TLG 2062 159 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ad Ephesios (homiliae 1–24)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam ad Ephesios (homiliae 1–24)

Citation: Vol — pg — (ln)

62

.

9

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΙΩΑΝΝΟΥ
3tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
4tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
5tΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.
6tΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
7ΥΠΟΘΕΣΙΣ. Ἡ Ἔφεσος ἔστι μὲν τῆς Ἀσίας μητρόπολις· ἐτελεῖτο δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον
10ὡς μείζονα δῆθεν θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ οἱ ταύτην τιμῶντες ἐκέχρηντο, ὡς μηδὲ τοὔνομα τοῦ τὸν ναὸν αὐτῆς ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ. Καὶ ὁ μακάριος δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς τὰ πολλὰ ἐνδιέτριψεν ἐκεῖ· καὶ γὰρ
15καὶ ἐξωρίσθη ἐκεῖ, καὶ ἐτελεύτησε. Καὶ τὸν Τιμό‐ θεον δὲ ἐκεῖ κατέλιπεν ὁ Παῦλος, καθὼς γράφων πρὸς αὐτὸν, φησί· Καθὼς παρεκάλεσά σε προσ‐ μεῖναι ἐν Ἐφέσῳ. Καὶ τῶν φιλοσόφων οἱ πολλοὶ, καὶ μάλιστα οἱ ἀνθήσαντες περὶ τὴν Ἀσίαν, ἦσαν
20ἐκεῖ. Λέγεται δὲ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· καὶ γὰρ ἡ Σάμος, ὅθεν ἦν, Ἰωνική ἐστι νῆσος. Τοὺς δὲ
περὶ Παρμενίδην καὶ Ζήνωνα καὶ Δημόκριτον, καὶColumn end

62

.

10

(7)

πολλοὺς ἔτι καὶ νῦν εὕροι τις ἂν φιλοσόφους ἐκεῖ. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸς ἐκείνους
10γράφοντι. Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι, ἅτε ἤδη κατηχημένοις. Ἔστι δὲ νοημάτων μεστὴ ἡ Ἐπιστολὴ ὑψηλῶν, καὶ δογμά‐ των. Γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτός φησι· Προσεύχεσθε ὑπὲρ ἐμοῦ,
15ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Καὶ ὑψηλῶν σφόδρα γέμει τῶν νοημάτων καὶ ὑπερόγκων. Ἃ γὰρ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς
20ὅταν λέγῃ· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· καὶ πάλιν, Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις· καὶ, Ὃ ἑτέραις γενεαῖς οὐκ
25ἐγνωρίσθη, νῦν ἀπεκαλύφθη τοῖς ἀποστόλοις τοῖς ἁγίοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ
συμμέτοχα τῆς κληρονομίας αὐτοῦ ἐν τῷ Χριστῷ.Column end

62

.

9

(23)

ΟΜΙΛΙΑ ΠΡΩΤΗ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα‐
25τος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάτ‐
30τονα αὐτὸν ἐροῦμεν; Μηδαμῶς. Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἰδοὺ, ἁγίους καλεῖ, ἄνδρας ἔχοντας καὶ παιδία καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ, δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ·
35Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε·Column end

62

.

10

(24)

καὶ πάλιν, Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν
25ὑμῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πι‐ στοὺς λέγεσθαι. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ
30Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χά‐ ριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο. Πῶς; Ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξ‐ απέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς
35τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Δι’ ἡμᾶς γὰρ Χριστὸς γέ‐
γονε, καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς,9

62

.

11

φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ. Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ μὴ βού‐ λει, ἀλλὰ τοῦ Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου‐
5ρανίοις ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίτ‐ τεται· εὐλογία μὲν γὰρ ἦν κἀκείνη, ἀλλ’ οὐ πνευμα‐ τική. Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλο‐ γήσει τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ εὐλογήσει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα
10δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευμα‐ τικῇ. Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέ‐ γονας ἐλεύθερος, γέγονας υἱὸς, γέγονας δίκαιος, γέγονας ἀδελφὸς, γέγονας συγκληρονόμος, συμβασι‐ λεύεις, συνδοξάζῃ· πάντα σοι κεχάρισται. Πῶς οὐχὶ
15καὶ σὺν αὐτῷ, φησὶ, τὰ πάντα ἡμῖν χαρίσεται; Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων προσκυνεῖται, ὑπὸ τῶν Χερουβὶμ, ὑπὸ τῶν Σεραφίμ· τί ἔτι λείπει; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα. Διὰ τοῦτο πάντα ἐξεῖλεν ἐκεῖνα εἰπὼν, Θλῖψιν ἕξετε
20ἐν τῷ κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών. Ὥσπερ γὰρ οἱ τὰ σαρκικὰ ἔχοντες, τῶν πνευματικῶν ἀκοῦ‐ σαι οὐκ ἠδύναντο· οὕτως οἱ τῶν πνευματικῶν τυγχά‐ νοντες, οὐ δύνανται αὐτῶν ἐπιτυγχάνειν, ἂν μὴ πρό‐ τερον τῶν σαρκικῶν ἀποστῶσι. Τί ἐστιν, Εὐλογία
25πνευματικὴ ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φά‐ γεσθε· Εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· Εὐλογή‐ σει ὁ Θεὸς τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρή‐
30σει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιω‐ θήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν, καὶ ἔπνευσαν οἱ
35ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ’ ἢ τὰ οὐράνια πράγματα, τὰ πάσης μεταβολῆς ἀνώτερα; Ὅστις γὰρ ἂν ὁμολογήσῃ με, φησὶν, ἔμπροσθεν
40τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις ἀπαρνήσεταί με, ἀρνήσομαι αὐτὸν κἀγώ· καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ
45τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν, Μακάριοί ἐστε οἱ δεδιωγμέ‐ νοι ἕνεκεν δικαιοσύνης, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τοὺς οὐρανοὺς, οὐδαμοῦ γῆν, οὐδὲ τὰ ἐν τῇ γῇ; Καὶ πάλιν, Ἡμῶν

62

.

11

(50)

τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν· καὶ πά‐ λιν, Μὴ τὰ ἐπίγεια φρονοῦντες, ἀλλὰ τὰ ἐν τοῖς οὐ‐ ρανοῖς. Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ
55μόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός
60ἐσμεν ἡμεῖς. Καθὼς καὶ ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Δι’ οὗ εὐλόγησεν ἡμᾶς, διὰ τού‐
του καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡμῖν ἐκεῖ δώσειColumn end

62

.

12

ἐκεῖνα πάντα, αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐ λῆς κόσμου· καὶ πάλιν, Ὅπου εἰμὶ ἐγὼ, θέλω
5ἵνα καὶ οὗτοι ὦσι. βʹ. Καὶ ἐν πάσαις σχεδὸν ταῖς Ἐπιστολαῖς τοῦτο σπου‐ δάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ’ ἡμᾶς, ἀλλ’ ἄνωθεν οὕτω τετύπωτο, οὐδ’ ἐκ μεταμελείας, ἀλλ’ οὕτως ᾠκονόμητο καὶ προώριστο. Καὶ τοῦτο δὲ κηδε‐
10μονίας πολλῆς. Τί ἐστιν, Ἐν αὐτῷ ἐξελέξατο; Διὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς, φησὶ, τοῦτο κατώρ‐ θωσε, πρὶν ἢ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἢ τὸν κόσμον καταβληθῆναι. Καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους καταβεβλημένον μεγάλου αὐτὸν
15δεικνύς. Καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως, καὶ πολὺ τὸ μέσον κτίσματος καὶ κτίστου. Αἰσχυ‐ νέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες. Τί δὲ ἐξ‐ ελέξατο; Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους
20κατενώπιον αὐτοῦ. Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· Διὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ ἐπὶ τούτῳ, ἵνα ἅγιοι ὦμεν καὶ ἄμωμοι. Ἐξελέξατο καὶ Ἰουδαίους ποτέ. Πῶς; Ἔθνος τοῦτο, φησὶν,
25ἐξελέξατο ἐκ τῶν ἐθνῶν. Εἰ δὲ ἄνθρωποι ἐκλεγό‐ μενοι, τὰ κάλλιστα ἐκλέγονται, πολλῷ μᾶλλον ὁ Θεός. Καὶ τὸ ἐκλεγῆναι δὲ, καὶ τῆς τοῦ Θεοῦ φιλανθρω‐ πίας τεκμήριον καὶ τῆς αὐτῶν ἀρετῆς· πάντως γὰρ
30αὐτοὺς δοκίμους ἐξελέξατο· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους, ἀλλὰ δεῖ μεῖναι ἁγίους. Ἅγιός ἐστιν ὁ τῆς πίστεως μετέχων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον μετ‐ ιών. Ἀλλ’ ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι.
35Εἰσὶ γὰρ ἅγιοι καὶ ἄμωμοι, ἀλλ’ ἀνθρώποις οὕτω νομιζόμενοι, οἱ τάφοις ἐοικότες κεκονιασμένοις, καθὼς οἱ τὰς δορὰς τῶν προβάτων ἔχοντες. Ἀλλ’ οὐ τοιούτους ζητεῖ, ἀλλ’ οἵους ὁ Προφήτης φησί· Καὶ κατὰ τὴν καθαρότητα τῶν χειρῶν μου. Ποίαν;
40Τὴν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἁγιωσύνην ζητεῖ, ἣν ὁ τοῦ Θεοῦ ὀφθαλμὸς ὁρᾷ. Εἶπε καὶ τούτων τὰ κατορθώματα, καὶ πάλιν ἐπὶ τὴν χάριν ἄνεισι, καί φησιν· Ἐν ἀγάπῃ, προορίσας ἡμᾶς. Οὐ γὰρ ἀπὸ πόνων οὐδὲ κατορθωμάτων τοῦτο γίνεται, ἀλλ’ ἀπὸ
45ἀγάπης, οὔτε ἀπὸ ἀγάπης μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα. Ἀλλ’ οὔτε ἀπὸ ἀγάπης μό‐

62

.

12

(50)

νης, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς, ἀλλ’ ἐξ ἀμφο‐ τέρων. Ἐξελέξατο γὰρ ἡμᾶς, φησίν· ὁ δὲ ἐκλεγό‐ μενος οἶδεν ὅπερ ἐκλέγεται. Ἐν ἀγάπῃ, φησὶ, προ‐ ορίσας ἡμᾶς. Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς ἀγάπης μὴ οὔσης. Εἰπὲ γάρ μοι, τί Παῦλος ἂν ὠφε‐
55λήθη, τί δὲ ἂν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; Ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν
60τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡμέτερον· τὸ δὲ
προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως11

62

.

13

ἀπὸ ἔχθρας εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης ὄντως ἀγάπης. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ; πῶς οὐδὲν ἄνευ τοῦ Πατρός;
5Ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε. Καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέ‐ ρωθί φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται τῷ διὰ
10τοῦ Χριστοῦ δοθῆναι· ὅτι οὐκ ἔπεμψέ τινα τῶν δού‐ λων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν τὸν Μονογενῆ. Κατὰ τὴν εὐδοκίαν, φησὶ, τοῦ θελήματος αὑτοῦ. Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι. Ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ
15εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον. Ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον, θέλημα πρῶτον, τὸ μὴ ἀπο‐ λέσθαι ἡμαρτηκότας· θέλημα δεύτερον, τὸ γενομέ‐ νους κακοὺς ἀπολέσθαι. Οὐ γὰρ δὴ ἀνάγκη αὐτοὺς κολάζει, ἀλλὰ θέλημα. Τοιοῦτον καὶ ἐπὶ Παύλου ἔστιν
20ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ· Θέλω πάντας ἀνθρώ‐ πους εἶναι ὡς καὶ ἐμαυτόν· καὶ πάλιν, Θέλω νεωτέρας γαμεῖν, τεκνογονεῖν. Εὐδοκίαν οὖν τὸ πρῶτον θέλημά φησι, τὸ σφοδρὸν θέλημα, τὸ μετὰ ἐπιθυμίας θέλημα, τὸ πεῖσμα· οὐ γὰρ παραιτήσομαι
25καὶ κοινοτέρᾳ λέξει χρήσασθαι σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων· οὕτω γὰρ καὶ ἡμεῖς τὴν ἐπίτασιν τοῦ θελήματος δηλοῦντες, Κατὰ τὸ πεῖσμα ἡμῶν, λέγο‐ μεν. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Σφόδρα ἐφίεται, σφό‐ δρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας.
30 Τίνος οὖν ἕνεκεν οὕτως ἡμᾶς ἀγαπᾷ, καὶ πόθεν οὕτω φιλεῖ; Ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις ἀγαθότητός ἐστι. Διὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόμε‐ νος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν
35εὐδοκίαν τοῦ θελήματος αὑτοῦ, φησὶν, εἰς ἔπαι‐ νον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ, φησὶν, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ.
40 γʹ. Οὐκοῦν εἰ εἰς τοῦτο ἐχαρίτωσεν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μείνωμεν ἐν αὐτῇ. Εἰς ἔπαινον δόξης. Τί ἐστι τοῦτο; ἵνα τις αὐτὸν ἐπαινέσῃ; ἵνα τις δοξάσῃ; ἡμεῖς, ἄγγελοι, ἀρχάγγελοι, ἀλλὰ πᾶσα ἡ κτίσις; Καὶ τί
45τοῦτο; Οὐδέν· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Τίνος οὖν ἕνε‐ κεν βούλεται ἐπαινεῖσθαι καὶ δοξάζεσθαι παρ’ ἡμῶν; Ὥστε τὴν πρὸς αὐτὸν ἀγάπην θερμοτέραν ἡμῖν ἐγγε‐ νέσθαι. Οὐδενὸς γὰρ ἐφίεται τῶν παρ’ ἡμῶν, ἀλλ’ ἢ τῆς σωτηρίας μόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ

62

.

13

(50)

ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ ἐπαινῶν καὶ θαυμάζων τὴν εἰς αὑτὸν χάριν γεγενη‐ μένην, προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος. Ἧς ἐχαρίτωσεν ἡμᾶς, φησίν. Οὐκ εἶπεν, Ἧς ἐχα‐ ρίσατο, ἀλλ’, Ἐχαρίτωσεν ἡμᾶς· τουτέστιν οὐ μό‐
55νον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησε. Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον τινὰ, καὶ λοιμῷ καὶ νόσῳ διεφθαρμένον, καὶ γήρᾳ καὶ πενίᾳ καὶ λιμῷ, εὐθέως εὔμορφον νεώτερον ἐρ‐ γάσαιτο, πάντας ἀνθρώπους νικῶντα τῷ κάλλει, σφο‐
60δρὰν μὲν τὴν αὐγὴν ἀφιέντα ἀπὸ τῶν παρειῶν, καὶColumn end

62

.

14

τὰς μαρμαρυγὰς τοῦ ἡλίου ἀποκρύπτοντα ταῖς τῶν ὀφθαλμῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς ἡλικίας ἄνθει, καὶ μετὰ τοῦτο ἁλουργίδα περιβάλοι καὶ διάδημα καὶ πάντα τὸν κόσμον τὸν βασιλικόν·
5οὕτως ἐξήσκησε τὴν ψυχὴν ἡμῶν, καὶ καλὴν καὶ ποθεινὴν καὶ ἐπέραστον ἐποίησεν. Ἐπιθυμοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τὴν τοιαύτην ψυχὴν, ἀρχάγ‐ γελοι, πᾶσαι αἱ ἄλλαι δυνάμεις. Οὕτως ἡμᾶς καὶ ἐπιχάριτας ἐποίησε, καὶ ἑαυτῷ ποθεινούς. Ἐπιθυ‐
10μήσει γὰρ, φησὶν, ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅρα γὰρ οἷα πρὸ τούτου ἐπιβλαβῆ φθεγγόμενοι, οἷα κεχαριτωμένα ῥήματα φθεγγόμεθα νῦν. Οὐκέτι πλοῦ‐ τον θαυμάζομεν, οὐκέτι τὰ ἐνταῦθα, ἀλλὰ τὰ οὐρά‐ νια καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Οὐχὶ χαρίεν ἐκεῖνο τὸ
15παιδίον εἶναί φαμεν, ὅπερ ἂν μετὰ τῆς τοῦ σώματος ὥρας καὶ πολλὴν ἔχει τὴν ἐν τοῖς ῥήμασι χάριν; Τοιοῦτοί εἰσιν οἱ πιστοί. Ὅρα οἷα φθέγγονται οἱ με‐ μυημένοι. Τί γὰρ χαριέστερον ἐκείνου τοῦ στόματος γένοιτ’ ἂν, τοῦ τὰ θαυμαστὰ ῥήματα ἀφιέντος, καὶ
20καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσι μεταλαμβάνον‐ τος τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς τῆς λαμ‐ πρότητος καὶ τῆς παῤῥησίας; τί χαριέστερον τῶν ῥη‐ μάτων, δι’ ὧν ἀποτασσόμεθα τῷ διαβόλῳ; δι’ ὧν συν‐ τασσόμεθα τῷ Χριστῷ; τῆς ὁμολογίας ἐκείνης τῆς πρὸ
25τοῦ λουτροῦ; τῆς μετὰ τὸ λουτρόν; Ἐννοήσωμεν ὅσοι διεφθείραμεν τὸ βάπτισμα, καὶ στενάξωμεν, ἵνα δυνη‐ θῶμεν αὐτὸ πάλιν ἀναλαβεῖν. Διὰ τοῦ ἠγαπημένου, φησὶν, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; Οὐ μόνον ὅτι τὸν Υἱὸν ἔδωκε
30θαυμαστὸν, ἀλλ’ ὅτι καὶ τούτῳ τῷ τρόπῳ, ὥστε σφα‐ γῆναι αὐτὸν τὸν ἀγαπώμενον. Πολλὴ ἡ ὑπερβολή· τὸν ἀγαπώμενον ὑπὲρ τῶν μισουμένων ἔδωκεν. Ὅρα πόσου ἡμᾶς τιμᾶται. Εἰ, ὅτε αὐτὸν ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, καὶ ἀγαπώμενον ἔδωκε· τί οὐ ποιή‐
35σει λοιπὸν, ὅταν τούτῳ καταλλαγῶμεν διὰ τῆς χάρι‐ τος; Τὴν ἄφεσιν, φησὶ, τῶν παραπτωμάτων. Ἄνωθεν κάτω κάτεισι· πρότερον υἱοθεσίαν εἰπὼν καὶ ἁγιασμὸν καὶ ἀμώμους, καὶ τότε τὸ πάθος, οὐ μειῶν, οὐδὲ ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μικρὰ κατ‐
40άγων τὸν λόγον, ἀλλ’ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα ἀνιών. Οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· καὶ τῆς υἱοθεσίας καὶ τῶν ἄλλων δωρεῶν τοῦτο μεῖζον, τὸ μηδὲ τοῦ Υἱοῦ φεί‐ σασθαι. Μέγα γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων,
45ἀλλὰ τὸ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ Δεσποτικοῦ. Ὅτι γὰρ τοῦτο πολλῷ μεῖζον ἁπάντων, ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε λέγων· Κατὰ τὸν πλοῦτον τῆς χά‐ ριτος αὑτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. Πλοῦτος μὲν γὰρ κἀκεῖνος, πολλῷ δὲ πλέον οὗτος. Ἧς ἐπερίσ‐

62

.

14

(50)

σευσε, φησὶν, εἰς ἡμᾶς. Καὶ πλοῦτος, καὶ, Ἐπε‐ ρίσσευσε, τουτέστι, ἀφάτως ἐξεχύθη. Οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν. Πλοῦτος γάρ ἐστι, πλοῦτος περισσεύων, πλοῦτος οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ, ὥστε πανταχόθεν ἀμή‐
55χανον αὐτὸν λεχθῆναι. Δεικνὺς δὲ πῶς εἰς περισσείαν ἔδωκεν, Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, φησὶ, γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὑ‐ τοῦ· τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας τὴν
ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν.13

62

.

15

δʹ. Βαβαὶ, πόση φιλία! Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. Τοῦ θελήματος αὑτοῦ, φησίν· ὡς ἂν εἴποι τις, Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας τε γέμον καὶ φρονή‐
5σεως. Τί γὰρ ταύτης τῆς σοφίας ἴσον ἐρεῖς; τοὺς οὐ‐ δενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς εὐμηχανίας ἴσον; ὁ ἐχθρὸς, ὁ μεμισημένος, οὗτος ἐξαίφνης ἄνω γέγονε. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ· καὶ
10τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ. Μακρὸς ἐνταῦθα δεῖξαι ὁ λόγος, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. Διὸ πάλιν, Κατὰ τὴν εὐδοκίαν αὑτοῦ, φησὶν, ἣν προέθετο ἐν αὐτῷ. Τουτέστι, τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἂν
15ἔχοι ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ γέγονεν, Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς
20ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν ἐπιγείων, οὐκ εἶχε μίαν κεφαλήν. Κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης κεχυμένης, ἀλλ’ ἀπεσχισμένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ.
25Εἰς οἰκονομίαν, φησὶ, τοῦ πληρώματος τῶν καιρῶν. Πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν. Ὅρα πῶς ἀκριβῶς φθέγγεται. Καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ Πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην ὁρμὴν, τὴν δὲ διὰ τῶν ἔργων ἐκπλήρωσιν
30διὰ τοῦ Χριστοῦ, οὐδαμοῦ διάκονον αὐτὸν ὀνομάζει. Ἐξελέξατο ἡμᾶς, φησὶν, ἐν αὐτῷ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Χριστοῦ Ἰησοῦ εἰς αὐτὸν, καὶ εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ,
35ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώ‐ ματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Καὶ οὐδαμοῦ διάκονον αὐτὸν εἶπεν, Εἰ δὲ τὸ, ἐν, καὶ τὸ, διὰ, διακόνου ἐστὶν, ὅρα ποῦ τρέπει τὸ πρᾶγμα. Ἀρχόμενος γὰρ εὐθέως τῆς
40Ἐπιστολῆς, Διὰ τοῦ θελήματος, εἶπε, τοῦ Πατρός. Ὁ Πατὴρ ἠθέλησε, φησὶν, ὁ Υἱὸς ἐνήργησεν. Ἀλλ’ οὔτε, ἐπειδὴ ὁ Πατὴρ ἠθέλησε, τῆς ἐνεργείας ἐκτός ἐστιν ὁ Υἱός· οὔτε ἐπειδὴ ὁ Υἱὸς ἐνήργησε, τοῦ θελήματος ἀπεστέρηται ὁ Πατὴρ, ἀλλὰ κοινὰ Πατρὸς
45καὶ Υἱοῦ πάντα· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, φησὶ,
καὶ τὰ σὰ ἐμά. Πλήρωμα δὲ τῶν καιρῶν ἡ παρου‐Column end

62

.

16

σία αὐτοῦ ἦν. Ἐπεὶ οὖν πάντα ἔπραξε καὶ δι’ ἀγγέλων, καὶ διὰ προφητῶν, καὶ διὰ νόμου, καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ’ ἐκινδύνευεν εἰκῆ γεγενῆσθαι ἄνθρωπος, εἰκῆ παρῆχθαι, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ, πάντων
5ἀπολλυμένων ἁπλῶς, καὶ μειζόνως ἢ ἐπὶ τοῦ κατα‐ κλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γενέσθαι. Τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει, καὶ σοφίαν. Πῶς; Ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε
10διεσώθησαν. Ἀνακεφαλαιώσασθαι, φησίν. Τί ἐστιν, Ἀνακεφαλαιώσασθαι; Συνάψαι. Πλὴν ἀλλὰ σπου‐ δάσωμεν ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας. Παρὰ μὲν γὰρ ἡμῖν καὶ ἐν τῇ συνηθείᾳ ἀνακεφαλαίωσις λέ‐ γεται καὶ τὰ διὰ μακρῶν λεγόμενα εἰς βραχὺ συ‐
15στεῖλαι, καὶ πάντα τὰ διὰ πολλῶν λεγόμενα συντόμως εἰπεῖν. Ἔστι μὲν γὰρ καὶ τοῦτο· τὰ γὰρ διὰ μακροῦ χρόνου οἰκονομούμενα ἀνεκεφαλαιώσατο ἐν ἑαυτῷ, τουτέστι, συνέτεμε. Λόγον γὰρ συντελῶν, καὶ συντέ‐ μνων ἐν δικαιοσύνῃ, καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα
20προσέθηκε. Τοῦτό ἐστιν ἀνακεφαλαίωσις. Ἔστι καὶ ἕτερόν τι δηλούμενον. Ποῖον τοῦτο; Μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέ‐ λοις καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις μίαν ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς μὲν τὸ κατὰ σάρ‐
25κα, τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴ‐ ποι τὰ μὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδό‐ μησε τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο, ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα πάντας ὑπὸ μίαν ἤγαγε κεφαλήν. Οὕτω γὰρ ἂν γέ‐
30νοιτο ἕνωσις, οὕτως [ἂν γένοιτο] ἀκριβὴς συνάφεια, ὅταν ὑπὸ μίαν ἅπαντα ἀχθείη κεφαλὴν, σύνδεσμόν τινα ἀναγκαῖον ἄνωθεν ἔχοντα. Τοσαύτης τοίνυν ἀξιω‐ θέντες δωρεᾶς, τοσαύτης τιμῆς, τοσαύτης φιλανθρω‐ πίας, μὴ καταισχύνωμεν τὸν εὐεργετήσαντα, μὴ εἰς
35κενὸν τὴν τοσαύτην χάριν ποιήσωμεν, ἀγγελικὸν βίον ἐπιδειξώμεθα, ἀγγελικὴν ἀρετὴν καὶ πολιτείαν· ναὶ δέομαι καὶ ἀντιβολῶ, ἵνα μὴ εἰς κρῖμα μηδ’ εἰς κα‐ τάκριμα γένηται ταῦτα πάντα ἡμῖν, ἀλλ’ εἰς ἀπόλαυ‐ σιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐
40ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι,
δόξα, κράτος, καὶ τὰ ἑξῆς.15

62

.

17

ΟΜΙΛΙΑ Βʹ. Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρό‐ θεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βου‐ λὴν τοῦ θελήματος αὑτοῦ, εἰς τὸ εἶναι ἡμᾶς
5εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικό‐ τας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαν‐ τες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσ‐ φραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ
10 ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαι‐ νον τῆς δόξης αὐτοῦ. αʹ. Πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ
15δυνατόν. Ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκου‐ σον τί φησιν αὐτός· Ὢ βάθος πλούτου καὶ σο‐ φίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! πλὴν ἀλλ’ ὡς οἷόν τέ ἐστι δείκνυσι. Τί οὖν ἐστιν ὃ
20λέγει, Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες; Εἶπεν, Ἐξελέξατο ἡμᾶς, ἀνωτέρω· ἐνταῦθά φησιν· Ἐκληρώθημεν. Ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμά ἐστιν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγ‐ νοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται, καὶ τοὺς ἐναρέτους
25πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς μέσον παρήγαγεν· ὅρα πῶς αὐτὸ διορθοῦται. Προορισθέντες, φησὶ, κατὰ πρόθεσιν τοῦ τὰ πάν‐ τα ἐνεργοῦντος. Τουτέστιν· Οὐχ ἁπλῶς ἐκληρώθη‐ μεν ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγημεν· Θεὸς γὰρ ὁ
30ἐκλεξάμενος· οὐδὲ ἁπλῶς ἐκληρώθημεν· Θεὸς γὰρ ὁ κληρωσάμενος· ἀλλὰ κατὰ πρόθεσιν. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ γράφων φησί· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὓς ἐκάλεσε, τού‐ τους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους
35καὶ ἐδόξασε. Πρότερον εἰπὼν, Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος, καὶ κλῆρον εἶπεν, ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι. Ὅπερ ἐστὶ τοίνυν μα‐ καριότητος μᾶλλον αὐτὸ τίθησιν. Ὁ γὰρ κλῆρος οὐκ
40ἀρετῆς ἐστιν, ἀλλὰ, ὡς ἄν τις εἴποι, συντυ‐ χίας. Ὡς ἂν εἰ ἔλεγε· Κλήρου γενομένου ἡμᾶς ἐξελέξατο. Τὸ δὲ ὅλον, ἀπὸ τῆς προαιρέσεως προορι‐ σθέντας, τουτέστιν, ἑαυτῷ ἐκλεξάμενος ἀφώρισεν· οἷον, ἑώρα ἡμᾶς πρὶν ἢ γενέσθαι κεκληρωμένους.
45Θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν. Σὺ δὲ θέα πῶς παντα‐ χοῦ σπουδὴν ποιεῖται δεῖξαι, ὅτι οὐκ ἐκ μετανοίας, ἀλλ’ ἄνωθεν τὰ πράγματα οὕτω τετύπωτο, ὥστε μηδὲν ὑμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο, καὶ διὰ τοῦτο

62

.

17

(50)

πάντα ὑπὲρ τούτου ποιεῖ. Πῶς οὖν φησιν αὐτὸς ὁ Χριστὸς, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; καὶ πάλιν τοῖς μαθη‐ ταῖς ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε; καὶ αὐτὸς δὲ
55πάλιν ὁ Παῦλος ἔλεγεν, Ὑμῖν ἦν ἀναγκαῖον πρῶ‐ τον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυ‐ τοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη; Διὰ γὰρ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρ‐
60έργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Κατὰ πρόθεσιν, φησὶ, τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Τουτέστιν, οὐδὲν μετὰ ταῦ‐
τα ἐνήργησε, πάντα ἄνωθεν διατυπώσας. Οὕτως αὐ‐Column end

62

.

18

τὸς ἐπάγει τὸ τέλος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ. Ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲ ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Εἰς τὸ εἶναι ἡμᾶς, φησὶν, εἰς
5ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λό‐ γον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίαι ὑμῶν· τουτέστι, δι’ οὗ. Ὅρα πανταχοῦ αἴτιον πάν‐ των γενόμενον τὸν Χριστὸν, καὶ οὐδαμοῦ τὸ τοῦ
10ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου· ὥσπερ καὶ ἀλλαχοῦ φησιν Ἑβραίοις γράφων, ὅτι Πάλαι λαλή‐ σας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Τουτέστι, δι’ Υἱοῦ. Τὸν λόγον, φησὶ, τῆς ἀληθείας·
15οὐκέτι τὸν τοῦ τύπου, οὐδὲ τὸν τῆς εἰκόνος. Τὸ εὐαγγέλιον τῆς σωτηρίας ἡμῶν. Καὶ καλῶς εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ, τὸ μὲν πρὸς τὸν νόμον αἰνιττόμενος, τὸ δὲ πρὸς τὴν μέλλουσαν κό‐ λασιν. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ κήρυγμα, ἀλλ’ ἢ σω‐
20τηρίας εὐαγγέλιον, ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι οὐ‐ κέτι ἀπόλλυσιν. Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγί‐ σθητε ἐν τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Πάλιν πολλῆς προνοίας δεῖγμα τὸ σφραγισθῆναι, οὐ τὸ
25ἀφορισθῆναι, οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι. Καθάπερ γὰρ εἴ τις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα.
30 βʹ. Ὁρᾷς πῶς, προϊόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ; Ἕως μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν, ἀλλ’ οὐχ ὡς ἡμεῖς· ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται,
35ἀλλὰ περιτομῇ, καθάπερ καὶ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ’ ὡς υἱοὶ, Πνεύματι. Τί ἐστι, Πνεύματι ἐπαγγελίας; Ἤτοι ὅτι κατὰ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν. Δύο γάρ εἰσιν ἐπαγγελίαι, μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα
40δὲ ἀπὸ τοῦ Υἱοῦ· διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωὴλ λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν
45ἐνύπνια ἐνυπνιασθήσονται· ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· Καὶ λήψεσθε δύναμιν ἐπελ‐ θόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσε‐ σθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς

62

.

18

(50)

γῆς. Καίτοι ἔδει, φησὶν, αὐτὸν ὡς Θεὸν πιστευθῆ‐ ναι· ἀλλ’ οὐκ ἀπὸ τούτου διισχυρίζεται, ἀλλ’ ὡς περὶ ἀνθρώπου ἐξετάζει, ὥσπερ ἐν τῇ πρὸς Ἑβραί‐ ους, λέγων· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέ‐ των, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν ἰσχυρὰν
55παράκλησιν ἔχωμεν. Οὕτω καὶ ἐνταῦθα τεκμήριον ποιεῖται τῆς τῶν μελλόντων ἐπαγγελίας τὰ ἤδη δε‐ δομένα. Διὰ τοῦτο καὶ ἀῤῥαβῶνα καλεῖ· ὁ γὰρ ἀῤ‐ ῥαβὼν μέρος ἐστὶ τοῦ παντός. Ἠγόρασε, τὰ παρ’ ἡμῶν, τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν
60ἀῤῥαβῶνα τέως. Διὰ τί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδω‐ κεν; Ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. Ἐπι‐
στεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀῤῥαβῶ‐17

62

.

19

να, Ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι. Μᾶλλον δὲ καὶ ἄλλην ἔδωκε τι‐ μὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέσχετο. Καθ‐ άπερ εἰ πόλεμος εἴη, ἔθνεσι πρὸς ἔθνη διδόασιν
5ὁμήρους· οὕτω καὶ ὁ Θεὸς ἔδωκε τὸν Υἱὸν αὐτοῦ, τῆς εἰρήνης καὶ τῶν σπονδῶν ἐνέχυρον, καὶ τὸ Πνεῦ‐ μα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ· οἱ γὰρ ὄντως Πνεύματος μετέχοντες, ἴσασιν ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν ἐστι. Τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν ἤδη
10τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι, καὶ ἔστενεν· ἑτέροις γὰρ ὀφθαλ‐ μοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ. Οὐ μετ‐ έχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημά‐ των ἐκπίπτεις. Εἰ μετείχομεν πάντες Πνεύματος, ὡς
15μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν καὶ τὴν ἐκεῖ κατάστασιν. Ἀῤῥαβὼν δὲ τίνος ἐστί; Τῆς ἀπο‐ λυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπο‐ λύτρωσις τότε γίνεται. Νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπί‐
20πτει, καὶ μετὰ ἀσεβῶν ἐσμεν· ἡ δὲ καθαρὰ ἀπολύ‐ τρωσις, ὅταν μήτε ἁμαρτήματα ᾖ, μήτε πάθη ἀν‐ θρώπινα, μήτε ἀναμὶξ μετὰ πάντων ὦμεν, τότε ἐστί. Νῦν δὲ ἀῤῥαβών. Καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστη‐ μεν· οὐ γάρ ἐστι τὸ πολίτευμα ἡμῶν ἐπὶ τῆς γῆς·
25καὶ νῦν ἐκτός ἐσμεν τῶν ἐνταῦθα· πάροικοι γάρ ἐσ‐ μεν καὶ νῦν. Εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Συν‐ εχῶς τοῦτο τίθησι. Τί δήποτε; Ὅτι ἱκανὸν πληρο‐ φορῆσαι τοὺς ἀκούοντας. Εἰ μὲν γὰρ ἡμῶν ἕνε‐ κεν, φησὶ, ταῦτα ἐποίει, οὐκ ἂν ἦν ἀναμφίβολον· εἰ
30δὲ δι’ αὐτὸν, καὶ ὥστε τὴν ἀγαθωσύνην αὐτοῦ δεῖξαι, ὥσπερ τινὰ μαρτυρίαν, αἰτίαν τίθησι τοῦ μὴ ἂν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλι‐ τῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα· Ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου· καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε·
35Ποιῶ ἕνεκεν ἐμοῦ· καὶ ὁ Μωϋσῆς, Ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου, εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου. Πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας καὶ ἀνίησι, μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει, ἅπερ ἐπαγγέλλεται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν
40ἀκούοντες· εἰ γὰρ καὶ δι’ ἑαυτὸν ποιεῖ, ἀλλ’ ὅμως καὶ τὰ παρ’ ἡμῶν ἀπαιτεῖ. Εἰ γὰρ, Τοὺς δοξάζον‐ τάς με δοξάσω, φησὶ, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενηθήσονται· ἐννοήσωμεν, ὅτι καὶ τὰ παρ’ ἡμῶν ἐπιζητεῖ. Ἔπαινός ἐστι τῆς δόξης αὐτοῦ τὸ
45τοὺς ἐχθροὺς σῶσαι, ἀλλ’ ἐκείνους τοὺς μετὰ τὸ γε‐ νέσθαι φίλους μείναντας φίλους· ὡς, εἰ πάλιν ἐπὶ τὴν προτέραν ἔχθραν ἐπανέλθοιεν, πάντα εἰκῆ καὶ μάτην. γʹ. Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ

62

.

19

(50)

πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Εἰ γὰρ μέλλοιμεν, ἀεὶ ἐχθραίνοντες αὐτῷ, ἀξιοῦσθαι παρ’ αὐτοῦ συγγνώμης, οὐ παυσόμεθα ἐχθραίνοντες καὶ θρυπτόμενοι καὶ χείρους γινόμενοι, καὶ πεπη‐
55ρωμένοι τοῦ ἡλίου τῆς δικαιοσύνης παραγενο‐ μένου. Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλμούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πά‐ λιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράμῃς, τίς ἔσται
60ἀπολογία, ποία συγγνώμη; Οὐδεμία λοιπόν· μίσους γάρ ἐστιν ἀῤῥήτου τοῦτο σημεῖον. Ὅτε μὲν γὰρ οὐκ ᾔδεις τὸν Θεὸν, ἐχθραίνων αὐτῷ, ὁπωσδήποτέ τινα
συγγνώμην εἶχες· ἐπειδὴ δὲ ἐγεύσω τῆς χρηστότη‐Column end

62

.

20

τος καὶ τοῦ μέλιτος, ἂν πάλιν ἀφεὶς, ἐπὶ τὸν ἔμετον ἔλθῃς τὸν σαυτοῦ, οὐδὲν ἕτερον ἀλλ’ ἢ μεγάλου μί‐ σους καὶ καταφρονήσεως ἐκφέρεις σημεῖα. Οὒ, φη‐ σὶν, ἀλλ’ ὑπὸ τῆς φύσεως ἀναγκάζομαι· φιλῶ μὲν
5οὖν τὸν Χριστὸν, ἀναγκάζομαι δὲ ὑπὸ τῆς φύσεως. Εἰ ἀνάγκην καὶ βίαν ὑπομένεις, ἕξεις συγγνώμην· εἰ δὲ ἀπὸ ῥᾳθυμίας καταπίπτεις, οὐκέτι. Φέρε οὖν, αὐτὸ δὴ τοῦτο ἐξετάσωμεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁμαρτήματα γίνεται, ἢ ἀπὸ
10ῥᾳθυμίας καὶ ὀλιγωρίας πολλῆς. Οὐ φονεύσεις, φησί. Ποία τοῦτο ἀνάγκη, ποία βία; Βία μὲν οὖν ἐστι τὸ φονεύειν. Τίς γὰρ ἂν ἡμῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιμὸν τοῦ πλησίον, καὶ αἱμάξαι τὴν δεξιάν; Οὐδὲ εἷς. Ὁρᾷς ὅτι τοὐναντίον, ἀνάγκη τὸ
15ἁμαρτάνειν μᾶλλόν ἐστι καὶ βία; Ἐνέθηκε γὰρ ὁ Θεὸς φίλτρον τῇ φύσει τῇ ἡμετέρᾳ, ὥστε ἀλλήλους ἀγαπᾷν· Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν ἀρετὴν ἔχομεν ἀπὸ τῆς φύσεως σπέρ‐
20ματα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα μᾶλλον κρατεῖ, τῆς πολλῆς ἡμῶν νωθείας τοῦτο τεκμήριον. Τί δὲ τὸ μοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυμίας τυραν‐ νίς. Διὰ τί, εἰπέ μοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆ‐
25σθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ’ ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης· ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης· οὐδεὶς ἀνάγκῃ φιλεῖ, ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ μὲν οὖν μίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν ἢ
30τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυμία μίξεως τὸ πρᾶ‐ γμά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις καὶ πέρα τοῦ μέτρου τρυφή. Ποῖον γὰρ, εἰπέ μοι, κατὰ λόγον ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην; οὐκ ἴστε, ὅτι
35αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ τὴν ἐπιθυμίαν· ἡ γὰρ ἐπι‐ θυμία διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν παρεσχέθη, οὐ διὰ μοιχείαν οὐδὲ διαφθοράν. Ἴσασι καὶ οἱ νόμοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήμασι· μᾶλλον
40δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως. Οὐ γὰρ οὕτως ὁ Θεὸς τὴν φύσιν ἐδημιούργησεν, ὡς ἀνάγκην ἔχειν ἁμαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγ‐ κην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν λόγον, μήτι‐
45γε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός. Ἀλλὰ τί; τὸ κλέπτειν ἀνάγκης ἐστί; Ναὶ, φησίν· ἡ γὰρ πενία τοῦτο ποιεῖ. Ἡ πενία ἐργάζεσθαι μᾶλλον ἀναγ‐ κάζει, οὐ κλέπτειν. Ἡ πενία τοίνυν τοὐναντίον ποιεῖ· τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ

62

.

20

(50)

ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν. Ὥστε καὶ τοῦτο ῥᾳθυμίας ἐστί. Καὶ ὧδε μάθῃς· τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ,
55καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερι‐ νοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας; Τοῦτο εὔκολον· καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο
πράττουσιν, ἢ ἐκεῖνο.19

62

.

21

δʹ. Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία; Τί δὲ τὸ ψεύ‐ δεσθαι καὶ ἐπιορκεῖν, ποίαν ἂν ἔχοι ἀνάγκην; Οὐδε‐ μίαν, οὐδὲ βίαν, ἀλλ’ ἑκόντες ἐπὶ τοῦτο ἐρχόμεθα.
5Ἀπιστούμεθα, φησίν. Ἀπιστούμεθα, ἐπειδὴ βουλό‐ μεθα· ἐξῆν γὰρ ἀπὸ τοῦ τρόπου πιστεύεσθαι μᾶλλον ἡμᾶς, ἢ ἀπὸ τῶν ὅρκων. Διὰ τί γὰρ, εἰπέ μοι, τοῖς μὲν οὐδὲ ὀμνύουσι πιστεύομεν, τοὺς δὲ καὶ χωρὶς ὅρ‐ κων πιστοὺς ἡγούμεθα; Ὁρᾷς ὅτι οὐδαμοῦ χρεία
10ὅρκων; Ἂν ὁ δεῖνα εἴπῃ, φησὶ, καὶ χωρὶς ὅρκων πιστεύω· σοὶ δὲ οὐδὲ μεθ’ ὅρκων. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο μᾶλλον ἀπιστίας, ἢ πίστεως τεκμή‐ ριον. Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν. Ὥστε ὁ μάλιστα συν‐
15εχῶς τῷ ὅρκῳ κεχρημένος, οὗτος οὐδαμοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν· ὁ δὲ μηδαμοῦ κεχρη‐ μένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει. Χρεία ὅρκου πρὸς τὸ πιστεύεσθαι λοιπόν; Οὐδαμῶς· ὁρῶμεν γὰρ, ὅτι οἱ μὴ ὀμνύοντες, οὗτοι μᾶλλον πιστεύονται.
20Ἀλλὰ τί; τὸ ὑβριστὴν εἶναι ἀνάγκης ἐστί; Ναὶ, φησίν· ὁ γὰρ θυμὸς ἐξάγει, καὶ φλέγει, καὶ οὐκ ἀφίησι τὴν ψυχὴν ἠρεμεῖν. Οὐ τοῦ θυμοῦ ἐστιν, ἄνθρωπε, ἀλλὰ τῆς μικροψυχίας τὸ ὑβρίζειν· εἰ δὲ θυμοῦ ἦν, πάντες ἄνθρωποι ὀργιζόμενοι, οὐκ ἂν διέλειπον ὑβρί‐
25ζοντες. Θυμὸν ἔχομεν, οὐχ ἵνα ὑβρίζωμεν τοὺς πλη‐ σίον, ἀλλ’ ἵνα τοὺς ἁμαρτάνοντας ἐπιστρέφωμεν, ἵνα διανιστώμεθα, ἵνα μὴ νωθεῖς ὦμεν. Ὥσπερ τι κέντρον ἔγκειται ἡμῖν ὁ θυμὸς, ἵνα κατὰ τοῦ διαβό‐ λου βρύχωμεν τοὺς ὀδόντας, ἵνα σφοδροὶ ὦμεν πρὸς
30αὐτὸν, οὐχ ἵνα κατ’ ἀλλήλων στῶμεν. Ὅπλα ἔχομεν, οὐχ ἵνα ἡμᾶς αὐτοὺς πολεμῶμεν, ἀλλ’ ἵνα κατὰ τοῦ πολεμίου χρώμεθα τῇ παντευχίᾳ. Ὀργίλος εἶ; Ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπί‐ πληττε τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κρι‐
35τὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡμῖν αὐτὴν ἐν‐ έθηκεν ὁ Θεός. Ἀλλ’ ἡ ἁρπαγὴ ἐξ ἀνάγκης ἐστίν; Οὐ‐ δαμῶς· ποία γὰρ ἀνάγκη τὸ ἁρπάζειν, εἰπέ μοι; ποία βία; Πενία, φησὶ, ποιεῖ, καὶ τὸ δέος τῶν ἀναγκαίων. Διὰ
40τοῦτο μὲν οὖν οὐκ ὀφείλεις ἁρπάζειν· οὐ γὰρ ἀσφα‐ λὴς ὁ τοιοῦτος πλοῦτος. Σὺ δὲ ταυτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐρωτηθεὶς, τί δήποτε εἰς ἄμμον τὰ θεμέλια τῆς οἰκίας καταβάλλοι, εἴποι, ὅτι Διὰ τὸν κρυμὸν, διὰ τὸν ὑετόν. Διὰ τοῦτο μὲν οὖν εἰς ἄμμον οὐκ ἐχρῆν
45καταβάλλειν· ἀναστρέφει γὰρ αὐτὰ ταχέως καὶ ὑετὸς καὶ πνεύματα καὶ ἄνεμος. Ὥστε εἰ πλουτεῖν θέλεις,
μὴ πλεονέκτει. Εἰ παισὶ βούλει παραδοῦναι πλοῦτον,Column end

62

.

22

δίκαιον κτῆσαι, εἴ γέ τίς ἐστι τοιοῦτος· οὗτος γὰρ μένει, καὶ βέβαιος ἕστηκεν· ὁ δὲ μὴ τοιοῦτος ταχέως ἀπόλλυται καὶ διαφθείρεται. Πλουτεῖν θέλεις, εἰπέ μοι, καὶ τὰ τῶν ἄλλων λαμβάνεις; Καὶ μὴν τοῦτο
5οὐκ ἔστι πλοῦτος, ἀλλὰ τὸ τὰ ἴδια κατέχειν· ὁ δὲ τὰ ἀλλότρια ἔχων, οὐκ ἂν εἴη πλούσιος· ἐπεὶ οὕτω γε ἂν καὶ οἱ τὰ σηρικὰ πωλοῦντες, ἱμάτια παρ’ ἑτέρων λαμβάνοντες, καὶ εὐπορώτεροι καὶ πλουσιώτεροι πάν‐ των λέγοιντο ἄν· καίτοι γε αὐτῶν ἐστι τέως, ἀλλ’
10ὅμως αὐτοὺς οὐ καλοῦμεν πλουσίους. Τί δήποτε; Ὅτι τὰ ἀλλότρια ἔχουσιν. Εἰ γὰρ καὶ τὰ ἱμάτια αὐ‐ τῶν τυγχάνει, ἀλλ’ ἡ τιμὴ οὐκ αὐτῶν· εἰ δὲ καὶ ἡ τιμὴ αὐτῶν, ἀλλ’ οὗτος πλοῦτος οὐκ ἔστι. Εἰ δὲ τὰ συμβόλαια διδόμενα οὐ ποιεῖ πλουσίους, διὰ τὸ ταχέως
15ἡμᾶς αὐτῶν ἀφίστασθαι, τὰ ἐξ ἁρπαγῆς πῶς ποιεῖ πλουσίους; Εἰ δὲ καὶ ὅλως ἐπιθυμεῖς πλουτεῖν (οὐ γὰρ ἀνάγκης τὸ πρᾶγμα)· τίνος ἀπολαῦσαι βουλό‐ μενος πλείονος; ἆρα ζωῆς μακροτέρας; Καὶ μὴν οἱ τοιοῦτοι ταχέως ὀλιγοχρόνιοι γίνονται. Πολλάκις γὰρ
20δίκην διδόασι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας τὸν ἄωρον θάνατον καὶ τὸ τῶν κτημάτων μὴ ἀπολαῦσαι, ἀλλὰ μικρὸν, καὶ τὴν γέενναν ἀπελθεῖν λαβόντας· πολλάκις δὲ καὶ ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν πόνων καὶ ἀπὸ τῶν φροντίδων νόσους τεκόντες ἀπώλοντο.
25Ἠβουλόμην μαθεῖν τίνος ἕνεκεν ὁ πλοῦτος διεσπού‐ δασται τοῖς ἀνθρώποις. Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχω‐ μεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι τὸ σῶμα ἐκέ‐
30λευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην. Τίνος ἕνεκεν τὰ μυρία ἱμάτια, καὶ τὰ σητόβρωτα; Μέτρον ὡρισμένον ἐστὶ τῆς γαστρὸς, καὶ πέρα τούτου δοθὲν ἐξ ἀνάγκης διέφθειρε τὸ πᾶν ζῶον· τίνος ἕνεκεν αἱ ἀγέλαι καὶ τὰ ποίμνια καὶ αἱ τῶν κρεῶν κατακοπαί;
35Μιᾶς στέγης χρῄζομεν· τίνος ἕνεκεν οἱ περίβολοι, καὶ τὰ πολυτελῆ οἰκημάτων; ἵνα γῦπες καὶ κολοιοὶ κατοικῶσι, τοὺς πένητας ἀποδύεις; Καὶ πόσης οὐκ ἄξια ταῦτα γεέννης; Πολλοὶ πολλάκις εἰς τόπους, οὓς οὐδὲ εἶδον, κίοσι καὶ λίθοις πολυτίμοις οἰκο‐
40δομήματα ἐξαστράπτοντα κατεργάζονται (τί γὰρ οὐκ ἐμηχανήσαντο;) καὶ οὐδὲ αὐτοὶ ἀπέλαυσαν, οὐδὲ ἄλλοι τινές· ἡ γὰρ ἐρημία οὐκ ἀφίησιν αὐτοὺς ἀπελθεῖν· καὶ οὐδὲ οὕτως ἀφίστανται. Ὁρᾷς ὅτι οὐδὲ χρηματισμοῦ ἕνεκεν ταῦτα γίνεται; Ἀλλὰ πάν‐
45των τούτων ἄνοια καὶ ἀλογία καὶ κενοδοξία αἰτία· ἣν, παρακαλῶ, φύγωμεν, ἵνα τὰ ἄλλα φυγεῖν δυνη‐ θῶμεν κακὰ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν.21

62

.

23

ΟΜΙΛΙΑ Ιʹ. Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν
5ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς
10καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά‐ μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ
15 τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν. αʹ. Οὐδὲν ἦν ἴσον τῶν σπλάγχνων τῶν ἀποστολικῶν, οὐδὲν ὅμοιον τῆς συμπαθείας καὶ τῆς φιλοστοργίας
20ἐγένετο τῆς τοῦ μακαρίου Παύλου, ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δή‐ μων. Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσ‐ ευχῶν μου. Ἐννοήσατε ὅσους εἶχεν ἐν τῇ διανοίᾳ,
25ὧν καὶ μνησθῆναι ἔργον ἦν· ὅσων ἐμέμνητο ἐν ταῖς εὐχαῖς, ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐ‐ τὸς τὰ μέγιστα εὐεργετούμενος. Διὰ τοῦτο, φησί· τουτέστι, διὰ τὸ μέλλον, καὶ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὀρθῶς πιστεύουσι καὶ βιοῦσιν. Ἄξιον μὲν οὖν
30εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ πάντων τῶν ὑπηργμέ‐ νων παρ’ αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα· ἄξιον δὲ εὐχαριστεῖν αὐτῷ καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων. Ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ’ ὑμᾶς διὰ τοῦ Χριστοῦ,
35καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Παν‐ ταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγά‐ πην, θαυμαστήν τινα ξυνωρίδα. Οὐ τοὺς ἐπιχωρίους φησὶ μόνον, ἀλλὰ καὶ πάντας. Οὐ παύομαι εὐχαρι‐ στῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν
40προσευχῶν μου. Τί δέῃ, καὶ τί παρακαλεῖς; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκα‐ λύψεως. Δύο ἀξιοῖ αὐτοὺς μαθεῖν, ὡς χρὴ μαθεῖν, ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν
45προτέρων. Φησὶ δὲ αὐτὸς αὐτὰ τρία εἶναι. Πῶς οὖν ἐστι τρία; Περὶ τῶν μελλόντων ἂν μάθωμεν. Ἀπὸ μὲν γὰρ τῶν ἀποκειμένων ἀγαθῶν τὸν ἄῤῥητον καὶ ὑπερφυῆ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν αὐτοῦ

62

.

23

(50)

καὶ τὴν αὐθεντίαν τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλο‐ τριωθέντας ἐπιστρέψαι. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως, ἀφ’ ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς ἑαυτόν. Καὶ οὐ μέχρι τῆς ἀνα‐
55στάσεως ἡ δύναμις, ἀλλὰ καὶ πολλῷ πλέον. Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ
παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάντα ὑπ‐Column end

62

.

24

έταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ ἀποῤ‐
5ῥήτων ἡμᾶς ἐποίησε κοινωνούς. Καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἢ Πνεύματος μετέχοντας ἁγίου, καὶ πολλῆς ἀπολαύοντας χάριτος. Διὰ τοῦτο καὶ Παῦλος οὕτως εὔχεται· Ὁ Πατὴρ τῆς δόξης, φησί· τουτ‐ έστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. Ἀπὸ γὰρ τῶν
10ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρα‐ κλήσεως· καὶ πάλιν ὁ προφήτης, Κύριος ἰσχύς μου, καὶ βοήθειά μου. Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν
15καλεῖ, ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προσηγορία. Ἰδοὺ τῆς δόξης, φησὶ, Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός. Τί οὖν; ἐλάττων τῆς δόξης ὁ Υἱός; Ἀλλ’ οὐδεὶς, οὐδ’ ἂν μαινόμενος, εἴποι τοῦτο. Δῴη ὑμῖν, τουτέστιν, ἐπᾶραι τὴν διάνοιαν ὑμῶν καὶ
20ἀναπτερῶσαι. Οὐ γὰρ ἔστιν ἄλλως ταῦτα μαθεῖν. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύ‐ ματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν, ἵνα τὰ κρυπτόμενα ἴδωμεν· αὐτὸ τὰ πάντα ἀποκαλύπτει,
25μυστήρια μέλλει διηγεῖσθαι Θεοῦ. Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν· οὐκ ἄγγελος, οὐκ ἀρχάγγε‐ λος, οὐκ ἄλλη τις κτιστὴ δύναμις δῴη, τουτέστι, χάρισμα ὑμῖν παράσχοι. Εἰ δὲ ἀποκαλύψεως τοῦτό
30ἐστι, περιττὴ λοιπὸν τῶν λογισμῶν ἡ εὕρεσις. Ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· οὐκ ἐρεῖ· Τόδε ἀδύνατον, καὶ τόδε δυνατόν· καὶ, Πῶς τόδε ἐγένετο; Ἂν τὸν Θεὸν μάθωμεν, ὡς εἰδέναι χρὴ, ἂν τὸν Θεὸν μάθωμεν
35παρ’ οὗ μαθεῖν δεῖ, παρ’ αὐτοῦ τοῦ Πνεύματος, οὐκ‐ έτι περὶ οὐδενὸς ἀμφισβητήσομεν. Διὰ τοῦτό φησιν· Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλ‐ μοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει, οὐχ ὑπὲρ
40τῶν ἤδη γενομένων ἀπιστήσει. Εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων. Ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἔμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ
45τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται. Οἷόν τι λέγω· Εἰς τὸ εἰδέναι ὑμᾶς, φησὶ, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ. Ἔτι ἄδηλός ἐστι, φη‐ σὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ τῆς κληρονομίας ἐν τοῖς ἁγίοις.

62

.

24

(50)

Ἔτι καὶ τοῦτο ἄδηλον. Τί δὲ δῆλον; Ὅτι ἐπιστεύ‐ σαμεν, ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυμα‐ σιώτερον τὸ πεῖσαι ψυχάς. Καὶ πῶς; Ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν· ἄκουε γάρ· Εἶπεν ὁ
55Χριστὸς τῷ τεθνεῶτι, Λάζαρε, δεῦρο ἔξω, καὶ εὐ‐ θέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος Ταβιθᾷ, Ἀνάστηθι, καὶ οὐκ ἀντεῖπεν. Ἐρεῖ αὐτὸς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας,
60ὡς ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ πάντα γενέσθαι καὶ
συνδραμεῖν.23

62

.

25

βʹ. Ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλὰ πῶς; Ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελή‐ σατε! Ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον; Ὥστε ἀπὸ
5τούτου τὸ πᾶν κατασκευάζει. Πολλῷ γάρ ἐστι λογι‐ σμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς. Οὕ‐ τως εἰκότως εἶπε· Τὸ ὑπερβάλλον μέγεθος τῆς
10δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, ὅτε ἄγγελοι καὶ ἀρχάγγελοι, ὅτε πᾶσα κτίσις ἡ ὁρατὴ, καὶ ἀόρατος, ὁρατὴ μὲν εἰς μέσον προκειμένη, καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι, ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν
15αὐτοῦ παρουσίαν τότε, δεικνὺς ὅτι θείας ἔχρῃζε τὸ πρᾶγμα δυνάμεως. Πλοῦτον δόξης. Τουτέστι, ἄφα‐ τον δόξαν. Ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παρα‐ στῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μεθέξουσιν; Οὐδείς· ἀλλὰ χάριτος ὄντως δεῖ πρὸς τὸ τὴν διάνοιαν μαθεῖν
20καὶ ὅλως ἀκτῖνα μικρὰν γοῦν τινα δέξασθαι. Τινὰ μὲν γὰρ ᾔδεσαν καὶ πρότερον, ἐβούλετο δὲ νῦν πλέον αὐτοὺς μαθεῖν καὶ σαφέστερον γνῶναι. Ὁρᾷς ὅσα εἰργάσατο; Ἤγειρε τὸν Χριστόν· μικρὸν τοῦτο; Ἀλλ’ ὅρα καὶ πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα
25τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται; Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν. Ὄντως ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ. Καὶ θέα ποῦ ἀνήγαγεν· Ἐν τοῖς ἐπουρανίοις πά‐
30σης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὑπεράνω πάσης ἀρ‐ χῆς, φησίν. Ὄντως πνεύματος χρεία, διανοίας σο‐ φῆς ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. Ἐννόησον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ
35φύσεως τὸ μέσον· ἀπὸ ταύτης τῆς εὐτελείας εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· οὐχ ἕνα βαθμὸν ὑπερέβη καὶ δεύτερον καὶ τρίτον. Βαβαί! οὐχ ἁπλῶς εἶπεν, Ἄνω, ἀλλ’, Ὑπεράνω. Τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός. Ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε,
40τὸν ἐξ ἡμῶν, ἀπὸ τῆς ἐσχάτης νύσσης εἰς τὴν ἐσχάτην ἤγαγεν ἀρχὴν, μεθ’ ἣν οὐκ ἔστιν ἑτέρα τιμή. Πάσης ἀρχῆς, φησίν· οὐ τῆς μὲν, τῆς δὲ οὒ, ἀλλὰ, Πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζο‐
45μένου, εἴ τί ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε. Τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος· ὅπερ ἄξιον θαυμάσαι. Περὶ γὰρ τοῦ Θεοῦ Λόγου οὐδαμῶς. Ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο πᾶσα ἡ κτίσις πρὸς τὸν Θεόν. Καὶ τί λέγω, κώνω‐

62

.

25

(50)

πες; εἰ πάντες ἄνθρωποι ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, θὲς τὰς ἀοράτους δυνάμεις ὡς κώνωπας. Οὐ τοίνυν περὶ τοῦ Θεοῦ Λό‐ γου οὕτως εἶπεν, ἀλλὰ περὶ τοῦ ἐξ ἡμῶν· τοῦτο μέγα ὄντως καὶ θαυμαστόν. Ἀπὸ γὰρ τῶν κατωτάτων τῆς
55γῆς αὐτὸν ἀνήγαγεν. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν, εἷς ἄνθρωπος πόσον ἄρα μέρος τῆς σταγόνος; Ἀλλὰ τοῦτον πάντων ἀνώτερον ἐποίησεν, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἄρα ἐστὶ δυνάμεών τινων ὀνόματα ἡμῖν ἄσημα, καὶ οὐ γνω‐
60ριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶ‐ σθαι αὐτῶν, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων
προκαθῆσθαι. Βαβαὶ, φρικτὰ ὄντως τὰ πράγματα!Column end

62

.

26

ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστὴ δύναμις διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον. Ἔστι γάρ τινα ἐπάνω εἶναι οὐκ ἔχοντα ὑπακούοντας, ἀλλὰ προτιμώμενον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς
5πόδας αὐτοῦ· καὶ οὐχ ἁπλῶς ὑπέταξεν, ἀλλὰ τὴν ἐσχάτην ὑποταγὴν, καὶ μεθ’ ἣν ἑτέρα οὐκ ἔστι. Διὰ τοῦτο εἶπεν· Ὑπὸ τοὺς πόδας. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Βαβαὶ, ποῦ πάλιν καὶ τὴν Ἐκκλησίαν ἀνήγαγεν! Ὥσπερ διά
10τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα, καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον. Ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα· οὐδενὶ γὰρ μέσῳ διείργεται ἡ κεφαλὴ, καὶ τὸ σῶμα· εἰ γὰρ διείργετο, οὐκ ἂν εἴη σῶμα, οὐκ ἂν εἴη κεφαλή. Ὑπὲρ πάντα,
15φησί. Τί ἐστιν, Ὑπὲρ πάντα; Ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ τὰ νοούμενα Χριστόν· ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεποίηκε, τὸ τὸν Υἱὸν δοῦναι κεφαλήν. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, οὐκ ἄλλον οὐδένα ἀφ‐ ῆκεν ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον ἡμᾶς ἐτίμησε, τὸ
20ἐξ ἡμῶν ἀναγαγὼν, ἀλλ’ ὅτι καὶ τὸ κοινὸν γένος ἅπαν ἐκείνῳ ἕπεσθαι παρεσκεύασεν, ἐκείνου ἔχε‐ σθαι, ἐκείνῳ ἀκολουθεῖν. Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα, μηδ’ ὡς ἄρχοντα
25μόνον, ἀλλ’ ὡς σώματος ἴδῃς κεφαλὴν, Τὸ πλήρωμα, φησὶν, τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ὡς οὐκ ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι; Τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία. Καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα, καὶ
30πλήρωμα σώματος κεφαλή. Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται ῥήματος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν. Πλήρωμα, φησί· τουτέστιν, οἷον κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος· διὰ γὰρ πάντων μερῶν τὸ σῶμα συνέστηκε,
35καὶ ἑνὸς ἑκάστου χρῄζει. Ὅρα πῶς αὐτὸν κοινῇ πάντων χρῄζοντα εἰσάγει. Ἂν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα. Διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ. Τότε πληροῦται ἡ κεφαλὴ, τότε τέ‐
40λειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημ‐ μένοι καὶ συγκεκολλημένοι. γʹ. Εἶδες πλοῦτον δόξης κληρονομίας; εἶδες ὑπερ‐ βάλλον μέγεθος δυνάμεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν,
45ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων κατὰ τοῦτο τὸ ὑπό‐ δειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν ἀρχαγγέ‐ λων μείζους, ὡς πάντων αὐτῶν προτετιμημένους. Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων

62

.

26

(50)

Ἑβραίοις φησὶν, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος οὐδὲ ἄλλης οὐδεμιᾶς δυνάμεως· ἀλλὰ τὴν ἡμετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὑπὸ
55τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; μυρίους καὶ πολλα‐ πλασίους; Ἀλλ’ οὐδὲν ἴσον ἐρεῖς. Δύο γὰρ τὰ μέ‐ γιστα πεποίηκεν, αὐτός τε εἰς ἔσχατον ταπεινότητος ἦλθε, καὶ τὸν ἄνθρωπον εἰς μέγα ὑψηλότητος ἀν‐
60ήγαγε. Εἶπεν ἐκεῖνο πρῶτον, ὅτι ἑαυτὸν ἐταπείνωσε
τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ μέγα25

62

.

27

ὄντως καὶ τὸ κεφάλαιον. Καίτοι εἰ καὶ μηδενὸς ἠξιώ‐ θημεν, ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθημεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ μέγα
5ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωμαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶμεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶμεν μή τις ἀπο‐ κοπῇ τοῦ σώματος τούτου, μή τις ἐκπέσῃ, μή τις
10ἀνάξιος φανῇ. Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξα‐ μεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα
15λόγον ποιούμεθα. Ἀλλ’ ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι’ ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σω‐ τηρίας ἐλπίς;
20 Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βου‐ λοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀνα‐ ξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλα‐
25σιν, τίνα τιμωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο μόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ’ αὕτη μὲν ὑπερ‐ άνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως· τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων πατεῖται; Ἀλλὰ
30μὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶμα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιμοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶμα τοῖς προσκε‐ κρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περι‐
35βάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύ‐ θυνος ἔσται; Σὺ ὅλον τὸ σῶμα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ’ ἐπειδὴ περὶ σώμα‐ τος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου μνη‐ μονεύσωμεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος,
40τοῦ θυομένου. Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσμα‐ τα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρ‐ τίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος ἐν τῷ
45στόματι αὐτοῦ εὑρέθη· αἱ χεῖρες αὐτοῦ πρὸς εὐερ‐ γεσίαν ἅπαντα ἔπραττον τῶν δεομένων· οὐδὲν τὸ στόμα ἐξέβαλε τῶν οὐ προσηκόντων· Δαιμόνιον ἔχεις, ἤκουσε, καὶ οὐδὲν ἀντεῖπεν. Ἐπεὶ δὲ περὶ σώματος ἡμῖν ὁ λόγος, ὅσοι μετέχομεν τοῦ σώματος,

62

.

27

(50)

ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος οὐδὲ διεστῶτος μετ‐ έχομεν πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθημέ‐ νου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα.
55Οἴμοι, πόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί! Σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε, σῶμα ἡμῖν τὸ ἑαυτοῦ μετέδωκε, καὶ οὐδὲν τούτων ἡμᾶς ἀποτρέπει τῶν κακῶν. Ὢ τοῦ σκότους, καὶ τοῦ βυθοῦ τοῦ πολλοῦ! ὢ τῆς ἀναλγη‐
σίας! Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστινColumn end

62

.

28

ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· καὶ μετὰ ταῦτα χρημάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται. δʹ. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ,
5ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώ‐ ματος, ὅταν πεπηρωμένον ᾖ, ὅταν νενεκρωμένον, ὅταν σεσηπὸς, ὅταν καὶ τῷ λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος.
10Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δει‐ νόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξω‐
15μεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετ‐ έχωμεν τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς ἀντὶ χυμῶν διεφθαρμένων ἡμᾶς λυμαίνωνται, πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκε‐ δόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκεί‐
20νου λοιπὸν, δεήσεται τοῦ διχοτομηθῆναι Οὐ γὰρ ἀνέχεται μετὰ τοιούτου σώματος εἰσελθεῖν εἰς τὸν νυμφῶνα ὁ Χριστός. Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυ‐ μένον ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει;
25 Πολλοὺς ὁρῶ τοὺς σώματος τοῦ Χριστοῦ μετέχον‐ τας ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ συνηθείᾳ μᾶλλον καὶ νό‐ μῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετ‐ έχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων
30ἡμέρα. Καίτοι καιρὸς οὐ τοῦτο προσόδου· οὐ γὰρ Ἐπιφάνια, οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσ‐ ιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσά‐ κις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ
35Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργε‐ σίας τῆς ἐμῆς. Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο·
40σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, και‐ ρῶν περιόδοις τὸ πρᾶγμα ὁρίζεις; καὶ πῶς παρα‐ στήσῃ τῷ βήματι τοῦ Χριστοῦ, μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμῶν αὐτοῦ τοῦ σώματος; Καὶ βασι‐ λέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου
45τοῦ στόματος· τὸν δὲ Βασιλέα τοῦ οὐρανοῦ ψυχῇ κα‐ ταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν. Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσ‐ ελθεῖν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ’ ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν. Εἶτα ἐν τῷ

62

.

28

(50)

μικρῷ οὕτως ὢν εὐλαβὴς, ψυχὴν ἔχων ῥυπαρὰν προσ‐ έρχῃ, καὶ ἅπτεσθαι τολμᾷς; Καίτοι ὑπὸ μὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκλη‐ ρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω πε‐ ρικλυζόμενα; οὕτως ἀπολάμποντα; Τούτων καθα‐
55ρωτέρας ἡμῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέ‐ ρας καὶ λαμπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι’ ἡμᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα οὐ μετέχει τοῦ ἐνόν‐ τος, οὐκ αἰσθάνεται· ἡμεῖς δὲ, ναί. Νῦν δὲ ῥυπαρῷ
μὲν οὐκ ἂν ἕλοιο χρήσασθαι σκεύει, ῥυπαρᾷ δὲ ψυχῇ27

62

.

29

προσέρχῃ; Πολλὴν ὁρῶ τοῦ πράγματος τὴν ἀνωμα‐ λίαν. Ἐν μὲν τοῖς ἄλλοις καιροῖς οὐδὲ καθαροὶ πολ‐ λάκις ὄντες προσέρχεσθε, ἐν δὲ τῷ Πάσχα, κἂν ᾖ τι τετολμημένον ὑμῖν, πρόσιτε. Ὢ τῆς συνηθείας!
5ὢ τῆς προλήψεως! εἰκῆ θυσία καθημερινὴ, εἰκῆ παρεστήκαμεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ μετέχων. Ταῦτα οὐχ ἵνα ἁπλῶς μετέχητε, λέγω, ἀλλ’ ἵνα ἀξίους ἑαυτοὺς κατασκευάζητε. Οὐκ εἶ τῆς θυσίας ἄξιος, οὐδὲ τῆς μεταλήψεως; Οὐκοῦν οὐδὲ τῆς εὐ‐
10χῆς. Ἀκούεις ἑστῶτος τοῦ κήρυκος, καὶ λέγοντος· Ὅσοι ἐν μετανοίᾳ, ἀπέλθετε πάντες. Ὅσοι μὴ μετέχουσιν, ἐν μετανοίᾳ εἰσίν. Εἰ τῶν ἐν μετανοίᾳ εἶ, μετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ μὴ μετέχων, τῶν ἐν μετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε,
15οἱ μὴ δυνάμενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰτα‐ μῶς; Ἀλλ’ οὐκ εἶ τούτων, ἀλλὰ τῶν δυναμένων μετέχειν, καὶ οὐδὲν φροντίζεις; οὐδὲν ἡγῇ τὸ πρᾶγμα; εʹ. Σκόπει, παρακαλῶ· Τράπεζα πάρεστι βασιλικὴ,
20ἄγγελοι διακονούμενοι τῇ τραπέζῃ, αὐτὸς πάρεστιν ὁ Βασιλεὺς, καὶ σὺ ἕστηκας χασμώμενος; ῥυπαρά σοι τὰ ἱμάτια, καὶ οὐδείς σοι λόγος; Ἀλλὰ καθαρά ἐστιν; Οὐκοῦν ἀνάπεσον, καὶ μέτεχε. Ἔρχεται καθ’ ἑκά‐ στην ἰδεῖν τοὺς ἀνακειμένους, πᾶσι διαλέγεται· καὶ
25νῦν ἐν τῷ συνειδότι ἐρεῖ· Ἑταῖροι, πῶς ἑστήκατε ὧδε, μὴ ἔχοντες ἔνδυμα γάμου; Οὐκ εἶπε, Διὰ τί ἀνέπεσες; ἀλλὰ πρὸ τῆς κατακλίσεως καὶ τῆς εἰσόδου ἀνάξιον αὐτὸν εἶναί φησιν· οὐ γὰρ εἶπε, Διὰ τί κατεκλίθης; ἀλλὰ, Τί εἰσῆλθες; Ταῦτα καὶ νῦν πρὸς ἅπαντας
30ἡμᾶς διαλέγεται τοὺς ἀναισχύντως καὶ ἰταμῶς ἑστῶ‐ τας. Πᾶς γὰρ ὁ μὴ μετέχων τῶν μυστηρίων, ἀναί‐ σχυντος καὶ ἰταμῶς ἑστηκώς. Διὰ τοῦτο πρότεροι ἐκ‐ βάλλονται οἱ ἐν ἁμαρτήμασι. Καθάπερ γὰρ ἐπὶ τρα‐ πέζης παραγενομένου τοῦ δεσπότου οὐ δεῖ τοὺς προσ‐
35κεκρουκότας τῶν οἰκετῶν παρεῖναι, ἀλλ’ ἐκποδὼν γίνονται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐκφερομένης τῆς θυ‐ σίας, καὶ τοῦ Χριστοῦ τεθυμένου, καὶ τοῦ προβάτου τοῦ Δεσποτικοῦ, ὅταν ἀκούσῃς, Δεηθῶμεν πάντες κοι‐ νῇ, ὅταν ἴδῃς ἀνελκόμενα τὰ ἀμφίθυρα, τότε νόμισον
40διαστέλλεσθαι τὸν οὐρανὸν ἄνωθεν, καὶ κατιέναι τοὺς ἀγγέλους. Ὥσπερ τοίνυν τῶν ἀμυήτων οὐδένα χρὴ παρεῖναι, οὕτως οὐδὲ τῶν μεμυημένων καὶ ῥυπαρῶν. Εἰπέ μοι, εἴ τις εἰς ἑστίασιν κληθεὶς, τὰς χεῖρας νί‐ ψαιτο καὶ κατακλιθείη, καὶ ἕτοιμος γένοιτο πρὸς τὴν
45τράπεζαν, εἶτα μὴ μετέχοι, οὐχ ὑβρίζει τὸν καλέσαν‐ τα; οὐ βέλτιον τὸν τοιοῦτον μηδὲ παραγενέσθαι; Οὕτω δὴ καὶ σὺ παραγέγονας· τὸν ὕμνον ᾖσας, μετὰ πάν‐ των ὡμολόγησας εἶναι τῶν ἀξίων τῷ μὴ μετὰ τῶν ἀναξίων ἀνακεχωρηκέναι· πῶς ἔμεινας, καὶ οὐ μετ‐

62

.

29

(50)

έχεις τῆς τραπέζης; Ἀνάξιός εἰμι, φησίν. Οὐκοῦν καὶ
τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς. Οὐ γὰρ διὰColumn end

62

.

30

προκειμένων μόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦμα πάντοθεν κάτεισιν. Οὐχ ὁρᾷς τοὺς ἡμετέ‐ ρους οἰκέτας τῇ σπογγιᾷ τὴν τράπεζαν περιπλύνον‐ τας, καὶ τὸν οἶκον καθαίροντας, καὶ οὕτω τοὺς πίνα‐
5κας τιθέντας; Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος· ὥσπερ σπογγιᾷ περιπλύνομεν τὴν ἐκκλησίαν, ἵνα ἐν καθαρᾷ τῇ ἐκκλησίᾳ πάντα προτεθῇ, ἵνα μηδεὶς ᾖ σπῖλος, μηδὲ ῥυτίς. Ἀνάξιοι καὶ ὀφθαλμοὶ τῶν θεαμάτων τούτων, ἀνάξιαι καὶ ἀκοαί.
10Κἂν θηρίον, φησὶ, θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Οὕτως οὐδὲ τῆς ἐπιβάσεως ἄξιοι ἦσαν· καίτοι γε μετὰ ταῦτα καὶ προσῆλθον, καὶ εἶδον ποῦ ἑστήκει ὁ Θεός. Ἔξεστι μετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν· ὅταν μέν‐ τοι παρῇ, ἄπιθι· οὐκ ἔξεστί σοι μᾶλλον, ἢ τῷ κατ‐
15ηχουμένῳ. Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστη‐ ρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγματος. Ἐνῆν καὶ πλείονα λέγειν καὶ φοβερώτερα, ἀλλ’ ὥστε μὴ βαρῆσαι τὴν διάνοιαν ὑμῶν, ἀρκεῖ καὶ ταῦτα· οἱ
20γὰρ μὴ τούτοις σωφρονιζόμενοι, οὐδὲ τοῖς πλείοσιν. Ἵν’ οὖν μὴ μεῖζον ὑμῖν τὸ κρῖμα ἐργασώμεθα, πα‐ ρακαλῶμεν ὑμᾶς, οὐχ ἵνα μὴ παραγίνησθε, ἀλλ’ ἵνα καὶ τῆς παρουσίας καὶ τῆς προσόδου ἀξίους ἑαυτοὺς καταστήσητε. Εἰπέ μοι, εἰ βασιλεύς τις ἐπέταξε, καὶ
25εἶπεν, Εἴ τις τόδε πράττει, τῆς τραπέζης ἀπεχέτω τῆς ἐμῆς, ἆρα ὑπὲρ τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ μεγάλου καὶ θαυμαστοῦ, καὶ ἀνα‐ δυόμεθα καὶ μέλλομεν, καὶ οὐ σπεύδομεν οὐδὲ ἐπιτρέ‐
30χομεν τῷ πράγματι; καὶ τίς ἡμῖν ἐστιν ἐλπὶς σωτη‐ ρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθ‐ ίστησι. Ταῦτα μὲν παρ’ ἡμῶν εἴρηται· ὁ δὲ κατα‐ νύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατα‐
35νύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρ‐ ματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω
40παλαιὸν, μηδὲν ἄγριον, μηδὲν ἀνήμερον, μηδὲν ὠμόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτή‐ δεια, καρπὸν δὲ τὸν θαυμαστὸν, τὸν τῆς ἐλαίας λέγω, καὶ ἰσχυρὰ ὥστε πάντας γενέσθαι κύκλῳ τῆς τραπέ‐ ζης, καὶ μὴ εἰκῆ μηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχε‐
45σθαι, ἀλλὰ μετὰ φόβου καὶ δέους. Οὕτω γὰρ καὶ αὐτὸν ὄψεσθε ἐκεῖ τὸν Χριστὸν μετὰ παῤῥησίας, καὶ τῆς οὐρανίου ἀξιωθήσεσθε βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ

62

.

30

(50)

ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.29

62

.

31

ΟΜΙΛΙΑ Δʹ. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν
5ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει‐ θείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν
10 διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. αʹ. Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχι‐ κή· ἀλλ’ ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίν‐ δυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι.
15Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβά‐ σεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυ‐ χικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν. Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος
20δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενε‐ κρωμένην ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑμᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρ‐ τίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν
25αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυ‐ θεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ
30εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε μὴ σφόδρα βαρῦναι αὐτοὺς (αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων, κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν,
35ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν. Τίνα δὴ τοῦτον; Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλο‐ λάτραι, καὶ τὰ λοιπὰ ἅπαντα καταλέξας, καὶ
40ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, τότε φησί· Καὶ ταῦτά τινες ἦτε. Οὐκ εἶπεν ἁπλῶς, Ἦτε, ἀλλὰ, Τινὲς ἦτε· τουτέστιν, Οὕτω πως ἦτε. Ἐνταῦθα σφόδρα ἡμῖν ἐπιφύονται οἱ αἱρετικοί·
45περὶ γὰρ τοῦ Θεοῦ ταῦτα εἰρῆσθαι λέγουσι, καὶ τὴν ἀχαλίνωτον γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρμόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου μόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστομίσομεν; Ἀπ’ αὐτῶν τῶν ῥημάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑμεῖς φατε, ταῦτα

62

.

31

(50)

δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ μιαροῦ τὸ πρᾶγμα· μιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ. Διὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δου‐
55λεύουσιν ἑκόντες καὶ προαιρούμενοι. Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτον, ἀλλ’ εἰς γέενναν παραπέμποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει
60τοῦ Θεοῦ, καὶ μᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ,
πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. ΚατὰColumn end

62

.

32

τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα ἀέρια αἱ ἀσώματοι δυνάμεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι καὶ αἰώνιος αὐτοῦ
5ἡ ἀρχὴ, τουτέστι, τῷ παρόντι αἰῶνι συγκαταλυομένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τού‐
10του. Ἵνα γὰρ μὴ κοσμοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν και‐ ρὸν τὸν διεστραμμένον, οὐ περὶ τῶν κτισμάτων λέγων. Ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν μὴ
15μεταπεπτωκέναι τῆς ἀρχῆς, καὶ μετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ
20οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ’ ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. Πάντες· οὐκ ἔνι γὰρ εἰπεῖν ὅτι ἐξῆρτό τις. Ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες
25τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες. Ἀλλ’ ἵνα μὴ ταῦτα λέγειν ὑποπτευθῇ ἐπὶ διαβολῇ τῆς σαρκὸς, μηδὲ μέγα νομίσῃ τις εἶναι τὸ πλημμέλημα, ὅρα
30πῶς ἀσφαλίζεται· Τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη. Παρωξύναμεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαμεν· τουτέστιν, Ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον,
35φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς ὀργῆς τέκνα ἦμεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθε‐ ρος, ἀλλὰ πάντες ἐπράττομεν ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς, Ἐλεήμων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ
40πλήθει τοῦ ἐλέους σου· καὶ πάλιν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου. Διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς. Δείκνυσι πόθεν ἡμᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ’ ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ
45ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώ‐ μασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος, καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς.

62

.

32

(50)

βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Εἶδες τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς υἱοὺς ὀρ‐ γῆς, τούτους ἐζωοποίησεν. Εἶδες τὴν ἐλπίδα τῆς κλή‐ σεως; Συνήγειρε καὶ συνεκάθισεν. Εἶδες τὴν δόξαν
55τῆς κληρονομίας αὐτοῦ; Ναὶ, φησὶν, ἀλλὰ τὸ μὲν, Συνήγειρε, δῆλον· τὸ δὲ, Συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; Ὡς τὸ, Συνήγειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγη‐ γερμένος, εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς
60ἠγέρθημεν, ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν Ἰωσήφ. Οὐκοῦν οὕτω καὶ συνεκάθισε τῆς γὰρ κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα
συγκάθηται. Διὰ τοῦτο ἐπήγαγεν· Ἐν Χριστῷ Ἰη‐31

62

.

33

σοῦ. Ἢ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ, πῶς οὖν συνεκάθισεν; Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ
5βάθος νοῆσαι τῶν μυστηρίων τούτων. Εἶτα, ἵνα μὴ ἀπιστήσῃς, ὅρα τί ἐπάγει· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦ‐ τον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ
10Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς (Τί γὰρ, φησὶ, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη); ἔδειξε μὲν οὖν ὅτι καὶ πρὸς ἡμᾶς, εἴ γε οὗτος ἡμῖν ἥνωται· πλὴν ὅτι καὶ τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· Ὄντας γὰρ ἡμᾶς νε‐ κροὺς τοῖς παραπτώμασι συνήγειρε καὶ συνεκάθ‐
15ισεν. Ὥστε, ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέ‐ ρων ἀπό τε τῆς κεφαλῆς ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυ‐ σθαι αὐτὸν τὴν ἀγαθότητα λαβὼν τὴν ἀπόδειξιν. Πῶς γὰρ ἐνδείξεται, ἂν τοῦτο μὴ γένηται; Καὶ ἐνδείξεται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. Τί; Ὅτι καὶ μεγάλα
20τὰ ἀγαθὰ ἦν, καὶ πάντων πιστότερα. Νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Βούλει μαθεῖν καὶ πῶς συνεκάθ‐ ισεν; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθη‐ ταῖς· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες
25τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ πάλιν, Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔσ‐ τιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός. Ὥστε ἡτοίμασται. Καὶ καλῶς εἶπεν· Ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τὸ γὰρ
30καθίσαι ἐκ δεξιῶν τιμῆς ἐστι τῆς ὑπὲρ πᾶσαν τιμὴν, καὶ μεθ’ ἣν ἑτέρα οὐκ ἔστι. Τοῦτο οὖν λέγει, ὅτι καὶ ἡμεῖς καθεδούμεθα. Ὄντως ὑπερβάλλων πλοῦτος, ὄντως ὑπερβάλλον τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ, μετὰ Χριστοῦ καθίσαι. Κἂν μυρίας ψυχὰς ἔχῃς, οὐκ
35ἀπολλύεις αὐτὰς ἕνεκεν αὐτοῦ; εἰ γὰρ εἰς πῦρ ἐμβῆ‐ ναι ἔδει, τοῦτο οὐκ ἐχρῆν ἑτοίμως ὑπομεῖναι; Καὶ αὐτὸς δὲ πάλιν φησί· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οἱ διάκονοι ὦσιν οἱ ἐμοί. Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τούτων οὐκ ἐχρῆν προ‐
40θύμως καταδέχεσθαι; Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος. Ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ τίνι συγ‐ κάθησαι; Ἐκείνῳ. Τίς ὤν; Νεκρὸς, φύσει τέκνον ὀργῆς. Καὶ τί κατώρθωσας; Οὐδέν. Ὄντως νῦν εὔ‐ καιρον ἀναβοῆσαι· Ὢ βάθος πλούτου καὶ σοφίας
45καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσω‐ σμένοι, φησίν. Ἵνα γὰρ μὴ τὸ μέγεθος τῶν εὐεργε‐ σιῶν ἐπάρῃ σε, ὅρα πῶς σε καταστέλλει· Τῇ χάριτί ἐστε σεσωσμένοι, φησί. Διὰ πίστεως. Εἶτα ἵνα μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὰ ἡμῶν·

62

.

33

(50)

καὶ πάλιν αὐτὸ ἀνεῖλε, καί φησι· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν. Οὐδὲ ἡ πίστις, φησὶν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦ‐ σαι; Πῶς γὰρ, φησὶ, πιστεύσουσιν, ἐὰν μὴ ἀκού‐ σωσιν; Ὥστε οὐδὲ τὸ τῆς πίστεως ἡμέτερον. Θεοῦ,
55φησὶ, τὸ δῶρον· οὐκ ἐξ ἔργων. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησίν; Ἀλλ’ ἵνα μὴ κενοὺς μηδὲ ἀρ‐ γοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησίν· Εἶπεν, ὅτι ἡ πίστις σώζει, ἀλλὰ διὰ Θεοῦ· ἐπειδὴ γὰρ ὁ Θεὸς ἠθέλησεν, ἡ πίστις ἔσωσεν. Ἐπεὶ πῶς σώζει ἡ
60πίστις, εἰπέ μοι, ἄνευ ἔργων; Τοῦτο αὐτὸ Θεοῦ δῶ‐ ρόν ἐστιν, Ἵνα μή τις καυχήσηται, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. Τί οὖν, φησὶν, αὐτὸς ἐκώλυ‐
σεν ἐξ ἔργων δικαιωθῆναι; Οὐδαμῶς· ἀλλ’, Οὐδεὶς,Column end

62

.

34

φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία. Οὐχὶ ἔχοντας ἔργα ἀπ‐ ώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι.
5 γʹ. Εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πί‐ στει τὸ πᾶν κατωρθώθη, ἀργὸς μένῃ, ὅρα τί ἐπήγα‐ γεν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοί‐ μασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅρα
10αὐτὸν τί φησι· τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται. Ὄντως κτίσις ἑτέρα ἐστίν· ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν. Ὅπερ ἦμεν πρότερον, ἀπεθάνο‐ μεν, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ οὐκ ἦμεν πρότερον, ἐγενόμεθα. Ἄρα κτίσις τὸ πρᾶγμά ἐστι,
15καὶ τῆς ἑτέρας τιμιωτέρα· ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡμῖν περιγέγονεν. Ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· οὐχ ἵνα ἀρξώμεθα, ἀλλ’, Ἵνα περιπατήσωμεν· διαρκοῦς γὰρ ἡμῖν χρεία
20τῆς ἀρετῆς καὶ ἐκτεταμένης εἰς τὴν τελευτὴν τὴν ἡμετέραν. Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνη‐ σεν ἂν ἡμᾶς τὸ βαδίσαι· οὕτως οὐδὲ ἡ ἐλπὶς τῆς
25κλήσεως ὠνήσειεν ἄν τι τοὺς κεκτημένους τὸ πρᾶγμα, ἂν μὴ ἀξίως περιπατήσωμεν τοῦ καλέσαντος. Κλη‐ θέντες οὖν ἐπ’ ἔργοις ἀγαθοῖς, μένωμεν ἅπαντα ἐρ‐ γαζόμενοι. Διὰ τοῦτο γὰρ ἐκλήθημεν, οὐχ ἵνα ἓν ἔρ‐ γον ἐργασώμεθα, ἀλλ’ ἵνα πάντα. Ὥσπερ γὰρ
30αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη, ἢ ἐλεήμων μὲν εἴη, πλεονέκτης δὲ, ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδιδοῖ, πάντα εἰκῆ γίνεται. Οὐ
35γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς ἡμῖν δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς, καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθη‐ ταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,
40διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλά‐ μην ὑμῖν· καὶ πάλιν, Ἂν λύσῃ τις μίαν τῶν ἐν‐ τολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθή‐ σεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται·
45οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασι‐ λείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται. Ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλίπῃ, εἰς τὸ πῦρ ἀπελευσό‐

62

.

34

(50)

μεθα. Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς οὐδὲν ἕτερον
55ἐγκληθέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρ‐ θένοι διὰ τοῦτο μόνον ἐξεβλήθησαν τοῦ νυμφῶνος, καίτοι γε σωφροσύνην εἶχον· ἀλλ’ ἐπειδὴ τῆς ἀπὸ ἐλεημοσύνης ἦσαν ἔρημοι βοηθείας, τῷ νυμφίῳ οὐ συνεισῆλθον. Εἰρήνην, φησὶ, μετὰ πάντων διώκετε,
60καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύ‐ νης οὐκ ἔνι ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ μετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐν‐
επόδισε. Πάλιν ἂν πάντα κατορθώσωμεν, τὸν δὲ πλη‐33

62

.

35

σίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον; Ἀπὸ τῶν τὰ τά‐ λαντα πιστευθέντων οἰκετῶν. Ἐκεῖ γὰρ πᾶσα ἡ ἀρετὴ ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο· ἀλλ’ ἐπειδὴ
5περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλ‐ λετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσ‐
10ελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασι‐ λείας τῶν οὐρανῶν. Καὶ ἐπ’ ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βα‐ σιλέως ὄψεως, κἂν νόμον ἕνα τῶν κειμένων παραβῇ·
15κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατωρθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάση‐ ται, καὶ δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι. Εἰ δὲ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι
20τῆς φυλακῆς, πόσῳ μᾶλλον οἱ τοῦ Θεοῦ! Ἀλλ’ ἀγαθός ἐστι, φησί, Μέχρι τίνος τὸν μωρὸν τοῦτον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ’ ὅτι τὴν ἀγαθότητα αὐτοῦ νομίζομεν εἰς ταῦτα χρησίμην ἡμῖν εἶναι, καίτοι μυρία πολλάκις
25διαλεχθέντων ἡμῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, ὅτι Ὁ οἰκτιρμὸς αὐ‐ τοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλά‐ σεται. Οὐχὶ κωλύει λέγειν ἡμᾶς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς· μὴ γένοιτο· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλε‐
30ται ἡμᾶς καὶ συνεχῶς τοῦτο λέγειν, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· Μὴ ἐπὶ τούτῳ, φησὶ, θαύμαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁμαρτάνειν, καὶ λέγειν· Οἰκτιρμὸς αὐτοῦ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται.
35 δʹ. Διὰ γὰρ τοῦτο τοσαῦτα καὶ ἡμεῖς περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράτ‐ τωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ τῆς ἡμετέρας ἔσται σωτηρίας, ἀλλ’ ἵνα μὴ ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρ‐ τήμασιν, ἀλλὰ μετανοῶμεν. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ
40εἰς μετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν. Εἰ δὲ μοχθηρὸς γένῃ διὰ τὴν χρηστότητα, σὺ διαβάλ‐ λεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις· πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς μακροθυμίας τοῦ Θεοῦ. Ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ χρησάμε‐
45νος. Φιλάνθρωπος ὁ Θεός; ἀλλὰ καὶ δίκαιος κρι‐ τής. Ἁμαρτίας συγχωρῶν; ἀλλὰ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὑπερβαίνει ἀδικίας, ἐξαιρεῖ ἀνομίας; ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ

62

.

35

(50)

διέλωμεν. Ἐξαιρεῖ ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμέ‐ νων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν ἐργασά‐ μενος ὦ, φησὶν, ὀλίγα κακὰ, καὶ δι’ ἓν αὐτῶν ἐκβάλ‐ λωμαι καὶ τῆς βασιλείας ἐκπίπτω, τίνος ἕνεκεν οὐκ
55ἐργάζομαι πάντα κακά; Ἀγνώμονος οἰκέτου ὁ λόγος· πλὴν ἀλλ’ ὅμως καὶ τοῦτον ἐπιλυσόμεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς· βασι‐ λείας μὲν γὰρ πάντες ὁμοίως ἐκπεσούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν δίκην πάντες, ἀλλ’ ὁ
60μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀ‐ κεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ καὶ ὁ τὰ
ὀλίγα ὁμοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχColumn end

62

.

36

ὁμοίως κατεφρονήσατε, ἀλλ’ ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν, εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ,
5ἀλλ’ εἰς τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέ‐ λοις αὐτοῦ; τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ὡς τὸ τοὺς φίλους ἀδικεῖν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ, ὁ καὶ τοὺς φιλοῦντας ἀποστρεφόμενος, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χεί‐
10ρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐν‐ ταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ διαβό‐ λου τὸν τοιοῦτον εἰκότως ἐποίησεν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεημοσύνην, φησὶ, μὴ ἐργαζομένῳ. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ μᾶλλον ἐπὶ τῆς Και‐
15νῆς· εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ μᾶλλον, ἔνθα κελευόμεθα πάντα ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι; Δεκάτας, καὶ πάλιν δεκάτας ἑτέρας παρεῖ‐
20χον· ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλὰ ἐμοί τις θαυμάζων τινὰ ἔλεγε· Δεκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰου‐ δαίων οὐκ ἦν θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας
25ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολ‐ λῶν λόγος; Οὐκοῦν εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς, οὐ μικρὰ παραμυθία. Τί οὖν ἂν εἴποιμεν; Μάλιστα μὲν, οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσεις τιμωρίας·
30ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμε‐ τρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ καὶ εἰς τὴν πυρὰν ἐμβε‐
35βηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ’ οὐδὲ αἰ‐ σθήσεται τῆς παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπ‐ ώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; Διὸ καὶ ἔλεγον· Ἀπολώλαμεν, ἐξολώλαμεν, παρανηλώ‐
40μεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι. Μία μόνη παρα‐ μυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐμπεσόντα δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθμὸς, ἔνθα
45σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν τοσαύτῃ θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέομαι καὶ παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ ταῦτα

62

.

36

(50)

πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθί‐ σαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκρι‐ βολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ἡμᾶς ἐχρῆν ὑποστῆναι, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι
55καὶ ῥᾴθυμοί ἐσμεν, ὡς καὶ τοσαύτης προκειμένης τιμῆς ταῦτα λέγειν; Ὢ πόσα στενάξεις, ὅταν ἀκούσῃ τότε τοὺς κατωρθωκότας καλουμένους ἐπὶ βασιλείαν καὶ τιμωμένους! ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσ‐ γενῶν ὀλίγα καμόντας ἐνταῦθα, τοῦ θρόνου μετέχον‐
60τας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολά‐ σεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντάς τινας, καὶ οὐδὲν πάσχων κακὸν, πάσης
τιμωρίας χεῖρον τοῦτο νομίζεις, καὶ ὑπὸ τούτου μό‐35

62

.

37

νου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν, καὶ δακρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑπο‐ στήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βα‐ σιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι;
5Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν
πραγμάτων μαθεῖν· Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμενColumn end

62

.

38

ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν, ἀλλὰ προσέχωμεν, καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν
5τῆς τοσαύτης δόξης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν.Column end

62

.

37

(7)

ΟΜΙΛΙΑ Εʹ. Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγο‐
10μένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ‐ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
15 αʹ. Πολλὰ δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς φιλανθρω‐ πίαν· πρῶτον, ὅτι δι’ ἑαυτοῦ ἔσωσε, καὶ δι’ ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρίτον, ὅτι ποῦ ἀνήγαγε. Ταῦτα γὰρ πάντα καὶ καθ’ ἑαυτὰ μεγίστην ἔχει τὴν ἀπόδειξιν τῆς φιλανθρωπίας
20αὐτοῦ· καὶ ταῦτα πάντα κινεῖ νῦν γράφων ὁ Παῦ‐ λος. Εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι, καὶ τέκνα ὀργῆς, ἔσωσε· νῦν λέγει καὶ τίνων ἐποίη‐ σεν ἴσους. Διὸ, φησὶ, μνημονεύετε. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς πολλῆς εὐτελείας εἰς ἀντίῤῥο‐
25πον, ἢ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆ‐ σθαι τῶν προτέρων, ἐντρεφομένοις ἐκείνῃ τῇ δόξῃ. Διὰ τοῦτό φησι, Διὸ μνημονεύετε. Διὸ, ποῖον; Ὅτι ἐκτίσθημεν ἐπ’ ἔργοις ἀγαθοῖς. Τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι. Μνημονεύετε.
30Ἱκανὴ γὰρ ἡ μνήμη ἐκείνη εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι. Ὅτι ὑμεῖς ποτε τὰ ἔθνη. Ὅρα πῶς τὰ πλεονεκτήματα τὰ Ἰουδαϊκὰ καθ‐ αιρεῖ, καὶ τὰ ἐλαττώματα τῶν ἐθνῶν θαυμάζει, ἅπερ οὐκ ἦν ἐλαττώματα, ἀλλ’ ἀπὸ τοῦ τρόπου
35καὶ τοῦ βίου ἑκατέρους πείθει. Οἱ λεγόμενοι ἡ ἀκροβυστία. Ἐν ῥήμασιν ἦν ἡ τιμὴ, ἐν σαρκὶ τὸ προτέρημα· οὐδὲν γάρ ἐστιν ἡ ἀκροβυστία, οὐδὲν ἡ περιτομή. Ὑπὸ τῆς λεγομένης, φησὶ, περιτομῆς ἐν σαρκὶ χειροποιήτου. Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ
40χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγ‐ γελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κό‐ σμῳ. Ὑμεῖς οἱ ὑπὸ Ἰουδαίων τοῦτο, φησὶ, καλού‐ μενοι. Τί δήποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν
45αὐτῶν ἐν τούτῳ γενομένην, ἐν τῷ κοινωνῆσαι αὐτοὺς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτό; Ἐν τοῖς ἀναγκαίοις ἐπαίρει, ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. Προϊὼν γὰρ, φησί· Συμπολῖται τῶν

62

.

37

(50)

ἁγίων ἐστὲ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὅρα πῶς οὐ καθαιρεῖ. Ταῦτα, φησὶν, ἀδιάφορά ἐστι. Μὴ νομί‐ σητε, φησὶν, ὅτι περιτομῆς οὐκ ἐτύχετε καὶ ἐν ἀκρο‐ βυστίᾳ ἐστὲ, διαφοράν τινα εἶναι. Τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς τοῦ Χριστοῦ εἶναι, τὸ τῆς πολι‐
55τείας ἀπηλλοτριῶσθαι τοῦ Ἰσραήλ· τοῦτο δὲ οὐ πο‐ λιτεῖαι· τὸ δὲ ξένους εἶναι τῶν διαθηκῶν τῆς ἐπαγ‐
γελίας, τὸ μὴ ἔχειν ἐλπίδα τὴν μέλλουσαν, τὸ ἀθέουςColumn end

62

.

38

(8)

εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. Εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει καὶ περὶ
10τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην δόξαν εἶχον περὶ αὐτῶν οἱ Ἰουδαῖοι. Οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν, Μακάριοι οἱ δεδιω‐ γμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, τὸ ἔλαττον τίθησιν· Οὕτω
15γὰρ, φησὶν, ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκα‐ νὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. Ἄρα τοῦτο ἦν τὸ πολιτεύεσθαι. Οὐκ εἶπε, Κεχωρισμένοι, ἀλλ’, Ἀπηλ‐
20λοτριωμένοι τῆς πολιτείας. Οὐκ εἶπεν, Οὐ προσ‐ έχοντες, ἀλλ’, Οὐδὲ μετέχοντες, καὶ Ξένοι. Πολλὴ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν. Ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτὸς, ἀλλ’ οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι, καὶ τῶν δια‐
25θηκῶν ἐξέπεσον, ἀλλ’ οὐχ ὡς ξένοι. Τίνες δὲ ἦσαν αἱ διαθῆκαι τῆς ἐπαγγελίας; Σοὶ καὶ τῷ σπέρματί σου δώσω, φησὶ, τὴν γῆν ταύτην, καὶ ὅσα ἕτερα ἐπηγ‐ γείλατο. Ἐλπίδα, φησὶ, μὴ ἔχοντες, καὶ ἄθεοι. Καίτοι θεοὺς προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν· οὐ γάρ
30ἐστί τι εἴδωλον. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ὁ τὸ μεσότοι‐ χον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ
35αὑτοῦ. Τοῦτο οὖν ἐστι μέγα, φησὶ, τὸ ὅτι εἰς τὴν τῶν Ἰουδαίων πολιτείαν ἤλθομεν; Τί λέγεις; ἀνεκε‐ φαλαιώσατο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ νῦν περὶ Ἰσραηλιτῶν λέγεις; Ναὶ, φησίν. Ἐκεῖνα μὲν γὰρ τῇ πίστει χρὴ παραλαμβά‐
40νειν, ταῦτα δὲ καὶ τοῖς ἔργοις αὐτοῖς. Νυνὶ δὲ, φη‐ σὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μα‐ κρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν. Τὸ γὰρ, μακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι μόνης. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ
45ἀμφότερα ἕν. Τί ἐστι, Τὰ ἀμφότερα ἕν; Οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγεν, ἀλλ’ ὅτι καὶ ἡμᾶς, κἀκείνους εἰς μείζονα· πλὴν ἡμῶν μεί‐ ζων ἡ εὐεργεσία. Τοῖς μὲν γὰρ ἐπήγγελτο, καὶ ἐγγύ‐

62

.

38

(50)

τεροι ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ ποῤῥωτέρω ἦμεν. Διό φησι· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπηγγείλατο μὲν γὰρ τοῖς Ἰσραηλίταις, ἀλλὰ ἀνάξιοι ἦσαν· ἡμῖν δὲ οὐδὲν ἐπηγγείλατο, ἀλλὰ καὶ ξένοι ἦμεν· οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτοὺς,
55καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπό‐ δειγμα δὲ ἐρῶ· Ὑποθώμεθα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολίβδου, εἶτα ἀμφοτέρους
καταχωνευθέντας, ἀνελθεῖν χρυσοῦς τοὺς δύο. Ἰδοὺ37

62

.

39

τοὺς δύο ἓν ἐποίησεν. Ἢ καὶ ἑτέρως· ἔστω ὁ μὲν δοῦλος, ὁ δὲ υἱοποίητος· ἀμφότεροι δὲ αὐτὸν προσ‐ κυνείτωσαν, ὁ μὲν ἀποκήρυκτος ὢν παῖς, ὁ δὲ δρα‐ πέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα· εἶτα ἀμφό‐
5τεροι γινέσθωσαν κληρονόμοι, καὶ γνήσιοι παῖδες. Ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἓν, ὁ μὲν πόῤῥωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν, καὶ μᾶλλον ἢ πρὶν ἢ προσκροῦσαι γνησιώτερος. Τὸ μεσότοιχον, φησὶ, τοῦ φραγμοῦ λύσας. Ποῖόν ἐστι τὸ μεσότοιχον
10ἑρμηνεύει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, λέγων. Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τινὲς μέν φασιν, ὅτι Ὁ νόμος μεσότοιχον· διὰ τοῦτο τὸν νόμον εἶπεν, ὅτι οὐκ ἠφίει τοὺς Ἰουδαίους πρὸς τοὺς Ἕλληνας ἀναμίγνυσθαι. Ἐμοὶ δὲ οὐ τοῦτο δο‐
15κεῖ· ἀλλὰ τὴν ἔχθραν ἐν τῇ σαρκὶ μεσότοιχον λέγει, τῷ κοινὸν εἶναι διάφραγμα ἀπὸ Θεοῦ διατειχίζον ἡμᾶς, καθὼς ὁ προφήτης φησίν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Καὶ εἰκότως· ὡς μεσότοιχον γὰρ ἦν ἔχθρα, ἣν καὶ πρὸς
20Ἰουδαίους εἶχε καὶ πρὸς Ἕλληνας. Τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ καὶ ηὔξετο· γὰρ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Ὥσπερ οὖν ἐκεῖ λέγων, Ὁ νόμος ὀργὴν κατεργάζεται, οὐκ αὐτῷ τὸ πᾶν ἐπιγράφει, ἀλλ’, ἐπειδὴ παρέβημεν, προσυπα‐
25κούεται· οὕτω καὶ ἐνταῦθα μεσότοιχον αὐτόν φησιν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. Φραγμὸς ὁ νόμος ἦν, ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν· διὸ καὶ φραγμὸς ὠνόμαστο, ἵνα περιφράττῃ. Ἄκουε γὰρ πάλιν τοῦ προφήτου λέγοντος· Καὶ φραγμὸν
30αὐτῷ περιέθηκα· καὶ πάλιν, Καθεῖλες τὸν φραγ‐ μὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παρα‐ πορευόμενοι τὴν ὁδόν. Οὐκοῦν τὴν ἀσφάλειάν φησι. Καὶ πάλιν, Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ πάλιν, Νόμον εἰς βοή‐
35θειαν ἔδωκε, καὶ πάλιν, Ποιῶν ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος ἐγνώρισε τὰ δικαιώματα αὐτοῦ τῷ Ἰσραήλ. Γέγονε δὲ μεσότοιχον, οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζον αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτον γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγ‐
40μοῦ. Ποῖον δὲ τοῦτο δηλῶν, ἐπάγει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Τὸν νόμον τῶν ἐντολῶν καταρ‐ γήσας. Πῶς; Σφραγίσας, καὶ λύσας ἐκεῖ τὴν ἔχθραν. Οὐ τούτῳ δὲ μόνον ἔλυσεν, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτόν. Τί οὖν, εἰ τῆς προτέρας παραβάσεως ἀπηλ‐
45λάγμεθα, πάλιν δὲ αὐτὸν ἀναγκαζόμεθα φυλάττειν; Πάλιν τὸ αὐτὸ ἦν· ἀλλὰ καὶ αὐτὸν ἔλυσε· Τὸν νόμον γὰρ τῶν ἐντολῶν, φησὶν, ἐν δόγμασι καταργήσας. Βαβαὶ τῆς φιλανθρωπίας· ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάττωμεν· ἐπεὶ δὲ οὐκ ἐφυλάξαμεν, δέον κολα‐

62

.

39

(50)

σθῆναι, ὁ δὲ καὶ τὸν νόμον κατέλυσεν· ὡς ἂν εἴ τις παιδίον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούοι, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσειε, καὶ ἀπαγά‐ γοι. Πόσης τοῦτο φιλανθρωπίας; Τί ἐστιν, Ἐν δόγ‐ μασι καταργήσας; Πολλὴν γὰρ ἐνταῦθα διαφοράν
55φησιν ἐντολῆς καὶ δογμάτων. Ἢ τὴν πίστιν οὖν φησι, δόγμα αὐτὴν καλῶν· ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν· ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· Ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ὀργισθῆναι ὅλως. Τουτέστιν, Ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν,
60σωθήσῃ· Καὶ πάλιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν
τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου.Column end

62

.

40

Μὴ εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἢ τίς αὐτὸν ἀνήγαγεν ἐκ νεκρῶν; Ἀντὶ βίου πίστιν εἰσήγαγεν. Ἵνα γὰρ μὴ εἰκῆ σώσῃ, καὶ αὐτὸς ἐκολάσθη, καὶ ἀπῄτησεν αὐ‐
5τοὺς τὴν πίστιν διὰ δογμάτων. Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γενόμενον Ἰουδαῖον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας; Οὐχ ἵνα τοῦτον ἕτερον ἐργάσηται, τὸν νόμον κατήργησεν,
10ἀλλ’ ἵνα τοὺς δύο κτίσῃ. Καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῷ, Κτίσῃ. Καὶ οὐκ εἶπε, Μετα‐ βάλῃ, ἵνα δείξῃ τὸ ἐνεργὲς τοῦ γενομένου, καὶ ὅτι εἰ καὶ ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς
15οὐ χρὴ λοιπόν. Ἵνα τοὺς δύο, φησὶ, κτίσῃ ἐν ἑαυ‐ τῷ· τουτέστι, δι’ ἑαυτοῦ. Οὐκ ἄλλῳ τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτὸς δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς τοῦτο πρῶτον γενό‐ μενος· ὅπερ τῆς προτέρας κτίσεώς ἐστι μεῖζον.
20Τοῦτο γάρ ἐστιν, Ἐν ἑαυτῷ, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. Ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, κἀκεῖθεν τὸν Ἕλληνα, καὶ μέσος αὐτὸς γενόμενος, καὶ συμμίξας αὐτοὺς, καὶ πᾶν αὐτῶν τὸ ἀπηλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ
25πυρὸς καὶ ὕδατος· οὐκέτι δι’ ὕδατος καὶ γῆς, ἀλλὰ δι’ ὕδατος καὶ πυρός. Γέγονεν Ἰουδαῖος περιτμη‐ θεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην ἐκτὸς νόμου, καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους. Εἰς ἕνα καινὸν ἄνθρωπον, φησί. Ποιῶν εἰρήνην αὐτοῖς·
30πρὸς τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους. Οὐ γὰρ ἂν μέ‐ νοντες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες κατηλλάγησαν ἄν· μὴ ἀπαλλαγέντες δὲ τῆς οἰκείας καταστάσεως ἕκα‐ στος, πῶς ἂν εἰς ἑτέραν μείζονα ἦλθον; Ὁ γὰρ Ἰου‐ δαῖος τότε τῷ Ἕλληνι συνάπτεται, ὅταν πιστὸς γέ‐
35νηται· ὡς ἂν εἴ τινες, δύο οἰκημάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυμαστοῦ καὶ μεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται. Ποιῶν εἰρήνην· μᾶλλον πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; Καὶ ἀποκαταλλάξῃ
40τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ. Οὐκ εἶπε, Καταλλάξῃ, ἀλλ’, Ἀποκαταλ‐ λάξῃ, δεικνὺς ὅτι πρὸ τούτου ἡ ἀνθρωπίνη φύσις εὐκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων καὶ πρὸ τοῦ νόμου. Ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ.
45Πῶς τοῦτο γίνεται; Τὴν ὀφειλομένην δίκην αὐτὸς, φησὶν, ὑποστὰς διὰ τοῦ σταυροῦ. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Οὐδὲν κυριώτερον τούτων τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. Ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ἔτρωσε καὶ ἀπώλεσεν,

62

.

40

(50)

οὐχ ἑτέρῳ ἐπιτάξας, οὐδ’ ἐνεργήσας μόνον, ἀλλὰ καὶ παθών. Οὐκ εἶπε, Λύσας, οὐκ εἶπεν, Ἀνελὼν, ἀλλ’, ὃ πάντων σφοδρότερον ἦν, Ἀποκτείνας, ὥστε μη‐ κέτι αὐτὴν ἀναστῆναι. Πῶς οὖν ἀνίσταται; Ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας. Ἕως γὰρ ἂν μένωμεν ἐν τῷ
55σώματι τοῦ Χριστοῦ, ἕως ἂν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, ἀλλὰ κεῖται νεκρά· μᾶλλον δὲ ἐκείνη οὐ‐ δέποτε ἀνίσταται· ἂν δὲ ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολέσαντα· σὺ δὴ ὠδίνεις ἑτέραν. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς,
60φησὶν, ἔχθρα εἰς Θεόν. Ἂν μηδὲν φρονῶμεν σαρ‐39

62

.

41

κικὸν, οὐ τεχθήσεται ἑτέρα, ἀλλὰ μενεῖ ἡ εἰρήνη ἐκείνη. Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγματευσαμένου, ἵνα καταλλαγῶμεν, καὶ ἀνύσαν‐
5τος, πάλιν ἡμᾶς εἰς ἔχθραν ἐπανελθεῖν. Ταύτην οὐκ‐ έτι λουτρὸν, ἀλλ’ ἡ γέεννα μένει, οὐκέτι ἄφεσις, ἀλλ’ ἐξέτασις. Φρόνημα τῆς σαρκὸς, τρυφὴ, σπατάλη· φρόνημα τῆς σαρκὸς, πλεονεξία καὶ πᾶσα ἁμαρτία. Διὰ τί φρόνημα σαρκὸς εἴρηται; καίτοι γε οὐδὲν
10ἄνευ ψυχῆς εἰργάσατο ἄν. Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ’ ὅτι οὐκ ἀρκεῖ οὔτε σῶμα, οὔτε ψυχὴ καθ’ ἑαυτὴν, μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ μέγα.
15Διὰ τοῦτο ψυχικὰ ἐκεῖνα καλεῖ, ἃ καθ’ ἑαυτὴν ἡ ψυχὴ ἐργάζεται· καὶ σαρκικὰ ἐκεῖνα καλεῖ, ἃ καθ’ ἑαυτὸ τὸ σῶμα· οὐκ ἐπειδὴ ταῦτα φυσικὰ, ἀλλ’ ἐπει‐ δὴ μὴ ἀπολαύσαντα προστασίας τῆς ἐκεῖθεν, ἀπόλ‐ λυται. Ἐπεὶ καὶ οἱ ὀφθαλμοὶ καλοὶ, ἀλλ’ ἄνευ φωτὸς
20μυρία ἐργάζονται κακά· τοῦτο δὲ τῆς ἀσθενείας αὐ‐ τῶν ἐστιν, οὐ τῆς φύσεως. Εἰ δὲ φυσικὰ ἦν τὰ κακὰ, οὐκ ἂν αὐτοῖς ποτε εἰς δέον ἐχρησάμεθα· οὐδὲν γάρ ἐστι φυσικὸν κακόν. Τί οὖν ἐστι σαρκικὰ φρονήματα; Αἱ ἁμαρτίαι. Ὅταν γὰρ αὕτη κρατήσῃ τοῦ ἡνιόχου
25μετεωρισθεῖσα, μυρία τίκτει δεινά. Ἀρετὴ γὰρ σαρ‐ κὸς τὸ ὑποτετάχθαι τῇ ψυχῇ, κακία δὲ τὸ ἄρχειν ψυχῆς. Ὥσπερ οὖν ὁ ἵππος καλὸς μὲν καὶ εὐσκελὴς, ἀλλ’ οὐκ ἄνευ ἡνιόχου τοῦτο δείκνυται· οὕτω καὶ ἡ σὰρξ τότε ἔσται καλὴ, ὅταν αὐτῆς τὰ σκιρτήματα
30περικόψωμεν. Ἀλλ’ οὐδὲ ἡνίοχος δείκνυται ἄνευ ἐπιστήμης· καὶ γὰρ καὶ αὐτὸς ἐκείνων δεινότερα ἄνευ ἐπιστήμης ἐργάζεται. Ὥστε πανταχόθεν ἐφε‐ στάναι χρή· τὸ πνεῦμα, τοῦτο ἐφεστὸς, τὸν ἡνίοχον ἰσχυρότερον ποιεῖ· τοῦτο καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα
35καλλωπίζει. Καθάπερ γὰρ ἡ ψυχὴ ἐνοῦσα μὲν αὐτῷ, καλὸν αὐτὸ δείκνυσιν, ὅταν δὲ αὐτὸ ἐρημώσῃ τῆς οἰκείας ἐνεργείας καὶ ἀποστῇ, καθάπερ ζωγράφου τινὸς τὰ χρώματα συγχέοντος, εἰδέχθεια γίνεται πολλὴ, πρὸς τὴν φθορὰν ἐπειγομένου τῶν μερῶν ἑκά‐
40στου καὶ τὴν ἀνάλυσιν· οὕτω καὶ τὸ πνεῦμα ὅταν ἔρημον καταλίπῃ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, χεί‐ ρων γίνεται καὶ μείζων ἡ εἰδέχθεια. Μὴ τοίνυν, ἐπειδὴ τῆς ψυχῆς ἔλαττον τὸ σῶμα, κάκιζε τοῦτο. Οὐδὲ γὰρ ἐγὼ τὴν ψυχὴν κακίζειν ἀνέχομαι, ἐπειδὴ
45τοῦ πνεύματος οὐδὲν ἰσχύει χωρίς. Εἰ δὲ χρή τι εἰπεῖν, μείζονός ἐστι κατηγορίας ἀξία ἡ ψυχή. Τὸ
μὲν γὰρ σῶμα οὐδὲν ἄνευ τῆς ψυχῆς ἐργάσαιτο ἂνColumn end

62

.

42

δεινὸν, ἡ δὲ ψυχὴ πολλὰ χωρὶς τοῦ σώματος· καὶ γὰρ καὶ τηκομένου τούτου, καὶ οὐ σκιρτῶντος, πολλὰ ἐργάζεται ἐκείνη· καθάπερ οἱ γόητες ἐκεῖνοι, οἱ μάγοι, οἱ φθονοῦντες, οἱ φαρμακοὶ, μάλιστα τήκουσιν αὐτό.
5Ἄλλως δὲ οὐδὲ ἡ τρυφὴ τῆς τοῦ σώματος ἀνάγκης ἐστὶν, ἀλλὰ τῆς ἀπροσεξίας τῆς ψυχῆς· ἡ γὰρ τροφὴ, οὐχὶ ἡ τρυφὴ, τῆς τοῦ σώματος ἀνάγκης. Ἐὰν γὰρ θελήσω σφοδρὸν καθεῖναι χαλινὸν, ἐπεστόμισα τὸν ἵππον· τὸ δὲ σῶμα τὴν ψυχὴν καταστέλλειν οὐ δύνα‐
10ται ἐν τοῖς αὐτῆς κακοῖς. Τίνος οὖν ἕνεκεν φρόνημα αὐτὸ σαρκὸς καλεῖ; Ὅτι τῆς σαρκὸς ὅλον γίνεται. Ὅταν γὰρ αὕτη κρατήσῃ, τότε ἥμαρτεν, ὅταν ἀφέ‐ ληται τὸν νοῦν καὶ τὴν ἀρχὴν τῆς ψυχῆς. Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώματος, ἐν τῷ εἴκειν τῇ ψυχῇ,
15ἐπεὶ καθ’ ἑαυτὴν οὔτε καλὴ οὔτε κακή. Τί γὰρ ἂν ἐργάσαιτο τὸ σῶμα καθ’ ἑαυτό; Ὥστε τῇ συναφείᾳ καλὸν τὸ σῶμα, καλὸν διὰ τὴν ὑποταγὴν, ἐπεὶ καθ’ ἑαυτὸ οὔτε καλὸν, οὔτε κακὸν, καὶ πρὸς τοῦτο δὲ, καὶ πρὸς ἐκεῖνο ἐπιτήδειον, εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχον.
20Τὸ σῶμα ἐπιθυμεῖ, ἀλλ’ οὐ πορνείας οὐδὲ μοιχείας, ἀλλὰ μίξεως· τὸ σῶμα ἐπιθυμεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ μέθης, ἀλλὰ ποτοῦ. Ὅτι γὰρ οὐχ ἡ μέθη τοῦ σώματός ἐστιν ἐπιθυμία, σκόπει πῶς· οὐκ ἀντέ‐ χει λοιπὸν, ὅταν ὑπερβῇς τὸ μέτρον, ὅταν τὰ ὅρια
25νικήσῃς τὰ τοῦ σώματος· ἐπεὶ τὰ ἄλλα πάντα τῆς ψυχῆς ἐστιν, οἷον ὅταν εἰς σαρκικὰ καταφέρηται, ὅταν παχεῖα γένηται. Εἰ γὰρ καὶ καλὸν τὸ σῶμα, ἀλλὰ σφόδρα ἧττον τῆς ψυχῆς. Ὥσπερ οὖν ἥττων ὁ μόλυβδος χρυσοῦ, ἀλλ’ ὅμως δεῖται καὶ τοῦ μολίβδου
30τοῦ συγκολλῶντος· οὕτω δεῖ καὶ τοῦ σώματος τῇ ψυχῇ· ἢ ὥσπερ παιδίον ἐστὶν εὐγενὲς παιδαγωγοῦ δεόμενον, οὕτω καὶ ἡ ψυχὴ δεῖται τοῦ σώματος. Καὶ μὴ θαυμάσῃς, εἰ τοιαῦτα παρήγαγον παραδείγματα. Ὥσπερ γὰρ παιδικὰ πράγματα λέγομεν, οὐ τὴν ἡλι‐
35κίαν διαβάλλοντες, ἀλλὰ τὰ κατ’ αὐτήν· οὕτω καὶ περὶ τοῦ σώματος. Ἀλλ’ ἔνεστι μὴ εἶναι ἐν σαρκὶ, ἂν θέλωμεν, ὥσπερ οὐδὲ ἐν τῇ γῇ, ἀλλ’ ἐν οὐρανοῖς καὶ ἐν πνεύματι. Τὸ γὰρ εἶναί που, οὐχ οὕτω τῇ θέσει τῇ ἐν τῷ τόπῳ λέγεται, ὡς τῇ διαθέσει. Πολλοὺς
40γοῦν ὄντας που, λέγομεν μὴ εἶναι, λέγοντες, Οὐκ ἦσθα ἐνταῦθα. Καὶ τί λέγω ταῦτα; Πολλάκις λέγο‐ μεν, Οὐκ εἶ ἐν σεαυτῷ, Οὐκ εἰμὶ ἐν ἐμαυτῷ· καίτοι τί σωματικώτερον τούτου, ὅταν αὐτὸς ἑαυτῷ πλη‐ σιάζῃ; ἀλλ’ ὅμως οὐ φαμὲν αὐτὸν εἶναι ἐν ἑαυτῷ.
45Γενώμεθα τοίνυν ἐν ἑαυτοῖς, ἐν τῷ οὐρανῷ, ἐν τῷ πνεύματι· μένωμεν ἐπὶ τῆς εἰρήνης καὶ τῆς χάρι‐ τος τοῦ Θεοῦ, ἵνα πάντων τῶν σαρκικῶν ἀπαλλαγέν‐ τες, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγα‐ θῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ

62

.

42

(50)

Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.41

62

.

43

ΟΜΙΛΙΑ ϛʹ. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μα‐ κρὰν, καὶ τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς
5τὸν Πατέρα. Ἆρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ· ἐν ᾧ πᾶσα
10 ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδο‐ μεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Οὐ δι’ ἑτέρου, φησὶν, ἔπεμψεν, οὐδὲ δι’ ἄλλου τι‐ νὸς ταῦτα ἐμήνυσεν ἡμῖν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ. Οὐκ
15ἄγγελον, οὐκ ἀρχάγγελον ἀπέστειλεν, ἐπειδὴ τὸ διορ‐ θῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσίας, καὶ τὸ ἀπαγγεῖλαι τὰ γενόμενα. Ὑπηρέτου καὶ σχεδὸν διακόνου τάξιν ἀνεδέξατο ὁ Δεσπότης, καὶ ἦλθε, καὶ εὐηγγελίσατο εἰρήνην Ὑμῖν,
20φησὶ, τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς. Τοῖς Ἰουδαίοις, φησὶν, ἐγγὺς, ὡς πρὸς ἡμᾶς· μακρὰν δὲ, τοὺς ἐξ ἐθνῶν αἰνιττόμενος, ὡς ξένους τῶν διαθηκῶν ὄντας. Ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Εἰρήνην τὴν πρὸς
25τὸν Θεόν φησι· καὶ γὰρ κατήλλαξεν ἡμᾶς. Ἄλλως δὲ καὶ αὐτός φησιν, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ πάλιν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ, Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε· καὶ πάλιν, Ὅτι ὁ Πα‐
30τὴρ ὑμᾶς φιλεῖ. Ταῦτα τῆς εἰρήνης τεκμήρια, καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους. Πρὸς τούτους πῶς; Ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκα‐ μεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι, οὐχ ὑμεῖς ἔλατ‐ τον, ἐκεῖνοι δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι. Τὴν
35μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος. Ἰδοὺ πάλιν τὸ, ἐν, διά ἐστι· δι’ ἑαυτοῦ καὶ Πνεύματος προσήγαγεν αὐτῷ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Ὁρᾷς
40ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφη‐ μεν, εἰς ἐκείνην ἐμφανιζόμεθα; Οἱ γὰρ τοιαῦτα λέγον‐ τες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν. Οὐκ‐
45έτι ξένοι τῶν ἁγίων, οὐδὲ πάροικοι. Οἱ γὰρ μὴ μέλλοντες ἐπιτεύξεσθαι τῶν οὐρανίων, πάροικοί εἰσιν. Ὁ γὰρ Υἱὸς, φησὶ, μένει εἰς τὸν αἰῶνα. Καὶ οἰκεῖοι, φησὶ, τοῦ Θεοῦ. Ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ὑμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος

62

.

43

(50)

κατωρθώθη. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Ὅρα πῶς πάντα φύρει, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς ἀποστόλους, τοὺς προφήτας, τὸν Χριστόν· καὶ ποτὲ μὲν ἀπὸ τοῦ σώματος, ποτὲ δὲ
55ἀπὸ τῆς οἰκοδομῆς τὴν συναφὴν δείκνυσιν. Ἐποικοδο‐ μηθέντες, φησὶν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστό‐ λων καὶ προφητῶν. Τουτέστι, Θεμέλιος οἱ ἀπόστο‐ λοι καὶ οἱ προφῆται. Καὶ πρῶτον τίθησι τοὺς ἀπο‐ στόλους ἐσχάτους ὄντας τοῖς χρόνοις· ἤτοι τοῦτο
60δεικνὺς καὶ λέγων, ὅτι θεμέλιός εἰσι καὶ οὗτοι καὶColumn end

62

.

44

ἐκεῖνοι, καὶ μία οἰκοδομὴ τὸ πᾶν καὶ ῥίζα μία. Ἐν‐ νόησον τοὺς Ἕλληνας θεμέλιον ἔχοντας τοὺς πατρι‐ άρχας. Ἐνταῦθα μᾶλλον αὐτὸ τὸ κυριώτερον λέγει, ἢ ὅταν ἐγκεντρισμὸν λέγῃ· μᾶλλον ἐκεῖ καθάπτε‐
5ται. Εἶτα ἐπάγει, Ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ· δηλῶν ὅτι ὁ τὸ πᾶν συνέχων ἐστὶν ὁ Χρι‐ στός. Ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος καὶ τοὺς τοίχους συνέχει, καὶ τοὺς θεμελίους. Ἐν ᾧ πᾶσα οἰκοδο‐ μή. Ὅρα πῶς αὐτὸ συνῆψε· καὶ δείκνυσι ποτὲ μὲν
10ἄνωθεν κατέχοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν, καὶ ῥίζαν ὄντα. Τὸ δὲ, Ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα και‐ νὸν ἄνθρωπον, εἰπὼν, διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοὺς τοίχους, καὶ πάλιν
15ὅτι ἐν αὐτῷ ἐκτίσθη. Καὶ, Πρωτότοκος, φησὶ, πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει. Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη. Κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει αὐτός. Ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ·
20Θεμέλιον γὰρ ἄλλον, φησὶν, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἐν ᾧ πᾶσα οἰκοδομὴ, φησὶ, συναρμολογουμένη. Ἐν‐ ταῦθα τὸ ἀκριβὲς ἐμφαίνει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι, μὴ μετὰ πολλῆς τῆς ἀκριβείας
25βιώσαντα. Αὔξει γὰρ, φησὶν, εἰς ναὸν ἅγιον ἐν ᾧ καὶ ὑμεῖς, φησὶ, συνοικοδομεῖσθε. Συνεχέστερον αὐτὸ λέγει, Εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Τί δὴ βούλεται ἡ οἰκοδομή; Ὥ‐ στε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ. Ἕκαστος
30γὰρ ὑμῶν ναός ἐστι, καὶ κοινῇ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῷ οἰκεῖ. Διὰ τοῦτο οὐκ εἶπε, Πρόσοδον, ἀλλὰ, Προσα‐ γωγήν· οὐ γὰρ ἀφ’ ἑαυτῶν προσήλθομεν, ἀλλ’ ὑπ’ αὐτοῦ προσήχθημεν· Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται
35πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ· καὶ πάλιν, Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Εἰς ναὸν ἅγιον συνοικοδομεῖσθε. Πάλιν ἐπὶ τὸ πρότερον ἄνεισιν ὑπόδειγμα, καὶ συν‐ άπτει αὐτοὺς τοῖς ἁγίοις, οὐδαμοῦ ἀφεὶς ἀπηρτῆ‐
40σθαι τοῦ Χριστοῦ. Ἄρα μέχρι τῆς παρουσίας ἡ οἰκοδομὴ αὕτη· ἄρα διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· καὶ πάλιν ἐνταῦθα, Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. Ὁρᾷς ὅτι
45τὰ παραδείγματα πρὸς τὰ ὑποκείμενα, ἀλλ’ οὐχ ἁπλῶς ἐκλαμβάνειν χρή; Ἀπὸ παραδειγμάτων τοῦτο εἶ‐ πεν, ὡς ὅταν ὁ Χριστὸς γεωργὸν λέγῃ τὸν Πατέρα, καὶ ῥίζαν ἑαυτόν. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέ‐ σμιος Ἰησοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν.

62

.

44

(50)

Εἶπε τοῦ Χριστοῦ τὴν κηδεμονίαν τὴν πολλήν· ἐκ‐ βαίνει λοιπὸν καὶ ἐπὶ τὴν ἑαυτοῦ, μικρὰν μὲν οὖσαν, καὶ σφόδρα οὐδὲν πρὸς ἐκείνην, ἱκανὴν δὲ καὶ ταύ‐ την ἐπισπάσασθαι. Διὰ τοῦτο καὶ ἐγὼ δέδεμαι, φησίν. Εἰ γὰρ ὁ Δεσπότης ὁ ἐμὸς ἐσταυρώθη δι’ ὑμᾶς, πολλῷ
55μᾶλλον ἐγὼ δέδεμαι. Οὐ μόνον αὐτὸς ἐδέθη, ἀλλὰ καὶ τοὺς αὐτοῦ δούλους δεσμεῖσθαι συγχωρεῖ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Πολλὴ ἡ ἔμφασις· οὐ μόνον ὑμᾶς οὐ βδελυττόμεθα λοιπὸν, ἀλλὰ καὶ δεσμούμεθα δι’ ὑμᾶς, φησὶ, καὶ ἐγὼ τοσαύτης ἀπέλαυσα χάριτος.
60Εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ43

62

.

45

Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς. Τὴν πρόῤῥησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐ‐ τοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι
5τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οἰκονομίαν χάριτός φησι τὴν ἀποκάλυψιν· τουτέστι, Οὐ παρὰ ἀνθρώπου ἔμαθον· κατηξίωσε καὶ ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. Αὐτὸς γάρ μοι εἶπε, φησί· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ
10σε. Τὴν οἰκονομίαν καλῶς οὕτως εἶπεν· οἰκονομία γὰρ ἦν μεγάλη, τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι, καὶ εἰπεῖν· Σαῦλε, Σαῦλε, τί με διώκεις; καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀποῤῥήτῳ. Εἴ γε ἠκούσατε, φησὶ, τὴν οἰκονομίαν τῆς χάριτος τοῦ
15Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀπο‐ κάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ. Ἴσως διά τινων ἐδήλωσεν, ἢ οὐ πρὸ πολλοῦ γεγραφὼς ἦν. Δείκνυσιν ἐνταῦθα, ὅτι τὸ πᾶν τοῦ Θεοῦ ἐστιν, ὅτι οὐδὲν εἰσηνέγκαμεν.
20Τί γὰρ, εἰπέ μοι; Παῦλος αὐτὸς ὁ μέγας καὶ θαυ‐ μαστὸς, ὁ νομομαθὴς, ὁ ὑπὸ τοὺς πόδας Γαμαλιὴλ κατὰ ἀκρίβειαν παιδευθεὶς οὐχὶ χάριτι ἐσώθη; Τοῦτο μυστήριον εἰκότως καλεῖ· μυστήριον γάρ ἐστι τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν
25ἀναγαγεῖν. Καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι. Βαβαί· ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν. Ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγ‐ ματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’
30Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου, φησὶν, ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· τουτέστι, πῶς συν‐ ῆκα, πῶς ἐνόησα, ἣ τοιαῦτα, ἃ εἶπεν ὁ Θεὸς, ἢ ὅτι κάθηται ἐκ δεξιῶν. Εἶτα καὶ τὸ ἀξίωμα, ὅτι Οὐκ
35ἐποίησεν οὕτως ὁ Θεὸς παντὶ ἔθνει· καὶ ποῖον ἔθνος τοῦτο, ᾧ ἐποίησεν οὕτως ὁ Θεὸς δηλῶν, ἐπά‐ γει· Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύ‐
40ματι. Τί οὖν, εἰπέ μοι, οὐκ ᾔδεσαν οἱ προφῆται; Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι Μωϋσῆς καὶ οἱ προ‐ φῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν; καὶ πάλιν, Εἰ ἐπι‐ στεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί; καὶ πάλιν, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ‐
45ταῖς ζωὴν αἰώνιον ἔχειν, κἀκεῖναί εἰσιν αἱ μαρ‐ τυροῦσαι περὶ ἐμοῦ; Τοῦτό φησιν, ἢ ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀν‐ θρώπων, ὡς νῦν ἀπεκαλύφθη· ἢ ὅτι οὕτως οὐκ

62

.

45

(50)

ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. Ἐννόησον γάρ· ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἂν ἐπορεύθη εἰς τὰ ἔθνη. Ἄκουσον γὰρ τί φησιν·
55Ἄρα ἔδωκεν ὁ Θεὸς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἡμῖν. Τοῦτό ἐστιν ὅ φησιν, Ἐν Πνεύματι, ὅτι διὰ Πνεύματος ἠξίωσεν ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. Ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκρι‐ βῶς οὐκ ᾔδεσαν, ὅπου γε οὐδὲ οἱ ἀπόστολοι μετὰ τὸ
60ἀκοῦσαι· πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογι‐ σμὸν καὶ ἐλπίδα κοινήν. Εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα.
Τί ἐστι, Συγκληρονόμα καὶ συμμέτοχα τῆςColumn end

62

.

46

ἐπαγγελίας, καὶ σύσσωμα; Τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι, ἡ ἐγγύτης ἡ πολλή. Ὅτι μὲν γὰρ κληθήσεται, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τούτοις, οὐκέτι. Τοῦτο τοίνυν καλεῖ μυστήριον τῆς ἐπαγγελίας. Μετεῖχον οἱ
5Ἰσραηλῖται, συμμετεῖχον δὲ καὶ τὰ ἔθνη τῆς ἐπαγ‐ γελίας τοῦ Θεοῦ. Ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγε‐ λίου. Τουτέστι, τῷ πεμφθῆναι καὶ πρὸς αὐτοὺς, καὶ τῷ πιστεῦσαι· οὐ γὰρ ἁπλῶς, ἀλλὰ, Διὰ τοῦ εὐαγγελίου. Ἀλλὰ τοῦτο μὲν οὐδὲν μέγα, μικρὸν γὰρ,
10καὶ ἄλλο μεῖζον ἡμῖν ἀποκαλύπτει, ὅτι οὐ μόνον ἄν‐ θρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχάγγελοι, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο· μυστήριον γὰρ ἦν τοῦτο, καὶ οὐκ ἀπεκαλύφθη τινί. Τὴν σύνεσίν μου, φησὶ, νοῆσαι. Τοῦτο αἰνίττεται ἴσως, ὃ ἐν
15ταῖς Πράξεσιν εἶπεν αὐτοῖς, ὅτι τις ἡ σύνεσις αὐτοῦ, ὅτι καὶ τὰ ἔθνη προσκαλεῖται. Ταύτην ἑαυτοῦ λέγει σύνεσιν τὴν τοῦ μυστηρίου, ὃ εἶπεν, ὅτι ἐν ἑαυ‐ τῷ κτίσει εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀπὸ γὰρ ἀπο‐ καλύψεως ἔμαθεν, ὅτι οὐ δεῖ βδελύττεσθαι τὰ ἔθνη,
20καὶ οὗτος καὶ Πέτρος· καὶ τοῦτο ἐν τῇ ἀπολογίᾳ αὐ‐ τοῦ φησιν. Οὗ ἐγενόμην διάκονος κατὰ τὴν δω‐ ρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι Δέσμιός εἰμι, ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ εἶναί φησι,
25Κατὰ τὴν δωρεὰν τῆς χάριτος αὐτοῦ, λέγων· κατὰ δύναμιν γὰρ δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τι‐ μῆς ταύτης. Ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύ‐ ναμιν ἐνέθηκεν. Ὄντως γὰρ δυνάμεως μεγάλης, καὶ οὐκ ἤρκει
30ἀνθρωπίνη σπουδή. Τρία γὰρ εἰσήνεγκεν εἰς τὸ κή‐ ρυγμα, προθυμίαν ζέουσαν καὶ παράβολον, ψυχὴν πᾶν ὁτιοῦν ὑπομεῖναι ἕτοιμον, καὶ σύνεσιν καὶ σο‐ φίαν· οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ μὴ καὶ δύναμιν Πνεύματος ἔλαβε. Καὶ θέα ἀπ’ αὐ‐
35τοῦ πρώτου, μᾶλλον δὲ ἄκουε αὐτοῦ γράφοντος· Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· καὶ πάλιν, Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν λόγῳ κολακείας, οὔτε ἐν προφάσει πλεονεξίας. Εἶδες τὸ ἄμωμον; Καὶ
40πάλιν, Προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Εἶτα μετὰ ταῦτα, Καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καὶ πάλιν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς
45ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διω‐ γμός; καὶ πάλιν, Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· Εἶτα ἡ οἰκονομία αὐτοῦ· Γέγο‐ να τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς

62

.

46

(50)

ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον· καὶ ξυρᾶ‐ ται, καὶ μυρία ποιεῖ. Τὸ δὲ πάντων κεφάλαιον, ἐν δυνάμει Πνεύματος ἁγίου. Οὐ γὰρ τολμήσω λαλῆ‐ σαί τι, φησὶν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ· καὶ πάλιν, Τί γάρ ἐστιν, ὃ ἡττήθητε ὑπὲρ
55τὰς λοιπὰς Ἐκκλησίας; καὶ πάλιν, Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. Τούτων γὰρ ἄνευ οὐ δυνατόν. Οὐ διὰ τὰ σημεῖα οὖν αὐτοῦ ἐγένοντο πιστοί· οὐ γὰρ τὰ σημεῖα τοῦτο ἐποίει· οὐδὲ ἀπὸ τούτων ἠξίου μέγα φρονεῖν, ἀλλ’
60ἀπὸ τῶν ἄλλων. Δεῖ γὰρ καὶ ἄληπτον εἶναι καὶ οἰκο‐ νομικὸν καὶ ῥιψοκίνδυνον καὶ διδακτικόν. Τούτοις τὸ
πλέον κατώρθου· εἰ ταῦτα ἦν, οὐδὲν ἔδει σημείων.45

62

.

47

Ὁρῶμεν γοῦν αὐτὸν καὶ πρὸ τῶν σημείων μυρία τοιαῦτα κατωρθωκότα. Νῦν δὲ οὐδὲν τούτων ἔχοντες ἡμεῖς, βουλόμεθα πάντων κρατεῖν. Θάτερον γὰρ ἂν διασπασθῇ θατέρου, τὸ λοιπὸν ἄχρηστον γίνεται. Τί
5γὰρ ὄφελος ῥιψοκίνδυνον εἶναι, βίου ὄντα ἐπιληψί‐ μου; Εἰ γὰρ τὸ φῶς τὸ ἐν σοὶ σκότος, φησὶ, τὸ σκότος πόσον; Τί τὸ ὄφελος βίου εἶναι ἀλήπτου, νωθρὸν ὄντα καὶ ὑπνηλόν; Ἐὰν γὰρ μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, φησὶ, καὶ ἀκολουθήσῃ ὀπίσω
10μου, οὐκ ἔστι μου ἄξιος· καὶ, Ἐὰν μή τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Τί δὲ ὄφελος εἶναι ταῦτα ἀμφότερα, καὶ μὴ εἶναι οἰκονομικὸν, τῷ εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι; Εἰ καὶ τὰ σημεῖα οὐκ ἐν ἡμῖν, ταῦτα ἀμφότερα ἐν ἡμῖν. Ἀλλ’
15ὅμως τοσαῦτα εἰσφέρων περὶ ἑαυτοῦ, τὸ πᾶν ἐλογί‐ ζετο τῇ χάριτι. Τοῦτο εὐγνώμονος οἰκέτου. Καὶ οὐδ’ ἂν ἐμάθομεν αὐτοῦ ποτε τὰ κατορθώματα, εἰ μὴ εἰς ἀνάγκην κατέστη τοῦ πράγματος. Ἆρα ἄξιοί ἐσμεν κἂν μεμνῆσθαι Παύλου; Ἐκεῖνος καὶ τὴν χάριν ἔχων
20βοηθοῦσαν, οὐκ ἠρκεῖτο, ἀλλὰ μυρίους εἰσέφερε κινδύνους· ἡμεῖς δὲ ἀπεστερημένοι τῆς παῤῥησίας ἐκείνης, πόθεν, εἰπέ μοι, προσδοκῶμεν ἢ τοὺς ἐγχειρι‐ σθέντας φυλάξαι, ἢ τοὺς οὐδέπω προσελθόντας προσ‐ λαβεῖν, ἄνθρωποι τρυφᾷν μεμελετηκότες καὶ ἀνά‐
25παυσιν πανταχοῦ ζητοῦντες, καὶ κινδύνους οὐδὲ ὄναρ ἐνεγκεῖν δυνάμενοι, μᾶλλον δὲ οὐ θέλοντες, τῆς δὲ σοφίας ἐκείνου τοσοῦτον ἀπέχοντες, ὅσον ὁ οὐρανὸς τῆς γῆς; Διὰ τοῦτο καὶ οἱ ὑφ’ ἡμῖν πολὺ τῶν τότε ἀφεστήκασιν, ἐπειδὴ οἱ τότε μαθηταὶ τῶν νῦν διδασ‐
30κάλων κρείττους ἦσαν, ἐν μέσοις δήμοις καὶ τυράν‐ νοις ἀπειλημμένοι, καὶ πάντας πάντοθεν ἔχοντες πολεμίους, καὶ οὐδὲ πρὸς βραχὺ καθελκόμενοι καὶ ἐπικαμπτόμενοι. Ἄκουε γοῦν τί φησι Φιλιππησίοις· Ὅτι ὑμῖν
35ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Θεσ‐ σαλονικεῦσι δὲ πάλιν, ὅτι Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν
40ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Κολοσσαεῦσι δὲ μαρτυρεῖ λέγων· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ· καὶ αὐτοῖς δὲ τούτοις πολλοὺς κινδύνους μαρ‐ τυρεῖ. Καὶ Γαλάταις δὲ γράφων λέγει· Τοσαῦτα
45ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ ὁρᾷς αὐτοὺς περὶ εὐποιίας πάντας ἐσχολακότας. Διὰ τοῦτο καὶ ἡ χάρις ἐνήργει τότε, διὰ τοῦτο καὶ ἐν κατορθώμασιν ἔζων, Ἄκουε δὲ καὶ Κορινθίοις τί γράφει, οἷς μυρία ἐγκα‐ λεῖ· οὐχὶ καὶ αὐτοῖς μαρτυρεῖ, λέγων, Ἀλλὰ τὸν

62

.

47

(50)

ζῆλον ὑμῶν, ἀλλὰ τὴν ἐπιπόθησιν; Καὶ πάλιν περὶ τούτου ὅσα αὐτοῖς μαρτυρεῖ, ταῦτα οὐδὲ ἐν δι‐ δασκάλοις ἴδοι τις ἂν γινόμενα νῦν· ὥστε πάντα οἴχεται καὶ ἀπόλωλε. Τὸ δὲ αἴτιον, τὸ τὴν ἀγάπην ἐψύχθαι, τὸ τοὺς ἁμαρτάνοντας μὴ κολάζεσθαι
55(ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τιμοθέῳ, καὶ λέγον‐ τος· Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε)· τὸ τοὺς ἄρχοντας νοσεῖν· τῆς γὰρ κεφαλῆς οὐχ ὑγιαινούσης, πῶς ἂν τὸ λοιπὸν σῶμα εὔρωστον μένοι; Ὅρα γοῦν ἀνωμαλία νῦν ὅση. Οἱ μὲν γὰρ
60ὀρθῶς βιοῦντες, καὶ ὁπωσδήποτε παῤῥησίαν ἔχοντες,
τὰς κορυφὰς τῶν ὀρέων κατειλήφασι, καὶ ἐκ μέσουColumn end

62

.

48

γεγόνασιν, ὥσπερ πολεμίου καὶ ἀλλοτρίου, ἀλλ’ οὐχὶ οἰκείου σώματος ἀποσπώμενοι· φθόροι δὲ καὶ μυρίων γέμοντες κακῶν εἰσεπήδησαν εἰς τὰς Ἐκκλησίας· ὠνηταὶ γεγόνασιν αἱ ἀρχαί. Μυρία ἐντεῦθεν τίκτεται
5κακὰ, καὶ οὐδεὶς ὁ διορθούμενος, οὐδεὶς ὁ ἐπιτιμῶν· ἀλλ’ ὁδόν τινα καὶ ἀκολουθίαν ἔλαβεν ἡ ἀταξία. Ἥμαρτέ τις, καὶ ἐνεκλήθη; Οὐ πρὸς τὸ δεῖξαι ἑαυ‐ τὸν ἀθῷον σπεύδει, ἀλλὰ πρὸς τὸ δυνηθῆναι κοινω‐ νοὺς τῶν ἐγκλημάτων εὑρεῖν. Τί πάθω, ὅτι γέεννα
10ἠπείληται; Πιστεύσατέ μοι, ὡς εἰ μὴ ἐκεῖ τετα‐ μίευτο τὴν κόλασιν ἡμῖν ὁ Θεὸς, τῶν Ἰουδαϊκῶν συμφορῶν μείζους ἂν εἴδετε καθ’ ἑκάστην ἡμέραν τραγῳδίας. Τί γάρ; ἀλλὰ μὴ ὀργισθήτω μηδείς· οὐ γὰρ ὀνομαστὶ ἐρῶ· εἴ τις παραγενόμενος εἰς τὴν ἐκ‐
15κλησίαν, ὑμᾶς τοὺς νῦν ὄντας ἐνθάδε παραστήσας, τοὺς μεθ’ ἡμῶν ὄντας, ἐξέτασιν ἐποιεῖτο· μᾶλλον δὲ οὐ νῦν, ἀλλ’ εἴ τις κατὰ τὴν ἡμέραν τοῦ πάσχα πάν‐ τας τοὺς προσιόντας καὶ λουομένους, μετὰ τὸ προσ‐ ελθεῖν τοῖς μυστηρίοις ἐξήτασε σὺν ἀκριβείᾳ, πνεῦμα
20τοιοῦτον λαβὼν, ὥστε εἰδέναι τὰ πεπραγμένα αὐτοῖς μετὰ ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν Ἰουδαϊκῶν κακῶν. Καὶ γὰρ οἰωνιζομένους, καὶ φαρ‐ μακείαις καὶ κλῃδονισμοῖς καὶ ἐπῳδαῖς κεχρημένους, καὶ πεπορνευκότας, καὶ μοιχεύσαντας, καὶ μεθύ‐
25σους, καὶ λοιδόρους εὗρεν ἄν. Πλεονέκτας δὲ οὐ βού‐ λομαι λέγειν, μὴ καί τινων ἅψωμαι τῶν ἐνθάδε ἑστώ‐ των. Τί δὲ, εἴ τις τοὺς ἐν τῇ οἰκουμένῃ προσιόντας ἅπαντας ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πλημμέλημα; τί δὲ τοὺς ἄρχοντας; οὐχὶ χρημάτων ἐφιεμένους, οὐχὶ
30ἀρχὰς ὠνουμένους, οὐχὶ φθονεροὺς, οὐχὶ βασκάνους, οὐχὶ κενοδόξους, οὐχὶ λαιμάργους, καὶ χρημάτων δούλους; Τοσαύτης οὖν ἀσεβείας γινομένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν; Καὶ ἵνα μάθητε ὅσῃ τιμω‐ ρίᾳ ὑπεύθυνοί εἰσιν οἱ τούτοις ἁλισκόμενοι τοῖς ἁμαρ‐
35τήμασιν, ἐννοεῖτε τὰ παλαιά· εἷς ἔκλεψεν ἱερὰ χρή‐ ματα στρατιώτης ἄνθρωπος, καὶ πάντες ἀπώλοντο. Ἆρα ἴστε τὴν ἱστορίαν; Περὶ τοῦ Χαρμὶ λέγω τοῦ τὸ ἀνάθημα κλέψαντος. Καὶ τότε μὲν ὁ προφήτης ἔλεγεν, ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονι‐
40σμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Νῦν δὲ μυρία γέμει πανταχοῦ κακὰ, καὶ οὐδεὶς δέδοικε. Φοβηθῶμεν λοι‐ πόν· οἶδεν ὁ Θεὸς καὶ δικαίους μετὰ ἀσεβῶν τιμω‐ ρεῖσθαι, οἷον γέγονεν ἐπὶ τοῦ Δανιὴλ, ἐπὶ τῶν τριῶν παίδων, οἷον ἐπὶ μυρίων ἑτέρων, οἷον ἐπὶ τῶν πολέ‐
45μων τῶν ἔτι καὶ νῦν συμβαινόντων. Οὗτοι μὲν γὰρ καὶ αὐτὸ ὅσον ἔχουσιν ἁμαρτημάτων βάρος, διὰ τούτου ἀποτίθενται, ἐκεῖνοι δὲ οὔ. Διὰ ταῦτα πάντα προσέχωμεν ἑαυτοῖς. Οὐχ ὁρᾶτε τοὺς πολέμους; οὐκ ἀκούετε τὰς συμφοράς; οὐ παιδεύεσθε τούτοις; Ἔθνη

62

.

48

(50)

καὶ πόλεις ὁλόκληροι κατεποντίσθησαν καὶ ἀπώλοντο, μυριάδες τοσαῦται παρὰ τοῖς βαρβάροις δουλεύ‐ ουσιν· ἂν μὴ τῇ γεέννῃ σωφρονιζώμεθα, κἂν τού‐ τοις. Μὴ καὶ ταῦτα ἀπειλαί εἰσι, καὶ οὐχὶ πράγματα ἐκβεβηκότα; Μεγάλην ἐκεῖνοι τὴν δίκην ἔδωκαν,
55ἀλλὰ μείζονα δώσομεν ἡμεῖς, οἱ μηδὲ ταῖς ἐκείνων σωφρονιζόμενοι συμφοραῖς. Φορτικὸς ὁ λόγος, οἶδα κἀγὼ, ἀλλ’ ἐὰν αὐτῷ προσέχωμεν, κέρδος ἔχων. Οὐ
γὰρ ἔχει πρὸς χάριν ὁμιλεῖν, μᾶλλον δὲ οὐδέποτε,47

62

.

49

ἀλλ’ ἀεὶ τὰ δυνάμενα συστεῖλαι καὶ σωφρονίσαι τὴν
ψυχήν. Ταῦτα γὰρ αἴτια γίνεται τῶν μελλόντων ἀγα‐Column end

62

.

50

θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
φιλανθρωπίᾳ.Column end

62

.

49

(3)

ΟΜΙΛΙΑ Ζʹ. Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ
5χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστη‐ ρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ
10Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
15 Τοὺς εἰς ἰατρεῖον ἐρχομένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ’ ὥστε μανθάνειν θεραπεύεσθαι, καὶ φάρμακα ἐπιτιθέναι. Καὶ ἡμᾶς τοίνυν ἐνταῦθα παραγενομένους, οὐχ ἁπλῶς δεῖ τοῦτο ποιεῖν, ἀλλὰ μανθάνειν τῆς ταπεινοφροσύνης Παύλου τὴν ὑπερ‐
20βολήν. Τί γάρ; Ἐπειδὴ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί φησιν· Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ἦν μὲν ταπεινοφροσύνης καὶ τὸ ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι, καίτοι ἐξηλειμμένοις, θρηνεῖν, καὶ με‐
25μνῆσθαι αὐτῶν, καὶ μετριάζειν, ὡς ὅταν λέγῃ βλά‐ σφημον ἑαυτὸν καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ οὐδὲν ἴσον τούτου. Πρότερον γὰρ, φησὶ, τοιοῦτος ἤμην, καὶ ἔκτρωμα δὲ ἑαυτὸν καλεῖ· τὸ δὲ μετὰ τοσαῦτα κατ‐ ορθώματα καὶ ἐπὶ τοῦ παρόντος μετριάζειν, καὶ
30πάντων ἑαυτὸν λέγειν ἐλαχιστότερον, πολλῆς καὶ ὑπερβαλλούσης ἐστὶ μετριότητος. Ἐμοὶ τῷ ἐλαχι‐ στοτέρῳ πάντων ἁγίων. Οὐκ εἶπε, Τῶν ἀποστόλων· ὥστε κἀκεῖνο τούτου ἔλαττον. Ἐκεῖ γὰρ εἶπεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· ἐνταῦθα δὲ καὶ
35τῶν ἁγίων πάντων ἐλαχιστότερον εἶναί φησιν. Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ποία; Εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου
40τοῦ ἀποκεκαλυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χρι‐ στοῦ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλη‐ σίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Ἔστω, ἀν‐
45θρώποις οὐκ ἀπεκαλύφθη· καὶ ἀγγέλους καὶ ἀρ‐ χαγγέλους φωτίζεις, καὶ ἀρχὰς καὶ ἐξουσίας; Ναὶ, φησίν· ἐν γὰρ τῷ Θεῷ κέκρυπτο, καὶ Θεῷ τῷ πάντα κτίσαντι διὰ Ἰησοῦ. Καὶ τολμᾷς τοῦτο εἰπεῖν; Ναὶ, φησίν. Ἀλλὰ πόθεν τοῦτο δῆλον τοῖς ἀγγέλοις γέ‐

62

.

49

(50)

γονε; Διὰ τῆς Ἐκκλησίας. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, Ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλ’, Ἡ πολυποίκιλος. Τί οὖν ἐστι τοῦτο; οὐκ ᾔδεσαν ἄγγελοι; Οὐδαμῶς· εἰ γὰρ ἀρχαὶ οὐκ ᾔδεσαν, πολλῷ μᾶλλον ἄγγελοι οὐκ ᾔδεσαν ἄν. Τί οὖν; οὐδὲ ἀρχάγγελοι ᾔδεσαν; Οὐδὲ
55ἐκεῖνοι· πόθεν δὲ καὶ ἔμελλον εἴσεσθαι; τίνος ἀπο‐ καλύπτοντος; Ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. Ἄκουε γὰρ τοῦ ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσήφ· Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ‐ τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρ‐
60τιῶν αὐτῶν. Αὐτὸς ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομήν. Ὥστε, τὸ θαυμασιώτερον καὶ
ἔκπληκτον, ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ,Column end

62

.

50

(4)

Καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τὸν μικρὸν τὰ μείζονα
5ἐγχειρισθῆναι, τὸ γενέσθαι τούτων εὐαγγελιστήν. Ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστίν. Εὐαγγελίσασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ. Εἰ ὁ πλοῦ‐ τος αὐτοῦ ἀνεξιχνίαστος, καὶ μετὰ τὸ φανῆναι, πολλῷ
10μᾶλλον ἡ οὐσία. Εἰ μυστήριον ἔτι ἐστὶ, πολλῷ μᾶλ‐ λον πρὸ τοῦ γνωρισθῆναι. Μυστήριον γὰρ αὐτὸ διὰ τοῦτο καλεῖ, ἐπειδὴ μηδὲ ἄγγελοι ᾔδεσαν, μηδὲ ἑτέρῳ τινὶ δῆλον ἦν. Καὶ φωτίσαι πάντας, φησὶ, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου
15ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτί‐ σαντι διὰ Ἰησοῦ Χριστοῦ. Ἄγγελοι τοῦτο μόνον ᾔδεσαν, ὅτι Ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ· καὶ πάλιν, Ὁ ἄρχων τῶν Περσῶν, φησὶν, ἀντέστῃ μοι. Ὥστε οὐδὲν θαυμαστὸν, εἰ καὶ τοῦτο ἠγνόουν.
20Εἰ γὰρ τὰ τῆς ἐπανόδου ἠγνόουν, πολλῷ μᾶλλον ταῦτα· καὶ γὰρ εὐαγγέλιον τοῦτό ἐστιν. Ὅστις, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ τὸν Ἰσραήλ. Οὐδὲν περὶ τῶν ἐθνῶν· ἀλλὰ περὶ τῶν ἐθνῶν τὸ Πνεῦμα ἀποκαλύπτει. Ὅτι μὲν οὖν ἐκλήθησαν, ᾔδεσαν, ὅτι δὲ
25ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησε; τίς ἂν ἐπί‐ στευσε; Τοῦ ἀποκεκρυμμένου, φησὶν, ἐν τῷ Θεῷ. Ταύτην δὲ τὴν οἰκονομίαν σαφέστερον ἐν τῇ πρὸς Ῥωμαίους ἀποκαλύπτει. Ἐν τῷ Θεῷ, φησὶ, τῷ τὰ
30πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ καλῶς ἐμνημόνευσε κτίσεως, εἰπὼν, Διὰ Ἰησοῦ Χριστοῦ. Ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει· οὐδὲν γὰρ χωρὶς αὐτοῦ πεποίηκε· Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδέν. Εἰπὼν
35ἀρχὰς καὶ ἐξουσίας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω εἶπε. Κατὰ πρόθεσιν τῶν αἰώνων. Νῦν μὲν, φησὶ, γέγονεν, οὐ νῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύ‐ πωτο. Κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· τουτέστι,
40κατὰ πρόγνωσιν τῶν αἰώνων, προειδὼς τὰ μέλ‐ λοντα· τοὺς μέλλοντας αἰῶνάς φησιν· ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε. Κατὰ πρόθεσιν τῶν αἰώνων· ἴσως τούτων ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, ὅτι δὴ διὰ τοῦ Χριστοῦ γέγονεν ἅπαν. Ἐν ᾧ ἔχομεν,
45φησὶ, τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Οὐχ ὡς αἰχ‐ μάλωτοι, φησὶ, προσήχθημεν, οὐδ’ ὡς συγγνώμης ἀξιούμενοι, οὐδὲ ὡς ἡμαρτηκότες. Καὶ, Τὴν παῤ‐ ῥησίαν γὰρ, φησὶν, ἔχομεν ἐν πεποιθήσει, τουτ‐

62

.

50

(50)

έστι, μετὰ τοῦ θαῤῥεῖν. Πόθεν; Διὰ τῆς πίστεως αὐτοῦ. Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. Πῶς ἐστιν ὑπὲρ αὐτῶν; πῶς ἐστι δόξα αὐτῶν; Ὅτι οὕτως αὐ‐ τοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐ‐
55τῶν δοῦναι, καὶ τοὺς δούλους κακοῦν. Ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. Ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης· ὅπερ καὶ περὶ τῶν προφητῶν φησιν ὁ Θεός· Ἀπέκ‐ τεινον αὐτοὺς ἐν ῥήματι στόματός μου. Πῶς δὲ
60ἐξεκάκουν, ἄλλου θλιβομένου; Τουτέστιν, ἐθορυ‐
βοῦντο, ἐταράττοντο. Ταῦτα καὶ Θεσσαλονικεύσι49

62

.

51

γράφων λέγει· Ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή. Εἰ γὰρ ἀπὸ τῆς προῤῥήσεως παρα‐ μυθεῖσθε, προλέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι
5ἐνθάδε. Τί δήποτε; Ὅτι οὕτως ὁ Δεσπότης προσ‐ έταξε. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς, καὶ ἐπὶ γῆς ὀνομάζεται. Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐ‐
10τῶν δείκνυσιν. Οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ κάμπτειν τὰ γόνατα ἐδήλωσεν. Ἐξ οὗ πᾶσα πατριά. Οὐκέτι κατὰ ἀριθ‐ μὸν ἀγγέλων, φησὶν, ἀλλὰ καὶ τὰς ἄνω καὶ τὰς κάτω ποιήσαντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί. Ἵνα δῴη
15ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνά‐ μει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅρα μεθ’ ὅσης ἀπληστίας ἐπεύχεται αὐτοῖς τὰ ἀγαθὰ ὥστε μὴ
20περιφέρεσθαι, Πῶς δὲ τοῦτο γίνεται; Διὰ Πνεύ‐ ματος ἁγίου εἰς τὸν ἔσω ὑμῶν ἄνθρωπον κατοι‐ κῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ‐ δίαις. Πῶς; Ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμε‐ λιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν
25πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. Τί δὲ καὶ ἔλεγεν ἐν ἀρχῇ; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν
30Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ‐ δίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης
35τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Καὶ νῦν τὸ αὐτό φησιν· Ἵνα ἰσχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ
40ὕψος· τουτέστι, τὸ μυστήριον τὸ ὑπὲρ ἡμῶν οἰκο‐ νομηθὲν μετὰ ἀκριβείας εἰδέναι· τοῦτο γὰρ πλάτος καὶ μῆκος καλεῖ, καὶ βάθος καὶ ὕψος· τουτέστι, τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ γνῶναι, πῶς παντα‐ χοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχή‐
45μασι, δεικνὺς τὸν ἄνθρωπον· περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. Εἴπομεν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Τούτου τῇ δυνάμει, φησὶ, κραταιωθῆναι πρὸς τοὺς πειρασμοὺς, καὶ τὸ μὴ

62

.

51

(50)

παραφέρεσθαι. Ὥστε οὐκ ἔστιν ἄλλως κραταιωθῆ‐ ναι, ἀλλ’ ἢ διὰ Πνεύματος καὶ πειρασμῶν. Πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέ‐ γοντος τοῦ Χριστοῦ· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πα‐ τὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Κατοικεῖ
55δὲ οὐχ ἁπλῶς, ἀλλ’ ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐῤῥιζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ πα‐
ραφερομέναις. Ἵνα ἐξισχύσητε, φησίν. Ὥστε ἰσχύοςColumn end

62

.

52

πολλῆς δεῖ. Ποῦ δὲ ταύτης ἡμῖν χρεία δηλῶν, ἐπά‐ γει· Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἵνα πληρωθῶμεν
5εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπί‐ νης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅμως ὑμεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα· οὐ μόνον δὲ γνώ‐ σεσθε ἐξ αὐτοῦ τοῦτο, ἀλλὰ καὶ πληρωθήσεσθε εἰς
10πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ· πλήρωμα Θεοῦ λέγων ἢ τὸ γνῶναι, ὡς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ προσκυνεῖται ὁ Θεὸς, ἢ προτρέπων οὕτω σπουδάζειν, ὥστε πληροῦσθαι πάσης ἀρετῆς, ἧς πλήρης ἐστὶν ὁ Θεός. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερ‐
15εκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν. Καλῶς, Κατὰ τὴν δύναμιν, εἶπε· δυνάμεως γὰρ τὸ λαβεῖν, ἃ μηδὲ ἠλπίσαμεν πώποτε. Ὅτι δὲ ἐκπερισσοῦ ὧν αἰ‐ τούμεθα ἢ νοοῦμεν ἐποίησε, δῆλον ἐξ ὧν ἔγραφεν
20αὐτός. Ἐγὼ μὲν γὰρ, φησὶν, εὔχομαι· αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμε‐ τέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ’ Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς. Πόθεν δὲ δῆλον τοῦτο; Ἐκ τῆς δυνάμεως
25τῆς ἐνεργουμένης, φησὶν, ἐν ἡμῖν. Οὔτε γὰρ ᾐτή‐ σαμέν ποτε ταῦτα, οὔτε προσεδοκήσαμεν. Αὐτῷ ἡ δόξα, φησὶν, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον
30κατέκλεισεν. Ἔδει γὰρ τὸν τοσαῦτα παρασχόντα ἡμῖν δοξασθῆναι καὶ εὐλογηθῆναι. Ὥστε καὶ τοῦτο μέρος ἐστὶ θαυμασμοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργμένων ἡμῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χρι‐ στοῦ. Ἡ δόξα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ, καλῶς οὕ‐
35τως εἶπεν· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνε‐ κές. Ἐπεὶ δὲ αὕτη διὰ παντὸς ἕστηκε, βούλεται αὐ‐ τὸν καὶ δοξάζεσθαι ὑφ’ ἡμῶν μέχρι τῆς συντελείας· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Τί ἐστιν, αἱ πατριαὶ, ἀναγκαῖον εἰπεῖν.
40Ἐνταῦθα μὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐ‐ ρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν; Ἢ ἐκεῖ τὰ συστήματά φησι πατριὰς, καθάπερ καὶ ἐν τῇ Γραφῇ ἔστιν εὑρεῖν κείμενον, πατριὰ ἁματταρεὶ, ἀφ’ οὗ καὶ πατέρες καλοῦνται. Οὐ παρὰ τοῦ Θεοῦ δὲ τὸ
45πᾶν ἀπαιτεῖ, ἀλλὰ καὶ παρ’ αὐτῶν τὴν πίστιν καὶ τὴν ἀγάπην· καὶ οὐχ ἁπλῶς τὴν ἀγάπην, ἀλλ’ ἐῤῥι‐ ζωμένην καὶ τεθεμελιωμένην, ὥστε μήτε πνεύματα αὐτὴν σαλεύειν, μήτε ἄλλο μηδὲν αὐτὴν καταβάλ‐ λειν. Εἶπεν ὅτι δόξα εἰσὶν αἱ θλίψεις· εἰ δὲ αἱ ἐμαὶ,

62

.

52

(50)

πολλῷ μᾶλλον αἱ ὑμῶν. Ὥστε οὐκ ἐγκαταλιμπανομένων ἐστὶ τὸ θλίβεσθαι· οὐ γὰρ ἂν ὁ τοσαῦτα ἐργασάμενος τοῦτο ἐποίησεν. Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ
55Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολου‐ θῶν; Καίτοι τί δύσκολον πρᾶγμα μαθεῖν, ὅτι φιλεῖ ἡμᾶς ὁ Θεός; Σφόδρα δύσκολον, ἀγαπητέ. Οἱ μὲν γὰρ καὶ τοῦτο ἀγνοοῦσιν, ὅθεν καὶ φασὶ μυρία κακὰ
εἰς τὸν κόσμον γίνεσθαι· οἱ δὲ τὸ πόσον ἀγνοοῦσι. Καὶ ὁ51

62

.

53

Παῦλος δὲ οὐ τὸ πόσον, οὐ δὲ ὥστε μετρῆσαι ζητεῖ· πῶς γάρ; ἀλλ’ ὅτι ὑπερβάλλον καὶ μέγα ἐστὶ αὐτὸ τοῦτο μαθεῖν· καί φησιν, ὅτι αὐτὸ τοῦτο ἱκανός ἐστι δεῖξαι καὶ ἀπὸ τῆς γνώσεως, ἧς ἡμεῖς κατηξιώθημεν.
5Καίτοι τί περισσόν ἐστι τοῦ κραταιοῦσθαι; Τὸ δυνά‐ μει, ὥσπερ τοῦ τὸν Χριστὸν ἔχειν ἁπλῶς τὸ ἔνδον ἐστὶ περισσόν. Μεγάλα τὰ αἰτηθέντα, φησὶν, ἀλλ’ οἶδε καὶ ὑπὲρ αὐτὰ ποιεῖν, ὥστε μὴ μόνον ἀγαπᾷν, ἀλλὰ καὶ σφόδρα τοῦτο ποιεῖν. Μεριμνήσωμεν τοίνυν,
10ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην μαθεῖν. Μέγα τοῦτό ἐστιν, οὐδὲν οὕτω ἡμᾶς ὠφελεῖ, οὐδὲν οὕτως ἡμᾶς κατανύσσει· τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο μᾶλλον ἑλεῖν τὰς ἡμετέρας ψυχάς. Πόθεν οὖν εἰσόμεθα; Ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν καθ’
15ἑκάστην ἡμέραν συμβαινόντων. Τίνος γὰρ ἕνεκεν ταῦτα γεγένηται; ποίας χρείας τῆς αὐτοῦ; Οὐδε‐ μιᾶς. Ἄνω καὶ κάτω τὴν ἀγάπην τίθησιν αἰτίαν· μάλιστα δὲ ἐκείνη ἀγάπη ἐστὶν, ὅταν εὐεργετῶνται ἄνθρωποι μηδενὸς προϋπάρξαντος παρ’ αὐτῶν. Τοῦ‐
20τον τοίνυν καὶ ἡμεῖς μιμώμεθα, τοὺς ἐχθροὺς εὖ ποιῶμεν, τοὺς μισοῦντας ἡμᾶς, τοὺς ἀποστρεφομέ‐ νους προσιώμεθα. Τοῦτο ὁμοιοῖ ἡμᾶς τῷ Θεῷ. Ἂν γὰρ τὸν φίλον, φησὶν, ἀγαπήσῃς, τί τὸ κέρδος; τοῦτο καὶ οἱ ἐθνικοὶ ποιοῦσιν. Ἀλλὰ τί τῆς
25ἀγάπης τεκμήριον; Τὸν μισοῦντα ἀγαπᾷν. Βούλομαί τι ὑπόδειγμα εἰπεῖν, σύγγνωτέ μοι, καὶ οὐχ εὑρί‐ σκω ἐν τοῖς πνευματικοῖς· διὸ ἀπὸ τῶν ἔξωθεν ἐρῶ. Οὐχ ὁρᾶτε τοὺς ἐρῶντας τούτους; πόσα ὑβριζόμενοι παρὰ τῶν ἐρωμένων, πόσα ἐπιβουλευόμενοι, πόσα
30ζημιούμενοι, προσηλοῦνται καὶ ἐκκαίονται, καὶ τῆς ἑαυτῶν ψυχῆς μᾶλλον αὐτὰς ἀγαπῶσι, διανυκτε‐ ρεύοντες ἐν τοῖς ἐκείνων προθύροις; Ἐκεῖθεν λάβω‐ μεν τὸ ὑπόδειγμα, οὐχ ὥστε τοιαύτας φιλεῖν, πόρνας λέγω γυναῖκας, ἀλλ’ ὥστε οὕτω φιλεῖν τοὺς ἐχθρούς.
35Εἰπὲ γάρ μοι, οὐχὶ πάντων ἐχθρῶν ὑβριστικώτερον αὐτοῖς κέχρηνται, καὶ τὴν οὐσίαν διασπαθῶσι, καὶ τὴν ὄψιν ὑβρίζουσι, καὶ τῶν διακονουμένων αὐταῖς δουλικώτερα ἐπιτάττουσιν; Ἀλλ’ ὅμως οὐκ ἀφί‐ στανται. Καίτοι οὐδεὶς οὐδένα ἔχει τοιοῦτον ἐχθρὸν,
40οἷον ὁ φιλῶν τὴν φιλουμένην. Καὶ γὰρ θρύπτεται καὶ αἰκίζεται, καὶ ἀποκέχρηται αὐτῷ πολλάκις ἡ φιλου‐ μένη, καὶ ὅσῳ ἂν φιλῆται, τοσούτῳ καταφρονεῖ. Καίτοι τί τῆς οὕτω διακειμένης ψυχῆς θηριωδέστε‐ ρον; Ἀλλ’ ὅμως φιλοῦσιν ἐκεῖνοι. Ἀλλὰ τάχα καὶ
45ἀπὸ τῶν πνευματικῶν εὑρήσομεν τοιαύτην ἀγάπην, οὐ τῶν νῦν· ἐψύγη γάρ· ἀλλὰ τῶν πάλαι μεγάλων καὶ θαυμαστῶν ἐκείνων ἀνδρῶν. Ὁ Μωϋσῆς ὁ μακάριος καὶ τούτους αὐτοὺς ὑπερ‐ έβαλε τοὺς ἔρωτι φιλοῦντας. Πῶς καὶ τίνι τρόπῳ;

62

.

53

(50)

Πρῶτον μὲν τὰ βασίλεια ἀφιεὶς καὶ τὴν ἐκεῖ τρυφὴν καὶ τὴν θεραπείαν καὶ τὸ δοξάζεσθαι, εἵλετο εἶναι μετὰ τῶν Ἰσραηλιτῶν. Καίτοι οὐ μόνον οὐκ ἄν τις ἄλλος εἰργάσατο τοῦτο, ἀλλὰ κἂν ἐπῃσχύνθη ἐλέγ‐ χοντος ἑτέρου φανῆναι συγγενὴς οὐ μόνον δούλων,
55ἀλλὰ καὶ μιαρῶν εἶναι νομιζομένων· ὁ δὲ οὐ μόνονColumn end

62

.

54

τὴν συγγένειαν οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ παντὶ θυμῷ ἤμυνε, καὶ εἰς κινδύνους ἑαυτὸν ἔῤῥιψεν ὑπὲρ ἐκεί‐ νων. Πῶς; Ὁρῶν, φησὶ, τινὰ ἀδικοῦντα, ἤμυνε τῷ ἀδικουμένῳ, καὶ ἀπέκτεινε τὸν ἀδικοῦντα. Ἀλλ’
5οὔπω ταῦτα ὑπὲρ ἐχθρῶν· μεγάλα μὲν οὖν καὶ αὐ‐ τὰ, οὐχ οὕτω δὲ ὡς τὰ μετὰ ταῦτα. Τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸ αὐτὸ εἶδε γινόμενον, κἀκεῖνον ᾧ ἤμυνεν ὁρῶν ἀδικοῦντα, παρῄνει παύσασθαι τῆς ἀδικίας· ὁ δέ φησι, πολλῇ ἀγνωμοσύνῃ κεχρημένος, Τίς σε κατ‐
10έστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Τίνα οὐκ ἂν ἐνέπρησε τὰ ῥήματα ταῦτα; Εἰ τοίνυν θυμῷ τὸ πρότερον ἐγένετο καὶ μανίᾳ, καὶ τοῦτον ἂν πλή‐ ξας ἀνεῖλεν. Οὐ γὰρ δὴ ἐκεῖνος, ὑπὲρ οὗ τοῦτο ἐγέ‐ νετο, κατεμήνυσεν ἂν αὐτὸν, ἀλλ’ ὅτι συγγενεῖς ἦσαν,
15φησὶ, ταῦτα εἶπεν. Ὅτε ἠδικεῖτο, οὐδὲν τοιοῦτον ἐφθέγξατο, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικα‐ στὴν ἐφ’ ἡμᾶς; Διὰ τί μὴ χθὲς εἶπες τοῦτο; Ἡ ἀδικία ἡ σὴ καὶ ἡ ὠμότης, φησὶν, αὕτη με κατέστη‐ σεν ἄρχοντα καὶ δικαστήν. Ἀλλὰ νῦν ὅρα ὅτι καὶ τῷ
20Θεῷ ταῦτα λέγουσί τινες. Ἐν οἷς μὲν γὰρ ἀδι‐ κοῦνται, βούλονται αὐτὸν εἶναι σφοδρὸν, καὶ τῆς μακροθυμίας αὐτοῦ κατηγοροῦσιν· ὅταν δὲ ἀδικῶ‐ σιν, οὐκέτι. Τί τούτων πικρότερον τῶν ῥημάτων; Ἀλλ’ ὅμως μετὰ ταῦτα πρὸς τοὺς ἀγνώμονας, πρὸς
25τοὺς ἀχαρίστους πεμπόμενος, ἤρχετο, καὶ οὐκ ἀνε‐ δύετο. Ἀλλὰ καὶ μετὰ τὰ σημεῖα ἐκεῖνα, καὶ μετὰ τὰ θαύματα τὰ δι’ αὐτοῦ γενόμενα, καταλεῦσαι αὐτὸν πολλάκις ἐπεχείρησαν, καὶ ἐξέφυγε τὰς χεῖρας αὐτῶν· καὶ κατεγόγγυζον συνεχῶς, ἀλλ’ ὅμως αὐτοὺς οὕτως
30ἐφίλει ἔρωτι, ὡς εἰπεῖν πρὸς τὸν Θεὸν, ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν εἰργάσαντο· Εἰ μὲν ἀφῆς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Βούλομαι μετ’ ἐκείνων ἀπολέσθαι, φησὶν, ἢ χωρὶς ἐκείνων σώ‐
35ζεσθαι. Ὄντως μανία, ὄντως ἔρως μέγας. Τί λέγεις; τοῦ οὐρανοῦ καταφρονεῖς; Ναὶ, φησί· φιλῶ γὰρ τοὺς ἠδικηκότας. Ἐξαλειφθῆναι αἰτεῖς; Καὶ τί πάθω, φησίν; ἔρως γάρ ἐστι. Τί δὲ τὰ μετὰ ταῦτα; Ἄκου‐ σον τί φησιν ἑτέρωθι ἡ Γραφή· Καὶ ἐκακώθη Μωϋ‐
40σῆς δι’ αὐτούς. Ποσάκις ὕβρισαν; ποσάκις ἀπε‐ χειροτόνησαν αὐτὸν, καὶ τὸν ἀδελφόν; εἰς Αἴγυπτον ποσάκις μεταναστῆναι ἐζήτησαν; καὶ μετὰ ταῦτα πάντα ἐξεκαίετο καὶ ἐμεμήνει, καὶ ὑπὲρ αὐτῶν πά‐ σχειν ἕτοιμος ἦν, Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, κο‐
45πτόμενον καὶ ταλαιπωρούμενον καὶ πάντα ποιοῦντα καὶ χωριζόμενον, ἐφίεσθαι τῆς σωτηρίας αὐτῶν. Τί δὲ ὁ Παῦλος, εἰπέ μοι, οὐχὶ καὶ γέενναν ᾔτησεν ἀντ’ αὐτῶν; Ἀλλ’ ἀπὸ τοῦ Δεσπότου τὸ παράδειγμα ἀναγκαῖον ἀγαγεῖν. Οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ, λέ‐

62

.

54

(50)

γων, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀπὸ τοῦ Πατρὸς αὐτοῦ φέρων τὸ πα‐ ράδειγμα, ἡμεῖς δὲ ἀπ’ αὐτοῦ τοῦ Χριστοῦ. Ἦλθε πρὸς αὐτοὺς, κατὰ τὴν οἰκονομίαν λέγω, δοῦλος ἐγέ‐ νετο δι’ αὐτοὺς, ἐταπείνωσεν ἑαυτὸν, ἐκένωσε, μορ‐
55φὴν δούλου ἔλαβε· καὶ παραγενόμενος, οὔτε αὐτὸς εἰς ὁδὸν ἐθνῶν ἀπήρχετο, καὶ τοῖς μαθηταῖς τοῦτο ἐπέταττε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιῆγε
θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.53

62

.

55

Τί οὖν; Οἱ μὲν ἄλλοι πάντες ἐξεπλήσσοντο καὶ ἐθαύμαζον, καὶ ἔλεγον, Πόθεν τούτῳ ταῦτα; οὗτοι δὲ εὐεργετούμενοι ἔλεγον Δαιμόνιον ἔχει, καὶ, βλασ‐ φημεῖ, καὶ, Μαίνεται, καὶ, Πλάνος ἐστί. Ἆρ’ οὖν
5ἀπώσατο αὐτούς; Οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως εὐ‐ ηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς μέλλοντας αὐτὸν σταυροῦν, ἵνα μόνον αὐτοὺς διασώσῃ. Καὶ μετὰ τὸ σταυρωθῆναι, τί φησι; Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν ὃ ποιοῦσι. Καὶ πρὸ τούτου κακῶς
10παθὼν, καὶ μετὰ ταῦτα κακῶς παθὼν, μέχρις ἐ‐ σχάτης ἀναπνοῆς περὶ αὐτῶν πάντα ἔπραττεν, ὑπὲρ αὐτῶν ἐδεῖτο. Καὶ μετὰ τὸν σταυρὸν τί οὐκ ἐποίησε δι’ αὐτούς; οὐχὶ ἀποστόλους ἀπέστειλεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐχὶ πᾶν ὁτιοῦν ἐκίνησεν; Οὕτω δεῖ φι‐
15λεῖν τοὺς ἐχθροὺς, οὕτω μιμεῖσθαι τὸν Χριστόν. Οὕτω Παῦλος ἐποίησε λιθαζόμενος, μυρία πά‐ σχων, ὑπὲρ αὐτῶν ἅπαντα ἔπραττεν. Ἄκουε αὐτοῦ
λέγοντος· Ἡ εὐδοκία μου καὶ ἡ δέησις ὑπὲρ αὐ‐Column end

62

.

56

τῶν ἐστιν εἰς σωτηρίαν· καὶ πάλιν, Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσι· καὶ πάλιν, Εἰ σὺ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης, πόσῳ μᾶλ‐ λον οὗτοι ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀπὸ
5πόσης φιλοστοργίας οἴει ταῦτα λέγεσθαι τὰ ῥήματα; ἀπὸ πόσης εὐνοίας; Οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν. Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθρούς· τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νομοθετήσαντα· τὸ μιμεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐν‐
10νόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις. Ταῦτα οὖν εἰδότες, κυρώσωμεν εἰς ἀλλήλους τὴν ἀγάπην, ἵνα μετὰ ἀκριβείας ταύτην κατορθώσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
15ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

62

.

55

(19)

ΟΜΙΛΙΑ Ηʹ.
20Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος. Διδασκάλων ἐστὶν ἀρετὴν μὴ τιμὴν, μηδὲ δόξαν ζητεῖν παρὰ τῶν ἀρχομένων, ἀλλὰ τὴν σωτηρίαν αὐ‐
25τῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖν· ὡς ὅ γε ἐκεῖνο ζητῶν, οὐκ ἂν εἴη διδάσκαλος, ἀλλὰ τύραννος. Οὐ γὰρ διὰ τοῦτό σε ἐπέστησεν ὁ Θεὸς αὐτοῖς, ἵνα σὺ πλεί‐ ονος ἀπολαύσῃς θεραπείας, ἀλλ’ ἵνα τὰ μὲν σὰ ἀμε‐ λῆται, πάντα δὲ τὰ ἐκείνων οἰκοδομῆται. Τοῦτό ἐστι
30διδασκάλου· τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τύφου μὲν ἀπήλλακτο παντὸς, οὕτω δὲ διέκειτο, ὡς εἷς τῶν πολλῶν, μᾶλλον δὲ καὶ αὐτῶν ἐλάχιστος. Διὰ τοῦτο καὶ δοῦλον αὐτῶν ἑαυτὸν καλεῖ, καὶ τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθέγγεται. Ὅρα γοῦν καὶ νῦν οὐδὲν
35ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνε‐ σταλμένον, καὶ καθυφειμένον. Παρακαλῶ οὖν ἐγὼ, φησὶν, ὑμᾶς ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπα‐ τῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Τί παρακαλεῖς, εἰπέ μοι; ἵνα τινὸς τύχῃς αὐτός; Οὐδαμῶς, φησὶν,
40ἀλλ’ ἵνα ἄλλους σώσω. Καίτοι γε οἱ παρακαλοῦντες, ὑπὲρ τῶν αὐτοῖς διαφερόντων παρακαλοῦσι, Καὶ ἐμοὶ τοῦτο διαφέρει, φησὶ, καθὼς καὶ ἑτέρωθι γρά‐ φων ἔλεγε· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευο‐
45μένων ἐφίετο. Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον. Ὅπερ οὖν καὶ πρὸς Φιλήμονα γράφων φησίν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ.

62

.

55

(50)

Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δεσμὸς διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ὁσίαις χερσὶν ἐκείναις. Τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶ‐ ναι. τοῦ εὐαγγελιστὴν εἶναι, τοῦτο λαμπρότερον, τὸ δέσμιον εἶναι διὰ τὸν Χριστόν. Εἴ τις φιλεῖ τὸν
55Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ πε‐ ρικαίεται τοῦ Δεσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν.
Ὁ τοιοῦτος ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢColumn end

62

.

56

(20)

τοὺς οὐρανοὺς οἰκεῖν. Παντὸς χρυσοῦ λαμπροτέρας αὐτοῖς ἐδείκνυ τὰς χεῖρας, παντὸς διαδήματος βασιλι‐ κοῦ. Οὐ γὰρ οὕτω ποιεῖ λαμπρὰν κεφαλὴν ταινία λι‐ θοκόλλητος περικειμένη, ὡς ἅλυσις σιδηρᾶ διὰ Χρι‐ στόν. Τότε τῶν βασιλείων λαμπρότερον τὸ δεσμωτή‐
25ριον ἦν. Τί λέγω βασιλείων; καὶ αὐτοῦ δὲ τοῦ οὐρανοῦ· δέσμιον γὰρ εἶχε Χριστοῦ. Εἴ τις φιλεῖ τὸν Χριστὸν, οἶδε τοῦτο τὸ ἀξίωμα, οἶδε ταύτην τὴν ἀρετὴν, οἶδεν ὅσον ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει τὸ δεθῆναι δι’ αὐτόν. Τάχα τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ τοῦτο λαμ‐
30πρότερον, τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμ‐ νότερον, τὸ δεθῆναι δι’ αὐτόν. Καὶ τί λέγω περὶ τῶν ἀνθρωπίνων; αἰσχύνομαι συγκρίνων πλοῦτον καὶ κό‐ σμον χρυσοῦν δεσμοῖς. Ἀλλ’ ἀφεὶς εἰπεῖν περὶ τῶν μεγάλων ἐκείνων, κἂν μηδένα μισθὸν εἶχε τὸ πρᾶγμα,
35τοῦτο μόνον μέγας μισθὸς, τοῦτο ἀντίδοσις ἱκανὴ, τὸ διὰ τὸν φιλούμενον ταῦτα πάσχειν τὰ δεινά. Ἴσασιν οἱ φιλοῦντες, εἰ καὶ μὴ τὸν Θεὸν, ἀλλ’ ἀνθρώπους, τὸ λεγόμενον, οἳ ἥδονται κακῶς πάσχοντες μᾶλλον, ἢ τιμώμενοι παρὰ τῶν ἐρωμένων. Τοῦ ἁγίου χοροῦ τὸ
40ταῦτα συνιδεῖν μόνον, τῶν ἀποστόλων λέγω. Ἄκουε γὰρ τοῦ μακαρίου Λουκᾶ λέγοντος· ὅτι Ὑπέστρεφον χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμα‐ σθῆναι. Τοῖς μὲν οὖν ἄλλοις δοκεῖ γέλως εἶναι, εἰ τὸ
45ἀτιμασθῆναι καταξιωθῆναί ἐστιν, εἰ τὸ ἀτιμασθῆναι, χαίρειν ἐστί· τοῖς δὲ ἐπισταμένοις τοῦ Χριστοῦ τὸν πόθον τοῦτο πάντων μακαριστότερον νενόμισται. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τίς με μετὰ

62

.

56

(50)

τῶν ἀγγέλων ἵστη ἄνω, ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τις με ἐκείνων ἕνα ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν οὐρανὸν, τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλό‐ μην γενέσθαι δεσμώτης. Εἰκότως· οὐδὲν τῆς ἁλύ‐
55σεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τό‐ ποις γενέσθαι νῦν ἐκείνοις· λέγεται γὰρ ἔτι μένειν τὰ δεσμά· καὶ ἰδεῖν καὶ θαυμάσαι τοὺς ἄνδρας ἐκεί‐
νους τοῦ πόθου τοῦ Χριστοῦ· ἐβουλόμην ἰδεῖν τὰς55

62

.

57

ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Οὐχ οὕτω μακαρίζω Παῦλον, ὅτι εἰς παράδεισον ἡρπάγη, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐν‐
5εβλήθη. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς ὅτι ὑπέμεινε τὰ δεσμά· οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, ὡς μακαρίζω διὰ τὰ δεσμά. Ὅτι γὰρ ταῦτα ἐκείνων μείζονα, ἄκουσον καὶ αὐτὸς πῶς τοῦτο οἶδεν. Οὐδὲ γὰρ
10εἶπε, Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ῥήματα ἄῤῥητα ἀκού‐ σας, ἀλλὰ τί; Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Εἰ δὲ μὴ πάσαις τοῦτο προσγράφει ταῖς ἐπιστολαῖς, οὐ θαυμαστόν· οὐδὲ γὰρ πάντοτε ἐδέδετο, ἀλλ’ ἐν
15χρόνοις τισίν. Αἱρετώτερον ἐμοὶ παθεῖν κακῶς ὑπὲρ τοῦ Χριστοῦ, ἢ τιμᾶσθαι παρὰ τοῦ Χριστοῦ. Τοῦτο μεγάλη τιμὴ, τοῦτο δόξα ἡ πάντα ὑπερβάλλουσα. Εἰ αὐτὸς δι’ ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώ‐ σας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυ‐
20ροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; Ἄκουε γὰρ αὐ‐ τοῦ λέγοντος. Δόξασόν με σὺ, Πάτερ. Τί λέγεις; ἐπὶ σταυροῦ ἄγῃ μετὰ λῃστῶν καὶ τυμβωρύχων, τὸν τῶν ἐπαράτων ὑφίστασθαι θάνατον, ἐμπτύεσθαι μέλλεις καὶ ῥαπίζεσθαι, καὶ ταῦτα δόξαν καλεῖς; Ναὶ, φησίν·
25ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω ταῦτα, καὶ τα‐ νῦν δόξαν αὐτὰ ἡγοῦμαι. Εἰ ὁ τοὺς οἰκτροὺς καὶ ταλαι‐ πώρους φιλήσας, δόξαν τὸ πρᾶγμα καλεῖ, καὶ οὐ τὸ ἐν τῷ θρόνῳ εἶναι τῷ πατρικῷ, οὐδὲ τὸ ἐν τῇ δόξῃ, ἀλλὰ τὸ ἐν ἀτιμίᾳ δόξα ἦν, καὶ τοῦτο ἐκείνου προετίθει,
30πολλῷ μᾶλλον ἐγὼ ταῦτα ὀφείλω δόξαν ἡγεῖσθαι. Ὢ τῶν μακαρίων δεσμῶν, ὢ τῶν μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη. Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες Παύλου τὸν χωλὸν τὸν ἐν Λύστροις ἀναστήσα‐ σαι καὶ ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ’
35ἐκείνους τοὺς χρόνους ἦν ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ Δεσπότου δεθῆναι τοῦ ἐμοῦ. Θαυμάζεις Παῦλον, ὅτε καθῆψεν αὐτοῦ ἡ ἔχις τῆς χειρὸς, καὶ οὐδὲν
40ἐποίησε; Μὴ θαυμάσῃς· ᾐδέσθη γὰρ τὴν ἅλυσιν· καὶ θάλαττα δὲ ὁλόκληρος ταύτην ᾐδεῖτο· τότε γὰρ ἐδέδετο. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· εἰ τῶν ἐκκλησιαστι‐ κῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον
45εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιή‐ σασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο. Καίτοι καὶ τῶν θαυμάτων αὐτοῦ πολλὰ πανταχοῦ σημεῖα τυγχάνει, ἀλλ’ οὐχ οὕ‐ τως ἐστὶ ποθεινὰ, ὡς τὰ τῶν στιγμάτων. Καὶ ἐν ταῖς

62

.

57

(50)

Γραφαῖς δὲ οὐχ οὕτω με εὐφραίνει θαύματα ἐργαζό‐ μενος, ὡς πάσχων κακῶς, μαστιζόμενος, συρόμενος. Ὄντως θαυμαστὰ καὶ τὰ τοῦ χρωτὸς σουδάρια καὶ τὰ σημικίνθια, παράδοξα ἐργαζόμενα· ἀλλ’ οὐ τοιαῦτα οἷα ἐκεῖνα. Δείραντες αὐτὸν, φησὶ, καὶ ἐπιθέντες
55πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν· καὶ πάλιν, Δεδεμένοι ὕμνουν τὸν Θεόν· καὶ πάλιν, Λιθάσαντες αὐτὸν, ἔσυρον ἔξω τῆς πόλεως, νο‐ μίσαντες αὐτὸν τεθνάναι. Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χρι‐
60στὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε αὐτοῦ
τοῦ Χριστοῦ λέγοντος, Μακάριοί ἐστε. Τί; ὅταν νε‐Column end

62

.

58

κροὺς ἀναστήσητε; Οὐχί· ἀλλὰ τί; ὅταν τυφλοὺς θερα‐ πεύσητε; Οὐδαμῶς· ἀλλὰ τί; Ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, ψευδόμενοι καθ’ ὑμῶν ἕνεκεν ἐμοῦ. Εἰ δὲ τὸ κακῶς
5ἀκοῦσαι οὕτω ποιεῖ μακαρίους, τὸ κακῶς παθεῖν τί οὐκ ἂν εἰργάσατο; Ἄκουε αὐτοῦ τοῦ μακαρίου τούτου λέγοντος ἀλλαχοῦ· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δι‐ καιοσύνης στέφανος. Ἀλλὰ τοῦ στεφάνου τούτου λαμπρότερος ὁ δεσμός. Τούτου με καταξιώσει, φησὶ,
10καὶ οὐδὲν ὑπὲρ ἐκείνων ἀκριβολογοῦμαι. Ἀρκεῖ μοι πρὸς πᾶσαν ἀντίδοσιν τὸ παθεῖν κακῶς διὰ τὸν Χρισ‐ τόν. Δότω μοι φθέγξασθαι ἐκεῖνο, ὅτι Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, καὶ οὐδενὸς δέομαι. Κατηξιώθη καὶ Πέ‐
15τρος ταύτης τῆς ἁλύσεως· Ἦν γὰρ, φησὶ, δεδεμένος, καὶ παραδεδομένος στρατιώταις, καὶ ἐκάθευδεν Οὕ‐ τως ἔχαιρε, καὶ οὐκ ἤλγει, ὡς καὶ καθεύδειν· οὐκ ἂν δὲ αὐτὸν βαθὺς ὕπνος εἶχεν, εἴ γε ἐν φροντίδι ἦν πολλῇ. Ἐκάθευδε μεταξὺ στρατιωτῶν ὤν· καὶ ἄγ‐
20γελος ἦλθε πρὸς αὐτὸν, καὶ πατάξας αὐτοῦ τὴν πλευρὰν, ἤγειρεν. Εἴ τις τοίνυν εἶπέ μοι, Τί ἐβού‐ λου; ἄγγελος εἶναι ὁ Πέτρον νύξας, ἢ Πέτρος ὁ δια‐ σωθείς; Πέτρος ἂν εἱλόμην γενέσθαι, δι’ ὃν καὶ ὁ ἄγγελος ἦλθεν. Ἐγὼ τῶν δεσμῶν ὀναίμην ἐκείνων.
25Καὶ πῶς, φησὶν, ὡς μεγάλων κακῶν ἀπαλλαγεὶς εὔ‐ χεται; Μὴ θαυμάσῃς· εὔχεται γὰρ, δεδοικὼς μὴ ἀπο‐ θάνῃ. Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλε‐ σθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν. Ἄκουσον γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος τί
30φησι; Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον, τὸ δὲ παραμένειν τῇ σαρκὶ ἀναγ‐ καιότερον δι’ ὑμᾶς. Τοῦτο καὶ χάριν ἐκάλεσε γράφων· Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ
35αὐτοῦ πάσχειν. Ὥστε τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐχαρίσατο γάρ. Ὄντως ἐστὶ χάρις μεγίστη, καὶ πα‐ σῶν τούτων μείζων, τοῦ τὸν ἥλιον στῆσαι καὶ τὴν σελήνην, τοῦ τὸν κόσμον κινῆσαι· τοῦτο μεῖζον τοῦ δαιμόνων κρατῆσαι, ἢ ἀπελάσαι δαίμονας. Οὐχ οὕτως
40ἀλγοῦσιν ἐκεῖνοι πίστει τῇ παρ’ ἡμῶν ἐλαυνόμενοι, ὡς ὅταν ἡμᾶς ἴδωσι κακόν τι πάσχοντας διὰ τὸν Χριστὸν, καὶ δεσμουμένους· μείζονα γὰρ τοῦτο ποιεῖ τὴν παῤῥησίαν. Οὐ διὰ τοῦτο καλὸν τὸ δεδέσθαι διὰ τὸν Χριστὸν, ὅτι βασιλείαν προξενεῖ τὸ πρᾶγμα,
45ἀλλ’ ὅτι διὰ τὸν Χριστὸν γίνεται· οὐ διὰ τοῦτο μακα‐ ρίζω τοὺς δεσμοὺς, ὅτι εἰς τὸν οὐρανὸν παραπέμ‐ πουσιν, ἀλλ’ ὅτι διὰ τὸν Δεσπότην τοῦ οὐρανοῦ γί‐ νονται. Πόσον καύχημα εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέ‐

62

.

58

(50)

θη; πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης; Ἐβου‐ λόμην διαπαντὸς ταῦτα φθέγγεσθαι· ἐβουλόμην ἔχε‐ σθαι τῆς ἁλύσεως· ἐβουλόμην, εἰ καὶ τῷ πράγματι ἀπεστέρημαι, ἀλλὰ τῷ λόγῳ περιθεῖναι τὴν ἅλυσιν τῇ ψυχῇ διὰ τῆς διαθέσεως. Ἐσείσθη, φησὶ, τὸ δε‐
55σμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνείθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀνα‐ λύουσαν; Ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώ‐ τας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀν‐
60έῳξε· καίτοι οὐχ αὕτη τῶν δεσμῶν ἡ φύσις ἐστὶν,
ἀλλ’ ἡ ἐναντία, κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον,57

62

.

59

οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ. Ἀλλὰ τῶν μὲν δε‐ σμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη, δεσμῶν δὲ τῶν διὰ Χριστὸν αὕτη. Προσέπεσεν ὁ δεσμοφύλαξ τῷ Παύ‐ λῳ καὶ τῷ Σίλᾳ. Ἀλλ’ οὐδὲ τοῦτο ποιεῖ δεσμὰ ἁπλῶς,
5τοὺς δήσαντας εἰς τοὺς πόδας ἄγειν τῶν δεδεμένων, ἀλ‐ λὰ τοὐναντίον ὑποχειρίους τούτους ἐκείνοις ποιεῖν. Νῦν δὲ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ δεδεμένου· ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλα‐
10κήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέ‐ μεις; τί θορυβῇ; τί δακρύεις; τί τὸ ξίφος ἐσπάσω; Οὐδὲν τοιοῦτον ἔδησα, φησίν· οὐκ ᾔδειν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρα‐ νοὺς ἔλαβον ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ
15ἔμελλον ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυ‐ ον, καὶ σιδήριον ἔμελλεν αὐτῶν περιέσεσθαι; οὐκ οἶ‐ δας τοὺς ἄνδρας· διὰ τοῦτο καὶ συγγνώμης ἔτυχες. Παῦλος ὁ δεδεμένος ἐστὶν, ὃν ἄγγελοι πάντες ᾐδέσθη‐ σαν· Παῦλός ἐστιν, οὗ καὶ τὰ σουδάρια καὶ τὰ σημι‐
20κίνθια δαίμονας ἤλαυνε, καὶ νόσους ἐφυγάδευε, καί‐ τοι πολλῷ σιδήρου ἀδαμάντινος, καὶ ἀῤῥαγέστερος ὁ παρὰ τοῦ δαίμονος δεσμός· οὗτος μὲν γὰρ ψυχὴν, ἐκεῖνος δὲ σῶμα δεσμεῖ. Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τὸ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ δαιμό‐
25νων δεσμὰ διαῤῥηγνὺς, σιδήρου δέσιν οὐκ ἂν ἔλυσεν; ὁ διὰ τῶν ἱματίων αὐτοῦ τοὺς δεσμώτας ἐκείνους λύ‐ ων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι’ ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσε; Διὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τό‐ τε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χρι‐
30στοῦ δοῦλοι δεδεμένοι, πολλῷ τῶν λελυμένων μείζο‐ να ἔχουσι τὴν ἰσχύν. Εἰ λελυμένος τοῦτο εἰργάσατο, οὐκ ἦν οὕτω θαυμαστόν· ὥστε οὐκ ἀσθενείας ὁ δεσμὸς ἦν, ἀλλὰ μείζονος δυνάμεως. Οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν
35λελυμένων κρατῇ, ὅταν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ. Τί τῶν τοίχων τὸ ὄφε‐ λος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν φυλακὴν βαλεῖν αὐτὸν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξε; Διὰ τί δὲ ἐν νυκτὶ, καὶ μετὰ σεισμοῦ γέγονεν; Ἔνδοτέ
40μοι μικρὸν καὶ παραχωρήσατε, τῶν ἀποστολικῶν ἀπο‐ σχομένῳ ῥημάτων, καὶ ἐντρυφήσαντι τοῖς ἀποστολι‐ κοῖς πράγμασιν, ἑστιαθῆναι ἐν τῇ ἁλύσει Παύλου· δό‐ τε μοι ἐπιπλέον ἐνδιατρίψαι. Ἐπελαβόμην τοῦ δεσμοῦ, οὐδείς με ἀφίστησιν. Ἀσφαλέστερον ἐγὼ δέδεμαι νῦν
45τῷ πόθῳ, ἢ ἐκεῖνος τότε τῷ ξύλῳ. Τοῦτον οὐδεὶς λύει τὸν δεσμόν· ἀπὸ γὰρ τοῦ πόθου ἐστὶ τοῦ Χριστοῦ· τοῦ‐ τον οὐδὲ οἱ ἄγγελοι, οὐδὲ βασιλεία οὐρανῶν ἰσχύει λῦ‐ σαι· αὐτοῦ Παύλου ἐστὶν ἀκοῦσαι λέγοντος, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα

62

.

59

(50)

οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκα μέσον νυκτῶν τὸ πρᾶγμα γέγονε; τίνος ἕνεκεν καὶ μετὰ σεισμοῦ; Ἀκούσατε Θεοῦ οἰκο‐ νομίαν, καὶ θαυμάσατε. Πάντων τὰ δεσμὰ ἐλύθη, καὶ
55αἱ θύραι ἀνεῴγησαν. Ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσ‐ μοφύλακα γέγονεν, οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν. Ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶν, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου. Τί γάρ φησιν; Ἐφώνησε δὲ φωνῇ μεγάλῃ λέγων· Μηδὲν
60πράξῃς σεαυτῷ κακὸν, πάντες γάρ ἐσμεν ἐνθάδε. Οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας
ἀνεῳγμένας, καὶ ἑαυτοὺς λελυμένους. Οἱ γὰρ τοίχουςColumn end

62

.

60

διατέμνοντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἂν ἐκαρ‐ τέρησαν, καὶ τῶν δεσμῶν λελυμένων καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν, καὶ τοῦ δεσμοφύλακος
5καθεύδοντος αὐτοῦ. Ἀλλ’ ἀντὶ δεσμῶν σιδηρῶν ἦν αὐτοῖς ὁ δεσμὸς τοῦ ὕπνου. Διὰ τοῦτο οὕτως ᾠκονομήθη, ὥστε καὶ τὸ πρᾶγμα γενέσθαι, καὶ μηδεμίαν ἀπὸ τοῦ θαύματος ζημίαν συμβῆναι τῷ μέλλοντι σώζεσθαι δεσμοφύλακι. Καὶ ἑτέρως δὲ μάλιστα οἱ δεδεμένοι ἐν
10νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ. Μετὰ πολλῆς οὖν σπου‐ δῆς ἦν ἰδεῖν δεδεμένους πάλιν, καὶ καθεύδοντας. Εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἂν ἐγένετο θόρυβος. Τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα; Ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος
15γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Σὺ δέ μοι θέα τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερ‐ βολήν. Μεταξὺ γὰρ τῶν Παύλου δεσμῶν καὶ τῆς τοῦ Χριστοῦ χάριτος μεμνῆσθαι καλὸν, μᾶλλον δὲ καὶ ταῦ‐ τα τῆς τοῦ Θεοῦ χάριτός ἐστιν. Εἰσί τινες ἐγκαλοῦν‐
20τες ὅτι διεσώθη ὁ δεσμοφύλαξ, καὶ ὑπὲρ ὧν θαυμάζειν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐχρῆν, ἀπὸ τούτων ψέ‐ γοντες· καὶ οὐδὲν θαυμαστόν. Οἱ γὰρ ἀσθενεῖς τοιοῦτοί εἰσιν, οἳ καὶ τὴν τρέφουσαν τροφὴν κακίζουσιν, ἣν θαυμάζειν ἐχρῆν, καὶ τὸ μέλι πικρὸν εἶναί φασι. Καὶ
25οἱ τυφλώττοντες, ἀφ’ οὗ ὤφειλον φωτίζεσθαι, ἀπὸ τούτου σκοτίζονται, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν τούτων συμβαινόντων, ἀλλὰ παρὰ τὴν ἀσθέ‐ νειαν τῶν εἰς δέον αὐτοῖς κεχρῆσθαι μὴ δυναμένων. Τί οὖν ἔλεγον; Δέον θαυμάσαι, ὅτι εἰς ἐσχάτην κα‐
30κίαν ἐμπεσόντα, τοῦτον εἷλε, καὶ βελτίω εἰργάσατο, λέγουσι· Πῶς γὰρ οὐκ ἐνόμισε τὸ πρᾶγμα γοητείας εἶναι καὶ μαγγανείας, καὶ μᾶλλον αὐτοὺς κατέσχε, καὶ ἀνωλόλυξε; Πολλὰ πρὸς τοῦτο συνεβάλλετο· πρῶ‐ τον μὲν, ὅτι ἤκουσεν ὑμνούντων τὸν Θεόν· οὐκ ἂν δὲ
35γόητες τοιούτους ὕμνους ᾖδον· Ἤκουσε γὰρ αὐτῶν, φη‐ σὶν, ὑμνούντων τὸν Θεόν. Δεύτερον, ὅτι αὐτοὶ οὐκ ἀπέ‐ φυγον, ἀλλὰ καὶ αὐτὸν ἐκώλυσαν σφάξαι ἑαυτόν· οὐκ ἂν δὲ, εἰ ἑαυτῶν ἕνεκεν ἐποίουν, ἔνδον ἔμενον, ἀλλὰ προτέρους ἂν ἑαυτοὺς ἐξεῖλον. Πολλὴ δὲ αὐτῶν καὶ ἡ
40φιλανθρωπία· ἐκώλυσαν αὐτὸν σφάξαι ἑαυτὸν, τὸν δήσαντα αὐτοὺς, μονονουχὶ πρὸς αὐτὸν λέγοντες· Με‐ τὰ πολλῆς τῆς ἀσφαλείας ἠσφαλίσω εἰς τὴν ἐσωτέραν βαλὼν φυλακὴν, καὶ πικρῶς ἡμᾶς ἔδησας, ἵνα λυθῇς αὐτὸς τῶν πικροτάτων δεσμῶν. Σειραῖς γὰρ τῶν ἑαυ‐
45τοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Ἐκεῖνα μὲν γὰρ ἐπάρατα τὰ δεσμὰ, ταῦτα δὲ μακάρια, καὶ πολλῆς εὐχῆς ἄξια. Ὅτι γὰρ λύει τὰ δεσμὰ ἐκεῖνα ταῦτα, ἔδειξεν ἀπὸ τῶν αἰσθητῶν. Εἶδες τοὺς τῷ σιδήρῳ δε‐ δεμένους λυθέντας; Ὄψει καὶ σαυτὸν ἐξ ἑτέρων δε‐

62

.

60

(50)

σμῶν ἀνεθέντα χαλεπῶν. Ταῦτα τὰ δεσμὰ, τὰ τῶν δεσμωτῶν λέγω, οὐ τὰ Παύλου, ἐκεῖνα τὰ δεσμὰ ποιεῖ τὰ τῶν ἁμαρτιῶν. Διπλῇ ἦσαν δεσμῶται οἱ ἔν‐ δον, καὶ αὐτὸς δεσμώτης ἦν ὁ δεσμοφύλαξ. Ἐκεῖνοι μὲν γὰρ σιδήρῳ ἐδέδεντο, καὶ ἁμαρτίαις, οὗτος δὲ
55ἁμαρτίαις μόναις. Ἔλυσεν ἐκείνους ὁ Παῦλος εἰς πλη‐ ροφορίαν τούτου· καὶ γὰρ ἦν ὁρατὰ τὰ δεσμά. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, μᾶλλον δὲ ἀντιστρόφως. Ἐκεῖ διπλῆ παράλυσις ἦν. Ποία δὲ αὕτη; Ἡ τῶν ἁμαρ‐ τιῶν, καὶ ἡ τοῦ σώματος. Τί οὖν ποιεῖ; Θάρσει, φησὶ,
60τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Προτέραν τὴν
ὄντως παράλυσιν ἔλυσεν, εἶτα ἐπὶ ταύτην ἔρχεται.59

62

.

61

Ὅτε γὰρ Εἶπόν τινες τῶν γραμματέων ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ, εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυ‐ μήσεις αὐτῶν, εἶπεν· Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γάρ ἐστιν εὐκοπώτερον
5εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξου‐ σίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς, ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
10Ἐβεβαίου τὸ νοητὸν ἀπὸ τοῦ αἰσθητοῦ, ἀπὸ τοῦ σω‐ ματικοῦ τὸ κατὰ ψυχὴν ἐργασάμενος. Διὰ τί δὲ τοῦτο ἐποίησεν; Ἵνα πληρωθῇ τὸ εἰρημένον· Δοῦλε πο‐ νηρὲ, ἐκ τοῦ στόματός σου κρινῶ σε. Τί δὲ ἐκεῖνοι; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς
15ὁ Θεός· οὐκ ἄγγελος ἄρα λοιπὸν, οὐκ ἀρχάγγελος, οὐδὲ ἄλλη κτιστὴ δύναμις. Ὑμεῖς τοῦτο ὡμολογή‐ σατε. Τί οὖν ἐχρῆν εἰπεῖν; Ἂν δειχθῶ ἀφιεὶς ἁμαρ‐ τίας, εὔδηλον ὅτι Θεὸς ἐγώ. Ἀλλ’ οὐκ εἶπεν οὕτως, ἀλλὰ τί; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς
20τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὅταν οὖν, φησὶ, τὸ δυσκολώτερον ἐργάσωμαι, εὔδη‐ λον ὅτι οὐδεμία περὶ τοῦ εὐκόλου καταλείπεται πρό‐
25φασις οὐδὲ ἀντιλογία. Διὰ τοῦτο τὸ νοητὸν ἐκεῖνος ἐποίησε πρότερον, ἐπειδὴ πολλοὶ ἦσαν οἱ ἀντιλέγον‐ τες· ἐνταῦθα δὲ ἀπὸ τοῦ νοητοῦ ἐπὶ τὸ αἰσθητὸν αὐτὸ ἤγαγεν. Ἄρα οὐκ ἦν κουφότητος ἡ πίστις. Εἶδε τοὺς δεσμώτας, καὶ οὐδὲν εἶδεν οὐδὲ ἤκουσε φαῦλον·
30εἶδεν οὐ μαγγανείᾳ τι γεγενημένον· ὕμνουν γὰρ τὸν Θεόν· εἶδεν ἀπὸ φιλανθρωπίας πολλῆς πάντα γενό‐ μενα· οὐ γὰρ ἠμύναντο αὐτὸν, καίτοι δυνάμενοι. Ἐνῆν γὰρ καὶ ἑαυτοὺς, καὶ τοὺς δεδεμένους ἐξελόν‐ τας ἀπελθεῖν· εἰ δὲ μὴ τοὺς δεδεμένους, ἀλλ’ ἑαυ‐
35τούς. Ἀλλ’ οὐκ εἰργάσαντο τοῦτο. Ὥστε οὐκ ἀπὸ τοῦ θαύματος μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τρόπου αὐτὸν κατῄδεσαν. Πῶς ἐφώνησε; Μεγάλῃ φωνῇ λέγων, Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς καὶ τὸ ἀκενόδοξον καὶ τὸ ἄτυ‐
40φον καὶ τὸ φιλόστοργον. Οὐκ εἶπεν, ὅτι Δι’ ἡμᾶς ταῦτα γέγονεν· ἀλλ’, ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάν‐ τες γάρ ἐσμεν ἐνθάδε. Καίτοι εἰ καὶ μὴ πρὸ τού‐ του, μηδὲ διὰ τοῦ θαύματος ἔλυσαν ἑαυτοὺς, ἀλλ’ ἐνῆν αὐτοὺς σιγῆσαι, καὶ πάντας ἀπολῦσαι καὶ δε‐
45δεμένους. Εἰ γὰρ ἐσίγησαν, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχον αὐτοῦ τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Διὰ τοῦτο καὶ ἐβόησεν, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς

62

.

61

(50)

μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Ἀλλ’ οὐκ ἐμιμήσαντο τὰ παρ’ ἐκείνου γενόμενα. Ἐκείνου δὲ ἀποθανόντος πάντες ἂν ἐξέφυγον. Εἶδες ὅτι εἵλοντο δεδέσθαι μᾶλλον, ἢ ἐκεῖνον πε‐ ριιδεῖν ἀπολλύμενον. Διὰ τοῦτο καὶ ἐνενόησε πρὸς
55ἑαυτὸν, Εἰ γόητες ἦσαν, πάντως ἂν ἐκείνους ἀπέ‐ λυσαν, καὶ ἑαυτοὺς ἠλευθέρωσαν τῶν δεσμῶν· εἰκὸς γὰρ πολλοὺς καὶ τοιούτους ἐμβεβλῆσθαι. Ἄλλως δὲ, πολλάκις δεξάμενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόμενον, ἐθαύμασεν. Ὁ γόης οὐκ ἂν ἔσεισε τὰ
60θεμέλια ὥστε διυπνίσαι τὸν δεσμοφύλακα, καὶ δυσκο‐ λωτέραν ἑαυτῷ ποιῆσαι τὴν φυγήν. Ἀλλ’ ἴδωμεν λοιπὸν τοῦ δεσμοφύλακος τὴν πίστιν. Αἰτήσας, φησὶ, φῶτα εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσ‐ έπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν
65αὐτοὺς ἔξω, φησί· Κύριοι, τί με δεῖ ποιεῖν ἵναColumn end

62

.

62

σωθῶ; Πῦρ ἐκράτει καὶ ξίφος, καὶ ἔλεγε· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ ὁ οἶκός σου. Τοῦτο οὐχὶ γοήτων ἐστὶ, φησὶ,
5δόγμα τοιοῦτον παραδοῦναι· οὐδαμοῦ δαίμονος ἐνταῦ‐ θα μνήμη. Ὁρᾷς πῶς ἄξιος τοῦ σωθῆναι ἐκεῖνος; Ἰδὼν γὰρ τὸ θαῦμα, καὶ τοῦ φόβου ἀπαλλαγεὶς, οὐκ ἐπελάθετο τῶν συμφερόντων, ἀλλ’ ἐν τοσούτῳ κιν‐ δύνῳ περὶ τῆς σωτηρίας ἐφρόντιζε τῆς κατὰ
10ψυχὴν, καὶ ὡς ἐχρῆν διδασκάλοις προσελθεῖν, οὕτω προσῆλθε· καὶ πρὸς τοὺς πόδας αὐτῶν ἔπεσε. Καὶ ἐλάλησαν αὐτῷ, φησὶ, τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ νυκτὶ, ἔλουσεν ἀπὸ τῶν
15πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς, καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα. Ὁρᾷς θερμότητα ἀνδρός; Οὐκ ἀνεβάλετο, οὐκ εἶπεν, Ἡμέρα γενέσθω, ἴδωμεν, σκεψώμεθα· ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ πᾶσα ἐβαπτίσθη· ἀλλ’ οὐχ
20ὡς νῦν οἱ πλείους περιορῶσι καὶ δούλους καὶ γυναῖκας καὶ παῖδας ἀμυήτους τυγχάνοντας. Γίνεσθε, παρα‐ καλῶ, κατὰ τὸν δεσμοφύλακα· οὐ τὴν ἀξίαν λέγω, ἀλλὰ τὴν προαίρεσιν. Τί γὰρ ὄφελος ἀξιώματος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής; Βαβαὶ, ὁ ὠμὸς, ὁ ἀπηνὴς,
25ὁ μυρίοις συζῶν κακοῖς, ὁ τοῦτο μελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεμονικὸς ἀθρόως γέγονεν. Ἔλουσεν αὐτοὺς, φησὶν, ἀπὸ τῶν πληγῶν. Θέα πάλιν καὶ τοῦ Παύλου τὴν θερμότητα· δεδεμένος, με‐ μαστιγωμένος, οὕτως εὐηγγελίζετο. Ὢ τῆς μακαρίας
30ἁλύσεως, οἵας ὤδινεν ὠδῖνας κατὰ τὴν νύκτα ἐκείνην· οἷα ἀπέτεκε παιδία. Καὶ περὶ τούτων ἔστιν εἰπεῖν, Οὓς ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ὁρᾷς πῶς ἀγάλ‐ λεται, καὶ τὰ τεχθέντα παιδία ἀπὸ τούτου λαμπρό‐ τερα βούλεται εἶναι; ὁρᾷς πόση περιουσία δόξης τῶν
35δεσμῶν, ὅπου γε οὐ μόνον τὸν περικείμενον, ἀλλὰ καὶ τοὺς ἐν ἐκείνῳ τῷ καιρῷ τεχθέντας ὑπ’ αὐτοῦ λαμπροὺς ποιεῖ; Ἔχουσί τι πλέον οἱ ἐν τοῖς Παύλου δεσμοῖς τε‐ χθέντες, οὐ κατὰ τὴν χάριν λέγω, ἡ γὰρ αὐτὴ χάρις, οὐδὲ κατὰ τὴν ἄφεσιν, ἡ γὰρ αὐτὴ πάντων ἄφεσις,
40ἀλλ’ ὅτι ἐκ προοιμίων παιδεύονται χαίρειν καὶ ἀγάλ‐ λεσθαι τοῖς τοιούτοις πράγμασιν. Αὐτῇ τῇ ὥρᾳ τῆς νυκτὸς, φησὶ, παραλαβὼν αὐτοὺς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη. Καὶ θέα λοιπὸν τὸν καρπόν· ἀντέδωκεν εὐθέως τὰ σαρκικά. Ἀναγαγὼν
45αὐτοὺς εἰς τὸν οἶκον, εὐθέως παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Τί γὰρ οὐκ ἔμελλεν, ἀνοιγέντος αὐτῷ τοῦ οὐρανοῦ διὰ τῆς ἀνοίξεως τῶν τοῦ δεσμωτηρίου θυρῶν; Ἔλουσε τὸν διδάσκαλον, τράπεζαν παρέθηκε, καὶ

62

.

62

(50)

ἠγαλλιάσατο. Εἰσῆλθεν εἰς δεσμωτήριον ἡ Παύλου ἅλυσις, καὶ ἐκκλησίαν εἰργάσατο πάντα τὰ ἐκεῖ, καὶ σῶμα Χριστοῦ πάντας ἐποίησε, καὶ τράπεζαν ἔθηκε τὴν πνευματικὴν, καὶ ὠδῖνας ἔτεκεν, ἐφ’ αἷς ἄγγελοι χαίρουσι. Μήτι εἰκῆ ἔλεγον τὸ δεσμωτήριον τοῦ οὐ‐
55ρανοῦ λαμπρότερον; Τῆς γὰρ ἐκεῖ χαρᾶς τοῦτο γέ‐ γονεν αἴτιον. Εἰ γὰρ ἐφ’ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανοῖς, εἰ ὅπου δύο εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομα αὐτοῦ, ἐκεῖ ἐν μέσῳ αὐτῶν ἐστιν ὁ Χριστὸς, ὅπου Σίλας καὶ Παῦλος καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία
60αὐτοῦ ὅλη καὶ πίστις τοσαύτη, πόσῳ μᾶλλον; Ὅρα τὴν σφοδρότητα τῆς πίστεως. Ἀλλὰ τὸ δεσμωτήριον
τοῦτο ἑτέρου με ὑπέμνησε δεσμωτηρίου. Ποίου δὴ61

62

.

63

τούτου; Ἔνθα Πέτρος ἦν. Ἀλλὰ τοιοῦτον οὐδὲν ἐγέ‐ νετο ἐκεῖ· ἀλλ’ ἦν παραδεδομένος τέσσαρσι τετρα‐ δίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, καὶ οὐχ ὕμνει οὐδὲ ἠγρύπνει, ἀλλ’ ἐκάθευδε· καὶ οὐδὲ μεμαστιγω‐
5μένος ἦν, ἀλλὰ μείζων ὁ κίνδυνος. Ἐνταῦθα μὲν γὰρ ἤδη τὸ πᾶν εἴργαστο, καὶ δίκην ἦσαν δεδωκότες· ἐκεῖ δὲ οὐδέπω. Ὥστε εἰ μὴ πληγαὶ ὠδύνων, ἀλλ’ ἡ προσδοκία τοῦ μέλλοντος ἐθορύβει. Ὅρα καὶ ἐκεῖ τὸ θαῦμα. Ἰδοὺ ἄγγελος Κυρίου, φησὶν, ἐπέστη, καὶ
10φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ εὐθέως ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὥστε μὴ νομίσαι τὸ πρᾶγμα τοῦ φωτὸς μόνον εἶναι, καὶ τὸν Πέτρον ἔνυ‐
15ξεν. Οὐδεὶς δὲ τὸ φῶς ἑώρα, ἀλλὰ μόνος αὐτὸς, καὶ ἐδόκει ὅτι ὅραμά ἐστιν· οὕτως οὐκ ἐπαισθάνονται οἱ καθεύδοντες τῶν τοῦ Θεοῦ εὐεργεσιῶν. Εἶπε δὲ, φη‐ σὶν, ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδη‐ σαι τὰ σανδάλιά σου. Καὶ ἐποίησεν οὕτω. Καὶ
20λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκο‐ λούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθησεν αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν
25πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πό‐ λιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Καὶ εἰσ‐ ελθόντες, προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγ‐ γελος ἀπ’ αὐτοῦ ἀπέστη. Διὰ τί μὴ τοῦτο γέγονεν ἐνταῦθα, ὅπερ ἐπὶ τοῦ
30Παύλου καὶ Σίλα; Ὅτι ἐκεῖ μὲν ἔμελλον ἀπολύειν αὐτούς· διὰ τοῦτο οὐκ ἠθέλησεν οὕτως ἀπολυθῆναι αὐτούς· ἐπὶ δὲ τοῦ μακαρίου Πέτρου, εἰς φόνον αὐ‐ τὸν ἔμελλον ἐξάγειν. Τί οὖν; οὐ πολλῷ θαυμασιώτε‐ ρον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ
35βασιλέως χερσὶ, τότε ἐκ μέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶ μηδὲν παθεῖν; οὕτω γὰρ ἂν οὐδὲ οἱ στρατιῶται ἀπώλοντο. Μέγα ἐνταῦθα κεκίνηται ζήτημα. Ὁ Θεὸς τὸν αὐτοῦ δοῦλον, φησὶ, μετὰ τῆς ἑτέρων ἔσωσε τιμωρίας, μετὰ τῆς ἑτέρων ἀπωλείας;
40Τί οὖν ἐροῦμεν; Πρῶτον μὲν οὖν, ὅτι οὐ μετὰ τῆς ἑτέρων ἀπωλείας· δεύτερον, ὅτι οὐ τῆς τοῦ πράγμα‐ τος οἰκονομίας τοῦτο γέγονεν, ἀλλὰ τῆς τοῦ δικαστοῦ πικρίας. Πῶς; Ὁ μὲν Θεὸς οὕτως ᾠκονόμησεν, ὡς μὴ μόνον τούτους μὴ ἀπολέσθαι, ἀλλὰ καὶ ἐκεῖνον
45σωθῆναι, καθάπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τοῦ δεσμοφύ‐ λακος· ἐκεῖνος δὲ οὐκ ἐχρήσατο τῇ δωρεᾷ εἰς δέον. Γενομένης δὲ ἡμέρας, φησὶν, ἦν τάραχος οὐκ ὀλί‐ γος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Εἶτα τί; Ἐξέτασιν τοῦ πράγματος ποιεῖται ὁ Ἡρώ‐

62

.

63

(50)

δης, καὶ ἀνακρίνας αὐτοὺς, ἐκέλευσεν ἀπαχθῆναι. Εἰ μὲν γὰρ μὴ ἀνέκρινεν, ἦν ἄν τις ἀπολογία· νῦν δὲ πα‐ ρέστησεν, ἀνέκρινεν, ἔμαθεν ὅτι ἐδέδετο, ὅτι τὸ δεσμω‐ τήριον ἠσφάλιστο, ὅτι οἱ φύλακες ἦσαν πρὸ τῶν θυρῶν· οὐ τοῖχος διωρώρυκτο, οὐ θύρα ἀνέῳκτο, οὐδὲν ἄλλο
55κακουργίας τεκμήριον. Ἐχρῆν αὐτὸν ἀπὸ τούτων θαυ‐ μάσαι τοῦ Θεοῦ τὴν δύναμιν, ἥτις καὶ ἐκ μέσων αὐ‐ τὸν ἀνήρπασε τῶν κινδύνων· καὶ προσκυνῆσαι τὸν τοσαῦτα δυνηθέντα· ὁ δὲ ἐκείνους ἀπήγαγε. Πῶς οὖν
ἐνταῦθα ὁ Θεὸς αἴτιος; Εἰ μὲν γὰρ τοῖχον διαῤῥαγῆ‐Column end

62

.

64

ναι ἐποίησε, καὶ οὕτως ἐξέβαλεν, ἴσως ἂν ἐνο‐ μίσθη τῆς ἐκείνων ῥᾳθυμίας τὸ πρᾶγμα· εἰ δὲ οὕ‐ τως ᾠκονόμησεν, ὥστε δειχθῆναι ὅτι οὐκ ἀνθρωπίνης κακουργίας, ἀλλὰ θείας θαυματουργίας τὸ πρᾶγμα
5ἦν, τί δὴ τοῦτο ἐποίησεν; Εἰ γὰρ ἔμελλε φεύγειν, οὕτως ὡς εἶχε τὰς ἁλύσεις ἔφυγεν ἄν· εἰ ἔμελλε φεύγειν τεθορυβημένος, οὐκ ἂν τοσαύτην ἐποιήσατο πρόνοιαν, ὥστε καὶ τὰ σανδάλια λαβεῖν, ἀλλ’ εἴασεν ἄν. Νῦν δὲ διὰ τοῦτό φησιν ὁ ἄγγελος πρὸς αὐτὸν,
10Ὑπόδησαι τὰ σανδάλιά σου· ἵνα μάθωσιν ὅτι οὐ φεύγων, ἀλλὰ μετὰ πολλῆς ἀνέσεως τὸ πρᾶγμα εἰρ‐ γάσατο. Δεδεμένος γὰρ, καὶ μεταξὺ τῶν δύο μένων στρατιωτῶν οὐκ ἂν τοσαύτην ἐποιήσατο σχολὴν, ὥστε καὶ τὰς ἁλύσεις λῦσαι, καὶ ταῦτα εἰς τὴν ἐσω‐
15τέραν ὢν καὶ αὐτὸς φυλακήν. Ὥστε τῆς ἀδικίας τοῦ δικαστοῦ γέγονεν ἡ κόλασις τῶν φυλάκων. Διὰ τί γὰρ Ἰουδαῖοι μὴ τοῦτο ἐποίησαν; Καὶ γὰρ ἑτέρου δε‐ σμωτηρίου μέμνημαι, ἐκείνου μὲν τοῦ προτέρου τοῦ ἐν Ῥώμῃ, τούτου δὲ τοῦ ἐν Καισαρείᾳ, νῦν δὲ
20τοῦ ἐν Ἱεροσολύμοις. Ἀκούσαντες γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι παρὰ τῶν ἀποσταλέντων παρ’ αὐ‐ τῶν εἰς τὸ δεσμωτήριον, ὥστε ἐξαγαγεῖν τὸν Πέτρον, ὅτι Ἔσω οὐδένα εὕρομεν, ἀλλὰ καὶ κεκλεισμένας τὰς θύρας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν·
25διὰ τί μὴ τοὺς φύλακας ἀνεῖλον, ἀλλὰ διηπόρουν περὶ αὐτῶν λέγοντες, Τί ἂν γένοιτο τοῦτο; Εἰ δὲ σφόδρα κατ’ αὐτῶν φονῶντες οὐδὲν τοιοῦτον ἐνενόη‐ σαν, πολλῷ μᾶλλον σὺ ὁ πρὸς ἐκείνων χάριν πάντα ποιῶν. Διὰ τοῦτο μετῆλθεν αὐτὸν ἡ δίκη ταχέως. Εἰ
30δὲ τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ περὶ τῶν ἐν ταῖς ὁδοῖς σφαττομένων, καὶ περὶ τῶν ἀδίκως ἀναιρου‐ μένων μυρίων ἑτέρων, καὶ ἔτι περὶ τῶν παίδων τῶν ἐπὶ τοῦ Χριστοῦ ἀναιρεθέντων· καὶ γὰρ καὶ ἐκεί‐ νοις, ὡς σὺ λέγεις, ὁ Χριστὸς ἐγένετο αἴτιος· μᾶλ‐
35λον οὐχ ὁ Χριστὸς, ἀλλ’ ἡ μανία καὶ ἡ τυραννὶς τοῦ πατρὸς τοῦ Ἡρώδου. Εἰ δὲ λέγεις, Διὰ τί μὴ ἐκ τῶν χειρῶν αὐτὸν ἥρπασε τοῦ Ἡρώδου; καὶ τοῦτο ἠδύνατο ποιῆσαι, ἀλλ’ οὐδὲν ἐκέρδανεν ἂν ἀπὸ τούτου. Ποσάκις γοῦν ὁ Χριστὸς ἐκ μέσου αὐτῶν ἐξῆλθε τῶν
40χειρῶν; τί οὖν τοῦτο ὠφέλησε τοὺς ἀγνώμονας; Ἐνταῦθα μέντοι γε καὶ πολλὴ τοῖς πιστοῖς ὠφέλεια γίνεται ἀπὸ τῶν γεγενημένων· ὑπομνημάτων γὰρ γενομένων, καὶ τῶν ἐχθρῶν αὐτῶν μαρτυρούντων τοῖς πραττομένοις, ἀνύποπτος ἦν ἡ μαρτυρία. Ὥσ‐
45περ οὖν κἀκεῖ οὐδαμόθεν ἄλλοθεν ἐπεστομίσθησαν, ἀλλ’ ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁμολογεῖν τὰ γεγενη‐ μένα, οὕτω δὴ καὶ ἐνταῦθα. Διὰ τί γὰρ ὁ δεσμο‐ φύλαξ οὐδὲν τοιοῦτον ἐποίησε; καίτοι γε οὐδὲν ἐλάτ‐ τονα τῶν τούτου τὰ Ἡρώδου ἦν. Τοῦ γὰρ ἰδεῖν

62

.

64

(50)

ἀνεῳγμένας τὰς θύρας, ὅσον εἰς ἐκπλήξεως λόγον, οὐδὲν ἔλαττον τὸ μαθεῖν ὅτι κεκλεισμένων αὐτῶν ἐξῆλθεν ὁ δεδεμένος· καίτοι ταῦτα καὶ φαντασία ἔδοξεν ἂν εἶναι μᾶλλον, ἐκεῖνο δὲ οὐκέτι, μετὰ ἀκρι‐ βείας ἀπαγγελλόμενον. Ὥστε εἰ καὶ οὗτος οὕτως ἦν
55πονηρὸς, ἔσφαξεν ἂν τὸν Παῦλον, καθάπερ ἐκεῖνος τοὺς στρατιώτας· ἀλλ’ οὐκ ἦν. Εἰ δὲ πρὸς τοὺς λέγοντας, διὰ τί καὶ τὰ παιδία συνεχώρησεν ὁ Θεὸς ἀναιρεθῆναι, βουληθῶμεν ἀπολογήσασθαι, τάχα εἰς μακρότερον ἐμπεσούμεθα λόγον, ὃν ἐν προ‐
60οιμίοις ἔδει λέγεσθαι πρὸς ὑμᾶς,63

62

.

65

Τέως δὲ πολλὰ τῇ Παύλου εὐχαριστήσαντες ἁλύ‐ σει, καταπαύσωμεν τὸν λόγον, ὅτι τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονε, παρακαλέσαντες ὑμᾶς μὴ μό‐ νον μὴ δυσχεραίνειν, εἴ τι διὰ Χριστὸν πάθοιτε, ἀλλὰ
5καὶ χαίρειν ὡς οἱ ἀπόστολοι, καὶ καυχᾶσθαι ὡς Παῦ‐ λος ἔλεγεν· Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθε‐ νείαις μου. Διὰ γὰρ τοῦτο καὶ ἤκουσεν, Ἀρκεῖ σοι ἡ χάρις μου. Παῦλος ἐπὶ δεσμοῖς καυχᾶται, καὶ σὺ ἐπὶ πλούτῳ μέγα φρονεῖς; οἱ ἀπόστολοι ἔχαιρον, ὅτι
10κατηξιώθησαν μαστιγωθῆναι, καὶ σὺ ἄνεσιν ζητεῖς καὶ τρυφήν; Πῶς οὖν θέλεις τῶν αὐτῶν ἐκείνοις τυ‐ χεῖν, ἀπεναντίας αὐτοῖς ὁδεύων ἐνταῦθα; Καὶ νῦν, φησὶ, πορεύομαι εἰς Ἱεροσόλυμα δεδεμένος τῷ πνεύματι, τὰ ἐν αὐτοῖς συναντήσοντά μοι μὴ
15εἰδὼς, πλὴν ὅτι τὸ Πνεῦμά μοι κατὰ πόλιν δια‐ μαρτύρεται λέγον, ὅτι δεσμά με καὶ θλίψεις μέ‐ νουσι. Τί οὖν ἀπέρχῃ, εἰ δεσμά σε καὶ θλίψεις μέ‐ νουσι; Διὰ τοῦτο αὐτὸ, φησὶν, ἵνα δεσμευθῶ διὰ Χριστὸν, ἵνα ἀποθάνω δι’ αὐτόν. Οὐ γὰρ μόνον δε‐
20θῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐδὲν τῆς ψυχῆς ἐκείνης μακαριώτερον. Ἐν τίσι καυχᾶται; Ἐν δεσμοῖς, ἐν θλίψεσιν, ἐν ἁλύσει, ἐν στίγ‐ μασιν. Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ
25Χριστοῦ, φησὶν, ἐν τῷ σώματί μου βαστάζω, καθά‐ περ τρόπαιόν τι μέγα καὶ πάλιν, Ἕνεκεν τοῦ Ἰσραὴλ, φησὶ, τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ἐν ᾗ πρεσβεύω ἐν ἁλύσει. Τί ἐστι τοῦτο; οὐκ αἰσχύνῃ; οὐ δέδοικας τὴν οἰκουμένην δεσμώτης πε‐
30ριιών; οὐ φοβῇ μή τις ἀσθένειαν τοῦ Θεοῦ σου κα‐ ταγνῷ; μή τις διὰ τοῦτο οὐ μὴ προσέλθῃ; Οὐ τοιαῦ‐ τά μου, φησὶ, τὰ δεσμά· οἶδε καὶ ἐν βασιλείοις λάμ‐ πειν. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοὺς πλείο‐
35νας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δε‐ σμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως λαλεῖν τὸν λόγον Ὁρᾷς δεσμῶν ἰσχὺν μᾶλλον, ἢ νεκρῶν ἀναστάσεως; Δεδεμένον με εἶδον, καὶ μᾶλλον θαῤ‐ ῥοῦσιν. Ὅπου γὰρ δεσμὰ, ἀνάγκη καὶ μέγα τι γε‐
40νέσθαι ἐκεῖ· ὅπου θλῖψις, πάντως ἐκεῖ καὶ σωτηρία, πάντως ἐκεῖ ἄνεσις, πάντως ἐκεῖ μεγάλα κατορθώ‐ ματα. Ὁ γὰρ διάβολος ὅταν λακτίσῃ, τότε πλήττε‐ ται· ὅταν δήσῃ τοὺς τοῦ Θεοῦ δούλους, τότε μάλιστα ὁ λόγος ἐπιδίδωσι. Καὶ θέα πανταχοῦ τοῦτο γινό‐
45μενον. Ἐδεσμεύθη, καὶ ἐν τῷ δεσμωτηρίῳ ταῦτα εἰργάσατο. Ἐν αὐτοῖς γὰρ, φησὶ, τοῖς δεσμοῖς μου. Ἐδεσμεύθη ἐν Ῥώμῃ, καὶ πλείονας ἐπηγάγετο· οὐ γὰρ αὐτὸς μόνος ἐθάῤῥει, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δι’ αὐ‐ τοῦ. Ἐδεσμεύθη ἐν Ἱεροσολύμοις, καὶ δεδεμένος δη‐

62

.

65

(50)

μηγορῶν τὸν βασιλέα κατέπληξε, καὶ τὸν ἄρχοντα εἰς φόβον ἤγαγεν· ἔμφοβος γὰρ γενόμενος, φησὶν, ἀπέλυσεν αὐτὸν, καὶ οὐκ ᾐσχύνετο παρὰ τοῦ δεδεμένου μανθάνων περὶ τῶν μελλόντων ὁ δήσας αὐτόν. Δεδεμένος ἔπλει, καὶ ναυάγιον ἔλυσε, καὶ τὸν
55χειμῶνα ἐπέδησεν. Ἐν δεσμοῖς ὄντος αὐτοῦ τὸ θη‐ ρίον ἐκεῖνο καθήψατο, καὶ μηδὲν λυμηνάμενον ἐξέπε‐ σεν. Ἐδέθη ἐν Ῥώμῃ, καὶ δεδεμένος δημηγορῶν μυρίους ἐπεσπάσατο, ἀντὶ πάντων τοῦτο αὐτὸ προ‐ βαλλόμενος, τὴν ἅλυσιν λέγω.
60Ἀλλ’ οὐκ ἔστιν ἁλύσει δεθῆναι νῦν. Ἀλλ’ ἔστιν
ἑτέρα ἅλυσις, ἂν ἐθέλωμεν. Ποία δὴ αὕτη; Τὸ τῆςColumn end

62

.

66

χειρὸς κρατεῖν, τὸ μὴ πρὸς πλεονεξίαν ἕτοιμον εἶναι. Ταύτῃ τῇ ἁλύσει δήσωμεν ἑαυτούς· ἀντὶ σιδηρίου γενέσθω ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Λύσωμεν τοὺς δεδε‐ μένους ὑπὸ πενίας, ὑπὸ θλίψεως. Οὐκ ἔστιν ἴσον
5δεσμωτηρίου θύρας ἀνοῖξαι, καὶ ψυχὴν συγκεκλει‐ σμένην ἀφεῖναι· οὐκ ἔστιν ἴσον λῦσαι δεσμὰ δεσμω‐ τῶν δεδεμένων, καὶ τεθραυσμένους ἀπολῦσαι ἐν ἀφέ‐ σει. Τοῦτο ἐκείνου μεῖζόν ἐστιν· ἐκείνου μὲν γὰρ οὐ‐ δεὶς κεῖται μισθὸς, τούτου δὲ μυρίοι. Μακρὰ ἡ τοῦ
10Παύλου γέγονεν ἅλυσις, καὶ ἐπὶ πολὺ κατέσχεν ἡμᾶς· καὶ γάρ ἐστιν ὄντως μακρὰ, καὶ πάσης σειρᾶς χρυ‐ σῆς κοσμιωτέρα. Αὕτη τοὺς δεδεμένους καθάπερ διά τινος μηχανῆς ἕλκει πρὸς τὸν οὐρανὸν, καὶ ὥσπερ χρυσῆ σειρὰ ἐξαρτηθεῖσα, ἀνέλκει πρὸς αὐτὸν τὸν
15οὐρανόν· καὶ τὸ δὴ θαυμαστὸν, κάτω δεθεῖσα, τοὺς δεδεμένους ἄνω ἕλκει. Καίτοι οὐχ αὕτη τῶν πραγ‐ μάτων ἡ φύσις· ἀλλ’ ὅταν Θεὸς οἰκονομῇ, μὴ ζήτει πραγμάτων φύσιν μηδὲ ἀκολουθίαν, ἀλλὰ τὰ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν. Μάθωμεν μηδὲ ἐν ταῖς θλί‐
20ψεσι καταπίπτειν, μηδὲ δυσχεραίνειν. Ὅρα γὰρ τὸν μακάριον τοῦτον· μεμαστίγωτο, καὶ μεμαστίγωτο ἰσχυρῶς· Πολλὰς γὰρ αὑτοῖς, φησὶν, ἐπιθέντες πληγάς· καὶ ἐδέδετο, καὶ τοῦτο πάλιν ἰσχυρῶς· εἰς γὰρ τὴν ἐσωτέραν φυλακὴν ἐνέβαλεν αὐτὸν, καὶ μετὰ
25πλείονος ἀσφαλείας. Καὶ ἐν τοσούτοις ὢν κατὰ τὸ μεσονύκτιον, ὅτε καὶ οἱ σφόδρα ἐγηγερμένοι καθεύ‐ δουσιν, ἑτέρου δεσμοῦ χαλεπωτέρου, τοῦ ὕπνου ἐπικειμένου, ᾖδον καὶ ὕμνουν τὸν Κύριον. Τί τούτων γένοιτ’ ἂν τῶν ψυχῶν ἀδαμαντινώτερον; Ἐνενόουν
30ὅτι καὶ οἱ παῖδες ἐν πυρὶ ᾖδον καὶ ἐν καμίνῳ· ἴσως ἐλογίζοντο, ὅτι Ἡμεῖς οὐδὲν τοιοῦτον οὐδέπω πεπόν‐ θαμεν. Ἀλλὰ καλῶς ποιῶν ὁ λόγος εἰς ἑτέρους ἡμᾶς πάλιν ἐξήνεγκε δεσμοὺς καὶ δεσμωτήριον ἕτερον.
35 Τί πάθω; βούλομαι σιγῆσαι, ἀλλ’ οὐ δύναμαι. Ἕτερον δεσμωτήριον εὗρον ἐκείνου πολλῷ θαυμα‐ σιώτερον καὶ ἐκπληκτικώτερον. Ἀλλά μοι διανά‐ στητε, ὡς νῦν ἀρχομένου τοῦ λόγου, καὶ ἀκμαζού‐ σαις προσέλθετε ταῖς διανοίαις. Βούλομαι διακόψαι
40τὸν λόγον, καὶ οὐκ ἀνέχεται. Καθάπερ γάρ τις μεταξὺ πίνων οὐκ ἂν ἀνάσχοιτο διακόψαι, κἂν ὁτιοῦν τις ἐπαγγέλληται· οὕτω κἀγὼ τῆς κύλικος ἐπιλαβόμενος τῆς θαυμαστῆς τοῦ δεσμωτηρίου τῶν διὰ Χρι‐ στὸν δεδεμένων, οὐ δύναμαι παύσασθαι, οὐ δύναμαι
45σιγῆσαι. Εἰ γὰρ αὐτὸς ἐν δεσμωτηρίῳ καὶ ἐν νυκτὶ οὐκ ἐσίγησεν, οὐδὲ ἐν μάστιξιν, ἐγὼ σιγήσομαι καθ‐ ήμενος ἡμέρας οὔσης, μετὰ πολλῆς τῆς ἀνέσεως φθεγγόμενος, τῶν δεδεμένων, τῶν μεμαστιγωμένων, τῶν ἐν μέσῃ νυκτὶ τοῦτο μὴ παθόντων;

62

.

66

(50)

Οἱ παῖδες οὐκ ἐσίγων ἐν καμίνῳ καὶ ἐν πυρί· καὶ ἡμεῖς οὐκ αἰσχυνόμεθα σιγῶντες; Ἴδωμεν οὖν καὶ τοῦτο τὸ δεσμωτήριον. Ἐδέθησαν καὶ ἐνταῦθα, ἀλλ’ εὐθέως καὶ ἐκ προοιμίων ἐδείκνυτο, ὅτι οὐκ ἔμελλον καίεσθαι, ἀλλ’ ὡς εἰς δεσμωτήριον εἰσιέναι. Τί γὰρ
55δεσμεῖς τοὺς μέλλοντας φλογίζεσθαι; Ἐδέθησαν, καθὼς Παῦλος, καὶ πόδας καὶ χεῖρας· ἐδέθησαν μετὰ τοσούτου θυμοῦ. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν ἐσω‐ τέραν ἔβαλε φυλακὴν, καὶ οὗτος ἐπὶ πολὺ καῆναι τὴν κάμινον ἐκέλευσεν. Ἀλλ’ ἴδωμεν τὰ μετὰ ταῦτα.
60Ὑμνούντων ἐκείνων ἐσείετο τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι· καὶ τούτων ὑμνούντων ἐλύθη τὰ δεσμὰ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν· ἀνεῴχθη τὸ δεσμωτήριον, καὶ ἀνεῴχθησαν αἱ θύραι τῆς κα‐
μίνου· δρόσος γὰρ πνεύματος διεσύριζεν. Ἀλλ’ ὅμως65

62

.

67

πολλά με περιῤῥεῖ· οὐκ οἶδα ποῖον εἴπω πρῶτον, ποῖον δὲ δεύτερον. Διὸ παρακαλῶ, μή με τάξιν τις ἀπαιτείτω· πολλὴ γὰρ ἡ συγγένεια τῶν πραγμάτων. Ἐλύθησαν οἱ συνδεδεμένοι αὐτοῖς, καὶ ὅμως ἐκά‐
5θευδον· ἐνταῦθα δὲ ἀντὶ τούτου γέγονεν ἕτερόν τι· κατεκάησαν οἱ ἐμβαλόντες αὐτούς. Ἀλλ’, ὅπερ ἐβου‐ λόμην εἰπεῖν, εἶδε λελυμένους, καὶ προσέπεσεν αὐ‐ τοῖς ὁ βασιλεύς· ἤκουσεν ὑμνούντων, καὶ τέσσαρας εἶδε περιπατοῦντας, καὶ ἐκάλεσεν αὐτούς. Καθάπερ
10οὖν ὁ Παῦλος οὐκ ἐξῆλθε, καίτοι δυνάμενος, ἕως ὁ ἐμβαλὼν ἐκάλεσεν αὐτὸν καὶ ἐξήγαγεν, οὕτως οὐδὲ οἱ τρεῖς παῖδες ἐξῆλθον, ἕως οὗ ὁ ἐμβαλὼν ἐξελθεῖν ἐκέλευσε. Τί ἀπὸ τούτου παιδευόμεθα; Μὴ σπεύδειν ἐν ταῖς ἐπαγωγαῖς, μηδὲ ἐπείγεσθαι ἐν ταῖς θλίψεσι,
15μήτε πάλιν λυόντων ἐμμένειν. Ἀλλ’ οὗτος μὲν προσ‐ έπεσε· καὶ γὰρ εἰσελθεῖν ἠδύνατο, ἔνθα ἦσαν οἱ ἅγιοι· ἐκεῖνος δὲ πρὸς τὴν θύραν ἐλθὼν, ἔστη· οὐ γὰρ ἐτόλμα προσελθεῖν εἰς τὸ δεσμωτήριον τὸ ἔνδον, ὅπερ αὐτοῖς διὰ τοῦ πυρὸς κατεσκεύασε. Καὶ θέα
20μοι τὰ ῥήματα. Οὗτός φησι, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; ἐκεῖνος οὐ μετὰ τοσαύτης μὲν ταπεινο‐ φροσύνης, οὐκ ἔλαττον δὲ φωνὴν ἡδίω ἀφῆκε, Σε‐ δρὰχ, Μισὰκ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Μεγάλη τιμή· Οἱ
25δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Πῶς ἐξέλθωσιν, ὦ βασιλεῦ; δεδεμένους ἐν‐ έβαλες τῷ πυρὶ, τοσοῦτον ἐνεχρόνισαν τῷ πυρὶ χρό‐ νον; Εἰ γὰρ ἀδαμάντινοι ἦσαν, εἰ γὰρ ὕλαι μεταλ‐ λικαὶ, καὶ ὕμνον λέγοντες ἐκεῖνον ἅπαντα, οὐκ ἂν
30ἀπώλοντο; Διὰ τοῦτο μὲν οὖν ἐσώθησαν, ὅτι ὕμνουν. ᾘδέσθη τὴν προθυμίαν αὐτῶν τὸ πῦρ, ᾐδέσθη καὶ τὴν ᾠδὴν τὴν θαυμαστὴν ἐκείνην καὶ τοὺς ὕμνους. Πῶς αὐτοὺς καλεῖς; Προλαβὼν εἶπον, Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου· τοῖς γὰρ τοῦ Θεοῦ δούλοις
35πάντα δυνατά. Εἰ γὰρ ἀνθρώπων εἰσὶ δοῦλοί τι‐ νες, καὶ ἐν τοῖς ἐκείνων οὐχ ἧττον ἰσχύουσι καὶ κρατοῦσι καὶ διατάττονται, πολλῷ μᾶλλον οἱ τοῦ Θεοῦ δοῦλοι. Τὴν ἡδίστην φωνὴν ἐκάλεσεν· ᾔδει τού‐ τῳ μάλιστα κολακεύων αὐτούς. Εἰ γὰρ ἵνα δοῦλοι
40τοῦ Θεοῦ μένωσιν, εἰς πῦρ ἐνέβησαν, οὐκ ἦν αὐτοῖς ἑτέρα φωνὴ ταύτης ἡδίων· οὐκ ἂν, εἰ βασιλεῖς αὐ‐ τοὺς ἐκάλεσεν, οὐκ ἂν, εἰ τῆς οἰκουμένης δεσπότας, οὕτως ἂν αὐτοὺς ηὔφρανεν, ὡς ὅτε εἶπεν, Οἱ δοῦλοι Θεοῦ τοῦ ὑψίστου. Καὶ τί θαυμάζεις; Τῇ γὰρ
45μεγάλῃ πόλει, τῇ κρατούσῃ τῆς οἰκουμένης, καὶ μέγα φρονούσῃ ἐπ’ ἀξιώμασιν, ὡς ἀντίῤῥοπον πρὸς ἀξίαν, μᾶλλον δὲ πολλῷ μεῖζον καὶ ἀσυγκρίτως μεῖ‐ ζον καὶ ὑπατείας καὶ βασιλείας καὶ τῆς ἀρχῆς τῆς οἰκουμένης, ὁ Παῦλος τοῦτο τέθεικε γράφων· Παῦ‐

62

.

67

(50)

λος δοῦλος Ἰησοῦ Χριστοῦ. Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Εἰ γὰρ τοσαύτην, φησὶ, ποιοῦνται σπουδὴν, ὥστε δοῦλοι εἶναι, πάντως τούτῳ πείσομεν αὐτούς. Ὅρα τοίνυν καὶ τὴν εὐλάβειαν τῶν παίδων. Οὐκ ἠγανάκτησαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ ἀντεῖπον,
55ἀλλ’ ἐξῆλθον. Εἰ γὰρ τιμωρίαν τὸ πρᾶγμα ἐνόμιζον, τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, κἂν ἤλγησαν πρὸς τὸν ἐμβαλόντα· νῦν δὲ οὐδὲν τούτων, ἀλλ’ ὡς ἐξ αὐτοῦ προϊόντες τοῦ οὐρανοῦ, οὕτω προῄεσαν. Καὶ ὃ περὶ τοῦ ἡλίου φησὶν ὁ προφήτης, ὅτι Ὡς νυμφίος ἐκ‐
60πορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο καὶ περὶ τούτων εἰπών τις οὐκ ἂν ἁμάρτοι. Πῶς; Ὅτι τούτου δὴ τοῦ οὕτως ἐκπορευομένου ἐκεῖνοι τότε λαμπρότε‐ ρον ἐξεπορεύοντο. Οὗτος μὲν γὰρ ἐξεπορεύετο τὴν οἰ‐
κουμένην φωτίζων τῷ αἰσθητῷ φωτὶ, ἐκεῖνοι δὲ τὴνColumn end

62

.

68

οἰκουμένην φωτίζοντες ἑτέρως, νοητῶς λέγω. Διὰ γὰρ αὐτοὺς εὐθέως διάταγμα ἔπεμπεν ὁ βασιλεὺς ταῦτα ἔχον τὰ ῥήματα· Ἤρεσεν ἐναντίον ἐμοῦ τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν ὁ Θεὸς δηλῶσαι
5ἡμῖν, ὡς μεγάλα καὶ ἰσχυρά. Ὥστε λαμπροτέραν ἐξῄεσαν ἀφιέντες ἀκτῖνα, φαιδρὰν μὲν οὖσαν καὶ ἐν αὐτοῖς τοῖς χωρίοις, μάλιστα δὲ πανταχοῦ ἐκταθῆναι δυναμένην διὰ τῶν γραμμάτων τῶν βασιλικῶν, καὶ λῦσαι τὸ πανταχοῦ τεταμένον σκότος. Ἐξέλθετε,
10καὶ δεῦτε. Οὐκ ἐκέλευσε σβέσαι τὴν κάμινον, ἀλλὰ καὶ τούτῳ μάλιστα αὐτοὺς ἐτίμησε, τῷ πιστεῦσαι, ὅτι δυνήσονται μὴ μόνον ἔνδον περιπατεῖν, ἀλλὰ καὶ καιομένης ἐξελθεῖν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ δεσμοφύλακος τὰ
15ῥήματα. Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί ταύτης τῆς φωνῆς ἥδιον; Αὕτη σκιρτᾷν καὶ ἀγγέλους ποιεῖ· ἵνα ταύτην ἀκούσῃ τὴν φωνὴν, καὶ δοῦλος ἐγέ‐ νετο ὁ τοῦ Θεοῦ Μονογενής· ταύτην πρὸς Πέτρον ἔλεγον τὴν φωνὴν οἱ παρὰ τὴν ἀρχὴν πιστεύσαντες·
20Τί ποιήσομεν, ἵνα σωθῶμεν; Καὶ τί φησιν αὐτός; Πιστεύσατε, καὶ βαπτίσθητε. Ἡδέως ἂν καὶ εἰς γέεν‐ ναν ἐνέπεσεν ὁ Παῦλος, ὥστε ταύτην ἀκοῦσαι τὴν φωνὴν παρὰ Ἰουδαίων, δι’ ἐπιθυμίαν σωτηρίας καὶ ὑπακοῆς αὐτῶν. Ὅρα δέ· τὸ πᾶν αὐτοῖς ἐπιτρέπει,
25οὐδὲν περιεργάζεται. Ἀλλ’ ἴδωμεν τὰ μετὰ ταῦτα. Οὗτος οὐ λέγει, Ἵνα σωθῶ, ἀλλὰ τρανοτέρα πάσης φωνῆς αὐτῷ ἡ διδασκαλία γέγονε· καὶ γὰρ εὐθέως γίνεται κήρυξ. Οὐ δεῖται κατηχηθῆναι, καθάπερ ὁ δεσμοφύλαξ, ἀλλὰ τί; Ἀνακηρύττει τὸν Θεὸν, καὶ
30ὁμολογεῖ τὴν δύναμιν· Ἐπ’ ἀληθείας οἶδα, ὅτι ὁ Θεὸς ὑμῶν αὐτός ἐστι τῶν θεῶν Θεὸς, καὶ Κύριος τῶν κυ‐ ρίων· ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐῤῥύ‐ σατο ὑμᾶς ἀπὸ τῆς καμίνου. Καὶ τί μετὰ ταῦτα; Οὐχ εἷς δεσμοφύλαξ, ἀλλὰ πολλοὶ κατηχοῦνται διὰ τῶν
35γραμμάτων τῶν βασιλικῶν, διὰ τῆς θέας τῶν πραγμά‐ των. Ὅτι γὰρ οὐκ ἂν ἐψεύσατο ὁ βασιλεὺς, παντί που δῆλον· οὐ γὰρ ἂν ἠθέλησε τοιαῦτα τοῖς αἰχμαλω‐ τισθεῖσι μαρτυρῆσαι, οὐδὲ τὰ αὑτοῦ καταβαλεῖν· οὐκ ἂν ἠθέλησε τοσαύτης ἀνοίας δόξαν λαβεῖν. Ὥστε εἰ
40μὴ πολλὴ τῆς ἀληθείας ἡ περιφάνεια, οὐκ ἂν τοιαῦτα ἔγραψε, καὶ τοσούτων παρόντων. Ὁρᾶτε πόση τῶν δεσμῶν ἡ δύναμις; πόση τῆς ὑμνῳδίας τῆς ἐν θλίψει ἡ ἰσχύς; Οὐκ ἀπηγόρευσαν οὐδὲ ἀνέπεσον, ἀλλὰ τότε μᾶλλον ἦσαν σφοδροὶ, τότε πλείων ἡ προθυμία. Εἰ‐
45κότως ταῦτα ἐννοοῦσιν. Ἔτι ἓν ὑπολείπεται. Διὰ τί ἐν μὲν τῷ δεσμωτηρίῳ οἱ δεδεμένοι ἐλύθησαν, ἐν δὲ τῇ καμίνῳ οἱ ἐμβαλόντες κατεκάησαν; Καίτοι γε ἐχρῆν τὸν βασιλέα τοῦτο παθεῖν· οὐ γὰρ οἱ δεσμοῦν‐ τες οὐδὲ οἱ ἐμβάλλοντες τοσοῦτον ἥμαρτον, ὅσον ὁ

62

.

68

(50)

κελεύων τοῦτο γενέσθαι. Τίνος οὖν ἕνεκεν ἐκεῖνοι ἀπώλοντο; Ἐνταῦθα οὐ πολλή τις χρεία τῆς ἀκρι‐ βολογίας. Ἀσεβεῖς γὰρ ἦσαν· διὰ τοῦτο ᾠκονόμητο, ἵνα δειχθῇ τοῦ πυρὸς ἡ ἰσχὺς, καὶ μεῖζον τὸ θαῦμα γένηται. Εἰ γὰρ τοὺς ἔξω οὕτω κατέφαγεν, οὓς ἔνδον
55εἶχε, πῶς ἀπαθεῖς ἐδείκνυ; Ἵνα δήλη γένηται ἡ τοῦ Θεοῦ δύναμις. Καὶ μηδεὶς θαυμαζέτω, εἰ τὸν βασιλέα ἐν τάξει τοῦ δεσμοφύλακος ἔθηκα· τὸ γὰρ αὐτὸ εἰργά‐ σατο. Οὐδὲν γὰρ οὗτος ἐκείνου λαμπρότερος ἦν· ἀπώναντο γὰρ ἀμφότεροι. Ἀλλ’, ὅπερ ἔφην, ὅτι ἐν
60ταῖς θλίψεσιν ὄντες οἱ δίκαιοι, τότε μάλιστά εἰσι σφο‐ δρότεροι, ὅταν ἐν δεσμοῖς ὦσι. Τὸ γὰρ διὰ Χριστόν
τι παθεῖν, πάσης παραμυθίας ἥδιον. Βούλεσθε ὑπο‐67

62

.

69

μνήσω ὑμᾶς καὶ ἑτέρου δεσμωτηρίου; Ἀναγκαῖον ἀπὸ τῆς ἁλύσεως ταύτης ἐφ’ ἕτερον ἐλθεῖν δεσμωτή‐ ριον. Τὸ ποῖον βούλεσθε; τὸ τοῦ Ἱερεμίου; ἢ τὸ τοῦ Ἰωσήφ; ἢ τὸ Ἰωάννου; Χάρις τῇ Παύλου ἁλύσει·
5πόσα ἀνέῳξε τῷ λόγῳ δεσμωτήρια; Τὸ Ἰωάννου βού‐ λεσθε; Ἐδέθη καὶ οὗτος ποτὲ διὰ τὸν Χριστὸν καὶ τὸν τοῦ Θεοῦ νόμον. Τί οὖν; ἆρα ἤργει ἐν τῷ δεσμω‐ τηρίῳ ὤν; οὐχὶ δὲ ἐκεῖθεν πέμψας ἐκ τοῦ δεσμωτη‐ ρίου ἔλεγε τοῖς μαθηταῖς αὑτοῦ, Πορευθέντες εἴπατε
10τῷ Χριστῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶ‐ μεν; Καὶ ἐκεῖ ὢν ἄρα ἐδίδασκεν· οὐ γὰρ δὴ ἠμέλει. Ἀλλ’ Ἱερεμίας οὐχὶ προεφήτευσε περὶ τοῦ Βαβυλω‐
νίου, πάντα τὰ αὑτοῦ καὶ ἐκεῖ ποιῶν; Τί δὲ ὁ Ἰω‐Column end

62

.

70

σήφ; οὐχὶ τριακαίδεκα ἔτη ἐδέδετο; Ἀλλ’ ὅμως οὐδὲ ἐκεῖ τῆς ἀρετῆς ἐπελάθετο. Ἔτι ἑνὸς εἰπόντες δε‐ σμοὺς, καταπαύσομεν τὸν λόγον. Ἐδέθη καὶ ὁ Δεσπό‐ της ὁ ἡμέτερος, ὁ τὴν οἰκουμένην λύσας τῶν ἁμαρ‐
5τημάτων· ἐδέθησαν χεῖρες αἱ μυρία ἐργασάμεναι καλά· Δήσαντες γὰρ αὐτὸν, φησὶν, ἤγαγον πρὸς Καϊάφαν. Καὶ ἐδέδετο ὁ τοσαῦτα θαυματουργήματα ἐργασάμενος. Ταῦτα ἐννοοῦντες, μηδέποτε δυσχεραί‐ νωμεν, ἀλλὰ κἂν δεθῶμεν, χαίρωμεν· κἂν μὴ ἐν τοῖς
10δεσμοῖς ὦμεν, ὡς συνδεδεμένοι διακεώμεθα. Ὁρᾷς ὅσον ἀγαθὸν ὁ δεσμός; Ταῦτα πάντα εἰδότες, χάριν ἀναπέμπωμεν ὑπὲρ πάντων τῷ Θεῷ, ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.Column end

62

.

69

(14)

ΟΜΙΛΙΑ Θʹ.
15Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ
20 πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη καὶ σημείων λαμπροτέρα. Οὐ μάτην οὖν ἐν‐ ταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ’ ὡς μάλιστα δι’ αὐτῆς δυσωπήσων. Καὶ τί φησι;
25Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, μετὰ πραό‐ τητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ
30διὰ Χριστόν. Διὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυ‐ ρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον ἡμᾶς ἀποσύρει τῶν προκειμένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένο‐ μεν, ἀλλ’ ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βου‐
35λόμενοι καὶ εὐχόμενοι. Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύ‐ σεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ μὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλομαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολο‐ γούμενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίμην ἂν
40τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σή‐ μερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγμα νομίζων, ταῦτα ἔλεγε, μὴ γένοιτο· οὐ
45γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δε‐ σμοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ’ ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκμήριον ἦν τοῦ μεγάλα ἡγεῖσθαι τὰ δεσμά. Ὥσπερ γὰρ Κοριν‐

62

.

69

(50)

θίοις γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύ‐ ναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσμον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσμῶν. Διὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσμῶν τούτων. Τοῖς μέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ
55παρῄνει συνδεδέσθαι τοῖς δεδεμένοις. Διὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσμοῖς, καὶ ἐδεσμεῖτο, καὶ μετὰ τῶν δεσμωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων
τοῦτο τὸ θέαμα, δεδεμένον ἰδεῖν Παῦλον καὶ ἐξαγό‐Column end

62

.

70

(15)

μενον ἀπὸ τοῦ δεσμωτηρίου. Δεδεμένον ἰδεῖν καὶ ἔν‐ δον καθήμενον, ποίας ἡδονῆς τοῦτο οὐ μεῖζον; τίνος οὐκ ἂν τιμήσαιμι τὸ πρᾶγμα; Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύ‐ γους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δο‐
20ρυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρα‐ τα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερ‐ πνότερον; Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριά‐
25κις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμ‐ πομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐ‐ τοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδομαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγμα ὑμῖν ποιήσω φα‐ νερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄν‐
30δρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεμωμένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήμενος παρ’ ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταμείοις μετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώμης ἐβουλεύετο, εἰς μέ‐ σον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς
35βουλὰς, τὰ ἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐμπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυμῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων μαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰς μηχανὰς ἀκυροῦντα τὰς
40τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζη‐ τοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαμαρείᾳ καθήμενος, οὐκ ἐῶν ἑστάναι τὴν τοῦ βασιλέως γνώμην, ἀλλὰ πάντα ἐκ‐ φέρων. Ἐκεῖνος ἐνόμισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν
45δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιμῆσαι τὸν ἄνδρα, θαυμάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήμε‐ νον, πάντα τὰ ἐν τῷ ταμείῳ τοῦ βασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο μὲν οὐκ ἐποίησε, παρ‐

62

.

70

(50)

οξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόμενος μόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέμπει παραστήσων τὸν προ‐ φήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ μαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων μήπω κρινόμενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶ‐
55ται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, μᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσμοὺς ἐμπίπτομεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος,
ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ69

62

.

71

διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προ‐ φήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο,
5ἀλλ’ ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόμενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ μεθ’ ἡμῶν ὑπὲρ τοὺς μετ’ αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει
10τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπε‐ πλησμένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ μὴ ἀγγέλων παρατάξεις. βʹ. Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρ‐ είπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προ‐
15φήτης Δαυῒδ ἔλεγε· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ Δε‐ σπότης τότε μετ’ αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου
20τῷ μὲν Ἀβραὰμ ὠπτάνετο, μετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰμι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθή‐
25σεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ’ ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ ἐν Ῥώμῃ μαρτυρῆσαι. Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ
30Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται. Καθ‐ άπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ μὲν καὶ ἁπλῶς ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ’ αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν
35αὐτὸν διδάσκοντα. Εἴπω τί μεταξὺ νῦν ὑπελθόν με νόημα; Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ’ ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσμὰ τεθῆναι μετὰ τοῦ σώματος, καὶ
40τὸ σῶμα δεδεμένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖν‐ ται μετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσμῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐ‐ τοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσμῶν· ἀλλ’
45ἡμεῖς οὐ δεσμούμεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ μὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσμά· οἱ ταῦτα μὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέ‐ γοντος· Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ μὴ

62

.

71

(50)

γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσμῶν καὶ ἐμπλησθῆναι γένοιτο. Διὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ παρακαλῶ ὑμᾶς, ἀξίως περιπα‐ τῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχομεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ
55συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ μυρία ἐργασαμένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ’ ἐκείνων μόνον, ἀλλ’ ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης
60ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς
ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖςColumn end

62

.

72

ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ’ εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώμων δύναται εἶναι καὶ εὐχά‐ ριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες;
5Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πρά‐ γμασι μόνοις, ἀλλὰ καὶ ἐν σχήματι καὶ ἐν φθέγματι·
10μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρα‐ σύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφρο‐ σύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ
15πτωχοὶ τῷ πνεύματι, καὶ τοῦτο πρῶτον τιθέντος. Διὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινο‐ φροσύνης καὶ πραότητος καὶ μακροθυμίας. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ’ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχό‐
20μενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι, φησὶν, ἀλλή‐ λων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις,
25πῶς σὲ οἴσει ὁ Δεσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνό‐ τητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Δῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνομα ἤνθησεν, ὁ δεσμός· ἀφήκαμεν αὐτὸν, καὶ αὐτὸς
30ἡμῖν πάλιν ἐπέδραμε. Καλὸς ἐκεῖνος ὁ δεσμὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδη‐ σον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεμένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀμφοτέρων σὺ κύριος· ὃν
35γὰρ ἂν βουλήσωμαι ποιῆσαι φίλον, δυνήσομαι. Μετ’ εὐκολίας σπουδάζοντες. Δείκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγμα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. γʹ. Τί ἐστιν ἑνότης πνεύματος; Καθάπερ ἐν σώματι
40πνεῦμά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν μέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα. Διὰ γὰρ τοῦτο τὸ πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρό‐ ποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος,
45ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ μᾶλλον ἢ εἰ σῶμα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγε‐ νείας πολλῷ μείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβε‐ στέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ μονοειδής ἐστι. Πῶς

62

.

72

(50)

δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσμῳ τῆς εἰρή‐ νης. Οὐκ ἔστιν ἐν ἔχθρᾳ καὶ διαστάσει ταύτην εἶναι. Ὅπου γὰρ ἔριδες ἐν ἡμῖν, φησὶ, καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καθάπερ γὰρ τὸ πῦρ,
55ὅταν μὲν ξηρὰ εὕρῃ ξύλα, μίαν τὰ πάντα ἐργάζεται πυρὰν, ὅταν δὲ ὑγρὰ, οὐδὲ ἐνεργεῖ οὐδὲ συγκολλᾶται· οὕτω καὶ ἐνταῦθα· οὐδὲν τῶν ψυχρῶν αὐτὴν συ‐ σφίγξαι δύναται, ἕκαστον δὲ ὡς ἐπὶ τὸ πολὺ τῶν θερ‐ μῶν. Ἀπὸ τούτου γοῦν καὶ ἡ θερμότης τῆς ἀγάπης
60τίκτεται· ἀπὸ τοῦ συνδέσμου τῆς εἰρήνης βούλεται συνδῆσαι πάντας ἡμᾶς. Καθάπερ γὰρ, φησὶν, ἐὰν θέλῃς σαυτὸν ἑτέρῳ προσδῆσαι, ἄλλως οὐ δυνήσῃ, ἀλλ’ ἢ διὰ τοῦ κἀκεῖνον σαυτῷ προσδῆσαι, καὶ εἰ
ἐθέλοις διπλοῦν ποιῆσαι τὸν δεσμὸν, χρὴ κἀκεῖνόν σε71

62

.

73

προσδεθῆναι· οὕτω καὶ ἐνταῦθα ἀλλήλοις προσδε‐ δέσθαι βούλεται, οὐχ ἁπλῶς εἰρηνεύειν, οὐδὲ ἁπλῶς φιλεῖν, ἀλλ’ ἐν πᾶσιν εἶναι μίαν ψυχήν. Καλὸς οὗτος ὁ δεσμός· τούτῳ τῷ δεσμῷ καὶ ἀλλήλοις καὶ πρὸς τὸν
5Θεὸν συνδήσωμεν ἑαυτούς. Οὐ θλίβει, οὐ πιέζει τὰς δεδεμένας χεῖρας οὗτος ὁ δεσμὸς, ἀλλ’ ἀνίησι καὶ ἐν εὐρυχωρίᾳ καθίστησι πολλῇ καὶ τῶν λελυμένων μᾶλ‐ λον εὐθυμεῖσθαι ποιεῖ. Ὁ ἰσχυρὸς καὶ δεδεμένος μετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ
10ἀφίησιν ἀπολέσθαι· κἂν μετὰ τοῦ ῥᾳθύμου προσ‐ δεθῇ, διεγείρει μᾶλλον αὐτόν. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, φησὶν, ὡς πόλις ὀχυρά. Ταύτην τὴν ἅλυσιν οὐχ ὁδῶν διάστημα κωλῦσαι δύ‐ ναται, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάνατος, οὐκ ἄλλο
15οὐδὲν, ἀλλὰ πάντων ἐστὶ κρείττων καὶ ἰσχυροτέρα· αὕτη καὶ ἀπὸ μιᾶς τεχθεῖσα ψυχῆς, δύναται ὁμοῦ πολλοὺς περιλαβεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Οὐ στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Πλατύνθητε καὶ ὑμεῖς. Τί δὴ οὖν τοῦτον λυμαίνεται
20τὸν δεσμόν; Χρημάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων· χαύνους αὐτοὺς ποιεῖ καὶ διακόπτει. Πῶς οὖν, ἵνα μὴ διακοπῶσιν; Ἐὰν ταῦτα ἐκποδὼν γένηται, καὶ μηδὲν παρενοχλῇ τῶν διαφθει‐ ρόντων τὴν ἀγάπην. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγον‐
25τος· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐδὲν οὕτως ἐναντίον ἀγάπῃ, ὡς ἁμαρτία, καὶ οὐ λέγω τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ τῇ πρὸς τὸν πλησίον. Πῶς οὖν καὶ λῃσταὶ εἰρη‐ νεύουσι, φησί; Πότε, εἰπέ μοι; Πάντως, ὅταν οὐ
30λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέμωνται, μὴ τοὺς νόμους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείμωσι τὸ δίκαιον, εὑρή‐ σεις ἂν κἀκείνους ἐν πολέμοις καὶ μάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· παν‐
35ταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν μετὰ δικαιο‐ σύνης καὶ ἀρετῆς βιῶσιν. Ἀλλὰ τί; ἀντερασταὶ εἰρηνεύουσιν; Οὐδαμῶς. Ἀλλὰ τίνα βούλει εἴπω; Πλεονέκτης μετὰ πλεονέκτου οὐκ ἂν εἰρηνεύσειέ ποτε· ὡς εἴ γε μὴ ἦσαν δίκαιοι καὶ ἐπιεικεῖς, καὶ
40ἀδικούμενοι μεταξὺ αὐτῶν, καὶ διεσπάσθη ἂν τὸ γένος. Καθάπερ γὰρ δύο θηρίων σφόδρα πεινώντων, ἂν μή τι γένοιτο μέσον τὸ δυνάμενον ὑπ’ αὐτῶν ἀναλωθῆναι, ἑαυτὰ κατεσθίουσιν· οὕτω καὶ ἐπὶ τῶν πλεονεκτῶν καὶ τῶν κακῶν ἐγένετο ἄν. Ὥστε οὐκ
45ἔνι εἰρήνην εἶναι, μὴ πρότερον ἀρετῆς κατορθω‐ θείσης. Κατασκευάσωμεν δὲ καὶ πόλιν, εἰ βούλει, πάντων πλεονεκτῶν καὶ ἰσοτίμων, καὶ μηδεὶς φερέτω ψῆφον τοῦ ἀδικεῖσθαι, ἀλλὰ πάντες ἀδικείτωσαν· μὴ δύναται συστῆναι ἡ πόλις ἐκείνη; Οὐδαμῶς. Ἀλλὰ

62

.

73

(50)

μοιχῶν ἔστιν εἰρήνη; Ἀλλ’ οὐχὶ εὑρήσεις οὐδὲ δύο ὁμονοοῦντας. Ὥστε οὐδὲν τούτου αἴτιον πάλιν, ἢ τὸ τὴν ἀγάπην ψυγῆναι· τοῦ δὲ τὴν ἀγάπην ψυγῆναι αἴτιον τὸ πληθυνθῆναι τὴν ἀνομίαν. Εἰς γὰρ φιλαυ‐ τίαν ἄγει τοῦτο, καὶ διαιρεῖ καὶ σχίζει τὸ σῶμα, καὶ
55χαυνοῖ καὶ διασπᾷ. Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ· ὁ μὲν γὰρ ἐνάρετος καὶ χρημάτων κρείττων. Ὥστε κἂν μυρίοι ὦσιν ἐν πενίᾳ, δύναιντ’ ἂν εἶναι εἰρηνικοί· οἱ δὲ πλεονέκται, κἂν δύο ὦσιν, οὐδέποτε δύνανται ἐν εἰρήνῃ εἶναι.
60 δʹ. Ὥστε ἐὰν ἡμεῖς ὦμεν ἐνάρετοι, ἡ ἀγάπη οὐκ ἀπο‐ λεῖται· ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ
ἀγάπη. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ ἐνάρετος οὐ προτιμᾷColumn end

62

.

74

χρήματα φιλίας, οὐδὲ μνησίκακός ἐστιν, οὐδὲ ἀδικεῖ τὸν πλησίον· οὐχ ὑβρίζει, φέρει πάντα γενναίως. Ἀπὸ τούτων ἡ ἀγάπη συνίσταται. Πάλιν ὁ ἀγαπῶν, πάντα ταῦτα ὑφίσταται. Οὕτως ἀλλήλων ἐστὶ κατασκευα‐
5στικά. Καὶ τοῦτο μὲν ἐντεῦθεν δείκνυται, ὅτι ἀπὸ ἀρετῆς ἡ ἀγάπη· τῷ γὰρ εἰπεῖν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη, τοῦτο ἐδήλωσεν· ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νό‐ μον ἐπλήρωσε, φησίν. Ὥστε ἓν τῶν δύο εἶναι χρὴ ἢ
10σφόδρα φιλικὸν καὶ ἐρώμενον, ἢ σφόδρα ἐνάρετον. Ὁ γὰρ τὸ ἓν ἔχων, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον κέκτηται· καὶ τοὐναντίον, ὁ μὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργά‐ σεται· ὁ πονηρὰ ἐργαζόμενος, οὐδὲ φιλεῖν οἶδε. Μετα‐ διώξωμεν τοίνυν τὴν ἀγάπην· φρούριον γάρ ἐστι πρὸς
15τὸ μηδὲν συγχωρῆσαι ἡμᾶς παθεῖν κακόν· συνδήσω‐ μεν ἑαυτούς. Μηδὲν δολερὸν ἔστω παρ’ ἡμῖν, μηδὲν ὕπουλον· οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φι‐ λία. Εἶπε δὲ τοῦτο καὶ ἄλλος σοφός τις ἀνήρ· Ἐπὶ φί‐ λον ἐὰν καὶ σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς·
20ἔστι γὰρ ἐπάνοδος. Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς τὸ στόμα, μὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ, καὶ μυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας. Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων. Ἂν πάντες τοίνυν
25ὦμεν φίλοι, οὐδὲ μυστηρίων δεῖ· ὥσπερ γὰρ αὐτός τις πρὸς ἑαυτὸν οὐδὲν ἔχει μυστήριον, οὐδὲ αὐτὸς ἑαυτὸν κρύπτειν δυνήσεται· οὕτως οὐδὲ τοὺς φίλους. Οὐκ ὄντων οὖν μυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου δια‐ κοπή. Δι’ οὐδὲν γὰρ ἔχομεν μυστήρια, ἢ διὰ τὸ μὴ
30πᾶσι θαῤῥεῖν· ὥστε ὁ ψυγμὸς τῆς ἀγάπης πε‐ ποίηκε μυστήρια. Τί γὰρ ἔχεις μυστήριον; ἀδικῆσαι τὸν πλησίον βούλει; ἢ κωλύεις ἀγαθοῦ τινος μετ‐ έχειν, καὶ διὰ τοῦτο κρύπτεις; Ἀλλ’ οὐδὲν τούτων· ἀλλ’ αἰσχύνῃ; Οὐκοῦν τὸ μὴ θαῤῥεῖν τούτου τεκμή‐
35ριον. Ἂν μὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται μυστηρίων ἀποκάλυψις, ἀλλ’ οὐδὲ ὀνειδισμός. Τίς γὰρ ἂν, εἰπέ μοι, καὶ πότε τῇ ἑαυτοῦ ψυχῇ ὀνειδίσειεν; Εἰ δὲ καὶ γένοιτο, ἐπὶ κέρδει. Ἐπεὶ καὶ παισὶν ὀνειδίζομεν, δακεῖν αὐτοὺς βουλόμενοι· καὶ ὁ Χριστὸς δὲ τότε ἤρ‐
40ξατο ὀνειδίζειν τὰς πόλεις, λέγων, Οὐαί σοι Χωραζὶν, οὐαί σοι Βηθσαϊδὰ, ἵνα ὀνειδισμῶν ἀπαλλάξῃ. Οὐδὲν γὰρ οὕτω δύναται καθάψασθαι διανοίας, καὶ διανα‐ στῆσαι μᾶλλον αὐτὴν, καὶ παρειμένην ἀνορθῶσαι. Μὴ δὴ ὀνειδίζωμεν ἁπλῶς ἀλλήλους. Τί γάρ; ἐπὶ χρήμα‐
45σιν αὐτὸν ὀνειδίσεις; Μηδαμῶς, εἴ γε κοινὰ τὰ ὄντα κέκτησαι. Ἀλλ’ ἐπὶ ἁμαρτήμασιν; Ἀλλ’ οὐδὲ τοῦτο, ἀλλὰ μᾶλλον διορθώσεις. Καὶ πληγῆς, φησὶ, δολίας. Τί ποτε; ἑαυτὸν ἀναιρήσει; τίς δὲ πλήξει; Οὐδὲ εἷς. Διώκωμεν τοίνυν τὴν ἀγάπην. Οὐκ εἶπεν ἁπλῶς, Ἀγα‐

62

.

74

(50)

πῶμεν, ἀλλὰ, Διώκωμεν. Πολλῆς δεῖ τῆς σπουδῆς· ταχέως ἀφανίζεται, ὀξεῖα πρὸς ἀναχώρησίν ἐστι· τοσαῦτα ἐν τῷ βίῳ τῷ πράγματι τούτῳ λυμαίνεται. Ἂν διώκωμεν αὐτὴν, οὐ φθάσει ἀπελθεῖν, ἀλλὰ τα‐ χέως αὐτὴν ἐξελκύσομεν· ἡ ἀγάπη τοῦ Θεοῦ τῷ οὐ‐
55ρανῷ συνῆψε τὴν γῆν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ἄνθρω‐ πον ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἐκάθισεν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Δεσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν Ἀγαπητὸν, ὑπὲρ τῶν
60μισούντων τὸν Υἱὸν, ὑπὲρ τῶν δούλων τὸν Δεσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεὸν, ὑπὲρ οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ μέχρι τού‐ του ἔστη, ἀλλὰ καὶ ἐπὶ μείζονα ἡμᾶς ἐκάλεσεν. Οὐ γὰρ μόνον ἀπήλλαξεν ἡμᾶς τῶν προτέρων κακῶν,
65ἀλλὰ καὶ πολλῷ μείζονα δώσειν ἕτερα ἐπηγγείλατο.73

62

.

75

Ὑπὲρ δὴ τούτων εὐχαριστήσαντες τῷ Θεῷ, πᾶσαν ἀρετὴν μετέλθωμεν, καὶ πρὸ πάντων τὴν ἀγάπην μετ’ ἀκριβείας κατορθώσωμεν, ἵνα καταξιωθῶμεν
ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶColumn end

62

.

76

φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος. τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

75

(5)

ΟΜΙΛΙΑ Ιʹ. Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. αʹ. Ὅταν ἐπί τι μεῖζον παρακαλῇ ὁ μακάριος Παῦλος, συνετὸς ὢν σφόδρα καὶ πνευματικὸς, ἀπὸ τῶν ἐν τοῖς
10οὐρανοῖς ποιεῖται τὴν παράκλησιν, τοῦτο δὴ αὐτὸ παρὰ τοῦ Κυρίου μεμαθηκώς· καθὼς καὶ ἀλλαχοῦ φησι· Περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγά‐ πησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ πάλιν, Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν
15Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὅταν γὰρ ᾖ τὰ ὑποδείγματα τὰ προ‐ κείμενα μεγάλα, σφοδρός ἐστι ζήλῳ καὶ τῷ πόθῳ. Τί οὖν φησιν, εἰς ἑνότητα προτρέπων ἡμᾶς; Ἓν σῶμα
20καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Τί δέ ἐστιν, Ἓν σῶμα; Οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοὶ καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσό‐ μενοι. Πάλιν καὶ οἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας
25εὐηρεστηκότες, ἓν σῶμά εἰσι. Πῶς; Ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. Πόθεν δῆλον; Ἀβραὰμ ὁ πα‐ τὴρ ἡμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέ‐ ραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη· καὶ πάλιν, Εἰ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί·
30περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, καὶ οἱ προφῆται. Οὐκ ἂν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν ἃ ἔλεγον· εἰδότες δὲ αὐτὸν, καὶ προσεκύνουν. Ὥστε κἀκεῖνοι ἓν σῶμα. Οὐ διέστηκε σῶμα πνεύματος, ἐπεὶ οὐκ ἂν εἴη σῶμα. Οὕτω καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν
35τὴν ἀκολουθίαν ἐχόντων λέγειν· Ἓν σῶμά ἐστιν. Οὕτω καὶ ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν μιᾷ κεφαλῇ. Εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν. Πλὴν ἀλλ’ οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε
40τοῦτο ἐκείνῳ διαφθονεῖται. Καίτοι γε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ τὸν τῆς ἀνάγκης λόγον. Καὶ ὅτι πάντα ἀναγκαίως γεγένη‐ ται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁμότιμα. Ἔστι δὲ τὰ μὲν κυριώτατα, τὰ δὲ ἧττον· οἷον, ἡ κεφαλὴ
45παντὸς τοῦ σώματός ἐστι κυριωτέρα, τάς τε αἰσθή‐ σεις πάσας ἐν ἑαυτῇ ἔχουσα, καὶ τὸ τῆς ψυχῆς ἡγε‐ μονικόν· καὶ κεφαλῆς ἄνευ ζῆσαι οὐκ ἔνι· ποδῶν δὲ ἐκκοπέντων πολλοὶ πολὺν χρόνον ἐβίωσαν. Ὥστε οὐ τῇ θέσει μόνον αὕτη βελτίων ἐκείνων, ἀλλὰ καὶ

62

.

75

(50)

αὐτῇ τῇ ἐνεργείᾳ καὶ τῇ τάξει. Τί δὴ τοῦτο λέγω; Εἰσὶν ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ, εἰσὶν εἰς ὕψος ἀνωρθωμένοι, καθάπερ ἡ κεφαλὴ, τὰ οὐράνια περι‐ σκοποῦντες, καθάπερ οἱ ὀφθαλμοὶ οἱ ἐν τῇ κεφαλῇ, πολὺ τῆς γῆς ἀφεστηκότες, οὐδὲν ἔχοντες κοινὸν
55πρὸς αὐτήν· ἄλλοι δὲ ποδῶν τάξιν ἐπέχουσι, τὴν γῆν
πατοῦντες, ποδῶν μέντοι ὑγιεινῶν. Οὐ γὰρ τὸ τὴνColumn end

62

.

76

(6)

γῆν πατεῖν ἔγκλημα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν· Οἱ πόδες γὰρ αὐτῶν, φησὶν, εἰς πονηρίαν τρέχουσι. Μήτε δὴ οὖν οὗτοι, φησὶ, μέγα φρονεί‐ τωσαν κατὰ τῶν ποδῶν, μηδὲ ἐκεῖνοι τούτοις βα‐
10σκαινέτωσαν· ἐπεὶ τὸ οἰκεῖον ἑκάστου κάλλος ἀνῄρη‐ ται, καὶ ἡ χρεία ἡ αὐτοτελὴς ἐμπεπόδισται· καὶ εἰκότως· ὁ γὰρ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτῷ πρῶτον ἐπεβούλευσεν. Ἄν τε οὖν οἱ πόδες μὴ βου‐ ληθῶσι κομίσαι που τὴν κεφαλὴν εἰς ἔξοδον ἀναγ‐
15καίαν, καὶ ἑαυτοῖς ἐλυμήναντο διὰ τῆς ἀκινησίας καὶ τοῦ ὄκνου· ἄν τε ἡ κεφαλὴ μηδεμίαν βουληθῇ τῶν ποδῶν ποιήσασθαι τὴν πρόνοιαν, αὕτη πρώτη τὴν βλάβην ἐδέξατο. Ἀλλ’ ἐκεῖνα μὲν εἰκότως ἀλλήλων οὐ κατεξανίσταται· φυσικῶς γὰρ οὕτω τέτακται·
20ἄνθρωπον δὲ πῶς δυνατὸν ἀνθρώπου μὴ κατεξανα‐ στῆναι; Οὐδὲ γὰρ ἀγγέλων τις κατεξανίσταται· ἐπειδὴ οὔτε ἐκεῖνοι τῶν ἀρχαγγέλων· οὐδὲ ἐμοῦ πάλιν τὰ ἄλογα μεῖζόν τι φρονῆσαι δύναται· ἔνθα δὲ ὁμότιμος ἡ φύσις καὶ μία ἡ δωρεὰ, καὶ οὐδὲν οὗτος ἐκείνου
25πλέον ἔσχηκε, πῶς οὐ μὴ κατεξαναστῇ; Καὶ μὴν διὰ ταῦτα κατεξαναστῆναι οὐκ ὀφείλεις κατὰ τοῦ πλησίον. Εἰ γὰρ πάντα κοινὰ, καὶ οὐδὲν ἕτερος ἑτέ‐ ρου πλέον ἔχει, πόθεν ἡ ἀπόνοια; Φύσεως μετέχο‐ μεν τῆς αὐτῆς, ψυχῆς καὶ σώματος ὁμοίως, τὸν αὐ‐
30τὸν ἀναπνέομεν ἀέρα, ταῖς αὐταῖς κεχρήμεθα τρο‐ φαῖς· πόθεν ἡ ἐξανάστασις; Καὶ μὴν τὸ δύνασθαι διὰ τὴν ἀρετὴν τῶν ἀσωμάτων περιγίνεσθαι δυνά‐ μεων ἱκανὸν εἰς ἀλαζονείαν ἀγαγεῖν· μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο ἀλαζονεία. Ἐγὼ γὰρ εἰκότως κατὰ τοῦ
35δαίμονος μέγα φρονῶ, καὶ σφόδρα μέγα. Καὶ ὅρα καὶ Παῦλος πῶς μέγα ἐφρόνει κατὰ τοῦ δαίμονος. Ὅτε γὰρ μεγάλα περὶ αὐτοῦ ἔλεγε καὶ θαυμαστὰ ὁ δαί‐ μων, ἐπεστόμισεν αὐτὸν, οὐδὲ κολακεύοντος ἀνα‐ σχόμενος. Λεγούσης γὰρ ἐκείνης τῆς παιδίσκης τῆς
40τὸ πνεῦμα τοῦ πύθωνος ἐχούσης, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες κατ‐ αγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας, ἐπιτιμήσας σφοδρῶς ἐπεστόμισεν αὐτοῦ τὴν ἀναίσχυντον γλῶσ‐ σαν. Καὶ πάλιν ἀλλαχοῦ γράφει λέγων· Συντρίψει ὁ
45Θεὸς τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Μή τι τὸ τῆς φύσεως παρηλλαγμένον ἐποίησεν; βʹ. Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων μέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως; Διὰ τὴν προαίρεσιν τοίνυν πολὺ χείρους ἁπάντων εἰσίν. Ἀλλ’ ἀγγέλου οὐ κατεξαν‐

62

.

76

(50)

ίσταμαι, φησί· πολὺ γὰρ τὸ μέσον ἐμοῦ κἀκείνου. Καὶ μὴν ἀνθρώπου κατεξανίστασθαι οὐκ ὀφείλεις, οὐ μᾶλλον ἢ ἀγγέλου. Ὁ μὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώμιον ἐκείνου, οὔτε κα‐ κία γένοιτο· ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει,
55ἀλλὰ προαιρέσει διέστηκε· καὶ ἔστι καὶ ἐν ἀνθρώ‐ ποις ἄγγελος. Ὥστε εἰ κατ’ ἀγγέλων μὴ κατεξαν‐ ίστασαι, πολλῷ μᾶλλον κατὰ ἀνθρώπων τῶν ἐν τῇ φύσει ταύτῃ γενομένων ἀγγέλων. Εἰ γὰρ γένοιτο ἐν
ἀνθρώποις ἐνάρετος οὕτως ὡς ἄγγελος, πολύ σου75

62

.

77

μᾶλλον οὗτος μείζων, ἢ ἐκεῖνός ἐστι. Τί δήποτε; Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρ‐ θωσεν ἀπὸ προαιρέσεως αὐτός· καὶ ὅτι ἀπῴκισταί σου ὁ ἄγγελος καὶ τῷ τόπῳ καὶ τὸν οὐρανὸν οἰκεῖ·
5οὗτος δὲ ἀναστρέφεται μετὰ σοῦ, καὶ δίδωσί σοι τοῦ ζήλου ῥοπήν. Καὶ μὴν καὶ οὗτος ἀπῴκισται μᾶλλον ἢ ἐκεῖνος. Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς. Ὅτι δὲ μᾶλλον οὗτος ἀπῴκισται, ἄκου‐ σον, ποῦ αὐτοῦ κάθηται ἡ κεφαλή· Εἰς τὸν θρόνον,
10φησὶ, τὸν βασιλικόν· ὅσῳ δὲ πόῤῥω ἡμῶν ὁ θρόνος, τοσούτῳ καὶ οὗτος. Ἀλλ’ ὁρῶ τιμῆς ἀπολαύοντα, φη‐ σὶ, καὶ εἰς ζηλοτυπίαν ἄγομαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουμέ‐ νην μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν μυρίων ἐνέπλησε
15θορύβων. Καὶ καθάπερ εἰς λιμένα γαληνὸν πνεύματα ἄγρια ἐξ ἐναντίας ἐμπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθμοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν· οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε. Παραγεγόνατε πολλάκις ἐμ‐
20πρησμῷ οἰκιῶν μεγάλων· εἴδετε πῶς ἄνεισιν εἰς τὸν οὐρανὸν ὁ καπνὸς, καὶ μηδενὸς προσιόντος σβέσαι τὸ κακὸν, ἀλλὰ τὸ καθ’ ἑαυτὸν ἑκάστου σκοπουμένου, μετὰ πολλῆς τῆς ἡσυχίας τὸ πῦρ ἅπαντα ἐπινέμεται· καὶ περιέστηκε μὲν πολλάκις κύκλῳ πᾶσα ἡ πόλις,
25περιεστήκασι δὲ θεαταὶ κακῶν, οὐ σύμμαχοι οὐδὲ βοηθοί· καὶ ἔστιν ἰδεῖν οὐδὲν ποιοῦντας ἅπαντας τοὺς περιεστῶτας, ἀλλ’ ἕκαστον αὐτῶν τὴν χεῖρα ἐκ‐ τείνοντα, καὶ τῷ προσφάτως ἐλθόντι πρὸς τὸν τόπον ἐπιδεικνύντα, ἢ διὰ θυρίδος λαμπάδα ἐξαλλομένην
30συνεχῶς, ἢ δοκοὺς καταῤῥιπτομένας, ἢ περίβολον ὁλόκληρον τῶν ἐρεισμάτων ἀποσπασθέντα καὶ πρὸς τὴν γῆν ἐπειγόμενον. Εἰσὶ δὲ πολλοὶ τῶν τολμηρῶν καὶ ῥιψοκινδύνων, οἳ καὶ πλησίον αὐτῶν γενέσθαι τῶν καιομένων οἰκοδομημάτων κατετόλμησαν, οὐχ
35ὥστε χεῖρα ὀρέξαι αὐτοῖς καὶ σβέσαι τὸ κακὸν, ἀλλ’ ὥστε ἡδυτέραν γενέσθαι τὴν θέαν, ἐκ τοῦ σύνεγγυς πάντα δυναμένων αὐτῶν περισκοπεῖν, ἃ τοὺς ἔξωθεν πολλάκις ἔλαθεν. Εἰ δὲ καὶ λαμπρὰ καὶ μεγάλη τύ‐ χοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαμα καὶ πολλῶν αὐτοῖς
40δακρύων ἄξιον εἶναι δοκεῖ. Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαμα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινομένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασμένους, τοὺς μὲν τοῦ πυρὸς κατεργαζομένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδομησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε μὴ
45πλείονα τροφὴν γενέσθαι τῷ πυρί. Ἔστι δὲ ἰδεῖν ἀγάλματα, ἃ μετὰ πολλοῦ τοῦ κόσμου, τῆς ὀροφῆς ἐπικειμένης, εἰστήκει, ἀνακαλυφθέντα, τῆς στέγης ἀφαιρεθείσης, καὶ ἐν αἰθρίῳ μετὰ πολλῆς τῆς ἀμορ‐ φίας ἑστηκότα. Τί δέ; τὸν πλοῦτον τὸν ἔνδον ἐναπο‐

62

.

77

(50)

κείμενον τίς διηγήσαιτο, τὰ ἱμάτια τὰ χρυσᾶ, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ; Καὶ γὰρ ἔνθα μόνος ὁ δεσπό‐ της εἰσῄει μετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολ‐ λῶν ἱματίων καὶ ἀρωμάτων τὸ ταμεῖον ἦν, τῶν λί‐ θων τῶν πολυτελῶν τὰ δοχεῖα, μιᾶς πυρᾶς γενομέ‐
55νης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡμίκαυστα. Τί δὲ τὴν εἰκόνα ταύτην ἐπιπλέον ἐξέτεινα; Οὐχ ἁπλῶς οἰκίας ἐμπρησμὸν ὑπογράψαι βουλόμενος· τί γάρ
60μοι τούτου μέλει; ἀλλὰ παραστῆσαι βουλόμενος τοῖς ὑμετέροις ὀφθαλμοῖς, ὡς οἷόν τε, τὰ τῆς Ἐκκλησίας κακά. Καθάπερ γὰρ ἐμπρησμὸς ὄντως, ἢ σκηπτός τις ἄνωθεν φερόμενος, οὕτως εἰς αὐτὸν κατ‐ ηνέχθη τῆς Ἐκκλησίας τὸν ὄροφον, καὶ οὐδένα διαν‐
65ίστησιν· ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιομένης,Column end

62

.

78

καθεύδομεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον. Τίνος γὰρ οὐχ ἥψατο τοῦτο τὸ πῦρ; ποίων ἀγαλμάτων τῶν ἐν Ἐκκλησίᾳ ἑστώτων; Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκο‐
5δομημένη οἰκία. Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότι‐ μος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ μέν εἰσι λαμπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων μὲν ἐλάττους καὶ ἀμαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους. Ἔστιν ἰδεῖν ἐνταῦθα πολλοὺς καὶ χρυσοῦ τάξιν ἐπ‐
10έχοντας, χρυσοῦ τοῦ κοσμοῦντος τὸν ὄροφον· ἔστιν ἰδεῖν καὶ τὸν ἀπὸ ἀγαλμάτων κόσμον ἄλλους παρεχο‐ μένους· πολλοὺς ἔστιν ἰδεῖν ὡς στύλους ἑστῶτας. Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυ‐ νάμει μόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας
15κόσμον, κεφαλὰς ἔχοντας κεχρυσωμένας. Ἔστι πλῆθος ἰδεῖν, ὡς ἐπὶ πολὺ τὸ διάστημα καὶ τὴν εὐρυ‐ χωρίαν τῶν περιβόλων εἶναι· τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδο‐ μούντων.
20 γʹ. Μᾶλλον δὲ ἐπὶ λαμπροτέραν ἐλθεῖν εἰκόνα δεῖ. Αὕ‐ τη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόμη‐ ται, ἀλλ’ ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιμίων, καὶ πολὺς πανταχοῦ διέσπαρται ὁ χρυσός. Ἀλλ’ ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ
25ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμ‐ φάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγμα‐ τος γέγονεν· ἀλλ’ ἑστήκαμεν τὴν μὲν φλόγα θαυμά‐ ζοντες, σβέσαι δὲ τὸ κακὸν οὐκέτι δυνάμενοι. Κἂν σβέσωμεν δὲ πρὸς βραχὺν καιρὸν, ἀλλὰ πάλιν μετὰ
30δύο καὶ τρεῖς ἡμέρας ὥσπερ ἀπό τινος σποδιᾶς σπιν‐ θὴρ ἐντυφόμενος ἀνέτρεψεν ἅπαντα, καὶ ὅσα τοῖς πρότερον οὐ κατειργάσατο. Οὕτω δὴ καὶ ἐνταῦθα γίνεται· καὶ γὰρ καὶ ἐπὶ τῆς πυρκαϊᾶς τοῦτο συμ‐ βαίνειν ἔθος ἐστί. Τὸ δὲ αἴτιον, τῶν στύλων αὐτῶν
35τῆς Ἐκκλησίας τὰ ἐρείσματα διέφυγεν ἡμᾶς, τοὺς τὸν ὄροφον ἀνέχοντας, καὶ πρότερον πᾶσαν συγκρα‐ τοῦντας τὴν οἰκοδομίαν περιέβαλε τῷ πυρί. Διὰ τοῦτο καὶ εἰς τοὺς λοιποὺς τοίχους εὔκολος γέγονεν ἡ δια‐ δρομή. Καὶ γὰρ ἐπὶ τῶν οἰκοδομημάτων, ὅταν μὲν
40ξύλων ἐπιλάβηται, μᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων· ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαμαὶ, οὐ‐ δὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατ‐ εργάσασθαι. Τῶν γὰρ ἐρειδόντων καὶ ὑποστηριζόντων τὰ ἄνω καταπιπτόντων, αὐτόματα κἀκεῖνα μετὰ
45πολλῆς τῆς ἑτοιμότητος τούτοις ἕπεται. Οὕτω δὴ καὶ νῦν γέγονεν ἐπὶ τῆς Ἐκκλησίας· πάντων τὸ πῦρ ἐπελάβετο· τιμὰς τὰς παρὰ ἀνθρώπων ζητοῦμεν, καὶ περὶ τὴν δόξαν ἐκκαιόμεθα, καὶ οὐκ ἀκούομεν τοῦ Ἰὼβ λέγοντος· Εἰ καὶ ἁμαρτὼν ἀκουσίως,

62

.

78

(50)

διετράπην πολυοχλίαν; Εἶδες ψυχὴν ἐνάρετον; Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁμαρτήματα. Εἰ δὲ ἐκεῖνος οὐκ ᾐσχύνετο, πολλῷ μᾶλλον ἡμᾶς ἐχρῆν τοῦτο ποιεῖν. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἀνομίας σου πρῶτος, ἵνα
55δικαιωθῇς. Πολλὴ γέγονεν ἡ σφοδρότης τούτου τοῦ κακοῦ, πάντα ἀνατέτραπται καὶ ἠφάνισται. Τιμῆς δοῦλοι γεγόναμεν, ἀφέντες τὸν Θεόν· οὐκέτι τοῖς ἀρχομένοις ἐπιπλῆξαι δυνάμεθα, τῷ αὐτῷ καὶ αὐτοὶ κατεχόμενοι πυρετῷ· καὶ αὐτοὶ δὲ δεόμεθα ἰατρείας,
60οἱ ταχθέντες εἰς τὸ θεραπεύειν τοὺς ἄλλους ὑπὸ τοῦ
Θεοῦ. Ποία λοιπὸν ἐλπὶς σωτηρίας ὑπολείπεται, τῶν77

62

.

79

ἰατρευόντων καὶ αὐτῶν τῆς ἑτέρων δεομένων χειρός; Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ μάτην ὀδύρομαι, ἀλλ’ ἵνα κοινῇ πάντες μετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάμενοι, καὶ σάκκον περιζωσάμενοι, νηστείαν
5ἐπιτείνωμεν, τὸν Θεὸν παρακαλέσωμεν αὐτὸν ἡμῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν. Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς μεγάλης, τῆς θαυμαστῆς. Μείζονα τῶν Νινευϊτῶν γενέσθαι δεῖ παρ’ ἡμῶν. Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφή‐
10σεται. Φοβερὸν τὸ κήρυγμα, καὶ πολλῆς γέμον τῆς ἀπειλῆς· πῶς γὰρ οὔ; μετὰ τρεῖς ἡμέρας προσδο‐ κᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμω‐ ρίας ἰδέᾳ πάντας ἀπολέσθαι. Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι,
15ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀν‐ ῃρέθησαν· τί ἦν, ἰδεῖν οὐ μίαν οἰκίαν, οὐδὲ δύο παῖ‐ δας, ἀλλ’ ἔθνος δώδεκα μυριάδων ὑπὸ τῶν ὀρόφων
20καταχωννύμενον; Ἴστε ἡλίκον τὸ δεινόν. Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφή‐ του τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοι‐ αύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐση‐ μότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης. Ἀλλ’,
25ὅπερ ἔφην, Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὰ ὄντως ἡ ἀπειλή. Ἀλλ’
οὐδὲν τοιοῦτόν ἐστι νῦν. Οὐ γὰρ ἔτι τρεῖς ἡμέραι,Column end

62

.

80

οὐδὲ Νινευῒ καταστραφήσεται, ἀλλὰ πολλαὶ ἡμέραι ἐξ οὗ τῆς οἰκουμένης ἡ Ἐκκλησία κατέστραπται, καὶ εἰς ἔδαφος κεῖται, πάντων ἐξ ἴσης τῷ κακῷ κατεχο‐ μένων, μᾶλλον δὲ τῶν ἐν ἀρχαῖς ὄντων τοῖς αὐτοῖς
5ὑπευθύνων· ὅθεν καὶ τὸ κακὸν χεῖρον, ὅσῳ καὶ πλείων αὐτοῖς ἡ ἀνάγκη. Μὴ τοίνυν θαυμάσητε διὰ τί μείζονα παρῄνεσα ποιεῖν τῶν Νινευϊτῶν· μᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν μόνον, ἀλλὰ τὸ φάρμα‐ κον ἐκεῖνο ὑποδείκνυμι, ὃ καὶ τὴν πόλιν ἐκείνην πί‐
10πτουσαν ἀνέστησε. Ποῖον δὴ τοῦτο; Εἶδε Κύριος, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Τοῦτο πράττωμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἀποστῶμεν τοῦ τῶν χρημάτων
15ἔρωτος, τοῦ τῆς δόξης, παρακαλοῦντες τὸν Θεὸν χεῖρα ὀρέξαι, καὶ διαναστῆσαι τὰ πεπτωκότα μέλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ὁ φόβος. Τότε μὲν γὰρ λίθοι καὶ ξύλα καταπίπτειν ἔμελλον, καὶ σώματα ἀναιρεῖσθαι· νῦν δὲ τούτων οὐδὲν, ἀλλὰ ψυχαὶ
20τῷ τῆς γεέννης μέλλουσι παραδίδοσθαι πυρί. Παρα‐ καλέσωμεν, ἐξομολογησώμεθα, ὑπὲρ τῶν προτέρων αὐτῷ χάριν ὁμολογήσωμεν, ὑπὲρ τῶν μελλόντων αἰτῶμεν ἵνα καταξιωθῶμεν, τοῦ θηρίου τούτου τοῦ χαλεποῦ καὶ δεινοτάτου ἀπαλλαγέντες, χάριν ἀνα‐
25πέμψαι τῷ φιλανθρώπῳ Θεῷ καὶ Πατρὶ, μεθ’ οὗ τῷ Υἱῷ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

79

(29)

ΟΜΙΛΙΑ ΙΑʹ.
30Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις
35 κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. αʹ. Ἀγάπην ζητεῖ παρ’ ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦ‐ σαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς
40μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. Διὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγ‐ χαίρειν. Καὶ πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς εἶπε, δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώ‐
45ματος ἓν πνεῦμα ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ

62

.

79

(50)

πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν. Εἶτα ἐπάγων, Καθὼς ἐκλήθητε, φησὶν, Ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Τουτέστιν, Ὁ Θεὸς ὑμᾶς ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν, πᾶσι ζωὴν αἰώνιον, πᾶσι
55δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονο‐Column end

62

.

80

(30)

μίαν ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο κεφαλὴ, πάντας συνήγειρε καὶ συνεκάθισεν. Οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε; ὅτι ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως; Εἰπὲ γάρ
35μοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόματα δέκα, πάν‐ τας ἁλουργίδα ἐνέδυσε, καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴν αὐτὴν τιμὴν, ἆρα ἂν τούτων ἐτόλμησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς λαμπρότερος; Οὐδαμῶς.
40Καὶ οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ μέσον. Ἐν οὖν τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστή‐ καμεν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν
45πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεκλήθη; μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; μὴ γὰρ σοὶ μὲν ἀφεί‐ θη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ

62

.

80

(50)

διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. —Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτ‐ έστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑμῖν, τουτ‐ έστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ
55τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις. Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσματα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους
καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς79

62

.

81

δὲ εἰς ἀθυμίαν καὶ φθόνον ἀνῆγε. Διὰ τοῦτο παντα‐ χοῦ τὸ τοῦ σώματος ὑπόδειγμα παραλαμβάνει· διὰ τοῦτο καὶ νῦν τοῦτο τέθεικεν, ἐπειδὴ ἔμελλε διαφό‐ ρων χαρισμάτων μνημονεύειν. Ἀκριβέστερον μὲν
5οὖν αὐτὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχε‐ ται, ἐπειδὴ καὶ ἐκεῖ μάλιστα τὸ νόσημα τοῦτο ἐτυ‐ ράννει· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ τε‐
10τυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων κεφαλαιωδέστερα, φησὶ, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα, τὸ διὰ πίστεως σω‐ θῆναι, τὸ τὸν Θεὸν ἔχειν Πατέρα, τὸ τοῦ αὐτοῦ Πνεύ‐ ματος ἅπαντας μετέχειν. Εἰ δέ τι πλέον ὁ δεῖνα ἔχει
15ἐν τῷ χαρίσματι, μὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου. Διὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα.
20Πρὸς καταρτισμὸν τῶν ἁγίων, φησὶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χρι‐ στοῦ. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χά‐ ρισμα. Ἀλλὰ διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ
25δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ μέτρον. Τί ἐστι, Κατὰ τὸ μέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν· ἐπεὶ οὐδ’ ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλα‐ βεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβομεν. βʹ. Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο
30ποιεῖ, φησὶν, ἀλλ’ ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκα‐ στος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τού‐ του δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι’ ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ
35δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδω‐ κε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί
40μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ
45κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει,

62

.

81

(50)

τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφρο‐ σύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λό‐ γος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανά‐
55του. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττε‐ ται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ’ ὀδύ‐ νης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθή‐
60σομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι,Column end

62

.

82

τοῖς ἀποθανοῦσι. Διὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργά‐ ζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν τύραννον ἔλα‐ βε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν
5ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦ‐ το πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ,
10μέρη κατέβη τῆς γῆς, μεθ’ ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ’ ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας,
15τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ δι‐ δασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει·
20καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρα‐ νῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις
25τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς τα‐ πεινοφροσύνης. Ἀλλ’ ὅταν περὶ Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν·
30ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρό‐ νοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέ‐ χρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατ‐ ελθεῖν δι’ ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν
35χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν,
40Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστό‐ λους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κοριν‐ θίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ’ ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον
45μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. Δεύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγα‐

62

.

82

(50)

βος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες παν‐ ταχοῦ, ἀλλ’ εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκλη‐ ρον ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόν‐
55των καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ’ ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς
60φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρ‐ τισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκο‐
δομὴν τοῦ σώματος τοῦ Χριστοῦ.81

62

.

83

γʹ. Ὁρᾷς τὸ ἀξίωμα; Ἕκαστος οἰκοδομεῖ, ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταν‐ τήσομεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ,
5εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πλη‐ ρώματος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕ‐ τω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησὶ,
10τῆς πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες μίαν πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πί‐ στεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν. Μέχρι τότε ἐργάζε‐ σθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες, ἵνα ἄλλους
15οἰκοδομῇς. Βλέπε μὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε κατ‐ αρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης πρὸς τούτῳ ἦν προφη‐ τεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζό‐
20μενος, καὶ ὁ ποιμὴν καὶ ὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ
25μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, ἐπήγαγε καὶ τὸ, Δι’ αἰνι‐ γμάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς ἕτερον
30εἶπε, πρὸς τὸ εὐμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ τῶν ἐπαγομένων, εἰπών· Ἵνα μηκέτι ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον ὅπερ
35ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα μηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. Διὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰ‐
40κοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται, ἵνα πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας,
45ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. —Καὶ περιφερόμενοι, φησὶ, παντὶ ἀνέμῳ. Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν

62

.

83

(50)

πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ με‐ ταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀλη‐
55θεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συν‐ αρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης
ἁφῆς τῆς ἐπιχορηγίας, κατ’ ἐνέργειαν ἐν μέτρῳColumn end

62

.

84

ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ πάντα ὁμοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ
5ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύ‐ ρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυνα‐ μένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ
10Χριστός· καθάπερ γὰρ μελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι, Διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθή‐
15σεως. Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ
20ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως
25αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦμα. Καθ‐ άπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζη‐ τοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦ σώματος, καὶ
30διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ’ ἂν μὴ εὕρῃ κείμενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. δʹ. Ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴ‐ ρηται. Τί γὰρ, φησὶν, εἰ πλέον λαμβάνει ὁ δεῖνα; τὸ
35αὐτὸ πνεῦμα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμ‐ πόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρ‐ μολογούμενον καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφό‐ δρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς, ἐὰν τὸν τόπον
40ἐκβῇ, οὐκέτι κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ μόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον ἐπέχειν, ὡς ἐὰν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνεῦμα. Ἢ οὐχ ὁρᾷς ἐν ταῖς τῶν ὀστῶν μεταθέσεσι ταῖς κατά τινα περίστασιν συμβαινούσαις, ὅταν τὸν οἰκεῖον τό‐
45πον ὑπερβὰν, τὸν ἑτέρου κατέχῃ, πῶς τῷ παντὶ σώ‐ ματι λυμαίνεται, καὶ θάνατον πολλάκις εἰργάσατο, ἔστι δὲ ὅπου καὶ ἀνάξιον εὑρέθη λοιπὸν τοῦ κατέχε‐ σθαι; πολλοὶ γὰρ πολλάκις αὐτὸ ἐκκόψαντες, διάκε‐ νον τὸν τόπον ἐποίησαν. Πανταχοῦ γὰρ ἡ πλεονεξία

62

.

84

(50)

κακόν. Καὶ ἐπὶ τῶν στοιχείων δὲ, ὅταν τὴν οἰκείαν ἀφέντα συμμετρίαν πλεονάσῃ, τὸ πᾶν λυμαίνεται. Τοῦ‐ τό ἐστι τὸ Συναρμολογούμενον, καὶ συμβιβαζόμε‐ νον. Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ προσηκούσης ἐπιβαί‐
55νειν, ἐννόησον ὅσον ἐστί. Σὺ τὰ μέλη συντιθεῖς, ἐκεῖ‐83

62

.

85

νος ἄνωθεν ἐπιχορηγεῖ. Καθάπερ γὰρ ἐπὶ τοῦ σώμα‐ τός ἐστιν ὄργανα τοιαῦτα δεκτικὰ, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ πνεύματος, τῆς ῥίζης ἄνωθεν οὔσης πάσης· οἷον ἡ καρδία, τοῦ πνεύματος· τὸ ἧπαρ, τοῦ αἵμα‐
5τος· ὁ σπλὴν, τῆς χολῆς καὶ ἄλλα ἄλλου· πάντα δὲ ταῦτα ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰτίαν ἔχει· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, τὸν ἄνθρωπον σφόδρα τιμῶν, καὶ οὐ βουλόμενος αὐτοῦ ἀπέχειν, τὴν μὲν αἰτίαν αὐτὸς ἀναρτησάμενος, συνεργοὺς δὲ ἑαυτῷ καταστήσας· καὶ
10τὸν μὲν ἔθηκεν εἰς τοῦτο, τὸν δὲ εἰς ἐκεῖνο. Οἷον ἀπό‐ στολος ἀγγεῖον τοῦ σώματός ἐστι τὸ καιριώτερον, δε‐ χόμενος παρ’ αὐτοῦ τὰ πάντα. Ὥστε ὥσπερ διὰ φλεβῶν καὶ ἀρτηριῶν, τοῦ λόγου λέγω, εἰς πάντας διατρέχειν ποιεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ὁ προφήτης
15προλέγει τὰ μέλλοντα, καὶ αὐτὸς τὰ αὐτὰ κατασκευά‐ ζει· καὶ ἐκεῖνος μὲν συντίθησι τὰ ὀστᾶ· αὐτὸς δὲ αὐ‐ τοῖς ζωὴν χορηγεῖ, Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἡ ἀγάπη ἀνοικοδομεῖ, καὶ τὸ συγκολλᾶσθαι ἀλλήλοις καὶ συμπήγνυσθαι καὶ ἁρμόζε‐
20σθαι, τοῦτο ποιεῖ. Εἰ τοίνυν βουλόμεθα τοῦ πνεύμα‐ τος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς, ἀλλήλων ἐχώ‐ μεθα. Δύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ· μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶμα
25τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν ἑαυτοὺς τοῦ πληρώματος. Εἰ δὲ καὶ ἄλλους εἰς τὸ οἰκοδομεῖν τε‐ τάγμεθα, οἱ μὴ οἰκοδομοῦντες, ἀλλὰ καὶ πρότερον σχίζοντες, τί οὐκ ἂν πάθοιεν; Οὐδὲν οὕτως Ἐκκλη‐ σίαν δυνήσεται διαιρεῖν, ὡς φιλαρχία· οὐδὲν οὕτω
30παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν μυρία ὦμεν ἐργασάμενοι καλὰ, τῶν τὸ σῶμα αὐ‐ τοῦ διατεμόντων οὐκ ἐλάττονα δώσομεν δίκην, οἱ τὸ πλήρωμα κατατέμνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουμένης ἐγένετο, εἰ καὶ μὴ
35ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμοῦ τὸ χρήσιμον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ δέ τις ἅγιος εἶπέ τι δο‐ κοῦν εἶναι τολμηρὸν, πλὴν ἀλλ’ ὅμως ἐφθέγξατο. Τί
40δὴ τοῦτό ἐστιν; Οὐδὲ μαρτυρίου αἷμα ταύτην δύνα‐ σθαι ἐξαλείφειν τὴν ἁμαρτίαν ἔφησεν. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ τοίνυν τὴν ψυχὴν προέμενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς τὴν Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν ψυχὴν
45προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων. Ἐκείνη μὲν γὰρ καὶ

62

.

85

(50)

λαμπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν καὶ παρὰ τοῖς ἐχθροῖς καταισχύνει, ὅταν ὑπὸ τῶν ἰδίων τέκνων πολεμῆται. Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι δοκεῖ παρ’ αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους
55μεταβαλλομένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν
διατίθεσθαι.Column end

62

.

86

εʹ. Ταῦτά μοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ μὲν γὰρ καὶ δόγματα ἔχουσιν ἐναντία, καὶ διὰ τοῦτο οὐ προσ‐ ῆκεν ἐκείνοις ἀναμίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ φρονοῦσι,
5πολλῷ μᾶλλον. Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί πεπόνθασιν οἱ περὶ Κορὲ καὶ Δα‐ θὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ μόνοι, οὐχὶ δὲ καὶ οἱ μετ’ αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν ἕνεκεν οὐκ εἰσὶ μεθ’ ἡμῶν·
10Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνι‐ ζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι,
15τὰ τῆς χειροτονίας δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μά‐ χεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖ‐ ρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι,
20παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ ἀριθμός· ἀνέλωμεν αὐτὰ καὶ διαφθείρω‐ μεν. Μὴ γένοιτο, φησίν. Ὑμεῖς αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομέ‐
25νων αὐτῶν; Ἐγὼ λέγω καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυ‐ τοῦ σκοπῶν, ἀλλὰ τὴν ὑμετέραν σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη, αὐτὸς ἂν εἰδείη· εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ’ ἡμῖν μέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανε. Πῶς
30οἴσομεν τὸν παρὰ τῶν Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡμῖν, ὑπὲρ τούτων τί οὐκ ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγματα, εἰ τὰ αὐτὰ μυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων ἑτέρᾳ Ἐκκλησίᾳ ἐπιπηδᾷ; Ὁρᾶτε, φησὶν, ὅτι πάντα κενοδοξίας πεπλήρωται τὰ
35Χριστιανῶν, καὶ φιλαρχία παρ’ αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκ‐ κοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω ἃ περὶ τῆς πόλεως λέγουσι τῆς ἡμετέ‐ ρας; πῶς ἡμᾶς εἰς εὐκολίαν διαβάλλουσιν; Ἔξεστι,
40φησὶ, παντὶ τῷ βουλομένῳ εὑρεῖν τοὺς πειθομένους, καὶ οὐκ ἄν ποτε ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως, ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ’ ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν ἐπιτιμίου τυγχάνειν τινὸς,
45πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀπο‐ πηδήσῃ, φησὶ, μὴ μετ’ ἐκείνων στῇ. Ἀποπη‐ δήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ’ ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων λέγω· ἀλλ’ εἴ τις ἀναμάρτητος ὢν τυγχάνοι, καὶ βούλεται μεταθέσθαι,

62

.

86

(50)

μεταθέσθω. Ἀλγῶ μὲν γὰρ καὶ κόπτομαι καὶ ὀδύρο‐ μαι καὶ διαπρίομαι τὰ σπλάγχνα, ὡς οἰκείου μέ‐ λους ἀποστερούμενος· πλὴν ἀλλ’ οὐχ οὕτως ἀλγῶ ὡς ἀναγκάζεσθαί τι, διὰ τὸν φόβον τοῦτον, τῶν μὴ προσ‐
ηκόντων ποιεῖν.85

62

.

87

Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων τάξιν ἐπέχομεν παραινούντων.
5Ὁ συμβουλεύων λέγει τὰ παρ’ ἑαυτοῦ, οὐκ ἀναγ‐ κάζων τὸν ἀκροατὴν, ἀλλ’ αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. Διὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα
10ὑμῖν μὴ ἐξῇ κατ’ ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι. Διὰ τοῦτο λέγω καὶ διαμαρτύρομαι, ὅτι τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν τὸ τὴν Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι,
15εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκεί‐ νου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκο‐
20λάσθη; Τί δέ, εἰ μετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαί‐ νων αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁμόδουλον τοῦτο ἐργα‐ σάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο· ὁ τὸν
25Χριστὸν σφάττων καὶ διαξαίνων κατὰ μέλος, ποίας γεέννης οὐκ ἔσται ἄξιος; ἆρα ταύτης [τῆς] ἀπειλουμέ‐ νης; Οὐκ ἔγωγε οἶμαι, ἀλλ’ ἑτέρας πολλῷ χαλεπωτέρας. Εἴπατε, ὅσαι πάρεστε (ὡς γὰρ ἐπὶ τὸ πολὺ γυναικῶν τοῦτο τὸ ἐλάττωμα), ταῖς ἀπούσαις διηγήσασθε τοῦ‐
30το τὸ ὑπόδειγμα, φοβήσατε. Εἴ τινες ἡμᾶς λυπεῖν καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν. Εἰ γὰρ ἡμᾶς ἀμύνασθαι βού‐ λει, ἐγώ σοι δίδωμι τρόπον, καθ’ ὃν χωρὶς τῆς σῆς βλάβης ἀμύνασθαι δυνήσῃ· μᾶλλον δὲ οὐκ ἔστι χωρὶς
35βλάβης ἀμύνασθαι, πλὴν ἀλλὰ μετὰ ἐλάττονος βλά‐ βης· ῥάπισον, ἔμπτυσον ἐντυχοῦσα δημοσίᾳ, καὶ πλη‐ γὰς ἔντεινον. ϛʹ. Φρίττεις ταῦτα ἀκούουσα; Ἂν εἴπω, Ἐμὲ ῥάπι‐ σον, φρίττεις· καὶ τὸν Δεσπότην σου σπαράττεις, καὶ
40οὐ φρίττεις; τὰ μέλη τὰ Δεσποτικὰ διαξαίνεις, καὶ οὐ τρέμεις; Οἶκός ἐστιν ἡ Ἐκκλησία πατρικός· Ἓν σῶμα, καὶ ἓν πνεῦμα. Ἀλλὰ βούλει με ἀμύνασθαι; Μέχρις ἐμοῦ στῆθι. Τί ἀντ’ ἐμοῦ τὸν Χριστὸν ἀμύνῃ; μᾶλλον δὲ τί κατὰ τῶν ἥλων λακτίζεις; Οὐδαμοῦ μὲν
45οὖν τὸ ἀμύνασθαι καλόν· τὸ δὲ ἑτέρου ἀδικοῦντος ἕτερον ὑβρίζειν, πολλῷ χαλεπώτερον. Παρ’ ἡμῶν ἠδίκησαι; τί τὸν οὐκ ἠδικηκότα λυπεῖς; τοῦτο μα‐ νίας ἐσχάτης. Οὐκ εἰρωνευόμενος, ὃ μέλλω λέγειν, φημὶ, οὐδὲ ἁπλῶς, ἀλλ’ ὡς ἔχω καὶ ὡς διάκειμαι·

62

.

87

(50)

ἕκαστον τῶν σὺν ὑμῖν λυπουμένων πρὸς ἡμᾶς, καὶ διὰColumn end

62

.

88

ταύτην τὴν λύπην βλαπτόντων ἑαυτοὺς, καὶ ἀλλαχοῦ πορευομένων, ἐβουλόμην πληγὰς ἐντείνειν ἡμῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυμνοὺς ἀποδύσαντα αἰκίζεσθαι μάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ μᾶλ‐
5λον εἰς ἡμᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολμᾷν, ἃ νῦν τολμῶσιν. Εἰ τοῦτο γέγονεν, οὐδὲν ἂν ἦν, οὐδαμινὸν ἄνθρωπον καὶ οὐδενὸς ἄξιον λόγου τοιαῦτα πάσχειν. Ἄλλως δὲ ἂν καὶ παρεκάλεσα ὁ ἠδικημένος καὶ ὑβρι‐ σμένος ἐγὼ τὸν Θεὸν, καὶ ἀφῆκεν ὑμῖν τὰ ἁμαρτή‐
10ματα· οὐκ ἐπειδὴ παῤῥησίαν ἔχω τοσαύτην, ἀλλ’ ἐπειδὴ ὁ ἠδικημένος, ὅταν ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν κέκτηται τὴν παῤῥησίαν. Ἂν εἰς ἄνθρωπόν τις ἁμάρτῃ, φησὶ, προσεύξονται περὶ αὐτοῦ. Εἰ δὲ μὴ ἠδυνάμην ἐγὼ, ἑτέρους ἂν ἁγίους
15ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο. Νῦν δὲ τίνα καὶ παρακαλέσομεν, τοῦ Θεοῦ παρ’ ἡμῶν ὑβριζομένου; Ὅρα ἀνωμαλίαν. Τῶν γὰρ εἰς τὴν Ἐκκλησίαν ταύτην τελούντων οἱ μὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ, καὶ τότε εἰκῆ καὶ
20ὡς ἔτυχεν· οἱ δὲ συνεχέστερον μὲν, καὶ αὐτοὶ δὲ εἰκῆ καὶ ἁπλῶς, διαλεγόμενοι καὶ ἐρεσχελοῦντες ὑπὲρ τοῦ μηδενός· οἱ δὲ δῆθεν σπουδάζειν δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συμφορὰν ταύτην ἐργαζόμενοι. Εἰ γοῦν τούτων ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑμᾶς μετὰ
25τῶν ἀμελούντων τετάχθαι· μᾶλλον δὲ τὸ βέλτιον ἦν, μήτε ἐκείνους εἶναι ἀμελεῖς, μήτε τοιούτους ὑμᾶς· οὐχ ὑμᾶς λέγω τοὺς παρόντας, ἀλλ’ ἐκείνους τοὺς ἀποπηδῶντας. Μοιχεία τὸ πρᾶγμά ἐστιν. Εἰ δὲ οὐ δέχῃ περὶ ἐκείνων ταῦτα ἀκούειν, οὐκοῦν οὐδὲ περὶ
30ἡμῶν· τῶν γὰρ δύο τὸ ἕτερον παρανόμως γεγενῆ‐ σθαι δεῖ. Εἰ μὲν οὖν περὶ ἡμῶν ταῦτα ὑποπτεύετε, ἕτοιμοι παραχωρῆσαι τῆς ἀρχῆς ὅτῳπερ ἂν βούλησθε· μόνον Ἐκκλησία ἔστω μία· εἰ δὲ ἡμεῖς ἐννόμως γεγενήμεθα, πείσατε καταθέσθαι τοὺς παρανόμους
35ἐπὶ τὸν θρόνον ἀναβεβηκότας. Ταῦτα εἶπον, οὐχ ὡς ἐπιτάττων, ἀλλ’ ὑμᾶς ἀσφαλιζόμενος καὶ φρουρῶν. Ἐπειδὴ ἕκαστος ἡλικίαν ἔχει, καὶ τῶν αὐτῷ πεπρα‐ γμένων δώσει τὰς δίκας, παρακαλῶ μὴ τὸ πᾶν ἐφ’ ἡμᾶς ῥίψαντας, νομίζειν ἀνευθύνους εἶναι ὑμᾶς αὐ‐
40τοὺς, ἵνα μὴ μάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε. Λόγον μὲν γὰρ δώσομεν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ἀλλ’ ὅταν τὰ παρ’ ἡμῶν ἐλλείπῃ, ὅταν μὴ παρακαλέ‐ σωμεν, ὅταν μὴ νουθετήσωμεν, ὅταν μὴ διαμαρτυ‐ ρώμεθα. Μετὰ δὲ ταῦτα, δότε καὶ ἐμοὶ εἰπεῖν·
45Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ, ὅτι Τὴν ψυχήν μου ῥύσεται ὁ Θεός. Εἴπατε ὃ βού‐ λεσθε, καὶ αἰτίαν δικαίαν δι’ ἣν ἄπιτε, καὶ ἀπολο‐ γήσομαι. Ἀλλ’ οὐκ ἐρεῖτε. Διὸ, παρακαλῶ, σπου‐ δάσατε καὶ ὑμᾶς αὐτοὺς ἐντεῦθεν ἤδη στῆσαι βεβαίως,

62

.

88

(50)

καὶ τοὺς μετατεθέντας ἐπαναγαγεῖν, ἵνα ὁμοθυμα‐ δὸν ἀναπέμψωμεν εὐχαριστίαν τῷ Θεῷ, ὅτι αὐτῷ ἡ
δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.Column end

62

.

87

(53)

ΟΜΙΛΙΑ ΙΒʹ. Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι
55 ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκο‐ τισμένοι τῇ διανοίᾳ. αʹ. Τὸν διδάσκαλον, οὐ μόνον συμβουλεύοντα καὶ δι‐ δάσκοντα δεῖ καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μα‐
60θητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων
λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ‐Column end

62

.

88

(54)

άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι
55λοιπόν. Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ. Περὶ ταπεινο‐ φροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη
60περιπατεῖ. Οὐκ εἶπε, Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς περιπατεῖτε· πληκτικώτερος γὰρ ὁ λόγος·
ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παρά‐87

62

.

89

δειγμα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη. Διεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ
5δὲ ζητῶ τὰ παρ’ ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑμέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρημένων ἐμοὶ, ὅτι οὐχ ὑπεστειλάμην, ἀλλ’ εἶπον πῶς δεῖ περιπατεῖν. Ἐν ματαιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν. Τί ἐστι νοῦ
10ματαιότης; Τὸ περὶ τὰ μάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι μάταια, ἀλλ’ ἢ τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν ὁ Ἐκκλησιαστής· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλ’ ἐρεῖ τις· Εἰ μάταια καὶ ματαιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα,
15πῶς μάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ’ ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο· οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο· οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν·
20ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκ‐ κλησιαστοῦ· Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβή‐ θρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον· καὶ εἶδον ὅτι
25πάντα ματαιότης· καὶ πάλιν, Ματαιότης ματαιο‐ τήτων, τὰ πάντα ματαιότης. Ἄκουε καὶ τοῦ Προ‐ φήτου λέγοντος· Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυ‐
30σὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, ὁ τῦφος καὶ ἡ κενοδοξία, τὰ φρονήματα καὶ ὁ κόμπος. Ταῦτα γὰρ πάντα μάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ’ ἡμῶν δεδημιούρ‐ γηται. Τί δήποτε δὲ μάταια; Ὅτι οὐδὲν ἔχει τέλος
35χρηστόν. Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύ‐
40ματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρη‐ μένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυ‐ φῶν εἰς πίθον τετρημένον ἀντλεῖ. Ἄλλως δὲ, μά‐ ταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ
45ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς δὲ μάταιον λέγεται τὸ πρὸς μηδὲν χρήσιμον. Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα. Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τί οὖν τὸ τέλος, εἰπέ μοι; Φθορά.

62

.

89

(50)

Ἐνδυσώμεθα καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ’ ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν. Τί
55δὲ ἡ παρὰ τῶν πολλῶν τιμή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν παρεχόμενοι ἀπόλλυνται, πολλῷ μᾶλλον ἡ τιμή. Ὁ τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ
60εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίμων ὄντων
καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιμή;Column end

62

.

90

βʹ. Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; Διὰ τοῦτο ἔλεγεν· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ’ ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν
5ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ’ ὅταν ἐκεῖνος μὴ δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα
10δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούμενον τί σβεν‐ νύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβά‐
15λῃς· εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμά‐ τια. Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελ‐ θόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα
20καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερ‐ νίσασθαι, καὶ μακαριότητα ἐμαυτοῦ ἡγοῦμαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ’ ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν. Ἕλκυσον καὶ
25σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ ματαιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσ‐ κύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δου‐ λεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι’ ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι’ αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί
30αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλ‐ κεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ
35τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ’ οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαμοῦ ἵστα‐
40ται; ἀλλ’ ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐ‐ τοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ’ ὁμοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰ‐ σχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν ματαιότητι τοῦ
45νοὸς αὑτῶν. Ἀλλ’ ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ’ οὐχ ὁρᾷς αὐτὸν νικώμενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος

62

.

90

(50)

ἀσθενέστερον ἡλίου, ἀλλ’ ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐν‐ δεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ. Δεῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνω‐
55θεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδα‐ τος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι. Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασ‐ σαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ
60πάντα. Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; Ὢ τῆς μανίας! ὢ τοῦ γέλωτος! ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄ‐ ζει· Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφε‐
65λεῖν, οἰκεῖον. Ὅταν οὖν τὸ ἐναντίον ᾖ, πῶς θεός;89

62

.

91

Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; Διὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς τὸν Δεσπότην· ἀσθενὴς δὲ, ἵνα
5μὴ Δεσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα. Τί οὖν μὴ παρὰ τοῦτο καὶ ἡ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει. Τί μὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖ‐ ρες; Δεῖξόν μοι μόνον τρέφοντα τὸν ἥλιον, καὶ μη‐
10δενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωρ‐ γίας· ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ μό‐ νου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου. Διὰ τί μὴ καὶ
15ἡ γῆ θεός; διὰ τί μὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα; Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; Ὢ τῆς λη‐ ρωδίας! Καίτοι μᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη·
20εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατά‐ θοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα
25μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλά‐ πτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον.
30Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περι‐ κλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι,
35θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον;
40 γʹ. Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά
45φησι νῦν· Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες. Εἰ‐ κότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώ‐ πων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος,

62

.

91

(50)

μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔν‐ νοιαν. Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κο‐ λάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα
55μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ’ οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάν‐ τως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα,
60καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ’ ἐξ ἀτόμων συν‐
εστάναι; ἀλλ’ ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; ἈλλὰColumn end

62

.

92

τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ δια‐
5νοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέ‐ γουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κα‐
10τασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατ‐ έχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φό‐ βον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δε‐ δοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ
15τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ’ αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν
20οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώμα‐ τος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδερα‐ στία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ’ ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ
25δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα· οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς
30οἰκίας· πάντως μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶ‐ τον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔ‐ βην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα
35μὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστό‐ ποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ τοῦτο ποιοῦν‐
40ται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσ‐ αρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦν‐ ται· καὶ μυρία ἕτερα γέλωτος ἄξια. Κἂν ὄνος ἀνα‐
45κράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑπο‐ πτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι. Ἀλλὰ μὴ καὶ ἡμεῖς· ἀλλὰ πάντων τούτων κατα‐

62

.

92

(50)

γελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολι‐ τευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων κατα‐ γελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος
55διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ· σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥή‐ ξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν τῆς χα‐ λεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔ‐
60λυτον αὐτὸν ἐργασώμεθα πρὸς τὸν δρόμον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν, καὶ
βίου καὶ δόγματος ἕνεκεν διδάσκωμεν φιλοσοφεῖν. Εὐ‐91

62

.

93

χαριστῶμεν τῷ Θεῷ πάντων ἕνεκεν· παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι τῆς παρασχε‐ θείσης δωρεᾶς· καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες,
5ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν. Οὕτω γὰρ δυνησό‐Column end

62

.

94

μεθα τῶν μυρίων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
5καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

93

(6)

ΟΜΙΛΙΑ ΙΓʹ. Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη‐ κέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν,
10ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω‐ μένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρ‐ δίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρ‐
15 σίας πάσης ἐν πλεονεξίᾳ. αʹ. Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς νῦν λέγεται, καὶ οὐ παρ’ ἡμῶν, ἀλλὰ καὶ παρὰ Παύλου, μᾶλλον δὲ οὔτε παρ’ ἡμῶν, οὔτε παρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύματος χάριτος. Ὡς
20οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιό‐ τητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ,
25ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώ‐ ρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν γὰρ ἀγνοοῦντα οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι, ἀλλὰ μανθά‐
30νειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. Ἀλλ’ ὅρα πῶς αὐ‐ τοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, καὶ τῇ ἐργασίᾳ τῆς ἀκαθαρσίας πά‐ σης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε
35τὸν Χριστόν. Δείκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυμίας καὶ ἀναλγησίας. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκι‐
40μον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ἑαυτοὺς παρέδωκαν. Εἰ οὖν ἑαυτοὺς παρέδωκαν, πῶς ὁ Θεὸς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ἑαυ‐ τοὺς παρέδωκαν; Ὁρᾷς τὴν δοκοῦσαν ἐναντίωσιν; Τὸ οὖν, Παρέδωκε, τοῦτό ἐστι, συγκεχώρηκεν.
45Ὁρᾷς ὅτι οὗ μὴ καθαρὸς βίος, καὶ δογμάτων τοι‐ ούτων ἐστὶν ὑπόθεσις; Πᾶς, φησὶν, ὁ φαῦλα πράσ‐ σων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Πῶς γὰρ ἂν δύναιτο μιαρὸς ἀνὴρ, καὶ μᾶλλον τῶν ἐγκαλινδουμένων βορβόρῳ χοίρων τοῖς ἁπασῶν τῶν

62

.

93

(50)

γυναικῶν σώμασιν ἐμφυρόμενος, καὶ χρημάτων ἐρῶν, καὶ οὐδὲ ὅλως σωφροσύνης ἐφιέμενος, τοῦτον ἀναδέξασθαι τὸν βίον; Ἐργασίαν, φησὶν, ἔθεντο τὸ πρᾶγμα. Ἀπὸ τούτου ἡ πώρωσις, ἀπὸ τούτου ἡ σκοτομήνη τῆς διανοίας. Ἔστι καὶ φωτὸς λάμψαντος
55ἐσκοτίσθαι, ὅταν οἱ ὀφθαλμοὶ ἀσθενεῖς ὦσιν· ἀσθε‐Column end

62

.

94

(7)

νεῖς δὲ γίνονται, ἢ χυμῶν ἐπιῤῥοῇ πονηρῶν, ἢ ῥεύ‐ ματος πλημμύρᾳ. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύμη τῶν βιωτικῶν πραγμάτων τὸ διορατι‐
10κὸν ἡμῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνε‐ ται· καὶ καθάπερ ἐν ὕδατι κατὰ βάθους κείμενοι, τὸν ἥλιον οὐκ ἂν δυνηθείημεν ὁρᾷν, ὥσπερ τινὸς δια‐ φράγματος τοῦ πολλοῦ ἄνωθεν ἐπικειμένου ὕδατος· οὕτω δὴ καὶ ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας γίνεται
15πώρωσις τῆς καρδίας, ὅταν μηδεὶς τὴν ψυχὴν κατα‐ σείῃ φόβος. Οὐκ ἔστι φόβος Θεοῦ, φησὶν, ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Πώρωσις δὲ οὐ‐ δαμόθεν γίνεται, ἀλλ’ ἢ ἀπὸ ἀναισθησίας· τοῦτο δια‐
20φράττει τοὺς πόρους. Ὅταν γὰρ ῥεῦμα πεπηγὸς εἰς ἕνα συνάγηται τόπον, νεκρὸν γίνεται τὸ μέλος καὶ ἀναίσθητον· κἂν καύσῃς, κἂν τέμῃς, κἂν ὁτιοῦν ποιῇς, οὐκ αἰσθάνεται. Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυ‐ τοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σι‐
25δήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν· νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ μέλος· κἂν μὴ τὴν ἀναισθησίαν ἀνέλῃς, ὥστε ὑγιαινόντων ἅψασθαι μελῶν, πάντα εἰκῆ ποιεῖς. Ἐν πλεονεξίᾳ, φησίν. Ἐνταῦθα μάλιστα αὐτῶν
30τὴν ἀπολογίαν ἀφείλετο. Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, μήτε πλεονεκτεῖν, μήτε ἀσελγαίνειν, μήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυμιῶν ἀπολαύειν· ἐξῆν καὶ χρημάτων, ἐξῆν καὶ ἡδονῆς καὶ τρυφῆς μετ‐ έχειν μετὰ συμμετρίας· ἀλλ’ ἐπειδὴ ἀμέτρως ἐχρή‐
35σαντο τῷ πράγματι, πάντα διέφθειραν. Εἰς ἐργα‐ σίαν ἀκαθαρσίας, φησίν. Ὁρᾷς πῶς αὐτοὺς ἀπο‐ στερεῖ συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; Οὐ παραπεσόντες, φησὶν, ἥμαρτον, ἀλλ’ εἰργάζοντο αὐτὰ τὰ δεινὰ, καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο.
40Ἐν πάσῃ ἀκαθαρσίᾳ. Ἀκαθαρσία πᾶσα μοιχεία, πορνεία, παιδερα‐ στία, φθόνος, πᾶσα ἀκολασία καὶ ἀσέλγεια. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, φησὶν, εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε,
45καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. Τὸ, Εἴ γε αὐτὸν ἠκούσατε, οὐκ ἀμφιβάλλοντός ἐστιν, ἀλλὰ καὶ σφόδρα διαβεβαιουμένου, καθάπερ καὶ ἀλ‐ λαχοῦ φησιν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταπο‐ δοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν. Τουτέστιν,

62

.

94

(50)

Οὐκ ἐπὶ τούτοις ἐμάθετε τὸν Χριστόν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ
τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω‐93

62

.

95

πον. Ἄρα καὶ τοῦτο μαθεῖν ἐστι τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν. Ὁ γὰρ πονηρῶς βιῶν, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ’ αὐτοῦ. Ἄκουε γὰρ αὐτοῦ ἀλλα‐ χοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ
5ἔργοις ἀρνοῦνται. Καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀνα‐ στροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις συνέθου. Οὐ ματαιότης τὰ παρ’ ἡμῖν, ἀλλ’ ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ
10ὁ βίος. Ματαιότης γὰρ ἡ ἁμαρτία ἐστὶ καὶ ψεῦδος· ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ καὶ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ. Τὸν φθειρόμενον, φησὶν, κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὑτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός.
15 βʹ. Πῶς ἄρα αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται; Τῷ θα‐ νάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ Προφήτου λέ‐ γοντος· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Καὶ οὐ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον τὸ κάλλος, καὶ νόσου
20καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανε καὶ ἐφθάρη· ἡ ῥώμη τοῦ σώματος τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονήν. Καὶ δῆλον ἡμῖν τοῦτο ἀπὸ τοῦ Βερ‐ ζελλῆ. Ἴστε πάντως τὴν ἱστορίαν. Ἢ ἑτέρως πά‐
25λιν τοῦτον αὐτὸν φθείρει καὶ ἀπόλλυσιν ἡ ἐπιθυμία. Καθάπερ γὰρ τὸ ἔριον, ἀφ’ ὧν τίκτεται, ὑπὸ τού‐ των καὶ ἀπόλλυται· οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος. Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυμία ἐξηπάτησεν. Οὐ γάρ ἐστιν
30ὄντως ἡδονὴ, ἀλλὰ πικρία καὶ ἀπάτη τὸ πρᾶγμα, ὑπόκρισις καὶ σκηνή· καὶ τὸ μὲν πρόσωπον λαμ‐ πρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας· κἂν ἀφέλῃς τὸ
35προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπά‐ την. Ἀπάτη γὰρ τοῦτό ἐστιν, ὅταν ὅπερ τί ἐστι, μὴ φαίνηται, ἀλλ’ ὅπερ μή ἐστι, δείκνυται. Οὕτω καὶ οἱ παραλογισμοὶ γίνονται. Τέσσαρας δὲ ἡμῖν ἀνθρώ‐ πους ἐνταῦθα ὑπογράφει· καὶ, εἰ βούλεσθε, τούτων
40ἤδη τὴν ἀπόδειξιν παρέχω· Ἐνταῦθα μὲν δύο, οὕτω λέγων· Ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνα‐ νεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύ‐ σασθε τὸν καινὸν ἄνθρωπον. Ἐν δὲ τῇ πρὸς Ῥω‐ μαίους ἄλλους δύο, ὡς ὅταν λέγῃ· Βλέπω δὲ ἕτερον
45νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Καὶ οὗτοι πρὸς ἐκείνους ἔχουσι τὴν συγγένειαν, πρὸς μὲν τὸν ἔσω ὁ καινὸς, πρὸς δὲ τὸν ἔξω ὁ παλαιός·

62

.

95

(50)

ἀλλ’ ὅμως οἱ τρεῖς διεφθάρησαν. Μᾶλλον δὲ τρεῖς εἰσι καὶ νῦν, καινὸς καὶ παλαιὸς, καὶ οὗτος ὁ οὐσιώ‐ δης καὶ φυσικός. Ἀνανεοῦσθε δὲ, φησὶ, τῷ πνεύ‐ ματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ, ὅτι ἐπεισ‐ άγει ἄνθρωπον ἕτερον, εἰπὼν παλαιὸν καὶ καινὸν,
55ὅρα τί φησιν· Ἀνανεοῦσθε. Ἀνανεοῦσθαί ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεῶται, ἄλλο ἐξ ἄλλου γινόμενον. Ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκός. Καθάπερ τὸ μὲν σῶμά ἐστι τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβη‐
60κὸς, οὕτω δὴ καὶ ἐνταῦθα. Πῶς δ’ ἂν γένοιτο ἡ
ἀνανέωσις; Ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, φη‐Column end

62

.

96

σίν. Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγμα παλαιὸν, οὐδὲν ἐργά‐ σεται· οὐ γὰρ ἀνέξεται τὸ πνεῦμα παλαιῶν πράξεων. Τῷ πνεύματι, φησὶ, τοῦ νοὸς ὑμῶν· τουτέστι, τῷ πνεύματι τῷ ἐν τῷ νῷ. Καὶ ἐνδύσασθε τὸν και‐
5νὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, τὰ δὲ ἐνδύματα δύο, τό τε ἐκδυόμενον καὶ τὸ ἐνδυόμενον; Τὸν καινὸν ἄνθρωπον, φησὶ, τὸν κα‐ τὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Διὰ τί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρε‐
10τὴν, καὶ διὰ τί ἄνθρωπον τὴν κακίαν; Ὅτι χωρὶς ἐνεργείας οὐκ ἂν δειχθείη ἄνθρωπος. Ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν, εἴτε καλὸν, εἴτε πονηρόν. Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔ‐ κολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν.
15Ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων. Ὁ νέος ῥυτίδα οὐκ ἔχει· οὐκοῦν μηδὲ ἡμεῖς. Ὁ νέος οὐ περιφέρεται, οὐδέ ἐστιν εὐάλωτος τοῖς νοσήμα‐ σιν· οὐκοῦν μηδὲ ἡμεῖς. Τὸν κτισθέντα. Ὅρα
20ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν. Τί δέ; ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; Οὐδαμῶς, ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργὸς τῆς ἁμαρτίας. Πῶς; Ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος, οὐδὲ ἀπὸ
25γῆς ἐκτίσθη λοιπὸν, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁσιό‐ τητι τῆς ἀληθείας. Τί ἐστι τοῦτο; Υἱὸν εὐ‐ θέως, φησὶν, αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βα‐ πτίσματος γίνεται· αὕτη ἐστὶν ἡ οὐσία. Καλῶς εἶ‐ πεν· Ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἦν
30ποτε δικαιοσύνη, ἦν καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ’ οὐ τῆς ἀληθείας, ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκεί‐ νη. Τὸ γὰρ καθαρὸν εἶναι σώματι τύπος καθαρό‐ τητος ἦν, οὐχὶ ἀλήθεια καθαρότητος· τύπος δικαιο‐ σύνης ἦν, οὐχὶ ἀλήθεια δικαιοσύνης. Ἐν ὁσιότητι,
35φησὶ, καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Τάχα καὶ πρὸς τὸ ψευδὲς εἴρηται τοῦτο, ὅτι εἰσὶ πολλοὶ παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς. Δικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μὴ περισσεύῃ ἡ δι‐
40καιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φα‐ ρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Δίκαιος λέγεται ὁ μηδεμίαν ἔχων λαβήν. Ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις ἐκεῖνόν φαμεν δίκαιον, τὸν ἀδικηθέντα, καὶ μὴ ἀνταδική‐
45σαντα. Ἂν τοίνυν καὶ ἡμεῖς ἐπὶ τοῦ φρικτοῦ δικα‐ στηρίου δυνηθῶμεν δίκαιοι πρὸς ἀλλήλους ὀφθῆναι, δυνησόμεθα φιλανθρωπίας τινὸς τυχεῖν. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἀδύνατον, ὅσα ἂν ἐπιδειξώμεθα· παν‐ ταχοῦ γὰρ αὐτὸς τοῖς δικαίοις νικᾷ, καθὼς καὶ ὁ

62

.

96

(50)

Προφήτης λέγει· Καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. Ἀλλὰ τὰ πρὸς ἀλλήλους δίκαια ἂν μὴ διαφθείρωμεν, τότε ἐσόμεθα δίκαιοι· ἂν δυνηθῶμεν δεῖξαι, ὅτι ἠδικήθημεν, τότε ἐσόμεθα δίκαιοι. Πῶς ἐνδεδυμένοις αὐτοῖς πάλιν λέγει, Ἐνδύσασθε; Ἀπὸ τοῦ βίου νῦν
55φησι καὶ τῶν ἔργων. Τότε γέγονεν ἀπὸ τοῦ βαπτί‐ σματος τὸ ἔνδυμα, νῦν δὲ ἀπὸ τῆς πολιτείας καὶ τῶν ἔργων, οὐκέτι κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀλλὰ κατὰ τὸν Θεόν. Τὸ δὲ ὅσιον τί ἐστι; Τὸ καθα‐ ρὸν, τὸ ὀφειλόμενον. Διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ
60ἀπελθόντων φαμέν· τουτέστιν, Οὐδὲν ὀφείλω αὐτοῖς λοιπὸν, οὐκ εἰμὶ ὑπεύθυνος. Οὕτως ἔθος ἡμῖν λέγειν καὶ τὸ, Ἀφωσιωσάμην, καὶ ὅσα τοιαῦτα,
τουτέστι τὸ, Μηδὲν ὀφείλω.95

62

.

97

γʹ. Ἡμῶν τοίνυν ἐστὶ μὴ ἀποδύσασθαι τὸ τῆς δικαιο‐ σύνης ἱμάτιον, ὃ καὶ ὁ Προφήτης ἱμάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁμοιωθῶμεν· καὶ γὰρ αὐτὸς δι‐ καιοσύνην ἐνδέδυται. Τοῦτο ἐνδυσώμεθα τὸ ἱμάτιον.
5Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ μηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐν‐ εδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πά‐ λιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον. Καὶ πάλιν ἡμῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα
10ἐνεδύσατο. Ὥστε οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡμᾶς βούλεται εἶναι ἐν ἀρε‐ τῇ, καὶ μηδέποτε γυμνοὺς εἶναι τοῦ ἱματίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχημονεῖ γυμνὸς ὢν τὸ σῶμα, ὡς γυμνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ
15ὁμόδουλοι βλέπουσιν ἀσχημονοῦντα, ἐκεῖ δὲ ὁ Δε‐ σπότης καὶ οἱ ἄγγελοι. Ἂν οὖν τινα ἴδῃς, εἰπέ μοι, γυμνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς; Ὅταν οὖν σὺ γυμνὸς τοῦ ἱματίου τούτου τρέχῃς, τί ἐροῦμεν; Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας
20ἡμῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦ‐ μεν; Ἀλλ’ ὅμως τούτοις οὐδὲ συγγνώμη τίς ἐστιν· οὐδὲ γὰρ συγγινώσκομεν αὐτοῖς, ὅταν κυβεύοντες ἑαυ‐ τῶν τὰ ἱμάτια ἀπολλύωσι. Πῶς οὖν ἡμῖν ὁ Θεὸς συγ‐ γνώσεται τὸ ἱμάτιον τοῦτο ἀπολέσασιν; Ὅταν γὰρ ὁ
25διάβολος ἴδῃ γυμνὸν ἀρετῆς τινα, εὐθέως καὶ ἀσβολοῖ καὶ ἀμαυροῖ τὸ πρόσωπον, καὶ τιτρώσκει, καὶ ἀναγ‐ κάζει μεγάλα. Γυμνοὶ γενώμεθα χρημάτων, ἵνα μὴ γυμνωθῶμεν ἀπὸ δικαιοσύνης· ἡ τῶν χρημάτων πε‐ ριβολὴ τοῦτο λυμαίνεται τὸ ἱμάτιον· ἀκανθῶν ἐστι
30περιβολή. Τοιαῦταί εἰσιν αἱ ἄκανθαι, καὶ ὅσῳ ἂν πλείονας περιβαλώμεθα, τοσούτῳ μᾶλλον γυμνούμε‐ θα. Ἡ ἀσέλγεια γυμνοῖ τοῦ ἱματίου τούτου· πῦρ γάρ ἐστι, τὸ δὲ πῦρ ἀναλωτικὸν τοῦ ἱματίου τούτου. Σής ἐστιν ὁ πλοῦτος· καθάπερ ὁ σὴς πάντα διατρώγει καὶ
35οὐδὲ τῶν σηρικῶν φείδεται, οὕτω καὶ οὗτος. Πάντα τοίνυν ταῦτα ἀποθώμεθα, ἵνα γενώμεθα δίκαιοι, ἵνα ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον. Μηδὲν παλαιὸν, μηδὲν φαινόμενον, μηδὲν φθειρόμενον κατέχωμεν. Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθω‐
40τος. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς ὄρεσιν; ἐκεῖνοι καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπα‐ σαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιησάμενοι, σάκ‐ κον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιὰ τῶν
45τραχήλων ἐξαρτήσαντες, ἐν οἰκίσκῳ μικρῷ κατα‐ κλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ καὶ νηστείαις καὶ λιμῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Εἰ τοιαῦτα ἐπέταττον νῦν ἐγὼ, οὐκ ἂν ἅπαν‐ τες ἀπεπηδήσατε; οὐκ ἂν εἴπατε τὸ πρᾶγμα φορτικόν;

62

.

97

(50)

Οὐδὲ τοιοῦτόν φημι δεῖν ποιεῖν· βούλομαι μὲν γὰρ, πλὴν οὐ νομοθετῶ. Ἀλλὰ τί; Καὶ λουτροῖς κέ‐ χρησο, καὶ τὸ σῶμα θεράπευε, καὶ εἰς ἀγορὰν ἔμβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε.
55Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁμαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγμα πλεονάζον ἁμαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία. Καὶ ὅρα· Ὁ θυμὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωμά‐
60των ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλ‐
λων ἁπάντων. Καὶ μή μοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνή‐Column end

62

.

98

θησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλου‐ σιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Καὶ τί λέγω ἄνδρας; κόραι εἰκοστὸν ἔτος οὔπω γενόμεναι, ἐν θαλάμοις καὶ ἐν
5σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον, [ἐν] θαλά‐ μοις μύρων γέμουσαι καὶ θυμιαμάτων, ἐπὶ στρω‐ μνῆς ἁπαλῆς κατακείμεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ μαλακώτεραι γινόμε‐ ναι, διὰ τῆς ἡμέρας πάσης οὐδὲν ἕτερον ἔργον ἔχου‐
10σαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούμεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδας τὰς παρεστηκυίας, ἱμάτια ἔχουσαι μαλακὰ τοῦ σώματος μαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοι‐
15αύταις εὐωδίαις διηνεκῶς ἀσχολούμεναι· αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκεί‐ νην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι,
20εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας. Καὶ ἴσως μὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ’ ἀληθῆ. Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσ‐ αύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύ‐ τερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶν τοῖς σώμασι
25γεγυμνωμένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι· μᾶλ‐ λον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύ‐ ρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖ‐ σθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν
30ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδε‐ δεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν. Τρά‐ πεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ μόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεμίδαλις καὶ κύαμος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα· καὶ ταλασιουργία
35διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χα‐ λεπώτερα. Τί γάρ; τὰς καμνούσας τὸ σῶμα θερα‐ πεύειν ἀνεδέξαντο, τὰς κλίνας βαστάζουσαι, τοὺς πόδας νίπτουσαι· πολλαὶ δὲ αὐτῶν καὶ μαγειρεύουσι. Το‐ σαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως
40ἀνώτερον ἡ προθυμία. Πλὴν ἀλλ’ οὐδὲν τοιοῦτον ἐγὼ ὑμᾶς ἀπαιτῶ, ἐπειδὴ βούλεσθε παρελαύνεσθαι παρὰ γυναικῶν. δʹ. Κἂν γοῦν ὅσα μὴ φορτικὰ, ταῦτα πράττετε, χειρὸς κρατεῖτε καὶ ἀκολάστων ὀφθαλμῶν. Τί δύσκο‐
45λον, εἰπέ μοι, τί δυσχερές; Δίκαια πράττετε, μηδένα ἀδικεῖτε, μήτε ὁ πένης, μήτε ὁ πλούσιος, μήτε ὁ ἀγο‐ ραῖος, μήτε ὁ μισθωτός· ἔστι γὰρ καὶ μέχρι πενήτων ἀδικίαν διελθεῖν. Ἢ οὐχ ὁρᾶτε πόσας οὗτοι μάχας ποιοῦσι, καὶ πάντα ἀνατρέπουσι; Κέχρησο γάμῳ,

62

.

98

(50)

ἔχε παῖδας· καὶ Παῦλος τοιούτοις ἐπέταττε, τοιούτοις ἔγραφε. Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπε‐ λος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶ‐
55σαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε, μηδὲ ἀδίκει. Οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σεαυτὸν ἐξαγάγῃς. Οὐ δύνασαι ἐπὶ στιβάδος κατακλι‐ θῆναι; μή μοι κλίνας ἀργυρενδέτους κατασκεύαζε, ἀλλὰ κέχρησο κλίνῃ καὶ στρώμασι μὴ πρὸς ἐπίδειξιν
60πεποιημένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν, μηδὲ ἐλεφαντί‐ νας κλίνας· σύστειλον σαυτόν. Τί μυρίων ἀγωγίμων πληροῖς τὴν ὁλκάδα; Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις,
οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους. Οὐδὲ γὰρ οὕτω97

62

.

99

τοῖς χρήμασιν, ὡς ταῖς φροντίσι πλουτεῖς· οὐχ οὕτως εὐπορεῖς ἐν τοῖς κτήμασιν, ὡς ταῖς ἀγωνίαις καὶ τοῖς κινδύνοις. Οἵτινες βούλονται πλουτεῖν, φησὶ, πειρα‐ σμοὺς καὶ ἐπιθυμίας βλαβερὰς ἑαυτοῖς ἐπεισ‐
5άγουσι. Ταῦτα ὑπομένουσιν οἱ πολλὰ κεκτῆσθαι βουλό‐ μενοι. Οὐ λέγω· Διακόνησον τῷ κάμνοντι· κἂν τῷ παιδὶ κέλευσον τοῦτο ποιεῖν. Ὁρᾷς πῶς φορτικὸν οὐκ ἔστι; πῶς γὰρ, ἔνθα κόραι ἁπαλαὶ ἐκ πολλοῦ τοῦ διαστή‐ ματος ἡμᾶς παρελαύνουσιν; Αἰσχυνθῶμεν, παρακα‐
10λῶ, ὅτι ἐν μὲν τοῖς κοσμικοῖς οὐδαμοῦ παραχωροῦμεν αὐταῖς, οὐκ ἐν πολέμοις, οὐκ ἐν ἄθλοις· ἐν δὲ τοῖς πνευματικοῖς ἀγῶσι πλέον ἡμῶν φέρονται, καὶ πρῶ‐ ται τὸ βραβεῖον ἁρπάζουσι, καὶ ὑψηλότερα πέτανται, καθάπερ ἀετοί τινες· ἡμεῖς δὲ, καθάπερ κολοιοὶ, κά‐
15τω περὶ τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀεὶ στρεφόμεθα. Κολοιῶν γὰρ ὄντως, τραπεζοποιοὺς καὶ μαγείρους ἐπινοεῖν, καὶ κυνῶν λίχνων. Ἄκουσον τῶν παλαιῶν γυναικῶν· μεγάλαι γὰρ ἐγένοντο, μεγάλαι γυναῖκες καὶ θαυμασταὶ, οἷον, ἡ Σάῤῥα, ἡ Ῥεβέκκα, ἡ Ῥα‐
20χὴλ, ἡ Δεβώρα, ἡ Ἄννα· καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἦσαν τοιαῦται, ἀλλ’ οὐδαμοῦ ἄνδρας παρήλασαν, ἀλ‐ λὰ τὴν ὑστέραν τάξιν ἐπεῖχον. Νῦν δὲ τοὐναντίον, γυ‐ ναῖκες ἡμᾶς παρελαύνουσι καὶ ἀποκρύπτουσι. Ποῖος ὁ γέλως; τίς ἡ αἰσχύνη; Ἡμεῖς τῆς κεφαλῆς τὴν τάξιν
25ἐπέχομεν, καὶ ὑπὸ τοῦ σώματος νικώμεθα; Ἄρχειν αὐτῶν ἐτάχθημεν, οὐχ ἵνα μόνον ἄρχωμεν, ἀλλ’ ἵνα καὶ ἐν ἀρετῇ ἄρχωμεν. Ὁ γὰρ ἄρχων, τούτῳ μάλιστα ἄρχειν ὀφείλει, τῷ τῇ ἀρετῇ νικᾷν· εἰ δὲ νικᾶται, οὐκέτι ἄρχων ἐστίν.
30 Εἴδετε πόση τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δύναμις; πῶς ἔλυσε τὴν κατάραν; Καὶ γὰρ πλείους αἱ παρθένοι παρὰ γυναιξὶ, πλείων ἡ σωφροσύνη παρ’ ἐκείναις, αἱ χηρεῖαι πλείους· οὐδὲν ἂν αἰσχρὸν ταχέως γυνὴ πρόοιτο ῥῆμα. Τίνος οὖν ἕνεκεν, εἰπέ
35μοι, αἰσχρολογεῖς σύ; Μὴ γάρ μοι τὰς ἀπεγνω‐ σμένας εἴπῃς, φιλόκοσμόν πως τὸ γένος ἐστὶ, καὶ
τοῦτο ἔχει τὸ ἐλάττωμα. Ἀλλὰ κἀν τούτῳ νικᾶτεColumn end

62

.

100

ὑμεῖς οἱ ἄνδρες, οἱ καὶ ἐπ’ ἐκείναις, ὡς ἐπ’ οἰκείῳ κόσμῳ, ἐναβρυνόμενοι. Οὐ γὰρ οὕτως οἶμαι τοῖς ἑαυ‐ τῆς χρυσίοις τὴν γυναῖκα καλλωπίζεσθαι, ὡς τὸν ἄν‐ δρα τοῖς τῆς γυναικός· οὐχ οὕτως ἐπὶ τῇ ζώνῃ φρονεῖ
5τῇ χρυσῇ, ὡς ἐπὶ τῷ τὴν γυναῖκα χρυσοφορεῖν. Ὥστε καὶ τούτου ὑμεῖς αἴτιοι οἱ τὸν σπινθῆρα ἐκ‐ καίοντες, καὶ τὴν φλόγα ἀνάπτοντες. Ἄλλως δὲ, οὐ τοσοῦτον ἁμάρτημά ἐστιν ἐπὶ γυναικὸς, ὅσον ἐπὶ ἀν‐ δρός. Σὺ ἐτάχθης ἐκείνην ῥυθμίζειν· πανταχοῦ τῶν
10πρωτείων ἀξιοῖς τυγχάνειν· οὐκοῦν καὶ ἐν τούτῳ δεῖ‐ ξον, ὅτι σοι τῆς πολυτελείας οὐδεὶς λόγος ἐκείνης, ἀπὸ τῶν σαυτοῦ. Γυναικὶ μᾶλλον ἐπιτήδειον τὸ κοσμεῖ‐ σθαι, ἢ ἀνδρί. Ὅταν οὖν σὺ αὐτὸς μὴ διαφεύγῃς, πῶς ἐκείνη διαφεύξεται; Ἔχουσιν ἐκεῖναί τι κενόδοξον,
15ἀλλὰ τοῦτο κοινὸν καὶ ἀνδρῶν· ὀργίλαι πῶς εἰσι, καὶ τοῦτο κοινόν. Ἐν οἷς δὲ πλεονεκτοῦσιν, οὐκέτι κοι‐ νά· τὴν σεμνότητα λέγω, τὴν θερμότητα, τὴν εὐλά‐ βειαν, τὴν περὶ τὸν Χριστὸν ἀγάπην. Διὰ τί οὖν ἀπεῖρξεν αὐτὰς τοῦ θρόνου τοῦ διδασκαλικοῦ, φησί;
20Καὶ τοῦτο σημεῖον τοῦ πολὺ τὸ μέσον εἶναι τῶν ἀν‐ δρῶν, καὶ μεγάλας εἶναι τὰς τότε. Παύλου γὰρ διδά‐ σκοντος, εἰπέ μοι, καὶ Πέτρου καὶ τῶν ἁγίων ἐκεί‐ νων, γυναῖκα τῷ πράγματι ἐπιπηδᾷν ἐχρῆν; Νυνὶ δὲ εἰς τοῦτο κακίας ἠλάσαμεν, ὡς καὶ ζητήματος ἄξιον
25εἶναι, διὰ τί γυναῖκες οὐ διδάσκουσιν· οὕτως εἰς τὴν αὐτὴν αὐταῖς ἀσθένειαν ἤλθομεν. Ταῦτα οὐκ ἐκείνας ἐπᾶραι βουλόμενος εἶπον, ἀλλ’ ἡμᾶς αὐτοὺς ἐντρέψαι καὶ παιδεῦσαι καὶ νουθετῆσαι, ὥστε τὴν προσήκουσαν ἡμῖν ἀρχὴν ἀναλαβεῖν, μὴ κατὰ τὸ μεῖζον, ἀλλὰ κατὰ
30τὴν πρόνοιαν καὶ τὴν προστασίαν καὶ τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τὸ σῶμα ἐν τάξει ἔσται τῇ προσηκούσῃ, ὅταν ἀρίστου τοῦ ἄρχοντος ἐπιτύχῃ. Γένοιτο δὲ καὶ τὰς γυναῖκας καὶ τοὺς ἄνδρας κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἅπαντας βιοῦν, ἵνα καταξιωθῶμεν ἅπαντες ἐν ἐκείνῃ
35τῇ φοβερᾷ ἡμέρᾳ τῆς φιλανθρωπίας ἀπολαῦσαι τοῦ Δεσπότου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν
ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.Column end

62

.

99

(38)

ΟΜΙΛΙΑ ΙΔʹ. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν
40ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ. αʹ. Εἰπὼν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς, λοιπὸν
45αὐτὸν καὶ ὑπογράφει κατὰ μέρος. Αὕτη γὰρ εὐμαθε‐ στέρα ἡ διδασκαλία, ὅταν καὶ κατὰ μέρος μανθάνω‐ μεν. Καὶ τί φησι; Διὸ ἀποθέμενοι τὸ ψεῦδος. Ποῖον ψεῦδος; Τὰ εἴδωλα ἆρά φησιν; Οὐδαμῶς· ψεῦδος μὲν γὰρ καὶ ταῦτα· ἀλλὰ νῦν οὐ περὶ τού‐

62

.

99

(50)

των· οὐδὲν γὰρ αὐτοῖς κοινὸν πρὸς αὐτά· ἀλλὰ τὸ πρὸς ἀλλήλους φησὶ, τουτέστι, τὸ δολερὸν καὶ ὕπου‐ λον. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ. Εἶτα καὶ τὸ ἐντρεπτικώτερον, Ὅτι ἐσμὲν ἀλλήλων μέλη, μηδεὶς ἀπατάτω τὸν πλησίον· ὅ
55φησιν ὁ Ψαλμῳδὸς ἄνω καὶ κάτω· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτως ἔχθραν ποιοῦν, ὡς τὸ ἀπατᾷν καὶ παραλογίζεσθαι. Ὅρα πῶς πανταχοῦ αὐτοὺς δυσωπεῖ διὰ τοῦ σώματος. Μὴ ψευδέσθω,
60φησὶν, ὁ ὀφθαλμὸς τὸν πόδα, μηδὲ ὁ ποῦς τὸν ὀφθαλ‐Column end

62

.

100

(39)

μόν. Οἷον, ἐὰν βαθὺ ὄρυγμα ᾖ, εἶτα ἄνωθεν ἐπὶ τῆς
40γῆς καλάμων διακειμένων, καὶ ὑπὸ τῆς γῆς κεκα‐ λυμμένων, ἐν τῇ ἐπιφανείᾳ στερεᾶς γῆς παρέχῃ δόξαν τοῖς ὀφθαλμοῖς, οὐχὶ τῷ ποδὶ χρήσεται, καὶ εἴσεται πότερον εἰκῆ καὶ διάκενόν ἐστι κάτω, ἢ ἀντ‐ ερείδει καὶ ἀντιτυπεῖ; μὴ ψεύδεται ὁ ποῦς, ἀλλ’
45οὐχ ὅπερ ἐστὶν ἀπαγγέλλει; Τὶ δέ; εἰ ὄφιν ἴδοι ὁ ὀφθαλμὸς, ἢ θηρίον, μὴ ψεύδεται τὸν πόδα; οὐκ εὐ‐ θέως ἀπαγγέλλει, κἀκεῖνος παρ’ αὐτοῦ μαθὼν, οὐκέτι ἐπέρχεται. Τί δέ; ὅταν μήτε ὁ ὀφθαλμὸς, μήτε ὁ ποῦς εὕρῃ διαγνῶναι, ἀλλὰ τὸ πᾶν τῆς ὀσφρήσεως

62

.

100

(50)

ᾖ, οἷον πότερον δηλητήριον φάρμακον, ἢ οὒ, μὴ ψεύδεται ἡ ὄσφρησις τὸ στόμα; Οὐδαμῶς. Διὰ τί; Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν· ἀλλ’ ὅπερ αὐτῇ παρίσταται, λέγει. Τί δέ; ἡ γλῶσσα μὴ ψεύδεται τὸν στόμαχον; οὐκ ἔνθα μὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν
55δὲ γλυκὺ, παραπέμπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενημένην, καὶ ἐκθύμως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ψευδώμεθα, εἰ ἀλλήλων μέλη ἐσμέν. Τοῦτο φι‐
λίας τεκμήριον, τὸ δὲ ἐναντίον ἔχθρας. Τί οὖν, ἂν99

62

.

101

ἐπιβουλεύῃ, φησί; Τὸ ἀληθὲς μάθε· ἂν γὰρ ἐπιβου‐ λεύῃ, οὐκ ἔστι μέλος. Εἶπε δὲ, Μὴ ψεύδεσθε πρὸς τὰ μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὅρα σύνεσιν· καὶ λέγει ὅπως μὴ ἁμαρτήσωμεν, καὶ παρ‐
5ακούσαντας πάλιν οὐκ ἐγκαταλιμπάνει· οὐ γὰρ ἀφίη‐ σιν αὐτοῦ τὰ σπλάγχνα τὰ πνευματικά. Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει μὲν τὰ πρακτέα τῷ κάμνοντι, καὶ μὴ ἀνασχομένου δὲ ὅμως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγων συμβουλὴν, θεραπεύει πάλιν,
10οὕτω καὶ ὁ Παῦλος. Ὁ μὲν γὰρ ἐκεῖνο ποιῶν, τὴν δόξαν μόνον ζητεῖ, καὶ ὅτι κατεφρονήθη δάκνεται· ὁ δὲ πανταχοῦ τὴν ὑγείαν τοῦ κάμνοντος ἐπιζητῶν, πρὸς ἓν τοῦτο μόνον ὁρᾷ, ὅπως ἀναστήσῃ τὸν κεί‐ μενον. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ. Εἶπε, Μὴ ψεύ‐
15δεσθε· εἰ δέ ποτε γένοιτο ἀπὸ ψεύδους ὀργὴ, καὶ τοῦτο θεραπεύει πάλιν. Τί γάρ φησιν; Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καλὸν μὲν γὰρ τὸ μὴ ὀργίζεσθαι· εἰ δέ τις ἐμπέσοι ποτὲ εἰς τὸ πάθος, ἀλλὰ μὴ εἰς τοσοῦτον. Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παρορ‐
20γισμῷ ὑμῶν. Βούλει τῆς ὀργῆς ἐμπλησθῆναι; ἀρκεῖ σοι μία ὥρα καὶ δευτέρα καὶ τρίτη· μὴ καταλιπὼν ἐχθροὺς ὑμᾶς ὁ ἥλιος ἀπέλθοι. Ἀπὸ ἀγαθότητος ἀν‐ έτειλε, μὴ ἀπερχέσθω εἰς ἀναξίους λάμψας. Εἰ γὰρ ὁ Δεσπότης αὐτὸν ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψε, καὶ
25αὐτὸς μὲν ἀφῆκέ σοι τὰ ἁμαρτήματα, σὺ δὲ τῷ πλη‐ σίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν. Καὶ ἄλλο δὲ μετὰ τούτου· δέδοικε τὴν νύκτα ὁ μακάριος Παῦλος, μὴ λαβοῦσα ἐπ’ ἐρημίας τὸν ἠδικημένον ἔτι φλε‐ γμαίνοντα, ἀνακαύσῃ τὸ πῦρ. Ἕως μὲν γὰρ ἂν πολλὰ
30ἐκκρούῃ, τῆς ἡμέρας οὔσης, ἔξεστί σοι ἐμφορεῖσθαι· ὅταν δὲ μέλλοι ἑσπέρα γίνεσθαι, καταλλάττου καὶ πρόσφατον σβέσον τὸ κακόν. Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ μετὰ ταῦτα ἡμέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέ‐
35μῃς, τὸ δὲ ὅλον μὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσα‐ σθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπό‐
40θεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς. Μήτε δίδοτε τόπον τῷ διαβόλῳ. Ὥστε τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ. Δέον γὰρ πάντας συμπεφράχθαι,
45καὶ κατ’ ἐκείνου ἵστασθαι, ἐκλύσαντες ἡμεῖς τὴν πρὸς ἐκεῖνον ἔχθραν, ἐπ’ ἀλλήλους κελεύομεν τρέπεσθαι. Οὐδέποτε γὰρ οὕτως ἔχει τόπον ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις. βʹ. Τὰ μυρία ἐντεῦθεν κακὰ τίκτεται. Καὶ καθάπερ

62

.

101

(50)

ἕως μὲν ἂν ὦσιν ἡρμοσμένοι λίθοι, καὶ μηδὲν διάκε‐ νον ἔχοντες, ἑστήκασιν ἀῤῥαγεῖς· ἂν δὲ βελόνης μό‐ νης διάτρησιν διαμπὰξ γεγενημένην, ἢ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα κα‐ ταλύει καὶ ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου·
55ἕως μὲν ἂν ὦμεν πεπυκνωμένοι καὶ συνηρμοσμένοι,Column end

62

.

102

οὐδὲν ὅλως ἐπεισάγει τῶν αὑτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάῤῥους ἐπιχέε‐ ται. Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον· τούτου δὲ γενομένου,
5αὐτὸς ἑαυτῷ τὰ πάντα εὐρύνει· λοιπὸν γὰρ διαβολαῖς τὰ ὦτα ἀνέῳγε, καὶ οἱ τὰ ψευδῆ λέγοντες, πιστότε‐ ροι· τὴν γὰρ ἔχθραν ἔχουσι δικάζουσαν, οὐ τὴν ἀλή‐ θειαν κρίνουσαν. Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν· οὕτως ἔχθρας οὔ‐
10σης, καὶ τὰ ψευδῆ ἀληθῆ· ἕτερος νοῦς, ἕτερον δικα‐ στήριον, οὐκ ἐξ ἴσης ἀκοῦον, ἀλλὰ μετὰ πολλῆς τῆς προσκλίσεως καὶ ἐπιῤῥεπείας. Καθάπερ γὰρ ἐν ζυγῷ μόλυβδος προστεθεὶς τὸ πᾶν εἵλκυσεν· οὕτω καὶ ἐν‐ ταῦθα, τὸ τῆς ἔχθρας βάρος, μολύβδου χαλεπώτερον
15ὄν. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε πρὸ τοῦ ἡλίου σβεννύναι τὰς ἔχθρας. Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος. Καὶ ῥήματα γὰρ
20ἑτέρως λεγόμενα ἑτέρως ὑποπτεύειν ποιοῦσα, καὶ σχήματα καὶ πᾶν ὁτιοῦν ἐκθηριοῖ καὶ ἐξαγριοῖ, καὶ τῶν μαινομένων χείρω διατίθησιν, οὔτε τὸ ὄνομα εἰπεῖν, οὔτε ἀκοῦσαι ἀνεχομένη, ἀλλ’ ἀπὸ τῶν λοι‐ δοριῶν ἅπαντα φθεγγομένη. Πῶς οὖν μαλάξομεν τὸν
25θυμόν; πῶς σβέσομεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνό‐ μεθα, ἀλλ’ ἡμᾶς αὐτούς· ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον,
30τὸν ὄντως ἐχθρὸν, δι’ ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦ‐ μεν. Βούλει εἶναι μνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, μὴ τοῦ μέλους τοῦ σοῦ. Διὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ’ ἵνα ὁλόκληρον τὴν
35μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡμῶν φει‐ δώμεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώμεθα.
40Ἐῤῥέτω χρήματα, ἐῤῥέτω δόξα καὶ εὐδοκίμησις· πάντων τὸ μέλος τὸ ἐμὸν ἐμοὶ τιμιώτερον. Ταῦτα λέγωμεν πρὸς ἑαυτούς· μὴ τὴν φύσιν ἀδικῶμεν τὴν ἡμετέραν, ἵνα χρήματα κτησώμεθα, ἵνα δόξης ἐπι‐ τύχωμεν. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, φησίν.
45Ὁρᾷς τίνα τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου; ψεῦδος, μνησικακία, κλοπή. Διὰ τί μὴ εἶπεν, Ὁ κλέπτων κο‐ λαζέσθω, βασανιζέσθω, στρεβλούσθω, ἀλλὰ, Μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ

62

.

102

(50)

χρείαν ἔχοντι; Ποῦ οἱ Καθαροὶ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολ‐ μῶντες; Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι
55τὰ ἁμαρτήματα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρ‐
τημα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁμάρ‐101

62

.

103

τημα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις μετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁμάρτημα. Οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ’ ὥστε κοπιᾷν, ὥστε ἑτέροις μεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται,
5ἀλλὰ κακόν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τίς ἐστι σαπρός; Ὅν φησιν ἀλλαχοῦ καὶ ἀργὸν, καταλαλιὰ, αἰσχρολογία, εὐτρα‐ πελία, μωρολογία. Ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν;
10Τὸ δὲ, Μηκέτι κλεπτέτω, οὐκ ἐκείνοις συγγινώσκων τοσοῦτόν φησιν, ὅσον τοὺς ἠδικημένους πράους καθ‐ ιστῶν, καὶ τῷ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν. Καλῶς δὲ καὶ περὶ λόγων διδάσκει. Οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν
15δίκας. Ἀλλ’ εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδο‐ μὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Τουτέστιν, Ὅπερ οἰκοδομεῖ τὸν πλησίον, τοῦτο φθέγ‐ γου μόνον, περιττὸν δὲ μηδέν. γʹ. Διὰ τοῦτο γάρ σοι στόμα καὶ γλῶσσαν ἔδωκεν ὁ
20Θεὸς, ἵνα εὐχαριστῇς αὐτῷ, ἵνα οἰκοδομῇς τὸν πλη‐ σίον· ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδομὴν, βέλτιον σιγᾷν, καὶ μηδέποτε φθέγγεσθαι. Καὶ γὰρ χεῖρες τεχνίτου, ἀντὶ τοῦ τοὺς τοίχους ἐξυφαίνειν μαθοῦσαι καθαιρεῖν, ἐκκόπτεσθαι δίκαιαι ἂν εἶεν. Καὶ γὰρ ὁ Ψαλμῳδὸς
25τοῦτό φησιν· Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ στόμα· μᾶλλον δὲ οὐ τὸ στόμα, ἀλλ’ οἱ κακῶς αὐτῷ χρώμενοι. Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφημίαι, ἐκκαύματα τῶν ἡδονῶν, φόνοι, μοιχεῖαι, κλοπαὶ,
30πάντα ἀπὸ τούτου τίκτεται. Καὶ πῶς, φησὶ, φόνοι; Ἀπὸ ὕβρεως εἰς ὀργὴν, ἀπὸ ὀργῆς εἰς πληγὰς, ἀπὸ πληγῶν εἰς φόνον ἐξέβης. Πῶς μοιχεῖαι; Ἡ δεῖνά σε φιλεῖ, φησὶν, ἐφθέγξατό τι περὶ σοῦ χρηστὸν, ἐχά‐ λασέ σου τὸν τόνον, εἶτα καὶ σοὶ οὕτως ἀνάπτεται
35τὰ τῆς ἐπιθυμίας. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγεν, Εἴ τις ἀγαθός. Ἐπεὶ οὖν πολὺ τὸ χύμα τῶν λόγων, εἰκότως ἀδιορίστως εἶπεν, ἐκεῖνα φθέγγεσθαι κελεύ‐ σας, καὶ τύπον δοὺς ὁμιλίας. Ποῖον δὴ τοῦτον; Εἴ τις οἰκοδομεῖ, εἰπών. Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι
40εἰδῇ ὁ ἀκούων. Οἷον, ἐπόρνευσεν ὁ ἀδελφός· μὴ ἐκπόμ‐ πευε τὴν ὕβριν. Μηδὲ ἐντρύφα· οὐδὲν ὠφέλησας τὸν ἀκούοντα, ἀλλὰ καὶ ἔβλαψας, εἰκότως, ἧλον αὐτῷ δούς. Ἂν μέντοι τὰ πρακτέα παραινῇ, πολλὴν αὐτῷ δίδως τὴν χάριν· ἂν παιδεύσῃς εὔφημον ἔχειν στόμα,
45ἂν διδάξῃς μηδένα κακηγορεῖν, μάλιστα αὐτὸν ἐπαί‐ δευσας, καὶ χάριν αὐτῷ δέδωκας· ἂν περὶ κατανύ‐ ξεως, ἂν περὶ εὐλαβείας, ἂν περὶ ἐλεημοσύνης δια‐ λεχθῇς, πάντα ταῦτα μαλάττει αὐτοῦ τὴν ψυχήν. Ὑπὲρ τούτων πάντων χάριν ὁμολογήσει. Ἂν μέντοι

62

.

103

(50)

γέλωτα κινήσῃς, ἂν αἰσχρὸν φθέγξῃ, μᾶλλον ἐξῆψας· ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ἵνα κεχαριτω‐ μένους αὐτοὺς ἐργάσηται, οὕτως εἶπε. Καθάπερ γὰρ τὸ μύρον χάριν δίδωσι τοῖς μεταλαμβάνουσιν, οὕτω
55καὶ λόγος ἀγαθός· διὰ τοῦτο καί τις ἔλεγε, Μύρον ἐκκενωθὲν ὄνομά σου· ἀποπνεῖν αὐτοὺς ἐποίει ἀπὸ τῆς εὐωδίας ἐκείνης. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ παραινεῖ, τοῦτο καὶ νῦν λέγει, ἑκάστῳ οἰκοδομεῖν τὸν πλησίον ἐπιτρέπων κατὰ δύναμιν τὴν ἑαυτοῦ; Ὁ ἑτέροις οὖν
60τοιαῦτα παραινῶν, πολλῷ μᾶλλον σαυτῷ. Καὶ μὴ
λυπεῖτε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Φρικωδέστε‐Column end

62

.

104

ρον καὶ φοβερώτερον τοῦτο, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας Ἐπιστολῇ φησι· καὶ γὰρ ἐκεῖ τοιοῦ‐ τόν τι λέγει· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθε‐ τεῖ, ἀλλὰ τὸν Θεόν. Οὕτω καὶ ἐνταῦθα. Ἂν εἴπῃς
5ὑβριστικὸν ῥῆμα, ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖ‐ νον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας. Εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώ‐
10σεως. Τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε, τοῦτο οὐκ ἀφῆκε κεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; Ὅρα πῶς ἐκεῖ μὲν φοβε‐ ρῶς, Ὁ γὰρ ἀθετῶν, φησὶν, οὐκ ἄνθρωπον ἀθετεῖ,
15ἀλλὰ τὸν Θεόν· ἐνταῦθα δὲ ἐντρεπτικῶς, Μὴ λυ‐ πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφρα‐ γίσθητε. Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω· μὴ ἀνέλῃς τὰ σήμαντρα. Στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται. Μὴ εἴπῃς, Οὐδέν ἐστιν, ἂν
20αἰσχρὸν εἴπω, ἂν τὸν δεῖνα ὑβρίσω. Διὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ. Τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξόμενα καὶ ἀνίατα γίνεται. Στόμα ἔχεις πνευματικόν; Ἐννόη‐
25σον τί ἐφθέγξω εὐθέως ῥῆμα τεχθεὶς, ποία ἀξία τοῦ στόματός σου. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν εὐθέως ὑβρίζεις; Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν. Ἀπὸ φύσεως; ἀλλ’ οὐκ ἂν ἔχοις. Ἀπὸ ἀρετῆς; ἀλλ’ οὐδὲ τοῦτο. Ἀλλὰ πόθεν; Ἀπὸ
30φιλανθρωπίας μόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ. Ὅταν οὖν Πατέρα καλῇς τὸν Θεὸν, μὴ τοῦτο μόνον ἐννόει, ὅτι ἀνάξια τῆς εὐγενείας ἐκείνης πράτ‐ τεις ὑβρίζων, ἀλλ’ ὅτι καὶ ἀπὸ φιλανθρωπίας ἔχεις τὴν εὐγένειαν. Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ
35μὲν φιλανθρωπίας λαβὼν, ὠμότητι δὲ κεχρημένος πρὸς τοὺς ἀδελφούς. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ ὑβρίζεις; Ἀλλ’ οὐ ταῦτα τοῦ υἱοῦ τοῦ Θεοῦ. Τὸ ἔργον τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῖς ἐχθροῖς ἀφιέναι, ὑπὲρ τῶν σταυρούντων εὔχεσθαι, ὑπὲρ τῶν μισούντων τὸ
40αἷμα ἐκχέειν. Ταῦτά ἐστιν ἄξια τοῦ υἱοῦ τοῦ Θεοῦ, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς κλέπτας, τοὺς ἰταμοὺς, τοὺς ἐπιβουλεύοντας, τούτους ἀδελφοὺς ποιεῖσθαι καὶ κληρονόμους, οὐχὶ τοὺς ἀδελφοὺς γινο‐ μένους, τούτους ὡς ἀνδράποδα ὑβρίζειν.
45 δʹ. Ἐννόησον τίνα ἐφθέγξατο ῥήματα τὸ στόμα τὸ σὸν, ποίας ἄξια τραπέζης· ἐννόησον τίνων ἅπτεται, τίνων γεύεται, ποίας ἀπολαύει τροφῆς. Οὐ‐ δὲν ἡγῇ ποιεῖν δεινὸν τὸν ἀδελφὸν κατηγορῶν; Πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστιν ἀδελφὸς, πῶς

62

.

104

(50)

λέγεις, Πάτερ ἡμῶν; τὸ γὰρ, Ἡμῶν, πολλῶν ἐστι προσώπων σημαντικόν. Ἐννόησον μετὰ τίνων ἕστη‐ κας κατὰ τὸν καιρὸν τῶν μυστηρίων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφίμ. Τὰ Σεραφὶμ οὐχ ὑβρίζει, ἀλλὰ μίαν αὐτοῖς χρείαν μόνον τὸ στόμα
55πληροῖ, τὸ δοξολογεῖν, τὸ δοξάζειν τὸν Θεόν. Πῶς οὖν δυνήσῃ σὺ μετ’ ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόματι κεχρημένος; Εἰπὲ δή μοι, εἰ σκεῦος εἴη βασιλικὸν, καὶ ἀεὶ ἐδεσμάτων ἔμπλεων βασιλικῶν, καὶ εἰς τοῦτο ἀποτεταγμένον, εἶτά τις
60αὐτῷ τῶν οἰκετῶν χρήσαιτο εἰς κόπρον ἆρα τολμή‐ σει πάλιν μετ’ ἐκείνων τῶν σκευῶν τῶν εἰς ἐκεῖνα ἀποτεταγμένων αὐτὸ ἀποτίθεσθαι τῆς κόπρου ἐμπε‐
πλησμένον; Οὐδαμῶς. Τοιοῦτόν τί ἐστιν ἡ κακηγορία,103

62

.

105

τοιοῦτόν ἐστιν ἡ ὕβρις. Πάτερ ἡμῶν. Καὶ τί; τοῦτο μόνον; Ἄκουε καὶ τῶν ἑξῆς· Ὁ ἐν τοῖς οὐρανοῖς. Εὐθέως εἶπες, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἀνέστησέ σε τὸ ῥῆμα, ἐπτέρωσέ σου τὴν διάνοιαν,
5ἔδειξεν ὅτι Πατέρα ἔχεις ἐν τοῖς οὐρανοῖς. Μηδὲν πρᾶττε, μηδὲν λέγε τῶν ἐπὶ γῆς. Εἰς ἐκείνην σε τὴν τάξιν ἔστησε τὴν ἄνω, ἐκείνῳ σε ἐνέκρινε τῷ χορῷ· τί σαυτὸν κάτω καθέλκεις; παρὰ τὸν θρόνον ἕστηκας τὸν Βασιλικὸν, καὶ ὑβρίζεις; Οὐ δέδοικας μὴ ὕβριν
10τὸ πρᾶγμα ἡγήσηται ὁ βασιλεύς; ἀλλ’ ἂν μὲν οἰκέ‐ της ἐφ’ ἡμῶν τὸν ὁμόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιμῶμεν, ὕβριν τὸ πρᾶγμα ἡγούμενοι· σὺ δὲ μετὰ τῶν Χερουβὶμ ἑστὼς παρὰ τὸν θρόνον τοῦ Βασιλέως, ὑβρίζεις τὸν ἀδελφόν;
15Οὐχ ὁρᾷς τὰ ἅγια ταῦτα σκεύη; οὐχὶ πρὸς ἕν ἐστιν αὐτῶν διαπαντὸς ἡ χρεία; μή τις τολμᾷ πρὸς ἄλλο τι χρήσασθαι αὐτοῖς; Σὺ τῶν σκευῶν ἁγιώτερος εἶ τούτων, καὶ πολλῷ ἁγιώτερος· τί τοίνυν ῥυπαίνεις σαυτὸν καὶ μολύνεις; Ἐν τοῖς οὐρανοῖς ἕστηκας,
20καὶ ὑβρίζεις; μετὰ ἀγγέλων πολιτεύῃ, καὶ ὑβρίζεις; φιλήματος ἠξίωσαι Δεσποτικοῦ, καὶ ὑβρίζεις; τοσού‐ τοις σου τὸ στόμα ἐκόσμησεν ὁ Θεὸς ὕμνοις ἀγγελι‐ κοῖς, τροφῇ οὐκέτι ἀγγελικῇ, ἀλλ’ ὑπὲρ ἀγγελικὴν, φιλήματι τῷ αὐτοῦ, περιπλοκαῖς ταῖς πρὸς αὐτὸν,
25καὶ ὑβρίζεις; Μὴ, παρακαλῶ. Μεγάλων τὸ πρᾶγμα
αἴτιον κακῶν, πόῤῥω ψυχῆς Χριστιανῆς. Οὐ πείθο‐Column end

62

.

106

μέν σε λέγοντες, οὐδὲ ἐντρέπομεν; Οὐκοῦν ἄξιον φοβῆσαι λοιπόν· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Εἰ δὲ τὸ κουφότερον πάντων
5γέενναν προξενεῖ, ὁ τὰ τολμηρὰ λέγων, τίνος οὐκ ἔσται ἄξιος; Παιδεύσωμεν ἡμῶν πρὸς εὐφημίαν τὸ στόμα· μέγα ἀπὸ τούτου κέρδος, μεγάλη ἀπὸ τῆς ὕβρεως ἡ βλάβη· οὐκ ἔστιν ἐνταῦθα χρήματα δαπα‐ νῆσαι. Ἐπιθῶμεν θύραν καὶ μοχλὸν, κατ‐
10εσθίωμεν ἑαυτοὺς, ἐὰν ῥῆμά ποτε φορτικὸν ἐκπηδήσῃ τῶν ὀδόντων· παρακαλῶμεν τὸν Θεὸν, παρακαλῶμεν τὸν ὑβρισμένον, μὴ ἀναξιοπαθῶμεν· ἑαυτοὺς ἐπλή‐ ξαμεν, οὐκ ἐκεῖνον· ἐπιθῶμεν τὸ φάρμακον τὴν εὐχὴν καὶ τὴν πρὸς τὸν ὑβρισμένον καταλλαγήν.
15Ἂν ἐν τοῖς ῥήμασι τοσαύτην ποιώμεθα πρόνοιαν, πολλῷ μᾶλλον ἐν τοῖς πράγμασι νόμους τιθῶμεν ἑαυτοῖς. Κἂν φίλους ἔχωμεν, κἂν οὑστινασοῦν, καὶ εἴποιεν κακῶς τινα, ἢ ὑβρίσαιεν, ἀπαίτησον αὐτοὺς καὶ εἴσπραξαι δίκην. Μανθάνωμεν ὅλως, ὅτι κἂν
20ἁμάρτημα τὸ τοιοῦτόν ἐστιν· ἂν γὰρ μάθωμεν, τα‐ χέως ἀποστησόμεθα. Ὁ δὲ Θεὸς τῆς εἰρήνης φυ‐ λάξοι ὑμῶν καὶ τὸν νοῦν, καὶ τὴν γλῶσσαν, καὶ τειχίσοι ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ, ἐν Χριστῷ Ἰησοῦ καὶ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα
25ἅμα τῷ ἁγίῳ Πνεύματι.Column end

62

.

105

(27)

ΟΜΙΛΙΑ ΙΕʹ. Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ
30 κακίᾳ. αʹ. Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς
35ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγ‐ γεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ
40σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν ὑποδέξα‐ σθαι δυναμένη· ἀλλ’ ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυμὸς, τὰ σμήνη ἀφίπταται. Διὰ τοῦτο ὁ μακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡμῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν
45κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅρα οὖν πῶς ἡμῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπ‐ ήλασε τὴν ὀργήν. Δείκνυσι πάλιν πῶς ἂν μᾶλλον

62

.

105

(50)

πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν μὴ ὦμεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέν‐ τος τοῦ ταμιείου· ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς
55τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ
φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυ‐Column end

62

.

106

(28)

ρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ
30διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι· καὶ καθ‐ άπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς πεποιημέ‐ ναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν
35κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύ‐ νει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως μὲν ἂν
40ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν μέγα ἡμᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περι‐ έχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερ‐
45βάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας. Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιό‐ τητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργα‐ ζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς

62

.

106

(50)

κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν
55ψυχὴν ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡμῖν ἅπαντα οὕτω.105

62

.

107

μετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω
5ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισμοὺς ἐμπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει βάραθρον τὸν ἁλόντα. Ἵν’ οὖν ταῦτα ἀκριβῶς διερευνώμενοι, τοῦτο φύγωμεν τὸ κακὸν, καὶ χαλινώσωμεν τὸ θηρίον,
10μᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πει‐ θώμεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ’ ὑμῶν. Τί γάρ μοι δεῖ πραγμάτων καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀπ‐ οικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν
15τινὰ ἀπαγαγεῖν; Πειθώμεθα τοίνυν τῷ Παύλῳ λέ‐ γοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ’ ὑμῶν. Ἀλλ’ οἴμοι τῆς κατεχούσης ἡμᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ μακαρίζειν, καὶ ἐναβρύνεσθαι
20τῷ κακῷ, καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ’ ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορ‐ πίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νομίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, μὴ λυμήνηται· ἄπειρος ἐγὼ τῆς ἐκείνου κα‐
25κίας εἰμί· δέδοικα μή με λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώμενον, εἰς τὰς πάγας ἐμβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡμᾶς συμπο‐ δίσῃ τοῖς ἡτοιμασμένοις αὐτῷ πρὸς ἡμετέραν ἀπά‐ την. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα
30τὰ ῥήματα, τὰ μὴ φοβερὰ φοβουμένων. Οὐδενὸς μὲν οὖν οὕτω δεῖ καταφρονεῖν, οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· μωροὺς ποιεῖ καὶ ἀνοή‐ τους.
35 βʹ. Ἢ οὐχ ὁρᾶτε ὅτι τυφλὸν ἡ κακία; ἢ οὐκ ἠκούσατε, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἑαυτῷ ὀρύσσει; πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλη‐ σμένην; Εἰ μὲν οὖν, ὡς δαίμονας καὶ μαινομένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς μωροὺς
40(καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φημὶ κἀγώ· εἰ δὲ ὡς δεινοὺς πράγμασι χρῆσθαι, τοῦτο οὐκέτι. Οὐδὲν γὰρ οὕτω πρὸς πραγμάτων οἰκονομίαν ἐπιτή‐ δειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐμπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ
45σώματα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους μαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ πονηρία. Οὐκ ἔστιν οὖν

62

.

107

(50)

ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι. Βούλεσθε πάλιν καὶ ἐπὶ ὑποδείγματος, ὃ λέγω, ποιήσω φανερὸν, κακούργου καὶ ἀπλάστου παραγαγὼν ὑμῖν εἰκόνας; Κακοῦργος ἦν ὁ Ἀβεσσαλὼμ, καὶ πάντας ἰδιοποιεῖτο· ὅρα οὖν ὅση ἦν ἡ κακουργία. Περιιὼν, φησὶν, ἔλεγε, Μὴ ἔστι
55σοι κρίσις; οἰκειώσασθαι ἕκαστον βουλόμενος. Ὁ δὲColumn end

62

.

108

Δαυῒδ ἄπλαστος. Τί οὖν; Ὅρα ἀμφοτέρων τὸ τέλος, ὅρα πόσης ἔγεμεν ἐκεῖνος ἀνοίας. Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα μόνην τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις τετύφλωτο πᾶσιν. Ἀλλ’ οὐχ ὁ Δαυΐδ. Ὁ πορευόμε‐
5νος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς. Τουτέστιν, ὁ μηδὲν περιεργαζόμενος, ὁ μηδὲν κατασκευάζων κακόν. Πειθώμεθα τοίνυν τῷ μακαρίῳ Παύλῳ, καὶ ἐλεῶμεν καὶ δακρύωμεν τοὺς πικροὺς, καὶ πάντα πράττω‐ μεν καὶ ποιῶμεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆς ἐξαν‐
10τλῆσαι τὴν πονηρίαν. Πῶς γὰρ οὐκ ἄτοπον, χολῆς μὲν ἡμῖν ἐνούσης (καίτοι γε χρήσιμον τοῦτο τὸ στοι‐ χεῖον· χωρὶς γὰρ χολῆς ἄνθρωπον εἶναι οὐ δυνατὸν, ταύτης δὴ λέγω τῆς στοιχειώδους)· πῶς οὐκ ἄτοπον ταύτην μὲν κενοῦν κατὰ δύναμιν, καίτοι μεγάλα παρ’
15αὐτῆς ὠφελουμένους· τὴν δὲ ἐν τῇ ψυχῇ μηδὲν ποιεῖν μηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαμοῦ χρήσιμον οὖ‐ σαν, ἀλλὰ καὶ τὰ μέγιστα ἀδικοῦσαν; Ὁ βουλόμε‐ νος, φησὶν, εἶναι σοφὸς ἐν ὑμῖν, γενέσθω μω‐ ρὸς, ἵνα γένηται σοφός. Ἄκουε πάλιν καὶ τοῦ
20Λουκᾶ λέγοντος· Μετελάμβανον τροφῆς ἐν ἀγαλ‐ λιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ εἶχον χάριν πρὸς ὅλον τὸν λαόν. Ἢ οὐχ ὁρῶμεν καὶ νῦν τοὺς ἀφελεῖς καὶ ἀπλάστους κοινῆς τιμῆς παρὰ πάντων ἀπολαύοντας; Οὐδεὶς τῷ
25τοιούτῳ φθονεῖ εὐπραγοῦντι, οὐδεὶς ἐπεμβαίνει δυσ‐ πραγοῦντι· ἀλλὰ πάντες καὶ καλῶς πράττοντι συγ‐ χαίρουσι, καὶ πταίσαντι συναλγοῦσιν. Ἂν δὲ πικρὸς ἅνθρωπος εὐημερήσῃ ποτὲ, ὡς κακοῦ τινος συμβάν‐ τος, ἅπαντες στένουσι· κἂν δυσπραγήσῃ πάλιν,
30ἅπαντες χαίρουσιν. Ἐλεῶμεν οὖν αὐτούς· ἔχουσι γὰρ κοινοὺς ἐχθροὺς πανταχοῦ περιιόντας. Ὁ Ἰακὼβ ἄπλαστος ἦν, ἀλλὰ τὸν κακοῦργον Ἡσαῦ ἐνίκησεν· Εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σο‐ φία. Πᾶσα πικρία ἀρθήτω ἀφ’ ὑμῶν· μηδὲ λείψα‐
35νον μενέτω. Οἶδε γὰρ τοῦτο κινηθὲν, καθάπερ ἀπὸ σπινθῆρός τινος, ὁλόκληρον ἔνδον ποιῆσαι πυράν. Τί τοίνυν ἐστὶν ἡ πικρία κατανοήσωμεν ἀκριβῶς· οἷον ὁ ὕπουλος ἀνὴρ, ὁ δολερὸς, ὁ πρὸς τὸ κακοποιεῖν παρ‐ εσκευασμένος, ὁ καχύποπτος· ἀπὸ δὴ τούτου ἀεὶ θυ‐
40μὸς καὶ ὀργὴ τίκτεται. Οὐ γὰρ ἔστιν ἐν γαλήνῃ τὴν τοιαύτην εἶναι ψυχήν· ῥίζα γὰρ θυμοῦ καὶ ὀργῆς πι‐ κρία. Ὁ τοιοῦτος καὶ βαρύθυμός ἐστιν, καὶ οὐδέ‐ ποτε ἀνίησι τὴν ψυχὴν, ἀεὶ σύννους ὢν, ἀεὶ σκυθρω‐ πός. Ὅπερ γὰρ ἔφην, αὐτοὶ πρῶτοι καρποῦνται τὰ
45ἑαυτῶν κακά. Καὶ κραυγὴ, φησί. Τί δήποτε; καὶ κραυγὴν ἀναιρεῖς; Τὸν γὰρ ἤπιον τοιοῦτον εἶναι χρή. Ἵππος γάρ ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ τὴν ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἐπιβάτην. Ἀκουέτωσαν ταῦτα μάλιστα γυναῖκες,

62

.

108

(50)

αἱ ἐν παντὶ πράγματι κράζουσαι καὶ βοῶσαι. Ἐν ἑνὶ χρήσιμον τὸ κράζειν μόνον, ἐν τῷ κηρύττειν καὶ δι‐ δάσκειν, ἀλλαχοῦ δὲ οὐδαμοῦ, ἀλλ’ οὔτε ἐν εὐχῇ. Καὶ εἰ βούλει μαθεῖν διὰ τῶν πραγμάτων, μηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργη‐
55σίας. Ὥσπερ γὰρ οὐκ ἔνι τὸν μὴ κράζοντα ὀργισθῆ‐ ναι, οὕτως οὐκ ἔνι τὸν κράζοντα μὴ ὀργισθῆναι. Μὴ γάρ μοι τὸν βαρύμηνιν εἴπῃς καὶ μνησίκακον καὶ αὐτοπικρίαν καὶ αὐτοχολήν· ἡμεῖς περὶ τῆς τοῦ πά‐
θους συναρπαγῆς διαλεγόμεθα νῦν.107

62

.

109

γʹ. Ὥστε οὐ μικρὸν πρὸς τοῦτο συμβάλλεται τὸ παι‐ δεῦσαι τὴν ψυχὴν μηδέποτε κράζειν καὶ βοᾷν. Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαι‐ ρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας. Ὥσπερ
5γὰρ οὐκ ἔστι τὰς χεῖρας μὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι μὴ κράζοντα συμποδίζεσθαι. Δῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ’ οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυμός. Ἡ δὲ κραυγὴ καὶ τὸν οὐκ ὄντα ἐξαίρει· καὶ μάλιστα ἐντεῦθεν τα‐
10χέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς κραυγῆς πληροῦσι τῆς ἑαυτῶν· πολλάκις δὲ καὶ εἰ παρὰ στενωπὸν τυγχάνοι ᾠκοδομημένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ
15τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ’ ἂν ἀσχημονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ’ ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ
20τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε ὑπὲρ τῶν οἰ‐ κείων ἀδικημάτων, ὅπερ ἀεί φημι, μήτε τῆς ὑπ‐ ηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ’ εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσον‐
25ται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠμότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον μαστίζειν, ὡς μηδὲ αὐθημερὸν τοὺς μώλωπας σβέννυσθαι. Γυμνώσασαι
30γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσμοῦσι πολλάκις πρὸς τοῖς σκίμποσιν. Οἴμοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ μοι, μνήμη; ἀλλὰ γυμνοῖς τὴν παιδίσκην, καὶ δεικνύεις τῷ ἀνδρί; καὶ οὐκ αἰσχύνῃ μή σου κατα‐
35γνῷ; καὶ ἐπιπλέον αὐτὸν παροξύνεις, καὶ ἀπειλεῖς δήσειν, μυρία πρότερον λοιδορησαμένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ, Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στό‐ ματος φείδεσθαι, ἀλλ’ εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην
40ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δημίῳ αὐτῷ κέχρηται. Ταῦτα ἐν Χριστια‐ νῶν οἰκίαις γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν τὸ γένος,
45φησὶ, καὶ ἰταμὸν καὶ ἀναίσχυντον καὶ ἀδιόρθωτον. Οἶδα κἀγώ· ἀλλ’ ἔστιν ἑτέρως ῥυθμίσαι, φόβοις, ἀπειλαῖς, ῥήμασι, κἀκείνην μειζόνως δυναμένοις δάκνειν, καὶ σὲ τῆς αἰσχύνης ἀπαλλάξαι. Αἰσχρὰ ἐφθέγξω ῥήματα ἐλευθέρα οὖσα, καὶ οὐ μᾶλλον ἐκεί‐

62

.

109

(50)

νην ἢ σαυτὴν καταισχύνεις; Εἶτα ἐν βαλανείῳ ἐὰν δέῃ προελθεῖν, μώλωπες κατὰ τῶν νώτων γυμνου‐ μένης αὐτῆς, καὶ τεκμήρια περιφέρει τῆς ὠμότητος. Ἀλλ’ ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος. Οἶδα κἀγώ· ἀλλ’ ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε,
55μὴ μάστιξι μόνον μηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν. Ἀδελφή σου γέγονεν, ἂν ᾖ πιστή. Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται. Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς
60αἰσχρὸν πρᾶγμα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασά‐
νους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦColumn end

62

.

110

ῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ
5ἀνδρὶ, πολλῷ μᾶλλον τῇ ὁμοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται μισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, μὴ συγχώρει ὑπερμαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ
10τῆς ὑπερβολῆς! ἐγὼ ἔσομαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας! διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι μετέχει ψυχῆς; οὐχὶ τῶν αὐτῶν ἠξίωται παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης; οὐ τῆς αὐτῆς σοι κοινωνεῖ εὐγενείας; Τί οὖν, ἂν ᾖ,
15φησὶ, λοίδορος καὶ λάλος καὶ μέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώματα. Κἂν μέθυσος ᾖ, κἂν λοί‐
20δορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου· ῥυθμίζειν ἀνάγκην ἔχεις· διὰ τοῦτο κεφαλὴ εἶ σύ. Οὐκοῦν ῥύθμιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος μένῃ, κἂν κλέπτῃ, φύλαττε τὰ σά· μὴ ἐκείνην τοσοῦτον τιμω‐
25ροῦ· ἂν λάλος ᾖ, ἐπιστόμιζε. Τοῦτο φιλοσοφίας ἐστὶ τῆς ἀνωτάτω. Νυνὶ δὲ εἰς τοσοῦτό τινες ἀτοπίας ἥκουσιν, ὡς ἀποκαλύπτειν τὴν κεφαλὴν, καὶ ἀπὸ τριχῶν σύρειν τὰς θεραπαινίδας. δʹ. Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡμῖν ὁ
30λόγος· ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν ἐξελκομένας ταύτην. Γυνὴ ἀκατακάλυπτος μὴ ἔστω, φησὶν ὁ Παῦ‐ λος· σὺ δὲ ὅλως τὸ κρήδεμνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις· σὺ δὲ αὐ‐
35τὴν γυμνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν μὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρό‐ νισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορ‐ θοῦσαι; Ταῦτα ἡμῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ’ ὑπὲρ ὑμῶν τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσε‐
40μνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινί‐ δος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον,
45ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Θὲς τῷ στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χα‐

62

.

110

(50)

λεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁμότιμον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· μὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται,
55φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ’ ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ
60θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία
λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰ109

62

.

111

τραύματα θάνατον. Ἀλλ’ οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ’ ἢ τοῦτο μόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθά‐
5περ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς μὲν προσιόν‐ τας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτε‐ ροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχομένων. Ἐπεὶ
10οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόμενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶ κατασκευάζοντες μυρία κακὰ, καὶ δι’ ἔργων ἀμυνόμενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ’ ὑμῶν, φησὶ, σὺν πάσῃ
15κακίᾳ. Μὴ ῥημάτων μὲν φείδου, διὰ δὲ τῶν ἔργων ἀμύνου. Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς
20ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ μάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόμεναι μὴ φαίνωνται τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύματα, ἅπερ ἂν μὴ εἰς τὴν ἐπιφά‐
νειαν ἐξανθήσῃ; καὶ πυρετοὶ ὅσοι τὰ ἐντόσθια καίου‐Column end

62

.

112

σιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεμομένη. Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ μικρᾷ καὶ μεγάλῃ. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν
5ἐξαίρωμεν, ἵνα μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀνέλωμεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέμωμεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συμφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰ‐ μωγαί. Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς
10ἀποστρεφόμεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ’ οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσ‐ ηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ τῶν μουσικῶν, ὅσα μὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγ‐ γον, οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ
15μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσω‐ μεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσομεν, καὶ εἰς τὸν εὔδιον
20πλευσόμεθα λιμένα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

62

.

111

(25)

ΟΜΙΛΙΑ Ιϛʹ. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγ‐ χνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς
30 ἐχαρίσατο ὑμῖν. αʹ. Οὐκ ἀρκεῖ κακίας ἀπαλλαγῆναι, εἰ δεῖ τῆς βασι‐ λείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἀλλὰ δεῖ καὶ πολλῆς τῆς τῶν ἀρετῶν ἐργασίας. Ἵνα μὲν γὰρ γεέννης ἀπαλλαγῶμεν, ἀπέχεσθαι δεῖ πονηρίας· ἵνα δὲ βασι‐
35λείας ἐπιτύχωμεν, ἀντέχεσθαι τῆς ἀρετῆς. Ἢ οὐκ ἴστε, ὅτι καὶ ἐν τοῖς ἔξωθεν δικαστηρίοις, ὅταν ἐξ‐ έτασις ᾖ τῶν εἰργασμένων, καὶ ἐκκλησιάζῃ πᾶσα ἡ πόλις, οὕτω γίνεται; Καὶ γὰρ ἐπὶ τῶν ἔξωθεν ἔθος ἦν παλαιὸν, χρυσῷ στεφανοῦσθαι στεφάνῳ, οὐ τὸν
40μηδὲν κακὸν ἐργασάμενον τὴν πόλιν· τοῦτο γὰρ αὐτὸ πρὸς τὸ μὴ δοῦναι δίκην ἀπόχρη μόνον· ἀλλὰ τὸν μεγάλας εὐεργεσίας ἐπιδειξάμενον. Οὕτως ἐπὶ ταύτην ἐχρῆν ἄγεσθαι τὴν τιμήν. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς μικροῦ δεῖν με παρέλαθεν ὃ μάλιστα πρὸς
45ὑμᾶς ἀναγκαῖον ἦν εἰπεῖν. Τῆς γὰρ διαιρέσεως ταύ‐ της τὸ πρῶτον ἀνατίθεμαι μέρος, μικρᾷ τινι ἐπιδιορ‐ θώσει χρησάμενος. Ἐπειδὴ γὰρ ἔφην, πρὸς τὸ μὴ περιπεσεῖν γεέννῃ ὅτι τῶν κακῶν ἡμῖν ἡ ἀναχώρη‐ σις ἀρκεῖ, μεταξύ με λέγοντα ὑπεισῆλθέ τις ἀπειλὴ

62

.

111

(50)

φοβερὰ, οὐ τοῖς κακόν τι τολμήσασι τὴν τιμωρίαν ἐπάγουσα, ἀλλὰ τοὺς ἐλλελοιπότας τι τῶν ἀγαθῶν κολάζουσα. Τίς δὴ οὖν αὕτη ἐστί; Τῆς ἡμέρας, φη‐ σὶν, ἐπιστάσης τῆς φοβερᾶς, καὶ παραγενομένης τῆς κυρίας, καθεσθεὶς ἐπὶ τοῦ βήματος ὁ Κριτὴς,
55καὶ τὰ μὲν πρόβατα στήσας ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ ἀριστερῶν, πρὸς μὲν τὰ πρόβατα ἔλεγε· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐
λῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φα‐Column end

62

.

112

(26)

γεῖν. Τοῦτο καλῶς· ἔδει γὰρ αὐτοὺς τῆς τοσαύτης φιλανθρωπίας ταυτὴν λαβεῖν τὴν ἀντίδοσιν· τὸ μέντοι τοὺς μὴ μεταδόντας τοῖς δεομένοις ἐξ ὧν εἶ‐ χον αὐτοὶ, μὴ μέχρι τῆς τῶν ἀγαθῶν στερήσεως κολά‐
30ζεσθαι, ἀλλὰ καὶ τῷ τῆς γεέννης παραπέμπεσθαι πυρὶ, ποῖον ἂν ἔχοι λόγον τοῦτο δή; Μάλιστα μὲν οὖν καὶ τοῦτο εὐπρόσωπον ἂν ἔχοι λόγον, οὐχ ἧττον ἢ ἐκεῖνο τὸ πρότερον. Διὰ γὰρ τούτου παιδευόμεθα, ὅτι οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, τῶν ἐν τοῖς οὐρα‐
35νοῖς ἀπολαύσονται ἀγαθῶν· οἱ δὲ ἐγκληθῆναι μὲν οὐ‐ δὲν ἔχοντες κακὸν, ἐλλελοιπότες δέ τι τῶν ἀγαθῶν, μετὰ τῶν τὰ κακὰ ἐργασαμένων εἰς τὸ γεέννης ἀπ‐ αχθήσονται πῦρ. Εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι καὶ τὸ ἀγαθὸν μὴ ποιῆσαι, κακίας μέρος ἐστίν· ἀργίας γὰρ
40τοῦτό ἐστιν, ἀργία δὲ κακίας μέρος· μᾶλλον δὲ οὐ μέρος, ἀλλὰ ὑπόθεσις καὶ ῥίζα πονηρά· πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Μὴ τοίνυν ἀνοήτως ταύτας τὰς ἐρωτήσεις ἐρωτῶμεν, οἷον, ὁ μηδὲν πε‐ ποιηκὼς κακὸν, μηδὲν ἀγαθὸν, ποῖον δέξεται τόπον;
45Τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κα‐ κόν. Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέ‐ πτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθ‐ ήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφει‐

62

.

112

(50)

λόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν; Ναὶ, φησί· καὶ μὴν οὐδὲν εἰργάσατο κακόν. Αὐτὸ μὲν οὖν τοῦτό ἐστι κακόν. Ἀλλ’, εἰ δοκεῖ, ἀγάγωμεν καὶ ἐπὶ τὸν λοι‐ πὸν βίον τὸν λόγον. Ἔστω τις γεωργὸς, καὶ μηδὲν λυ‐
55μαινέσθω τοῖς ἡ μετέροις ὑπάρχουσι, μήτε ἐπιβουλευέ‐ τω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὑτοῦ χεῖρας δήσας, οἴκοι καθεζέσθω μήτε σπείρων, μὴτε αὔλακα τέμνων, μήτε βοῦς ὑποζευγνὺς, μήτε ἄμπελον θεραπεύων,
μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολά‐111

62

.

113

σομεν τὸν τοιοῦτον; Καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν αὐτῷ τι· ἀλλ’ αὐτῷ μὲν οὖν τούτῳ ἠδίκησεν· ἀδικεῖ γὰρ κοινῷ λόγῳ, τὴν παρ’ ἑαυτοῦ συντέλειαν μὴ παρεχόμενος. Τί δὲ, εἰπέ μοι; ἂν τῶν
5δημιουργῶν ἕκαστος καὶ χειροτεχνῶν τὸν μὲν ἑτερό‐ τεχνον, ἀλλὰ μηδὲ τὸν ὁμότεχνον βλάπτῃ μηδὲν, ἀργῇ δὲ μόνον, οὐχὶ ἀπόλωλεν ἅπας ὑμῖν ὁ βίος οὕτω καὶ διέφθαρται; Βούλει καὶ ἐπὶ τοῦ σώματος τὸν λόγον ἑλκύσωμεν; Οὐκοῦν ἡ χεὶρ μὴ πληττέτω
10τὴν κεφαλὴν, μηδὲ ἐκκοπτέτω τὴν γλῶσσαν, μηδὲ ἐξορυττέτω τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐρ‐ γαζέσθω κακόν· μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ’ ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀρ‐
15γοῦσαν, καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δέ; ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ’ ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δημιουργῶν, καὶ ἐπὶ τοῦ σώματος παν‐
20τὸς ἀδικία μεγάλη, οὐ μόνον τὸ κακόν τι πρᾶξαι, ἀλ‐ λὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις, πολλῷ μᾶλλον ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ τοῦτο γένοιτ’ ἄν. βʹ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀπάγων ἡμᾶς τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετήν. Τί γὰρ ὄφελος,
25εἰπέ μοι, τὰς ἀκάνθας ἐκκοπῆναι πάσας, ἂν τὰ χρη‐ στὰ μὴ καταβάληται σπέρματα; Εἰς γὰρ τὴν αὐτὴν περιστήσεται πάλιν ζημίαν ἡμῖν ὁ πόνος μείνας ἀτε‐ λής. Διά τοι τοῦτο καὶ ὁ Παῦλος σφόδρα κηδόμενος ἡμῶν, οὐ μέχρι τῆς τῶν κακῶν ἐκκοπῆς καὶ ἀναιρέ‐
30σεως ἵστησι τὰ παραγγέλματα, ἀλλὰ καὶ ταχὺ τῶν ἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει. Εἰπὼν γὰρ, Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ, ἐπήγαγε· Γίνεσθε δὲ εἰς ἀλλήλους
35χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς. Ἕξεις γάρ εἰσιν αὗται καὶ διαθέσεις. Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡμᾶς ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινή‐ σεώς τινος, καὶ ὁρμῆς οὐκ ἐλάττονος τῆς ἐν τῇ φυγῇ
40τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγα‐ θῶν. Καὶ ἐπὶ τοῦ σώματος ὁ μέλας ἂν ἀπαλλαγῇ τῆς ποιότητος ταύτης, οὐκ εὐθέως γίνεται λευκός. Μᾶλ‐ λον δὲ μὴ ἐπὶ τῶν φυσικῶν τὸν λόγον γυμνάσωμεν, ἀλλ’ ἐπὶ τῶν κατὰ προαίρεσιν τὸ παράδειγμα παρ‐
45αγάγωμεν. Ὁ μὴ ἐχθρὸς οὐ πάντως φίλος ἐστὶν, ἀλλ’ ἔστι τι μέσον, ὃ μήτε ἔχθρας, μήτε φιλίας ἐστὶν, ἐν ᾧ μάλιστα οἱ πλείους τῶν ἀνθρώπων καθεστήκασι πρὸς ἡμᾶς. Ὁ μὴ δακρύων, οὐ πάντως καὶ γελᾷ, ἀλλ’ ἔστι μέση κατάστασις. Οὕτω δὴ καὶ ἐνταῦθα,

62

.

113

(50)

οὐχ ὁ μὴ πικρὸς πάντως χρηστὸς, οὐδὲ ὁ μὴ θυμώ‐ δης πάντως εὔσπλαγχνος· ἀλλὰ δεῖ πάλιν ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν. Καὶ θέα πῶς κατὰ νόμον ἀρίστης γεωργίας ὁ μα‐ κάριος Παῦλος τὴν ἐμπιστευθεῖσαν αὐτῷ γῆν παρὰ
55τοῦ Γεωργοῦ διακαθαίρει τε καὶ ἐργάζεται. Ἀνεῖλε τὰ νόθα σπέρματα, παρακαλεῖ λοιπὸν, ὥστε κατα‐ σχεῖν τὰ γνήσια φυτά. Γίνεσθε χρηστοὶ, φησίν. Ἂν
γὰρ τῶν ἀκανθῶν ἀνασπασθεισῶν μένῃ ἡ χώραColumn end

62

.

114

ἀργοῦσα, ἀνονήτους πάλιν οἴσει βοτάνας. Διὸ τὴν σχολὴν αὐτῆς καὶ τὴν ἀργίαν προκαταλαμβάνειν δεῖ τῇ τῶν ἀγαθῶν σπερμάτων τε καὶ φυτῶν καταβολῇ. Ἀνεῖλεν ὀργὴν, ἔθηκε χρηστότητα· ἀνεῖλε πικρίαν,
5ἔθηκεν εὐσπλαγχνίαν· ἐξέτεμε κακίαν καὶ βλασφη‐ μίαν, ἐφύτευσε συγγνώμην· τὸ γὰρ, Χαριζόμενοι ἑαυτοῖς, τοῦτό ἐστι. Συγγνωμικοὶ, φησὶ, γίνεσθε. Μείζων γὰρ αὕτη ἡ χάρις τῆς ἐν τοῖς χρήμασιν. Ὁ μὲν γὰρ χρήματα ἀφιεὶς τῷ δανεισαμένῳ παρ’ αὐτοῦ,
10καινὸν μὲν ἐργάζεται ἔργον καὶ θαυμαστὸν, πλὴν ἀλλὰ μέχρι τοῦ σώματος ἡ χάρις, εἰ καὶ ἑαυτῷ τὴν ἀμοιβὴν ἐν τοῖς πνευματικοῖς καὶ τοῖς κατὰ ψυχὴν ἀποδίδωσι δώροις· ὁ δὲ ἁμαρτήματα χαρισάμενος, τήν τε ψυχὴν ὠφέλησε τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνου
15τοῦ τῆς συγγνώμης τυχόντος· οὐ γὰρ ἑαυτὸν μόνον τούτῳ τῷ τρόπῳ, ἀλλὰ κἀκεῖνον ἐπιεικέστερον ἐποίη‐ σεν. Οὐ γὰρ οὕτως ἐπεξερχόμενοι τοῖς ἠδικηκόσιν ἡμᾶς, ὡς συγχωροῦντες δάκνομεν αὐτῶν τὰς ψυχὰς, ἐντρέ‐ ποντες καὶ δυσωποῦντες. Ἐκείνως μὲν γὰρ οὔτε ἡμᾶς
20αὐτοὺς, οὔτε ἐκείνους ὠνήσαμεν, ἀλλ’ ἀμφοτέρους ἐβλάψαμεν, αὐτοί τε τὸ ἀνταπόδομα διώξαντες κατὰ τοὺς παρὰ Ἰουδαίοις ἄρχοντας, καὶ τὸν ἐν ἐκείνοις ἐκ‐ καύσαντες θυμόν· ἂν δὲ ἐπιεικείᾳ τὴν ἀδικίαν ἀμειψώ‐ μεθα, πᾶσαν αὐτοῦ τὴν ὀργὴν ἐκλύσαντες, ἐκαθίσα‐
25μεν παρ’ αὐτῷ δικαστήριον ἡμῖν φέρον τὰς ψήφους, κα‐ ταδικάζον αὐτὸν χαλεπώτερον ἢ ἡμεῖς. Καταγνώσεται γὰρ αὑτοῦ καὶ καταψηφιεῖται, καὶ πᾶσαν ζητήσει πρό‐ φασιν, δι’ ἧς ἀποτίσει τὸ δανεισθὲν τῆς μακροθυμίας μέρος μετὰ πλείονος τοῦ μέτρου, εἰδὼς ἂν μὲν τὸ
30ἴσον ἀποδῷ, καὶ οὕτως ἠλάττωται, τῷ μὴ αὐτὸς ἄρξασθαι, ἀλλὰ τῷ παρ’ ἡμῶν τὸ ὑπόδειγμα λαβεῖν ἔλαττον φέρων. Σπουδάσει τοίνυν ὑπερβαλέ‐ σθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτε‐ ρος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς
35ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ’ ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται. Οἱ γὰρ ἄνθρωποι, ὅταν εὐγνώμονες ὦσιν, οὐχ οὕτως ἐπὶ τοῖς κακοῖς, ὡς
40ἐπὶ τοῖς ἀγαθοῖς, οἷς ἂν εὖ πάσχωσι παρὰ τῶν ἠδι‐ κημένων, στένουσι. Τὸ μὲν γὰρ κακίας, τὸ δὲ καὶ ὀνείδους καὶ γέλωτος μεστὸν, τὸν εὖ παθόντα μὴ ἀντευποιεῖν. Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρό‐ τους παρὰ πάντων καὶ εὐφημίας, τὸ κακῶς πα‐
45θόντα μὴ ἀντεπεξελθεῖν. Διὰ τοῦτο μάλιστα τούτῳ δάκνονται. Ὥστε, εἰ βούλει ἀμύνασθαι, τούτῳ ἀμύ‐ νου τῷ τρόπῳ· κακοῖς ἀγαθὰ ἀνταπόδος, ἵνα αὐτὸν καὶ ὀφειλέτην καταστήσῃς, καὶ νικήσῃς νίκην θαυμα‐ στήν. Ἔπαθες κακῶς; Ποίησον καλῶς, οὕτως ἀμύνου

62

.

114

(50)

τὸν ἐχθρόν. Ἂν μὲν γὰρ ἐπεξέλθῃς, ὁμοίως καὶ σὲ κἀκεῖνον ἅπαντες μέμφονται· ἂν δὲ ἐνέγκῃς, ἑτέ‐ ρως σε μὲν κροτήσουσι καὶ θαυμάσονται, ἐκεῖνον δὲ κατηγορήσουσι. γʹ. Τί δὲ ἐχθρῷ γένοιτο ἂν μεῖζον τοῦ τὸν ἐχθρὸν ἰδεῖν
55παρὰ πάντων θαυμαζόμενον καὶ κροτούμενον; τί ἐχθρῷ πικρότερον τοῦ ἑαυτὸν θεάσασθαι παρὰ πάν‐ των ὑβριζόμενον ἐπ’ ὄψεσι τοῦ ἐχθροῦ; Ἐὰν αὐτὸν ἀμύνῃ, καὶ κατεγνώσθης ἴσως, καὶ σὺ μόνος ἠμύνω· ἂν δὲ ἀφῇς, ἀντὶ σοῦ πάντες ἀμυνοῦνται αὐτόν·
60ὅπερ τοῦ παθεῖν κακῶς χαλεπώτερον, τὸ τὸν ἐχθρὸν
τοσούτους τοὺς ἀμύνοντας ἔχειν. Ἂν ἀνοίξῃς σὺ τὸ113

62

.

115

στόμα, ἐκεῖνοι σιγήσονται· ἂν δὲ σιγήσῃς, οὐκέτι ἑνὶ στόματι, ἀλλὰ μυρίοις τοῖς τῶν ἄλλων αὐτὸν βάλλεις, καὶ μᾶλλον ἀμύνῃ. Καὶ σοὶ μὲν ὑβρίζοντι πολλοὶ καὶ ἐγκαλοῦσιν· ἐροῦσι γὰρ τοῦ πάθους
5εἶναι τὰ ῥήματα· ὅταν δὲ ὁ μηδὲν ἠδικημένος οὕτως αὐτὸν πλύνῃ ταῖς ὕβρεσι, τότε μάλιστα καθαρὰ πάσης ὑποψίας ἡ ἄμυνα. Ὅταν γὰρ οἱ μηδὲν παθόντες δει‐ νὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικη‐ μένοι συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας
10καθαρὰ αὕτη ἡ ἐκδικία. Τί οὖν, ἂν μηδεὶς ἀμύνηται; φησίν. Οὐκ ἔστιν εἶναι λιθίνους ἀνθρώπους, ὡς τοσ‐ αύτην φιλοσοφίαν ὁρῶντας μὴ θαυμάσαι· κἂν μὴ τότε ἀμύνωσιν, ὕστερον ὅμως ἐν καταστάσει γενό‐ μενοι, τοῦτο ἐργάσονται, σκώπτοντες ἐκεῖνον καὶ
15λοιδοροῦντες. Κἂν ἕτερος δὲ μηδεὶς θαυμάσῃ, αὐτός σε ἐκεῖνος πάντως θαυμάσεται, κἂν μὴ λέγῃ. Ἡ γὰρ τοῦ καλοῦ κρίσις ἡμῖν, κἂν εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἔλθωμεν, ἀδέκαστος καθέστηκεν, οὐ πα‐ ρακλινομένη. Ἢ διὰ τί τὸν Κύριον ἡμῶν οἴει τὸν
20Χριστὸν ταῦτα λέγειν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; οὐκ ἐπειδὴ ὅσῳ ἐάν τις μακρόθυμος γένηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκεῖνον ὠφέλησεν ὠφέλειαν τὴν μεγίστην; Διὰ τοῦτο στρέφειν καὶ τὴν ἄλλην προσ‐
25έταξεν, ἵνα ἐμπλήσῃ τὴν ἐπιθυμίαν τοῦ θυμου‐ μένου. Τίς γὰρ οὕτω θηρίον ἐστὶν, ὡς μὴ ἐντραπῆναι λοιπόν; Οἱ κύνες λέγονται τοῦτο ποιεῖν· κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν μηδὲν ἐργάσηται, τὸν θυμὸν ἅπαντα ἔσβεσεν.
30Εἰ τοίνυν ἐκεῖνοι τὸν παθεῖν παρ’ αὐτοῖς κακῶς ἕτοιμον δυσωποῦνται, πολλῷ μᾶλλον τὸ τῶν ἀνθρώ‐ πων γένος λογικώτερον. Ἀλλὰ γὰρ ἄξιον τὸ μικρὸν
ἔμπροσθεν εἰς μνήμην ἐλθὸν, καὶ εἰς μαρτυρίανColumn end

62

.

116

ἑλκυσθὲν, μὴ παριδεῖν. Τί δὴ τοῦτό ἐστιν; Ἐλέγο‐ μεν περὶ τῶν Ἰουδαίων καὶ τῶν ἀρχόντων τῶν παρ’ αὐτοῖς, ὅτι ἐνεκαλοῦντο ὡς διώκοντες ἀνταπόδομα, καίτοι τοῦτο ὁ νόμος αὐτοῖς ἐπέτρεπεν· Ὀφθαλμὸν
5ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἀλλ’ οὐχ ἵνα τοὺς ἀλλήλων ἐξορύττωσιν ὀφθαλμοὺς, ἀλλ’ ἵνα φόβῳ τοῦ παθεῖν τὴν τοῦ ποιεῖν ἄδειαν ἐπισχόντες, μήτε ἐργάζωνταί τι κακὸν ἑτέρους, μήτε πάσχωσιν αὐτοὶ παρ’ ἑτέρων. Διὰ τοῦτο εἶπεν· Ὀφθαλμὸν ἀντὶ
10ὀφθαλμοῦ, ἵνα τὰς ἐκείνου δήσῃ χεῖρας, οὐχ ἵνα τὰς σὰς ἀντεξαγάγῃ, οὐχ ἵνα τῶν σῶν ὀφθαλμῶν ἀπείρξῃ τὴν βλάβην μόνον, ἀλλ’ ἵνα καὶ τοὺς ἐκείνου διατη‐ ρήσῃ σώους. Ἀλλ’ ὅπερ ἐζήτουν, τίνος ἕνεκεν συγκε‐ χωρημένης ἀμύνης ἐνεκαλοῦντο οἱ τῷ πράγματι
15κεχρημένοι; τί ποτε τοῦτό ἐστι; Τὸ μνησίκακον ἐνταῦθά φησιν. Εὐθέως μὲν γὰρ τὸν παθόντα δρᾶσαι συγχωρεῖ, ὅπερ ἔφην, κατέχων ἐκεῖνον· μνησικακεῖν δὲ οὐκέτι ἀφίησιν· οὐκέτι γὰρ τὸ πρᾶγμά ἐστι τοῦ θυμοῦ, οὐδὲ τῆς ζεούσης ὀργῆς, ἀλλὰ πονηρίας με‐
20μελετημένης. Συγγινώσκει δὲ ὁ Θεὸς τοῖς ἀπὸ τῆς ἐπηρείας ἴσως συναρπασθεῖσι, καὶ ἐπὶ τὴν ἄμυναν ὡρμηκόσι· διὸ λέγει, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· καὶ πάλιν, Ὁδοὶ μνησικάκων εἰς θάνατον. Εἰ δὲ ἔνθα ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ πηροῦν ἐξῆν, τοσαύτη
25κεῖται τιμωρία τοῖς μνησικάκοις, πόσῳ μᾶλλον τοῖς καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ παθεῖν κακῶς κελευ‐ σθεῖσι; Μὴ τοίνυν ὦμεν μνησίκακοι, ἀλλὰ σβέσωμεν τὴν ὀργὴν, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν. ᾯ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντι‐
30μετρηθήσεται ὑμῖν, καὶ ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε. Τινώμεθα οὖν περὶ τοὺς ὁμοδούλους φιλάνθρωποι, συμπαθεῖς, ὅπως ἂν καὶ τὰς ἐν τῷ παρόντι βίῳ διαφύγωμεν παγίδας, καὶ κατὰ τὴν μέλ‐ λουσαν ἡμέραν τῆς παρ’ αὐτοῦ τύχωμεν συγγνώμης,
35χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.Column end

62

.

115

(36)

ΟΜΙΛΙΑ ΙΖʹ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμη‐
40ταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπα‐ τεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσ‐ φορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. αʹ. Τὰ παρελθόντα τῶν μελλόντων πλείονα ἔχει τὴν
45ἰσχὺν, καὶ δοκεῖ θαυμαστότερα εἶναι καὶ πιστότερα. Διὸ καὶ ὁ Παῦλος ἀπὸ τῶν ὑπηργμένων ἤδη ποιεῖται τὴν παράκλησιν· ἐκεῖνα μὲν γὰρ τοῦ Χριστοῦ ἕνεκεν μείζονα ἔχει τὴν ἰσχύν. Τὸ γὰρ εἰπεῖν, Ἄφες, καὶ ἀφεθήσεταί σοι, κἂν μὴ ἀφῆτε, οὐ μὴ ἀφεθήσεται

62

.

115

(50)

ὑμῖν, πρὸς μὲν φιλοσόφους ἄνδρας λεγόμενον καὶ τοῖς μέλλουσι πιστεύοντας, μέγα δύναται· ὁ δὲ Παῦ‐ λος οὐκ ἀπὸ τούτων ἐντρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπηργμένων. Ἐκείνῳ μὲν γὰρ ἔστι κόλασιν φυγεῖν, τούτῳ δὲ ἀγαθοῦ τινος μετασχεῖν. Τὸν Χρι‐
55στὸν, φησὶ, μιμῇ. Ἀρκεῖ τοῦτο μόνον εἰς παράκλη‐ σιν ἀρετῆς, τὸ τὸν Θεὸν μιμεῖσθαι· τοῦτο μεῖζον
ἐκείνου, ὅτι Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺςColumn end

62

.

116

(37)

καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ γὰρ ἁπλῶς, ὅτι τὸν Θεὸν μιμούμεθα, εἶπεν, ἀλλ’ ὅτι ἐν οἷς αὐτοὶ εὖ πάσχομεν, πατέρων σπλάγχνα
40πρὸς ἀλλήλους ἡμᾶς ἔχειν βούλεται· σπλάγχνα γὰρ ταῦτα λέγεται ἡ φιλανθρωπία καὶ οἱ οἰκτιρμοί. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἀνθρώπους ὄντας μήτε λυπεῖν μήτε λυπεῖσθαι, δεύτερον εὗρε φάρμακον, ὥστε ἀλλή‐ λοις χαρίζεσθαι· Χαριζόμενοι, φησὶν, ἑαυτοῖς.
45Καίτοι οὐδὲν ἴσον· σὺ μὲν γὰρ ἂν χαρίσῃ, πάλιν σοι χαριεῖται ἐκεῖνος, Θεῷ δὲ οὐδὲν ἐχαρίσω. Καὶ σὺ μὲν τῷ ὁμοδούλῳ, ὁ δὲ Θεὸς τῷ δούλῳ καὶ τῷ ἐχθρῷ καὶ τῷ μισοῦντι αὐτόν. Καθὼς καὶ ὁ Θεὸς, φησὶν, ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. Μέγα καὶ τοῦτο ἔχει αἴνι‐

62

.

116

(50)

γμα· ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. Ἵνα γάρ σοι συγγνῷ, τὸν Υἱὸν ἔθυσε· σὺ δὲ πολλάκις καὶ ἀκίνδυνον καὶ ἀδάπανον ὁρῶν τὴν συγχώρησιν, οὐ ποιῇ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα
55ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς
ὀσμὴν εὐωδίας. Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ115

62

.

117

πρᾶγμα, ἄκουσον πῶς οὐχ ἁπλῶς, ἀλλ’ ὅτι Ἑαυτὸν παρέδωκεν, εἶπεν· ὡσεὶ ἔλεγεν· Ἐχθρὸν ὄντα σε ὁ Δεσπότης ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον· μᾶλλον δὲ οὐδὲ οὕτω δυνήσῃ, πλὴν ἀλλ’ ὡς δύνασαι. Βαβαί!
5τί ταύτης τῆς φωνῆς μακαριώτερον γένοιτ’ ἄν; Κἂν βασιλείαν εἴπῃς, κἂν ὁτιοῦν, οὐδὲν ἴσον. Τὸν Θεὸν μιμῇ, τῷ Θεῷ ἐξομοιοῦσαι, ὅταν συγχωρήσῃς ἐκείνῳ. Μᾶλλον ἁμαρτήματα δεῖ συγχωρεῖν, ἢ χρή‐ ματα. Χρήματα μὲν γὰρ ἐὰν συγχωρήσῃς, οὐκ ἐμι‐
10μήσω τὸν Θεόν· ἁμαρτήματα δὲ ἐὰν συγχωρήσῃς, τὸν Θεὸν μιμῇ. Πλὴν πῶς δυνήσῃ λέγειν, Πένης εἰμὶ, καὶ οὐ δύναμαι συγχωρῆσαι, ὅταν καὶ ἃ δύνασαι συγχωρῆσαι, μὴ συγχωρήσῃς, καὶ ἐνταῦθα ζημίαν ἡγῇ, οὐχὶ πλοῦτον μᾶλλον, οὐχὶ περιουσίαν, οὐχὶ
15εὐπορίαν; Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα. Ὡς τέκνα ἀγα‐ πητὰ, φησίν. Ἔχετε καὶ ἄλλην ἀνάγκην τοῦ μιμεῖ‐ σθαι αὐτὸν, οὐ τῷ παθεῖν εὖ μόνον, ἀλλὰ καὶ τῷ τέκνα γενέσθαι. Ὡς τέκνα ἀγαπητά. Ἐπειδὴ γὰρ
20οὐ πάντες υἱοὶ τοὺς πατέρας μιμοῦνται, ἀλλ’ οἱ ἀγαπητοὶ, διὰ τοῦτό φησιν· Ὡς τέκνα ἀγαπητά. Περιπατεῖτε ἐν ἀγάπῃ. Ἰδοὺ πάντων ἡ ὑπόθεσις· οὐκοῦν ταύτης οὔσης, οὐ θυμὸς, οὐκ ὀργὴ, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. Διὸ ὕστερον
25τὸ κεφάλαιον τίθησι. Πόθεν ἐγένου τέκνον; Ἐπειδὴ συνεχωρήθη σοι. Ἀπὸ τῆς ὑποθέσεως, ἀφ’ ἧς τοσαύ‐ της ἠξιώθης τιμῆς, ἀπὸ τῆς αὐτῆς καὶ τῷ πλησίον συγχώρησον. Εἰπὲ δή μοι, εἴ τίς σε δεσμώτην ὄντα, καὶ μυρίων ὑπεύθυνον κακῶν, ἤγαγεν ἐπὶ τὰ βασί‐
30λεια· μᾶλλον δὲ τοῦτο ἀφῶμεν· εἴ τίς σε πυρέττοντα καὶ ψυχοῤῥαγοῦντα ὠφέλησε φαρμάκῳ τινὶ, ἆρα οὐκ ἂν αὐτὸν πάντων προὐτίμησας, καὶ αὐτὸ τοὔνομα τοῦ φαρμάκου; Εἰ γὰρ καιροὺς καὶ τόπους, δι’ ὧν ὠφε‐ λούμεθα, οὕτως ἔχομεν ὡς τὰς ἑαυτῶν ψυχὰς, πολλῷ
35μᾶλλον αὐτὰ τὰ πράγματα. Ἐραστὴς ἔσο τῆς ἀγά‐ πης· δι’ αὐτῆς γὰρ ἐσώθης, δι’ αὐτῆς υἱὸς γέγονας· κἂν ἕτερον δυνηθῇς σῶσαι, οὐχὶ τῷ αὐτῷ χρήσῃ φαρμάκῳ, καὶ παραινέσεις πᾶσι τὸ, Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν; Εὐγνωμόνων ψυχῶν τοῦτο, τὸ οὕτω
40προτρέπεσθαι, καὶ ἐλευθέρων καὶ εὐγενῶν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, φησί. Σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν· οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ Δεσπότου γινόμενον. Τὸ γὰρ, Καθὼς, πῶς σώζεται; Ἦ δῆλον ὅτι, ἐὰν τοὺς ἐχθροὺς εὖ ποιῶ‐
45μεν. Καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὁρᾷς τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστὶ, καὶ θυσία εὐπρόσδε‐ κτος; Κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία· τοῦτο μιμή‐ σασθαί ἐστι τὸν Θεόν. Πορνεία δὲ καὶ πᾶσα ἀκα‐

62

.

117

(50)

θαρσία, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Εἶπε περὶ τοῦ πικροῦ πάθους τοῦ θυμοῦ· ἦλθεν ἐπὶ τὸ ἧττον κακόν. Ὅτι γὰρ ἧττον κακὸν ἡ ἐπιθυ‐ μία, ἄκουε καὶ ἐν τῷ νόμῳ Μωϋσέως λέγοντος πρῶ‐
55τον, Οὐ φονεύσεις, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ τότε, Οὐ μοιχεύσεις, ὅπερ ἐστὶ τῆς ἐπιθυμίας. Καθάπερ γὰρ ἡ πικρία καὶ ἡ κραυγὴ καὶ πᾶσα κακία καὶ
βλασφημία, καὶ ὅσα τοιαῦτα, τοῦ θυμώδους ἐστίν·Column end

62

.

118

οὕτω καὶ τοῦ ἐπιθυμητικοῦ πορνεία, ἀκαθαρσία, πλεονεξία· τῷ γὰρ αὐτῷ χρημάτων ἐρῶμεν, καὶ σωμάτων. Ἀλλ’ ὥσπερ ἐκεῖ τὴν κραυγὴν περιεῖλεν, ὄχημα οὖσαν τῆς ὀργῆς, οὕτω νῦν τὴν αἰσχρολογίαν καὶ
5εὐτραπελίαν ὄχημα οὖσαν τῆς πορνείας. Καὶ αἰσχρό‐ της γὰρ, φησὶ, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. Μὴ εἴπῃς ἀστεῖα μηδ’ αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατασβέσεις τὴν φλόγα. Μηδὲ ὀνομαζέσθω, φησὶν, ἐν ὑμῖν· τουτέστι,
10μηδαμοῦ μηδὲ φαινέσθω. Τοῦτο καὶ Κορινθίοις γρά‐ φων ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Τουτέστι, Πάντες καθαροὶ γένεσθε. Οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. Εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων,
15ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν, Τὰ μὴ ἀνήκοντα, τὰ οὐδὲν πρὸς ἡμᾶς, φησὶν, ἀλλὰ μᾶλλον εὐχα‐ ριστία. βʹ. Τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; Γέλωτα ἐκίνησας μό‐ νον. Εἰπέ μοι, ὁ σκυτοτόμος ἐργάσεταί τί ποτε τῶν
20οὐκ ἀνηκόντων εἰς τὴν αὑτοῦ τέχνην; ἢ κτήσεταί τι τοιοῦτον ὄργανον; Οὐδαμῶς· τὰ γὰρ οὐκ ἐν χρείᾳ οὐδὲν πρὸς ἡμᾶς. Μηδεὶς ἔστω λόγος ἀργός· ἀπὸ γὰρ τοῦ ἀργοῦ καὶ εἰς ἀτόπους καταπίπτομεν. Οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους, θλίψεων καὶ ὀδυρμῶν·
25σὺ δὲ εὐτραπελεύῃ; Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελ‐ θὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται; Ἐφέστηκεν ὁ διάβολος, περιέρχε‐ ται ὠρυόμενος τοῦ ἁρπάσαι, πάντα κινεῖ καὶ πάντα στρέφει κατὰ τῆς σῆς κεφαλῆς, καὶ μηχανᾶται τῆς
30καλιᾶς σε ἐκβαλεῖν, τρίζει τοὺς ὀδόντας, βρυχᾶται, πῦρ πνεῖ κατὰ τῆς σωτηρίας τῆς σῆς· καὶ σὺ κάθησαι ἀστεῖα λέγων, καὶ μωρολογῶν, καὶ τὰ μὴ ἀνήκοντα φθεγγόμενος; οὐκοῦν καλῶς αὐτοῦ περιγενέσθαι δυνή‐ σῃ; Παίζομεν, ἀγαπητοί. Βούλει μαθεῖν τῶν ἁγίων
35τὴν διαγωγήν; ἄκουε Παύλου λέγοντος· Τριετίαν νύ‐ κτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Εἰ δὲ ὑπὲρ Μιλησίων καὶ Ἐφεσίων τοσαύτῃ ἐχρήσατο σπουδῇ, οὐχὶ ἀστεῖα λέγων, ἀλλὰ μετὰ δακρύων τὴν νουθεσίαν εἰσφέρων,
40τί περὶ τῶν ἄλλων εἴποι τις ἄν; Ἄκουε δὲ καὶ Κορινθίοις τί φησιν· Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρ‐ δίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· καὶ πάλιν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ἄκουε δὲ αὐτοῦ καὶ ἀλλαχοῦ
45λέγοντος, καὶ καθ’ ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἐξελθεῖν ἐκ τοῦ κόσμου ἐπιθυμοῦντος· Καὶ γὰρ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν. Σὺ δὲ γελᾷς καὶ παίζεις; πολέμου καιρὸς, καὶ σὺ τὰ τῶν χορευόντων μεταχει‐ ρίζῃ; Οὐχ ὁρᾷς τῶν πολεμούντων τὰ πρόσωπα, πῶς

62

.

118

(50)

εἰσι σκυθρωπὰ, πῶς συνηγμένα, ὀφρὺς γὰρ παρ’ αὐ‐ τοῖς φοβερὰ καὶ φρίκης γέμουσα. Ὁρᾷς ὄμμα αὐστη‐ ρὸν, καρδίαν διεγηγερμένην καὶ πηδῶσαν καὶ ἀλλο‐ μένην, συνηγμένον νοῦν, τρέμοντα καὶ ἀγωνιῶν‐ τα, πολλὴν τὴν εὐταξίαν, πολλὴν τὴν εὐρυθμίαν, πολλὴν
55τὴν σιγὴν ἐν τοῖς στρατοπέδοις· οὐ λέγω, ὥστε αἰ‐ σχρὸν ῥῆμα μὴ εἰπεῖν, ἀλλὰ μηδὲ ἁπλῶς φθέγξασθαι.
Εἰ γὰρ πρὸς αἰσθητοὺς ἔχοντες πολεμίους ἐκεῖνοι,117

62

.

119

καὶ οὐδὲν ἀπὸ λόγων βλαπτόμενοι, τοσαύτῃ κέχρηνται σιγῇ, σὺ, ὁ καὶ ἐν λόγοις ἔχων τὸν πόλεμον, καὶ τὸ πλέον τοῦ πολέμου, τοῦτό σοι τὸ μέρος ἐᾷς γυμνόν; ἢ ἀγνοεῖς, ὅτι τὰ πλείονα ἐντεῦθεν ἐπιβουλευόμεθα; Παίζεις καὶ
5τρυφᾷς, καὶ ἀστεῖα λέγεις, καὶ γέλωτα κινεῖς, καὶ οὐδὲν ἡγῇ τὸ πρᾶγμα; πόσαι ἀπὸ ἀστειολογιῶν ἐπι‐ ορκίαι, πόσαι βλάβαι, πόσαι αἰσχρολογίαι! Ἀλλ’ οὐ τοιαῦτά ἐστι τὰ ἀστεῖα, φησίν. Ἀλλ’ ἄκουε ὅτι πᾶσαν εὐτραπελίαν ἐξέβαλε. Πολέμου καιρὸς νῦν καὶ μά‐
10χης, ἀγρυπνίας καὶ φυλακῆς, ὁπλίσεως καὶ παρατά‐ ξεως· οὐδένα τόπον ἐνταῦθα ὁ τοῦ γέλωτος ἂν ἔχοι καιρός· τοῦ γὰρ κόσμου οὗτός ἐστιν. Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὁ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ,
15σὺ δὲ γελᾷς; ἐκεῖνος ἐῤῥαπίσθη, καὶ τοσαῦτα ἔπαθε διὰ τὴν σὴν συμφορὰν καὶ τὸν καταλαβόντα σε χει‐ μῶνα· σὺ δὲ τρυφᾷς; Καὶ πῶς οὐ μᾶλλον αὐτὸν παρ‐ οξύνεις; Ἀλλ’ ἐπειδή τισιν ἀδιάφορον εἶναι τὸ πρᾶ‐ γμα δοκεῖ, ὃ καὶ δυσφύλακτόν ἐστι, φέρε, μικρὰ περὶ
20τούτου διαλεχθῶμεν, ὅσον ἐστὶ κακὸν διδάξαντες. Καὶ γὰρ τοῦτο τοῦ διαβόλου ἔργον ἐστὶ, τὸ ποιεῖν τῶν ἀδια‐ φόρων καταφρονεῖν. Πρῶτον μὲν οὖν εἰ καὶ ἀδιάφο‐ ρον ἦν, οὐδὲ οὕτως ἐχρῆν αὐτοῦ καταφρονεῖν, εἰδότα ὅτι τὰ μεγάλα ἀπὸ τούτου τίκτεται κακὰ καὶ αὔξεται,
25καὶ εἰς πορνείαν τελευτᾷ πολλάκις· ὅτι δὲ οὐδὲ ἀδιά‐ φορόν ἐστιν, ἐκεῖθεν δῆλον. Ἴδωμεν οὖν πόθεν τίκτε‐ ται· μᾶλλον δὲ ἴδωμεν ὁποῖον εἶναι δεῖ τὸν ἅγιον, ἥμε‐ ρον, πρᾶον, πενθοῦντα, θρηνοῦντα, τεθλιμμένον. Ὁ τοίνυν τὰ εὐτράπελα λέγων, οὐχ ἅγιος· κἂν Ἕλλην
30ᾖ, καταγέλαστος ὁ τοιοῦτος· τοῖς ἐν τῇ σκηνῇ ταῦτα ἐφεῖται μόνοις. Ἔνθα αἰσχρότης, ἐκεῖ καὶ εὐτραπελία. Ἔνθα γέλως ἄκαιρος, ἐκεῖ καὶ εὐτραπελία. Ἄκουε τοῦ Προφήτου λέγοντος· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Ἡ εὐτραπελία μα‐
35λακὴν ποιεῖ τὴν ψυχὴν, ῥᾴθυμον, ἀναπεπτωκυῖαν· αὕτη καὶ ὕβρεις πολλάκις ὤδινε, καὶ πολέμους ποιεῖ. γʹ. Τί δέ; ὅλως οὐχὶ ἐν ἀνδράσι γέγονας; Οὐκοῦν κατάργησον τὰ τοῦ νηπίου. Ἀλλὰ τὸν μὲν οἰκέτην τὸν σὸν ἐν ἀγορᾷ οὐκ ἀξιοῖς εἰπεῖν τι τῶν ἀσυμφόρων· σὺ
40δὲ τοῦ Θεοῦ λέγων οἰκέτης εἶναι, ἐν ἀγορᾷ ἀστεῖα φθέγγῃ; Ἀγαπητὸν τὴν νήφουσαν ψυχὴν μὴ κλαπῆ‐ ναι· τὴν δὲ διακεχυμένην τίς οὐχ αἱρήσει; αὐτὴ ἑαυ‐ τῇ περιπαρήσεται, καὶ οὐ δεήσεται τῆς τοῦ διαβόλου ἐπιβουλῆς καὶ ἐπηρείας. Ἵνα δὲ καὶ μάθῃς, ὅρα καὶ
45αὐτὸ τοὔνομα· εὐτράπελος λέγεται ὁ ποικίλος, ὁ παντοδαπὸς, ὁ ἄστατος, ὁ εὔκολος, ὁ πάντα γινόμενος· τοῦτο δὲ πόῤῥω τῶν τῇ πέτρᾳ δουλευόντων. Ταχέως τρέπεται ὁ τοιοῦτος καὶ μεθίσταται· δεῖ γὰρ αὐτὸν καὶ σχῆμα καὶ ῥῆμα καὶ γέλωτα καὶ βάδισιν καὶ πάντα

62

.

119

(50)

μιμεῖσθαι· καὶ σκώμματα δὲ ἐπινοεῖν χρὴ τὸν τοιοῦ‐ τον· δεῖ γὰρ αὐτῷ καὶ τούτου. Πόῤῥω δὲ τοῦτο Χρι‐ στιανοῦ, τὸ κωμῳδεῖν. Καὶ ἀνάγκη τὸν εὐτραπελευό‐ μενον ἔχθρας ἀναδέχεσθαι περιττὰς τῶν εἰκῇ σκω‐ πτομένων, ἄν τε παρῶσιν, ἄν τε ἀπόντες ἀκούσωσιν.
55Εἰ καλὸν τὸ πρᾶγμα, τί τοῖς μίμοις ἀφίεται; Μῖμος γίνῃ, καὶ οὐκ αἰσχύνῃ; Διὰ τί ταῖς ἐλευθέραις ὑμῶν οὐκ ἐπιτρέπετε τοῦτο ποιεῖν; οὐχὶ ἤθους τίθεσθε ἀσέ‐
μνου, καὶ οὐ σώφρονος τὸ πρᾶγμα; Μεγάλα κακὰ ἐνColumn end

62

.

120

ψυχῇ εὐτραπελευομένῃ οἰκεῖ, μεγάλη διάχυσις καὶ ἐρημία· κέχηνεν ἡ ἁρμονία, σεσάθρωται ἡ οἰκοδομὴ, ὁ φόβος ἐξώρισται, εὐλάβεια ἀπέστη. Γλῶσσαν ἔχεις, οὐχ ἵνα ἕτερον κωμῳδήσῃς, ἀλλ’ ἵνα εὐχαριστήσῃς
5τῷ Θεῷ. Οὐχ ὁρᾷς τοὺς λεγομένους γελωτοποιοὺς, τοὺς κόρδακας; οὗτοί εἰσιν οἱ εὐτράπελοι. Ἐξορίσα‐ τε, παρακαλῶ, τῶν ὑμετέρων ψυχῶν τὴν ἄχαριν ταύτην χάριν· παρασίτων τὸ πρᾶγμα, μίμων, ὀρχη‐ στῶν, γυναικῶν πορνῶν· πόῤῥω ψυχῆς ἐλευθέρας,
10πόῤῥω εὐγενοῦς, καὶ δούλων πόῤῥω. Εἴ τις ἄτιμος, εἴ τις αἰσχρὸς, οὗτος καὶ εὐτράπελος. Πολλοῖς δὲ καὶ ἀρετὴ τὸ πρᾶγμα εἶναι δοκεῖ· καὶ γὰρ τοῦτο πένθους ἄξιον. Ὥσπερ ἡ ἐπιθυμία κατὰ μικρὸν εἰς πορνείαν ἐξώκειλεν· οὕτω καὶ τὸ εὐτράπελον ἐπίχαρι εἶναι δο‐
15κεῖ, οὐδὲν δὲ τούτου ἄχαρι μᾶλλον. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Πρὸ βροντῆς κατασπεύδει ἀστρα‐ πὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Οὐ‐ δὲν δὲ τοῦ εὐτραπέλου ἀναισχυντότερον. Ὥστε οὐ χάρι‐ τος αὐτοῦ γέμει τὸ στόμα, ἀλλ’ ὀδύνης. Ἐξορίσωμεν
20τοῦτο τὸ ἔθος τῶν τραπεζῶν. Εἰσὶ δέ τινες, οἳ καὶ τοὺς πένητας τοῦτο διδάσκουσιν. Ὢ τῆς ἀτοπίας! τοὺς ἐν θλίψεσιν εὐτραπελεύεσθαι ποιοῦσι. Ποῦ γὰρ οὐκ ἔστι τοῦτο τὸ νόσημα λοιπόν; Ἤδη καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσῆκται, ἤδη καὶ τῶν Γραφῶν ἥψατο. Εἴπω τι ἵνα
25δείξω τὴν ὑπερβολὴν τοῦ κακοῦ; Αἰσχύνομαι μὲν, πλὴν ἀλλ’ ὅμως ἐρῶ· βούλομαι γὰρ δεῖξαι οἷ προῆλθε τὸ κακὸν, ἵνα μὴ δόξω μικρολογεῖν καὶ περὶ μικροῦ τινος ὑμῖν διαλέγεσθαι, ἵνα κἂν οὕτως ἀποστῆσαι δυ‐ νηθῶ τῆς πλάνης ὑμᾶς. Καὶ μή μέ τις οἰέσθω πλάτ‐
30τειν, ἀλλ’ ἅπερ ἤκουσα ἐρῶ. Ἔτυχέ τις ὢν παρά τινι τῶν ἐπὶ γνώσει μέγα φρονούντων· καὶ οἶδα μὲν γέλω‐ τα κινήσων, πλὴν ἀλλ’ ὅμως ἐρῶ· καὶ τοῦ πίνακος παρατεθέντος, ἔλεγε· Δράξασθε, παιδία, μή ποτε ὀργισθῇ κοιλία. Καὶ πάλιν ἕτεροί φασιν· Οὐαί σοι,
35μαμμωνᾶ, καὶ τῷ μὴ ἔχοντί σε. Καὶ πολλὰ τοιαῦτα ἄτοπα ἡ εὐτραπελία ἐπεισήγαγεν, ὡς ὅταν λέγωσιν· Ἄρτι οὐκ ἔστι γένεσις; Καὶ τοῦτο λέγω τοῦ αἰσχροῦ ἤθους δεικνύων τὴν ἀτοπίαν· ψυχῆς γὰρ ἐρήμου εὐλαβείας ταυτὶ τὰ ῥήματα. Ἆρ’ οὐχὶ σκηπτῶν ἄξια
40ταῦτα; Καὶ πολλὰ ἀπὸ τούτων καὶ ἕτερα τοιαῦτα λεγόμενα εὕροι τις ἄν. Διὸ, παρακαλῶ, πάντοθεν τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώμεθα, ἃ ἡμῖν ἁρμόττει· καὶ μὴ τὰ ἅγια στόματα τὰ τῶν ἀτίμων καὶ αἰσχρῶν φθεγγέσθω ῥήματα. Τίς γὰρ μετοχὴ
45δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, μήτι γε τοσαῦτα ἐπισυρομένους, καὶ τὸ ἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυμαινομένους.

62

.

120

(50)

Ὁ γὰρ εὐτραπελευόμενος κακήγορος ἔσται ταχέως· ὁ δὲ κακήγορος καὶ μυρία ἑαυτῷ ἐπισωρεύει ἕτερα κακά. Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμί‐ σαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν,
55οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ
βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως· οὗ γένοιτο119

62

.

121

πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ ΠνεύματιColumn end

62

.

122

δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

62

.

121

(3)

ΟΜΙΛΙΑ ΙΗʹ. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ
5ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλο‐ λάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
10 αʹ. Ἦσαν, ὡς ἔοικε, τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλ‐ λον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐ‐
15τοῦ· ὃ δὴ καὶ νῦν οἶμαι παρά τινων γίνεσθαι. Ὅταν οὖν εἴπωμεν, ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν, εἰς γέενναν ἀπέρχεται, ἄλλοι φασί· Ναὶ, ὁ μωρὸν καλέ‐ σας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται; Οὐχὶ, φησί· καὶ ὅταν εἴπωμεν, ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης
20ἐστὶ, καὶ τοῦτο πάλιν ἐκφαυλίζουσι, λέγοντες ὑπερ‐ βολῆς εἶναι τὸ ῥῆμα· καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐξευτελίζουσι. Τούτους οὖν αἰνιττόμενος ὁ μακάριος Παῦλος, καὶ τότε ἔγραφεν Ἐφεσίοις, οὕτω λέγων· Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρ‐
25νος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδω‐ λολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Εἶτα ἐπάγει· Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Κενοί εἰσιν οὗτοι οἱ λόγοι, οἱ πρὸς καιρὸν χάριν ἔχοντες, καὶ οὐδαμῶς ἐπὶ τῶν
30ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πρᾶγμά ἐστι. Διὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ τὴν πορνείαν, φησὶ, διὰ τὴν πλεον‐ εξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή εἰσιν ἀπατεῶνες. Υἱοὺς ἀπειθείας,
35τοὺς σφόδρα ἀπειθεῖς, τοὺς αὐτῷ ἀπειθοῦντας καλεῖ. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅρα πῶς συνετῶς προέτρεψε· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους, καὶ μηδένα ἀδικεῖτε· εἶτα πάλιν ἀπὸ τῆς
40κολάσεως καὶ τῆς γεέννης· Ἦτε γάρ ποτε σκότος, φησὶ, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε; καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, Ἐννοήσαντες
45τί ἦτέ ποτε ὑμεῖς, καὶ τί γεγόνατε νῦν, μὴ παλιν‐ δρομῆτε πρὸς τὴν προτέραν κακίαν, μηδὲ ἐνυβρίζητε τοῦ Θεοῦ τὴν χάριν. Ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας, φησὶν, ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστι,

62

.

121

(50)

Καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτέ ποτε, ἀλλ’ οὐκέτι. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δή ἐστι, Τέκνα φωτὸς, ἐπάγει ἑξῆς· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ. Δοκιμάζοντες τί ἐστιν εὐάρεστον
55τῷ Κυρίῳ. Ἐν πάσῃ, φησὶν, ἀγαθωσύνῃ. Τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· Καὶ
δικαιοσύνῃ· τοῦτο πρὸς τοὺς πλεονεκτοῦντας· ΚαὶColumn end

62

.

122

(4)

ἀληθείᾳ· τοῦτο πρὸς τὴν ψευδῆ ἡδονήν. Οὐκ ἐκεῖνα
5ἃ εἶπον, φησὶν, ἀλλὰ τὰ ἐναντία. Ἐν πάσῃ. Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι. Δοκιμάζοντες τί ἐστι τὸ εὐάρεστον τῷ Κυρίῳ. Ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Καὶ μὴ συγκοινωνεῖτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις
10τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Εἶπεν, ὅτι Φῶς ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν σκότει γινόμενα. Ὥστε ἂν ἦτε ὑμεῖς, φησὶν,
15ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί. Καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ἐπεισέλθοι· οὕτω τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι. Ἄρα διελέγχειν δεῖ. Πῶς οὖν φησι, Μὴ
20κρίνετε, ἵνα μὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κα‐ τακρίνειν, τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων εἶπεν. Ἀμέλει καὶ ἐπήγαγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ
25σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας· οὕτω καὶ ἁμαρτία, ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας
30τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὐτὴ ἡ ἁμαρτία· πῶς γάρ; ἀλλ’ ὁ ἐργασά‐ μενος. Ὅταν γὰρ εἰς μέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκά‐ θαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ
35τὸ τραῦμα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρ‐ πόν; Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ μὲν ὑμέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν· οὐδεὶς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. Διὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ
40ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χρι‐ στός. Καθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσωδίας πνεῖ, ὡς ὁ νεκρὸς, καὶ ἀνενέργητός ἐστιν, ὡς ὁ καθεύδων, καὶ οὐδὲν ὁρᾷ, ὡς ἐκεῖνος, ἀλλ’ ὀνειρώττει καὶ φαντάζεται. Οἱ μὲν, Ἐπιψαύσεις,
45φασὶ, τοῦ Χριστοῦ· οἱ δὲ, Ἐπιφαύσει σοι ὁ Χριστός· μᾶλλον δὲ τοῦτό ἐστι. Ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν. Ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται.

62

.

122

(50)

βʹ. Ἀλλ’ οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ μᾶλλον. Διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι‐
55φαύσει σοι ὁ Χριστός. Πρὸς τούτους ἁρμόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ
ζώντων. Εἰ τοίνυν οὐκ ἔστι νεκρῶν, ζήσωμεν. Τινὲς121

62

.

123

δὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλο‐ λάτρης ἐστίν. Ἀλλ’ οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆμα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης.
5Καὶ ἵνα μὴ νομίσῃς ἁπλῶς εἰρῆσθαι, ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Οἱ μαμμωνᾷ δουλεύοντες, ἐξέβα‐ λον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησά‐ μενοι αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες
10ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν. Ἀλλ’ οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ’ εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μο‐ νογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ
15εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσ‐ ῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσ‐ κυνῶ; Τοῦτο μὲν οὖν αὐτὸ καὶ τὸ θαυμαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάμενος τῆς φιλαν‐ θρωπίας τοῦ Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος,
20τὸν μὲν χρηστὸν εἴασας, τὸν δὲ ὠμὸν τύραννον κατ‐ εδέξω, καὶ προσποιῇ μὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ χαλεπῷ τῆς φιλαρ‐ γυρίας σαυτὸν ὑπέβαλες. Οὔπω μοι σὸν εἶπας κατ‐ όρθωμα, ἀλλὰ τὰ δῶρα τοῦ Δεσπότου. Εἰπὲ γάρ μοι,
25παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνομεν; ὅταν δορυφορῇ τὸν βασιλέα καὶ παρ’ αὐτοῦ τρέφηται καὶ καλῆται αὐτοῦ, ἢ ὅταν τὰ ἐκείνου οὐ φρονῇ, ἀλλὰ προσποιῆται μὲν εἶναι μετ’ ἐκείνου καὶ τὰ ἐκείνου θεραπεύειν, τὰ δὲ τῶν πολεμίων πράγματα αἱρῇ;
30Εὔδηλον ὅτι τὸν βασιλέα δορυφορῶν. Διὰ τοῦτο καὶ χαλεπωτέρας κολάσεως ἄξιος, ἢ τῆς τοῦ βασιλέως δουλείας ἑαυτὸν ἀποῤῥήξας, καὶ τοῖς ἐχθροῖς προσ‐ τεθείς. Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰ‐ δωλολάτρης, οὐχ ἑνὶ στόματι τῷ σῷ, ἀλλὰ μυρίοις
35τοῖς ἠδικημένοις. Ἀλλ’ εἰδωλολάτρης, φησὶν, οὐκ ἔστιν. Ὅταν οὖν λέγωσιν οἱ Ἕλληνες, Ὁ Χριστιανὸς ὁ πλεονέκτης, τότε οὐκ αὐτὸς μόνος ὑβρίζει δι’ ὧν πράττει, ἀλλὰ καὶ τοὺς ἠδικημένους ἀναγκάζει πολ‐ λάκις τοῦτο λέγειν· εἰ δὲ μὴ λέγουσι, τοῦτο
40τῆς ἐκείνων εὐλαβείας λογιστέον. Ἢ οὐχ ὁρῶ‐ μεν τὰ πράγματα οὕτω γινόμενα; Ὁ εἰδωλολά‐ τρης, τί ἄλλο; ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ πολλάκις, μὴ τοῦ πάθους κρατῶν; Οἷόν τι λέγω· Ὅταν εἴπωμεν, ὅτι εἴδωλα προσκυνεῖ, Οὒ, φησὶν,
45ἀλλὰ τὴν Ἀφροδίτην, ἀλλὰ τὸν Ἄρην. Κἂν εἴπωμεν, Τίς αὕτη ἡ Ἀφροδίτη; οἱ σεμνότεροι αὐτῶν φασιν· Ἡ ἡδονή· Καὶ τίς ὁ Ἄρης; Ὁ θυμός. Οὕτω καὶ σὺ τὸν μαμμωνᾶν. Ἂν εἴπωμεν, Τίς ὁ μαμμωνᾶς; Ἡ πλεονεξία. Καὶ σὺ ταύτην προσκυνεῖς; Οὐ προσκυ‐

62

.

123

(50)

νῶ, φησί. Διὰ τί; ὅτι οὐ κάμπτεις σαυτόν; Ἀλλὰ νῦν πολλῷ μᾶλλον προσκυνεῖς διὰ τῶν ἔργων καὶ τῶν πραγμάτων· αὕτη γὰρ μείζων ἡ προσκύνησις. Καὶ ἵνα μάθῃς, θέα ἐπὶ τοῦ Θεοῦ, τίνες μᾶλλον αὐτὸν προσκυνοῦσιν, οἱ ἁπλῶς ἑστῶτες ἐν ταῖς προσευχαῖς,
55ἢ οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες; Εὔδηλον ὅτι οὗτοι. Οὕτω καὶ οἱ ἐπὶ τοῦ μαμμωνᾶ, οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες, μᾶλλον αὐτὸν προσκυνοῦσι. Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν
παθῶν· ἴδοι γὰρ ἄν τις τὸν τοῦ Ἄρεος θεραπευτὴν,Column end

62

.

124

τοῦ θυμοῦ κρατοῦντα πολλάκις· ἐπὶ δὲ σοῦ οὐκέτι τοῦτο, ἀλλὰ τῷ πάθει καταδουλοῖς σαυτόν. Ἀλλ’ οὐ σφάζεις πρόβατα; Ἀλλ’ ἀνθρώπους, καὶ ψυχὰς λο‐ γικὰς, τὰς μὲν λιμῷ, τὰς δὲ βλασφημίαις. Οὐδὲν
5ταύτης τῆς θυσίας βακχικώτερον. Τίς εἶδε ψυχὰς σφαζομένας ποτέ; Ἐπάρατος ὁ τῆς πλεονεξίας βω‐ μός. Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων ἂν ἔλθῃς βωμὸν, ὄψει αἰγείων καὶ βοείων αἱμάτων ὄζοντα· παρὰ δὲ τὸν τῆς πλεονεξίας βωμὸν ἂν ἔλθῃς, αἱμάτων ἀνθρω‐
10πίνων ὄψει χαλεπὸν ἀποπνέοντα· ἂν παραστῇς ἐν‐ ταῦθα, οὐ θεάσῃ πτερὰ καιόμενα ὀρνίθων, οὐδὲ κνίσ‐ σαν καὶ καπνὸν ἀναδιδόμενον, ἀλλὰ σώματα ἀνθρώ‐ πων ἀπολλύμενα. Οἱ μὲν γὰρ εἰς κρημνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν, οἱ δὲ ξίφος διήλασαν
15διὰ τοῦ λαιμοῦ. Εἶδες θυσίας ὠμὰς καὶ ἀπανθρώ‐ πους; Βούλει τούτων χαλεπωτέρας ἰδεῖν; Ἐγώ σοι δείξω, οὐκέτι σώματα ἀνθρώπων, ἀλλὰ καὶ ψυχὰς ἀνθρώπων κατασφαττομένας ἐκεῖ. Καὶ γὰρ ἔστι ψυχὴν σφάττεσθαι σφαγῇ τῇ προσηκούσῃ ψυχῇ·
20ὥσπερ γάρ ἐστι σώματος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησὶν, αὐτὴ καὶ ἀποθα‐ νεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώματος θάνατος, ἀλλὰ πολλῷ χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ’ ἀλλήλων τὴν ψυ‐
25χὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πό‐ νων ἀνέπαυσε, τὴν δὲ εἰς φανερὸν χῶρον παρέπεμ‐ ψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται μετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπο‐ λαμβάνει ψυχήν.
30 γʹ. Οὗτος μὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶμα αὐτὴν παραπέμπει, ἀλλὰ καταδεθεῖσαν πάλιν ἀφθάρ‐ τῳ σώματι, εἰς τὸ πῦρ ἐμβιβάζει τὸ ἄσβεστον. Οὗ‐ τος τοίνυν ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι
35ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώματος σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆ‐ ναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς σφαγή; Καὶ αὐτὸ νέ‐ κρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶμα τότε νεκροῦται, ὅταν ἔρημον αὐτὸ καταλίπῃ τῆς οἰκείας
40ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε νεκροῦται, ὅταν ἔρημον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον. Αὗται μάλιστα αἱ σφαγαὶ παρὰ τῷ βωμῷ τῆς πλεονεξίας εἰσίν· οὐ κορέννυνται, οὐδὲ ἵστανται μέχρι τοῦ αἵματος τῶν ἀνθρώπων, ἀλλ’ ἂν
45μὴ καὶ τὴν ψυχὴν αὐτὴν καταθύσῃ, οὐκ ἐμπίπλαται ὁ τῆς πλεονεξίας βωμὸς, ἂν μὴ ἀμφοτέρων τὰς ψυ‐ χὰς δέξηται, τοῦ τε θύοντος, τοῦ τε θυομένου. Τὸν γὰρ θύοντα πρῶτον ἀνάγκη τυθῆναι, καὶ οὕτω θύει, καὶ ὁ νεκρὸς θύει τὸν τέως ζῶντα. Ὅταν γὰρ εἴπῃ

62

.

124

(50)

βλάσφημα, ὅταν λοιδορῆται, ὅταν δυσχεραίνῃ, οὐχὶ αἱ πληγαὶ αὗται τῆς ψυχῆς εἰσιν ἀνίατοι; Εἶ‐ δες ὅτι οὐχ ὑπερβολῆς τὸ ῥῆμά ἐστι; Βούλει καὶ ἕτερον ἀκοῦσαι, καὶ μαθεῖν πῶς εἰδω‐ λολατρεία ἡ πλεονεξία, καὶ χαλεπώτερον εἰδωλολα‐
55τρείας; Οἱ εἰδωλολάτραι τοῖς τοῦ Θεοῦ κτίσμασι προσ‐ κυνοῦσι· Καὶ ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλά‐ τρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· σὺ δὲ τῷ κτίσματι τῷ σαυτοῦ προσκυνεῖς. Ὁ γὰρ Θεὸς πλεον‐ εξίαν οὐκ ἐδημιούργησεν, ἀλλ’ ἡ τῆς σῆς ἀπληστίας
60ἐπεξεῦρεν ἀμετρία. Καὶ θέα μανίαν καὶ γέλωτα. Οἱ
τὰ εἴδωλα προσκυνοῦντες, καὶ τιμῶσιν αὐτὰ ἃ προσ‐123

62

.

125

κυνοῦσι· κἂν εἴπῃ τις κακῶς, κἂν λοιδορήσηται, προΐστανται· σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν. Ὥστε
5μᾶλλον αὐτῶν χείριστος εἶ· οὐ γὰρ ἂν ἔχοις ἀπολογίαν εἰπεῖν, ὅτι οὐ κακόν. Εἰ καὶ τὰ μάλιστα κἀκεῖνοί εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ μᾶλλον μυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς θεραπεύοντας αὐτὴν καὶ δουλεύοντας καὶ πειθομένους ἅπαντας κακίζων.
10Εἰ δὲ βούλεσθε, ἐξετάσωμεν πόθεν ἐπεισῆλθεν ἡ εἰ‐ δωλολατρεία. Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόμενος υἱοῦ, καὶ παρα‐ μυθίαν οὐδεμίαν ἔχων τοῦ πένθους, ταύτῃ παραμυ‐ θούμενος τὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτη‐
15κότος ποιήσας, καὶ διὰ παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος. Κόλακες δέ τινες ἄνθρωποι, ὧν ὁ Θεὸς ἡ κοιλία, θεραπεύον‐ τες εἰς τὴν ἐκείνου τιμὴν τὴν εἰκόνα, τὸ ἔθος εἰς εἰδωλολατρείαν προήγαγον. Οὐκοῦν ἀπὸ ἀσθενείας
20ἐπεισήχθη ψυχῆς, ἀπὸ συνηθείας ἀλόγου, ἀπὸ ἀμε‐ τρίας. Ἡ δὲ πλεονεξία οὐχ οὕτως· ἀπὸ ἀσθενοῦς μὲν γὰρ καὶ αὕτη ψυχῆς, πλὴν ἀλλ’ ἀπὸ χείρονος· οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους παραμυθίαν ζη‐ τῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόμενος· ἀλλὰ πῶς;
25Ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. Ὁ Κάϊν τὸν Θεὸν ἐπλεονέκ‐ τησεν· ἃ γὰρ ἐκείνῳ δοθῆναι ἐχρῆν, παρ’ ἑαυτῷ κατασχὼν, ἅπερ αὐτὸν ἔχειν ἔδει, ταῦτα ἐκείνῳ προσήνεγκε, καὶ τὸ κακὸν ἀπὸ τοῦ Θεοῦ ἤρξατο. Εἰ γὰρ ἡμεῖς τοῦ Θεοῦ ἐσμεν, πολλῷ μᾶλλον τὰ πρωτεῖα
30τῶν κτημάτων τῶν ἡμετέρων. Πάλιν εἰς γυναῖκας ἀπὸ πλεονεξίας ἡ ὁρμὴ γέγονεν· Εἶδον τὰς θυγα‐ τέρας τῶν ἀνθρώπων, καὶ ἐξεκυλίσθησαν πρὸς τὴν ἐπιθυμίαν· ἀπὸ τούτων πάλιν εἰς χρήματα. Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτι‐
35κοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ’ ἢ ἐκ τοῦ ψυ‐ γῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλα‐ χόθεν γίνεται, ἀλλ’ ἢ ἐξ ἀπονοίας καὶ μισανθρω‐ πίας καὶ ὑπεροψίας. Οὐχ ὁρᾷς τὴν γῆν ὅση ἐστί; πῶς πολλῷ μείζων τῆς χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρα‐
40νός; Ἵνα γάρ σου τὴν πλεονεξίαν σβέσῃ ὁ Θεὸς, εἰς τοσοῦτον μέτρον τὰ κτίσματα ἐξήγαγε· σὺ δὲ ἁρπά‐ ζεις καὶ οὕτω, καὶ ἀκούεις ὅτι εἰδωλολατρεία ἡ πλεονεξία, καὶ οὐδὲ οὕτω φρίττεις; Κληρονομῆσαι τὴν γῆν θέλεις; Ἀλλ’ οὐκ ἔχεις ἐν τῷ οὐρανῷ κλη‐
45ρονομίαν, ἵνα σαυτὸν ἀποστερήσῃς; δʹ. Εἰπέ μοι, εἴ τίς σοι παρεῖχεν ἐξουσίαν λαβεῖν ἅπαντα, ἆρα οὐκ ἂν ἠθέλησας; Ἔνεστι νῦν, ἐὰν βού‐ λῃ. Καίτοι τινές φασιν, ὅτι ἀλγοῦσιν, ὅταν εἰς ἑτέ‐ ρους τὸν κλῆρον παραπέμπωσι, καὶ ἐβούλοντο εἶναι

62

.

125

(50)

κατεδηδοκότες αὐτὸν μᾶλλον, ἢ ἑτέρους ὁρᾷν κυρίους γενομένους. Οὐδὲ ἐγώ σε ταύτης ἀπαλλάττω τῆς ἀσθενείας· ἀσθενοῦς μὲν γὰρ καὶ τοῦτο ψυχῆς· πλὴν ἀλλ’ ὅμως κἂν τοῦτο γινέσθω· ἐν ταῖς διαθή‐ καις τὸν Χριστὸν κατάλιπε κληρονόμον. Ἔδει μὲν
55γὰρ ζῶντα· τοῦτο γὰρ προαιρέσεως ὀρθῆς ἦν· ἀλλ’ ὅμως κἂν ὑπὸ τῆς ἀνάγκης γενοῦ φιλοτιμότερος. Καὶ γὰρ ὁ Χριστὸς διὰ τοῦτο προσέταξε διδόναι πένησιν,
ἵνα ζῶντας ἡμᾶς φιλοσόφους ἐργάσηται, ἵνα πείσῃColumn end

62

.

126

χρημάτων καταφρονεῖν, ἵνα ὑπερορᾷν διδάξῃ τῶν γηΐνων. Τοῦτο οὐκ ἔστι χρημάτων ὑπεροψία, τὸ τελευτῶντα καὶ οὐκ ὄντα κύριον τῷ δεῖνι παρέχειν καὶ τῷ δεῖνι· οὐκ ἐκ τῶν σῶν δίδως λοιπὸν, ἀλλ’ ἐξ
5αὐτῆς τῆς ἀνάγκης· τῷ θανάτῳ χάρις, οὐ σοί· τοῦ‐ το οὐκ ἔστι φιλοστοργίας, ἀλλ’ ἐπηρείας. Πλὴν κἂν οὕτω γινέσθω, κἂν τότε λῦσον τὸ πάθος. Ἐννόησον ὅσα ἥρπασας, ὅσα ἐπλεονέκτησας· πάντα ἀπόδος τετραπλάσια· οὕτως ἀπολόγησαι τῷ Θεῷ. Ἀλλ’ εἰσί
10τινες εἰς τοῦτο μανίας ἥκοντες καὶ πηρώσεως, οἳ οὐδὲ τότε συνορῶσι τὸ δέον· ἀλλ’ ὥσπερ σπουδάζον‐ τες χαλεπώτερον ἑαυτοῖς ἐργάσασθαι τοῦ Θεοῦ τὸ κρῖμα, οὕτως ἅπαντα πράττουσι. Διὰ τοῦτο ὁ μακά‐ ριος οὗτος ἔλεγε γράφων· Ὡς τέκνα φωτὸς περι‐
15πατεῖτε. Ὁ δὲ πλεονέκτης μάλιστα ἐν σκότῳ ζῇ καὶ σκότος πολὺ κατασκεδάζει πάντων. Καὶ, Μὴ συγ‐ κοινωνῆτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυ‐ φῇ γινόμενα ὑπ’ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν.
20Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανε‐ ροῦται. Ἀκούσατε, παρακαλῶ, πάντες ὅσοι οὐ βούλεσθε εἰκῆ μισεῖσθαι. Ἁρπάζει, καὶ οὐκ ἐλέγχεις; Ἀλλὰ δέδοικας τὸ μῖσος. Καίτοι οὐκ ἔστιν εἰκῆ μισεῖσθαι
25τοῦτο· ἀλλὰ δικαίως ἐλέγχεις, καὶ δέδοικας τὸ μῖσος; ἔλεγξον τὸν ἀδελφὸν, ἀνάδεξαι ἔχθραν διὰ τὴν ἀγάπην τὴν εἰς τὸν Χριστὸν, διὰ τὴν ἀγάπην τὴν εἰς αὐτόν· κώλυσον αὐτὸν εἰς βάραθρον ἀπερχόμενον. Τὸ γὰρ τραπέζης κοινωνῆσαι καὶ ῥημάτων χρηστῶν καὶ προσ‐
30ρήσεως καὶ τρυφῆς, οὐ σφόδρα φιλίας ἐστί. Τοιαῦτα τοῖς φίλοις ἡμῶν χαριζώμεθα δῶρα, ἵνα τὴν ψυχὴν αὐτῶν ἐξέλκωμεν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ· εἰς τὴν κάμινον κειμένους αὐτοὺς ὁρῶντες τῆς κακίας, ἀνα‐ στήσωμεν. Ἀλλ’ οὐ διορθοῦται, φησίν. Ἀλλὰ σὺ τὸ
35σαυτοῦ πρᾶξον, καὶ ἀπελογήσω τῷ Θεῷ. Μὴ κρύψῃς τὸ τάλαντον· διὰ τοῦτο λόγον ἔχεις, διὰ τοῦτο γλῶσσαν καὶ στόμα, ἵνα διορθοῖς τὸν πλησίον. Τὰ ἄλογα μόνα οὐ φροντίζει τοῦ πλησίον, οὐδὲ λόγον ἔχει τινὰ τῶν ἄλλων· σὺ δὲ πατέρα καλῶν τὸν Θεὸν, καὶ ἀδελφὸν
40τὸν πλησίον ὁρῶν, αὐτὸν μυρία ποιοῦντα κακὰ, τὴν χάριν τὴν παρ’ ἐκείνου τῆς ὠφελείας αὐτοῦ προτίθης; Μὴ, παρακαλῶ. Οὐδὲν οὕτω φιλίας τεκμήριον, ὡς τὸ μὴ περιορᾷν ἁμαρτάνοντας τοὺς ἀδελφούς. Εἶδες ἐχθραίνοντας; διάλυσον. Εἶδες πλεονεκτοῦντας; κώ‐
45λυσον. Εἶδες ἀδικουμένους; πρόστηθι· οὐκ ἐκείνοις, ἀλλὰ σαυτῷ προτέρῳ ἐχαρίσω. Διὰ τοῦτο φίλοι ἐσμὲν, ἵνα ἀλλήλους ὠφελῶμεν. Ἄλλως ἀκούσεται παρὰ τοῦ φίλου, καὶ ἄλλως παρὰ τοῦ τυχόντος· τὸν τυχόντα ὑποπτεύσει ἴσως, καὶ τὸν διδάσκαλον ὁμοίως, τὸν δὲ

62

.

126

(50)

φίλον οὐκέτι. Τὰ γὰρ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι, φησὶ, καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί βούλεται ἐνταῦθα εἰ‐ πεῖν; Τοῦτο λέγει, ὅτι τὰ μὲν τῶν ἁμαρτημάτων ἐνταῦθα λάθρα γίνεται, τὰ δὲ καὶ φανερῶς·
55ἐκεῖ δὲ οὐχ οὕτως ἔσται· οὐδεὶς γάρ ἐστιν ὁ μὴ συνει‐ δὼς ἑαυτῷ ἐπὶ ἁμαρτήματι. Διὰ τοῦτό φησι· Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί οὖν; οὐ περὶ εἰδωλολατρείας, φησὶ, καὶ ἐνταῦθα τοῦτο εἴρηται; Οὐχὶ, ἀλλὰ περὶ βίου καὶ ἁμαρτημά‐
60των ἐστὶν ὁ λόγος. Πᾶν γὰρ τὸ φανερούμενον,125

62

.

127

φησὶ, φῶς ἐστι. Διὸ, παρακαλῶ, μήτε ὑμεῖς ὀκνεῖτε ἐλέγχειν, μήτε δυσχεραίνετε ἐλεγχόμενοι. Ἕως μὲν γὰρ ἂν ἐν σκότει πράττηταί τι, μετὰ πλείονος πράτ‐ τεται τῆς ἀδείας· ἐπειδὰν δὲ πολλοὺς ἔχῃ τοὺς μαρ‐
5τυροῦντας τοῖς γινομένοις, φωτίζεται. Διὸ μάλιστα πάντα πράττωμεν, ὥστε τὴν νέκρωσιν τῶν ἀδελφῶν τῶν ἡμετέρων ἀποσοβεῖν, ὥστε τὸ σκότος σκεδάζειν, ὥστε τὸν ἥλιον ἐπισπάσασθαι τῆς δικαιοσύνης. Ἂν
γὰρ πολλοὶ ὦσιν οἱ φωστῆρες, αὐτοῖς τε εὔκολος ἔσ‐Column end

62

.

128

ται τῆς ἀρετῆς ἡ ὁδὸς, καὶ οἱ ἐν σκότει μᾶλλον ἁλώ‐ σονται, τοῦ φωτὸς ἐπιτεινομένου, κἀκεῖνο ἀφανίζον‐ τος. Ἂν δὲ τοὐναντίον, δέος μὴ καὶ οὗτοι σβεσθῶσι, τῆς παχύτητος τῆς ἀπὸ τοῦ σκότους καὶ τῶν ἁμαρ‐
5τημάτων κρατούσης τοῦ φωτὸς, καὶ ἀποσοβούσης αὐτοῦ τὸ διειδές. Ὡς οὖν ἑαυτοὺς ὠφελοῦντες, οὕτω διακεώμεθα, ἵνα διὰ πάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ
ἑξῆς.Column end

62

.

127

(10)

ΟΜΙΛΙΑ ΙΘʹ. Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέ‐
15 λημα τοῦ Κυρίου. αʹ. Ἔτι τὴν τῆς πικρίας ἐκκαθαρίζει ῥίζαν, ἔτι τὴν ὑπόθεσιν τῆς ὀργῆς ἐκκόπτει. Τί γάρ φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. ᾜδει τὸν Διδάσκαλον αὐτοῦ, ὅτι πέμπων τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ
20λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν, ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν καὶ μεταξὺ λύκων ἦσαν, καὶ ἔτι προστε‐ ταγμένοι μὴ ἀμύνεσθαι, ἀλλὰ πάσχειν κακῶς, διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε
25καὶ τὸ πρότερον ἱκανὸν ἦν αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν. Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιμε‐ λῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπ‐
30εισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος· πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ κατὰ μητρὸς ἦσαν διεσπαρμένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται; Ἤκουσαν τοῦ Χριστοῦ λέγοντος· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ
35ἔστι μου ἄξιος. Ἵν’ οὖν μὴ νομίσωσιν, ὅτι ἁπλῶς πολέμους εἰσάγει καὶ μάχας, ἐπειδὴ ἔμελλε μεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ ἔμελλον ἐπεξιέ‐ ναι, τούτου χάριν λέγει· Βλέπετε πῶς ἀκριβῶς πε‐ ριπατεῖτε. Τουτέστι, Πλὴν τοῦ κηρύγματος, μηδα‐
40μόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ’ ὑμῶν· αὕτη μόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω· μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν. Ἀπόδοτε γὰρ,
45φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φό‐ ρον, τῷ τὸ τέλος, τὸ τέλος. Ὅταν γὰρ ἐν τοῖς ἄλ‐ λοις ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται. Μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν και‐ ρόν. Οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι

62

.

127

(50)

βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι καὶ ἀλλότριοι· μὴ ζητεῖτε τι‐ μὰς, μὴ ζητεῖτε δόξαν, μὴ ζητεῖτε δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγο‐
55ράζεσθε· πολλὰ κατάθεσθε, πᾶν ὅ τι ἂν θέλωσιν. Ἀσαφὲς τὸ εἰρημένον· φέρε οὖν, ἐπὶ ὑποδείγματος
ποιήσω αὐτὸ φανερόν. Ἐννόησόν μοί τινα οἰκίανColumn end

62

.

128

(11)

ἔχοντα λαμπρὰν, εἶτά τινας ἐπεισερχομένους ὥστε αὐτὸν ἀνελεῖν κἀκεῖνον πολλὰ διδόντα, καὶ ἐξαιρού‐ μενον ἑαυτόν· τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. Οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην, καὶ πίστιν ἀληθῆ·
15ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁτιοῦν ἂν ἀπαι‐ τήσῃ τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. Αἱ γὰρ ἡμέραι, φησὶ, πονηραί εἰσι. Τί πονηρία τῆς ἡμέρας; Πονηρία τῆς ἡμέρας περὶ τὴν ἡμέραν ὀφείλει εἶναι. Ἂν τί ἐστιν ἑκάστῳ τῶν
20ἐν ἡμῖν πονηρὸν μάθῃς, γνώσῃ καὶ τί ἐστι πονηρία ἡμέρας. Τί ἐστι πονηρία σώματος; νόσος. Τί δὲ πο‐ νηρία ψυχῆς; κακία. Τί ἐστι πονηρία ὕδατος; πι‐ κρία. Καὶ ἑκάστου ἡ πονηρία ἡ φαυλότης ἐστὶ περὶ ἐκείνην τὴν φύσιν, ἧς ἐστι πονηρία. Εἰ τοίνυν ἡ πο‐
25νηρία περὶ τὴν ἡμέραν ἐστὶ, περὶ αὐτὴν τὴν ἡμέραν χρὴ εἶναι, περὶ τὰς ὥρας, περὶ τὸ φῶς. Οὕτω καὶ ὁ Χριστός φησιν· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Ἀπὸ τούτου κἀκεῖνο γνωσόμεθα. Πῶς οὖν ἡμέρας καλεῖ πονηράς; πῶς καιρὸν πονηρόν; Οὐ τὴν οὐσίαν,
30οὐδὲ τὰ κτίσματα, ἀλλὰ διὰ τὰ ἐν αὐτοῖς γι‐ νόμενα· καθάπερ καὶ ἡμῖν ἔθος λέγειν· Χαλεπὴν ἡμέραν διήγαγον καὶ κακήν· καίτοι πῶς ἂν γένοιτο χαλεπὴ, ἀλλ’ ἢ ἀπὸ τῶν ἐν αὐτῇ συμβαινόντων; Τὰ δὲ ἐν αὐτῇ συμβαίνοντα, ἐστὶν ἀγαθὰ μὲν, παρὰ
35Θεοῦ· κακὰ δὲ, παρὰ ἀνθρώπων πονηρῶν. Ἄρα τῶν ἐν τοῖς καιροῖς συμβαινόντων πονηρῶν οἱ ἄνθρω‐ ποι δημιουργοὶ, καὶ διὰ τοῦτο καιροὶ πονηροὶ λέγον‐ ται. Οὕτω καὶ ἡμεῖς καιροὺς πονηροὺς καλοῦμεν. Διὰ τοῦτο, φησὶ, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες
40τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ τούτου γὰρ ἡ ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους καὶ χαλεπούς. Εἰς εὐφροσύνην ὁ οἶνος δέδο‐ ται, οὐκ εἰς μέθην· νῦν δὲ τὸ πρᾶγμα καὶ ἀνανδρίας
45εἶναι δοκεῖ καὶ γέλωτος, τὸ μὴ μεθύσκεσθαι. Ποία τοίνυν ἐλπὶς σωτηρίας; Γέλως, εἰπέ μοι, τὸ μὴ με‐ θύσκεσθαι, ἔνθα μάλιστα πάντων τὸ μεθύσκεσθαι γέ‐ λως ὤφειλεν εἶναι; Μάλιστα μὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω μέθης εἶναι καλόν· πολλῷ δὲ πλέον τὸν στρα‐

62

.

128

(50)

τιώτην, τὸν ἐν ξίφεσι στρεφόμενον, τὸν ἐν αἵμασι, τὸν ἐν σφαγαῖς· πολλῷ μᾶλλον τὸν στρατιώτην, ὅταν καὶ ἑτέρωθεν ὁ θυμὸς θήγηται, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς δυναστείας, ἀπὸ τοῦ συνεχῶς ἐν ἐπιβουλαῖς καὶ μάχαις εἶναι. Βούλει μαθεῖν ποῦ καλὸς ὁ οἶνος;
55ἄκουε τῆς Γραφῆς λεγούσης· Δότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. Εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν, καὶ τὸ συν‐
νεφὲς ἀπάγειν. Οἶνος εὐφραίνει καρδίαν ἀνθρώ‐127

62

.

129

που, φησί. Πῶς οὖν ἐκ τοῦ οἴνου ἡ μέθη; οὐ γὰρ ἔνι τὸν αὐτὸν τὰ ἐναντία ἐργάζεσθαι ἑαυτῷ. Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ’ ἐκ τῆς ἀμετρίας. Ὁ οἶνος δι’ οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι’ ὑγείαν σώματος·
5ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος καὶ λέγοντος τῷ Τιμοθέῳ· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. βʹ. Διὰ γὰρ τοῦτο ὁ Θεὸς ἐποίησεν ἡμῶν τὰ σώματα
10σύμμετρα, καὶ ἀπὸ ὀλίγων κορέννυσθαι, ἐντεῦθεν ἤδη παιδεύων ἡμᾶς, ὅτι πρὸς ἑτέραν ἡμᾶς ζωὴν ἐποίησε ἐπιτηδείους. Καὶ ἐβούλετο μὲν καὶ ἐξ ἀρχῆς ἐκείνην δοῦναι, ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κατεστή‐ σαμεν, ἀνεβάλετο· καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο,
15οὐδὲ ἐν αὐτῷ ἀφίησιν ἡμᾶς ἀπολαύειν ἀμέτρως· οἴνου γὰρ κοτύλη καὶ ἄρτος εἷς ἀρκεῖ γαστέρα ἐμπλῆσαι ἀνθρώπου. Καὶ τὸν πάντων τῶν ἀλόγων κρατοῦντα, ὀλιγοδεέστερον αὐτῶν κατὰ τὴν ἀναλογίαν ἐποίησε, καὶ τὸ σῶμα βραχὺ, οὐδὲν ἕτερον ἢ τοῦτο δηλῶν,
20ὅτι πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα. Μὴ μεθύσκεσθε οἴνῳ, φησὶν, ἐν ᾧ ἐστιν ἀσωτία. Οὐ γὰρ σώζει, ἀλλ’ ἀπόλλυσιν, οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχήν. Ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυ‐ τοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματι‐
25καῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάν‐ των ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι; Βού‐
30λει τὴν ἡμέραν ἀναλίσκειν; Ἐγώ σοι δίδωμι πότον πνευματικόν· ἡ γὰρ μέθη καὶ τὴν εὔσημον ἐκκόπτει φωνὴν τῆς γλώσσης τῆς ἡμετέρας, ψελλίζειν παρα‐ σκευάζουσα, καὶ ὀφθαλμοὺς καὶ πάντα ἁπλῶς δια‐ στρέφουσα. Μάθε ψάλλειν, καὶ ὄψει τοῦ πράγματος
35τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ Πνεύματος πληροῦν‐ ται ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ᾠδὰς, πνεύματος ἀκαθάρτου. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ; Τουτέστι, μετὰ συνέσεως προσέχοντες· οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλ‐
40λουσι, τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβο‐ μένης ἑτέρωθι. Πάντοτε, φησὶν, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσό‐ μενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τουτέστι, Τὰ
45αἰτήματα ὑμῶν μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν· οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. Μάλιστα δὲ δυνάμεθα εὐχα‐ ριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπεν.

62

.

129

(50)

Ἀλλὰ πληροῦσθε, φησὶ, ἐν Πνεύματι. Ἆρα ἐν ἡμῖν τοῦτο; Καὶ γὰρ ἐν ἡμῖν. Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι
55ἑαυτοῖς, ὅταν εὐτραπελία μὴ παρῇ, ὅταν ἑαυτοὺς ἀξίους κατασκευάσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθεῖν καὶ ἐπιπτῆναι; Καὶ οὐχ ἁπλῶς ἐπ‐ ελεύσεται, ἀλλὰ πληρώσει τὴν καρδίαν ἡμῶν. Τοσού‐ του δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος
60ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος. Πάντοτε εὐχαριστοῦντες, φησὶν, ὑπὲρ πάντων. Τί οὖν; ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ τῶν συμβαινόν‐ των; Ναί· κἂν νόσος ᾖ, κἂν πενία. Εἰ γὰρ ἐν τῇ Πα‐
λαιᾷ παρῄνει σοφός τις λέγων· Πᾶν ὃ ἐὰν ἐπαχθῇColumn end

62

.

130

σοι, δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγμασι ταπει‐ νώσεώς σου μακροθύμησον· πολλῷ μᾶλλον ἐν τῇ Καινῇ γίνεσθαι χρή. Κἂν τὸν λόγον τοίνυν μὴ εἰδῇς, εὐχαρίστει· τοῦτο γάρ ἐστιν εὐχαριστία. Ἂν δὲ εὖ
5παθὼν καὶ εὐθηνούμενος καὶ εὐπραγῶν καὶ ἐν εὐημε‐ ρίαις ὢν, εὐχαριστῇς, οὐδὲν μέγα, οὐδὲν θαυμαστόν· τὸ δὲ ζητούμενον, ἐν θλίψεσιν ὄντα εὐχαριστεῖν, ἐν ἀθυμίαις. Μηδὲν πρὸ τοῦ ῥήματος τούτου φθέγγου, Εὐχαριστῶ σοι, Δέσποτα. Καὶ τί λέγω ὑπὲρ τῶν ἐν‐
10ταῦθα θλίψεων; ὑπὲρ τῆς γεέννης αὐτῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ, ὑπὲρ τῶν κολάσεων τῶν ἐκεῖ, ὑπὲρ τῶν τιμωριῶν. Πάνυ γὰρ τὸ πρᾶγμα ἡμᾶς ὠφέλησε τοὺς προσέχοντας, ἀντὶ χαλινοῦ τοῦ τῆς γεέννης φόβου ταῖς καρδίαις ἡμῶν ἐπιτεθέντος. Μὴ τοίνυν ὑπὲρ
15τῶν φανερῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀφα‐ νῶν, καὶ ὑπὲρ ὧν ἄκοντες εὐεργετούμεθα, εὐχαριστῶ‐ μεν· πολλὰ γὰρ καὶ μὴ βουλομένους ἡμᾶς εὐεργετεῖ, καὶ μὴ εἰδότας. Εἰ δὲ ἀπιστεῖτε, ἤδη ὑμῖν τὸ πρᾶγμα ποιήσω φανερόν. Ἐννόησον γάρ μοι· οἱ μιαροὶ καὶ
20ἄπιστοι Ἕλληνες οὐχὶ τῷ ἡλίῳ τὸ πᾶν ἐπιγράφουσι, καὶ τοῖς εἰδώλοις αὐτῶν; Τί οὖν; οὐχὶ εὐεργετεῖ καὶ αὐτούς; οὐχὶ τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν, καὶ ὅσα τοιαῦτα; Τί δὲ οἱ Μαρκιωνισταὶ λεγόμενοι; τί δὲ οἱ
25Μανιχαῖοι; οὐχὶ καὶ βλασφημοῦσιν αὐτόν; Τί οὖν; οὐχὶ εὐεργετεῖ αὐτοὺς καθ’ ἑκάστην ἡμέραν; Εἰ δὲ ἐκείνους τοὺς ταῦτα οὐκ εἰδότας εὐεργετεῖ, πολλῷ μᾶλλον ἡμᾶς. Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ κολά‐
30σεων καὶ δι’ ἀνέσεων; Μὴ μόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶ‐ μεν· οὐδὲν γὰρ μέγα. Καὶ τοῦτο οἶδε καὶ ὁ διάβολος· διὸ καὶ ἔλεγε· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; οὐχὶ σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ, καὶ τὰ ἔξω;
35Περίελε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ἀλλ’ οὐδὲν αὐτῷ πλεῖον ἐγένετο τῷ μιαρῷ, μηδὲ γένοιτο, μηδὲ περὶ ἡμῶν γενέσθαι τι πλέον αὐτῷ. Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦμεν, καὶ ὅταν ἐν νόσοις, καὶ ὅταν ἐν ἐπηρείαις, τότε
40ἐπιτείνωμεν τὴν εὐχαριστίαν. Εὐχαριστίαν δὲ λέγω, μὴ ῥήμασι μηδὲ γλώσσῃ, ἀλλὰ πράγμασι καὶ ἔργοις, καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαρι‐ στῶμεν αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαμένων ἡμᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον,
45τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡμε‐ τέρων πατέρων διαφοράν. γʹ. Καὶ ταῦτα οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἀλλ’ αὐτοῦ τοῦ φιλοῦντος ἡμᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγον‐ τος· Τίς ἐξ ὑμῶν ἐστιν ἄνθρωπος, ὃς, ἐὰν αἰτήσῃ

62

.

130

(50)

ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦ‐ σιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος·
55Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος. Εἰ γὰρ μὴ φιλεῖ, τίνος ἕνεκεν ἡμᾶς ἐποίησε; μὴ γὰρ ἀνάγκην εἶχε; μὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν
60πληροῦμεν; μὴ γὰρ δεῖταί τινος τῶν παρ’ ἡμῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν
ἔχεις. Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι, Τοῦτο,129

62

.

131

φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιμίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ μοι, ἀγνῶμον ἄνθρωπε, ποῖα λέγεις μὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτι‐ μίαν; Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος
5μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλά‐ σας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις· ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν,
10χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασί‐ τους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπρά‐ γμονα ζῇ. Καὶ πολλὰ τοιαῦτα συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποι‐
15μεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς· Τί οὖν, ἀπρο‐ νόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας καὶ ἥρωας; εἰ γὰρ πρό‐
20νοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Το‐ σαῦτα δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν
25ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ μοι, ὁ ταῦτα διοικῶν; Εἰ μηδεὶς ἐφεστὼς ἦν, ἀλλ’ ἀπὸ ταυτομά‐ του πάντα συνειστήκει, τίς τὴν καμάραν ταύτην τὴν
30οὕτω καλὴν, τὴν οὕτω μεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδά‐ των; τίς ὁ τοὺς καιροὺς τοὺς καρποφόρους διδούς; τίς τοσαύτην ἔθετο ἐν σπέρμασι καὶ φυτοῖς δύναμιν; τὸ γὰρ ἀπὸ ταυτομάτου ἄτακτον πάντως· τὸ δὲ εὔτα‐
35κτον μετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ μοι, τῶν παρ’ ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς; Καὶ οὐ λέγω ἀπὸ ταυτομάτου, ἀλλὰ μετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον, ἔστω ξύλα
40καὶ λίθοι, ἔστω δὲ καὶ ἄσβεστος· καὶ λαβὼν ἄνθρω‐ πος οἰκοδομίας ἄπειρος οἰκοδομείτω καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύα‐
45στον, ἀλλὰ κατασκευασθέν· μὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγ‐ κρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα

62

.

131

(50)

ἐννοεῖν; Καὶ εἰ μὲν βαστάζοι καὶ τὸν οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ οὐρανὸς ἐν ὕδατι φέ‐ ροιτο, πάλιν ἕτερον ζήτημα. Ἀλλὰ πᾶν τῆς προ‐ νοίας ἔργον. Τὰ γὰρ ἐπὶ τῶν ὑδάτων φερόμενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι
55τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου· τοῦ δὲ κεκυρτω‐ μένου τὸ μὲν σῶμα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται μόνον. Οὐκοῦν αὐτῷ δεῖ σώματος ἀντιτύ‐ που καὶ σκληροῦ καὶ στέγειν δυναμένου, ὥστε φέ‐
60ρειν τὸ ἐπικείμενον ἄχθος. Ἀλλ’ ἀὴρ φέρει τὸν οὐ‐ ρανόν; Ἀλλ’ οὗτος πολλῷ τοῦ ὕδατος μαλακώτερος
καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάμενος, οὐδὲColumn end

62

.

132

τῶν λεπτοτάτων, μήτι γε ὄγκον τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίμεθα τῆς προνοίας τὸν λόγον ἐπεξιέναι, καὶ καθολικῶς, καὶ κατακερματίζοντες, ὅλος ὁ αἰὼν ἡμᾶς ἐλλείψει. Ἐρήσομαι γὰρ τὸν ἐκεῖνα ζητοῦντα
5νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι προνοίας, καὶ πάλιν ἐρήσομαι· Πῶς οὖν γέγονεν; Ἀλλ’ οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν. Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων πρα‐ γμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι.
10Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιμιώ‐ τερος, καὶ ταῦτα δι’ ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα. δʹ. Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ μόνον σο‐ φίαν καὶ τὴν οἰκονομίαν οὐκ οἶδας, πῶς δυνή‐
15σῃ τοὺς λόγους εἰδέναι τοὺς κατ’ αὐτόν; Εἰπὲ δή μοι, τί δήποτε οὕτω μικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀμφιβάλλειν περὶ τῶν ἄνω φαινομένων; τίνος δὲ ἕνεκεν τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ
20δή μοι, διὰ τί γέγονεν ἡ νὺξ χειμῶνος μὲν μακρο‐ τέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦμα, διὰ τί σῶμα θνητόν; Καὶ μυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσομαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί μοι διαπορήσεις. Ὥστε τοῦτο μάλιστα προ‐
25νοίας ἐστὶ, τὸ τοὺς λόγους ἡμῖν ἀποῤῥήτους εἶναι. Ἦ γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόμισε τοῦ παν‐ τὸς, εἰ μὴ τοῦτο ἡμῶν κατέστελλε τὴν διάνοιαν. Ἀλλ’ ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα,
30ἄνθρωπε· ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν, καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν. Ἀλλ’ ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν, ἕτερα πολυπραγ‐ μονοῦμεν. Διὰ τί μηδεὶς ἡμῶν μηδέποτε ἐξετάζει, διὰ τί ἥμαρτεν; ἆρα ἐν ἐμοὶ τὸ ἁμαρτάνειν; ἆρα
35οὐκ ἐν ἐμοί; Καὶ τί με δεῖ πολλοὺς περιιέναι λόγους; ἐν ἐμαυτῷ τὸ πρᾶγμα ζητήσω· ἆρα ἐκράτησά ποτε θυμοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι’ αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γι‐ νόμενον, εὑρήσω ὅτι ἐν ἐμοὶ τὸ ἁμαρτάνειν. Οὐδεὶς
40ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, ἀλλὰ ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο μέλει, εἰ ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκο‐ πεῖν, ἀλλὰ τί δήποτε σὺ πράττεις; Εἰ μὲν γὰρ ἀμ‐
45φιβάλλεις, ὅτι ἐφέστηκέ τις τῷ κόσμῳ δύναμις, πάν‐ των ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀμφιβάλλεις, ὅτι ἀρέσαι δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον, καὶ ὄψει, ὅταν εὑρεθῇ τις

62

.

132

(50)

τραῦμα ἔχων, ἐκεῖνον αὐτὸν τέμνοντα καὶ καίοντα. Ἐπὶ δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτο‐ νεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν γινομένων ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον, ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν μετασχη‐
55ματίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην ἂν ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ μοι, οὐχὶ ἁπλῶς σοι δοκεῖ ποιεῖν, ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται αἱ γραμμαὶ, καὶ αἱ περι‐
αγωγαὶ τῶν γραμμῶν; Ἀλλ’ ἂν ἐπιθῇ τὰ χρώματα,131

62

.

133

τότε σοι φανεῖται ἡ τέχνη καλὴ, καὶ ὅμως οὐδὲ οὕ‐ τως ἀκριβῶς οὐδὲν δυνήσῃ καταμαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων λέγω καὶ ζωγράφων καὶ τῶν ὁμοδούλων; Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι,
5καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα· ἀλλ’ οὐκ ἂν ἔχοις. Οὐ παύσῃ οὖν, ἄν‐ θρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως
10ταῦτα· οὐ παύσῃ εἰκῆ πολυπραγμονῶν; Οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ μὲν ἐπαγ‐ γελλόμενοι μηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόμενοι, ἀνοητότεροι τῶν πάντων εἰσίν. Ὥστε οὐ πανταχοῦ τὸ ἐπαγγέλλεσθαι εἰδέναι, σοφίας,
15ἀλλ’ ἔστιν ὅπου καὶ μωρίας ἐστίν. Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ μὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα με‐ τρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ καταγελῶν καὶ μὴ εἰ‐ δέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι; τὸν εἰδέναι λέ‐
20γοντα, ἢ τὸν ἀγνοοῦντα; Δηλονότι τὸν λέγοντα εἰδέ‐ ναι. Οὐκοῦν ὁ ἀγνοῶν τοῦ ὑποσχομένου εἰδέναι σοφώ‐ τερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος δὲ ἀγνοεῖν, οὐ πάλιν ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε;
25Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταμένη. Ὁ μὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι μέρος. Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον ἀνθρώπῳ· καὶ γὰρ οὐ μικρὸν τοῦτο. Ὁ δὲ λέγων εἰδέναι, ἐκεῖνος μάλιστα οὐκ οἶδεν ὃ λέγει εἰ‐ δέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος. Οἴμοι,
30πόσοις παιδευόμεθα τὴν πολυπραγμοσύνην τὴν ἄκαι‐ ρον, καὶ τὴν περιεργίαν χαλινοῦν, καὶ οὐκ ἀνεχόμεθα, ἀλλὰ τοὺς ἑτέρων περιεργαζόμεθα βίους, διὰ τί ὁ δεῖνα πηρὸς, διὰ τί πένης ὁ δεῖνα; Οὐκοῦν τῷ λόγῳ τούτῳ καὶ εἰς ἕτερον ἐκπεσούμεθα λῆρον, διὰ τί ἡ
35δεῖνα γυνὴ, καὶ μὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων, διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Διά τοι τοῦτο ὁ Θεὸς μέτρα τῆς γνώσεως ἡμῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο. Καὶ θέα μοι τὴν πολυ‐
40πραγμοσύνην τὴν πολλήν· ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωμεν κατα‐ νεῦσαι κάτω μικρὸν κατακύψαντες, ἴλιγγός τις ἡμᾶς εὐθέως καὶ σκοτοδινία λαμβάνει. Εἰπέ μοι δὴ τού‐
45του τὴν αἰτίαν· ἀλλ’ οὐκ ἂν εὕροις· διὰ τί μείζονα ὀφθαλμὸς ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται; εʹ. Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε

62

.

133

(50)

ἐμπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλμὸς κα‐ τασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου. Διὰ τί μὴ πάντα τὰ μέλη ἰσότιμά ἐστι· διὰ τί μὴ μίαν ἔλαβε χρείαν μηδὲ χώραν; Καὶ Παῦλος ταῦτα ἠρεύ‐ νησε, μᾶλλον δὲ οὐκ ἠρεύνησε (σοφὸς γὰρ), ἦν ἀλλ’
55εἰς τοῦτο ἐμπεσὼν τὸ χωρίον, φησίν· Ἕκαστον αὐ‐ τῶν [ἔθετο] καθὼς ἠθέλησε· τῷ θελήματι αὐτοῦ τὸ πᾶν ἐπέτρεψεν. Οὐκοῦν καὶ ἡμεῖς ζητεῖν ταῦτα ἀφέντες, μόνον εὐχαριστῶμεν ὑπὲρ ἁπάντων· Διὰ τοῦτο, φησὶν, εὐχαριστεῖτε ὑπὲρ ἁπάντων.
60Τοῦτο εὐγνώμονος οἰκέτου, τοῦτο σοφοῦ, τοῦτο συνε‐ τοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ μὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαμοῦ χρήσιμοι λάλοι τέ εἰσι καὶ φλύαροι,
καὶ τὰ τῶν δεσποτῶν περιεργάζονται, ἅπερ ἐκεῖνοιColumn end

62

.

134

κρύπτειν ἐθέλουσιν· οἱ δὲ συνετοὶ καὶ εὐγνώμονες πρὸς ἓν μόνον ὁρῶσιν, ὅπως αὐτῶν τὴν διακονίαν πληρῶσιν; Ὁ πολλὰ φθεγγόμενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόμενος οὐδὲν φθέγγεται ἄκαι‐
5ρον. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ μόνον δὲ ἀργαὶ μανθάνουσιν, ἀλλὰ καὶ φλύα‐ ροι. Εἰπὲ δή μοι, ποῖόν ἐστι πλέον τὸ μέσον, τὸ τῆς ἡμετέρας ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ
10πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡμέτερον πρὸς κώνω‐ πας, ἢ τοῦ Θεοῦ πρὸς ἡμᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡμᾶς. Τί οὖν σὺ τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρη‐ ται, φησὶ, πῶς ἀποκρινοῦμαι; βούλεται μαθεῖν παρ’
15ἐμοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί τινα τὸν προνοοῦντα. Οὐκοῦν μεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ’ οὔ φησιν εἶναι πρόνοιαν. Ὅτι μὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄλη‐ πτος, ἐξ ὧν οὐχ εὑρίσκομεν τὸν λόγον. Εἰ γὰρ ἐν οἷς
20διοικοῦσιν ἄνθρωποι οὐκ ἴσμεν τὸν τρόπον τῆς διοικήσεως πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡμῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶ παραχωροῦμεν, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ’ οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς. Διὸ ὑπὲρ ἁπάντων
25εὐχαριστῶμεν, ὑπὲρ ἁπάντων δοξάζωμεν αὐτόν, Ὑποτασσόμενοι ἀλλήλοις, φησὶν, ἐν φόβῳ Θεοῦ. Εἰ γὰρ δι’ ἄρχοντα ὑποτάττῃ, ἢ διὰ χρήματα, ἢ δι’ αἰδὼ, πολλῷ μᾶλλον διὰ τὸν τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω γὰρ οὐκ ἔσται
30δουλεία. Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ μηδεὶς ἐν αὐτοῖς
35διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις διακονούμενοι· τίνες ἄμεινον βιώσονται; τίνες μετὰ πλείονος ἡδονῆς, μετὰ πλείονος εὐφροσύ‐ νης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσμὸς, οὐδὲ θυμὸς, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ὧδε φόβος
40καὶ δειλία· κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαι‐ ρέσεως τὸ πᾶν· κἀκεῖ μὲν βιαζόμενοι, ἐνταῦθα δὲ χάριν ἔχοντες ἀλλήλοις δουλεύουσιν. Οὕτω βούλεται ὁ Θεός· διὰ τοῦτο ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, Μᾶλλον δὲ, εἰ θέλεις ἀκριβῶς ἐξετάσαι, καὶ ἐπὶ δε‐
45σποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος μὲν τὴν σωματικὴν διακονίαν παρέχῃ, σὺ δὲ τὸ σῶμα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύ‐ μασι καὶ ὑποδήμασι, καὶ οὗτος δουλείας ἐστὶ τρόπος·

62

.

134

(50)

ὅτι ἐὰν μὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν, οὐδὲ ἐκεῖνος τὴν ἑαυτοῦ, ἀλλ’ ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόμος καὶ μὴ τρεφόμενον τοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων τοῦτο γίνηται; Ἐν
55φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόμενοι. Πόση ἡ χάρις, ὅταν καὶ μισθὸν ἔχωμεν; Ἀλλ’ οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· μὴ ἁπλῶς ὑπακούσῃς, ἀλλ’ ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαν‐ τας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους ἕξεις
60ταχέως τῇ τυραννικωτάτῃ τῆς δουλείας δυνάμει δεδουλωμένους. Μᾶλλον γὰρ αὐτοὺς αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ’ αὐτῶν τυγχάνων, αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς. Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλ‐
λήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶμεν τῶν133

62

.

135

παθῶν, ἵνα τῷ Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλή‐
λους ἀγάπην διασώζωμεν· καὶ τότε δυνησόμεθα καὶColumn end

62

.

136

τῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ
οἰκτιρμοῖς, καὶ τὰ ἑξῆς.Column end

62

.

135

(3)

ΟΜΙΛΙΑ Κʹ. Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε,
5ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυ‐ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη‐ σίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ’ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν
10 παντί. αʹ. Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ θεὶς, ἓν καὶ τοῦτο τέθεικεν ἐν τάξει μακαρισμοῦ· Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Καὶ πάλιν ἀλλαχοῦ μετὰ τῶν μακαρισμῶν αὐτὸ τίθησι, τὸ γυ‐
15ναῖκα ἀνδρὶ μετὰ ὁμονοίας συνεῖναι. Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιημένος τῆς συζυγίας ταύτης· καὶ ὡς περὶ ἑνὸς, περὶ ἀμφοτέρων διαλεγόμενος, οὕτως ἔλεγεν· Ἄρσεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούς· καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ.
20Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συν‐ εζευγμένος. Διὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν μακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ φίλων καὶ ὁμοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ
25μητέρα, οὐ τέκνον, οὐκ ἀδελφὸν, οὐ φίλον, ἀλλὰ τί; Ἔπεσεν ἐπ’ ἐμὲ ἡ ἀγάπησίς σου, φησὶν, ὡς ἀγά‐ πησις τῶν γυναικῶν. Ὄντως γὰρ, ὄντως πάσης τυραννίδος αὕτη ἡ ἀγάπη τυραννικωτέρα. Αἱ μὲν γὰρ ἄλλαι, σφοδραί· αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ
30σφοδρὸν, καὶ τὸ ἀμάραντον. Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα. Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀν‐ δρὸς ἡ γυνὴ, καὶ μετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναι‐ κὸς ἀνὴρ καὶ γυνή. Ὁρᾷς σύνδεσμον καὶ συμπλοκὴν,
35καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν ἔξωθεν; Καὶ ὅρα πόσα ᾠκονόμησε. Τὴν ἀδελφὴν ἠν‐ έσχετο γαμῆσαι αὐτὸν τὴν αὑτοῦ, μᾶλλον δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, μᾶλλον δὲ οὐ τὴν θυγα‐ τέρα, ἀλλά τι πλέον θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ.
40Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων. Οὔτε γὰρ ἔξωθεν αὐτὴν εἰρ‐ γάσατο, ἵνα μὴ ὡς ἀλλοτρία προσέχῃ· οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται. Καὶ
45καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλά‐ δους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν στρέφηται μόνον πάντα εἰκῆ· κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυμαστὸν τὸ δένδρον· οὕτω δὴ καὶ ἐνταῦθα,

62

.

135

(50)

ἐξ ἑνὸς τοῦ Ἀδὰμ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ μὴ διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην μεγάλην. Καὶ μᾶλλον συστέλλων, οὐκέτι ἐποίησεν ἀδελφὰς γαμεῖσθαι καὶ θυγατέρας, ἵνα μὴ πάλιν τὴν ἀγάπην εἰς τὸ ἓν συστέλλωμεν, καὶ ἑτέ‐
55ρως ἑαυτῶν χωριζώμεθα. Διὰ τοῦτο ἔλεγεν· Ὁ ποιή‐ σας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλαColumn end

62

.

136

(4)

καλὰ καὶ οἰκίαις καὶ πόλεσιν. Οὐδὲν γὰρ οὕτως ἡμῶν
5συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν. Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν ὑπὲρ τούτου τοῦ πράγματος ἐποιήσατο τὴν σπουδὴν Παῦλος, λέγων· Αἱ γυναῖκες, τοῖς
10ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Τί δήποτε; Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γεί‐ τονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγε‐ νεῖς· ἐὰν δὲ τοὐναντίον, πάντα ἀνατέτραπται καὶ
15συγκέχυται. Καὶ καθάπερ τῶν στρατηγῶν πρὸς ἀλ‐ λήλους εἰρηνευόντων, πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττομένων πάλιν ἐκείνων, πάντα ἄνω καὶ κάτω γίνεται· οὕτω δὴ καὶ νῦν. Διὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ.
20Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις· Ἐὰν μή τις ἀπο‐ τάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆ‐ σαί μοι; Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι; Καὶ σφόδρα μὲν οὖν χρή· ἀλλὰ τὸ, ὡς, οὐ πάντως πανταχοῦ ἰσοτιμίας
25ἐστίν. Ἢ τοῦτό φησιν· Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ δου‐ λεύετε· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον· ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ πείθεσθαι. Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν
30ταῖς πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκε, πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. Οὕτως ἐξ ἀρχῆς ἠθέλησε, φησὶν, ὁ Θεός. Ὑποθώμεθα οὖν τὸν μὲν ἄνδρα ἐν τάξει κεῖ‐ σθαι κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώμα‐
35τος. Εἶτα καὶ ἀπὸ λογισμῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ’ ὡς ἡ Ἐκκλησία ὑποτάσσε‐ ται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις
40ἀνδράσιν ἐν παντί. Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς Ἐκ‐ κλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώ‐ ματος· καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ
45τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτα‐ κτικήν. βʹ. Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ,

62

.

136

(50)

τουτέστιν, ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖ‐ κες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἤκου‐ σας τῆς ὑποταγῆς τὴν ὑπερβολήν· ἐπῄνεσας καὶ
55ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα· καλῶς. Ἀλλ’ ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πά‐
λιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι· Οἱ ἄνδρες,135

62

.

137

ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Εἶδες μέτρον ὑπακοῆς; Ἄκουσον καὶ μέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλη‐
5σίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκ‐ κλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ πα‐ θεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ μὲν γὰρ ἤδη συναφθεὶς
10ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐ‐ τὸν καὶ μισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφο‐ μένην αὐτὸν καὶ μισοῦσαν καὶ διαπτύουσαν καὶ θρυ‐ πτομένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κη‐ δεμονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ
15ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτομένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν γὰρ τούτων τυραννικώτερον
20τῶν δεσμῶν, καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην μὲν γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας οἰχήσεται· τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς
25δεῖ καταδεσμεῖν, ἀλλ’ ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοι‐ κῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς
30τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκά‐ θαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ
35τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ Ἐκκλησία τοῦ Χρι‐ στοῦ· ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο, οὐδὲ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας. Βούλει ἀκοῦσαι αὐτῆς τὴν ἀμορφίαν; ἄκουε Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ μέλαν; τί σκότους μελανώ‐
40τερον; ἀλλ’ ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ διάγοντες. Ὅρα καὶ τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ μωρὰ ἦν, καὶ βλάσφημος· ἀλλ’ ὅμως τοσούτων ὄντων, ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωμένης, ὡς ὑπὲρ θαυμαστῆς,
45οὕτως ἑαυτὸν ἐξέδωκεν ὑπὲρ τῆς ἀμόρφου. Καὶ τοῦτο θαυμάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει, καὶ

62

.

137

(50)

οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλη‐ σίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τῷ λουτρῷ
55λούει αὐτῆς τὴν ἀκαθαρσίαν. Ἐν ῥήματι, φησί. Ποίῳ; Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ’ ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζη‐
60τῶμεν τὸ κάλλος, καὶ δυνησόμεθα αὐτοῦ γενέσθαι δημιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ Δεσπότου εἶχεν ἡ Ἐκκλησία· παρ’ αὐτοῦ γέγονεν ἔνδοξος, παρ’ αὐτοῦ ἄμωμος. Μὴ ἀποστραφῇς δι’ ἀμορφίαν τὴν
65γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐνColumn end

62

.

138

πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι’ εὐμορφίαν· ἀκολάστων
5ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλ‐ λει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα
10ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ’ ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραί‐ νεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ
15δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ’ εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλ‐ λους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος. γʹ. Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων; Οἷον ἂν εἴποις σῶμα, οὐκ ἔστιν οὕτω λευ‐
20κόν· οἵους ἂν εἴποις ὀφθαλμοὺς, οὐκ εἰσὶν οὕτω φαι‐ δροί. Τούτων δὲ γενομένων καὶ οἱ ἄγγελοι ἐθαύμασαν, καὶ ἡμεῖς νῦν θαυμάζομεν, ἀλλ’ οὐχ ὁμοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον γὰρ ἡ συνήθεια· οὐχ ὁμοίως ἐκπλήττει· πόσῳ μᾶλλον ἐπὶ γυναικός;
25Ἂν δὲ καὶ νόσος ἐπιγένηται, εὐθέως ἀπέπτη τὸ πᾶν. Εὔνοιαν ζητῶμεν παρὰ γυναικὸς, μετριοφρο‐ σύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρί‐ σματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν, μηδὲ ἐγκαλῶμεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία,
30μᾶλλον δὲ μηδὲ ὅλως ἐγκαλῶμεν (τολμηρῶν γὰρ), μηδὲ ἀποδυσπετῶμεν, μηδὲ δυσχεραίνωμεν. Ἢ οὐχ ὁρᾶτε πόσοι γυναιξὶν ὡραίαις συνοικήσαντες, ἐλεει‐ νῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα εὐ‐ μόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλα‐
35σαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσμήχωμεν, τὰς ῥυ‐ τίδας τὰς ἔνδον ἐκτίλλωμεν, τοὺς μώμους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωμεν. Τοιοῦτον ὁ Θεὸς ἐπιζητεῖ κάλ‐ λος· τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν αὐτὴν κατασκευάζω‐ μεν. Μὴ χρήματα ζητῶμεν, μηδὲ εὐγένειαν τὴν ἔξω‐
40θεν, ἀλλ’ εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ γυναι‐ κὸς ἀναμενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονεί‐ διστος οὗτος ὁ πλοῦτος· μηδὲ ὅλως ζητείτω τις ἐν‐ τεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ ἐπιθυ‐
45μίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ μοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων ἐπιμελήσεται; Ἀλλ’, οἴμοι!

62

.

138

(50)

πανταχοῦ τοῦτο πάσχομεν· κἂν παῖδα κτησώμεθα, οὐ σπουδάζομεν ὅπως γένηται ἀγαθὸς, ἀλλ’ ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωμεν· οὐχ ὅπως εὔτρο‐ πος, ἀλλ’ ὅπως εὔπορος· κἂν ἐπιτήδευμα μετίω‐ μεν, οὐχ ὅπως ἁμαρτημάτων ἀπηλλαγμένον ᾖ, ἀλλ’
55ὅπως ἡμῖν κέρδος προσοίσῃ μέγα· καὶ πάντα γέγονε χρήματα. Διὰ τοῦτο πάντα διέφθαρται, ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς μεί‐
60ζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα· οὐ
τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέ‐137

62

.

139

στερον, καὶ δικαίωμα ἕτερον. Ἐκεῖνο μὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ μή τις εἴπῃ, Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ
5γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ’ ὀφειλή. Εἰπὼν, ὡς τὰ ἑαυτῶν σώματα, ἐπήγαγεν, Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας. Καὶ πῶς αὐτοῦ ἐστι σάρξ; Ἄκουε·
10Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Καὶ οὐ τοῦτο μό‐ νον, ἀλλὰ καὶ, Ἔσονται, φησὶν, εἰς σάρκα μίαν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλη‐ σίαν. Ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν. Ὅτι μέλη
15ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐ‐ τοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. Πῶς; Ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὕλης, ὥσπερ καὶ ἡ Εὔα σὰρξ ἀπὸ τῆς σαρκὸς τοῦ Ἀδάμ. Καλῶς δὲ ὀστῶν καὶ σαρκὸς ἐμνημόνευσε· ταῦτα γάρ ἐστιν ἐν ἡμῖν τὰ
20κυριώτερα, σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὥσπερ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία. Ἀλλ’ ἐκεῖνο μὲν δῆλον· τοῦτο δὲ πῶς; Ὥσπερ ἐκεῖ το‐ σαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα. Τί ἐστιν, ἐκ τῆς σαρκὸς αὐτοῦ; Τουτέστι, γνησίως
25ἐξ αὐτοῦ. Καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμέν; Ὅτι κατ’ αὐτὸν γεγενήμεθα. Καὶ πῶς ἐκ τῆς σαρκός; Ἴστε ὅσοι μετέχετε μυστηρίων· ἐκ τούτου γὰρ εὐ‐ θέως ἀναπλαττόμεθα. Καὶ πῶς; Πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος· Ἐπεὶ οὖν τὰ παιδία
30κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Ἀλλ’ ἐνταῦθα αὐ‐ τὸς ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; Τινὲς τὸ αἷμά φασι καὶ τὸ ὕδωρ, οὐκ ἔστι δέ· ἀλλ’
35ὅπερ δηλοῦν βούλεται, τοῦτό ἐστιν, ὅτι ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγέννηται ἐκ Πνεύματος ἁγίου, οὕτω καὶ ἡμεῖς γεννώμεθα ἐν τῷ λουτρῷ. Ὅρα πόσα ὑποδείγματα, ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην. Ὢ τῆς ἀνοίας τῶν αἱρετικῶν! τὸ ἤδη τεχθὲν ἐξ ὕδα‐
40τος, ὅτι τίκτεται, γέννημα ἀληθινὸν ὁμολογοῦσιν· ὅτι δὲ γινώμεθα αὐτοῦ σῶμα, οὐ δέχονται. Ἂν τοί‐ νυν τοῦτο μὴ γινώμεθα, πῶς ἁρμόσει τὸ, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, λεγόμε‐ νον; Σκόπει δέ· ἐπλάσθη ὁ Ἀδὰμ, ἐτέχθη ὁ Χρι‐
45στός· ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰσῆλθε φθορὰ, ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐπήγασεν ἡ ζωή· ἐν πα‐ ραδείσῳ ἐβλάστησε θάνατος, ἐν τῷ σταυρῷ αὐτοῦ ἡ ἀναίρεσις γέγονεν. δʹ. Ὡς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῆς ἡμετέρας φύσεως,

62

.

139

(50)

οὕτως ἡμεῖς τῆς οὐσίας αὐτοῦ· καὶ ὡς ἡμᾶς ἐκεῖνος ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ ἡμεῖς αὐτὸν ἔχομεν ἐν ἡμῖν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ
55ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἰδοὺ καὶ τρίτον δικαίωμα· δείκνυσι γὰρ, ὅτι τοὺς γεννησαμένους τις ἀφεὶς καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συμπλέκεται· καὶ λοι‐ πὸν ἡ σὰρξ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα· καὶ γὰρ
60μιγέντων τῶν σπερμάτων, τίκτεται ὁ παῖς· ὥστεColumn end

62

.

140

τοὺς τρεῖς εἶναι μίαν σάρκα. Οὕτως οὖν ἡμεῖς πρὸς τὸν Χριστὸν γινόμεθα μία σὰρξ διὰ μετουσίας· καὶ πολλῷ μᾶλλον ἡμεῖς, ἢ τὸ παιδίον. Τί δή ποτε; Ὅτι ἐξ ἀρχῆς οὕτω γέγονε. Μή μοι λέγε, ὅτι τοιάδε ἐστί,
5καὶ τοιάδε ἐστίν. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα; Ὁ μὲν γάρ ἐστι χωλὸς, ὁ δὲ δι‐ εστραμμένους ἔχει τοὺς πόδας, ἕτερος χεῖρας ξηρὰς, ἄλλος ἄλλο τι μέλος ἀσθενές· καὶ ὅμως οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολ‐
10λάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. Ὅσην τοίνυν ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· οὐχ ὅτι φύ‐ σεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δι‐ καίωμα τὸ πρὸς τὴν γυναῖκα. ἐπειδὴ οὐκέτι δύο εἰσὶ
15σώματα, ἀλλ’ ἓν, ὁ μὲν κεφαλὴ ὢν, ἡ δὲ σῶμα. Καὶ πῶς φησιν ἀλλαχοῦ, Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός; Τοῦτο καὶ ἐγώ φημι, ὅτι ὥσπερ ἓν σῶμα ἡμεῖς, οὕτω καὶ ὁ Χριστὸς καὶ ὁ Πατὴρ ἕν. Εὑρίσκεται ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὤν. Δύο τίθησιν ὑποδείγ‐
20ματα, τὸ τοῦ σώματος, καὶ τὸ τοῦ Χριστοῦ· διὸ καὶ ἐπάγει· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί ἐστι τοῦτο; Μέγα μυστήριον αὐτό φησιν, ὅτι μέγα τι καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς, μᾶλ‐
25λον δὲ ὁ Θεός· τέως μέντοι, Εἰς Χριστὸν, φησὶ, λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς κατῆλθε, καὶ ἦλθε πρὸς τὴν νύμφην, καὶ ἐγένετο εἰς πνεῦμα ἕν· Ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Καὶ καλῶς εἶπε· Μέγα μυστήριόν ἐστιν· ὡς ἂν εἰ ἔλε‐
30γε· Πλὴν ἀλλ’ οὐχ ἡ ἀλληγορία ἀνατρέπει τὴν ἀγά‐ πην. Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω, ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Ὄντως γὰρ, ὄντως μυστήριόν ἐστι, καὶ μέγα μυστήριον, ὅτι τὸν φύντα,
35τὸν γεννησάμενον, τὸν ἀναθρεψάμενον, τὴν ὠδινήσα‐ σαν, τὴν ταλαιπωρηθεῖσαν ἀφεὶς, τοὺς τὰ τοσαῦτα εὐεργετήσαντας, τοὺς ἐν συνηθείᾳ γενομένους, τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιμᾷ. Μυστή‐
40ριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον· καὶ χρημά‐ των ἀναλισκομένων καὶ δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον. Τοῦτο ἄνωθεν προφητεύων ἐδήλου Μωϋσῆς·
45τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι’ αὐτὸν εἴρηται μόνον οὕτως, ἀλλὰ καὶ διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

62

.

140

(50)

Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι μόνον, ἀλλὰ τί; Ἵνα φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα ἐστὶν ἡ γυνή. Μήτε οὖν αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω· ὑπὸ γὰρ τὴν κεφαλήν ἐστι· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι, κἂν καταφρονῇ τοῦ
55σώματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ’ ἀντίῤῥοπον τῆς ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶμα· τὸ μὲν αὐτῇ πρὸς
διακονίαν παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰ139

62

.

141

πάντα μέλη· ἐκείνη δὲ αὐτοῦ προνοουμένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄμεινον τῆς συζυγίας. Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ φο‐
5βουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφα‐ λὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ μέ‐ λος τοῦ παντός ἐστι σώματος. Διὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρα‐
10τουμένης οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχήν. Καὶ ταῦτα πανταχοῦ ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευματικοὶ, ἔσται εἰρήνη. Πεντακισχίλιαι ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ὑπετάτ‐
15τοντο ἀλλήλοις. Τοῦτο δεῖγμα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν μὲν οὖν τῆς ἀγάπης τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι. εʹ. Καὶ ὅρα τὸν μὲν τῆς ἀγάπης πλατύνοντα, τὰ κατὰ Χριστὸν διηγούμενον, τὰ κατὰ τὴν σάρκα τὴν ἰδίαν,
20τὸ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὴν μη‐ τέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκ‐ έτι πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο μᾶλλον βού‐ λεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ οὔσης, πάν‐ τα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ
25μὲν γὰρ ἀγαπῶν τὴν γυναῖκα, κἂν μὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει. Διὰ τοῦτο ἐνδιατρίβει τούτῳ
30πλέον, ὅπερ ἐστὶν ἰσχυρόν. Καὶ δοκοῦσα πλεονεκτεῖ‐ σθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν μὴ φοβῆται, φησὶν, ἡ γυνή; Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν τὰ παρὰ τῶν ἄλλων
35μὴ ἕπηται, τὰ παρ’ ἡμῶν ἕπεσθαι δεῖ. Οἷόν τι λέγω· Ὑποτασσόμενοι, φησὶν, ἀλλήλοις ἐν φόβῳ Χρι‐ στοῦ. Τί οὖν, ἂν ὁ ἕτερος μὴ ὑποτάσσηται; Σὺ πεί‐ θου τῷ νόμῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ γοῦν γυνὴ κἂν μὴ ἀγαπᾶται, ὅμως φοβείσθω, ἵνα
40μηδὲν ᾖ παρ’ αὐτῇ γεγονός· ὅ τε ἀνὴρ, ἂν μὴ φο‐ βῆται ἡ γυνὴ, ὅμως ἀγαπάτω, ἵνα μηδὲν αὐτὸς ὑστε‐ ρῇ· ἕκαστος γὰρ τὸ ἴδιον ἀπέλαβεν. Ἄρα γάμος ἐστὶν οὗτος γινόμενος κατὰ Χριστὸν, γάμος πνευμα‐ τικὸς καὶ γέννησις πνευματικὴ, οὐκ ἐξ αἱμάτων,
45οὐκ ἐξ ὠδίνων. Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάμος οὐκ ἀπὸ πάθους οὐδὲ σωμάτων, ἀλλὰ πνευματικὸς ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτομένης συνάφειαν ἄῤῥητον,

62

.

141

(50)

καὶ μόνος οἶδεν αὐτός. Διὰ τοῦτό φησιν· Ὁ κολλώ‐ μενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ σαρκὶ, καὶ τὸ πνεῦμα τῷ πνεύματι. Ποῦ οἱ αἱρετικοί; Οὐκ ἂν, εἰ τῶν διαβεβλημένων ὁ γάμος ἦν, νύμφην καὶ νυμφίον
55ἐκάλεσεν· οὐκ ἂν προτρέπων ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα
καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν ΧριστὸνColumn end

62

.

142

εἴρηται καὶ τὴν Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλμῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμή‐
5σει ὁ βασιλεὺς τοῦ κάλλους σου. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ’ ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, μὴ τοιοῦτον νομίσῃς, οἷον ἐπ’ ἀνθρώπων, τόπων με‐ τάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι λέγεται, οὐκ ἐπειδὴ
10ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατ‐ έλιπε τὸν Πατέρα. Διὰ τί οὖν μὴ καὶ περὶ τῆς γυ‐ ναικὸς εἶπε, Προσκολληθήσεται πρὸς τὸν ἄνδρα αὐτῆς; Τί δήποτε; Ὅτι περὶ ἀγάπης διελέγετο, καὶ τῷ ἀνδρὶ διελέγετο. Ἐκείνῃ μὲν γὰρ περὶ φόβου
15διαλεγόμενος, φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· περὶ δὲ ἀγάπης αὐτῷ διαλέγεται, καὶ αὐτῷ τὰ ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης πρὸς αὐτὸν ἐφθέγξατο, συσφίγγων αὐτὸν καὶ
20συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιμπάνων, ποίας ἂν εἴη ἄξιος συγγνώμης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ
25παρ’ ἡμῶν γένηται, φησὶν, ἐκείνη δὲ μὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδού‐ λωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Ἀλλ’ ὅταν ἀκούῃς φόβον, ἐλευθέρᾳ προσήκοντα φόβον ἀπαί‐ τει, μὴ καθὼς παρὰ δούλης· σῶμα γάρ ἐστι σόν· ἂν γὰρ
30τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις, τὸ σῶμα ἀτιμάζων τὸ σόν. Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε μὴ ἀντιλέγειν, ὥστε μὴ ἐπανίστασθαι, ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν δὲ ἀγαπᾷς, ὡς ἐκελεύσθης, μείζονα ἐργάσῃ· μᾶλλον δὲ οὐκέτι φόβῳ
35τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόμενον τῆς βοηθείας, πολλῆς τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν οἱ δευτέροις συναπτόμενοι γάμοις; Οὐχὶ κα‐ τακρίνων λέγω, μὴ γένοιτο· καὶ γὰρ ὁ Ἀπόστολος
40συνεχώρησεν· ἀλλὰ καὶ σφόδρα συγκαταβαίνων· πάντα αὐτῇ πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων εἰσάγειν τὴν συμβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ
45μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· μᾶλλον δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα. Ἰδοὺ τοῦτο ἔξωθεν. Ἀλλ’ οὐκ εἶπε, Καὶ συνοικήσει, ἀλλὰ, Προσκολληθήσεται, τὴν ἀκριβῆ ἕνωσιν, τὴν μετὰ σφοδρότητος ἀγάπην

62

.

142

(50)

δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπ‐ αγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦμα, οὐκ εἶπεν, Εἰς ψυχήν· ἐκεῖνο μὲν γὰρ δῆλον, καὶ παντὶ δυνατόν· ἀλλ’ οὕτως, ὡς εἰς σάρκα μίαν
55εἶναι. ϛʹ. Δευτέρα ἐστὶν ἀρχὴ αὕτη, ἀρχὴν ἔχουσα καὶ πολλὴν τὴν ὁμοτιμίαν· ἀλλ’ ὅμως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία μεγίστη οἰκίας. Ἐκεῖνο μὲν γὰρ τὸ τοῦ Χριστοῦ παρέλαβεν, οὐκ εἰς τὸ δεῖν ἀγα‐
60πᾷν μόνον, ἀλλὰ καὶ ῥυθμίζειν. Ἵνα ᾖ, φησὶν, ἁγία καὶ ἄμωμος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ
τὸ, Προσκολληθήσεται, ὁμοίως εἰς τὸ ἀγαπᾷν. Ἂν141

62

.

143

γὰρ αὐτὴν κατασκευάσῃς ἁγίαν καὶ ἄμωμον, πάντα ἕπεται. Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκο‐ λουθήσει μετὰ πολλῆς τῆς εὐκολίας. Ῥύθμιζε τὴν γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ
5Παύλου λέγοντος· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴ‐ κῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἂν οὕτω τὰς οἰκίας διοικῶμεν τὰς ἑαυτῶν, καὶ πρὸς Ἐκκλη‐ σίας ἐπιστασίαν ἐσόμεθα ἐπιτήδειοι· καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ μικρά. Οὕτως ἔνι ἄνδρας καὶ γυναῖ‐
10κας γενομένους ἀγαθοὺς, πάντας ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ, τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα ἡ οἰκία συγκεκρότητο, πῶς ἅπασα εὐλαβείας ἔγεμεν. Ἐκείνη καὶ τὸ ἀποστολικὸν ἐπλήρου παράγ‐
15γελμα, καὶ τὸν ἄνδρα ἐφοβεῖτο· ἄκουε γὰρ αὐτῆς λε‐ γούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος· κἀκεῖνος αὐτὴν οὕτως ἠγάπα, ὡς πάντα κελευούσῃ πείθεσθαι. Καὶ τὸ παι‐ δίον ἐνάρετον ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυμα‐
20στοὶ, οἵ γε καὶ κινδυνεῦσαι μετὰ τοῦ δεσπότου οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴν αἰτίαν ἐζήτησαν· ἀλλ’ εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς, καὶ ἀποδημίαν ὑπερόριον. Καθάπερ γὰρ ἐπὶ στρατ‐
25ηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐν‐ ταῦθα, ὅταν ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιμελούμενοι, πολλὴ τῆς οἰκίας ἡ ὁμόνοια· ἐπεὶ, ἐὰν μὴ οὕτως ᾖ, πολλάκις δι’ ἑνὸς
30οἰκέτου φαύλου τὸ πᾶν ἀνατρέπεται καὶ καταλύεται, καὶ ὁ εἷς πολλάκις τὸ πᾶν ἠφάνισε καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν ποιώμεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡμῖν αὐ‐ τοῖς εὔκολον καταστήσομεν, καὶ ὅτι τὰς εὐθύνας
35ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυμαστὸς, καὶ ἡ κεφαλὴ καλὴ, καὶ τὸ λοιπὸν σῶμα οὐδεμίαν ὑποστήσεται βίαν. Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατε‐
40θείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖ‐ σθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ’ ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι μὲν γὰρ δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· ἂν χρημάτων καταφρονῶμεν, ἂν πρὸς ἓν ὁρῶμεν μόνον,
45ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν πρὸ ὀφθαλμῶν. Ὅπερ γὰρ ἐν τοῖς πρὸς τοὺς δούλους δια‐ λεγόμενος ἔλεγεν, Ὅ τι ἂν ποιήσῃ ἕκαστος ἀγα‐ θὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυ‐ ρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι’ ἐκείνην τοίνυν το‐

62

.

143

(50)

σοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ Κυρίῳ. —Ὡς τῷ Κυρίῳ τοίνυν πειθόμενος, καὶ δι’ αὐτὸν πάντα ποιῶν, οὕτω πάντα πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖ‐ σαι, καὶ μὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν
55εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν ἐπὶ τῆς γυ‐ ναικὸς τὸν ἄνδρα· ἀλλὰ μηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, μηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους καὶ ἐξόδους ἁπλῶς· μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί γὰρ, εἰπέ
60μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ γυνὴ, μὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ
ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήματα καὶColumn end

62

.

144

διαθέσεως πεπυρωμένης καὶ φόβου. Δέδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, μή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, μή τις διώρυξε τὴν εὐνήν. Ἔστι
5καὶ ἄλλη μικροψυχίας ὑπόθεσις· μηδεὶς πέρα τοῦ μέτρου τῶν οἰκετῶν ἀντιποιείσθω, μήτε τῆς κόρης ὁ ἀνὴρ, μήτε τοῦ οἰκέτου ἡ γυνή· καὶ γὰρ ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας. Ἐννόησον γάρ μοι τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα ἐκέλευσε τῷ πατριάρχῃ
10λαβεῖν τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκα‐ σεν, οὐδὲ ἐπῆλθεν ὁ ἀνήρ· ἀλλὰ καίτοι μακρὸν χρό‐ νον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ’ ὅμως μετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι ὁ Θεὸς
15ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν ἄλ‐ λων, οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη; οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, μονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλό‐ μην ἐγὼ συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν
20ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Τὴν κοι‐ νωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤ‐ ῥαν. Καίτοι γε οὐδὲν τούτου μεῖζον εἰς εὐνοίας λό‐ γον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃ‐
25σταῖς ὁμοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους (καὶ ὁ Ψαλμῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα)· τὸ μίαν σάρκα γενέσθαι λοιπὸν (τοῦτο γάρ ἐστι κοινωνῆσαι τῆς εὐνῆς), πολλῷ μᾶλλον ἱκα‐ νὸν ἐπισπάσασθαι. Ἀλλ’ οὐδὲν τούτων ἴσχυσε τὸν
30δίκαιον ἑλεῖν, ἀλλ’ ἐξέδωκε τῇ γυναικὶ, δεικνὺς ὅτι οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν τι γεγένηται· καὶ τὸ δὴ μεῖζον, κύουσαν ἐξέπεμψεν αὐτήν. Τίς οὐκ ἂν ἠλέησε κυήσασαν ἐξ αὐτοῦ παιδίον; Ἀλλ’ οὐχ ὁ δίκαιος ἐπεκάμφθη· πάντων γὰρ τὴν ἀγάπην προὐτίθει τὴν
35πρὸς τὴν γυναῖκα. ζʹ. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς· μηδεὶς ὀνειδιζέτω πενίαν τῷ πλησίον, μηδεὶς χρημάτων ἐράτω, καὶ πάντα λέλυται. Μηδὲ λεγέτω γυνὴ πρὸς τὸν ἄνδρα· Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέμων καὶ νωθείας
40καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολ‐ λὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται παν‐ ταχοῦ, οἰκετῶν ἀγέλας ἔχει καὶ εὐνούχων ἐσμόν· σὺ δὲ
45κατέπτηχας, καὶ εἰκῆ ζῇς. Μὴ λεγέτω ταῦτα γυνὴ, καὶ τὰ τούτοις ὅμοια· σῶμα γάρ ἐστιν, οὐχ ἵνα δια‐ τάττῃ τῇ κεφαλῇ, ἀλλ’ ἵνα πείθηται καὶ ὑπακούῃ. Πῶς οὖν οἴσει, φησὶ, τὴν πενίαν; πόθεν εὑρήσει παραμυ‐ θίαν; Ἐκλεγέσθω παρ’ ἑαυτῇ τὰς πενεστέρας, ἀναλο‐

62

.

144

(50)

γιζέσθω πόσαι πάλιν εὐγενεῖς καὶ ἐξ εὐγενῶν κόραι οὐ μόνον ἐξ ἀνδρῶν οὐδὲν προσέλαβον, ἀλλὰ καὶ προσ‐ έδωκαν, καὶ τὰ αὐτῶν ἅπαντα ἀνάλωσαν· ἐννοείτω τοὺς ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγ‐ μονα ἀσπάσεται βίον. Καὶ ὅλως εἰ φιλοστόργως πρὸς
55τὸν ἄνδρα διακέοιτο, οὐδὲν τοιοῦτον ἐρεῖ, ἀλλ’ αἱρή‐ σεται πλησίον αὐτῆς ἔχειν αὐτὸν μηδὲν πορίζοντα, ἢ μυρία τάλαντα χρυσοῦ μετὰ μερίμνης καὶ φροντί‐ δος τῆς ἐκ τῶν ἀποδημιῶν ταῖς γυναιξὶν ἐγγινομένης ἀεί. Ἀλλὰ μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων,
60ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω· πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ μηδὲ ὕβρεις, μηδὲ ὀνείδη, μηδὲ λοιδορίας·
ἀλλ’ ὡς ἀνοητότερον διακειμένην ῥυθμιζέτω. Πόθεν143

62

.

145

δὲ τοῦτο ἔσται; Ἐὰν τὸν ἀληθῆ πλοῦτον μανθάνῃ, ἐὰν τὴν ἄνω φιλοσοφίαν, οὐδὲν ἐγκαλέσει τῶν τοιού‐ των. Διδασκέτω αὐτὴν, ὅτι πενία κακὸν οὐδέν· διδα‐ σκέτω, μὴ δι’ ὧν λέγει μόνον, ἀλλὰ καὶ δι’ ὧν ποιεῖ·
5διδασκέτω δόξης καταφρονεῖν, καὶ οὐδὲν τοιοῦτον ἡ γυνὴ οὔτε ἐρεῖ οὔτε ἐπιθυμήσει. Καθάπερ ἄγαλμα δεχόμενος, οὕτως ἀπὸ τῆς ἑσπέρας ἐκείνης, ἧς ἂν αὐτὴν εἰς τὸν θάλαμον δέχηται, διδασκέτω σωφροσύ‐ νην, ἐπιείκειαν, ὅπως βιώσηται σεμνῶς, ἐκ προοι‐
10μίων εὐθέως καὶ ἐξ αὐτῶν τῶν προθύρων καταβάλ‐ λων τῶν χρημάτων τὸν ἔρωτα· καὶ φιλοσοφίαν παιδευέτω, καὶ παραινείτω ὅπως μὴ εἴη χρυσία κρεμάμενα ἐπὶ τῶν ὤτων καὶ κατὰ τῶν παρειῶν καὶ ἐπὶ τοῦ τραχήλου περικείμενα, μήτε κατακείμενα
15περὶ τὸν θάλαμον, μήτε ἱμάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείμενα· ἀλλ’ ἔστω μὲν φαιδρὸς ὁ κόσμος, μὴ μὴν εἰς ὕβριν ἡ φαιδρότης ἐκπιπτέτω· ἀλλὰ ταῦτα ἀφεὶς τοῖς ἐπὶ τῆς σκηνῆς, αὐτὸς μετὰ πολλῆς τῆς κοσμιότητος καλλώπιζε τὸν οἶκον, σωφροσύνης
20πνέοντα μᾶλλον, ἢ ἄλλης τινὸς εὐωδίας. Δύο γὰρ ἐκ τούτου ἔσται, καὶ τρία τὰ καλά· πρῶτον μὲν, οὐκ ἀλγήσει ἡ νύμφη, λυθεισῶν τῶν παστάδων, καὶ ἀποπεμπομένων ἑκάστῳ καὶ τῶν ἱματίων καὶ τῶν χρυσίων καὶ τῶν σκευῶν τῶν ἀργυρῶν· δεύτερον, οὐ
25φροντίσει ὁ νυμφίος ὑπὲρ τῆς ἀπωλείας, καὶ τῆς φυλακῆς τῶν συμπορισθέντων. Τρίτον πάλιν πρὸς τούτοις, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ἐξ αὐτῶν τούτων ἐνδείξεται τὴν αὐτοῦ γνώμην, ὅτι δὴ τούτων οὐδενὶ χαίρει, καὶ ὅτι καὶ τὰ λοιπὰ πάντα καταλύσει,
30καὶ μήτε ὀρχήματα, μήτε ἀσέμνους ᾠδὰς γενέσθαι συγχωρήσει ποτέ. Καὶ οἶδα μὲν ὅτι δοκῶ καταγέλα‐ στος εἶναι ἴσως τισὶ, τὰ τοιαῦτα νομοθετῶν· πλὴν ἀλλ’ ἐὰν πεισθῆτέ μοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγματος ἀπολαύοντες ὠφελείας, τότε
35τὸ κέρδος εἴσεσθε· καὶ ὁ μὲν γέλως ῥυήσεται, καὶ καταγελάσεσθε τοῦ νῦν ἔθους, καὶ ὄψεσθε ὅτι ὄντως παίδων ἀνοήτων, καὶ ἀνδρῶν μεθυόντων ἐστὶ τὰ γι‐ νόμενα νῦν· ἃ δὲ παραινῶ, σωφροσύνης καὶ φιλοσο‐ φίας, καὶ τῆς ἀνωτάτω πολιτείας ἐστί. Τί οὖν φημι
40δεῖν; Πάντα τὰ ᾄσματα τὰ αἰσχρὰ, τὰ σατανικὰ, τὰς ἀσέμνους ᾠδὰς, τὰς συνδρομὰς τῶν ἀκολάστων νέων περίελε τοῦ γάμου, καὶ ταῦτα τὴν νύμφην σωφρο‐ νίσαι δυνήσεται. Εὐθέως γὰρ παρ’ ἑαυτῇ λογιεῖται, Βαβαί! ποῖος οὗτος ὁ ἀνήρ; φιλόσοφός ἐστιν, οὐδὲν
45τὸν παρόντα ἡγεῖται βίον, ἐπὶ παιδοποιίαν καὶ παι‐ δοτροφίαν με ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ’ ἀηδῆ ταῦτα τῇ νύμφῃ; Μέχρι τῆς πρώτης ἡμέρας, καὶ τῆς δευτέρας· λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης

62

.

145

(50)

ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα. Ὁ γὰρ μήτε αὐλῶν μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνα‐ σχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου καιρὸν, σχολῇ γ’ ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. Μετὰ δὲ τοῦτο, ὅταν πάντα περιέλῃς ταῦτα
55τοῦ γάμου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ μὲν αἰσχυντηλὸν ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ μὴ διαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη, μέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουμένη τὸν ἄνδρα, καὶ ξενιζομένη πρὸς τὰ πράγματα. Σὺ τοίνυν τοῦτο τὸ
60αἰσχυντηλὸν μὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι
ποιοῦσι τῶν ἀνδρῶν, ἀλλ’ ἐπεξάγαγε ἐπὶ πολὺν χρό‐Column end

62

.

146

νον· μέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει τέως, οὐ μέμψεται ἐφ’ οἷς διατυπώσῃς. ηʹ. Πάντα τοίνυν κατ’ ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ’ ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ
5ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πό‐ τε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ’ ὃν αἰδεῖται τὸν
10ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύ‐ σεις; Ὅταν φαίνῃ καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰ‐ σχυνόμενος, ὀλίγα μὲν προσδιαλεγόμενος, καὶ αὐτὰ
15δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας κατάθες λόγους· δέ‐ χεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατά‐ στησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγε‐
20σθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ νυμφευτρίας ἐφθέγ‐ ξατο ῥήματα, μᾶλλον δὲ οὐ νυμφευτρίας, ἀλλὰ πνευμα‐ τικῆς ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολ‐
25λῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παι‐ δίον, τοῦ βίου σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινω‐ νήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ
30τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ,
35οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστρο‐ φῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύ‐ νης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλού‐ του μετά τινος περιόδου. Ἁπλῶς μὲν γὰρ ἐὰν κατα‐
40τείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑπο‐ θέσεως λαβόμενος, πάντα ἀνύσεις. Δόξεις γὰρ ἐν τά‐ ξει ἀπολογίας τὸ πρᾶγμα ποιεῖν, οὐχ ὡς αὐστηρός τις καὶ ἄχαρις καὶ μικρολόγος, ἀλλ’ ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πά‐
45λιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν πλουσίαν γῆμαι καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δή‐ ποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ’ ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγ‐ μα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναις

62

.

146

(50)

γυναιξὶ καὶ τυμβωρύχοις. Διὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν τῆς σῆς ἀρετὴν ἦλ‐ θον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπι‐ μελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία.
55Διὰ δὴ ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι
60μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθεί‐
ημεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον μετελ‐145

62

.

147

θεῖν τοῦτον, ἀεὶ καὶ μετὰ τοῦ Χριστοῦ, καὶ μετ’ ἀλ‐ λήλων ἐσόμεθα μετὰ πλείονος τῆς ἡδονῆς. Ἐγὼ πάν‐ των τὴν σὴν ἀγάπην προτίθημι, καὶ οὐδὲν οὕτω μοι δύσκολον οὐδὲ ἐπαχθὲς, ὡς τό ποτε διενεχθῆναι πρὸς
5σέ· κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται· καὶ τὰ παιδία μοι πο‐ θεινὰ τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς πρὸς ἡμᾶς διακει‐
10μένη ᾖς. Δεήσει δὲ καὶ σὲ ταῦτα ποιεῖν. Εἶτα παραμίγ‐ νυε καὶ τὰ ἀποστολικὰ ῥήματα, ὅτι οὕτως ὁ Θεὸς βούλεται τὴν εὔνοιαν ἡμῖν συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ
15προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. Μηδε‐ μία μικροψυχίας ἔστω πρόφασις ἡμῖν· ἐῤῥέτω χρή‐ ματα, καὶ ἀνδραπόδων πλῆθος, καὶ τιμαὶ αἱ τῶν ἔξωθεν· ἐμοὶ πάντων τοῦτο προτιμότερον. Πόσου χρυσίου, πό‐ σων θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα τὰ ῥήματα
20ἔσται τῇ γυναικί; Μὴ φοβηθῇς μή ποτε ἀπονοηθῇ κα‐ τὰ σοῦ φιλουμένη, ἀλλ’ ὅτι φιλεῖς ὁμολόγει. Αἱ μὲν γὰρ ἑταῖραι νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσπλε‐ κόμεναι, εἰκότως ἂν ἐπαίροιντο κατὰ τῶν ἐραστῶν ὅταν τοιαῦτα ἀκούοιεν ῥήματα· ἐλευθέρα δὲ γυνὴ καὶ
25κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη τοῖς ῥή‐ μασιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ κατακάμπτεται. Ἐν‐ δείκνυσο δὲ τὴν πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέμε‐ νος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι’ αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προ‐
30τίμα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ αὐτὰ δὲ διὰ ταύ‐ την φιλείσθω παρὰ σοῦ. Ἂν ἀγαθόν τι πράξῃ, ἐπαί‐ νει καὶ θαύμαζε· ἂν ἄτοπόν τι καὶ οἷον νεανίσι συμ‐ βαίνει, παραίνει καὶ ὑπομίμνησκε. Ἄνω καὶ κάτω χρημάτων κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε
35τὸν κόσμον τὸν ἀπὸ τῆς κοσμιότητος καὶ ἀπὸ τῆς σεμνότητος, καὶ δίδασκε διηνεκῶς τὰ συμφέροντα. θʹ. Εὐχαὶ γενέσθωσαν ὑμῖν κοιναί· ἕκαστος εἰς τὴν ἐκκλησίαν προΐτω, καὶ τῶν λεγομένων καὶ τῶν ἀναγι‐ νωσκομένων ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτω
40ἐπὶ τῆς οἰκίας τὸ μέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασι‐ λέων καὶ πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λι‐ μῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε αὐτὴν, ὅτι
45οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦ‐ σαι τῷ Θεῷ. Ἂν οὕτω τις γήμῃ, ἂν ἐπὶ τούτοις, τῶν μοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν μὴ γεγαμηκότων ὁ γεγαμηκώς. Εἰ βούλει καὶ ἄριστα ποι‐ εῖν καὶ ἑστιάσεις ἐπιτελεῖν, μηδένα ἄσεμνον, μηδένα

62

.

147

(50)

ἄκοσμον, ἀλλ’ εἴ τινα ἅγιον πένητα εὕροις δυνάμενον ὑμῖν εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐ‐ λογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑμῶν σπουδαζέτω εὐπορωτέραν γαμεῖν, ἀλλὰ πολλῷ
55μᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην ἀπὸ τῶν χρη‐ μάτων εἰσελεύσεται εἰσφέρουσα ἀφορμὴν ἡδονῆς, ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν φορτικῶν ῥημάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐ‐
60δέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐμὰ περίκειμαι, ἐξ ὧν οἱ γονεῖς μοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι;
ἔτι τὰ σὰ περίκεισαι; καὶ τί τούτου τοῦ ῥήματος γέ‐Column end

62

.

148

νοιτ’ ἂν ἀθλιώτερον; σῶμα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήματα ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ’ ἐγένεσθε εἰς μίαν· καὶ αἱ οὐσίαι δύο, καὶ οὐ μία. Ὢ τοῦ τῶν χρημάτων ἔρωτος! εἷς ἄνθρωπος,
5ἓν ζῶον ἀμφότεροι γεγένησθε, καὶ ἔτι λέγεις, Τὰ ἐμά; Ἐπάρατον τοῦτο τὸ ῥῆμα καὶ μιαρὸν ἀπὸ τοῦ διαβόλου εἰσηνέχθη. Πάντα ἡμῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων ἀναγκαιότερα, καὶ ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐμὸν φῶς, ὁ ἐμὸς ἥλιος, τὸ ἐμὸν ὕδωρ·
10πάντα ἡμῖν κοινὰ τὰ μείζονα, τὰ δὲ χρήματα οὐ κοι‐ νά; Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον δὲ μὴ τὰ χρήματα, ἀλλ’ αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρή‐ μασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιμῶσαι. Καὶ ταῦτα μετὰ τῶν ἄλλων δίδασκε· ἀλλὰ μετὰ πολ‐
15λῆς τῆς χάριτος. Ἐπειδὴ γὰρ αὐτὴ καθ’ ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φι‐ λοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης,
20Τὸ ἐμὸν, καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐμὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐμὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆμα. Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττομεν; ὅταν ἡμῶν κατεχόντων τι ἁρπάσῃ, καὶ
25τὸ ἕτερον πάλιν βούληται λαβεῖν, συγχωροῦμεν καὶ λέγομεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο. Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διά‐ νοιά ἐστι· κἂν λέγῃ, Τὰ ἐμὰ, εἰπέ· Πάντα σά ἐστι, καὶ ἐγὼ σός. Οὐκ ἔστι κολακείας τὸ ῥῆμα, ἀλλὰ πολ‐
30λῆς συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυ‐ μὸν, καὶ τὴν ἀθυμίαν σβέσαι. Κολακεία γάρ ἐστιν, ὅταν τις ἀγεννές τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φι‐ λοσοφία μεγίστη. Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό μοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου
35σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. Εἰ τοῦ σώμα‐ τός μου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ σὺ, πολλῷ μᾶλλον τῶν χρημάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάμε‐ νος, ἔσβεσας τὴν πυρὰν, κατῄσχυνας τὸν διάβολον, δούλην ἐποίησας μᾶλλον ἀργυρώνητον, τοῖς ῥήμασι
40τούτοις κατέδησας αὐτήν. Ὥστε ἀφ’ ὧν σὺ φθέγγῃ, δί‐ δαξον αὐτὴν μηδέποτε λέγειν, Ἐμὸν καὶ Σόν. Καὶ μη‐ δέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ μετὰ κολακείας, με‐ τὰ τιμῆς, μετὰ πολλῆς ἀγάπης. Τίμα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ’ ἑτέρων τιμῆς, οὐ δεήσεται τῆς
45παρ’ ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάν‐ των αὐτὴν προτίθει, πάντων ἕνεκεν, καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωμίαζε. Οὕτως αὐτὴν πείσεις μηδε‐ νὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν. Δίδασκε τοῦ Θεοῦ τὸν φόβον, καὶ πάντα

62

.

148

(50)

ὥσπερ ἀπὸ πηγῆς ἐπιῤῥεύσει, καὶ μυρίων ἔσται ἡ οἰ‐ κία τῶν ἀγαθῶν γέμουσα. Ἂν τὰ ἄφθαρτα ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φη‐ σὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οἵους εἶναι χρὴ νομί‐
55ζειν τοὺς παῖδας τῶν τοιούτων πατέρων; οἵους τοὺς οἰκέτας τῶν τοιούτων δεσποτῶν; οἵους τοὺς ἄλλους ἅπαντας τοὺς πλησιάζοντας; ἆρα οὐχὶ μυρίων τῶν
ἀγαθῶν καὶ αὐτοὺς γέμειν συμβήσεται; Ὡς γὰρ147

62

.

149

τὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθμίζονται, καὶ ταῖς ἐκείνων ἐξομοιοῦνται ἐπιθυμίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂν καὶ διδαχθῶσι, τὰ αὐτὰ φθέγγονται, ἐν τοῖς αὐτοῖς συναναστρέφονται.
5Ἐὰν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, καὶ ταῖς Γραφαῖς
προσέχωμεν, τὰ πλείονα παρ’ ἐκείνων παιδευθησό‐Column end

62

.

150

μεθα· καὶ οὕτω δυνησόμεθα ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα μετὰ ἀρετῆς διεξελθεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι
5καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

62

.

149

(9)

ΟΜΙΛΙΑ ΚΑʹ.
10Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυ‐ ρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
15 αʹ. Καθάπερ τις σῶμα πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέ‐ ρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρί‐
20την· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς μὲν γὰρ γυναι‐ κὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή. Ὅρα οὖν τί φησι· Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦ‐ σιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ
25διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ. Διὰ τοῦτο οὐδὲ περὶ βασιλείας τι διαλέγεται· οὐ γάρ ἐστι τῆς ἡλικίας ἐκείνης ταῦτα
30ἀκούειν· ἀλλ’ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτά φησιν, ὅτι μακροχρόνιος ἔσται. Εἰ γάρ τις ἐξετάζοι, διὰ τί μὴ περὶ βασιλείας διελέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ἐροῦμεν, ὅτι ὡς νηπιωδεστέροις οὖσι, καὶ μάλα εἰδὼς
35ὅτι, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι. Ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν καὶ ἰσχυρὰν καὶ κοσμίαν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπὸν μετὰ πολλῆς τῆς
40εὐκολίας. Τὸ γὰρ χαλεπώτερον, τὸ θεμέλιον θέσθαι, καὶ τὴν κρηπῖδα ὑποβαλεῖν. Τὰ τέκνα, ὑπακούετε, φησὶ, τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τουτέστι, κατὰ Κύριον. Ὁ Θεὸς, φησὶν, οὕτω προσέταξε. Τί οὖν, ἂν ἄτοπα προστάττωσι; Μάλιστα μὲν οὐδέποτε ἐπι‐
45τάττει πατὴρ ἄτοπα, κἂν αὐτὸς ἄτοπος ᾖ· πλὴν ἀλλ’ ὅμως καὶ οὕτως ἠσφαλίσατο, εἰπών· Ἐν Κυρίῳ· τουτέστιν, ἐν οἷς ἂν μὴ προσκρούσῃς Θεῷ· ὡς ἐὰν Ἕλλην ᾖ, ἢ αἱρετικὸς, οὐκέτι πείθεσθαι δεῖ· οὐ γάρ ἐστιν ἐν Κυρίῳ τὸ πρᾶγμα. Πῶς δέ φησιν, Ἥτις

62

.

149

(50)

ἐστὶν ἐντολὴ πρώτη; πρώτη γάρ ἐστι τὸ, Οὐ μοιχεύ‐ σεις, τὸ, Οὐ φονεύσεις. Οὐ τῇ τάξει εἶπεν αὐτὴν πρώτην, ἀλλὰ τῇ ἐπαγγελίᾳ. Ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν δὲ ταύταις, ἅτε
55ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται. Καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα ἔθηκε τῇ τῆς ἀρετῆς
ὁδῷ τὴν εἰς τοὺς γονέας τιμὴν καὶ αἰδώ· καὶ εἰκό‐Column end

62

.

150

(10)

τως· Ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέταξε, τὴν εἰς τοὺς γονέας λέγω τιμὴν, ἐπειδὴ καὶ πρὸ πάντων τοῦ ζῇν μετὰ τὸν Θεὸν αὐτοὶ γεγόνασιν αἴτιοι. Ὥστε εἰκότως ἂν πρῶτοι τῶν ἡμετέρων ἀπολαύσειαν κα‐
15λῶν, καὶ τότε οἱ ἄλλοι ἅπαντες ἄνθρωποι. Ἂν γὰρ μὴ τοῦτό τις ἔχῃ, οὐδέποτε περὶ τοὺς ἔξωθεν ἔσται ἐπιει‐ κής. Παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μετα‐ βαίνει ἐπὶ τοὺς πατέρας, καί φησι· Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε
20αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Οὐκ εἶπεν, Ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν ἡ φύσις ἐπισπᾶται, καὶ περιττὸν ἦν περὶ τῶν τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησι; Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, οἷον οἱ πολλοὶ ποιοῦσιν, ἀποκληρονόμους ἐργα‐
25ζόμενοι, καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ’ ὡς ἀνδραπόδοις. Διὰ τοῦτό φησι· Μὴ παροργίζετε τὰ τέκνα ὑμῶν. Εἶτα τὸ κεφάλαιον πάντων, πῶς ἂν ὑπακούσαιεν δείκνυσιν, εἰς τὴν κεφαλὴν καὶ τὴν ἀρχὴν τὴν αἰτίαν
30ἅπασαν ἀγαγών. Καὶ καθάπερ ἔδειξε τοῦ τὴν γυναῖκα ὑπακούειν αἴτιον τὸν ἄνδρα γινόμενον (διὸ καὶ τὰ πλείονα αὐτῷ διαλέγεται, τῇ τῆς ἀγάπης τυραννίδι παρακαλῶν αὐτὴν ἐπισπᾶσθαι), οὕτω δὴ καὶ ἐνταῦθα πάλιν εἰς αὐτὸν τὴν αἰτίαν ἀνάγει, λέγων· Ἀλλὰ
35ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται; Βούλει εἶναι τὸν υἱὸν πειθήνιον; ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· μὴ νομίσῃς εἶναι περιττὸν τὸ τῶν θείων Γραφῶν αὐτὸν
40ἐπακούειν· ἐκεῖ γὰρ τοῦτο πρῶτον ἀκούσεται· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὥστε ὑπὲρ σοῦ τοῦτο γίνεται. Μὴ εἴπῃς· Τοῦτο μοναζόντων ἐστί· μὴ γὰρ μονάζοντα αὐτὸν ποιῶ; Οὐκ ἔστιν ἀνάγκη γενέσθαι αὐτὸν μονάζοντα. Τί δέδοικας δέος πολλοῦ
45κέρδους ἀνάμεστον; Χριστιανὸν αὐτὸν ποίησον. Μά‐ λιστα γὰρ τοῖς κοσμικοῖς ἀναγκαῖον τὰ ἐντεῦθεν εἰδέναι διδάγματα, μάλιστα τοῖς παισί. Πολλὴ γὰρ ἡ ἄνοια ἐν ἐκείνῃ τῇ ἡλικίᾳ· τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν μάθω‐

62

.

150

(50)

σιν ἐκεῖ τοὺς παρ’ αὐτοῖς θαυμαζομένους ἥρωας, παθῶν δούλους ὄντας καὶ δειλοὺς πρὸς θάνατον· οἷον ὁ Ἀχιλλεὺς ὅταν μετανοῇ, ὅταν ὑπὲρ παλλακίδος ἀποθνήσκῃ, ὅταν ἕτερος μεθύῃ, καὶ ἕτερα πολλὰ τοιαῦτα. Δεῖ τοίνυν αὐτῷ τῶν φαρμάκων τούτων.
55 βʹ. Πῶς γὰρ οὐκ ἄτοπον εἰς τέχνας μὲν ἐκπέμπειν καὶ εἰς διδασκαλεῖον, καὶ πάντα πράττειν ὑπὲρ τούτου,
ἐν δὲ παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μὴ ἐκτρέφειν τὰ149

62

.

151

παιδία; Διά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύ‐ σους ἐκτρέφοντες τοὺς παῖδας. Μὴ τοίνυν τοῦτο ποιῶ‐ μεν, ἀλλὰ πειθώμεθα τῷ μακαρίῳ τούτῳ παραινοῦν‐
5τι· ἐκτρέφωμεν αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· δῶμεν αὐτοῖς ὑπόδειγμα, ἐκ πρώτης ἡλικίας τῇ τῶν Γραφῶν ἀναγνώσει ποιοῦντες αὐτοὺς ἐνσχολάζειν. Οἴμοι! ὅτι συνεχῶς ταῦτα λέγων, ληρεῖν νομίζομαι· πλὴν ἀλλ’ ὅμως οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, Τί‐
10νος ἕνεκεν, εἰπέ μοι, οὐ μιμεῖσθε τοὺς παλαιούς; Μάλιστα ὑμεῖς αἱ γυναῖκες, τὰς θαυμαστὰς ἐκείνας γυναῖκας ζηλώσατε. Ἐτέχθη τὸ παιδίον; Μίμησαι τὴν Ἄνναν· κατάμαθε τί πεποίηκεν ἐκείνη· ἀνήγαγεν αὐτὸν εὐθέως εἰς τὸν ναόν. Τίς ὑμῶν οὐκ ἂν ἐθελή‐
15σειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης; Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Διὰ τί μὴ δυνα‐ τόν; Ὅτι οὐ θέλεις, οὐδὲ παραδίδως τοῖς δυναμένοις αὐτὸν ποιῆσαι τοιοῦτον. Καὶ τίς τοιοῦτός ἐστι, φη‐
20σίν; Ὁ Θεός· ἐπεὶ κἀκείνη αὐτῷ αὐτὸν ἐνεχείρισεν. Οὐδὲ γὰρ ὁ Ἠλεὶ τῶν σφόδρα δυναμένων αὐτὸν πλά‐ σαι ἦν· πῶς γὰρ, ὁ μηδὲ τοὺς υἱοὺς δυνηθεὶς τοὺς ἑαυτοῦ; ἀλλ’ ἡ πίστις τῆς γυναικὸς καὶ ἡ προθυμία τὸ αὐτὸ εἰργάσατο. Πρῶτον ἔτεκε, καὶ μόνον, καὶ
25οὐδὲ ᾔδει εἰ καὶ ἑτέρους τέξεται. Καὶ οὐκ εἶπεν· Ἀνα‐ μείνω αὐξηθῆναι τὸ παιδίον, ἵνα πράγμασι χρήσηται βιωτικοῖς· συγχωρήσω αὐτὸν μικρὸν ἐνδιατρίψαι τῇ παιδικῇ ἡλικίᾳ· ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσα‐ μένη, ἑνὸς μόνου γέγονε, πῶς ἐκ προοιμίων τὸ ἄγαλ‐
30μα τὸ πνευματικὸν ἀναθῇ τῷ Θεῷ. Αἰσχυνθῶμεν, οἱ ἄνδρες, τῆς γυναικὸς τὴν φιλοσοφίαν· ἀνήνεγκεν αὐ‐ τὸν τῷ Θεῷ, καὶ ἐκεῖ εἴασε. Διὰ τοῦτο καὶ ὁ γάμος ἐγένετο λαμπρότερος, ἐπειδὴ πρότερον τὰ πνευμα‐ τικὰ ἐζήτησεν, ἐπειδὴ τὴν ἀπαρχὴν ἀνέθηκε· διὰ
35τοῦτο εὔφορος αὐτῆς γέγονεν ἡ γαστὴρ, καὶ ἑτέρους ἐκτήσατο παῖδας· διὰ τοῦτο καὶ ἐν τῷ κόσμῳ εἶδεν εὐδοκιμοῦντα. Εἰ γὰρ ἄνθρωποι τιμώμενοι ἀντιτι‐ μῶσιν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ καὶ χωρὶς τοῦ τιμηθῆναι τοῦτο ποιῶν; Μέχρι τίνος ἐσμὲν σάρκες;
40μέχρι τίνος ἐπὶ γῆς κύπτομεν; Πάντα ἡμῖν δεύτερα ἔστω τῆς προνοίας τῶν παίδων, καὶ τοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου αὐτὰ ἐκτρέφεσθαι. Ἂν μάθῃ φιλόσοφος εἶναι ἐκ προοιμίων, πλοῦτον ἐκτήσατο παντὸς πλούτου μείζονα, καὶ δόξαν δυνατωτέραν.
45Οὐδὲν τοσοῦτον ἐργάσῃ τέχνην διδάσκων αὐτὸν καὶ παιδείαν τὴν ἔξωθεν, δι’ ἧς χρήματα κτήσεται, ὅσον ἐὰν διδάξῃς αὐτὸν τέχνην, δι’ ἧς χρημάτων κατα‐ φρονήσει. Εἰ βούλει ποιῆσαι αὐτὸν πλούσιον, οὕτω ποίησον. Πλούσιος γὰρ οὐχ ὁ πολλῶν χρημάτων δεό‐

62

.

151

(50)

μενος, καὶ πολλὰ περιβεβλημένος, ἀλλ’ ὁ μη‐ δενὸς χρείαν ἔχων. Τοῦτο παίδευσον τὸν υἱὸν, τοῦτο δίδαξον· οὗτος μέγιστος πλοῦτος. Μὴ ζήτει πῶς εὐ‐ δόκιμον ἐργάσῃ ἐν διδάγμασι τοῖς ἔξωθεν, καὶ ἐπί‐ δοξον ποιήσεις, ἀλλὰ φρόντισον πῶς αὐτὸν διδάξεις
55καταφρονεῖν τῆς δόξης τῆς ἐν τῷ βίῳ τούτῳ· ἐκεῖθεν λαμπρότερος καὶ ἐνδοξότερος γένοιτο ἄν. Ταῦτα καὶ τῷ πένητι καὶ τῷ πλουσίῳ δυνατὸν ποιεῖν· ταῦτα οὐκ ἐκ· διδασκάλου μανθάνει τις, οὐδὲ διὰ τέχνης, ἀλλὰ διὰ τῶν θείων λογίων. Μὴ ζήτει ὅπως μακρὸν
60ὧδε ζήσεται βίον, ἀλλ’ ὅπως ἐκεῖ ἄπειρον καὶ ἀτε‐ λεύτητον. Τὰ μεγάλα αὐτῷ χαρίζου, μὴ τὰ μικρά.
Ἄκουε Παύλου λέγοντος· Ἐκτρέφετε αὐτὰ ἐν παι‐Column end

62

.

152

δεία καὶ νουθεσίᾳ Κυρίου. Μὴ ῥήτορα αὐτὸν σπού‐ δαζε ποιῆσαι, ἀλλὰ φιλοσοφεῖν παίδευε. Ἐκείνου μὲν γὰρ οὐκ ὄντος, οὐδὲν ἔσται βλάβος· τούτου δὲ ἀπόν‐ τος, οὐδὲν ἔσται κέρδος μυρίας ῥητορείας. Τρόπων
5χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων. Ταῦτα προξενεῖ τὴν βασιλείαν, ταῦτα χα‐ ρίζεται καὶ τὰ ὄντως ἀγαθά. Μὴ τὴν γλῶτταν ἀκονή‐ σῃς, ἀλλὰ τὴν ψυχὴν ἐκκάθαιρε. Οὐ κωλύων παι‐ δεύειν ταῦτα λέγω, ἀλλὰ κωλύων ἐκείνοις μόνοις
10προσέχειν. Μὴ νομίσῃς ὅτι τῷ μονάζοντι μόνῳ τού‐ των δεῖ τῶν παιδευμάτων τῶν ἀπὸ τῶν Γραφῶν· μά‐ λιστα γὰρ τούτων δεῖ τοῖς παισὶ τοῖς μέλλουσιν εἰς τὸν βίον τοῦτον ἥκειν. Ὥσπερ γὰρ τῆς ἀπὸ τοῦ πλοίου κατασκευῆς καὶ κυβερνήτου καὶ πληρώματος τῶν
15ναυτῶν οὐχ οὗτος δεῖται ὁ διαπαντὸς ἐπὶ λιμένος ἑστὼς, ἀλλ’ ὁ θαλαττεύων ἀεί· οὕτω καὶ ὁ κοσμικὸς, καὶ ὁ μονάζων. Ὁ μὲν γὰρ, καθάπερ εἰς λιμένα ἐστὶν ἀκύμαντον, βίον ἀπράγμονα ζῶν, καὶ πάσης ἀπηλλαγμένον καταιγίδος· οὗτος δὲ διαπαντὸς πελά‐
20γιός ἐστι, καὶ θαλαττεύει ἐν μέσῳ πελάγει πολλαῖς τρικυμίαις μαχόμενος· κἂν αὐτὸς μὴ δέηται, ἀλλὰ παρεσκευασμένον εἶναι δεῖ, ὥστε τὰς ἑτέρων ἐμφράξαι γλώττας. γʹ. Ὥστε ὅσῳ ἂν εὐδόκιμος γένηται ἐν τῷ βίῳ τῷ
25παρόντι, τοσούτῳ αὐτῷ δεῖ τῆς παιδεύσεως ταύτης. Ἄν τε γὰρ ἐν βασιλείοις τρέφηται, πολλοὶ καὶ Ἕλ‐ ληνες ἐκεῖ καὶ φιλόσοφοι καὶ οἱ πεφυσημένοι ἐπὶ τῇ παρούσῃ δόξῃ, καθάπερ τόπος τις ὑδερικῶν ἐμπε‐ πλησμένος. Τοιοῦτόν τί ἐστι τὰ βασίλεια· πάντες
30εἰσὶ πεφυσημένοι καὶ φλεγμαίνοντες· οἱ δὲ οὐκ ὄντες σπουδάζουσι τοῦτο γενέσθαι. Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι
35ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους. Ὁ γὰρ μονά‐ ζων τίνι διαλέξεται; τῷ τοίχῳ καὶ τῷ ὀρόφῳ; ἀλλὰ τῇ ἐρημίᾳ καὶ ταῖς νάπαις; ἢ τοῖς ὄρνισι καὶ τοῖς
40δένδροις; Οὐκ ἔχει τοίνυν πολλὴν ἀνάγκην ἐκεῖνος τῆς τοιαύτης διδασκαλίας· ἀλλ’ ὅμως ἔργον τίθεται τοῦτο κατορθῶσαι, οὐχ ὥστε ἑτέρους τοσοῦτον παι‐ δεῦσαι, ἀλλ’ ὥστε ἑαυτόν. Πολλὴ οὖν χρεία μάλιστα τοῖς ἐν τῷ βίῳ τούτῳ στρεφομένοις τῆς τοιαύτης δι‐
45δασκαλίας· καὶ γὰρ τοῦ ἁμαρτάνειν πλείονα οὗτος ἀνάγκην ἔχει, ἢ ἐκεῖνος. Εἰ δὲ βούλει γνῶναι, καὶ ἐν τῷ κόσμῳ αὐτῷ ἐπιτηδειότερος ἔσται. Πάντες γὰρ αὐτὸν αἰδεσθήσονται ἀπὸ τῶν ῥημάτων ἐκείνων, ὅταν ὁρῶσιν αὐτὸν ἐν πυρὶ μὴ καιόμενον, μηδὲ ἀρχῆς ἐπι‐

62

.

152

(50)

θυμοῦντα· τότε καὶ τεύξεται ταύτης, ὅταν μὴ ἐπιθυ‐ μῇ, καὶ βασιλεῖ αἰδεσιμώτερος ἔσται. Οὐ γὰρ ἔνι τὸν τοιοῦτον λαθεῖν. Ἐν μὲν γὰρ πολλοῖς ὑγιαίνουσι λή‐ σεται ὁ ὑγιαίνων· ἐν δὲ πολλοῖς κάμνουσιν ὅταν εἷς ὑγιαίνων ᾖ, ταχέως καὶ εἰς τὰς βασιλικὰς ἀκοὰς ἡ
55φήμη διαδραμεῖται, καὶ πολλοῖς αὐτὸν ἐπιστήσει ἔθνεσι. Ταῦτα οὖν εἰδότες, ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου τὰ τέκνα. Ἀλλὰ πένης τίς ἐστι; Πάλιν πένης· ἀλλὰ τοῦ ἐν βασιλείοις στρεφομένου οὐδὲν ἔσται εὐτελέστερος, ἐπειδὴ μὴ ἐν βασιλείοις
60ἐστὶν, ἀλλὰ θαυμασθήσεται, καὶ ταχέως εἰς ἀρ‐151

62

.

153

χὴν ἥξει τὴν ἑκούσιον, οὐ τὴν χειροτονητήν. Εἰ γὰρ Ἕλληνες ἄνδρες τριωβολιμαῖοί τινες καὶ κύνες, φι‐ λοσοφίαν τοιαύτην ἀναδεξάμενοι τριωβολιμαῖον (τοι‐ αύτη γὰρ ἡ Ἑλληνικὴ), μᾶλλον δὲ οὐδὲ αὐτὴν, ἀλλ’
5ὄνομα αὐτῆς, καὶ τρίβωνα περιθέμενοι, καὶ κόμην θρέψαντες, πολλοὺς δυσωποῦσι· πόσῳ μᾶλλον ὁ ὄν‐ τως φιλόσοφος; Εἰ σχῆμα ψευδὲς, εἰ σκιὰ φιλοσοφίας φαινομένη οὕτως αἱρεῖ, τί ἐὰν τὴν ἀληθῆ φιλοσοφίαν ἀγαπήσωμεν καὶ τὴν εἰλικρινῆ; οὐχὶ πάντες θεραπεύ‐
10σουσι; καὶ οἰκίας καὶ γυναῖκας καὶ παῖδας τοῖς τοιού‐ τοις μετὰ πολλῆς τῆς ἀδείας ἐγχειρίσουσιν; Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστι τοιοῦτος φιλόσοφος νῦν. Διὰ τοῦτο οὐδὲ τὸ ὑπόδειγμα ἔστιν εὑρεῖν. Εἰσὶ μὲν γὰρ ἐν μονάζου‐ σιν, ἐν δὲ κοσμικοῖς οὐκέτι. Καὶ ὅτι ἐν μονάζουσίν εἰσι,
15δυνατὸν πολλοὺς παραγαγεῖν· ὅμως ἕνα ἀπὸ πλειόνων ἐρῶ. Ἴστε δήπου, καὶ ἀκηκόατε, οἱ δὲ καὶ ἐθεωρήσατε τὸν ἄνδρα, ὃν μέλλω νῦν ἐρεῖν· Ἰουλιανὸν λέγω τὸν θαυ‐ μάσιον. Οὗτος ἦν ἀνὴρ ἄγροικος, ταπεινὸς καὶ ἐκ τα‐
20πεινῶν· οὐδὲ ὅλως τῆς ἔξωθεν παιδείας ἔμπειρος, ἀλλὰ τῆς ἀπλάστου φιλοσοφίας πεπληρωμένος. Τούτου εἰς τὰς πόλεις ἐμβάλλοντος (σπανιάκις δὲ τοῦτο ἐγίνετο), οὔτε ῥητόρων, οὔτε σοφιστῶν, οὔτε ἄλλου τινὸς εἰσ‐ ελαύνοντος, τοιαύτη τις ἐγίνετο συστροφή. Τί δὲ λέγω;
25οὐχὶ πάντων βασιλέων καὶ τὸ ὄνομα αὐτοῦ λαμπρό‐ τερον ᾄδεται ἔτι καὶ νῦν; Εἰ δὲ ἐν τῷ κόσμῳ τούτῳ ταῦτα, ἐν τῷ κόσμῳ, ἐν ᾧ μηδὲν ἡμῖν ἐπηγγείλατο ἀγαθὸν ὁ Δεσπότης, ἐν ᾧ ξένους ἡμᾶς εἶπεν εἶναι, ἐννοήσωμεν ἐν τοῖς οὐρανοῖς πόσα ἔσται τὰ ἀποκεί‐
30μενα ἀγαθά· εἰ ἔνθα πάροικοι ἦσαν, τοσαύτης ἀπ‐ έλαυον τιμῆς, ἔνθα αἱ πόλεις εἰσὶ, πόσης ἀπολαύ‐ σουσι δόξης; εἰ ἔνθα θλῖψιν ἐπηγγείλατο, τοσαύτη θεραπεία, ἔνθα ὄντως τιμὰς ἐπαγγέλλεται, πόση ἔσται ἡ ἄνεσις; Ἀλλὰ βούλεσθε καὶ κοσμικοὺς ἐπι‐
35δείξωμεν; Νῦν μὲν γὰρ οὐκ ἔχομεν· πλήν εἰσι μὲν ἴσως καὶ κοσμικοὶ ἐπιεικεῖς, ἀλλ’ εἰς τὴν ἄκραν οὐχ ἥκοντες φιλοσοφίαν. Διὸ ἀπὸ τῶν παλαιῶν καὶ ἁγίων ἐρῶ ὑμῖν τὰ ὑποδείγματα. Πόσοι γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, τῶν εἰρημένων οὐδὲν
40ἔλαττον, οὐδὲν ἔλαττον ἔσχον; Ἀλλὰ νῦν οὐκέτι ἐστὶ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καθώς φησιν ὁ μακάριος οὗτος. Τίνα οὖν βούλεσθε εἴπω; τὸν Νῶε, ἢ τὸν Ἀβραάμ; τὸν τούτου παῖδα, ἢ τὸν ἐκείνου; ἀλλὰ τὸν Ἰωσήφ; Ἀλλὰ βούλεσθε ἐπὶ τοὺς προφήτας ἔλθωμεν;
45τὸν Μωϋσέα λέγω, τὸν Ἡσαΐαν. δʹ. Ἀλλ’, εἰ δοκεῖ, ἐπὶ τὸν Ἀβραὰμ τὸν λόγον ἑλκύ‐ σωμεν, ὃν μάλιστα πάντες προφέρουσιν ἡμῖν ἀεί. Οὐχὶ γυναῖκα εἶχεν; οὐχὶ παῖδας; καὶ γὰρ καὶ ἐγὼ τοῦτο λέγω πρὸς ὑμᾶς, ὅπερ ὑμεῖς πρὸς ἡμᾶς. Γυναῖκα εἶ‐

62

.

153

(50)

χεν, ἀλλ’ οὐκ ἐπειδὴ γυναῖκα εἶχε, θαυμαστὸς ἦν· χρήματα εἶχεν, ἀλλ’ οὐκ ἐπειδὴ χρήματα εἶχεν, ἤρε‐ σε τῷ Θεῷ· παῖδας ἔτεκεν, ἀλλ’ οὐκ ἐπειδὴ παῖδας ἔτεκεν, ἐμακαρίζετο· τριακοσίους δέκα καὶ ὀκτὼ οἰ‐ κογενεῖς ἐκέκτητο, ἀλλ’ οὐ τούτου χάριν ἐθαυμάζετο.
55Ἀλλὰ βούλει μαθεῖν πόθεν; ἀπὸ τῆς φιλοξενίας, ἀπὸ τῆς τῶν χρημάτων ὑπεροψίας, ἀπὸ τῆς κοσμιότητος. Τί γάρ ἐστιν, εἰπέ μοι, φιλοσόφου; οὐχὶ καὶ χρημά‐ των καὶ δόξης καταφρονεῖν; καὶ φθόνου καὶ παντὸς πάθους ἀνώτερον εἶναι; Φέρε οὖν, αὐτὸν εἰς μέσον
60ἀγαγόντες ἀποδύσωμεν, καὶ δείξωμεν ὑμῖν οἷος φιλό‐ σοφος ἦν. Οὐδὲν ἡγεῖτο πατρίδα πρῶτον· Ἔξελθε γὰρ, ἤκουσεν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας
σου· καὶ εὐθέως ἐξῆλθεν. Οὐ προσεδέδετο οἰκίᾳ· ἦColumn end

62

.

154

γὰρ ἂν οὐκ ἐξῆλθεν· οὐ συνηθείας φιλίᾳ, οὐκ ἄλλῳ οὐδενί. Εἶτα δόξης μάλιστα πάντων ἐκεῖνος κατεφρό‐ νησε καὶ χρημάτων· καὶ γὰρ πόλεμον τροπωσάμενος, καὶ λάφυρα ἀξιούμενος λαβεῖν, κατέπτυσεν. Ἀλλ’ ὁ
5παῖς ὁ τούτου, οὐ διὰ τὰ χρήματα πάλιν ἐθαυμάζετο, ἀλλὰ διὰ τὴν φιλοξενίαν, οὐ διὰ τὰ παιδία, ἀλλὰ διὰ τὴν ὑπακοὴν, οὐ διὰ τὴν γυναῖκα, ἀλλὰ διὰ τὴν στεί‐ ρωσιν τὴν ἐπὶ τῇ γυναικί. Οὐδὲν τὴν παροῦσαν ἡγοῦντο ζωὴν, οὐκ ἐχρηματίζοντο, ὑπερεώρων ἁπάν‐
10των. Εἰπὲ γάρ μοι, ποῖα τῶν φυτῶν ἐστιν ἄριστα; οὐχ ἅπερ ἂν οἴκοθεν ἔχῃ τὴν ἰσχὺν, καὶ μήτε ὄμβροις, μήτε χαλάζαις, μήτε ἀνέμων ῥύμαις, μήτε ἄλλῃ τινὶ τοιαύτῃ ἀνωμαλίᾳ βλάπτηται, ἀλλὰ γυμνὰ ἕστηκε πάντων καταφρονοῦντα, μήτε θριγκίων, μήτε φραγ‐
15μῶν δεόμενα; Τοιοῦτος ὁ φιλόσοφός ἐστι, τοιοῦτος ὁ πλοῦτος ἐκεῖνος· οὐδὲν ἔχει, καὶ πάντα ἔχει· πάντα ἔχει, καὶ οὐδὲν ἔχει. Ὁ γὰρ τοῖχος οὐκ ἔνδον, ἀλλ’ ἔξωθέν ἐστιν, ὁ θριγκὸς οὐ τῆς φύσεώς ἐστιν, ἀλλ’ ἔξωθεν περιβαλλόμενος. Τί δὲ, εἰπέ μοι; ποῖον σῶμα
20ἰσχυρόν ἐστιν; οὐχ ὅπερ ἂν ὑγιαῖνον ᾖ, καὶ μήτε λι‐ μῷ, μήτε πλησμονῇ, μήτε ψύχει, μήτε καύματι ἁλίσκηται· ἢ τὸ πρὸς πάντα ταῦτα ὑποκείμενον, καὶ τραπεζοποιῶν καὶ ὑφαντῶν καὶ θηρευτῶν καὶ ἰατρῶν δεόμενον, ἵνα ὑγιαίνῃ; Ἐκεῖνός ἐστι πλού‐
25σιος, ὁ ὄντως φιλόσοφος, ὁ μηδενὸς τούτων δεόμενος. Διὰ τοῦτο ὁ μακάριος οὗτος ἔλεγεν· Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Μὴ τοίνυν θριγ‐ κία ἔξωθεν περιβάλλετε· τοῦτο γὰρ ὁ πλοῦτος, τοῦτο ἡ δόξα. Ὅταν γὰρ ταῦτα καταπέσῃ, καταπίπτει δὲ,
30γυμνὸν ἕστηκε καὶ εὐάλωτον τὸ φυτὸν, οὐ μόνον οὐ‐ δὲν κερδᾶναν ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ βλα‐ βέν. Ἐκεῖνα γὰρ τὰ θριγκία τὰ κωλύοντα αὐτὸ ἐγγυ‐ μνάζεσθαι πρὸς τὰς τῶν ἀνέμων προσβολὰς, νῦν ἀθρόον καταπεσεῖν παρεσκεύασεν.
35 Ὥστε βλάπτει μᾶλλον ὁ πλοῦτος, ἀμελετήτους παρασκευάζων πρὸς τὰς ἀνωμαλίας τοῦ βίου. Τοιού‐ τους τοίνυν παρασκευάζωμεν τοὺς παῖδας, ὥστε δύνασθαι πρὸς πάντα ἀντέχειν, καὶ μὴ ξενίζεσθαι τοῖς ἐπιοῦσιν· ἐκτρέφωμεν αὐτοὺς ἐν παιδείᾳ καὶ νου‐
40θεσίᾳ Κυρίου, καὶ πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται. Εἰ γὰρ ἄνθρωποι ἀγάλματα ποιοῦντες βασιλέων, καὶ εἰκόνας γράφοντες, τοσαύτης ἀπολαύουσι τιμῆς· ἡμεῖς τὴν βασιλικὴν εἰκόνα καλλωπίζοντες (εἰκὼν γὰρ τοῦ Θεοῦ ὁ ἄνθρωπος), οὐ μυρίων ἀπολαύσομεν
45τῶν ἀγαθῶν, τὸ καθ’ ὁμοίωσιν ἀποδιδόντες; Τοῦτο γάρ ἐστιν ὅμοιον, ἡ τῆς ψυχῆς ἀρετὴ, ὅταν ἀγαθοὺς εἶναι παιδεύσωμεν τοὺς παῖδας, ὅταν ἀοργήτους, ὅταν ἀμνησικάκους· ταῦτα πάντα Θεοῦ ἴδια, ὅταν εὐεργε‐ τικοὺς, ὅταν φιλανθρώπους, ὅταν παιδεύσωμεν τὰ

62

.

154

(50)

παρόντα μηδὲν ἡγεῖσθαι. Τοῦτο τοίνυν ἡμῖν ἔργον ἔστω καὶ ἑαυτοὺς, κἀκείνους πλάττειν καὶ ῥυθμίζειν εἰς δέον· ἐπεὶ ποίᾳ παῤῥησίᾳ στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ; Εἰ γὰρ ἐπισκοπῆς ἀνάξιος ὁ παῖδας ἀνυποτάκτους ἔχων, πολλῷ μᾶλλον τῆς βα‐
55σιλείας τῶν οὐρανῶν. Τί λέγεις; κἂν γυναῖκα ἄτα‐ κτον ἔχωμεν, κἂν παῖδας, εὐθύνας ὑφέξομεν; Ναὶ, ἐὰν μὴ μετὰ ἀκριβείας τὰ παρ’ ἑαυτῶν εἰσενέγκω‐ μεν· οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ οἰκεία ἀρετὴ πρὸς σωτη‐ ρίαν. Εἰ γὰρ ὁ τὸ τάλαντον τὸ ἓν μὴ καταβαλόμενος,
60οὐδὲν ἐκέρδανεν, ἀλλὰ καὶ οὕτω κολάζεται· δῆλον ὅτι οὐκ ἀρκεῖ ἡ οἰκεία ἀρετὴ εἰς σωτηρίαν, ἀλλὰ δεῖ καὶ τῆς ἑτέρου. Πολλὴν τοίνυν ποιώμεθα καὶ τῶν γυναι‐ κῶν φροντίδα, πολλὴν καὶ τῶν παίδων πρόνοιαν καὶ
τῶν οἰκετῶν, πολλὴν καὶ ἡμῶν αὐτῶν, καὶ ἐν τῷ ἑαυ‐153

62

.

155

τοὺς, καὶ ἐν τῷ ἐκείνους ῥυθμίζειν, τὸν Θεὸν παρακα‐ λῶμεν, ὥστε συναντιλαβέσθαι ἡμῖν τοῦ ἔργου. Ἂν ἴδῃ ἡμᾶς τοῦτο μεριμνῶντας, τούτου φροντίζοντας, συναντιλήψεται· ἂν δὲ μηδένα ποιουμένους λόγον, οὐ
5δώσει χεῖρα. Οὐ γὰρ καθεύδουσιν ἡμῖν χορηγεῖ τὴν βοήθειαν ὁ Θεὸς, ἀλλὰ πονουμένοις καὶ αὐτοῖς. Ὁ
γὰρ βοηθὸς οὐ τοῦ ἀργοῦντός ἐστι βοηθὸς, ἀλλὰ τοῦColumn end

62

.

156

καὶ αὐτοῦ ἐργαζομένου. Δυνατὸς δὲ ὁ ἀγαθὸς Θεὸς δι’ ἑαυτοῦ τὸ ἔργον εἰς τέλος ἀγαγεῖν, ἵνα ἀξιωθῶμεν πάντες ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
5στοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

62

.

155

(8)

ΟΜΙΛΙΑ ΚΒʹ. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα
10μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδου‐ λείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ,
15 καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρω‐ πος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. αʹ. Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ
20πρόστασιν οἰκίας. Διὰ τοῦτο ὁ μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ’ ἔρχεται μὲν ἔσχατον ἐπ’ αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώ‐ ματι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ
25ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ’ ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ
30φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐ‐
35στὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐν‐
40ταῦθα δὲ μετ’ ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ
45κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου; Διὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φό‐

62

.

155

(50)

βον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προσ‐ τάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότι‐ μός ἐστι· πολλῷ μᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγέ‐ νεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ
55εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ πολλοῦ φόβου καὶ τρόμου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ,
καρδίας. Καλῶς εἶπεν· ἐπειδὴ ἔνι μετὰ φόβου καὶColumn end

62

.

156

(9)

τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ’ ὡς ἂν ἐξῇ.
10Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν. Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Κυρίῳ. Μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ,
15ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀν‐ θρώποις. Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐμφυ‐ τεῦσαι τὸ καλὸν, τὸ, Μετ’ εὐνοίας, λέγω, καὶ ἐκ ψυ‐ χῆς; Ἐκεῖνο μὲν γὰρ πολλοὺς ὁρῶμεν τοῖς δεσπόταις
20παρέχοντας, τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόμου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ Δεσπότου ἀπειλὴ πολλὰ ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον εἶναι σὸν τὸ κατόρθωμα. μὴ τῆς ἀνάγκης. Ὥσπερ τὸν παρ’ ἑτέρου κακῶς πά‐
25σχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆ‐ σαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως· οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ’ ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ
30καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάμενος τῷ παθεῖν κα‐ κῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην σιαγόνα, μὴ τῷ μόνον ἐνεγκεῖν. Τοῦτο μὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι·
35ἐκεῖνο δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δου‐ λείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος. Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ
40ἀνθρωπάρεσκος. Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων, Θεοῦ δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, μετ’ εὐνοίαι δουλεύοντες. Καλῶς οὕτως εἶπεν· ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ
45μὴν πάσῃ δυνάμει, ἀλλὰ τὸ ὀφειλόμενον μόνον πλη‐ ροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγ‐ κης, ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας. Ἂν οὕτω δου‐ λεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν μετ’ εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην

62

.

156

(50)

γὰρ τὴν δουλείαν καὶ Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. βʹ. Ὅρα πῶς ἀφαιρεῖταί σου τὴν δυσγένειαν τῆς δου‐
55λείας. Ὥσπερ γὰρ ὁ χρήματα ἀφῃρημένος, ἂν καὶ ἕτερα προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρημένοις,
ἀλλ’ ἐν τοῖς φιλοτίμοις κεῖται, οὐκ ἐν τοῖς παθοῦσι155

62

.

157

κακῶς, ἀλλ’ ἐν τοῖς ποιοῦσι καλῶς, καὶ μᾶλλον ὀνείδει περιέβαλε τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι· οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ με‐ γαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο
5τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον. Οὐκοῦν διὰ τὸν Χρι‐ στὸν δουλεύωμεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπί‐
10στους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθή‐ σατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται τοὺς εὐεργέ‐
15τας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι κατα‐ στήσαντες. Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς. —Τὰ αὐτά· ποῖα; Μετ’ εὐνοίας δου‐
20λεύετε. Ἀλλ’ οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπό‐ της. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ, μετὰ φόβου καὶ τρόμου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες μή‐ ποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμε‐
25λείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑμῶν αὐ‐ τῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ με‐ τρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· Δοῦλε
30πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ’ αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώ‐
35πων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ Δεσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς
40καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλο‐ μένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δου‐ λείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦ‐ λον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ’ οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς
45πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πα‐ τέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡμῶν Πα‐

62

.

157

(50)

τέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐ‐ γενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ’ ὁ Ἀβραὰμ εἶχεν οἰκέτας, φησίν. Ἀλλ’ οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ·
55τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦ‐ λοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί.
60Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν
οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετεColumn end

62

.

158

αὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς μὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλη‐ σίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν.
5Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέ‐ ροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν
10ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπί‐ τροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ
15ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυ‐ ναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσ‐ ούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ
20πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτε‐ ρος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα κα‐
25λῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶν, ἐνδυ‐ ναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ. γʹ. Οὐχὶ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι στρατόπεδόν ἐστιν ὁλόκληρον ἡ ἑκάστου οἰκία; Ἰδοὺ γὰρ διατάξας
30πάσας τὰς ἀρχὰς, λοιπὸν αὐτοὺς καθοπλίζει, καὶ ἐπὶ πόλεμον ἐξάγει. Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρ‐ πάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος μένῃ, πάντα εὖ διακείσεται. Ἐνδυναμοῦσθε, φησὶν, ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ·
35τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας. Ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν ἅπερ ἔδει γε‐ νέσθαι, μὴ δείσητε, φησὶν, ἐπιῤῥίψατε τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον, καὶ πάντα ἐξευμαρίσει. Καὶ ἐνδύ‐ σασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνα‐
40σθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβό‐ λου. Οὐκ εἶπε, Πρὸς τὰς μάχας, οὐδὲ, Πρὸς τοὺς πο‐ λέμους, ἀλλὰ, Πρὸς τὰς μεθοδείας. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ φανερῶς ἡμῖν ὁ ἐχθρὸς πολεμεῖ, ἀλλὰ μεθοδείᾳ. Τί ἐστι μεθοδεία; Μεθοδεῦσαί ἐστι τὸ ἀπα‐
45τῆσαι, καὶ διὰ μηχανῆς ἑλεῖν, ὅπερ καὶ ἐπὶ τῶν τε‐ χνῶν γίνεται, καὶ ἐν λόγοις, καὶ ἐν ἔργοις, καὶ ἐν πα‐ λαίσμασιν, ἐπὶ τῶν παραγόντων ἡμᾶς. Οἷόν τι λέγω· Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ’ ἑτέρως αὐτὸ κατασκευά‐

62

.

158

(50)

ζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος. Ἤδη μὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίη‐ σε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανε‐
55ρῶς πολεμοῦντα, ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας. Καὶ πρῶτον μὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους τοὺς μαθητὰς ἐπαίρει. Οὐχὶ καταβαλεῖν βουλόμενος τοὺς ὑπ’ αὐτὸν ἑστῶτας στρατιώτας, ἀλλ’ ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσματα, καὶ παρεσκεύασε νήφειν.
60Εἰ μὲν γὰρ μόνον διηγησάμενος αὐτῶν τὴν δύναμιν μέ‐
χρι τούτου τὸν λόγον ἔστησε, κἂν κατέβαλεν αὐτούς· εἰ157

62

.

159

δὲ καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο δείκνυσι δυνατὸν εἶναι τὸν τοιοῦτον ἑλεῖν, μᾶλλον αὐτοὺς ἐπαίρει. Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ’ ἡμῶν ἀπαγ‐ γέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους
5ποιεῖ τοὺς ἡμετέρους. Ὅτι οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματι‐ κὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Προτρέψας
10ἀπὸ τοῦ εἴδους τῆς μάχης, λοιπὸν καὶ ἀπὸ τῶν ἐπάθλων τῶν κειμένων αὐτοὺς διεγείρει. Τί γάρ; Εἰπὼν ὅτι σφο‐ δροὶ οἱ ἐχθροὶ, ἐπήγαγεν, ὅτι καὶ μεγάλα ἡμᾶς ἀπο‐ στεροῦσι. Ποῖα; Ἐν τοῖς ἐπουρανίοις ἡ μάχη κεῖ‐ ται· οὐ περὶ χρημάτων, οὐ περὶ δόξης, ἀλλ’ ὑπὲρ
15ἀνδραποδισμοῦ ὁ ἀγών. Ὥστε ἀκατάλλακτος ἡ ἔχθρα γίνεται. Σφοδροτέρα ἡ φιλονεικία καὶ ἡ μάχη, ὅταν ὑπὲρ μεγάλων ᾖ. Τὸ γὰρ, Ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἐπουρανίων, ἐστίν· οὐχ ἵνα αὐτοί τινος τύχωσι νικήσαντες, ἀλλ’ ἵνα ἡμᾶς ἀποστερή‐
20σωσιν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν. Ὅρα πῶς ἡμᾶς διεγείρει ἡ δύναμις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ μεγάλων ὄντα τὸν κίνδυνον, καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς
25ἐκβάλλειν σπουδάζει. Ἀρχὰς τίνας φησὶ καὶ ἐξ‐ ουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τού‐ του; ποίου σκότους; ἆρα τῆς νυκτός; Οὐδαμῶς, ἀλλὰ τῆς πονηρίας· Ἦμεν γὰρ, φησὶ, σκότος ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ. Οὐ γὰρ
30ἕξει περαιτέρω χώραν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι. Κοσμοκράτορας δὲ αὐτούς φησιν, οὐχ ὡς τοῦ κό‐ σμου κρατοῦντας, ἀλλ’ ὡς τῶν πονηρῶν ἔργων ὄντας αἰτίους. Οἶδε γὰρ κόσμον καλεῖν ἡ Γραφὴ τὰς πονη‐
35ρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, ὥσπερ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Ἆρα οὖν οὐκ ἦσαν ἐκ τοῦ κόσμου; οὐχὶ σάρκα περιέκειντο; οὐ τῶν ἐν κόσμῳ ἦσαν; Καὶ πάλιν· Ὁ κόσμος ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται
40μισεῖν· πάλιν τὰς πονηρὰς πράξεις λέγων οὕτως. Ἢ κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει· οἱ γὰρ δαίμονες μᾶλλον τούτων κρατοῦσι. Πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευ‐ ματικὰ, φησὶ, τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
45Ἀρχὰς καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων εἰσὶ θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. Διὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.

62

.

159

(50)

Ἡμέραν πονηρὰν, τὸν παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν. Τουτέστιν, Ἀεὶ ὁπλίζεσθε. Καὶ ἅπαντα, φησὶ, κατεργασάμενοι· τουτέστι, καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα. Οὐχ ἁπλῶς
55ἐργάσασθαι εἶπεν, ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν. Πολ‐ λοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Πάντα, φησὶ, κατεργασάμενοι, οὐ τὸ μὲν ναὶ, τὸ δὲ οὔ· δεῖ γὰρ καὶ μετὰ τὴν νίκην στάσεως. Ἐβλήθη
60ποτὲ, ἀλλὰ πάλιν ἀναζῇ τὰ βαλλόμενα· ἂν μὴ στῶ‐
μεν, ἤδη καὶ πεσόντα ἀνίσταται. Ἕως ἂν στήκωμεν,Column end

62

.

160

πέπτωκεν· ἕως ἂν μὴ περιφερώμεθα, ἐκεῖνος οὐκ ἀνίσταται. Ἐνδυσώμεθα τὴν πανοπλίαν τοῦ Θεοῦ. δʹ. Ὁρᾷς πῶς τὸν φόβον ἐξεῖλεν; Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι, τί ἀποφεύγεις τὴν μάχην;
5Στῆθι κατεργασάμενος, καὶ νενίκηκας. Καὶ μὴ θαυ‐ μάσῃς ὅτι, τοσαῦτα περὶ τῆς τῶν ἐχθρῶν δυνάμεως διεξέρχεται· τὸ γὰρ ταῦτα διεξιέναι οὐ δειλίαν ἐμ‐ ποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυμίαν ἀποτινάσσει. Ἵνα δυνηθῆτε, φησὶν, ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ
10πονηρᾷ. Καὶ ἀπὸ τοῦ χρόνου παραμυθεῖται. Βρα‐ χὺς, φησὶν, ὁ καιρός· ὥστε χρὴ ἑστάναι· μὴ κά‐ μητε μετὰ τὴν σφαγήν. Εἰ τοίνυν πόλεμός ἐστιν, εἰ τοιαῦται αἱ παρατάξεις εἰσὶν, εἰ ἀσώματοι αἱ ἀρχαὶ, εἰ κοσμοκράτορες, εἰ πνευματικὰ τῆς πονηρίας, πῶς
15τρυφᾷς, εἰπέ μοι; πῶς διακεχυμένος εἶ; πῶς ἀφ‐ ωπλισμένοι περιγενέσθαι δυνησόμεθα; Ταῦτα ἕκαστος ἑαυτῷ λεγέτω καθ’ ἑκάστην ἡμέραν· ὅταν ὑπὸ τοῦ θυμοῦ κρατῆται, ὅταν ὑπὸ ἐπιθυμίας, ὅταν τὸν ὑγρὸν τοῦτον βίον καὶ εἰκῆ ἐπιζητῇ. Ἀκουέτω τοῦ μακα‐
20ρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας. Χαλεπώτερος οὗτος ὁ πόλεμος τοῦ αἰσθητοῦ, σφοδροτέρα ἡ μάχη. Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ γενοῦ
25σεαυτοῦ ἀσφαλέστερος. Ναὶ, φησὶν, ἀλλ’ ἔδει ὄντα διάβολον ἐκ μέσου γενέσθαι, καὶ πάντες ἂν ἐσώζον‐ το. Ταῦτά τινες τῶν ῥᾳθύμων προφασιζόμενοι φθέγ‐ γονται. Δέον σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγαν‐
30ακτεῖς, νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτου φθεγγό‐ μενος ῥήματα. Οἶδας τὰς λαβὰς, ἂν ἐθέλῃς· περι‐ σκόπει πάντοθεν, σαυτὸν τείχιζε. Οὐχὶ πρὸς τὸν διά‐ βολόν ἐστιν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάμεις. Πῶς οὖν παλαίσομεν τῷ σκότῳ, φησί;
35Φῶς γενόμενοι. Πῶς τοῖς πνευματικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόμενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦμεν σκότος, ἁλωσόμεθα πάντως. Πῶς οὖν αὐτῶν περιεσόμεθα; Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι,
40τοῦτο γενώμεθα ἀπὸ προαιρέσεως ἡμεῖς, σαρκὸς ἐκτὸς καὶ αἵματος· οὕτως αὐτοὺς αἱρήσομεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, μὴ νομίσητε, φησὶν, ὅτι αὐτοὶ πολεμοῦσιν ἡμῖν. Οἱ ἐνερ‐ γοῦντες ἐν αὐτοῖς δαίμονές εἰσιν, οἱ πολεμοῦντες·
45πρὸς ἐκείνους ἡμῖν ἡ μάχη. Δύο δὲ ἀπὸ τούτων κα‐ τασκευάζει, αὐτούς τε προθυμοτέρους ποιῶν πρὸς τοὺς πολεμοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυ‐ μὸν ἐγείρων. Καὶ τίνος ἕνεκεν πρὸς τούτους ἡμῖν ἡ μάχη γεγένηται; Ἐπειδὴ καὶ σύμμαχον ἔχομεν ἄμα‐

62

.

160

(50)

χον, τοῦ Πνεύματος τὴν χάριν, τέχνην ἐδιδάχθημεν τοιαύτην, ὥστε μὴ πρὸς ἀνθρώπους δύνασθαι πα‐ λαίειν, ἀλλὰ πρὸς δαίμονας. Ἂν δὲ ἐθέλωμεν, οὐδὲ παλαίσομεν, ἐπειδὴ γὰρ βουλόμεθα, πάλη ἐστίν· ἐπεὶ τοσαύτη ἡ δύναμις τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ὡς λέ‐
55γειν· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Πᾶσαν ἡμῖν δέδωκεν ἐξουσίαν καὶ τοῦ
παλαίειν, καὶ τοῦ μὴ παλαίειν· ἐπειδὴ δὲ ἡμεῖς νω‐159

62

.

161

θεῖς ἐσμεν, παλαίομεν αὐτοῖς· ἐπεὶ ὅτι Παῦλος οὐκ ἐπάλαισεν, ἄκουσον αὐτοῦ λέγοντος· Τίς ἡμᾶς χω‐ ρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ
5κίνδυνος, ἢ μάχαιρα; Καὶ πάλιν ἄκουε αὐτοῦ λέ‐ γοντος· Ὁ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Εἶχε γὰρ αὐτὸν ὑποτεταγμέ‐ νον· διὸ καὶ ἔλεγε· Παραγγέλλω σοι ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς. Τοῦτο δὲ
10οὐκ ἔστι παλαίοντος. Ὁ γὰρ παλαίων οὐδέπω ἐνίκη‐ σεν, ὁ δὲ νικήσας οὐκέτι παλαίει. Ὑπέταξεν αὐτὸν, ἐξῃχμαλώτισε. Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβό‐ λῳ, ἀλλ’ ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο. Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν, ἐν τοῖς κατ‐
15ηχουμένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ. Διὸ καὶ ἔλεγεν ὁ μακάριος Παῦλος· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅθεν καὶ μάλιστα αὐτοῦ περιεγένετο. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Οὐ θαυμαστὸν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχημα‐
20τίζονται, ὡς διάκονοι δικαιοσύνης. Οὕτως ᾔδει πᾶσαν τὴν μάχην, καὶ οὐδὲν αὐτὸν ἐλάνθανε. Καὶ, Τὸ μυστήριον γὰρ, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Ἀλλὰ πρὸς ἡμᾶς ἡ πάλη ἐστίν. Ἐπεὶ ἄκουε πάλιν αὐτοῦ λέγοντος· Πέπεισμαι ὅτι οὔτε
25ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνά‐ μεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἀπὸ τοῦ Χριστοῦ, ἀλλ’, Ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Πολλοὶ γάρ
30εἰσιν ἡνωμένοι δῆθεν τῷ Χριστῷ, οὐκ ἀγαπῶντες δὲ αὐτόν. Οὐ μόνον, φησὶν, ἀρνήσασθαί με οὐ πείσεις, ἀλλ’ οὐδὲ ἧττον αὐτὸν ἀγαπῆσαι. Εἰ δὲ αἱ ἄνω δυνά‐ μεις οὐκ ἂν τοῦτο ἴσχυσαν, τίς ἕτερος αὐτὸν μετέστησεν; Οὐχ ὡς δὲ ἐκείνων ἐπιχειρουσῶν, ταῦτά
35φησιν, ἀλλὰ καθ’ ὑπόθεσιν. Διὸ καὶ ἔλεγε· Πέπεισμαι. Οὐκοῦν οὐκ ἐπάλαιεν, ἀλλ’ ὅμως φοβεῖται αὐτοῦ τὰς πανουργίας. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Φοβοῦμαι, μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πα‐ νουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν
40ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ναὶ, φη‐ σίν· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήματι κέχρηται, λέγων· Φοβοῦμαι γὰρ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Πῶς οὖν πέπεισαι, ὅτι οὐδείς σε χωρίσει;
45 εʹ. Ὁρᾷς ὅτι ταπεινοφροσύνης τὸ ῥῆμά ἐστι καὶ μετριότητος; Ἤδη γὰρ ἐκεῖνος ᾤκει τὸν οὐρανόν· διὸ καὶ ἔλεγεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· καὶ πάλιν, Τὸν δρόμον τετέλεκα. Ὥστε οὐκ εἰς ταῦτα ἐνεπό‐ διζεν αὐτῷ ὁ διάβολος, ἀλλ’ εἰς τὰ τῶν μαθητῶν. Τί

62

.

161

(50)

δήποτε; Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος μόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις. Ἐκεῖ ἐστιν ὅπου ἐκράτει· μᾶλλον δὲ οὐδὲ ἐκεῖ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν μὴ προσεχόντων. Εἰ μὲν γὰρ τὰ παρ’ αὐτοῦ μὴ ἐπλήρου, ἢ διὰ νωθείαν, ἢ δι’ ἄλλο
55τι τοιοῦτον, αὐτοῦ ἐκράτει· εἰ δὲ αὐτὸς μὲν πάντα ἔπραττεν, ἐκεῖνοι δὲ οὐκ ἐπείθοντο, οὐκ αὐτοῦ ἐκρά‐ τει, ἀλλὰ τῆς ἐκείνων ἀπειθείας· καὶ τὸ νόσημα οὐ τοῦ ἰατροῦ ἐκράτει, ἀλλὰ τῆς ἀταξίας τοῦ κάμνοντος.
Ὅταν γὰρ αὐτὸς μὲν πάντα παρασκευάσηται, ἐκεῖ‐Column end

62

.

162

νος δὲ πάντα διαφθείρῃ, ἐκεῖνος ἥττηται, οὐχ οὗτος. Ὥστε οὐδαμοῦ ἐκράτησε τοῦ Παύλου. Πλὴν ἀλλ’ ἐφ’ ἡμῶν ἀγαπητὸν τὸ καὶ δύνασθαι παλαίειν. Ῥωμαίοις μὲν οὐ τοῦτο ἐπεύχεται, ἀλλὰ τί; Συντρίψει τὸν σα‐
5τανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει· καὶ τού‐ τοις οὕτως ἐπεύχεται. Τῷ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦ‐ μεν. Ὁ παλαίων, ἔτι κατέχεται· πλὴν ἀλλ’ ἀγαπη‐ τὸν καὶ τὸ μὴ πεσεῖν. Τότε ἡ νίκη λαμπρὰ γίνεται,
10ὅταν ἐξέλθωμεν ἐντεῦθεν. Οἷον, ἔστω τις ἐπιθυμία πονηρά· τὸ μὲν παράδοξον, μηδὲ δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίω‐ μεν καὶ διαπαντὸς κατέχωμεν· ἂν παλαίοντες ἐξέλ‐ θωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν,
15οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐ νενίκηκας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενί‐ κηκας· ἂν μὴ καταβληθῇς, κατέβαλες. Εἰκότως· ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται·
20ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ὁ διάβολος ὑπὲρ τῆς ἡμε‐ τέρας ἥττης σπουδάζει. Ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα· οὐ γὰρ ὥστε κα‐ ταβαλεῖν, ἀλλ’ ὥστε συγκαταβαλεῖν ἐπείγεται. Ἤδη οὖν νενίκηται· αὐτὸς γὰρ ἤδη βέβληται, καὶ ἐν τῇ
25ἀπωλείᾳ ἐστιν. Ἡ δὲ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφα‐ νωθῆναι, ἀλλ’ ἐν τῷ ἐμὲ ἀπολέσαι· ὥστε ἂν μὴ κα‐ ταβάλω, μὴ καταβληθῶ δὲ, νενίκηκα. Τίς οὖν ἐστι λαμπρὰ νίκη; Τὸ ἐκ περιουσίας καταπατεῖν αὐτὸν, οἷον ὁ Παῦλος ἐποίει, οὐδὲν ἡγούμενος εἶναι
30τὰ παρόντα πράγματα. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ σπουδάζωμεν ἀνώτεροι γενέσθαι, καὶ μηδαμόθεν παρέχειν αὐτῷ λαβήν. Ὁ πλοῦτος δίδωσιν αὐτῷ λαβὴν, τὰ χρήματα, ἡ κενοδοξία· καὶ πολλάκις μὲν αὐτὸν ἀνέστησε, πολλά‐
35κις δὲ ἠγρίανεν. Ἀλλὰ τίς χρεία πάλης; τίς χρεία συμπλοκῆς; Ὁ συμπλεκόμενος ἄδηλον ἔχει τὸ τέλος, πότερον μὴ ἡττηθείη καὶ αὐτὸς καὶ ἁλώσεται· ὁ δὲ καταπατῶν, δήλην ἔχει τὴν νίκην. Οὐκοῦν καταπα‐ τήσωμεν τοῦ διαβόλου τὴν δύναμιν, καταπατήσωμεν
40τὰς ἁμαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυμὸν, ἐπι‐ θυμίαν, ἀλαζονείαν, πάντα τὰ πάθη· ἵνα ἀπελθόντες ἐκεῖ, τὴν ἐξουσίαν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, μὴ εὑρε‐ θῶμεν προδιδόντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα. Εἰ δὲ περὶ τοῦτο γινόμεθα κακοὶ,
45τίς ἡμῖν ἐγχειρίσει τὰ μείζονα; Εἰ γὰρ τὸν προσκε‐ κρουκότα, τὸν ἠτιμωμένον, τὸν καταπεφρονημένον, τὸν ὑπὸ τοὺς πόδας κείμενον, πατῆσαι οὐκ ἠδυνή‐ θημεν, πῶς ἡμῖν δώσει τὰ πατρῷα ὁ Πατήρ; εἰ τοῦ οὕτως ὑποτεταγμένου οὐ περιεγενόμεθα, ποίαν

62

.

162

(50)

ἕξομεν παῤῥησίαν εἰς τὴν πατρῴαν εἰσελθεῖν οἰκίαν; Εἰπὲ γάρ μοι· εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος δὲ ἀφεὶς τοὺς εὐγνωμονοῦντας τῶν οἰκετῶν, ἀναμιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖς περὶ κυβείαν ἠσχολημένοις, καὶ μέχρι
55τέλους τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόμος ἔσται; Εὔ‐ δηλον ὅτι. Οὕτω καὶ ἡμεῖς, ἂν ἀφέντες τοὺς εὐηρε‐ στηκότας καὶ τοὺς ἐπιτεταγμένους ἡμῖν ἀγγέλους, ἀναστρεφώμεθα μετὰ τοῦ διαβόλου, πάντως ἀποκλη‐ ρονόμοι ἐσόμεθα. Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα πα‐
60θεῖν ἡμῶν, ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς
αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν συμμαχίας,161

62

.

163

κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν. Εἴ τις ἐχθρὸν ἔχει, εἴ τις ὑπ’ αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυμὸν ἐκεῖνον, πᾶσαν τὴν χαλε‐ πότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦ διαβόλου
5κεφαλῆς. Ἐνταῦθα ὁ θυμὸς καλὸν, ἐνταῦθα ἡ ὀργὴ χρήσιμον, ἐνταῦθα ἡ μνησικακία ἐπαινετόν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν τοῦτο τὸ μνησικακεῖν κακὸν, οὕ‐ τως ἐνταῦθα τὸ μνησικακεῖν ἀγαθόν. Ὥστε εἰ ἐλατ‐ τώματα ἔχεις, ἐνταῦθα αὐτὰ ἀποσκεύαζε· εἰ δὲ μὴ
10δύνασαι αὐτὸς ἀποθέσθαι, κἂν μετὰ τῶν μελῶν τῶν σῶν. Ἔπληξέ σέ τις; Μνησικάκησον τῷ διαβόλῳ, καὶ μηδέποτε καταλύσῃς τὴν ἔχθραν τὴν πρὸς αὐτόν. Ἀλλ’ οὐκ ἔπληξε; Καὶ οὕτω μνησικάκει, ὅτι τὸν Δε‐ σπότην ὕβρισε τὸν σὸν, ὅτι προσέκρουσεν, ὅτι τοὺς
15ἀδελφοὺς λυμαίνεται καὶ πολεμεῖ. Ἀεὶ ἐχθρὸς ἔσο,
ἀεὶ πικρὸς, ἀεὶ ἀνήμερος· οὕτω ταπεινὸς ἔσται ἐκεῖ‐Column end

62

.

164

νος, οὕτως εὐκαταφρόνητος, οὕτως εὐχείρωτος. Ἂν ἡμεῖς ἀγριαίνωμεν πρὸς αὐτὸν, ἐκεῖνος οὐκ ἔσται ἡμῖν ἄγριος· ἂν ἡμεῖς ὦμεν ἐπιεικεῖς, τότε ἐκεῖνος ἄγριος ἔσται· οὐχ ὡς ἐπὶ τῶν ἀδελφῶν τῶν ἡμετέ‐
5ρων. Ἐχθρός ἐστι καὶ πολέμιος καὶ τῆς ζωῆς καὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ τῆς αὐτοῦ. Εἰ ἑαυτὸν οὐ φιλεῖ, πῶς ἡμᾶς φιλῆσαι δυνήσεται; Πα‐ ραταττώμεθα τοίνυν καὶ βάλλωμεν αὐτὸν, ἔχοντες σύμμαχον μέγαν τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὃς
10δυνήσεται καὶ ἡμᾶς ἀχειρώτους ποιῆσαι ταῖς ἐκείνου πάγαις, καὶ τῶν μελλόντων ἀξιῶσαι ἀγαθῶν· ὧν γέ‐ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ,
15νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

62

.

163

(17)

ΟΜΙΛΙΑ ΚΓʹ. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.
20 αʹ. Συντάξας τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγμένους εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν διεγερ‐ θῆναι), καὶ παραθαρσύνας αὐτοὺς (καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν
25γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατε‐ ταγμένων, μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου ψυχῆς. Δεῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν·
30μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. Διήγειρε τὸν θυμὸν καὶ ἀν‐ έκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτά‐ κτως· λοιπὸν καθοπλίζει. Ἀλλ’ ὅρα πῶς καὶ περι‐ τίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τα‐
35κτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. Διὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρη‐ γορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ
40πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ’ εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυ‐ κτευόντων καὶ παλαιόντων τοῦτο πρὸ τῶν ἄλλων ὁ
45παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ μᾶλλον ἐν τοῖς πολέμοις καὶ τοῖς στρατιωτικοῖς πράγμασιν. Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυμένος, οὐκ ἐπικλι‐ νόμενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαί‐ νεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι ἑστήκασιν· οἱ δὲ

62

.

163

(50)

μὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυμένοι καὶ διακεχυμένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήματος. Ὁ ἑστάναι εἰδὼς, ἀπ’ αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε
55οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ
τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶςColumn end

62

.

164

(18)

ὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρα‐ τιώτην. Τί δὴ τοῦτό ἐστι; Διαῤῥέοντα καὶ διακε‐
20χυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκο‐ μένων ταῖς κνημῖσιν, ἀλλ’ εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ, τὴν
25ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ’ ἡμῶν ἡ ὑπό‐ θεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ’ αὐτῷ τὸ πᾶν οἰκοδομεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν
30ἡμῶν συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέ‐ λιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον
35ἐκεῖ τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστά‐ ζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέ‐ μοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν. Διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ,
40καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦν‐ τες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ
45ἀληθείᾳ. Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωμεν,

62

.

164

(50)

ἂν τῇ ἀληθείᾳ ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες. Διὸ ἐὰν νήφω‐
55μεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ
χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινον163

62

.

165

λογισμὸν περὶ Θεοῦ δέξασθαι δυνάμενοι; οὐ γάρ εἰσιν ἐζωσμένοι ἐν ἀληθείᾳ. Διόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν τῶν γεννητικῶν σπερμάτων, καὶ τῶν λογισμῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων
5ἀσθενέστερον. βʹ. Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς
10καὶ ἀπὸ τῶν παρ’ ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φη‐ σιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν μεῖναι κα‐ θαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι δύνανται. Οὐαλεντῖνος πάλιν
15χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται· ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο ὁ Θεὸς γεν‐ νῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν παρ’ ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συ‐
20ρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς γῆς πνέοντας; Καὶ δογμάτων μὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν αὐτὴν τὴν ὀσφὺν, ὥστε καμόντες ἐπανα‐
25παύεσθαι, ἀλλ’ ἐὰν κάμωσιν, οὐ τιθέασι τὴν χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλή‐ θειαν. Τί γὰρ, εἰπέ μοι; πενία αὐτὸν καμεῖν ποιή‐
30σει; Οὐδαμῶς· ἐπαναπαύεται γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει αὐτὸν καμεῖν; Οὐδαμῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ’ οὐδὲ τοῦ‐ το· Αἱ ὀσφύες ὑμῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζω‐
35σμέναι, καὶ οἱ λύχνοι καιόμενοι, ὥστε τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ ἐζωσμένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει μαθεῖν τὴν ὑπόθεσιν ἅπασαν καθ’ ἱστορίαν, ἢ κατὰ ἀναγωγήν;
40Ἐγὼ μὲν οὖν ἀμφότερα ἐρῶ· ὑμεῖς δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα μόνον εἴπω τὴν λύσιν, ποιοῦμαι, ἀλλ’ ἵνα καὶ ἔργον ἐν ὑμῖν γένηται τὰ ἡμέτερα ῥή‐ ματα. Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς
45ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ καὶ φοβε‐ ρὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω φοβερὰ, πολλῷ μᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι. Πρόσ‐ εχε, τὸ σχῆμα ὁδοιπορούντων ἐστί· τὸ γὰρ ὑποδή‐

62

.

165

(50)

ματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστο‐ ρίαν ἀκοῦσαι πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄμεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ συνεχῶς τοῦ Θεοῦ ἐπελανθάνοντο
55τῶν εὐεργεσιῶν. Βουλόμενος οὖν καὶ ἄκοντας εἰς μνή‐ μην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον νομοθετεῖ. Τί δήποτε; Ἵνα καθ’ ἕκα‐ στον χρόνον ἔχοντες ἀνάγκην τὴν νομοθεσίαν τηρεῖν,
μνημονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόν‐Column end

62

.

166

τος Θεοῦ. Οὐκ ἄρα οὖν τῷ χρόνῳ μόνον κατέδησεν αὐτοῦ τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήματι τῶν ἐσθιόντων. Διὰ τοῦτο γὰρ ἐζωσμένοι καὶ ὑποδε‐ δεμένοι ἐσθίουσιν, ἵνα ἐρωτώμενοι λέγωσιν, ὅτι Πρὸς
5ὁδοιπορίαν ἦμεν ἕτοιμοι, καὶ ὅτι Ἐμέλλομεν ἐξιέναι ἐκ τῆς Αἰγύπτου ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο μὲν ὁ καθ’ ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡμεῖς ἐσθίομεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡμεῖς πάσχα
10ἐσθίομεν πολὺ τοῦ νομικοῦ κρεῖττον. Οὐκοῦν καὶ ὑπο‐ δεδεμένοι καὶ ἐζωσμένοι ὀφείλομεν ἐσθίειν. Διὰ τί; Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ πρὸς τὸν
15οὐρανὸν, πρὸς τὴν ἄνω Ἱερουσαλήμ. Διὰ τοῦτο ἐζω‐ σμένος, διὰ τοῦτο ὑποδεδεμένος ἐσθίεις, ἵνα μάθῃς ὅτι ἅμα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδημεῖν ὀφείλεις καὶ ὁδεύειν. Δύο δὲ αἰνίττεται· καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ μένοντας, ὡς εἰς ἀλλο‐
20τρίαν λοιπὸν μένειν· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ τὸ πάντα τὸν βίον ἀεὶ ἐμπαρασκεύους εἶναι, ὥστε κληθέντας μὴ ἀναβάλλεσθαι, ἀλλὰ λέγειν· Ἑτοίμη ἡ καρδία ἡμῶν. Ἀλλὰ τοῦτο μὲν Παῦλος ἠδύνατο λέγειν, ὁ μηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ δὲ ὁ
25πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν, οὐ δύναμαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος τῷ δικαίῳ ἐκείνῳ· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας
30ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσμένος ἐν τῷ Ἰεζεκιήλ· μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ περιζώσασθαι. τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι.
35Οὐκοῦν καὶ ἑαυτοὺς περιζώσωμεν· καὶ γὰρ καὶ ἡμεῖς ἐξιέναι μέλλομεν, καὶ πολλὰ μεταξὺ τὰ χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν καὶ μηχανώμενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴν Ἐρυθρὰν θά‐
40λασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους λαβὼν ἀπολέσαι. Ἀλλ’, ἐὰν νήφωμεν, ἔχομεν καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα· μᾶλλον δὲ
45οὐ μάννα, ἀλλὰ πολλῷ πλέον τοῦ μάννα ἔχομεν· πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. Διὰ τί ἐκείνη ἡ

62

.

166

(50)

ἔρημος φευκτὴ ἦν; ἆρ’ οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ’ οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρ‐ πῶν, ὡς ἡ ἀνθρωπίνη φύσις. γʹ. Νῦν πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν ἔρη‐
55μον ταύτην, πόσοι ὄφεις, πόσοι γεννήματα ἐχιδνῶν οὗτοι, οὓς νῦν διήλθομεν; Ἀλλὰ μὴ φοβηθῶμεν· τῆς γὰρ ἐξόδου ταύτης στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ Ἰησοῦς. Πῶς οὖν μὴ τὰ αὐτὰ πάθωμεν; Μὴ τὰ αὐτὰ δράσωμεν, καὶ οὐ πεισόμεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγ‐
60γυζον, ἐκεῖνοι ἀγνώμονες ἦσαν· μὴ τοίνυν ταῦτα πά‐165

62

.

167

θωμεν ἡμεῖς. Πῶς ἔπεσον ἐκεῖνοι πάντες; Ἐξουθένη‐ σαν τὴν γῆν τὴν ἐπιθυμητήν. Πῶς ἐξουθένησαν; καὶ μὴν ἐθαύμαζον. Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. Μὴ τοίνυν ἡμεῖς
5ἐξουθενήσωμεν τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ’ ἡμῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἐν ἀμφορεῦσι βασταζόμενος βότρυς, ἀλλ’ ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὸ πολίτευμα τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ
10θαυμάσιοι γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους, ἀλλ’ ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε πᾶσαν τὴν ἀρετήν, πάντας τοὺς ἐκεῖθεν καρποὺς ἡμῖν κατήνεγκεν, τοὺς ὕμνους λέγω
15τοὺς ἐπουρανίους. Ἃ γὰρ τὰ Χερουβὶμ ἄνω λέγει, ταῦτα καὶ ἡμῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος. Ἤνεγκεν ἡμῖν τῶν ἀγγέλων τὴν πολιτείαν· Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται οἱ ἄγγελοι· τοῦτο καὶ ἐν‐ ταῦθα ἐφύτευσε τὸ καλόν· χρημάτων οὐκ ἐρῶσιν, οὐδὲ
20τῶν ἄλλων ἐκεῖνοι· καὶ τοῦτο ἡμῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡμῖν ἐχαρίσατο· οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ’ ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμη‐ ται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήμ; Καὶ
25τὸ δὴ θαυμαστότερον, ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρη‐ ται. Ἐκεῖνοι μὲν γὰρ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλθόντες, ἐπόνουν· μᾶλλον δὲ οὐκ ἐπόνουν· εἰ γὰρ ἐβούλοντο πείθεσθαι τῷ Θεῷ, χωρὶς ὅπλων καὶ παρα‐
30τάξεως πάσας ἂν εἷλον τὰς πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων μᾶλλον ἢ πολεμούντων τὸ σχῆμα ἔχοντες, ἐτροπώσαντο. Ἡμεῖς δὲ οὐ πολεμοῦμεν μετὰ τὸ εἰσελ‐ θεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς τὸν οὐρα‐ νὸν, ἀλλ’ ἕως ἂν ὦμεν ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ
35παρόντι βίῳ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Μὴ τοίνυν ἀποκάμωμεν
τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσομεν,Column end

62

.

168

μὴ ἐκλυόμενοι. Ὁρᾷς πῶς καθάπερ ἐκείνους ἤγαγεν, οὕτω καὶ ἡμᾶς; Ἐκεῖ ἐπὶ τοῦ μάννα καὶ τῆς ἐρήμου, φησὶν, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Καὶ ἡμεῖς τοῦτο προστετάγμεθα,
5μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Ἂν δὲ θησαυρίζωμεν, οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυμαίνεται, καθάπερ ἐπὶ τοῦ μάννα, ἀλλ’ ὁ τῷ πυρὶ συνδιαιωνίζων. Πάντα οὖν κατεργασώμεθα, ἵνα μὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωμεν· Ὁ τὸ πολὺ γὰρ,
10φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ’ ἡμῖν γίνεται ἐφ’ ἑκάστης· πάντες γὰρ τὸ αὐτὸ μέτρον πληροῦμεν τῆς γαστρός· τὸ δὲ περιττὸν, προσθήκη φροντίδων ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ
15κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο. Ἀλλ’ ἡμεῖς μὴ ἄπληστοι ὦμεν, μὴ ἀγνώμονες, μὴ οἰκίας ζητῶμεν λαμπράς· ὁδεύομεν γὰρ, οὐκ οἰκοῦμεν. Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι τις
20τὸ λεγόμενον παρ’ αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκο‐ δομὰς λαμπράς. Τίς γὰρ, εἰπέ μοι, κἂν σφόδρα εὔ‐ πορος ᾖ, αἱρήσεται ἐπὶ τοῦ λεγομένου φωσσάτου οἰκο‐ δομεῖν οἰκίας λαμπράς; Οὐδὲ εἷς· κατάγελως γὰρ ἔσται, καὶ τοῖς ἐχθροῖς οἰκοδομήσει, καὶ μᾶλλον
25αὐτοὺς ἐπισπάσεται· ὥστε ἐὰν νήφωμεν, οὐδὲ ἡμεῖς. Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ παρὼν βίος διενήνοχε. Διὸ παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδὲν ἐν‐ ταῦθα θησαυρίζειν· ἂν γὰρ ἔλθῃ ὁ κλέπτων, ταχέως ἀπαναστησόμεθα. Γρηγορεῖτε, φησὶν, ὅτι οὐκ οἴδατε
30ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· τὸν θάνατον οὕτω κα‐ λῶν. Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέμπωμεν εἰς τὴν πατρίδα τὴν ἡμετέραν. Ὧδε δὲ εὔζωνοι ὦμεν, ἵνα δυνηθῶμεν περιγενέσθαι τῶν ἐχθρῶν· ὧν γένοιτο περιγεγονότας ἡμᾶς κατὰ τὴν ἡμέραν τῶν στεφάνων
35τῆς ἀφθάρτου δόξης ἀξιωθῆναι, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ
Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.Column end

62

.

167

(39)

ΟΜΙΛΙΑ ΚΔʹ.
40Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,
45ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. αʹ. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν

62

.

167

(50)

ἀληθείᾳ. Τί ποτε τοῦτό ἐστιν; Εἴρηται ἡμῖν ἐν τῇ πρὸ ταύτης διαλέξει, ὅτι δεῖ οὕτως εὐσταλεῖς εἶναι, ὡς μηδὲν ἐμπόδιον εἶναι πρὸς τὸ τρέχειν. Καὶ ἐνδυσά‐ μενοι, φησὶ, τὸν θώρακα τῆς δικαιοσύνης. Καθά‐ περ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη.
55Δικαιοσύνην δὲ ἐνταῦθα τὸν καθόλου καὶ ἐνάρετόν φησι βίον. Τὸν τοιοῦτον οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν, ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδεὶς, οὐκ αὐτὸς ὁ διάβολος. Ὡς ἂν εἴποι τις,
ἐνστερνισάμενοι τὰ δίκαια πράγματα. Περὶ τούτωνColumn end

62

.

168

(40)

φησὶν ὁ Χριστός· Μακάριοι οἱ πεινῶντες καὶ διψῶν‐ τες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὁ ταύτην ἐνστερνισάμενος οὕτως ἐστὶν ἰσχυρὸς, ὡς θώραξ· ὁ τοιοῦτος οὐδέποτε ὀργισθήσεται. Καὶ ὑπο‐ δησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγ‐
45γελίου τῆς εἰρήνης. Ἀσαφέστερόν πως τοῦτο εἴρη‐ ται. Τί οὖν ἐστι; Καλὰς ἡμῖν τὰς κνημῖδας περι‐ έθηκε, τὴν τοῦ Εὐαγγελίου ἑτοιμασίαν. Ἢ τοῦτο γοῦν φησιν, ὥστε ἑτοίμους εἶναι πρὸς τὸ Εὐαγγέλιον, καὶ πρὸς τοῦτο τοῖς ποσὶ κεχρῆσθαι, καὶ προπαρασκευά‐

62

.

168

(50)

ζειν αὐτοῦ ὁδὸν καὶ προετοιμάζειν· ἢ εἰ μὴ τοῦτο, ἀλλ’ ὥστε αὐτοὺς ἑτοίμους εἶναι πρὸς τὴν ἔξοδον. Ἡ τοίνυν ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ’ ἢ βίος ἄριστος. Ὅπερ ἔλεγεν ὁ Προφήτης, Τὴν ἑτοιμασίαν τῆς καρδίας αὑτῶν προσέσχε τὸ
55οὖς σου, τουτέστι, τὸ ἐμπαράσκευον. Τοῦ Εὐαγγε‐ λίου, φησὶ, τῆς εἰρήνης· εἰκότως. Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον,
εἰρήνης ἐστίν. Ἐκεῖνος ὁ πόλεμος ἕτερον κα‐167

62

.

169

ταλύει πόλεμον τὸν πρὸς τὸν Θεόν· ἂν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνεύομεν τῷ Θεῷ. Μὴ δείσῃς τοίνυν, ἀγαπητὲ, Εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως.
5Πίστιν ἐνταῦθα, οὐ τὴν γνῶσίν φησιν, οὐ γὰρ ἂν αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ τὴν χάριν, δι’ ἧς τὰ σημεῖα γίνεται. Καὶ εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παν‐ τὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις·
10πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε, φησὶ, πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Οὐδὲν γὰρ δύναται τοῦτον τὸν θυρεὸν δια‐ κόψαι. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς μαθητάς· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινά‐
15πεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Πῶς δὲ ἕξομεν τὴν πίστιν; Ὅταν ἐκεῖνα κατορθώσωμεν. Βέλη δὲ τοῦ Πονηροῦ καὶ τοὺς πειρασμούς φησι, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους. Καλῶς δὲ προσέθηκεν, Τὰ πεπυρωμένα.
20τοιαῦται γάρ εἰσιν αἱ ἐπιθυμίαι. Εἰ δὲ δαίμοσιν ἐπ‐ έταξεν ἡ πίστις, πολλῷ μᾶλλον καὶ τοῖς πάθεσι τῆς ψυχῆς. Καὶ τὴν περικεφαλαίαν, φησὶ, τοῦ σωτη‐ ρίου δέξασθε· τουτέστι, τῆς σωτηρίας ὑμῶν. Περι‐ φράττει γὰρ αὐτοὺς, ὡς εἰς πόλεμον ἐξάγων. Καὶ
25τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἤτοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ πνευματικῇ μα‐ χαίρᾳ. Διὰ γὰρ ταύτης πάντα τέμνεται, διὰ ταύτης πάντα κόπτεται, καὶ τὴν κεφαλὴν τοῦ δράκοντος ἀποτέμνομεν διὰ ταύτης. Διὰ πάσης προσευχῆς
30καὶ δεήσεως, φησὶ, προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυ‐ πνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤ‐
35ῥησίᾳ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤ‐ ῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Καθάπερ τὸ ῥῆμα τοῦ Θεοῦ πάντα ἰσχύει, οὕτω καὶ ὁ τὸ χάρισμα ἔχων τὸ πνευματικόν. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ,
40καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅρα δὲ τὴν σύνεσιν τοῦ μακαρίου τού‐ του. Καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· λοιπὸν πῶς δεῖ τὸν Βασιλέα καλεῖν, ὥστε ὀρέξαι χεῖρα, διδάσκει· Διὰ πάσης προσευχῆς, φησὶ, καὶ
45δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύ‐ ματι. Ἔστι γὰρ μὴ ἐν πνεύματι προσεύχεσθαι, ὅταν τις βαττολογῇ. Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυ‐ πνοῦντες, τουτέστι, νήφοντες. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν Βασιλέα

62

.

169

(50)

ἑστῶτα, ἄγρυπνον καὶ νηφάλιον. Ἐν πάσῃ προσ‐ καρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Τί λέγεις, ὦ μακάριε Παῦλε; τῶν μαθητῶν χρείαν ἔχεις; Καὶ καλῶς εἶπεν, Ἐν
55ἀνοίξει τοῦ στόματός μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν, ἀλλὰ καθὼς εἶπεν ὁ Χριστός· Ὅταν παρα‐ δῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλή‐ σετε· οὕτω πάντα πίστει ἔπραττε, πάντα χάριτι.
60Ἐν παῤῥησίᾳ, φησὶ, γνωρίσαι τὸ μυστή‐ ριον τοῦ Εὐαγγελίου. Τουτέστι, ἵνα ἀπολογήσωμαι,
ὡς χρή. Ἅλυσιν περίκεισαι, καὶ ἑτέρων χρῄζεις;Column end

62

.

170

Ναὶ, φησίν· ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ’ ὅμως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη. Ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤ‐ ῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Τουτέστι, μετὰ
5παῤῥησίας, μετὰ ἀνδρείας, μετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωμαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυ‐ χικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος ἐν Κυρίῳ.
10 βʹ. Ἐπειδὴ δεσμῶν ἐμνήσθη, ἀφίησί τι καὶ τῷ Τυ‐ χικῷ παρ’ ἑαυτοῦ διαλεχθῆναι. Ἃ μὲν γὰρ ἦν δο‐ γμάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ δὲ ἀπαγγελίας ψιλῆς, ταῦτα τῷ κομίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπε. Διὸ καὶ ἐπήγαγεν· Ἵνα
15γνῶτε τὰ περὶ ἡμῶν, τουτέστιν, Ἵνα μάθητε. Τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς, καὶ τὴν ἐκείνων πρὸς αὐτόν. Ὃν ἔπεμψα, φησὶ, πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Οὐχ ἁπλῶς
20τοῦτό φησιν, ἀλλὰ πρότερον εἰπὼν, Ἐνδυσάμενοι καὶ περιζωσάμενοι, ὅπερ τοῦ ἀεὶ προσιέναι καὶ ἀδιαλείπτως ἐστὶ τεκμήριον. Ἄκουε γὰρ τοῦ Προφή‐ του λέγοντος· Γενηθήτω αὐτῷ, ὡς ἱμάτιον ὃ περι‐ βάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζών‐
25νυται. Καὶ τὸν Θεὸν δὲ ὁ Προφήτης φησὶ θώρακα δικαιοσύνης περιβεβλῆσθαι, διὰ τούτου παιδεύων ἡμᾶς, ὅτι ἀεὶ, καὶ οὐ πρὸς καιρὸν βραχὺν δεῖ ταῦτα ἔχειν· ἀεὶ γὰρ πολέμου χρεία. Καὶ ἄλλος ἀλλαχοῦ. Δίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθε. Τὸν γὰρ
30οὕτω τεθωρακισμένον οὐκ ἔνι φοβηθῆναι τὴν παρά‐ ταξιν, ἀλλ’ εἰς μέσους ἅλλεσθαι τοὺς πολεμίους. Καὶ ὁ Ἡσαΐας, Ὡραῖοι, φησὶν, οἱ πόδες τῶν εὐαγγελι‐ ζομένων εἰρήνην. Τίς οὐκ ἂν δράμοι, τίς οὐκ ἂν διακονήσειε τοιούτῳ πράγματι, ὥστε εἰρήνην εὐαγ‐
35γελίζεσθαι καὶ εἰρήνην Θεοῦ πρὸς ἀνθρώπους, εἰρή‐ νην οὐδὲν καμόντων ἀνθρώπων, ἀλλὰ τοῦ Θεοῦ τὸ πᾶν ἐργασαμένου; Τί δέ ἐστιν ἡ ἑτοιμασία τοῦ Εὐαγγελίου, ἀκούσωμεν Ἰωάννου λέγοντος· Ἑτοι‐ μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρί‐
40βους αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος διὰ τὸ βάπτι‐ σμα· ἐπεὶ δὲ καὶ ἄλλης ἑτοιμασίας μετὰ τὸ βάπτι‐ σμα δεῖ, ταύτην δείκνυσιν οὗτος, καὶ λέγει· Ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· αἰνιττό‐ μενος διὰ τούτου, ὥστε μηδὲν ἀνάξιον πράττειν [τῆς
45εἰρήνης]. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ οἱ πόδες εἰσὶ τοῦ βίου σύμβολον, διὰ τοῦτο συνεχῶς παραινῶν λέ‐ γει, Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε, περὶ τοῦ βίου λέγων. Οὐκοῦν ἀξίως πολιτευώμεθα τοῦ εὐαγ‐ γελίου, καὶ βίον καὶ πράξεις καθαρὰς ἐπιδεικνυώ‐

62

.

170

(50)

μεθα διὰ πάσης ἡμῶν τῆς ζωῆς. Εἰρήνη Εὐηγγε‐ λίσθη, δότε τοῖς Εὐαγγελίοις τούτοις ἕτοιμον ὁδόν· ὡς ἐὰν πάλιν ἐχθροὶ γένησθε, οὐκέτι ἐστὶν ἑτοιμασία τῆς εἰρήνης. Ἕτοιμοί ἐστε, μὴ ἀναβάλλεσθε πρὸς εἰρήνην. Καθάπερ ἕτοιμοι ἐγένεσθε πρὸς τὴν εἰρήνην
55καὶ τὴν πίστιν, οὕτω καὶ ἐπιμείνατε. Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόμενος τὰς τῶν ἐναντίων προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα. Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ ὅπλα ἄτρωτα μένει. Πολλὰ δὲ περὶ πίστεως καὶ ἀλλαχοῦ διαλέγεται, μά‐
60λιστα δὲ πρὸς Ἑβραίους γράφων, καὶ περὶ τῆς ἐλπί‐ δος. Πιστεύετε, φησὶ, τοῖς μέλλουσιν ἀγαθοῖς, καὶ
οὐδὲν τούτων τρωθήσεται. Ἐν γὰρ τοῖς δεινοῖς, ἐν169

62

.

171

τοῖς πόνοις τὴν ἐλπίδα προβαλλόμενος καὶ τὴν πίστιν, ἄτρωτα ἐκεῖνα διατηρήσεις. Πιστεῦσαι δεῖ τὸν προσ‐ ερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. Ἡ πίστις θυρεός ἐστι
5σκέπων τοὺς ἀπεριέργως πιστεύοντας· ἐὰν δὲ σοφί‐ σματα ᾖ καὶ λογισμοὶ καὶ εὐθῦναι, οὐκ ἔτι ἐστὶ θυ‐ ρεὸς, ἀλλὰ συμποδίζει ἡμᾶς. Τοιαύτη ἔστω ἡ πίστις, ὥστε συγκαλύπτειν καὶ συσκιάζειν τὸ πᾶν. Μὴ τοίνυν ἔστω βραχεῖα, ὥστε γυμνοὺς τοὺς πόδας, ἢ ἄλλο τι
10μέρος ἐᾷν, ἀλλ’ ἔστω σύμμετρος ὁ θυρεός. Πεπυρω‐ μένα. Πολλοὶ γὰρ διαλογισμοὶ τὴν ψυχὴν καίοντες, πολλαὶ ἀπορίαι, πολλαὶ ἀμηχανίαι, ἀλλὰ πάντα ὄντως ἡ πίστις ἀναπαύει. Πολλὰ ἐνίησιν ὁ διάβολος, ἐμπυ‐ ρίζων ἡμῶν τὴν ψυχὴν, καὶ εἰς ἀμφιβολίαν ἄγων, ὡς
15ὅταν λέγωσί τινες· Ἆρα ἀνάστασις ἔστιν; ἆρα κρίσις; ἆρα ἀνταπόδοσις; Ἀλλ’ ἐὰν τὸν θυρεὸν τῆς πίστεως ἔχῃς, σβέσεις ἐν αὐτῇ τὰ βέλη τοῦ διαβόλου. Ἐπ‐ ῆλθεν ἄτοπός τις ἐν σοὶ ἐπιθυμία, ἀνήφθη πῦρ ἔνδον πονηρῶν λογισμῶν; Προβαλοῦ τὴν πίστιν τῶν μελ‐
20λόντων ἀγαθῶν, καὶ οὐδὲ φανεῖται, ἀλλ’ ἀπολεῖται. Πάντα τὰ βέλη· οὐ τὰ μὲν ναὶ, τὰ δὲ οὔ. Ἄκουε τοῦ Παύλου λέγοντος· Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
25 Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ δίκαιοι; Ἢ οὐ δοκεῖ σοι βέλος εἶναι πεπυρωμένον τὸ καίεσθαι τὸν πατριάρχην τῷ ἔνδον πυρὶ τὸν υἱὸν προσφέροντα; Καὶ ἄλλοι δὲ δίκαιοι πάντα αὐτοῦ τὰ βέλη κατέσβεσαν. Ἄν τε οὖν λογισμοὶ ἐπιστρατεύωνται, ταύτην προ‐
30βαλώμεθα, ἄν τε ἐπιθυμίαι ἄτοποι, ταύτῃ χρώμεθα, ἄν τε πόνοι καὶ ταλαιπωρίαι, ἐπὶ ταύτην ἀναπαυώ‐ μεθα· πάντων τῶν ὅπλων αὕτη ἐστὶ φυλακτήριον· ἂν μὴ ταύτην ἔχωμεν, κἀκεῖνα ταχέως τρωθήσεται. Ἐπὶ πᾶσι, φησὶν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πί‐
35στεως. Τί ἐστιν, Ἐπὶ πᾶσι; Καὶ ἐν τῇ ἀληθείᾳ, καὶ ἐν τῇ δικαιοσύνῃ, καὶ ἐν τῇ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου. Τουτέστι, ταύτης πάντα ταῦτα χρῄζει. Διὰ τοῦτο ἐπήγαγε· Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέ‐ ξασθε, τουτέστιν, ἐν ἀσφαλείᾳ λοιπὸν γενέσθαι διὰ
40ταύτης δυνήσεσθε, καὶ πάντα κίνδυνον ἐκφυγεῖν. Καθάπερ γὰρ ἡ περικεφαλαία πάντοθεν ἀκριβῶς κα‐ λύπτουσα τὴν κεφαλὴν, οὐκ ἀφίησί τι δεινὸν παθεῖν, ἀλλὰ σώζει· οὕτω καὶ ἡ πίστις ἀντὶ θυρεοῦ γίνεται, καὶ ἀντὶ περικεφαλαίας σωτηρίου. Ἂν σβέσωμεν αὐ‐
45τοῦ τὰ βέλη, ταχέως καὶ τοὺς σώζοντας λογισμοὺς δεξόμεθα τοὺς τὸ ἡγεμονικὸν ἡμῶν οὐκ ἐῶντάς τι πα‐ θεῖν. Ἐὰν γὰρ οὗτοι σβεννύωνται οἱ λογισμοὶ οἱ ἐναν‐ τίοι, ταχέως οἱ μὴ τοιοῦτοι, ἀλλὰ σώζοντες ἡμᾶς καὶ εὐέλπιδας ποιοῦντες, ἐν ἡμῖν τεχθήσονται, καὶ καθά‐

62

.

171

(50)

περ περικεφαλαία τῇ κεφαλῇ, τῷ ἡγεμονικῷ ἡμῶν ἐγκείσονται. γʹ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν μάχαιραν δεξόμεθα τοῦ Πνεύματος, ὥστε μηκέτι ἀσφαλίζεσθαι μόνον τὰ πεμπόμενα, ἀλλὰ καὶ αὐτὸν πλήττειν τὸν
55διάβολον. Ψυχὴ γὰρ μὴ ἀπογνοῦσα ἑαυτῆς, μηδὲ δεχομένη τὰ πεπυρωμένα βέλη, μετὰ πολλῆς τῆς προθυμίας στήσεται κατὰ τοῦ Ἐχθροῦ, ἀναῤῥήξει αὐ‐ τοῦ τὸν θώρακα τῇ μαχαίρᾳ ταύτῃ, δι’ ἧς ἀνέῤῥηξε καὶ τὰ νοήματα αὐτοῦ ᾐχμαλώτευσε Παῦλος· ἀπο‐
60τεμεῖ καὶ καρατομήσει τὸν δράκοντα. Ὅ ἐστι ῥῆμαColumn end

62

.

172

Θεοῦ. Ῥῆμα Θεοῦ ἤτοι τὸ πρόσταγμά φησιν ἐν‐ ταῦθα, ἢ τὸ κέλευσμα· ὅπερ καὶ οἱ ἀπόστολοι θαυ‐ ματουργοῦντες πανταχοῦ ἐν τῷ ὀνόματι Ἰησοῦ Χρι‐ στοῦ ἔλεγον. Μόνον καὶ ἡμεῖς ἐν πᾶσι τὰ προστάγ‐
5ματα τοῦ Θεοῦ διατηρῶμεν· ἐὰν γὰρ ποιῶμεν αὐτὰ, διὰ τούτων αὐτὸν ἀνελοῦμεν καὶ κτενοῦμεν τὸν δρά‐ κοντα, τὸν ὄφιν τὸν σκολιόν. Καὶ σκόπει μοι σύνεσιν ἐνταῦθα τοῦ Παύλου. Ἐπειδὴ γὰρ εἶπε, Δυνήσεσθε τὰ βέλη τοῦ διαβόλου τὰ πεπυρωμένα σβέσαι, ἵνα
10μὴ αὐτοὺς φυσήσῃ, δείκνυσι μάλιστα πάντων πρὸς τοῦτο τοῦ Θεοῦ δεομένους. Τί γάρ φησι; Διὰ πάσης προσευχῆς καὶ δεήσεως. Ὡσεὶ ἔλεγε· Ταῦτα ἔσται, καὶ κατορθώσετε τὸ πᾶν προσευχόμενοι· μηδέποτε δὲ προσιὼν, ὑπὲρ σαυτοῦ μόνου ἀξίου, καὶ οὕτω τὸν
15Θεὸν ἵλεων ἕξεις. Διὰ πάσης, φησὶ, προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύ‐ ματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων. Μή μοι καιροὺς ὅριζε τῆς ἡμέρας· ἄκουε γὰρ
20τί φησιν· Ἐν παντὶ καιρῷ πρόσιθι. Ἀδιαλείπτως, φησὶ, προσευχόμενοι. Οὐκ ἤκουσας τῆς χήρας ἐκεί‐ νης, πῶς τῇ προσεδρείᾳ περιεγένετο; οὐκ ἤκουσας τοῦ φίλου ἐκείνου τοῦ μέσων νυκτῶν τῇ εὐτονίᾳ δυσ‐ ωπήσαντος; οὐκ ἤκουσας περὶ τῆς Συροφοινίσσης,
25πῶς τῇ συνεχείᾳ τῆς ἐντεύξεως τὸν Δεσπότην ἐξεκα‐ λέσατο; Οὗτοι πάντες τῇ προσεδρείᾳ ἤνυσαν. Προσ‐ ευχόμενοι, φησὶν, ἐν παντὶ καιρῷ ἐν πνεύματι. Τουτέστι, Τὰ κατὰ Θεὸν ζητῶμεν, μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Οὐ τοίνυν τοῦ ἀδιαλείπτως προσεύ‐
30χεσθαι χρεία μόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας· Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες. Εἴτε παννυχίδας ἐνταῦθα λέγει, εἴτε τὴν νῆψιν τῆς ψυχῆς, ἀμφότερα δέχομαι. Ὁρᾷς πῶς ἠγρύπνει ἐκείνη ἡ Χαναναία, ὅτι καὶ τοῦ Κυρίου μὴ ἀποκρινομένου, ἀλλὰ καὶ ἀπο‐
35σειομένου, καὶ κυνάριον αὐτὴν καλέσαντος, ἐκείνη ἔλεγε, Ναὶ, Κύριε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυ‐ ρίων αὐτῶν· καὶ οὐκ ἀφίστατο, ἕως ἐπέτυχε τῆς αἰτήσεως; πῶς δὲ ἡ χήρα ἐκείνη ἔκραζε, καὶ μέχρι
40τοσούτου ἐπέμεινεν, ἕως ὅτου τὸν ἄρχοντα, τὸν μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἄνθρωπον αἰδούμενον ἠδυνήθη δυσωπῆσαι; πῶς δὲ ὁ φίλος ἐπέμενεν ἀωρὶ τῶν νυκτῶν παραμένων, ἕως ὅτου ἐγερθῆναι παρ‐ εσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ; Τοῦτό
45ἐστιν ἀγρυπνεῖν. Βούλει μαθεῖν ἀγρυπνίαν ψυχῆς; ἄπιθι πρὸς τὴν Ἄνναν, ἄκουσον αὐτῶν τῶν ῥημάτων αὐτῆς· Ἀδωναῒ, Ἐλωῒ Σαβαώθ. Μᾶλλον δὲ τὰ πρὸ τῶν ῥημάτων ἄκουσον. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς

62

.

172

(50)

ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρῆσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡμεῖς νήστεις ὄντες καὶ ἄσι‐ τοι, μόλις οὕτως εὐχόμεθα, μᾶλλον δὲ οὐδέποτε οὕ‐
55τως εὐχόμεθα, πολλῷ μᾶλλον ἐκείνη μετὰ τράπεζαν οὐκ ἂν οὕτως ηὔξατο, εἰ μὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύου‐
60σαν. Καὶ κατέστη, φησὶν, ἐνώπιον Κυρίου, καὶ τί φησιν; Ἀδωναῒ Κύριε, Ἐλωῒ Σαβαώθ. Τοῦτο δὲ
ἑρμηνευόμενόν ἐστι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων.171

62

.

173

Προέτρεχε τῆς γλώττης τὰ δάκρυα· τούτοις ἐπι‐ κάμπτειν τὸν Θεὸν ἤλπιζεν. Ἔνθα δάκρυα, πάντως ἐκεῖ καὶ θλῖψις· ἔνθα θλῖψις, καὶ φιλοσοφία πολλὴ καὶ προσοχή. Ἐὰν ἀκούων εἰσακούσῃ, φησὶ, τῆς
5προσευχῆς τῆς δούλης σου, καὶ δῷς μοι υἱὸν, δώσω αὐτὸν δοτὸν τῷ Κυρίῳ πάντα τὸν χρόνον. Οὐκ εἶπεν, ἐνιαυτὸν μόνον ἢ δύο, καθάπερ ἡμεῖς· οὐδὲ εἶπεν, Ἐὰν δῷς μοι παιδίον, δίδωμι χρήματα· ἀλλ’, Ὁλόκληρον αὐτὸ τὸ δῶρον ἀντιδίδωμι, τὸν πρωτότο‐
10κον, τὸν τῆς εὐχῆς υἱόν. Αὕτη θυγάτηρ ἦν τοῦ Ἀβραάμ. Ἐκεῖνος αἰτηθεὶς, ἔδωκεν· αὕτη δὲ καὶ πρὸ τῆς αἰτήσεως δίδωσιν. Ἀλλ’ ὅρα καὶ ἐντεῦθεν αὐτῆς τὴν εὐλάβειαν. Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόμενος ἀνύσαι
15προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος οὐδὲ χασμώ‐ μενος οὐδὲ ἐκλελυμένος οὐδὲ κνώμενος οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι; μὴ γὰρ οὐκ ᾔδει καὶ πρὸ τῆς αἰτήσεως τὴν ἐπιθυ‐ μίαν τῆς γυναικός; ἀλλ’ εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως,
20οὐκ ἂν ἐφάνη τῆς γυναικὸς ἡ προθυμία, οὐκ ἂν γέγο‐ νεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐκτήσατο μισθόν. Ὥστε ἡ ἀναβολὴ, οὐχὶ φθόνου ἐστὶν οὐδὲ βα‐ σκανίας, ἀλλὰ κηδεμονίας. δʹ. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ὅτι
25ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, καὶ ὅτι παρ‐ ώργιζεν αὐτὴν ἡ ἀντίζηλος αὐτῆς, ἐννόησον ὅτι τὴν φιλοσοφίαν δεῖξαι βούλεται τῆς γυναικός. Σκόπει γάρ· Εἶχε τὸν ἄνδρα δεδουλωμένον· ἔλεγε γὰρ πρὸς αὐτήν· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Καὶ
30παρώργιζεν αὐτὴν, φησὶν, ἡ ἀντίζηλος αὐτῆς· τουτέστιν, ὠνείδιζεν, ἐφήλλετο· καὶ οὐδέποτε αὐτὴν ἠμύνατο, οὐδὲ κατηύξατο αὐτῆς, οὐδὲ εἶπεν· Ἐπειδὴ ὀνειδίζει μοι ἡ ἀντίζηλος, ἐκδίκησόν με. Εἶχεν ἐκείνη παιδία, ἀλλ’ εἶχεν αὕτη τὴν ἀγάπην τὴν τοῦ ἀνδρὸς
35ἀντίῤῥοπον. Τούτῳ γοῦν αὐτὴν καὶ παρεμυθήσατο λέγων· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Ἀλλὰ πάλιν ἴδωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν. Καὶ ἐλογίσατο αὐτὴν, φησὶν, Ἠλεὶ εἰς μεθύουσαν. Ἀλλ’ ὅρα καὶ πρὸς αὐτὸν τί φησι· Μὴ δῷς τὴν δού‐
40λην σου εἰς θυγατέρα λύμης, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν. Τοῦτο ἀλη‐ θῶς καρδίας συντετριμμένης, ὅταν πρὸς τοὺς ὑβρίζοντας μὴ χαλεπαίνωμεν, ὅταν μὴ δυσχεραίνω‐ μεν, ὅταν ἀπολογώμεθα. Οὐδὲν οὕτω ποιεῖ καρδίαν
45φιλόσοφον, ὡς θλῖψις· οὐδὲν οὕτω πρᾶγμα ἡδὺ, ὡς πένθος τὸ κατὰ Θεόν. Ἐκ πλήθους, φησὶν, ἀδολε‐ σχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν. Ταύτην μιμώ‐ μεθα ἅπαντες. Ἀκούετε ὅσαι στεῖραι, ἀκούετε ὅσαι παίδων ἐρᾶτε, ἀκούετε καὶ ἄνδρες καὶ γυναῖκες· καὶ

62

.

173

(50)

γὰρ καὶ ἄνδρες συνεβάλλοντο πολλάκις. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Καὶ ἐδεῖτο Ἰσαὰκ Ῥεβέκκα τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Μεγάλα γὰρ δύναται ἡ εὐχή. Ἐν πάσῃ, φησὶ, προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ
55ἐμοῦ, ἑαυτὸν ἔσχατον τιθείς. Τί ποιεῖς, ὦ μακάριε Παῦλε, ἑαυτὸν ἔσχατον τιθείς; Ναὶ, φησὶν, Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤ‐ ῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει. Ποῦ πρεσβεύεις;
60Πρὸς ἀνθρώπους, φησί. Βαβαὶ τῆς φιλανθρωπίας τοῦ
Θεοῦ! Ἔπεμψε πρεσβεύοντας ἐκ τῶν οὐρανῶν ὑπὲρColumn end

62

.

174

αὐτοῦ, ὑπὲρ εἰρήνης, καὶ λαβόντες ἔδησαν αὐτοὺς οἱ ἄνθρωποι, καὶ οὐδὲ τὸν κοινὸν νόμον ᾐδέσθησαν, ὅτι ὁ πρεσβεύων οὐδέποτε πάσχει τι κακόν. Ἀλλ’ ὅμως ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Ἡ ἅλυσις ἐπίκειται
5τὴν παῤῥησίαν ἐπιστομίζουσα, ἀλλ’ ἡ εὐχὴ ἡ ὑμετέρα ἀνοίγει μου τὸ στόμα, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι· τουτέστιν, Ἵνα πάντα ἃ ἐπέμ‐ φθην εἰπεῖν, εἴπω. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχι‐
10κὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται, ἀλλὰ πάντα ἀληθεύσει. Ὃν ἔπεμψα πρὸς ὑμᾶς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Βαβαὶ, πόση ἡ ἀγάπη! Ἵνα μὴ ἐξῇ,
15φησὶ, τοῖς βουλομένοις πτοεῖν ὑμᾶς· εἰκὸς γὰρ αὐ‐ τοὺς ἐν δεινοῖς εἶναι· τὸ γὰρ, Παρακαλέσει τὰς καρδίας ὑμῶν, τοῦτο αἰνίττεται. Ἵνα μὴ ἀφῇ, φησὶ, καταπεσεῖν. Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ
20Χριστοῦ. Ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ ἀγάπην μετὰ πίστεως. Καλῶς εἶπε· βούλεται γὰρ μὴ ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναμιγνύναι. Ἢ τοῦτο, ἢ ἐκεῖνό φησιν, ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν, ὥστε θαῤῥεῖν καὶ περὶ τῶν
25μελλόντων. Ἡ εἰρήνη πρὸς τὸν Θεὸν, καὶ ἡ ἀγάπη. Ἐὰν γὰρ εἰρήνη ᾖ, καὶ ἀγάπη ἔσται· ἂν ἀγάπη, καὶ εἰρήνη ἔσται. Μετὰ πίστεως. Οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς· μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο ἀγάπη ἑτέρως. Καὶ χάρις μετὰ πάντων τῶν ἀγα‐
30πώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. Ἐνταῦθα διεῖλε, τὴν εἰρήνην κατ’ ἰδίαν θεὶς, καὶ τὴν χάριν. Ἐν ἀφθαρσίᾳ, φησὶν, Ἀμήν. Τί ἐστιν, Ἐν ἀφθαρσίᾳ; Ἤτοι ἐν κοσμιότητι, ἢ ὑπὲρ τῶν ἀφθάρτων· οἷον μὴ ἐν
35πλούτῳ, μηδὲ ἐν δόξῃ, ἀλλ’ ἐν ἐκείνοις τοῖς ἀφθάρ‐ τοις. Τὸ, ἐν, διά ἐστι. Διὰ ἀφθαρσίας, φησί· τουτέστι, δι’ ἀρετῆς. Πᾶσα γὰρ ἁμαρτία φθορά· καὶ καθάπερ τὴν παρθένον φθείρεσθαι λέγομεν, οὕτω καὶ τὴν ψυχήν. Διὰ τοῦτο Παῦλος ἔλεγε· Μή πως φθαρῇ
40τὰ νοήματα ὑμῶν· καὶ πάλιν ἀλλαχοῦ, Ἐν τῇ δι‐ δασκαλίᾳ ἀδιαφθορίαν, φησί. εʹ. Τί γὰρ, εἰπέ μοι, φθορὰ σώματος; οὐχὶ διάλυσις τοῦ παντὸς, καὶ τῆς συνθέσεως αὐτῆς; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς γίνεται, τῆς ἁμαρτίας εἰσελθούσης.
45Κάλλος γὰρ ψυχῆς σωφροσύνη, δικαιοσύνη· ὑγίεια ψυχῆς ἀνδρεία, φρόνησις. Ὅ τε γὰρ αἰσχρὸς δυσει‐ δὴς, ὅ τε πλεονέκτης, ὅ τε τοῖς πονηροῖς πράγμασιν ἑαυτὸν ἐκδιδοὺς, ὅ τε δειλὸς, ἄνανδρος καὶ ἀσθενὴς καχεκτεῖ. Ὅτι δὲ αἱ ἁμαρτίαι φθορὰν ἐργάζονται,

62

.

174

(50)

ἐντεῦθεν δῆλον· καὶ γὰρ αἰσχροὺς ποιοῦσι καὶ ἀσθε‐ νεῖς, καὶ κάμνειν παρασκευάζουσι. Φθαρῆναι γὰρ τὴν παρθένον καὶ διὰ τοῦτο κυρίως λέγομεν, οὐχ ὅτι τὸ σῶμα φθείρεται μόνον, ἀλλὰ διὰ τὴν παρανομίαν· τὸ γὰρ γινόμενον μῖξίς ἐστιν· εἰ δὲ τοῦτο ἦν ἡ φθορὰ,
55ἦν ἂν καὶ γάμος φθορά. Ὥστε οὐχ ἡ μῖξις φθορὰ, ἀλλ’ ἡ ἁμαρτία· ᾔσχυνε γὰρ αὐτήν. Σκόπει δὲ καὶ ἄλλως· φθορὰ οἰκίας τί γένοιτο ἂν, ἢ διάλυσις; Καὶ πανταχοῦ ἡ φθορὰ μεταβολή τίς ἐστιν ἐπὶ τὸ χεῖρον, ἐφ’ ἑτέραν ἕξιν καὶ ἀφανισμὸν τοῦ προτέρου γινο‐
60μένη. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Κατ‐
έφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς· καὶ πάλιν,173

62

.

175

Ἐν καταφθορᾷ ἀνυπομονήτῳ· καὶ πάλιν, Ἄν‐ θρωποι κατεφθαρμένοι τὸν νοῦν. Φθαρτὸν ἡμῖν τὸ σῶμά ἐστιν, ἀλλ’ ἄφθαρτος ἡ ψυχή. Μὴ δὴ οὖν καὶ αὐτὴν φθείρωμεν· τοῦτο ἡ ἁμαρτία εἰρ‐
5γάσατο ἡ προτέρα· ἡ δὲ μετὰ τὸ λουτρὸν καὶ τὴν ψυχὴν φθεῖραι δύναται, καὶ εὐάλωτον ποιῆ‐ σαι τῷ σκώληκι τῷ ἀθανάτῳ· οὐ γὰρ ἂν ἥψατο, εἰ μὴ φθαρτὴν εὗρε ψυχήν. Ἀδάμαντος σκώληξ οὐχ ἅπτεται· κἂν ἅψηται, οὐδὲν εἰργάσατο. Μὴ δὴ
10φθείρῃς τὴν ψυχήν· τὸ γὰρ φθειρόμενον δυσωδίας ἐστὶ μεστόν. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀλλ’ αὕτη ἡ φθορὰ ἐνδύσεται ἀφθαρσίαν, ἐκείνη δὲ οὐκέτι· ἔνθα
15γὰρ ἀφθαρσία, φθορὰ οὐκ ἔστιν. Ὥστε φθορὰ ἄφ‐ θαρτός ἐστι, τέλος οὐκ ἔχουσα, θάνατος ἀθάνατος. Ὅπερ ἔμελλε γίνεσθαι, εἰ τὸ σῶμα ἔμεινεν ἀθάνατον. Οὕτως ἂν φθορὰν ἔχοντες ἀπέλθωμεν ἐκεῖ, ἄφθαρ‐ τον καὶ ἀτελεύτητον ἕξομεν τὴν φθοράν. Τὸ γὰρ
20καίεσθαι καὶ σκώληκι διαπαντὸς δαπανᾶσθαι, φθορά ἐστιν ἄφθαρτος· οἷον ἦν καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ· ἐφθείρετο, καὶ οὐκ ἀπώλλυτο, καὶ ταῦτα χρόνου πολλοῦ προβεβηκότος· ἀλλ’ ἀεὶ ἔτηκε βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται
25τότε, τῶν σκωλήκων αὐτῇ περιεστώτων καὶ διατρω‐ γόντων, οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶ ἑκατὸν, οὐδὲ ἐπὶ μυρίοις, ἀλλ’ ἐπὶ ἀτελευτήτοις· Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησί. Φοβηθῶμεν τοίνυν, παρακαλῶ,
30δείσωμεν τὰ ῥήματα, ἵνα μὴ περιπέσωμεν τοῖς πράγ‐ μασι. Φθορὰ ἡ πλεονεξία ἐστὶ, φθορὰ πασῶν χαλε‐
πωτέρα, εἰς εἰδωλολατρείαν ἄγουσα. Φύγωμεν τὴνColumn end

62

.

176

φθορὰν, ἑλώμεθα τὴν ἀφθαρσίαν. Ἐπλεονέκτησας τὸν δεῖνα; Τὰ μὲν πλεονεκτηθέντα φθείρεται, ἡ δὲ πλεονεξία μένει, φθορὰ ἀφθαρσίας ὑπόθεσις γινομέ‐ νη· ἡ μὲν ἀπόλαυσις παρέρχεται, ἄφθαρτος δὲ ἡ
5ἁμαρτία μένει. Δεινὸν κακὸν μὴ ἐν τῷ παρόντι βίῳ ἅπαντα ἀποδύσασθαι· μεγάλη συμφορὰ φορτία ἁμαρ‐ τημάτων ἔχοντας ἀπελθεῖν ἐκεῖ. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Κριτήριόν ἐστιν ἐκεῖ, μετανοίας λοιπὸν οὐκέτι καιρός. Πόσα
10ἀπωδύρατο ὁ πλούσιος τότε! ἀλλ’ ὅμως οὐδὲν ἤνυσε. Πόσα εἶπον οἱ μὴ θρέψαντες τὸν Χριστόν! ἀλλ’ ὅμως ἀπήχθησαν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πόσα οἱ τὴν ἀνο‐ μίαν ἐργασάμενοι τότε εἶπον, Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου προεφητεύσαμεν, καὶ ἐν τῷ ὀνόματί
15σου δαιμόνια ἐξεβάλομεν! ἀλλ’ ὅμως οὐκ ἐγνω‐ ρίσθησαν. Πάντα τότε μὲν γίνεται ταῦτα· οὐδε‐ μία δὲ ὄνησις, ἐὰν μὴ νῦν γένηται. Φοβηθῶμεν οὖν, μή ποτε εἴπωμεν τότε· Κύριε, πότε σε εἴδο‐ μεν πεινῶντα, καὶ οὐκ ἐθρέψαμεν; Νῦν αὐτὸν
20θρέψωμεν, μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, μηδὲ τρίτην· Ἐλεημοσύναι γὰρ, φησὶ, καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον· ἐπεὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ’ οὐ διαρκές. Ὥστε πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ ὡς
25ἐλαίαν ἡμᾶς εἶναι κατάκαρπον δεῖ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννοήσωμεν οὖν ὅσα ἡμῶν ἕκαστος ἔχει φορ‐ τία ἁμαρτημάτων, καὶ ἀντιῤῥόπους ποιήσωμεν τὰς φιλανθρωπίας, μᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα μὴ μόνον σβεσθῶσιν αἱ ἁμαρτίαι, ἀλλ’ ἵνα καὶ εἰς δικαιο‐
30σύνην ἡμῖν λογισθῶσιν αἱ δικαιοσύναι. Ἂν γὰρ μὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήματα ἀποδύ‐ σασθαι, καὶ ἐκ τῶν ὑποληφθέντων εἰς δικαιοσύνην ἡμῖν λογισθῆναι, οὐδεὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολά‐ σεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγῆναι, χάριτι
35καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’
οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.175