίσωμεν, ἐννοήσωμεν ὅτι ἑαυ‐ τοὺς βλάπτομεν, ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν. Ἐκεῖνον μὲν γὰρ ἴσως, κἂν ἰσχύσωμεν, παρὰ τοῖς ἀν‐ θρώποις βλάπτομεν· ἑαυτοὺς δὲ παρὰ τῷ Θεῷ ἀδικοῦμεν, παροξύνοντες αὐτόν. Μὴ δὴ βλάπτωμεν ἑαυτούς. Ὥσ‐
15περ γὰρ εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦ‐Column end

62

.

288

μεν· οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦμεν. Ὅταν οὖν σε βλάψῃ ὁ ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέ‐ τησέ σε, ἐὰν νήφῃς, μὴ μόνον τοῖς ἴσοις αὐτὸν ἀμύ‐ νῃ, ἀλλὰ καὶ εὐεργέτησον. Ἀλλ’ ἡ πληγὴ μένει σφο‐
5δρὰ, φησί. Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ’ ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ μὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ μὴ φέρῃ ἡ
10καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ τα‐ χέως αὐτὴν πείσεις ἀφεῖναι τὴν ἔχθραν, καὶ ὡς φί‐ λον εὐεργετήσεις λοιπὸν τὸν ἐχθρὸν, καὶ οὕτω τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας
ἡμᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.Column end

62

.

287

(16)

ΟΜΙΛΙΑ ΙΕʹ. Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ’ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ’ ὑστέ‐
20ρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτ‐ άρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί
25 με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινω‐ νήσαντές μου τῇ θλίψει. αʹ. Πολλάκις εἶπον, ὅτι ἡ ἐλεημοσύνη οὐ τῶν λαμ‐ βανόντων ἕνεκεν, ἀλλὰ τῶν διδόντων ἐπεισήχθη· καὶ γὰρ ἐκεῖνοί εἰσιν οἱ τὰ μέγιστα κερδαίνοντες. Τοῦτο
30καὶ ἐνταῦθα δείκνυσιν ὁ Παῦλος. Πῶς; Ἀπέστειλαν αὐτῷ τινα διὰ μακροῦ χρόνου Φιλιππήσιοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. Μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν ἐπιστολὴν ἀποκομίζοντα, ὅρα πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐ τῆς τῶν
35λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται. Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπό‐ νοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμό‐ τεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες, οἵ τε λαμβάνοντες μὴ ἐπιτρέχωσιν
40ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι· Μακά‐ ριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβά‐ νειν. Τί οὖν δηλοῖ λέγων, Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως; Οὐ κοσμικῶς ἐχάρην, φησὶν, οὐδὲ βιωτι‐ κῶς, ἀλλ’ ἐν Κυρίῳ· οὐχ ὅτι ἀνάπαυσιν ἔσχον ἐγὼ,
45ἀλλ’ ὅτι ὑμεῖς προεκόψατε· ἡ γὰρ ἐμὴ ἀνάπαυσις, αὕτη ἐστί. Διὰ τοῦτο καί φησι, Μεγάλως· ἐπειδὴ οὐ σωματικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ’ ὑπὲρ τῆς ἐκείνων προκοπῆς. Καὶ ὅρα πῶς ἠρέμα ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος χρό‐

62

.

287

(50)

νου, ταχέως αὐτὸ συνεσκίασε, παιδεύων συνεχῶς καὶ διαπαντὸς ἐν εὐποιίᾳ εἶναι. Ὅτι ἤδη ποτὲ, φησί. Τὸ, Ἤδη ποτὲ, χρόνον δηλοῦντός ἐστι μακρόν. Ἀνεθάλετε· ὡς ἐπὶ δένδρων βλαστησάντων, εἶτα ξηρανθέντων, καὶ πάλιν βλαστησάντων. Τοῦτο δὲ
55δεικνύντος ἐστὶν, ὅτι πρότερον ὄντες ἀνθηροὶ ἐμα‐ ράνθησαν· εἶτα μαρανθέντες, πάλιν ἐβλάστησαν· ὥστε καὶ ἐπιτίμησίς ἐστι καὶ ἔπαινος τὸ, Ἀνεθάλε‐
τε· οὐ γάρ ἐστι μικρὸν, τὸ μαρανθέντα ἀναθῆλαι.Column end

62

.

288

(17)

Καὶ τὸ πᾶν ἀπὸ ῥᾳθυμίας αὐτοὺς πεπονθότας δεί‐ κνυσιν. Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρο‐ νεῖτε. Ἐνταῦθα δὲ δηλοῖ, ὅτι ἔθος εἶχον καὶ πρὸ
20τούτου ἐν τοῖς τοιούτοις φιλοτιμεῖσθαι. Διὰ τοῦτο ἐπήγαγεν, Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε. Καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς λοιποῖς προθυμοτέρους αὐτοὺς γεγενῆσθαι, καὶ μεμαράνθαι, ἀλλ’ ἐν τούτῳ μόνῳ, ὅρα πῶς αὐτὸ ἀσφαλίζεται λέ‐
25γων· Ἤδη ποτὲ ἀνεθάλετε εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ὡσεὶ ἔλεγεν· Εἰς τοῦτό φημι μόνον τὸ, Ἤδη ποτέ· ἐν γὰρ τοῖς ἄλλοις οὐχ οὕτω. Ζητήσειε δ’ ἄν τις ἐνταῦθα, πῶς λέγων, Μακάριόν ἐστι μᾶλ‐ λον διδόναι, ἢ λαμβάνειν· καὶ, Ὅτι αἱ χεῖρές μου
30ὑπηρέτησαν ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ· καὶ πάλιν πρὸς Κορινθίους γράφων ἔλεγε, Καλὸν γάρ μοι ἀποθανεῖν μᾶλλον, ἢ τὸ καύχη‐ μά μου ἵνα τις κενώσῃ· νῦν περιορᾷ κενούμενον ἑαυτοῦ τὸ καύχημα. Πῶς; Λαβών. Εἰ γὰρ τὸ καύ‐
35χημα τοῦτο ἦν, τὸ μηδὲν λαβεῖν, πῶς νῦν ἀνέχεται; τί οὖν ἔστιν εἰπεῖν; Ἐκεῖ εἰκότως οὐκ ἐλάμβανε διὰ τοὺς ψευδαποστόλους, Ἵνα ἐν ᾧ καυχῶνται, φησὶν, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ οὐκ εἶπεν, Εἰσὶν, ἀλλὰ, Καυχῶνται, δηλῶν ἐκ τούτου ὅτι ἐλάμβανον
40μὲν, λανθανόντως δέ. Διὰ τοῦτο εἶπεν, Ἐν ᾧ καυ‐ χῶνται. Ἐλάμβανε δὲ καὶ αὐτὸς, εἰ καὶ μὴ ἐκεῖ· διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐ φραγήσεται τὸ καύ‐ χημά μου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Οὐ φραγήσεται, ἀλλὰ τί; Ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας· καὶ τὸ, Ἄλλας
45Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· δηλοῦντός ἐστιν, ὅτι ἐλάμ‐ βανεν. Ἀλλὰ Παῦλος μὲν εἰκότως ἐλάμβανεν, ἔργον ἔχων τηλικοῦτον, εἴ που καὶ ἐλάμβανεν· οἱ δὲ μηδὲν ἐργαζόμενοι, πῶς ἂν δύναιντο λαμβάνειν; Ἀλλ’ εὔ‐

62

.

288

(50)

χομαι, φησίν. Ἀλλ’ οὐκ ἔστι τοῦτο ἔργον· τοῦτο γὰρ ἔστι καὶ μετὰ ἔργου ποιεῖν. Ἀλλὰ νηστεύω. Ἀλλ’
οὐδὲ τοῦτο ἔργον. Ἀλλ’ ὅρα τὸν μακάριον τοῦτον287

62

.

289

πολλαχοῦ κηρύττοντα, καὶ ἐργαζόμενον. Ἠκαιρεῖ‐ σθε δὲ, φησί. Τί ἐστιν, Ἠκαιρεῖσθε; Οὐ τῆς ῥᾳ‐ θυμίας ὑμῶν, φησὶν, ἀλλὰ τῆς ἀνάγκης· οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε· τοῦτο γάρ ἐστιν,
5Ἠκαιρεῖσθε δέ. Ἀπὸ τῆς κοινῆς αὐτὸ συνηθείας ἔλαβεν. Οὕτω γὰρ οἱ πλείους λέγουσιν, ὅταν αὐτοῖς μὴ μετὰ ἀφθονίας ἐπιῤῥέῃ τὰ βιωτικὰ, ἀλλ’ ἐν στε‐ νοχωρίᾳ ᾖ. Οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω. Εἶπον, φησὶν, Ἤδη ποτὲ, καὶ ἐπετίμησα, οὐχὶ τὸ ἐμαυ‐
10τοῦ ζητήσας, οὐδὲ διὰ τοῦτο μεμφόμενος, ὡς ἐν ἐν‐ δείᾳ ὤν· οὐδὲ γὰρ διὰ τοῦτο ἐζήτουν. Πόθεν δῆλον, ὅτι οὐ κομπάζεις, ὦ Παῦλε; Κορινθίοις μὲν οὖν φησιν· Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκε‐ τε, ἢ καὶ ἐπιγινώσκετε. Καὶ ἐπὶ τούτων δὲ οὐκ ἂν, ὥστε
15ἁλῶναι, ἔλεγεν. Οὐκ ἂν, εἴ γε ἐκόμπαζε, ταῦτα εἶπε· παρὰ γὰρ εἰδόσιν ἔλεγε, καὶ πλείων ἦν ἡ αἰσχύνη ἁλῶναι. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι, φησὶν, αὐτ‐ άρκης εἶναι. Ἄρα διδασκαλίας ἐστὶ τὸ πρᾶγμα, καὶ γυμνασίας καὶ μελέτης. Οὐ γὰρ εὐκατόρθωτόν
20ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον καὶ πόνον ἔχον πο‐ λύν. Ἐν οἷς εἰμι, φησὶν, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παν‐ τὶ καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν. Καὶ
25περισσεύειν, καὶ ὑστερεῖσθαι. Ναὶ, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήμης, ὥσπερ οὐδὲ ἀρετῆς, τὸ περισσεύειν. Καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἢ ἐκεῖνο. Πῶς; Ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ πα‐ ρασκευάζει κακὰ ποιεῖν, οὕτω καὶ ἡ πλησμονή.
30 βʹ. Πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι, ῥᾳ‐ θυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐ‐ πραγίαν· πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μη‐ κέτι ἐργάζεσθαι. Ἀλλ’ οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμ‐ βάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου.
35Τοῦτο δέ ἐστιν εἰδέναι καλῶς κεχρῆσθαι τῷ ἔχειν. Οὐχὶ διεχεῖτο, οὐδὲ ἔχαιρεν ἐπὶ τῇ περισσείᾳ αὐτοῦ, ἀλλ’ ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ, οὔτε ἐκεῖ‐ θεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. Καὶ χορ‐ τάζεσθαι, φησὶν, οἶδα καὶ πεινᾷν, καὶ περισσεύειν
40καὶ ὑστερεῖσθαι. Πολλοὶ οὐκ ἴσασι χορτάζεσθαι, οἷον οἱ Ἰσραηλῖται· ἐκεῖνοι γὰρ ἔφαγον, καὶ ἀπελάκτι‐ σαν. Ἀλλ’ ἐπὶ τῆς αὐτῆς εὐταξίας ἐγὼ μένω. Δεί‐ κνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο· εἰ δὲ καὶ ἐλυπεῖτο, οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ’ αὐτῶν· αὐτὸς
45γὰρ ὁμοίως διέκειτο. Ἐν παντὶ, φησὶ, καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Πεῖραν ἔλαβον ἐν τῷ μακρῷ τούτῳ χρόνῳ πάντων, καὶ ταῦτά μοι πάντα κατώρθωται. Ἀλλ’ ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως, καί φησι· Πάντα

62

.

289

(50)

ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, φησίν. Οὐκ ἐμὸν τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστίν. Ἀλλ’ ἐπειδὴ πάλιν οἱ εὖ ποιοῦντες, ὅταν ἴδω‐ σιν οὐ διατιθέμενον εὖ τὸν λαμβάνοντα, ἀλλὰ κατα‐ φρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται· αὐτοὶ
55γὰρ ὡς χαριζόμενοι διέκειντο καὶ ἀναπαύοντες· ἵνα οὖν μὴ τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ κατα‐ φρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι· ὅρα πῶς πάλιν καὶ τοῦτο ἰᾶται. Διὰ μὲν γὰρ τῶν εἰρημένων τὸ φρόνημα αὐ‐
60τῶν κατέσπασε· διὰ δὲ τῶν ἑξῆς τὴν προθυμίανColumn end

62

.

290

αὐτῶν ἀναζῇν ποιεῖ, λέγων· Πλὴν καλῶς ἐποιή‐ σατε συγκοινωνήσαντές μου τῇ θλίψει. Ὁρᾷς καὶ πῶς ἀπέστησεν ἑαυτὸν, καὶ πῶς πάλιν ἥνωσε; Τοῦτο γνησίας φιλίας ἐστὶ καὶ πνευματικῆς. Μὴ γὰρ ἐπειδὴ,
5φησὶν, ἐν χρείᾳ οὐ καθέστηκα, νομίσητε μὴ δεῖσθαί με τοῦ πράγματος· δέομαι δι’ ὑμᾶς. Πῶς οὖν ἐκοι‐ νώνησαν αὐτῷ τῶν θλίψεων; Διὰ τούτου· ὅπερ καὶ δεσμούμενος ἔλεγε, Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς. Χάρις γάρ ἐστι τὸ παθεῖν ὑπὲρ τοῦ
10Χριστοῦ, ὥς που καὶ αὐτός φησιν· Ὅτι ὑμῖν ἐχα‐ ρίσθη ἀπὸ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ἐπειδὴ γὰρ ἐκεῖνα καταμόνας λεγόμενα ἀλγῆσαι αὐτοὺς ἱκανὰ ἦν, διὰ τοῦτο θεραπεύει καὶ ἀποδέχεται καὶ ἐπαινεῖ
15πάλιν, καὶ τοῦτο μεμετρημένως. Οὐ γὰρ εἶπε, Δόν‐ τες, ἀλλὰ, Συγκοινωνήσαντες, δεικνὺς αὐτοὺς καὶ κερδάναντας, εἴ γε τῶν ἄθλων ἐγένοντο κοινωνοί. Οὐκ εἶπεν, Ἐπικουφίσαντές μου τὰς θλίψεις, ἀλλὰ, Συγ‐ κοινωνήσαντές μου τῇ θλίψει, ὅπερ ἦν σεμνό‐
20τερον. Ὁρᾷς τὸ ταπεινὸν Παύλου; ὁρᾷς τὸ εὐγενές; Ὅτε ἔδειξεν οὐδὲν δεόμενον τῶν παρ’ ἐκείνων αὐτοῦ ἕνε‐ κεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται ῥή‐ ματα, καὶ ἅπερ οἱ προσαιτοῦντες λέγουσιν, Ὡς ἔθος
25ἔχεις διδόναι. Οὐδὲν γὰρ παραιτεῖται οὔτε ποιεῖν, οὔτε λέγειν, πρὸς τὸ μόνον, ὃ βούλεται, κατορθῶσαι. Τί δὲ τοῦτό ἐστι; Μὴ νομίσητε, φησὶν, ἀναισχυν‐ τίας εἶναι τὰ ῥήματα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ
30δεόμενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤ‐ ῥεῖν ὑμῖν· καὶ τούτου δὲ ὑμεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν, Ὑμεῖς αἴτιοι, πρὸ τῶν ἄλλων ἐπιπηδήσαντες τῷ πράγματι, καὶ παῤῥη‐ σίαν ἡμῖν δόντες ὑπὲρ τῶν τοιούτων ὑπομιμνήσκειν
35ὑμᾶς; Καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φι‐
40λιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κο‐ ρίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ’ αὐτοῦ καὶ
45Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλη‐ σίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγε‐ λίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶ‐ τοι τῆς καρποφορίας ἄρξασθαι ταύτης. Καὶ οὐκ

62

.

290

(50)

ἔστιν εἰπεῖν, ὅτι παραμένοντι αὐτῷ οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Τί ἐστι, Λήψεως; τί δέ ἐστιν, Ἐκοι‐
55νώνησε; διὰ τί μὴ εἶπεν, ὅτι Οὐδεμία μοι Ἐκκλη‐ σία ἔδωκεν, ἀλλ’, Ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως; Κοινωνία γὰρ τὸ πρᾶγμά ἐστιν. Εἰ γὰρ ἡμεῖς τὰ πνευματικὰ ὑμῖν, φησὶν, ἐσπείρα‐
μεν, τί μέγα, εἰ ἡμεῖς τὰ σαρκικὰ ὑμῶν θερίσο‐289

62

.

291

μεν; καὶ πάλιν, Τὸ ὑμῶν περίσσευμα ἵνα γίνηται εἰς τὸ ἐκείνων ὑστέρημα. Ὁρᾷς πῶς ἐκοινώνησαν, εἰς λόγον δόσεως τῶν σαρκικῶν, καὶ λήψεως τῶν πνευματικῶν; Ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ ἀγορά‐
5ζοντες κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ’ ἀλλήλων ἀντι‐ διδόντες (τοῦτο γάρ ἐστι κοινωνία), οὕτω δὴ καὶ ἐνταῦθα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ἀγορα‐ σίας καὶ ἐμπορίας τι κερδαλεώτερον· γίνεται μὲν γὰρ ἐν τῇ γῇ, τελεῖται δὲ ἐν τῷ οὐρανῷ· οἱ μὲν ἀγο‐
10ράζοντες ἐν τῇ γῇ ἑστήκασιν· ἀγοράζουσι δὲ καὶ συμφωνοῦσι τὰ ἐν τοῖς οὐρανοῖς, γηΐνην κατατιθέντες τὴν τιμήν. γʹ. Ἀλλὰ μὴ καταγνῷς· οὐ χρημάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ’ ἡ
15προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος, ἡ φιλο‐ σοφία, τὸ τῶν βιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρω‐ πία, ἡ ἐλεημοσύνη. Ἐπεὶ εἰ τὸ ἀργύριον ἠγόραζεν, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα οὐδὲν ἂν ἔλαβε μέγα· ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ’ ἡ προαίρεσις ἴσχυσεν,
20ἐκείνη πᾶσαν προαίρεσιν ἐπιδειξαμένη, πάντα ἔλαβε. Μὴ τοίνυν λέγωμεν, ὅτι ὠνητὴ χρημάτων ἐστὶν ἡ βασιλεία· οὐ χρημάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρημάτων ἐπιδεικνυμένης. Οὐκοῦν δεῖ χρημάτων, φησίν; Οὐ δεῖ χρημάτων, ἀλλὰ προαιρέσεως· ἂν ταύ‐
25την ἔχῃς, δυνήσῃ καὶ διὰ δύο λεπτῶν ἀγοράσαι τὸν οὐρανόν· μὴ οὔσης δὲ ταύτης, οὐδὲ μυρία τάλαντα χρυσοῦ τοῦτο δυνήσεται, ὅπερ τὰ δύο λεπτά. Διὰ τί; Ὅταν γὰρ πολλὰ ἔχων, ἐλάττονα καταβάλῃς, ἐποίη‐ σας μὲν ἐλεημοσύνην, οὐ τοσαύτην δὲ ὅσην ἡ χήρα·
30οὐ γὰρ μετὰ τοσαύτης προθυμίας κατέβαλες, μεθ’ ὅσης ἐκείνη· πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, μᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχα‐ ρίσατο. Οὐ ταλάντων χρυσοῦ, ἀλλὰ ποτηρίου ψυχροῦ τὴν βασιλείαν ὑπέσχετο ὁ Θεὸς, ἀλλὰ προθυμίας· οὐ
35θανάτου, ἀλλὰ προαιρέσεως· ἐπεὶ οὐδὲ μέγα τί ἐστι. Τί γάρ ἐστι μίαν ψυχὴν δοῦναι; Ἔδωκεν ἕνα ἄνθρω‐ πον· εἷς δὲ ἄνθρωπος οὐκ ἔστιν ἀντάξιος. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε. Πάλιν μέγα τὸ ἐγκώμιον, εἴ γε ἐν
40τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέ‐ φετο πόλεως. Καὶ ὅρα· ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέ‐ ρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας·
45καὶ οὐκ εἶπε, Τὰς ἐμὰς, ἀλλ’ ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελόμενος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. Ἐπειδὴ γὰρ συνεῖδε σφόδρα ταπεινὸν ὂν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται, λέγων· Οὐχ ὅτι ἐπι‐ ζητῶ, λέγων, τὸ δόμα. Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι

62

.

291

(50)

καθ’ ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου μεῖζόν ἐστιν. Ἕτερον γάρ ἐστιν ὑστεροῦντα μὴ ζητῆσαι, καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νο‐ μίζειν ὑστερεῖσθαι. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, φη‐ σὶν, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα
55εἰς λόγον ὑμῶν, οὐκ ἐμοῦ. Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; Δι’ ὑμᾶς ταῦτα λέγω, φησὶ, οὐ δι’ ἐμαυτὸν, εἰς τὴν ὑμετέραν σωτηρίαν· ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ
χάρις. Τοῖς μὲν γὰρ διδοῦσιν ἐκεῖ φυλάττεται ἡColumn end

62

.

292

ἀμοιβή· τοῖς δὲ λαμβάνουσιν ἐνταῦθα ἀναλίσκεται τὰ διδόμενα. Πάλιν μετ’ ἐγκωμίου καὶ συμπαθείας, καὶ τὸ χρῄζειν. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ ζητῶ, ἵνα μὴ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ, φησίν· Ἀπέχω δὲ
5πάντα, καὶ περισσεύω. Τουτέστι, διὰ ταύτης τῆς δόσεως καὶ τὰ παραλειφθέντα ἐπληρώσατε, ὅπερ μά‐ λιστα προθυμοτέρους ἦν ποιῆσαι. Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόν‐ των χάριτας οἱ εὖ ποιοῦντες. Ἀπέχω πάντα, καὶ
10περισσεύω. Τουτέστιν, οὐ μόνον ἀνεπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερ‐ εβάλετε. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν, ὅρα πῶς ἐπισφραγίζεται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, καὶ ὅτι, Ἤδη ποτὲ, καὶ ἔδειξεν
15ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα (τοῦτο γάρ ἐστιν, Ἀπέχω)· πάλιν δείκνυσιν ὅτι ὑπὲρ ὀφειλὴν ἔπραξαν, καί φησιν· Ἀπέχω πάντα, καὶ περισσεύω, πε‐ πλήρωμαι. Οὐχ ἁπλῶς, οὐδὲ ἀπὸ διαθέσεως ταῦτα λέγω, ἀλλὰ τί; Δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ
20παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐ‐ άρεστον τῷ Θεῷ. Βαβαὶ, ποῦ τὸ δῶρον αὐτῶν ἀν‐ ήγαγεν! Οὐκ ἐγὼ, φησὶν, ἔλαβον, οὐκ ἔλαβον, ἀλλ’ ὁ Θεὸς δι’ ἐμοῦ. Ὥστε, κἂν ἐγὼ μὴ χρῄζω, μὴ μελέτω ὑμῖν· ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρῃζε, καὶ ὅμως
25ἀπεδέχετο, οὕτως ὡς μηδὲ παραιτεῖσθαι εἰπεῖν τὴν θείαν Γραφὴν, ὅτι Ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐ‐ ωδίας, ὅπερ ἦν εὐφραινομένου. Ἴστε γὰρ, ἴστε πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ ταῖς εὐωδίαις, πῶς εὐφραίνεται, πῶς γάννυται. Οὐ παρῃτήσατο τοίνυν
30εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὕτω ῥῆμα καὶ ταπει‐ νὸν ἡ Γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ, ὅτι δεκτὰ τὰ παρ’ αὐτῶν δῶρα γέγονεν. Οὐ γὰρ ἡ κνίσσα, οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ’ ἡ προαίρεσις ἡ προσφέ‐ ρουσα· ἐπεὶ, εἰ τοῦτο ἦν, καὶ τὰ παρὰ τοῦ Κάϊν ἂν
35ἐδέχθη. Εἶπεν οὖν, ὅτι καὶ εὐφραίνεται, καὶ πῶς εὐφραίνεται· οὐ γὰρ ἂν ἄλλως ἔμαθον οἱ ἄνθρωποι. Ὁ τοίνυν μὴ ἐν χρείᾳ καθεστὼς λέγει οὕτως εὐφραί‐ νεσθαι, ἵνα μὴ διὰ τὸ ἀνενδεὲς ῥᾴθυμοι γένωνται. Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες, ταύ‐
40ταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν διορθοῦται αὐτοὺς, λέγων· Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι; Τοῦτο καὶ Παῦλός φησιν, Οὐκ ἐπιζητῶ τὸ δόμα. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ, ἐν Χριστῷ
45Ἰησοῦ. δʹ. Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες. Εἰ δὲ Παῦλος ἐπεύχεται τοῖς διδοῦσι, πολλῷ μᾶλλον ἡμεῖς μὴ αἰσχυνώμεθα λαμβάνοντες τοῦτο ποιεῖν. Μὴ δὴ λαμβάνωμεν, ὡς αὐτοὶ χρῄζοντες, μηδὲ χαίρωμεν

62

.

292

(50)

ἡμῶν ἕνεκεν, ἀλλὰ τῶν διδόντων αὐτῶν. Οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἂν δι’ ἐκείνους χαί‐ ρωμεν· οὕτως οὐκ ἀγανακτήσομεν, μὴ διδόντων, μᾶλ‐ λον δὲ ἀλγήσομεν δι’ αὐτούς· οὕτω καὶ προθυμοτέ‐ ρους ἐργασόμεθα, ἂν διδάσκωμεν, ὅτι οὐχ ἡμῶν ἕνεκεν
55ταῦτα πράττομεν. Ὁ δὲ Θεός μου, φησὶ, πληρώσει πᾶσαν χρείαν ὑμῶν, ἢ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν.
Ἀλλ’ ἂν μὲν ᾖ, Πᾶσαν χάριν, μὴ ταύτην μόνον φησὶ,291

62

.

293

τὴν ἐπὶ γῆς ἐλεημοσύνην, ἀλλὰ πᾶν κατόρθωμα· ἂν δὲ, Πᾶσαν χρείαν, ὅπερ οἶμαι καὶ μᾶλλον λέγεσθαι, τοῦτό ἐστιν ὃ δηλοῦν βούλεται· ἐπειδὴ ἔμπροσθεν εἶπεν, Ἠκαιρεῖσθε, ἐπάγει ἐνταῦθα, ὅπερ ἐν τῇ πρὸς
5Κορινθίους ποιεῖ λέγων, Ὁ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννή‐ ματα τῆς δικαιοσύνης ὑμῶν. Ἐπεύχεται γὰρ αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ, καὶ ἔχειν σπείρειν· καὶ ἐπεύ‐
10χεται οὐχ ἁπλῶς ἐν ἀφθονίᾳ εἶναι, ἀλλὰ, Κατὰ τὸν πλοῦτον αὑτοῦ. Ὥστε καὶ τοῦτο συμμεμετρημένως. Εἰ μὲν γὰρ κατ’ αὐτὸν ἦσαν, καὶ οὕτω φιλόσοφοι, καὶ οὕτως ἐσταυρωμένοι, οὐκ ἂν τοῦτο ἐποίησεν· ἐπει‐ δὴ δὲ ἄνδρες ἦσαν, χειροτέχναι, πένητες, γυναῖκας
15ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες, καὶ ἀπὸ ὀλίγων καὶ ταῦτα ἔδοσαν, καί τινα εἶχον ἐπιθυ‐ μίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκατα‐ βατικῶς. Τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. Ὅρα
20γοῦν τί καὶ ἐπεύχεται· Οὐκ εἶπεν, ὅτι Ποιήσαι πλου‐ σίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ τί; Πληρώσαι πᾶσαν χρείαν ὑμῶν. Ὥστε μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς χρείαν ἔχειν· ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς ἡμῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε, διδάσκων
25ἡμᾶς, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον λέγειν, δὸς ἡμῖν σήμερον. Κατὰ τὸν πλοῦτον αὑτοῦ. Τί ἐστι τοῦτο; Κατὰ τὴν δωρεὰν αὑτοῦ· τουτέστιν, ὅ τι εὔκολον αὐτῷ καὶ δυνατὸν, καὶ ταχέως ποιεῖν. Καὶ ἐπειδὴ Χρείαν εἶπον, ἵνα μὴ νομίσωσιν, ὅτι στενο‐
30χωρήσει αὐτοὺς, διὰ τοῦτο ἐπήγαγε, Κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Οὕτω περισσεύσει ὑμῖν ἅπαντα, φησὶν, ὥστε ἐν δόξῃ αὐτοῦ ἔχειν. Ἢ οὖν τοῦτο λέγει, ὅτι Οὐδενὸς ὑστερεῖσθε· Καὶ χάρις γὰρ μεγάλη, φησὶν, ἦν ἐπὶ πάντας αὐτούς·
35οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ἢ προ‐ τρέπει εἰς δόξαν αὐτοῦ πάντα ποιεῖν· ὡσεὶ ἔλεγεν· Ἵνα εἰς δόξαν αὐτοῦ χρῆσθε τῇ περιουσίᾳ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αὕτη δὲ ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον,
40ἀλλὰ καὶ τοῦ Πατρὸς γίνεται. Ὅταν γὰρ ὁ Υἱὸς δο‐ ξάζηται, τότε ὁ Πατήρ. Ἐπειδὴ γὰρ εἶπεν εἰς δόξαν Χριστοῦ τοῦτο γενέσθαι, ἵνα μή τις νομίσῃ αὐτοῦ μόνου, ἐπήγαγε· Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα, αὕτη ἡ γενομένη δηλονότι τῷ Υἱῷ. Ἀσπάσα‐
45σθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Οὐ μικρὸν καὶ τοῦτο· πολλῆς γὰρ εὐμενείας, καὶ τὸ διὰ γραμ‐ μάτων αὐτοὺς ἀσπάζεσθαι. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Καὶ μὴν ἔλεγες, ὅτι Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μερι‐

62

.

293

(50)

μνήσει· πῶς οὖν λέγεις νῦν, Οἱ σὺν ἐμοὶ ἀδελφοί, Ἢ τοὺς μετ’ αὐτοῦ ἀδελφούς φησι, δηλῶν ὅτι Οὐδένα τῶν μεθ’ ἑαυτοῦ ἔχει ἰσόψυχον, οὐ περὶ τῶν ἐν τῇ πόλει λέγων· ποίαν γὰρ ἀνάγκην εἶχον ἐκεῖνοι τὰ
τῶν ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐColumn end

62

.

294

παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν. Ἀσπάζον‐ ται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀνέστησεν
5αὐτοὺς καὶ ἀνέῤῥωσε, δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς οἰκίας τὸ κήρυγμα ἥψατο. Εἰ γὰρ οἱ ἐν τοῖς βασι‐ λείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν. Καὶ τοῦτο δὲ τεκμήριον ἦν τῆς Παύλου ἀγάπης, τὸ πολλὰ
10περὶ αὐτῶν διηγεῖσθαι, καὶ μεγάλα λέγειν, ὅθεν καὶ εἰς πόθον ἤγαγε τοὺς ἐν τοῖς βασιλείοις, ὥστε ἀσπά‐ σασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας. Μάλιστα μὲν γὰρ, ἐπειδὴ ἐν θλίψει ἦσαν οἱ πιστοὶ τότε, πολλὴ ἦν ἡ ἀγάπη. Πῶς; Οἵ τε γὰρ ἀλλήλων διεστηκότες, ἀλ‐
15λήλοις ἦσαν συγκεκολλημένοι, καὶ οἱ πόῤῥωθεν, ὡς ἐγγὺς ὄντες, ἀλλήλους ἠσπάσαντο, καὶ ὡς περὶ μέλη οἰκεῖα, οὕτω πρὸς ἑαυτοὺς ἕκαστος διετίθετο. Καὶ ὁ πένης γὰρ πρὸς τὸν πλούσιον ὁμοίως διέκειτο, καὶ ὁ πλούσιος πρὸς τὸν πένητα· καὶ οὐδεμία ἦν ὑπερ‐
20οχὴ, τῷ πάντας ὁμοίως μισεῖσθαι καὶ ἐλαύνεσθαι, καὶ ἐπὶ τοῖς αὐτοῖς. Ὥσπερ γὰρ οἱ ἐκ διαφόρων πό‐ λεων αἰχμάλωτοί τινες ἀναστάντες, καὶ εἰς μίαν ἐλ‐ θόντες πόλιν, σφόδρα ἀλλήλοις συμπλέκονται, τοῦ κοινοῦ τῆς συμφορᾶς συγκολλῶντος αὐτούς· οὕτω δὴ
25καὶ τότε, τῆς κοινωνίας τῶν παθημάτων καὶ τῶν θλί‐ ψεων συναπτούσης αὐτοὺς, πολλὴν εἶχον πρὸς ἀλλή‐ λους ἀγάπην. εʹ. Δεσμὸς γάρ τίς ἐστιν ἡ θλῖψις ἀῤῥαγὴς, ἀγάπης αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. Ἄκουε
30γὰρ τοῦ Δαυῒδ λέγοντος· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· καὶ πάλιν ἑτέρου προφήτου λέγοντος, Ἀγαθὸν ἀνθρώπῳ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ· καὶ πάλιν, Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς,
35Κύριε· καὶ ἑτέρου τινὸς λέγοντος, Μὴ ὀλιγώρει παιδείας Κυρίου· καὶ ἀλλαχοῦ, Εἰ προσέρχῃ δου‐ λεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πει‐ ρασμόν. Καὶ ὁ Χριστὸς δὲ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε·
40καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· καὶ πάλιν, Στενὴ καὶ τεθλιμ‐ μένη ἡ ὁδός. Ὁρᾷς πανταχοῦ τὴν θλῖψιν ἐπαινου‐ μένην; πανταχοῦ παραλαμβανομένην, ὡς ἀναγκαίαν οὖσαν ἡμῖν; Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς
45ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παραιτήσει καὶ νόμῳ διαίτης καὶ ἀγρυ‐ πνίαις καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσειε, πολλῷ μᾶλλον ἐνταῦθα. Τίνα γὰρ βούλει; τὸν βασιλέα εἰπεῖν; Ἀλλ’ οὐδὲ ἐκεῖνος ἀμέριμνον ζῇ βίον, ἀλλὰ καὶ

62

.

294

(50)

πολλῶν θλίψεων καὶ φροντίδων γέμοντα. Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ’ εἰς τὸ κλυδώνιον φροντίδων, δι’ οὗ αὐτῷ ὁ θόρυβος τίκτεται· μηδὲ εἰς τὴν ἁλουργίδα βλέπε, ἀλλ’ εἰς τὴν ψυχὴν τὴν μᾶλλον ἐκείνης τῆς
ἁλουργίδος μελαινομένην· οὐχ οὕτως ὁ στέφανος δεσ‐293

62

.

295

μεῖ τὴν κεφαλὴν, ὡς τὴν ψυχὴν ἡ φροντίς· μηδὲ εἰς τὸ τῶν δορυφόρων πλῆθος ἴδῃς, ἀλλ’ εἰς τὸ τῶν ἀθυμιῶν πλῆθος· οὐδὲ γὰρ ἔστιν ἰδιωτικὴν οἰκίαν εὑρεῖν τοσούτων γέμουσαν φροντίδων, ὅσων τὰ βασί‐
5λεια. Θάνατοι καθ’ ἑκάστην ἡμέραν προσδοκώμενοι παρ’ αὐτοῖς τούτοις, καὶ πρὸ τῆς τραπέζης τὸ αἷμα ὁρᾶται, καὶ πρὸ τοῦ ποτοῦ. Ἐν δὲ ταῖς νυξὶν οὐδὲ εἰπεῖν ἔστιν ὁσάκις ἅλλονται καὶ ἀναπηδῶσι φαν‐ τασιούμενοι. Καὶ ταῦτα δὴ ἐν εἰρήνῃ· εἰ δὲ πόλεμος
10καταλάβοι, ἔτι τὰ τῶν φροντίδων ἐπιτείνεται. Τί τοίνυν τοῦ βίου τούτου ἐλεεινότερον γένοιτ’ ἄν; Τὰ δὲ παρὰ τῶν οἰκείων ὅσα; τῶν ἀρχομένων λέγω. Ἀμέλει καὶ συγγενικῶν αἱμάτων ἀεὶ γέμει τὸ ἔδαφος τὸ βασιλικόν. Καὶ, εἰ βούλεσθε, τινὰ καὶ διηγήσομαι,
15καὶ τάχα ἐπιγνώσεσθε ὅτι οὕτως ἔχει· μάλιστα μὲν καὶ τὰ παλαιὰ ἐρῶ, πλὴν ἀλλ’ ὅμως ἔτι τῇ μνήμῃ φυλαττόμενα, ἅτε καὶ ἐπὶ τῶν χρόνων γενό‐ μενα τῶν ἡμετέρων. Ὁ δεῖνα, φησὶ, τὴν γυναῖκα ὑποπτεύσας ἐπὶ μοιχείᾳ, γυμνὴν προσέδησεν ὄρεσι,
20καὶ θηρίοις ἐξέδωκεν, ἤδη μητέρα γενομένην αὐτῷ βασιλέων πολλῶν. Οἵαν οἴεσθε ζωὴν ζῇν ἐκεῖνον; οὐ γὰρ ἂν, εἰ μὴ σφόδρα κατετάκη τῷ πάθει, εἰς τοσαύτην ἐξέβη τιμωρίαν. Ὁ αὐτὸς δὴ οὗτος τὸν υἱὸν ἀπέσφαξε τὸν αὑτοῦ· μᾶλλον δὲ ὁ τούτου ἀδελφὸς
25ἑαυτὸν μετὰ τῶν παίδων αὑτοῦ. Λέγεται δὲ καὶ τὸν ἀδελφὸν οὗτος ἀνῃρηκέναι τὸν αὑτοῦ. Καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν, ὑπὸ τυράννου καταληφθεὶς, ὁ δὲ τὸν ἀνεψιὸν τὸν αὑτοῦ κοινωνοῦντα τῆς βασιλείας αὐτῷ, ἣν αὐτὸς ἐνεχείρισεν. Ἄλλος τὴν γυναῖκα εἶδεν ὑπὸ πεσσῶν
30διαφθαρεῖσαν· ὡς γὰρ οὐκ ἔτικτε, γυνή τις ἀθλία καὶ ταλαίπωρος (ἀθλία γὰρ καὶ ταλαίπωρος, ἣ τὸ τοῦ Θεοῦ δῶρον ἤλπισε δι’ οἰκείας παρέξειν σοφίας), πεσσοὺς δοῦσα, διέφθειρε τὴν βασιλίδα, καὶ συνδι‐ εφθάρη καὶ αὐτή. Ἕτερος πάλιν μετὰ τοῦτο ὑπὸ δηλη‐
35τηρίων ἀνῄρητο φαρμάκων, καὶ τὸ ποτήριον ἦν αὐτῷ λοιπὸν οὐκέτι πόμα, ἀλλὰ θάνατος· καὶ ὁ υἱὸς αὐτῷ τὸν ὀφθαλμὸν ἐξωρύττετο φόβῳ τῶν μελλόντων, οὐδὲν ἠδικηκώς. Ἄλλος, οὐδὲ εἰπεῖν καλὸν, ὅπως κατ‐ έλυσε τὸν βίον ἐλεεινῶς. Τῶν δὲ μετὰ τούτους ὁ μὲν
40κατεκάη, καθάπερ τις ἄθλιος καὶ ταλαίπωρος, μετὰ ἵππων καὶ δοκῶν καὶ τῶν ἄλλων ἁπάντων, καὶ τὸ γύναιον ἐν χηρείᾳ. Τὰς γὰρ ἐν τῷ ζῇν λύπας οὐδὲ εἰπεῖν ἔνι, ἃς, ὅτε οὗτος ἐπανέστη, ἠναγκάζετο ἔχειν. Οὗτος δὲ ὁ νῦν κρατῶν οὐχὶ ἐξ οὗ τὸ διάδημα περι‐
45έθετο, ἐν πόνοις, ἐν κινδύνοις, ἐν λύπαις, ἐν ἀθυμίαις, ἐν συμφοραῖς, ἐν ἐπιβουλαῖς; Ἀλλ’ οὐχ ἡ βασιλεία τοιαύτη τῶν οὐρανῶν· ἀλλὰ μετὰ τὸ λαβεῖν αὐτὴν, εἰ‐ ρήνη, ζωὴ, χαρὰ, εὐφροσύνη. Ἀλλ’, ὅπερ ἔλεγον, οὐκ ἔνι βίος ἀταλαιπώρητος. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς καὶ

62

.

295

(50)

ὁ μάλιστα μακαριώτερος, ὁ ἐν βασιλείᾳ, τοσούτων γέμει συμφορῶν, τί οἴει ἐν τοῖς ἰδιωτικοῖς· Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι. Πόσοι πολλάκις καὶ μῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων
55ὑφαίνονται, καὶ οἱ μῦθοι. Τὰ γὰρ πλείονα τῶν ἐν τοῖς μύθοις ἀπὸ τῶν γενομένων πέπλασται· οὕτω γὰρ ἔχει καὶ ἡδονήν· οἷον, τὰ Θυέστεια δεῖπνα, καὶ ὡς πᾶσα ἐκείνη ἡ οἰκία διὰ συμφορῶν κατέστρε‐
ψεν.Column end

62

.

296

ϛʹ. Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν παρὰ τῶν ἔξωθεν συντεθέντων ἴσμεν· εἰ δὲ βούλεσθε, καὶ ἀπὸ τῶν Γρα‐ φῶν ἐροῦμεν. Ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν, ἀλλ’ ἴστε πῶς καὶ οὗτος ἀπώλετο μυρίων πειραθεὶς κα‐
5κῶν. Μετ’ ἐκεῖνον ὁ Δαυῒδ, ὁ Σολομὼν, ὁ Ἀβιὰ, ὁ Ἐζεκίας, ὁ Ἰωσίας ὁμοίως. Οὐ γὰρ ἔστι θλίψεως χωρὶς, οὐκ ἔστι πόνων χωρὶς, οὐκ ἔστιν ἀθυμίας ἐκτὸς τὸν παρόντα βίον διελθεῖν. Ἀλλ’ ἡμεῖς ἀθυμῶ‐ μεν μὴ ὑπὲρ τῶν τοιούτων, ὑπὲρ ὧν οἱ βασιλεῖς,
10ἀλλ’ ὑπὲρ τοιούτων, ὑπὲρ ὧν καὶ κέρδος ἔχομεν μέγα· Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σω‐ τηρίαν ἀμεταμέλητον κατεργάζεται. Ὑπὲρ τούτων χρὴ λυπεῖσθαι, ὑπὲρ τούτων ἀλγεῖν, ὑπὲρ τούτων δάκνεσθαι· οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁμαρ‐
15τανόντων, οὕτως ἐδάκρυεν· Ἐκ γὰρ πολλῆς θλί‐ ψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Ἐπειδὴ γὰρ ὑπὲρ οἰκείων οὐκ εἶχε πενθεῖν, ὑπὲρ τῶν ἀλλοτρίων τοῦτο ἐποίει· μᾶλλον δὲ κἀκεῖνα οἰκεῖα ἡγεῖτο κατὰ τὸν τοῦ πέν‐
20θους λόγον. Ἕτεροι ἐσκανδαλίζοντο, καὶ αὐτὸς ἐπυ‐ ροῦτο· ἕτεροι ἠσθένουν, καὶ αὐτὸς ἠσθένει. Ἀγαθὸν ἡ τοιαύτη λύπη, πάσης κρείττων αὕτη χαρᾶς κοσμι‐ κῆς. Τὸν οὕτω πενθοῦντα ἐγὼ πάντων τῶν ἀνθρώ‐ πων προκρίνω· μᾶλλον δὲ καὶ αὐτὸς τοὺς οὕτω πεν‐
25θοῦντας μακαρίζει ὁ Κύριος, τοὺς συμπαθεῖς. Οὐχ οὕτως αὐτὸν ἐπὶ τοῖς κινδύνοις θαυμάζω· μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυμάζω, ὑφ’ ὧν καθ’ ἑκάστην ἡμέραν ἀπέθνησκεν· ἀλλὰ τοῦτό με μᾶλλον αἱρεῖ. Ἀπὸ γὰρ ψυχῆς φιλοθέου καὶ φιλοστόρ‐
30γου ἐγίνετο, ἀπὸ ἀγάπης, ἣν αὐτὸς ὁ Χριστὸς ἐζή‐ τει, ἀπὸ συμπαθείας ἀδελφικῆς καὶ πατρικῆς, μᾶλ‐ λον δὲ καὶ τούτων ἀμφοτέρων μείζονος. Οὕτω δια‐ κεῖσθαι χρὴ, οὕτω δακρύειν· τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης μεστά· τὸ τοιοῦτον πένθος
35ὑπόθεσις χαρᾶς ἐστι. Καὶ μή μοι εἴπῃς, τί πλέον ἐκ τοῦ θρηνεῖν, ὑπὲρ ὧν τοῦτο ποιῶ; Κἂν μηδὲν ὀνή‐ σωμεν τοὺς θρηνουμένους, ἀλλὰ πάντως ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων οὕτως ἀλ‐ γῶν, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων τοῦτο ποιήσε‐
40ται· ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πλημμελήματα· μᾶλλον δὲ οὐδὲ ἁμαρτήσει ταχέως. Τὸ δὲ δεινὸν, ὅτι κελευσθέν‐ τες οὕτως ἐπὶ τοῖς ἁμαρτάνουσι θρηνεῖν, οὐδὲ ἐπὶ τοῖς οἰκείοις τινὰ ἐπιδεικνύμεθα μετάνοιαν,
45ἀλλ’ ἀναλγήτως πταίοντες διακείμεθα, καὶ πάντων μᾶλλον φροντίζομεν, καὶ πάντα λογιζόμεθα μᾶλλον ἢ τὰ οἰκεῖα ἁμαρτήματα. Διὰ τοῦτο χαίρομεν χαρὰν τὴν ἀνόνητον, τὴν τοῦ κόσμου, τὴν εὐθέως σβεννυ‐ μένην, τὴν μυρίας τίκτουσαν λύπας. Λυπηθῶμεν

62

.

296

(50)

τοίνυν λύπην χαρᾶς μητέρα, καὶ μὴ ἡσθῶμεν χαρὰν λύπην τίκτουσαν· ἀφῶμεν δάκρυα σπείροντα πολλὴν ἡδονὴν, καὶ μὴ γελῶμεν γέλωτα βρυγμὸν ἡμῖν ὀδόν‐ των τίκτοντα· θλιβῶμεν θλῖψιν, ἀφ’ ἧς ἄνεσις βλα‐ στάνει, καὶ μὴ ζητῶμεν τρυφὴν, ἀφ’ ἧς πολλὴ θλῖ‐
55ψις καὶ ὀδύνη τίκτεται· ἐπὶ τῆς γῆς μικρὸν πονήσω‐ μεν, ἵνα τρυφήσωμεν διηνεκῶς ἐν τοῖς οὐρανοῖς· ἐν τῷ ἐπικήρῳ βίῳ θλίψωμεν ἑαυτοὺς, ἵνα ἐν τῷ ἀπείρῳ τύχωμεν ἀνέσεως· μὴ διαχυθῶμεν ἐν τῷ βραχεῖ
τούτῳ, ἵνα μὴ στενάξωμεν ἐν τῷ ἀπείρῳ. Οὐχ ὁρᾶτε295

62

.

297

πόσοι καὶ ἐνταῦθα θλίβονται βιωτικῶν ἕνεκεν πρα‐ γμάτων; Ἐννόησον ὅτι καὶ σὺ εἷς ἐξ ἐκείνων εἶ, καὶ φέρε τὴν θλῖψιν καὶ τὴν ὀδύνην, τῇ ἐλπίδι τῶν μελ‐ λόντων τρεφόμενος· οὐκ εἶ σὺ τοῦ Παύλου βελτίων
5οὐδὲ τοῦ Πέτρου, τῶν οὐδέποτε ἀνέσεως τυχόντων, τῶν ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι τὸν πάντα βίον διεξελθόντων. Εἰ βούλει τῶν αὐτῶν ἐκείνοις τυχεῖν,
τί τὴν ἐναντίαν ὁδεύεις ὁδόν; εἰ βούλει πρὸς τὴν πό‐Column end

62

.

298

λιν ἀπαντῆσαι ἐκείνην, ἧς ἐκεῖνοι κατηξιώθησαν, ἐκείνην βάδιζε τὴν ὁδὸν τὴν ἐκεῖ φέρουσαν. Οὐ φέρει ἡ τῆς ἀνέσεως ὁδὸς ἐκεῖ, ἀλλ’ ἡ τῆς θλίψεως· ἐκείνη εὐρύχωρος, αὕτη στενή. Ταύτην βαδίζωμεν, ἵνα τύ‐
5χωμεν τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐ ρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.297