TLG 2062 157 :: JOANNES CHRYSOSTOMUS :: In epistulam ii ad Corinthios (homiliae 1–30) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In epistulam ii ad Corinthios (homiliae 1–30) Citation: Vol — pg — (ln) | ||
61.381(41t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
42t | ΙΩΑΝΝΟΥ | |
---|---|---|
43t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ | |
44t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ | |
45t | ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. | |
46 | ΟΜΙΛΙΑ Αʹ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε‐ λήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκ‐ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς | |
61.381(50) | ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χά‐ ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα‐ | |
τὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή‐ | Column end | |
61.382(47) | σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς πα‐ | |
61.382(50) | ρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. αʹ. Ἄξιον ζητῆσαι πρότερον, τίνος ἕνεκεν δευτέραν προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε | |
οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ τῆς | 381 | |
61.383 | παρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθη‐ σιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσο‐ μαι πρὸς ὑμᾶς, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, καὶ πρὸς τῷ | |
5 | τέλει πάλιν προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόμενος· Ἐλεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς, ὅταν Μακεδο‐ νίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω· πολλοῦ μεταξὺ γενομένου χρόνου οὐ παρεγένετο, | |
10 | ἀλλὰ καὶ τῆς προθεσμίας παρελθούσης, ἔμελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύματος αὐτὸν κατέχοντος ἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις. Διὰ τοῦτο ἐπιστολῆς ἐδεήθη δευτέρας, οὐκ ἂν δεηθεὶς εἰ παρὰ μικρὸν ὑστέρησεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ὅτι | |
15 | καὶ βελτίους ἦσαν ἀπὸ τῆς προτέρας γεγενη‐ μένοι. Καὶ γὰρ τὸν πεπορνευκότα, ὃν πρότερον συν‐ εκρότουν, καὶ ἐφ’ ᾧ μέγα ἐφρόνουν, τοῦτον ἐξέκοψαν καὶ ἀφώρισαν παντελῶς. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ | |
20 | ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκα‐ νὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ προϊὼν πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων· Ἰδοὺ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατ‐ ειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, | |
25 | ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθη‐ σιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συν‐ εστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ τὴν εὐλογίαν δὲ, ἣν ἐκέλευσε, μετὰ πολλῆς συν‐ ήγαγον τῆς σπουδῆς· διὸ καὶ ἔλεγεν· Οἶδα γὰρ τὴν | |
30 | προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακε‐ δόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀποπέρυσι. Καὶ τὸν Τίτον, ὃν ἔπεμψε, μετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας. Καὶ τοῦτο αὐτὸ δεικνὺς πάλιν ἔλεγεν, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς | |
35 | ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπ‐ ακοὴν, ὥστε μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Διὰ ταῦτα πάντα γράφει τὴν δευτέραν Ἐπι‐ στολήν. Καὶ γὰρ ἐχρῆν, ὥσπερ ἡνίκα ἡμάρτανον ἐν‐ εκάλει, οὕτω διορθωθέντας ἀποδέξασθαι καὶ ἐπαινέ‐ | |
40 | σαι. Διόπερ οὐδὲ καταφορικωτέρα ἐστὶ πᾶσα ἡ Ἐπι‐ στολὴ, ἀλλ’ ὀλίγα τοῦ τέλους αὐτῆς μέρη. Καὶ γὰρ ἦσαν καὶ παρ’ αὐτοῖς ἐξ Ἰουδαίων μέγα φρονοῦντες, καὶ Παῦλον διαβάλλοντες ὡς ἀλαζόνα καὶ οὐδενὸς ἄξιον λόγου· διὸ καὶ ἔλεγον· Αἱ μὲν ἐπιστολαὶ βα‐ | |
45 | ρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ὃ δὲ ἔλεγον τοῦτο ἦν· Ὅταν μὲν παρῇ, φησὶν, οὐδενὸς ἄξιος φαίνεται· τοῦτο γάρ ἐστιν, Ἡ παρουσία τοῦ σώματος ἀσθενής· ἀπελθὼν δὲ κομπάζει μεγάλα, δι’ ὧν ἐπιστέλλει· τὸ | |
61.383(50) | γὰρ, Αἱ ἐπιστολαὶ βαρεῖαι, τοῦτο σημαίνει. Καὶ ἵνα δόξωσι τὰ καθ’ ἑαυτοὺς σεμνοποιεῖν, ὑπεκρίνοντο μὴ λαμβάνειν. Ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Μετὰ δὲ τούτων καὶ τὴν ἀπὸ τοῦ λόγου δύνα‐ | |
55 | μιν ἔχοντες αὐτόθι, σφόδρα ἐπῄροντο. Διὸ καὶ ἰδιώτην ἑαυτὸν καλεῖ, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τούτῳ, οὐδὲ μέγα τι κτῆμα, τοὐναντίον μὲν οὖν ἡγεῖται. Ἐπεὶ | |
οὖν εἰκὸς ἦν τινας ὑπὸ τούτων παραπείθεσθαι, πρό‐ | Column end | |
61.384 | τερον αὐτοὺς ἐγκωμιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶ τοῖς Ἰουδαϊκοῖς κατα‐ βαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονεί‐ κουν, τότε συμμέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται | |
5 | ἐπίπληξιν. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς, ὡς ἄν τις ἐν κεφαλαίῳ καὶ παρατρέχων εἴποι, αὕτη μοι εἶναι δοκεῖ. Δεῖ δὲ αὐτοῦ τοῦ προοιμίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν, καὶ μετὰ τὴν εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ | |
10 | τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τέως μέντοι αὐτὴν τὴν ἀρχὴν ἀναγκαῖον εἰπεῖν, καὶ ζητῆσαι πῶς τὸν Τιμό‐ θεον ἐνταῦθα ἑαυτῷ συντάττει. Παῦλος γὰρ, φησὶν, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Καὶ γὰρ ἐν τῇ προτέρᾳ | |
15 | Ἐπιστολῇ ἐπηγγέλλετο αὐτὸν πέμπειν, καὶ παρήγ‐ γελλε λέγων· Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· πῶς οὖν ἐνταῦθα αὐτὸν ἑαυτῷ ἐν τῷ προοιμίῳ συντάττει; Παραγενό‐ μενος κατὰ τὴν ὑπόσχεσιν τοῦ διδασκάλου (Ἔπεμψα | |
20 | γὰρ ὑμῖν Τιμόθεον, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ), καὶ διορθώσας ἅπαντα, ἐπανῆλθε. Καὶ γὰρ πέμπων αὐτὸν ἔλεγε· Προπέμ‐ ψατε αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέ‐ χομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. | |
25 | βʹ. Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας μετ’ αὐτοῦ (Ἐπιμενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν εἰς Μα‐ κεδονίαν διέβη, εἰκότως αὐτὸν ἅτε παρόντα ἑαυτῷ συντάττει λοιπόν. Καὶ γὰρ τότε μὲν ἐξ Ἀσίας, νῦν | |
30 | δὲ ἀπὸ Μακεδονίας ἐπιστέλλει. Συνέταξε δὲ αὐτὸν, ἐκεῖνόν τε σεμνότερον ταύτῃ ποιῶν, καὶ τὴν πολλὴν ἑαυτοῦ ταπεινοφροσύνην ἐνδεικνύμενος· καὶ γὰρ καταδεέστερος αὐτοῦ ἦν, ἀλλ’ ἡ ἀγάπη πάντα συν‐ άγει. Διὸ καὶ πανταχοῦ αὐτὸν ἑαυτῷ ἐξισάζει, νῦν μὲν | |
35 | λέγων· Ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσε· νῦν δὲ, Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ· ἐνταῦθα δὲ καὶ ἀδελφὸν καλεῖ, διὰ πάντων αἰδέσιμον αὐτὸν Κορινθίοις καθιστάς. Καὶ γὰρ ἦν παραγεγο‐ νὼς, ὥσπερ ἔφην, αὐτόθι, καὶ πεῖραν τῆς αὐτοῦ | |
40 | δεδωκὼς ἀρετῆς. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συν‐ άγων πάντας εἰς ἓν καὶ συνδέων. Οὐ γὰρ ἂν γένοιτο Ἐκκλησία μία, διεσπασμένων τῶν ἐν αὐτῇ, καὶ κατ’ ἀλλήλων ἑστώτων. Σὺν τοῖς ἁγίοις πᾶσι τοῖς | |
45 | οὖσιν ἐν ὅλη τῇ Ἀχαΐᾳ. Ἅμα καὶ τιμᾷ Κοριν‐ θίους, διὰ τῆς τούτων Ἐπιστολῆς πάντας προσαγο‐ ρεύων, καὶ ὁλόκληρον συνάγει τὸ ἔθνος. Ἁγίους δὲ καλεῖ, δεικνὺς ὅτι εἴ τις ἀκάθαρτος, ἐκτός ἐστι τῆς προσηγορίας ταύτης. Διὰ τί δὲ τῇ μητροπόλει γρά‐ | |
61.384(50) | φων, πᾶσι δι’ αὐτῆς ἐπιστέλλει, οὐ πανταχοῦ τοῦτο ποιῶν; Θεσσαλονικεῦσι γοῦν ἐπιστέλλων οὐ δήπου καὶ Μακεδόσιν ἐπέστελλε· καὶ Ἐφεσίοις γράφων, ὁμοίως οὐ περιέλαβε τὴν Ἀσίαν ἅπασαν· καὶ ἡ πρὸς Ῥωμαίους δὲ Ἐπιστολὴ, οὐχὶ καὶ τοῖς τὴν Ἰταλίαν | |
55 | οἰκοῦσίν ἐστιν ἐπεσταλμένη. Ἀλλ’ ἐνταῦθα αὐτὸ ποιεῖ, καὶ ἐν τῇ πρὸς Γαλάτας. Οὐδὲ γὰρ ἐκεῖ μιᾷ πόλει, | |
καὶ δύο καὶ τρισὶν, ἀλλὰ τοῖς πανταχοῦ διεσπαρμένοις | 383 | |
61.385 | ἐπιστέλλει, λέγων· Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰη‐ σοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελ‐ | |
5 | φοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, χάρις ὑμῖν καὶ εἰρήνη. Καὶ Ἑβραίοις δὲ μίαν ἅπασιν ἔγραψεν Ἐπιστολὴν, οὐδὲ τούτους διελὼν κατὰ πόλεις. Τί ποτ’ οὖν ἐστι τὸ αἴτιον; Ἐμοὶ δοκεῖ τὸ κοινὰ τὰ νοσή‐ ματα εἶναι ἐνταῦθα· διὸ καὶ κοινὴν ποιεῖται τὴν Ἐπι‐ | |
10 | στολὴν, ἐπειδὴ καὶ κοινῆς ἐδέοντο τῆς διορθώσεως. Καὶ γὰρ Γαλάται πάντες ἐνόσουν, καὶ Ἑβραῖοι· οἶμαι δὲ καὶ οὗτοι. Συναγαγὼν τοίνυν ἅπαν τὸ ἔθνος, καὶ προσειπὼν αὐτοὺς, ὡς πάντας αὐτῷ προσαγο‐ ρεύειν νόμος ἦν· Χάρις γὰρ ὑμῖν καὶ εἰρήνη, φησὶν, | |
15 | ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ· ἄκουσον πῶς καταλλήλως ἄρχεται τῇ προ‐ κειμένῃ ὑποθέσει· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Καὶ | |
20 | ποῦ τοῦτο κατάλληλον τῇ προκειμένῃ ὑποθέσει, φησί; Καὶ σφόδρα μὲν οὖν. Σκόπει δέ· Ἐλύπει λίαν αὐτοὺς καὶ ἐθορύβει τὸ μὴ παραγενέσθαι ἐκεῖ τὸν Ἀπό‐ στολον, καὶ ταῦτα ἐπαγγειλάμενον, ἀλλὰ τὸν ἅπαντα ἐν Μακεδονίᾳ ἀναλῶσαι χρόνον, καὶ δοκεῖν αὐτῶν | |
25 | ἑτέρους προτετιμηκέναι. Διὰ τοῦτο πρὸς τοῦτο ἱστά‐ μενος τὸ θορυβοῦν, λέγει τὴν αἰτίαν δι’ ἣν οὐ παρ‐ εγένετο· οὐ μὴν ἐξ εὐθείας αὐτὴν τίθησιν, οὐδὲ λέγει, ὅτι Οἶδα μὲν ὑποσχόμενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ μὴ καταγνῶτέ | |
30 | τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν· ἀλλ’ ἑτέρως αὐτὸ καὶ μεγαλοπρεπέστερον καὶ ἀξιοπιστότερον κατα‐ σκευάζει, ἐπαίρων τῇ παραμυθίᾳ τὸ πρᾶγμα, ἵνα μηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι’ ἣν ὑστέρησε. Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάμενος ἐλθεῖν | |
35 | πρός τινα ποθούμενον, εἶτα μετὰ μυρίους κινδύνους ἐλθὼν λέγοι· Δόξα σοι, ὁ Θεὸς, ὅτι μοι τὸ ποθούμενον ἔδειξας πρόσωπον· εὐλογητὸς ὁ Θεὸς, οἵων με κινδύ‐ νων ἀπήλλαξας. Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμ‐ | |
40 | ψασθαι τῇ μελλήσει. Ἐρυθριᾷ γὰρ τὸν ἐπὶ τῇ τῶν τοσούτων ἀπαλλαγῇ κακῶν εὐχαριστοῦντα τῷ Θεῷ εἰς δικαστήριον ἕλκειν, καὶ εὐθύνας ἀπαιτεῖν τῆς βραδύτητος. Διὰ τοῦτο καὶ οὕτως ἄρχεται· Εὐλο‐ γητὸς ὁ Θεὸς τῶν οἰκτιρμῶν· μεγάλων κινδύνων | |
45 | ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος. Ἐπειδὴ καὶ ὁ Δαυῒδ οὐχ ὁμοίως αὐτὸν πανταχοῦ καλεῖ, οὐδὲ ἀπὸ τῶν αὐτῶν· ἀλλ’ ὅταν μὲν περὶ πολέ‐ μου διαλέγηται καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, φησὶ, Κύριος ὑπερασπιστής μου· | |
61.385(50) | ὅταν δὲ περὶ θλίψεως ἀπαλλαγῆς καὶ τοῦ ζόφου τοῦ κατεσχηκότος αὐτὸν, Κύριος φωτισμός μου καὶ Σωτήρ μου· καὶ νῦν μὲν ἀπὸ φιλανθρωπίας, νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκά‐ στου αὐτὸν ὀνομάζει καταλλήλως τοῖς ὑποκειμένοις | |
55 | καιροῖς. Οὕτω δὴ καὶ ὁ Παῦλος ἐνταῦθα ἀρχόμενος, ἀπὸ φιλανθρωπίας αὐτὸν καλεῖ, Ὁ Θεὸς τῶν οἰκτιρ‐ μῶν, λέγων· τουτέστιν, ὁ οἰκτιρμοὺς τοσούτους ἐπι‐ δειξάμενος, ὡς ἐξ αὐτῶν ἡμᾶς ἀναγαγεῖν τῶν τοῦ θανάτου πυλῶν. | |
60 | γʹ. Τοῦτο γὰρ μάλιστα ἴδιον Θεοῦ καὶ ἐξαίρετον, | Column end |
61.386 | καὶ τῇ φύσει συγκεκληρωμένον, τὸ οὕτως ἐλεεῖν. Διὰ τοῦτο Θεὸν οἰκτιρμῶν καλεῖ. Σὺ δέ μοι σκόπει κἀν‐ τεῦθεν τὴν ταπεινοφροσύνην Παύλου· ὑπὲρ γὰρ τοῦ κηρύγματος κινδυνεύων, οὔ φησι διὰ τὴν ἀξίαν σώ‐ | |
5 | ζεσθαι, ἀλλὰ διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο μὲν ὕστερον σαφέστερόν φησι, νῦν δὲ ἐπάγει λέγων· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Οὐκ εἶπεν, Ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, ἀλλ’, Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν. Τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν | |
10 | δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπο‐ μονήν· Ἡ γὰρ θλῖψις, φησὶν, ὑπομονὴν κατερ‐ γάζεται. Τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐκ εἶπεν, ὅτι Οὐκ εἴασάς με ἐμπε‐ σεῖν εἰς θλῖψιν, οὐδ’ ὅτι Παρήγαγες ταχέως τὴν θλῖ‐ | |
15 | ψιν, ἀλλ’ ὅτι Μενούσης αὐτῆς ἐπλάτυνάς με, τουτ‐ έστι, πολλὴν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν παρ‐ έσχες· ὃ δὴ καὶ ἐπὶ τῶν παίδων τῶν τριῶν γέγονεν. Οὔτε γὰρ ἐκώλυσεν αὐτοὺς ἐμπεσεῖν, οὔτε ἐμπεσόν‐ των, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καιομένης τῆς καμί‐ | |
20 | νου, τὴν εὐρυχωρίαν παρέσχε. Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός· ὅπερ αἰνιτ‐ τόμενος καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Καὶ ἕτερον δέ τι διὰ τούτων δεί‐ κνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ | |
25 | διηνεκῶς τοῦτο ποιεῖ. Οὐδὲ γὰρ νῦν μὲν παρακαλεῖ, νῦν δὲ ἀφίησιν, ἀλλ’ ἀεὶ καὶ διαπαντὸς τοῦτο ἐργά‐ ζεται. Διὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακα‐ λέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ’, Ἐν πάσῃ· εἰς τὸ δύνασθαι ἡμᾶς παρα‐ | |
30 | καλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλή‐ σεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Εἶδες πῶς προανακρούεται τὴν ἀπολογίαν, καὶ μεγά‐ λης θλίψεως ὑπόνοιαν παρέχει τῷ ἀκροατῇ; Καὶ δι’ αὐτῶν πάλιν μετριάζει τούτων λέγων, ὅτι καὶ αὐτὸς | |
35 | ὁ οἰκτιρμὸς οὗτος ἐγένετο, οὐ διὰ τὴν αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τοὺς ὑπ’ αὐτῶν ὠφεληθῆναι ὀφείλοντας. Διὰ τοῦτο γὰρ παρεκάλεσεν ἡμᾶς, φησὶν, ἵνα ἡμεῖς ἀλλή‐ λους παρακαλῶμεν. Διὰ τούτου δὲ καὶ τὸ ἀξίωμα δεί‐ κνυσι τῶν ἀποστόλων, ἐμφαίνων ὅτι παρακληθεὶς καὶ | |
40 | ἀναπνεύσας, οὐκ ἀναπίπτει καθάπερ ἡμεῖς, ἀλλ’ εἰς τὸ ἑτέρους ἀλείφειν πρόεισι καὶ νευροῦν καὶ διεγείρειν. Τινὲς δὲ αὐτὸν καὶ τοῦτο λέγειν φασὶν, ὅτι Ἡ παράκλησις ἡμῶν καὶ ἄλλων παράκλησίς ἐστι. Δοκεῖ δέ μοι καὶ πρὸς τοὺς ψευδαποστόλους τοὺς εἰκῆ καυ‐ | |
45 | χωμένους, καὶ οἴκοι καθημένους καὶ τρυφῶντας, ἀποτείνεσθαι διὰ τοῦ προοιμίου. Ἀλλὰ τοῦτο μὲν αἰνιγματωδῶς, καὶ ὡς ἐν παρέργῳ· τὸ δὲ προηγού‐ μενον τοῦτο ἦν, ἀπολογήσασθαι ὑπὲρ τῆς μελλήσεως. Εἰ γὰρ διὰ τοῦτο παρακαλούμεθα, ἵνα καὶ ἄλλους | |
61.386(50) | παρακαλῶμεν, μὴ ἐγκαλῆτε ὡς μὴ παραγενομένοις. Εἰς γὰρ τοῦτο ἅπας ἡμῖν ὁ χρόνος ἐτρίβετο, εἰς τὰς ἐπιβουλὰς, εἰς τὰς ἐπαγωγὰς, εἰς τὸ διαλῦσαι τὰ ἐπιόντα δεινά. Ὅτι καθὼς περισσεύει τὰ παθή‐ ματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χρι‐ | |
55 | στοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ἵνα γὰρ μὴ καταβάλῃ τοὺς μαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν | |
τὴν διάνοιαν, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἀναμνῆσαι | 385 | |
61.387 | τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα· καὶ πρὸ τῆς παρακλήσεως ἀπ’ αὐτῶν τῶν θλίψεων τὴν παραμυθίαν εἰσάγει. Τί γὰρ ἥδιον τοῦ τῷ Χρι‐ στῷ με γίνεσθαι κοινωνὸν, καὶ δι’ αὐτὸν ταῦτα πά‐ | |
5 | σχειν; τί ταύτης ἴσον τῆς παρακλήσεως; Οὐκ ἐντεῦ‐ θεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐπαίρει τὰ φρονή‐ ματα τῶν θλιβομένων. Πόθεν ἑτέρωθεν; Ἀπὸ τοῦ εἰπεῖν, ὅτι Περισσεύει. Οὐ γὰρ εἶπεν, ὅτι Καθὼς ἔπεισιν ἡμῖν τὰ παθήματα τοῦ Χριστοῦ, ἀλλὰ, | |
10 | Καθὼς περισσεύει· δεικνὺς ὅτι οὐ μόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑπομένουσι πάθη. Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθομεν πάθη, ἀλλὰ καὶ περισσά. Σκόπει δέ· Ἠλάθη, ἐδιώχθη ὁ Χριστὸς, ἐμαστιγώθη, ἀπέθανεν. Ἀλλ’ ἡμεῖς πλέον τούτων, φησίν· ὅπερ | |
15 | καὶ μόνον ἱκανὸν εἰς παραμυθίαν ἀρκέσειε. Ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλί‐ ψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ἀλλ’ οὐδέ‐ | |
20 | τερον τόλμης οὐδὲ ἀπονοίας τινός. Καθάπερ γὰρ μείζονα αὐτοῦ εἰργάσαντο σημεῖα (Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, μείζονα τούτων ποιήσει), τὸ δὲ πᾶν αὐτοῦ γίνεται τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς· οὕτω καὶ πλείονα αὐτοῦ ἔπαθον· τὸ δὲ πᾶν αὐτοῦ πάλιν | |
25 | ἐστὶ τοῦ παρακαλοῦντος αὐτοὺς, καὶ παρασκευάζον‐ τος φέρειν τὰ συμπίπτοντα δεινά. δʹ. Διὸ δὴ καὶ ὁ Παῦλος αἰσθόμενος ἡλίκον ἐφθέ‐ γξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων· Οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· | |
30 | καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς, καὶ ἀνακηρύττων αὐτοῦ καὶ ἐντεῦθεν τὴν φιλανθρωπίαν. Οὐ γὰρ ὅσον θλιβό‐ μεθα, τοσοῦτον παρακαλούμεθα, φησὶν, ἀλλὰ πολλῷ πλέον. Οὐ γὰρ εἶπεν, Ἀντίῤῥοπος ἡ παράκλησις τῶν παθημάτων, ἀλλὰ, Περισσεύει ἡ παρά‐ | |
35 | κλησις· ὡς τὸν καιρὸν τῶν ἀγώνων, ἑτέρων στε‐ φάνων πάλιν εἶναι καιρόν. Τί γὰρ ἴσον, εἰπέ μοι, τοῦ διὰ τὸν Χριστὸν μαστίζεσθαι, καὶ Θεῷ διαλέγε‐ σθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυ‐ νόντων περιγίνεσθαι, καὶ τῇ οἰκουμένῃ ἀχείρωτον | |
40 | εἶναι, καὶ τοιαῦτα προσδοκᾷν ἐντεῦθεν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; τί δὲ ἴσον τοῦ θλίβεσθαι δι’ εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσού‐ | |
45 | των, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κιν‐ δυνεύειν; Μὴ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς. Οὐδεὶς γὰρ κοινωνεῖ τῷ Χριστῷ τρυφῶν καὶ καθεύ‐ | |
61.387(50) | δων καὶ ἀναπίπτων, οὐδεὶς τῶν τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον ζώντων βίον· ἀλλ’ ὁ ἐν θλίψει καὶ πει‐ ρασμῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων ὁδόν. Καὶ γὰρ καὶ αὐτὸς ταύτην ἐβάδισε· διὸ καὶ ἔλεγεν· Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ | |
55 | τὴν κεφαλὴν κλῖναι. Μὴ τοίνυν ἄλγει θλιβόμενος, ἐννοῶν τίνι κοινω‐ | |
νεῖς, καὶ πῶς ἐκκαθαίρῃ διὰ τῶν πειρασμῶν, καὶ | Column end | |
61.388 | ὅσα κερδαίνεις. Οὐδὲν γάρ ἐστιν ἀνιαρὸν, ἀλλ’ ἢ τὸ τῷ Θεῷ προσκρούειν. Τούτου δὲ οὐκ ὄντος, οὐ θλί‐ ψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆ‐ σαι τὴν εὖ φρονοῦσαν ψυχήν· ἀλλὰ καθάπερ σπινθῆρα | |
5 | μικρὸν εἰς ἄβυσσον πολλὴν ἐμβαλὼν εὐθέως κατ‐ έσβεσας· οὕτω καὶ ἀθυμίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐμπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζε‐ ται ῥᾳδίως. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ἔχαιρεν ἀεὶ, ἐπειδὴ ἐν τοῖς κατὰ Θεὸν ἐθάῤῥει, καὶ οὐδὲ αἴσθη‐ | |
10 | σιν τῶν τοσούτων κακῶν ἐλάμβανεν· ἀλλ’ ἤλγει μὲν ὡς ἄνθρωπος, οὐ μὴν κατέπιπτεν. Οὕτω καὶ ὁ πα‐ τριάρχης ἐκεῖνος ἐν ἡδονῇ ἦν, πολλὰ παθὼν ὀδυνη‐ ρά. Σκόπει δέ· Πατρίδος ἐξέπεσεν, ὁδοιπορίας ὑπέστη μακρὰς καὶ χαλεπὰς, ἐπὶ τῆς ἀλλοτρίας ἐλθὼν οὐδὲ | |
15 | βῆμα εἶχε ποδός. Ἐντεῦθεν πάλιν λιμὸς αὐτὸν δι‐ εδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν δια‐ δέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ μο‐ | |
20 | νογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος. Μὴ δὴ γὰρ, ἐπειδὴ εὐκόλως ὑπήκουσε, νομίσῃς αὐτὸν καὶ ἀπαθῶς πάντα ἐκεῖνα ὑφεστηκέ‐ ναι. Εἰ γὰρ καὶ μυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ’ ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν. | |
25 | Ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ’ εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης ἐφ’ ἑκάστῳ τούτων ἀνακηρυττόμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος νιφάδας πειρασμῶν ὁρῶν καθ’ ἑκάστην ἐπιούσας ἡμέραν, ὡς ἐν μέσῳ παραδείσῳ | |
30 | τρυφῶν, οὕτως ἔχαιρε καὶ ἠγάλλετο. Ὥσπερ οὖν ὁ ταύτην χαίρων τὴν χαρὰν οὐκ ἔστιν ἁλώσιμος ἀθυ‐ μίᾳ, οὕτως ὁ μὴ ταύτην ἑλόμενος πᾶσίν ἐστιν εὐ‐ χείρωτος, καὶ πάσχει ταυτὸν, οἷον εἴ τις ὅπλα ἔχων σαθρὰ, καὶ ὑπὸ τῆς τυχούσης τιτρώσκοιτο πληγῆς. | |
35 | Ἀλλ’ οὐχ ὁ καλῶς πάντοθεν περιπεφραγμένος, ἀλλ’ ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται. Καὶ γὰρ ὅπλου παντὸς ἰσχυρότερον ἡ κατὰ Θεὸν ἡδονή· καὶ οὐδὲν τὸν τοιοῦτον ποιῆσαι κατηφῆ καὶ σκυθρωπὸν δύναιτ’ ἂν, ἀλλὰ πάντα φέρει γενναίως. Τί γὰρ πυρὸς χεῖ‐ | |
40 | ρον; τί βασάνων διηνεκῶν ὀδυνηρότερον; Κἂν γὰρ μυρία τις ἀπολέσῃ κτήματα, κἂν παῖδας, κἂν ὁτιοῦν, τοῦτο πάντων τυραννικώτερον εἰς ὀδύνης λόγον ἐστί. Δέρμα γὰρ, φησὶν, ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐ‐ | |
45 | τοῦ. Καὶ οὐδὲν ἂν γένοιτο ὀδυνῶν χαλεπώτερον. Ἀλλ’ ὅμως καὶ τὰ τῇ ἀκοῇ ἀφόρητα, ταῦτα φορητὰ καὶ ποθεινὰ διὰ τὴν κατὰ Θεὸν ἡδονὴν γίνεται. Κἂν ἀγάγῃς τὸν μάρτυρα ἔτι ἐμπνέοντα μικρὸν ἀπὸ τοῦ ξύλου, ἢ ἀπὸ τῶν τηγάνων, τοσαύτην εὑρήσεις τὴν | |
61.388(50) | ἀποκειμένην αὐτῷ χαρὰν, ὅσην οὐδὲ εἰπεῖν ἔνι. Καὶ τί πάθω, φησὶν, ὅτι μαρτυρίου καιρὸς οὐ πάρ‐ εστι νῦν; Τί φής; οὐ πάρεστι μαρτυρίου καιρός; Οὐδέποτε μὲν οὖν οὗτος ἄπεστιν, ἀλλ’ ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἐστι τῶν ἡμετέρων, ἐὰν νήφωμεν. Οὐδὲ | |
55 | γὰρ τὸ ἐπὶ ξύλου κρέμασθαι μόνον, τοῦτο ποιεῖ μάρ‐ | |
τυρα· ἐπεὶ εἰ τοῦτο ἦν, ἐκτὸς τῶν στεφάνων τούτων | 387 | |
61.389 | ὁ Ἰὼβ ἦν. Οὔτε γὰρ δικαστηρίῳ παρέστη, οὔτε δι‐ καστοῦ φωνῆς ἤκουσεν, οὐ δήμιον εἶδεν· οὐ γὰρ ἀν‐ ηρτημένος ἐπὶ ξύλου καὶ μετέωρος ὢν, κατεξαίνετο τὰς πλευράς· ἀλλ’ ὅμως πολλῶν μαρτύρων χαλεπώ‐ | |
5 | τερα ἔπαθε, καὶ αἱ φωναὶ τῶν ἐπαλλήλων ἀγγέλων ἐκείνων πάσης πληγῆς δριμύτερον ἔπληττον καὶ ἐκέντουν πάντοθεν αὐτὸν, καὶ μυρίων δημίων πικρό‐ τερον τῶν σκωλήκων ἐκείνων τὰ στόματα πάντοθεν αὐτὸν κατήσθιε. | |
10 | εʹ. Τίνος οὖν οὐκ ἂν ἀντάξιος μάρτυρος οὗτος; Μυ‐ ρίων μὲν οὖν. Καὶ γὰρ διὰ πάντων καὶ ἐπάλαιε καὶ ἐστεφανοῦτο, διὰ χρημάτων, διὰ παίδων, διὰ σώμα‐ τος, διὰ γυναικὸς, διὰ φίλων, δι’ ἐχθρῶν, δι’ οἰκε‐ τῶν· καὶ γὰρ καὶ οὗτοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐν‐ | |
15 | έπτυον· διὰ λιμοῦ, δι’ ὀνειράτων, δι’ ὀδυνῶν, διὰ δυσωδίας. Διὰ δὴ τοῦτο ἔφην, ὅτι οὐχ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ μυρίων ἀντάξιος ἂν εἴη μαρτύρων. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ὁ χρόνος πολλὴν δίδω‐ σιν αὐτοῦ τοῖς στεφάνοις προσθήκην· οἷον τὸ πρὸ | |
20 | τοῦ νόμου, πρὸ τῆς χάριτος ταῦτα παθεῖν, καὶ μῆνας πολλοὺς, καὶ πάντα μεθ’ ὑπερβολῆς, καὶ τὸ πάντα ὁμοῦ ἐπιθέσθαι αὐτῷ τὰ δεινά· καίτοι καὶ καθ’ ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία. Πολλοὶ | |
25 | γοῦν πληγὰς μὲν ἤνεγκαν, ζημίαν δὲ χρημάτων οὐκ ἤνεγκαν, ἀλλὰ καὶ μαστίζεσθαι ὑπὲρ αὐτῶν εἵλοντο, καὶ μυρία πάσχειν δεινὰ μᾶλλον ἢ ἐκείνων τι προ‐ έσθαι· καὶ μείζων αὐτοῖς ἐφάνη ἡ πληγὴ αὕτη, ἡ τῆς ζημίας τῶν χρημάτων. Ὥστε καὶ οὗτος ἕτερος | |
30 | πάλιν μαρτυρίου τρόπος τῷ φέροντι γενναίως τὴν τούτων ἀπώλειαν. Καὶ πῶς οἴσομεν γενναίως, φησίν; Ὅταν μάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι’ ἑνὸς ῥήματος τοῦ τῆς εὐχαριστίας. Ἂν γὰρ ἀκού‐ σαντες τὴν ἀπώλειαν μὴ ταραχθῶμεν, ἀλλ’ εἴπωμεν, | |
35 | Εὐλογητὸς ὁ Θεός· πολλῷ πλείονα πλοῦτον εὑρήκα‐ μεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ, τὸν πλοῦτον ἀνα‐ λίσκων εἰς τοὺς δεομένους, καὶ περιιὼν, καὶ πένη‐ τας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν· ὅσα διὰ τούτου τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν | |
40 | Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι, καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ παίδων ἀποβολῆς ἔστι συμ‐ βαῖνον ἰδεῖν. Οὐδὲ γὰρ ἐνταῦθα ἐλάττονα λήψῃ μι‐ | |
45 | σθὸν τοῦ τὸν υἱὸν ἀναγαγόντος καὶ καταθύσαντος, εἰ τελευτῶντα ἰδὼν ηὐχαρίστησας τῷ φιλανθρώπῳ Θεῷ. Τί γὰρ ὁ τοιοῦτος τοῦ Ἀβραὰμ ἔσται χείρων; Ἐκεῖνος γὰρ οὐκ εἶδε κείμενον νεκρὸν, ἀλλὰ προσ‐ εδόκησε μόνον· ὥστε εἰ πλεονεκτεῖ τῷ μέλλειν | |
61.389(50) | καταθύειν, καὶ τὴν χεῖρα ἐκτείνας τὴν μάχαιραν | Column end |
61.390 | ἁρπάσαι, πλεονεκτεῖται τῷ κεῖσθαι τὸ παιδίον νε‐ κρὸν ἐνταῦθα. Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορ‐ θώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ | |
5 | φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὅθεν ἀδα‐ μαντίνης δεῖ ψυχῆς τῷ μονογενῆ παῖδα, καὶ ἐν πλού‐ τῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείμενον ὁρῶντι καὶ τεταμένον, ὥστε | |
10 | πράως ἐνεγκεῖν τὸ συμβάν. Ὁ τοιοῦτος ἂν δυνηθῇ, τῆς φύσεως τὰ κύματα κατευνάσας, εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί‐ λετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ τοῦ ῥήματος τούτου μό‐ | |
15 | νον. Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολο‐ γίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτω‐ θεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυ‐ μαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφα‐ | |
20 | νοῦντος. ϛʹ. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἄνθρωπον ὄντα, φησίν; Ἂν ἐννοήσῃς πῶς ὁ πατριάρχης, πῶς ὁ Ἰὼβ, ἄνθρωποι ὄντες οἱ ἀμφότεροι, οὐδὲν τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόμου καὶ χάριτος καὶ τῆς τοσαύτης | |
25 | τῶν νόμων φιλοσοφίας ἑκάτερος αὐτῶν γενόμενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκ ἀπ‐ ώλεσας τὸν υἱὸν, ἀλλ’ ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦμαι πατήρ. Διὰ τί | |
30 | γὰρ οὐκέτι καλῇ τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβα‐ λες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; Μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. Διὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλῇ πατὴρ, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ· ὥστε οὐ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μει‐ | |
35 | ζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ’ ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε. Οὐδὲ γὰρ, εἰ ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου | |
40 | καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Μὴ δὴ τῇ ὄψει τοῦ κειμένου πρόσεχε, ἐπεὶ ἀναῤῥιπίζεις τὸ πάθος, ἀλλ’ ἄπαγε τὴν διάνοιαν ἀπὸ τοῦ κειμένου πρὸς τὸν οὐρανόν. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κεί‐ μενον, ἀλλ’ ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς | |
45 | ὕψος ἄπειρον. Ὅταν τοίνυν ἴδῃς τοὺς ὀφθαλμοὺς καθ‐ ῃρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι τοῦτο τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν, ἀλλ’ εἰς φθορὰν πάντα | |
61.390(50) | οἴχεται· μὴ ταῦτα λέγε, ἀλλὰ τἀναντία τούτων, ὅτι | |
Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλ‐ | 389 | |
61.391 | μοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρ‐ θήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανα‐ σίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψο‐ μαι. Εἰ δὲ λυπεῖ σε τὰ ὁρώμενα, τέως εἰπὲ πρὸς ἑαυ‐ | |
5 | τόν· Ἱμάτιον τοῦτό ἐστι, καὶ ἀπεδύσατο, ὥστε αὐτὸ πολυτελέστερον ἀπολαβεῖν· οἰκία αὕτη ἐστὶ, καὶ καθ‐ ῃρέθη, ὥστε γενέσθαι αὐτὴν φαιδροτέραν. Καθάπερ γὰρ ἡμεῖς, ἐπειδὰν μέλλωμεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεμεν τοὺς ἔνδον οἰκοῦντας μένειν, ἀλλ’ ὥστε ἀπ‐ | |
10 | αλλαγῆναι τῆς κόνεως καὶ τοῦ θορύβου, [ἀλλὰ] κε‐ λεύσαντες πρὸς βραχὺ μεταστῆναι, ἐπειδὰν κατα‐ σκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, καθελὼν αὐτοῦ τὴν σαθρὰν σκηνὴν, τέως εἰς τὴν πατρικὴν αὐ‐ | |
15 | τὸν ἔλαβεν οἰκίαν καὶ πρὸς ἑαυτὸν, ἵν’ ὅταν καθαιρε‐ θῇ αὕτη καὶ οἰκοδομηθῇ, λαμπροτέραν αὐτὴν τότε αὐτῷ ἀποδῷ. Μὴ τοίνυν εἴπῃς, ὅτι Ἀπόλωλε καὶ οὐκέτι ἔσται· καὶ γὰρ ἀπίστων τὰ ῥήματα ταῦτα· ἀλλ’ εἰπὲ, Καθεύδει καὶ ἀναστήσεται, ἀπεδή‐ | |
20 | μησε καὶ ἥξει μετὰ τοῦ Βασιλέως. Τίς ταῦτά φησιν; | |
Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Εἰ γὰρ πι‐ | Column end | |
61.392 | στεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Εἰ τοίνυν ζητεῖς τὸν υἱὸν, ἐκεῖ ζήτει ἔνθα ὁ Βασιλεὺς, ἔνθα τὸ τῶν | |
5 | ἀγγέλων στρατόπεδον· μὴ ἐν τῷ τάφῳ μηδὲ ἐν τῇ γῇ, ἵνα μὴ, ἐκείνου τοσοῦτον ὑψωθέντος, αὐτὸς μένῃς ἐπὶ τῆς γῆς συρόμενος. Ἂν τοίνυν οὕτω φιλοσοφῶ‐ μεν, πᾶσαν τοιαύτην ὀδύνην εὐκόλως διακρουσόμεθα. Ὁ δὲ Θεὸς τῶν οἰκτιρμῶν καὶ Πατὴρ πάσης παρα‐ | |
10 | κλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡμῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωμένων, καὶ τῶν ἑτέρᾳ λύπῃ κατεχομένων, καὶ ἀθυμίας ἀπαλλαγῆναι δῴη πάσης, καὶ πνευματικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο | |
15 | πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.391(22) | ΟΜΙΛΙΑ Βʹ. Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ | |
25 | τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχο‐ μεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. αʹ. Εἰπὼν μίαν καὶ πρώτην παρακλήσεως καὶ πα‐ ραμυθίας ἀφορμὴν (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινω‐ νεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ | |
30 | αὕτη, τὸ αὐτῶν τῶν μαθητευομένων ἐντεῦθεν κατα‐ σκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόμεθα, μηδὲ θορυβηθῆτε καὶ δεί‐ σητε· καὶ γὰρ δι’ αὐτὸ τοῦτο μᾶλλον ἂν εἴη δίκαιον ὑμᾶς θαῤῥεῖν. Εἰ γὰρ μὴ ἐθλιβόμεθα, πάντας ἂν ὑμᾶς | |
35 | ταῦτα ἀπώλεσε. Πῶς καὶ τίνα τρόπον; Ὅτι εἰ μαλα‐ κισθέντες καὶ τὰ δεινὰ δείσαντες, μὴ ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ὥστε μαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν; ἀφ’ ὧν ἐθορυβοῦντο, ἀπὸ | |
40 | τούτων αὐτοὺς παραμυθεῖται. Ὅσῳ γὰρ ἂν ἐπιτείνη‐ ται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, φησὶ, τοσούτῳ μᾶλλον ἐπιδιδόναι δεῖ τὰ τῆς χρηστῆς ἐλπίδος ὑμῖν· ἐπειδὴ καὶ τοσούτῳ μᾶλλον αὔξεται τὰ τῆς σωτηρίας τῆς ὑμετέρας, καὶ τὰ τῆς παρακλήσεως. Τί γὰρ ἴσον | |
45 | εἰς παρακλήσεως λόγον τοῦ τοσούτων ἐπιτυχεῖν ἀγα‐ θῶν διὰ τοῦ κηρύγματος; Εἶτα ἵνα μὴ δόξῃ εἰς ἑαυ‐ τὸν μόνον τὸ ἐγκώμιον περιιστᾷν, ὅρα πῶς καὶ ἐκεί‐ νους ποιεῖ τῶν ἐπαίνων τούτων κοινωνούς. Εἰπὼν γὰρ, Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν | |
61.391(50) | παρακλήσεως καὶ σωτηρίας, ἐπήγαγε, Τῆς ἐνερ‐ γουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Σαφέστερον μὲν οὖν αὐτὸ τί‐ | |
θησιν ὕστερον λέγων οὕτως· ὅτι Ὥσπερ κοινωνοί | Column end | |
61.392(23) | ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλή‐ σεως· ἐνταῦθα δὲ τέως αὐτὸ ᾐνίξατο εἰπὼν, Τῶν αὐ‐ | |
25 | τῶν παθημάτων, καὶ κοινώσας τὸν λόγον. Ὃ δὲ λέ‐ γει, τοῦτό ἐστιν· Οὐχ ἡμῶν ἔργον ἡ ὑμετέρα σωτη‐ ρία μόνον, ἀλλὰ καὶ ὑμῶν αὐτῶν. Καὶ γὰρ καὶ ἡμεῖς κηρύττοντες θλιβόμεθα, καὶ ὑμεῖς δεχόμενοι τὸν λό‐ γον, τὰ αὐτὰ πάσχετε· ἡμεῖς μὲν, ἵνα μεταδῶμεν | |
30 | ἅπερ ἐλάβομεν· ὑμεῖς δὲ, ἵνα τὸ διδόμενον δέξησθε, καὶ μὴ ἀποβάλητε. Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύ‐ νης ταύτης γένοιτ’ ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωμα τῆς ὑπομονῆς ἀνάγῃ; Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν | |
35 | αὐτῶν παθημάτων. Οὐ γὰρ διὰ τοῦ πιστεῦσαι μόνον ἡ σωτηρία ὑμῶν γίνεται, ἀλλὰ καὶ διὰ τοῦ πάσχειν τὰ αὐτὰ ἡμῖν καὶ ὑπομένειν. Καθάπερ γὰρ παγκρατιαστὴς θαυμαστὸς μὲν ἔστι, καὶ φαινόμενος καὶ εὐεκτῶν καὶ τὴν τέχνην ἔχων ἐν | |
40 | ἑαυτῷ, ὅταν δὲ ἐνεργῇ καὶ φέρῃ πληγὰς καὶ πλήττῃ τὸν ἀντίπαλον, τότε μάλιστα ἀπολάμπει, ἐπειδὴ καὶ τότε μάλιστα ἐνεργεῖται αὐτοῦ ἡ εὐεξία, καὶ διαδεί‐ κνυται τῆς τέχνης ἡ δοκιμή· οὕτω δὴ καὶ ἡ σωτηρία ὑμῶν τότε ἐνεργεῖται μειζόνως, τουτέστι, δείκνυται, | |
45 | αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ καὶ γενναίως ἅπαντα φέρῃ. Ἄρα ἐνέργεια σωτηρίας, οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς. Καὶ οὐκ εἶπε, Τῆς ἐνεργούσης, ἀλλὰ, Τῆς ἐνεργουμένης, δει‐ κνὺς ὅτι μετὰ τῆς αὐτῶν προθυμίας καὶ ἡ χάρις | |
61.392(50) | πολλὰ εἰσέφερεν ἐνεργοῦσα ἐν αὐτοῖς. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Κἂν μυρία πάσχητε δεινὰ, θαῤῥοῦμεν ὅτι οὐ περιτραπήσεσθε, οὔτε ἐπὶ τοῖς ὑμετέροις διωγμοῖς. Τοσοῦτον γὰρ ἀπ‐ | |
έχομεν ὑποπτεύειν ὑμᾶς, ἐφ’ οἷς αὐτοὶ πάσχομεν, ὡς | 391 | |
61.393 | θορυβουμένους, ὅτι ἡνίκα ἂν αὐτοὶ κινδυνεύητε, καὶ τότε θαῤῥοῦμεν. Εἶδες ὅση γέγονεν αὐτῶν ἐπίδοσις ἀπὸ τῆς προτέρας Ἐπιστολῆς; Πολὺ γὰρ μείζονα αὐ‐ τοῖς ἐμαρτύρησε Μακεδόνων, οὓς ἐπαίρει καὶ ἐγκω‐ | |
5 | μιάζει πανταχοῦ τῆς Ἐπιστολῆς ἐκείνης. Ὑπὲρ μὲν γὰρ ἐκείνων δέδοικε, καί φησιν· Ἐπέμψαμεν ὑμῖν Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς | |
10 | τοῦτο κείμεθα· καὶ πάλιν, Διὰ τοῦτο μηκέτι στέ‐ γων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Περὶ δὲ τούτων οὐδὲν τοιοῦτόν φησιν, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Ἡ ἐλπὶς | |
15 | ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. Εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἰ‐ δότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὅτι μὲν γὰρ δι’ αὐ‐ τοὺς ἐθλίβοντο οἱ ἀπόστολοι, ἀπέδειξεν εἰπὼν, ὅτι | |
20 | Εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας. Βούλεται δὲ δεῖξαι, ὅτι καὶ δι’ αὐτοὺς παρ‐ εκαλοῦντο. Εἶπε μὲν οὖν αὐτὸ καὶ ἀνωτέρω, εἰ καὶ ἀδιορίστως· Εὐλογητὸς γὰρ, φησὶν, ὁ Θεὸς ὁ παρα‐ καλῶν ἡμᾶς ἐν πάσῃ θλίψει, εἰς τὸ δύνασθαι | |
25 | ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Λέγει δὲ αὐτὸ καὶ ἐνταῦθα πάλιν ἑτέρως, σαφέστερόν τε καὶ θεραπευτικώτερον. Εἴτε γὰρ παρακαλούμεθα, φη‐ σὶν, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ παράκλησις ἡμῶν, ὑμῶν γίνεται | |
30 | παραψυχὴ, καὶ χωρὶς τοῦ διὰ λόγου παρακαλεῖν ὑμᾶς. Ἂν μικρὸν ἀναπνεύσωμεν μόνον ἡμεῖς, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν· κἂν αὐτοὶ παρακληθῶ‐ μεν, ὑμετέρα τοῦτο παράκλησις γίνεται. Ὥσπερ γὰρ τὰ παθήματα τὰ ἡμέτερα ὑμέτερα εἶναι νομίζετε· | |
35 | οὕτω καὶ τὴν παράκλησιν τὴν ἡμετέραν ὑμετέραν ἡγεῖσθε. Οὐ γὰρ δήπου ἐν τοῖς δυσχερέσι κοινωνοῦν‐ τες, ἐν τοῖς χρηστοτέροις οὐ κοινωνήσετε. Εἰ τοίνυν ἐν πᾶσι κοινωνεῖτε, καὶ ἐν θλίψει καὶ ἐν παρακλήσει· οὐδὲν ἡμῖν ἐγκαλέσετε ὑπὲρ τῆς μελλήσεως καὶ τῆς | |
40 | βραδύτητος ταύτης· καὶ γὰρ θλιβόμεθα ὑπὲρ ὑμῶν, καὶ παρακαλούμεθα δι’ ὑμᾶς. Ἵνα γὰρ μή τις νομίσῃ βαρὺ τὸ εἰπεῖν, ὅτι Δι’ ὑμᾶς ταῦτα πάσχομεν, λέγει ὅτι Καὶ δι’ ὑμᾶς παρακαλούμεθα· καὶ οὔτε μόνοι κιν‐ δυνεύομεν ἡμεῖς· καὶ γὰρ καὶ ὑμεῖς κοινωνοί ἐστε | |
45 | τῶν αὐτῶν παθημάτων, φησίν. βʹ. Ὥστε καὶ τὸ κοινωνοὺς αὐτοὺς λαβεῖν τῶν κινδύ‐ νων, καὶ τῆς παρακλήσεως αὐτῶν αὐτοῖς ἀναθεῖναι τὴν αἰτίαν, καταπραΰνειν τὸν λόγον. Ἄν τε οὖν ἐπι‐ βουλευώμεθα, θαῤῥεῖτε· ἵνα γὰρ ἡ πίστις ὑμῶν δυνα‐ | |
61.393(50) | τωτέρα γίνηται, τοῦτο ὑπομένομεν· κἂν παρακαλώ‐ μεθα, ὑμεῖς ἐναβρύνεσθε καὶ τούτῳ· καὶ γὰρ δι’ ὑμᾶς τούτων ἀπολαύομεν, ὥστε κἀντεῦθεν ὑμῖν γενέσθαι τινὰ παραμυθίαν κοινωνοῦσιν ἡμῖν τῆς ἡδονῆς. Καὶ | |
ὅτι τοῦτον λέγει τὸν τρόπον τῆς παρακλήσεως νῦν, ὃν | Column end | |
61.394 | ἐκαρποῦτο, οὐ διὰ τοῦ παρακαλεῖσθαι παρ’ αὐτῶν μόνον, ἀλλὰ καὶ διὰ τοῦ μανθάνειν αὐτοὺς ἐν ἀνέσει ὄντας, ἄκουσον τῶν ἑξῆς, δι’ ὧν αὐτὸ ἐξεκάλυψεν εἰ‐ πών· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθη‐ | |
5 | μάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὥσπερ γὰρ διωκομένων ἡμῶν ἀλγεῖτε, ὡς αὐτοὶ τοῦτο πάσχοντες· οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων παραπολαύειν νομίζετε. Τί ταύτης ταπεινοφρονέστε‐ ρον τῆς ψυχῆς; ὃς ἐν μὲν τοῖς κινδύνοις τοσοῦτον | |
10 | πλεονεκτῶν, κοινωνοὺς καλεῖ τοὺς οὐδὲ τὸ πολλοστὸν αὐτῶν ὑπομένοντας· ἐν δὲ τῇ παρακλήσει τὴν αἰτίαν ἅπασαν ἐκείνοις λογίζεται, οὐ τοῖς οἰκείοις πόνοις. Εἶτα, ἐπειδὴ περὶ θλίψεων ἀδιορίστως ἔλεγε, λέγει λοιπὸν καὶ τὸν τόπον, καθ’ ὃν ταῦτα ὑπέμενον· | |
15 | Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ταῦτα δὲ λέγομεν, φησὶν, ἵνα μὴ ἀγνοῆτε τὰ συμ‐ βάντα ἡμῖν. Καὶ γὰρ βουλόμεθα ὑμᾶς εἰδέναι τὰ ἡμέτερα, καὶ σφόδρα τοῦτο ἐσπουδάκαμεν· ὅπερ μέ‐ | |
20 | γιστον ἀγάπης σημεῖόν ἐστι. Τοῦτο δὲ καὶ ἐν τῇ προ‐ τέρᾳ ἦν Ἐπιστολῇ προμηνύσας, καὶ εἰπὼν, ὅτι Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντι‐ κείμενοι πολλοὶ ἐν τῇ Ἐφέσῳ. Ἐκείνων οὖν αὐ‐ τοὺς ἀναμιμνήσκων, καὶ διηγούμενος ὅσα ἔπαθε, | |
25 | φησίν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Τοῦτο δὲ καὶ Ἐφεσίοις ἐπιστέλλων ἔλεγε· Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐ‐ τοὺς, ταύτην ἔφη τῆς ἀποδημίας εἶναι τὴν αἰτίαν αὐτῷ· διὸ καὶ ἔλεγεν· Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ | |
30 | κατ’ ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχι‐ κὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρ‐ δίας ὑμῶν. Καὶ ἐν ἄλλαις δὲ Ἐπιστολαῖς αὐτὸ τοῦτο | |
35 | ποιεῖ. Καὶ οὐκ ἔστι παρέλκον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον· τοῦτο μὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς μαθητὰς εἶχε, τοῦτο δὲ διὰ τοὺς συνεχεῖς πειρασμοὺς, ἐν οἷς μεγίστη ἦν παραμυθία τὸ τὰ ἀλ‐ λήλων εἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευά‐ | |
40 | ζεσθαι καὶ ἐναγωνίους εἶναι καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν ὄντων συνήδεσθαι. Ἐνταῦθα μέντοι καὶ ἀπ‐ αλλαγὴν καὶ ἐπαγωγὴν μηνύει πειρασμῶν λέγων· Ὅτι καθ’ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καθάπερ φορτίῳ τινὶ μεγάλῳ βαπτιζόμενον πλοῖον. | |
45 | Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, εἰπὼν, Καθ’ ὑπερβο‐ λὴν, καὶ, Ὑπὲρ δύναμιν· οὐκ ἔστι δὲ ἓν, ἀλλὰ δύο ταῦτα. Ἵνα γὰρ μή τις λέγῃ, Τί γὰρ, εἰ καθ’ ὑπερ‐ βολὴν μὲν ὁ κίνδυνος ἦν, ὑμῖν δὲ οὐ μέγας ἦν; ἐπ‐ ήγαγεν, ὅτι Καὶ μέγας ἦν καὶ τὴν δύναμιν ἐνίκα τὴν | |
61.394(50) | ἡμετέραν, καὶ οὕτως ἐνίκα, ὡς ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν, τουτέστι, μηδὲ προσδοκῆσαι λοιπὸν ἡμᾶς ζῇν. Ὅπερ ὁ Δαυῒδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖ‐ νας καὶ σκιὰν θανάτου, τοῦτο δὴ καὶ αὐτός φησιν, | |
ὅτι Κίνδυνον ὑπεμείναμεν πάντως θάνατον τί‐ | 393 | |
61.395 | κτοντα. Ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νε‐ κρούς. Τί ἐστι, Τὸ ἀπόκριμα τοῦ θανάτου; Τὴν | |
5 | ψῆφον, τὴν κρίσιν, τὴν προσδοκίαν. Τοιαύτην γὰρ ἠφίει τὰ πράγματα φωνὴν, τοιαύτην ἀπόκρισιν ἐδί‐ δου τὰ συμβάντα, ὅτι ἀποθανούμεθα πάντως. Οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡμετέρας. Ἡ μὲν γὰρ τῶν πρα‐ | |
10 | γμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύνα‐ μις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐξελθεῖν, ἀλλ’ ἐν τῇ διανοίᾳ μόνῃ τῇ ἡμετέρᾳ καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συμβῆναι συνεχώρησε· διό φησιν· Ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, οὐκ | |
15 | ἐν τῇ πείρᾳ. Καὶ τίνος ἕνεκεν συνεχώρησε τοσοῦτον κίνδυνον, ὡς ἀπελπίσαι ἡμᾶς καὶ ἀπογνῶναι; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, φησὶν, ἀλλ’ ἐπὶ τῷ Θεῷ. γʹ. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐκ ἐπειδὴ αὐτὸς οὕτω | |
20 | διέκειτο, ἄπαγε, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς περὶ αὐτοῦ λεγομένοις ῥυθμίζων, ἅμα δὲ καὶ μετριάζειν ἐσπου‐ δακώς· ἐπεὶ καὶ προϊών φησιν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, τοὺς πειρασμοὺς λέγων, ἵνα μὴ ὑπερ‐ αίρωμαι. Καίτοι ὁ Θεὸς οὐ διὰ τοῦτό φησιν αὐτοὺς | |
25 | συγκεχωρηκέναι, ἀλλὰ δι’ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα ἡ δύναμις αὐτοῦ διαλάμψῃ μειζόνως· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύνα‐ μίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλ’ ὅπερ ἔφην, οὐδαμοῦ ἐπιλανθάνεται τοῦ οἰκείου ἤθους, ἐν τοῖς | |
30 | σφόδρα καταδεεστέροις ἑαυτὸν ἀριθμῶν, καίτοι πολ‐ λῆς δεομένοις παιδαγωγίας καὶ διορθώσεως. Εἰ γὰρ καὶ τοὺς τυχόντας εἷς καὶ δεύτερος πειρασμὸς ἱκανὸς ἐπελθὼν σωφρονίσαι· πῶς ἐκεῖνος ὁ πάντων ἀνθρώ‐ πων μάλιστα ταπεινοφροσύνην ἀσκήσας διὰ παντὸς | |
35 | τοῦ βίου, καὶ τοσαῦτα παθὼν ὡς μηδεὶς ἀνθρώπων, μετὰ τοσαῦτα ἔτη καὶ φιλοσοφίαν τῶν οὐρανῶν ἀξίαν, ταύτης ἐδεῖτο τῆς νουθεσίας; Ὅθεν δῆλον ὅτι καὶ μετριάζων ἐνταῦθα, καὶ τοὺς ἐφ’ ἑαυτοῖς μέγα φρο‐ νοῦντας καὶ ἀλαζονευομένους καταστέλλων λέγει· | |
40 | Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ. Καὶ ὅρα πῶς αὐτοὺς καὶ ταύτῃ θεραπεύει. Οἱ μὲν γὰρ πειρασμοὶ, φησὶ, δι’ ὑμᾶς ἡμῖν ἐπ‐ ενεχθῆναι συνεχωρήθησαν· τοσούτου τιμᾶται ὑμᾶς ὁ Θεός· Εἴτε γὰρ θλιβόμεθα, φησὶν, ὑπὲρ τῆς ὑμῶν | |
45 | παρακλήσεως καὶ σωτηρίας· ἡ δὲ ὑπερβολὴ δι’ ἡμᾶς, ἵνα μὴ μέγα φρονῶμεν· Καθ’ ὑπερβολὴν γὰρ ἐβαρήθημεν καὶ ὑπὲρ δύναμιν, ἵνα μὴ πεποιθό‐ τες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγεί‐ ροντι τοὺς νεκρούς. Πάλιν τοῦ περὶ ἀναστάσεως | |
61.395(50) | ἀναμιμνήσκει λόγου, ὑπὲρ οὗ τοσαῦτα εἶπεν ἐν τῇ | |
προτέρᾳ Ἐπιστολῇ, καὶ ἀπὸ τῶν παρόντων αὐτὴν βε‐ | Column end | |
61.396 | βαιῶν· διὸ καὶ ἐπήγαγεν· Ὃς ἐκ τηλικούτων θανά‐ των ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, Ἐκ τοσούτων κιν‐ δύνων, ὁμοῦ μὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρα‐ σμῶν, ὁμοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούμενος τὸν | |
5 | λόγον. Ἐπειδὴ γὰρ μέλλον πρᾶγμα ἡ ἀνάστασις ἦν, δείκνυσιν ὅτι τοῦτο καθ’ ἑκάστην γίνεται τὴν ἡμέ‐ ραν. Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς ἐλθόντα τοῦ ᾅδου τὰς πύλας ἀνελκύσῃ, οὐδὲν ἕτερον ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ’ αὐτοῦ τοῦ στό‐ | |
10 | ματος ἀνασπῶν τοῦ θανάτου τὸν ἐμπεσόντα. Διὸ καὶ τοῖς πολλοῖς ἐπὶ τῶν ἀπογνωσθέντων, εἶτα ἀνενεγκόν‐ των ἐξ ἀῤῥωστίας χαλεπῆς, ἢ ἐκ πειρασμῶν ἀφο‐ ρήτων, ἔθος τοῦτο λέγειν· Ἀνάστασιν νεκρῶν ἑωρά‐ καμεν ἐπὶ τοῦδε. Ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσε‐ | |
15 | ται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν· ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Ἐπειδὴ τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, κοινὸν ἐδόκει εἶναι ἔγκλημα καὶ κατηγορία καὶ ἐκεί‐ | |
20 | νων ἐνίους αἰνιττομένη, παραμυθεῖται πάλιν τὸ εἰρη‐ μένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας με‐ γάλης καλῶν καὶ δεικνὺς ἅμα, ὅτι διαπαντὸς ἐναγώ‐ νιον εἶναι χρὴ τὸν βίον τὸν ἡμέτερον. Τῷ γὰρ εἰπεῖν, Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, πολλῶν προαναφω‐ | |
25 | νεῖ πειρασμῶν νιφάδας, οὐ μὴν ἐγκατάλειψιν οὐδα‐ μοῦ, ἀλλὰ βοήθειαν πάλιν καὶ συμμαχίαν. Εἶτα, ἵνα μὴ, ἀκούοντες ὅτι διηνεκῶς μέλλουσι κινδυνεύειν, καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων τὸ ὄφε‐ λος, οἷον τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς· | |
30 | τουτέστιν, Ἵνα ἐν διηνεκεῖ ταπεινοφροσύνῃ κατέχῃ ἡμᾶς· καὶ ἵνα ἡ σωτηρία αὐτῶν ἐνεργῆται, καὶ ἕτερα γοῦν πλείονα· τὸ τῷ Χριστῷ κοινωνεῖν· Περισσεύει γὰρ, φησὶ, τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν· τὸ ὑπὲρ τῶν πιστῶν πάσχειν· Εἴτε γὰρ, φησὶ, θλιβό‐ | |
35 | μεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτη‐ ρίας· τὸ καὶ αὐτὴν ταύτην διαλάμπειν μειζόνως· Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων· τὸ καρτερικοὺς γίνεσθαι· καὶ ἔτι πρὸς τούτοις, τὸ τὴν ἀνάστασιν ὁρᾷν πρὸ τῶν ὀφθαλμῶν | |
40 | διαλάμπουσαν· Ἐκ τηλικούτων γὰρ θανάτων ἐῤ‐ ῥύσατο ἡμᾶς· τὸ ἐναγωνίους εἶναι καὶ πρὸς αὐτὸν διηνεκῶς ὁρᾷν· Ἠλπίκαμεν γὰρ, φησὶν, ὅτι καὶ ῥύ‐ σεται· τὸ εὐχαῖς προσηλῶσθαι· Συνυπουργούντων γὰρ, φησὶ, καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν. Δείξας | |
45 | τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήματα, καὶ προθυμοτέρους εἰς ἀρετὴν ποιεῖ, μεγάλα αὐτῶν μαρ‐ τυρῶν ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο· Συνυπουργούντων γὰρ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεή‐ | |
61.396(50) | σει, φησί. Τί δέ ἐστιν, Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν; Ἐῤῥύσατο ἡμᾶς ἐκ τῶν θανάτων ἐκείνων, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει, φησί· τουτ‐ έστιν, Εὐχομένων πάντων ὑμῶν ὑπὲρ ἡμῶν. Τὸ γὰρ | |
55 | εἰς ἡμᾶς χάρισμα, τουτέστι, τὴν σωτηρίαν τὴν ἡμε‐ | 395 |
61.397 | τέραν ἐβουλήθη πᾶσιν ὑμῖν χαρίσασθαι, ἵνα τὰ πολλὰ πρόσωπα αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβε. δʹ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων | |
5 | εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ ἐθίζων καὶ ὑπὲρ ὧν ἂν ἕτεροι πάθωσιν, εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ, δεικνὺς ὅτι μάλιστα τοῦτο βούλεται καὶ αὐτός. Οἱ γὰρ μελε‐ τήσαντες ὑπὲρ ἑτέρων ταῦτα ποιεῖν, πολλῷ μᾶλλον ὑπὲρ ἑαυτῶν ἐπιδείξονται ταῦτα ἀμφότερα. Πρὸς δὲ | |
10 | τούτοις, καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκει, καὶ εἰς ἀγάπην ἄγει θερμοτέραν. Εἰ γὰρ αὐτὸς ὁ τοσοῦ‐ τον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σε‐ σῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδό‐ σθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον πῶς ἐκεί‐ | |
15 | νους ἔδει διακεῖσθαι καὶ μετριάζειν. Σὺ δέ μοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ὁ Θεός τι ποιῇ, μεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συμβάλλεται. Ἀρχόμενος μὲν γὰρ, τοῖς οἰκτιρμοῖς αὐτοῦ τὴν σω‐ τηρίαν ἐλογίσατο· Ὁ Θεὸς γὰρ, φησὶ, τῶν οἰκτιρ‐ | |
20 | μῶν, αὐτὸς ἡμᾶς ἐῤῥύσατο· ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς· ἐπεὶ κἀκεῖνον τὸν τὰ μύρια ὀφείλοντα τά‐ λαντα, μετὰ τὸ προσπεσεῖν ἠλέησε, καίτοι γε εἴρη‐ ται, ὅτι Σπλαγχνισθεὶς ἀπέλυσεν αὐτόν· καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην | |
25 | καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σω‐ τηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν. Ἀπὸ τού‐ του τοίνυν μανθάνομεν, ὅτι κἂν ἐλεεῖσθαι μέλλωμεν, ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡμᾶς ἑαυτοὺς χρή. Κἂν γὰρ ἔλεος ᾖ, τοὺς ἀξίους ἐπιζητεῖ· οὐ γὰρ | |
30 | ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειμέ‐ νοις· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰ‐ κτειρήσω, ὃν ἂν οἰκτείρω. Ὅρα γοῦν καὶ ἐνταῦθα τί φησι· Συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει. Καὶ οὔτε τὸ πᾶν αὐτοῖς ἔδωκεν, ἵνα μὴ αὐτοὺς ἐπάρῃ, | |
35 | οὔτε πάντη ἠλλοτρίωσεν αὐτοὺς τοῦ κατορθώματος, ἵνα προτρέψῃ καὶ προθυμοτέρους ἐργάσηται καὶ συν‐ αγάγῃ πρὸς ἀλλήλους αὐτούς. Διὸ καὶ ἔλεγεν, ὅτι Ὑμῖν ἐχαρίσατό μου τὴν σωτηρίαν. Καὶ γὰρ καὶ πλῆθος δυσωπεῖται πολλάκις ὁ Θεὸς ὁμονοοῦν καὶ | |
40 | συμφωνοῦν εἰς εὐχήν· διὸ καὶ πρὸς τὸν προφήτην ἔλεγεν· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀν‐ θρώπων; Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πλῆθος αἰδεῖται μόνον, φησίν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τοῦ Ἰσραὴλ ὡς | |
45 | ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσε‐ ται. Πῶς οὖν Νινευΐτας ἔσωσεν; Ὅτι οὐ πλῆθος μό‐ νον ἦν, ἀλλὰ πλῆθος μετὰ ἀρετῆς· μετενόησε γὰρ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Καὶ σώζων δὲ αὐτοὺς ἔλεγεν, ὅτι Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀρι‐ | |
61.397(50) | στεράν. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα ἐξ ἀφε‐ λείας μᾶλλον ἔπταιον, ἢ πονηρίας· καὶ δῆλον, ἐξ ὧν μετεβάλλοντο, ὀλίγων ῥημάτων ἀκούσαντες. Εἰ δὲ τὸ δώδεκα μυριάδας εἶναι μόνον ἴσχυσεν εἰς τὸ σῶσαι αὐτοὺς, τί καὶ πρὸ τούτου αὐτοὺς σωθῆναι ἐκώλυσε; | |
55 | Καὶ τίνος ἕνεκεν οὐκ εἶπε πρὸς αὐτὸν, Ἐγὼ δὲ οὐ | |
φείσομαι τῆς πόλεως ταύτης τῆς οὕτω μεταβαλλο‐ | Column end | |
61.398 | μένης; ἀλλὰ τὰς μυριάδας παράγει; Ἐκ περι‐ ουσίας καὶ τοῦτο τιθείς. Τὸ μὲν γὰρ ἦν δῆλον, ἡ μεταβολή· ὁ δὲ ἀριθμὸς καὶ ἡ ἀφέλεια, ἄδηλα τῷ προφήτῃ. Πάντοθεν τοίνυν αὐτοὺς καταμαλάξαι βού‐ | |
5 | λεται· ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν καὶ ἀρε‐ τὴ ᾖ. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δηλοῖ λέγουσα ἡ Γραφή· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλη‐ σίας πρὸς τὸν Θεὸν γινομένη ὑπὲρ αὐτοῦ· καὶ | |
10 | τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισμένων τῶν θυρῶν, καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρα‐ καθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλά‐ ξαι πάντων ἐκείνων. Ἀλλ’ ὥσπερ, ἀρετῆς οὔσης, μέγα δύναται· οὕτω, κακίας οὔσης, οὐδὲν ὀνίνησι τὸ | |
15 | πλῆθος. Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν φησιν, ὅτι ὁ ἀριθμὸς αὐτῶν ἦν ὡς ἡ ἄμμος τῆς θαλάσσης, πάν‐ τες ἀπώλοντο· καὶ οἱ ἐπὶ Νῶε δὲ πολλοὶ καὶ ἄπειροι ἦσαν, καὶ οὐδὲν αὐτοὺς τοῦτο ὤνησε· καθ’ ἑαυτὸ γὰρ οὐδὲν δύναται πλῆθος, ἀλλ’ ἐν προσθήκης μέρει. | |
20 | Σπουδάζωμεν οὖν συνιέναι ἐν ταῖς δεήσεσι, καὶ ὑπὲρ ἀλλήλων εὐχώμεθα, καθάπερ ὑπὲρ τῶν ἀποστόλων ἐκεῖνοι. Καὶ γὰρ ἐντολὴν πληροῦμεν, καὶ εἰς ἀγάπην ἀλειφόμεθα· ὅταν δὲ ἀγάπην εἴπω, πάντα λέγω τὰ ἀγαθά· καὶ εὐχαριστεῖν σπουδαιότερον μανθάνωμεν. | |
25 | Οἱ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων. Τοῦτο καὶ ὁ Δαυῒδ ἐποίει λέ‐ γων· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· τοῦτο καὶ ὁ Ἀπόστολος πανταχοῦ ζητεῖ· τοῦτο καὶ ἡμεῖς | |
30 | ἐργαζώμεθα, καὶ εἰς πάντας τοῦ Θεοῦ τὴν εὐεργε‐ σίαν ἐκφέρωμεν, ἵνα κοινωνοὺς λάβωμεν τῆς εὐφη‐ μίας. Εἰ γὰρ παρὰ ἀνθρώπων τι παθόντες ἀγαθὸν, ὅταν ἀνακηρύξωμεν, προθυμοτέρους αὐτοὺς ποιοῦ‐ μεν· πολλῷ μᾶλλον τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀναγο‐ | |
35 | ρεύοντες, εἰς πλείονα αὐτὸν ἐπισπασόμεθα εὔνοιαν. Καὶ εἰ παρὰ ἀνθρώπων εὐεργετηθέντες, καὶ ἄλλους διεγείρομεν εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας· πολλῷ μᾶλλον τῷ Θεῷ πολλοὺς προσάγειν χρὴ τοὺς ὑπὲρ ἡμῶν εὐχαριστήσοντας. Εἰ γὰρ Παῦλος τοῦτο | |
40 | ποιεῖ, τοσαύτην ἔχων τὴν παῤῥησίαν, πολλῷ μᾶλλον ἡμᾶς ἀναγκαῖον τοῦτο ποιεῖν. εʹ. Παρακαλῶμεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὐ‐ χαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶμεν. Τοῦτο ἱερέων μάλιστά ἐστι κατόρθωμα, ἐπειδὴ μέγι‐ | |
45 | στον ἀγαθόν. Προσιόντες γὰρ, πρότερον ὑπὲρ τῆς οἰ‐ κουμένης καὶ τῶν κοινῶν εὐχαριστοῦμεν ἀγαθῶν. Εἰ γὰρ καὶ κοιναὶ αἱ εὐεργεσίαι τοῦ Θεοῦ, ἀλλὰ καὶ σὺ ἐν τῷ κοινῷ ἐσώθης. Ὥστε καὶ ὑπὲρ τῆς ἰδίας κοινὴν ὀφείλεις χάριν, καὶ ὑπὲρ τῆς κοινῆς ἰδιάζουσαν δί‐ | |
61.398(50) | καιος ἂν εἴης ἀναφέρειν εὐφημίαν. Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ· ἀλλ’ ὅμως ἐν τῷ μέρει τὸ ὅλον ἔχεις· καὶ γὰρ τοσοῦτος γέγονε διὰ τὸ κοινόν· καὶ ὁρᾷς σὺ μόνος τοσοῦτον, ὅσον εἶδον πάντες ἄνθρωποι. Ὥστε τοσαύτην ὀφείλεις εὐχαρι‐ | |
55 | στίαν, ὅσην ἅπαντες· καὶ ὑπὲρ τῶν κοινῶν εὐχαριστεῖν ἂν εἴης δίκαιος, καὶ ὑπὲρ τῆς ἑτέρων ἀρετῆς. Πολλὰ γὰρ καὶ δι’ ἄλλους πάσχομεν καλῶς. Καὶ γὰρ εἰ δέκα μόνον ἐν Σοδόμοις εὑρέθησαν δίκαιοι, οὐκ ἂν | |
ἔπαθον, ἅπερ ἔπαθον. Ὥστε καὶ ὑπὲρ τῆς | 397 | |
61.399 | ἑτέρων παῤῥησίας εὐχαριστῶμεν. Καὶ γὰρ ἀρχαῖος οὗτος ὁ νόμος ἐστὶν, ἄνωθεν ἐν τῇ Ἐκκλησίᾳ πεφυτευ‐ μένος. Οὕτω καὶ Παῦλος εὐχαριστεῖ ὑπὲρ Ῥωμαίων, ὑπὲρ Κορινθίων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης. Καὶ | |
5 | μή μοι λέγε· Οὐκ ἔστιν ἐμὸν τὸ κατόρθωμα. Κἂν γὰρ μὴ σὸν ᾖ, καὶ οὕτως εὐχαριστεῖν ὀφείλεις, ὅτι τὸ μέλος σου τοιοῦτόν ἐστιν. Ἄλλως δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφημίας, καὶ κοινωνεῖς τῶν στεφάνων, καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισμα. | |
10 | Διά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κε‐ λεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμέ‐ νων. Τοὺς γὰρ πιστοὺς ὁ νόμος διεγείρει πρὸς τὴν τῶν ἀμυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, | |
15 | Ὑπὲρ τῶν κατηχουμένων ἐκτενῶς δεηθῶμεν, οὐ‐ δὲν ἄλλο ἢ τὸν δῆμον ἅπαντα τῶν πιστῶν διανίστη‐ σιν εἰς τὰς ὑπὲρ ἐκείνων εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούμενοι. Οὐδέπω γὰρ τοῦ σώμα‐ τός εἰσι τοῦ Χριστοῦ, οὐδέπω μυστηρίων ἐκοινώνη‐ | |
20 | σαν, ἀλλ’ ἔτι διῃρημένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευματικῆς. Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. Διὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶμεν, ἵνα μὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα μὴ ὡς ξένους ἀγνοήσῃ. | |
25 | Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενομισμένην καὶ εἰσ‐ ενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ’ ἑτέρων δέονται τῶν μυσταγωγηθέν‐ των. Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων. Διὰ τοῦτο καὶ ἀπελαύ‐ | |
30 | νονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων. Διὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλο‐ τριωμένοι. Τὸ γὰρ, Δεηθῶμεν, οὐ τοῖς ἱερεῦσι λέ‐ γεται μόνον, ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. | |
35 | Ὅταν γὰρ εἴπῃ, Στῶμεν καλῶς, δεηθῶμεν, πάντας, εἰς τὴν εὐχὴν παρακαλεῖ. Εἶτα ἀρχόμενος τῆς εὐχῆς φησιν· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ μὴ λέγῃς, Τί δεηθῶμεν; ἠλλοτριωμένοι εἰσὶν, οὐδέπω συνημ‐ | |
40 | μένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς; ἵνα μὴ ταῦτα ζητῶν ἀπορῇς, ὅρα πῶς σου λύει τὴν ἀπορίαν λέγων· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεός. Ἤκουσας, Πανελεήμων Θεός; Μὴ ἀπόρει | |
45 | λοιπόν· ὁ γὰρ πανελεήμων πάντας ἐλεεῖ, καὶ ἁμαρ‐ τωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν. Δέησις δὲ κατηχουμένων τίς ἂν εἴη, ἀλλ’ ἢ ὥστε μὴ μεῖναι κατηχουμένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκε‐ | |
61.399(50) | τηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα δι‐ ανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέμυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλ‐ | |
μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν | Column end | |
61.400 | ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤ‐ ῥήτων μυστηρίων, ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ, οὐκ ἴσασι τὰ λεγόμενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως | |
5 | μόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς. Διὸ καὶ προφητικὸν αὐτοῖς ἐπεύχεται χάρισμα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί μοι γλῶσ‐ σαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει μου τὸ στόμα, ἔδωκέ μοι πρωῒ, | |
10 | προσέθηκέ μοι ὠτίον ἀκούειν. Ὥσπερ γὰρ οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουμένους. Ἐντεῦθεν μανθάνει καὶ ὁ κατηχούμενος, μὴ παρὰ ἀνθρώπων ταῦτα μανθάνειν, μηδὲ ἀκούειν (Μὴ καλέσητε γὰρ, | |
15 | φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ’ ἄνωθεν ἐκ τῶν οὐρανῶν· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ. Διό φησι· Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι χρὴ, οὐδέπω ἴσασι τὸν λόγον τῆς ἀληθείας. | |
20 | Ἵνα κατασπείρῃ τὸν φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· τὰ μὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας. ϛʹ. Ἀλλ’ ἡμεῖς οὐχ οὕτως αἰτοῦμεν· ἀλλ’ ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω | |
25 | καὶ ἐνταῦθα γενέσθαι δεόμεθα, ὥστε νεωθέντας ἐν τῷ βάθει τῆς διανοίας δέξασθαι τὰ καταβαλλόμενα, καὶ πᾶν ὅπερ ἤκουσαν μετὰ ἀκριβείας κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐ‐ τοῦ ἐν ταῖς διανοίαις αὐτοῦ. Τουτέστιν, ἵνα μὴ | |
30 | ἐξεπιπολῆς κέηται, ἀλλ’ ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. Δείκνυσι διπλοῦν τὸ κάλυμμα· τὸ μὲν διὰ τὸ μεμυκέναι αὐτῶν τοὺς ὀφθαλμοὺς τῆς δια‐ νοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον. | |
35 | Διὸ ἀνωτέρω μὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης· τουτέστιν, ἵνα καὶ αὐτοὺς σοφοὺς ἐργάσηται καὶ ἐπιτηδείους πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ | |
40 | σπέρματα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν ὄφελος, τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος· ἄν τε ἀποκαλύψῃ, μὴ δέξωνται δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται. Διὰ τοῦτο ἀμφότερα αἰτοῦμεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον. Οὐδὲ γὰρ, εἰ | |
45 | κόσμος κέοιτο βασιλικὸς ἄνωθεν κεκαλυμμένος, ἔσται τι πλέον ὀφθαλμῶν βλεπόντων· ὥσπερ οὖν οὐδὲ γε‐ γυμνωμένου, τούτων μὴ ἐγρηγορότων. Ταῦτα δὲ ἀμφότερα γίνεται, ἂν ἐκεῖνοι ἕλωνται πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν | |
61.400(50) | δικαίους. Διὰ τούτων γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγει τοῦ βαπτίσματος, δεικνὺς ὅτι οὐχ ἁμαρτημάτων ἀφέσεώς ἐστι μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ δι‐ καιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισμὸν, καὶ ἐνάρετον πολι‐ | |
55 | τείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς | |
εἰσι προσηλωμένοι πράγμασιν. Εἰ γὰρ τοῖς ἀμυήτοις | 399 | |
61.401 | κελευόμεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡμᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάμιλ‐ λον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν. Διὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν δογμάτων ἐπὶ τὴν | |
5 | πολιτείαν μεταβαίνει. Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ὅταν γὰρ γένηται | |
10 | δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁμαρτήματα, οἶκος γίνεται τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν ἀνθρώπινον ἔσται λοιπόν. Καὶ οὕτω γίνεται ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόμενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα | |
15 | οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισμόν. Καὶ τί ποτέ ἐστι σώ‐ φρονα λογισμὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόμενος ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώ‐ | |
20 | φρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυμεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον πολιτείαν. Τὰ γὰρ δόγματα πολιτείας χρείαν ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισμα ἰόντες. Ἡμεῖς μὲν γὰρ εὐ‐ | |
25 | χόμεθα, ἵνα μετὰ τὸ βάπτισμα καὶ πολιτείαν σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας ἔρημος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ’ ἀπὸ τῆς πίστεως μόνης; Ἡμεῖς δὲ καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων εὐχόμεθα σχεῖν παῤῥησίαν. Διαπαν‐ | |
30 | τὸς τὰ αὐτοῦ νοεῖν, τὰ αὐτοῦ φρονεῖν, τὰ αὐτοῦ μελετᾷν. Σώφρονα γὰρ λογισμὸν καὶ ἐνάρετον πολι‐ τείαν οὐ μίαν ἡμέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦμεν μόνον, ἀλλὰ διὰ παντὸς τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴν ὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων, τὸ τὰ αὐτοῦ | |
35 | φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν τοῦτο ἂν γένοιτο; δεῖ γὰρ μετὰ τῆς εὐχῆς καὶ τὰ παρ’ ἑαυτῶν συνεισφέ‐ ρειν. Ἐὰν ἐν τῷ νόμῳ αὐτοῦ καταγινώμεθα ἡμέρας καὶ νυκτός· διὸ καὶ ἐπάγει τοῦτο αἰτῶν· Ἐν τῷ | |
40 | νόμῳ αὐτοῦ καταγίνεσθαι. Καὶ ὥσπερ ἄνω τὸ, Διαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡμέρας καὶ νυκτός. Διὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυ‐ τοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι’ ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν | |
45 | τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημο‐ νεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν; ζʹ. Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν | |
61.401(50) | τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείμενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ’ ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν μελετᾷν. Τοῦτο δὲ πῶς ἂν συμβαίη; Ἐκ τοῦ τῷ νόμῳ προσ‐ | |
55 | έχειν διηνεκῶς. Πῶς δ’ ἂν πεισθείησαν ἄνθρωποι τοῦτο, Εἰ τὰς ἐντολὰς αὐτοῦ τηροῖεν· μᾶλλον δὲ ἐκ τοῦ τῷ νόμῳ προσέχειν, καὶ τὸ τὰς ἐντολὰς τηρεῖν γίνεται· ὥσπερ οὖν καὶ ἐκ τοῦ τὰ αὐτοῦ φρονεῖν καὶ | |
ἔνθεον ἔχειν νοῦν, τὸ τὰ αὐτοῦ μελετᾷν. Ἕκαστον | Column end | |
61.402 | γὰρ τῶν εἰρημένων καὶ συγκατασκευάζει τὸ πλη‐ σίον, καὶ συγκατασκευάζεται παρ’ αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόμενον παρ’ αὐτοῦ. Ἔτι ἐκτενέ‐ στερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Ἐπειδὴ γὰρ | |
5 | ἐν τῷ μακρῷ λόγῳ καταδαρθάνειν εἴωθεν ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν· Ἔτι ἐκτενέστε‐ ρον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Τί δὲ τοῦτό ἐστιν; Ἵνα ἐξέληται αὐτοὺς ἀπὸ παντὸς πονηροῦ | |
10 | καὶ ἀτόπου πράγματος. Ἐνταῦθα τὸ μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ τὸ πάσης ἐπιβουλῆς ἀπαλλαγῆναι αἰτοῦμεν αὐτοῖς σωματικῶν τε ὁμοῦ καὶ πνευματι‐ κῶν· διὸ καὶ ἐπάγει λέγων· Ἀπὸ παντὸς ἁμαρτή‐ ματος διαβολικοῦ, καὶ πάσης περιστάσεως τοῦ | |
15 | Ἀντικειμένου· τοὺς πειρασμοὺς δηλῶν καὶ τὰς ἁμαρτίας. Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ γενέσθαι παρ’ ἡμῶν, ἐν τῷ | |
20 | νόμῳ αὐτοῦ καταγίνεσθαι, τῶν ἐντολῶν αὐτοῦ μνη‐ μονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν μὴ αὐτὸς παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καὶ | |
25 | μάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ, καὶ ὑπὸ τὴν ἀρχήν εἰσι τὴν αὐτοῦ. Καὶ ἴστε ταῦτα οἱ μεμυημένοι. Ἀναμνήσθητε γοῦν τῶν ῥημάτων ἐκείνων, δι’ ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ κλίναντες, καὶ πρὸς τὸν Βασιλέα αὐτομολήσαντες, καὶ | |
30 | τὰ φρικώδη ἐκεῖνα φθεγξάμενοι ῥήματα, δι’ ὧν παι‐ δευόμεθα μηδὲν αὐτῷ καθόλου πείθεσθαι. Ἀντικείμε‐ νον δὲ αὐτὸν καλεῖ καὶ διάβολον, ἐπειδὴ καὶ Θεὸν πρὸς ἀνθρώπους διαβάλλει, καὶ ἡμᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡμᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ μὲν γὰρ τὸν Ἰὼβ | |
35 | πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰμ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλμούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώ‐ | |
40 | πων, λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωμένων, ἀλλὰ δαίμοσιν ἀφῆκε τὰ καθ’ ὑμᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ | |
45 | σώφρονα ψυχὴν, ὅταν μὴ μνημονεύῃ τῶν ἐντολῶν τοῦ Θεοῦ, μηδὲ φυλάσσῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον λαβὼν ἄπεισιν. Ὁ γοῦν Ἀδὰμ εἰ ἐμνη‐ μόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, ᾟ ἂν | |
61.402(50) | ἡμέρᾳ φάγητε, τότε θανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὰ μὲν γὰρ παρόντα αἰτοῦμεν, τὰ δὲ μέλλοντα· καὶ φιλοσοφοῦμεν ὑπὲρ | |
55 | τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύομεν αὐτοὺς | |
εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν γὰρ ἤδη ὁ λόγος | 401 | |
61.403 | αὐτοὺς συνεθίζει εἰδέναι, ὅτι ἀναγέννησις τὸ πρᾶγμά ἐστι, καὶ πάλιν γεννώμεθα, ὥσπερ ἀπὸ τῆς μήτρας, οὕτως ἀπὸ τῶν ὑδάτων· ἵνα μὴ λέγωσι κατὰ τὸν Νι‐ κόδημον, Πῶς δύναταί τις γεννηθῆναι γέρων ὤν; | |
5 | μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσ‐ ελθεῖν, καὶ γεννηθῆναι ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁμαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦ‐ ται λέγων· Τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόμενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί | |
10 | δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλο‐ γήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους, πάντα τὸν βίον αὐτῶν. Ἐνταῦθα δὲ καὶ σωματικόν τι | |
15 | αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς | |
20 | χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιμῷ εἶναι, ὡς τὸ μὴ ἐξ οὐρίας τὰ πράγματα αὐ‐ τοῖς φέρεσθαι. Διὰ δὴ τοῦτο καὶ τούτους ἀφίησιν ἐμ‐ φιλοχωρεῖν ταῖς αἰτήσεσι ταῖς σωματικωτέραις, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς | |
25 | ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν μεμνημένος εὐ‐ λογιῶν· ὁ μὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι γῆν· ὁ δὲ Παῦ‐ λος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐ‐ | |
30 | τῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς μέτρον ἡλι‐ κίας ἀγαγὼν σοφίσῃ. ηʹ. Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις. Εἶτα τὸ ὕστερον καθ‐ όλου πνευματικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα | |
35 | τὰ προκείμενα πρὸς τὸ συμφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείμενα, ἀλλὰ πρὸς τὸ συμφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδημία, ἀλλ’ οὐ συμφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ’ οὐκ ἔστι λυσιτελοῦν. Ἀπὸ τούτων παιδεύονται ἐν πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, ὡς συμ‐ | |
40 | φερόντως γινομένοις. Καὶ μετὰ ταῦτα πάντα ἐγεί‐ ρεσθαι κελεύει λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐν‐ επλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν | |
45 | ἱκετηρίας. Τὰ μὲν γὰρ ἡμεῖς λέγομεν, τὰ δὲ αὐτοῖς ἐπιτρέπομεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες τοῦ αἰτεῖν· καθάπερ τοὺς παῖδας πρότερον μὲν αὐτοὶ δι‐ δάσκομεν, ἔπειτα δὲ καὶ δι’ ἑαυτῶν φθέγγεσθαι κε‐ λεύομεν λέγοντες· Τὸν ἄγγελον τῆς εἰρήνης | |
61.403(50) | αἰτήσατε, οἱ κατηχούμενοι. Ἔστι γὰρ ἄγγελος κό‐ λασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής. Διὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύομεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσμος τῶν ἀγαθῶν, εἰρήνη, τοῦτο ζητεῖν, ὥστε | |
55 | πάσης ἀπηλλάχθαι μάχης, παντὸς πολέμου, πάσης | |
στάσεως. Εἰρηνικὰ ὑμῖν πάντα τὰ προκείμενα. Κἂν | Column end | |
61.404 | γὰρ φορτικὸν ᾖ τι, εἰρήνην δὲ ἔχῃ, κοῦφόν ἐστι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δί‐ δωμι ὑμῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος. Εἰρηνικὴν | |
5 | τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλό‐ κληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑμῶν τὰ τέλη· τὸ κεφάλαιον τῶν ἀγαθῶν, τὸ κα‐ λὸν καὶ τὸ συμφέρον. Ὃ γὰρ μὴ καλὸν, οὐδὲ | |
10 | συμφέρον. Ἄλλη γὰρ παρ’ ἡμῖν τῶν συμφερόντων ἡ φύσις παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν. Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω γὰρ τῶν ὑπὲρ ἑτέρων αὐτοῖς ἐπιτρέπομεν, ἀλλ’ ἀγαπητὸν ὑπὲρ αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες | |
15 | εὐχὴν ἀπηρτισμένην, καὶ δογμάτων ἕνεκεν καὶ πο‐ λιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωμεν, ὅταν ἔνδυμα ἀφθαρσίας, ὅταν λουτρὸν παλιγγενεσίας, τὰ δόγματα εἴπομεν πάντα· ὅταν νοῦν ἔνθεον, ὅταν σώφρονα λογισμὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαμεν, τὴν πολι‐ | |
20 | τείαν ᾐνιξάμεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύο‐ μεν, τεκμήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούμενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν, ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης αὐτῷ προσάγομεν τῷ Βασιλεῖ τὰς κεφαλὰς τῶν | |
25 | παρεστώτων. Καὶ ἐπιβοῶσιν ἅπαντες τὸ, Ἀμήν. Ταῦτα δέ μοι πάντα τίνος ἕνεκεν εἴρηται; Ἵνα διδάξω ὅτι τὸ ἑτέρων δεῖ ζητεῖν, ἵνα μὴ νομίσωσιν οἱ πιστοὶ μηδὲν εἶναι πρὸς αὐτοὺς, ὅταν ταῦτα λέ‐ γηται. Οὐ γὰρ δὴ τοῖς τοίχοις ὁ διάκονος λέγει· | |
30 | Δεηθῶμεν ὑπὲρ τῶν κατηχουμένων. Ἀλλά τινες οὕτως εἰσὶν ἀνόητοι καὶ βλᾶκες καὶ διαλελυμένοι, ὡς μὴ μόνον ἐν τῷ καιρῷ τῶν κατηχουμένων, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν πιστῶν ἑστάναι καὶ διαλέγεσθαι. Ἐντεῦθεν πάντα διέστραπται, ἐντεῦθεν πάντα ἀπ‐ | |
35 | όλωλεν, ὅτι ἐν τῷ καιρῷ, ἐν ᾧ μάλιστα δεῖ τὸν Θεὸν καταλλάττειν, ἐν τούτῳ παροξύνοντες ἄπιμεν. Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούν‐ των, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς | |
40 | οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ. Ὅταν οὖν οἱ τοσαύτην ὀφείλοντες ἔχειν παῤῥησίαν, ὡς ὑπὲρ ἀλλοτρίων δεῖσθαι, μηδὲ ὑπὲρ ἑαυτῶν νήφοντες προσευχώμεθα, τίς ἡμῖν ἡ ἀπολογία; ποία συγγνώμη; Διὸ δὴ παρακαλῶ ταῦτα | |
45 | πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς, καὶ μεταρ‐ σίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνη‐ θῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγ‐ γελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ | |
61.404(50) | χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 403 | |
61.405 | ΟΜΙΛΙΑ Ιʹ. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν | |
5 | χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. αʹ. Ἐνταῦθα πάλιν καὶ ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα με‐ γάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων βαπτιζομένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς | |
10 | ἐῤῥύσατο, καὶ τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ ταῖς εὐχαῖς τούτων τὸ πᾶν ἀνέθηκεν· ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε μὲν αὐτὸ καὶ | |
15 | ἔμπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθή‐ ματα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρ‐ θωμα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ τῆς οἰκουμένης ἀναστρεφόμεθα, | |
20 | φησίν. Οὐ μικρὸν δὲ τοῦτο ἡμῖν εἰς παραμυθίαν καὶ παράκλησιν· μᾶλλον δὲ οὐκ εἰς παράκλησιν μόνον, ἀλλὰ καὶ εἰς ἕτερον, ὃ πολλῷ μεῖζον τῆς παρακλή‐ σεώς ἐστι, καὶ εἰς καύχησιν. Ταῦτα δὲ ἔλεγε, κἀκεί‐ νους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ | |
25 | καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων. Καὶ ὥσπερ ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ με Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κε‐ νωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ, Ἵνα ἡ πίστις | |
30 | ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ· οὕτω καὶ ἐνταῦθά φησιν· Οὐκ ἐν σοφίᾳ, ἀλλ’ ἐν χάριτι Χριστοῦ. Καὶ ἕτερον δέ τι ᾐνίξατο εἰπὼν, Οὐκ ἐν σοφίᾳ, τουτέστιν, οὐκ ἐν ἀπάτῃ, καὶ ταύτῃ βάλλων τὴν ἔξω παίδευσιν. Ἡ γὰρ καύχησις | |
35 | ἡμῶν αὕτη ἐστὶ, φησὶ, τὸ μαρτύριον τῆς συνει‐ δήσεως ἡμῶν· τουτέστιν, Ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς καταδικάζειν, ὡς ἐπὶ πονηροῖς πράγμασιν ἐλαυνομένους. Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, | |
40 | ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συν‐ ειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι’ οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι’ ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτη‐ | |
45 | ρίαν. Ἐκείνη μὲν οὖν ἡ προτέρα παράκλησις παρὰ τοῦ Θεοῦ ἦν· αὕτη δὲ παρ’ αὐτῶν καὶ τῆς τοῦ βίου καθαρότητος συνεισήγετο. Διὸ καὶ καύχησιν αὐτὴν καλεῖ, ὅτι τῆς οἰκείας αὐτῶν ἀρετῆς κατόρθωμα ἦν. Τίς οὖν ἐστιν ἡ καύχησις, καὶ τί μαρτυρεῖ ἡμῖν τὸ | |
61.405(50) | συνειδὸς ἡμῶν, Ὅτι ἐν ἁπλότητι καὶ ἐν εἰλικρι‐ νείᾳ; Τουτέστιν, οὐδὲν δολερὸν, οὐχ ὑπόκρισιν, οὐκ εἰρωνείαν, οὐ κολακείαν, οὐκ ἐπιβουλὴν καὶ ἀπάτην, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἐν ἐλευθερίᾳ πάσῃ, ἐν ἁπλότητι, ἐν ἀληθείᾳ, ἐν καθαρᾷ καὶ ἀπο‐ | |
55 | νήρῳ γνώμῃ, ἐν ἀδόλῳ διανοίᾳ, οὐδὲν ἔχοντες συν‐ | Column end |
61.406 | εσκιασμένον, οὐδὲ ὕπουλον. Οὐκ ἐν σοφίᾳ σαρκικῇ. Τουτέστιν, οὐκ ἐν κακουργίᾳ οὐδὲ πονηρίᾳ, οὐδὲ ἐν δεινότητι λόγων ἢ ἐν συμπλοκῇ σοφισμάτων· ταύτην γὰρ λέγει σοφίαν σαρκικήν. Καὶ ἐφ’ ᾧ μέγα ἐφρόνουν | |
5 | ἐκεῖνοι, τοῦτο οὗτος ἀρνεῖται καὶ διωθεῖται, δεικνὺς ἐκ πολλοῦ τοῦ περιόντος οὐκ ὂν ἄξιον καυχήσεως τοῦτο, καὶ ὅτι οὐ μόνον αὐτὸ οὐ ζητεῖ, ἀλλὰ καὶ διακρούεται καὶ ἐπαισχύνεται. Ἀλλ’ ἐν χάριτι Θεοῦ ἀνεστρά‐ φημεν ἐν τῷ κόσμῳ. Τί ἐστιν, Ἐν χάριτι Θεοῦ; | |
10 | Τὴν παρ’ αὐτοῦ σοφίαν, τὴν παρ’ αὐτοῦ δύναμιν δεδο‐ μένην ἡμῖν ἐνδεικνύμενοι διὰ τῶν σημείων, διὰ τοῦ περιγενέσθαι σοφῶν, ῥητόρων, φιλοσόφων, βασιλέων, δήμων, ἰδιῶται τυγχάνοντες, καὶ μηδὲν τῆς ἔξωθεν σοφίας ἐπιφερόμενοι. Οὐχ ἡ τυχοῦσα δὲ αὕτη παρά‐ | |
15 | κλησίς τε καὶ καύχησις τοῦ συνειδέναι ἑαυτοῖς, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει ἐκέχρηντο, ἀλλὰ θείᾳ χάριτι πάντα κατώρθουν. Ἐν τῷ κόσμῳ. Οὕτως οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Περισσοτέρως δὲ πρὸς ὑμᾶς. Τί περισσοτέρως | |
20 | πρὸς ὑμᾶς; Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν. Καὶ γὰρ σημεῖα καὶ θαύματα παρ’ ὑμῖν ἐπεδειξάμεθα, καὶ πλείονα ἀκρίβειαν καὶ βίον ἄληπτον. Καὶ γὰρ καὶ τοῦτο χάριν Θεοῦ καλεῖ, καὶ τὰ οἰκεῖα κατορθώματα αὐτῇ λογιζόμενος. Ἐκεῖ γὰρ καὶ τὰ σκάμματα ὑπερ‐ | |
25 | έβη, ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον, διὰ τὸ τῆς ἀσθενείας αὐτῶν φείδεσθαι. Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο ὑπὲρ ἑαυτοῦ, καὶ ἔδοξεν ἑαυτῷ μαρτυρεῖν, ὅπερ ἦν φορτικὸν, πάλιν | |
30 | αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. Μὴ γάρ τις νομιζέτω πραγμάτων εἶναι κόμπον τὰ λεγό‐ μενα, φησί· ταῦτα γὰρ ὑμῖν δηλοῦμεν, ἃ αὐτοὶ ὑμεῖς ἴστε· καὶ ὅτι οὐ ψευδόμεθα, πρὸ τῶν ἄλλων ἂν ἡμῖν μαρτυρήσετε. Ἀναγινώσκοντες γὰρ ἐπιγινώ‐ | |
35 | σκετε, ὅτι ἃ σύνιστε ἡμῖν ἐν τοῖς ἔργοις, ταῦτα καὶ ἐν τοῖς γράμμασι λέγομεν· καὶ οὐκ ἐναντιοῦται ὑμῶν ἡ μαρτυρία ταῖς Ἐπιστολαῖς, ἀλλὰ συνᾴδει τῇ ἀναγνώσει ἡ γνῶσις, ἣν προλαβόντες εἴχετε περὶ ἡμῶν. Καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. | |
40 | Οὐδὲ γὰρ ἐξ ἀκοῆς ἴστε, φησὶ, τὰ καθ’ ἡμᾶς, ἀλλ’ ἀπ’ αὐτῆς τῆς πείρας. Τὸ δὲ, Ἀπὸ μέρους, μετριά‐ ζων εἶπεν. Ἔθος γὰρ αὐτῷ τοῦτο, ἐπειδὰν μέγα τι φθέγξηται κατεπειγούσης ἀνάγκης (οὐδὲ γὰρ ἄλ‐ λως αὐτὸ ποιεῖ), ταχέως συστέλλειν πάλιν τὸν ἐκ | |
45 | τῶν εἰρημένων ὄγκον βουλόμενος. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε. βʹ. Εἶδες πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα πιστούμενον, καὶ οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως; Οὐ γὰρ | |
61.406(50) | ἁπλῶς ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπ’ αὐτὸν ἔῤῥιψε καὶ | 405 |
61.407 | τὴν εἰς αὐτὸν ἐλπίδα. Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τὸν ἐκ τῶν εἰρημένων ὑποτέμνεται φθόνον, μεριστὰς αὐτοὺς καὶ | |
5 | κοινωνοὺς ποιήσας τῆς δόξης τῶν αὑτοῦ κατορθωμά‐ των. Οὐ γὰρ μέχρις ἡμῶν ἕστηκεν, ἀλλὰ καὶ εἰς ὑμᾶς διαβαίνει, καὶ πάλιν ἀφ’ ὑμῶν εἰς ἡμᾶς. Ἐπει‐ δὴ γὰρ ἐπῆρεν ἑαυτὸν, καὶ τῶν παρελθόντων παρ‐ έσχεν ἀπόδειξιν, καὶ τὰ μέλλοντα ἐνεγγυήσατο· ὥστε | |
10 | μὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς μεγαληγοροῦντι, μηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι, κοινοῖ τὸ καύχημα, καὶ αὐτῶν εἶναί φησι τὸν τῶν ἐγκω‐ μίων στέφανον τοῦτον. Ἂν γὰρ τοιοῦτοι φανῶμεν, φησὶν, ὁ ἔπαινος ἡμῶν ὑμῶν ἡ δόξα· ὥσπερ οὖν καὶ | |
15 | ὑμῶν εὐδοκιμούντων ἡμεῖς ἀγαλλόμεθα καὶ σκιρτῶ‐ μεν καὶ στεφανούμεθα. Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης αὐτοῦ δι’ ὧν εἴρηκεν ἐπιδείκνυται. Οὐ γὰρ ὡς διδάσκαλος μαθηταῖς, ἀλλ’ ὡς μαθητὴς μαθηταῖς ὁμοτίμοις διαλεγόμενος, οὕτως ἐξισάζει τὸν | |
20 | λόγον. Καὶ θέα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ, καὶ φιλο‐ σοφίας πληροῖ, παραπέμπων ἐκείνῃ τῇ ἡμέρᾳ. Μὴ γάρ μοι τὰ παρόντα εἴπητε, φησὶ, τουτέστι, τὰ ὀνεί‐ δη, τὰς λοιδορίας, τὰ σκώμματα τὰ παρὰ τῶν πολ‐ λῶν· οὐδὲν γὰρ μέγα τὰ ἐνταῦθα, οὔτε τὰ χρηστὰ | |
25 | οὔτε τὰ λυπηρὰ, οὐ τὰ σκώμματα, οὐ τὰ ἐγκώμια τὰ παρὰ τῶν ἀνθρώπων· ἀλλ’ ἀναμνήσθητέ μοι τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ φρικώδους, ἐν ᾗ πάντα ἀνακεκαλυμμένα. Τότε γὰρ καὶ ἡμεῖς ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἡμῖν καλλωπισθήσεσθε, ὅταν καὶ | |
30 | ὑμεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, μη‐ δὲν ἀνθρώπινον διδάσκοντας, μηδὲ πονηρίᾳ συνεζη‐ κότας, μηδὲ λαβήν τινα δεδωκότας, καὶ ἡμεῖς τοιού‐ τους ἔχοντες μαθητὰς, μηδὲν ἀνθρώπινον πάσχοντας, μηδὲ σαλευομένους, ἀλλὰ μετὰ προθυμίας πάντα | |
35 | ὑποδεχομένους, καὶ μηδαμόθεν παραλογιζομένους. Καὶ νῦν μὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι· τότε δὲ πᾶσιν. Ὥστε εἰ καὶ θλιβόμεθα νῦν, οὐ μι‐ κρὰν καὶ ταύτην ἔχομεν παραμυθίαν· νῦν μὲν τὴν ἀπὸ τοῦ συνειδότος, τότε δὲ καὶ τὴν ἀπὸ τῆς ἐκλάμ‐ | |
40 | ψεως αὐτῆς. Νῦν μὲν γὰρ τὸ συνειδὸς ἡμῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦμεν, ὡς καὶ ὑμεῖς ἴστε καὶ εἴσεσθε· τότε δὲ καὶ πάντες μαθήσονται ἄνθρω‐ ποι καὶ τὰ ἡμέτερα καὶ τὰ ὑμῶν, καὶ ὄψονται δι’ ἀλ‐ λήλων ἡμᾶς δοξαζομένους. Ἵνα γὰρ μὴ δόξῃ μόνος | |
45 | αὐτὸς εἶναι λαμπρὸς ἀπὸ τῆς καυχήσεως, καὶ αὐτοῖς δίδωσιν αἰτίαν τοῦ καυχήματος, καὶ ἀπάγει τῶν παρόντων λυπηρῶν. Καὶ ὅπερ ἐπὶ τῆς παρακλήσεως ἐποίησεν εἰπὼν, ὅτι Δι’ ὑμᾶς παρακαλούμεθα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, Δι’ ὑμᾶς καυχώμεθα λέγων, ὥσ‐ | |
61.407(50) | περ καὶ ὑμεῖς δι’ ἡμᾶς, πανταχοῦ κοινωνοὺς αὐτοὺς ποιῶν ἁπάντων, τῆς παρακλήσεως, τῶν παθημάτων, τῆς σωτηρίας τῆς αὑτοῦ· καὶ γὰρ τὴν σωτηρίαν ταύτην ταῖς εὐχαῖς αὐτῶν λογίζεται· Συνυπουρ‐ γούντων γὰρ ὑμῶν τῇ δεήσει, φησὶν, ἐῤῥύσατο | |
55 | ἡμᾶς ὁ Θεός. Οὕτω δὴ καὶ τὰ καυχήματα κοινὰ τί‐ θησιν. Ὥσπερ γὰρ ἐκεῖ φησιν· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς πα‐ ρακλήσεως· οὕτω καὶ ἐνταῦθα, Καύχημα ὑμῶν | |
ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Καὶ ταύτῃ τῇ | Column end | |
61.408 | πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλ‐ θεῖν. Ποίᾳ πεποιθήσει; Τῷ σφόδρα θαῤῥεῖν ὑμῖν, τῷ καυχᾶσθαι ἐφ’ ὑμῖν, τῷ καύχημα ὑμῶν εἶναι, τῷ σφόδρα ὑμᾶς ἀγαπᾷν, τῷ μηδὲν ἑαυτῷ συνειδέναι | |
5 | πονηρὸν, τῷ πεποιθέναι ὅτι πάντα πνευματικὰ παρ’ ἡμῖν, καὶ ὑμᾶς τούτων μάρτυρας ἔχειν. Ἐβου‐ λόμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν. Καὶ μὴν τοὐναντίον ἐπηγγείλατο ἐν τῇ προτέρᾳ, οὕτω λέγων· Ἐλεύσομαι δὲ πρὸς | |
10 | ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι. Πῶς οὖν ἐνταῦθα τἀναντία φησίν; Οὐ τὰ ἐναντία φησὶν, ἄπαγε· ταῦτα γὰρ ἐναντία μὲν ἔστιν οἷς ἔγραψεν, οὐκ ἐναντία δὲ οἷς ἐβούλετο. Διὸ καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἔγραψα δι’ ὑμῶν ἀπελθεῖν | |
15 | εἰς Μακεδονίαν, ἀλλ’, Ἐβουλόμην. Εἰ γὰρ καὶ οὐχ οὕτως ἔγραψα, φησὶν, ἀλλ’ ὅμως ἐσπούδαζον καὶ ἐβουλόμην καὶ πρὸ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· τοσοῦτον ἀπέσχον τοῦ βουληθῆναι ὑστερῆσαι τῆς ὑποσχέσεως, ὅτι καὶ φθάσαι αὐτὴν ἠθέλησα. Ἵνα δευτέραν χά‐ | |
20 | ριν ἔχητε. Τί ἐστι, Δευτέραν; Ἵνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων, καὶ τὴν διὰ τῆς παρουσίας. Χάριν δὲ ἐνταῦθα τὴν χαρὰν λέγει. Καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ’ ὑμῶν προ‐ | |
25 | πεμφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλό‐ μενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; γʹ. Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκλημα τὸ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀπουσίας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς· τίνος | |
30 | οὖν ἕνεκεν οὐκ ἦλθον; ἆρα ὡς κοῦφος καὶ εὐρίπι‐ στος; τοῦτο γάρ ἐστι, Μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρη‐ σάμην; Οὐδαμῶς· ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Τί ἐστιν, Οὐ κατὰ σάρκα; Οὐ σαρκικῶς βουλεύομαι. Ἵνα ᾖ | |
35 | παρ’ ἐμοὶ τὸ Ναὶ ναὶ, καὶ τὸ Οὒ οὔ. Ἀλλ’ ἔτι καὶ τοῦτο ἀσαφές. Τί οὖν ἐστιν ὅ φησιν; Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι προσηλωμένος καὶ ἐν τούτοις διαπαντὸς ὢν, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύνα‐ | |
40 | ται, καὶ πλανᾶσθαι ὅπου βούλεται· ὁ δὲ ὑπηρέτης τοῦ Πνεύματος, καὶ ὑπ’ ἐκείνου ἀγόμενος καὶ περι‐ αγόμενος, οὐ δύναται κύριος εἶναι τῆς ἑαυτοῦ γνώμης πανταχοῦ, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτήν· ἀλλὰ τοιοῦτον ὑπομένει, οἷον ἂν εἰ δοῦλος εὐδοκι‐ | |
45 | μῶν, καὶ πανταχοῦ περιελκόμενος ὑπὸ τῶν δεσποτι‐ κῶν ἐπιταγμάτων, καὶ οὐκ ἔχων ἐξουσίαν ἑαυτοῦ, οὐδὲ ἀναπνεῦσαι δυνάμενος οὐδὲ μικρὸν, ἐπαγγέλ‐ λοιτό τινα τοῖς συνδούλοις, εἶτα τῷ δεσπότῃ τἀναντία δοκοῦντα, μὴ ἀνύοι τὰ ἀπηγγελμένα. Τοῦτο οὖν φη‐ | |
61.408(50) | σιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύομαι, καὶ οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι δε‐ σποτείᾳ τῇ τοῦ Παρακλήτου καὶ ἐπιτάγμασι, καὶ ταῖς ἐκείνου ψήφοις ἄγομαι καὶ περιάγομαι. Διὰ τοῦτο | |
55 | οὐκ ἠδυνήθην ἐλθεῖν· οὐ γὰρ ἔδοξεν τῷ Πνεύματι. Ὃ καὶ ἐν ταῖς Πράξεσι πολλαχοῦ γέγονεν· ἀλλαχοῦ γὰρ προῃρημένον ἐλθεῖν, τὸ Πνεῦμα ἀλλαχοῦ βαδί‐ | |
ζειν ἐκέλευεν. Ὥστε οὐ τῆς ἐμῆς ἐλαφρίας, τουτέστι. | 407 | |
61.409 | κουφότητος, τὸ μὴ ἐλθεῖν, ἀλλὰ τὸ τοῦ Πνεύματος, ὑποκείμενον ἐκείνῳ πείθεσθαι. Εἶδες πάλιν αὐτοῦ τὸ σύνηθες θεώρημα; Ἀφ’ ὧν ἐνόμιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόμενον, ἐκ τοῦ μὴ πληρῶσαι τὴν | |
5 | ὑπόσχεσιν, ἐκ τούτου δείκνυσι μάλιστα πνευματικῶς βεβουλευμένον, καὶ τοὐναντίον σαρκικῶς βουλεύε‐ σθαι. Τί οὖν, φησίν; οὐ μετὰ τοῦ Πνεύματος ἐπηγ‐ γείλατο; Οὐδαμῶς· καὶ γὰρ καὶ ἤδη εἶπον, ὅτι οὐ πάντα προῄδει Παῦλος τὰ μέλλοντα καὶ συμφέροντα. | |
10 | Διὰ δὴ τοῦτο ἐν μὲν τῇ προτέρᾳ φησὶν, Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι, δεδοικὼς αὐτὸ τοῦτο, μὴ εἰς τὴν Ἰουδαίαν εἰπὼν, ἀναγκασθῇ ἑτέ‐ ρωθι ἀπελθεῖν· ἐνταῦθα δὲ ἐπειδὴ ἀπέτυχε, λέγει αὐτὸ, Καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰου‐ | |
15 | δαίαν. Ὃ μὲν γὰρ ἦν ἀγάπης, τίθησι, τὸ ἐλθεῖν πρὸς αὐτούς· ὃ δὲ οὐδὲν πρὸς αὐτοὺς ἦν, τὸ ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν, οὐκέτι καὶ τοῦτο προστίθησι δι‐ ωρισμένως. Ἐπειδὴ δὲ ἐλήλεγκται, ἐνταῦθα θαῤῥῶν λέγει λοιπὸν, ὅτι Εἰς τὴν Ἰουδαίαν. Καὶ τοῦτο δὲ | |
20 | συμφερόντως ἐγίνετο, ἵνα μή τις αὐτῶν μείζονα περὶ αὐτὸν τῆς ἀξίας ὑπόνοιαν ἔχῃ. Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀν‐ θρωπίνης ἀσθενείας παρείχοντο; Καὶ τί θαυμάζεις, | |
25 | εἰ τὰ μέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συμφέρον ἀγνοεῖ; Τὸ γὰρ, τί προσευ‐ ξόμεθα, φησὶ, καθὸ δεῖ, οὐκ οἴδαμεν. Καὶ οὐ λέγει τοῦτο μόνον, ἵνα δόξῃ μετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συμφέρον ἐν εὐχαῖς ἠγνόησε. | |
30 | Ποῦ τοίνυν ἠγνόησεν; Ἡνίκα παρεκάλει τῶν πει‐ ρασμῶν ἀπαλλαγῆναι, λέγων· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου | |
35 | ἐν ἀσθενείᾳ τελειοῦται. Εἶδες πῶς οὐκ ἔγνω τὰ συμφέροντα αἰτῆσαι; Διὸ οὐδὲ ἔλαβε, καὶ πολλάκις αἰτήσας. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Καλῶς ἀντί‐ θεσιν ἀνακύπτουσαν καταλύει. Εἰ γὰρ ὑποσχόμενος, | |
40 | φησὶ, παραγίνεσθαι ὑπερέθου, καὶ οὐκ ἔστι παρὰ σοὶ Ναὶ ναὶ, καὶ Οὒ οὒ, ἀλλὰ νῦν ἃ λέγεις ἀνατρέ‐ πεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς σῆς ἐπιδημίας ἐποίησας· οὐαὶ ἡμῖν, μήποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵν’ οὖν μὴ ταῦτα ἐννοῶσι, μηδὲ | |
45 | θορυβῶνται, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Ἐν γὰρ τῷ κηρύγματι, φησὶ, τοῦτο οὐκ ἐγένετο, ἀλλ’ ἐν ταῖς ὁδοῖς καὶ ταῖς ἀποδημίαις μόνον. Ἐν δὲ τῷ κηρύγματι μένει βέβαια καὶ ἀκίνητα ἅπερ εἰρήκα‐ | |
61.409(50) | μεν. Λόγον γὰρ ἐνταῦθα τὸ κήρυγμα καλεῖ. Εἶτα ἀπόδειξιν ἀναντίῤῥητον παρέχει τούτου, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνάγων Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ ὑπό‐ σχεσις τῆς παρουσίας ἐμὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγ‐ γειλάμην ἐκεῖνο· τὸ δὲ κήρυγμα οὐκ ἐμὸν οὐδὲ ἀν‐ | |
55 | θρώπινον, ἀλλὰ τοῦ Θεοῦ· τὰ δὲ τοῦ Θεοῦ ἀμήχανον διαψεύσασθαι· διὸ καὶ ἔφη· Πιστὸς δὲ ὁ Θεός· τουτ‐ | |
έστιν, ἀληθής. Μὴ τοίνυν ὑποπτεύετε τὰ ἐκείνου· | Column end | |
61.410 | οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. Καὶ ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν δεικνὺς ποῖον λόγον φησί. δʹ. Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθεὶς, δι’ | |
5 | ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Διὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς μέσον, ἀξιόπιστον κἀντεῦθεν τὴν μαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων μόνον, ἀλλὰ καὶ διὰ τῶν διδαξάντων. Καίτοι μαθηταὶ ἦσαν· | |
10 | ἀλλὰ μετριάζων, ἐν τάξει διδασκάλων αὐτοὺς ἀριθμεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀν‐ έτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης | |
15 | διανοίας ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτ‐ έστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγμα | |
20 | ὑπισχνεῖτο, καὶ αὐτοὶ τὰ πολλὰ ταῦτα ἐπηγγέλλοντο καὶ ἐκήρυττον. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθη‐ σαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν | |
25 | ἀκινήτους φησὶ, καὶ οὐκ ἐγένετο Ναὶ καὶ Οὒ ἐν αὐ‐ ταῖς. Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ’ ἀεὶ ἀληθῆ. Καὶ πρῶτον μὲν ὑπὲρ τῶν τῆς πί‐ στεως δογμάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνί‐ | |
30 | ζεται λέγων· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν ὑποσχέ‐ σεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ μᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, | |
35 | καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν μὲν ἔστι, νῦν δὲ οὐκ ἔστιν, ἀλλ’ ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀμήν; Τὸ πάντως ἐσόμενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ | |
40 | πληρωθῆναι. Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν. Τί ἐστι, Πρὸς δόξαν δι’ ἡμῶν; Πληροῖ αὐτὰς δι’ ἡμῶν· τουτέστι, διὰ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν πρὸς δόξαν | |
45 | αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡμετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρω‐ πος εἶναι. Καὶ πρὸς τοῦτο ἡμῶν ἡ σωτηρία συνδέ‐ | |
61.410(50) | δεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σω‐ τηρία ἡμῶν ἕψεται. Ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους συνεχῶς περιστρέφει λέγων· Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς | |
55 | τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡμᾶς | |
μόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοί‐ | 409 | |
61.411 | νυν τοῦτο ἐννοήσῃς, ὅτι δι’ ἡμῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι’ ἡμῶν πληροῦνται, ἀλλὰ δι’ αὐτοῦ· καὶ αἱ ἐπαγγελίαι δὲ δι’ αὐτοῦ· οὐ γὰρ τὰ ἡμέτερα, ἀλλὰ τὰ αὐτοῦ πρὸς ὑμᾶς εἰρήκαμεν. | |
5 | Ὁ δὲ βεβαιῶν ἡμᾶς, σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός· καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρ‐ δίαις ἡμῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλ‐ λοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν | |
10 | ἡμᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρα‐ σαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν· πῶς τὰ μέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν | |
15 | ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν· πῶς τὰ ἐκ τούτων οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ μᾶλλον ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ μᾶλλον ἐκεῖνα | |
20 | φίλοις γενομένοις χαριεῖται. Διὰ τοῦτο οὐδὲ Πνεῦμα εἶπεν ἁπλῶς, ἀλλ’ ἀῤῥαβῶνα ὠνόμασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς θαῤῥῇς. Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην. Καὶ ὅρα | |
25 | εὐγνωμοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡμῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑμᾶς, οὐκ ἐν ἡμῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑμᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡμεῖς ἐσμεν οἱ στηρί‐ | |
30 | ζοντες ὑμᾶς· καὶ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ βε‐ βαιοῦντος. Ὥστε μηδεὶς ἐν ἡμῖν νομιζέτω κινδυνεύε‐ σθαι τὸ κήρυγμα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ μέλει τοῦ παντός. εʹ. Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάμενος; Τὸ | |
35 | Πνεῦμα δοὺς, δι’ οὗ ταῦτα ἀμφότερα ἐποίησεν, ὁμοῦ προφήτας καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόμενος· ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη. Ἀλλ’ ἡμεῖς οὐχ ἓν, ἀλλὰ τὰ τρία μεθ’ ὑπεροχῆς ἔχομεν ἀξιώ‐ ματα νῦν· καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, | |
40 | καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν. Παραστήσατε γὰρ τὰ μέλη ὑμῶν, θυ‐ σίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, φησί· καὶ μετὰ τούτων καὶ προφῆται καθιστάμεθα· Ἃ γὰρ ὀφθαλ‐ μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκε‐ | |
45 | καλυμμένα ἡμῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν κρατεῖν τῶν ἀτόπων λο‐ γισμῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ μᾶλλον ἢ ὁ τὸ διάδημα περικείμενος, ἤδη τοῦτο ποιήσω δῆλον ὑμῖν· Πολλὰ ἔχει στρατόπεδα ἐκεῖνος, ἀλλὰ καὶ ἡμεῖς | |
61.411(50) | τούτων πλείους ἔχομεν λογισμούς· οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡμῖν. Οὐ πλῆθος δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ πολλοὺς ἐν τῷ πλήθει τούτῳ τῶν λογισμῶν καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ λοχαγοὺς καὶ τοξό‐ | |
55 | τας καὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰ | Column end |
61.412 | ἱμάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή | |
5 | μου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ τὸν τῆς δόξης· Δόξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ [τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ | |
10 | σῇ κεφαλῇ. Εἶδες πολύπλοκον καὶ χαριέστερον τουτὶ τὸ διάδημα; Πλὴν ἀλλ’ ἄνωθεν αὐτὰ ἀκριβέστε‐ ρον ἐξετάσωμεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ’ | |
15 | ἐγὼ δείκνυμι μείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ μὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν δὲ περὶ τῆς ὑπο‐ ταγῆς ἐξετάζειν δεῖ. Καὶ μή μοι εἰς μέσον ἀγάγῃς τοὺς ἐκπεσόντας τῆς βασιλείας, καὶ σφαγέντας ὑπ’ αὐτῶν τῶν σωματοφυλάκων. Μὴ τοίνυν τούτους εἰς | |
20 | μέσον ἄγωμεν, ἀλλὰ τοὺς καλῶς ἐν ἀμφοτέροις τὴν ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωμεν. Καὶ σὺ μὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρ‐ χην ἀντιτάττω πᾶσιν. Ὅτε γὰρ τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι, ἐννόησον | |
25 | πόσοι τότε ἐπανέστησαν αὐτῷ λογισμοί· ἀλλ’ ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ’ ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν | |
30 | ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπό‐ τομοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχμαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάμεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισμοί. Οὐ δο‐ ράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια; | |
35 | Διὸ καὶ αἰχμῆς ἠκονημένης μᾶλλον τέμνειν ἠδύναντο τὴν ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ’ ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτω‐ θεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν. Ἐνταῦθα μὲν γὰρ | |
40 | καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριμύτερα ἦν τὰ τραύματα. Ἀλλ’ ὅμως τοσούτων τότε ὁπλισθέντων κατ’ αὐτοῦ λογισμῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν | |
45 | εὐτάκτως, κοσμοῦντες μᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν μάχαιραν αὐτὸν ἐκτείνοντα, καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ μέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ’ οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆμα δεῖξαι τοιοῦτον, οὕτω μεγαλοφυὲς καὶ τῶν | |
61.412(50) | οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον· κἂν μυρίους τιθῇς τυραν‐ | |
νοκτόνους, οὐδένα τοιοῦτον ἐπιδείξῃς ἡμῖν. Καὶ γὰρ | 411 | |
61.413 | ἀγγέλου τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰ‐ στήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, | |
5 | ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπο‐ λιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγμα. Τί τού‐ του λαμπρότερον; μᾶλλον δὲ τί τούτου γένοιτ’ ἂν ἴσον | |
10 | τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ’ ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀνα‐ στὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην, ἆρ’ οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄν‐ | |
15 | θρωπος βασιλεὺς, ἀλλ’ αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ’ ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακη‐ ρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς | |
20 | ἀκούσωμεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Τί τοῦτο; ὁ | |
25 | πάντα πρὸ γενέσεως αὐτῶν εἰδὼς, νῦν ἔγνω; Καί‐ τοι γε καὶ ἀνθρώπῳ δήλη ἦν ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγματα τῆς περὶ τὸν Θεὸν εὐ‐ νοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι’ αὐτὸν καὶ τὴν | |
30 | εἰς αὐτὸν τιμὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύ‐ νων· ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούμενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων | |
35 | ἔμαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, μήτι γε ὁ Θεὸς, ὁ μὴ περιμένων ἀπὸ τῶν πραγμάτων μαθεῖν τὸ τέ‐ λος. Πῶς δὲ αὐτὸν καὶ ἐδικαίωσεν ἀγνοῶν; Ἐπί‐ στευσε γὰρ, φησὶν, Ἀβραὰμ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. | |
40 | ϛʹ. Τί οὖν ἐστι τὸ, Νῦν ἔγνων; Ὁ μὲν Σύρος φησί· Νῦν ἐγνώρισας, τουτέστι, τοῖς ἀνθρώποις. Ἐγὼ γὰρ ᾔδειν πάλαι καὶ πρὸ τῶν ἐπιταγμάτων ἁπάντων ἐκείνων. Διὰ τί δὲ καὶ τοῖς ἀνθρώποις νῦν; Ἐκεῖνα γὰρ οὐχ ἱκανὰ δεῖξαι τὴν περὶ τὸν Θεὸν εὔνοιαν; | |
45 | Ἱκανὰ μέν· ἀλλὰ τοσούτῳ πάντως τοῦτο ἐκείνων μεῖζον, ὡς μηδὲν ἐκεῖνα πρὸς τοῦτο φαίνεσθαι. Τοῦτο τοίνυν ἐπαίρων τὸ κατόρθωμα, καὶ δεικνὺς πάντων ἀνώτερον, ταῦτα εἴρηκε. Καὶ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τοῖς ὑπερέχουσι καὶ τὰ πρῶτα | |
61.413(50) | νικῶσιν, οὕτως εἰώθασι λέγειν· οἷον ὅταν τις μεῖζον τῶν προτέρων λάβῃ τι παρ’ αὐτοῦ δῶρον, πολλάκις λέγει· Νῦν ἔγνων ὅτι με ἀγαπᾷ ὁ δεῖνα· οὐ τοῦτο | |
λέγων, ὅτι τὸν ἔμπροσθεν ἠγνόει χρόνον, ἀλλὰ δη‐ | Column end | |
61.414 | λῶσαι βουλόμενος, ὅτι πάντων μεῖζον τὸ δοθὲν νῦν. Οὕτω καὶ ὁ Θεὸς ἀνθρωπίνως διαλεγόμενος, Νῦν ἔγνων, φησὶν, οὐδὲν ἄλλο ἢ τὴν ὑπερβολὴν παρα‐ στῆσαι τοῦ ἄθλου βουλόμενος, οὐχὶ τότε μαθὼν, οὐ | |
5 | τὸν φόβον, ἢ τὸ μέγεθος τοῦ φόβου. Καὶ γὰρ ὅταν λέγῃ, Δεῦτε, καταβάντες ἴδωμεν, οὐ καταβάσεως δεόμενος λέγει· καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πάντα οἶδε σαφῶς· ἀλλὰ παιδεύων ἡμᾶς, μὴ ἁπλῶς ἀποφαίνεσθαι. Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ | |
10 | τοῦ οὐρανοῦ, ἀπὸ μεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὕτω καὶ ἐνταῦθα, Νῦν ἔγνων, φησὶ, τοῦτο δεικνὺς μεῖζον ἁπάντων ὂν τῶν ἔμπρο‐ σθεν. Τούτου καὶ ἀπόδειξιν αὐτοῦ παρέχεται ἐπάγων καὶ λέγων, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ | |
15 | ἀγαπητοῦ δι’ ἐμέ. Οὐκ εἶπε, Τοῦ υἱοῦ, μόνον, ἀλλὰ καὶ, Τοῦ ἀγαπητοῦ. Οὐδὲ γὰρ φύσεως μόνον, ἀλλὰ καὶ φιλοστοργίας, ἧς καὶ διὰ τὸν οἰκεῖον τρόπον, καὶ τὴν ἀρετὴν τοῦ παιδὸς πολλὴν οὖσαν ἐν αὐτῷ, κατ‐ ετόλμησεν. Εἰ δὲ φαύλων παίδων οὐκ ἂν εὐκό‐ | |
20 | λως καταφρονήσαιεν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ, καὶ γνήσιος, καὶ μονο‐ γενὴς, καὶ ἀγαπητὸς, καὶ Ἰσαὰκ, καὶ ὑπ’ αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴπῃ τὴν ὑπερ‐ βολὴν τῆς φιλοσοφίας; Οὗτος μυρίων διαδημάτων | |
25 | καὶ στεφάνων ἀπείρων ὁ ἆθλος φαιδρότερος. Τῷ μὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειμένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου μυρίαι πραγμάτων ἐπιβουλαί· τοῦτο δὲ οὐδεὶς οὐδὲ μετὰ τελευτὴν τὸ διάδημα ἀφελέσθαι δυνήσεται τὸν | |
30 | περικείμενον, οὐ τῶν ἰδίων, οὐ τῶν ἀλλοτρίων. Θέα δέ μοι καὶ τὸν τιμιώτατον λίθον τοῦ διαδήματος τού‐ του. Ὥσπερ γὰρ λίθος τίμιος, οὕτως αὐτὸ συνδεῖ πρὸς τῷ τέλει. Τί δὲ τοῦτό ἐστι, τὸ, Δι’ ἐμέ; Οὐδὲ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ ἐφείσατο, | |
35 | ἀλλ’ ὅτι δι’ αὐτόν. Ὢ δεξιᾶς μακαρίας, οἵας κατ‐ ηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, ποίας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς, εἰς ποίαν παρεσκευάσθη χρείαν, καὶ ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρέτησε τύπῳ! πῶς ᾑμάχθη, πῶς οὐχ | |
40 | ᾑμάχθη! Οὐδὲ γὰρ οἶδα τί εἴπω· οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέῤῥης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτί‐ | |
45 | σθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολο‐ γῶν. Καὶ γὰρ ἐξέστηκα, τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ’ οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῷ φάρυγγι τοῦ παιδός· ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μο‐ | |
61.414(50) | λυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ Θεὸς ἀνέστελλε διὰ τῆς φωνῆς. Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατ‐ έστειλε· καὶ καθάπερ ὑπὸ στρατηγῷ ταττομένη τῷ | |
55 | Θεῷ, πάντα τῷ ἐκείνου νεύματι διεπράττετο, καὶ | 413 |
61.415 | πάντα τῇ ἐκείνου φωνῇ διηκόνηται. Σκόπει δέ· Εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· καὶ γὰρ ἦν πάντα ἀπηρτι‐ σμένα. Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην | |
5 | καὶ στρατηγὸν τῇ οἰκουμένῃ, τὸν στεφανίτην τῷ θεάτρῳ τῶν ἀγγέλων, τὸν ἱερέα, τὸν βασιλέα, τὸν διαδήματος μᾶλλον τῇ μαχαίρᾳ στεφανούμενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς συμβολῆς νι‐ κητήν. Καὶ γὰρ ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστον | |
10 | ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στά‐ σεως, ἀπὸ τῆς ῥώμης καταπλήξειε τὸν ἀντίδικον· οὕτω καὶ ὁ Θεὸς, ἀπὸ τῆς γνώμης, ἀπὸ τοῦ σχήμα‐ τος, ἀπὸ τῆς στάσεως μόνης τοῦ δικαίου τὸν κοινὸν ἁπάντων ἡμῶν ἐχθρὸν διάβολον κατέπληξε καὶ ἐφυ‐ | |
15 | γάδευσε. Καὶ γὰρ οἶμαι κἀκεῖνον τότε φρίξαντα ἀνα‐ χωρῆσαι. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα; Ὅτι Θεῷ θέμις οὐκ ἦν αἵματα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιμόνων ἡ | |
20 | τοιαύτη τράπεζα. Ἐνταῦθα δὲ ἀμφότερα ἐδείκνυτο, καὶ ἡ τοῦ Δεσπότου φιλανθρωπία καὶ ἡ τοῦ δούλου εὐγνωμοσύνη. Καὶ πρότερον μὲν ἐξῆλθεν ἀπὸ τῆς γῆς· τότε δὲ ἀπὸ τῆς φύσεως αὐτῆς ἀνεχώρησε. Διὸ καὶ ἔλαβε μετὰ τόκου τὸ κεφάλαιον· καὶ μάλα εἰκότως· | |
25 | εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώ‐ μων φανῆναι. Διὰ τοῦτο οὐχὶ πατὴρ μόνον, ἀλλὰ καὶ ἱερεὺς ἐγίνετο· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχα‐ ρίσατο αὐτῷ καὶ τὰ αὑτοῦ. Ὅταν μὲν οὖν πολέμιοι | |
30 | ἐπιβουλεύωσι, καὶ μέχρι τῆς πείρας πρόεισι θαυματ‐ ουργῶν· οἷον ἐπὶ τῆς καμίνου, καὶ τῶν λεόντων· ὅταν δὲ αὐτὸς ἐπιτάττῃ, μέχρι προθυμίας ἵστησι τὸ ἐπίταγμα. ζʹ. Τί γὰρ ἔλειπεν, εἰπέ μοι, τῇ ἀριστείᾳ ταύτῃ λοι‐ | |
35 | πόν; μὴ γὰρ προῄδει τὸ μέλλον ὁ Ἀβραάμ; μὴ γὰρ ἐπραγματεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ’ οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει μαθεῖν, ὅτι ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ | |
40 | Θεὸς, ἀπὸ τῆς μήτρας πολλῷ θαυμαστότερον τοῦτο ἔμαθε· μᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ μὴ θαύμαζε τὸν δίκαιον μόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως | |
45 | καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσια‐ στήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα· ἀλλὰ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφά‐ δες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειματοῦσαι, ὅτε | |
61.415(50) | ἤκουσε τοῦ παιδίου λέγοντος ὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες. Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ καὶ μὴ πατέρες | |
55 | ὄντες, καὶ ἐδάκρυσαν, εἰ μὴ τὸ τέλος ᾔδεισαν· πολ‐ λοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν | |
θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, | Column end | |
61.416 | τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀν‐ αιρεῖν; τίς ἡ σύνεσις τῶν ῥημάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν, ὁ διάβολος, ὥστε ἐμπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο, ἀλλ’ ὁ Θεὸς, ἵνα | |
5 | μᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν μὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συμβουλή· οὗτος δὲ οὐδὲν βλάσφημον φθέγγεται, ἀλλὰ καὶ σφόδρα εὐσεβὲς καὶ μεμεριμνημένον· καὶ πολλὴ ἡ χάρις ἐπήνθει τοῖς | |
10 | ῥήμασι, πολὺ τὸ μέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γα‐ λήνης καὶ ἡμέρου ῥέον ψυχῆς· καὶ λιθίνην ἱκανὰ ταῦτα ἦν μαλάξαι διάνοιαν τὰ ῥήματα. Ἀλλ’ οὐ τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ’ οὐδὲ ἔσει‐ σεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον | |
15 | οὐκ ἐσόμενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέ‐ σαντα τὴν τιμήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόμενος ἁπλῶς οὐδὲ πολυπραγμονῶν, ἀλλ’ ἀγωνιῶν ὑπὲρ τῶν προκειμένων. Καὶ γὰρ ἐν‐ ενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινο‐ | |
20 | μένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε. Διὰ δὴ τοῦτο καὶ ὅτε μόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν λεγομένων· τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερμάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; | |
25 | οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, μεθ’ ἧς καὶ συμποδιζόμενος καὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέμενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινο‐ | |
30 | μένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπ‐ ετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, μᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων Δεσπότης; Καὶ γὰρ ἐκείνου ἐμιμεῖτο τὴν ἐπιείκειαν, καὶ τὸν τύπον ἐφύλαττεν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, | |
35 | καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφω‐ νος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ Δε‐ σπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος; Τουτ‐ έστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥμερα καὶ προσηνῆ, καὶ μᾶλλον τῆς σιγῆς τὰ ῥήματα | |
40 | τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; καὶ τὴν ἐπι‐ είκειαν μᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος τῷ πατρὶ ἀπὸ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐκεῖ‐ | |
45 | νος ἀπὸ τοῦ σταυροῦ διαλέγεται, Πάτερ, ἄφες αὐ‐ τοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν ὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος Πατέρα, καὶ τέκνον οὗτος. | |
61.416(50) | Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ· ἡ γὰρ φιλοσο‐ φία πάντων κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. | |
55 | Εἶδες τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πό‐ σων πολέμων ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισμοὶ τούτων | |
πάντοθεν αὐτὸν περικαθήμενοι· ἀλλ’ ὅμως ἁπάντων | 415 | |
61.417 | περιεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγμα. Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ μάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀμφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ | |
5 | τὴν θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖ‐ δα, προσήνεγκε καὶ πρόβατον, μᾶλλον δὲ πρὸ πάν‐ των, τὴν ἑαυτοῦ γνώμην· καὶ τῷ μὲν αἵματι τοῦ προ‐ βάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν. Οὕτως ἐχειροτονήθη ἱερεὺς, αἵματι | |
10 | μονογενοῦς, θυσίᾳ ἀμνοῦ. Καὶ γὰρ καὶ οἱ ἱερεῖς αἵ‐ ματι ἡγιάζοντο τῶν ἱερείων τῶν τῷ Θεῷ προσαγομέ‐ νων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ | |
15 | βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πρά‐ | |
ξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας· ἱερεὺς δὲ, | Column end | |
61.418 | ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶ‐ μα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνομεν αὐτῷ, φησὶ, καὶ συζήσομεν αὐτῷ· προφήτης δὲ, τὰ μέλλοντα μανθάνων, καὶ ἔνθους γινόμενος καὶ σφρα‐ | |
5 | γισάμενος. Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται· κἂν λειποτα‐ κτήσῃς, κατάδηλος γίνῃ πᾶσιν. Ἰουδαῖοι μὲν γὰρ εἶ‐ χον σφραγῖδα τὴν περιτομὴν, ἡμεῖς δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα | |
10 | τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώ‐ μεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασι‐ λείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, | |
15 | τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.417(18) | ΟΜΙΛΙΑ Δʹ. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν | |
20 | ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλ‐ θον εἰς Κόρινθον. αʹ. Τί φὴς, ὦ μακάριε Παῦλε; φειδόμενος αὐτῶν οὐκ ἦλθες εἰς Κόρινθον; Οὐκοῦν ἐναντιολογίαν τινὰ ἡμῖν εἰσάγεις ἐνταῦθα. Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ | |
25 | τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ’ ὑπὸ τῆς τοῦ Πνεύματος ἐξου‐ σίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ μὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύματος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι | |
30 | Φειδόμενος ὑμῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύματος ἦν, καὶ ἠθέλησε μὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦμα μὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόμενον· ἢ περὶ ἑτέρας λέγει παρουσίας, δη‐ | |
35 | λῶν ὅτι πρὶν ἢ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἠθέ‐ λησεν ἐλθεῖν, καὶ κατέσχεν ἑαυτὸν δι’ ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι. Εἰκὸς δὲ καὶ μετὰ τὴν δευτέραν Ἐπιστολὴν, τοῦ Πνεύματος μηκέτι κωλύον‐ τος αὐτὸν, ἑκόντα διὰ τὴν αἰτίαν ταύτην μεῖναι. Ὁ | |
40 | καὶ μᾶλλόν ἐστιν ὑποπτεῦσαι, ὅτι παρὰ μὲν τὴν ἀρ‐ χὴν τὸ Πνεῦμα ἐκώλυεν· ὕστερον δὲ καὶ αὐτὸς ἐπι‐ λογισάμενος ὅτι τοῦτο βέλτιον, ἔμεινε. Σὺ δέ μοι σκόπει πῶς πάλιν ἑαυτοῦ μέμνηται, ὃ συνεχῶς λέγειν οὐ παύσομαι, ἀπὸ τῶν ἐναντίων ἑαυτῷ συν‐ | |
45 | ιστάμενος. Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν αὐτοὺς, καὶ λέγειν, ὅτι Διὰ τοῦτο οὐκ ἠθέλησας ἐλ‐ θεῖν· ἐμίσησας γὰρ ἡμᾶς· δείκνυσι τοὐναντίον, ὅτι διὰ τοῦτο οὐκ ἠθέλησεν, ἐπειδὴ ἐφίλει αὐτούς. Τί δέ ἐστι τὸ, Φειδόμενος; Ἤκουσα, φησὶν, ὅτι ἐπόρνευ‐ | |
61.417(50) | σάν τινες παρ’ ὑμῖν· οὐκ ἤθελον οὖν ἐλθὼν λυπῆσαι ὑμᾶς. Καὶ γὰρ ἀνάγκη παρόντα ἐξετάσαι τὸ πρᾶγμα, καὶ ἐπεξελθεῖν καὶ κολάσαι, καὶ πολλοὺς ἀπαιτῆσαι δίκην. Βέλτιον οὖν εἶναι ἐνόμισα ἀπεῖναι, καὶ ἐνδοῦ‐ ναι μετανοῆσαι, ἢ παρὼν ἐπεξελθεῖν, καὶ παροξυνθῆ‐ | |
55 | ναι μειζόνως. Καὶ γὰρ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς | Column end |
61.418(19) | σαφῶς αὐτὸ παρεδήλωσεν εἰπών· Φοβοῦμαι μή πως | |
20 | ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρ‐ σίᾳ, ᾗ ἔπραξαν. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ἐνδεί‐ κνυται, καὶ λέγει μὲν αὐτὸς ὡς ἀπολογούμενος, | |
25 | ἐπιστύφει δὲ αὐτοὺς σφοδρότατα, καὶ φοβεῖ. Καὶ γὰρ ᾐνίξατο τιμωρίας ὄντας αὐτοὺς ὑπευθύνους, καί τι καὶ πεισομένους, εἰ μὴ ταχέως διορθωθεῖεν. Ὃ καὶ αὐτὸ πάλιν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς φησιν, ὅτι Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Πλὴν ἀλλ’ | |
30 | ἐκεῖ μὲν σαφέστερον, ἐνταῦθα δὲ, ἐπειδὴ προοίμιον ἦν, οὐχ οὕτως αὐτὸ λέγει, ἀλλ’ ὑπεσταλμένως· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ αὐτὸ τοῦτο πάλιν θερα‐ πεύει, ἐπιδιορθώσει κεχρημένος. Ἐπειδὴ γὰρ ὥσπερ ἐξουσίαν πολλὴν ἐνδεικνυμένου τὸ ῥῆμα ἦν· (φείδεται | |
35 | γάρ τις ἐκείνων, οὓς καὶ κολάσαι κύριός ἐστι), τοῦτο αὐτὸ παραμυθούμενος, καὶ τὸ δοκοῦν εἶναι τραχὺ συσκιάζων φησίν· Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως. Τουτέστι, Οὐ διὰ τοῦτο εἶπον, ὅτι φειδόμε‐ νος ὑμῶν οὐκ ἦλθον, ὡς κυριεύων ὑμῶν. Καὶ οὐκ εἶ‐ | |
40 | πεν, Ὑμῶν, ἀλλὰ, Τῆς πίστεως· ὃ καὶ πραότερον ἦν καὶ ἀληθέστερον. Τὸν γὰρ μὴ βουλόμενον πιστεῦσαι τίς κύριος ἀναγκάσαι; Ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν. Ἐπειδὴ γὰρ, φησὶν, ἡ χαρὰ ὑμῶν ἡμετέρα ἐστὶν, οὐκ ἦλθον, ἵνα μὴ ἐμβάλω εἰς λύπην | |
45 | ὑμᾶς, καὶ αὐξήσω τὴν ἀθυμίαν τὴν ἐμήν· ἀλλ’ ἔμει‐ να, ἵνα διορθωθέντες ἀπὸ τῆς ἀπειλῆς, εὐφρανθῆτε. Πάντα γὰρ ποιοῦμεν ὑπὲρ τῆς χαρᾶς τῆς ὑμετέρας, καὶ ὑπὲρ τούτου σπεύδομεν, ἐπειδὴ καὶ αὐτοὶ κοινω‐ νοῦμεν αὐτῇ. Τῇ γὰρ πίστει ἑστήκατε. Ὅρα πάλιν | |
61.418(50) | ὑπεσταλμένως διαλεγόμενον. Δέδοικε γὰρ αὐτῶν καθ‐ | |
άψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ | 417 | |
61.419 | καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο· καὶ ἔμελλεν αὐτοὺς τοῦτο ἀνατρέπειν, εἰ μεταβαλλό‐ μενοι πάλιν τὴν αὐτὴν ἐπιτίμησιν ὑπέμενον. Διὸ πολλῷ τῆς προτέρας ἡμερωτέρα αὕτη. Ἔκρινα δὲ | |
5 | ἐμαυτῷ τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Τὸ, Πάλιν, δείκνυσι καὶ ἤδη λυπηθέντα ἐκεῖθεν· καὶ δοκῶν ἀπολογεῖσθαι, λεληθότως αὐτῶν καθ‐ άπτεται. Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν ἔμελλον λυπεῖν, ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν. | |
10 | Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ὅτι Ἐλυπήσατε· ἑτέρως δὲ μεθοδεύει τὸν λόγον τὸ αὐτὸ τοῦτο αἰνιττόμενος, καὶ λέγων, ὅτι Διὰ τοῦτο οὐκ ἦλθον, ἵνα μὴ λυπήσω ὑμᾶς· ὃ τὴν αὐτὴν μὲν ἰσχὺν ἔχει τούτῳ ᾧ εἶπον, εὐ‐ παράδεκτον δὲ μᾶλλόν ἐστι. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, | |
15 | καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπού‐ μενος ἐξ ἐμοῦ; Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν οὖν. Σκόπει δέ· Οὐκ ἠθέλησα, φησὶν, ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα μὴ λυπήσω ὑμᾶς πλέον, ἐπιτιμῶν, ἀγα‐ νακτῶν, ἀποστρεφόμενος. Εἶτα ἐπειδὴ καὶ αὐτὸ σφο‐ | |
20 | δρὸν ἦν, καὶ κατηγορίαν αὐτῶν εἶχεν, εἴ γε οὕτως ἔζων ὡς Παῦλον λυπεῖν, ἐπιδιορθώσει χρώμενος, φη‐ σίν· Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐ‐ φραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ δὲ καὶ ἐν λύπῃ ἔμελλον εἶ‐ | |
25 | ναι, ἀναγκαζόμενος ὑμῖν ἐπιτιμᾷν καὶ ὁρᾷν λυπου‐ μένους, ἀλλ’ ὅμως καὶ αὐτὸ τοῦτο ηὔφραινέ με. Με‐ γίστης γὰρ τοῦτο ἀγάπης τεκμήριον, τὸ τοσούτου παρ’ ὑμῖν ἄξιον εἶναί με, ὡς δύνασθαι δάκνειν ὑμᾶς ἀποστρεφόμενον. | |
30 | βʹ. Καὶ ὅρα σύνεσιν. Ὃ γὰρ τοῦ νόμου τῶν μαθητῶν ἦν, τὸ ἀλγεῖν καὶ αἰσθάνεσθαι ἐπιτιμωμένους, τοῦτο ὡς χαριζομένους αὐτοὺς εἰσάγει. Οὐδεὶς γάρ με οὕτως εὐφραίνει, φησὶν, ὡς ἐκεῖνος ὁ ἐπιστρεφόμενος τῶν ἐμῶν ῥημάτων, καὶ λυπούμενος ὅταν βλέπῃ με ὀργι‐ | |
35 | ζόμενον. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ δυνάμενος ὑμᾶς εὐφρᾶναι; ἀλλ’ οὐ λέγει τοῦτο, ἀλλ’ ἀντιστρέφει πάλιν αὐτὸ, θεραπεύων αὐτοὺς, καὶ λέγων· Εἰ καὶ λυπῶ ὑμᾶς, χάριν μοι παρέχετε κἀν τούτῳ μεγίστην, ὅτι δάκνεσθε | |
40 | ὑπὸ τῶν παρ’ ἐμοῦ λεγομένων. Καὶ γὰρ ἔγραψα ὑμῖν αὐτὸ τοῦτο. Ποῖον; Ὅτι διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. Πότε ἔγραφεν; ἐν τῇ προτέρᾳ, ὅτε ἔλεγεν· Οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν; Οὐκ ἔγωγε οἶμαι, ἀλλ’ ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτε εἶπε. Μὴ | |
45 | ἐλθόντα με πάλιν ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Ἔγραψα οὖν αὐτὸ τοῦτο πρὸς τῷ τέλει, φησί· Μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων. Διὰ τί δὲ ἔγραφες; Ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν | |
61.419(50) | ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι | |
ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐπειδὴ γὰρ εἶ‐ | Column end | |
61.420 | πεν, ὅτι Εὐφραίνομαι, ἀλγούντων ὑμῶν, καὶ ἔτι αὐθαδέστερον τοῦτο ἦν καὶ τραχύτερον, πάλιν αὐτὸ ἀνέστρεψεν ἑτέρως, καὶ ἡμερώτερον αὐτὸ ἐποίησεν οἷς ἐπήγαγε. Διὰ τοῦτο γὰρ, φησὶ, προέγραψα ὑμῖν, | |
5 | ἵνα μὴ ἐν ὀδύνῃ ὑμᾶς εὕρω μὴ διορθωθέντας. Διὰ τοῦτο εἶπον, Ἵνα μὴ λυπηθῶ, οὐ τὸ ἐμαυτοῦ σκο‐ πῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ, ὅτι ἐὰν ἴδητε χαίροντα, χαίρετε· κἂν θεάσησθε ἀλγοῦντα, ἀλγεῖτε. Ὅρα τοίνυν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰ‐ | |
10 | ρημένων· οὕτω γὰρ εὐμαθέστερος ἡμῖν ἔσται ὁ λό‐ γος. Οὐκ ἦλθον, φησὶν, ἵνα μὴ λυπήσω ὑμᾶς, ἀδι‐ ορθώτους εὑρών. Τοῦτο δὲ ἐποίουν, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Ἐγὼ μὲν γὰρ λυπου‐ μένων ὑμῶν, ἔχω ἡδονὴν οὐ μικρὰν, ὅταν ἴδω τοσοῦ‐ | |
15 | τον ἐμοῦ φροντίζοντας, ὡς καὶ λυπεῖσθαι καὶ ἀλγεῖν ἀγανακτοῦντος ἐμοῦ. Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενος, ἐπειδὴ τὸ ὑμέτερον σκοπῶ, ἔγραψα ὑμῖν τὸ αὐτὸ τοῦτο, ἵνα μὴ λυπηθῶ· καὶ ἐν τούτῳ | |
20 | πάλιν οὐ τὸ ἐμὸν σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ ὅτι καὶ ὑμεῖς μέλλετε λυπεῖσθαι, ἀλγοῦντά με ὁρῶντες, ὥσπερ οὖν καὶ εὐφραίνεσθαι, χαίροντα θεω‐ ροῦντες. Σκόπει τοίνυν σύνεσιν· Εἶπεν· Ἵνα μὴ λυ‐ πήσω οὐκ ἦλθον, καίτοι γε εὐφραίνομαι, φησίν. Εἶτα | |
25 | ἵνα μὴ δόξῃ ἐκείνων ἀλγούντων εὐφραίνεσθαι, Κατὰ τοῦτο, φησὶ, χαίρω, καθὸ καθάπτομαι· ἐπεὶ καθ’ ἕτε‐ ρον λυποῦμαι, ὅταν τοὺς οὕτω φιλοῦντας ἀναγκάζω‐ μαι λυπεῖν, οὐ τούτῳ μόνον τῷ ἐπιτιμᾷν, ἀλλὰ τῷ καὶ αὐτὸς ἐν λύπῃ εἶναι, καὶ ὑμᾶς διὰ τούτου πάλιν | |
30 | λυπεῖν. Σκόπει δὲ πῶς αὐτὸ καὶ μετ’ ἐγκωμίου τίθησι λέγων· Ἀφ’ ὧν ἔδει με χαίρειν. Τοῦτο γὰρ γνησιό‐ τητα μαρτυροῦντός ἐστι, καὶ πολλὴν φιλοστοργίαν· ὡς ἂν εἰ περὶ υἱῶν τις εἶπε πολλὰ εὐεργετηθέντων, καὶ περὶ οὓς ἐπόνησεν. Εἰ τοίνυν διὰ τοῦτο γράφω, | |
35 | καὶ οὐκ ἔρχομαι, μέγα τι οἰκονομῶν οὐκ ἔρχομαι, καὶ οὐ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ καὶ σφόδρα φι‐ λῶν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι Ὁ λυπῶν εὐφραίνει, ἵνα μὴ λέγωσι· Τοῦτο οὖν αὐτὸ σπουδάζεις, ἵνα εὐφραίνῃ καὶ ἐπιδείξῃ πᾶσι πόσην ἔχῃς ἰσχύν; ἐπήγαγεν· Ἐκ | |
40 | γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα‐ ψα ὑμῖν διὰ πολλῶν δακρύων· οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέ‐ ρως εἰς ὑμᾶς. Τί ταύτης φιλοστοργότερον τῆς ψυχῆς; Αὐτῶν γὰρ | |
45 | τῶν ἡμαρτηκότων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον δείκνυσιν ἑαυτὸν ἀλγήσαντα. Οὐ γὰρ, Ἀπὸ θλίψεως, φησὶ μόνον, ἀλλ’, Ἀπὸ πολλῆς· οὐδὲ, Δακρύων, ἀλλὰ Διὰ πολλῶν δακρύων καὶ συνοχῆς καρδίας· τουτ‐ έστιν, Ἀπηγχονιζόμην, ἀπεπνιγόμην ὑπὸ τῆς ἀθυ‐ | |
61.420(50) | μίας· καὶ μηκέτι φέρων τῆς ἀθυμίας τὸ νέφος, ἔγραψα ὑμῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ’ ἵνα γνῶτε τὴν ἀγάπην, φησὶν, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν· Οὐχ ἵνα λυπη‐ | |
θῆτε, ἀλλ’ ἵνα διορθωθῆτε· καὶ γὰρ διὰ τοῦτο ἔγρα‐ | 419 | |
61.421 | ψεν· ἀλλ’ οὐ λέγει τοῦτο, ἀλλὰ καταγλυκαίνων μᾶλλον τὸν λόγον, καὶ εἰς μεῖζον φίλτρον αὐτοὺς ἐπισπώμενος, τοῦτο ἀντ’ ἐκείνου τίθησι, δεικνὺς ὅτι πάντα ἀπὸ ἀγάπης ποιεῖ. Καὶ οὐχ ἁπλῶς φησιν, | |
5 | Ἀγάπην, ἀλλ’, Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Βούλεται γὰρ αὐτοὺς καὶ ταύτῃ ἐπισπάσασθαι, τῷ δεῖξαι ὅτι πλέον πάντων αὐτοὺς φιλεῖ, καὶ ὡς περὶ ἐξαιρέτους μαθητὰς διάκειται. Διό φησιν· Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν | |
10 | εἰμι· καὶ, Ἐὰν πολλοὺς παιδαγωγοὺς ἔχητε, ἀλλ’ οὐ πολλοὺς πατέρας· καὶ πάλιν, Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· καὶ προϊών φησι· Καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι· καὶ ἐνταῦθα, Ἣν | |
15 | ἔχω περισσοτέρως εἰς ὑμᾶς. γʹ. Ὥστε εἰ καὶ θυμοῦ τὰ ῥήματα ἔγεμεν, ἀλλ’ ἐξ ἀγάπης ἦν πολλῆς καὶ ὀδύνης ὁ θυμός. Καὶ γράφων τὴν Ἐπιστολὴν, ἔπασχον, ἤλγουν, οὐχ ὅτι ἡμαρτή‐ κατε μόνον, ἀλλ’ ὅτι καὶ ἠναγκαζόμην λυπεῖν. Καὶ | |
20 | τοῦτο δὲ αὐτὸ ἐξ ἀγάπης· ὥσπερ ἂν ἔχων τις παῖδα γνήσιον σηπεδόνα ἔχοντα, ἀναγκαζόμενος τέμνειν καὶ καίειν, δι’ ἀμφότερα πάσχοι, καὶ ὅτι νοσεῖ, καὶ ὅτι ἀναγκάζεται αὐτὸν τέμνειν. Ὥστε ὃ νομίζετε εἶναι τοῦ μισεῖν ὑμᾶς σημεῖον, τοῦτο τοῦ σφόδρα | |
25 | φιλεῖν ἦν. Εἰ δὲ τὸ λυπῆσαι ἐξ ἀγάπης, πολλῷ μᾶλ‐ λον τὸ εὐφραίνεσθαι λυπουμένων. Ἀπολογησάμενος τοίνυν ὑπὲρ ἑαυτοῦ (καὶ γὰρ ἀπολογεῖται πολλαχοῦ· καὶ οὐκ αἰσχύνεται· εἰ γὰρ ὁ Θεὸς αὐτὸ ποιεῖ λέγων, Λαός μου, τί ἐποίησά σοι; πολλῷ μᾶλλον Παῦλος)· | |
30 | ἀπολογησάμενος οὖν ὑπὲρ ἑαυτοῦ, καὶ μέλλων μετιέναι λοιπὸν ἐπὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τοῦ πεπορνευκότος· ἵνα μὴ διαστραφῶσιν ὡς τἀναντία κελευόμενοι, καὶ προσφιλονεικήσωσιν, ἐπειδὴ αὐτὸς ἦν ὁ καὶ τότε ὀργισθεὶς, καὶ νῦν κελεύων αὐτὸν | |
35 | ἀφιέναι· ὅρα πῶς αὐτὸ προῳκονόμησεν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν ῥηθησομένων. Τί γάρ φησιν; Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκε. Πρῶτον αὐτοὺς ἐπαινέσας, ὡς τὰ αὐτὰ χαίροντας, καὶ τὰ αὐτὰ λυπουμένους, τότε ἐμβάλλει εἰς τὸν περὶ τούτου λόγον, | |
40 | εἰπὼν πρῶτον, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἰ δὲ ἡ χαρὰ πάντων ὑμῶν χαρὰ, δεῖ μετ’ ἐμοῦ καὶ νῦν ἡσθῆναι, ὥσπερ ἠλγήσατε μετ’ ἐμοῦ τότε. Καὶ γὰρ δι’ ὧν ἐλυπήθητε, ηὐφράνατε· καὶ δι’ ὧν χαίρετε νῦν, ἂν ἄρα ἡσθῆτε, τὸ αὐτὸ ποιήσετε. Καὶ οὐκ εἶπεν, Ἡ | |
45 | ἐμὴ λύπη πάντων ὑμῶν ἐστιν· ἀλλ’ ἐν τοῖς ἄλλοις κατασκευάσας τοῦτο, νῦν μόνον οὗ ἔχρῃζε, τοῦτο τέθεικε, τὴν χαρὰν, εἰπὼν, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἶτα καὶ τῶν προτέρων μέμνηται λέ‐ γων· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, | |
61.421(50) | ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Οἶδα, φησὶν, ὅτι συνωργίσθητέ μοι καὶ συνηγανα‐ κτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάντας ὑμᾶς ἐλύπησε τὸ συμβάν. Διὰ τοῦτο δὲ εἶπον, Ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων, ἢ ἐγὼ, | |
55 | ἀλλ’ ἵνα μὴ βαρήσω ἐκεῖνον τὸν πορνεύσαντα. | |
Οὐκ ἐμὲ τοίνυν μόνον ἐλύπησεν, ἀλλὰ καὶ ὑμᾶς | Column end | |
61.422 | ὁμοίως, καὶ φειδόμενος αὐτοῦ εἶπον· Ἀπὸ μέρους. Εἶδες πῶς αὐτῶν εὐθέως ἐχάλασε τὸν θυμὸν, δείξας καὶ τῆς ἀγανακτήσεως κοινωνοὺς γενομένους; Ἱκα‐ νὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειό‐ | |
5 | νων. Καὶ οὐ λέγει, Τῷ πεπορνευκότι, ἀλλὰ πάλιν, Τῷ τοιούτῳ, ὡς καὶ ἐν τῇ προτέρᾳ· ἀλλ’ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ’ ἐκεῖ μὲν αἰσχυνόμενος, ἐνταῦθα δὲ φειδόμενος. Διὸ οὐδὲ μέμνηται λοιπὸν οὐδαμοῦ τῆς ἁμαρτίας· καιρὸς γὰρ ἀπολογίας ἦν. Ὥστε τοὐναν‐ | |
10 | τίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦ‐ τος. Οὐ γὰρ μόνον κελεύει λῦσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει. Τὸν γὰρ μαστι‐ γωθέντα ἂν μόνον τις ἀφῇ, καὶ οὐ θεραπεύσῃ, οὐδὲν | |
15 | ἐποίησεν. Ὅρα δὲ πῶς κἀκεῖνον πάλιν καταστέλλει, ἵνα μὴ τῇ συγχωρήσει γένηται χείρων. Εἰ γὰρ καὶ ἐξωμολογήσατο, καὶ μετενόησε, δείκνυσιν ὅτι οὐ τοσοῦτον ἀπὸ τῆς μετανοίας, ὅσον ἀπὸ τῆς δωρεᾶς λαμβάνει τὴν ἄφεσιν. Διό φησι· Χαρίσασθαι καὶ | |
20 | παρακαλέσαι. Καὶ τὸ ἑξῆς πάλιν τὸ αὐτὸ δηλοῖ. Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν μετά‐ νοιαν ἐπεδείξατο, ἀλλ’ ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν· Ἀξιῶ· διὸ καὶ ἐπήγαγε, Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τοῦτο | |
25 | δὲ καὶ μαρτυροῦντος ἦν αὐτῷ πολλὴν τὴν μετάνοιαν, καὶ οὐκ ἀφιέντος εἰς ἀπόνοιαν ἐλθεῖν. Τί δέ ἐστι τὸ, Καταποθῇ; Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόμενος. Κἂν γὰρ ἀποσκιρτήσῃ, φησὶ, τῷ μὴ φέρειν ἐπιπλέον τὴν | |
30 | ἐκ τῆς ἐπιτεινομένης ἐπιπλήξεως ὀδύνην· πολλάκις καὶ ἀπογνοὺς, ἢ εἰς ἀγχόνην, ἢ εἰς μείζονα λοιπὸν ἥξει κακίαν. Δεῖ τοίνυν προκαταλαβεῖν, ἵνα μὴ χαλε‐ πώτερον τὸ ἕλκος γένηται, μηδὲ, ὅπερ κατωρθώσα‐ μεν, ἀπολέσωμεν τῇ ἀμετρίᾳ. | |
35 | Ταῦτα δὲ ἔλεγεν, ἐκεῖνον, ὅπερ ἔφθην εἰπὼν, καὶ καταστέλλων καὶ παιδεύων μὴ γενέσθαι μετὰ τὴν ἄφεσιν ῥᾳθυμότερον. Οὐ γὰρ ὡς ἀπονιψάμενον τέλεον, ἀλλ’ ὡς δεδοικὼς μὴ χαλεπώτερόν τι ἐργάσηται, οὕτω ἐδεξάμην, φησίν. Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ | |
40 | μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν· ὃ καὶ τότε ὁ Ἀπόστολος ἐποίησε. Καὶ γὰρ ἐφοβεῖτο αὐτοῦ τὸ ἀσθενές· καὶ διὰ τοῦτο ἔλεγε, Μὴ καταποθῇ, ὡς ἐπὶ θηρίου, ὡς ἐπὶ χει‐ | |
45 | μῶνος, ὡς ἐπὶ κλύδωνος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ἐπιτάττει, ἀλλὰ παρακαλεῖ, οὐχ ὡς διδάσκαλος, ἀλλ’ ὡς ὁμότιμος, κἀκείνους ἐπὶ τοῦ θρόνου καθίσας τοῦ δικαστικοῦ, ἑαυτὸν ἔστησεν ἐν τάξει συνηγόρου. Ἐπειδὴ γὰρ κατώρθωσεν ὅπερ ἐβούλετο, ἀπλήστως | |
61.422(50) | ὑπὸ χαρᾶς τῇ ἱκετηρίᾳ κέχρηται. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Τουτέστι, βεβαιῶσαι, μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσέσθαι. Τοῦτο δὲ πάλιν μαρτυροῦντός ἐστιν αὐτοῖς ἀρετὴν μεγίστην· εἴ γε οἱ οὕτω φιλοῦντες αὐ‐ | |
55 | τὸν καὶ συγκροτοῦντες, ὡς καὶ φυσιωθῆναι, οὕτως | |
ἀπεστράφησαν, ὡς τοσαῦτα κάμνειν τὸν Παῦλον, ἵνα | 421 | |
61.423 | κυρώσωσιν εἰς αὐτὸν ἀγάπην. Τοῦτο ἀρετὴ μαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθμίζειν αὐτούς. Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ ἁμαρτάνοντες ἀναισθήτως | |
5 | ἐπλημμέλησαν. Οὔτε γὰρ φιλεῖν ἁπλῶς δεῖ, οὔτε ἀποστρέφεσθαι ἄνευ λόγου τινός. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε· μὴ μόνον ἐν τῷ ἀποτέμνειν, ἀλλὰ καὶ ἐν τῷ συνάπτειν. Εἶδες πῶς πάλιν καὶ ἐν‐ | |
10 | ταῦθα αὐτοῖς περιίστησι τὸν ἀγῶνα; Ὥσπερ γὰρ, ἡνίκα ἥμαρτεν, ἐναγωνίους αὐτοὺς ἐποίησεν, εἰ μὴ ἐκτέμοιεν, εἰπὼν, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυ‐ μοῖ, καὶ ἕτερα πλείονα· οὕτω καὶ ἐνταῦθα πάλιν τὸν τῆς παρακοῆς αὐτοῖς ἐφίστησι φόβον, μονονουχὶ | |
15 | λέγων, ὅτι Ὥσπερ τότε οὐχ ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ ὑπὲρ ὑμῶν, καὶ νῦν οὐχ ὑπὲρ ἐκείνου μᾶλλον ἢ ὑμῶν αὐτῶν βουλευτέον ὑμῖν ἐστι, μὴ δόξητε φιλόνεικοί τινες εἶ‐ ναι καὶ ἀπάνθρωποι, καὶ οὐκ ἐν ἅπασιν ὑπήκοοι. Διό φησιν, Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ | |
20 | τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Ἐκεῖνο μὲν γὰρ ἔδοξεν ἂν καὶ φθόνου εἶναι, καὶ βασκανίας· τοῦτο δὲ δείκνυσιν καθαρὰν μάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν ἐστὲ ἐπιτήδειοι. Τοῦτο γὰρ μαθητῶν εὐγνωμόνων, τὸ μὴ μόνον | |
25 | ἐκεῖνα, ἀλλὰ καὶ τὰ ἐναντία κελεύσαντι πείθεσθαι. Διὰ τοῦτο εἶπεν, Εἰς πάντα, δεικνὺς ὅτι, ἐὰν μὴ ὑπακούσωσιν, οὐχ οὕτως ἐκεῖνον ὡς ἑαυτοὺς καται‐ σχύνουσι, φιλονείκων λαμβάνοντες δόξαν. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν αὐτοὺς ὠθήσῃ πρὸς τὸ πεισθῆ‐ | |
30 | ναι· διὸ καὶ λέγει, Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἔγραψε, λέγει δὲ διὰ τοῦτο, ὥστε αὐτοὺς ἐπισπάσασθαι· τὸ γὰρ προηγούμενον ἦν ἡ ἐκείνου σωτηρία. Ἀλλ’ ἔνθα μηδὲν βλάπτεται, κἀ‐ κείνοις χαρίζεται. Τῷ δὲ εἰπεῖν, Εἰς πάντα, πάλιν | |
35 | ἐγκωμιάζει, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἀγαγών. ᾯ δέ τι χαρίζεσθε, κἀγώ. Ὁρᾷς πῶς πάλιν τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς; Τοῦτό ἐστι μαλάξαι τραχυνομένην γνώμην, τοῦτο | |
40 | ἐκλῦσαι φιλονεικοῦσαν. Εἶτα ἵνα μὴ ὑπτίους ποιήσῃ, ὡς κυρίους ὄντας, καὶ μὴ ἀφῶσιν αὐτὸν, πάλιν αὐ‐ τοὺς ἄγχει πρὸς τοῦτο, λέγων, ὅτι καὶ αὐτὸς ἐχαρί‐ σατο. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ὃ κεχάρισμαι, δι’ ὑμᾶς. Καὶ τοῦτο γὰρ αὐτὸ δι’ ὑμᾶς ἐποίησα, φησί. | |
45 | Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεμεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σα‐ τανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων ὑμῶν παραδοῦναι αὐτὸν, | |
61.423(50) | δύο τὰ μέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι τὴν ἀπόφασιν, καὶ τὸ μὴ χωρὶς ἐκείνων, ὥστε μὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε μόνος αὐτὴν ἐκφέρει, ἵνα μὴ νομίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐ‐ τοὶ, οὔτε τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, ἵνα μὴ κύριοι | |
55 | γενόμενοι προδῶσι τὸν ἡμαρτηκότα, ἀκαίρως αὐτῷ | |
χαριζόμενοι· οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Ἐγὼ | Column end | |
61.424 | ἤδη ἐχαρισάμην, ὃς ἐν τῇ προτέρᾳ ἤδη κέκρικα Εἶτα ἵνα μὴ πληγῶσιν, ὡς ὑπεροφθέντες, φησὶ, Δι’ ὑμᾶς. Τί οὖν; δι’ ἀνθρώπους συνεχώρησεν; Οὐχί· διὰ γὰρ τοῦτο καὶ προσέθηκεν, Ἐν προσώπῳ Χρι‐ | |
5 | στοῦ. Τί ἐστιν, Ἐν προσώπῳ Χριστοῦ; Ἢ κατὰ Θεὸν, φησὶν, ἢ εἰς δόξαν τοῦ Χριστοῦ. Ἵνα μὴ πλεον‐ εκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Εἶδες πῶς καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπιτρέπει, καὶ πάλιν ἀφαιρεῖται αὐτὴν, ἵνα | |
10 | ἐκείνῳ μὲν μαλάξῃ, τούτῳ δὲ τὸ αὔθαδες αὐτῶν ἐκ‐ κόψῃ; Οὐ τοῦτο δὲ μόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρ‐ ακούσαιεν· ὅπερ καὶ ἐν ἀρχῇ πεποίηκε. Καὶ γὰρ τότε ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· καὶ ἐν‐ | |
15 | ταῦθα πάλιν, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. Καὶ πανταχοῦ καὶ αὐτοῦ καὶ ἐκείνων ποιεῖ τὴν ἄφεσιν. εʹ. Σκόπει δὲ ἄνωθεν· Εἰ δέ τις λελύπηκε, φησὶν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ’ ἀπὸ μέρους, ἵνα μὴ | |
20 | ἐπιβαρῶ πάντας ὑμᾶς· εἶτα πάλιν, Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Τοῦτο αὐτοῦ ψῆφος καὶ γνώμη. Ἀλλ’ οὐκ ἔστη μέχρι τῆς ψήφου, ἀλλὰ πάλιν αὐτοὺς κοινωνοὺς ποιεῖ, λέγων· Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ | |
25 | παρακαλέσαι. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Πάλιν ἐκείνων τὸ ὅλον ποιήσας, εἰς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ μεταβαίνει, λέγων· Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. | |
30 | Εἶτα πάλιν αὐτῶν ποιεῖ τὴν χάριν, λέγων, ᾯ δέ τι χαρίζεσθε· εἶτα αὐτοῦ, Καὶ ἐγὼ, λέγων, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς· εἶτα καὶ ἐκείνων καὶ ἑαυτοῦ· Καὶ γὰρ ἐγὼ, φησὶν, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ· ἢ εἰς δόξαν Χριστοῦ, ἢ ὡς τοῦ | |
35 | Χριστοῦ καὶ τοῦτο κελεύοντος· ὃ μάλιστα αὐτοὺς ἔπειθε. Καὶ γὰρ ἐδεδοίκεισαν λοιπὸν μὴ χαρίσασθαι πρᾶγμα εἰς δόξαν αὐτοῦ διαβαῖνον, καὶ αὐτῷ δοκοῦν. Εἶτα πάλιν τὸ κοινὸν βλάβος, εἰ παρακούσαιεν, τίθησι λέγων, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σα‐ | |
40 | τανᾶ· καλῶς πλεονεξίαν ὀνομάσας· οὐ γὰρ τὰ αὐ‐ τοῦ λαμβάνει λοιπὸν, ἀλλὰ τὰ ἡμῶν ἁρπάζει. Μὴ δέ μοι τοῦτο εἴπῃς, ὅτι οὗτος μόνος θηριάλωτος γίνεται, ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ἐλαττοῦται τῆς ἀγέλης ὁ ἀριθμὸς, καὶ νῦν μάλιστα, ὅτε δύναται ὅπερ | |
45 | ἀπέβαλεν ἀνακτήσασθαι. Οὐ γὰρ αὐτοῦ τὰ νοή‐ ματα ἀγνοοῦμεν· ὅτι καὶ προσχήματι εὐλαβείας ἀπόλλυσιν. Οὐ γὰρ μόνον τῷ εἰς πορνείαν ἀγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐναντίου δύναται διαφθεῖραι, τῆς ἀμέτρου λύπης τῆς ἐπὶ τῇ μετανοίᾳ. Ὅταν οὖν μετὰ | |
61.424(50) | τῶν ἰδίων καὶ τοὺς ἡμετέρους λαμβάνῃ, ὅταν καὶ ἁμαρτάνειν κελεύων ἀπολλύῃ, καὶ μετανοεῖν κελευόν‐ των ἡμῶν ἁρπάζῃ, πῶς οὐχὶ πλεονεξία τὸ πρᾶγμα; Οὐ γὰρ ἀρκεῖ αὐτῷ δι’ ἁμαρτίας καταβάλλειν, ἀλλὰ καὶ διὰ μετανοίας, ἂν μὴ νήφωμεν, τοῦτο ποιεῖ. Διὸ | |
55 | καὶ πλεονεξίαν εἰκότως ἐκάλεσεν, ὅταν καὶ διὰ τῶν ἡμετέρων κρατῇ. Τὸ γὰρ δι’ ἁμαρτίας λαμβάνειν, ἴδιον αὐτοῦ ἐστι· τὸ μέντοι διὰ μετανοίας, οὐκέτι· | |
ἡμέτερον γὰρ, οὐκ ἐκείνου τὸ ὅπλον. Ὅταν οὖν καὶ | 423 | |
61.425 | ἐντεῦθεν δύνηται λαμβάνειν, σκόπησον πῶς ἡ ἧττα αἰσχρὰ, πῶς ὡς ἀσθενῶν καὶ ταλαιπώρων καταγε‐ λάσεται καὶ καταδραμεῖται, εἴ γε τοῖς ἡμετέροις ὅπλοις ἡμᾶς μέλλει χειροῦσθαι. Καὶ γὰρ σφόδρα κα‐ | |
5 | ταγέλαστον καὶ τῆς ἐσχάτης αἰσχύνης, διὰ τῶν ἡμετέρων φαρμάκων τὰ τραύματα αὐτὸν κατασκευά‐ ζειν. Διὰ τοῦτο ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· τὸ ποικίλον, τὸ δολερὸν, τὸ κακομήχα‐ νον, τὸ κακοῦργον, τὸ ἐπὶ προσχήματι εὐλαβείας | |
10 | ἐπηρεαστικὸν ἐμφαίνων. Ταῦτ’ οὖν καὶ ἡμεῖς ἐν‐ νοοῦντες, μηδέποτε μηδενὸς καταφρονῶμεν, μηδέ‐ ποτε ἁμαρτάνοντες ἀπογινώσκωμεν· μηδ’ αὖ ῥᾳθυ‐ μῶμεν πάλιν, ἀλλὰ συντρίβωμεν τὴν διάνοιαν πλημ‐ μελοῦντες, μὴ ἁπλῶς ῥήματα προβαλλώμεθα. Καὶ | |
15 | γὰρ οἶδα πολλοὺς ἐγὼ, οἳ λέγουσι μὲν πενθεῖν τὰ ἁμαρτήματα, οὐδὲν δὲ μέγα ἐργάζονται, ἀλλὰ νη‐ στεύουσι μὲν καὶ τραχέα φοροῦσιν ἱμάτια, χρημά‐ των δὲ μᾶλλον τῶν καπηλευόντων ἐφίενται, καὶ ὀργῇ πλέον θηρίων ἁλίσκονται, καὶ κακηγορίαις χαίρουσι | |
20 | μᾶλλον, ἢ ἐγκωμίοις ἕτεροι. Οὐκ ἔστι ταῦτα μετά‐ νοια· εἰκών ἐστι μετανοίας ταῦτα καὶ σκιὰ μόνον, οὐ μετάνοια. Διὸ καὶ ἐπὶ τούτων καλὸν εἰπεῖν· Σκο‐ πεῖτε μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Τοὺς μὲν γὰρ δι’ ἁμαρ‐ | |
25 | τημάτων, τοὺς δὲ διὰ μετανοίας ἀπόλλυσι, τούτους δὲ ἑτέρῳ τρόπῳ πάλιν, τῷ μηδὲν ἀπὸ μετανοίας ἀφεῖναι καρποῦσθαι. Ἐπειδὴ γὰρ ἀπολέσαι ἐξ εὐ‐ θείας οὐχ εὗρεν, ἑτέραν ἦλθεν ὁδὸν τοὺς μὲν πόνους ἐπιτείνων, τοὺς δὲ καρποὺς ἀφαιρούμενος, καὶ πεί‐ | |
30 | θων ὡς τὸ πᾶν κατωρθωκότας, οὕτω τῶν ἄλλων ἀμελεῖν. Ἵν’ οὖν μὴ εἰκῆ κόπτωμεν ἑαυτοὺς, μικρὰ πρὸς τὰς τοιαύτας διαλεχθῶμεν γυναῖκας· γυναικῶν γὰρ μάλιστα τουτὶ τὸ νόσημα. Καλὸν μὲν καὶ τοῦτο ὃ πράττετε νῦν, νηστεία καὶ χαμευνία καὶ σποδός· | |
35 | ἀλλ’ ὅταν τὰ ἄλλα μὴ προσῇ, τούτων ὄφελος οὐδέν. Ἔδειξε πῶς ἀφίησιν ἁμαρτίας ὁ Θεός· τί τοίνυν ἐκεί‐ νην ἀφέντες τὴν ὁδὸν, ἑτέραν ἑαυτοῖς τέμνετε; Ἥμαρτον οἱ Νινευῖταί ποτε, καὶ ἐποίησαν ταῦτα, ἃ καὶ ὑμεῖς ποιεῖτε νῦν· ἀλλ’ ἴδωμεν τί αὐτοὺς | |
40 | ὠφέλησε. Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων πολλὰ μὲν ἐπάγουσιν οἱ ἰατροὶ, ὁ δὲ συνετὸς οὐ τοῦτο σκοπεῖ, ὅτι τὸ καὶ τὸ ἐποίησεν ὁ ἀῤῥωστῶν, ἀλλὰ τί αὐτὸν ὠφέλησεν· οὕτω καὶ ἐνταῦθα σκοπεῖν δεῖ. Τί οὖν ὠφέλησε τοὺς βαρβάρους ἐκείνους; Ἐπέθηκαν | |
45 | νηστείαν τοῖς τραύμασι, καὶ σφοδρὰν νηστείαν ἐπ‐ έθηκαν, καὶ χαμευνίαν καὶ σάκκου περιβολὴν καὶ τέφραν καὶ ὀδυρμούς· ἐπέθηκαν καὶ μεταβολὴν βίου. ϛʹ. Ἴδωμεν οὖν τί τούτων ἐποίησεν αὐτοὺς ὑγιεῖς. | |
61.425(50) | Καὶ πόθεν εἰσόμεθα, φησίν; Ἂν πρὸς τὸν ἰατρὸν ἔλθωμεν, ἂν αὐτὸν ἐρωτήσωμεν· οὐ γὰρ ἀποκρύψεται ἡμᾶς, ἀλλὰ καὶ σφόδρα ἐρεῖ. Μᾶλλον δὲ ἵνα μηδεὶς ἀγνοῇ, μηδὲ ἐρέσθαι δέηται, καὶ ἀνέγραψε τὸ φάρ‐ | |
μακον τὸ ἀναστῆσαν αὐτούς. Τί οὖν τοῦτό ἐστιν; | Column end | |
61.426 | Εἶδε, φησὶν, ὁ Θεὸς ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν. Καὶ | |
5 | ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω· μὴ γένοιτο· ἀλλὰ τὸ τῆς νηστείας κρεῖττον ποιεῖν παραινῶν, τὸ πάσης κακίας ἀπέχεσθαι. Ἥμαρτε καὶ ὁ Δαυΐδ· ἴδωμεν οὖν καὶ οὗτος πῶς μετενόησε. Τρεῖς ἡμέρας ἐκάθισεν ἐπὶ τέφρας. Ἀλλ’ ἐκεῖνος οὐχ ὑπὲρ τῆς ἁμαρτίας | |
10 | ἐποίει, ἀλλ’ ὑπὲρ τοῦ παιδίου, μεθύων ἔτι τῷ πάθει· τὴν δὲ ἁμαρτίαν ἑτέρως ἀπέσμηχε, ταπεινοφροσύνῃ, συντριβῇ καρδίας, κατανύξει ψυχῆς, τῷ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, τῷ μεμνῆσθαι διηνεκῶς αὐτῆς, τῷ φέρειν εὐχαρίστως τὰ ἐπιόντα ἅπαντα, τῷ φείδεσθαι | |
15 | τῶν λυπούντων, τῷ μὴ ἀμύνεσθαι τοὺς ἐπιβουλεύον‐ τας, ἀλλὰ καὶ τοὺς βουλομένους τοῦτο ποιεῖν, κω‐ λύειν. Ὅτε γοῦν αὐτὸν ὁ Σεμεεὶ μυρίοις ἔπλυνεν ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦν‐ τος, ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύ‐ | |
20 | ριος ἐνετείλατο αὐτῷ. Καρδίαν γὰρ συντετριμμέ‐ νην καὶ τεταπεινωμένην εἶχεν, ὃ μάλιστα αὐτοῦ τὰ ἁμαρτήματα ἀπέσμηχε· καὶ γὰρ τοῦτο ἐξομολόγη‐ σις, τοῦτο μετάνοια. Ἂν δὲ νηστεύοντες ἀλαζόνες ὦμεν, οὐ μόνον οὐδὲν ὠφελήθημεν, ἀλλὰ καὶ ἐβλά‐ | |
25 | βημεν. Ταπείνωσον τοίνυν τὴν καρδίαν καὶ σὺ, ἵνα τὸν Θεὸν ἐπισπάσῃ· Ἐγγὺς γὰρ Κύριος τοῖς συν‐ τετριμμένοις τῇ καρδίᾳ. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις ταῖς λαμπραῖς τοὺς ἠτιμωμένους, πῶς οὐδὲ τῶν ἐλαττόνων οἰκετῶν ὑβριζόντων αὐτοὺς οὐκ ἀντιλέ‐ | |
30 | γουσιν, ἀλλὰ φέρουσι διὰ τὴν ἀτιμίαν, ᾗ περιέβαλεν αὐτοὺς ἡ ἁμαρτία; Οὕτω καὶ σὺ ποίει· κἂν λοιδορήσῃ σέ τις, μὴ ἀγριάνῃς, ἀλλὰ στέναξον, μὴ ἐπὶ τῇ ὕβρει, ἀλλ’ ἐπὶ τῇ ἁμαρτίᾳ τῇ σε εἰς ἀτιμίαν ἐμβαλούσῃ. Στέναξον ὅταν ἁμάρτῃς, μὴ ὅτι κολάζεσθαι μέλλεις· | |
35 | τοῦτο γὰρ οὐδέν· ἀλλ’ ὅτι προσέκρουσάς σου τῷ Δε‐ σπότῃ τῷ οὕτως ἡμέρῳ, τῷ οὕτω σε φιλοῦντι καὶ ἐκκρεμαμένῳ τῆς σωτηρίας τῆς σῆς, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ. Διὰ ταῦτα στέναξον, καὶ τοῦτο ποίει διηνεκῶς· τοῦτο γὰρ ἐξομολόγησις. Μὴ | |
40 | νῦν μὲν φαιδρὸς, αὔριον δὲ σκυθρωπὸς, εἶτα φαιδρὸς, ἀλλὰ διαπαντὸς μένε ἐν τῷ πενθεῖν καὶ συντρίβειν σαυτόν. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, τουτ‐ έστιν, οἱ διηνεκῶς τοῦτο ποιοῦντες. Μένε τοῦτο ποιῶν διηνεκῶς, καὶ σαυτῷ προσέχων, καὶ συντρίβων | |
45 | σου τὴν καρδίαν, ὡς ἄν τις γνήσιον υἱὸν ἀποβαλὼν πενθοίη. Διαῤῥήξατε, φησὶ, τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Τὸ δὲ διεῤῥωγὸς οὐκ ἂν ἐπαρ‐ θείη· τὸ συντετριμμένον οὐκ ἂν ἐξανασταίη. Διὰ τοῦτο ὁ μὲν λέγει, Διαῤῥήξατε, ὁ δὲ λέγει, Καρδίαν | |
61.426(50) | συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν, μὴ ἀφῇς αὐτὴν μέγα φρονεῖν μηδὲ φυσᾶσθαι. Τὸ γὰρ διεῤῥωγὸς οὐ φυσᾶται, κἂν ᾖ τι τὸ ἐπαῖρον, οὐ δύναται στέγειν τὸ | |
55 | φύσημα τῷ διεῤῥῆχθαι. Οὕτω καὶ σὺ ταπεινοφρόνη‐ σον· ἐννόησον ὅτι τελώνης ἀπὸ ῥήματος ἑνὸς ἐδι‐ καιώθη· καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἐκεῖνο ἦν, ἀλλ’ ὁμολογία ἀληθής. Εἰ δὲ τοῦτο τοσαύτην ἔχει | |
ἰσχὺν, πόσῳ μᾶλλον ταπεινοφροσύνη; Ἄφες ἁμαρτή‐ | 425 | |
61.427 | ματα τοῖς πεπλημμεληκόσιν εἰς σέ· καὶ γὰρ καὶ τοῦτο ἁμαρτίας ἀφίησι. Καὶ περὶ μὲν τοῦ προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ· καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ τοῦτο τὴν ὀρ‐ | |
5 | γὴν ἔλυσε τοῦ Θεοῦ· περὶ δὲ τοῦ δευτέρου, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Ἔστι καὶ πάλιν ἄλλη ὁδὸς τοῦτο φέρουσα τὸ φάρμακον ἡμῖν, ἡ κατάγνωσις τῶν πεπλημμελημένων· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ τὸ κακῶς πάσχοντα | |
10 | εὐχαριστεῖν λύει τὰ ἁμαρτήματα, καὶ ἡ πασῶν μεί‐ ζων ἐλεημοσύνη. Ἀρίθμει τοίνυν τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν, τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρη‐ | |
15 | μάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς. Οὕτως ἡ χήρα τὸν ὠμὸν καὶ ἀπηνῆ ἐξιλεώσατο δικα‐ στήν. Εἰ δὲ ἐκείνη τὸν ἄδικον, πολλῷ μᾶλλον σὺ τὸν ἥμερον. Ἔστι καὶ ἑτέρα μετὰ τούτων ὁδὸς, τὸ προ‐ | |
ΐστασθαι τῶν ἀδικουμένων· Κρίνατε γὰρ, φησὶν, | Column end | |
61.428 | ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποίας οὖν ἂν εἴη‐ μεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς | |
5 | τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρμακα ἰώμε‐ να τὰ τραύματα, καὶ μετὰ τὸ λουτρὸν τοῖς αὐτοῖς ἐπιμένομεν; Μὴ τοίνυν ἐπιμένωμεν, ἀλλ’ οἱ μὲν μη‐ δέπω πεσόντες, ἐν τῷ οἰκείῳ μενέτωσαν κάλλει, μᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο· κἂν γὰρ μὴ | |
10 | εὕρῃ ἁμαρτήματα, ταυτὶ τὰ κατορθώματα πλείονα ποιεῖ τὴν εὐμορφίαν· ἡμεῖς δὲ οἱ πολλὰ πεπλημμε‐ ληκότες, εἰς τὴν τῶν ἁμαρτημάτων διόρθωσιν χρη‐ σώμεθα τοῖς εἰρημένοις, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πολλῆς· ἧς | |
15 | γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.427(20) | ΟΜΙΛΙΑ Εʹ. Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου. | |
25 | αʹ. Ταῦτα δοκεῖ μὲν ἀνάξια εἶναι Παύλου τὰ ῥήματα, εἰ δι’ ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτη‐ ρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκο‐ λουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; | |
30 | Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐ‐ κολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκεί‐ νων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρό‐ τερα; Ἅπερ ἔλεγεν ἀρχόμενος· Οὐ θέλω ὑμᾶς | |
35 | ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως, φησὶ, τῆς γενομέ‐ νης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβα‐ ρήθημεν ὑπὲρ δύναμιν· καὶ δείξας πῶς ἀπηλλά‐ γη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; | |
40 | Τῷ μὴ εὑρεῖν Τίτον. Δεινὸν μὲν γὰρ καὶ ἱκανὸν κα‐ ταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασμοὺς ὑπομένειν· ὅταν δὲ καὶ ὁ παραμυθούμενος μὴ ᾖ, καὶ δυνάμενος τὸ φορτίον συνδιενεγκεῖν, μείζων γίνεται ὁ χειμών. Τίτος δὲ αὐτός ἐστιν, ὅν φησι προϊὼν παρ’ αὐτῶν | |
45 | ἀφῖχθαι πρὸς αὐτὸν, καὶ περὶ οὗ πολλὰ καὶ μεγάλα διεξέρχεται ἐγκώμια, καὶ ὃν ἔφησεν ἀπεσταλκέναι. Δεῖξαι τοίνυν βουλόμενος ὅτι καὶ ταύτῃ δι’ αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι μὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρημένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ | |
61.427(50) | ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι πειράσομαι. Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι μελλόντων ἡ ἀπουσία Τίτου, οὐδ’ ὅτι παρεῖδε τοὺς | |
πιστεύσαντας διὰ τοῦτο, ἀλλ’ ὅτι οὐκ ἔσχηκεν ἄνεσιν, | Column end | |
61.428(21) | τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, | |
25 | φησὶν, ἐπεδήμησα, ἀλλ’ ὥστε κηρῦξαι. Ἀλλ’ ὅμως καὶ διὰ τοῦτο ἐλθὼν, καὶ εὑρὼν ἔργον μέγιστον· Θύρας γάρ μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ μὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάμενος αὐτοῖς ἐξῆλθον; | |
30 | Τουτέστιν, οὐ διέτριψα πλείονα χρόνον, στενοχω‐ ρούμενος, ὀδυνώμενος. Ἴσως δὲ καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ μικρὰ καὶ τού‐ τοις παραμυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγμένης, καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν οὐχ εὗρεν, | |
35 | ἀπεπήδησε ταχέως, πολλῷ μᾶλλον ὑμᾶς, φησὶ, συγ‐ γινώσκειν χρὴ ταῖς τῶν πραγμάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡμᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόμεθα, οὔτε ἀποδημεῖν οὔτε ἐνδια‐ τρίβειν οἷς ἂν ἐθέλωμεν ἐπιπλέον. Διὸ καὶ ἐπάγει | |
40 | πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ μὴ | |
45 | δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμ‐ πει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρή‐ θην ὑπὲρ δύναμιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑμᾶς· οὐ μικράν μοι | |
61.428(50) | καὶ τοῦτο ἀθυμίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ τῷ πολλοὺς ἡμαρτηκέναι παρ’ ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν· Φειδόμενος γὰρ | |
ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν’ οὖν | 427 | |
61.429 | μὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ μόνον οὐκ ἀλγοῦμεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίρομεν· καὶ τὸ μεῖζον, οὐ τῶν μελλόντων ἕνεκεν μόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόν‐ | |
5 | των· καὶ γὰρ ἐνταῦθά ἐσμεν λαμπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχομεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαμβον τὸ πρᾶγμα καλοῦμεν, καὶ ἐγκαλ‐ λωπιζόμεθα τοῖς γινομένοις. Διὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· τουτ‐ | |
10 | έστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης. Διὸ οὐκ εἶπε, Τῷ κα‐ ταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαμβεύοντι· δεικνὺς, ὅτι οἱ διωγμοὶ οὗτοι τρόπαια συνεχῆ κατὰ τοῦ δια‐ | |
15 | βόλου πανταχοῦ τῆς γῆς ἀνιστῶσιν. Εἶτα μετὰ τοῦ θριαμβεύοντος θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀν‐ τεῦθεν τὸν ἀκροατήν. Οὐ γὰρ μόνον ὑπὸ τοῦ Θεοῦ θριαμ‐ βευόμεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Ἐπειδὰν γὰρ θριαμβεῦσαι | |
20 | δέῃ, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς φέροντας τὸ τρό‐ παιον καταδήλους εἶναι, ἐπειδὴ αὐτὸν βαστάζομεν. Διὰ τοῦτο περίβλεπτοί ἐσμεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ. | |
25 | βʹ. Ἄνω εἶπε, Πάντοτε θριαμβεύοντι, ἐνταῦθα, Ἐν παντὶ τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ μύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσμεν | |
30 | κατάδηλοι, φησί· μύρον πολύτιμον τὴν γνῶσιν λέγων. Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ’, Ὀσ‐ μὴν γνώσεως. Τοιοῦτον γὰρ ἡ παροῦσα γνῶσις, οὐ σφόδρα σαφὴς, οὐδὲ ἐκκεκαλυμμένη. Διὸ καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, Βλέπομεν γὰρ ἄρτι | |
35 | δι’ ἐσόπτρου ἐν αἰνίγματι, καὶ ἐνταῦθα ὀσμὴν τὸ τοιοῦτον μύρον καλεῖ. Ὁ δὲ τὴν ὀσμὴν εἰδὼς, ὅτι μὲν ἔστι μύρον που κείμενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν μὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἔστι Θεὸς ἴσμεν, τί δὲ τὴν οὐσίαν, | |
40 | οὐκέτι. Ὥσπερ οὖν θυμιατήριόν ἐσμεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωμεν τοῦ οὐρανίου πνέοντες μύρου, καὶ τῆς πνευματικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι’ ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν | |
45 | διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούν‐ των εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. | |
61.429(50) | Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζο‐ μένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Ἄν τε γὰρ σώ‐ ζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον | |
τὴν οἰκείαν ἀρετὴν ἔχον μένει. Καὶ καθάπερ τὸ | Column end | |
61.430 | φῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ μέλι κἂν πικρὸν ᾖ τοῖς νοσοῦσι, γλυκὺ τὴν φύσιν ἐστιν· οὕτω καὶ τὸ εὐαγγέλιον εὐ‐ ῶδές ἐστι, κἂν ἀπολλύωνταί τινες ἀπιστοῦντες. Οὐ | |
5 | γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνω‐ μοσύνης. Καὶ ταύτῃ δὲ μάλιστα ἡ εὐωδία αὐτοῦ φαί‐ νεται, ᾗ οἱ διεφθαρμένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ | |
10 | ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο μάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν πολλῶν καὶ ἀνά‐ στασίν ἐστιν, ἀλλ’ ὅμως μένει Σωτὴρ ὢν, καὶ μυ‐ ρίων πιπτόντων· καὶ ἡ παρουσία αὐτοῦ μειζόνως | |
15 | ἐκόλασε τοὺς μὴ πειθομένους, ἀλλ’ ὅμως μένει σω‐ τήριος οὖσα. Διὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσμέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡμεῖς μένομεν τοῦτο ὄντες ὅπερ ἐσμέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ | |
20 | Θεῷ εὐωδία ὦμεν, κἀκεῖνος ταῦτα ψηφίζηται, τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν μοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσμέν· ὡς ἂν εἴποι | |
25 | τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυμίαμα. Ἢ τοῦτο οὖν ἐμφαίνει τῆς εὐωδίας τὸ ὄνομα· ἢ, ὅπερ ἔφθην εἰπὼν, ὅτι καθ’ ἡμέραν θύονται διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασμοὺς ἀνήγαγε, θρίαμβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ | |
30 | Θεῷ προσαγομένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσ‐ μὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε· Τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Τὴν γὰρ εὐωδίαν ταύτην οἱ μὲν οὕτω προσ‐ | |
35 | ίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ’ αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ μύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν, τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοι‐ αύτη τῶν ἀγαθῶν ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται | |
40 | μόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ μά‐ λιστα διαδείκνυται αὐτῶν ἡ δύναμις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ μόνον, οὐδ’ ὅταν χρυσίον καθ‐ αίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ ταύτῃ φαίνεται πῦρ· | |
45 | καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν μεγαλωσύνην αὑτοῦ ἐν‐ δείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφα‐ νείᾳ τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία | |
61.430(50) | ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατι‐ θείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· οὐδὲν ἡμέτε‐ ρον. Ὁρᾷς ἀπ’ ἐναντίας τοῖς ψευδαποστόλοις φθεγ‐ | |
55 | γόμενον; Οἱ μὲν γὰρ καυχῶνται ὡς παρ’ ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγμα, οὗτος δὲ διὰ τοῦτό | |
φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ φησιν εἶναι· | 429 | |
61.431 | Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, | |
5 | τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ μὴ ἱκανοὶ, χάριτος τὸ γινόμενον. Οὐ γάρ ἐσ‐ μεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. | |
10 | γʹ. Εἰ γὰρ καὶ μεγάλα φθεγγόμεθα, ἀλλ’ οὐδὲν ἡμέ‐ τερον ἔφαμεν εἶναι κατόρθωμα, ἀλλὰ τὰ πάντα τοῦ Χριστοῦ· οὐδὲ γὰρ μιμησόμεθα τοὺς ψευδαποστό‐ λους, τοὺς τὰ πολλὰ αὑτῶν εἶναι λέγοντας. Τοῦτο γάρ ἐστι καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, ὅταν | |
15 | τις χρημάτων πωλῇ, ὅπερ δωρεὰν ἔδει δοῦναι. Ἐν‐ ταῦθα γὰρ καὶ εἰς χρήματα αὐτοὺς σκώπτειν μοι δο‐ κεῖ, καὶ ὅπερ εἶπον αἰνίττεσθαι πάλιν, οἷον, ὅτι τὰ αὑτῶν ἀναμιγνύουσι τοῖς θείοις· ὅπερ καὶ Ἡσαΐας ἐγκαλῶν ἔλεγεν, Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶ‐ | |
20 | νον ὕδατι. Εἰ γὰρ καὶ περὶ οἴνου τοῦτο εἴρηται, οὐκ ἄν τις ἁμάρτοι καὶ εἰς διδασκαλίαν αὐτὸ ἐκλαμβά‐ νων. Ἀλλ’ οὐχ ἡμεῖς, φησὶν, οὕτως· ἀλλ’ οἷα ἐπι‐ στεύθημεν, τοιαῦτα παρέχομεν, ἄκρατον κιρνῶντες τὸν λόγον· διὸ ἐπήγαγεν· Ἀλλ’ ὡς ἐξ εἰλικρινείας, | |
25 | ἀλλ’ ὡς ἐκ Θεοῦ, κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Οὐκ ἀπατῶντες ὑμᾶς, φησὶν, οὕτω κη‐ ρύττομεν, οἷον ὡς χαριζόμενοι ὑμῖν, ἢ παρ’ ἑαυτῶν τι εἰσφέροντες καὶ ἀναμιγνύντες, ἀλλ’ Ὡς ἐκ Θεοῦ· τουτέστιν, Οὐ λέγομεν ὅτι οἴκοθέν τι χαριζό‐ | |
30 | μεθα, ἀλλ’ ὅτι πάντα ὁ Θεὸς ἔδωκε· τοῦτο γάρ ἐστι τὸ, Ἐκ Θεοῦ· τὸ μηδὲν καυχᾶσθαι ὡς ἴδιον ἔχοντας, ἀλλὰ πάντα εἰς αὐτὸν ἀναφέρειν. Ἐν Χριστῷ λα‐ λοῦμεν· οὐδὲν τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ’ ἐκεί‐ νου δυνάμει ἐνηχούμενοι. Οἱ δὲ καυχώμενοι, οὐχ | |
35 | οὕτως, ἀλλ’ ὡς παρ’ ἑαυτῶν τι εἰσφέροντες. Διὸ καὶ ἀλλαχοῦ αὐτοὺς κωμῳδεῖ λέγων, Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Αὕτη μεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέ‐ | |
40 | ναι, τὸ μηδὲν οἰκεῖον εἶναι νομίζειν, τὸ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δο‐ κοῦν· οὗτος γάρ ἐστιν ὁ τὰς εὐθύνας ἀπαιτῶν. Νῦν δὲ ἡ τάξις ἀντέστραπται· καὶ τὸν μὲν ἐπὶ τοῦ βήμα‐ τος καθιούμενον, καὶ τὰς εὐθύνας ἀπαιτήσοντα οὐ | |
45 | σφόδρα δεδοίκαμεν, τοὺς δὲ μεθ’ ἡμῶν ἑστῶτας καὶ κρινομένους φρίττομεν. Πόθεν οὖν ἡ νόσος αὕτη; πόθεν εἰς τὰς ἡμετέρας κατέσκηψε ψυχάς; Ἀπὸ τοῦ μὴ διηνεκῶς τὰ ἐκεῖ λογίζεσθαι, ἀλλὰ τοῖς παροῦσι προσηλῶσθαι. Ἐντεῦθεν καὶ ἐν ταῖς πονηραῖς πρά‐ | |
61.431(50) | ξεσι εὐκόλως πίπτομεν· κἂν ἀγαθόν τι πράξωμεν, πρὸς ἐπίδειξιν ποιοῦμεν, ὥστε κἀντεῦθεν ἡμῖν γίνε‐ σθαι τὴν ζημίαν. Εἶδε γοῦν τις ἀκολάστοις ὀφθαλμοῖς τινα πολλάκις, καὶ ἔλαθε καὶ τὴν ὀφθεῖσαν καὶ τοὺς συμβαδίζοντας· ἀλλὰ τὸν ἀκοίμητον οὐκ ἔλαθεν | |
55 | ὀφθαλμόν. Ἐκεῖνος γὰρ καὶ πρὶν ἢ τὴν ἁμαρτίαν ἐργάσασθαι, εἶδε τὴν ψυχὴν τὴν ἀκόλαστον, καὶ τὴν | |
μανίαν τὴν ἔνδον, καὶ τοὺς λογισμοὺς τοὺς στρεφο‐ | Column end | |
61.432 | μένους ἐν ζάλῃ καὶ κλύδωνι. Οὐδὲ γὰρ δεῖται μαρτύ‐ ρων καὶ τεκμηρίων ὁ πάντα εἰδώς. Μὴ τοίνυν πρὸς τοὺς συνδούλους ὅρα· κἂν γὰρ ἐπαινέσῃ ἄνθρωπος, οὐδὲν ὄφελος, ὅταν ὁ Θεὸς μὴ ἀποδέξηται· κἂν κατα‐ | |
5 | γνῷ ἄνθρωπος, οὐδὲν βλάβος, ὅταν ὁ Θεὸς μὴ κατα‐ γνῷ. Μὴ δὴ ταύτῃ παρόξυνε τὸν δικαστὴν, τῶν μὲν συνδούλων πολὺν ποιούμενος λόγον, αὐτοῦ δὲ ἀγανα‐ κτοῦντος οὐ δεδοικὼς καὶ τρέμων. Καταφρονήσωμεν τοίνυν τοῦ παρ’ ἀνθρώπων ἐπαίνου. Μέχρι πότε εὐ‐ | |
10 | τελεῖς καὶ χαμαίζηλοι; μέχρι πότε, τοῦ Θεοῦ πρὸς τὸν οὐρανὸν ἡμᾶς αἴροντος, αὐτοὶ χαμαὶ σύρεσθαι ἐσπουδάκαμεν; Οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, εἰ τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν εἶχον, ὡς ἔχειν δεῖ, οὐκ ἂν ἐπ’ ἐρημίας τὸν ἀδελφὸν λαβόντες ἀπέκτειναν. Ὁ | |
15 | Κάϊν πάλιν εἰ τὴν ψῆφον ἐκείνου ἐδεδοίκει, ὡς δε‐ δοικέναι ἔδει, οὐκ ἂν εἶπε, Δεῦρο, καὶ ἐξέλθωμεν εἰς τὸ πεδίον. Τί γὰρ, ὦ δειλὲ καὶ ταλαίπωρε, χω‐ ρίζεις αὐτὸν τοῦ γεγεννηκότος καὶ εἰς ἐρημίαν ἐξ‐ άγεις; μὴ γὰρ ὁ Θεὸς οὐχ ὁρᾷ καὶ ἐν τῷ πεδίῳ τὸ | |
20 | τόλμημα; ἀπὸ τῶν τῷ πατρί σου συμβεβηκότων οὐκ ἐπαιδεύθης, ὅτι πάντα οἶδε, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε τοῦτο πρὸς αὐτὸν ὁ Θεὸς ἀρνούμενον· Ἐμὲ κρύπτεις τὸν πανταχοῦ παρόντα, καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενον; | |
25 | Ὅτι οὔπω ταῦτα φιλοσοφεῖν ἐκεῖνος ᾔδει καλῶς. Ἀλλὰ τί φησι; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· οὐχ ὡς τοῦ αἵματος φωνὴν ἔχοντος, ἀλλ’ ὅπερ ἡμεῖς λέγομεν, ὅτι τὸ πρᾶγμα βοᾷ, ἐπὶ τῶν δήλων καὶ σαφῶν. Διὸ δὴ τὴν ψῆφον τοῦ | |
30 | Θεοῦ πρὸ ὀφθαλμῶν ἔχειν δεῖ, καὶ πάντα σβέννυται τὰ δεινά. Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετά‐ | |
35 | σωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκ‐ χέωμεν αὐτῷ δάκρυα. Τοιοῦτον γὰρ τὸ αἷμα | |
40 | τοῦ ἱερείου τούτου· τοιαύτῃ τὸ θυσιαστήριον ἐκεῖνο φοινίσσεται σφαγῇ. Μηδὲν τοίνυν ἀφῇς τῶν ἀνθρωπίνων λογισμῶν κατέχειν σου τὴν ψυχὴν τότε. δʹ. Ἐννόησον ὅτι καὶ ὁ Ἀβραὰμ θυσίαν ἀνάγων, οὐ | |
45 | γυναῖκα, οὐ δοῦλον, οὐκ ἄλλον τινὰ ἀφῆκε παρεῖναι. Μὴ τοίνυν μηδὲ σὺ τῶν δουλικῶν καὶ ἀνελευθέρων παθῶν ἀφῇς τινά σοι παρεῖναι· ἀλλ’ ἀνάβηθι μόνος εἰς τὸ ὄρος, ἔνθα ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέμις οὐδένα ἕτερον. Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς | |
61.432(50) | τῶν τοιούτων ἐννοιῶν, ἐπίταξον αὐταῖς μετ’ ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίον προσκυνήσαντες ὑποστρέψομεν· καὶ τὴν ὄνον καὶ τοὺς παῖδας ἀφεὶς κάτω, καὶ εἴ τι ἄλογον καὶ ἀνόητον· εἴ τι λογικὸν, λαβὼν ἀνάβηθι, ὥσπερ ἐκεῖνος τὸν Ἰσαάκ. | |
55 | Καὶ τὸ θυσιαστήριον οἰκοδόμησον οὕτως ὡς ἐκεῖνος, ὡς μηδὲν ἔχων ἀνθρώπινον, ἀλλ’ ἔξω τῆς φύσεως γε‐ νόμενος· ἐπεὶ καὶ ἐκεῖνος, εἰ μὴ ἔξω τῆς φύσεως ἦν, | |
οὐκ ἂν τὸν παῖδα κατέσφαξε. Καὶ μηδὲν ἐνοχλείτω | 431 | |
61.433 | σοι τότε, ἀλλ’ αὐτῶν γίνου τῶν οὐρανῶν ὑψηλότερος· στέναξον πικρὸν, κατάθυσον ἐξομολόγησιν· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, φησὶν, ἵνα δικαιωθῇς· κατάθυσον συντριβὴν καρδίας. Ταῦτα τὰ ἱερεῖα οὐκ | |
5 | εἰς τέφραν τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαλύεται, οὐδὲ ξύλων δεῖται καὶ πυρὸς, ἀλλὰ κατανενυγμένης δια‐ νοίας μόνης· τοῦτο ξύλα, τοῦτο πῦρ καῖον αὐτὰ, καὶ οὐ κατακαῖον. Ὁ γὰρ μετὰ θερμότητος εὐχόμενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ’ ὥσπερ χρυσίον | |
10 | πυρὶ βασανιζόμενον, λαμπρότερος γίνεται. Μετὰ δὲ τούτων κἀκεῖνο φυλάττου, τὸ μηδὲν εἰπεῖν εὐχόμενος τῶν παροξυνόντων σου τὸν Δεσπότην, μηδὲ κατ’ ἐχθρῶν προσέλθῃς. Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κα‐ | |
15 | κόν. Δέον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κακηγορεῖς. Καὶ ποίας τεύξῃ συγ‐ γνώμης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ; Καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλ‐ θες ἁμαρτημάτων δεόμενος· μὴ τοίνυν μνημονεύσῃς | |
20 | τῶν ἀλλοτρίων, ἵνα μὴ τῶν ἰδίων ἀναμνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα· οὐκέτι γὰρ παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον μὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιμίων εὐ‐ θέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι | |
25 | τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσεύχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναν‐ τίον μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα τοῦτο καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέ‐ σωμεν. Νυνὶ δὲ προκατέλαβες τοῦ δικαστοῦ τὴν ψῆ‐ | |
30 | φον διὰ τῆς σῆς, ἀξιῶν τοὺς ἁμαρτάνοντας κολάζειν· ὃ καὶ συγγνώμης ἀποστερεῖ πάσης. Ἂν δὲ ὑπὲρ αὐ‐ τῶν εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόμῳ· θυσία αἰνέσεως, θυσία ἐξομολογήσεως, θυσία σωτη‐ | |
35 | ρίου, θυσία καθαρμῶν, καὶ ἕτεραι μυρίαι, καὶ οὐδεμία κατ’ ἐχθρῶν, ἀλλ’ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων ἑκάστη, ἢ καὶ κατορθωμάτων. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; Ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς | |
40 | παρακαλεῖς τὸν Θεὸν τὸν οἰκεῖον λῦσαι νόμον; Οὐκ ἔστι τοῦτο ἱκέτου σχῆμα· οὐδεὶς ἱκετεύει ἵνα ἄλλος ἀπόληται, ἀλλ’ ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν μὲν ὑπὲρ ἑαυτῶν εὐχώμεθα, καὶ κνώμεθα καὶ | |
45 | χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ’ ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπει‐ δὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ’ ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζό‐ νως ἡμῖν λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φησὶ, καὶ θλί‐ | |
61.433(50) | βομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ μάλιστα πάντων ἀδικοῦντος ἡμᾶς. Τοῦτο καὶ ἐπετάγης λέγειν, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐκεῖνός ἐστιν ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, | |
φίλος ἐστὶ καὶ ἀδελφός. Ἐκείνῳ τοίνυν πάντες ὀργι‐ | Column end | |
61.434 | ζώμεθα, κατ’ αὐτοῦ παρακαλῶμεν τὸν Θεὸν λέγοντες, Σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς. Ἂν δὲ κατ’ ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν, ἣν ἐκεῖνος βούλεται, εὔχῃ· ὥσπερ | |
5 | οὖν ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Τί τοίνυν τὸν ὄν‐ τως ἐχθρὸν ἀφεὶς, τὰ μέλη δάκνεις τὰ σὰ, θηρίων χαλεπώτερος ταύτῃ γινόμενος; Ἀλλ’ ὕβρισε, φησὶ, καὶ χρήματα ἀπεστέρησε. Καὶ τίνα δεῖ πενθεῖν, τὸν παθόντα κακῶς, ἢ τὸν ποιήσαντα κακῶς; Ὅτι χρή‐ | |
10 | ματα κερδάνας, τῆς εὐνοίας ἑαυτὸν ἐξέβαλε τοῦ Θεοῦ, καὶ μείζονα ἀπώλεσεν ἢ ἔλαβεν· ὥστε ἐκεῖνός ἐστιν ὁ ἠδικημένος. Οὐκοῦν οὐχὶ κατεύχεσθαι δεῖ, ἀλλ’ ὑπερεύχεσθαι αὐτοῦ, ἵνα ὁ Θεὸς ἵλεως αὐτῷ γέ‐ νηται. | |
15 | εʹ. Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιή‐ σαντες δεινόν· ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξ‐ ῃχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην. Τί οὖν εἰσελθόν‐ | |
20 | τες μετὰ τοῦ Δανιὴλ, τί ηὔξαντο; τί δὲ εἶπον; Κατάῤ‐ ῥαξον τὸν Ναβουχοδονόσορ· κατάσπασον αὐτοῦ τὸ διάδημα· κατάβαλε αὐτὸν ἀπὸ τοῦ θρόνου; Οὐδὲν τοιοῦτον· ἀλλ’ ἐξῄτουν οἰκτιρμοὺς παρὰ τοῦ Θεοῦ. Καὶ ὅτε ἐν τῇ καμίνῳ ἦσαν, ὁμοίως. Ἀλλ’ οὐχ | |
25 | ὑμεῖς, ἀλλὰ πολλῷ ἐλάττονα ἐκείνων πάσχοντες, καὶ δικαίως πολλάκις, οὐ παύεσθε ἀρώμενοι μυρία· καὶ ὁ μέν φησι, Κατάβαλε τὸν ἐχθρὸν, ὡς κατεπόντισας τὸ ἅρμα τοῦ Φαραώ· ὁ δὲ, Πλῆξον αὐτοῦ τὴν σάρκα· ἕτερος πάλιν, Ἀπόδος εἰς τὰ τέκνα. Ἦ οὐκ ἐπιγινώ‐ | |
30 | σκετε ταυτὶ τὰ ῥήματα; Πόθεν οὖν ὑμῖν ὁ γέλως οὗτος; Ὁρᾷς πῶς ἐστι καταγέλαστα, ὅταν χωρὶς πάθους λέγηται; Καὶ πᾶσα δὲ ἁμαρτία τότε δείκνυται πῶς ἐστιν αἰσχρὰ, ὅταν αὐτὴν γυμνώσῃς τῆς διαθέσεως τοῦ τολμῶντος, Ἂν | |
35 | τὸν ὀργισθέντα ὑπομνήσῃς τῶν ῥημάτων, ὧν εἶπεν ἐν τῷ θυμῷ, καταδύσεται, καὶ καταγελάσεται ἑαυτοῦ, καὶ βουλήσεται μυρία πεπονθέναι, ἢ ἐκεῖνα αὐτοῦ εἶναι τὰ ῥήματα· κἂν τὸν ἀκόλαστον ἀγάγῃς μετὰ τὴν μίξιν πρὸς τὴν πορνευομένην γυναῖκα, καὶ οὗτος | |
40 | ταύτην ἀποστραφήσεται ὡς μυσαράν. Οὕτω καὶ ὑμεῖς οἱ μὴ ὄντες ἐν τῷ πάθει, καταγελᾶτε νῦν· καταγέ‐ λαστα γὰρ, καὶ γραϊδίων τὰ ῥήματα ταῦτα μεθυόν‐ των, καὶ γυναικώδους μικροψυχίας. Καὶ ὁ Ἰωσὴφ δὲ πραθεὶς καὶ δοῦλος γενόμενος καὶ δεσμωτήριον οἰκή‐ | |
45 | σας, οὐδ’ οὕτως ἐξέβαλε ῥῆμα πικρὸν κατὰ τῶν λελυ‐ πηκότων· ἀλλὰ τί φησι; Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐ προστίθησιν ὑπὸ τίνος· αἰσχύνεται γὰρ ὑπὲρ τῶν ἀδελφικῶν κακῶν μᾶλλον ἐκείνων τῶν ποιησάντων αὐτά. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, | |
61.434(50) | μᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐ‐ τῶν· ἡ βλάβη γὰρ εἰς ἐκείνους διαβαίνει. Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ μέγα φρονοῦντες, ἐλέου | |
ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν· | 433 | |
61.435 | οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας αὐτοῖς κα‐ κὸν, ἅτε τὰς ἑαυτῶν πλήττοντες ψυχὰς, πολλῶν ὀδυρ‐ μῶν ἄξιοι καὶ θρήνων, οὐκ ἀρῶν. Οὐδὲν γὰρ μιαρώ‐ τερον ψυχῆς ἀρωμένης, οὐδὲ γλώττης ἀκαθαρτότερον | |
5 | τοιαῦτα θυούσης. Ἄνθρωπος εἶ, μὴ ἀσπίδων ἰὸν ἐμέ‐ σῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. Διὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς, ἀλλ’ ἵνα θεραπεύῃς τὰ ἑτέρων τραύματα. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν καὶ ἀφιέναι. Σὺ δὲ καὶ ἐμὲ | |
10 | παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ | |
τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διά‐ | Column end | |
61.436 | βολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκού‐ σῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; οὗ τί γένοιτ’ ἂν χαλεπώτερον; Εἰ γὰρ μυστηρίοις οὐ χρὴ προσιέναι | |
5 | ἐχθροὺς ἔχοντα· τὸν οὐκ ἔχοντα μόνον, ἀλλὰ καὶ κατ‐ ευχόμενον, πῶς οὐχὶ καὶ τῶν περιβόλων αὐτῶν ἀπείρ‐ γεσθαι δεῖ; Ταῦτ’ οὖν ἐννοοῦντες, καὶ τῆς θυσίας τὴν ὑπόθεσιν εἰδότες, ὅτι ὑπὲρ ἐχθρῶν ἐτύθη, μήτε ἐχθρὸν ἔχωμεν, κἂν ἔχωμεν, ὑπερευχώμεθα· ἵνα καὶ | |
10 | ἡμεῖς τῶν ἡμαρτημένων ἡμῖν λαβόντες συγχώρησιν, μετὰ παῤῥησίας τῷ βήματι τοῦ Χριστοῦ παραστῶ‐ μεν· ᾧ ἡ δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.435(14) | ΟΜΙΛΙΑ ϛʹ. | |
15 | Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν; αʹ. Ὅπερ ἔμελλεν αὐτῷ παρ’ ἑτέρων ἀνθυποφέρε‐ σθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς τέ‐ | |
20 | θεικε· καίτοι τοσαύτῃ ἐπιδιορθώσει χρησάμενος ἔμπρο‐ σθεν, καὶ εἰπὼν, Πρὸς ταῦτα τίς ἱκανός; καὶ, ὅτι Ἐξ εἰλικρινείας λαλοῦμεν· ἀλλ’ ὅμως οὐκ ἀρκεῖται ἐκείνοις. Τοιοῦτον γὰρ αὐτοῦ τὸ ἦθος· τοῦ δοκεῖν περὶ ἑαυτοῦ μέγα τι λέγειν πόῤῥω καθέστηκε, καὶ | |
25 | μετὰ πολλῆς τῆς περιουσίας αὐτὸ φεύγει καὶ ὑπερ‐ βολῆς. Σὺ δέ μοι κἀντεῦθεν σκόπει τὴν περιουσίαν αὐτοῦ τῆς σοφίας. Πρᾶγμα γὰρ δοκοῦν εἶναι σκυθρω‐ πὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμ‐ πρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθε‐ | |
30 | σιν ἐκ τῶν εἰρημένων ἀνακύψαι. Ποιεῖ δὲ αὐτὸ καὶ πρὸς τῷ τέλει. Μετὰ γὰρ τὸ μυρίους ἀριθμῆσαι κιν‐ δύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ ὅσα τοιαῦ‐ τα, ἐπήγαγε λέγων, Οὐχ ἑαυτοὺς συνιστάνομεν, ἀλλ’ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος. Καὶ τί‐ | |
35 | θησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας. Ἐνταῦθα μὲν γὰρ ἀγάπης ἐστὶ τὰ ῥή‐ ματα, Εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπι‐ στολῶν; ἐκεῖ δὲ γέμει τινὸς τοῦ φρονήματος τὰ λε‐ γόμενα ἀναγκαίως καὶ χρησίμως καὶ θυμοῦ. Οὐ | |
40 | γὰρ πάλιν, φησὶν, ἑαυτοὺς συνιστάνομεν, ἀλλ’ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ, Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Ὅτι κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, καὶ ἐγὼ | |
45 | εὑρεθῶ ὑμῖν οἶον οὐ θέλετε. Ἵνα γὰρ μὴ δόξῃ κο‐ λακείας δόξαν λαμβάνειν, ὡς ἐφιέμενος τῆς παρ’ αὐ‐ τῶν τιμῆς, ταῦτά φησι, Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε. Ἀλλὰ ταῦτα μὲν μετὰ κατηγορίας | |
61.435(50) | πολλῆς· ἐν ἀρχῇ δὲ οὐχ οὕτως, ἀλλ’ ἡμερώτερον. Τί δέ ἐστιν ὅ φησιν; Εἶπε περὶ τῶν πειρασμῶν καὶ τῶν | |
κινδύνων, καὶ ὅτι πανταχοῦ πομπεύεται παρὰ τοῦ | Column end | |
61.436(15) | Θεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουμένη πᾶσα τοὺς θριάμβους οἶδε τούτους. Ἐπεὶ οὖν μεγάλα περὶ αὑ‐ τοῦ ἐφθέγξατο, ἀνθυποφέρει ἑαυτῷ λέγων· Ἀρχό‐ μεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἴσως τις ἡμῖν ἀντερεῖ, Τί τοῦτο, ὦ | |
20 | Παῦλε; ταῦτα περὶ σεαυτοῦ λέγεις, καὶ σαυτὸν ἐπαί‐ ρεις; Ταύτην οὖν λύων τὴν ὑπόνοιαν, φησὶν, ὅτι Οὐ τοῦτο βουλόμεθα, οἷον κομπάζειν καὶ ἑαυτοὺς ἐπαί‐ ρειν· ἀλλὰ τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντὶ ἐπι‐ | |
25 | στολῆς ἔχειν. Ἡ γὰρ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, φησί. Τί ἐστιν, Ὑμεῖς ἐστε; Εἰ ἔδει πρὸς ἑτέρους ἡμᾶς συσταθῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντ’ ἐπιστολῆς· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγεν· Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. | |
30 | Ἀλλ’ οὕτω μὲν ἐνταῦθα οὐ λέγει, μετ’ εἰρωνείας δὲ, ὥστε πληκτικώτερον ποιῆσαι τὸν λόγον· Εἰ μὴ χρῄ‐ ζομεν συστατικῶν ἐπιστολῶν; Καὶ αἰνιττόμενος τοὺς ψευδαποστόλους, ἐπήγαγεν· Ὥς τινες, πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν ἐπιστολῶν, πρὸς ἄλ‐ | |
35 | λους. Εἶτα, ἐπειδὴ βαρὺ ἦν τὸ εἰρημένον, παραμυ‐ θεῖται αὐτὸ ἐπάγων καὶ λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη ὑπὸ πάντων· φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Ἐνταῦθα οὐ μόνον αὐτοῖς | |
40 | ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ, εἴ γε ἱκανοί εἰσι δεῖξαι πᾶσιν ἀνθρώποις διὰ τῆς οἰκείας ἀρετῆς τοῦ διδασκάλου τὸ ἀξίωμα. Τοῦτο γάρ ἐστιν, Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ὅπερ ἂν ἐποίησε τὰ γράμματα συνιστῶντα ἡμᾶς καὶ αἰδεσίμους ποι‐ | |
45 | οῦντα, τοῦτο ὑμεῖς ποιεῖτε, καὶ ὁρώμενοι καὶ ἀκουό‐ μενοι. Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κο‐ σμεῖν καὶ συνιστᾷν πάσης μᾶλλον ἐπιστολῆς. Ἐγ‐ γεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, | |
61.436(50) | καὶ ἐν νῷ ἔχομεν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ σύστασις ἡμῶν πρὸς ἑτέρους ὑμεῖς ἐστε· καὶ γὰρ ἔχομεν ὑμᾶς ἐν τῇ καρδίᾳ διηνεκῶς, καὶ πρὸς ἅπαντας τὰ ὑμέτερα ἀνακηρύττομεν κατορθώματα. Οὐ τοίνυν τῷ καὶ πρὸς | |
ἑτέρους ὑμᾶς εἶναι σύστασιν ἡμῶν, δεόμεθα ἐπιστο‐ | 435 | |
61.437 | λῶν παρ’ ὑμῶν· ἀλλὰ καὶ τῷ σφόδρα φιλεῖν ὑμᾶς, οὐ δεόμεθα πρὸς ὑμᾶς συστάσεως· πρὸς γὰρ τοὺς ἀγνῶ‐ τάς τις δεῖται γραμμάτων· ὑμεῖς δὲ ἐν τῇ διανοίᾳ ἡμῶν ἐστε. Καὶ οὐκ εἶπεν, Ἐστὲ, ἁπλῶς, ἀλλὰ, Ἐγγε‐ | |
5 | γραμμένη· τουτέστιν, οὐδὲ ἀποπεσεῖν δύνασθε. Ὥσ‐ περ γὰρ ἀπὸ γραμμάτων ἀναγινώσκοντες, οὕτως ἀπὸ τῆς καρδίας ἡμῶν γινώσκοντες ἴσασι πάντες τὴν ἀγάπην ἡμῶν, ἣν ἔχομεν περὶ ὑμᾶς. βʹ. Εἰ τοίνυν τὰ γράμματα διὰ τοῦτό ἐστιν, ἵνα δη‐ | |
10 | λώσῃ ὅτι ὁ δεῖνά μοι φίλος, καὶ ἀπολαυέτω παῤῥη‐ σίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑμᾶς ἴωμεν, οὐ δεόμεθα ἑτέρων τῶν συνιστώντων ἡμᾶς, τῆς φιλίας ὑμῶν προλαμβα‐ νούσης· ἄν τε πρὸς ἑτέρους, οὐ χρῄζομεν πάλιν | |
15 | γραμμάτων, τῆς αὐτῆς ἀγάπης ἀντὶ τούτων ἀρ‐ κούσης ἡμῖν πάλιν· περιφέρομεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡμῶν. Εἶτα ἐπὶ μεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Καὶ | |
20 | τοῦτο εἰπὼν, λαμβάνει λοιπὸν ὑπόθεσιν καὶ ἀρχὴν ἐντεῦθεν ἐξετάσαι τὰ τοῦ νόμου. Καὶ ἄλλως δὲ αὐ‐ τοὺς ἐνταῦθά φησιν εἶναι ἐπιστολήν· ἀνωτέρω μὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν Χριστοῦ, ὡς ἔχοντας τὸν νόμον | |
25 | ἐγγεγραμμένον τοῦ Θεοῦ. Ἃ γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑμῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑμῶν. Ἡμεῖς δὲ παρεσκευάσαμεν ὑμᾶς, ὥστε δέξασθαι τὰ γράμματα. Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡμεῖς τὰς | |
30 | ὑμετέρας ψυχάς· διό φησι, Διακονηθεῖσα ὑφ’ ἡμῶν. Ἀλλ’ ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύματος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθί‐ | |
35 | ναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ὅσον δὲ τὸ μέσον Πνεύματος καὶ μέλανος, καὶ λιθίνης πλακὸς καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων κἀκείνων· οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκεί‐ νοις. Διά τοι τοῦτο, ἐπεὶ μέγα ἐφθέγξατο, ταχέως ἐπι‐ | |
40 | λαμβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν ὅλον ἀνατίθησι τῷ Θεῷ· τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ | |
45 | ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ μεθ’ ὑπερβολῆς τὴν ἀρετὴν ταύτην μάλιστα κέκτηται, τὴν ταπεινοφρο‐ σύνην λέγω. Διόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθή‐ σασθαι τὸ εἰρημένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα | |
61.437(50) | ποιεῖ, λέγων, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν τι λογίσασθαι ὡς ἐξ ἑαυτῶν. Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθημι καὶ λογίζομαι. Ἡ γὰρ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, | |
55 | ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς Διαθήκης. | |
Τί ἐστιν, Ἱκάνωσε; Δυνατοὺς ἐποίησε καὶ ἐπιτη‐ | Column end | |
61.438 | δείους. Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων. Διὸ καὶ ἐπήγαγεν· Οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; | |
5 | ἐκεῖνος οὐκ ἦν πνευματικὸς ὁ νόμος; πῶς οὖν φησιν, Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι; Πνευμα‐ τικὸς μὲν, ἀλλ’ οὐ πνεῦμα παρεῖχεν· οὐ γὰρ πνεῦμα ἐκόμισε Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύ‐ θημεν πνεῦμα διδόναι. Διὸ καὶ ἐπεξεργάζεται αὐτὸ | |
10 | λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν, ἀλλ’ ἐκείνους αἰνιττόμενος τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς Ἰου‐ δαϊκοῖς. Γράμμα δὲ ἐνταῦθα τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ τὴν χάριν | |
15 | τὴν διὰ τοῦ βαπτίσματος τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν τὸν ἀκροατὴν ἠδύνατο, | |
20 | ἀπὸ τοῦ συμφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόμενος, ἐκεῖνα μάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας αὐτοῦ ἐστι μᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ μᾶλλον ἐπὶ | |
25 | τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράμμα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ μεγάλην ἐδόκει διαφορὰν λέγειν. Προσέθηκε οὖν ὅτι ἐκείνη γράμματι ἢ μέλανι, αὕτη δὲ πνεύματι. Οὔτε τοῦτο πάνυ αὐτοὺς | |
30 | διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ μὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ. γʹ. Τί δὲ τοῦτό ἐστιν; Ἐν τῷ νόμῳ ὁ ἁμάρτημα ἔχων, κολάζεται· ἐνταῦθα ὁ ἁμάρτημα ἔχων, προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος· δίκαιος δὲ γινόμενος | |
35 | ζῇ, τοῦ θανάτου τῆς ἁμαρτίας ἀπαλλαγείς. Ὁ νόμος ἐὰν λάβῃ φονέα, ἀναιρεῖ· ἡ χάρις ἐὰν λάβῃ φονέα, φωτίζει καὶ ζωοποιεῖ. Καὶ τί λέγω φονέα; Ξύλα ἔλαβεν ἐν σαββάτῳ συλλέξαντα ὁ νόμος, καὶ ἐλίθασε· τοῦτό ἐστι, Τὸ γράμμα ἀποκτείνει. Μυρίους ἀνδρο‐ | |
40 | φόνους καὶ λῃστὰς λαμβάνει ἡ χάρις, καὶ βαπτίζουσα ἀπαλλάττει τῶν προτέρων κακῶν· τοῦτό ἐστι, Τὸ πνεῦμα ζωοποιεῖ. Ἐκεῖνος ἀπὸ ζῶντος νεκρὸν ἐρ‐ γάζεται τὸν ἁλόντα· αὕτη ἀπὸ νεκροῦ ζῶντα κατα‐ σκευάζει τὸν ὑπεύθυνον. Δεῦτε γὰρ πρός με, πάντες | |
45 | οἱ κοπιῶντες καὶ πεφορτισμένοι· καὶ οὐκ εἶπε, Κολάσω ὑμᾶς, ἀλλ’, Ἀναπαύσω ὑμᾶς. Ἐν γὰρ τῷ βαπτίσματι θάπτεται τὰ ἁμαρτήματα, ἐξαλείφεται τὰ πρότερα, ζωοποιεῖται ὁ ἄνθρωπος, ὥσπερ εἰς πλάκα αὐτοῦ τὴν καρδίαν ἐγγράφεται πᾶσα ἡ χάρις. | |
61.438(50) | Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται. Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα, ἧς καὶ ἀπαλλάττει, καὶ τοσούτῳ, ὅσῳ ψυχὴ σώματος βελ‐ | |
55 | τίων· καὶ αὕτη δι’ ἐκείνης συνίσταται ἡ ζωὴ, ἣν τὸ Πνεῦμα δίδωσιν· εἰ δὲ ταύτην δυνατὸν χαρίσασθαι, πολλῷ μᾶλλον τὴν ἐλάττονα· ἐκείνην μὲν γὰρ προ‐ φῆται εἰργάσαντο, ταύτην δὲ οὐκέτι. Οὐδεὶς γὰρ | |
δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός. Οὐδὲ | 437 | |
61.439 | ἐκείνην δὲ χωρὶς Πνεύματος παρεῖχον οἱ προφῆται. Οὐ τοῦτο δέ ἐστι μόνον τὸ θαυμαστὸν, ὅτι ζωοποιεῖ, ἀλλ’ ὅτι καὶ ἑτέροις τοῦτο παρέσχε ποιεῖν. Λάβετε γὰρ, φησὶ, Πνεῦμα ἅγιον. Διὰ τί; χωρὶς Πνεύματος | |
5 | γὰρ οὐκ ἐνῆν; Ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βα‐ σιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι· διὸ καὶ ἐπάγει, Ὧν ἐὰν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἐὰν κρατῆτε, κεκράτηνται. Ἐπεὶ | |
10 | οὖν ἐζωοποίησεν ἡμᾶς, μένωμεν ζῶντες, καὶ μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανίωμεν νεκρότητα· Ὁ Χριστὸς γὰρ οὐκέτι ἀποθνήσκει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ οὐ βούλεται ἀεὶ χάριτι ἡμᾶς σώζεσθαι, ἐπεὶ κενοὶ πάντων ἡμεῖς | |
15 | ἐσόμεθα· διὸ καὶ παρ’ ἡμῶν εἰσφέρεσθαί τι βούλεται. Εἰσενέγκωμεν τοίνυν, καὶ τὴν ψυχὴν ζῶσαν διατη‐ ρῶμεν. Τί δέ ἐστι ψυχῆς ζωὴ, ἀπὸ τοῦ σώματος μάνθανε. Καὶ γὰρ τὸ σῶμα τότε λέγομεν ζῇν, ὅταν βαδίζῃ | |
20 | ὑγιῆ τινα βάδισιν· ὅταν δὲ κατακέηται διαλυ‐ θὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδί‐ ζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή. Κἂν φθέγγηται μηδὲν ὑγιὲς, ἀλλὰ τῶν παραπλήγων ῥήματα, καὶ ἕτερα ἀνθ’ ἑτέρων βλέπῃ, πάλιν τῶν | |
25 | τετελευτηκότων ἐλεεινότερος ὁ τοιοῦτος. Οὕτω καὶ ἡ ψυχὴ, ὅταν μηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνη‐ κεν· ὅταν τὸ χρυσίον μὴ βλέπῃ ὡς χρυσίον, ἀλλ’ ὡς μέγα τι καὶ τίμιον, ὅταν τὰ μέλλοντα μὴ ἐννοῇ, ἀλλὰ χαμαὶ σύρηται, ὅταν ἀνθ’ ἑτέρων ἕτερα πράττῃ. | |
30 | Πόθεν γὰρ δῆλον ὅτι ψυχὴν ἔχομεν; οὐκ ἀπὸ τῶν ἐνεργειῶν; Ὅταν οὖν τὰ αὐτῆς μὴ ἐνεργῇ, οὐχὶ τέ‐ θνηκεν; Οἷον, ὅταν μὴ ἐπιμελῆται ἀρετῆς, ἀλλὰ ἁρ‐ πάζῃ καὶ παρανομῇ, πόθεν δύναμαι εἰπεῖν ὅτι ψυχὴν ἔχεις; ὅτι βαδίζεις; Ἀλλὰ τοῦτο καὶ τῶν ἀλόγων. | |
35 | Ἀλλ’ ὅτι ἐσθίεις καὶ πίνεις; Ἀλλὰ τοῦτο καὶ τῶν θηρίων. Ἀλλ’ ὅτι ὀρθὸς ἕστηκας ἐπὶ δύο ποσί; Τοῦτό μοι μᾶλλον δείκνυσιν, ὅτι θηρίον εἶ ἀνθρωπόμορφον. Ὅταν μὲν γὰρ τὰ ἄλλα ἔχῃς ἐκείνου, τὴν δὲ διανά‐ στασιν μηκέτι, μᾶλλόν με ταράττεις καὶ ἐκδειμα‐ | |
40 | τοῖς, καὶ μᾶλλον τέρας εἶναι νομίζω τὸ φαινόμενον. Καὶ γὰρ εἰ θηρίον εἶδον ἀνθρωπίνῃ φθεγγόμενον τῇ φωνῇ, οὐκ ἂν δι’ αὐτὸ τοῦτο ἔφην ἄνθρωπον εἶναι, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο θηρίον θηρίου τερατωδέ‐ στερον. Πόθεν οὖν δυνήσομαι μαθεῖν, ὅτι ψυχὴν ἔχεις | |
45 | ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν μνησικα‐ κῇς ὡς αἱ κάμηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅταν ἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων; πόθεν δυνήσομαι μαθεῖν ὅτι ψυχὴν ἔχεις ἀν‐ | |
61.439(50) | θρώπου; Βούλεσθε δείξω νεκρὰν ψυχὴν καὶ ζῶσαν; Ἄγωμεν τὸν λόγον πάλιν ἐπὶ τοὺς ἀρχαίους ἄνδρας ἐκείνους, καὶ, εἰ δοκεῖ, τὸν πλούσιον εἰς μέσον κα‐ ταθώμεθα τὸν ἐπὶ τοῦ Λαζάρου, καὶ εἰσόμεθα τί‐ ποτέ ἐστι ψυχῆς νέκρωσις. Καὶ γὰρ ἐκεῖνος νεκρὰν | |
55 | εἶχε ψυχὴν, καὶ δῆλον ἀφ’ ὧν ἐποίει· τῶν μὲν γὰρ | Column end |
61.440 | ψυχῆς ἔργων οὐδὲν ἔπραττεν, ἤσθιε δὲ καὶ ἔπινε καὶ ἐτρύφα μόνον. δʹ. Τοιοῦτοί εἰσι καὶ νῦν οἱ ἀνελεήμονες καὶ ὠμοί· νεκρὰν γὰρ ἔχουσι καὶ οὗτοι ψυχὴν, ὥσπερ ἐκεῖνος. | |
5 | Τὸ γὰρ θερμὸν αὐτῆς ἅπαν τὸ ἀπὸ τῆς φιλίας τῆς εἰς τὸν πλησίον ἀνήλωται, καὶ ἔστιν ἀψύχου σώματος νεκροτέρα. Ὁ δὲ πένης οὐ τοιοῦτος, ἀλλ’ ἐν αὐτῷ τῷ ἄκρῳ τῆς φιλοσοφίας ἑστὼς διέλαμπε· καὶ λιμῷ πα‐ λαίων διηνεκεῖ, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν | |
10 | τροφῆς, οὐδὲ οὕτως εἶπέ τι βλάσφημον εἰς τὸν Θεὸν, ἀλλ’ ἔφερεν ἅπαντα γενναίως. Οὐ μικρὸν δὲ τοῦτο ψυχῆς ἔργον, ἀλλὰ καὶ τῆς εὐτονίας καὶ τῆς ὑγείας τεκμήριον μέγιστον. Ὅταν δὲ ταῦτα μὴ ᾖ, δῆλον ὅτι παρὰ τὸ νενεκρῶσθαι ἀπόλωλεν. Ἢ οὐ νεκρὰν | |
15 | ἐκείνην εἶναι φήσομεν, εἰπέ μοι, ᾗ ἔπεισι μὲν ὁ διά‐ βολος πλήττων, κεντῶν, δάκνων, λακτίζων, αἰσθάνε‐ ται δὲ ἐκείνη οὐδενὸς τούτων, ἀλλὰ κεῖται νε‐ νεκρωμένη, καὶ τῆς περιουσίας αὐτῆς ἀφαιρουμένης οὐκ ἀλγεῖ, ἀλλ’ ἐφάλλεται μὲν ἐκεῖνος, μένει δὲ αὕτη | |
20 | ἀκίνητος, ὥσπερ σῶμα ψυχῆς ἀπελθούσης, οὐδὲ αἰ‐ σθανομένη; Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος μὴ παρῇ μετὰ ἀκριβείας, τοιαύτην αὐτὴν εἶναι ἀνάγκη, καὶ νεκρῶν ἀθλιωτέραν Οὐδὲ γὰρ εἰς ἰχῶρα διαλύεται καὶ τέφραν καὶ κόνιν ἡ ψυχὴ, καθάπερ τὸ σῶμα, | |
25 | ἀλλ’ εἰς τὰ τούτων δυσωδέστερα, εἰς μέθην καὶ θυμὸν καὶ πλεονεξίαν, εἰς ἀτόπους ἔρωτας καὶ ἀκαί‐ ρους ἐπιθυμίας. Εἰ δὲ βούλει αὐτῆς ἀκριβέστερον ἰδεῖν τὸ δυσῶδες, δός μοι ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ | |
30 | ἀκάθαρτος. Νῦν μὲν γὰρ οὐ δυνήσῃ συνιδεῖν· ἕως γὰρ ἂν ὦμεν ἐν συνηθείᾳ δυσωδίας, οὐκ αἰσθανόμεθα· ὅταν δὲ πνευματικοῖς τρεφώμεθα ῥήμασι, τότε εἰσό‐ μεθα ἐκεῖνο τὸ κακόν· καίτοι πολλοῖς ἀδιάφορον τοῦτο εἶναι δοκεῖ. Καὶ οὐδέπω λέγω περὶ γεέννης· | |
35 | ἀλλ’, εἰ βούλεσθε, τὰ παρόντα ἐξετάσωμεν, καὶ μὴ τὸν αἰσχρὰ πράττοντα, ἀλλὰ τὸν αἰσχρὰ φθεγγόμε‐ νον, πῶς ἐστι καταγέλαστος, πῶς ἑαυτὸν καθυβρίζει πρῶτον· καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόμα‐ τος ἀφιεὶς, οὕτως ἑαυτὸν μολύνει. Εἰ γὰρ τὸ ῥεῖθρον | |
40 | οὕτως ἀκάθαρτον, ἐννόησον οἵα ἡ πηγὴ τοῦ βορβόρου τούτου· Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐγὼ δὲ οὐ διὰ τοῦτο πενθῶ μόνον, ἀλλ’ ὅτι οὐδὲ εἶναι δοκεῖ τῶν ἀτόπων τοῦτο παρά τισιν. Ἐντεῦθεν ἅπαντα αὔξεται τὰ κακὰ, ὅταν καὶ | |
45 | ἁμαρτάνωμεν, καὶ μηδὲ πλημμελεῖν νομίζωμεν. Βούλει οὖν μαθεῖν ὅσον κακὸν τὸ αἰσχρὰ φθέγ‐ γεσθαι; Ἐννόησον τοὺς ἀκούοντας, πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχημοσύνῃ τῇ σῇ. Τί γὰρ εὐτελέστερον ἀν‐ δρὸς αἰσχρολόγου; τί ἀτιμότερον; Εἰς γὰρ τὴν τῶν | |
61.440(50) | μίμων ὠθοῦσιν ἑαυτοὺς οἱ τοιοῦτοι τάξιν, καὶ εἰς τὴν τῶν πεπορνευμένων γυναικῶν· μᾶλλον δὲ, ἐκεῖναι ἐρυθριῶσι μᾶλλον, ἢ ὑμεῖς. Πῶς δύνασαι διδάξαι γυ‐ ναῖκα σωφρονεῖν, παιδεύων αὐτὴν εἰς ἀσέλγειαν διὰ τούτων ἐκβαίνειν τῶν ῥημάτων; Βέλτιον σηπεδόνα | |
55 | ἀπὸ τοῦ στόματος ἀφιέναι, ἢ ῥῆμα αἰσχρόν. Νῦν δὲ, ἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σι‐ τίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυ‐ στηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι; Καὶ εἰ μὲν | |
σκεῦος ἀκάθαρτόν τις λαβὼν, ἐπὶ τῆς τραπέζης κατ‐ | 439 | |
61.441 | έθετο τῆς σῆς, ξύλοις αὐτὸν ἂν παίων ἤλασας· τὸν δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ (τράπεζα γὰρ αὐ‐ τοῦ, τὸ στόμα τὸ ἡμέτερον εὐχαριστίας πληρούμε‐ νον), σκεύους ἀκαθάρτου παντὸς ῥήματα βδελυρώ‐ | |
5 | τερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ μοι; καὶ πῶς ἔνι τοῦτο; Οὐδὲν γὰρ οὕτω παροργίζει τὸν ἅγιον καὶ τὸν καθαρὸν, ὡς τὰ ῥήματα ταῦτα· οὐδὲν οὕτως ἰταμοὺς καὶ ἀναισχύντους ποιεῖ, ὡς τὸ λέγειν τοιαῦτα καὶ ἀκούειν· οὐδὲν οὕτως ἐκλύει τὰ νεῦρα τῆς σωφρο‐ | |
10 | σύνης, ὡς ἡ διὰ τούτων ἀναπτομένη φλόξ. Μύρον ἐνέθετό σου τῷ στόματι ὁ Θεός· σὺ δὲ νεκροῦ δυσωδέ‐ στερα ἀποτίθεσαι ῥήματα, καὶ αὐτὴν ἀναιρεῖς τὴν ψυχὴν, καὶ ἀκίνητον ποιεῖς. Καὶ γὰρ ὅταν ὑβρίζῃς, οὐκ ἔστι τοῦτο ψυχῆς φωνὴ, ἀλλὰ θυμοῦ· ὅταν αἰ‐ | |
15 | σχρὰ λέγῃς, οὐκ ἐκείνη ἐφθέγξατο, ἀλλ’ ἡ ἀκολασία· ὅταν κακηγορῇς, ἡ βασκανία· ὅταν ἐπιβουλεύῃς, ἡ πλεονεξία. Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσημάτων. Ὥσπερ οὖν τὸ φθείρεσθαι | |
οὐχ ἁπλῶς τοῦ σώματος, ἀλλὰ τοῦ θανάτου καὶ τοῦ | Column end | |
61.442 | πάθους τοῦ ἐν τῷ σώματι· οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινομένων αὐτῇ παθῶν. Εἰ γὰρ βούλει ψυχῆς ἀκοῦσαι φωνῆς ζώσης, ἄκουσον Παύλου λέγοντος· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκε‐ | |
5 | σθησόμεθα· καὶ, Ἔστι πορισμὸς μέγας ἡ εὐσέ‐ βεια· καὶ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἄκουσον Πέτρου λέγοντος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἄκουσον τοῦ Ἰὼβ εὐχαριστοῦντος καὶ λέ‐ | |
10 | γοντος, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Ταῦτα ψυχῆς ζώσης τὰ ῥήματα, ταῦτα ἐνεργούσης τὴν οἰ‐ κείαν ἐνέργειαν. Οὕτω καὶ Ἰακὼβ ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὕτω καὶ Ἰωσὴφ, Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονη‐ | |
15 | ρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Ἀλλ’ οὐχ ἡ βάρβαρος ἐκείνη, ἀλλ’ ὥσπερ μεθύουσα καὶ παραπαίουσα, οὕτως ἐφθέγγετο λέγουσα, Κοι‐ μήθητι μετ’ ἐμοῦ. Ταῦτ’ οὖν εἰδότες, ζηλώσωμεν τὴν ζῶσαν ψυχὴν, φύγωμεν τὴν νενεκρωμένην, ἵνα καὶ | |
20 | τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ | |
ἑξῆς. | Column end | |
61.441(23) | ΟΜΙΛΙΑ Ζʹ. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐν‐ | |
25 | τετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται | |
30 | ἐν δόξῃ· αʹ. Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως, ὡς ὅτι γράμματα εἶχον, καὶ ὅτι σάρκιναι αὗται, αἱ καρδίαι τῶν ἀποστόλων, καὶ πνεύματι ἦσαν ἐγγεγραμμέναι· καὶ ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα | |
35 | ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσ‐ θεῖναι καὶ ἕτερον οὐ μικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς. Διὸ καὶ μέγα ἐδόκει εἶναι, ἐπει‐ δὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλμοῖς γὰρ ἑωρᾶτο σώματος, | |
40 | εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ’ ἐκείνη μᾶλλον αὐτοὺς ἦρε, καὶ ἐπ‐ έστρεφε πρὸς ἑαυτήν. Ἐπεὶ οὖν εἰς ταύτην ἐνέπεσε τὴν σύγκρισιν, καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, | |
45 | σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ μεθοδεύει, πρῶτον ἀπὸ λο‐ γισμῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων. Εἰ γὰρ ἐκείνη μὲν θανάτου, αὕτη δὲ ζωῆς ἡ διακονία, ἀναμφίβολον ὅτι | |
61.441(50) | καὶ ἡ δόξα αὕτη μείζων ἐκείνης, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτὴν δεῖξαι τοῖς ὀφθαλμοῖς τοῖς σω‐ ματικοῖς, τῷ συλλογισμῷ παρέστησεν αὐτῆς τὸ ὑπερέχον, λέγων· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πῶς οὐχὶ μᾶλλον ἡ διακονία | |
55 | τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Διακονίαν δὲ θανά‐ | Column end |
61.442(24) | του τὸν νόμον λέγει. Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγ‐ | |
25 | κρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε μη‐ δεμίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν. Οὐ γὰρ εἶπεν, Ὁ ποιητικὸς τοῦ θανάτου, ἀλλ’, Ἡ διακονία τοῦ θανάτου· διακονεῖ γὰρ εἰς θάνατον, οὐκ ἔτικτε θάνατον. Ἡ γὰρ τοῦ θανάτου ποιητικὴ, ἡ ἁμαρτία | |
30 | ἦν· οὗτος δὲ τὴν κόλασιν ἐπῆγε, καὶ τῆς ἁμαρτίας δεικτικὸς ἦν, οὐ ποιητικός· ἀπεκάλυπτε γὰρ σαφέ‐ στερον τὸ κακὸν καὶ ἐκόλαζεν, οὐκ ὤθει εἰς τὸ κακόν· καὶ διηκόνει, οὐ πρὸς τὸ γενέσθαι ἁμαρτίαν ἢ θάνα‐ τον, ἀλλὰ πρὸς τὸ δοῦναι δίκην τὸν ἁμαρτόντα· | |
35 | ὥστε καὶ ἀναιρετικὸς ἦν ταύτῃ τῆς ἁμαρτίας. Ὁ γὰρ οὕτω φοβερὰν αὐτὴν δεικνὺς, εὔδηλον ὅτι καὶ φευκτὴν ποιεῖ. Ὥσπερ οὖν ὁ τὸ ξίφος μεταχει‐ ρίζων, καὶ τὸν κατάδικον ἀποτέμνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινομένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναι‐ | |
40 | ρῶν, καίτοι γε αὐτὸς ἀποτέμνων, ἀλλ’ οὐδὲ ὁ ἀπο‐ φαινόμενος καὶ καταδικάζων, ἀλλ’ ἡ τοῦ κολαζο‐ μένου πονηρία· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ αὐτὸς ἀναι‐ ρεῖ, ἀλλ’ ἡ ἁμαρτία· αὕτη καὶ ἀνῄρει καὶ κατεδίκαζε· τιμωρούμενος δὲ οὗτος, ἐκείνης ὑπετέμνετο τὴν | |
45 | ἰσχὺν, τῷ φόβῳ τῆς τιμωρίας ἀναστέλλων αὐτήν. Οὐκ ἠρκέσθη δὲ τούτῳ μόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων· Ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις. Ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ φρόνημα τὸ Ἰουδαϊκόν. Οὐδὲν | |
61.442(50) | γὰρ ἕτερον ἦν ἢ γράμματα ὁ νόμος· οὐ βοήθειά τις ἀπὸ τῶν γραμμάτων ἐκπηδῶσα, καὶ ἐμπνέουσα τοῖς ἀγωνιζομένοις, καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ στῆλαι καὶ γραφαὶ θάνατον φέρουσαι τοῖς τὰ γράμ‐ | |
ματα παραβαίνουσιν. Εἶδες πῶς διορθούμενος τὴν | 441 | |
61.443 | Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνομάτων αὐ‐ τῶν καθαιρεῖ τὸ ἀξίωμα λίθον εἰπὼν, καὶ γράμματα, καὶ διακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπω‐ μένη; Ἐντεῦθεν γὰρ οὐδὲν ἄλλο ἐμφαίνει, ἢ ὅτι ἐν | |
5 | ἑνὶ χωρίῳ ὁ νόμος ἵδρυτο, οὐ καθάπερ τὸ πνεῦμα πανταχοῦ παρῆν πολλὴν ἐμπνέον τὴν ἰσχὺν ἅπασιν· ἢ ὅτι πολλὴν ἐμπνεῖ τὴν ἀπειλὴν τὰ γράμματα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναμένην, ἀλλὰ διαπαντὸς μένουσαν, ἅτε λίθοις ἐγκεκολαμμένην. Εἶτα καὶ δο‐ | |
10 | κῶν ἐγκωμιάζειν τὰ παλαιὰ, κατηγορίαν πάλιν ἀνα‐ μίγνυσιν Ἰουδαίων. Εἰπὼν γὰρ, Ἐν γράμμασιν ἐν‐ τετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως· ὃ πολλῆς ἦν αὐτῶν | |
15 | ἀσθενείας καὶ χαμαιζηλίας. Καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν· ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσ‐ ώπου αὐτοῦ τὴν καταργουμένην, φησί. Δείκνυσι γὰρ τὸν φέροντα δοξαζόμενον, οὐκ ἐκείνας. Οὐ γὰρ εἶπε, Διὰ τὸ μὴ δύνασθαι ἀτενίσαι εἰς τὰς πλάκας, | |
20 | ἀλλ’, Εἰς τὸ πρόσωπον Μωϋσέως· καὶ πάλιν, οὐ, Διὰ τὴν δόξαν τῶν πλακῶν, ἀλλὰ, Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Εἶτα ἐπειδὴ ἐπῆρεν αὐτὴν, ὅρα πῶς πάλιν καθαιρεῖ λέγων, Τὴν καταργουμέ‐ νην. Οὐ μὴν τοῦτο κατηγορίας ἐστὶν, ἀλλὰ ἐλαττώ‐ | |
25 | σεως· οὐδὲ γὰρ εἶπε, Τὴν διεφθαρμένην, τὴν πονη‐ ρὰν, ἀλλὰ, Τὴν παυομένην, καὶ τέλος λαμβάνουσαν. Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Τεθαῤῥηκὼς γὰρ λοιπὸν τὰ τῆς Καινῆς αἴρει, ὡς ἀναμφισβήτητα. Καὶ σκόπει τί | |
30 | ποιεῖ· ἀντέστησε λίθον καρδίᾳ, καὶ γράμμα πνεύ‐ ματι. Εἶτα δείξας τὰ ἐξ ἀμφοτέρων, οὐκέτι τίθησι τὰ ἐξ ἀμφοτέρων· ἀλλὰ τὸ ἀπὸ τοῦ γράμματος θεὶς, τὸν θάνατον καὶ τὴν κατάκρισιν, τὸ ἀπὸ τοῦ πνεύ‐ ματος οὐκέτι τίθησι, τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, | |
35 | ἀλλ’ αὐτὸ τὸ πνεῦμα· ὅπερ μείζονα ἐποίει τὸν λόγον. Ἡ γὰρ καινὴ Διαθήκη οὐ ζωὴν ἐδίδου μόνον, ἀλλὰ καὶ πνεῦμα ἐχορήγει τὸ τὴν ζωὴν παρέχον· ὃ πολλῷ μεῖζον τῆς ζωῆς ἦν· διόπερ εἶπεν, Ἡ διακονία τοῦ πνεύματος. Εἶτα πάλιν τὸ αὐτὸ περιστρέφει, λέ‐ | |
40 | γων, Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως, δόξα. βʹ. Καὶ ἑρμηνεύει σαφέστερον τί ἐστι, Τὸ γρᾶμμα ἀποκτείνει, τοῦτο λέγων ὅπερ ἔμπροσθεν εἰρήκαμεν, ὅτι δεικτικὸς ἁμαρτίας ἦν ὁ νόμος, οὐ ποιητικός. Πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης | |
45 | περισσεύει ἐν δόξῃ. Ἐκεῖναι μὲν γὰρ αἱ πλάκες τοὺς ἁμαρτωλοὺς ἐδείκνυον καὶ ἐκόλαζον· αὕτη δὲ τοὺς ἁμαρτωλοὺς οὐ μόνον οὐκ ἐκόλαζεν, ἀλλὰ καὶ δικαίους ἐποίει· τοῦτο γὰρ τὸ βάπτισμα ἐχαρίζετο. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν | |
61.443(50) | τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δό‐ ξης. Ἐν μὲν οὖν τοῖς προτέροις ἔδειξεν, ὅτι καὶ τοῦτο ἐν δόξῃ, καὶ οὐχ ἁπλῶς ἐν δόξῃ, ἀλλὰ καὶ περισσεύει· οὐ γὰρ εἶπε, Πῶς οὐχὶ μᾶλλον ἡ διακο‐ νία τοῦ πνεύματος ἔσται ἐν δόξῃ, ἀλλὰ, Περισσεύει | |
55 | ἐν δόξῃ, τὴν ἀπὸ τῶν λογισμῶν τῶν εἰρημένων ἔχων ἀπόδειξιν. Ἐνταῦθα καὶ τὴν ὑπεροχὴν, ὅση, δείκνυσι λέγων, ὅτι Ἐὰν συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς Παλαιᾶς· οὐχ ἁπλῶς τὸ μὴ εἶναι δό‐ | |
ξαν κατασκευάζων, ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· | Column end | |
61.444 | διὸ καὶ ἐπήγαγε, Τούτῳ τῷ μέρει· τουτέστι, κατὰ τὸν τῆς συγκρίσεως λόγον. Οὐ μὴν τοῦτο διαβάλλει τὴν Παλαιὰν, ἀλλὰ καὶ σφόδρα αὐτὴν συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι. | |
5 | Εἶτα καὶ ἄλλον κινεῖ λογισμὸν τὸν ἀποδεικνύντα τὴν ὑπεροχὴν καὶ ἑτέρωθεν. Ποῖον δὴ τοῦτον; Τὸν ἀπὸ τοῦ χρόνου, λέγων· Εἰ δὲ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τὸ μὲν γὰρ ἐπαύσατο, τὸ δὲ μένει διηνεκῶς. Ἔχοντες οὖν | |
10 | τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Καινῆς, ἐζήτει καὶ ὀφθαλ‐ μοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξ‐ ακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. Διὸ καὶ τὴν ἐλ‐ | |
15 | πίδα εἰς μέσον ἔθηκε λέγων, Ἔχοντες οὖν τοιαύ‐ την ἐλπίδα. Τοιαύτην; ποταπήν; Ὅτι μειζόνων ἠξιώθημεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ πιστοί. Πολλῇ παῤῥησίᾳ χρώ‐ μεθα. Πρὸς τίνα, εἰπέ μοι; πρὸς τὸν Θεὸν, ἢ πρὸς | |
20 | τοὺς μαθητάς; Πρὸς ὑμᾶς τοὺς μαθητευομένους, φη‐ σί· τουτέστι, Μετ’ ἐλευθερίας πανταχοῦ φθεγγόμεθα, οὐδὲν ὑποστελλόμενοι, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲν ὑφορώμενοι, ἀλλὰ σαφῶς λέγοντες· καὶ οὐ δεδοίκαμεν μὴ πλήξωμεν ὑμῶν τὰς ὄψεις, καθάπερ Μωϋσῆς τὰς | |
25 | Ἰουδαίων. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ τὴν ἱστορίαν πρῶτον ἀναγκαῖον εἰ‐ πεῖν. Καὶ γὰρ αὐτὸς αὐτὴν συνεχῶς περιστρέφει. Τίς οὖν ἡ ἱστορία; Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ | |
30 | προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαμπεν, ὡς μὴ δύνα‐ σθαι τοὺς Ἰουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυμμα τῷ προσώπῳ. Καὶ γέγρα‐ πται οὕτως ἐν τῇ Ἐξόδῳ· Ἡνίκα κατέβη Μωϋσῆς ἐκ τοῦ ὄρους, αἱ δύο πλάκες ἐν ταῖς χερσὶν αὐ‐ | |
35 | τοῦ. Καὶ οὐκ ᾔδει Μωϋσῆς ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθη‐ σαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωϋ‐ σῆς, καὶ ἐλάλησε πρὸς αὐτούς. Καὶ ἐπειδὴ κατ‐ έπαυσε Μωϋσῆς λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν | |
40 | ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δὲ εἰσ‐ επορεύετο ἐναντίον τοῦ Κυρίου λαλεῖν, περιῄρει τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι αὐτόν. Ταύτης οὖν ἀναμνήσας τῆς ἱστορίας, φησί· Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, | |
45 | ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, καθάπερ Μωϋσῆς· δυνατοὶ γὰρ ὑμεῖς ἰδεῖν τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα καὶ φαιδροτέραν οὖσαν ἐκείνης. | |
61.444(50) | Εἶδες τὴν προκοπήν; Ὁ γὰρ ἐν τῇ προτέρᾳ εἰπὼν, Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, ἐνταῦθα λέγει, ὅτι Πολλῇ παῤῥησίᾳ χρώμεθα· καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων. Καὶ τέως Ἰουδαίων αὐ‐ | |
55 | τοὺς προτίθησι λέγων, ὅτι Οὐ δεόμεθα καλύμματος, καθάπερ ἐκεῖνος ἐπὶ τῶν ἀρχομένων· τὰ δὲ μετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νομοθέτου τὸ ἀξίωμα ἀνάγει, ἢ καὶ πολλῷ μεῖζον. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἀλλ’ | |
ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σή‐ | 443 | |
61.445 | μερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Πα‐ λαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅρα τί κατασκευάζει διὰ τούτων. Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, | |
5 | τοῦτο ἐπὶ τοῦ νόμου γίνεται διηνεκῶς. Οὐκ ἄρα τοῦ νόμου διαβολὴ τὸ εἰρημένον, ὥσπερ οὐδὲ Μωϋσέως τότε καλυπτομένου, ἀλλὰ τῶν ἀγνωμόνων Ἰουδαίων· ἐκεῖνος μὲν γὰρ ἔχει τὴν οἰκείαν δόξαν, οὗτοι δὲ αὐ‐ τὴν ἰδεῖν οὐκ ἠδυνήθησαν. Τί τοίνυν δια‐ | |
10 | πορεῖτε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύναν‐ ται τὴν τῆς χάριτος, ὅπου γε τὴν ἐλάττω τὴν Μωϋ‐ σέως οὐκ εἶδον, οὐδὲ πρὸς τὸ πρόσωπον ἴσχυσαν ἀτενίσαι τὸ ἐκείνου; τί δὲ ταράττεσθε, εἰ οὐ πι‐ στεύουσιν Ἰουδαῖοι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ | |
15 | πιστεύουσι; Διὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν. ἐπειδὴ οὐδὲ τὴν παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν· δόξα γὰρ νόμου, πρὸς Χριστὸν ἐπι‐ στρέψαι. γʹ. Ὁρᾷς πῶς κἀντεῦθεν καθαιρεῖ τὸ τῶν Ἰουδαίων | |
20 | φύσημα; Ἀφ’ ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαμαίζηλον. Μὴ τοίνυν τούτῳ καλλωπιζέσθωσαν· τί γὰρ τοῦτο πρὸς Ἰουδαίους τοὺς μὴ ἀπολαύσαντας; Διὸ καὶ συνεχῶς αὐτὸ περιστρέ‐ | |
25 | φει, νῦν μὲν λέγων, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀνα‐ γνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυ‐ πτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· νῦν δὲ, ὅτι Ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, τὸ αὐτὸ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ἐν | |
30 | τῇ ἀναγνώσει καὶ ἐν τῇ καρδίᾳ αὐτῶν δεικνὺς ἐπικεί‐ μενον· ἀνωτέρω δὲ, Ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσ‐ ραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· οὗ τί γένοιτ’ ἂν εὐτελέστερον; ὅταν μηδὲ καταργουμένης | |
35 | δόξης, μᾶλλον δὲ τῆς μηδὲ οὔσης τῇ συγκρίσει, δύ‐ νωνται θεαταὶ γενέσθαι, ἀλλὰ καλύπτηται ἀπ’ αὐτῶν, εἰς τὸ μὴ ἀτενίσαι εἰς τὸ τέλος τοῦ καταργουμένου, τουτέστι, τοῦ νόμου, ὅ τι τέλος ἔχει. Ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Καὶ τί τοῦτο πρὸς τὸ κάλυμμα, | |
40 | φησὶ, τότε; Ὅτι τὰ μέλλοντα προδιέγραφεν. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ’ οὐδὲ νῦν ὁρῶσι τὸν νόμον. Καὶ ἡ αἰτία παρ’ αὐτοῖς· ἡ γὰρ πώρωσις γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνώμονος. Ὥστε ἡμεῖς ἐσμεν οἱ καὶ τὸν νόμον εἰδότες· ἐκείνοις δὲ οὐχ ἡ χάρις μό‐ | |
45 | νον, ἀλλὰ καὶ οὗτος συνεσκίασται. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, φησὶ, μὴ ἀνακαλυπτό‐ μενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτὸ οὐ δύνανται συνιδεῖν ὅτι πέ‐ | |
61.445(50) | παυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ τοῦ Χριστοῦ πέπαυται, ὥσπερ οὖν καὶ πέπαυται, καὶ ὁ νόμος τοῦτο προλαβὼν εἶπε, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν τὸν καταργήσαντα τὸν νόμον, δυνήσονται ἰδεῖν, ὅτι κατήργηται ὁ νόμος; Οὐ χωροῦντες δὲ | |
55 | τοῦτο ἰδεῖν, εὔδηλον ὅτι καὶ αὐτοῦ τοῦ νόμου τοῦ | |
ταῦτα λέγοντος τὴν ἰσχὺν ἀγνοοῦσι, καὶ τὴν δόξαν | Column end | |
61.446 | ἅπασαν. Καὶ ποῦ τοῦτο εἶπε, φησὶν, ὅτι ἐν Χριστῷ καταργεῖται; Οὐκ εἶπε μόνον, ἀλλὰ καὶ διὰ πραγμά‐ των ἔδειξε· καὶ πρῶτον μὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, | |
5 | καὶ αὐτὸν ὕστερον καθελεῖν. Εἰ γὰρ μὴ ἐβούλετο αὐ‐ τὰς παύσασθαι καὶ τὸν περὶ τούτων νόμον ἅπαντα, δυοῖν θάτερον ἂν ἐποίησεν, ἢ οὐκ ἂν καθεῖλε τὸν ναὸν, ἢ καθελὼν, οὐκ ἂν ἀπηγόρευσεν ἀλλαχοῦ θύεσθαι. Νῦν δὲ τὴν οἰκουμένην ἅπασαν, καὶ αὐτὴν δὲ | |
10 | τὴν Ἱερουσαλὴμ ἄβατον ταῖς τοιαύταις κατέστησεν ἱερουργίαις· μόνον δὲ τὸν ναὸν αὐταῖς ἀνεὶς καὶ ἀπο‐ τάξας, εἶτα αὐτὸν τοῦτον ὕστερον καθελὼν, καὶ εἰς τέλος ἔδειξε διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι πέπαυται τὰ τοῦ νόμου διὰ Χριστοῦ· καὶ γὰρ τὸν ναὸν ὁ Χρι‐ | |
15 | στὸς καθεῖλεν. Εἰ δὲ βούλει καὶ διὰ ῥημάτων ἰδεῖν πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται, ἄκουσον αὐτοῦ τοῦ νομοθέτου λέγοντος οὕτω· Προφήτην ὑμῖν ἀναστή‐ σει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελῆται ὑμῖν. | |
20 | Καὶ ἔσται, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Εἶδες πῶς ἔδειξεν ὁ νόμος ὅτι ἐν Χριστῷ παύεται; Ὁ γὰρ προ‐ φήτης οὗτος, τουτέστιν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οὗ ἀκούειν ἐκέλευσε Μωϋσῆς, καὶ σάββατον καὶ περι‐ | |
25 | τομὴν καὶ τἄλλα πάντα ἔπαυσε. Καὶ ὁ Δαυῒδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγε περὶ τοῦ Χριστοῦ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών. Διὸ καὶ σαφῶς ὁ Παῦλος ἑρ‐ μηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεμένης τῆς ἱερω‐ | |
30 | σύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ ἀλλαχοῦ δὲ πάλιν φησί· Θυσίαν καὶ προσφο‐ ρὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρ‐ τίας οὐκ ηὐδόκησας· τότε εἶπον, Ἰδοὺ ἥκω. Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Πα‐ | |
35 | λαιᾶς παραγαγεῖν μαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόμος. Ὥστε ὅταν ἀποστῇς τοῦ νόμου, τότε ὄψει τὸν νόμον καλῶς· ἕως δ’ ἂν αὐ‐ τὸν κατέχῃς, καὶ μὴ πιστεύῃς Χριστῷ, οὐκ οἶδας οὐδὲ αὐτὸν τὸν νόμον. Διὸ καὶ ἐπήγαγεν, σαφέστερον | |
40 | τοῦτο αὐτὸ κατασκευάζων, Ἀλλ’ ἕως σήμερον, ἡνί‐ κα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει τὸ κάλυμμα· ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ | |
45 | εἰρημένον, καὶ δι’ ἑτέρων μὲν αὐτὸ καὶ ἔμπροσθεν ἔδειξε (τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήματα αὐ‐ τῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκλημα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν. Οὐ γὰρ εἶπεν, Ἐν τοῖς γράμμασι μένει τὸ κάλυμμα, ἀλλ’, Ἐν τῇ ἀναγνώσει· ἡ δὲ | |
61.446(50) | ἀνάγνωσις ἐνέργεια τῶν ἀναγινωσκόντων ἐστί· καὶ πάλιν, Ἡνίκα ἀναγινώσκεται Μωϋσῆς. Σαφέστερον δὲ αὐτὸ τῇ λέξει τῇ ἑξῆς ἐδήλωσεν, ἀνακεκαλυμμένως εἰπὼν, Κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκει‐ | |
55 | το, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώμην. | |
δʹ. Κατηγορήσας τοίνυν αὐτῶν ἱκανῶς, δείκνυσι καὶ | 445 | |
61.447 | τὸν τρόπον τῆς διορθώσεως. Τίς δὲ οὗτός ἐστιν; Ἡνί‐ κα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ὅπερ ἐστὶν ἀπο‐ στῆναι τοῦ νόμου, περιαιρεῖται τὸ κάλυμμα. Ὁρᾷς ὅτι οὐ τοῦ προσώπου Μωϋσέως κάλυμμα ἦν ἐκεῖνο, | |
5 | ἀλλὰ τῆς ὄψεως τῆς Ἰουδαϊκῆς; Οὐ γὰρ ἵνα κρύπτη‐ ται ἡ δόξα Μωϋσέως, τοῦτο ἐγίνετο, ἀλλ’ ἵνα ἐκεῖνοι μὴ βλέπωσιν· οὐδὲ γὰρ ἐχώρουν. Ὥστε ἐκείνων ἐλάτ‐ τωμα τοῦτο· οὐδὲ γὰρ τοῦτον ἐποίει τι ἀγνοεῖν, ἀλλ’ ἐκείνους. Καὶ οὐκ εἶπε μὲν, Ἡνίκα ἂν ἀφῇ τὸν | |
10 | νόμον, τοῦτο δὲ ᾐνίξατο. Ὅτε γὰρ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Μέχρι τέλους ἐπέμεινε τῇ ἱστορίᾳ. Καὶ γὰρ ὅτε Ἰουδαίοις διελέ‐ γετο Μωϋσῆς, ἐκάλυπτεν αὐτοῦ τὸ πρόσωπον· ὅτε δὲ πρὸς τὸν Θεὸν ἐπέστρεφεν, ἀποκεκαλυμμένον ἦν. | |
15 | Τοῦτο δὲ τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ὅτι ὅταν ἐπιστρέψωμεν πρὸς Κύριον, τότε ὀψόμεθα τὴν δόξαν τοῦ νόμου, καὶ γυμνὸν τὸ πρόσωπον τοῦ νομοθέτου· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ τότε ἐσόμεθα καὶ ἐν τάξει Μωϋσέως. Εἶδες πῶς ἐκκαλεῖται τὸν Ἰου‐ | |
20 | δαῖον ἐπὶ τὴν πίστιν, δεικνὺς ὅτι οὐ μόνον Μωϋσέα δύναται ἰδεῖν, πρὸς τὴν χάριν ἐλθὼν, ἀλλὰ καὶ ἐν αὐτῇ γενέσθαι τῇ τάξει τοῦ νομοθέτου; Οὐ γὰρ μόνον, φησὶ, τὴν δόξαν ὄψει ἣν τότε οὐκ εἶδες, ἀλλὰ καὶ αὐτὸς ἐν δόξῃ ἔσῃ τῇ αὐτῇ· μᾶλλον δὲ πολλῷ | |
25 | πλείονι, καὶ τοσαύτῃ, ὥστε μηδὲ δόξαν ἐκείνην φαί‐ νεσθαι ταύτῃ παραβαλλομένην. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πρὸς τὸν Κύριον ἐπιστρέψας, καὶ γενόμενος ἐν τῇ χάριτι, ἐκείνης ἀπολαύσῃ τῆς δόξης, πρὸς ἢν ἡ δόξα Μωϋσέως συγκρινομένη οὕτως ἐλάττων ἐστὶν, | |
30 | ὡς μηδὲ δόξα εἶναι. Ἀλλ’ ὅμως εἰ καὶ μικρὰ καὶ σφόδρα ἀποδέουσα ἐκείνης, Ἰουδαῖος μὲν ὢν, οὐδὲ ταύτης ἀξιωθήσῃ [οὐκ οὖν ἴδον αὐτὴν Ἰουδαῖοι οἱ τότε, οὐ νῦν]· πιστὸς δὲ γενόμενος, καὶ τὴν πολλῷ μείζονα αὐτῆς καταξιωθήσῃ θεάσασθαι. Καὶ ὅτε | |
35 | μὲν τοῖς πιστοῖς διελέγετο, οὐ δεδοξάσθαι τὸ δεδοξα‐ σμένον ἔλεγεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα κατὰ μικρὸν αὐτὸν ἀνάγων, καὶ ἐν τάξει Μωϋσέως πρῶτον ἱστὰς, καὶ τότε τῶν μειζόνων | |
40 | ποιῶν κοινωνόν. Ὅταν γὰρ ἴδῃς τὸν Μωϋσέα ἐν δόξῃ, τότε λοιπὸν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέψεις, καὶ μείζονος ἀπολαύσεις ταύτης. Ὅρα τοίνυν ἐξ ἀρχῆς πόσα τέθεικε τὰ ποιοῦντα τὴν διαφορὰν, καὶ δεικνύντα τῆς Καινῆς πρὸς τὴν Παλαιὰν τὴν ὑπερ‐ | |
45 | οχὴν, οὐ τὴν μάχην, οὐδὲ τὴν ἐναντίωσιν. Ἐκείνη γράμμα, φησὶ, καὶ λίθος, καὶ θανάτου διακονία, καὶ καταργεῖται· καὶ ὅμως οὐδὲ ταύτης ἠξιώθησαν οἱ Ἰου‐ δαῖοι τῆς δόξης· αὕτη σαρκίνη ἡ πλὰξ, καὶ πνεῦμα καὶ δικαιοσύνη, καὶ μένει· καὶ πάντες αὐτῆς καταξιού‐ | |
61.447(50) | μεθα, οὐχ εἷς μόνος, καθάπερ Μωϋσῆς τῆς ἐλάττο‐ νος τότε· Ἡμεῖς γὰρ, φησὶ, πάντες ἀνακεκαλυμ‐ μένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτρι‐ ζόμεθα, οὐ τὴν Μωϋσέως. Ἀλλ’ ἐπειδή τινες τὸ, Ἡνίκα ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περὶ τοῦ Υἱοῦ | |
55 | εἰρῆσθαί φασι, τοῖς σφόδρα ὡμολογημένοις ἀντιπί‐ πτοντες ἀκριβέστερον αὐτὸ ἐξετάσωμεν, θέντες πρότερον ἐκεῖνο, ἀφ’ οὗ δοκοῦσιν αὐτὸ κατασκευάζειν. | |
Τί δὲ τοῦτό ἐστι; Καθάπερ, φησὶ, λέγει Πνεῦμα ὁ | Column end | |
61.448 | Θεὸς, οὕτω καὶ ἐνταῦθα, Πνεῦμα ὁ Κύριος. Ἀλλ’ οὐκ εἶπε, Πνεῦμα ὁ Κύριος, ἀλλ’, Ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Πολὺ δὲ ταύτης κἀκείνης τῆς συνθήκης τὸ μέσον. Ὅταν γὰρ βούληται οὕτω λέγειν, ὡς σὺ | |
5 | φὴς, τῷ ἐπιθέτῳ ἄρθρον οὐ προστίθησιν. Ἄλλως δὲ ἴδωμεν πάντα ὅσα διελέχθη ἄνωθεν, περὶ τίνος εἴρηκεν· οἷον ὅτε ἔλεγε, Τὸ γράμμα ἀποκτείνει, τὸ Πνεῦμα ζωοποιεῖ· καὶ πάλιν, Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· ἆρα περὶ | |
10 | τοῦ Υἱοῦ, ἢ περὶ τοῦ Πνεύματος; Εὔδηλον ὅτι περὶ τοῦ Πνεύματος· πρὸς γὰρ τοῦτο ἀπὸ τοῦ γράμματος αὐτοὺς ἐκάλει. Ἵνα γὰρ μὴ ἀκούσας τις Πνεῦμα, εἶτα λογισάμενος, εἰ Μωϋσῆς πρὸς Κύριον ἐπέστρε‐ ψεν, αὐτὸς δὲ πρὸς Πνεῦμα, ἔλαττον ἔχειν νομίσῃ, | |
15 | διορθούμενος τὴν τοιαύτην ὑπόνοιαν, φησὶν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ τοῦτο Κύριός ἐστι, φησί. Καὶ ἵνα μάθῃς, ὅτι περὶ τοῦ Παρακλήτου ὁ λό‐ γος, ἐπήγαγεν· Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Οὐ γὰρ δήπου τοῦτο ἂν εἴποις αὐτὸν λέ‐ | |
20 | γειν, Οὗ δὲ ὁ Κύριος τοῦ Κυρίου. Ἐλευθερίαν δὲ εἶπε πρὸς τὴν ἔμπροσθεν δουλείαν. Εἶτα ἵνα μὴ νο‐ μίσῃς, ὅτι περὶ μέλλοντος χρόνου λέγει, φησίν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι· οὐ τὴν παυομένην | |
25 | ἐκείνην, ἀλλὰ τὴν μένουσαν· τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Εἶδες πῶς πάλιν ἐν τάξει τοῦ Θεοῦ τὸ Πνεῦμα τί‐ θησι, καὶ αὐτοὺς εἰς τὴν τάξιν ἀναβιβάζει τῶν ἀπο‐ | |
30 | στόλων; Καὶ γὰρ ἔμπροσθεν εἴρηκεν, Ἐπιστολή ἐστε Χριστοῦ· καὶ ἐνταῦθα, Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ. Καίτοι αὐτοὶ ἦλθον φέροντες κατὰ Μωϋσέα νόμον. Ἀλλ’ ὥσπερ ἡμεῖς, φησὶν, οὐκ ἐδεήθημεν καλύμματος, οὕτως οὐδὲ ὑμεῖς | |
35 | οἱ δεξάμενοι. Καίτοι γε πολλῷ μείζων αὕτη ἡ δόξα, οὐ γὰρ τοῦ προσώπου ἡμῶν αὕτη, ἀλλὰ τοῦ Πνεύ‐ ματος· ἀλλ’ ὅμως ἡμῖν ὁμοίως ἀτενίσαι δύνασθε εἰς ταύτην. Ἐκεῖνοι μὲν γὰρ οὐδὲ διὰ μεσίτου, ὑμεῖς δὲ καὶ χωρὶς μεσίτου δύνασθε τὴν μείζονα· ἐκεῖνοι | |
40 | εἰς τὴν Μωϋσέως οὐκ ἴσχυσαν, ὑμεῖς καὶ εἰς τὴν τοῦ Πνεύματος· οὐκ ἂν δὲ, εἰ καταδεέστερον τὸ Πνεῦ‐ μα ἦν, ὡς μείζονα ταῦτα ἐκείνων ἔθηκε. εʹ. Τί δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; Σαφέστερον | |
45 | μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρί‐ σματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατ‐ ιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη· καὶ οὐ μόνον ὁρῶμεν εἰς | |
61.448(50) | τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιρο‐ | |
55 | μένη, καὶ ἀργύρου λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει. Διὸ καί φησι, Κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύματος, εἰς δόξαν, τὴν ἡμετέραν, τὴν ἐγγινο‐ | |
60 | μένην, καὶ τοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύματος. | |
Ὅρα πῶς καὶ ἐνταῦθα τὸ Πνεῦμα Κύριον καλεῖ. | 447 | |
61.449 | Καὶ ἀλλαχοῦ δὲ αὐτοῦ τὴν κυριότητα ἔστιν ἰδεῖν· Λειτουργούντων γὰρ αὐτῶν, καὶ νηστευόντων τῷ Κυρίῳ, φησὶν, εἶπε τὸ Πνεῦμα· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. Διὰ γὰρ τοῦτο εἶπε, Λει‐ | |
5 | τουργούντων αὐτῶν τῷ Κυρίῳ, Ἀφορίσατέ μοι, ἵνα τὸ ὁμότιμον δείξῃ. Καὶ πάλιν ὁ Χριστός φησιν, Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ· τὸ δὲ Πνεῦμα, ὡς ἄνθρωπος οἶδε τὰ ἑαυτοῦ, οὕτως οἶδε τὰ τοῦ Θεοῦ, οὐχὶ διδασκόμενον· ἐπεὶ ἡ εἰκὼν οὐ μένει. | |
10 | Καὶ τὸ ἐνεργεῖν δὲ καθὼς βούλεται, δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὴν κυριότητα. Τοῦτο μεταμορφοῖ, τοῦτο οὐκ ἐᾷ συσχηματίζεσθαι ἡμᾶς τῷ αἰῶνι τού‐ τῳ, τοῦτο δημιουργὸν τῆς τοιαύτης κτίσεως. Ὥσπερ γάρ φησι, Κτισθέντες ἐν Χριστῷ Ἰησοῦ· οὕτω | |
15 | φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, | |
20 | εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαὶ, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν. Βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λῃσταῖς ἐστι φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώμα‐ τος λάμπουσαν ταύτην; Ἀτενίσαντες, φησὶν, εἰς | |
25 | τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγ‐ γέλου. Ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστρά‐ πτουσαν δόξαν. Ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητι‐ | |
30 | κώτερον ἦν, τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυρ‐ αυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰ‐ κείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πά‐ | |
35 | σχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴ‐ μοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ἡ δόξα ἡ | |
40 | ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυ‐ μεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμά‐ των, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας. | |
45 | Χειμὼν γὰρ τὰ βιωτικὰ, καὶ χειμῶνος σκυθρωπό‐ τερα. Οὐ γὰρ κρυμὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλμα βαθὺ, ἀλλὰ τὰ πάντων χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆς γεέννης κακά. Καὶ καθάπερ ἐν κρυμῷ σφοδρῷ πέ‐ | |
61.449(50) | πηγε πάντα τὰ μέλη, καὶ ἔστι νεκρά· οὕτω δὴ καὶ ἐν τῷ χειμῶνι τῶν ἁμαρτημάτων φρίττουσα ἡ ψυχὴ, οὐδὲν τῶν αὐτῆς ἐργάζεται, πεπηγυῖα καθάπερ ὑπὸ κρυμοῦ τοῦ συνειδότος. Ὅπερ γὰρ τῷ σώματι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ· ὅθεν καὶ | |
55 | δειλία γίνεται. Οὐδὲν γὰρ δειλότερον τοῦ τοῖς βιωτι‐ κοῖς προσηλωμένου· τὸν γὰρ τοῦ Κάϊν βίον ὁ τοιοῦ‐ | |
τος ζῇ, καθ’ ἑκάστην ἡμέραν τρέμων. Καὶ τί λέγω | Column end | |
61.450 | θανάτους καὶ ζημίας καὶ προσκρούματα καὶ κολακείας καὶ θεραπείας; καὶ γὰρ καὶ τούτων χωρὶς μυρίας δέ‐ δοικε μεταβολάς. Καὶ τὸ μὲν ταμιεῖον γέμει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου· | |
5 | καὶ μάλα εἰκότως. Ὡς ἐπὶ πραγμάτων γὰρ ὁρμεῖ σαθρῶν, καὶ εὐμεταπτώτων· κἂν μὴ αὐτὸς ὑπομείνῃ τὴν μεταβολὴν, ἐν ἑτέροις γινομένην ὁρῶν, ἀπόλωλε· καὶ πολλὴ μὲν ἡ δειλία, πολλὴ δὲ ἡ ἀνανδρία. Οὐδὲ γὰρ μόνον πρὸς κινδύνους ἄτολμος ὁ τοιοῦτος, ἀλλὰ | |
10 | καὶ πρὸς τὰ ἄλλα πάντα· κἂν ἐπιθυμία χρημάτων ἐμπέσῃ, οὐχ ὡς ἀνὴρ ἐλεύθερος ἀποκρούεται τὴν προσβολὴν, ἀλλ’ ὡς ἀργυρώνητος πάντα πράττει, καθάπερ δεσποίνῃ χαλεπῇ τῇ φιλαργυρίᾳ δουλεύων· κἂν εὔμορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως | |
15 | ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναν‐ τίον ποιεῖν. ϛʹ. Ὅταν γὰρ ἴδῃς γυναῖκα ὡραίαν, μὴ τοῦτο σκόπει ὅπως ἀπολαύσῃς τῆς ἐπιθυμίας, ἀλλὰ πῶς ἀπαλλαγῇς τῆς ἐπιθυμίας. Καὶ πῶς τοῦτο ἔνι, φησίν; οὐ γάρ | |
20 | ἐστι τὸ ἐρᾷν ἐμόν. Ἀλλὰ τίνος, εἰπέ μοι; Τῆς τοῦ δαίμονος ἐπηρείας. Ὅλως δαίμονα εἶναι νομίζεις τὸ ἐπιβουλεῦον; Οὐκοῦν πύκτευε καὶ μάχου νοσήματι. Ἀλλ’ οὐ δύναμαι, φησί. Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξομεν, ὅτι τῆς σῆς ῥᾳθυμίας τὸ γινόμενον, καὶ | |
25 | ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίμονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, μετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας. Εἰπὲ γάρ μοι, οἱ μοιχεύοντες, ἐρῶντες μοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυμοῦντες; Εὔ‐ δηλον ὅτι ἐρῶντες. Ἆρ’ οὖν συγγνώμης τυγχάνουσιν; | |
30 | Οὐδαμῶς. Τί δήποτε; Ὅτι αὐτῶν ἐστι τὸ ἁμάρτη‐ μα. Ἀλλὰ τί μοι συλλογισμοὺς πλέκεις, φησίν; ἐγὼ σύνοιδα ἐμαυτῷ βουλόμενος ἀποκρούσασθαι τὸ πά‐ θος, καὶ οὐκ ἰσχύω, ἀλλ’ ἐφέστηκε καὶ πιέζει καὶ ὀδυνᾷ χαλεπῶς. Βούλει μὲν ἀποκρούσασθαι, ἄνθρωπε, | |
35 | οὐ ποιεῖς δὲ ἃ τῶν ἀποκρουομένων ἐστίν· ἀλλὰ ταὐ‐ τὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐμφορούμενος ναμάτων, λέγοι· Πόσα ἐπινοῶ βουλό‐ μενος σβέσαι τὸν πυρετὸν καὶ οὐκ ἰσχύω, ἀλλὰ μᾶλ‐ λόν μου τὴν φλόγα ἀνάπτω; | |
40 | Ἴδωμεν οὖν μήποτε καὶ σὺ τὰ μὲν ἐκκαίοντα ποιεῖς, νομίζεις δὲ ἐπινοεῖν τὰ σβεννύντα. Οὒ, φησίν. Εἰπὲ οὖν, τί ποτε ἐπεχείρησας ποιῆσαι πρὸς τὸ σβέσαι τὸ πάθος; τί δέ ἐστιν ὅλως τοῦ πάθους αὐξητικόν; Εἰ γὰρ καὶ μὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήμασι τού‐ | |
45 | τοις ἐσμὲν (πλείους γὰρ ἂν εὕροιμεν τῷ τῶν χρημά‐ των, ἢ τῷ τῶν σωμάτων ἁλισκομένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρμακον, καὶ τούτοις κἀκείνοις. Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ’ οὗτος ἐκείνου δριμύτερος καὶ ὀξύτερος. | |
61.450(50) | Ὅταν οὖν τοῦ μείζονος περιγενώμεθα, εὔδηλον ὅτι καὶ τὸν ἐλάττω ῥᾳδίως αἱρήσομεν. Καὶ πῶς, εἰ δρι‐ μύτερος οὗτος, φησὶν, οὐ πάντες ἁλίσκονται τῷ κα‐ κῷ, ἀλλ’ οἱ πλείους περὶ χρήματα μεμήνασιν; Ὅτι πρῶτον μὲν ἀκίνδυνος αὕτη εἶναι δοκεῖ ἡ ἐπιθυμία· | |
55 | ἔπειτα, εἰ καὶ ὀξυτέρα ἐστὶν ἡ τῶν σωμάτων, ἀλλὰ | 449 |
61.451 | θᾶττον ἐκείνη σβέννυται· ὡς εἴ γε παρέμενεν, ὡς ἡ τῶν χρημάτων, κἂν ἀπώλεσε τὸν ἁλόντα ἄρδην. Φέρε οὖν, περὶ τούτου ὑμῖν διαλεχθῶμεν, τοῦ τῶν σωμάτων, καὶ ἴδωμεν πόθεν αὔξεται τὸ κακόν· οὕτω | |
5 | γὰρ εἰσόμεθα, εἴτε ἡμέτερον τοῦτο ἔγκλημα, εἴτε οὐχ ἡμέτερον· καὶ εἰ μὲν ἡμέτερον, πάντα πράξω‐ μεν, ὥστε περιγενέσθαι· εἰ δὲ οὐχ ἡμέτερον, τί μάτην κόπτομεν ἑαυτούς; τί δὲ οὐ συγγινώσκομεν, ἀλλ’ ἐγκαλοῦμεν τοῖς ἁλισκομένοις; Πόθεν οὖν τί‐ | |
10 | κτεται οὗτος ὁ ἔρως; Ἀπὸ εὐμορφίας προσώπου, φησὶν, ὅταν καλὴ καὶ εὐειδὴς ἡ τιτρώσκουσα ᾖ. Εἰκῆ ταῦτα λέγεις καὶ μάτην. Εἰ γὰρ τῆς εὐμορφίας τὸ ἐραστὰς ἐπισπάσασθαι, πάντας ἂν ἔσχεν ἐραστὰς ἡ τοιαύτη κόρη· εἰ δὲ οὐ πάντας ἔχει, οὐ τῆς φύσεως | |
15 | τοῦτο, οὐδὲ ἐξ εὐμορφίας, ἀλλ’ ἐξ ἀκολάστων ὀφθαλ‐ μῶν· ὅταν γὰρ ἰδὼν περιέργως θαυμάσῃς καὶ ἐρα‐ σθῇς, ἐδέξω τὸ βέλος. Καὶ τίς ἂν δύναιτο καλὴν γυ‐ ναῖκα ὁρῶν, μὴ ἐπαινέσαι τὴν ὁρωμένην; φησίν. Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυ‐ | |
20 | μάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως. Ἐπίσχες, ἄνθρωπε. Τί πάντα φύρεις ὁμοῦ, πανταχοῦ περιτρέχων, καὶ τοῦ κακοῦ τὴν ῥίζαν οὐκ ἐθέλων ἰδεῖν; καὶ γὰρ πολ‐ λοὺς ὁρῶ θαυμάζοντας καὶ ἐπαινοῦντας, οὐκ ἐρῶν‐ τας δέ. Καὶ πῶς ἔνι θαυμάζοντας μὴ ἐρᾷν; Μὴ θο‐ | |
25 | ρύβει· τοῦτο γὰρ ἔρχομαι εἰπεῖν· ἀλλ’ ἀνάμεινον, καὶ ἀκούσῃ τοῦ Μωϋσέως θαυμάζοντος τὸν παῖδα τοῦ Ἰακὼβ, καὶ λέγοντος· Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Ἆρα οὖν ἤρα ὁ ταῦτα λέγων; Οὐδαμῶς. Οὐδὲ γὰρ ἑώρα, φησὶ, τὸν | |
30 | ἐπαινούμενον. Ἀλλὰ καὶ πρὸς τὰ ἀκουόμενα κάλλη πάσχομέν τι τοιοῦτον, οὐ πρὸς τὰ ὁρώμενα μόνον. Ἵνα δὲ μὴ φιλονεικῇς ἡμῖν ἐν τούτοις, ὁ Δαυῒδ οὐκ ἦν ὡραῖος σφόδρα, καὶ ὑπέρυθρος μετὰ κάλλους ὀφθαλμῶν; ὃ δὴ μάλιστά ἐστι τυραννικώτερον μέρος | |
35 | τῆς εὐμορφίας, τῶν ὀφθαλμῶν τὸ κάλλος. Ἆρ’ οὖν ἠράσθη τις αὐτοῦ; Οὐδαμῶς. Οὐκ ἄρα μετὰ τοῦ θαυ‐ μάζειν καὶ τὸ ἐρᾷν γίνεται. Καὶ γὰρ καὶ μητέρας ἔσχον πολλοὶ σφόδρα ἀνθούσας τῇ τοῦ σώματος ὥρᾳ. Τί οὖν; ἠράσθησαν αὐτῶν οἱ παῖδες; Ἄπαγε· ἀλλὰ | |
40 | θαυμάζουσι μὲν τὸ ὁρώμενον, οὐκ ἐμπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν. Πάλιν γὰρ τῆς φύσεως τὸ κατόρθω‐ μά ἐστι. Ποίας φύσεως, εἰπέ μοι; Ὅτι μητέρες εἰσὶ, φησίν. Εἶτα οὐκ ἀκούεις, ὅτι Πέρσαι, μηδενὸς κατ‐ αναγκάζοντος, ταῖς αὐτῶν μίγνυνται μητράσι, καὶ | |
45 | οὐχ εἷς οὐδὲ δεύτερος, ἀλλ’ ὁλόκληρον ἔθνος; Χωρὶς δὲ τούτων, κἀκεῖθεν δῆλον, ὅτι τὸ νόσημα τοῦτο οὐ τῆς ὥρας τοῦ σώματος, οὐδὲ τῆς εὐμορφίας ἐστὶν ἁπλῶς, ἀλλὰ τῆς ῥᾳθύμου καὶ πλανωμένης ψυχῆς. Πολλοὶ γοῦν πολλάκις μυρίας εὐπρεπεῖς παραδρα‐ | |
61.451(50) | μόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς· ὅθεν δῆλον ὅτι οὐ τῆς εὐμορφίας τὸ ἐρᾷν· ἢ γὰρ ἂν εἷλον ἐκεῖναι πρὸ τούτων τοὺς ἐμπεσόντας. Τί οὖν τὸ αἴτιον; εἰ γὰρ μὴ τῆς εὐμορφίας τὸ ἐρᾷν, πόθεν ἔχει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, φησίν; Ἀπὸ δαίμονος | |
55 | πονηροῦ; Ἔχει μὲν καὶ ἐκεῖθεν· ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ εἰ μὴ καὶ ἡμεῖς αἴτιοι. Οὐ γὰρ | |
ἐκείνων μόνον ἡ ἐπιβουλὴ, ἀλλὰ μετ’ ἐκείνων καὶ | Column end | |
61.452 | ἡμῶν πρώτων. Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τί‐ κτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν. | |
5 | ζʹ. Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι. Εἰ δὲ συνήθεια τὸ τίκτειν αὐτὴν, εὔδηλον ὅτι καὶ τὸ σβεννύναι. Πολλοὶ γοῦν ἐρῶντες οὕτως ἐπαύσαντο, μὴ ὁρωμένων τῶν ἐρωμένων. Τοῦτο δὲ πρὸς βραχὺ | |
10 | μὲν δοκεῖ πικρὸν εἶναι, καὶ σφόδρα ἀηδές· τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνα‐ κτήσασθαι τὸ πάθος. Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ; Κἀνταῦθα ἀργία τοῦ σώμα‐ τος, ἢ τρυφὴ, καὶ τὸ μὴ φροντίζειν τῶν προσηκόντων, | |
15 | μηδὲ ἐν ἀναγκαίοις εἶναι πράγμασι. Καθάπερ γὰρ πλάνος τις ὁ τοιοῦτος περιερχόμενος, παντὶ περιπεί‐ ρεται πονηρῷ· καὶ καθάπερ παιδίον ἄφετον, ὁ βουλό‐ μενος ἀνδραποδίζει τὴν τοιαύτην ψυχήν. Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν | |
20 | τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν. Καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, | |
25 | πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι. Καὶ ὥσπερ ὀφθαλ‐ μὸς τοῦ μὲν ὁρᾷν οὐ παύεται, καὶ διὰ τοῦτο ὄψεται πονηρὰ, ὅταν ἀγαθὰ μὴ ᾖ ὑποκείμενα· οὕτω καὶ ὁ λογισμὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν· ἐπεὶ ὅτι καὶ τὴν | |
30 | πρώτην προσβολὴν δύναται ἀποκρούσασθαι ἀσχολία καὶ φροντὶς, πολλαχόθεν δῆλον. Ὅταν οὖν ἴδῃς γυ‐ ναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυμίας ἑλκόμενος, φησίν; Ἑτέροις σεαυτὸν | |
35 | δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουμένων, εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶ τῶν μελλόντων· τοιούτοις κατάδησον τὴν ψυχήν. Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ μόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόμενον | |
40 | ἀποτρίψῃ ῥᾳδίως. Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περι‐ έσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι; Ἂν δὲ ἀεὶ προσομιλῶμεν καὶ συναναστρεφώμεθα | |
45 | ταῖς τοξευούσαις ἡμᾶς τὰ τοιαῦτα τοξεύματα, καὶ λέγοντες καὶ ἀκούοντες τὰ παρ’ ἐκείνων, τρέφομεν τὸ νόσημα. Πῶς οὖν ἀξιοῖς σβεσθῆναι τὸ πῦρ, καθ’ ἑκάστην ἡμέραν τὴν φλόγα ἀνάπτων; Καὶ ταῦτα μὲν ἡμῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω· | |
61.452(50) | ὡς τοῖς γε ἀνδράσι, καὶ φιλοσοφεῖν ἐπισταμένοις, πάντων μείζων ὁ τοῦ Θεοῦ φόβος, ἡ τῆς γεέννης μνήμη, ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιθυμία· ἱκανὰ γὰρ ταῦτα σβέσαι τὸ πῦρ. Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, | |
55 | ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυμός. | |
Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ’ | 451 | |
61.453 | οὐδὲν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς φαιδρότερον· ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε· ἀλλ’ ἐνδότερον διάβηθι τῷ λογισμῷ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν | |
5 | τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμ‐ πρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ἀλλ’ ὑγρὸς ὁ | |
10 | ὀφθαλμὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταμένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥμερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄμμα. Ἀλλ’ ὅρα ὅτι αὐτὸ τοῦτο πά‐ λιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑμένες καὶ ἀρτηρίαι. Σὺ δέ μοι τὸν καλὸν τοῦτον | |
15 | ὀφθαλμὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυμίας μαραινόμενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέως ἀπόλλυται, καὶ τῶν γεγραμμένων τάχιον ἀφανίζεται. Ἀπὸ τούτων μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸ κάλλος τὸ ἀληθινόν. Ἀλλ’ οὐχ ὁρῶ, φησὶ, κάλλος | |
20 | ψυχῆς. Ἀλλ’ ἂν ἐθέλῃς, ὄψει· καὶ ὥσπερ τοὺς | |
ἀπόντας καλοὺς ἔστιν ὀφθαλμοῖς μὴ ἰδόντα τῷ νῷ | Column end | |
61.454 | θαυμάσαι· οὕτω δυνατὸν ψυχῆς κάλλος χωρὶς ὀφθαλ‐ μῶν ἰδεῖν. Οὐχ ὑπέγραψας πολλάκις μορφὴν εὐειδῆ, καὶ ἔπαθές τι πρὸς τὴν διάπλασιν; Ἀνατύπωσον καὶ νῦν ψυχῆς κάλλος, καὶ ἐντρύφα τῇ εὐμορφίᾳ. Ἀλλ’ | |
5 | οὐχ ὁρῶ, φησὶν, ἀσώματα. Καὶ μὴν τῶν σωμάτων αὐτὰ μᾶλλον ὁρῶμεν τῷ νῷ. Διὰ τοῦτο γοῦν θαυμά‐ ζομεν καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καίτοι γε μὴ ὁρῶντες, καὶ τρόπων ἤθη καὶ ψυχῆς ἀρετήν. Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ μέτριον, μᾶλλον θαυμάσῃ | |
10 | τοῦτον ἢ ἐκείνην τὴν εὔμορφον ὄψιν· κἂν ἴδῃς ὑβριζόμενον, καὶ φέροντα ἀδικούμενον, μετὰ τοῦ θαυμάζειν ἔρα τῶν τοιούτων, κἂν γεγηρακότες ὦσι. Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε μαραίνεται, | |
15 | ἀλλ’ ἀνθεῖ διηνεκῶς. Ἵν’ οὖν καὶ αὐτοὶ τοῦτο κτη‐ σώμεθα, τοὺς ἔχοντας αὐτὸ θηρῶμεν, καὶ ἐρασταὶ τούτων γινώμεθα. Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόμεθα, ταύτην λαβόντες τὴν εὐμορφίαν, τῶν αἰωνίων ἐπιτυ‐ χεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, | |
20 | χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς. | Column end |
61.453(22) | ΟΜΙΛΙΑ Ηʹ. Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, ἀλλ’ ἀπειπάμεθα | |
25 | τὰ κρυπτὰ τῆς αἰσχύνης. αʹ. Ἐπειδὴ μεγάλα ἐφθέγξατο, καὶ Μωϋσέως ἑαυτὸν προὔθηκε, καὶ τοὺς πιστοὺς πάντας, αἰσθόμενος τῆς ὑπερβολῆς καὶ τοῦ μεγέθους τῶν εἰρημένων, ὅρα πῶς μετριάζει πάλιν. Καὶ γὰρ ἐπαίρειν ἔδει διὰ τοὺς | |
30 | ψευδαποστόλους καὶ τοὺς ἀκροατὰς, καὶ πάλιν παρα‐ μυθεῖσθαι τὸν ὄγκον, οὐχὶ καθαιρεῖν, ἐπεὶ τοῦτο παίζοντος ἦν. Διόπερ ἑτέρως αὐτὸ μεθοδεύει, τῷ δεικνύναι, ὅτι οὐκ ἐκ τῶν οἰκείων κατορθωμάτων γέ‐ γονεν, ἀλλ’ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ πᾶν· | |
35 | διὸ καί φησιν, Ἔχοντες οὖν τὴν διακονίαν ταύτην. Οὐδὲν γὰρ πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἀλλ’ ἢ διάκο‐ νοι μόνον ἐγενόμεθα, καὶ τοῖς παρὰ τοῦ Θεοῦ δοθεῖσιν ὑπηρετήσαμεν. Διόπερ οὐκ εἶπε παροχὴν, οὐδὲ χορη‐ γίαν, ἀλλὰ Διακονίαν, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, | |
40 | ἀλλ’ ἐπήγαγε, Καθὼς ἠλεήθημεν. Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας. Καίτοι γε ἐλέους ἐστὶ τὸ κακῶν ἀπαλλάξαι, οὐχὶ τὸ καὶ τοσαῦτα δοῦναι ἀγαθά· ἀλλ’ ὁ τοῦ Θεοῦ ἔλεος καὶ τοῦτο ἔχει. Οὐκ ἐκκακοῦμεν. | |
45 | Καὶ τοῦτο δὲ αὐτοῦ τῇ φιλανθρωπίᾳ λογιστέον. Τὸ γὰρ, Καθὼς ἠλεήθημεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦμεν, εἰρῆσθαι νόμιζε. Καὶ σκόπει πῶς σπουδάζει τὰ καθ’ ἑαυτὸν καθαιρεῖν. Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, | |
61.453(50) | καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυ‐ νεύειν καὶ πειρασμοὺς ὑπομένειν. Διὰ τοῦτο οὐ μόνον οὐ καταπίπτομεν, ἀλλὰ καὶ χαίρομεν, καὶ παῤῥησια‐ ζόμεθα. Εἰπὼν γοῦν, Οὐκ ἐκκακοῦμεν, ἐπήγαγεν· | |
55 | Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες | |
τὸν λόγον τοῦ Θεοῦ. Καὶ τί ἐστι, Τὰ κρυπτὰ τῆς | Column end | |
61.454(23) | αἰσχύνης; Οὐκ ἐπαγγελλόμεθα, φησὶ, καὶ ὑπισχνού‐ μεθα μεγάλα, καὶ ἕτερα δὲ ἐπὶ τῶν ἔργων δείκνυμεν, | |
25 | καθάπερ ἐκεῖνοι· διὸ καὶ ἔλεγε, Τὰ κατὰ πρόσω‐ πον, βλέπετε· ἀλλὰ τοιοῦτοί ἐσμεν, οἷοι ὁρώμεθα, οὐχὶ διπλόην τινὰ ἔχοντες, οὔτε τοιαῦτα λέγοντες καὶ ποιοῦντες ἃ κρύπτειν δεῖ καὶ συσκιάζειν αἰσχυ‐ νομένους καὶ ἐρυθριῶντας. Καὶ τοῦτο ἑρμηνεύων, | |
30 | ἐπήγαγε, Μὴ περιπατοῦντες ἐν πανουργίᾳ. Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ κα‐ ταγέλαστον ἀποφαίνει. Τί δέ ἐστιν, Ἐν πανουρ‐ γίᾳ; Δόξαν εἶχον μὴ λαμβανόντων ἐκεῖνοι, ἐλάμβανον δὲ καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων | |
35 | δοκίμων, ἦσαν δὲ μυρίων γέμοντες κακῶν. Ἀλλ’ ἡμεῖς, φησὶ, τούτοις ἀπειπάμεθα (ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ), τοιοῦτοι ὄντες οἷοι φαινό‐ μεθα, καὶ οὐδὲν ἔχοντες συνεσκιασμένον, καὶ οὐκ ἐν τῷ βίῳ μόνον τούτῳ, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κηρύγ‐ | |
40 | ματι· τοῦτο γάρ ἐστιν, Οὐδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας· οὐ τῷ προσώπῳ καὶ τῇ ἐπιδείξει, ἀλλ’ αὐτῇ τῇ τῶν πραγμάτων ἀποδείξει. Συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Οὐ γὰρ πιστοῖς μό‐ | |
45 | νον, ἀλλὰ καὶ ἀπίστοις ἐσμὲν κατάδηλοι, προκεί‐ μενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡμέτερα, ὡς ἂν ἐθέλοιεν· καὶ ἀπὸ τούτου συνίσταμεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν. Λέγομεν οὖν μηδὲν λαμβάνειν, καὶ μάρτυ‐ | |
61.454(50) | ρας ὑμᾶς καλοῦμεν· λέγομεν μηδὲν συνειδέναι ἑαυ‐ τοῖς πονηρὸν, καὶ τούτου πάλιν τὴν μαρτυρίαν παρ’ ὑμῶν ἕλκομεν, οὐ καθάπερ ἐκεῖνοι, συσκιάζοντες τὰ καθ’ ἑαυτοὺς, πολλοὺς ἀπατῶσιν. Ἡμεῖς δὲ καὶ τὸν βίον ἡμῶν πᾶσιν εἰς μέσον προτίθεμεν, καὶ τὸ κή‐ | |
55 | ρυγμα ἀπογυμνοῦμεν, ὥστε πάντας αὐτὸ καταμαν‐ θάνειν. Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν | |
ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ | 453 | |
61.455 | τῆς ἐκείνων ἀναισθησίας. Διὸ καί φησιν· Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν | |
5 | ἀπίστων. Ὅπερ καὶ ἔμπροσθεν εἶπεν, Οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωὴν, τοῦτο καὶ ἐνταῦθά φησι. βʹ. Τί δέ ἐστιν, Ὁ Θεὸς τοῦ αἰῶνος τούτου; Οἱ μὲν τὰ Μαρκίωνος νοσοῦντες, λέγουσι περὶ τοῦ Δημιουρ‐ | |
10 | γοῦ τοῦ δικαίου μόνον, καὶ οὐκ ἀγαθοῦ, ταῦτα εἰρῆ‐ σθαι· λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον, καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δέ φασι τὸν διάβολον ἐνταῦθα λέγεσθαι, ἐκ τούτου δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι, σφόδρα ἀνοή‐ | |
15 | τως. Οἶδε μὲν γὰρ πολλάκις ἡ Γραφὴ Θεὸν καλεῖν οὐκ ἀπὸ τῆς ἀξίας τοῦ καλουμένου, ἀλλ’ ἀπὸ τῆς ἀσθενείας τῶν ὑποταττομένων· ὡς ὅταν τὸν μαμωνᾶν κύριον λέγῃ, καὶ τὴν κοιλίαν θεόν. Ἀλλ’ οὐ παρὰ τοῦτο οὔτε ἡ κοιλία θεὸς, οὔτε ὁ μαμωνᾶς κύριος, | |
20 | ἀλλ’ ἐκείνων τῶν ὑποκατακλινόντων ἑαυτούς. Ἡμεῖς δὲ ἐκεῖνό φαμεν, ὅτι οὔτε περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀνα‐ γνωστέον, ὅτι Τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων | |
25 | οὐκ ἔχει ἀπίστους, ἀλλ’ ὁ παρὼν μόνος. Εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον, ὅτι Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο δείκνυσιν αὐτὸν τούτου μόνον ὄντα τοῦ αἰῶνος Θεόν. Καὶ γὰρ ὁ Θεὸς οὐρανοῦ λέγεται, ἀλλ’ οὐκ | |
30 | ἔστιν οὐρανοῦ μόνον Θεός· καὶ ὁ Θεὸς τῆς παρούσης ἡμέρας λέγομεν, καὶ οὐκ εἰς ἐκείνην μόνην συγ‐ κλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαμεν· καὶ ὁ Θεὸς δὲ Ἀβραὰμ λέγεται, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· καὶ οὐκ ἐκείνων μόνον ἐστὶ Θεός. | |
35 | Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γρα‐ φαῖς εὕροι μαρτυρίας. Πῶς οὖν ἐτύφλωσεν; Οὐκ ἐνεργήσας εἰς τοῦτο, ἄπαγε, ἀλλ’ ἀφεὶς καὶ συγχω‐ ρήσας· καὶ γὰρ ἔθος τῇ Γραφῇ οὕτω λέγειν· ὡς ὅταν λέγῃ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον | |
40 | νοῦν. Ἐπειδὴ γὰρ αὐτοὶ ἠπίστησαν πρῶτοι, καὶ ἀναξίους ἑαυτοὺς κατεσκεύασαν τοῦ ἰδεῖν τὰ μυ‐ στήρια, καὶ αὐτὸς λοιπὸν εἴασεν. Ἀλλὰ τί ἔδει ποιῆ‐ σαι; πρὸς βίαν ἕλκειν, καὶ ἐκκαλύπτειν μὴ βουλο‐ μένοις ἰδεῖν; Ἀλλὰ μᾶλλον ἂν κατεφρόνησαν, καὶ | |
45 | οὐδ’ ἂν εἶδον· διὸ καὶ ἐπήγαγεν, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· οὐ πρὸς τὸ ἀπιστῆσαι τῷ Θεῷ, ἀλλὰ πρὸς τὸ τὴν ἀπιστίαν μὴ ἰδεῖν τίνα ἐστὶ τὰ ἔνδον· ὃ καὶ ἡμῖν ἐπέταξε, μὴ ῥίπτειν τοὺς μαργαρίτας ἔμ‐ | |
61.455(50) | προσθεν τῶν χοίρων κελεύσας. Εἰ γὰρ καὶ ἀπιστοῦ‐ σιν ἐξεκάλυψε, μᾶλλον ἂν ἡ νόσος αὐτῶν ἐπετρίβη. Καὶ γὰρ εἰ ὀφθαλμιῶντά τις ἀναγκάσειε πρὸς τὰς ἀκτῖνας ἰδεῖν, ἐπιτείνει μᾶλλον αὐτοῦ τὴν ἀσθένειαν. Διὰ τοῦτο καὶ ἐν σκότει κατακλείουσιν αὐτοὺς ἰατρῶν | |
55 | παῖδες, ὥστε μὴ ἐπιτρῖψαι τὸ νόσημα. Οὕτω τοίνυν καὶ ἐνταῦθα νοητέον, ὅτι οὗτοι μὲν γεγόνασιν ἄπι‐ στοι δι’ ἑαυτούς· γενόμενοι δὲ ἄπιστοι, οὐκέτι ἑώρων τὰ ἀπόῤῥητα τοῦ εὐαγγελίου, τοῦ Θεοῦ λοιπὸν ἀπο‐ | |
κλείοντος τὰς ἀκτῖνας αὐτοῖς. Ὅπερ καὶ τοῖς μαθη‐ | Column end | |
61.456 | ταῖς ἔλεγεν, ὅτι Διὰ τοῦτο ἐν παροιμίαις λαλῷ αὐτοῖς, ὅτι ἀκούοντες οὐκ ἀκούουσιν. Ἵνα δὲ καὶ ἐπὶ παραδείγματος σαφέστερον ὃ λέγω γένηται, ὑπό‐ θου τινὰ Ἕλληνα εἶναι μύθους τὰ ἡμέτερα ἡγούμε‐ | |
5 | νον· οὗτος οὖν πῶς ὠφεληθήσεται μᾶλλον, εἰσελθὼν καὶ ἰδὼν τὰ μυστήρια, ἢ ἔξω μένων; Διὰ τοῦτό φη‐ σιν· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν, ἐπιμένων ἔτι τῇ ἱστορίᾳ Μωϋσέως. Ὅπερ γὰρ πρὸς Ἰουδαίους γέγονεν ἐπ’ ἐκείνου, τοῦτο ἐπὶ πάντων | |
10 | τῶν ἀπίστων γίνεται ἐπὶ τοῦ εὐαγγελίου. Καὶ τί ἐστι τὸ συνεσκιασμένον, καὶ ὅπερ αὐτοῖς οὐκ ἔστι πεφωτισμένον; Ἄκουσον αὐτοῦ λέγοντος· Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ | |
15 | Θεοῦ. Οἷον, ὅτι ὁ σταυρὸς τῆς οἰκουμένης σωτηρία καὶ αὐτοῦ δόξα, ὅτι αὐτὸς οὗτος ὁ σταυρωθεὶς μετὰ πολλῆς περιφανείας μέλλει παραγίνεσθαι, τὰ ἄλλα πάντα, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ οὐχ ὁρώμενα, ἡ ἀπόῤῥητος τῶν προσδοκωμένων | |
20 | περιφάνεια. Διὸ καὶ αὐγάσαι εἶπεν, ἵνα μὴ τὸ ὅλον ἐνταῦθα ζητῇς· ὥσπερ γὰρ αὐγή τις ἐστὶ μόνον τοῦ Πνεύματος ἡ δεδομένη. Τοῦτο γοῦν καὶ ἀνωτέρω δηλῶν, ὀσμὴν εἶπε, καὶ πάλιν ἀῤῥαβῶνα, δεικνὺς ὅτι τὸ πλέον ἐκεῖ μένει. Ἀλλ’ ὅμως ταῦτα ἅπαντα | |
25 | κέκρυπται ἀπ’ αὐτῶν· κέκρυπται δὲ, ἐπειδὴ ἠπί‐ στησαν πρότεροι. Εἶτα δεικνὺς, ὅτι οὐχὶ τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ Πατρὸς οἱ ταύτην οὐκ ἰδόντες, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Μὴ γὰρ μέχρι τοῦ Χριστοῦ στῇς | |
30 | μόνον. Ὥσπερ γὰρ διὰ τούτου τὸν Πατέρα ὁρᾷς· οὕτως ἀγνοήσας τὴν τούτου δόξαν, οὐδὲ τὴν ἐκείνου εἴσῃ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. | |
35 | γʹ. Καὶ ποία αὕτη ἀκολουθία; τί τοῦτο πρὸς τὰ εἰρη‐ μένα ἔχει κοινόν; Ἢ ἐκείνους αἰνίττεται ὡς ἐπαί‐ ροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς μαθητὰς ἀπ’ αὐτῶν ἑαυτοὺς ὀνομάζειν, ὅπερ ἐν τῇ προτέρᾳ ἔλε‐ γεν, Ἐγώ εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· ἢ ἕτε‐ | |
40 | ρόν τι βαρύτατον. Ποῖον δὴ τοῦτο; Ἐπειδὴ σφόδρα αὐτοὺς ἐπολέμουν, καὶ ἐπεβούλευον αὐτοῖς πάντο‐ θεν, Μὴ γὰρ ἡμῖν μάχεσθε, φησὶ, καὶ πολεμεῖτε; ἢ τῷ δι’ ἡμῶν κηρυττομένῳ; οὐ γὰρ ἑαυτοὺς κη‐ ρύττομεν· ἐγὼ δοῦλός εἰμι, ἐγὼ διάκονός εἰμι καὶ | |
45 | τῶν δεχομένων τὸ κήρυγμα, ἑτέρῳ πάντα πραγμα‐ τευόμενος, καὶ ὑπὲρ τῆς ἐκείνου δόξης πᾶν ὁτιοῦν ποιῶν. Ὥστε ἐμοὶ πολεμῶν, τὰ ἐκείνου καταβάλλεις. Τοσοῦτον γὰρ ἀπέχω εἰς ἐμαυτόν τι περιστῆσαι τῶν τοῦ εὐαγγελίου, ὅτι καὶ ὑμῶν οὐ παραιτήσομαι εἶναι | |
61.456(50) | δοῦλος διὰ τὸν Χριστὸν, ἐπειδὴ ἐκείνῳ ἔδοξεν οὕτω τιμῆσαι ὑμᾶς, ἐπειδὴ οὕτως ὑμᾶς ἐφίλησε, καὶ πάντα ὑπὲρ ὑμῶν ἔπραξε. Διὸ καὶ λέγει, Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστόν. Εἶδες ψυχὴν δόξης καθαράν; Οὐ γὰρ δὴ μόνον, φησὶ, τῶν δεσποτικῶν | |
55 | οὐδὲν νοσφιζόμεθα, ἀλλὰ καὶ ὑμῖν ἑαυτοὺς ὑποτάσ‐ | |
σομεν δι’ ἐκεῖνον. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους | 455 | |
61.457 | φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν. Εἶδες πῶς πάλιν τοῖς ζητοῦσι τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν ὑπερβάλλουσαν, τὴν Μωϋσέως λέγω, δεί‐ κνυσι μετὰ προσθήκης ἀστράπτουσαν; Καθάπερ εἰς | |
5 | τὸ πρόσωπον Μωϋσέως, οὕτως εἰς τὰς ὑμετέρας καρδίας ἔλαμψε, φησί. Καὶ πρότερον ἀναμιμνήσκει τῶν ἐν ἀρχῇ τῆς κτίσεως γενομένων, αἰσθητοῦ φωτὸς καὶ σκότους αἰσθητοῦ, δεικνὺς ὅτι αὕτη μείζων ἡ δημιουργία. Καὶ ποῦ εἶπεν, Ἐκ σκότους φῶς | |
10 | λάμψαι; Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως· Σκότος γὰρ ἦν, φησὶν, ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. Ἀλλὰ τότε μὲν εἶπε, Γενηθήτω, καὶ ἐγένετο· νῦν δὲ οὐκ εἶπεν, ἀλλ’ αὐτὸς ἡμῖν γέγονε φῶς· οὐ γὰρ | |
15 | εἶπεν, ὅτι καὶ νῦν εἶπεν, ἀλλ’ αὐτὸς ἔλαμψε. Διὰ τοῦτο οὐδὲ αἰσθητὰ πράγματα ὁρῶμεν τοῦ φωτὸς λάμποντος τούτου, ἀλλ’ αὐτὸν τὸν Θεὸν διὰ τοῦ Χρι‐ στοῦ. Ὁρᾷς τὸ ἀπαράλλακτον τῆς Τριάδος; Περὶ μὲν γὰρ τοῦ Πνεύματός φησιν· Ἡμεῖς δὲ πάντες | |
20 | ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφού‐ μεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· περὶ δὲ τοῦ Υἱοῦ, Εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης | |
25 | τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ· περὶ δὲ τοῦ Πατρὸς, Ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὥσπερ γὰρ εἰπὼν, Τοῦ εὐαγγελίου τῆς | |
30 | δόξης τοῦ Χριστοῦ, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ, δεικνὺς ὅτι καὶ τῆς ἐκείνου δόξης ἀπεστε‐ ρήθησαν· οὕτως εἰπὼν, Τῆς γνώσεως τοῦ Θεοῦ, ἐπήγαγεν, Ἐν προσώπῳ Χριστοῦ, δεικνὺς ὅτι διὰ τούτου τὸν Πατέρα γινώσκομεν, ὥσπερ οὖν καὶ διὰ | |
35 | τοῦ Πνεύματος αὐτῷ προσαγόμεθα. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύε‐ σιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἶπε περὶ τῆς ἀποῤῥήτου δόξης· ἵνα μή τις λέγῃ. | |
40 | Καὶ πῶς τοσαύτης δόξης ἀπολαύοντες μένομεν ἐν θνητῷ σώματι; φησὶν, ὅτι τοῦτο μὲν οὖν αὐτὸ μά‐ λιστά ἐστι τὸ θαυμαστὸν, καὶ δεῖγμα μέγιστον τῆς τοῦ Θεοῦ δυνάμεως, ὅτι σκεῦος ὀστράκινον τοσαύτην ἠδυνήθη λαμπρότητα ἐνεγκεῖν, καὶ τηλικοῦτον φυ‐ | |
45 | λάξαι θησαυρόν. Ὅπερ οὖν καὶ αὐτὸς θαυμάζων ἔλεγεν, Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· πάλιν ἐκείνους αἰνιττό‐ μενος τοὺς καυχωμένους ἐφ’ ἑαυτοῖς. Τό τε γὰρ μέγεθος τῶν δοθέντων, τό τε ἀσθενὲς τῶν δεξαμέ‐ | |
61.457(50) | νων δείκνυσι τὴν ἰσχὺν, οὐχ ὅτι μεγάλα ἐχαρίσατο μόνον, ἀλλ’ ὅτι καὶ μικροῖς οὖσι· τὸ γὰρ ὀστράκινον τὸ εὔθραυστον τῆς θνητῆς φύσεως αἰνιττόμενος ἔλεγε, καὶ τὸ τῆς σαρκὸς ἡμῶν ἀσθενὲς ἐμφαίνων. Ὀστράκου γὰρ ἄμεινον οὐδὲν αὕτη διάκειται· οὕτως | |
55 | ἐστὶν εὐεπηρέαστος, καὶ θανάτῳ καὶ νόσοις καὶ ἀέρων ἀνωμαλίαις καὶ ἑτέροις μυρίοις διαλυομένη | |
ῥᾳδίως. Ταῦτα δὲ ἔλεγε, καὶ καταστέλλων ἐκείνων | Column end | |
61.458 | τὸ φύσημα, καὶ πᾶσι δεικνὺς ὅτι οὐδὲν ἀνθρώπινον τῶν καθ’ ἡμᾶς. δʹ. Καὶ γὰρ τότε μάλιστα διαφαίνεται ἡ τοῦ Θεοῦ δύναμις, ὅταν δι’ εὐτελῶν ἐνεργῇ μεγάλα. Διὸ καὶ | |
5 | ἀλλαχοῦ ἔλεγεν, Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ ἐν τῇ Παλαιᾷ δὲ διὰ κωνώπων καὶ μυιῶν ὁλόκληρα στρατόπεδα βαρβάρων ἐτροποῦτο (διὸ καὶ μεγάλην δύναμιν αὐτοῦ τὴν κάμπην ἐκάλει), καὶ ἐν ἀρχῇ γλώττας συγχέων μόνον, τὸν μέγαν | |
10 | πύργον ἐκεῖνον τὸν ἐν Βαβυλῶνι κατέλυε. Καὶ ἐν τοῖς πολέμοις δὲ νῦν μὲν διὰ τριακοσίων ἄπειρα στρατό‐ πεδα ἤλασε, νῦν δὲ διὰ σαλπίγγων πόλεις καθεῖλε· μετὰ δὲ ταῦτα διὰ παιδίου μικροῦ καὶ εὐτελοῦς τοῦ Δαυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτρο‐ | |
15 | πώσατο. Οὕτω δὴ καὶ ἐνταῦθα δώδεκα μόνους ἀπο‐ στείλας, τῆς οἰκουμένης περιεγένετο, δώδεκα, καὶ τούτους ἐλαυνομένους, πολεμουμένους. Ἐκπλαγῶ‐ μεν οὖν τοῦ Θεοῦ τὴν δύναμιν, θαυμάσωμεν, προσ‐ κυνήσωμεν· ἐρωτήσωμεν Ἰουδαίους, ἐρωτήσωμεν | |
20 | Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουμένην ἅπασαν ἀπο‐ στῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν μετατά‐ ξασθαι πολιτείαν; ὁ ἁλιεὺς, ἢ ὁ σκηνοποιός; ὁ τε‐ λώνης, ἢ ὁ ἀγράμματος καὶ ἰδιώτης; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, εἰ μὴ θεία δύναμις ἦν ἡ πάντα κατορ‐ | |
25 | θοῦσα δι’ ἐκείνων; Τί δὲ καὶ λέγοντες ἔπειθον ἐκεῖ‐ νοι; Βαπτίσθητε ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος. Ποίου; Ὃν οὐκ εἶδον, οὐδὲ ἐθεάσαντο. Ἀλλ’ ὅμως ταῦτα λέγοντες καὶ κηρύττοντες, ἔπειθον, ὅτι οἱ μὲν μαντευόμενοι καὶ ἐκ προγόνων αὐτοῖς παραδοθέντες, | |
30 | οὐκ εἰσὶ θεοὶ, ὁ δὲ προσηλωθεὶς, οὗτος Χριστὸς, πάντας ἐφείλκετο. Καίτοι γε ὅτι μὲν ἐσταυρώθη καὶ ἐτάφη, παντί που δῆλον ἦν· ὅτι δὲ ἀνέστη, οὐδεὶς πλὴν ὀλίγων εἶδεν. Ἀλλ’ ὅμως καὶ τοῦτο ἔπει‐ σαν τοὺς οὐχ ἑωρακότας· καὶ οὐχ ὅτι ἀνέστη μόνον, | |
35 | ἀλλ’ ὅτι καὶ εἰς οὐρανοὺς ἀνῆλθε, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Πόθεν οὖν τὸ πιθανὸν τοῖς λόγοις τούτοις, εἰπέ μοι; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ’ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως. Καὶ γὰρ πρῶτον αὐτὴ ἡ καινοτομία πᾶσι προσίστα‐ | |
40 | το· ὅταν τε καὶ τοιαῦτά τις καινοτομῇ, χαλεπώτερον τὸ πρᾶγμα γίνεται, ὅταν ἀναμοχλεύῃ παλαιᾶς συν‐ ηθείας θεμέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόμους. Πρὸς δὲ τούτοις οὐδὲ οἱ κήρυκες ἀξιόπιστοι εἶναι ἐδόκουν, ἀλλὰ καὶ ἔθνους παρὰ πᾶσι μεμισημένου, | |
45 | καὶ δειλοὶ καὶ ἀμαθεῖς. Πόθεν οὖν περιεγένοντο τῆς οἰκουμένης; πόθεν ὑμᾶς καὶ τοὺς ὑμετέρους προ‐ γόνους τοὺς δοκοῦντας φιλοσοφεῖν, μετὰ τῶν θεῶν αὐτῶν ἐξέβαλον; οὐκ εὔδηλον ὅτι ἀπὸ τοῦ τὸν Θεὸν ἔχειν μεθ’ ἑαυτῶν; Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρω‐ | |
61.458(50) | πίνης δυνάμεως κατορθώματα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου. Οὐχὶ, φησὶν, ἀλλὰ γοητικῆς. Οὐκοῦν αὐ‐ ξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆ‐ ναι τὴν τῶν εἰδώλων θεραπείαν. Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ’ ἐναντίας ἐκείνοις τὰ ἡμέ‐ | |
55 | τερα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι τοῦ Θεοῦ ψῆφος ἦν τὰ γινόμενα, οὐκ ἀπὸ τοῦ κηρύγματος μόνον, | |
ἀλλὰ καὶ ἀπὸ τῆς πολιτείας αὐτῆς. Πότε γὰρ παρ‐ | 457 | |
61.459 | θενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη; πότε χρημάτων ὑπεροψία καὶ ζωῆς καὶ τῶν ἄλλων ἁπάν‐ των; Οἱ γὰρ μοχθηροὶ καὶ γόητες οὐδὲν τοιοῦτον ἀνύσαιεν, ἀλλὰ τἀναντία ἅπαντα· οὗτοι δὲ ἀγγέλων | |
5 | ἡμῖν εἰσηγήσαντο πολιτείαν· οὐκ εἰσηγήσαντο δὲ μόνον, ἀλλὰ καὶ κατώρθωσαν, ἐν τῇ ἡμετέρᾳ, ἐν τῇ τῶν βαρβάρων, ἐν αὐταῖς τῆς γῆς ταῖς ἐσχατιαῖς. Ὅθεν δῆλον ὅτι πάντα ἡ τοῦ Χριστοῦ πανταχοῦ δύ‐ | |
ναμις ἤνυσεν, ἡ πανταχοῦ λάμπουσα, καὶ ἀστραπῆς | Column end | |
61.460 | ἁπάσης ὀξύτερον τὰς τῶν ἀνθρώπων καταυγάζουσα διανοίας. Ταῦτ’ οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ’ ἡμῶν τὴν | |
5 | ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορή‐ τους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐ | |
ριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς. | Column end | |
61.459(10) | ΟΜΙΛΙΑ Θʹ. Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· διωκό‐ μενοι, ἀλλ’ οὐκ ἐγκαταλιμπανόμενοι. αʹ. Ἔτι μένει δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως | |
15 | ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονή‐ ματα τῶν καυχωμένων ἐφ’ ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, θαυμαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττομεν τὸν θησαυρὸν τοῦτον, ἀλλ’ ὅτι καὶ μυρία πάσχοντες δεινὰ, καὶ πανταχοῦ περικρουό‐ | |
20 | μενοι, τηροῦμεν αὐτὸν, καὶ οὐκ ἀπόλλυμεν. Καίτοι εἰ καὶ ἀδαμάντινον σκεῦος ἦν, οὔτε θησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ’ ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ | |
25 | γὰρ θλιβόμενοι, φησὶν, ἀλλ’ οὐ στενοχωρούμενοι. Τί ἐστιν, Ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς ἄλλαις χρείαις, ὑπὸ τῶν πολεμίων, ὑπὸ τῶν οἰκείων. Ἀλλ’ οὐ στενοχωρού‐ μεθα. Καὶ ὅρα πῶς πράγματα ἐναντία λέγει, ἵνα | |
30 | κἀντεῦθεν δείξῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Θλιβόμενοι γὰρ οὐ στενοχωρούμεθα, φησίν· ἀπορούμενοι οὐκ ἐξαπορούμεθα· τουτέστιν, οὐκ εἰς τέλος ἐκπίπτο‐ μεν. Ἀλγοῦμεν γὰρ πολλαχοῦ, καὶ ἀποτυγχάνομεν, ἀλλ’ οὐχ οὕτως, ὥστε ἐκπεσεῖν τῶν προκειμένων· εἰς | |
35 | γυμνασίαν γὰρ ἡμῶν ταῦτα, οὐκ εἰς ἧτταν συγκε‐ χώρηται παρὰ τοῦ Θεοῦ. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Οἱ μὲν γὰρ πειρασμοὶ συμβαίνουσι, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν οὐκέτι. Καὶ τοῦτο δὲ διὰ | |
40 | τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα· Ἵνα γὰρ μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ, φησί· καὶ πάλιν, Ἵνα μή τις λογίσηται εἰς ἐμὲ ὑπὲρ ὃ βλέ‐ | |
45 | πει, καὶ ἀκούει τι ἐξ ἐμοῦ· καὶ ἀλλαχοῦ πάλιν, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς. Ἐνταῦθα μέντοι, Ἵνα φανῇ τοῦ Θεοῦ ἡ δύναμις. Ὁρᾷς ὅσον τῶν πειρασμῶν τὸ κέρδος; Καὶ γὰρ τοῦ Θεοῦ τὴν δύναμιν ἐδείκνυ, καὶ τὴν χάριν ἀπ‐ | |
61.459(50) | εκάλυπτε μειζόνως· Ἀρκεῖ γάρ σοι ἡ χάρις μου, φησί· καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλ‐ λους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρ‐ τερικωτέρους εἰργάζετο· Ἡ γὰρ ὑπομονὴ, φησὶ, δοκιμὴν κατεργάζεται, ἡ δὲ δοκιμὴ ἐλπίδα. Οἱ | |
55 | γὰρ μυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς | |
τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτης | Column end | |
61.460(11) | ἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν. Καὶ τί ἐστιν ἡ νέκρωσις τοῦ Κυρίου Ἰησοῦ, | |
15 | ἣν περιέφερον; Οἱ θάνατοι οἱ καθημερινοὶ, δι’ ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀπέθανεν Ἰησοῦς καὶ ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμέ‐ νους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. Εἶδες πῶς καὶ | |
20 | ἑτέραν αἰτίαν εὕρηκε τῶν πειρασμῶν; Ποίαν δὴ ταύτην; Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡμᾶς τῶν κιν‐ δύνων. Ὥστε τοῦτο, ὃ δοκεῖ ἀσθενείας εἶναι καὶ ἐγ‐ καταλείψεως, τοῦτο αὐτοῦ κηρύττει τὴν ἀνάστασιν. | |
25 | Οὐ γὰρ ἂν οὕτως ἐφάνη, μηδὲν πασχόντων ἡμῶν ἀηδὲς, ἡ δύναμις ἡ ἐκείνου, ὡς νῦν δείκνυται, πα‐ σχόντων μὲν, οὐ νικωμένων δέ. Καὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν | |
30 | ἡμῖν ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Πανταχοῦ γὰρ, ὅταν τι ἀσαφὲς εἴπῃ, ἑαυτὸν ἑρμηνεύει πάλιν· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησε, τοῦτο, ὅπερ εἶπεν, ἑρμηνεύων σαφῶς. Διὰ τοῦτο γὰρ παραδιδόμεθα, φησὶ, τουτέστι, τὴν νέκρωσιν περιφέρομεν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς | |
35 | ζωῆς φανῇ, μὴ συγχωροῦντος σάρκα θνητὴν τοσαῦτα πάσχουσαν, ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. Καὶ ἑτέρως δὲ αὐτὸ ἐκληπτέον. Πῶς; Ὡς ἀλλαχοῦ φησιν, Εἰ συναπεθάνομεν, καὶ συζήσομεν. Ὥσπερ γὰρ τὸν θάνατον αὐτοῦ ὑπομένομεν νῦν, καὶ αἱρού‐ | |
40 | μεθα ζῶντες ἀποθανεῖν δι’ αὐτόν· οὕτω καὶ αὐτὸς αἱρήσεται ἀποθανόντας ζωογονῆσαι τότε. Εἰ γὰρ ἡμεῖς ἀπὸ ζωῆς εἰς θάνατον ἐρχόμεθα, καὶ αὐτὸς ἀπὸ θανάτου εἰς ζωὴν ἡμᾶς χειραγωγήσει. Ὥστε ὁ θάνατος ἐνεργεῖται ἐν ἡμῖν, ἡ δὲ ζωὴ ἐν ὑμῖν. | |
45 | Οὐκέτι περὶ τοῦ θανάτου λέγων, ἀλλὰ περὶ πειρα‐ σμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασμοῖς, φησὶν, ὑμεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωήν· καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς | |
61.460(50) | ἀπολαύετε· οὐ γὰρ τοσούτους ὑπομένετε πειρασμούς. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. | |
55 | Ἀνέμνησεν ἡμᾶς ψαλμοῦ πολλὴν ἔχοντος φιλοσοφίαν, καὶ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ | |
ῥῆσιν ταύτην ἐν μεγάλοις κινδύνοις ὢν ὁ δίκαιος | 459 | |
61.461 | ἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγ‐ κεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας. βʹ. Ἐπεὶ οὖν τὰ συγγενῆ μάλιστα οἶδε παραμυθεῖ‐ σθαι, διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ πνεῦμα· | |
5 | τουτέστιν, ἀπὸ τῆς αὐτῆς συμμαχίας, ἀφ’ ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα· ἀπὸ τοῦ πνεύματος, ἀφ’ οὗ ἐφθέγξατο, καὶ ἡμεῖς φθεγγόμεθα. Ὅθεν δείκνυσι πολλὴν τῇ Καινῇ πρὸς τὴν Παλαιὰν τὴν συμφωνίαν οὖσαν, καὶ τὸ αὐτὸ πνεῦμα ἐν ἑκατέροις ἐνεργῆσαν, | |
10 | καὶ ὅτι οὐχ ἡμεῖς μόνον ἐν κινδύνοις, ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες, καὶ δεῖ πίστει καὶ ἐλπίδι διορθοῦ‐ σθαι, καὶ μὴ λύσιν εὐθέως ζητεῖν τῶν ἐπικειμένων. Ἐπειδὴ γὰρ ἔδειξε διὰ τῶν λογισμῶν τὴν ἀνάστα‐ σιν καὶ τὴν ζωὴν, καὶ ὅτι οὐκ ἀσθενείας οὐδὲ ἐγκα‐ | |
15 | ταλείψεως ὁ κίνδυνος· λοιπὸν καὶ τὴν πίστιν εἰσάγει, καὶ αὐτῇ τὸ πᾶν ἐπιτρέπει. Ἀλλ’ ὅμως καὶ αὐτῆς ἀπόδειξιν παρέχεται τοῦ Χριστοῦ τὴν ἀνάστασιν, εἰ‐ πών· ὅτι Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦ‐ μεν. Τί πιστεύομεν, εἰπέ μοι; Ὅτι ὁ ἐγείρας Ἰη‐ | |
20 | σοῦν, καὶ ἡμᾶς ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονά‐ σασα, διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισ‐ σεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Πάλιν πληροῖ φρονήματος αὐτοὺς, ἵνα μὴ ἀνθρώποις χάριν εἰδῶσι, | |
25 | τοῖς ψευδαποστόλοις, λέγω. Τοῦ γὰρ Θεοῦ τὸ πᾶν, ὃς βούλεται πολλοῖς χαρίσασθαι, ὥστε μείζονα ὀφθῆναι τὴν χάριν. Δι’ ὑμᾶς γοῦν ἡ ἀνάστασις, καὶ τὰ ἄλλα πάντα. Οὐ γὰρ ἑνὸς ἕνεκεν μόνου ταῦτα πεποίηκεν, ἀλλὰ πάντων. Διὸ καὶ οὐκ ἐκκακοῦμεν· | |
30 | ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς φθείρεται; Μαστιζόμενος, ἐλαυνόμενος, μυρία πά‐ σχων δεινά. Ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ | |
35 | προθυμίᾳ. Τὸ λοιπὸν δεῖ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστο‐ τέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. | |
40 | Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶν, εἰς ὑπερβολὴν καθ’ ὑπερβολὴν αἰώνιον βάρος δό‐ ξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλε‐ πόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας, καὶ ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους | |
45 | ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπο‐ μένη οὐκ ἔστιν ἐλπὶς, τοῦτο καὶ ἐνταῦθα κατα‐ σκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλ‐ λουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ | |
61.461(50) | τούτοις ἀρκεῖται, ἀλλ’ ἑτέραν τίθησι λέξιν, διπλα‐ σιάζων αὐτὴν, καὶ λέγων, Καθ’ ὑπερβολὴν εἰς ὑπερ‐ βολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσι πῶς ἐλαφρὸν τὸ τῶν τοσούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ | |
55 | βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀ‐ κεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπαγάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται. Τὰ δὲ μὴ βλεπόμενα αἰώνια. | |
Οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπεν, Αἱ | Column end | |
61.462 | θλίψεις τοιαῦται, ἀλλὰ, Τὰ βλεπόμενα πάντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις· ὥστε μήτε ἐκεῖθεν χαυ‐ νοῦσθαι, μήτε ἐντεῦθεν βιάζεσθαι. Διὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων λέγων, εἶπεν, Ἡ βασιλεία αἰώ‐ | |
5 | νιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν· ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐκεῖσε προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ | |
10 | πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ’ οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύματος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαμαίζηλοι γινόμενοι καὶ | |
15 | καταπίπτοντες πρὸς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Ἂν μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καί φατε, ἐκεῖ, ἓν ἀνθ’ ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλως ᾖ, δύο ἀντ’ οὐδενός. Τί τῶν ῥημάτων | |
20 | τούτων παρανομώτερον; τί δὲ ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανοῦ διαλεγόμεθα, καὶ τῶν ἀποῤῥή‐ των ἀγαθῶν ἐκείνων· καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκα‐ λύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων | |
25 | ἐστίν; οὐκ ἐρυθριᾷς, οὕτω προσηλωμένος τοῖς πα‐ ροῦσιν; οὐ παύσῃ παραφρονῶν καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας ταῦτα λέ‐ γειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώμην; Ὅλως γὰρ | |
30 | ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα εἶναι; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Καὶ τίς ἦλθε, φησὶ, καὶ ἀπήγγειλε τὰ αὐτόθι; Ἀνθρώπων μὲν οὐδεὶς, ὁ Θεὸς δὲ ὁ πάντων ἀξιοπιστότερος ταῦτα ἀπεφήνατο. Ἀλλ’ οὐχ ὁρᾷς τὰ | |
35 | ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρ’ οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ὅτι μὴ ὁρᾷς; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. γʹ. Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πό‐ θεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, | |
40 | ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσομαί σε· σὺ δέ μοι ἀπόκριναι. Δίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ’ ἀξίαν ἀπονέμει ἑκάστῳ· ἢ τοὐναντίον, | |
45 | τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ | |
61.462(50) | ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ’ ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ’ ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ’ ἑνὸς, ἀλλὰ δύο ἀνθ’ ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ μὲν γὰρ ἐνταῦθα τρυ‐ | |
55 | φήσαντες, οὐδὲ ἓν ἀνθ’ ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ’ ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, | |
μάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκότας | 461 | |
61.463 | τῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλ‐ λω λέγειν. Καὶ γὰρ προμνηστρίαις ἐπηράσαντο πολ‐ λάκις, καὶ τῇ ἡμέρᾳ καθ’ ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν. Πολλοὶ δὲ | |
5 | τῶν νέων, καὶ παρὸν αὐτοὺς γαμεῖν, δι’ οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ’ ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους. Εἰ δὲ οἱ γάμοις ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμι‐ | |
10 | σαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα πε‐ ριβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν | |
15 | οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάν‐ των ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενό‐ δοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ μὴ φροντίζων τῆς παρ’ ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα | |
20 | ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες, μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ μὴ πλου‐ τεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γαμεῖν τοῦ γαμεῖν, | |
25 | καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ μὴ τοῖς παροῦσι προσηλωμένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος μὲν κἂν μυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν | |
30 | μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλον‐ τος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσ‐ περ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ | |
35 | μὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὁρᾷς ὅτι οὐ δύο ἀντ’ οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ εἴκοσι, καὶ μυρία ἀντ’ οὐδε‐ | |
40 | νὸς δυνησόμεθα θεῖναι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπέλαυσαν. Ἆρ’ οὖν σοι δοκεῖ ἓν εἶναι καὶ ἓν, τὸ ἐν παντὶ τῷ χρόνῳ κο‐ λάζεσθαι, καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πεινῇν; τὸ νοσεῖν ἐν | |
45 | φθαρτῷ σώματι, καὶ τὸ ἐν ἀθανάτῳ χαλεπῶς ἀποτη‐ γανίζεσθαι; τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασα‐ νίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν; καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει | |
61.463(50) | θῶμεν; τὴν ποσότητα, τὴν ποιότητα, τὴν τάξιν τοῦ Θεοῦ, τὴν περὶ ἑκάτερον ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα, τῶν τῷ βορβόρῳ διηνε‐ κῶς ἐγκαλινδουμένων; Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιμίαν ἀντ’ οὐδενὸς προέσθαι, | |
55 | δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. | |
Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κρι‐ | Column end | |
61.464 | τήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συν‐ ειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου καθήμενον δικαστήν. Εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι γε φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν | |
5 | κρίσιν ἐνεγκεῖν· οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ’ ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ | |
10 | καὶ φιλόσοφοι, καὶ πᾶν ἀνθρώπων γένος συμφωνοῦ‐ σιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὕτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν οὐκ ἐνταῦθα κολάζει; φησίν. Ἵνα τὴν μακροθυμίαν | |
15 | ἐπιδείξηται τὴν αὑτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μὴ τότε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάσηται, τούς τε ἐκ μεταβολῆς ἀρί‐ στης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σω‐ τηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρὰ τὰ ἁμαρτήματα | |
20 | καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος, πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ Δαυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; Διά τοι τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκας, ἀλλ’ ἐκ τῶν | |
25 | πάντων ἐνίους, οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐν‐ ταῦθα, τὸν δὲ ἐκεῖ, ἵνα καὶ τοὺς σφόδρα ἀναισθή‐ τους διεγείρῃ δι’ ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι’ ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζομένους πολλοὺς, οἷον ὡς τοὺς τῷ | |
30 | πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷμα ταῖς θυσίαις ἀνέμιξεν ὁ Πιλᾶτος, ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστη‐ ρίων ἀναξίως μετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρων κατασφαγέντας, ὡς | |
35 | ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἁμαρτόντες, ἀπῆλθον μὴ δόντες ἐν‐ ταῦθα δίκην· ὡς ὁ πλούσιος ὁ ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί. δʹ. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς διαπιστοῦντας τοῖς μέλ‐ | |
40 | λουσι διεγείρων, καὶ τοὺς πιστεύοντας καὶ ῥᾳθυμοῦν‐ τας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ παρα‐ χρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυ‐ | |
45 | μήσει λοιπὸν, ἀλλ’ εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοί‐ νυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν | |
61.464(50) | ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐ‐ τοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πό‐ νων καὶ κέρδους· πολλάκις δὲ τοὔμπαλιν, ὁ μὲν πόνος ἄπειρος, ὁ δὲ καρπὸς ὀλίγος· ἢ οὐδὲ ὀλίγος πολ‐ | |
55 | λάκις· ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· ὁ γεωργὸς δι’ ὅλου πονεῖ τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ | |
τῶν πολλῶν πόνων. Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρα‐ | 463 | |
61.465 | τιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πό‐ νοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, | |
5 | εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτι‐ μῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρόν (καὶ γὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; Διὸ παρακαλῶ | |
10 | πάντας ὑμᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύ‐ της ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκεί‐ νῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ’ ἂν ὑπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται, καὶ ἀπολού‐ | |
15 | μεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ’ ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάμ. Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκά‐ | |
20 | λεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ’ ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μή‐ ποτε οὐ μὴ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογι‐ ζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. | |
25 | Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσεν‐ έγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σί‐ δηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ’ ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. | |
30 | Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μά‐ λιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλα‐ γὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ’ ἀμ‐ φότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ | |
35 | ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι | Column end |
61.466 | καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομο‐ λογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρ‐ | |
5 | χουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς λαμπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀπο‐ τέμνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας. Καὶ γὰρ πρόσκαιροι αὗ‐ | |
10 | ται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα ἄφθαρτόν ἐστιν. Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέ‐ χρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά· μηδὲ παραδο‐ θῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ’ ἐνταῦθα σω‐ | |
15 | φρονισθῆναι. Πόσα τότε ἐροῦμεν, ἑαυτῶν κατηγοροῦν‐ τες; πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; Ἀλλ’ οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ’ ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ’ | |
20 | ἐροῦσι μὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορ‐ θώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται | |
25 | πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἀλλ’ οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν’ οὖν μὴ καὶ ἡμεῖς ἐπὶ τῆς πολιτείας τοῦτο | |
30 | πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλλώμεθα, ἵνα τῷ βή‐ ματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πά‐ σης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ | |
35 | ἑξῆς. | Column end |
61.465(36) | ΟΜΙΛΙΑ Ιʹ. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο‐ μεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς | |
40 | οὐρανοῖς. αʹ. Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολ‐ λοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέ‐ ρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι | |
45 | κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρο‐ μεν, καὶ τῆς δυνάμεως αὐτοῦ ἀπόδειξιν παρεχόμεθα μεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνά‐ | |
61.465(50) | μεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκμήριον ἐκ‐ φέρομεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ἐπειδὴ δὲ μετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡμῶν ἄνθρωπος βελτίων | |
γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος | Column end | |
61.466(37) | διαφθείρεται, φησὶν, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσι‐ μον τοῦτο τὸ μαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέ‐ | |
40 | γων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότε τὰ μυ‐ ρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑπομεμενηκόσιν. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. | |
45 | Ὥστε οὐ μόνον ἀλγεῖν οὐ δεῖ, ἐκ μέρους αὐτοῦ φθει‐ ρομένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ | |
61.466(50) | Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσ‐ λαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως | |
αὐτὸν κατασκευάζει· ἀλλ’ οὐχ ὁμοίως ὡς ἔμπροσθεν, | 465 | |
61.467 | ἀλλ’ ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυ‐ θῇ, ὅτι οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειρο‐ | |
5 | ποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς μὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσμον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶμα μᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι. Σὺ δέ μοι σκόπει, πῶς διὰ τῶν ὀνομάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰ‐ | |
10 | πὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰ‐ κίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δεί‐ ξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνομα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι. Διό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί | |
15 | εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ μετὰ προσθή‐ κης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐ‐ τῶν, ἀλλ’, Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ | |
20 | σῶμα χειροποίητον; Οὐδαμῶς· ἀλλ’ ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ μὴ τοῦτο, ἀλλ’ οἰκίαν σκήνους τὸ σῶμα ἐκάλεσε τὸ ἀχειροποίη‐ τον. Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ’ αὔξων τὰ ἐγκώμια, καὶ προστιθεὶς τοὺς ἐπαί‐ | |
25 | νους. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητή‐ ριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιπο‐ θοῦντες. Ποῖον οἰκητήριον; εἰπέ μοι. Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζομεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ | |
30 | ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν πεμπομένην χάριν δηλοῖ τῷ ὀνόματι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ μέ‐ ρος πειρασμοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσ‐ ανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ | |
35 | ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ μεθ’ ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον; Διὰ τοῦτο | |
40 | οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ’ οἰκητήριον· καὶ μάλα εἰκότως. Ἡ μὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ μένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος, ἐκεῖ παραστησόμεθα, | |
45 | ἀλλὰ καὶ μετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενομένου. Τι‐ νὲς δέ φασιν, ὃ καὶ μάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάμενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶ‐ | |
61.467(50) | μα ἄφθαρτον λαβόντες· οὐ γυμνοὶ εὑρεθησόμεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες μὲν ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· καὶ, Ἔστι σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἡ μὲν γὰρ ἀνά‐ | |
55 | στασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ’ οἱ | Column end |
61.468 | μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασι‐ λείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμε‐ νοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν | |
5 | τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι. βʹ. Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώμα‐ τος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ | |
10 | φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐ‐ τῷ σπεύδομεν ἐλευθερωθῆναι. Διό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ’ ἐπενδύσασθαι αὐτῷ τὴν | |
15 | ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενά‐ ζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ | |
20 | τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζο‐ μένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν’ οὖν μὴ ταῦτα αὐτῷ ἀνθ‐ υποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ | |
25 | ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ’ ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρ‐ σίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ’ ὅτι φθαρτὸν περικείμεθα σῶμα | |
30 | καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρ‐ έχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γί‐ νεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περι‐ εργάζου. Διὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος | |
35 | ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδο‐ ξεν, ἀλλ’ ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ’ ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα | |
40 | τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύμα‐ τος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα | |
45 | τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐ‐ τὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστό‐ τερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβου‐ | |
61.468(50) | λὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβη‐ θῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι’ ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ | |
55 | τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς | |
δουλείας. Διὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, | 467 | |
61.469 | οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦ‐ μεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦ‐ μεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν | |
5 | ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει | |
10 | κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάτ‐ τει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδη‐ μοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυ‐ | |
15 | ρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύ‐ ριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνό‐ ματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα πο‐ θεινὰ ἀντ’ αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν | |
20 | πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκ‐ δημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν; Τοῦ‐ το δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφι‐ λοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν | |
25 | ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐ‐ τοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐν‐ | |
30 | ταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ’ οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λό‐ γον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, | |
35 | Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, | |
40 | εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην | |
45 | ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐ‐ δοκιμοῦντα, δι’ ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ | |
61.469(50) | τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσ‐ κρούοντα. γʹ. Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀπο‐ δημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μό‐ | |
55 | νον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑ‐ ρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ | |
νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, | Column end | |
61.470 | Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν | |
5 | συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην | |
10 | ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέ‐ | |
15 | γων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Εἶτα φοβή‐ σας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέ‐ θεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· | |
20 | Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σω‐ | |
25 | μάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονη‐ σάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στή‐ σεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολά‐ ζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· | |
30 | ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρ‐ | |
35 | τὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος· ἀλλ’, Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. Διὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ | |
40 | δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρ‐ σίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρ‐ | |
45 | σίαν κληρονομεῖ, φησίν· ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο μὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται μὲν ὑπὸ πυ‐ ρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ | |
61.470(50) | τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωμεν τοί‐ νυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι Δεῖ ἡμᾶς παρα‐ σταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι | |
55 | νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως | |
ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐ‐ | 469 | |
61.471 | τοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ’ ἐν βραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κομίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραμε. Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη | |
5 | λογιζέσθω παρεῖναι τὸν Δικαστὴν, καὶ πάντα ἀνακα‐ λύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡμᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε; Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ | |
10 | ἁπλῶς καθ’ ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπω‐ θέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος· τί ποιήσομεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶ δρόμος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, | |
15 | καὶ παράταξις τρόμου γέμουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαμπρότητι ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ’ αὐτοῦ, | |
20 | θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν· τί τότε ἔσται; ἢ μικρὰν εἶναι νομίζεις κόλασιν τὸ μὴ κατα‐ | |
25 | τάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, | |
30 | καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσ‐ έχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ | |
35 | παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον; δʹ. Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶν‐ | |
40 | τας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατα‐ κλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπε‐ σεῖν ἐκεῖσε πράττομεν· ὅταν ἀπαγώμεθα συρόμενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσό‐ μεθα; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ’ ἀπὸ | |
45 | πυρὸς οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ’ ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφο‐ δρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίκαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς | |
61.471(50) | δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγ‐ γνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆ‐ ναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν τότε | |
55 | ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δι‐ | |
καίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδας | Column end | |
61.472 | πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύον‐ τας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμ‐ πάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ | |
5 | κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι· πολλῷ μᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους | |
10 | ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖ‐ θεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν | |
15 | τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστη‐ σον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰ‐ χήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐν‐ νόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δι‐ | |
20 | καστοῦ κελεύοντος καὶ λέγοντος, Δήσατε αὐτοῦ χεῖ‐ ρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπι‐ θυμίαν. Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ | |
25 | τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στε‐ νοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, | |
30 | αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τά‐ λαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπι‐ | |
35 | θυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπ‐ αχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ | |
40 | οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυ‐ μῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ’ οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πο‐ | |
45 | λυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπά‐ ζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτό‐ μενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ | |
61.472(50) | ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπι‐ θυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν | |
55 | τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐ‐ τῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει | |
τὴν εὐφροσύνην ἡμῖν. Μακάριοι καὶ τρισμακάριοι | 471 | |
61.473 | καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν’ οὖν μὴ τούτων, ἀλλ’ ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω | |
5 | γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν | Column end |
61.474 | γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
5 | Ἀμήν. | Column end |
61.473(6) | ΟΜΙΛΙΑ ΙΑʹ. Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. | |
10 | αʹ. Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα πράττομεν ὥστε μὴ δοῦναι ὑμῖν λα‐ βὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα ὑποψίαν πο‐ νηρᾶς πράξεως καθ’ ἡμῶν. Εἶδες πολιτείας ἀκρί‐ βειαν, καὶ σπουδὴν ψυχῆς κηδεμονικῆς; Οὐ γὰρ δὴ | |
15 | μόνον, ἂν πονηρόν τι πράξωμεν, φησὶν, ἐγκαλούμε‐ θα· ἀλλὰ κἂν μὴ πράξωμεν, ὑποπτευθῶμεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρο‐ νήσωμεν, δίκην τίνομεν. Οὐ πάλιν ἑαυτοὺς συν‐ ιστάνομεν, ἀλλ’ ἀφορμὴν διδόντες ὑμῖν καυχήμα‐ | |
20 | τος ὑπὲρ ἡμῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα λέγειν μεγάλα καὶ θαυμαστά. Ἐπεὶ οὖν ἠναγ‐ κάζετο εἰς ταύτην τῶν λόγων ἐμπίπτειν τὴν ὑπό‐ | |
25 | θεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι’ ὑμᾶς ποιοῦμεν, οὐ δι’ ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλ‐ λωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ διὰ τοὺς ψευδαποστόλους. Διὸ καὶ ἐπήγαγε, Πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ οὐ καρ‐ | |
30 | δίᾳ. Εἶδες πῶς αὐτοὺς ἀπέστησεν ἐκείνων, καὶ πρὸς ἑαυτὸν εἵλκυσεν, ἐνδειξάμενος, ὅτι καὶ αὐτοὶ ποθοῦσιν οἱ Κορίνθιοι λαβεῖν τινα ἀφορμὴν, δι’ ἧς δυνήσονται ὑπὲρ αὐτοῦ λέγειν, καὶ ἀπολογεῖσθαι τοῖς ἐγκαλοῦσιν; Οὐ γὰρ ἵνα ἡμεῖς καυχησώμεθα, φησὶ, | |
35 | ταῦτά φαμεν, ἀλλ’ ἵνα ὑμεῖς ἔχητε ἐλευθεροστομεῖν ὑπὲρ ἡμῶν· ὅπερ πολλὴν αὐτοῖς ἐστι μαρτυροῦντος ἀγάπην· καὶ οὐχ ἵνα ἁπλῶς καυχήσησθε, ἀλλ’ ἵνα μὴ παρασυρῆτε. Ἀλλ’ οὕτω μὲν οὐ λέγει σαφῶς, ἑτέρως δὲ καὶ ἡμερώτερον μεθοδεύει τὸν λόγον, καὶ | |
40 | χωρὶς τοῦ πλῆξαι ἐκείνους, λέγων· Ἵνα ἔχητε καυχᾶσθαι πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους. Ἀλλ’ οὐδὲ τοῦτο ἁπλῶς κελεύει ποιεῖν, αἰτίας οὐκ οὔσης, ἀλλ’ ὅταν ἐκεῖνοι ἑαυτοὺς ἐπαίρωσι· παντα‐ χοῦ γὰρ τὸν καιρὸν ἐπιζητεῖ. Οὐ τοίνυν ἵνα ἑαυτὸν | |
45 | δείξῃ λαμπρὸν, ἀλλ’ ἵνα ἐκείνους παύσῃ ἀτόπως καὶ ἐπὶ βλάβῃ τούτων τῷ πράγματι χρωμένους, τοῦτο ποιεῖ. Τί δέ ἐστιν, Ἐν προσώπῳ; Ἐν τοῖς ὁρωμέ‐ νοις, ἐν τοῖς πρὸς ἐπίδειξιν. Τοιοῦτοι γὰρ ἦσαν ἐκεῖ‐ νοι, πρὸς φιλοτιμίαν πάντα ποιοῦντες, καὶ ἔνδοθεν | |
61.473(50) | ὄντες κενοὶ, καὶ εὐλαβείας μὲν ἔχοντες πρόσωπον καὶ σεμνοὶ φαινόμενοι, ἔργων δὲ ἀγαθῶν ἔρημοι καθ‐ | |
εστῶτες. Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρο‐ | Column end | |
61.474(7) | νοῦμεν, ὑμῖν. Ἄν τέ τι, φησὶ, μέγα φθεγξώμεθα (ἔκστασιν γὰρ τοῦτο καλεῖ, ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἀφροσύνην), διὰ τὸν Θεὸν τοῦτο ποιοῦμεν, ἵνα μὴ | |
10 | ὑμεῖς νομίζοντες ἡμᾶς εὐτελεῖς, καταφρονήσητε, καὶ ἀπόλησθε· ἄν τε μέτριόν τι καὶ ταπεινὸν, δι’ ὑμᾶς, ἵνα μάθητε ταπεινοφρονεῖν. Ἢ καὶ ἐκεῖνο πάλιν φησὶν, εἰ μὲν μαίνεσθαί τις ἡμᾶς νομίζει, ἡμεῖς παρὰ τοῦ Θεοῦ τὸν μισθὸν ἀπαιτοῦμεν, δι’ ὃν | |
15 | ἐπὶ τούτοις ὑποπτευόμεθα· εἰ δὲ σωφρονεῖν ἡγεῖται, αὐτὸς ἀπολαυέτω τῆς σωφροσύνης ἡμῶν. Καὶ πάλιν ἄλλως· Μαίνεσθαι τίς ἡμᾶς φησι; Διὰ τὸν Θεὸν τοιαῦτα μαινόμεθα. Διὸ καὶ ἐπάγει· Ἡ γὰρ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο. Οὐ γὰρ | |
20 | ὁ τῶν μελλόντων φόβος, φησὶ, μόνον, ἀλλὰ καὶ τὰ ἤδη γεγενημένα οὐκ ἀφίησιν ἡμᾶς ῥᾳθυμῆσαι οὐδὲ ὑπνῶσαι, ἀλλὰ διανίστησι πρὸς τοὺς ὑπὲρ ὑμῶν πό‐ νους, καὶ ὠθεῖ. Καὶ τίνα ἐστὶ τὰ ἤδη γεγενημένα; Ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες | |
25 | ἀπέθανον. Οὐκοῦν ὡς πάντων ἀπολομένων, φησίν. Οὐ γὰρ ἂν, εἰ μὴ πάντες ἀπέθανον, ὑπὲρ πάντων ἀπέθανεν. Ἐνταῦθα γάρ εἰσιν αἱ τῆς σωτηρίας ἀφορμαὶ, ἐκεῖ δὲ οὐκέτι. Διὰ τοῦτό φησι, Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ οὐκ ἀφίησιν ἡμᾶς | |
30 | ἡσυχάζειν. Ἐσχάτης γάρ ἐστιν ἀθλιότητος, καὶ γεέννης αὐτῆς χαλεπώτερον, αὐτοῦ πρᾶγμα τοσοῦ‐ τον ἐπιδειξαμένου, εὑρεθῆναί τινας μετὰ τὴν τοσαύ‐ την αὐτοῦ πρόνοιαν μηδὲν καρπουμένους. Καὶ γὰρ πολλὴ τῆς ἀγάπης ἡ ὑπερβολὴ, καὶ τὸ ἀποθανεῖν | |
35 | ὑπὲρ τοσαύτης οἰκουμένης, καὶ οὕτω διακει‐ μένης ἀποθανεῖν. Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων ἐπιόν‐ | |
40 | των καὶ θανάτων. Καὶ λογισμὸν δὲ τίθησιν ἀναμφί‐ βολον, δι’ οὗ δείκνυσιν ὀφειλὴν τὸ πρᾶγμα ὄν. Εἰ γὰρ δι’ αὐτοῦ ζῶμεν ἀποθανόντος, αὐτῷ ζῇν ὀφείλομεν δι’ ὃν ζῶμεν. Καὶ δοκεῖ μὲν ἓν εἶναι τὸ εἰρημένον, εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο ταῦτά ἐστιν· ἓν | |
45 | μὲν, ὅτι δι’ αὐτὸν ζῶμεν, ἕτερον δὲ, ὅτι αὐτὸς δι’ ἡμᾶς ἀπέθανεν· ὧν ἕκαστον καὶ καθ’ ἑαυτὸ ἱκα‐ νὸν ὑπευθύνους ποιῆσαι· ὅταν δὲ καὶ ἀμφότερα συν‐ έλθῃ, ἐννόησον ἡλίκον ἐστὶ τὸ ὀφείλημα. Μᾶλλον δὲ καὶ τρία ταῦτά ἐστι. Καὶ γὰρ τὴν ἀπαρχὴν διὰ σὲ | |
61.474(50) | ἀνέστησε, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε· διὸ καὶ προσ‐ έθηκε, Τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. | |
Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ | 473 | |
61.475 | σάρκα. Εἰ γὰρ πάντες ἀπέθανον, καὶ πάντες ἀν‐ έστησαν, καὶ ἀπέθανον μὲν οὕτως ὡς τῆς ἁμαρτίας ἡ τυραννὶς κατεδίκαζεν, ἀνέστησαν δὲ διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· | |
5 | εἰκότως φησὶν, Οὐδένα οἴδαμεν κατὰ σάρκα τῶν πιστῶν. Τί γὰρ, εἰ καὶ ἐν σαρκί εἰσιν; Ἀλλὰ ἡ ζωὴ ἐκείνη ἡ σαρκικὴ ἀπώλετο, καὶ ἄνωθεν ἐγεννήθημεν ἐν Πνεύματι, καὶ ἑτέραν οἴδαμεν πολιτείαν καὶ δι‐ αγωγὴν καὶ ζωὴν καὶ κατάστασιν τὴν ἐν τοῖς οὐρανοῖς. | |
10 | Καὶ πάλιν τούτου αὐτοῦ ἀρχηγὸν τὸν Χριστὸν ὄντα δείκνυσι· διὸ καὶ ἐπήγαγεν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκο‐ μεν. βʹ. Τί οὖν, εἰπέ μοι; τὴν σάρκα ἀπέθετο, καὶ νῦν οὐκ | |
15 | ἔστι μετὰ τοῦ σώματος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Οὕ‐ τω· πῶς; Ἐν σαρκὶ, μετὰ τοῦ σώματος. Πῶς οὖν φησιν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, | |
20 | ἀλλὰ νῦν οὐκέτι; Ἡμῶν μὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ μὴ ἐν ἁμαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήμασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν (Ἁμαρ‐ | |
25 | τίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶ ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ μὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι | |
30 | λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ μετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουμένην, ἀπαθῆ αὐ‐ τὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡμεῖς βαδιούμεθα, συμμόρφου τοῦ σώματος ἡμῖν γενομένου τῷ σώματι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ | |
35 | κτίσις. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀγάπης προέτρεψεν εἰς τὴν ἀρετὴν, λοιπὸν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη | |
40 | διὰ Πνεύματος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλο‐ μεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ’ ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ’ ὅτι ἀν‐ έστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ’ ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Ὅρα πόσα δικαιώματα τοῦ κα‐ | |
45 | λῶς ζῇν τίθησι. Διὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόμα‐ τι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν μετά‐ στασιν καὶ τὴν μεταβολήν. Εἶτα περαιτέρω ἐπεξιὼν τῷ εἰρημένῳ, καὶ δεικνὺς πῶς καινὴ κτίσις, Τὰ ἀρ‐ χαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάν‐ | |
61.475(50) | τα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα και‐ | |
νά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡμῶν. Καὶ | Column end | |
61.476 | γὰρ ἄφεσις ἁμαρτημάτων καὶ υἱοθεσία καὶ ἡ δόξα ἄφθαρτος ἐξ αὐτοῦ ἡμῖν δεδώρηται. Οὐκέτι γὰρ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι μέλλομεν | |
5 | ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ’ ἐπειδὴ μείζονα ἰσχὺν εἰς τὸ προ‐ τρέψαι ἔχει τὰ παρόντα τῶν μελλόντων πρὸς τοὺς μὴ πιστεύοντας τούτοις, ὡς δεῖ πιστεύειν, δείκνυσιν ὅσα καὶ ἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλα‐ | |
10 | βον; Νεκροὶ πάντες (Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁμοίως ἠγάπα), πεπαλαιωμένοι, γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ’ ἰδοὺ καὶ ψυχὴ καινὴ (ἐκαθάρθη γὰρ), καὶ | |
15 | σῶμα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ | |
20 | πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτι‐ σμα, ἀντὶ τοῦ μάννα σῶμα Δεσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων | |
25 | ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματι‐ κόν. Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χρι‐ στοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς. Διὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ | |
30 | δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς μένειν ἐχθροὺς, οὕτως ἡμᾶς ἠμείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. | |
35 | Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδω‐ κέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο· καὶ τούτου δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡμεῖς αὐτῷ προσεδράμομεν, ἀλλ’ αὐτὸς ἡμᾶς ἐκάλεσε. | |
40 | Πῶς ἐκάλεσε; Διὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόν‐ τος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δει‐ κνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρ‐ | |
45 | ήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ’ ἐπιμένει παρακαλῶν καὶ δι’ ἑαυτοῦ καὶ δι’ ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλα‐ γείη τὴν κηδεμονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλα‐ γὰς ἐλθὼν, ὁ γνήσιος καὶ μονογενὴς, καὶ οὐδὲ οὕτως | |
61.476(50) | ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, | |
Ἔπεμψα τὸν Υἱόν μου πρεσβευσόμενον, οἱ δὲ οὐ | 475 | |
61.477 | μόνον οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλὰ καὶ ἀνεῖλον καὶ ἐσταύρωσαν· ἄξιον αὐτοὺς ἀφεῖναι λοιπόν· ἀλλὰ τοὐναντίον ἅπαν, ἐπειδὴ ἐκεῖνος ἀπῆλθεν, ἡμῖν τὸ πρᾶγμα ἐπίστευσε. Δόντος γὰρ ἡμῖν, φησὶ, τὴν | |
5 | διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζό‐ μενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισμένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς | |
10 | καταλλαγάς; Αὐτός. Καὶ μὴν τὸν Υἱὸν ἔπεμψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν μὲν ἔπεμψεν, οὐκ αὐτὸς δὲ παρεκάλει μόνον, ἀλλὰ καὶ μετ’ αὐτοῦ καὶ δι’ αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ κατ‐ αλλάσσων ἑαυτῷ τὸν κόσμον ἐν Χριστῷ. Τουτ‐ | |
15 | έστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόν‐ τος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπι‐ διορθώσει κέχρηται, λέγων· Μὴ νομίσητε, ὅτι ἡμεῖς ἐσμεν οἱ τοῦ πράγματος αὐθένται· διάκονοί ἐσμεν· ὁ δὲ τὸ πᾶν ἐργαζόμενος Θεός ἐστιν, ὁ διὰ τοῦ Μονογενοῦς | |
20 | τὴν οἰκουμένην καταλλάξας. Καὶ πῶς κατήλλαξεν ἑαυ‐ τῷ; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγέ‐ νετο μόνον, ἀλλ’ ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁμαρτήματα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα | |
25 | αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπλημμελημένων, πάντες ἂν ἀπωλόμεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ’ ὅμως τοσούτων ὄντων τῶν ἁμαρτημάτων, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ μόνον ἀφῆκεν, ἀλλ’ οὐδὲ ἐλογίσατο. | |
30 | Οὕτω καὶ ἡμᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωμεν ἀφέσεως. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Οὐδὲ γὰρ ἡμεῖς ἐπί τι φορτικὸν ἤλθομεν νῦν, ἀλλ’ ἵνα φίλους πάντας ποιήσωμεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐμοὶ, φησὶν, οὐκ | |
35 | ἐπείσθησαν, παραμείνατε παρακαλοῦντες ὑμεῖς, ἕως ἂν πείσητε. Διὸ καὶ ἐπήγαγεν· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. | |
40 | γʹ. Εἶδες πῶς ἦρε τὸ πρᾶγμα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; μᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεμψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀν‐ | |
45 | θρώπων φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς διεδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ’ αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσού‐ του τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ | |
61.477(50) | ἀποστόλους ἡμᾶς δι’ ὑμᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι’ ὑμᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρε‐ σβεύομεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡμεῖς γὰρ ἀνεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι’ ὧν δείκνυσιν, ὅτι | |
55 | οὐκ ἀντ’ αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι. Διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ μόνον, ἀλλὰ καὶ δι’ ἡμῶν | |
τῶν τὸ ἐκείνου ἀναδεξαμένων ἔργον. Μὴ τοίνυν νο‐ | Column end | |
61.478 | μίσητε, φησὶν, ὑφ’ ἡμῶν ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑμᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι’ ἡμῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ’ ἂν ἴσον; Αὐτὸς γὰρ ὁ μυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ μόνον | |
5 | οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ ἔδωκε τὸν Υἱὸν αὐτοῦ, ἵνα καταλλαγῶμεν. Οὐ κατηλλάγησαν οἱ δεξάμενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεμψεν ἑτέρους πρέσβεις παρακαλοῦντας· καὶ τούτων πεμφθέντων, αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ | |
10 | οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ’ ὑμεῖς· Θεὸς γὰρ οὐ‐ δέποτε ἐχθραίνει. Καὶ δικαιολογούμενος δὲ καθάπερ πρεσβευτὴς ἀποσταλεὶς, Τὸν γὰρ μὴ γνόντα ἁμαρ‐ τίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, φησίν. Οὐ | |
15 | λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι εὐεργετήσαντα, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι παρα‐ καλεῖ πρῶτος, ὑβρισθεὶς πρῶτος· μηδὲν ἐκείνων κεί‐ σθω τέως. Διὰ τοῦτο μόνον οὐκ ἂν εἴητε δίκαιοι κα‐ ταλλαγῆναι, δι’ ὅπερ ἐποίησεν εἰς ὑμᾶς νῦν; Καὶ τί | |
20 | ἐποίησε; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, δι’ ὑμᾶς ἁμαρτίαν ἐποίησεν. Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ μεγάλα κατ‐ ώρθωσε, καὶ μετὰ τούτων τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ | |
25 | τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ’ οὐκ εἶπε τοῦτο, ἀλλ’ ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον δὴ τοῦτο; Τὸν μὴ γνόντα ἁμαρτίαν, φησὶ, τὸν αὐ‐ τοδικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησε· τουτέστιν, ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν, ὡς ἐπικατάρα‐ | |
30 | τον ἀποθανεῖν· Ἐπικατάρατος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ γὰρ ἀποθανεῖν τὸ οὕτως ἀποθανεῖ πολλῷ μεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ αἰνιττόμενος, φησὶν, Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον | |
35 | τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα μὲν γὰρ καὶ τὸ ἁμαρτωλὸν ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁμαρτωλῶν ἀποθάνῃ, καὶ μὴ ἀποθάνῃ μόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ μὴ | |
40 | ὡς ἐπικατάρατος μόνον, ἀλλὰ καὶ τὰ μεγάλα ἡμῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ μηδέποτε προσεδοκήσα‐ μεν (Ἵνα γὰρ γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦτα λόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον, φησὶν, ἐποίησεν | |
45 | ἁμαρτωλὸν, ἵνα τοὺς ἁμαρτωλοὺς ποιήσῃ δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ’ αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁμαρτωλὸν, ἀλλ’ ἁμαρτίαν· οὐχὶ, Τὸν μὴ ἁμαρτόντα μόνον, ἀλλὰ, τὸν μηδὲ | |
61.478(50) | γνόντα ἁμαρτίαν· ἵνα καὶ ἡμεῖς γενώμεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν μὴ ἐξ ἔργων, ὅταν καὶ κηλῖδα ἀνάγκη τινὰ μὴ εὑρεθῆναι, ἀλλ’ ἀπὸ χάριτος δι‐ καιωθῶμεν, ἔνθα πᾶσα ἁμαρτία ἠφάνισται. Τοῦτο | |
55 | δὲ ὁμοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ | |
πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος τὸ | 477 | |
61.479 | μέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόμου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ’ οὖν ἐν‐ νοήσαντες φοβηθῶμεν τῆς γεέννης μᾶλλον τὰ ῥήματα ταῦτα, αἰδεσθῶμεν μᾶλλον τῆς βασιλείας τὰ πράγμα‐ | |
5 | τα, καὶ μὴ νομίσωμεν χαλεπὸν εἶναι τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν. Καὶ γὰρ αὐτὸς εἰ μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γενομένους. Νῦν δὲ ἐρωμένην μέν τις ἔχων, πολλάκις καὶ ἑαυτὸν κατ‐ | |
10 | έσφαξε, μὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπλημ‐ μεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως | |
15 | ἄπιστον· μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν Δεσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ. δʹ. Καὶ τοῦτο καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἔστιν | |
20 | ἰδεῖν. Ὁ γὰρ εἰς τὸν φίλτατον ἠδικηκὼς, τότε μάλιστα ἀναπαύεται, ὅταν ἑαυτὸν ἀπαιτήσῃ δίκην, καὶ πάθῃ κακῶς· ὥσπερ οὖν καὶ ὁ Δαυῒδ ἔλεγεν, Ἐγὼ ὁ ποι‐ μὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ | |
25 | χείρ σου ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὅτε τὸν Ἀβεσσαλὼμ ἀπώλεσε, δίκην ἑαυτὸν ἀπῄτει τὴν ἐσχάτην· καίτοι γε οὐκ ἦν αὐτὸς ὁ ἠδικηκὼς, ἀλλ’ ὁ ἠδικημένος· ἀλλ’ ὅμως ἐπειδὴ σφόδρα ἐφίλει τὸν ἀπελθόντα, κατέτεινεν ἑαυτὸν ταῖς ὀδύναις, ταύτῃ | |
30 | παραμυθούμενος ἑαυτόν. Καὶ ἡμεῖς τοίνυν, ὅταν ἁμαρτάνωμεν εἰς ὃν οὐκ ἐχρῆν ἁμαρτάνειν, δίκην ἑαυτοὺς ἀπαιτῶμεν. Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόν‐ τας παῖδας γνησίους, ὅτι διὰ τοῦτο καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ | |
35 | κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων; Εἰ δὲ, ὅταν μηδὲν ἐργασώμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν· ὅταν αὐτοὶ ὦμεν οἱ παρ‐ οξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς | |
40 | ἀναπαύσει τὸ δίκην δοῦναι, ἢ τὸ μὴ κολάζεσθαι κόλασιν; Παντί που δῆλον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οἶδεν ὃ λέγω, πῶς οὐδὲ αὐτοῦ συγχω‐ ροῦντος ἀνέξεται μὴ κολάζεσθαι· τὴν γὰρ μεγίστην κόλασιν ὑπομένεις παροξύνας αὐτόν. Καὶ οἶδα μὲν | |
45 | τοῖς πολλοῖς ἄπιστα λέγων, πλὴν ἀλλ’ οὕτως ἐστὶν | Column end |
61.480 | ὥσπερ εἴρηκα. Ἐὰν τοίνυν φιλῶμεν τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, ἑαυτοὺς τιμωρησόμεθα ἁμαρτάνοντες. Τοῖς γὰρ ὁτουοῦν ἐρῶσιν οὐ τὸ κακόν τι παθεῖν ἀηδὲς, ὑπὲρ ὧν παρώξυναν τὸν ἐρώμενον, ἀλλ’ αὐτὸ πρὸ | |
5 | πάντων τὸ παροξῦναι τὸν ἀγαπώμενον. Κἂν ὀργισθεὶς οὗτος μὴ κολάσῃ, μειζόνως ἐβασάνισε τὸν ἐραστήν· ἂν δὲ δίκην ἀπαιτήσῃ, μᾶλλον παρεμυθήσατο. Μὴ τοίνυν γέενναν φοβώμεθα, ἀλλὰ τὸ προσκροῦσαι τῷ Θεῷ· τοῦτο γὰρ ἐκείνου χαλεπώτερον, ὅταν | |
10 | ἀποστρέφηται ὀργιζόμενος· τοῦτο πάντων χεῖρον, τοῦτο πάντων φορτικώτερον. Καὶ ἵνα μάθῃς ἡλίκον ἐστὶν, ἐννόησον τοῦτο ὃ λέγω. Εἴ τις κολαζόμενον ἰδὼν ἄνθρωπον λῃστὴν καὶ κακοῦργον, αὐτὸς βα‐ σιλεὺς ὢν, τὸν ἀγαπητὸν υἱὸν τὸν μονογενῆ | |
15 | καὶ γνήσιον ἔδωκεν ὥστε σφαγῆναι, καὶ μετὰ τοῦ θανάτου καὶ τὴν αἰτίαν ἀπ’ ἐκείνου μετήνεγκεν ἐπὶ τὸν υἱὸν οὐκ ὄντα τοιοῦτον, ἵνα καὶ σώσῃ τὸν κατάδι‐ κον, καὶ τῆς πονηρᾶς ὑπολήψεως ἀπαλλάξῃ, εἶτα μετὰ ταῦτα εἰς μεγάλην ἀρχὴν αὐτὸν ἀναγαγὼν, μετὰ | |
20 | τὴν σωτηρίαν καὶ τὴν δόξαν τὴν ἀπόῤῥητον, ὑβρίζετο παρὰ τοῦ τοιαῦτα πεπονθότος· οὐκ ἂν εἵλετο μυριά‐ κις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν; Τοῦτο δὴ καὶ νῦν λογιζώμεθα, καὶ στένωμεν πικρῶς ἐφ’ οἷς παρ‐ | |
25 | ωξύναμεν τὸν εὐεργέτην· μηδὲ, ἐπειδὴ μακροθύμως ὑβριζόμενος φέρει, διὰ τοῦτο θαῤῥῶμεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο δακνώμεθα. Καὶ γὰρ ἐπὶ τῶν ἀν‐ θρώπων, ὅταν τις πληγεὶς τὴν δεξιὰν σιαγόνα, δῷ καὶ τὴν ἀριστερὰν, μειζόνως ἀμύνεται, ἢ εἰ μυρίας | |
30 | ἔδωκε πληγάς· καὶ ὅταν λοιδορηθεὶς, μὴ μόνον οὐκ ἀντιλοιδορήσῃ, ἀλλὰ καὶ εὐλογήσῃ, χαλεπώτερον ἔπληξεν, ἢ εἰ μυρίοις ὀνείδεσιν ἔπλυνεν. Εἰ δὲ ἐπ’ ἀνθρώπων, ὅταν ὑβρίζοντες μακροθυμίας ἀπολαύω‐ μεν, καταισχυνόμεθα· πολλῷ μᾶλλον ἐπὶ Θεοῦ | |
35 | δεδοικέναι χρὴ τοὺς ἁμαρτάνοντας διηνεκῶς, καὶ οὐ‐ δὲν πάσχοντας δεινόν· καὶ γὰρ καὶ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἡ ἄφατος αὐτοῖς θησαυρίζεται τι‐ μωρία. Ταῦτ’ οὖν ἐννοοῦντες, πρὸ πάντων ἁμαρτίαν φοβώμεθα· τοῦτο γὰρ κόλασις, τοῦτο γέεννα, τοῦτο | |
40 | τὰ μυρία κακά. Μὴ φοβώμεθα δὲ μόνον, ἀλλὰ καὶ φεύγωμεν, καὶ τῷ Θεῷ σπουδάζωμεν διηνεκῶς ἀρέ‐ σκειν· τοῦτο γὰρ βασιλεία, τοῦτο ζωὴ, τοῦτο τὰ μυρία καλά. Οὕτω καὶ ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐπιτευ‐ ξόμεθα, καὶ τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάν‐ | |
45 | τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 479 | |
61.481 | ΟΜΙΛΙΑ ΙΒʹ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ | |
5 | σωτηρίας ἐβοήθησά σοι. αʹ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς παρακαλεῖ, καὶ ἡμεῖς πρεσβεύομεν καὶ ἱκετεύομεν, καταλλάγητε τῷ Θεῷ· ἵνα μὴ ἀναπέσωσιν, ἐντεῦθεν αὐτοὺς πάλιν φο‐ βεῖ καὶ διανίστησι λέγων, Παρακαλοῦμεν, μὴ εἰς | |
10 | κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Μὴ γὰρ, ἐπειδὴ παρακαλεῖ, φησὶ, καὶ ἔπεμψε πρεσβευ‐ σομένους, διὰ τοῦτο ῥᾳθυμῶμεν· ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο καὶ ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν (ὅπερ καὶ | |
15 | ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς· τουτέστι, θλίβει, ὠθεῖ, κατεπείγει), ἵνα μὴ μετὰ τοσαύτην κηδεμονίαν ἀναπεσόντες, καὶ μηδὲν γενναῖον ἐπιδειξάμενοι, τῶν τοσούτων ἐκπέσητε ἀγα‐ θῶν. Μὴ τοίνυν, ἐπειδὴ ἔπεμψε παρακαλέσοντας, νο‐ | |
20 | μίσητε τοῦτο ἀεὶ εἶναι· μέχρι τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας τοῦτο ἔσται, μέχρι τότε παρακαλεῖ, ἕως ἂν ὦμεν ἐνταῦθα· μετὰ δὲ ταῦτα δίκη καὶ κόλα‐ σις. Διὰ τοῦτο, Συνεχόμεθα, φησίν. Οὐδὲ γὰρ ἀπὸ τοῦ μεγέθους τῶν ἀγαθῶν αὐτοὺς καὶ τῆς φιλανθρω‐ | |
25 | πίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς βραχύτητος τῆς τοῦ καιροῦ κατεπείγει ἀεί. Διὸ καὶ ἀλλαχοῦ φησι, Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν, Ὁ Κύριος ἐγγύς. Ἐνταῦθα δέ τι καὶ πλέον ποιεῖ. Οὐδὲ γὰρ ἀπὸ τοῦ τὸ λειπόμενον τοῦ χρόνου βραχὺ καὶ | |
30 | μικρὸν εἶναι, ἀλλὰ καὶ ἀπὸ τοῦ τοῦτον μόνον τὸν καιρὸν ἐπιτήδειον εἶναι εἰς σωτηρίαν, ἐνάγει. Ἰδοὺ γὰρ, φησὶ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ ἡμέρα σωτηρίας. Μὴ τοίνυν προδῶμεν τὸ εὔκαιρον, ἀλλ’ ἐπιδειξώμεθα ἀξίαν τῆς χάριτος τὴν σπουδήν. Διὰ | |
35 | τοῦτο γὰρ καὶ ἡμεῖς ἐπειγόμεθα, καὶ τὸ βραχὺ καὶ τὸ ἐπιτήδειον εἰδότες τοῦ καιροῦ· διὸ καὶ ἔλεγε, Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν. Συνεργοῦν‐ τες ὑμῖν· ὑμῖν γὰρ συνεργοῦμεν μᾶλλον, ἢ τῷ Θεῷ, ὑπὲρ οὗ πρεσβεύομεν. Οὐδενὸς γὰρ ἐκεῖνος δεῖ‐ | |
40 | ται, ἀλλ’ ἡ σωτηρία πᾶσα εἰς ὑμᾶς διαβαίνει. Εἰ δὲ καὶ τῷ Θεῷ λέγει συνεργεῖν, οὐδὲ τοῦτο παραιτεῖται· καὶ γὰρ ἀλλαχοῦ φησι, Θεοῦ γάρ ἐσμεν συνεργοί. Ταύτῃ φησὶ τοὺς ἀνθρώπους σώζειν πάλιν· Καὶ παρακαλοῦμεν. Ἐκεῖνος μὲν γὰρ παρακαλῶν, οὐχ | |
45 | ἁπλῶς παρακαλεῖ, ἀλλὰ ταῦτα προτεινόμενος τὰ δικαιώματα· ὅτι τὸν Υἱὸν ἔδωκε τὸν δίκαιον, τὸν οὐδὲ ἁμαρτίαν εἰδότα, καὶ ἁμαρτίαν αὐτὸν ἐποίησεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα ἡμεῖς γενώμεθα δίκαιοι· ἅπερ ἔχοντα, καὶ Θεὸν ὄντα, οὐδὲ παρακαλεῖν δεῖ, | |
61.481(50) | καὶ ταῦτα ἀνθρώπους, καὶ προσκεκρουκότας, ἀλλὰ παρακαλεῖσθαι καθ’ ἑκάστην ἡμέραν· ἀλλ’ ὅμως παρακαλεῖ· ἡμεῖς δὲ παρακαλοῦμεν, δικαίωμα μὲν μηδὲν ἔχοντες ἡμῶν εἰπεῖν οὐδὲ εὐεργέτημα, ἓν δὲ μόνον, τὸ ὑπὲρ Θεοῦ, καὶ τοιαῦτα ἐπιδειξαμένου, | |
55 | παρακαλεῖν. Παρακαλοῦμεν δὲ ἵνα τὴν εὐεργεσίαν | |
δέξησθε, καὶ μὴ ἀποκρούσησθε τὴν δωρεάν. Πείσθητε | Column end | |
61.482 | τοίνυν ἡμῖν, καὶ μὴ εἰς κενὸν τὴν χάριν δέξησθε. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι τοῦτό ἐστι καταλλαγὴ μόνον, τὸ πιστεῦσαι τῷ καλοῦντι, ἐπάγει ταῦτα, τὴν περὶ τὸν βίον σπουδὴν ἀπαιτῶν. Τὸ γὰρ ἀπαλλαγέντα | |
5 | ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ’ ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον. Οὐδὲν γὰρ ἀπὸ τῆς χάριτος μέγα ὠφελούμεθα εἰς | |
10 | σωτηρίαν, ἀκαθάρτως ζῶντες· ἀλλὰ καὶ βλαπτόμεθα μειζόνως ταύτῃ βαρούμενοι καὶ ἐν τοῖς ἁμαρτήμασιν, ὅτι καὶ μετὰ ἐπίγνωσιν τοιαύτην καὶ δωρεὰν ἐπὶ τὰ πρότερα ἐπανήλθομεν κακά. Ἀλλὰ τοῦτο μὲν οὐδέπω τίθησιν, ὥστε μὴ τραχὺν ποιῆσαι τὸν λόγον· ὅτι δὲ | |
15 | οὐδὲν ὠφελούμεθα λέγει μόνον. Εἶτα καὶ προφητείας ἀναμιμνήσκει, κατεπείγων αὐτοὺς, καὶ συνωθῶν εἰς τὸ διαναστῆναι πρὸς τὴν τῆς οἰκείας σωτηρίας ἀντί‐ ληψιν. Λέγει γὰρ, φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἰδοὺ | |
20 | νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτη‐ ρίας. Καιρὸς εὐπρόσδεκτος· ποῖος οὗτος; Ὁ τῆς δωρεᾶς, ὁ τῆς χάριτος, ὅτε οὐκ ἔστιν εὐθύνας ἀπαι‐ τηθῆναι τῶν ἁμαρτημάτων οὐδὲ δίκην δοῦναι, ἀλλὰ μετὰ τῆς ἀπαλλαγῆς καὶ μυρίων ἀπολαῦσαι ἀγαθῶν, | |
25 | δικαιοσύνης, ἁγιασμοῦ, τῶν ἄλλων ἁπάντων. Πόσα γὰρ ἔδει καμεῖν, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τούτου; ἀλλ’ ἰδοὺ, μηδὲν καμόντων ἡμῶν παραγέγονεν ἄφ‐ εσιν φέρον ἁπάντων τῶν ἔμπροσθεν. Διὸ καὶ εὐπρόσ‐ δεκτον καλεῖ, ἐπειδὴ καὶ τοὺς μυρία πεπλημμεληκό‐ | |
30 | τας προσεδέχετο, καὶ οὐχ ἁπλῶς προσεδέχετο, ἀλλ’ εἰς τὴν ἀνωτάτω ἦγε τιμήν· καθάπερ, ἐπειδὰν ἔλθῃ βασιλεὺς, οὐ δικαστηρίου καιρὸς, ἀλλὰ χάριτος καὶ σωτηρίας. Διὸ καὶ εὐπρόσδεκτον αὐτὸν καλεῖ, ἕως οὗ ἔτι ἐν τῷ σκάμματί ἐσμεν, ἕως ἐν τῷ ἀμπελῶνι ἐρ‐ | |
35 | γαζόμεθα, ἕως λείπεται ἡ ἑνδεκάτη. βʹ. Προσέλθωμεν, καὶ βίον ἐπιδειξώμεθα ἀγα‐ θόν· καὶ γὰρ εὔκολον. Ὁ γὰρ ἐν τοιούτῳ καιρῷ ἀγωνι‐ ζόμενος, ἐν ᾧ τοσαύτη κέχυται δωρεὰ, ἐν ᾧ τοσαύτη χάρις, εὐκόλως ἐπιτεύξεται τῶν βραβείων. Καὶ γὰρ | |
40 | ἐπὶ βασιλέων τῶν κάτω ἐν μὲν τῷ καιρῷ τῶν ἑορτῶν αὐτῶν, καὶ ὅτε ἐν ὑπάτων φαίνονται σχήματι, καὶ ὁ μικρὸν προσενεγκὼν μεγάλας λαμβάνει δωρεάς· ἐν δὲ ταῖς ἡμέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως. Καὶ ἡμεῖς τοίνυν ἐν τῷ | |
45 | καιρῷ τῆς δωρεᾶς ταύτης ἀγωνισώμεθα· ἡμέρα χά‐ ριτός ἐστι, χάριτος θείας· διὸ καὶ εὐκόλως ἐπιτευ‐ ξόμεθα τῶν στεφάνων. Εἰ γὰρ τοσούτων γέμοντας κακῶν καὶ προσήκατο, καὶ ἀπήλλαξε· πάντων ἀπαλ‐ λαγέντας, καὶ τὰ παρ’ ἑαυτῶν εἰσφέροντας, οὐ πολλῷ | |
61.482(50) | μᾶλλον προσδέξεται; Εἶτα, ὅπερ ἀεὶ ποιεῖ, ἑαυτὸν μέσον τιθεὶς, καὶ ἐντεῦθεν κελεύων τὸ παράδειγμα λαμβάνειν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· διὸ καὶ ἐπάγει, Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· οὐκ ἀπὸ τοῦ | |
55 | καιροῦ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν κατορθωσάντων | |
αὐτοὺς πείθων. Καὶ ὅρα πῶς ἀτύφως, οὐ γὰρ εἶπε | 481 | |
61.483 | Προσέχετε εἰς ἡμᾶς ὅτι τοιοῦτοί ἐσμεν· ἀλλὰ τέως ἐπ’ ἀναιρέσει κατηγορίας τὰ καθ’ ἑαυτὸν διηγεῖται. Καὶ δύο τίθησιν ὑπερβολὰς ἀμώμου βίου, Μηδεμίαν ἐν μηδενὶ, λέγων. Καὶ οὐκ εἶπε κατηγορίαν, ἀλλ’ ὃ | |
5 | πολλῷ ἔλαττον ἦν, Προσκοπήν· τουτέστι, μέμψιν. κατάγνωσιν μηδενὶ παρέχοντες καθ’ ἡμῶν. Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Τουτέστιν, ἵνα μή τις αὐτῆς ἐπιλάβηται. Καὶ οὐκ εἶπε πάλιν, Ἵνα μὴ κατ‐ ηγορηθῇ, ἀλλ’, Ἵνα μηδὲ τὴν τυχοῦσαν αἰτίαν ἔχῃ, | |
10 | μή τις αὐτῇ εἰς ὁτιοῦν ἐπισκῆψαι δυνηθῇ. Ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι. Τοῦτο πολλῷ μεῖζον. Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ· οὐ γάρ | |
15 | ἐστιν ἴσον ἀπηλλάχθαι κατηγορίας, καὶ ἐγκωμίοις βρύειν. Καὶ οὐκ εἶπε, Φαινόμενοι, ἀλλὰ, Συνιστῶν‐ τες, τουτέστιν, ἀποδεικνύντες. Εἶτα λέγει καὶ πόθεν τοιοῦτοι ἐγένοντο. Πόθεν οὖν ἐγένοντο; Ἐν ὑπομονῇ πολλῇ, φησί· τὸν θεμέλιον τῶν ἀγαθῶν τιθείς. Διό‐ | |
20 | περ οὐδὲ ἁπλῶς ὑπομονὴν εἶπεν, ἀλλὰ πολλὴν, καὶ δείκνυσιν αὐτῆς καὶ τὸ μέγεθος. Τὸ γὰρ ἕν τι καὶ δεύτερον ἐνεγκεῖν, οὐδὲν μέγα· ἀλλ’ ἐπάγει καὶ τὰς νιφάδας τῶν πειρασμῶν, λέγων, Ἐν θλίψεσιν, ἐν ἀνάγκαις. Τοῦτο ἐπίτασις θλίψεως, ὅταν ἄφυκτα ᾖ | |
25 | τὰ κακὰ, καὶ ὥσπερ ἀνάγκη τις ἐπικέηται τῶν δει‐ νῶν δυσδιεξόδευτος. Ἐν στενοχωρίαις. Ἤτοι ταῖς τοῦ λιμοῦ φησι, καὶ ταῖς τῶν ἄλλων ἀναγκαίων· ἢ καὶ ἁπλῶς ταῖς τῶν πειρασμῶν. Ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις. Καίτοι τούτων καθ’ | |
30 | ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον· τοῦτο γάρ ἐστιν, Ἐν ἀκατα‐ στασίαις· ὅταν δὲ καὶ πάντα, καὶ ὁμοῦ πάντα ἐπίῃ, ἐννόησον ἡλίκης δεῖται ψυχῆς. Εἶτα μετὰ τῶν | |
35 | ἔξωθεν καὶ τὰ παρ’ ἑαυτοῦ τίθησιν. Ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι. Διὰ τού‐ των τοὺς καμάτους αἰνίττεται, οὓς ἔκαμε περιιὼν καὶ ἐργαζόμενος, τὰς νύκτας ἐν αἷς ἐδίδασκεν, ἢ ὅτι καὶ ἐν αὐταῖς εἰργάζετο. Καὶ μετὰ τούτων ἁπάντων | |
40 | οὐδὲ τοῦ νηστεύειν ἠμέλει, καίτοι γε ταῦτα ἀντὶ μυ‐ ρίων ἤρκει νηστειῶν. Ἁγνότητα δὲ ἐνταῦθα ἢ σω‐ φροσύνην πάλιν, ἢ τὴν ἐν ἅπασι καθαρότητα, ἢ τὸ ἀδωροδόκητον, ἢ καὶ τὸ δωρεὰν τὸ εὐαγγέλιον κηρύτ‐ τειν. Ἐν γνώσει. Τί ἐστιν, Ἐν γνώσει; Ἐν σοφίᾳ | |
45 | τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ, τῇ ὄντως γνώσει· οὐ καθάπερ ἐκεῖνοι οἱ δοκοῦντες εἶναι σοφοὶ, καὶ τῇ ἔξωθεν παιδεύσει κομπάζοντες, ταύτῃ δὲ ἐλαττούμε‐ νοι. Ἐν μακροθυμίᾳ, ἐν χρηστότητι. Πολὺ γὰρ καὶ ταῦτα γενναίας ἦν ψυχῆς, τὸ πάντοθεν παροξυ‐ | |
61.483(50) | νόμενον καὶ κεντούμενον, μακροθύμως ἅπαντα φέρειν. Εἶτα δεικνὺς πόθεν τοιοῦτος γέγονεν, ἐπήγαγεν· Ἐν Πνεύματι ἁγίῳ. Ἐν αὐτῷ γὰρ πάντα ταῦτα κατορ‐ θοῦμεν, φησίν. Ἀλλ’ ὅρα πότε τὴν παρὰ τοῦ Πνεύ‐ ματος ἔθηκε τοῦ ἁγίου βοήθειαν· ὅτε τὰ παρ’ ἑαυτοῦ | |
55 | ἐπεδείξατο. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερον λέγειν διὰ τούτου. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ Πνεύματος πολλοῦ πεπληρώμεθα, καὶ ἀποδείκνυμεν καὶ ἐντεῦθεν τὴν ἀποστολὴν, ἀπὸ τοῦ χαρισμάτων ἠξιῶσθαι πνευματι‐ | |
κῶν. Εἰ γὰρ καὶ χάρις τοῦτο, ἀλλὰ καὶ αὐτὸς αἴτιος | Column end | |
61.484 | ὁ διὰ τῶν κατορθωμάτων καὶ τῶν ἱδρώτων τὴν χάριν ἐπισπασάμενος. Εἰ δέ τις εἴποι, μετὰ τῶν εἰρημένων αὐτὸν ἐμφαίνειν τὸ ὅτι καὶ ἐν τῇ χάριτι τῇ πνευμα‐ τικῇ οὐδεμίαν ἔδωκε προσκοπὴν, οὐκ ἂν ἁμάρτοι τῆς | |
5 | ἐννοίας. Καὶ γὰρ οἱ τὰς γλώσσας λαβόντες παρ’ αὐ‐ τοῖς, καὶ ἐπαρθέντες, ἐμωμήθησαν· ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικὸν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι. Ἀλλ’ οὐχ ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἐν πνεύ‐ ματι, τουτέστιν, καὶ ἐν τοῖς χαρίσμασιν ἀμώμητοι | |
10 | ἐγενόμεθα. Ἐν ἀγάπῃ ἀνυποκρίτῳ. γʹ. Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ’ αὐτῷ, δι’ οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες | |
15 | τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαμεν. Ἐν δυνάμει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς, καὶ αὐτῷ λογιζόμενος τὰ αὑτοῦ κατορθώματα, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, καὶ ἔφησεν ἄληπτον | |
20 | παρεσχῆσθαι βίον διὰ πάντων, καὶ φιλοσοφίαν ἄκραν, τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρημένα. Εἰ γὰρ καὶ ἐν ἡσυ‐ χίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάν‐ | |
25 | των λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέμενε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύμασι πλέων, οὐδ’ ὅτι πάντα ὑπέμεινε γενναίως, ἀλλ’ ὅτι καὶ μεθ’ ἡδο‐ | |
30 | νῆς πάντα· ἅπερ διὰ τῶν ἑξῆς ἡμῖν πάντα ποιεῖ φανερὰ λέγων οὕτω· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς παράστημα, καὶ φρόνημα εὔτονον; Δείκνυσι γὰρ ὅτι ὅπλα εἰσὶν αἱ θλίψεις, οὐ μόνον οὐ καταβάλλοντα, ἀλλὰ καὶ τειχί‐ | |
35 | ζοντα καὶ ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ κα‐ λεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα. Τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρα‐ | |
40 | σμόν. Διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, μέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγκεῖν, μέγα· τὸ δὲ δόξης μετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς μὲν οὖν καὶ σφόδρα | |
45 | μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆ‐ ναι. Διὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ’ ἐκείνῳ· καὶ γὰρ ἐν ἀμφοτέροις ὁμοίως ἔλαμπε. Πῶς δὲ ὅπλον γίνεται δικαιοσύνης; Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέ‐ βειαν τὸ ἐν τιμῇ εἶναι τοὺς διδασκάλους· καὶ ἔργων | |
61.484(50) | δὲ ἀγαθῶν τοῦτο δεῖγμά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο ἦν ὑπὲρ τοῦ εὐαγγελίου. Τὰ γὰρ κατ’ ἐμὲ, φησὶν, εἰς προκοπὴν τοῦ εὐαγγε‐ | |
55 | λίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολ‐ μᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δόξης πάλιν ἀπή‐ λαυε; Καὶ τοῦτο πάλιν ἐκείνους προθυμοτέρους εἰρ‐ | |
γάζετο. Διὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ | 483 | |
61.485 | μόνον ἐκεῖνα γενναίως ἔφερε τὰ ἐν τῷ σώματι, τὰς θλίψεις, καὶ ὅσα ἀπηριθμήσατο, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς μόνης καθαπτόμενα· οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεμίας πολλοὺς | |
5 | ἐνεγκὼν πειρασμοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ μὴ προφητεύσω, οὐ‐ δὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ὁ Δαυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισμὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας μετὰ πολλὰ ὑπὲρ τούτου παρακαλεῖ, λέγων· Ὀνειδι‐ | |
10 | σμὸν τῶν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλι‐ σμῷ αὐτῶν μὴ ἡττᾶσθε. Καὶ ὁ Χριστὸς δὲ πάλιν τοῖς μαθηταῖς, Ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλα‐ | |
15 | χοῦ δέ φησι, Καὶ σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν μισθὸν, εἰ μὴ πολὺς ἦν ὁ ἀγών. Ἐν μὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶμα μερίζεται μετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς μόνης. Πολλοὶ | |
20 | γοῦν ἀπὸ τούτων μόνον ἔπεσον, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυμάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων ὀνείδη. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀφορη‐ τότερον τοῖς ὀδυνωμένοις λόγου δυναμένου δακεῖν | |
25 | ψυχήν. Διὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων· Διὰ δόξης καὶ ἀτιμίας. Πολλοὶ γοῦν καὶ τῶν Ἰουδαίων διὰ τὴν δόξαν τὴν τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ’ ἵνα μὴ ἀποσυνάγωγοι γέ‐ | |
30 | νωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιμεν, οἳ πάντων μὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι, Διὰ δυσφημίας καὶ εὐφημίας. Ὡς ἀγ‐ | |
35 | νοούμενοι καὶ ἐπιγινωσκόμενοι. Τοῦτό ἐστι, Διὰ δόξης καὶ ἀτιμίας. Τοῖς μὲν γὰρ ἦσαν γνώριμοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Ὡς ἐπιθανά‐ τιοι καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιμίας ἦν. | |
40 | δʹ. Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑπομονήν. Τὸ μὲν γὰρ τῶν ἐπιβουλευόντων μέρος, ἀπεθάνομεν, καὶ τοῦτο πάντες νομίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγομεν τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ τίνος ἕνεκεν ταῦτα συγχω‐ | |
45 | ρεῖ ὁ Θεὸς, ἐπήγαγεν, Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· μέγα ἀπὸ τῶν πειρασμῶν καὶ πρὸ τῶν μισθῶν δεικνὺς τὸ κέρδος αὐτοῖς ἐγγινόμενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν γὰρ τοῖς | |
61.485(50) | ἔξωθεν ὑποπτευόμεθα, ὡς ἐν ἀθυμίᾳ εἶναι· ἡμεῖς δὲ οὐκ ἐκείνοις προσέχομεν, ἀλλὰ τὴν ἡδονὴν ἀκμάζου‐ σαν ἔχομεν. Καὶ οὐκ εἶπε, Χαίροντες, μόνον, ἀλλὰ | |
προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φη‐ | Column end | |
61.486 | σί. Τί τοίνυν ταύτης ἴσον γένοιτ’ ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, μείζων ἡ χαρὰ γίνεται; Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Τινὲς μέν φασι πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευματικόν· ἐγὼ | |
5 | δὲ εἴποιμ’ ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγμένας αὐτοῖς. Καὶ τοῦτο ἐδήλωσε διὰ τῶν ἑξῆς, εἰπών· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς μὲν οὖν τὸ | |
10 | ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ μηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγά‐ | |
15 | γωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρη‐ μάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν. Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ταῦτα δὲ λέγει, παι‐ δεύων μὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, | |
20 | κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νομίζωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυμίᾳ ἀθυμεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος καταφανὴς, οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν σωφρονούντων ἡδονὴ | |
25 | δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ τῶν πραγμά‐ των εἰσὶ, καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς χαίρουσι καὶ ἀλγοῦσι τοῖς ἄλλοις. Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύ‐ | |
30 | ματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑπ‐ οπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν | |
35 | τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε, λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες; Τὰ βιωτικὰ, τὰ πνευματικά. Ὃν γὰρ ὡς ἄγγελον αἱ πόλεις ἐδέχοντο, ὑπὲρ οὗ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ | |
40 | τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτος οὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευματικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις μάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ Δεσπότῃ τῶν ἀγγέλων, πῶς | |
45 | οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν; Οὐκ ἂν οὕτως ὑπέκειντο δαίμονες, οὐκ ἂν οὕτως ἐδραπέτευ‐ σε πάθη καὶ νοσήματα. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι πά‐ σχωμεν διὰ τὸν Χριστὸν, μὴ μόνον γενναίως φέρωμεν, ἀλλὰ καὶ χαίρωμεν· κἂν νηστεύωμεν, ὡς τρυφῶντες | |
61.486(50) | σκιρτῶμεν· κἂν ὑβριζώμεθα, ὡς ἐγκωμιαζόμενοι | |
χορεύωμεν· κἂν ἀναλίσκωμεν, ὡς κερδαίνοντες | 485 | |
61.487 | διακεώμεθα· κἂν πένησι παρέχωμεν, λαμβάνειν νο‐ μίζωμεν· ὁ γὰρ μὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, μὴ τοῦτο ἴδῃς μόνον, ὅτι ἀναλίσκεις, ἀλλ’ ὅτι καὶ πλείονα κερδαίνεις, καὶ | |
5 | τοῦτο πρὸ ἐκείνου. Καὶ μὴ μόνον ἐπὶ ἐλεημοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς μὴ τὸ δριμὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισμάτων τὸν Κύριον ἡμῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων, καὶ | |
10 | ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν. Διὰ τοῦτο Παῦλος μὲν καθ’ ἑκάστην κοπτόμενος τὴν ἡμέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένον‐ τές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλ‐ | |
15 | λοθεν, ἀλλ’ ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε μᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ’ ὅτι μικρόψυχος· οὐχ ὅτι χρήματα οὐκ ἔχεις, | |
20 | ἀλλ’ ὅτι τοσούτου τὰ χρήματα τιμᾷς. Καθ’ ἑκάστην ἡμέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιμῷ ἐμάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο. εʹ. Σὺ δὲ ὅτι μὴ πάντα ἔχεις τὰ τοῦ ἐνιαυτοῦ κείμενα, | |
25 | ἀλγεῖς καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ μόνον ἐμερίμνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος μὲν οὖν μό‐ νος τὰ ἑαυτοῦ οὐκ ἐμερίμνα, ἀλλὰ τὰ τῆς οἰκουμένης ἁπάσης· καὶ σὺ μὲν ὑπὲρ οἰκίας μιᾶς, ἐκεῖνος δὲ | |
30 | ὑπὲρ τῶν ἐν Ἱεροσολύμοις πενήτων τοσούτων ὄντων, ὑπὲρ τῶν ἐν Μακεδονίᾳ, ὑπὲρ τῶν πανταχοῦ πτω‐ χευόντων, ὑπὲρ τῶν διδόντων ἐκείνοις οὐχ ἧττον, ἢ τῶν λαμβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουμένης, καὶ ὅπως τῶν ἀναγκαίων μὴ | |
35 | ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευματικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα, ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγματα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φρον‐ τίδος ἐλεύθερος ἦν, ἀλλ’ οὕτως ὑπὸ ταύτης ἐτήκετο, | |
40 | ὡς εὔχεσθαι καὶ ἀνάθεμα γίνεσθαι ὑπὲρ αὐτῶν· σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ μὲν ὑπὲρ γυναικὸς μιᾶς μεριμνᾷς, ἐκεῖνος δὲ ὑπὲρ πασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν· Ἡ γὰρ μέριμνά μου, φησὶ, | |
45 | πασῶν τῶν Ἐκκλησιῶν. Μέχρι τίνος οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων, καὶ οὐ παύσῃ τῆς πολλῆς ταύτης μικροψυχίας; Δακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦμεν, ἀλλ’ ὅταν ἁμαρτάνωμεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. | |
61.487(50) | Ἀλλ’ οὐ τοῦτό με λυπεῖ, φησὶ, μόνον, ἀλλ’ ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιμος καὶ ἀπεῤῥιμμένος. Καὶ τί τοῦτο; καὶ γὰρ ὁ μακάριος Παῦλος ἄτιμος καὶ ἀπεῤῥιμμένος εἶναι ἐδόκει τοῖς πολλοῖς. Ἀλλ’ ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πρα‐ | |
55 | γμάτων φύσις, ἀλλ’ ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ | |
σαυτὸν τὸν οὕτω διακείμενον· μᾶλλον δὲ μὴ σαυτὸν | Column end | |
61.488 | θρήνει, ἀλλὰ διόρθου, μηδὲ χρήματα ζήτει, ἀλλ’ ὃ μυρίων χρημάτων φαιδροτέρους ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημά‐ | |
5 | των ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούν‐ των μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι μὴ τὰ πάντων ἔχει. Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους | |
10 | καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον τὸν σὸν, ἵνα παύσῃ μακαρίζων τοὺς ἐν χρήμασι πλουτοῦντας; Ὁρᾷς τουτονὶ τὸν οὐρανὸν, πῶς μὲν καλὸς, πῶς δὲ μέγας, πῶς δὲ ἐφ’ ὑψηλοῦ κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ | |
15 | πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ’ ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι’ ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρό‐ | |
20 | κειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ’ ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι μὲν γὰρ | |
25 | τὰ πολλὰ μέθῃ βαπτιζόμενοι, καὶ ἐν κώμοις δι‐ άγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τού‐ των, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούμενοι· οἱ δὲ πέ‐ νητες μάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυ‐ φῶντες τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν παν‐ | |
30 | ταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει μᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέ‐ χναι τῶν δι’ ὅλης μεθυόντων τῆς ἡμέρας. Τί δὲ ἡ γῆ, | |
35 | οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέ‐ γεις; εἰπέ μοι. Ὅτι ὁ πλουτῶν καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, μακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέμνεται μέρη. Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος; | |
40 | Οὐδαμῶς, κἂν μυρία φιλονεικήσῃ· καὶ γὰρ τοὺς καρ‐ ποὺς εἰς ἅπαντας ἀναγκάζεται διανέμειν, καὶ σῖτον καὶ οἶνον καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πό‐ | |
45 | νους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀρ‐ γύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, | |
61.488(50) | τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν μετὰ ἀδείας ἅπαντα καρπουμένους ταῦτα. Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος μὲν δέκα γαστέρας, σὺ δὲ μίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς μετέχει σιτίων; Μάλιστα μὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν | |
55 | κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσομεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, | |
ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ’ αὕτη παρὰ τῷ | 487 | |
61.489 | πένητι πλείων, οὐχ ἡδονὴ δὲ μόνον, ἀλλὰ καὶ ὑγεία· κἂν τούτῳ πλεονεκτεῖ μόνον ὁ πλούσιος, τῷ τὸ σῶμα ἀσθενέστερον κατασκευάζειν, καὶ πλείονας συνάγειν τὰς πηγὰς τῶν ἀῤῥωστημάτων. Τὰ μὲν | |
5 | γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν. ϛʹ. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο κατίδωμεν. Εἰ γὰρ δέοι κάμινον ἀνάψαι, εἶτα ὁ μὲν | |
10 | σηρικὰ ἱμάτια καὶ ὀθόνας λεπτὰς καταβάλλοι πολλὰς καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸς καὶ πεύκης· τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐ‐ δέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ; (οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγμα) εἰ ὁ μὲν ξύλα | |
15 | βάλλοι, ὁ δὲ σώματα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρ‐ έστης καμίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωμάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη μὲν γὰρ κατὰ φύ‐ σιν καίεται, καὶ ἡδὺ θέαμα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν | |
20 | ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν. Ἔφριξας ἀκούσας, καὶ ἐβδελύξω τὴν κάμινον; Τοιαῦται αἱ τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καμίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύματα δυσώδη καὶ ῥεύματα ἀκάθαρτα, | |
25 | τῷ πανταχοῦ καὶ ἐν ἑκάστῳ μορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησμονήν. Τοῦ γὰρ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος ἅπαντα κατεργάσασθαι, ἀλλὰ καταχωννυμένου, ἐπίκειται ἐκεῖνα ἄνωθεν καπνιζό‐ μενα, καὶ πολλὴν ποιοῦντα τὴν ἀηδίαν. Τίνι οὖν ἄν | |
30 | τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ μὴ δυσ‐ χεράνητε πρὸς τὸν λόγον, ἀλλ’ εἰ μὴ ἀληθῆ λέγω, δι‐ ελέγξατε· τίνι οὖν ἄν τις αὐτὰς παραβάλοι; οὐδὲ γὰρ ἀρκεῖ τὰ εἰρημένα δεῖξαι αὐτῶν τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ | |
35 | τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, | Column end |
61.490 | καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συμβαίνει· φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει | |
5 | τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων. Ἀλλ’ οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ’ ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ κα‐ θαραὶ τῶν τοιούτων περιττευμάτων. Ἀλλ’ οὐχ αἱ τῶν | |
10 | πλουτούντων, μᾶλλον δὲ τρυφώντων, τοιαῦται, ἀλλὰ χυμῶν, φλεγμάτων, χολῆς, αἵματος διεφθορότος, ῥεύ‐ ματος σεσηπότος, καὶ τῶν ἄλλων τῶν τοιούτων εἰσὶ πεπληρωμέναι. Διόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέ‐ σει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ’ ἐν ἀῤῥω‐ | |
15 | στίαις βιώσεται διηνεκέσι. Διὸ καὶ ἡδέως ἂν ἠρόμην αὐτοὺς, τίνος ἕνεκεν τὰ σιτία δέδοται· ἵνα φθειρώμε‐ θα, ἢ ἵνα τρεφώμεθα; ἵνα νοσῶμεν, ἢ ἵνα ὑγιαίνω‐ μεν; ἵνα ἀσθενῶμεν, ἢ ἵνα ἰσχύωμεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς | |
20 | τοὐναντίον αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δημιουργοῦντες τῷ σώματι; Ἀλλ’ οὐχ ὁ πένης, ἀλλ’ ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας μητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει | |
25 | πλουτεῖν, καταφρόνει πλούτου. Οὐ γὰρ τὸ χρήματα ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο μάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωμεν, καὶ ἐνταῦθα τῶν πλουτούντων πάντων εὐπορώτεροι ἐσόμεθα, καὶ ἐκεῖ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο | |
30 | πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.489(36) | ΟΜΙΛΙΑ ΙΓʹ. Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις | |
40 | ὑμῶν. αʹ. Διηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν | |
45 | ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶ‐ γμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαί‐ ροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ | |
61.489(50) | μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδε‐ μονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς ἄθλους αὐτοῦ καταλέ‐ ξας· Πάντοτε γὰρ τὴν νέκρωσιν αὐτοῦ, φησὶ, περι‐ | |
55 | φέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής· | Column end |
61.490(37) | Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνη‐ τῇ σαρκὶ ἡμῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύο‐ | |
40 | μεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· καὶ τίνων ἐστὶ διάκονος, ὅτι οὐ γράμματος, ἀλλὰ πνεύματος· καὶ ὅτι οὐ τούτῳ μόνον αἰδέσιμος, ἀλλὰ καὶ τοῖς πειρασμοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· μέλλει λοιπὸν αὐτοῖς | |
45 | καὶ ἐπιτιμᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειμένοις. Ἀλλὰ μέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐμβαίνει καὶ εἰς τὸν περὶ τούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορ‐ | |
61.490(50) | θωμάτων αἰδέσιμος ὁ ἐπιτιμῶν εἴη, ἀλλ’ ὅμως ὅταν καὶ τὴν φιλίαν, ἣν ἔχει πρὸς τοὺς ἐγκαλουμένους, ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον. Διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώ‐ των τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων ἐκβὰς, εἰς τὸν περὶ | |
55 | τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθ‐ | 489 |
61.491 | άπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σημεῖον ἀγάπης; τί δὲ καὶ ἔστιν ὅλως τὸ εἰρημένον; Οὐκ ἀνεχόμεθα, φησὶ, σιγᾷν πρὸς | |
5 | ὑμᾶς, ἀλλ’ ἀεὶ βουλόμεθα καὶ ἐπιθυμοῦμεν φθέγ‐ γεσθαι καὶ διαλέγεσθαι ὑμῖν· ὅπερ ἔθος τῶν ἀγα‐ πώντων ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ σώματος περι‐ πλοκαὶ χειρῶν, τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ | |
10 | τοῦτο; Ὅτι πάντα μετὰ παῤῥησίας ὑμῖν διαλε‐ γόμεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόμενοι οὐδὲ ταμιευόμενοι. Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτι‐ μᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν μετὰ παῤ‐ ῥησίας ἀπόδειξιν ποιούμενος τοῦ σφόδρα αὐτοὺς | |
15 | φιλεῖν. Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόματος φιλίας πολλῆς καὶ διαθέσεως καὶ θερμότητος· καὶ γὰρ εἰώθαμεν τῶν ἀγαπωμένων συνεχῶς γυμνὰ τὰ ὀνόματα περιστρέφειν. Ἡ καρδία ἡμῶν πεπλάτυν‐ ται. Καθάπερ γὰρ τὸ θερμαῖνον εὐρύνειν εἴωθεν· | |
20 | οὕτω καὶ τῆς ἀγάπης ἔργον τὸ πλατύνειν ἐστί. Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόμα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυ‐ νεν. Οὐδὲ γὰρ τῷ στόματι μόνον φιλῶ, φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. Διὰ τοῦτο μετὰ | |
25 | παῤῥησίας φθέγγομαι, ὅλῳ τῷ στόματι, ὅλῃ τῇ δια‐ νοίᾳ. Οὐδὲν γὰρ τῆς Παύλου καρδίας πλατύτερον, ἣ τοὺς πιστοὺς ἅπαντας, καθάπερ ἄν τις ἐρώμενον, οὕτω σφοδρῶς ἠγάπα, οὐ σχιζομένης αὐτοῦ τῆς φι‐ | |
30 | λίας καὶ ἀσθενεστέρας γινομένης, ἀλλ’ ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης. Καὶ τί θαυμαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουμένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου; Διὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑμᾶς, ἀλλ’ ἐμφαντικώτερον, Τὸ στόμα ἡμῶν ἀνέῳ‐ | |
35 | γεν, ἡ καρδία ἡμῶν πεπλάτυνται· πάντας ἔνδον ἔχομεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετ’ εὐρυχω‐ ρίας πολλῆς. Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖ‐ | |
40 | σθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ τὴν ἐπιτί‐ μησιν ὅρα μετὰ φειδοῦς γινομένην· ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε ἡμᾶς, ἀλλ’, Οὐ μετὰ τοῦ αὐτοῦ μέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι. Καὶ πανταχοῦ δὲ ἴδοι τις ἂν | |
45 | πῶς ἐκκαίεται τῶν πιστῶν, ἐκλέγων ἑκάστης ἐπι‐ στολῆς αὐτοῦ τὰ ῥήματα. Ῥωμαίοις μὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν ὑμᾶς· καὶ, Πολλάκις προεθέ‐ μην ἐλθεῖν πρὸς ὑμᾶς· καὶ, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐλθεῖν πρὸς ὑμᾶς. Γαλάταις δέ φησι, | |
61.491(50) | Τεκνία μου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάμπτω τὰ γόνατά μου ὑπὲρ ὑμῶν. Φιλιππησίοις δὲ, Τίς γάρ μοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσμοῖς αὐτοὺς περιφέρειν | |
55 | ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι ἡλί‐ κον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν, καὶ ὅσοι οὐχ ἑωρά‐ κασί με ἐν σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ | |
τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδο‐ | Column end | |
61.492 | κοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέ‐ λιον, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πλη‐ ρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήμονι | |
5 | ὁμοίως. βʹ. Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ | |
10 | στενοχωρεῖσθε ἐν ἡμῖν, φησίν. Οὐ λέγει δὲ μόνον ὅτι φιλεῖ, ἀλλ’ ὅτι καὶ φιλεῖται παρ’ αὐτῶν, ἵνα καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς μὲν τοῦτο μαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλ‐ λων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρ‐ | |
15 | μὸν, τὸν ὑμῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώ‐ κατέ μοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Καὶ παν‐ | |
20 | ταχοῦ δὲ τῶν Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν τοῦτο μαρτυροῦντα τοῖς μαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ μὴν ὁμοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶ‐ μαι. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφο‐ | |
25 | δρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχω‐ ρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Ὑμεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆμον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡμᾶς, ἀλλ’ ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ μὲν αἰνιττόμενος, μετὰ | |
30 | φειδοῦς δὲ, καὶ τοῦ μὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. Καίτοι οὐκ ἔστιν ἴσον, πρότερον ἀγαπη‐ θῆναι, εἶτα ἀγαπῆσαι. Κἂν γὰρ τὸ ἴσον τις εἰσενέγκῃ μέτρον, ἠλάττωται τῷ δεύτερος ἐπανελθεῖν. Ἀλλ’ | |
35 | ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ’ ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρημένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; | |
40 | Οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλομαι φιλεῖσθαι παρ’ ὑμῶν. Καὶ ὅρα σύνεσιν καὶ μετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν· | |
45 | οὕτως ἐστὶν ἄτυφος· ἀλλὰ τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι, Ὅτι πατὴρ ὑμῶν ἐγενόμην, φησὶν, ὅτι σφόδρα ὑμῶν περικαίομαι· ὃ μάλιστα προσίστα‐ ται τῷ φιλουμένῳ πολλάκις, ὅταν τις αὐτῷ τὰς εὐεργεσίας προσφέρῃ· δοκεῖ γὰρ ὀνειδίζειν. Διὸ οὐ | |
61.492(50) | ποιεῖ τοῦτο Παῦλος, ἀλλ’, Ὡς τέκνα πατέρα ἀγαπή‐ σατε, φησίν· ὃ τῆς φύσεως μᾶλλόν ἐστι, καὶ ὀφειλό‐ μενον ἑκάστῳ πατρί. Εἶτα ἵνα μὴ δόξῃ δι’ ἑαυτὸν ταῦτα λέγειν, δείκνυσιν ὅτι διὰ τὸ ἐκείνων κέρδος καὶ τὴν παρ’ αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπ‐ | |
55 | ήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶ | 491 |
61.493 | οὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ μετοχὴ δικαιο‐ σύνῃ καὶ ἀνομίᾳ; Ἐνταῦθα λοιπὸν σύγκρισιν | |
5 | ποιεῖται οὐχὶ τῆς ἑαυτοῦ ἀγάπης, καὶ τῆς ἐκείνων τῶν διαφθειρόντων αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιμίας· οὕτω γὰρ καὶ σεμνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ μᾶλ‐ λον αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν γεγεν‐ | |
10 | νηκότων ὑπερορῶντι καὶ μιαροῖς ἑαυτὸν ἐκδιδόντι λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων εἶ καὶ σεμνότερος; Οὕτω γὰρ μᾶλλον αὐτὸν | |
15 | ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυμάζοι. Ἂν μὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων ἐκείνων; οὐδὲν τοσοῦτον ἐργά‐ σεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προ‐ κρίνῃ, λέγων, Οὐκ οἶσθα τίς μὲν σὺ, τίνες δὲ ἐκεῖ‐ | |
20 | νοι; οὐκ ἐννοεῖς σου τὴν εὐγένειαν καὶ τὴν ἐλευθε‐ ρίαν, καὶ τὴν ἀτιμίαν τὴν ἐκείνων; τίς γὰρ κοινω‐ νία σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς μοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωμίοις τοῖς αὐτοῦ πτε‐ ρώσας, ἀποῤῥαγῆναι ἐκείνων παρασκευάσει. Τὸν μὲν | |
25 | γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίμησις τοῦ πατρὸς, ὅταν μὴ μό‐ νον πατέρα φαίνηται λυπῶν, ἀλλὰ καὶ πατέρα τοιοῦ‐ τον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο μὴ ἐγκωμιάζεσθαι· καὶ δι’ αὐ‐ | |
30 | τοῦ δὴ, μετὰ τῶν ἐπαίνων τοῦ ἀκούοντος, ὁ ἔλεγχος γίνεται εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήματος πληροῦται μεγάλου, καὶ διαπτύει τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν σύγκρισιν, ἀλλ’ | |
35 | ὅτι καὶ ἕτερόν τι μεῖζον ἐπενόησε, καὶ ἐκπληκτικώ‐ τερον· πρῶτον μὲν κατ’ ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁμολογουμένων ἐστίν· ἔπειτα δὲ πλατύνων τῇ πυκνότητι καὶ τῷ πλήθει τῶν ὀνομάτων. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πλείονα | |
40 | πρὸς τούτοις ἀντὶ τῶν προσώπων τὰ ὀνόματα τῶν πραγμάτων τίθησι, καὶ ἄκραν ἐνταῦθα ἀρετὴν, καὶ ἐσχάτην ἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατα‐ σκευῆς. Τίς γὰρ, φησὶ, μετοχὴ δικαιοσύνῃ καὶ | |
45 | ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς με‐ ρὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; γʹ. Εἶδες πῶς γυμνὰ τὰ ὀνόματα τίθησι, καὶ ἀρκοῦντα | |
61.493(50) | αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανομίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ’ αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαρά‐ δεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς τοῦ διαβόλου, ἀλλ’ ὃ πολλῷ | |
55 | πλέον ἀφειστήκει, Χριστῷ καὶ Βελίαρ· τῇ Ἑβραϊκῇ | Column end |
61.494 | φωνῇ τὸν ἀποστάτην καλέσας οὕτως. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἐνταῦθα λοιπὸν, ἵνα μὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώ‐ μιον διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως. | |
5 | Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, μερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν· (Τίς γὰρ συμφωνία Χριστῷ | |
10 | πρὸς Βελίαρ;) οὔτε τὰ πράγματα· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ μάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, | |
15 | ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος. ἀναγκαίως καὶ τὴν μαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶ‐ γμά ἐστιν. Ὁ γὰρ ἐγκωμιάζων, ἂν μὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ μαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπα‐ | |
20 | τήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐμπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; | |
25 | καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; ἐννόησον τίς ἐμπε‐ ριπατεῖ σοι, τίς ἐνοικεῖ. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτε‐ σθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα | |
30 | ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι μολυσμὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισμοὶ ὡς τὸ ἐμβλέψαι ἀκολάστοις ὀφθαλμοῖς, μνη‐ σικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν | |
35 | ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος. Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν | |
40 | τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγε‐ λίας, ἀγαπητοί. Ποίας; Τὸ ναοὺς Θεοῦ εἶναι, τὸ υἱοὺς καὶ θυγατέρας, τὸ ἔνοικον αὐτὸν ἔχειν καὶ ἐμπεριπατοῦντα, τὸ λαὸν αὐτοῦ γίνεσθαι, τὸ τὸν Θεὸν | |
45 | αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωμεν ἑαυ‐ τοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύμα‐ τος. Μήτε ἀκαθάρτων ἁπτώμεθα· τοῦτο γὰρ σαρκὸς μολυσμός· μήτε τῶν τὴν ψυχὴν μολυνόντων· οὗτος γὰρ πνεύματος. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ | |
61.494(50) | καὶ ἐπάγει, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέ‐ σθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτε‐ | |
55 | λεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενο‐ δοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ’ ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυμία, ἀλλ’, | |
ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴν | 493 | |
61.495 | αὐτῆς μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα οὐχὶ σωφρο‐ σύνην μόνον λέγει, ἀλλὰ τὴν πάσης ἁμαρτίας ἀπαλ‐ λαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ | |
5 | καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενο‐ δοξίας· καὶ μάλιστα κενοδοξίας, ἣν πανταχοῦ μὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεημοσύνης· ἐπεὶ οὐδ’ ἂν εἴη ἐλεημοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσημα, ἀλλ’ ἐπίδειξις καὶ ὠμότης. | |
10 | Ὅταν γὰρ μὴ ἐλεῶν, ἀλλ’ ἐκπομπεύων ποιῇς, οὐ μόνον οὐκ ἔστιν ἐλεημοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγμάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήματα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεη‐ μοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ | |
15 | πεπορνευμένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ’ οὐκ ἐλεημοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζον‐ τες εἰς τὸ σῶμα τῶν πορνευομένων γυναικῶν διδόα‐ σιν, ἀλλ’ οὐ φιλανθρωπία τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος | |
20 | ὑβρίζων εἰς τὸ σῶμα τῆς πόρνης, μισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμ‐ βάνοντα τὴν ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον. Καὶ μετὰ τούτων ἡ ζημία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων μαινόμενος | |
25 | ἐπιπηδῶν, οὕτως ἡμῶν ἁρπάζει τὰ ἀγαθὰ τὸ πονη‐ ρὸν τοῦτο νόσημα, καὶ ἡ ἀπανθρωπία αὕτη· καὶ γὰρ ἀπανθρωπία καὶ ὠμότης τὸ τοιοῦτόν ἐστι· μᾶλλον δὲ καὶ τούτου χαλεπώτερον. Ὁ μὲν γὰρ ὠμὸς οὐκ ἂν δοίη τῷ δεομένῳ· σὺ δὲ τούτου πλέον ποιεῖς· τοὺς | |
30 | βουλομένους δοῦναι κωλύεις. Ὅταν γὰρ ἐκπομπεύῃς τὴν δόσιν, καὶ τὴν δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν μέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυμος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν, ὡς εἰληφότι καὶ οὐχ οὕτω δεομένῳ, ἀλλὰ καὶ καταγνώσεται πολλάκις, ἂν προσ‐ | |
35 | ελθὼν αἰτήσῃ μετὰ τὸ λαβεῖν, καὶ ἀναίσχυντον ἡγήσεται. δʹ. Ποία οὖν ἐλεημοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα, καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆς ἐλεημοσύνης, | |
40 | ἐπιζητεῖς τοὺς τῶν συνδούλων ὀφθαλμοὺς μετ’ ἐκεῖ‐ νον, καὶ ὅτι τὸν νόμον τὸν ταῦτα ἀπαγορεύοντα, κεί‐ μενον ὑπ’ αὐτοῦ, παραβαίνεις; Ἐβουλόμην καὶ τοῖς ἄλλοις ἐπεξελθεῖν, καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυμαίνεται ἡ κενοδοξία· ἀλλ’ ἀνεμνή‐ | |
45 | σθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιω‐ τικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήμερον αὐτὸ δεί‐ | |
61.495(50) | ξωμεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωμεν αὐτοῦ τοῦ τῶν οὐρανῶν Δεσπότου λέγοντος, περὶ μὲν ἐκείνων, ὅτι Εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ | |
55 | τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν | |
τῶν οὐρανῶν· περὶ δὲ πενήτων τοὐναντίον. Εἰ γὰρ | Column end | |
61.496 | θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα. καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκα‐ τέρωθεν ἴδωμεν τὸ εἰρημένον. Στενὴ, καὶ τε‐ | |
5 | θλιμμένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ; ὁ μόνος, ἢ ὁ μυρία βαστάζων φορτία; ὁ χαῦνος καὶ διαλελυμένος, ἢ ὁ φροντίζων καὶ μεμε‐ ριμνημένος; Ἀλλὰ τίς χρεία τῶν λογισμῶν, δέον | |
10 | ἐπ’ αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείμενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάμ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; | |
15 | Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγα‐ θῶν. Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους μὲν ὀλίγους, τῶν δὲ πενήτων πολλῷ πλείους σωζομένους. Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύ‐ | |
20 | ματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα· μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ’ ἑκάτερα τῶν κεκτημένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον ἴδωμεν. Τί οὖν ἡ πενία ἐλάττωμα ἔχειν δοκεῖ; Ψεῦ‐ δος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν μητέρα | |
25 | τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διά‐ βολον, οὐκ ὄντα τοιοῦτον ἔμπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε τῆς ῥίζης ταύτης πλησίον, ὁ πλούσιος, ἢ ὁ πένης; οὐκ εὔδηλον ὅτι ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα | |
30 | περιβαλῆται, τοσούτῳ πλειόνων ἐρᾷ. Κενοδοξία πά‐ λιν τὰ μυρία λυμαίνεται κατορθώματα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοι‐ | |
35 | νὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ’ οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐρ‐ | |
40 | γάζεται δεινὰ δι’ ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα περιβάλλεσθαι, καὶ τὰ ἔνδον μὴ ἀπολλύναι. Οὐ γὰρ οὕτω πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ’ αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. | |
45 | Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν | |
61.496(50) | καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων· ποίαν ἕξει σωτηρίας ἐλπίδα, ἂν μὴ πολλὴν ἐπιδείξηται φιλοσοφίαν, πῶς δὲ βαδιεῖται τὴν στενὴν ὁδόν; Μὴ τοίνυν τὰς τῶν πολλῶν δόξας περιφέρωμεν, ἀλλὰ τὰ | |
55 | πράγματα ἐξετάζωμεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ μὲν χρημάτων μὴ ἑτέροις πιστεύειν, ἀλλ’ ἀριθμῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι | |
δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχον‐ | 495 | |
61.497 | τας καὶ γνώμονα καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν; Διὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ | |
5 | τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν, ἵνα | Column end |
61.498 | καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
5 | καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end |
61.497(6) | ΟΜΙΛΙΑ ΙΔʹ. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προ‐ | |
10 | εῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. αʹ. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουμένοις μὲν, οὐχ ὁμοίως δὲ φι‐ | |
15 | λοῦσιν, ἀλλ’ ἀποῤῥηγνυμένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροις φθόροις ἀναμιγνυμένοις, πάλιν λεαίνει τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως λέγων, Χωρήσατε ἡμᾶς, τουτέστι, Φιλήσατε ἡμᾶς, καὶ χάριν αἰτεῖ λαβεῖν ἀνεπαχθῆ, καὶ τοῖς παρέχουσι πρὸς τῶν λαμβανόν‐ | |
20 | των λυσιτελῆ. Καὶ οὐκ εἶπε, Φιλήσατε, ἀλλ’ ἐλεει‐ νότερον, Χωρήσατε. Τίς ἡμᾶς ἀπήλασε, φησί; τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχω‐ ρούμεθα ἐν ὑμῖν; Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν· ἐν‐ | |
25 | ταῦθα αὐτὸ σαφέστερον δηλῶν ἔλεγε, Χωρήσατε ἡμᾶς, καὶ ταύτῃ πάλιν αὐτοὺς ἐφελκόμενος. Οὐδὲν γὰρ οὕτω ποιεῖ φιλίαν, ὡς τὸ μαθεῖν τὸν φιλούμενον ὅτι σφόδρα αὐτοῦ ἐφίεται τῆς ἀγάπης ὁ φιλῶν. Οὐ‐ δένα ἠδικήσαμεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς | |
30 | εὐεργεσίας, ἀλλὰ καὶ ἀνεπαχθέστερον καὶ πληκτι‐ κώτερον ἑτέρως τὸν λόγον ποιεῖ. Ἅμα δὲ καὶ αἰνίτ‐ τεται τοὺς ψευδαποστόλους, Οὐδένα ἠδικήσαμεν, λέγων, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτή‐ σαμεν. Τί ἐστιν, Ἐφθείραμεν; Τουτέστιν, οὐδένα | |
35 | ἠπατήσαμεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μήποτε, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοή‐ ματα ὑμῶν. Οὐδένα ἐπλεονεκτήσαμεν· οὐχ ἡρπά‐ σαμεν, οὐκ ἐπενοήσαμεν. Καὶ οὐ λέγει τέως, Τὰ καὶ τὰ ὠφελήσαμεν, ἀλλ’ ἐντρεπτικώτερον ποιῶν | |
40 | τὸν λόγον, Οὐκ ἠδικήσαμεν, φησί· μονονουχὶ λέ‐ γων, ὅτι Εἰ καὶ μηδὲν ἦμεν εὐεργετηκότες, οὐδὲ οὕτως ἡμᾶς ἀποστρέφεσθαι ἔδει· οὐδὲ γὰρ οὐ μικρὸν, οὐ μέγα ἔχετε ἡμῖν ἐγκαλεῖν. Εἶτα ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. Καὶ οὔτε ἐσί‐ | |
45 | γησε καθάπαξ· οὐ γὰρ ἂν διανέστησεν· οὔτε ἀδιόρθωτον εἴασε τὸ τραχὺ τοῦ λόγου· ἢ γὰρ ἂν πλέον ἔπληξε. Καὶ τί φησιν; Οὐ πρὸς κατάκρισιν λέγω. Πόθεν δῆλον; Προείρηκα γὰρ, φησὶν, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ | |
61.497(50) | συζῇν. Μεγίστη φιλία αὕτη, ὅταν καὶ καταφρονού‐ μενος, καὶ συναποθανεῖν αὐτοῖς καὶ συζῇν αἱρῆται. | |
Οὐδὲ γὰρ ἁπλῶς ἐστε ἐν ταῖς καρδίαις ἡμῶν, ἀλλ’ | Column end | |
61.498(7) | οὕτω, φησὶν, ὡς εἶπον. Ἔνι γὰρ καὶ φιλεῖν, καὶ κινδύνους φεύγειν· ἀλλ’ οὐχ ἡμεῖς οὕτω. Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον. Οὐ γὰρ τὰ | |
10 | γεγενημένα ὑπὲρ αὐτῶν εἶπεν, ἵνα μὴ δόξῃ πάλιν ὀνειδίζειν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων ἐπαγγέλλεται. Ἂν γὰρ συμβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμος ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι καθ’ ἑαυτὸ φαίνεται· ἀλλ’ ἔνθα ἂν ἦτε | |
15 | ὑμεῖς, τοῦτο ἐμοὶ προτιμότερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. Ἀλλὰ τὸ μὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν μὴ φί‐ λων; Τίνος οὖν ἕνεκεν ὡς μέγα αὐτὸ τίθησι; Ὅτι καὶ σφόδρα μέγα ἐστί. Πολλοὶ μὲν γὰρ κακῶς πράτ‐ | |
20 | τουσι συναλγοῦσι τοῖς φίλοις, εὐδοκιμοῦσι δὲ οὐκέτι συνήδονται, ἀλλὰ καὶ φθονοῦσιν· ἀλλ’ οὐχ ἡμεῖς, ἀλλ’ ἄν τε ἐν συμφοραῖς ἦτε, οὐ φοβούμεθα κοινωνῆ‐ σαι τῆς δυσημερίας ὑμῖν· ἄν τε καλῶς πράττητε, οὐ βαλλόμεθα τῷ φθόνῳ. Εἶτα ἐπειδὴ συνεχῶς ταῦτα | |
25 | ἔστρεφε λέγων, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, καὶ, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν, καὶ, Χωρήσατε ἡμᾶς, καὶ, Πλατύνθητε καὶ ὑμεῖς, καὶ, Οὐδένα ἠδικήσαμεν, καὶ ἐδόκει πάντα ταῦτα αὐ‐ τῶν εἶναι κατάγνωσις· ὅρα πῶς καὶ ἑτέρως τὸ βαρὺ | |
30 | τοῦτο παραμυθεῖται λέγων, Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς. Διὰ τοῦτο τοιαῦτα τολμῶ, φησὶν, οὐ πρὸς κατάκρισιν λέγων, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν· ὃ καὶ ἀνωτέρω δηλῶν ἔλεγε, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπειδὴ | |
35 | ταῦτα λέγω, ὡς κατεγνωκὼς ὑμῶν καθάπαξ λέγω· σφόδρα γὰρ ἐφ’ ὑμῖν καλλωπίζομαι καὶ καυχῶμαι· ἀλλὰ καὶ κηδόμενος, καὶ βουλόμενος ἐπιδοῦναι μειζό‐ νως ὑμᾶς πρὸς ἀρετήν· ὃ καὶ τοῖς Ἑβραίοις μετὰ πολλὴν ἐπιτίμησιν ἔλεγε· Πεπείσμεθα δὲ περὶ ὑμῶν | |
40 | τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, εἰς τὴν πληρο‐ φορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Οὕτω δὴ καὶ ἐν‐ ταῦθα, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Πρὸς | |
45 | ἑτέρους καυχώμεθα, φησὶν, ὑπὲρ ὑμῶν. Εἶδες πῶς παρεμυθήσατο γνησίως; Καὶ οὐχ ἁπλῶς καυχῶμαι, φησὶν, ἀλλὰ καὶ σφόδρα. Ἐπήγαγε γοῦν λέγων, ὅτι Πεπλήρωμαι τῇ παρακλήσει. Ποίᾳ παρακλήσει; Τῇ παρ’ ὑμῶν, ὅτι διορθωθέντες, διὰ τῶν ἔργων | |
61.498(50) | παρεκαλέσατέ με. Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκα‐ λεῖν ὑπὲρ τοῦ μὴ φιλεῖσθαι καὶ δεδοικέναι μὴ, πέρα | |
τοῦ μέτρου ἐγκαλέσας, λυπήσῃ. Διὰ τοῦτό φησι, | 497 | |
61.499 | Πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ. βʹ. Ἀλλὰ ταῦτα δοκεῖ, φησὶν, ἐναντία εἶναι τοῖς πρώτοις. Ἀλλ’ οὐκ ἔστιν, ἀλλὰ καὶ σφόδρα συμ‐ | |
5 | βαίνοντα. Ταῦτα γὰρ ἐκεῖνα εὐπαράδεκτα ποιεῖ, καὶ ὁ διὰ τούτων ἔπαινος τὴν ἀπὸ τῶν ἐλέγχων ἐκείνων ὠφέλειαν γνησιωτέραν ἐργάζεται, ὑποκλέπτων αὐτῶν τὸ ὀδυνηρόν. Διὸ καὶ σφόδρα γνησίως κέχρηται τοῖς ῥήμασι τούτοις, καὶ φιλοτίμως. Οὐδὲ γὰρ εἶπε, Πε‐ | |
10 | πλήρωμαι τῇ χαρᾷ, ἀλλὰ, Περισσεύομαι· μᾶλλον δὲ, οὐδὲ περισσεύομαι, ἀλλὰ, Ὑπερπερισσεύομαι, κἀντεῦθεν πάλιν δεικνὺς τὸν πόθον, ὅτι κἂν οὕτω φιλῆται, ὡς χαίρειν καὶ ἀγάλλεσθαι, οὐδέπω ἡγεῖται φιλεῖσθαι, ὡς φιλεῖσθαι χρὴ, οὐδὲ τὸ πᾶν εἰληφέναι· | |
15 | οὕτως ἀκόρεστος τῷ σφόδρα φιλεῖν αὐτοὺς ἦν. Τὸ γὰρ παρὰ τῶν ἐρωμένων ὁπωσοῦν φιλεῖσθαι, πολλὴν φέρει τὴν χαρὰν διὰ τὸ σφόδρα αὐτοὺς φιλεῖν. Ὥστε τοῦτο πάλιν τῆς αὐτοῦ ἀγάπης σημεῖον ἦν. Καὶ ἐπὶ μὲν τῆς παρακλήσεώς φησι, Πεπλήρωμαι· ἀπέλα‐ | |
20 | βον ὅπερ ὠφείλετό μοι· ἐπὶ δὲ τῆς χαρᾶς, Ὑπερ‐ περισσεύομαι· τουτέστιν, Ἠθύμησα πρὸς ὑμᾶς, ἀλλ’ ἀπελογήσασθε ἀρκούντως, καὶ παρεμυθήσασθε· οὐδὲ γὰρ μόνον ἀνείλετέ μοι τὴν ὑπόθεσιν τῆς λύ‐ πης, ἀλλὰ καὶ χαρὰν ἐποιήσατε πλείονα. Εἶτα δηλῶν | |
25 | αὐτῆς τὸ μέγεθος, οὐ τούτῳ μόνον δείκνυσιν αὐτὸ, τῷ εἰπεῖν, ὅτι Ὑπερπερισσεύομαι τῇ χαρᾷ, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Τοσαύτη γὰρ ἦν ἡ δι’ ὑμᾶς ἡμῖν ἡδονὴ γενομένη, ὡς μηδὲ τοσαύτῃ ἀμαυρωθῆναι θλίψει, ἀλλὰ τῇ περιου‐ | |
30 | σίᾳ τοῦ οἰκείου μεγέθους περιγενέσθαι τῶν καταλα‐ βόντων ἡμᾶς λυπηρῶν, καὶ μὴ ἀφεῖναι αἴσθησιν ἡμᾶς αὐτῶν λαβεῖν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακε‐ δονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ | |
35 | θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ με‐ γάλην οὖσαν τὴν ἐκ τούτων παραμυθίαν καὶ χαρὰν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ’ ἐν παντὶ θλιβόμενοι. Πῶς ἐν παντί; Ἔξωθεν μάχαι, παρὰ τῶν ἀπίστων· Ἔσωθεν φόβοι, διὰ τοὺς ἀσθενεῖς | |
40 | τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κο‐ ρινθίοις μόνον τοιαῦτα συνέβαινεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλε‐ σεν ἡμᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου. Ἐπειδὴ γὰρ μεγάλα αὐτοῖς ἐμαρτύρησεν εἰπὼν, ἵνα μὴ δόξῃ | |
45 | κολακεύειν, μάρτυρα παράγει Τίτον τὸν ἀδελφὸν, ὃς παρ’ αὐτῶν ἀφίκετο πρὸς τὸν Παῦλον μετὰ τὴν προ‐ τέραν ἐπιστολὴν διηγούμενος αὐτῷ τὰ τῆς αὐτῶν διορθώσεως. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ μέγα τίθεται τὴν παρουσίαν Τίτου. Καὶ γὰρ ἔμπροσθέν | |
61.499(50) | φησιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέ‐ λιον, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· καὶ ἐν‐ ταῦθα πάλιν, Ἐπὶ τῇ παρουσίᾳ Τίτου παρεκλή‐ θημεν, φησί. Καὶ γὰρ βούλεται ἀξιόπιστον αὐτοῖς | |
55 | καταστῆσαι τὸν ἄνδρα, καὶ φίλον σφόδρα ποιῆσαι. Καὶ ὅρα πῶς ἀμφότερα κατασκευάζει. Τῷ μὲν γὰρ εἰπεῖν, Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, | |
τὸ μέγεθος αὐτοῦ δείκνυσι τῆς ἀρετῆς· τῷ δὲ εἰπεῖν, | Column end | |
61.500 | ὅτι Ἐπὶ τῇ θλίψει ἡμῶν ἡ παρουσία αὐτοῦ ἤρ‐ κεσεν εἰς παραμυθίαν, οὐ μόνον δὲ ἐν τῇ παρ‐ ουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρ‐ εκλήθη ἐφ’ ὑμῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα. | |
5 | Οὐδὲν γὰρ οὕτω φιλίας ποιεῖ καὶ συγκροτεῖ, ὡς τὸ δεξιόν τι καὶ ὑγιὲς περί τινος εἰπεῖν· ὃ καὶ Τίτῳ μαρτυρεῖ λέγων, ὅτι Παραγενόμενος ἐπτέρωσεν ἡμᾶς ὑπὸ τῆς ἡδονῆς· τοιαῦτα περὶ ὑμῶν ἀπήγγειλε. Διὰ τοῦτο ἡ παρουσία αὐτοῦ ηὔφρανεν ἡμᾶς. Οὐ γὰρ | |
10 | μόνον ἐν τῇ παρουσίᾳ αὐτοῦ ἥσθημεν, ἀλλὰ καὶ ἐπὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ’ ὑμῖν. Καὶ πῶς παρεκλήθη; Διὰ τῆς ἀρετῆς ὑμῶν, διὰ τῶν κατορ‐ θωμάτων· διὸ καὶ ἐπάγει, Ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν | |
15 | ζῆλον ὑπὲρ ἐμοῦ. Ταῦτα αὐτὸν ηὔφρανε, φησὶ, ταῦτα παρεκάλεσεν. Εἶδες πῶς καὶ αὐτὸν δείκνυσιν αὐτῶν σφοδρὸν ἐραστὴν, εἴ γε τὴν ἐκείνων εὐδοκί‐ μησιν οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ’ οἰκείοις ἀγαθοῖς ἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ; Καὶ | |
20 | ὅρα πῶς αὐτὰ θερμῶς ἀπαγγέλλει· Τὴν ὑμῶν ἐπι‐ πόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον. Εἰκὸς γὰρ αὐτοὺς πενθεῖν καὶ ἀλγεῖν, τί οὕτως ἐδυσ‐ χέρανεν ὁ μακάριος Παῦλος, τί τοσοῦτον ἀπέστη χρόνον. Διὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ’ Ὀδυρμὸν, | |
25 | οὐδὲ ἐπιθυμίαν, ἀλλ’ Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν τὸν ὑπὲρ αὐτοῦ, τὸν ἐκ τοῦ πεπορνευκότος, τὸν ἐκ τῶν κατηγορούντων. Ἐπυρώθητε γὰρ, φησὶ, καὶ ἐξεκάητε δεξάμενοί μου τὰ γράμματα. Διὰ ταῦτα περισσεύει τῇ χαρᾷ, | |
30 | διὰ ταῦτα πεπλήρωται τῇ παρακλήσει, ὅτι αὐτῶν καθήψατο. Ἐμοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραμυθίαν τῶν ἔμπροσθεν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ εἰς προ‐ τροπὴν τῶν κατωρθωκότων αὐτά. Καὶ γὰρ εἰ καὶ τοῖς ἔμπροσθεν ἐγκλήμασιν εἶναί τινας ὑπευθύνους | |
35 | ἡγοῦμαι, καὶ τῶν ἐπαίνων τούτων ἀναξίους· ἀλλ’ ὅμως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώμια καὶ τὰ ἐγκλήματα, διδοὺς τῷ συνειδότι τῶν ἀκουόντων ἐπιλέξασθαι τὰ οἰκεῖα. Οὕτω γὰρ κἀκεῖνα ἀνεπαχθῆ ἐγίνετο, καὶ ταῦτα εἰς ζῆλον ἦγε πολύν. | |
40 | γʹ. Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουμένους διακεῖ‐ σθαι, θρηνεῖν καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω μᾶλλον πατέρων ἐπιζητεῖν. Δι’ ἐκείνων μὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνε‐ ται. Οὕτω χρὴ φέρειν ἐπιτιμήσεις πατέρων, οὕτω | |
45 | τοῖς προηγουμένοις χρεὼν συναλγεῖν ἐπὶ τοὺς ἁμαρ‐ τάνοντας. Οὐ γὰρ ἐν αὐτοῖς κεῖται τὸ πᾶν, ἀλλὰ καὶ ἐν ὑμῖν. Κἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ τῶν ἀδελ‐ φῶν, ῥᾳθυμότερος γίνεται. Ἀλλ’ ὅταν ὁ πατὴρ ἐπι‐ | |
61.500(50) | τιμήσῃ, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδό‐ μενος, εἴτε ὡς πατρὶ συναγανακτῶν· μόνον ἐπί‐ δειξαι πολλὴν τὴν σπουδὴν, καὶ πένθησον, μὴ ὅτι ἐπετιμήθη, ἀλλ’ ὅτι ἥμαρτεν. Ἂν δὲ οἰκοδομήσω μὲν ἐγὼ, καταλύσῃς δὲ σὺ, τί ὠφελήσαμεν πλέον ἢ κό‐ | |
55 | πους; Μᾶλλον δὲ οὐ μέχρι τούτου σοι τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ μείζονα. Οὐ γάρ | |
ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆ‐ | 499 | |
61.501 | ναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Ταῦτα δέ μοι εἴρηται πρὸς ὑμᾶς, ἵνα συνοργίζησθε τοῖς ἄρχουσιν, ἐφ’ οἷς δικαίως ἀγανα‐ κτοῦσιν, ἵν’, ὅταν ἴδητέ τινα ἐπιτιμώμενον, πάντες | |
5 | ἀποστρέφησθε μειζόνως ἢ ὁ διδάσκαλος. Ὑμᾶς φο‐ βείσθω μᾶλλον, ἢ τοὺς ἄρχοντας ὁ πεπλημμεληκώς. Ἂν μὲν γὰρ τὸν διδάσκαλον φοβηθῇ μόνον, ταχέως ἁμαρτήσεται· ἂν δὲ τοσούτους ὀφθαλμοὺς περιστέλ‐ ληται, τοσαῦτα στόματα, ἐν πλείονι ἔσται ἀσφαλείᾳ. | |
10 | Ὥσπερ γὰρ, εἰ μὴ ταῦτα ποιοῦμεν, τὴν ἐσχάτην δώσομεν δίκην· οὕτως, εἰ ταῦτα ἐργαζόμεθα, τοῦ κέρδους τοῦ ἐπὶ τῇ διορθώσει κοινωνήσομεν. Οὕτω τοίνυν ποιῶμεν· κἂν εἴποι τις, ὅτι Φιλαν‐ θρώπευσαι τὸν ἀδελφὸν, τοῦτο πρέπει Χριστιανοῖς· | |
15 | μανθανέτω, ὅτι ὁ ὀργιζόμενος φιλανθρωπεύεται, οὐκ ἐκεῖνος ὁ πρὸ τοῦ καιροῦ καλῶν αὐτὸν, καὶ μηδὲ ἀφιεὶς αἴσθησιν λαβεῖν τοῦ πλημμελήματος. Τίς γὰρ, εἰπέ μοι, τὸν πυρεταίνοντα καὶ φρενίτιδι κατεχόμε‐ νον ἐλεεῖ, ὁ κατακλίνων ἐπὶ τῆς εὐνῆς, καὶ δεσμῶν, | |
20 | καὶ σίτων καὶ ποτῶν τῶν οὐ προσηκόντων ἀπάγων, ἢ ὁ διδοὺς ἀκράτου ἐμφορηθῆναι, καὶ ἐν ἐξουσίᾳ κε‐ λεύων εἶναι, καὶ πάντα ποιεῖν ἅπερ τὸν ὑγιαίνοντα δεῖ; οὐχὶ οὗτος μὲν καὶ ἐπιτρίβει τὸ νόσημα, ὁ δο‐ κῶν φιλανθρωπεύεσθαι, ἐκεῖνος δὲ διορθοῦται; Οὕτω | |
25 | δὴ καὶ ἐνταῦθα ψηφιζόμεθα. Καὶ γὰρ φιλανθρωπίας ἐστὶ τὸ μὴ πανταχοῦ χαρίζεσθαι τοῖς κάμνουσι, μη‐ δὲ κολακεύειν τὰς ἀτόπους αὐτῶν ἐπιθυμίας. Οὐδεὶς οὕτως ἐφίλει τὸν πορνεύσαντα παρὰ Κορινθίοις, ὡς Παῦλος, ὁ κελεύων αὐτὸν παραδοῦναι τῷ Σατανᾷ· | |
30 | οὐδεὶς οὕτως αὐτὸν ἐμίσει, ὡς οἱ συγκροτοῦντες καὶ θεραπεύοντες· καὶ τὸ πέρας ἔδειξεν. Ἐκεῖνοι μὲν γὰρ αὐτὸν καὶ ἐφύσησαν, καὶ τὴν φλεγμονὴν μείζονα | |
εἰργάσαντο· οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπ‐ | Column end | |
61.502 | έστη, ἕως πρὸς καθαρὰν ὑγίειαν ἤγαγε· καὶ οἱ μὲν τῷ ὄντι κακῷ προσετίθεσαν, οὗτος δὲ καὶ τὸ ἐξ ἀρ‐ χῆς γενόμενον ἀνέσπασε. Τούτους καὶ ἡμεῖς μάθω‐ μεν τῆς φιλανθρωπίας τοὺς νόμους. Καὶ γὰρ ἵππον | |
5 | ἂν ἴδῃς κατὰ κρημνῶν φερόμενον, χαλινὸν ἐμβάλλεις, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις· καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ’ ἡ κό‐ λασις αὕτη σωτηρίας μήτηρ ἐστίν. Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ποίησον· δῆσον τὸν πλημμελή‐ | |
10 | σαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· μὴ ἀφῇς λελυμέ‐ νον, ἵνα μὴ πλέον δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν ἐγὼ δήσω, ὁ Θεὸς οὐκέτι δεσμεῖ· ἂν δὲ ἐγὼ μὴ δήσω, τὰ ἄῤῥηκτα αὐτὸν μένει δεσμά. Εἰ γὰρ ἑαυ‐ τοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ δὴ ὠμό‐ | |
15 | τητος εἶναι νόμιζε τὸ τοιοῦτον καὶ ἀπανθρωπίας, ἀλλὰ τῆς ἄκρας ἡμερότητος, καὶ τῆς ἀρίστης ἰα‐ τρείας, καὶ πολλῆς τῆς κηδεμονίας. Ἀλλ’ ἱκανὸν ἔδοσαν χρόνον τιμωρίαν, φησί. Πόσον; εἰπέ μοι· ἐνιαυτὸν, καὶ ἔτη δύο καὶ τρία; Ἀλλ’ οὐ τοῦτο ζητῶ | |
20 | χρόνου πλῆθος, ἀλλὰ ψυχῆς διόρθωσιν. Τοῦτο τοίνυν ἐπίδειξον, εἰ κατενύγησαν, εἰ μετεβάλοντο, καὶ τὸ πᾶν γέγονεν· ὡς, ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου. Οὐδὲ γὰρ εἰ πολλάκις ἐπεδέθη τὸ τραῦμα ζη‐ τοῦμεν, ἀλλ’ εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέ‐ | |
25 | λησε καὶ ἐν χρόνῳ βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσ‐ κείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως, τοῦ δεδεμένου τὸ κέρδος. Ἂν οὕτω καὶ ἡμῶν αὐτῶν καὶ τῶν λοιπῶν ἐπιμελώμεθα, καὶ μὴ πρὸς ἀνθρώπων βλέπωμεν δό‐ | |
30 | ξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸ ὄνει‐ δος ἐννοοῦντες, καὶ πρὸ πάντων τὸ τὸν Θεὸν παρ‐ οξύνεσθαι, σφόδρα τῆς μετανοίας ἐπιτιθῶμεν τὰ φάρ‐ μακα· καὶ ἐπὶ τὴν καθαρὰν ἥξομεν ὑγίειαν ταχέως, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο | |
35 | πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.501(39) | ΟΜΙΛΙΑ ΙΕʹ. | |
40 | Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. αʹ. Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτε ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν, τῆς ἁμαρτίας διορ‐ θωθείσης, καὶ δείκνυσι τοῦ πράγματος τὴν ὠφέλειαν. | |
45 | Ἐποίησε μὲν γὰρ αὐτὸ καὶ ἔμπροσθεν, εἰπὼν, Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγρα‐ ψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Ποιεῖ δὲ αὐτὸ καὶ νῦν, διὰ πλειόνων οὕτως αὐτὸ κατα‐ | |
61.501(50) | σκευάζων. Καὶ οὐκ εἶπε, Πρότερον μὲν μετεμελόμην, νῦν δὲ οὐ μεταμέλομαι· ἀλλὰ πῶς; Οὐ μεταμέλο‐ μαι νῦν, εἰ καὶ μετεμελόμην. Εἰ καὶ τοιαῦτα ἦν, φησὶ, τὰ γεγραμμένα παρ’ ἐμοῦ, ὡς ὑπερβαίνειν τὸ | |
μέτριον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμελη‐ | Column end | |
61.502(40) | θῆναι· ἀλλὰ τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν οὐκ ἐᾷ με μεταμεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀμέτρως ἐπιτιμήσας, ἀλλὰ τὰ ἐγκώμια αὐτῶν αὔξων. Τοσαύ‐ την γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ κατα‐ | |
45 | γνῶναι ἐμαυτοῦ, ἐπαινεῖν με νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν δέξηται θεραπείαν λυποῦσαν, οἱονεὶ τομὴν, ἢ καῦσιν, ἢ πικρὸν φάρμακον, ἀδεῶς αὐτὰ λοιπὸν κολακεύο‐ μεν· οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Βλέπω γὰρ, ὅτι ἡ | |
61.502(50) | ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Εἰπὼν, ὅτι Οὐ μεταμέ‐ λομαι, λέγει καὶ τὴν αἰτίαν, τὸ χρήσιμον τιθεὶς τὸ | |
ἀπὸ τῶν γραμμάτων, καὶ συνετῶς ἀπολογούμενος, | 501 | |
61.503 | καὶ λέγων, Εἰ καὶ πρὸς ὥραν. Τὸ μὲν γὰρ λυπηρὸν βραχὺ, τὸ δὲ ὠφέλιμον διηνεκές. Καὶ τὸ μὲν ἀκόλου‐ θον ἦν εἰπεῖν, Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, ἀλλὰ διὰ παντὸς ηὔφρανεν ὑμᾶς, καὶ ὠφέλησεν. Ἀλλ’ οὐ | |
5 | λέγει τοῦτο· ἀλλὰ πρὶν ἢ τὸ κέρδος εἰπεῖν, μεταβαί‐ νει πάλιν ἐπὶ τὰ ἐγκώμια αὐτῶν, καὶ τὴν ἀπόδειξιν τῆς ἑαυτοῦ κηδεμονίας λέγων, Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε· τί γάρ μοι κέρδος ἀπὸ τοῦ λυπηθῆναι ὑμᾶς; ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ὅτι ἔσχε | |
10 | τι κέρδος ἡ λύπη. Ἐπεὶ καὶ πατὴρ ὅταν ἴδῃ παῖδα τεμνόμενον, οὐχ ὅτι ὀδυνᾶται χαίρει, ἀλλ’ ὅτι διορ‐ θοῦται· οὕτω καὶ οὗτος. Ὅρα δὲ πῶς ἀπὸ τῶν πρα‐ γμάτων ἐπ’ αὐτοὺς μεταφέρει τὸ πᾶν κατόρθωμα, καὶ τὸ λυπηρὸν τῇ ἐπιστολῇ λογίζεται, Ὅτι πρὸς | |
15 | ὥραν ἐλύπησεν ὑμᾶς, λέγων, τὸ δὲ ἐξ αὐτῆς χρή‐ σιμον εἶναι αὐτῶν κατόρθωμά φησιν. Οὐ γὰρ εἶπεν, Ὅτι διώρθωσεν ὑμᾶς ἡ ἐπιστολὴ, εἰ καὶ οὕτως εἶχεν, ἀλλ’ Ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ἐξ ἡμῶν ζημιωθῆτε. | |
20 | Εἶδες σύνεσιν ἄφατον. Εἰ γὰρ μὴ τοῦτο ἐποιήσα‐ μεν, φησὶν, ἐζημιώσαμεν ἂν ὑμᾶς. Καὶ τὸ μὲν κατ‐ όρθωμα αὐτῶν φησιν εἶναι, τὴν δὲ ζημίαν αὐτοῦ, εἴπερ ἐσιώπησεν. Εἰ γὰρ μέλλουσιν ἐξ ἐπιπλήξεως διορθοῦσθαι, εἰ μὴ ἐπεπλήξαμεν, ἐζημιώσαμεν ἂν | |
25 | ὑμᾶς· καὶ οὐχὶ παρ’ ὑμᾶς μόνον, ἀλλὰ καὶ παρ’ ἡμᾶς ἂν ἡ βλάβη γέγονε. Καθάπερ γὰρ ὁ μὴ διδοὺς τῷ ἐμπόρῳ τὰ πρὸς τὴν ναυτιλίαν, αὐτός ἐστιν ὁ τὴν ζημίαν ποιῶν· οὕτω καὶ ἡμεῖς, εἰ μὴ παρέσχομεν ὑμῖν τὰς ἀφορμὰς τῆς μετανοίας, ἐζημιώσαμεν ἂν | |
30 | ὑμᾶς. Ὁρᾷς ὅτι τὸ μὴ ἐπιτιμᾷν τοῖς ἁμαρτάνουσι, ζημία ἐστὶ καὶ τῷ διδασκάλῳ καὶ τῷ μαθητῇ; Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Διὰ τοῦτο, φησὶν, εἰ καὶ μετεμελόμην, πρὶν ἢ τὸν καρπὸν ἰδεῖν καὶ τὸ | |
35 | κέρδος ὅσον, οὐ μεταμέλομαι νῦν. Τοιοῦτον γὰρ ἡ κατὰ Θεὸν λύπη. Καὶ λοιπὸν περὶ αὐτῆς φιλοσοφεῖ, δεικνὺς ὅτι οὐ πανταχοῦ χαλεπὸν λύπη, ἀλλ’ ὅταν κατὰ κόσμον γίνηται. Τί δέ ἐστι, κατὰ κόσμον; Ἐὰν λυπηθῇς διὰ χρήματα, διὰ δόξαν, διὰ τὸν ἀπελθόντα, | |
40 | πάντα ἐκεῖνα κατὰ κόσμον. Διὸ καὶ θάνατον ποιεῖ. Ὁ γὰρ διὰ δόξαν λυπούμενος, φθονεῖ, καὶ ἀναγκάζε‐ ται πολλάκις ἀπολέσθαι· οἵαν καὶ ὁ Κάϊν ἐλυπήθη λύπην, οἵαν ὁ Ἡσαῦ. Τὴν οὖν κατὰ κόσμον λύπην λέγει ταύτην τὴν ἐπὶ βλάβῃ τῶν λυπουμένων. | |
45 | Καὶ γὰρ εἰς ἁμαρτίας μόνον ἡ λύπη χρήσιμον· καὶ τοῦτο δῆλον ἐντεῦθεν. Ὁ λυπούμενος ὑπὲρ χρημάτων ἀπωλείας, τὴν ζημίαν οὐ λύει· ὁ λυπούμενος ὑπὲρ τετελευτηκότος, τὸν κείμενον οὐκ ἀνίστησιν· ὁ λυ‐ πούμενος ἐπὶ νόσῳ, οὐ μόνον οὐ διορθοῦται, ἀλλὰ καὶ | |
61.503(50) | ἐπιτρίβει τὸ νόσημα· ὁ λυπούμενος ἐφ’ ἁμαρτίαις, οὗτος μόνος ἀνύει τι πλέον ἀπὸ τῆς λύπης· δαπανᾷ γὰρ καὶ ἀφανίζει τὰς ἁμαρτίας. Ἐπειδὴ γὰρ πρὸς τοῦτο κατεσκεύασται τὸ φάρμακον, ἐνταῦθα ἰσχύει μόνον καὶ τὴν ὠφέλειαν ἐπιδείκνυται, ἐπὶ δὲ τῶν | |
55 | ἄλλων καὶ βλάπτει. βʹ. Καὶ μὴν ὁ Κάϊν, φησὶ, διὰ τὸ μὴ παρὰ τῷ Θεῷ εὐδοκιμεῖν, ἐλυπεῖτο. Οὐ διὰ τοῦτο, ἀλλ’ ἐπειδὴ τὸν | |
ἀδελφὸν εἶδε λάμποντα· ἐπεὶ, εἰ διὰ τοῦτο ἤλγει, | Column end | |
61.504 | ζηλοῦν ἔδει, καὶ συγχαίρειν ἐκείνῳ· νυνὶ δὲ ἀλγῶν, ἐδείκνυ κατὰ κόσμον λυπούμενος. Ἀλλ’ οὐχ ὁ Δαυῒδ οὕτως, οὐδὲ ὁ Πέτρος, οὐδὲ τῶν δικαίων ἕκαστος. Διὸ ηὐδοκίμουν, ἢ ὑπὲρ οἰκείων, ἢ ὑπὲρ ἀλλοτρίων ἀλ‐ | |
5 | γοῦντες ἁμαρτημάτων. Καίτοι τί λύπης φορτικώ‐ τερον; Ἀλλ’ ὅταν κατὰ Θεὸν γίνηται, τῆς ἐν τῷ κό‐ σμῳ χαρᾶς βελτίων ἐστίν. Αὕτη μὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέ‐ λητον ἐργάζεται. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό | |
10 | ἐστιν, ὅτι οὐδ’ ἂν μετανοήσειέ τις ἀλγήσας οὕτως· ὃ μάλιστα τῆς κοσμικῆς λύπης ἴδιόν ἐστι. Τί γὰρ παιδὸς ποθεινότερον γνησίου; τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς; Ἀλλ’ ὅμως οἱ ἐν ἀκμῇ τοῦ πέν‐ θους μηδενὸς ἀνεχόμενοι πατέρες, καὶ κατακόπτοντες | |
15 | ἑαυτοὺς, οὗτοι μετὰ χρόνον μετανοοῦσιν, ἐπειδὴ ἀμέτρως ἤλγησαν, ὡς οὐδὲν ὀνήσαντες ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως ἑαυτοὺς ἐπιτρίψαντες. Ἀλλὰ οὐχ ἡ κατὰ Θεὸν λύπη τοιαύτη· ἀλλ’ ἔχει δύο πλεον‐ εκτήματα, τὸ μὴ καταγινώσκεσθαι ἐφ’ οἷς ἀλγεῖ | |
20 | τις, καὶ τὸ τὴν λύπην ταύτην εἰς σωτηρίαν τελευ‐ τᾷν· ὧν ἑκατέρων ἐκείνη ἐστέρηται. Καὶ γὰρ εἰς βλάβην ἀλγοῦσι, καὶ μετὰ τὸ ἀλγῆσαι σφόδρα, κατα‐ γινώσκουσιν ἑαυτῶν, μέγιστον τοῦτο σημεῖον ἐκφέ‐ ροντες τοῦ ἐπὶ βλάβῃ τοῦτο ποιῆσαι. Ἡ δὲ κατὰ | |
25 | Θεὸν τοὐναντίον· διὸ καὶ ἔλεγε, Μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐδεὶς γὰρ ἑαυτοῦ καταγνώσεται, ἐὰν λυπηθῇ ἐφ’ ἁμαρτίᾳ, ἐὰν πενθήσῃ, καὶ ἑαυτὸν συντρίψῃ. Ὅπερ καὶ ὁ μα‐ κάριος Παῦλος εἰπὼν, οὐ δεῖται ἑτέρωθεν τὸ ὑπό‐ | |
30 | δειγμα παραγαγεῖν ὧν εἶπεν, οὐδὲ τοὺς ἐν ταῖς πα‐ λαιαῖς ἱστορίαις λυπηθέντας παρενεγκεῖν εἰς μέσον, ἀλλ’ αὐτοὺς Κορινθίους παράγει, καὶ ἀφ’ ὧν ἐποίησαν, ἀπὸ τούτων τὴν ἀπόδειξιν παρέχεται, ἵνα καὶ μετ’ ἐγκωμίων αὐτοὺς παιδεύσῃ, καὶ μᾶλλον αὐτοὺς ἐπι‐ | |
35 | σπάσηται. Ἰδοὺ γὰρ, φησὶν, αὐτὸ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Οὐ μόνον γὰρ, φησὶν, οὐκ ἐνέβαλεν ὑμᾶς εἰς τὸ καταγνῶναι ἑαυτῶν ἡ ἀθυμία, ὡς εἰκῆ τοῦτο πεποιηκότων, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησεν. | |
40 | Εἶτα λέγει τῆς σπουδῆς τὰ τεκμήρια. Ἀλλὰ ἀπο‐ λογίαν· πρὸς ἐμέ. Ἀλλὰ ἀγανάκτησιν· πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. Ἀλλὰ φόβον· καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ τα‐ χίστη διόρθωσις. Καὶ ἵνα μὴ δόξῃ ἐπαίρειν ἑαυτὸν, | |
45 | ὅρα πῶς ταχέως αὐτὸ παρεμυθήσατο εἰπὼν, Ἀλλ’ ἐπιπόθησιν· τὴν εἰς ἐμέ· ἀλλὰ ζῆλον· τὸν ὑπὲρ τοῦ Θεοῦ· ἀλλ’ ἐκδίκησιν· καὶ γὰρ ἐξηδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. Ἐν παντὶ συν‐ εστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. | |
61.504(50) | Οὐχὶ τῷ μὴ τολμῆσαι μόνον· τοῦτο γὰρ πρόδηλον ἦν· ἀλλὰ καὶ τῷ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλά‐ ξατε τῆς ὑποψίας, οὐχὶ τῷ μὴ ἐπαινέσαι μόνον, ἀλλὰ | |
55 | καὶ τῷ ἐπιτιμῆσαι καὶ ἀγανακτῆσαι. Ἄρα εἰ καὶ | |
ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ | 503 | |
61.505 | ἕνεκεν τοῦ ἀδικηθέντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν ἡμῖν ἐπιτιμᾷς, εἰ ἁγνοὶ ἦμεν ἐπὶ τῷ πράγματι; πρὸς τοῦτο ἱστάμενος καὶ ἀνωτέρω, καὶ προδιοικού‐ μενος αὐτὸ, ἔλεγεν ἅπερ ἔλεγεν, οἷον, Οὐ μεταμέ‐ | |
5 | λομαι, εἰ καὶ μετεμελόμην. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μετανοεῖν νῦν ἐφ’ οἷς ἔγραψα τότε, φησὶν, ὅτι τότε μᾶλλον μετενόησα ἢ νῦν, ὅτε ἑαυτοὺς συνεστή‐ σατε. Εἶδες πάλιν αὐτοῦ τὸ βίαιον καὶ φιλόνεικον, πῶς εἰς τοὐναντίον τὸν λόγον περιέτρεψεν; Ἐξ ὧν | |
10 | γὰρ ἐνόμιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιμή‐ σαντα, διὰ τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δεί‐ κνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον. Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν. Ὁ γὰρ τοιαῦτα λέγων ἀνωτέρω, ὅτι Ὁ κολ‐ | |
15 | λώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστι· καὶ, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· καὶ, Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι· καὶ ὅσα τοιαῦτα, πῶς ἐνταῦθά φησιν, Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, | |
20 | οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος; Οὐκ ἐναντιούμενος ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Πῶς ἑαυτῷ ἀκο‐ λουθῶν; Ὅτι περισπούδαστον ἦν αὐτῷ, δεῖξαι τὸ φίλτρον ὃ περὶ αὐτοὺς εἶχεν. Οὐ τοίνυν ἀναιρεῖ τὸ κήδεσθαι ἐκείνου, ἀλλ’ ἐνδείκνυται καὶ τὴν ἀγάπην | |
25 | τὴν περὶ αὐτοὺς, ὅπερ ἔφην, καὶ ὅτι μείζων αὐτὸν κατέσεισε φόβος περὶ πάσης τῆς Ἐκκλησίας. Ἐδε‐ δοίκει γὰρ μὴ ἐπὶ πλέον νεμηθῇ τὸ κακὸν, καὶ ὁδῷ βαδίζον, ὅλην καταλάβῃ τὴν Ἐκκλησίαν. Διὸ καὶ ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἀλλὰ | |
30 | τοῦτο μὲν τότε· νῦν δὲ, ἐπειδὴ κατώρθωσαν, οὐκέτι αὐτὸ οὕτω τίθησιν, ἀλλ’ ἑτέρως· καὶ τὸ αὐτὸ μὲν αἰνίττεται, γλυκύτερον δὲ μεταχειρίζει τὸν λόγον, λέγων, Ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, τουτέστιν, Ἵνα | |
35 | εἰδῆτε πῶς ὑμᾶς φιλῶ. Τοῦτο δὲ τὸ αὐτὸ μὲν ἔστι τῷ προτέρῳ, ἑτέρως δὲ ἑρμηνευθὲν, ἑτέραν ἔδοξεν ἔμφασιν παρέχειν. Ἐπεὶ ὅτι τὸ αὐτό ἐστιν, ἀνάπτυ‐ ξον αὐτοῦ τὴν ἔννοιαν, καὶ οὐδὲν ὄψει τὸ μέσον. Ἐπειδὴ γὰρ σφόδρα φιλῶ ὑμᾶς, φησὶν, ἐδεδοίκειν | |
40 | μή τι πάθητε ἐκεῖθεν ἀηδὲς, μὴ αὐτοὶ δέξησθε τὴν λύπην. Ὥσπερ οὖν ὅταν λέγῃ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; οὐ τοῦτο λέγει, ὅτι οὐ μέλει· οὐδὲ γὰρ ἔνι τι συστῆναι τῶν ὄντων τῆς προνοίας ἀποστερηθὲν τοῦ Θεοῦ· ἀλλ’ ὅτι οὐ προηγουμένως διὰ τοὺς βόας | |
45 | ἐνομοθέτει· οὕτω καὶ ἐνταῦθα, Πρῶτον μὲν δι’ ὑμᾶς ἔγραφον, δεύτερον δὲ καὶ δι’ ἐκεῖνον, Καὶ εἶχον μὲν τὴν ἀγάπην ἐν ἑαυτῷ, καὶ χωρὶς τῆς ἐπιστολῆς, φησίν. Ἐβουλόμην δὲ αὐτὴν καὶ ὑμῖν δεῖξαι καὶ πᾶσιν ἁπλῶς διὰ τῶν γραμμάτων ἐκείνων. Διὰ τοῦτο παρακεκλή‐ | |
61.505(50) | μεθα· ἐπειδὴ καὶ τὴν σπουδὴν ἐδείξαμεν τὴν περὶ ὑμᾶς, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε, Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, | |
ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Τοῦτο | Column end | |
61.506 | γὰρ ζωὴ, τοῦτο παράκλησις, τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευο‐ μένων. γʹ. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, | |
5 | ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φι‐ λεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Οὕτως οἱ παλαιοὶ πάντες ἔλαμψαν. Ὅσοι γοῦν τῶν παρ’ | |
10 | Ἑβραίοις εὐδοκίμησαν, ἐντεῦθεν ἐφάνησαν. Οὕτω Σαμουὴλ μέγας ἐδείχθη λέγων, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Θεῷ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν· οὕτως ὁ Δαυῒδ, οὕτως ὁ Ἀβραὰμ, οὕ‐ τως ὁ Ἠλίας, οὕτως ἕκαστος τῶν δικαίων, τῶν ἐν | |
15 | τῇ Καινῆ, τῶν ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς διὰ τοὺς ἀρχομένους πλοῦτον τοσοῦτον καὶ θησαυροὺς ἀφάτους κατέλιπεν, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· καὶ πρὸ τῆς χειροτονίας δημαγωγὸς ἦν διὰ τῶν ἔργων. Διὸ καὶ σφόδρα ἀνοήτως ἔλεγε | |
20 | πρὸς αὐτὸν ὁ Ἑβραῖος ἐκεῖνος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς; Τί λέγεις; τὰ ἔργα ὁρᾷς, καὶ περὶ τῆς προσηγορίας ἀμφιβάλλεις; Ὥσπερ ἂν εἴ τις ἰδὼν τέμνοντα ἰατρὸν ἄριστα, καὶ τῷ πεπονηκότι μέλει τοῦ σώματος βοηθοῦντα, | |
25 | λέγοι, Τίς σε κατέστησεν ἰατρὸν, καὶ τέμνειν ἐκέ‐ λευσεν; Ἡ τέχνη, ὦ βέλτιστε, καὶ ἡ νόσος ἡ σή· οὕτω καὶ τοῦτον ἡ ἐπιστήμη τοιοῦτον ἐποίησε. Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα. Εἰ γὰρ ἡ τῶν ἔξωθεν ἀρχὴ, | |
30 | τέχνη καὶ ἐπιστήμη πασῶν βελτίων ἐστὶ, πολλῷ μᾶλλον αὕτη. Καὶ γὰρ τοσούτῳ ἀμείνων ἐκείνης αὕτη ἡ ἀρχὴ, ὅσῳ τῶν ἄλλων δὲ ἐκείνη· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Καὶ, εἰ βούλεσθε, τὸν λόγον τοῦτον ἀκριβέστερον ἐξετάσωμεν. Ἔστι τέχνη γεωργικὴ, | |
35 | ἔστιν ὑφαντικὴ, οἰκοδομική· αἳ καὶ ἀναγκαῖαι σφόδρα εἰσὶ, καὶ μάλιστα συνέχουσιν ἡμῶν τὸν βίον. Αἱ γὰρ δὴ ἄλλαι διάκονοι τούτων εἰσὶν, ἡ χαλκευ‐ τικὴ, ἡ τεκτονική, ἡ ποιμαντική. Ἀλλὰ καὶ τούτων αὐτῶν τῶν τεχνῶν ἀναγκαιοτέρα πασῶν ἡ γεωργικὴ, ἣν | |
40 | καὶ πρώτην εἰσήγαγεν ὁ Θεὸς, τὸν ἄνθρωπον πλάσας. Ὑποδημάτων μὲν γὰρ ἄνευ καὶ ἱματίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀμήχανον. Τοιούτους τοὺς ἁμαξοβίους εἶναί φασι, τοὺς παρὰ Σκύθαις νομάδας, τοὺς γυμνοσοφιστὰς τοὺς | |
45 | τῶν Ἰνδῶν. Οὗτοι γὰρ καὶ οἰκοδομικὴν καὶ ὑφαντι‐ κὴν καὶ τὴν τῶν ὑποδημάτων εἴασαν τέχνην, μόνης δὲ τῆς γεωργικῆς δέονται. Αἰσχύνθητε οἱ τῶν περιτ‐ τῶν χρῄζοντες τεχνῶν, καὶ μαγείρων καὶ πλακουν‐ τοποιῶν καὶ ποικιλτῶν καὶ μυρίων ἑτέρων τοιούτων, | |
61.506(50) | ἵνα ζῆτε· αἰσχύνθητε οἱ τὰς ματαιοτεχνίας εἰσαγα‐ γόντες τῷ βίῳ· αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑμεῖς οἱ πιστοὶ, τοὺς μὴ δεομένους τέχνης. Καὶ γὰρ | |
σφόδρα αὐτάρκη τὴν φύσιν ἐξ ὀλίγων ἐποίησεν ὁ | 505 | |
61.507 | Θεός. Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νομοθετῶ οὕτω ζῇν· ἀλλ’ ὡς ὁ Ἰακὼβ ᾔτησε. Τί δὲ ᾔτησεν ἐκεῖνος; Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβα‐ λέσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἔχον‐ | |
5 | τες δὲ τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκε‐ σθησόμεθα. Πρώτη μὲν οὖν ἡ γεωργικὴ, δευτέρα δὲ ἡ ὑφαντικὴ, καὶ τρίτη μετ’ ἐκείνην ἡ οἰκοδομική· ἡ δὲ τῶν ὑποδημάτων πασῶν ἐσχάτη. Παρὰ γοῦν ἡμῖν εἰσι πολλοὶ καὶ οἰκέται καὶ γεωργοὶ χωρὶς ὑποδημά‐ | |
10 | των ζῶντες. Οὐκοῦν αἱ χρήσιμοι καὶ ἀναγκαῖαι αὗται. Φέρε οὖν, παραβάλωμεν αὐτὰς τῇ ἀρχικῇ. Διὰ γὰρ τοῦτο τὰς πασῶν κυριωτέρας παρήγα‐ γον, ἵν’ ὅταν φανῇ αὕτη βελτίων ἐκείνων, ἀναμ‐ φισβήτητος ἡ κατὰ τῶν ἄλλων αὐτῇ νίκη ᾖ. | |
15 | Πόθεν οὖν αὐτὴν δείξομεν ἀναγκαιοτέραν οὖσαν πασῶν; Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος. Καὶ, εἰ δοκεῖ, τὰς ἄλλας ἀφέντες, τὴν πασῶν ἀνωτέρω καὶ κυριωτέραν εἰς μέσον ἀγάγωμεν, τὴν γεωργικήν. Τί οὖν ἔσται πλέον τῆς τῶν γεωργῶν πολυ‐ | |
20 | χειρίας, ὅταν ἀλλήλοις πολεμῶσι, καὶ τὰ ἀλλήλων ἁρπάζωσι; Νῦν μὲν γὰρ ὁ τοῦ ἄρχοντος φόβος κατ‐ έχει, καὶ τὰ ὑπ’ ἐκείνων γινόμενα φυλάττει· ἐὰν δὲ ταύτην ἀνέλῃς, περιττὸς ὁ πόνος ἐκεῖνος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἑτέραν ἀρχὴν εὑρήσει μητέρα | |
25 | ταύτης καὶ σύνδεσμον οὖσαν. Ποίαν δὴ ταύτην; Καθ’ ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης. Ἔστι γὰρ ἀρχῆς εἴδη, ἓν μὲν, | |
30 | καθ’ ὃ δήμων καὶ πόλεων ἄρχουσιν ἄνθρωποι, τὸν πολιτικὸν τοῦτον διορθοῦντες βίον· ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγε· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Εἶτα δεικνὺς αὐτῆς τὸ κέρδος, ἐπήγαγε λέ‐ | |
35 | γων, ὅτι Ὁ ἄρχων Θεοῦ διάκονός ἐστιν εἰς τὸ ἀγαθόν· καὶ πάλιν, Θεοῦ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Ἕτερον δὲ, καθ’ ὃ ἑαυτοῦ τις ἕκαστος ὁ νοῦν ἔχων ἄρχει· ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις μὴ φοβεῖ‐ | |
40 | σθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει· τὸν ἑαυτοῦ ἄρχοντα λέγων. δʹ. Ἐνταῦθα δέ ἐστι καὶ ἑτέρα ἀρχὴ τῆς πολιτικῆς ἀρχῆς ἀνωτέρα. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἐν τῇ Ἐκ‐ κλησίᾳ· ἧς καὶ αὐτῆς ὁ Παῦλος μέμνηται λέγων, | |
45 | Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Αὕτη γὰρ ἡ ἀρχὴ τοσοῦ‐ τον τῆς πολιτικῆς ἀμείνων, ὅσον τῆς γῆς ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Πρῶτον μὲν γὰρ οὐχ | |
61.507(50) | ὅπως γενόμενα κολάσειεν ἁμαρτήματα σκοπεῖ προ‐ | Column end |
61.508 | ηγουμένως, ἀλλ’ ὅπως μὴ γένοιτο τὴν ἀρχήν· ἔπειτα γενόμενα, οὐχ ὅπως ἀπενέγκοι τὸν κάμνοντα, ἀλλ’ ὅπως ἀφανισθείη. Καὶ βιωτικῶν μὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγμάτων | |
5 | χρηματίζει· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἡ ζωὴ ἡμῶν ἐκεῖ. Κέκρυπται γὰρ, φησὶ, σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Καὶ τὰ ἔπαθλα ἐκεῖ, καὶ οἱ δρόμοι περὶ τῶν ἐκεῖ στεφάνων. Οὐδὲ γὰρ καταλύεται μετὰ τὴν τελευτὴν αὕτη ἡ ζωὴ, ἀλλὰ τότε | |
10 | διαλάμπει μειζόνως. Διὰ δὴ τοῦτο, οὐχ ὑπάρχων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήματα περικει‐ μένων μείζονά εἰσιν ἐγκεχειρισμένοι τιμὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτε ἐν μείζοσι καὶ ἐπὶ μείζοσι πλάττοντες τοὺς ἀνθρώπους. Ἀλλ’ οὔτε ὁ τὴν πολι‐ | |
15 | τικὴν ἀρχὴν μετιὼν, οὔτε ὁ τὴν πνευματικὴν, δυνή‐ σονται καλῶς ταύτας μεταχειρίζειν, εἰ μὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶ τοὺς ἑκατέρους νόμους τῆς πολιτείας φυλάξαιεν μετὰ ἀκριβείας ἁπάσης. Ὥσπερ γὰρ ἡ τῶν πολλῶν ἀρχὴ διπλῆ τίς ἐστιν, | |
20 | οὕτω καὶ ἣν ἑαυτοῦ τις ἕκαστος ἄρχει. Καὶ πάλιν κἀνταῦθα ἀμείνων τῆς πολιτικῆς ἡ πνευματικὴ, ὥσπερ ὁ λόγος ἀπέδειξεν. Ἴδοι δ’ ἄν τις καὶ τῶν τεχνῶν ἐνίας ἀρχὴν μιμουμένας, καὶ μάλιστα τὴν γεωργικήν. Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν | |
25 | ὁ γηπόνος, τὰ μὲν περικόπτων καὶ κωλύων [κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων· καθάπερ καὶ οἱ τῶν ἀρχόν‐ των ἄριστοι τοὺς μὲν πονηροὺς, καὶ τοῖς πλείοσι λυ‐ μαινομένους, τιμωροῦνται καὶ ἐκκόπτουσι, τοὺς δὲ χρηστοὺς καὶ ἐπιεικεῖς ἐπὶ μεῖζον ἄγουσι. Διὰ τοῦτο | |
30 | καὶ ἡ Γραφὴ τοὺς ἄρχοντας ἀμπελουργοῖς ἀπεικάζει. Τί γὰρ, εἰ μὴ φωνὴν ἀφιᾶσι τὰ φυτὰ, καθάπερ ἐπὶ τῶν πόλεων οἱ κακῶς πάσχοντες; ἀλλ’ ὅμως διὰ τῆς ὄψεως δεικνύουσι τὴν ἀδικίαν, μαραινόμενα, στενο‐ χωρούμενα ὑπὸ τῶν πονηρῶν βοτανῶν. Καὶ καθάπερ | |
35 | νόμοις κολάζεται ἡ πονηρία, οὕτω δὴ καὶ ἐνταῦθα τῇ τέχνῃ ταύτῃ καὶ γῆς κακία, καὶ φυτοῦ δυσγένεια καὶ ἀγριότης διορθοῦται. Καὶ γὰρ ὅσα ἐν τοῖς ἤθεσίν ἐστι τοῖς ἀνθρωπίνοις, εὑρήσομεν καὶ ἐκεῖ, τραχύτητα, μαλακότητα, δειλίαν, προπέτειαν, | |
40 | ἀστάθειαν, καὶ τὰ μὲν αὐτῶν πλούτῳ κομῶντα ἀκαί‐ ρως καὶ ἐπὶ κακῷ τῶν πλησίον, τὰ δὲ πενόμενα καὶ ἀδικούμενα· οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρ‐ πα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν | |
45 | τῶν ὑποκειμένων κωλύῃ. Καὶ καθάπερ οἱ ἄρχοντες καὶ οἱ βασιλεῖς ἔχουσι τοὺς λυμαινομένους αὐτῶν τῇ ἀρχῇ καὶ πολεμοῦντας· οὕτω καὶ ὁ γηπόνος θηρίων ἔφοδον, ἀνωμαλίαν ἀέρων, χάλαζαν, ἐρυσίβην, ἐπομ‐ βρίας, αὐχμοὺς, καὶ ὅσα τοιαῦτα. Ταῦτα δὲ γίνεται, | |
61.508(50) | ἵνα πρὸς τὴν τοῦ Θεοῦ διηνεκῶς ἐλπίδα βλέπῃς. Αἱ | |
μὲν γὰρ ἄλλαι τέχναι καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων | 507 | |
61.509 | συνίστανται σπουδῆς· αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτη‐ ται· καὶ δεῖ μὲν τῶν ἄνωθεν ὑετῶν, δεῖ δὲ τῆς ὡρῶν κράσεως, καὶ πρὸ πάντων τῆς αὐτοῦ προνοίας. Οὔτε | |
5 | γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων τί ἐστιν, ἀλλ’ ὁ αὐξάνων Θεός. Ἔστι καὶ θάνατος ἐνταῦθα καὶ ζωὴ, καὶ ὠδῖνες καὶ τόκοι, καθάπερ ἐπ’ ἀνθρώπων. Ἔστι γὰρ καὶ ἀποτμηθῆναι, καὶ καρπὸν ἐνεγκεῖν, καὶ ἀπο‐ θανεῖν, καὶ γενέσθαι τὸ τεθνηκὸς αὐτὸ πάλιν ἄνωθεν· | |
10 | ἔνθα καὶ ποικίλως ἡμῖν καὶ σαφῶς διαλέγεται περὶ ἀναστάσεως ἡ γῆ. Ὅταν γὰρ ἡ ῥίζα ἐνέγκῃ καρπὸν, ὅταν τὸ σπέρμα φυῇ, οὐκ ἀνάστασις τὸ πρᾶγμά ἐστι; Καὶ πολλὴν ἄν τις ἴδοι τῇ ἀρχῇ ταύτῃ τὴν παρὰ τοῦ Θεοῦ πρόνοιαν ἐγκειμένην καὶ σοφίαν, εἰ καθ’ | |
15 | ἕκαστον ἐπεξίοι. Ἀλλ’ ὅπερ ἐβουλόμην εἰπεῖν, ὅτι αὕτη μὲν περὶ γῆν ἐστι καὶ φυτὰ, ἡ δὲ ἡμετέρα περὶ ψυχῶν θεραπείαν. Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ μέ‐ σον, τοσοῦτον αὕτη βελτίων ἐκείνης. Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πά‐ | |
20 | λιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον. Αὕτη γάρ ἐστι καὶ ἡ φύσει ἀρχή. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν τῷ φόβῳ γίνεται καὶ τῇ ἀνάγκῃ· ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἐστὶ κατόρθωμα. Καὶ οὐ ταύτῃ μόνον αὕτη βελτίων ἐκείνης, ἀλλ’ ὅτι οὐκ ἀρχὴ | |
25 | μόνον ἐστὶν, ἀλλὰ καὶ πατρότης, ὡς ἄν τις εἴποι· καὶ γὰρ πατρὸς ἔχει τὸ ἥμερον, καὶ μείζονα ἐπιτάττουσα πείθει. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων φησὶν, Ἐὰν μοιχεύ‐ σῃς, ἀπέθανες· οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλμοῖς ἴδῃς, τὰ μέγιστα ἀπειλεῖ. Καὶ γὰρ σεμνὸν τοῦτο τὸ | |
30 | δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώματος μόνον διορθω‐ τικόν. εʹ. Ὅσον οὖν ψυχῆς καὶ σώματος τὸ μέσον, τοσοῦτον πάλιν αὕτη διέστηκεν ἐκείνης ἡ ἀρχή. Κἀκεῖνος μὲν τῶν φανερῶν κάθηται κριτής· μᾶλλον δὲ οὐδὲ τούτων | |
35 | ἁπάντων, ἀλλὰ τῶν ἐλεγχομένων· πολλάκις δὲ καὶ τούτων προδότης γίνεται· τὸ δὲ κριτήριον τοῦτο παιδεύει τοὺς εἰσιόντας, ὅτι ὁ παρ’ ἡμῖν δικάζων, πάν‐ τα γυμνὰ καὶ τετραχηλισμένα εἰς μέσον ἄξει ἐπὶ τοῦ κοινοῦ τῆς οἰκουμένης θεάτρου, καὶ λαθεῖν ἀμήχανον. | |
40 | Ὥστε πολλῷ μᾶλλον τῶν ἔξωθεν νόμων ὁ χριστιανι‐ σμὸς τὸν ἡμέτερον συνέχει βίον. Εἰ γὰρ καὶ τὸ περὶ τῶν κεκρυμμένων τρέμειν τοῦ περὶ τῶν φανερῶν μό‐ νον δεδοικέναι ἀσφαλέστερον ποιεῖ τὸν ἄνθρωπον, καὶ τοῦ τὰ μείζω κολάζειν τὸ καὶ τῶν ἐλαττόνων ἀπαι‐ | |
45 | τεῖν εὐθύνας μᾶλλον αὐτὸν διανίστησι πρὸς ἀρετήν· εὔδηλον ὅτι πάντων μάλιστα αὕτη ἡ ἀρχὴ τὴν ἡμε‐ τέραν συγκροτεῖ ζωήν. Εἰ δὲ βούλει, καὶ τὰς χειρο‐ τονίας τῶν ἀρχόντων ἴδωμεν· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ μέσον ὄψει. Οὐ γὰρ χρήματα δόντας ἔστι λαβεῖν | |
61.509(50) | τὴν ἀρχὴν ταύτην, ἀλλὰ τρόπον ἐπιδειξάμενον ἄρι‐ | Column end |
61.510 | στον· οὐδὲ ὡς ἐπὶ δόξαν ἀνθρωπίνην καὶ ἄνεσιν οἰ‐ κείαν, ἀλλ’ ὡς εἰς πόνους καὶ ἱδρῶτας καὶ τὸ τῶν πολλῶν συμφέρον, οὕτως ἐπὶ τὴν ἀρχὴν ἄγεται ταύ‐ την ὁ χειροτονηθείς. Διὸ καὶ πολλῆς ἀπολαύει τῆς | |
5 | ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύματος. Κἀκεῖ μὲν μέ‐ χρι τοῦ διαγορεῦσαι τὰ πρακτέα μόνον ἕστηκεν ἡ ἀρχή· ἐνταῦθα δὲ καὶ τὴν ἀπὸ τῶν εὐχῶν, καὶ τὴν ἀπὸ τῆς χάριτος προστίθησι συμμαχίαν. Μᾶλλον δὲ ἐκεῖ μὲν οὐδὲ λόγος ὑπὲρ φιλοσοφίας οὐδεὶς, οὐδὲ κά‐ | |
10 | θηταί τις διδάσκων τί ψυχὴ, καὶ τί ποτε κόσμος, καὶ τί μέλλομεν εἶναι μετὰ ταῦτα, καὶ ἐπὶ τίσιν ἀπ‐ ελευσόμεθα ἐντεῦθεν, καὶ πῶς ἀρετῆς περιεσόμεθα, ἀλλὰ περὶ μὲν συναλλαγμάτων καὶ συμβολαίων καὶ χρημάτων πολὺς ὁ λόγος, τούτων δὲ οὐδεμία φροντίς· | |
15 | ἐν δὲ τῇ Ἐκκλησίᾳ πάντας ὑπὲρ τούτων τοὺς λόγους ἴδοι τις ἂν γινομένους· διὸ καὶ δικαίως πάντα ἄν τις αὐτὴν καλέσειε, καὶ δικαστήριον, καὶ ἰατρεῖον, καὶ φιλοσοφίας διδασκαλεῖον, καὶ ψυχῆς παιδευτήριον, καὶ γυμνάσιον δρόμων τῶν εἰς οὐρανοὺς φερόντων. | |
20 | Ὅτι δὲ καὶ ἡμερωτάτη πασῶν ἡ ἀρχὴ, καίτοι μεί‐ ζονα ἀκρίβειαν ἀπαιτοῦσα, δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων, ἂν λάβῃ μοιχὸν, εὐθέως ἐκόλασε. Καίτοι τί τὸ κέρδος; τοῦτο γὰρ οὐχὶ τὸ πάθος ἐστὶν ἀνελεῖν, ἀλλὰ τὸ τραῦμα ἔχουσαν ἀποπέμψαι τὴν | |
25 | ψυχήν. Ὁ δὲ ἐνταῦθα ἄρχων εὑρὼν, οὐχ ὅπως τιμω‐ ρήσηται, ἀλλ’ ὅπως ἐξέλῃ τὸ πάθος, σπεύδει. Σὺ μὲν γὰρ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν, περὶ τὴν κεφαλὴν νοσήματος γενομένου, μὴ τὸ νόσημα παύσῃς, ἀλλὰ τὴν κεφαλὴν ἀποτέμοις· ἐγὼ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ | |
30 | νόσημα ἀποτέμνω· καὶ εἴργω μὲν αὐτὸν μυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάμενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀμείνω τῇ μετανοίᾳ γενόμενον ἀναλαμβάνω πάλιν. Καὶ πῶς ἔστιν ἐξελεῖν μοιχείαν; φησίν. Ἔστι, καὶ σφόδρα ἔστιν ὑπὸ τοῖς | |
35 | νόμοις γενόμενον τούτοις. Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευματικὸν, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλῖδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις. Σὺ μὲν γὰρ ἄν τε ἀφῇς ἀτιμώρητον, χείρονα εἰργάσω· ἄν τε κολάσῃς, ἀνίατον εἴασας· ἐγὼ δὲ οὔτε | |
40 | ἀφίημι ἀτιμώρητον, οὔτε κολάζω, ὡς σὺ, ἀλλὰ καὶ δίκην ἀπαιτῶ τὴν ἐμοὶ πρέπουσαν, καὶ διορθοῦμαι τὸ γεγενημένον. Βούλει καὶ ἑτέρως μαθεῖν, πῶς σὺ μὲν ξίφη γυμνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁμαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶς | |
45 | πρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν; Οὐ δεῖ δέ μοι λόγων οὐδὲ ῥημάτων, ἀλλὰ γῆν καὶ θάλατταν εἰς μέσον ἄγω, καὶ αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐξέτασον, πρὶν ἢ τὸ δικαστήριον τοῦτο καθίσαι, πῶς τὰ ἀνθρώπινα διέκειτο πράγματα, πῶς οὐδὲν τῶν | |
61.510(50) | νῦν κατορθωθέντων οὐδὲ μέχρις ὀνόματος ἦν ἀκοῦσαί ποτε. Τίς γὰρ θανάτου κατετόλμησε; τίς χρημάτων | |
κατεφρόνησε; τίς δόξης ὑπερεῖδε; τίς τοὺς ἐν μέσῳ | 509 | |
61.511 | θορύβους φυγὼν, ὄρη καὶ ἐρημίαν, τὴν μητέρα τῆς φιλοσοφίας, ἠσπάσατο; ποῦ παρθενίας ὄνομά ποτε ἦν; Ταῦτα γὰρ πάντα, καὶ τὰ τούτων πλείονα, τού‐ του τοῦ δικαστηρίου κατόρθωμα γέγονε, ταύτης τῆς | |
5 | ἀρχῆς ἔργα. Ταῦτ’ οὖν εἰδότες καὶ καταμαθόντες, ὡς | Column end |
61.512 | ἐντεῦθεν πᾶσα ὠφέλεια τοῦ βίου, καὶ ἡ τῆς οἰ‐ κουμένης διόρθωσις, θαμινὰ βαδίζετε παρὰ τὴν τῶν θείων λόγων ἀκρόασιν, καὶ τὰς συνόδους τὰς ἐνταῦθα, καὶ τὰς εὐχάς. Ἂν γὰρ οὕτως ἑαυτοὺς ῥυθμίζητε, | |
5 | δυνήσεσθε τῶν οὐρανῶν ἀξίαν ἐπιδειξάμενοι πολιτείαν, τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φι‐ | |
λανθρωπίᾳ, καὶ τὰ ἑξῆς. | Column end | |
61.511(8) | ΟΜΙΛΙΑ Ιϛ. Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει | |
10 | ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. αʹ. Ὅρα πάλιν πῶς ἐπαίρει αὐτῶν τὰ ἐγκώμια, καὶ δείκνυσι τὴν ἀγάπην. Εἰπὼν γὰρ, ὅτι Ἥσθην ὅτι | |
15 | τοσοῦτον ἡ ἐπιστολὴ ἤνυσε, καὶ ὅτι Τοσοῦτον ἐκερδά‐ νετε· Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· καὶ δείξας αὐτοῦ τὴν ἀγάπην· φησὶ γὰρ, ὅτι Εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικη‐ | |
20 | θέντος, ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπου‐ δὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς· λέγει πάλιν ἄλλο σημεῖον τῆς αὐτῶν εὐνοίας, ὃ πολὺν αὐτοῖς φέ‐ ρει τὸν ἔπαινον, καὶ δείκνυσι τῆς ἀγάπης αὐτῶν τὸ γνήσιον· Ἐπὶ γὰρ τῇ παρακλήσει ὑμῶν περισσο‐ | |
25 | τέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, φησί. Καίτοι γε τοῦτο οὐκ ἔστι φιλοῦντος σφοδρῶς, τὸ ἐπ’ ἐκείνῳ μᾶλλον χαρῆναι, ἢ ἐπ’ αὐτοῖς. Ναὶ, φησίν· οὐδὲ γὰρ δι’ ἐκεῖνον τοσοῦτον, ὅσον δι’ ὑμᾶς ἥσθην. Διὰ τοῦτο καὶ τὴν αἰτίαν ἐπάγει λέγων, Ὅτι | |
30 | τὰ σπλάγχνα αὐτοῦ ἀναπέπαυται ἀπὸ πάντων ὑμῶν. Οὐκ εἶπεν, Αὐτὸς, ἀλλὰ, Τὰ σπλάγχνα αὐ‐ τοῦ· τουτέστιν, ἡ ἀγάπη αὐτοῦ ἡ περὶ ὑμᾶς. Καὶ πῶς ἀναπέπαυται; Ἀπὸ πάντων. Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἐγκώμιον. Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι | |
35 | ὑπὲρ ὑμῶν. Μέγας ὁ ἔπαινος, ὅταν ὁ διδάσκαλος καυχᾶται· φησὶ γὰρ, ὅτι Οὐ κατῃσχύνθην. Διὰ τοῦτο ἐχάρην, ὅτι βελτίους ἐφάνητε, καὶ διὰ τῶν ἔργων ἐδείξατέ μου τὰ ῥήματα. Ὥστε διπλοῦς ὁ κόσμος ἐμοὶ, καὶ ὅτι ὑμεῖς ἐπεδώκατε, καὶ ὅτι ἐγὼ οὐκ ἐφά‐ | |
40 | νην τῆς ἀληθείας διαπίπτων. Ἀλλ’ ὡς πάντοτε ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου, ἀλήθεια γέγονεν. Ἐνταῦθα καὶ ἄλλο τι αἰνίττεται· ὅτι ὥσπερ παρ’ ὑμῖν μετὰ ἀλη‐ θείας πάντα ἐφθεγξάμεθα· εἰκὸς γὰρ αὐτὸν καὶ περὶ | |
45 | τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώμια· οὕτω καὶ τὰ περὶ ὑμῶν ἡμῖν Τίτῳ εἰρημένα, ἀληθῆ ἐφάνη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς. Τοῦτο λοιπὸν ἐκεῖνον συνιστῶντός ἐστιν, ὡς σφόδρα ἐκκαιόμενον, καὶ συνδεδεμένον αὐτοῖς. Καὶ | |
61.511(50) | οὐκ εἶπεν, Ἡ ἀγάπη αὐτοῦ, ἀλλὰ, Τὰ σπλάγχνα αὐ‐ τοῦ. Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν’, ὅπερ εἶπον, καὶ τὴν | |
κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, | Column end | |
61.512(9) | τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν | |
10 | ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκεί‐ νους ἐμβαλόντας αὐτῷ. Εἰπὼν γὰρ, ὅτι Τὰ σπλάγ‐ χνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἐπ‐ ήγαγεν· Ἀναμιμνησκομένου τὴν ἁπάντων ὑμῶν ὑπακοήν. | |
15 | Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώμονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπ‐ ανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν μέμνηται, καὶ ἐκείνους ἐπὶ στόματος ἔχει καὶ ἐπὶ διανοίας. Καὶ Κο‐ ρινθίους πάλιν κοσμεῖ μειζόνως, ὅτι αὐτὸν οὕτω | |
20 | χειρωσάμενοι ἐξέπεμψαν. Εἶτα καὶ τὴν ὑπακοὴν αὐ‐ τῶν λέγει, ἐπιτείνων αὐτῶν τὴν σπουδήν· διὸ καὶ ἐπ‐ άγει ταῦτα, Ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Οὐ μετὰ ἀγάπης μόνον, ἀλλὰ καὶ μετὰ τιμῆς ἐπιτεταμένης. Εἶδες πῶς διπλῆν αὐτοῖς ἀρετὴν μαρ‐ | |
25 | τυρεῖ, καὶ ὅτι ὡς πατέρα ἐφίλουν, καὶ ὡς ἄρχοντα ἐδεδοίκεσαν, οὔτε διὰ τὸν φόβον ἀμαυροῦντες τὴν ἀγάπην, οὔτε διὰ τὴν ἀγάπην ἐκλύοντος τὸν φόβον; Τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Τὸ κατὰ Θεὸν λυπη‐ θῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπου‐ | |
30 | δὴν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν; Χαίρω οὖν, ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Ὁρᾷς ὅτι δι’ αὐ‐ τοὺς μᾶλλον χαίρει; Ὅτι οὐδαμοῦ τὸν διδάσκαλον κατῃσχύνατε, φησὶν, οὐδὲ ἀνάξιοι φαίνεσθε τῆς ἐμῆς μαρτυρίας. Ὥστε οὐχ οὕτω διὰ Τίτον ἔχαιρεν, | |
35 | ὅτι τιμῆς ἀπήλαυσε τοσαύτης, ὡς δι’ αὐτοὺς, ὅτι τοσαύτην ἐπεδείξαντο εὐγνωμοσύνην. Ἵνα γὰρ μὴ νομισθῇ δι’ ἐκεῖνον χαίρειν μᾶλλον, ὅρα πῶς καὶ ἐν‐ ταῦθα τὴν αἰτίαν τίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἶπεν, Ὅτι εἴ τι αὐτῷ κεκαύχημαι ὑπὲρ ὑμῶν, οὐ | |
40 | κατῃσχύνθην· οὕτω καὶ ἐνταῦθα, Ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν. Κἂν ἐπιπλῆξαι δέοι, οὐ δέδοικα μὴ ἀποῤῥαγῆτε, κἂν καυχήσασθαι, οὐ φοβοῦμαι, ὡς ἐλεγχόμενος, κἂν ὡς πειθηνίους ἐπαινέσαι, κἂν ὡς ἀγαπητικοὺς, κἂν ὡς ζῆλον ἔχοντας, θαῤῥῶ ἐν ὑμῖν. | |
45 | Εἶπον ἐκκόψαι, καὶ ἐξεκόψατε· εἶπον δέξασθαι, καὶ ἐδέξασθε· εἶπον ὅτι μεγάλοι τινές ἐστε καὶ θαυμαστοὶ ἐπὶ Τίτου καὶ διδασκάλους εἰδότες αἰδεῖσθαι· ἀληθῆ διὰ τῶν ἔργων ταῦτα ἐδείξατε. Καὶ οὐχ οὕτως ἔμαθε ταῦτα παρ’ ἐμοῦ, ὡς παρ’ ὑμῶν. Ἐπανῆλθε γοῦν σφο‐ | |
61.512(50) | δρὸς ἐραστὴς ὑμῶν γενόμενος, πλείονα τῶν λόγων ἐπιδειξαμένων ὑμῶν. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκ‐ | |
κλησίαις τῆς Μακεδονίας. | 511 | |
61.513 | βʹ. Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πά‐ λιν καθίησι. Διὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατ‐ ελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας | |
5 | αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεημοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν· ἀπὸ τῶν ἤδη κατωρθωμένων καὶ εἰς τοῦτο προθυμο‐ τέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως, Δότε οὖν ἐλεη‐ | |
10 | μοσύνην· ἀλλ’ ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ’ ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομέ‐ νην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ | |
15 | ἑτέρων διηγούμενος, τοῖς ἑτέρων ἐγκωμίοις σπου‐ δαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, μᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πει‐ ρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημο‐ | |
20 | σύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖ‐ | |
25 | νοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί μετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγμα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς μόνον, ἀλλὰ καὶ ἐκκαλούμενος, καὶ ἀνεπίφθονον τὸν | |
30 | λόγον ἐργαζόμενος. Διὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνομα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεμέσθαι βασκανίαν· καὶ γὰρ μέλλει μεθ’ ὑπερβολῆς ἐγκωμιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑμῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδομένην | |
35 | ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ’ ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖς Ἐκκλησίαις τῆς Μακε‐ δονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέ‐ | |
40 | γει, οὐχ ὃ βούλεται, ἀλλ’ ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ’ αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιμῇ θλί‐ ψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιμηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάμενοι τὸν | |
45 | λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου· καὶ πάλιν, Ἀφ’ ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν | |
61.513(50) | πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀμφότερα μεθ’ ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά. Διὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ μόνον λύπην | |
55 | οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορμὴ γέγονεν αὐτοῖς εὐφρο‐ σύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλε‐ γεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασμοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, | |
ἀλλ’ οὕτως ὡς καὶ δόκιμοι γενέσθαι διὰ τῆς ὑπομο‐ | Column end | |
61.514 | νῆς· μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ’, ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βά‐ | |
5 | θους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦ‐ τον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀμφότερα ταῦτα μεθ’ ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης. Τοῦτο γὰρ | |
10 | ἐδήλωσεν εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδο‐ μένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων ἡ φιλοτιμία κρίνεται. Διὸ οὐδαμοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, | |
15 | τοιοῦτόν ἐστιν· Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον. Διὸ καὶ σφόδρα αὐτοὺς θαυ‐ | |
20 | μάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ’ οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπε‐ ρίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦ‐ | |
25 | τον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ μεγέθους τῆς πτωχείας· μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρ‐ μηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναμιν μαρτυρῶ (ἀξιόπιστος ὁ μάρτυς) καὶ ὑπὲρ δύναμιν· | |
30 | τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλό‐ τητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρ‐ | |
35 | τη. Δεόμενοι ἡμῶν. Ἰδοὺ καὶ πέμπτη. Καὶ ἐν θλί‐ ψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόμη, καὶ μεθ’ ὑπερβολῆς ἔδωκαν. γʹ. Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευά‐ σαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, | |
40 | αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, Δεόμενοι ἡμῶν. Οὐχ ἡμεῖς αὐτῶν ἐδεήθημεν, ἀλλ’ αὐτοὶ ἡμῶν. Τί δεόμενοι ἡμῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶ‐ | |
45 | γμα, σεμνοῖς ὀνόμασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευμάτων, χάριν αὐτὸ ὀνομάζει, ἵνα ἐπιδράμωσι· καὶ κοινωνίαν πάλιν, ἵνα μάθωσιν ὅτι λαμβάνουσιν, οὐ διδόασι μόνον. Τοῦτο οὖν ἡμᾶς παρ‐ εκάλουν, φησὶν, ὥστε ἡμᾶς ἀναδέξασθαι τὴν τοιαύ‐ | |
61.514(50) | την διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαμεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡμᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου | |
55 | ἐπιμέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήμα‐ | |
τος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προσ‐ | 513 | |
61.515 | εδοκήσαμεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠμέ‐ λουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυ‐ ρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀν‐ έθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν | |
5 | τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπου‐ δήν. Τί ἐστι, Καὶ ἡμῖν; Πειθήνιοι γεγόνασιν ἡμῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόμους πλη‐ | |
10 | ροῦντες, καὶ ἡμῖν διὰ τῆς ἀγάπης συνδεδεμένοι. Σκό‐ πει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ μὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσμῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ | |
15 | ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάμενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιμὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεημοσύνην εἰρ‐ γάσαντο. Τί δέ ἐστι, Διὰ θελήματος Θεοῦ; Ἐπει‐ δὴ εἶπεν, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡμῖν ἀν‐ | |
20 | θρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώ‐ μην ἐποίουν. Ὥστε ἡμᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑμῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔμπροσθεν ἐχομένη. Ἐπειδὴ | |
25 | γὰρ εἴδομεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερμοὺς ἐν ἅπασιν, ἐν πειρασμοῖς, ἐν ἐλεημοσύνῃ, ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑμεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέμψαμεν Τίτον. Ἀλλ’ οὕτω μὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει | |
30 | φιλίας ὑπερβολήν. Παρ’ ἐκείνων γὰρ παρακαλούμε‐ νοι, φησὶ, καὶ ἀξιούμενοι, τὰ ὑμέτερα ἐμεριμνῶμεν, μή πως αὐτῶν ἐλαττωθῆτε. Διὸ καὶ ἀπεστείλαμεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑπομνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ | |
35 | Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο. Δείκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προ‐ τροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί. Διὸ καὶ μεγάλα αὐτοῦ λέγει ἐγκώμια, ἐν ἀρχῇ μὲν, ὅτι Τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχον | |
40 | ἄνεσιν τῷ πνεύματί μου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι· θερμῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς. Διὸ καὶ ἔπεμψεν αὐτὸν, μεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ | |
45 | δοῦναι, τὴν παρουσίαν Τίτου. Διὰ τοῦτο καὶ ἐπαί‐ ρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφο‐ δρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ | |
61.515(50) | τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκ‐ κλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν | |
55 | χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. | |
δʹ. Καὶ γὰρ μέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, | Column end | |
61.516 | καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναμιν ἡμᾶς ἐξομοιοῖ κατ‐ ορθούμενον· τοῦτο γὰρ μάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγμα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Αὕτη | |
5 | μείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ μεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα μὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν | |
10 | εὖ. Ἐνταῦθα μὲν γὰρ, ἐπὶ τῶν σημείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεημοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεημοσύνη δέ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργε‐ | |
15 | τούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεημοσύνην εἶναι. Εἰ γὰρ ἀθυμεῖς, ὅτι | |
20 | ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γένηται τὸ χρυ‐ σίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ | |
25 | δῷς· εἰ μὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρα‐ νοῖς, μὴ παράσχῃς. Ἀλλ’ ἐνταῦθα ζητεῖς τὴν ἀντί‐ δοσιν. Διὰ τί; Ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ’ οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον | |
30 | ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ’ ἔνιοι τούτων ὡς ἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλ‐ κοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γα‐ στρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναμένοντες, κατὰ τὰ | |
35 | παιδία τὰ μικρὰ, λυμαίνονται αὐτῶν τὴν εὐφροσύ‐ νην, προλαμβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπι‐ ζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων μὲν, μετὰ πλείονα χρόνον | |
40 | ἐπιθυμεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ μελλήσει πλείονα τὸν τόκον ἐργά‐ σῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ μέλ‐ λων ἐνταῦθα εἶναι, ἀλλ’ ἐκεῖ διηνεκῶς, οὐ μέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ’ ἐκεῖ τὰς εὐθύνας ὑφέξων; | |
45 | Καὶ εἰ μέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέ‐ ρας μέλλεις πολλάκις ἀποδημεῖν; Οὐκ οἶδας, ὅτι ἐπ’ ἀλλοτρίας διατρίβομεν, καθάπερ ξένοι καὶ πάροικοι; | |
61.516(50) | οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε μὴ προσδοκῶσι, μηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡμεῖς πά‐ σχομεν. Διὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωμεν, ἐν‐ ταῦθα ἀφίεμεν. Οὐ γὰρ συγχωρεῖ ὁ Δεσπότης λαμβά‐ νοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, | |
55 | ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον. Οὐ μόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ’ οὐδὲ λογί‐ ζεταί σοι τὸν μισθόν· προεῖπε γάρ σοι, ὅτι μὴ οἰκο‐ | |
δομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, | 515 | |
61.517 | Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς; Μὴ, παρακαλῶ· ἀλλ’ ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ | |
5 | προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτι‐ μοι καὶ ἀπεῤῥιμμένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶμεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόμεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ | |
10 | ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν. Ὁ γὰρ δί‐ | |
καιος, καὶ μηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάν‐ | Column end | |
61.518 | των ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρα‐ νὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίους αὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν | |
5 | ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν’ οὖν ἀμφό‐ τερα κερδάνωμεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώμεθα. Οὕτω γὰρ ἐσόμεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόμεθα παῤῥη‐ | |
10 | σίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ | |
φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς. | Column end | |
61.517(12) | ΟΜΙΛΙΑ ΙΖʹ. Ἀλλ’ ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ. | |
15 | αʹ. Ὅρα πάλιν μετ’ ἐγκωμίων τὴν προτροπὴν γινο‐ μένην ἐγκωμίων μειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ’, Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν δογμά‐ των, καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, | |
20 | καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαί‐ νων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ | |
25 | σπουδήν. Οὐ κατ’ ἐπιταγὴν λέγω. Ὅρα πῶς συν‐ εχῶς αὐτοῖς χαρίζεται, πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκα‐ στον. Ἐπειδὴ γὰρ συνεχῶς παρῄνεσε, καὶ σφόδρα | |
30 | Μακεδόνας ἐνεκωμίασεν, ἵνα μὴ δόξῃ τοῦτο ἀνάγκη εἶναι, φησὶν, Οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγά‐ πης γνήσιον δοκιμάζων. Οὐχ ὡς ἀμφισβητῶν· οὐ γὰρ τοῦτο ἐνταῦθα δηλοῖ· ἀλλὰ δόκιμον αὐτὸ ποιῶν, | |
35 | καὶ ἀποφαίνων, καὶ ἰσχυρότερον κατασκευάζων. Διὰ γὰρ τοῦτο ταῦτά φημι, ἵνα ὑμᾶς παροξύνω πρὸς τὴν αὐτὴν προθυμίαν· καὶ μέμνηται τῆς ἐκείνων σπουδῆς, λαμπρύνων, φαιδρύνων, ἐρεθίζων τὴν ὑμετέραν διάθεσιν. Εἶτα ἀπὸ τούτου εἰς ἕτερον μεῖζον | |
40 | κατήντησε· καὶ γὰρ οὐδένα παρίησι τρόπον συμβου‐ λῆς, ἀλλὰ πάντα κινεῖ καὶ μεταχειρίζει τὸν λόγον· καὶ γὰρ ἀπὸ τῶν ἀλλοτρίων ἐγκωμίων προέτρεψε λέγων, Γινώσκετε τὴν χάριν τοῦ Θεοῦ τὴν δε‐ δομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· | |
45 | καὶ ἀπὸ τῶν οἰκείων, Ἀλλ’ ὡς ἐν παντὶ περισ‐ σεύητε, λόγῳ, καὶ γνώσει. Μειζόνως γὰρ δύναται τοῦτο δακεῖν, ὅταν ὑφ’ ἑαυτοῦ τις ἡττᾶται, ἢ ὅταν ὑφ’ ἑτέρων. Εἶτα λοιπὸν ἐπὶ τὸ κεφάλαιον καὶ τὴν κορωνίδα τῆς συμβουλῆς ἵεται· Γινώσκετε γὰρ τὴν | |
61.517(50) | χάριν τοῦ Κυρίου ἡμῶν, ὅτι δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐννοήσατε γὰρ, φησὶν, ἐνθυμήθητε καὶ λογίσασθε τὴν χάριν τοῦ Θεοῦ, καὶ μὴ ἁπλῶς | |
αὐτὴν παραδράμητε, ἀλλὰ στοχάσασθε αὐτῆς τὸ μέ‐ | Column end | |
61.518(13) | γεθος, ὅση ἐστὶ καὶ ἡλίκη, καὶ οὐδενὸς φείσεσθε τῶν ὑμετέρων. Ἐκεῖνος δόξαν ἐκένωσεν, οὐχ ἵνα ὑμεῖς | |
15 | τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ τῇ πτωχείᾳ πλουτήσητε. Εἰ μὴ πιστεύεις, ὅτι ἡ πτωχεία πλούτου ἐστὶ ποιητικὴ, ἐννόησόν σου τὸν Δεσπότην, καὶ οὐκέτι ἀμφι‐ βάλῃς. Εἰ μὴ γὰρ ἐκεῖνος ἐγένετο πτωχὸς, οὐκ ἂν ἐγένου σὺ πλούσιος. Τὸ γὰρ θαυμαστὸν τοῦτο ὅτι | |
20 | πτωχεία ἐπλούτησε πλοῦτον. Πλοῦτον δὲ ἐνταῦθά φησι τὴν γνῶσιν τῆς εὐσεβείας, τὸν τῶν ἁμαρτημάτων καθαρισμὸν, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὰ μυ‐ ρία ἅπερ παρέσχεν ἡμῖν ἀγαθὰ, καὶ μέλλει παρέχειν. Καὶ ταῦτα ἅπαντα διὰ τῆς πτωχείας γέγονεν ἡμῖν. | |
25 | Ποίας πτωχείας; Διὰ τοῦ σάρκα ἀναλαβεῖν καὶ γε‐ νέσθαι ἄνθρωπον, καὶ παθεῖν ἅπερ ἔπαθε. Καίτοι γε ἐκεῖνος ταῦτα οὐκ ὤφειλε, σὺ δὲ ὀφείλεις αὐτῷ. Καὶ γνώμην ὑμῖν ἐν τούτῳ δίδωμι πρὸς τὸ συμφέ‐ ρον. Ὅρα πῶς πάλιν τοῦ ἀνεπαχθὴς εἶναι φροντίζει, | |
30 | καὶ δύο τούτοις παραμυθεῖται τὸν λόγον, καὶ τῷ εἰπεῖν, Γνώμην δίδωμι, καὶ, Πρὸς τὸ ὑμῶν συμ‐ φέρον. Οὔτε γὰρ καταναγκάζω καὶ βιάζομαι, φησὶ, καὶ παρὰ ἀκόντων ἀπαιτῶ· οὔτε τὸ τῶν λαμβανόν‐ των ὡς τὸ ὑμῖν λυσιτελὲς σκοπῶν, ταῦτα λέγω. Εἶτα | |
35 | καὶ τὸ παράδειγμα λοιπὸν ἐξ αὐτῶν, ἀλλὰ οὐκ ἐξ ἑτέρων. Οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι. Ὅρα πῶς δείκνυσι καὶ αὐτοὺς ἑκόντας καὶ χωρὶς προτροπῆς ἐπὶ τοῦτο ἐλθόντας. Ἐπειδὴ γὰρ τοῦτο ἐμαρτύρησε | |
40 | Θεσσαλωνικεῦσιν, ὅτι αὐθαίρετοι μετὰ πολλῆς παρα‐ κλήσεως ἥψαντο τῆς ἐλεημοσύνης, βούλεται καὶ τού‐ των δεῖξαι τὸ κατόρθωμα τοῦτο ὄν. Διὸ εἶπεν· Οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν· καὶ οὐχὶ, Ἐνήρξασθε, ἀλλὰ, Προενήρξασθε ἀπὸ πέρυσι. | |
45 | Ἐπὶ ταῦτα οὖν ὑμᾶς παρακαλῶ, ἐφ’ ἃ ἑαυτοὺς φθά‐ σαντες διηγείρατε μετὰ προθυμίας ἁπάσης. Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπετελέσατε. Οὐκ εἶπεν, Ἐποιή‐ σατε, ἀλλ’, ἐπεθήκατε τέλος. Ὅπως καθάπερ ἡ προθυμία ἐκ τοῦ θέλειν, οὕτω καὶ τὸ ποιῆσαι | |
61.518(50) | ἐκ τοῦ ἔχειν. Ἵνα μὴ μέχρι προθυμίας στῇ τὸ καλὸν τοῦτο κατόρθωμα, ἀλλὰ καὶ τὸν ἀπὸ τῶν ἔργων λάβῃ μισθόν· εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ’ ὃ ἂν ἔχῃ τις, εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει. | |
Ὅρα σοφίαν ἄφατον. Δείξας τοὺς ὑπὲρ δύναμιν | 517 | |
61.519 | ποιοῦντας, τοὺς Θεσσαλονικέας λέγω, καὶ ἐπαινέσας αὐτοὺς ἐπὶ τούτῳ, καὶ εἰπὼν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι καὶ ὑπὲρ δύναμιν· ἐπειδὴ κατὰ δύναμιν παρα‐ καλεῖ μόνον, ἀφεὶς τὸ ὑπόδειγμα ἐργάσασθαι τὸ | |
5 | ἑαυτοῦ· ᾔδει γὰρ, ὅτι οὐχ οὕτω παραίνεσις, ὡς ζῆλος ἐγείρει πρὸς τὴν τῶν ὁμοίων μίμησιν· διό φησιν· Εἰ γὰρ ἡ προθυμία πρόκειται, καθ’ ὃ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει. Μὴ φοβηθῇς, φησὶν, ἐπειδὴ ἐκεῖνα εἴρηκα· τῆς γὰρ ἐκείνων φιλο‐ | |
10 | τιμίας ἐγκώμιον τὸ εἰρημένον· ὁ δὲ Θεὸς τὰ κατὰ δύναμιν ἀπαιτεῖ, καὶ καθ’ ὃ ἔχει τις, οὐ καθ’ ὃ οὐκ ἔχει. Τὸ γὰρ, Εὐπρόσδεκτος, ἐνταῦθα τὸ, Ἀπαιτεῖ‐ ται, δηλοῖ. Καὶ σφόδρα λιπαίνει, τούτῳ θαῤῥῶν τῷ ὑποδείγματι, καὶ τῷ δοῦναι ἐξουσίαν μᾶλλον ἐφελκό‐ | |
15 | μενος· διὸ καὶ ἐπήγαγεν, Οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν δὲ θλῖψις. βʹ. Καίτοιγε ὁ Χριστὸς τοὐναντίον ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστε‐ ρήματος ἔδωκεν. Ἀλλ’ ἐπειδὴ Κορινθίοις διελέγετο, | |
20 | ἔνθα ᾑρεῖτο λιμώττειν· Καλὸν γάρ μοι μᾶλλον τὸ ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· διὰ τοῦτο συμμεμετρημένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν μὲν τοὺς ὑπὲρ δύναμιν, οὐκ ἀναγκάζων δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, | |
25 | ἀλλ’ ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωμιάζει, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους [αὐτῶν] πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ ὅτι ὑπὲρ δύναμιν ἔδωκαν; | |
30 | οὐκ εὔδηλον, ὅτι καὶ τούτους εἰς ταῦτα ἐνάγων; Ὥσ‐ τε εἰ καὶ δοκεῖ τὰ ἐλάττονα συγχωρεῖν· ἵνα δι’ ἐκεί‐ νων ἐπὶ ταῦτα ἀναβιβάσῃ, τοῦτο ποιεῖ. Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευά‐ ζει. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Τὸ ὑμῶν περίσ‐ | |
35 | σευμα εἰς τὸ ἐκείνων ὑστέρημα. Οὐ γὰρ τοῖς εἰ‐ ρημένοις μόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν ἐντολήν. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀντιδόσεως πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ μείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, | |
40 | λέγων· Ἵνα γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα. Τί δέ ἐστιν ὅ φησι; Κομᾶτε χρήμασιν ὑμεῖς· κομῶ‐ σιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν. Δότε τοίνυν αὐτοῖς ἀφ’ ὧν περισσεύετε χρημάτων, ἐκεῖνοι | |
45 | δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ’ ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑμεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναμιν, καὶ τὸ ἐκ τοῦ ὑστερήματος διδόναι κατεσκεύασε λανθανόντως. Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύματος λαβεῖν, ἐκ τοῦ περισ‐ | |
61.519(50) | σεύματος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήματος παρέξεις, καὶ ὑπὲρ δύναμιν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαι‐ | |
55 | νόμενον ἐπάγων καὶ λέγων· Ὅπως γένηται ἰσότης | Column end |
61.520 | ἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύματα ἀντιδιδόντων ὑμῶν κἀκείνων, καὶ τὰ ὑστερήματα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευ‐ ματικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· | |
5 | πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι μόνον. Διὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπ‐ ήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήματα, καὶ | |
10 | δεικνὺς, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἐν πλείονι οἱ πνευματικοὶ ὑπεροχῇ. Ἐντεῦθεν μὲν γὰρ πολλῆς ἅπαντες ἀπολαύομεν ἰσοτιμίας· τότε δὲ πολλὴ διάκρισις, καὶ μεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαμ‐ πόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ | |
15 | διδόντας μόνον, ἀλλὰ καὶ ἀντιλαμβάνοντας μείζονα, καὶ ἑτέρωθεν βούλεται κατασκευάσαι τὴν προθυμίαν αὐτῶν, δεικνὺς ὅτι οὐδ’ εἰ μὴ μεταδοῖεν ἑτέροις, ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες. Καὶ παρ‐ άγει παλαιὰν ἱστορίαν, οὕτω λέγων· Καθὼς γέγρα‐ | |
20 | πται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλί‐ γον, οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ μάννα γέ‐ γονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ μέτρον εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ | |
25 | καὶ φοβῶν αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ μη‐ δαμοῦ τοῦ πλείονος ἐφίεσθαι πείθων, μηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόμενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων, οὐκ ἐπὶ τοῦ μάννα μόνον. Εἰ γὰρ ἅπαντες μίαν γαστέρα πλη‐ | |
30 | ροῦμεν, καὶ τὸν αὐτὸν χρόνον ζῶμεν, καὶ ἓν σῶμα περιβαλλόμεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέμεις πενίαν; τί δὲ διώκεις πλοῦτον; Δέδοικα, φησὶ, μὴ ἀναγκασθῶ ἐπὶ | |
35 | τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ εὐχομένων τοῦτο ἀκούω συνεχῶς, καὶ λεγόντων, Μή με ἀφῇς ἐν χρείᾳ ἀνθρώπων καταστῆ‐ ναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος. Καθ’ ἑκάστην γὰρ ἡμέραν, καὶ ἐν | |
40 | ἅπασιν, ὡς εἰπεῖν, ἐν χρείᾳ ἀλλήλων καθεστήκαμεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωμένης ταυτὶ τὰ ῥήματα, καὶ οὐ διαγινωσκούσης σαφῶς τὴν τῶν πραγμάτων φύσιν. Οὐχ ὁρᾷς, ὅτι πάντες ἀλλήλων χρῄζομεν; ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειρο‐ | |
45 | τέχνης τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦ‐ λος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργα‐ ζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος· καὶ γὰρ ὁ λαμβάνων ἐλεημοσύνην, με‐ | |
61.520(50) | γίστην χρείαν πληροῖ, καὶ πάντων μείζονα. Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέ‐ ρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρή‐ ματα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων ἀχρηστότερος εἶ‐ ναι πένης, οὗτος ἁπάντων ἐστὶ χρησιμώτερος. Εἰ δὲ | |
55 | τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ’ οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ὀφρῦν ἀνεσπασμένην. Τί ἄλλον δια‐ βάλλων ἐπ’ ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις τῇ κατ‐ | |
ηγορίᾳ ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν τὸ μὴ φέρειν | 519 | |
61.521 | ὑπερηφάνου ψυχῆς φύσημα. Τί δὲ τὰ μηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέμεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐν πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ | |
5 | εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις. γʹ. Οὕτως ἀγνοεῖς ὅπερ εὔχῃ, χρήματα μὲν αἰτῶν ὑπὲρ τοῦ μηδενὸς δεῖσθαι· ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυ‐ | |
10 | ρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι. Εἰ γὰρ βούλει μηδενὸς σφόδρα δεῖσθαι, εὔ‐ χου πενίαν· πένης μὲν γὰρ ὢν, κἄν τινος δεηθῇς, ὑπὲρ ἄρτου δεήσῃ μόνον ἢ ἱματίου· πλουτῶν δὲ, καὶ ὑπὲρ ἀγρῶν, καὶ ὑπὲρ οἰκιῶν, καὶ ὑπὲρ τελεσμάτων, | |
15 | καὶ ὑπὲρ μισθωμάτων, καὶ ὑπὲρ ἀξιώματος, καὶ ὑπὲρ ἀσφαλείας, καὶ ὑπὲρ δόξης, καὶ ὑπὲρ ἀρχόντων χρείαν ἕξεις· οὐ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ὑπο‐ τεταγμένων ἐκείνοις, καὶ τῶν ἐν πόλει, καὶ τῶν ἐν ἀγροῖς, καὶ ἐμπόρων καὶ καπήλων. Ὁρᾶτε ὅτι ἀνοίας | |
20 | ἐσχάτης ταυτὶ τὰ ῥήματα; Ὅλως γὰρ εἰ φρικτὸν εἶ‐ ναί σοι δοκεῖ τὸ χρῄζειν τινός· καθόλου μὲν οὐ δυνα‐ τὸν ἀπαλλαγῆναι τούτου· εἰ δὲ θέλεις τὸν ὄχλον φυ‐ γεῖν, ἔξεστι γὰρ, ἐπὶ τὸν ἀκύμαντον τῆς πενίας κατα‐ φυγὼν λιμένα, τὸν πολὺν τῶν πραγμάτων ὄχλον περί‐ | |
25 | κοψον, καὶ μηδὲν αἰσχρὸν τοῦτο νόμιζε τὸ δεῖσθαι ἑτέρου· τῆς γὰρ ἀφάτου σοφίας τοῦ Θεοῦ τοῦτο γέ‐ γονεν ἔργον. Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς· εἰ αὐτ‐ άρκεις ἦμεν, οὐκ ἦμεν ἂν θηρία ἀτίθασσα; Βίᾳ οὖν | |
30 | καὶ ἀνάγκῃ ἡμᾶς ὑπέταξεν ἀλλήλοις ὁ Θεὸς, καὶ καθ’ ἑκάστην συγκρουόμεθα ἀλλήλοις ἡμέραν. Καὶ εἰ τοῦτον περιεῖλε τὸν χαλινὸν, τίς ἂν ταχέως ἠράσθη τῆς τοῦ πλησίον φιλίας; Μηδὲ τοῦτο οὖν νομίζωμεν εἶναι αἰσχρὸν, μηδὲ ἀπευχώμεθα καὶ λέγωμεν, Μὴ | |
35 | δῷς ἡμᾶς ἐν χρείᾳ τινὸς καταστῆναι· ἀλλ’ εὐχώμεθα λέγοντες· Μὴ ἀφῇς, ἐν χρείᾳ καταστάντων ἡμῶν, ἀνανεῦσαι τοὺς δυναμένους ἡμᾶς ὠφελεῖν. Οὐ τὸ ἐν χρείᾳ ἑτέρων καταστῆναι, ἀλλὰ τὸ ἁρπάζειν τὰ ἑτέ‐ ρων, φορτικόν. Νῦν δὲ ὑπὲρ μὲν ἐκείνων οὐδέποτε | |
40 | εὐξάμεθα, οὐδὲ εἴπομεν· Μὴ δῷς μοι ἐπιθυμῆσαι τῶν ἀλλοτρίων· τὸ δὲ ἐν χρείᾳ καταστῆναι, τοῦτο δοκεῖ ἀπευκταῖον εἶναι. Καίτοι Παῦλος ἐν χρείᾳ κατέστη πολλάκις, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ἐκαλλωπίζετο καὶ ἐνεκωμίαζε τοὺς διακονησαμένους, λέγων· Ὅτι | |
45 | καὶ ἅπαξ καὶ δὶς ἐν ταῖς χρείαις μου ἐπέμψατε· καὶ πάλιν· Ἄλλας, Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν. Οὐ τοίνυν ἐλευθερίας ἐστὶ τὸ ταῦτα αἰσχύνεσθαι, ἀλλὰ μαλα‐ κίας καὶ βαναύσου ψυχῆς καὶ ἀνοήτου. Καὶ γὰρ τῷ | |
61.521(50) | Θεῷ δοκεῖ χρείαν ἡμᾶς ἀλλήλων ἔχειν. Μὴ τοίνυν φιλοσόφει πέρα τοῦ μέτρου. Ἀλλ’ οὐ δύναμαι, φη‐ σὶν, ἐνεγκεῖν ἄνθρωπον παρακαλούμενον πολλάκις, καὶ οὐκ εἴκοντα. Καὶ πῶς σε οἴσει ὁ Θεὸς παρακα‐ λούμενον ὑπ’ αὐτοῦ, καὶ οὐ πειθόμενον, καὶ παρακα‐ | |
55 | λούμενον ὑπὲρ τῶν σοι συμφερόντων; Ὑπὲρ γὰρ Χρι‐ | Column end |
61.522 | στοῦ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακα‐ λοῦντος δι’ ἡμῶν· καταλλάγητε τῷ Θεῷ. Καὶ μέν‐ τοι δοῦλος αὐτοῦ, φησὶν, εἰμί. Καὶ τί τοῦτο; Ὅταν γὰρ σὺ μὲν μεθύῃς ὁ δοῦλος, ἐκεῖνος δὲ πεινᾷ ὁ δε‐ | |
5 | σπότης, καὶ μηδὲ τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς, τί σου τὸ τῆς δουλείας ὄνομα προστήσεται; Τοῦτο μὲν οὖν αὐτό σε καὶ βαρήσει μειζόνως, ὅταν μὲν σὺ ἐν τριωφόροις μένῃς, ἐκεῖνος δὲ μηδὲ χρη‐ στῆς μετέχῃ στέγης· ὅταν σὺ μὲν ἐν ἁπαλαῖς στρω‐ | |
10 | μναῖς, ἐκεῖνος δὲ μηδὲ προσκεφάλαιον ἔχῃ. Ἀλλ’ ἔδωκα, φησίν. Ἀλλ’ οὐ χρὴ διαλιμπάνειν ταῦτα ποιοῦντα. Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς· ἕως δ’ ἂν ἔχῃς, κἂν μυ‐ ρίοις ᾖς δεδωκὼς, ὦσι δὲ ἕτεροι πεινῶντες, οὐδεμία | |
15 | σοι ἀπολογία. Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιμὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν; Δωρεὰν ἐκελεύσθης διδόναι τῷ πεινῶντι, σὺ δὲ οὐδὲ μετὰ συμμέτρου δίδως τιμῆς· αὐτὸς διὰ σὲ τὴν τοσαύτην | |
20 | δόξαν ἐκένωσε, σὺ δὲ αὐτὸν οὐδὲ ἄρτου ἀξιοῖς· ἀλλ’ ὁ μὲν κύων ἐμπέπλησται, ὁ δὲ Χριστὸς λιμῷ τήκεται· καὶ ὁ μὲν οἰκέτης διαῤῥήγνυται ὑπὸ πλησμονῆς, ὁ δὲ σὸς κἀκείνου Δεσπότης ἀναγκαίας ἀπορεῖ τροφῆς. Καὶ ποῦ ταῦτα φίλων τὰ πράγματα; Καταλλάγητε | |
25 | τῷ Θεῷ· ταῦτα γὰρ ἐχθρῶν ἐστι καὶ ἐκπεπολεμωμέ‐ νων. Αἰσχυνθῶμεν τοίνυν ὅσα εὐεργετήθημεν, ὅσα εὐεργετεῖσθαι μέλλομεν· κἂν προσέλθῃ πένης δεόμε‐ νος, μετὰ πολλῆς αὐτὸν δεχώμεθα τῆς εὐνοίας, παρα‐ καλοῦντες, ἀνιστῶντες τῷ λόγῳ, ἵνα καὶ αὐτοὶ τῶν | |
30 | αὐτῶν τύχωμεν καὶ παρὰ τοῦ Θεοῦ, καὶ παρὰ τῶν ἀνθρώπων. Ὅσα γὰρ ἐὰν θέλητε ἵνα ποιήσωσιν ὑμῖν, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπ‐ αχθὲς οὗτος ὁ νόμος ἔχει. Ἃ θέλεις πάσχειν, ταῦτα | |
35 | ποίει, φησίν· ἴση ἡ ἀντίδοσις. Καὶ οὐκ εἶπεν· Ἃ μὴ θέλετε πάσχειν, μηδὲ ποιεῖτε· ἀλλὰ τὸ πλέον. Ἐκεῖνο μὲν γὰρ ἀποχὴ κακῶν, τοῦτο δὲ ἐργασία καλῶν, κἀ‐ κείνῳ τοῦτο συμπεριείληπται. Καὶ οὐκ εἶπε· Ταῦτα καὶ ὑμεῖς θέλετε, ἀλλὰ, Ποιεῖτε αὐτοῖς. Καὶ τί τὸ | |
40 | κέρδος; Οὗτός ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ἐλεεῖσθαι βούλει; οὐκοῦν ἐλέει. Συγγνώμης θέλεις τυχεῖν; οὐκοῦν μεταδίδου. Βούλει μὴ ἀκούειν κα‐ κῶς; οὐκοῦν μηδὲ κακῶς λέγε. Ἐπιθυμεῖς ἐπαινεῖ‐ σθαι, οὐκοῦν ἐγκωμίαζε. Θέλεις μὴ πλεονεκτεῖσθαι; | |
45 | οὐκοῦν μὴ ἅρπαζε. Εἶδες πῶς ἔδειξε φυσικὸν ὂν τὸ καλὸν, καὶ οὐ δεομένους νόμων τῶν ἔξωθεν ἡμᾶς, οὐδὲ διδασκάλων; Ἐν οἷς γὰρ θέλομεν παθεῖν, ἢ μὴ παθεῖν παρὰ τῶν πλησίον, νομοθετοῦμεν ἡμῖν ἑαυ‐ τοῖς. Ὥστε ἂν ἐθέλῃς μὲν μὴ παθεῖν, ποιῇς δὲ, ἢ θέ‐ | |
61.522(50) | λῃς μὲν παθεῖν, μὴ ποιῇς δὲ, αὐτοκατάκριτος γέ‐ γονας, καὶ οὐδεμιᾶς λοιπὸν ἀπολαύεις ἀπολογίας ὡς ἀγνοῶν καὶ οὐκ εἰδὼς τὰ πρακτέα. Διὸ, παρακαλῶ, τοῦτον ἐν ἑαυτοῖς δι’ ἑαυτοὺς ἀναστήσαντες τὸν νόμον. καὶ ταῦτα ἀναγινώσκοντες τὰ γράμματα τὰ σαφῆ | |
55 | καὶ σύντομα, τοιοῦτοι περὶ τοὺς πλησίον γινώμεθα, | |
οἵους περὶ ἡμᾶς αὐτοὺς εἶναι βουλόμεθα, ἵνα καὶ τῆς | 521 | |
61.523 | παρούσης ἀπολαύσωμεν ἀδείας, καὶ τῶν μελ‐ λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρω‐ | |
πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ | Column end | |
61.524 | Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.523(4) | ΟΜΙΛΙΑ ΙΗʹ. | |
5 | Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου αʹ. Πάλιν ἐπαινεῖ τὸν Τίτον. Ἐπειδὴ γὰρ περὶ ἐλεη‐ μοσύνης διελέχθη, διαλέγεται λοιπὸν καὶ περὶ τῶν μελλόντων ὑποδέχεσθαι παρ’ αὐτῶν τὰ χρήματα, καὶ | |
10 | ἀποκομίζειν αὐτά. Τοῦτο γὰρ συνεβάλλετο πρὸς τὴν συλλογὴν ταύτην, καὶ πρὸς τὸ μείζω ποιῆσαι τὴν προθυμίαν τῶν εἰσφερόντων. Ὁ γὰρ θαῤῥῶν ὑπὲρ τοῦ διακονουμένου, καὶ μὴ ὑποπτεύων τοὺς ὑποδεχο‐ μένους, μετὰ πλείονος τῆς δαψιλείας ἐπιδίδωσιν. Ὅπερ | |
15 | ἵνα καὶ τότε γένηται, ἄκουσον πῶς συνίστησι τοὺς ἐπὶ τοῦτο ἀφικομένους, ὧν ἦν πρῶτος Τίτος. Διὸ καί φησι, Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπου‐ δὴν ἐν τῇ καρδίᾳ Τίτου. Τί ἐστι, Τὴν αὐτήν; Ἥν‐ περ καὶ ὑπὲρ Θεσσαλονικέων εἶχεν, ἢ τὴν αὐτὴν | |
20 | ἐμοί. Καὶ σκόπει σύνεσιν· τοῦ Θεοῦ δεικνὺς ἔργον τοῦτο ὂν, καὶ εὐχαριστεῖ τῷ δεδωκότι, ὥστε καὶ ταύ‐ τῃ προτρέψαι. Εἰ γὰρ ὁ Θεὸς αὐτὸν διήγειρε, καὶ ἀπ‐ έστειλε πρὸς ὑμᾶς, αὐτὸς αἰτεῖ δι’ ἐκείνου. Μὴ τοί‐ νυν νομίσητε ἀνθρώπινον εἶναι τὸ γεγενημένον. Καὶ | |
25 | πόθεν δῆλον ὅτι ὁ Θεὸς αὐτὸν προέτρεψεν; Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπ‐ άρχων, αὐθαίρετος ἐξῆλθεν. Ὅρα πῶς καὶ αὐτὸν δείκνυσι τὰ αὑτοῦ πληροῦντα, ἑτέρων μὴ δεηθέντα. Καὶ εἰπὼν τοῦ Θεοῦ τὴν χάριν, οὐκ ἀφίησι τοῦ Θεοῦ | |
30 | τὸ πᾶν εἶναι, πάλιν ἵνα καὶ ταύτῃ εἰς πλείονα ἐπι‐ σπάσηται αὐτοὺς ἀγάπην, εἰπὼν ὅτι καὶ οἴκοθεν ἐγήγερται. Σπουδαιότερος γὰρ ὑπάρχων, αὐθαίρε‐ τος ἐξῆλθεν, ἥρπασε τὸ πρᾶγμα, ἐπεπήδησε τῷ θη‐ σαυρῷ, οἰκείαν ἐνόμισεν ὠφέλειαν τὴν ὑμετέραν δια‐ | |
35 | κονίαν καὶ τῷ σφόδρα ὑμᾶς φιλεῖν, οὐδὲ ἐδεήθη τῆς παρ’ ἐμοῦ παρακλήσεως, ἀλλὰ παρεκλήθη μὲν καὶ ὑπ’ ἐμοῦ, οὐ μέντοι ἐντεῦθεν διηγέρθη, ἀλλ’ οἴκο‐ θεν καὶ ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ | |
40 | Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ τίς οὗτός ἐστιν ὁ ἀδελφός; Τινὲς μὲν τὸν Λου‐ κᾶν· καί φασι, διὰ τὴν ἱστορίαν ἥνπερ ἔγραψε· τινὲς δὲ τὸν Βαρνάβαν· καὶ γὰρ τὸ ἄγραφον κήρυγμα εὐ‐ αγγέλιον καλεῖ. Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν | |
45 | τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρί‐ ζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον· Τῷ γὰρ μὴ εὑρεῖν Τίτον τὸν | |
61.523(50) | ἀδελφόν μου, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου)· καὶ ἀπὸ τῆς ἀγάπης τῆς εἰς αὐτοὺς (Τὰ γὰρ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶ, φησὶ, πρὸς ὑμᾶς), καὶ ἀπὸ τῆς περὶ τὸ πρᾶγμα σπουδῆς (Αὐθ‐ | |
αίρετος γὰρ, φησὶν, ἐξῆλθε)· τούτους δὲ οὔτε ὁμοίως | Column end | |
61.524(5) | συνίστησιν, οὔτε ὀνομαστὶ τίθησι; τί οὖν ἔστιν εἰπεῖν; Ἴσως ἀγνοοῦντες ἦσαν αὐτούς· διόπερ οὐκ ἐμφιλοχωρεῖ τοῖς ἐγκωμίοις, ἐπειδὴ μηδέπω πεῖραν αὐτῶν εἰλήφεισαν, ἀλλὰ τοσοῦτον λέγει, ὅσον εἰς σύστασιν αὐτοῖς ἤρκει μόνον καὶ τὸ φυγεῖν τὴν πονη‐ | |
10 | ρὰν ὑποψίαν. Πλὴν ἀλλ’ ἴδωμεν πόθεν καὶ αὐτὸν τοῦτον ἐγκωμιάζει. Πόθεν οὖν ἐγκωμιάζει; Πρῶτον ἀπὸ τοῦ κηρύγματος ἐπαινῶν, οὐχ ὅτι ἐκήρυττε μό‐ νον, ἀλλ’ ὅτι καὶ ὡς ἐχρῆν, καὶ μετὰ τῆς προσηκού‐ σης σπουδῆς. Οὐ γὰρ εἶπεν, ὅτι κηρύττει καὶ εὐαγ‐ | |
15 | γελίζεται, ἀλλ’ ὅτι, Οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ. Καὶ ἵνα μὴ δόξῃ κολακεύειν αὐτὸν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλ’ ὁλοκλήρους Ἐκκλησίας ἄγει μαρτυρούσας αὐτῷ, λέγων· Διὰ πασῶν τῶν Ἐκκλησιῶν. Εἶτα καὶ ἀπὸ τῆς κρίσεως τῶν χειρο‐ | |
20 | τονησάντων αἰδέσιμον αὐτὸν ποιεῖ· οὐ μικρὸν δὲ καὶ τοῦτο. Διά τοι τοῦτο εἰπὼν, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, ἐπήγα‐ γεν· Οὐ μόνον δέ. Τί ἐστιν, Οὐ μόνον δέ; Οὐ μό‐ νον ἀπὸ τούτου, φησὶν, ἐστὶν αἰδέσιμος, ὅτι κηρύττων | |
25 | εὐδοκιμεῖ, καὶ ἐπαινεῖται παρὰ πάντων, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν σὺν ἡμῖν. Ὅθεν μοι δοκεῖ τὸν Βαρνάβαν αἰνίττεσθαι. Καὶ πολὺ τὸ ἀξίωμα αὐτοῦ σημαίνει· δείκνυσι γὰρ καὶ ἐπὶ τίνι κεχειροτόνητο. Συνέκδημος γὰρ ἡμῶν, φησὶ, σὺν | |
30 | τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν. Εἶδες ὅσα αὐτοῦ τὰ ἐγκώμια; Εὐαγγελιζόμενος ἔλαμψε, καὶ τὰς Ἐκκλησίας ἔσχεν ἐπὶ τούτῳ μαρτυρούσας πάσας· ἐχειροτονήθη ὑφ’ ἡμῶν, καὶ ἐφ’ οἷς Παῦλος, καὶ πανταχοῦ κοινωνὸς αὐτῷ γέγονε, καὶ κατὰ τοὺς | |
35 | πειρασμοὺς καὶ κατὰ τοὺς κινδύνους· τὸ γὰρ ὄνομα τῆς ἐκδημίας τοῦτο αἰνίττεται. Τί δέ ἐστι, Σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν; Ὥστε τὸν λόγον καταγγέλλειν, φησὶ, καὶ τὸ Εὐαγγέλιον κηρύττειν· ἢ ὥστε καὶ πρὸς τὰ χρήματα ὑπηρετήσα‐ | |
40 | σθαι· μᾶλλον δὲ, πρὸς ἀμφότερά μοι δοκεῖ λέγειν. Εἶτα ἐπάγει· Πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠξιώσαμεν, φησὶ, χειροτονηθῆναι αὐτὸν μεθ’ ἡμῶν, καὶ εἰς τὸ ἔργον τοῦτο προχειρισθῆναι, ὥστε οἰκονό‐ | |
45 | μον γενέσθαι τῶν ἱερῶν χρημάτων καὶ διάκονον (οὐ‐ δὲ γὰρ τοῦτο μικρὸν ἦν· Ἐπισκέψασθε γὰρ, φη‐ σὶν, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά)· καὶ ἐχειροτονήθη ὑπὸ τῶν Ἐκκλησιῶν, καὶ ψῆφος τοῦ δήμου παντὸς ἐγένετο. Τί ἐστιν, Εἰς τὴν αὐτοῦ τοῦ | |
61.524(50) | Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν; Ἵνα καὶ Θεὸς δοξάζηται, καὶ ὑμεῖς προθυμότεροι γίνησθε, τῶν ὑπο‐ δεχομένων τὰ χρήματα ταῦτα δοκίμων ὄντων, καὶ οὐδενὸς ψευδῆ τινα ὑποψίαν κατ’ αὐτῶν τεκεῖν δυνα‐ | |
μένου. | 523 | |
61.525 | βʹ. Διὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τού‐ του ἕτερον. Εἶτα ἑρμηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν | |
5 | δόξαν τοῦ Κυρίου καὶ προθυμίαν ὑμῶν, ἐπήγα‐ γε· Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν. Τί ποτέ ἐστι τὸ λεγόμενον; Ἄξιον τῆς ἀρετῆς Παύ‐ λου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεμονίαν ἐμφαῖνον καὶ | |
10 | τὴν συγκατάβασιν. Ἵνα γὰρ μή τις ἡμᾶς ὑποπτεύ‐ σῃ, φησὶ, μηδὲ τὸν τυχόντα μῶμον καθ’ ἡμῶν σχῇ, ὡς νοσφιζομένων ἐκ τῶν ἐγχειριζομένων ἡμῖν χρη‐ μάτων, διὰ τοῦτο τοιούτους ἐπέμψαμεν, καὶ οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς ἀπαλλάτ‐ | |
15 | τει πάσης ὑποψίας αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου, οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίμους, καὶ δι’ αὐτὸ τοῦτο χειροτονηθῆναι, ἵνα μὴ ὑποπτεύωνται. Καὶ οὐκ εἶπε, Μὴ ὑμεῖς μωμήση‐ σθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι’ αὐτοὺς τοῦτο | |
20 | ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν· ἀλλ’ ὅμως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ’ ἑτέρως φησὶ, Στελλόμενοι τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν | |
25 | λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν· καὶ μετ’ ἐγκωμίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶ‐ σθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούμενος αὐτούς φησι, | |
30 | πολλὰ τὰ χρήματα τὰ ὑφ’ ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρημάτων, ἱκανὸν τοῖς πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπ‐ εδειξάμεθα τὴν ἀσφάλειαν. Προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον | |
35 | ἀνθρώπων. Τί ἴσον Παύλου γένοιτ’ ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολ‐ λύσθω καὶ οἰμωζέτω ὁ βουλόμενος τοιοῦτόν τι ὑπο‐ πτεύειν· ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων· ἀλλ’ ὅσῳ ἀσθε‐ | |
40 | νέστεροι ἦσαν, τοσούτῳ συγκατέβαινε μᾶλλον. Τῷ γὰρ κάμνοντι οὐκ ἀγανακτεῖν, ἀλλὰ βοηθεῖν χρή. Καίτοι γε τίνος ἁμαρτήματός ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας; Οὐδὲ γὰρ, εἰ δαίμων τις ἦν, ὑπώπτευσεν ἂν τὸν μακάριον ἐκεῖνον εἰς | |
45 | τὴν διακονίαν ταύτην. Ἀλλ’ ὅμως καὶ τοσοῦτον ἀπ‐ έχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν βουλομένοις· καὶ οὐ μόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ μώμους | |
61.525(50) | καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ πάλιν καὶ ἕτερον προστίθησι, καὶ τοῦτον μετ’ ἐγκωμίου καὶ τῆς αὐτοῦ ψήφου καὶ πολλῶν ἑτέρων μαρτύρων. Ὃν ἐδοκιμάσαμεν, φησὶν, ἐν πολλοῖς | |
55 | πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπου‐ | Column end |
61.526 | δαιότερον. Ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει· καὶ ὃ περὶ Τίτου ἔλεγεν, ὅτι Σπουδαιότε‐ ρος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ | |
5 | τούτου, εἰπὼν, Νῦν δὲ πολὺ σπουδαιότερον· σπέρ‐ ματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συν‐ | |
10 | εργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν τυχόντα ποιήσετε· κοινωνὸς γὰρ ἐμός ἐστι. Καὶ | |
15 | δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ’ αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνε‐ σθαι. Ἀλλ’ ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑμᾶς συνεργός. Οὐχ ἁπλῶς | |
20 | συνεργὸς, ἀλλ’ ἐν τοῖς πρὸς ὑμᾶς, ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑμᾶς· ὅπερ μάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡμῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχου‐ | |
25 | σι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστο‐ λοι Ἐκκλησιῶν· τουτέστιν, ὑπὸ Ἐκκλησιῶν πεμ‐ φθέντες. Εἶτα τὸ μεῖζον ἁπάντων, Δόξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους | |
30 | γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξα‐ σθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορμὰς τῆς περὶ αὐτοὺς εὐνοίας. Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, | |
35 | ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλη‐ σιῶν, ὅτι δόξα Χριστοῦ. γʹ. Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκό‐ σμησεν, ἀφ’ ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς | |
40 | ἀγάπης. Ἀλλ’ ἐπειδὴ οὐδέπω γνώριμοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκ‐ κλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, | |
45 | εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε, φησὶ, πῶς μὲν ἡμᾶς ἀγαπᾶτε, πῶς δὲ ἡμεῖς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ καυχώμεθα ἐν ὑμῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστε‐ ρον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν | |
61.526(50) | Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ, τῶν Ἐκκλησιῶν, εἰς τιμήν. Ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας Ἐκκλησίας ἐτιμήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει μόνον ἡ τιμὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέμψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ | |
55 | Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονου‐ | 525 |
61.527 | μένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφη‐ μίας. Εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καὶ γὰρ μεγάλη ἡ δύναμις τῆς συνόδου, ἤγουν τῶν Ἐκκλησιῶν. Σκόπει πῶς μεγάλη ἦν ἡ | |
5 | δύναμις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ στόμα ἠνέῳξεν· ἡ τούτων ψῆφος, οὐχ ὡς ἔτυχε, καὶ τοὺς ἐπὶ τὰς πνευματικὰς ἀρχὰς ἐρχομένους κατακοσμεῖ. Διά τοι τοῦτο καὶ ὁ μέλλων χειροτονεῖν καὶ τὰς ἐκεί‐ | |
10 | νων εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται, καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ μεμυημένοι· οὐ γὰρ δὴ θέμις ἐπὶ τῶν ἀμυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχομένου· οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων· ὁμοίως | |
15 | γὰρ πάντες ἀξιούμεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ μὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόμε‐ νος, καὶ θέμις οὐκ ἦν τῷ λαῷ μετέχειν ὧν μετεῖχεν ὁ ἱερεύς. Ἀλλ’ οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶμα πρό‐ κειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ | |
20 | τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων, ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ’ αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες μίαν λέγουσιν εὐχὴν, εὐχὴν τὴν ἐλέου γέμουσαν. Πάλιν ἐπειδὰν εἴρξωμεν τῶν ἱερῶν περι‐ | |
25 | βόλων τοὺς οὐ δυναμένους τῆς ἱερᾶς μετασχεῖν τρα‐ πέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁμοίως ἐπ’ ἐδάφους κείμεθα, καὶ πάντες ὁμοίως ἀνιστάμεθα. Ὅταν εἰρήνης πάλιν μεταλαμβάνειν καὶ μεταδιδόναι δέῃ, πάντες ὁμοίως ἀσπαζόμεθα. | |
30 | Ἐπ’ αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς | |
35 | ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συν‐ τιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ’ αὐτῶν τῶν Χερουβὶμ καὶ τῶν ἄνω δυνάμεων, κοινῆ | |
40 | τοὺς ἱεροὺς ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρ‐ χομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτω‐ | |
45 | μεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκ‐ κλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατα‐ σκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχομένους κοινωνοὺς | |
61.527(50) | τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν. Οὐ γὰρ ἀρχόντων τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχομένων δουλοπρέ‐ | |
55 | πεια, ἀλλὰ ἀρχὴ πνευματικὴ, τούτῳ μάλιστα πλεον‐ | |
εκτοῦσα, τῷ τὸ πλέον τῶν πόνων καὶ τῆς ὑπὲρ ὑμῶν | Column end | |
61.528 | ἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιμὰς πλείους ἐπιζη‐ τεῖν. Καὶ γὰρ ὡς μίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰ‐ κεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισμα ἕν ἐστι, καὶ τράπεζα μία, καὶ | |
5 | πηγὴ μία, καὶ κτίσις μία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήμεθα, τοσούτων συναγόντων ἡμᾶς; τί διεσπάσ‐ μεθα; Ἀναγκαζόμεθα γὰρ πάλιν τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ’ ἀλλήλων ἐσμὲν ἀπεῤῥηγμένοι, δέον | |
10 | ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν. Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος ὁ μείζων κερδᾶναι δυνήσεται. Εἰ γὰρ Μωϋσῆς παρὰ τοῦ κηδεστοῦ τι τῶν συμφερόν‐ των ἔμαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ | |
15 | συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευματικός; Ἵνα μάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως. Καὶ νῦν, εἰ οὐ λέγει τὰ | |
20 | συμφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων ᾖ, λέγῃ δέ τι τῶν συμφερόντων, κύρωσον τὴν γνώμην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, μὴ ἀτιμάσῃς. Οὐδεὶς γὰρ τούτων ἀφέστηκε τῶν πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ’ οὐκ | |
25 | ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώμην, καὶ ἐπείσθη, καὶ ἀνάγραπτον ἐποίησε, καὶ οὐκ ᾐσχύνθη ταῦτα ἱστορίᾳ παραδοῦναι, τὸν τῶν πολλῶν τῦφον καθαιρῶν. Διὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς χρήσιμον | |
30 | ἐσομένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώ‐ μεθα, ταῦτα πάντως κρατεῖν ἀξιῶμεν· ἀλλ’ ἅπερ ἂν συμφέροντα φανῇ, ταῦτα παρὰ πάντων κυρούσθω. | |
35 | Πολλοὶ γὰρ τῶν ἀμβλυωττόντων πολλὰ συνεῖδον μᾶλ‐ λον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί με καλεῖς εἰς συμβουλὴν, εἰ μὴ ἀκούεις ὃ λέγω; οὐκ ἔστι συμβούλου ταυτὶ τὰ ἐγκλήματα, ἀλλὰ τυράννου. Ὁ γὰρ σύμβουλος εἰ‐ | |
40 | πεῖν τὰ παρ’ αὐτοῦ κύριός ἐστι μόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ’ αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, | |
45 | σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ’ ὅπως ἡ συμφέρουσα γνώμη κρατήσειε, κἂν μὴ παρ’ ἡμῶν εἰσφέρηται. Οὐδὲ γὰρ μικρὸν κερδανοῦ‐ μεν, κἂν μὴ τὰ δέοντα εὕρωμεν, αὐτοὶ τὰ παρ’ ἑτέρων φανέντα δεχόμενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν | |
61.528(50) | ληψόμεθα τὸν μισθὸν, καὶ δόξης δὲ οὕτω μάλιστα ἀπολαύσομεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συμφέροντα εἰπὼν, σοφός· οὕτως ἡμεῖς καταδεξάμενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωμοσύνης καρπωσόμεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία | |
55 | οἰκονομουμένη, μείζονα λήψεται προσθήκην· οὕτω | 527 |
61.529 | καὶ ἡμεῖς τὸν παρόντα βίον ἄριστα οἰκονομήσαντες, | |
τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο | Column end | |
61.530 | πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, | |
καὶ τὰ ἑξῆς. | Column end | |
61.529(3) | ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους | |
5 | περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν. αʹ. Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Πε‐ ριττόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Καὶ οὐ τοῦτο μό‐ νον ἐστὶν αὐτοῦ τὸ συνετὸν, ὅτι τοσαῦτα εἰπὼν, λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ’ ὅτι καὶ | |
10 | πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν τὰ χρήματα ὑποδεξα‐ μένων εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων, ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον | |
15 | τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλ‐ ανθρωπίας καὶ ἐλεημοσύνης. Ἀλλ’ ὅμως, καὶ ἔμ‐ προσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰ‐ | |
20 | σχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων φανῆναι τῆς ὑπο‐ λήψεως καὶ ὑστερεῖσθαι. Οὕτω καὶ ἐπὶ τῆς κατηγο‐ ρίας ποιεῖ πολλάκις, κατὰ παράλειψιν λέγων· καὶ γὰρ μεγάλην ἔχει τὴν ἰσχύν. Ὁ γὰρ δικαστὴς ὁρῶν | |
25 | τὴν μεγαλοψυχίαν τοῦ κατηγόρου, οὐδὲ ὑποπτεύει λοιπόν. Λογίζεται γὰρ, ὅτι ὁ πολλὰ ἐξὸν εἰπεῖν οὐκ εἰπὼν, πῶς ἂν τὰ οὐκ ὄντα πλάσειε; καὶ δίδωσι καὶ μεῖζον ὑποπτεύειν, ἢ εἰπεῖν, καὶ ἤθους χρηστοῦ ὑπόνοιαν περιτίθησιν ἑαυτῷ. Τοῦτο καὶ ἐπὶ τῆς συμ‐ | |
30 | βουλῆς καὶ ἐπὶ τῶν ἐγκωμίων ποιεῖ. Εἰπὼν γὰρ, Περιττόν ἐστι τὸ γράφειν, ὅρα πῶς συμβουλεύει· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἢν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσι. Μέγα μὲν οὖν καὶ τὸ αὐτὸν εἰδέναι· πολλῷ δὲ πλέον καὶ τὸ εἰς ἑτέρους ἐξενεγ‐ | |
35 | κεῖν· μείζονα γὰρ ἔχει τὴν ἰσχύν· οὐ γὰρ ἂν ἠθέ‐ λησαν ἐπὶ τοσοῦτον καταισχυνθῆναι. Εἶδες σύνεσιν προαιρέσεως; Ἀπὸ ἄλλων, τῶν Μακεδόνων, προ‐ έτρεψε. Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς | |
40 | Μακεδονίας. Προέτρεψεν ἀπ’ αὐτῶν· Οἵτινες γὰρ, φησὶν, οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν προ‐ ενήρξασθε ἀπὸ πέρυσι. Προέτρεψεν ἀπὸ τοῦ Κυρίου· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυ‐ ρίου ἡμῶν, ὅτι δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος | |
45 | ὤν. Πάλιν ἐπὶ τὸ ἰσχυρὸν κεφάλαιον καταφεύγει, τὸ ἀφ’ ἑτέρων. Ζηλότυπον γὰρ τὸ τῶν ἀνθρώπων γένος. Καὶ ἔδει μὲν τὸ τοῦ Κυρίου ὑπόδειγμα μᾶλλον αὐ‐ τοὺς ἐφελκύσασθαι, καὶ μετ’ ἐκεῖνο, τὸ τῆς ἀντιδό‐ σεως· ἀλλ’ ἐπειδὴ ἀσθενέστεροι ἦσαν, τούτῳ μᾶλλον | |
61.529(50) | ἐφέλκεται. Οὐδὲν γὰρ τοσοῦτον, ὅσον ὁ ζῆλος ποιεῖ. Σκόπει δὲ πῶς αὐτὸ καὶ καινοτέρως εἰσάγει. Οὐ γὰρ | |
εἶπε, Τούσδε μιμήσασθε· ἀλλὰ τί; Ὁ ἐξ ὑμῶν ζῆλος | Column end | |
61.530(4) | ἠρέθισε τοὺς πλείονας. Τί λέγεις; πρὸ μικροῦ | |
5 | ἔλεγες, ὅτι αὐτεπάγγελτοι, μετὰ πολλῆς τῆς παρα‐ κλήσεως δεόμενοι ἡμῶν· πῶς οὖν Ὁ ἐξ ὑμῶν ζῆλος; Ναὶ, φησίν· οὐ συνεβουλεύσαμεν, οὐ παρεκαλέσαμεν, ἀλλ’ ἐπῃνέσαμεν μόνον ὑμᾶς, ἐκαυχησάμεθα μόνον, καὶ τοῦτο ἤρκεσεν αὐτοῖς εἰς προτροπήν. Εἶδες | |
10 | πῶς δι’ ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι’ ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον; Εἶτα ἵνα μὴ αὐτοὺς ἐπαίρῃ, κεκολασμένως μεθοδεύει, λέγων· Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. Ἐννόησον τοίνυν | |
15 | ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύ‐ την. Διὰ τοῦτο οὐκ εἶπε, Μιμήσασθε ἐκείνους· οὐ γὰρ τοσοῦτον εἶχε τὸν ζῆλον· ἀλλὰ πῶς; Ἐκεῖνοι ὑμᾶς ἐμιμήσαντο· μηδὲ φανῆτε τῶν μαθητῶν ἐλάτ‐ | |
20 | τους οἱ διδάσκαλοι. Καὶ ὅρα πῶς διεγείρων αὐτοὺς καὶ ἀνάπτων μειζόνως, ὑποκρίνεται μετ’ αὐτῶν ἑστάναι, καθάπερ ἐν φιλονεικίᾳ τινὶ καὶ ἁμίλλῃ τὸ μέρος αὐτῶν ἐπιλεγόμενος. Καθάπερ γὰρ ἀνωτέρω ἔλεγεν, ὅτι Αὐθαίρετοι μετὰ πολλῆς παρακλή‐ | |
25 | σεως προσῆλθον ἡμῖν, εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως ἐπιτελέ‐ σηται τὴν χάριν ταύτην· οὕτω καὶ ἐνταῦθά φη‐ σιν, ὅτι Διὰ τοῦτο ἔπεμψα τοὺς ἀδελφοὺς, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Εἶδες αὐτὸν ἀγωνιῶντα | |
30 | καὶ τρέμοντα, ἵνα μὴ δόξῃ προτροπῆς ἕνεκεν εἰρη‐ κέναι μόνον ἃ εἶπεν, ἀλλὰ, Τῷ οὕτως ἔχειν, φησὶν, ἔπεμψα τοὺς ἀδελφούς· τοσαύτην ὑπὲρ ὑμῶν ποι‐ οῦμαι σπουδὴν, ἵνα μὴ κενωθῇ τὸ καύχημα ἡμῶν. Καὶ δοκεῖ τοῦ μέρους ἑαυτὸν ποιεῖν τῶν Κορινθίων | |
35 | διὰ πάντων, καίτοι πάντων ὁμοίως κηδόμενος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πάνυ σεμνύνομαι ἐφ’ ὑμῖν, καλ‐ λωπίζομαι παρὰ πᾶσιν, ἐκαυχησάμην καὶ παρ’ ἐκεί‐ νοις· ὥστε, ἂν ὑστερήσητε, κοινὰ τὰ τῆς αἰσχύνης. Καὶ τοῦτο δὲ μεμετρημένως· προσέθηκε γὰρ, Ἐν | |
40 | τούτῳ τῷ μέρει· οὐ πανταχοῦ· ἵνα, καθὼς ἔλε‐ γον, παρεσκευασμένοι ἦτε. Οὐδὲ γὰρ εἶπον, ὅτι μέλλουσιν, ἀλλ’ ὅτι πάντα ηὐτρέπισται, καὶ οὐδὲν αὐτοῖς ἐνδεῖ λοιπόν. Τοῦτο οὖν βούλομαι διὰ τῶν ἔρ‐ γων δειχθῆναι, φησίν. Εἶτα καὶ αὔξει τὴν ἀγωνίαν, | |
45 | λέγων· Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν, ὑμεῖς), ἐν ταύτῃ τῇ ἀποστάσει τῆς καυχήσεως. βʹ. Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω | |
61.530(50) | γὰρ Μακεδόνας μετ’ ἐμοῦ, ἔρχονται γὰρ Μακεδόνες μετ’ ἐμοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ | |
πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες. | 529 | |
61.531 | Συμβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούν‐ των ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν | |
5 | μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐμὲ οὐδὲν μέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ’ ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑμᾶς· καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, | |
10 | μηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ μὴ ταχέως ἐνεγκεῖν· τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών· Καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ | |
15 | λέγωμεν, ὑμεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυ‐ μοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλ‐ λοις εὐδοκιμοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάμην προ‐ | |
20 | πέμψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύ‐ την τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀν‐ έλαβεν ἑτέρως· καὶ ἵνα μὴ δόξῃ ἁπλῶς ταῦτα λέ‐ γειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, | |
25 | ἀλλ’ ὥστε μὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀρχὴ συμβου‐ λῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ | |
30 | περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους δια‐ λέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε μὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία | |
35 | τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐ‐ τῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ μετὰ χαρᾶς, καὶ μετὰ τάχους, καὶ οὐ μόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ’ οὐδὲ τὸ ἐν πειρασμοῖς εἶναι· | |
40 | ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυμίαν αὐτῶν δεί‐ κνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ μεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν | |
45 | πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμε‐ λεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης· ἐπειδὴ καὶ | |
61.531(50) | πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενε‐ γκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλο‐ γίαν ὑμῶν ἑτοίμην εἶναι ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέ‐ ρου ἄρχεται, τοῦ μὴ μετὰ ἀνάγκης· Εὐλογία γὰρ, | |
55 | φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸν | Column end |
61.532 | καρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωμένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγο‐ ρίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι μετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγε· | |
5 | Μὴ ὡς πλεονεξίαν. Μὴ νομίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαμβάνομεν, ἀλλ’ ὥστε αἴτιοι γενέσθαι ὑμῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεημοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ’ ἐκεῖνο μετέβη, | |
10 | τὸ φιλοτίμως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι μετὰ τούτου κἀκεῖνό φημῖ. Ποῖον; ὅτι Ὁ σπεί‐ ρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ’ εὐφημότερον, τὸ τοῦ | |
15 | φειδωλοῦ θεὶς ὄνομα. Καὶ σπόρον τὸ πρᾶγμα ἐκάλε‐ σεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀμητὸν ἐννοήσας, μάθῃς ὅτι πλείονα λαμβάνεις ἢ δί‐ δως. Διὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ’, Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑμεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν | |
20 | λόγον ποιεῖ. Οὐδὲ εἶπε, Δαψιλῶς, ἀλλ’, Ἐπ’ εὐλο‐ γίαις· ὃ πολὺ τούτου μεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόμενος ποιεῖ. Διὸ καὶ τούτῳ | |
25 | ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπή‐ γαγε· Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς μαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ’ ἐπιταγὴν | |
30 | λέγω, καὶ, Γνώμην ἐν τούτῳ δίδωμι, καὶ, Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶμαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ μετὰ προθυμίας διδόναι | |
35 | αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγμα Μακε‐ δόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ μὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ὑποτέμνεται τὸν μισθὸν, εἰκό‐ | |
40 | τως τοῦτο ἐργάζεται. Καὶ οὐ συμβουλεύει μόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων· Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑμᾶς. γʹ. Διὰ τῆς εὐχῆς λογισμὸν ὑφορμοῦντα τῇ φιλοτιμίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐμπο‐ | |
45 | δίζοντα. Καὶ γὰρ πολλοὶ δεδοίκασιν ἐλεημοσύνην δοῦναι, λέγοντες. Μή πως πένης γένωμαι, μή πως ἑτέρων δεηθῶ. Τοῦτον οὖν καταλύων τὸν φόβον, προστίθησι τὴν εὐχὴν, λέγων· Πᾶσαν χάριν περισ‐ σεῦσαι εἰς ὑμᾶς. Οὐχ ἁπλῶς πληρῶσαι, ἀλλὰ, Πε‐ | |
61.532(50) | ρισσεῦσαι. Τί δέ ἐστι, Χάριν περισσεῦσαι; Ἐμ‐ πλῆσαι, φησὶν, ὑμᾶς τοσούτων, ὡς δύνασθαι περιτ‐ τεύειν ἐν τῇ φιλοτιμίᾳ ταύτῃ. Ἵνα ἐν παντὶ πάν‐ τοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα καὶ ἐν τῇ προσευχῇ αὐτοῦ | |
55 | πολλὴν τὴν φιλοσοφίαν. Οὐ πλοῦτον εὔχεται οὐδὲ πε‐ ρισσείαν, ἀλλὰ πᾶσαν αὐτάρκειαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτοῦ τὸ θαυμαστὸν, ἀλλ’ ὅτι ὥσπερ τὸ περιττὸν οὐκ ἐπηύξατο, οὕτως οὐ θλίβει αὐτοὺς, οὐδὲ | |
ἀναγκάζει ἀπὸ τοῦ ὑστερήματος δοῦναι, συγκαταβαί‐ | 531 | |
61.533 | νων αὐτῶν τῇ ἀσθενείᾳ, ἀλλ’ αὐτάρκειαν αἰτεῖ, καὶ δείκνυσιν ἅμα ὅτι τοῖς παρὰ τοῦ Θεοῦ δώροις οὐ κατα‐ κεχρῆσθαι δεῖ. Ἵνα περισσεύητε, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Διὰ τοῦτο, φησὶ, ταῦτα αἰτῶ, ἵνα | |
5 | καὶ ἑτέροις παρέχητε. Καὶ οὐκ εἶπε, Παρέχητε, ἀλλὰ, Περισσεύητε. Ἐν μὲν γὰρ τοῖς σαρκικοῖς αὐτάρ‐ κειαν αὐτοῖς αἰτεῖ, ἐν δὲ τοῖς πνευματικοῖς καὶ πε‐ ρισσείαν, οὐκ ἐν ἐλεημοσύνῃ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι· τοῦτο γάρ ἐστι τὸ, Εἰς πᾶν ἔργον | |
10 | ἀγαθόν. Εἶτα τὸν προφήτην αὐτοῖς ἐπάγει σύμβου‐ λον, μαρτυρίαν ζητήσας τὴν εἰς δαψίλειαν αὐτοὺς ἐκκαλουμένην, καί φησι· Καθὼς γέγραπται, Ἐσκόρ‐ πισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τὸν αἰῶνα. Τοῦτό ἐστι, Περισσεύητε. Τὸ | |
15 | γὰρ, Ἐσκόρπισεν, οὐδενὸς ἄλλου δηλωτικόν ἐστιν, ἢ τοῦ μετὰ δαψιλείας διδόναι. Εἰ γὰρ καὶ αὐτὰ οὐ μένει, ἀλλὰ τὰ ἐξ αὐτῶν μένει. Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι φυλαττόμενα μὲν ἀπόλλυται, σκορπι‐ ζόμενα δὲ μένει, καὶ μένει διαπαντός. Δικαιοσύνην | |
20 | δὲ ἐνταῦθα τὴν φιλανθρωπίαν ἐκάλεσε· καὶ γὰρ δι‐ καίους ποιεῖ, τὰ ἁμαρτήματα ὥσπερ πῦρ ἀναλίσκου‐ σα, ὅταν μετὰ δαψιλείας ἐκχέηται. Μὴ τοίνυν ἀκρι‐ βολογώμεθα, ἀλλὰ ἀθρόᾳ τῇ χειρὶ σπείρωμεν. Οὐχ ὁρᾷς μίμοις πόσα διδόασιν ἕτεροι, καὶ γυναιξὶ πόρ‐ | |
25 | ναις; Κἂν τὰ ἡμίση τῷ Χριστῷ δὸς, ὧν τοῖς ὀρχου‐ μένοις ἐκεῖνοι διδόασιν· ὅσα πρὸς φιλοτιμίαν ἐκεῖνοι τοῖς ἐπὶ σκηνῆς, τοσαῦτα σὺ κἂν πεινῶντι δός. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῶν ἑταιριζομένων καὶ χρυσίῳ περιβάλλουσιν ἀφάτῳ· σὺ δὲ οὐδὲ ἱματίῳ ψι‐ | |
30 | λῷ τὴν σάρκα τοῦ Χριστοῦ, καὶ ταῦτα γυμνὴν ὁρῶν. Ποίας τοῦτο συγγνώμης ἄξιον, πόσης δὲ οὐ κολάσεως, ὅταν ἐκεῖνος μὲν τῇ ἀπολλυούσῃ αὐτὸν καὶ καταισχυ‐ νούσῃ τοσαῦτα παρέχῃ, σὺ δὲ μηδὲ τὸ ἐλάχιστον τῷ σώζοντί σε καὶ ποιοῦντι λαμπρότερον; Ἀλλὰ εἰς γα‐ | |
35 | στέρα μὲν καὶ μέθην καὶ ἀσωτίαν ἀναλίσκων, οὐδα‐ μοῦ πενίας μέμνησαι· ἂν δὲ πενίαν διορθῶσαι δέῃ, πάντων γίνῃ πτωχότερος· καὶ παρασίτους μὲν τρέφων καὶ κόλακας, ὡς ἀπὸ πηγῶν δαπανῶν, οὕτω χαίρεις· εἰ δέ που πτωχὸν ἴδοις, τότε σοι ὁ τῆς πε‐ | |
40 | νίας ἐπιτίθεται φόβος. Διὰ δὴ τοῦτο καὶ παρ’ ἡμῶν αὐτῶν καὶ παρ’ ἑτέρων κατακριθησόμεθα τότε, καὶ τῶν κατωρθωκότων καὶ τῶν διαμαρτόντων. Ἐρεῖ γάρ σοι, Διὰ τί οὐ γέγονας οὕτω μεγαλόψυχος ἐν τοῖς προσήκουσιν; Ἀλλ’ οὗτος μὲν πόρνῃ διδοὺς, οὐδὲν | |
45 | τούτων ὑπελογίζετο· σὺ δὲ τῷ Δεσπότῃ παρέχων τῷ εἰρηκότι μὴ μεριμνᾷν, φόβου γέμεις καὶ τρόμου; καὶ τίνος ἂν εἴης συγγνώμης ἄξιος; Εἰ γὰρ ἄνθρωπος οὐ περιόψεται λαβὼν, ἀλλ’ ἀποδώσει τὴν χάριν, πολλῷ μᾶλλον ὁ Χριστός. Ὁ γὰρ καὶ χωρὶς τοῦ λα‐ | |
61.533(50) | βεῖν διδοὺς, πῶς μετὰ τὸ λαβεῖν οὐ δώσει; Τί οὖν, φησὶν, ὅταν πολλὰ ἀναλώσαντές τινες, πρὸς τῷ μὴ λαβεῖν καὶ ἑτέρων δέωνται; Περὶ τῶν τὰ πάντα δα‐ πανησάντων λέγεις, αὐτὸς οὐδὲ ὀβολὸν διδούς. Ὑπό‐ σχου τὰ πάντα κενώσειν, καὶ τότε [καὶ] περὶ ἐκείνων | |
55 | ἐρώτα· ἕως δ’ ἂν φειδωλὸς ᾖς, καὶ ὀλίγα ἐκ τῶν ὄν‐ των παρέχῃς, τί μοι προβάλλῃ σκήψεις καὶ προφά‐ σεις; Οὐδὲ γὰρ ἐπὶ τὴν ἄκραν τῆς ἀκτημοσύνης σε ἄγομεν κορυφὴν, ἀλλὰ τέως σε τὰ περιττὰ περικό‐ | |
πτειν ἀξιοῦμεν, καὶ τῆς αὐταρκείας μόνης ἐρᾷν. | Column end | |
61.534 | Αὐτάρκεια δὲ τῇ χρείᾳ τούτων ὁρίζεται, ὧν ἄνευ ζῇν οὐκ ἔνι. Οὐδείς σε τούτων ἀφέλκει, οὐδὲ κωλύει τὴν καθημερινὴν τροφήν· τροφὴν, οὐ τρυφὴν λέγω· σκε‐ πάσματα, οὐ καλλωπίσματα. Μᾶλλον δὲ, εἴ τις ἀκρι‐ | |
5 | βῶς ἐξετάσειε, τοῦτό ἐστι τρυφὴ μάλιστα. Σκόπει δέ· τίνα ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον, καὶ ὑγιαίνοντα καὶ οὐδὲν πάσχοντα ἀηδὲς, ἢ τὸν συβαριτικὴν ἔχοντα τράπεζαν, καὶ μυ‐ ρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι τοῦτον. Οὐκ‐ | |
10 | οῦν μηδὲν πλέον τούτου ζητῶμεν, εἰ καὶ τρυφᾷν βουλόμεθα καὶ μετὰ ὑγείας ζῇν· καὶ τούτῳ τὴν αὐτ‐ άρκειαν ὁριζώμεθα. Καὶ ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι, καὶ ὑγιαίνειν, μηδὲν πρὸς τούτοις ζητεί‐ τω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεό‐ | |
15 | μενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ κρεῶν βοηθείας δέοιτο, οὐδὲ τούτου αὐτὸν ἀπείρξο‐ μεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ’ ἵνα τὰ | |
20 | περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυ‐ νάμεθα διάγειν ὑγιῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν. δʹ. Τοῦτο καὶ ἐπὶ ἱματίων λογιζώμεθα, καὶ ἐπὶ τρα‐ | |
25 | πέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶμεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν μελετήσῃς, τότε σε βουλόμενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ μείζω τούτων ἐνάξομεν. Οὐδέπω γὰρ ἔφθασας | |
30 | πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔμελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώμενος, καὶ οὐ μόνον | |
35 | αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιμπα‐ νόμενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ’ ὑμῶν λεγόμενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίμως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ | |
40 | τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ’ ἑτέρων προσεδόκα λήψε‐ σθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προ‐ | |
45 | φήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιμος γέγονεν. Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα Δεσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταμιεῖα ἔχοντες ἐρευγόμενα ἐκ τούτου εἰς τοῦτο, | |
61.534(50) | οὐδὲ ἐκ τοῦ περισσεύματος μεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε μεγα‐ λοψυχῆσαι τοσοῦτον; Αὐτὸ μὲν οὖν τοῦτο πολλοῦ θαύματος ἄξιον, ὅτι ἐπείσθη μέγαν αὐτὸν εἶναι καὶ θαυμαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβα‐ | |
55 | ρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προ‐ φήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁμαρ‐ τήματα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, | |
καὶ διὰ τί; Ἀλλ’ οὐδὲν τούτων ἐνενόησεν, ἀλλ’ ἀνέῳ‐ | 533 | |
61.535 | ξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώμην, καὶ πάντα τὰ ὄντα εἰς μέσον τέθεικε, καὶ τὴν φύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίμησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κεί‐ | |
5 | σεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν. Οὐ γὰρ, ἂν τὸ σῶμα ἔχωμεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσμεν. Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, | |
10 | κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι | |
15 | τολμᾷ. Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ’ αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ’ ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάν‐ | |
20 | των γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡμέραις Ἠλία, καὶ πρὸς οὐ‐ δεμίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ’ ἢ πρὸς ἐκείνην. Εἴπω τι μέγα καὶ παράδοξον; Αὕτη | |
25 | τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραμε, καθάπερ ἐκεῖνος, ἀλλ’ ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοημένους. Ἐκεῖ‐ νος μὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη | |
30 | δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶ | Column end |
61.536 | οὐδὲ προσδοκῶσα τὰ μέλλοντα. Ἡμεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουμένης, ὃ πάντων μεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡμῶν ἐργασαμένου, καὶ τούτοις εὐφραινομένου καὶ χαίροντος, ἀναπεπτώκαμεν. Μὴ, | |
5 | παρακαλῶ· ἀλλὰ σκορπίσωμεν, δῶμεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ μόνον ἕνα κα‐ ταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας | |
10 | χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύμα‐ τος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήματα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει μετὰ τῶν χρημάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι’ αὐτῶν μὲν, | |
15 | οὐ μετ’ αὐτῶν δὲ ἡμῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ χρημάτων ἐπιθυμίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισμένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλο‐ νείκει τὰ ἄμικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύ‐ ραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. | |
20 | Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δού‐ λων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη. Διὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βα‐ σιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γέ‐ | |
25 | νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τι‐ μὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.535(31) | ΟΜΙΛΙΑ Κʹ. Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς | |
35 | δικαιοσύνης ὑμῶν. αʹ. Μάλιστα ἄν τις ἐκ τούτου θαυμάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευματικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀμοιβάς. Τὸ μὲν οὖν, Ἐσ‐ | |
40 | κόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, πνευματικῆς ἐστιν ἀμοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑμῶν, σαρκικῆς ἀντιδό‐ σεως. Ἀλλ’ ὅμως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πά‐ λιν ἐπὶ τὰ πνευματικὰ μεταβαίνει, συνεχῶς παράλληλα | |
45 | αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, πνευματικόν. Ταῦτα δὲ ποιεῖ | |
καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκεί‐ | Column end | |
61.536(32) | νων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν | |
35 | γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶμα τρέ‐ φουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ μᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆς ψυχῆς ἐπιμελουμέ‐ νοις· καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, | |
40 | οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεν‐ | |
45 | νήματα τῆς δικαιοσύνης ὑμῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πλη‐ θύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυμένου· | |
ὁμοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησιν | 535 | |
61.537 | ἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπρο‐ σθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς | |
5 | πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι. Διὸ καὶ ἀνωτέρω ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχον‐ τες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐν‐ ταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύ‐ | |
10 | ναι τὸν σπόρον ὑμῶν· τουτέστι, τὸν πνευματικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεημοσύνην αἰτεῖ, ἀλλὰ τὴν μετὰ δαψιλείας. Διὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόμενος κομῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεημοσύνη πολλὰ τὰ δρά‐ | |
15 | γματα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήματα. Ἐπευξάμενος δὲ αὐτοῖς εὐθη‐ νίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶ‐ σαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχα‐ | |
20 | ριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ μὴ δέοντα ἀν‐ αλίσκητε, ἀλλ’ εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ μεγάλων ἡμᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡμῖν τῶν μειζόνων παρεχώρησε. Τῆς μὲν γὰρ αἰσθητῆς | |
25 | τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡμῖν ἐπέτρεψε· καὶ γὰρ ἡμεῖς κύριοι τὰ λήϊα ἡμῶν δεῖξαι κομῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προ‐ αιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις | |
30 | κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· μᾶλλον δὲ οὐκ εὐχαρι‐ στίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούμενα, | |
35 | ἐντεῦθεν προθυμοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακο‐ νία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσ‐ αναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ | |
40 | Θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολο‐ γίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐ‐ τῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ | |
45 | τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ’ ὑμῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι’ αὐτῶν εὐφημίαν ἀναπέμπετε τῷ Θεῷ· δοξά‐ | |
61.537(50) | ζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν. Ἵνα γὰρ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόματα, καὶ τούτοις μαρτυρῶ τὸ αὐτό. | |
55 | Χαίρουσι μὲν γὰρ, ὅτι τὰ ὑστερήματα αὐτῶν ἀνα‐ πληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραμυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ | |
Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς | Column end | |
61.538 | εἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιμοι, οὐκ εἰς ἐκείνους μόνον, | |
5 | ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκεί‐ νων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐ‐ χαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσμοῦσι μόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πε‐ νίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σημεῖον. Οὐδὲν γὰρ | |
10 | οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευομένων γένος. Ἀλλ’ ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦ‐ τον ἀπέχοντες ἀλγεῖν ἐφ’ οἷς ἑτέροις μεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ’ οἷς αὐτοὶ λαμβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν. Ὑπὲρ μὲν γὰρ τού‐ | |
15 | των εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑμετέ‐ ρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑμᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήματα, ἀλλ’ ὥστε θεαταὶ γενέσθαι τῆς δεδομένης ὑμῖν χάριτος. | |
20 | βʹ. Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας; Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουρ‐ γοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ μὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίμους | |
25 | ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴ‐ τιος· καὶ αὐτὸς μετ’ ἐκείνων πάλιν εὐχαριστίαν ἀνα‐ φέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Δωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰ τοσαῦ‐ τα ἀγαθὰ τὰ διὰ τῆς ἐλεημοσύνης γινόμενα καὶ | |
30 | τοῖς λαμβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥη‐ τα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας· ὃ καὶ μάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ | |
35 | Θεοῦ, τούτων αὐτοὺς ἀναμιμνήσκει. Καὶ γὰρ μέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς μανίας ἴσον γένοιτ’ ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζομένων; Οὐχ ἡ δωρεὰ δὲ αὐ‐ | |
40 | τοῦ μόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι’ ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον· ποιησόμεθα δὲ, ἂν | |
45 | τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδη‐ φαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀμετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν. Ἀλλ’ οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλά‐ | |
61.538(50) | πτειν. Μεθυόντων ταυτὶ τὰ ῥήματα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυμίας· εἰ ἐξῆν καὶ πολὺ πί‐ | |
νειν, καὶ μηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆς | 537 | |
61.539 | πλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποτα‐ μοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ δι‐ έφθειρας; Εἰ μέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερ‐ βάντες βλαπτόμεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλι‐ | |
5 | νοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαμβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριμαργίας τυραν‐ νίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ μέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυμίαν ἄτοπον ἰσχυ‐ | |
10 | ρὰν ποιῆσαι, καὶ τὴν βλάβην μὴ κωλῦσαι τὴν ἐκ τῆς ἀμετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτε‐ ραι βλάβαι; Ἀλλ’ ὢ τῶν ἀνοήτων! οἳ, καθάπερ βορ‐ βόρῳ κυλινδούμενοι τῇ μέθῃ καὶ ταῖς λοιπαῖς ἀσω‐ τίαις, ὅταν μικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθην‐ | |
15 | ται ποιοῦντες, ἢ ταυτὶ φθεγγόμενοι, Διὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πλημμε‐ λήμασιν; Ἀνθ’ οὗ γὰρ λέγεις, Διὰ τί ὅρους τέθεικε; διὰ τί μὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ, Διὰ τί μὴ παυόμεθα μεθύοντες; διὰ τί μὴ λαμβάνομεν κόρον; | |
20 | διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθά‐ | |
25 | περ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαί‐ νει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθ‐ ίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν. Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας | |
30 | περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβλη‐ ται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ’ ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν· | |
35 | Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενή‐ σεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. | |
40 | γʹ. Βούλει καὶ τὸ θυσιαστήριον αὐτοῦ ἰδεῖν; Οὐ Βε‐ σελεὴλ αὐτὸ ᾠκοδόμησεν, οὔτε ἄλλος τις, ἀλλ’ αὐτὸς ὁ Θεὸς, οὐ διὰ λίθων, ἀλλὰ δι’ ὕλης τοῦ οὐρανοῦ λαμ‐ προτέρας, διὰ ψυχῶν λογικῶν. Ἀλλὰ εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσέρχεται ὁ ἱερεύς. Ἔξεστί σοι εἰς τὰ φρικω‐ | |
45 | δέστερα εἰσελθεῖν θύοντι τὴν θυσίαν ταύτην, ἔνθα μηδεὶς πάρεστιν, ἀλλ’ ὁ Πατήρ σου, ὁ βλέπων σε ἐν τῷ κρυπτῷ, ἔνθα μηδεὶς ἄλλος ὁρᾷ. Καὶ πῶς, φησὶν, ἔστι μὴ ὁρᾷν, δημοσίᾳ ἑστῶτος τοῦ θυσιαστηρίου; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι τότε μὲν ἀμφίθυρα | |
61.539(50) | καὶ παραπετάσματα τὴν ἐρημίαν ἐποίει· νῦν δὲ ἔξεστι δημοσίᾳ θύοντι, ὡς ἐν τοῖς Ἁγίοις τῶν ἁγίων, καὶ πολλῷ φρικωδέστερον τοῦτο ποιεῖν. Ὅταν γὰρ | |
μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιῇς, κἂν ἡ οἰκουμένη | Column end | |
61.540 | εἶδεν, οὐδεὶς εἶδεν, ἐπειδὴ σὺ οὕτως ἐποίησας. Οὐ γὰρ εἶπε, Μὴ ποιεῖτε, ἁπλῶς, ἔμπροσθεν τῶν ἀν‐ θρώπων, ἀλλὰ προσέθηκε, Πρὸς τὸ θεαθῆναι αὐ‐ τοῖς. Τοῦτο τὸ θυσιαστήριον ἐξ αὐτῶν τῶν τοῦ Χρι‐ | |
5 | στοῦ σύγκειται μελῶν, καὶ τὸ σῶμα τοῦ Δεσπότου θυ‐ σιαστήριόν σοι γίνεται. Αἰδέσθητι τοῦτο αὐτό· ἐν τῇ σαρκὶ θύεις τοῦ Δεσπότου τὸ ἱερεῖον. Τοῦτο τὸ θυ‐ σιαστήριον καὶ τούτου τοῦ νῦν φρικωδέστερον, οὐχὶ τοῦ παλαιοῦ μόνον. Ἀλλὰ μὴ θορυβηθῆτε· τοῦτο μὲν | |
10 | γὰρ θαυμαστὸν διὰ τὴν ἐπιτιθεμένην ἐν αὐτῷ θυσίαν· ἐκεῖνο δὲ τὸ τοῦ ἐλεήμονος οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι καὶ ἐξ αὐτῆς σύγκειται τῆς θυσίας τῆς τοῦτο ποιούσης. Θαυμαστὸν τοῦτο πάλιν, ὅτι λίθος μέν ἔστι τὴν φύσιν, ἅγιον δὲ γίνεται, ἐπειδὴ σῶμα δέχε‐ | |
15 | ται Χριστοῦ· ἐκεῖνο δὲ, ἐπειδὴ αὐτὸ σῶμά ἐστι Χριστοῦ. Ὥστε τοῦτο φρικωδέστερον ἐκείνου, ᾧ σὺ παρέστηκας ὁ λαϊκός. Ἆρά σοι μή τι ὁ Ἀαρὼν φαίνεται πρὸς ταῦτα; μηδὲ ὁ στέφανος, μηδὲ οἱ κώδωνες, μηδὲ τὰ Ἅγια τῶν ἁγίων; Τί γὰρ δεῖ πρὸς | |
20 | ἐκεῖνο λοιπὸν τὸ θυσιαστήριον ποιεῖσθαι τὴν σύγκρι‐ σιν, ὅπου γε καὶ πρὸς τοῦτο συγκρινόμενον, οὕτω λαμπρὸν ἐφάνη; Σὺ δὲ τὸ μὲν θυσιαστήριον τοῦτο τιμᾷς, ὅτι δέχεται τοῦ Χριστοῦ σῶμα· τὸν δὲ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ ὄντα καθυβρίζεις, καὶ περιορᾷς | |
25 | ἀπολλύμενον. Τοῦτο τὸ θυσιαστήριον πανταχοῦ δυ‐ νήσῃ κείμενον ἰδεῖν, καὶ ἐν στενωποῖς καὶ ἐν ἀγοραῖς, καὶ καθ’ ἑκάστην ἐν αὐτῷ θύειν τὴν ὥραν· καὶ γὰρ καὶ ἐνταῦθα θυσία τελεῖται. Καὶ καθάπερ ὁ ἱερεὺς ἕστηκε τὸ Πνεῦμα καλῶν, οὕτω καὶ σὺ τὸ Πνεῦμα | |
30 | καλεῖς· ἀλλ’ οὐ διὰ φωνῆς, ἀλλὰ δι’ ἔργων. Οὐδὲν γὰρ οὕτω κατέχει καὶ ἀνάπτει τοῦ Πνεύματος τὸ πῦρ, ὡς τοῦτο τὸ ἔλαιον δαψιλὲς ἐκχεόμενον. Εἰ δὲ βούλει, καὶ τὰ καταβαλλόμενα ἰδεῖν τί γίνεται, δεῦρο, καὶ ταῦτά σοι δείξω. Τίς οὖν ὁ καπνός; τίς ἡ | |
35 | εὐωδία τοῦ θυσιαστηρίου τούτου; Δόξα καὶ εὐχαρι‐ στία. Καὶ μέχρι ποῦ προβαίνει; ἆρα μέχρι τοῦ οὐ‐ ρανοῦ; Οὐδαμῶς· ἀλλ’ αὐτὸν ὑπερβαίνει τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· Αἱ εὐχαί σου γὰρ, φησὶ, καὶ | |
40 | αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἁψῖδας. Καὶ σὺ μὲν σιγᾷς, τὸ δὲ ἔργον βοᾷ· καὶ γί‐ νεται θυσία αἰνέσεως, οὐ δαμάλεως σφαττομένης, οὐδὲ | |
45 | δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ’ αὐτῆς εἰσφερούσης. Φιλανθρωπίας γὰρ πάσης ἡ τοιαύτη θυσία εὐδοκιμωτέρα. Ὅταν οὖν ἴδῃς πένητα πιστὸν, θυσιαστήριον ὁρᾷν νόμιζε· ὅταν ἴδῃς πτωχὸν τοιοῦτον, μὴ μόνον μὴ ὑβρίσῃς, ἀλλὰ καὶ αἰδέσθητι· | |
61.540(50) | κἂν ἕτερον ἴδῃς ὑβρίσαντα, κώλυσον, ἄμυνον. Οὕτω γὰρ δυνήσῃ καὶ αὐτὸς τὸν Θεὸν ἵλεων ἔχειν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου | |
ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς. | 539 | |
61.541 | ΟΜΙΛΙΑ ΚΑʹ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤ‐ | |
5 | ῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περι‐ πατοῦντας. αʹ. Ἀπαρτίσας τὸν περὶ ἐλεημοσύνης λόγον, ὡς ἔδει, | |
10 | καὶ δείξας ὅτι πλεῖον αὐτοὺς ἀγαπᾷ, ἢ ἀγαπᾶται, καὶ τὰ περὶ τῆς ὑπομονῆς αὐτοῦ καὶ τῶν πειρασμῶν διηγησάμενος, εὐκαίρως λοιπὸν τῶν ἐπιτιμητικω‐ τέρων ἅπτεται λόγων, τοὺς ψευδαποστόλους αἰνιττό‐ μενος, καὶ εἰς τὰ φορτικώτερα κατακλείων τὸν λό‐ | |
15 | γον, καὶ ἑαυτὸν συνιστῶν. Τοῦτο γὰρ καὶ δι’ ὅλης ἐργάζεται τῆς ἐπιστολῆς. Ὅθεν καὶ αἰσθανόμενος ἑαυτὸν πολλάκις διορθοῦται, αὐτὸ τοῦτο λέγων· Ἀρ‐ χόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; καὶ προϊών φησιν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλὰ | |
20 | ἀφορμὴν διδόντες ὑμῖν καυχήσεως· καὶ μετὰ ταῦτα, Ἄφρων γέγονα καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. Καὶ πολλαῖς τοιαύταις κέχρηται διορ‐ θώσεσι. Καὶ οὐκ ἄν τις ἁμάρτοι, τὴν ἐπιστολὴν ταύ‐ την ἐγκώμιον Παύλου προσειπών· οὕτω καὶ τὰ τῆς | |
25 | χάριτος μετὰ δαψιλείας τίθησι, καὶ τὰ τῆς ὑπομονῆς τῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἦσάν τινες παρ’ αὐτοῖς μέγα φρονοῦντες, καὶ προτιθέντες ἑαυτοὺς τοῦ Ἀποστόλου, καὶ ὡς ἀλαζόνα διαβάλλοντες, καὶ ὡς οὐδὲν ὄντα, οὐδὲ ὑγιές τι διδάσκοντα (τοῦτο γὰρ αὐτὸ μάλιστα | |
30 | τῆς διαφθορᾶς αὐτῶν τεκμήριον ἦν)· ὅρα πῶς ἄρχε‐ ται τῆς κατ’ αὐτῶν ἐπιτιμήσεως· Αὐτὸς δὲ ἐγὼ Παῦλος. Εἶδες πόση ἡ βαρύτης, πόσον τὸ ἀξίωμα; Ὃ γὰρ θέλει εἰπεῖν, τοῦτό ἐστι· Δέομαι ὑμῶν, μή με ἀναγκάσητε, μηδὲ ἀφῆτε χρήσασθαι τῇ δυ‐ | |
35 | νάμει μου κατὰ τῶν ἐξευτελιζόντων ἡμᾶς, καὶ νομι‐ ζόντων σαρκικοὺς ἄνδρας εἶναι. Βαρύτερον τοῦτο ἐκεί‐ νων ὧν ἐν τῇ προτέρᾳ πρὸς αὐτοὺς ἀπειλῶν ἔλεγεν, Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; νῦν δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς | |
40 | ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐλεύσομαι δὲ καὶ γνώ‐ σομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Καὶ γὰρ ἐνταῦθα ἀμφότερα δείκνυσι, καὶ τὸ δυνατὸν, καὶ τὸ φιλόσοφον καὶ ἀνεξίκακον· εἴ γε οὕτω παρακαλεῖ, καὶ μετὰ τοσαύτης σπουδῆς, ὥστε | |
45 | μὴ ἀναγκασθῆναι εἰς ἐπίδειξιν ἐλθεῖν τῆς οἰκείας δυνάμεως τῆς τιμωρητικῆς, καὶ πλῆξαι αὐτοὺς καὶ κολάσαι, καὶ τὴν ἐσχάτην ἀπαιτῆσαι δίκην. Τοῦτο γὰρ ᾐνίξατο λέγων, Δέομαι δὲ τὸ μὴ παρὼν θαῤ‐ ῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί | |
61.541(50) | τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Τέως δὲ ἐπὶ τὴν ἀρχὴν τὸν λόγον ἀγάγωμεν. Αὐτὸς δὲ ἐγὼ Παῦλος. Πολλὴ ἡ ἔμφα‐ σις, πολλὴ ἡ βαρύτης· ὥσπερ ἀλλαχοῦ φησιν, Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν· καὶ πάλιν, Ὡς Παῦλος | |
55 | πρεσβύτης· καὶ ἀλλαχοῦ πάλιν, Ἥτις πολλῶν | |
προστάτις ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Οὕτω καὶ | Column end | |
61.542 | ἐνταῦθα, Αὐτὸς δὲ ἐγὼ Παῦλος. Μέγα μὲν καὶ τοῦ‐ το, τὸ αὐτὸν παρακαλεῖν· τὸ δὲ ἕτερον μεῖζον, ὃ προσ‐ έθηκεν εἰπών· Διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ. Καὶ γὰρ σφόδρα αὐτοὺς ἐντρέψαι | |
5 | βουλόμενος, προβάλλεται τὴν πραότητα καὶ τὴν ἐπιείκειαν, ταύτῃ μείζονα ποιῶν τὴν ἱκετηρίαν· ὡς ἂν εἰ ἔλεγεν, Αὐτὴν αἰδέσθητε τὴν ἐπιείκειαν τοῦ Χριστοῦ, δι’ ἧς ὑμᾶς παρακαλῶ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ δεικνὺς ὅτι κἂν μυρίαν ἀνάγκην ἐπάγωσιν, | |
10 | αὐτὸς πρὸς τοῦτο ἐπιῤῥεπέστερον ἔχει, διὰ τὸ πρᾶος εἶναι· οὐ διὰ τὸ ἀσθενὲς δὲ οὐκ ἐπεξέρχεται, ἐπεὶ καὶ ὁ Χριστὸς οὕτως ἐποίει. Ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Τί δὴ τοῦτό ἐστιν; Ἤτοι κατ’ εἰρωνείαν φησὶ, τὰ ἐκείνων | |
15 | φθεγγόμενος. Ἐκεῖνοι γὰρ τοῦτο ἔλεγον, ὅτι ὅταν μὲν παρῇ, οὐδενός ἐστιν ἄξιος λόγου, ἀλλ’ εὐτελὴς καὶ εὐκαταφρόνητος· ὅταν δὲ ἀπῇ, φυσᾶται καὶ κομ‐ πάζει καὶ κατεξανίσταται ἡμῶν καὶ ἀπειλεῖ. Τοῦτο γοῦν καὶ ἑξῆς αἰνίττεται λέγων· Ὅτι αἱ μὲν ἐπι‐ | |
20 | στολαὶ, φησὶ, βαρεῖαι· ἡ δὲ παρουσία τοῦ σώμα‐ τος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ἢ τοί‐ νυν κατ’ εἰρωνείαν, φησὶ, πολλὴν ἐμφαίνων βαρύ‐ τητα, καὶ λέγων· Ἐγὼ ὁ ταπεινὸς, Ἐγὼ ὁ εὐτελὴς ἐν τῷ παρεῖναι, καθὼς ἐκεῖνοί φασι, καὶ ἀπὼν ὑψη‐ | |
25 | λός· ἢ ὅτι κἂν μεγάλα φθέγγηται, οὐκ ἐξ ἀπονοίας, ἀλλ’ ἐκ τοῦ θαῤῥεῖν αὐτοῖς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρ‐ κα περιπατοῦντας Εἶδες πόση ἡ ἀγανάκτησις, καὶ | |
30 | πῶς σαφὴς ὁ ἔλεγχος τῶν εἰρημένων; Δέομαι γὰρ ὑμῶν, φησὶ, μή με ἀναγκάσητε δεῖξαι, ὅτι καὶ παρὼν ἰσχυρός εἰμι καὶ δύναμιν ἔχω. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἀπὼν πάνυ ὑμῶν καταθαῤῥῶ καὶ ἐπαίρομαι, αὐτοῖς κέχρημαι τοῖς ῥήμασι· δέομαι οὖν μή | |
35 | με ἀναγκάσωσι χρήσασθαί μου τῇ δυνάμει. Τοῦτο γάρ ἐστι Τῇ πεποιθήσει. Καὶ οὐκ εἶπεν, ᾟ παρ‐ εσκεύασμαι, ἀλλ’, ᾟ λογίζομαι. Οὔπω μὲν γὰρ τοῦτο ἔκρινα, αὐτοὶ δέ μοι τὴν αἰτίαν παρέχουσιν· ἀλλ’ οὐ‐ δὲ οὕτω βούλομαι. Καίτοι οὐχ ἑαυτῷ ἀμύνων τοῦτο | |
40 | ἐποίει, ἀλλὰ τῷ εὐαγγελίῳ. Εἰ δὲ, ἔνθα τῷ κηρύ‐ γματι ἀμύνειν ἐχρῆν, οὐκ ἔστιν αὐστηρὸς, ἀλλὰ ἀνα‐ δύεται καὶ μέλλει, καὶ παρακαλεῖ μὴ γενέσθαι τοσ‐ αύτην ἀνάγκην· πολλῷ μᾶλλον ὑπὲρ ἑαυτοῦ οὐκ ἂν οὐδέποτέ τι τοιοῦτον ἐποίησε. | |
45 | βʹ. Τοῦτο οὖν μοι χαρίσασθε, φησὶν, ὥστε μή με ἀν‐ αγκάσαι δεῖξαι, ὅτι καὶ παρὼν δύναμαι καταθαῤῥῆσαι καθ’ ὧν ἂν δέῃ· τουτέστι, κολάσαι αὐτοὺς καὶ τιμω‐ ρῆσαι. Εἶδες πῶς οὐκ ἦν φιλότιμος, οὐδὲ πρὸς ἐπίδει‐ ξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλμαν τὸ | |
61.542(50) | πρᾶγμα καλεῖ; Δέομαι γὰρ, φησὶ, τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι, ἐπί τινας. Τοῦτο γὰρ διδασκάλου μάλιστά ἐστι, τὸ μὴ ταχέως ἀμύνασθαι, ἀλλὰ διορθοῦσθαι, καὶ μέλ‐ | |
λειν ἀεὶ καὶ βραδύνειν ἐν ταῖς τιμωρίαις. Τίνας δὲ | 541 | |
61.543 | τούτους φησὶν, οἷς ἀπειλεῖ; Τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐκεῖνοι γὰρ αὐτὸν διέβαλλον ὡς ὑποκριτὴν, ὡς πονηρὸν, ὡς ἀλαζόνα. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ | |
5 | σάρκα στρατευόμεθα. Ἐνταῦθα λοιπὸν καὶ φοβεῖ τῇ τροπῇ· σάρκα μὲν γὰρ περικείμεθα, φησὶν, ὁμο‐ λογῶ, οὐ σαρκὶ δὲ ζῶμεν. Μᾶλλον δὲ οὐδὲ τοῦτο εἶ‐ πεν, ἀλλὰ τέως αὐτὸ ταμιεύεται· βίου γάρ ἐστιν ἐγκώμιον· περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δει‐ | |
10 | κνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας. Διόπερ οὐκ εἶπεν, Οὐ κατὰ σάρκα ζῶμεν, ἀλλ’, Οὐ κατὰ σάρκα στρατευόμεθα· τουτ‐ έστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ’ οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρω‐ | |
15 | πίνης συμμαχίας. Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά. Ποῖα γὰρ ὅπλα σαρκικά; Πλοῦτος, δόξα, δυναστεία, εὐγλωττία, δεινότης, περιδρομαὶ, κολα‐ κεῖαι, ὑποκρίσεις, τὰ ἄλλα τὰ τούτοις ἐοικότα. Ἀλλὰ τὰ ἡμέτερα, οὐ τοιαῦτα, ἀλλὰ ποταπά; Δυνατὰ τῷ | |
20 | Θεῷ. Καὶ οὐκ εἶπεν, Ἡμεῖς οὐ σαρκικοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν. Ὅπερ γὰρ ἔφην, τέως περὶ τοῦ κηρύγματος διαλέγεται, καὶ τὴν δύναμιν πᾶσαν τῷ Θεῷ ἀνατίθησι. Καὶ οὐ λέγει, Πνευματικὰ, καίτοι τοῦτο ἦν τὸ πρὸς ἀντιδιαστολὴν τοῦ σαρκικοῦ, ἀλλὰ | |
25 | Δυνατὰ, διὰ τούτου κἀκεῖνο αἰνιττόμενος, καὶ δει‐ κνὺς ὅτι τὰ ἐκείνων ἀσθενῆ καὶ ἀδύνατα. Καὶ σκό‐ πει αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ εἶπεν, Ἡμεῖς δυνατοὶ, ἀλλὰ, Τὰ ὅπλα ἡμῶν δυνατὰ τῷ Θεῷ. Οὐχ ἡμεῖς αὐτὰ τοιαῦτα κατεσκευάσαμεν, ἀλλ’ αὐτὸς ὁ Θεός. | |
30 | Ἐπειδὴ γὰρ ἐμαστίζοντο, ἠλαύνοντο καὶ μυρία ἔπα‐ σχον ἀνήκεστα, ἅπερ ἀσθενείας ἦν· δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, φησίν· Ἀλλὰ τῷ Θεῷ δυνατά ἐστι. Τοῦτο γὰρ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν, ὅτι διὰ τούτων περιγίνεται. Ὥστε εἰ καὶ ἡμεῖς αὐτὰ | |
35 | περικείμεθα, ἀλλ’ αὐτός ἐστιν ὁ δι’ αὐτῶν πολεμῶν καὶ ἐνεργῶν. Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων· Πρὸς καθαίρεσιν ὀχυρωμάτων. Καὶ ἵνα μὴ, ἀκούσας ὀχυρώματα, αἰσθητόν τι νομί‐ σῃς, φησί· Λογισμοὺς καθαιροῦντες· διὰ μὲν τῆς | |
40 | τροπῆς τὴν ἔμφασιν δεικνὺς, διὰ δὲ τῆς ἐπαγωγῆς τὸ νοητὸν τοῦ πολέμου παραδηλῶν. Ταῦτα γὰρ τὰ ὀχυρώματα ψυχὰς πολιορκεῖ, οὐ σώματα. Ὥστε ἐκεί‐ νων ἰσχυρότερα· διὸ καὶ μειζόνων δεῖται τῶν ὅπλων. Ὀχυρώματα δὲ λέγει τὸν τῦφον τὸν Ἑλληνικὸν, καὶ | |
45 | τῶν σοφισμάτων καὶ τῶν συλλογισμῶν τὴν ἰσχύν. Ἀλλ’ ὅμως ἅπαντα ἤλεγξε τὰ ὅπλα, φησὶν, ἱστάμενα κατ’ αὐ‐ τῶν. Λογισμοὺς γὰρ καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἐπέμει‐ νε τῇ τροπῇ, ἵνα πλείονα ποιήσῃ τὴν ἔμφασιν. Κἂν | |
61.543(50) | γὰρ ὀχυρώματα ᾖ, φησὶ, κἂν πυργώματα, κἂν ὁτιοῦν ἕτερον, εἴκει καὶ παραχωρεῖ τοῖς ὅπλοις τούτοις. Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καίτοι κακέμφατος ἡ τῆς αἰχμαλω‐ σίας προσηγορία· τῆς ἐλευθερίας γάρ ἐστιν ἀναί‐ | |
55 | ρεσις. Τίνος οὖν ἕνεκεν αὐτῇ κέχρηται; Καθ’ ἕτερον σημαινόμενον. Τὸ γὰρ τῆς αἰχμαλωσίας ὄνομα δύο δηλοῖ, καὶ τὸ ἐκπεσεῖν ἐλευθερίας, καὶ τὸ κατὰ κρά‐ τος ἁλῶναι, ὥστε μὴ ἀναστῆναι πάλιν. Κατὰ τοῦτο | |
οὖν τὸ δεύτερον αὐτὴν ἐξελάβετο. Ὥσπερ ὅταν λέγῃ, | Column end | |
61.544 | Ἄλλας Ἐκκλησίας ἐσύλησα, οὐ τὸ λάθρα λαβεῖν λέγει, ἀλλὰ τὸ γυμνῶσαι καὶ πάντα λαβεῖν· οὕτω καὶ ἐνταῦθα λέγων, Αἰχμαλωτίζοντες. Οὐ γὰρ ἐκ τοῦ ἴσου ἡ μάχη ἀλλὰ μετὰ πολλῆς εὐκολίας. Οὐκ | |
5 | εἶπεν ἓν καὶ δύο, ἀλλὰ πᾶν· οὐκ εἶπε δὲ, Νικῶμεν καὶ περιγινόμεθα, μόνον, ἀλλὰ καὶ, Αἰχμαλωτίζομεν· ὥσπερ οὖν καὶ ἀνωτέρω οὐκ εἶπε, Προσάγομεν μη‐ χανήματα τοῖς ὀχυρώμασιν, ἀλλὰ, Καθαιροῦμεν αὐτά· καὶ γὰρ πολλὴ τῶν ὅπλων ἡ περιουσία. Οὐ | |
10 | γὰρ λόγοις πολεμοῦμεν, φησὶν, ἀλλ’ ἔργοις πρὸς λόγους, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν πνεύματι πραότητος καὶ δυνάμεως. Πῶς οὖν ἔμελλον φιλοτι‐ μεῖσθαι, φησὶ, καὶ κομπάζειν διὰ λόγων, καὶ ἀπειλεῖν διὰ ἐπιστολῶν, καθάπερ ἐκεῖνοι διέβαλλον λέγοντες, | |
15 | ὅτι Αἱ ἐπιστολαὶ βαρεῖαι, ὅπου γε οὐκ ἐν τούτοις ἦν ἡμῖν ἰσχύς; γʹ. Εἰπὼν δὲ, Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἐπειδὴ τὸ τῆς αἰχμαλωσίας ὄνομα βαρὺ, ταχέως τὸν τρόπον ἐντεῦθεν κατέλυσεν | |
20 | εἰπών· Εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἀπὸ δου‐ λείας εἰς ἐλευθερίαν, ἀπὸ θανάτου πρὸς ζωὴν, ἐξ ἀπωλείας πρὸς σωτηρίαν. Οὐ γὰρ ἁπλῶς βαλεῖν ἤλθο‐ μεν, ἀλλὰ μεταστῆσαι πρὸς τὴν ἀλήθειαν τοὺς ἐναν‐ τιουμένους. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι | |
25 | πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Ἐνταῦθα καὶ τούτους ἐφόβησεν, οὐκ ἐκείνους μό‐ νον. Ὑμᾶς γὰρ, φησὶν, ἀναμένομεν, ἵν’, ὅταν ὑπὸ τῆς παραινέσεως καὶ τῆς ἀπειλῆς διορθώσωμεν ὑμᾶς καὶ ἐκκαθάρωμεν καὶ ἀποστήσωμεν τῆς ἐκείνων | |
30 | κοινωνίας, τότε ἐκείνων ἀπολειφθέντων μόνων ἀνίατα νοσούντων ἐπαγάγωμεν τὴν τιμωρίαν, ὅταν γνησίως ἴδωμεν ὑμᾶς ἀποστάντας. Ὑπακούετε μὲν γὰρ καὶ νῦν, οὐ τελείως δέ. Καίτοι εἰ νῦν ἐποίησας, μεῖζον ἂν εἰργάσω τὸ κέρδος, φησίν. Οὐδαμῶς· εἰ γὰρ νῦν | |
35 | ἐποίησα, καὶ ὑμᾶς ἂν περιέβαλον τῇ τιμωρίᾳ. Ἀλλ’ ἔδει κολάσαι μὲν ἐκείνους, ἡμῶν δὲ φείσασθαι. Ἀλλ’ εἰ ἐφεισάμην, χάριτι ἂν ἔδοξα τοῦτο ποιεῖν· νῦν δὲ οὐ τοῦτο βούλομαι, ἀλλὰ πρῶτον κατορθῶσαι ὑμᾶς, καὶ τότε ἐπ’ ἐκείνους ἐλθεῖν. Τί τῶν σπλάγχνων | |
40 | ἐκείνων ἡμερώτερον; ὃς ἐπειδὴ τοὺς οἰκείους ἑώρα τοῖς ἀλλοτρίοις ἀναμεμιγμένους, βούλεται μὲν ἐπ‐ αγαγεῖν τὴν πληγὴν, φείδεται δὲ, καὶ κατέχει τὴν ἀγανάκτησιν, ἕως ἂν ἐκεῖνοι ἀναχωρήσωσιν, ἵνα τούτους πατάξῃ μόνους· μᾶλλον δὲ, ἵνα μηδὲ | |
45 | τούτους. Διὰ γὰρ τοῦτο ἀπειλεῖ τούτοις, καί φησι μόνους βούλεσθαι ἐκείνους ἀπολαβεῖν, ἵνα καὶ ἐκεῖνοι τῷ φόβῳ διορθωθέντες μεταναστῶσι, καὶ εἰς μηδένα ἀφῇ τὴν ὀργήν. Καθάπερ γὰρ ἰατρὸς ἄριστος καὶ πατὴρ κοινὸς καὶ προστάτης καὶ κηδεμὼν, οὕτω | |
61.544(50) | πάντα ἔπραττεν, οὕτω πάντων ἐκήδετο, τὰ κωλύματα ἀναιρῶν, τοὺς λυμαινομένους ἀναστέλλων, πανταχοῦ περιτρέχων. Οὐδὲ γὰρ μαχόμενος οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ’ ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον ἐρχόμε‐ νος νίκην, τὰ τρόπαια ἵστη, κατασκάπτων, καθαι‐ | |
55 | ρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ τὴν λείαν μετ‐ ῆγεν ἅπασαν ἐπὶ τὸ τοῦ Χριστοῦ στρατόπεδον· καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων ἐπ’ ἐκείνους, καὶ | |
πάλιν ἀπ’ ἐκείνων ἐφ’ ἑτέρους μεταπηδῶν, καθάπερ | 543 | |
61.545 | τις στρατηγὸς ἄριστος καθ’ ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ’ ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτ‐ άνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα | |
5 | καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρό‐ τερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐνέπιπτον· καὶ τοὺς μὲν δαίμονας ἤλαυνε, τοὺς δὲ ὑπ’ αὐτῶν κατεχομέ‐ νους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγεν. Ὅτε γοῦν τὸν | |
10 | δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος ἢ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαν‐ | |
15 | τες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο. Τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκη‐ θέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον· ὁ δὲ, καθάπερ ἑνὶ στρατοπέδῳ, τῇ οἰκουμένῃ παραταττό‐ | |
20 | μενος, οὐδαμοῦ ἵστατο, ἀλλ’ ὥσπερ τις ὑπόπτερος ὢν, πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύ‐ χαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς | |
25 | ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζό‐ μενος. δʹ. Τοῦτον οὖν καὶ ἡμεῖς μιμησώμεθα κατὰ δύναμιν. Καὶ τί λέγω, κατὰ δύναμιν; Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλομένῳ, καὶ θεω‐ | |
30 | ρῆσαι τὴν ἀριστείαν, καὶ μιμήσασθαι τὴν ἀνδρείαν. Ἔτι γὰρ καὶ τοῦτο ποιεῖ, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καίτοι γε πολλοὶ κατατέμνειν αὐτὸν ἐπεχείρησαν αἱρετικοί· ἀλλ’ ὅμως κατὰ μέλος ὢν πολλὴν ἐπιδεί‐ | |
35 | κνυται τὴν ἰσχύν. Κέχρηται μὲν γὰρ αὐτῷ καὶ Μαρ‐ κίων καὶ Μανιχαῖος, ἀλλὰ κατατέμνοντες· ἀλλ’ ὅμως καὶ οὕτως ἐλέγχονται ἀπὸ τῶν μελῶν. Καὶ γὰρ καὶ χεὶρ μόνη τοῦ ἀριστέως τούτου παρ’ αὐτοῖς οὖσα, κατ’ ἄκρας αὐτοὺς ἐλαύνει· καὶ ποῦς μόνος παρ’ | |
40 | ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα μάθῃς δυνάμεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόμενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουμένους. Καὶ μέντοι τοῦτο, φησὶ, διαστροφῆς, τὸ πάντας αὐτῷ κεχρῆσθαι τοὺς ἀλλή‐ λοις μαχομένους. Διαστροφῆς μὲν οὖν, τῆς Παύλου | |
45 | δὲ μὴ γένοιτο, ἀλλὰ τῆς τῶν χρωμένων. Οὐ γὰρ ποικίλος τις ἦν, ἀλλὰ ἁπλοῦς καὶ σαφής· οὗτοι δὲ πρὸς τὰς οἰκείας διέστρεψαν τὰ ῥήματα ἐννοίας. Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλομένοις; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλ’ ἡ ἐκείνων μα‐ | |
61.545(50) | νία· οὐκ εἰς δέον γὰρ τούτοις ἐχρήσαντο. Ἐπεὶ καὶ ὁ | Column end |
61.546 | κόσμος οὗτος ὅλος καὶ θαυμαστὸς καὶ μέγας, καὶ τῆς τοῦ Θεοῦ σοφίας τεκμήριον, καὶ Οἱ οὐρανοὶ διηγοῦν‐ ται δόξαν Θεοῦ, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· ἀλλ’ ὅμως | |
5 | τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ’ ἐναντίας ἀλλή‐ λοις· καὶ οἱ μὲν οὕτως αὐτὸν ὑπὲρ τὴν ἀξίαν ἐθαύ‐ μασαν ὡς αὐτὸν νομίσαι εἶναι Θεόν· οἱ δὲ οὕτως αὐτοῦ τὸ κάλλος ἠγνόησαν, ὡς ἀνάξιον εἶναι φανῆναι τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ ὕλῃ τινὶ πονηρᾷ τὸ | |
10 | πλέον αὐτοῦ ἀναθεῖναι. Καίτοι γε ἀμφοτέρους ὁ Θεὸς ἠσφαλίσατο, καλὸν μὲν ποιήσας καὶ μέγαν, ἵνα μὴ ἀλλότριος αὐτοῦ τῆς σοφίας εἶναι νομίζοιτο· ἐνδεῆ δὲ καὶ οὐκ αὐτάρκη ἑαυτῷ, ἵνα μὴ Θεὸς ὑπο‐ πτεύηται. Ἀλλ’ ὅμως οἱ πηρωθέντες ἐξ οἰκείων λο‐ | |
15 | γισμῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόμενοι κατήγοροι, καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ σοφίας ἀπολογούμενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισμῶν. Καὶ τί λέγω τὸν ἥλιον καὶ τὸν οὐρανόν; Πρὸ τῶν ὀφθαλμῶν εἶδον θαύματα | |
20 | οἱ Ἰουδαῖοι γινόμενα τοσαῦτα, καὶ μόσχον εὐθέως προσεκύνησαν. Πάλιν ἑώρων δαίμονας τὸν Χριστὸν ἀπελαύνοντα, καὶ δαιμονῶντα αὐτῶν ἐκάλουν. Ἀλλ’ οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκλημα, ἀλλὰ τῆς τῶν πεπηρωμένων διανοίας κατηγορία. Μὴ τοίνυν μηδὲ | |
25 | Παύλου καταγίνωσκε διὰ τὴν τῶν κακῶς χρησαμέ‐ νων γνώμην, ἀλλὰ μάθε τὸν θησαυρὸν αὐτοῦ καλῶς καὶ τὸν πλοῦτον ἀνάπτυξον, καὶ πρὸς πάντας στήσῃ γενναίως ἀπὸ τῶν ἐκείνου φραττόμενος ὅπλων· οὕτω καὶ Ἕλληνας, καὶ Ἰουδαίους ἐπιστομίσαι | |
30 | δυνήσῃ. Καὶ πῶς, φησὶν, οὐ πιστεύοντας αὐτῷ; Ἀπὸ τῶν γεγενημένων δι’ αὐτοῦ, ἀπὸ τῆς κατὰ τὴν οἰκουμένην διορθώσεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης δυ‐ νάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ’ ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, | |
35 | καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασι‐ λέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν. Οὗτος οὐχ ὁπλίσασθαι μόνον ἱκανὸς καὶ βαλεῖν τοὺς ἐναντίους, ἀλλὰ καὶ ἑτέρους κατασκευάσαι τοιούτους. Ἵν’ οὖν καὶ ἑαυτοῖς καὶ ἑτέροις γινώμεθα χρήσιμοι, συνεχῶς | |
40 | αὐτὸν μεταχειριζώμεθα, ἀντὶ λειμῶνος καὶ παρα‐ δείσου τοῖς τούτου γράμμασιν ἐντρυφῶντες. Οὕτω γὰρ δυνησόμεθα καὶ κακίας ἀπαλλαγῆναι, καὶ ἀρετὴν ἑλέσθαι, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
45 | Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 545 | |
61.547 | ΟΜΙΛΙΑ ΚΒʹ. Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω | |
5 | καὶ ἡμεῖς. αʹ. Ὃ μάλιστα ἄν τις θαυμάσειε Παύλου μετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς ἀνάγκην ἐμπεσὼν μεγά‐ λην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀμφότερα ἐργάζεται, τοῦτο τε αὐτὸ, καὶ τὸ μὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς | |
10 | διὰ τὴν περιαυτολογίαν ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας μάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐμπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀμφοτέρων ἐπιμελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς δεο‐ μένων συνέσεως· καὶ μετριάζει, καὶ περὶ ἑαυτοῦ | |
15 | μέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα μέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀν‐ ταῦθα σύνεσιν. Ἐπιτιμήσας γὰρ τοῖς ἀπατῶσιν αὐ‐ τοὺς, οὐ μέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ’ ἀπ’ ἐκείνων καὶ εἰς τούτους μεταπηδᾷ· καὶ συνε‐ | |
20 | χῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ μόνον τῶν παρα‐ κρουομένων, ἀλλὰ καὶ τῶν ἠπατημένων καθάπτεται. Εἰ γὰρ καὶ αὐτοὺς ἀφῆκεν ἀνευθύνους, οὐκ ἂν οὕ‐ τως εὐκόλως ἐκ τῶν ἑτέροις εἰρημένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλή‐ | |
25 | μασιν ὑπεύθυνοι. Διὰ τοῦτο καὶ αὐτῶν καθάπτεται. Καὶ οὐ τοῦτο μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ἀλλ’ ὅτι καὶ καταλλήλως ἑκατέροις ἐπιτιμᾷ. Ἄκουε γοῦν τί τούτοις φησί· Τὰ κατὰ πρόσωπον βλέπετε. Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα. Πῶς; | |
30 | Ὅτι εὐεξαπάτητον τὸ τῶν ἀνθρώπων γένος, φησίν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῶν φαινομέ‐ νων δοκιμάζετε, ἀπὸ τῶν σαρκικῶν, ἀπὸ τῶν σωμα‐ τικῶν. Τί ἐστιν, Ἀπὸ τῶν φαινομένων; Εἴ τις πλου‐ τεῖ, εἴ τις φυσᾶται, εἴ τις πολλοὺς περιβέβληται | |
35 | κόλακας, εἴ τις μεγάλα περὶ ἑαυτοῦ λέγει, εἴ τις κε‐ νοδοξεῖ, εἴ τις ὑποκρίνεται ἀρετὴν, οὐκ ἔχων ἀρετήν· τοῦτο γάρ ἐστι, Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογι‐ ζέσθω πάλιν ἀφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς | |
40 | Χριστοῦ, οὕτω καὶ ἡμεῖς. Οὐ γὰρ βούλεται ἐκ προοι‐ μίων σφοδρὸς γίνεσθαι, ἀλλὰ κατὰ μικρὸν αὔ‐ ξεται καὶ κορυφοῦται. Σκόπει δὲ ἐνταῦθα τὴν πολλὴν τραχύτητα, καὶ πολὺ τὸ αἴνιγμα ὄν. Τὸ γὰρ, Ἀφ’ ἑαυτοῦ, τοῦτό ἐστιν ἐμφαίνοντος· Μὴ | |
45 | γὰρ ἀναμενέτω, φησὶ, παρ’ ἡμῶν μαθεῖν, τουτ‐ έστι, διὰ ἐπιτιμήσεως τῆς κατ’ αὐτοῦ, ἀλλ’ ἄφ’ ἑαυτοῦ τοῦτο λογιζέσθω, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς· οὐκ ἐπειδὴ οὕτως ἦν τοῦ Χριστοῦ, ὡς ἐκεῖ‐ νος, ἀλλ’ ὅτι Ὥσπερ ἐκεῖνος Χριστοῦ, οὕτω καὶ | |
61.547(50) | ἐγὼ Χριστοῦ. Κατὰ τοῦτο ἡ κοινωνία· οὐ γὰρ δὴ αὐ‐ τὸς μὲν Χριστοῦ, ἐγὼ δὲ ἑτέρου τινός. Καὶ θεὶς τοῦτο τὸ ἴσον, προστίθησι καὶ τὴν ὑπεροχὴν, λέγων· Ἐὰν γὰρ καὶ περισσὸν καυχήσωμαι περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς | |
55 | καθαίρεσιν, οὐκ αἰσχυνθήσομαι. Ἐπειδὴ γὰρ μέγα | |
τι λέγειν ἔμελλεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται. | Column end | |
61.548 | Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς πολλοῖς τῶν ἀκροατῶν, ὡς τὸ ἑαυτόν τινα ἐγκωμιάζειν. Διόπερ ὑποτεμνόμενος τὸ βαρὺ, τοῦτό φησιν· Ἐὰν γὰρ καὶ περισσόν τι καυχήσωμαι. Καὶ οὐκ εἶπεν, ὅτι Εἴ | |
5 | τις πέποιθεν εἶναι Χριστοῦ, λογιζέσθω ὅτι πολὺ ἡμῶν ἀπέχει· ἐγὼ γὰρ ἐξουσίαν ἔχω παρ’ αὐτοῦ πολλὴν, ὥστε οὓς ἂν ἐθέλω, κολάζειν καὶ ἀποκτιν‐ νύναι· ἀλλὰ τί; Ἐὰν γὰρ καὶ περισσόν τι. Καί‐ τοι ἄφατον εἶχεν, ἀλλ’ ὅμως συστέλλει τῷ λόγῳ. Καὶ | |
10 | οὐκ εἶπεν, ὅτι Καυχῶμαι, ἀλλ’, Ἐὰν καυχήσωμαι, ἐὰν βουληθῶ· ἅμα καὶ μετριάζων, καὶ τὴν ὑπεροχὴν δεικνύς. Ἐὰν οὖν καυχήσωμαι, φησὶ, περὶ τῆς ἐξ‐ ουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος. Πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι, καὶ κοινὸν ποιεῖ τὸ δῶρον. Εἰς οἰ‐ | |
15 | κοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Εἶδες πῶς πά‐ λιν παραμυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωμίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι’ ἣν ἔλαβε; Καὶ πῶς φησι, Λογισμοὺς καθαιροῦν‐ τες; Ὅτι αὐτὸ τοῦτο μάλιστα οἰκοδομῆς εἶδός ἐστι, | |
20 | τὸ τὰ κωλύματα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ τὰ ἀληθῆ συντιθέναι. Ἐν οἰκοδομῇ. Εἰς τοῦτο μὲν οὖν ἐλάβομεν, ἵνα οἰκοδομῶμεν. Ἐὰν δέ τις πυκτεύῃ καὶ πολεμῇ καὶ ἀνίατος ᾖ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ κατα‐ | |
25 | βάλλοντες. Διὸ καὶ, Οὐκ αἰσχυνθήσομαι, φησί· του‐ τέστιν, Οὐ δειχθήσομαι ψευδόμενος, οὐδὲ ἀλαζονευό‐ μενος. Ἵνα δὲ μὴ δόξω, ὡς ἂν ἐκφοβεῖν ὑμᾶς, ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λό‐ | |
30 | γος ἐξουθενημένος· τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠδυνάμην μὲν καυχήσασθαι· ἵνα δὲ μὴ τὰ αὐτὰ πά‐ λιν λέγωσιν, ὅτι κομπάζω ἐπιστέλλων, καὶ εὐκατα‐ | |
35 | φρόνητός εἰμι παρὼν, οὐδὲν μέγα ἐρῶ. Καὶ μὴν ὕστερον ἐφθέγξατο, ἀλλ’ οὐ περὶ τῆς δυνάμεως ταύ‐ της δι’ ἧς ἦν φοβερὸς, ἀλλὰ περὶ ἀποκαλύψεων, καὶ τὸ πλέον περὶ πειρασμῶν. Ἵν’ οὖν μὴ δόξω φοβεῖν ὑμᾶς, Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν | |
40 | δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἐπιστέλλει μεγάλα περὶ ἑαυτοῦ, παρὼν δὲ οὐδενὸς λόγου ἐστὶν ἄξιος· διὰ τοῦτο ταῦτά φησι, καὶ αὐτὰ πάλιν συνεσταλμέ‐ νως. Οὐ γὰρ εἶπεν, ὅτι Ὡς μεγάλα ἐπιστέλλομεν, | |
45 | μεγάλα καὶ πράττομεν παρόντες· ἀλλ’ ὑφειμένως μᾶλλον. Ὅτε μὲν γὰρ πρὸς ἐκείνους διελέγετο, μετὰ σφοδρότητος αὐτὸ τέθεικε λέγων, Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας· ὅτε δὲ πρὸς τούτους, καθ‐ | |
61.548(50) | υφῆκε. Διὸ καὶ λέγει, Ὁποῖοί ἐσμεν παρόντες, καὶ ἀπόντες· τουτέστι, ταπεινοὶ, συνεσταλμένοι, οὐδα‐ μοῦ κομπάζοντες. Καὶ δῆλον ἐκ τῶν ἑξῆς· Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. | |
55 | βʹ. Ἐνταῦθα καὶ ἀλαζόνας δείκνυσιν ὄντας ἐκείνους, | |
καὶ μεγάλα περὶ ἑαυτῶν φθεγγομένους· καὶ κωμῳ‐ | 547 | |
61.549 | δεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ’ ἡμεῖς οὐδὲν τοιοῦτον· ἀλλ’ εἴ τινα καὶ μεγάλα εἰργασάμεθα, ἐπὶ τὸν Θεὸν ἅπαντα ἀναφέρομεν, καὶ ἀλλήλοις ἑαυτοὺς παραβάλλομεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ’ αὐτοὶ ἐν | |
5 | ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς οὐ συνιοῦσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ πρὸς ἐκείνους ἑαυτοὺς παραβάλλομεν, ἀλλὰ πρὸς ἀλλήλους. Καὶ γὰρ προϊὼν ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ | |
10 | προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ πάλιν, Τὰ μὲν σημεῖα τοῦ ἀπο‐ στόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ. Ὥστε ἑαυτοῖς συγκρίνομεν ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας | |
15 | ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκεί‐ νων, ὅτι Οὐ τολμῶμεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους ἁμιλλωμένοις καὶ μεγάλα κομ‐ πάζουσι, καὶ μὴ συνιοῦσι, τουτέστι, μὴ αἰσθανομέ‐ νοις πῶς εἰσι καταγέλαστοι τοιαῦτα ἀλαζονευόμενοι, | |
20 | καὶ μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαίροντες. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγο‐ | |
25 | ρεῖν. Ἀλλ’ ἡμεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ μέτρον οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέ‐ σθαι ἄχρις καὶ ὑμῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπει‐ νοφροσύνη αὐτοῦ κατάδηλος, καὶ ὅτι οὐδὲν πλεῖον ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ Θεῷ | |
30 | ἀνατίθησι. Κατὰ γὰρ τὸ μέτρον, φησὶν, τοῦ κανό‐ νος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Καθάπερ γεωργοῖς ἄμπελον διανέμων, οὕτως ἡμῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατ‐ ηξιώθημεν φθάσαι, μέχρι τούτου καυχώμεθα. Οὐ | |
35 | γὰρ μὴ ὡς ἐφικόμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· μέχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς παρεγενόμεθα, ἀλλὰ κατηγγείλαμεν, ἐκηρύξαμεν, ἐπείσαμεν, κατ‐ ωρθώσαμεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παρα‐ | |
40 | γινομένους τοῖς τῶν ἀποστόλων μαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδημίας. Ἀλλ’ οὐχ ἡμεῖς οὕτως· οὐδ’ ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ μέχρις ὑμῶν ἰσχύσαμεν ἐλθεῖν, καὶ τῷ λόγῳ μόνον ἐκτείνο‐ μεν τὴν μέχρις ἡμῶν καύχησιν· καὶ γὰρ καὶ ὑμῖν | |
45 | τὸν λόγον ἐκηρύξαμεν. Οὐκ εἰς τὰ ἄμετρα καυχώ‐ μενοι, ἀλλ’ ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως, ἐν ὑμῖν με‐ γαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισ‐ σείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, | |
61.549(50) | οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχή‐ σασθαι. Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄμετρα ἐκαυχῶντο, καὶ ὅτι εἰς τὰ ἀλλότρια, καὶ ὅτι τῶν μὲν ἀποστόλων ὁ ἱδρὼς ἦν ἅπας, ἐκεῖνοι δὲ ἐκαλλωπίζοντο τοῖς ἐκεί‐ | |
55 | νων κόποις. Ἡμεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα | |
ἐπεδείξαμεν. Οὐ τοίνυν ἐκείνους μιμησόμεθα, ἀλλ’ | Column end | |
61.550 | ἔνθα ἡμῖν μαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦμεν. Καὶ τί λέγω, φησὶν, ὑμᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανομέ‐ νης τῆς πίστεως ὑμῶν· οὐ γὰρ ἀποφαίνεται ἁπλῶς, τὸ οἰκεῖον ἦθος μιμούμενος, ἀλλ’, Ἐλπίζω, φησὶν, | |
5 | ὑμῶν ἐπιδιδόντων, ὅτι καὶ περαιτέρω ὁ κανὼν, ἡμῶν ἐπεκταθήσεται, εἰς τὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόμεθα γὰρ καὶ περαιτέρω, φησὶν, ὥστε κη‐ ρῦξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ | |
10 | μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης ἐλθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τὸ ἔργον τοῦ Θεοῦ ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν, ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδὲ ἑαυτοῖς τι λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ | |
15 | τὸ πᾶν. Διὸ καὶ ἐπάγει, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡμῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν, ἀλλ’, Ὃν ὁ Κύριος συν‐ | |
20 | ίστησιν. Εἶδες πῶς συνεσταλμένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ’ ἂν τοὺς μαθητὰς τῆς πλάνης | |
25 | ἀπήλλαξεν. Ἔστι γὰρ καὶ μετριάζοντα ἀκαίρως, βλάψαι, καὶ λέγοντά τι περὶ ἑαυτοῦ θαυμαστὸν εὐ‐ καίρως, ὠφελῆσαι. Ὥσπερ οὖν καὶ αὐτὸς ἐποίησε. Καὶ γὰρ κίνδυνος ἦν οὐ μικρὸς, περὶ Παύλου τι πεισθῆναι φαῦλον τοὺς μαθητὰς, οὐκ ἐπειδὴ Παῦ‐ | |
30 | λος ἐζήτει τὴν παρ’ ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν ἂν ἐσίγησε χρόνον τοσοῦτον· οὐδ’ ἂν, ἀνάγκης ἐπικειμένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν. Δῆλον δὲ, ὅτι οὐδ’ ἂν τότε εἶπεν, εἰ μὴ | |
35 | σφόδρα κατηναγκάσθη. Οὐκοῦν οὐ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητῶν, ταῦτα ἔλεγεν, ἀλλὰ τῶν μαθητῶν κηδόμενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπά‐ ζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκά‐ | |
40 | ζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ’ ὅμως ἔτι τῇ διὰ τῶν λό‐ γων κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, | |
45 | καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα. Διὰ τοῦτο γοῦν καὶ ἀθρόον μετέστη, καὶ μεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ’ αὐτῶν τιμὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶ ὁ προστάτης αὐ‐ τὸς ἦν. Ἀλλ’ οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν | |
61.550(50) | ἀλήθειαν εὗρεν, ἀλλ’ ὕβρεις καὶ ἀτιμίας αὐτῶν ἀντ‐ ηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούμενος. Ὁ γὰρ μήτε γέεν‐ ναν, μήτε βασιλείαν ἡγούμενός τι εἶναι, μήτε κόσμους μυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς | |
55 | ἂν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐθήρευεν; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφημον καὶ | |
διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ μα‐ | 549 | |
61.551 | θητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ’ αὐτοῦ μαθὼν, ἐκπομπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷ μετὰ ταῦτα. | |
5 | γʹ. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ’ ἵνα καὶ μανθάνωμεν. Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανι‐ σθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς; Τί λέγεις, ἄνθρω‐ | |
10 | πε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ; Δευτέρα αὕτη πρόσκρουσις, δευτέρα ἀπέχθεια. Ποίων οὖν ἁμαρτημάτων αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ μεριμνᾷς καὶ φροντίζεις πῶς λόγον δώσεις, ὁ μηδὲ μεμνῆσθαι αὐτῶν σπουδάζων, ἀλλὰ | |
15 | παίζων ἐν οὐ παικτοῖς. Ἀλλ’ ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡμῖν. Καὶ γὰρ δεῖ ἡμᾶς πάντως ἀποθανεῖν (διὰ γὰρ τὴν πολλὴν ἀναισθησίαν τῶν πολλῶν καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι δεῖ), καὶ ἀναστῆναι πάντως, καὶ κριθῆναι πάντως, καὶ | |
20 | κολασθῆναι· μᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλω‐ μεν. Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρί‐ σεως, ἀλλ’ ὁ Δεσπότης ὁ ἡμέτερος· τοῦ μέντοι δι‐ δόναι δίκην, ἢ μὴ, ἡμεῖς κύριοι· τοῦτο γὰρ | |
25 | τῶν ἐνδεχομένων ἐστίν. Ἀλλ’ ἐὰν θέλωμεν, τῶν ἀδυνάτων αὐτὸ ποιήσομεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες· καὶ γὰρ ἐκείνους κολα‐ σθῆναι ἀδύνατον. Ἂν τοίνυν ἐθέλωμεν, καὶ ἡμᾶς ὁμοίως ἀδύνατόν τι παθεῖν. Κἂν γὰρ μυρία πεπλημ‐ | |
30 | μεληκότες ὦμεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐν‐ ταῦθα ὦμεν. Ἀνακτησώμεθα τοίνυν ἑαυτούς· καὶ ὁ μὲν γέρων ἐννοείτω, ὅτι μικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ (καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς | |
35 | τὴν ἐκείνου δόξαν τοῦτό φημι)· ἐννοείτω μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. | |
40 | Ἵνα γὰρ μὴ πραγματευώμεθα τὴν τελευτὴν ἡμῶν, διὰ τοῦτο ἐν ἀδήλῳ κεῖται. Διὸ καὶ σοφός τις παρ‐ αινεῖ λέγων, Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας· οὐ γὰρ οἶ‐ δας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ μὲν γὰρ τοῦ ἀνα‐ | |
45 | βάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ μὴ ἀναβάλ‐ λεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπ‐ ῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, μετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ | |
61.551(50) | βίου, κακίας τε ἀπεχόμενος, καὶ ἀρετῆς ἐπειλημμέ‐ νος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· | |
ταῦτα γὰρ τὰ ῥήματα σφόδρα παροργίζει τὸν Θεόν. | Column end | |
61.552 | Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπ‐ ηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ’ οὕτως εἶ χαῦνος καὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης | |
5 | βραχυτέραν ἐπιζητεῖν. Οὐχ οἱ αὐτοὶ κῶμοι καθ’ ἡμέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ τὰ αὐτὰ χρήματα; Μέχρι τίνος ὡς ἐκείνων ὄντων ἐρᾷς; μέχρι τίνος τὴν ἀκό‐ ρεστον ἔχεις τῆς κακίας ἐπιθυμίαν; Ἐννόησον ὅτι | |
10 | ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· ἅμα γέγονε, καὶ τὴν ψῆφον ἤνεγκεν ὁ δικαστής. Ἐμεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις | |
15 | ἀνήρπασε τοῖς ἁμαρτήμασι· μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι. Πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην. Φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολόγητος. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν | |
20 | ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν μὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; | |
25 | Ἔδωκε μὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς προθεσμίαν· ἐὰν δὲ ἀεὶ μέλλῃς, δι’ αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη | |
30 | διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βου‐ λευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκο‐ δομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμε‐ | |
35 | νος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολ‐ λάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φησὶν, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ’ ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀν‐ | |
40 | ήρπασε. Τί δὲ, ἂν καὶ χρόνον λαβὼν ὅμοιος μένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ | |
45 | οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμ‐ βήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Καὶ εἴθε ἐν ματαιότητι μόνον, ἀλλὰ μὴ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ ἀπέλθωμεν ἐκεῖ τὸ βαρὺ τῶν ἁμαρ‐ | |
61.552(50) | τημάτων φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν τῷ | |
σκώληκι τράπεζαν. Διὸ δέομαι καὶ ἀντιβολῶ στῆναί | 551 | |
61.553 | ποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας | |
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου | Column end | |
61.554 | ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.553(4) | ΟΜΙΛΙΑ ΚΓʹ. | |
5 | Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου. αʹ. Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει. Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ· καίτοι γε ἱκανὴ ἦν ἡ | |
10 | ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρημένα αὐτῷ. Ὁ γὰρ ἁμαρτημά‐ των μεμνημένος, ὧν ὁ Θεὸς οὐκ ἐμέμνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖς σφόδρα ἀναισθήτοις | |
15 | εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ μέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν μάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολ‐ λοῖς. Ἀλλ’ ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ’ εἰς ἓν | |
20 | εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν. Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος· μᾶλλον δὲ καὶ ἀνέχεσθε. | |
25 | Εἶδες σύνεσιν; Τὸ μὲν γὰρ εἰπεῖν, Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυμένου ὅτι καὶ φιλεῖ καὶ φιλεῖται· μᾶλλον δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ’ ἀπό τινος ἔρωτος θερμοῦ καὶ | |
30 | μανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνον‐ τος. Διὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ’ ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ αἱ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι, καὶ οὐκ ἂν | |
35 | ἄλλως τεχθείη ζηλοτυπία, ἀλλ’ ἢ ἀπὸ σφοδρᾶς φιλίας. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δυναστείας ἕνεκεν, ἢ τιμῆς, ἢ χρημάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται, προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέ‐ γεται ζηλοῦν, οὐχ ἵνα πάθος ὑποπτεύσῃ τις· καὶ | |
40 | γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ’ ἵνα μάθωσιν ἅπαντες, ὅτι δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἢ δι’ αὐτοὺς τοὺς ζηλοτυπου‐ μένους πάντα ποιεῖ· οὐχ ἵνα αὐτός τι κερδάνῃ, ἀλλ’ ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν | |
45 | ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωμένους, ἀλλὰ διὰ τὸ μὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρ‐ ευδοκιμεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωμέ‐ νοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου μοι μέλει, φησὶ, μὴ ἔλαττον σχῶ παρ’ ὑμῖν, ἀλλὰ μὴ | |
61.553(50) | ὑμᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐμὸς, σφοδρὸς ὁμοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐμαυτῷ, ἀλλ’ ἐκείνῳ ζηλῶ, ᾧ ἡρμοσάμην. Μνηστείας γάρ | |
55 | ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυμφίος. Ὢ καινῶν | |
πραγμάτων! ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸ | Column end | |
61.554(5) | τοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόμενος ταῦτά φησι, καὶ τοὺς γεγα‐ | |
10 | μηκότας καὶ τὰς γεγαμημένας. Ἀλλ’ ἴδω‐ μεν τί φέρων, ἡμᾶς ἡρμόσατο, ποῖα ἕδνα. Οὐ χρυ‐ σὸν, οὐκ ἄργυρον, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὸ καὶ ἔλεγεν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν· καὶ παρακαλεῖ, ὅτε τὴν νύμφην ἔμελλε λαμβά‐ | |
15 | νειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάμ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμε‐ νον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεμψεν ὁ Θεὸς τοὺς οἰκέτας τοὺς ἑαυτοῦ μνηστευσομένους τῷ παιδὶ τὴν Ἐκκλησίαν, καὶ προφήτας ἄνωθεν ταῦτα λέ‐ | |
20 | γοντας· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλά‐ θου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην ἁρμοζόμενον; εἶδες καὶ τὸν Ἀπόστολον μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ | |
25 | ῥῆμα φθεγγόμενον, καὶ λέγοντα, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χρι‐ στῷ; Εἶδες πάλιν σύνεσιν; Εἰπὼν γὰρ, ὅτι Ὀφεί‐ λετέ μου ἀνέχεσθαι, οὐκ εἶπε, Διδάσκαλος γὰρ ὑμῶν εἰμι, καὶ οὐ, Δι’ ἐμαυτὸν λέγω· ἀλλ’ ὃ μάλιστα | |
30 | τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦμαι δὲ μή πως, ὡς ὄφις Εὔαν ἠπάτησε διὰ τῆς παν‐ ουργίας αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν | |
35 | ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλὰ ἡ ἀθυμία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρμένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς | |
40 | τῶν προημαρτηκότων· ἀλλ’ ὅμως οὐκ ἀφίησιν αὐ‐ τοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς. Διὸ τὸ μέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφό‐ | |
45 | δρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ’ ἐν τῷ μέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω μὲν οὖν παρεμυθήσατο· τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φό‐ βον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώ‐ μης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις κακοῦργος, κἀκείνη | |
61.554(50) | ἀνόητος, ἀλλ’ ὅμως οὐδὲν τούτων ἐξήρπασε τὴν γυ‐ ναῖκα. βʹ. Ὁρᾶτε οὖν μὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑμῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος μείζονα | |
ἐπαγγειλάμενος, οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτι | 553 | |
61.555 | καὶ οὗτοι κομπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπά‐ των. Καὶ τοῦτο οὐκ ἐντεῦθεν μόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν μετὰ ταῦτα λέγει, ὅτι Εἰ μὲν ὁ ἐρ‐ χόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκη‐ | |
5 | ρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλά‐ βετε, ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, κα‐ λῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι. Καὶ οὐκ | |
10 | εἶπεν, Οὕτω καὶ ὑμεῖς ἀπατηθῆτε· ἀλλὰ ἔτι μένων τῇ μεταφορᾷ, φησὶ, Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ μὴ πιστεύειν ὑμῶν, ἀλλ’ ἐξ | |
15 | ἀφελείας. Ἀλλ’ ὅμως οὐδὲ ἐντεῦθεν συγγνώμης ἄξιοι οἱ ἀπατώμενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώμης ἄξιον, πολλῷ μᾶλλον, ὅταν διὰ κενοδο‐ ξίαν τις τοῦτο πάθῃ. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν. Δείκνυσιν | |
20 | ἐντεῦθεν οὐχὶ διαφθειρομένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ’ ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόμενος. Εἰ πνεῦμα ἕτερον λαμβά‐ νετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, κα‐ λῶς ἠνείχεσθε. Τί λέγεις; ὁ Γαλάταις εἰπὼν, Ἐάν | |
25 | τις εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνά‐ θεμα ἔστω, νῦν λέγεις, Καλῶς ἠνείχεσθε; Καὶ μέντοι διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι, ἀλλ’ ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέ‐ γεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; | |
30 | εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσ‐ έχωμεν τοίνυν· καὶ γὰρ μέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρημνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράμωμεν, καὶ πά‐ σαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρημένον. Τί οὖν ἐστι τὸ νόημα τῶν ῥημάτων τούτων; Οὕτως | |
35 | ἐκόμπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδα‐ σκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγμασι τούτοις. Διὸ καὶ τοῦ ὄφεως καὶ τῆς Εὔας ἀνεμνήσθη οὕτως ἀπατηθείσης τῇ τοῦ | |
40 | πλείονος προσδοκίᾳ. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ αἰνιτ‐ τόμενος ἔλεγεν, Ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡμεῖς μωροὶ διὰ Χρι‐ στὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κε‐ | |
45 | χρημένους, τοῦτό φησιν, ὅτι Εἰ μέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελίπομεν, καλῶς ἠνεί‐ χεσθε· διὰ γὰρ τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύ‐ ξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ | |
61.555(50) | πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθη‐ σιν· οὐ γὰρ εἶπεν, Εἰ μὲν ὁ ἐρχόμενος πλεῖόν τι λέ‐ γει· ἔλεγον γάρ τι πλέον, μετὰ πλείονος δημηγο‐ ροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥη‐ | |
55 | μάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόμε‐ | |
νος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείαν | Column end | |
61.556 | εἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦμα ἕτερον λαμβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιεῖ κατὰ τὴν χάριν· Ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε· | |
5 | οὐδὲ τοῦτο λόγων ἐδεῖτο πάλιν, Καλῶς ἠνείχεσθε. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τῷ διορισμῷ κέ‐ χρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ’ αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι Εἰ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ἐπήγαγεν, | |
10 | Ὃν οὐκ ἐκηρύξαμεν καὶ πνεῦμα ἕτερον λαμβάνετε, προσέθηκεν, Ὃ οὐκ ἐλάβετε· ἢ εὐ‐ αγγέλιον ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέ‐ γουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ | |
15 | λεχθῆναι ἔδει, καὶ παρ’ ἡμῶν παρελείφθη. Εἰ δὲ οὐδὲ ἔδει, διὸ οὐδὲ παρ’ ἡμῶν εἴρηται, ἵνα τί πρὸς αὐτοὺς κεχήνατε; γʹ. Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος ἕνεκεν αὐ‐ τοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρημένοι, ἕτερα | |
20 | εἰσάγουσι δόγματα. Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, ἀλλ’ ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχημα‐ τίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν ἀνεπαχθεστέρων ἀπάγει τῆς αὐθεντίας αὐτῶν τοὺς μαθητάς· καὶ οὐκ ἐκείνοις βασκαίνων, ἀλλὰ τούτους | |
25 | ἀσφαλιζόμενος. Ἐπεὶ τὸν Ἀπολλὼ διὰ τί οὐ κωλύει, καίτοι ἄνδρα λόγιον ὄντα, καὶ δυνατὸν ἐν ταῖς Γρα‐ φαῖς, ἀλλὰ καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται πέμ‐ ψειν αὐτόν; Ὅτι μετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογμάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐν‐ | |
30 | αντίον. Διόπερ αὐτοῖς πολεμεῖ, καὶ τοῖς μαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ μέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλή‐ ρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ’ ἡμῶν, καὶ οὐδὲν λέλειπται, | |
35 | πόθεν ὑμᾶς εἷλον ἐκεῖνοι; Διὸ καὶ ἐπάγει λέγων, Λο‐ γίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούμενος τὴν σύγκρισιν. Ὥστε εἰ ἐμοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀν‐ | |
40 | ταῦθα μετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζομαι· οὕτω νομίζω, ὅτι οὐδὲν ὑστέρησα τῶν ὑπερλίαν ἀποστό‐ λων. Ἐπειδὴ γὰρ καὶ τοῦτο ἐλάττωμα αὐτοῦ ἐδόκει εἶναι τὸ προλαβόντας ἐκείνους ὄνομα ἔχειν πλέον, καὶ | |
45 | μείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔμελλον οὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν μετὰ τοῦ προσήκοντος αὐτῷ σχήμα‐ τος. Διὸ καὶ μετ’ ἐγκωμίων αὐτῶν μέμνηται, οὐχ ἁπλῶς τῶν ἀποστόλων εἰπὼν, ἀλλὰ, Τῶν ὑπερλίαν, | |
61.556(50) | Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κοριν‐ θίους, τῷ μὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. | |
55 | Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος εἶναι κἀ‐ κείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ’ αὐτὸ καθαι‐ ρεῖ τὸ πρᾶγμα τὸ τῆς ἔξω σοφίας. Καὶ ἐν μὲν τῇ | |
προτέρᾳ Ἐπιστολῇ καὶ σφόδρα ἀγωνίζεται περὶ τού‐ | 555 | |
61.557 | του λέγων, ὅτι οὐ μόνον οὐδὲν συντελεῖ πρὸς τὸ κή‐ ρυγμα τοῦτο, ἀλλὰ καὶ ἐπισκιάζει τῇ δόξῃ τοῦ σταυ‐ ροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς | |
5 | τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε μὲν οὖν ἐν τοῖς μεγάλοις ἔδει συγκρί‐ νειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε δὲ δεῖξαι | |
10 | τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ’ αὐτῷ συμ‐ πλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον· καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη κατ‐ ήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, | |
15 | ὅτε καιρὸς ἐκάλει, φησὶ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. ᾜδει γὰρ τοῦτο μάλιστα ὠφε‐ λῆσον τοὺς μαθητάς· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Καὶ γὰρ ἐνταῦθα πάλιν διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν | |
20 | πανουργίᾳ περιπατοῦντας. Ταῦτα δὲ καὶ ἔμπροσθεν περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι οὐ κατὰ πρόσωπον ἔζη, οὐδὲ δολῶν καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι μὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ’ οὐκ αὐτός. Διὸ καὶ πανταχοῦ μέγα φρονεῖ ἐπὶ | |
25 | τῷ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, μηδὲ ἀπο‐ κρύπτεσθαι τὰ καθ’ ἑαυτόν. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συν‐ ιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώ‐ πων· καὶ νῦν δέ φησιν, Ἐν παντὶ φανερωθέντες | |
30 | εἰς ὑμᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα· λαμβάνομεν παρά τινων, καὶ οὐ σιγῶμεν. Παρ’ ὑμῶν οὖν λαμβάνομεν, καὶ οὐχὶ προσποιούμεθα μὴ λαμβάνειν, καθάπερ οὗτοι λαμβάνοντες· ἀλλὰ πάντα ποιοῦμεν φανερὰ ὑμῖν. | |
35 | Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ μετὰ ἀλη‐ θείας ἅπαντα καταγγέλλοντος. Διὸ καὶ μάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑμᾶς, καὶ ἔμπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώ‐ | |
40 | σκετε. Εἶτα ἐπειδὴ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπελογή‐ σατο, βαρέως τὸ ἑξῆς ἐπάγει λέγων, Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ ἑρμηνεύων αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον, πρὸς τὴν ὑμετέραν | |
45 | διακονίαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχω‐ ρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐμαυ‐ τόν. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ μου, ἐπειδὴ ἐταπείνωσα ἐμαυτὸν προσαιτῶν, στενοχωρούμενος, λιμώττων, ἵνα ὑμεῖς | |
61.557(50) | ὑψωθῆτε; Καὶ πῶς ὑψοῦντο οὗτοι, τούτου ὄντος ἐν στενοχωρίᾳ; Μᾶλλον ᾠκοδομοῦντο, καὶ οὐκ ἐσκανδα‐ λίζοντο· ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα. Ἐγκαλεῖτέ | |
55 | μοι οὖν ὅτι ταπεινὸς γέγονα; Ἀλλὰ διὰ τοῦτο ὑμεῖς ὑψώθητε. Ἐπειδὴ γὰρ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι δι‐ έβαλλον αὐτὸν, ὅτι παρὼν μὲν ταπεινὸς, ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούμενος πλήττει πάλιν αὐτοὺς ἐνταῦ‐ | |
θα λέγων, ὅτι Καὶ τοῦτο δι’ ὑμᾶς. Ἄλλας Ἐκκλη‐ | Column end | |
61.558 | σίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι. Εἶ‐ πε γὰρ, Ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων ἐν τούτῳ πρώτῳ | |
5 | καυχᾶται. Τοῦτο γὰρ μάλιστα ζητοῦσιν οἱ βιω‐ τικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι’ ἐναντίας μέγα ἐφρόνουν. Διὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύ‐ νων ἐμβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ’ εἰς τὸν τῆς τῶν χρημάτων ὑπεροψίας, ἐπειδὴ | |
10 | ἐν τούτῳ ἐφρόνουν· ὁμοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας. δʹ. Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰ‐ πεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ’ ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐ‐ | |
15 | τοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλα‐ βον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύμνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, | |
20 | τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ’ ὑμῶν ὀφείλων τρέφεσθαι, παρ’ ἑτέρων τούτων ἀπήλαυον. Διπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ’ αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος, | |
25 | καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι ἔπεμπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέ‐ | |
30 | μα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατ‐ ενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ’, Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ’ ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθα‐ | |
35 | νόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμ‐ φαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατ‐ ενάρκησα ὑμῶν. Ἐνταῦθα πάλιν μετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, | |
40 | ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας με‐ στὴ καὶ ζηλοτυπίας γέμουσα. Διὸ καὶ τέθεικεν αὐ‐ τὴν οὐ προηγουμένως, ἀλλ’ ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πά‐ λιν εἰς τὸν τῆς ἐλεημοσύνης λόγον. Τὸ γὰρ ὑστέρη‐ | |
45 | μά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλ‐ θόντες ἀπὸ Μακεδονίας. Εἶδες πῶς παροξύνει πά‐ λιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους; Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλη‐ | |
61.558(50) | σα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεημοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας ἐν τῷ μὴ θρέψαι τὸν Ἀπόστολον, πείθει καὶ ἐν τῇ τῶν πενήτων μὴ ἡττηθῆναι βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς | |
55 | χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώμιον μέγι‐ στον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιμίων ἔλαμ‐ ψαν. Ἀλλ’ ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, | |
καὶ οὐδαμοῦ περιουσίαν. Τῷ μὲν οὖν εἰπεῖν, ὅτι | 557 | |
61.559 | Παρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κοριν‐ θίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέ‐ ρημά μου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύ‐ | |
5 | την; Τὸ παρ’ ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες. Διὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ μὴ θαῤῥεῖν. Καὶ μὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ’ οὐ λέγει αὐτὸ σαφῶς, ἀλλὰ συσκιάζει, ἀφεὶς τῷ | |
10 | συνειδότι τῶν ἀκροωμένων. Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβα‐ ρῆ ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νομί‐ σητε, φησὶ, ταῦτα λέγειν με, ἵνα λάβω. Τὸ δὲ, Τη‐ ρήσω, βαρύτερον, εἰ μηδ’ ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ | |
15 | καθάπαξ ἀπέγνω τι λαβεῖν παρ’ αὐτῶν. Δείκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά | |
20 | μου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑμῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ τοῦ μᾶλλον ἐπισπάσασθαι αὐτοὺς ταῦτα λέγειν, φησίν· Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Μὴ νομίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα | |
25 | μᾶλλον ἐφελκύσωμαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Ἵνα γὰρ μή τις αὐτὸν νομίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόμενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγμα καλεῖ. Καὶ ἐν τῇ | |
30 | προτέρᾳ δὲ ὁμοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ μηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ὥσπερ ἐκεῖ μι‐ σθὸν, οὕτως ἐνταῦθα καύχημα καλεῖ, ἵνα μὴ σφόδρα | |
35 | αἰσχύνωνται τοῖς λεγομένοις, ὡς αἰτοῦντι μὴ παρ‐ έχοντες. Τί γὰρ, ἂν καὶ ὑμεῖς δῶτε, φησίν; ἀλλ’ ἐγὼ οὐ δέχομαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ μετα‐ φορᾶς τῶν ποταμῶν, αὐτοῦ φήμης ὡς πανταχοῦ ῥεού‐ σης ὅτι οὐ λαμβάνει. Οὐκ ἐμφράσσετε τῷ δόματι τὴν | |
40 | παῤῥησίαν τὴν ἐμήν. Ἀλλ’ οὐκ εἶπεν, Οὐκ ἐμφράσ‐ σετε, ὅπερ πληκτικώτερον, ἀλλ’, Οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν δι‐ δόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ | |
45 | ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑμῖν μόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑμῶν. Ἵν’ οὖν μὴ ταῦτα λογιζόμενοι ἀθυμῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦ‐ ται· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδε· ταχέως τὴν λύσιν ἐπαγαγὼν, καὶ εὐαπαλλάκτως. Ἀλλ’ | |
61.559(50) | ὅμως οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ’ ὅτι [Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ’, Ὅτι ἀγαπῶ ὑμᾶς· ὃ μάλιστα ἐπ‐ έτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ μάλιστα φι‐ λεῖν αὐτοὺς ἦν τὸ μὴ λαμβάνειν παρ’ αὐτῶν, ἐπειδὴ | |
55 | σφόδρα ἐπλήττοντο. εʹ. Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάμβανε, καὶ οὐκ ἐλάμβανεν· ἡ δὲ ἐναντιότης παρὰ | |
τὴν τῶν διδόντων ἕξιν. Καὶ οὐκ εἶπε μὲν, Διὰ τοῦτο | Column end | |
61.560 | οὐ λαμβάνω, ἐπειδὴ σφόδρα ὑμᾶς ἀγαπῶ, ἐπεὶ κατηγο‐ ρίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐν‐ έβαλεν, ἀλλ’ ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν | |
5 | θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶ‐ σι, καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδα‐ ζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεμνύνονται μόνον. Ἵνα τοίνυν μηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ | |
10 | τοῖς ἄλλοις ἠλαττωμένοι ἦσαν. Οὐδὲν γὰρ, ὅπερ ἔφην, οὕτως οἰκοδομεῖ τοὺς βιωτικοὺς, ὡς τὸ μὴ λαμβά‐ νειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο μάλιστα τὸ δέλεαρ καθῆκε, βουλόμενος αὐτοὺς εἰς ἕτερα παρα‐ βλάψαι. Δοκεῖ δέ μοι καὶ τοῦτο ὑποκρίσεως εἶναι. Διό‐ | |
15 | περ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γεν‐ ναῖον ἄνδρα οὐ μόνον ἐφ’ οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ’ οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ μακάριος | |
20 | οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰμ, λέ‐ γων, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁμαρτήματα, ἀλλ’ ἔλαμπεν ἀπὸ κατ‐ ορθωμάτων, πανταχοῦ περιδραμὼν, καὶ μὴ εὑρών τινα καθ’ ἑαυτοῦ μεγίστην λαβὴν, ἐπὶ τὴν φύσιν κατα‐ | |
25 | φεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σε‐ μνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε. Διὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ μοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, μηδὲ τὸν ἀνατε‐ ταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ | |
30 | τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα λο‐ γίζου καὶ προστίθει. Ἐὰν δὲ τὰ φαινόμενα λέγῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ, τὰ πολλῷ τού‐ των λαμπρότερα. Ἀλλ’ ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός | |
35 | ἐστι τὸ πᾶν· οὕτω δὴ μηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦ‐ τα πηλός· μᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέ‐ σθαι κόνιν. Δεῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον πυ‐ ρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξομαι, καὶ ἐρήσομαι τί γέγονεν ὁ πολὺς κόσμος ἐκεῖνος, ποῦ | |
40 | δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων, τῶν κτημά‐ των, ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύμβολα, ἐσθῆτος | |
45 | λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προ‐ πεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ἐλέγχεται ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς | |
61.560(50) | σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ | |
55 | στόματα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ’ ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαν‐ | |
τας ἔδει λέγειν· Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος· | 559 | |
61.561 | ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν, μηδὲ θάρσει τῷ ἀδικουμένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα νῦν λέγειν, καὶ φειδομένων ἐστὶ καὶ εἰρωνευομένων· οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δε‐ | |
5 | δοικέναι καὶ τρέμειν. Ἀλλ’ εἰ καὶ ἐκείνῳ ταῦτα ἀνό‐ νητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νο‐ σοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆμα ἀκολου‐ θοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, | |
10 | ἀλλ’ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμέ‐ νου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παι‐ δευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐ‐ τοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεον‐ | |
15 | έκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα μὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζό‐ μενον τὸν ἀδικήσαντα. Ἀλλ’ ἡμῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ μὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀπο‐ δέχομαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδομένους συμφοραῖς, | |
20 | ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν. Φέρε οὖν καὶ ταύτην ὑμῖν ἐγγυήσομαι. Ἂν γὰρ παρὰ ἀνθρώπων πάσχωμεν κακῶς, ὑποτεμνόμεθα τοῦ χρέους οὐκ ὀλί‐ γον, φέροντες γενναίως τὰ γινόμενα. Οὐκ ἄρα ἀδι‐ κούμεθα· λογίζεται γὰρ εἰς τὸ ὄφλημα ἡμῖν τὴν | |
25 | ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας. Διὰ τοῦτο καὶ ἄνωθεν οὐκ ἤμυνε παθόντι κακῶς. Πόθεν τοῦτο δῆλον, φη‐ σίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ’ ἀπήγοντο | |
30 | παῖδες καὶ γυναῖκες· ἀλλὰ μετὰ ταῦτα ἡ αἰχμαλωσία αὕτη κατὰ ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῖς γέ‐ γονε παραμυθία. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρα‐ καλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς· λαλή‐ σατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο | |
35 | ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς· καὶ πάλιν, Δὸς ἡμῖν εἰρήνην· πάντα γὰρ ἀπέδω‐ κας ἡμῖν. Καὶ ὁ Δαυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἡνίκα τὸν Σεμεεὶ καταρώμενον | |
40 | ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς ἡμέ‐ ρας ταύτης. Ὅταν γὰρ μὴ ἀμύνῃ ἀδικουμένοις, τότε μάλιστα ὠφελούμεθα· λογίζεται γὰρ ἡμῖν εἰς κατόρθωμα, ἂν εὐχαρίστως ἐνέγκωμεν. | |
45 | ϛʹ. Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόμενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεμάν· εἰ γὰρ καὶ μὴ ἥρπασεν, ἀλλὰ | |
61.561(50) | τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε μετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο μόνον πολλάκις ἵλεων τὸν Θεὸν | |
55 | ἐποίησε· κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, | Column end |
61.562 | ὅταν μεθ’ ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον. Διὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ μὲν παρέδωκα αὐτοὺς | |
5 | εἰς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· διὰ τοῦτο τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιά‐ ζεσθαι καὶ πλεονεκτεῖν. Τί δήποτε; Ὅτι σφόδρα εὔ‐ κολον ταύτης ἀπέχεσθαι τῆς ἁμαρτίας. Οὐ γάρ ἐστι | |
10 | φυσικὴ ἐνοχλοῦσα ἐπιθυμία, ἀλλὰ ἀπὸ ῥᾳθυμίας γί‐ νεται. Πῶς οὖν ῥίζαν κακῶν αὐτὴν ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ’ ἡμᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος. Καὶ, | |
15 | εἰ βούλεσθε, ποιησώμεθα σύγκρισιν, καὶ ἴδωμεν ποῖον τυραννικώτερον, χρημάτων ἢ σωμάτων ἐπιθυμία· ὃ γὰρ ἂν εὑρεθείη μεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον. Οὐκοῦν ἴδωμεν τίνα μέγαν κατ‐ έσχε χρημάτων ἐπιθυμία. Οὐδένα, ἀλλὰ οἰκτροὺς | |
20 | σφόδρα καὶ ἀπεῤῥιμ[μ]ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυμία δὲ σωμάτων τοῦ μεγάλου προφήτου περιεγένετο τοῦ Δαυΐδ. Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον | |
25 | αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω μέγα τὸ πάθος, τότε μάλιστα αὐτοὺς δείκνυμι συγγνώμης ἁπάσης ἀπεστερημένους. Εἰ μὲν γὰρ ἠγνόεις τὸ θη‐ ρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐμπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν τινά. Μετὰ | |
30 | δὲ τοῦτον, τὸν τούτου παῖδα μετὰ πλείονος εἷλεν ὑπερ‐ βολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ’ ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν. Καὶ ὁ μὲν πατὴρ ἀνέστη, καὶ | |
35 | ἀνεμαχήσατο τὴν πάλην, καὶ πάλιν ἐστεφανώθη· οὗ‐ τος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο. Διὰ τοῦτο καὶ Παῦ‐ λος ἔλεγε· Κρεῖσσόν ἐστι γαμῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλ’, Ὃς ἀφῆκε τὰ | |
40 | ὑπάρχοντα αὑτοῦ, ἑκατονταπλασίονα λήψεται. Πῶς οὖν, φησὶ, περὶ τῶν πλουτούντων εἶπεν, ὅτι δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ | |
45 | τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης μὲν γὰρ ἀπάγει τῆς ἐπιθυμίας λέ‐ γων, Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν μόνον διαλύσας, καὶ τοῦτο συμφώνως, πάλιν ἐπὶ | |
61.562(50) | τὸ συνέρχεσθαι συμβουλεύει. Δέδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας, μήποτε ναυάγιον ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι μὲν γὰρ οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπι‐ θυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κι‐ | |
55 | νούσης μὴ φαινομένης. Διὸ ταύτην μὲν οὐκ ἐξέκοψε | 561 |
61.563 | καθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ’ αὐτὴν ἐπιθυμίαν ἀνεῖλεν, ἀλλὰ τὴν ἄδικον· Διὰ γὰρ τὰς ἐπιθυμίας, φησὶν, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε μὴ εἰκῆ συν‐ | |
5 | εχώρησε. Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη· ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων ὀργή· ἐπι‐ θυμία δὲ χρημάτων οὐδαμῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, | |
10 | τοσούτῳ μᾶλλον τὰ αἴσχιστα πείσῃ. Διὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων, Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστε‐ ρεῖσθε; Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φη‐ | |
15 | σίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συμφέρον ὑμῖν λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπι‐ βάλω· ὅταν δὲ περὶ χρημάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσματα καὶ τροφὴν, τούτοις ἀρκεσθησόμεθα. Πῶς οὖν, φησὶ, τούτῳ μᾶλλον ἁλί‐ | |
20 | σκονται πολλοί; Ὅτι οὐχ οὕτως εἰσὶ πρὸς αὐτὸ παραταττόμενοι, ὡς πρὸς ἀσέλγειαν καὶ πορνείαν· ὡς εἴ γε ὁμοίως ἐδόκει εἶναι δεινὸν, οὐκ ἂν τα‐ | |
χέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναι | Column end | |
61.564 | τοῦ νυμφῶνος ἐξεβλήθησαν, ἐπειδὴ τὸν μείζονα ἀντ‐ αγωνιστὴν καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶ μηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυμίας κρατῶν, ὑπὸ χρημάτων | |
5 | νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁμοίως εἰσὶ κατωφερεῖς. Ταῦτ’ οὖν εἰδό‐ τες, καὶ τὸ ὑπόδειγμα τῶν παρθένων συνεχῶς παρ’ ἑαυτοῖς στρέφοντες, φεύγωμεν τὸ πονηρὸν τοῦτο θη‐ | |
10 | ρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ’ ἀπώλοντο μετὰ μυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν· τίς ἡμᾶς ἐξαιρήσεται, εἰ τούτῳ περι‐ πέσοιμεν τῷ πάθει; Διὸ παρακαλῶ πάντα ποιεῖν μήτε ἁλῶναι, μήτε ἁλόντας ἐναπομεῖναι, ἀλλὰ καὶ | |
15 | διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσμά. Οὕτω γὰρ δυνη‐ σόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ‐ | |
20 | ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.563(24) | ΟΜΙΛΙΑ ΚΔʹ. | |
25 | Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δό‐ λιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. αʹ. Τί λέγεις; οἱ Χριστὸν κηρύττοντες, οἱ χρήματα μὴ λαμβάνοντες, οἱ Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, | |
30 | ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατή‐ σωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ’ ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον | |
35 | λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβά‐ νουσιν. Ἵνα πλείονα λάβωσιν, ἵνα ψυχὴν ἀπολέσωσι. Μᾶλλον δὲ καὶ τοῦτο ψεῦδος· καὶ ἐλάμβανον, ἀλλ’ ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ | |
40 | ἤδη μὲν γὰρ ᾐνίξατο αὐτὸ εἰπὼν, Ἵνα ἐν ᾧ καυχῶν‐ ται εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· πλὴν ἀλλ’ ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τού‐ του ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει | |
45 | λέγων, Μετασχηματιζόμενοι. Σχῆμα μόνον αὐτοῖς, ἡ δορὰ τοῦ προβάτου ἐπίκειται. Καὶ οὐδὲν θαυμα‐ στόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, τί μέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύ‐ | |
61.563(50) | νης; Ὥστε εἰ δεῖ θαυμάζειν, τοῦτο δεῖ θαυμάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν πάντα τολμᾷ, οὐδὲν θαυμαστὸν καὶ τοὺς μαθητὰς ἕπεσθαι. Τί δέ ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥη‐ σίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ | |
55 | γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, | Column end |
61.564(25) | οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ διάβολος οὕτως ἠπάτησε, μετασχηματιζόμενος, οὐ γινόμενος ἄγγελος φωτός. Οὕτω καὶ οὗτοι σχῆμα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναμιν· οὐδὲ γὰρ ἰσχύουσιν. | |
30 | Οὐδὲν δὲ οὕτω διαβολικὸν, ὡς τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν. Τί δέ ἐστι, Διάκονοι δικαιοσύνης; Ὅπερ ἡμεῖς ἐσμεν, Εὐαγγέλιον κηρύσσοντες ὑμῖν δικαιοσύ‐ νην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνω‐ | |
35 | σόμεθα; Ἀπὸ τῶν ἔργων αὐτῶν, καθὼς ὁ Χριστὸς εἶπε. Διὸ ἀναγκάζεται τὰ ἑαυτοῦ θεῖναι κατορθώμα‐ τα καὶ τὴν ἐκείνων κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ μέλλων πάλιν ἐμ‐ βαίνειν εἰς τὰ ἐγκώμια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον | |
40 | ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπό‐ θεσιν, ἵνα μή τις ἐγκαλέσῃ ὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ προδιορ‐ θώσει ἐχρήσατο· Ἀλλ’ ὅμως οὐκ ἀρκοῦμαι τοῖς εἰρη‐ μένοις, ἀλλὰ καὶ πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα | |
45 | εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔ‐ σης, καυχᾶσθαι. Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανα‐ κρούεται. Τὸ μὲν γὰρ πρᾶγμα ἀφροσύνης ἐστὶ, φησὶ, τὸ καυχᾶσθαι· ἐγὼ δὲ οὐχ ὡς ἀνοηταίνων αὐτὸ | |
61.564(50) | ποιῶ, ἀλλὰ ἀναγκαζόμενος. Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, καταγνώσεσθε, οὐδὲ οὕτω παραιτήσομαι. Εἶδες πῶς ἔδειξε πολλὴν | |
οὖσαν τὴν ἀνάγκην τοῦ λέγειν; Ὁ γὰρ μηδὲ ταύτην | 563 | |
61.565 | ὑποστελλόμενος τὴν ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπ‐ έμεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ’ ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωμαι. Καὶ μι‐ | |
5 | κρὸν μέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρη‐ ται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύ‐ ριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶ‐ σθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα | |
10 | ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἀλλ’ αὐτὸ μὲν καθ’ ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ δὲ τῆς διανοίας τοῦτο γίνεται. Διὰ τοῦτο εἶπεν, Ὃ λαλῶ· οὐ τὴν αἰτίαν διαβάλλων, ἀλλὰ τὰ ῥήματα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυμαστὸς, ὡς καὶ τὰ ῥήματα | |
15 | σεμνύνειν. Ὥσπερ γὰρ ὁ φονεὺς τῶν σφόδρα κεκω‐ λυμένων ὢν, ἀπὸ διανοίας πολλάκις ηὐδοκίμησε, καὶ τὸ περιτέμνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς δια‐ νοίας τοῦτο γέγονεν· οὕτω καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς | |
20 | ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπι‐ λαμβάνεσθαι βουλομένοις χαρίζεται μόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα· καὶ γὰρ ἱκανὰ ἦν πᾶσαν ἀνελεῖν τὴν ὑποψίαν λεχθέντα. Ἀλλ’ ὡς ἐν ἀφροσύνῃ. Πρότε‐ ρόν φησιν, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ | |
25 | ἀφροσύνῃ· νυνὶ δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ μᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα μὴ νομίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσ‐ έθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ μέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ | |
30 | ἔλεγεν, Ἵνα μὴ καταισχυνθῶμεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ δύναται πανταχοῦ ἅπερ | |
35 | ἐπαγγέλλεται καὶ πληροῦν, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύεται, ἵνα μὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦ δόγματος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. | |
40 | βʹ. Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέ‐ ρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυ‐ χήσομαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ | |
45 | περιτομὴν ἔχειν καὶ προγόνους Ἑβραίους, ἀπὸ τῆς τῶν πολλῶν δόξης. Καὶ θέα σύνεσιν· ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ μᾶλλον ἐπὶ τοῖς μηδὲν οὖσι. Καὶ τοῦτό | |
61.565(50) | ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίση‐ τε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθημι· ἀλλ’ ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζομαι κἀγὼ ἐντεῦθεν τὴν σύγ‐ κρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ ποιεῖ λέγων, | |
55 | Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος | |
βίον, ἴδοι μέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ | Column end | |
61.566 | βουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόμε‐ νος, ἀλλὰ ἐκείνους ταπεινῶν. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ. Εἶτα ἀποστὰς ἐκείνων, ἐπὶ Κορινθίους ὁλό‐ | |
5 | κληρον τὴν αἰτίαν κενοῖ λέγων· Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων. Ὥστε ὑμεῖς αἴτιοι τούτων, καὶ μᾶλ‐ λον ἢ ἐκεῖνοι. Εἰ γὰρ μὴ ὑμεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων μέρος, οὐδὲν ἐφθεγξά‐ μην· ἀλλὰ τῆς ὑμετέρας κήδομαι σωτηρίας, καὶ | |
10 | συγκαταβαίνω. Καὶ ὅρα πῶς καὶ τὴν ἐπιτίμησιν μετ’ ἐγκωμίου τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων, ἐπήγαγε, Φρόνιμοι ὄντες. Ἀφροσύ‐ νης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιμῆσαι, καὶ εἰπεῖν, Μὴ ἀνέχεσθε τῶν ἀνοή‐ | |
15 | των· ἀλλὰ μετὰ πλείονος αὐτὸ ποιεῖ περιουσίας. Ἐκείνως μὲν γὰρ ἔδοξεν ἂν ὡς ἀπεστερημένος αὐ‐ τῶν ἐπιτιμᾷν· νυνὶ δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νομίζοντα, μειζό‐ νως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγ‐ | |
20 | κώμια ἐμβάλλειν καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι μεθ’ ὑπερβολῆς αὐτοῖς καθυπεκλίνοντο. Καὶ σκόπει πῶς κωμῳδεῖ. Ἀνέχεσθε γὰρ, φησὶν, εἴ τις ὑμᾶς κατ‐ εσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑ‐ | |
25 | ρεθῶσι καθὼς καὶ ἡμεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐ‐ τοὺς λαμβάνοντας, καὶ οὐχ ἁπλῶς λαμβάνοντας, ἀλλὰ καὶ μεθ’ ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑμᾶς καταδουλοῖ. Καὶ τὰ χρήματα ὑμῶν, φησὶ, καὶ τὰ σώματα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκα‐ | |
30 | τε. Τοῦτο γὰρ μεῖζον τοῦ λαβεῖν, τὸ μὴ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ ὑμῶν αὐτῶν κυρίους εἶναι. Ὃ καὶ ἔμπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρε‐ | |
35 | ται. Οὐδὲ γὰρ σύμμετρος ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμε‐ ροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυ‐ ραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ’ ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίμαζον· διὸ προσ‐ | |
40 | έθηκε, Κατὰ ἀτιμίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτο‐ μένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ’ ἂν ἰσχυρότερον; ποία δὲ ταύτης τῆς δεσποτείας πι‐ κροτέρα, ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθε‐ ρίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, μηδὲ οὕτως ὦσιν | |
45 | ἥμεροι, μηδὲ ἐν τάξει δούλων ἐῶσιν ὑμᾶς μέ‐ νειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον ὦσιν ὑμῖν κεχρημένοι; Ὡς ὅτι ἡμεῖς ἠσθενήσα‐ μεν. Ἀσαφὲς τὸ εἰρημένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπ‐ | |
61.566(50) | άχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν; Ἀλλ’ οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ἔγκλημα μὲν οὖν καὶ τὸ μωραινόντων ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω | |
55 | καταφρονούντων ὑμῶν, ἁρπαζόντων, ἐπαιρομένων, τυπτόντων, οὐδ’ ἂν ἀπολογίαν ἔχοι; οὐδ’ ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ μὲν γὰρ ἀπατῶντες καὶ παρέχουσι, καὶ κολακεύουσιν· | |
οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαμβάνουσι, καὶ ὑβρίζου‐ | 565 | |
61.567 | σιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώμης, ὅτι τοὺς μὲν ταπεινοῦντας ἑαυτοὺς δι’ ὑμᾶς, ἵνα ὑμεῖς ὑψωθῆτε, διαπτύετε, τοὺς δὲ ὑψοῦντας ἑαυτοὺς, ἵνα ὑμεῖς ταπεινωθῆτε, θαυμάζετε. Μὴ γὰρ καὶ ἡμεῖς | |
5 | οὐκ ἠδυνάμεθα ταῦτα ποιεῖν; Ἀλλ’ οὐ βουλόμεθα, τὸ συμφέρον ὑμῶν σκοποῦντες. Ἐκεῖνοι μὲν γὰρ τὰ ὑμέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς | |
10 | τιμᾶτε, φησὶν, ἐπειδὴ τύπτουσιν, ὑβρίζουσι· δυνά‐ μεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ’ ὑμῶν. γʹ. Εἶδες πῶς ὅλην ἐπ’ αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης | |
15 | ἑαυτοῦ; Οὐ γὰρ ἵνα ἐμαυτὸν δείξω λαμπρότερον, ἀλλ’ ἵνα ὑμᾶς ἀπαλλάξω ταύτης τῆς πικρᾶς δουλείας, ἀναγκάζομαι μικρόν τι καυχᾶσθαι. Δεῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προσ‐ τιθέναι. Ἐπεὶ καὶ Σαμουὴλ ἐγκώμιον ὑπὲρ ἑαυτοῦ | |
20 | συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑμῶν εἴληφα, ἢ μόσχον, ἢ ὑπόδημα; ἢ ἐξεπίασά τινα ὑμῶν; Ἀλλ’ ὅμως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ καλλωπίζων ἑαυτὸν ἔλεγεν, ἀλλ’ ἐπει‐ δὴ βασιλέα καθιστᾷν ἔμελλεν, ἐν ἀπολογίας τάξει | |
25 | βούλεται παιδεῦσαι ἐκεῖνον πρᾶον καὶ ἥμερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, μᾶλλον δὲ Θεοῦ φιλ‐ ανθρωπίαν. Ὅτε μὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβού‐ λετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ μέλ‐ λοντος βασιλεύειν· οἷον, ὅτι μυλωθρίδας τὰς γυναῖ‐ | |
30 | κας αὐτῶν ποιήσει, ποιμένας τοὺς ἄνδρας, ἡμιόνων ἐπιστάτας (καὶ γὰρ μετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυομένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐ‐ τῶν φείδεται, καὶ ῥυθμίζει τὸν βασιλέα πρᾶον εἶναι. | |
35 | Διὰ τοῦτο καὶ αὐτὸν παράγει μάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ’ ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε. Διὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσημα, Ἐὰν ἀκούσητε ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν, τὰ καὶ | |
40 | τά ἐστιν ὑμῖν ἀγαθά· ἐὰν δὲ μὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀμμὼς δὲ ἔλεγεν, Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην συκάμινα κνίζων. Καὶ ἀνέλαβέ με ὁ Θεός. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστομίζων | |
45 | τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέ‐ γει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐμφαίνων ἔλεγεν· Ἀλλὰ μὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυ‐ ρίου ἐν πνεύματι καὶ δυναστείᾳ. Καὶ ὁ Δαυῒδ δὲ, | |
61.567(50) | ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο, οὐχὶ καλλωπιζόμενος, ἀλλ’ οἰκοδομῶν τι μέγα καὶ θαυμαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περι‐ έσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰ‐ | |
55 | κείας ἀνδρείας. Καὶ τὸ κράσπεδον ὅτε ἀφεῖλε τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύμενος ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πονηρὰν διακρουόμενος ὑποψίαν, ἣν κατεσκέδασαν | |
αὐτοῦ λέγοντες, ὅτι ἀνελεῖν αὐτὸν ἤθελε. Δεῖ τοίνυν | Column end | |
61.568 | πανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συμφέ‐ ρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ ἑαυτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ | |
5 | Δαυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον. Διὸ δὴ τοῦτο λέγει ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ’ αὐτοῖς ἠπιστήθη· ὁ | |
10 | γὰρ φθόνος ἐνέφραττεν αὐτῶν τὰς ἀκοάς. Διό‐ περ ἐκείνους ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι διαλέγε‐ ται. δʹ. Δεινὸν γὰρ ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας. Οὕτω καὶ Κάϊν | |
15 | ἑαυτὸν ἀπώλεσε, καὶ πρὸ τούτου πάλιν ὁ τὸν τούτου πατέρα ἀνελὼν διάβολος. Οὕτως ὁ Σαοὺλ δαίμονα πο‐ νηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας, τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν | |
20 | σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Τί τούτου χαλεπώτερον γένοιτ’ ἂν τοῦ πάθους; Οὐκ ἄν τις ἁμάρτοι διαβόλου γέννημα τοῦτο εἰπών· καὶ ἐν μὲν ἐκείνῳ κενοδοξίας καρπὸς, μᾶλλον δὲ καὶ ῥίζα· ἀμφότερα γὰρ ταυτὶ τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν. Οὕτω δὴ καὶ | |
25 | τότε ἐβάσκαινεν ὁ Σαοὺλ, ἐπειδὴ εἶπον, Ἐπάταξε Δαυῒδ ἐν μυριάσιν· οὗ τί γένοιτ’ ἂν ἀλογώτερον; Τί γὰρ, εἰπέ μοι, φθονεῖς; ὅτι ἐπῄνεσεν ὁ δεῖνα; Καὶ μέντοι χαίρειν ἔδει· ἄλλως δὲ οὐδὲ οἶδας, εἰ ἀληθὴς ὁ ἔπαινος ᾖ. Καὶ διὰ τοῦτο πενθεῖς, ὅτι οὐκ ὢν θαυ‐ | |
30 | μαστὸς ἐπῃνέθη; Καὶ μὴν ἐλεεῖν χρή. Καὶ γὰρ ἐὰν μὲν ἀγαθὸς ᾖ, οὐδεὶς φθονεῖ ἐπαινουμένου, ἀλλ’ ἐπαι‐ νεῖ μετὰ τῶν εὐφημούντων· εἰ δὲ μὴ τοιοῦτος, τί δά‐ κνῃ; τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς; Ὅτι θαυμαστὸς τοῖς ἀνθρώποις; Ἀλλὰ ἀνθρώποις τοῖς σήμερον οὖσι, | |
35 | καὶ αὔριον οὐκ οὖσιν. Ἀλλ’ ὅτι δόξης ἀπο‐ λαύει; Ποίας, εἰπέ μοι; περὶ ἧς ὁ προφήτης φησὶν, ὅτι ἄνθος ἐστὶ χόρτου; Διὰ τοῦτο οὖν βασκαίνεις, ὅτι οὐκ ἀχθοφορεῖς, οὐδὲ χόρτου περιφέρεις φορτία τοιαῦτα; Εἰ δὲ αὐτός σοι ζηλωτὸς εἶναι δοκεῖ διὰ | |
40 | τοῦτο, τί μὴ καὶ δρυτόμοι καθ’ ἑκάστην ἀχθοφοροῦν‐ τες ἡμέραν, καὶ ἐν τῇ πόλει εἰσιόντες; Οὐδὲν γὰρ τούτου ἄμεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον. Ἐκεῖνο μὲν γὰρ τὸ σῶμα πιέζει μόνον· τοῦτο δὲ καὶ τὴν ψυχὴν πολλάκις παρέβλαψε, καὶ μείζονα παρ‐ | |
45 | έσχε τὴν ἀγωνίαν τῆς ἡδονῆς. Κἂν γὰρ λέγων εὐδο‐ κιμῇ, μείζονα ἔχει τὸν φόβον [φθόνον?] τῆς εὐφη‐ μίας· μᾶλλον δὲ, τὴν μὲν βραχεῖαν, τὸν δὲ διηνεκῆ. Ἀλλὰ παρὰ ἄρχουσιν εὐδοκιμεῖ; Κἀκεῖ πάλιν φθό‐ νος καὶ κίνδυνος. Ὃ γὰρ σὺ πρὸς αὐτὸν πάσχεις, | |
61.568(50) | τοῦτο καὶ ἕτεροι πλείους. Ἀλλ’ ἐπαινεῖται συνεχῶς; Τοῦτο δουλείαν ποιεῖ πικράν. Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· δεσμὰ γὰρ αὐτῷ χαλεπὰ ἡ περιφάνεια. Ὥστε ὅσῳ ἂν πλείοσι γνώριμος ᾖ, το‐ | |
55 | σούτῳ πλείους ἔχει δεσπότας, καὶ ἐπιτείνεται τὰ τῆς | |
δουλείας αὐτῷ, τῶν κυρίων αὐτοῦ πανταχοῦ φαινο‐ | 567 | |
61.569 | μένων. Καὶ ὁ μὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ καὶ μετ’ ἐλευθερίας ἐστὶν ἁπάσης· οὗτος δὲ πανταχοῦ δεσπόταις περιτυγχάνει· πάντων γὰρ δοῦλός ἐστι τῶν ἐν ἀγορᾷ φαινομένων. | |
5 | Κἂν κατεπείγῃ τι τῶν ἀναγκαίων, οὐ τολμᾷ εἰς ἀγορὰν ἐμβαλεῖν, [εἰ] μὴ καὶ τῶν οἰκετῶν ἑπομένων καὶ τοῦ ἵππου, καὶ τῆς ἄλλης φαντασίας συγκεκρο‐ τημένης, ἵνα μὴ οἱ δεσπόται καταγνῶσι. Κἂν φίλον ἴδῃ τινὰ τῶν γνησίων, οὐ θαῤῥεῖ μετὰ ἰσοτιμίας αὐ‐ | |
10 | τῷ διαλεχθῆναι· δέδοικε γὰρ τοὺς δεσπότας, μὴ καθ‐ έλωσιν αὐτὸν ἀπὸ τῆς δόξης. Ὥστε ὅσῳ περιφανέστε‐ ρός ἐστι, τοσούτῳ μᾶλλον δεδούλωται. Κἂν πάθῃ τι τῶν ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα, ὅσῳ καὶ πλείους ἔχει τοὺς μάρτυρας, καὶ παρ’ ἀξίαν τὸ πρᾶγμα εἶναι | |
15 | δοκεῖ. Οὐ μόνον δὲ ἡ ὕβρις, ἀλλὰ καὶ ἡ συμφορά. Καὶ γὰρ πολλοὺς ἔχει τοὺς ἐφηδομένους· ὥσπερ οὖν | |
κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους τοὺς φθονοῦντας | Column end | |
61.570 | καὶ βασκαίνοντας καὶ καθελεῖν ἐσπουδακότας. Τοῦτο οὖν ἀγαθὸν, εἰπέ μοι; τοῦτο δόξα; Οὐδαμῶς· ἀλλὰ ἀδοξία, καὶ δουλεία, καὶ δεσμὰ, καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τις φορτικόν. Εἰ δὲ καὶ οὕτως ἐπέραστόν σοι ἡ | |
5 | παρὰ ἀνθρώπων δόξα, καὶ πάνυ σε θορυβεῖ παρὰ πολλῶν κροτούμενος ὁ δεῖνα· ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λο‐ γισμῷ, καὶ τὴν ἐκεῖ δόξαν· καὶ ὥσπερ θηρίον ἐπιὸν σπεύδων διαφυγεῖν, εἰς οἰκίσκον εἰσελθὼν ἀποκλείεις | |
10 | τὰς θύρας· οὕτω καὶ νῦν ἐπὶ τὴν μέλλουσαν ζωὴν κατάφυγε, καὶ τὴν ἀπόῤῥητον δόξαν ἐκείνην. Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπι‐ λήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπο‐ λαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν· ὧν γέ‐ | |
15 | νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τι‐ μὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end | |
61.569(20) | ΟΜΙΛΙΑ ΚΕʹ. Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. αʹ. Ὅρα πάλιν αὐτὸν ἀναδυόμενον, καὶ παραιτήσει χρώμενον, καὶ προδιορθώσει· καίτοι καὶ ἤδη πολλὰ | |
25 | τοιαῦτα εἴρηκεν· Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθε· Ὃ λαλῶ, οὐ κατὰ Κύριον, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ· Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ | |
30 | καυχήσομαι· καὶ ἐνταῦθα πάλιν, Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Τόλμαν καὶ ἀφροσύνην λαλεῖ τὸ περὶ ἑαυτοῦ μέγα τι λέγειν, καὶ ταῦτα ἀνάγκης οὔσης, παιδεύων ἡμᾶς ἐκ περι‐ ουσίας τὸ τοιοῦτον φεύγειν. Εἰ γὰρ μετὰ τὸ πάντα | |
35 | ποιῆσαι, ἀχρείους δεῖ καλεῖν ἑαυτούς· οὐδεμιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώμης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κομπάζων; Διὰ τοῦτο καὶ ὁ Φαρισαῖος ἔπαθεν ἅπερ ἔπαθε, καὶ ἐν λιμένι ναυάγιον ὑπέμεινεν, ὅτι τούτῳ προσέῤῥηξε τῷ σκο‐ | |
40 | πέλῳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος μυρίαν ἀνάγκην ὁρῶν, ὅμως ἀναδύεται, καὶ συνεχῶς ἀναμιμνήσκει ὅτι ἀφροσύνης τὸ τοιοῦτόν ἐστι. Καὶ τότε λοιπὸν κατατολμᾷ, τὴν ἀπὸ τῆς ἀνάγκης ἀπολογίαν προ‐ βαλλόμενος, καί φησιν, Ἑβραῖοί εἰσι; κἀγώ. | |
45 | Ἰσραηλῖταί εἰσι; κἀγώ. Οὐ γὰρ ἦν πάντας τοὺς Ἑβραίους Ἰσραηλίτας εἶναι· ἐπεὶ καὶ Ἀμμανῖται καὶ Μωαβῖται τοῦτο ἦσαν. Διὸ ἐπήγαγεν ἐκκαθαί‐ ρων τὴν εὐγένειαν, καί φησι, Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, | |
61.569(50) | ὑπὲρ ἐγώ. Οὐκ ἠρκέσθη τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται· Παραφρο‐ νῶν λαλῶ, ὑπὲρ ἐγώ. Κρείττων αὐτῶν ἐγὼ καὶ βελτίων. Καίτοι τὰς ἀποδείξεις εἶχε σαφεῖς τῆς | |
ὑπεροχῆς· ἀλλ’ ὅμως παραφροσύνην καὶ οὕτω τὸ | Column end | |
61.570(21) | πρᾶγμα καλεῖ. Καὶ μὴν εἰ ψευδαπόστολοι ἦσαν, οὐκ ἔδει κατὰ σύγκρισιν εἰσάγειν τὴν ὑπεροχὴν, ἀλλὰ ἀνελεῖν τὸ εἶναι αὐτοὺς διακόνους. Ἀνεῖλε μὲν οὖν αὐτὸ εἰπὼν, Ψευδαπόστολοι, ἐργάται δόλιοι, | |
25 | μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· νῦν δὲ αὐτὸ οὐ ποιεῖ οὕτως· εἰς γὰρ ἐξέτασιν ἔμελ‐ λεν ὁ λόγος προβαίνειν. Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγ‐ κρισιν θεὶς τὴν διὰ τῶν πραγμάτων ἀναίρεσιν, ἐπι‐ | |
30 | δείκνυται τὴν καὶ πολὺ στεῤῥὰν οὖσαν. Ἄλλως δὲ, γνώμην αὐτῶν ἐκείνων τίθησιν, οὐκ αὐτοῦ ἀπόφα‐ σιν, λέγων, Διάκονοι Χριστοῦ εἰσι. Καὶ εἰπὼν, Ὑπὲρ ἐγὼ, προάγει τὴν σύγκρισιν, καὶ δεί‐ κνυσι πῶς οὐκ ἀποφαινόμενος, ἀλλὰ τὴν διὰ τῶν | |
35 | πραγμάτων ἐπίδειξιν ἐπάγων, τὸν χαρακτῆρα τῆς ἀποστολῆς διατηρεῖ. Καὶ ἀφεὶς τὰ σημεῖα πάντα, ἀπὸ τῶν πειρασμῶν ἄρχεται, οὕτω λέγων· Ἐν κό‐ ποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως. Τοῦτο ἐκείνου μεῖζον, τὸ καὶ πλήττεσθαι καὶ μαστί‐ | |
40 | ζεσθαι. Ἐν φυλακαῖς περισσοτέρως. Καὶ ἐνταῦθα πάλιν ἐπίτασις. Ἐν θανάτοις πολλάκις. Καθ’ ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω. Ἐνταῦθα δὲ καὶ ἔργῳ· πολλάκις γὰρ εἰς κινδύνους παρεδόθην θάνα‐ τον ἔχοντας. Πεντάκις τεσσαράκοντα παρὰ μίαν | |
45 | ἔλαβον ὑπὸ Ἰουδαίων. Διὰ τί, Παρὰ μίαν, Νόμος ἦν παλαιὸς, τὸν πλέον τῶν τεσσαράκοντα λαβόν‐ τα, ἄτιμον εἶναι παρ’ αὐτοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ, ὥρισαν παρὰ μίαν τύπτε‐ | |
61.570(50) | σθαι· ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τὰ τεσ‐ σαράκοντα ἐκπέσῃ, ἀλλ’ εἴσω τοῦ ἀριθμοῦ τοῦ νενο‐ μισμένου μείνας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. | |
Καὶ τί τοῦτο πρὸς τὸ εὐαγγέλιον; Ὅτι μακρὰς ὁδοὺς | 569 | |
61.571 | ἐστέλλετο καὶ διαποντίους. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Οἱ μὲν ἐν μέσῳ πελάγει φασὶν, οἱ δὲ, ὡς νηχόμενος· ὅπερ καὶ ἀληθέστερον εἰπεῖν. Ἐκεῖνό γε οὔτε θαύματος ἄξιον, οὐδ’ ἂν ὡς τῶν ναυαγίων μεῖζον | |
5 | τέθεικε. Κινδύνοις ποταμῶν. Ἠναγκάζετο γὰρ καὶ διαπορθμεύειν ποταμούς. Κινδύνοις λῃστῶν, κιν‐ δύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ. Πανταχοῦ μοι τὰ ἆθλα προύκειτο, ἐν τόποις, ἐν χώραις, ἐν πόλεσιν, ἐν ἐρημίαις. Κινδύνοις ἐξ ἐθνῶν, κινδύ‐ | |
10 | νοις ἐν ψευδαδέλφοις. Ὅρα ἕτερον εἶδος πολέμου. Οὐ γὰρ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ οἳ ὑπεκρίνοντο τὴν ἀδελφότητα, ἔβαλλον· καὶ πολλῆς ἐδεῖτο τῆς εὐτονίας, καὶ πολλῆς τῆς συνέσεως. Ἐν κόπῳ καὶ μόχθῳ. Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο | |
15 | ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν. Ἐν ὁδοιπορίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. βʹ. Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέν‐ των· μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθμηθέντα ὅσα, | |
20 | ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ’ εἶδος αὐτὰ τέθεικεν, ἀλλ’ ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλ‐ λων οὐκέτι οὕτω, διὰ τὸ πολλάκις ὑπομεμενηκέναι. Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν κατορθώματα, οἷον το‐ | |
25 | σούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ’ ἃ ἔπαθε μόνον ὑπὲρ τοῦ κηρύγματος· ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ δεικνὺς, ὅτι κἂν μηδὲν γένηται, ἔστι τι πλέον πονου‐ μένῳ· οὕτω γὰρ τὰ τῶν μισθῶν ἐστι πεπληρωμένα. Ἡ ἐπισύστασίς μου καθ’ ἡμέραν. Οἱ θόρυβοι, αἱ | |
30 | ταραχαὶ, αἱ πολιορκίαι τῶν δήμων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ μάλιστα πάντων ἐπολέ‐ μουν οἱ Ἰουδαῖοι, ἐπειδὴ μάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ μέγιστος τῆς μανίας ἔλεγχος ἦν, μετα‐ ταξάμενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεμος ἔπνει κατ’ | |
35 | αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινομένων· καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγ‐ καίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς περιβολῆς, ἀλλ’ | |
40 | ὁ τῆς οἰκουμένης ἀγωνιστὴς γυμνὸς ἠγωνίζετο, καὶ λιμώττων ἐπύκτευε· τοσοῦτον ἀπεῖχε τοῦ χρηματί‐ ζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ μέριμνα πασῶν τῶν Ἐκ‐ κλησιῶν. Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ | |
45 | ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο. Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν. Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκο‐ | |
61.571(50) | νόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· οὗτος ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγμάτων, καὶ τοσούτων ὄντων | |
55 | τῶν ἐπηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πά‐ σχων, καὶ οὕτω κηδόμενος ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμενεν. Ἵνα γὰρ μὴ λέγῃς, Τί γὰρ εἰ ἐμερίμνα μὲν, ἐμερίμνα δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν | |
ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶ | Column end | |
61.572 | οὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ τῇ ἀθυμία· ἀλλ’ ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦμαι καὶ ταράσσομαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅρα πά‐ | |
5 | λιν τὴν ὑπερβολὴν τῆς ὀδύνης, πῶς πάρεστιν ἐν τῇ τῆς πυρώσεως προσηγορίᾳ. Ἐμπίπραμαι, καίομαι, φησίν· ὃ δὴ πάντων μεῖζον ἦν. Ἐκεῖνα μὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀμάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν | |
10 | καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διά‐ νοιαν, τὸ καθ’ ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν μει‐ ζόνων μὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιμμένον ἐν τοῖς ἀναγκαίοις ἐτί‐ | |
15 | θετο. Διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουμένην, οὕτω καθ’ ἕκαστον ὠδυνᾶτο μέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχή‐ σομαι. Ὁρᾷς ὅτι οὐδαμοῦ ἀπὸ σημείων, ἀλλ’ ἀπὸ | |
20 | τῶν διωγμῶν καυχᾶται, καὶ τῶν πειρασμῶν; Τοῦτο γὰρ, φησὶν, ἀσθενείας. Καὶ ποικίλον τὸν πόλεμον δείκνυσι. Καὶ γὰρ οἱ Ἰουδαῖοι αὐτὸν ἐπολέμουν, καὶ τὰ ἔθνη πρὸς αὐτὸν ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθε‐ | |
25 | νοῦντες καὶ σκανδαλιζόμενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων ὑφαίνεται Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ οἶδεν, ὅτι οὐ ψεύδομαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ | |
30 | βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιά‐ σαι με θέλων. Τί δήποτε ἐνταῦθα διαβεβαιοῦται καὶ πιστοῦται, ἐπ’ οὐδενὸς τῶν προτέρων τοῦτο ποιή‐ σας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότε‐ ρον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριμα, ἡ μέριμνα τῶν | |
35 | Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πό‐ λεμον ὅσος, εἴ γε δι’ αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεμον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ μὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην μανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ | |
40 | πάσχειν τοσαῦτα, καὶ μηδαμοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως τὰ ἐμπίπτοντα, καὶ μὴ ὁμόσε χω‐ ρεῖν τοῖς κινδύνοις μηδὲ ἐπιπηδᾷν. Ὅρα γοῦν ἐνταῦθα πῶς ἠνέσχετο διαφυγεῖν τὴν πολιορκίαν, διὰ θυρί‐ δος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύμει | |
45 | τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως καὶ τῆς τῶν ἀν‐ θρώπων ἤρα σωτηρίας. Διὸ πολλάκις καὶ τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις χρήσασθαι μηχανήμα‐ σιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ | |
61.572(50) | ἐγρηγορώς. Ἔνθα μὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει μόνης· ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόμενος. Καὶ καθάπερ τις σπιν‐ θὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐμπεσὼν, κυμάτων | |
55 | πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο | |
λαμπρός· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος, νῦν μὲν | 571 | |
61.573 | ἐχώννυτο κινδυνεύων, νῦν δὲ αὐτοὺς διαδὺς, φαι‐ δρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόμενος. γʹ. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων | |
5 | ἡμῶν κακῶς. Ἡμῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡμᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ | |
10 | διάφορον. Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ· ἀλλ’ ὅμως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουμέ‐ νην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο | |
15 | τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δει‐ νόν· οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλ‐ λησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλά‐ μην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ | |
20 | φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστα πρὸς τὴν ἀλήθειαν, χειμάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύματα. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πε‐ | |
25 | ζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώ‐ ματι καταλαμβάνων τὴν οἰκουμένην, μιᾷ γλώττῃ πάντας τρεπόμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, | |
30 | καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι. Καὶ ἡνίκα συνέλε‐ ξεν αἰχμαλώτων πλῆθος, αὐτοὺς τούτους ὁπλίσας, οἰκεῖον στρατόπεδον πάλιν ἐποίει, καὶ δι’ αὐτῶν | |
35 | ἐκράτει θαυμαστῶς. Δαυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου μόνον ἑνός· ἀλλ’ εἰ τὰ Παύλου κατορθώ‐ ματα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποι‐ μένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον ὄψει τὸ διά‐ φορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων κατέφερε τὸν Γο‐ | |
40 | λιὰθ, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχό‐ μενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶ‐ σιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ’ ἐκείνους, μετέστη | |
45 | πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύ‐ τερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζο‐ μένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμε‐ | |
61.573(50) | νος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, | |
ἵνα τὰ ἑτέρων λύσῃ κακά. Σκόπει δέ· Ὑπέστη ναυά‐ | Column end | |
61.574 | γιον, ἵνα τὸ ναυάγιον παύσῃ τῆς οἰκουμένης· νυχθ‐ ήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται· ἐν κόπῳ γέγονεν, ἵνα τοὺς κο‐ πιῶντας ἀναπαύσῃ· πληγὰς ὑπέμεινεν, ἵνα τοὺς ὑπὸ | |
5 | τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς δι‐ έτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθημένους εἰς φῶς ἐξαγάγῃ· ἐν θανάτοις πολλάκις, ἵνα θανάτων ἀπαλλάξῃ χαλεπῶν· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν, ἵνα αὐτοὺς τοὺς ταῦτα ποιοῦντας ἐλευ‐ | |
10 | θερώσῃ τῆς τοῦ διαβόλου μάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χρι‐ στοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων· ἐν ἐρημίᾳ γέγονεν, ἵνα τῆς ἐρημίας ἐξέληται· ἐν ὁδοιπορίαις, ἵνα στήσῃ πλανωμένους, καὶ τὴν εἰς | |
15 | τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκιν‐ δύνευσεν, ἵνα τὴν ἄνω πόλιν ὑποδείξῃ· ἐν λιμῷ καὶ δίψει, ἵνα ἀφέληται τοῦ χαλεπωτέρου λιμοῦ· ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς | |
20 | περιστάσεως τῶν δαιμόνων ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· διὰ θυρί‐ δος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω δια‐ πέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Ἔτι οὖν φθεγξό‐ μεθα, οὐδὲ εἰδότες ἅπερ ἔπαθε Παῦλος; ἔτι χρη‐ | |
25 | μάτων μνησθησόμεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις κα‐ ταφρονοῦντα ἰδόντες; Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ μακάριος ἐκεῖνος ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσού‐ τους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκα‐ | |
30 | νοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσού‐ τοις σώμασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκου‐ μένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύον‐ | |
35 | τας αὐτῷ δαίμονας. Διὸ καὶ λαμπρὸς εὐθέως ἐκ προοιμίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ μέχρι τέλους ὅμοιος διέμεινε· μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα | |
40 | μετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην ἐμπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωμάτων, ταχέως ἅπαντα παρέδραμε· καίτοι γε μυρίας βίβλους ἐν‐ έπλησεν ἂν, εἰ τῶν εἰρημένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐμερίμνα, | |
45 | εἰ τὰς φυλακὰς καὶ τὰ ἐν αὐταῖς κατορθώματα, εἰ τῶν ἄλλων καθ’ ἑκάστην τὰς περιστάσεις, τὰς ἐφ‐ όδους. Ἀλλ’ οὐκ ἠθέλησε. Ταῦτ’ οὖν καὶ ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ’ ἐπὶ | |
61.574(50) | ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ μηδὲν εἴη τὸ κατεπεῖγον, μηδὲ τούτων μνημονεύωμεν, ἵνα μὴ ἐπαιρώμεθα, ἀλλὰ ἁμαρτημάτων μόνων. Οὕτω γὰρ ἀπαλλαγη‐ σόμεθα αὐτῶν ῥᾳδίως, καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, | |
55 | καὶ τῆς μελλούσης ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 573 | |
61.575 | ΟΜΙΛΙΑ Κϛʹ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. αʹ. Τί τοῦτο; ὁ τοσαῦτα εἰπὼν, φησὶ, Καυχᾶσθαι δὴ | |
5 | οὐ συμφέρει μοι, φησὶν, ὡς οὐδὲν εἰρηκώς; Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ’ ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον εἶδος καυχήσεως, ὃ μισθὸν μὲν οὐκ ἔχει τοσοῦ‐ τον, λαμπρότερον δὲ δοκεῖ δεικνύναι τοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι· φησὶ, Καυχᾶσθαι δὴ | |
10 | οὐ συμφέρει μοι. Τὰ γὰρ μεγάλα καυχήματα ταῦτα, ἅπερ ἀπηριθμήσατο, τὰ τῶν πειρασμῶν· ἔχει δὲ καὶ ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων μυστηρίων. Καὶ τίνος ἕνεκέν φησιν, Οὐ συμφέρει μοι; Ἵνα μή με εἰς ἀπόνοιαν ἐπάρῃ, φησί. | |
15 | Τί λέγεις; ἂν γὰρ μὴ εἴπῃς αὐτὰ, οὐκ οἶδας αὐτά; Ἀλλ’ οὐχ ὁμοίως ἐπαιρόμεθα αὐτοὶ εἰδότες αὐτὰ, καὶ εἰς ἄλλους ἐκφέροντες. Οὐ γὰρ ἡ τῶν κατορθω‐ μάτων φύσις ἐπαίρειν εἴωθεν, ἀλλ’ ἡ τῶν πολλῶν μαρτυρία καὶ γνῶσις. Διὰ τοῦτο οὖν φησιν, Οὐ συμ‐ | |
20 | φέρει μοι, καὶ ἵνα μὴ μείζονα ἐνθῶ περὶ ἐμοῦ ἔν‐ νοιαν τοῖς ἀκούουσιν. Ἐκεῖνοι μὲν γὰρ οἱ ψευδαπό‐ στολοι καὶ τὰ οὐκ ὄντα περὶ ἑαυτῶν ἔλεγον· οὗτος δὲ καὶ τὰ ὄντα ἀποκρύπτεται, καὶ ταῦτα ἀνάγκης τοσαύτης ἐπικειμένης καί φησιν, Οὐ συμφέρει μοι, | |
25 | παιδεύων ἅπαντας ἐκ πολλῆς περιουσίας τὸ τοιοῦτον φεύγειν. Οὐδὲν γὰρ ἔχει τὸ πρᾶγμα κέρδος, ἀλλὰ καὶ βλάβην, πλὴν ἐὰν μὴ ἀναγκαία τις ᾖ πρόφασις καὶ ὠφέλιμος ἡ εἰς τοῦτο ἐνάγουσα. Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰς ἐπιβουλὰς, τὰς | |
30 | ἀθυμίας, τὰ ναυάγια, ἐφ’ ἕτερον μεθίσταται καυ‐ χήσεως εἶδος, λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ | |
35 | οἶδα ὅτι ἡρπάγη εἰς τὸν παράδεισον (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα), καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχή‐ σομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι. Μεγάλη | |
40 | μὲν αὕτη ἡ ἀποκάλυψις. Οὐκ αὐτὴ δὲ γέγονε μόνη, ἀλλὰ καὶ ἕτεραι πλείους· αὐτὸς δὲ μίαν ἐκ πολλῶν τίθησιν. Ὅτι γὰρ πολλαὶ ἦσαν, ἄκουσον τί φησι· Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραί‐ ρωμαι. Καὶ μὴν εἴποι τις ἂν, εἰ κρύψαι ἤθελε, παν‐ | |
45 | τελῶς ἔδει μὴ δοῦναι αἴνιγμα, μηδὲ εἰπεῖν τι τοι‐ οῦτον· εἰ δὲ εἰπεῖν ἤθελε, σαφῶς εἰπεῖν. Τίνος οὖν ἕνεκεν οὔτε σαφῶς εἶπεν, οὔτε ἐσίγησεν; Ἵνα κἀνταῦθα δείξῃ, ὅτι ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται. Διὰ τοῦτο καὶ τὸν χρόνον ἔθηκε τῶν δεκατεσσάρων | |
61.575(50) | ἐτῶν. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῦ μέμνηται, ἀλλὰ δει‐ κνὺς ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν | |
ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴ ἦν ἡ ἀνάγκη, ἀλλ’ ὅμως | Column end | |
61.576 | ἐσίγησεν ἂν, εἰ μὴ τοὺς ἀδελφοὺς ἀπολλυμένους ἑώρα. Εἰ δὲ ἐκ προοιμίων τοιοῦτος ἦν ὁ Παῦλος, ὥστε τοιαύτης καταξιωθῆναι ἀποκαλύψεως, ὅτε οὔπω τοιαῦτα κατορθώματα εἶχεν· ἐννόησον ἡλίκος ἐν | |
5 | τεσσαρεσκαίδεκα ἔτεσι γέγονεν. Ὅρα δὲ πῶς καὶ ἐν αὐτῷ τούτῳ μετριάζει τῷ τὰ μὲν εἰπεῖν, τὰ δὲ ὁμο‐ λογεῖν ἠγνοηκέναι. Ὅτι μὲν γὰρ ἡρπάγη, εἶπεν, εἴτε δὲ ἐν σώματι, εἴτε οὐκ ἐν σώματι, οὐκέτι φησὶν εἰ‐ δέναι. Καίτοι γε ἐξήρκει τὴν ἁρπαγὴν εἰπόντι, σιγῆ‐ | |
10 | σαι· νυνὶ δὲ μετριάζων καὶ τοῦτο προστίθησι. Τί οὖν; ὁ νοῦς ἡρπάγη καὶ ἡ ψυχὴ, τὸ δὲ σῶμα νεκρὸν ἔμεινεν; ἀλλὰ τὸ σῶμα ἡρπάγη; Ἀλλ’ οὐκ ἔστιν εἰπεῖν. Εἰ γὰρ ὁ Παῦλος ἠγνόει ὁ ἁρπαγεὶς, καὶ τοιούτων καὶ τοσούτων τυχὼν ἀποῤῥήτων, πολλῷ | |
15 | μᾶλλον ἡμεῖς. Ὅτι μὲν γὰρ ἐν παραδείσῳ ἦν ᾔδει, καὶ ὅτι ἐν τῷ τρίτῳ ἦν οὐρανῷ, οὐκ ἠγνόει, τὸν δὲ τρόπον οὐκ ᾔδει σαφῶς. Σκόπει δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὸ ἄτυφον. Ἐπὶ μὲν γὰρ τῆς Δαμασκηνῶν πόλεως πιστοῦται τὸν λόγον, ἐνταῦθα δὲ οὐκέτι· οὐδὲ | |
20 | γὰρ σφόδρα αὐτὸ κατασκευάσαι ἠβούλετο, ἀλλ’ εἰπεῖν καὶ αἰνίξασθαι μόνον. Διὸ καὶ ἐπάγει λέγων· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· οὐ τοῦτο δηλῶν, ὅτι ἕτερός τις ἦν ὁ ἁρπαγείς· ἀλλ’ ὡς ἐνεχώρει καὶ δυνατὸν ἦν καὶ εἰπεῖν, καὶ διακρούσασθαι τὸ περὶ | |
25 | ἑαυτοῦ εἰπεῖν φανερῶς, οὕτω σχηματίζει τὸν λόγον. Ποία γὰρ ἀκολουθία ἦν, περὶ ἑαυτοῦ διαλεγόμενον, ἄλλον παράγειν εἰς μέσον; Τίνος οὖν ἕνεκεν οὕτως αὐτὸ τέθεικεν; Οὐκ ἦν ἴσον εἰπεῖν, Ἡρπάγην, καὶ, Οἶδα ἁρπαγέντα· καὶ, Καυχῶμαι ὑπὲρ ἐμαυτοῦ, καὶ, | |
30 | Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἔνι χωρὶς σώματος ἁρπαγῆναι; ἐρήσομαι αὐ‐ τὸν, Πῶς δὲ ἔνι μετὰ σώματος ἁρπαγῆναι; καὶ γὰρ καὶ τοῦτο ἐκείνου ἀπορώτερον, ἐὰν λογισμοῖς ἐξετά‐ ζῃς, καὶ μὴ τῇ πίστει παραχωρῇς. Τίνος δὲ ἕνεκεν | |
35 | καὶ ἡρπάγη; Ὑπὲρ τοῦ δοκεῖν αὐτὸν, ὡς ἔγωγε οἶμαι, ἔλαττον ἔχειν τῶν λοιπῶν ἀποστόλων. Ἐπειδὴ γὰρ ἐκεῖνοι συνεγένοντο τῷ Χριστῷ, οὗτος δὲ οὐδαμῶς, διὰ τοῦτο εἰς δόξαν ἥρπασε καὶ τοῦτον εἰς τὸν παρά‐ δεισον. Πολὺ γὰρ ὄνομα τοῦ χωρίου τούτου, καὶ | |
40 | πανταχοῦ ᾔδετο. βʹ. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε, Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὑπὲρ τοῦ τοιού‐ του καυχήσομαι. Τίνος ἕνεκεν; εἰ γὰρ ἄλλος ἡρπάγη, σὺ τί καυχᾷ; Ὅθεν δῆλον, ὅτι περὶ ἑαυτοῦ | |
45 | ταῦτα ἔλεγεν. Εἰ δὲ ἐπήγαγεν, Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· οὐδὲν ἄλλο λέγει, ἢ ὅτι, Ἀνάγ‐ κης οὐκ οὔσης, οὐδὲν ἐρῶ τοιοῦτον ἁπλῶς καὶ εἰκῆ· ἢ συσκιάζων πάλιν τὸ εἰρημένον, ὡς ἐν‐ εχώρει. Ὅτι γὰρ περὶ ἑαυτοῦ πᾶς ὁ λόγος ἦν, καὶ τὰ | |
61.576(50) | ἑξῆς δηλοῖ· ἐπήγαγε γὰρ λέγων, Ἐὰν δὲ καὶ θε‐ λήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Πῶς οὖν ἔμπροσθεν ἔλεγες, Ὄφελον | |
ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, καὶ Ὃ | 575 | |
61.577 | λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφρο‐ σύνῃ· ἐνταῦθα δὲ, Ἐὰν δὲ καὶ θελήσω καυχή‐ σασθαι, οὐκ ἔσομαι ἄφρων; Οὐ κατὰ τὸ καυ‐ χάσθαι, ἀλλὰ κατὰ τὸ ψεύδεσθαι· εἰ γὰρ τὸ καυ‐ | |
5 | χᾶσθαι ἀφροσύνης, πόσῳ μᾶλλον τὸ ψεύδεσθαι; Κατὰ τοῦτο οὖν φησιν, Οὐκ ἔσομαι ἄφρων. Διὸ καὶ ἐπήγαγεν, Ἀλήθειαν γὰρ ἐρῶ, Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Αὕτη ἐστὶν ἡ ὡμολογημένη αἰτία· καὶ γὰρ | |
10 | καὶ θεοὺς αὐτοὺς ἐνόμισαν διὰ τὸ μέγεθος τῶν ση‐ μείων. Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀμφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαμπρὰ κατα‐ σκευάσας, τὸ μὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναμιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην· οὕτω | |
15 | δὴ καὶ ἐνταῦθα καὶ θαυμαστοὶ ἦσαν καὶ ἀσθενεῖς, ὥστε δι’ αὐτῶν τῶν ἔργων παιδεύεσθαι τοὺς ἀπί‐ στους. Εἰ γὰρ μένοντες θαυμαστοὶ μόνον, καὶ μηδὲν ἀσθενείας δεῖγμα φέροντες, λόγῳ τοὺς πολλοὺς ἀπῆγον τοῦ μείζονα περὶ αὐτῶν ὑποπτεύειν τῆς | |
20 | ἀληθείας· οὐ μόνον οὐδὲν ἂν ἤνυσαν, ἀλλὰ καὶ τοὐν‐ αντίον ἂν κατεσκεύασαν. Αἱ γὰρ διὰ τῶν λόγων γινόμεναι παραιτήσεις, ταπεινοφροσύνης ἂν ἔδοξαν εἶναι μᾶλλον, καὶ πλέον αὐτοὺς θαυμασθῆναι παρ‐ εσκεύασαν. Διὰ τοῦτο ἔργῳ καὶ πράγμασιν ἡ ἀσθένεια | |
25 | αὐτῶν ἐξεκαλύπτετο. Καὶ τοῦτο ἴδοι τις ἂν ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ γενομένων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἠλίας θαυμαστὸς ἦν, ἀλλ’ ἠλέγχθη ποτὲ ὑπὸ δει‐ λίας· καὶ ὁ Μωϋσῆς μέγας, ἀλλὰ καὶ οὗτος δι’ αὐτὸ τοῦτο τὸ πάθος ἐδραπέτευσε. Ταῦτα δὲ ἔπασχον, τοῦ | |
30 | Θεοῦ ἀφιστῶντος, καὶ συγχωροῦντος ἐλεγχθῆναι τὴν ἀνθρωπίνην φύσιν. Εἰ γὰρ, ἐπειδὴ ἐξήγαγεν αὐτοὺς, λέγουσι, Ποῦ ἔστι Μωϋσῆς; εἰ καὶ εἰσήγαγε, τί οὐκ ἂν εἶπον; Διὰ τοῦτο καὶ αὐτός φησι, Φείδομαι μή τις εἰς ἐμὲ λογίσηται. Οὐκ εἶπεν, Εἴπῃ, ἀλλ’, Ἵνα | |
35 | μηδὲ λογίσηταί τι μεῖζον τῆς ἀξίας τῆς ἐμῆς. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ αὐτοῦ πᾶς ὁ λόγος. Διὸ καὶ ἀρχόμενος ἔλεγε, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Οὐκ ἂν, εἰ περὶ ἑτέρου ἔμελλεν ἐρεῖν ἅπερ εἶπε, τοῦτο εἶπε· τίνος γὰρ ἕνεκεν οὐ συμφέρει περὶ ἑτέ‐ | |
40 | ρου καυχᾶσθαι; Ἀλλ’ αὐτὸς ἦν ὁ τούτων ἀξιωθείς· διὸ καὶ ἐπάγει λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀπο‐ καλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκό‐ λοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ. Τί λέγεις; ὁ τὴν βασιλείαν οὐδὲν εἶναι νομίζων, οὐδὲ | |
45 | τὴν γέενναν πρὸς τὸν πόθον τοῦ Χριστοῦ, τὴν παρὰ τῶν πολλῶν ἐνόμιζέ τι εἶναι τιμὴν, ὥστε καὶ ἐπαρ‐ θῆναι, καὶ διηνεκοῦς δεῖσθαι τοῦ χαλινοῦ; οὐ γὰρ εἶ‐ πεν, Ἵνα κολαφίσῃ, ἀλλ’ Ἵνα κολαφίζῃ. Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅταν ἀνα‐ | |
61.577(50) | καλύψωμεν τίς ποτέ ἐστιν ὁ σκόλοψ, καὶ τίς ὁ ἄγγελος τοῦ σατᾶν, τότε καὶ τοῦτο ἐροῦμεν. Τινὲς μὲν οὖν κεφαλαλγίαν τινὰ ἔφασαν αὐτὸν λέγειν ὑπὸ τοῦ δια‐ βόλου γινομένην· ἀλλὰ μὴ γένοιτο. Οὐ γὰρ ἂν τὸ σῶμα τοῦ Παύλου ταῖς τοῦ διαβόλου χερσὶν ἐξεδόθη, | |
55 | ὅπου γε αὐτὸς ὁ διάβολος ἐπιτάγματι μόνον εἶκεν αὐτῷ τῷ Παύλῳ· καὶ νόμους αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύοντα παρέδωκεν εἰς ὄλεθρον τῆς σαρ‐ κός· καὶ ὑπερβῆναι τούτους οὐκ ἐτόλμησεν ἐκεῖνος. | |
Τί οὖν ἐστι τὸ λεγόμενον; Σατᾶν ὁ ἀντικείμενος | Column end | |
61.578 | λέγεται τῇ τῶν Ἑβραίων φωνῇ· καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοὺς ἀντικειμένους οὕτως ἐκάλεσεν ἡ Γραφὴ, καὶ περὶ τοῦ Σολομῶντος διηγουμένη φησὶν, Οὐκ ἦν σατᾶν ἐν ταῖς ἡμέραις αὐτοῦ· τουτέστιν, | |
5 | ἀντικείμενος, πολεμῶν, ἢ ἐνοχλῶν. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς προχωρῆ‐ σαι τὸ κήρυγμα, τὸ φρόνημα καταστέλλων ἡμῶν, ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Τοῦτο μὲν γὰρ ἱκανὸν ἦν κατασπάσαι τὸ φρό‐ | |
10 | νημα, ἐκεῖνο δὲ οὐκέτι, τὸ τῆς κεφαλαλγίας. Ἄγγελον τοίνυν σατᾶν λέγει Ἀλέξανδρον τὸν χαλκέα, τοὺς περὶ Ὑμέναιον καὶ Φιλητὸν, πάντας τοὺς ἀντι‐ κειμένους τῷ λόγῳ, τοὺς φιλονεικοῦντας αὐτῷ καὶ πολεμοῦντας, τοὺς ἐμβάλλοντας εἰς δεσμωτήριον, | |
15 | τοὺς δέροντας, τοὺς ἀπάγοντας· ἐπειδὴ τὰ τοῦ σατανᾶ ἔπραττον. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἄγγελον σατᾶν ἅπαντα τὸν ἀντιπίπτοντα. Τοῦτο οὖν φησιν, Ἐδόθη μοι σκόλοψ, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ | |
20 | Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος, μὴ γένοιτο, οὐ κολάζοντος οὐδὲ τιμωρουμένου, ἀλλὰ συγχωροῦντος καὶ ἀφιέντος τέως. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· τουτέστι, πολλάκις. γʹ. Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι | |
25 | ὅτι οὐκ ἔφερε τὰς ἐπιβουλὰς, ὅτι ἔκαμνε, καὶ δεή‐ σεως ἐδεῖτο ὑπὲρ ἀπαλλαγῆς. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι | |
30 | τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ τὸ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς, καὶ ἀθυμεῖς; Μὴ δόξῃ τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο | |
35 | μὲν αὐτὸ δείκνυσί μου τὴν δύναμιν· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται· ὅταν διωκό‐ μενοι τῶν διωκόντων περιγίνησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπησθε. Μὴ τοίνυν ζήτει τὰ περιττά. | |
40 | Ὁρᾷς πῶς ἄλλην μὲν αἰτίαν αὐτὸς τίθησιν, ἄλλην δὲ ὁ Θεός; Αὐτὸς μὲν γὰρ λέγει, Ἵνα μὴ ὑπεραίρω‐ μαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί· τὸν δὲ Θεὸν εἰ‐ ρηκέναι φησὶν, ὑπὲρ τοῦ δεῖξαι τὴν δύναμιν αὐτοῦ, τοῦτο συγχωρεῖ. Οὐ τοίνυν περιττὸν μόνον ζητεῖς, | |
45 | ἀλλὰ καὶ ἐπισκοτοῦν τῇ τῆς δυνάμεώς μου δόξῃ πρᾶγμα. Τὸ γὰρ, Ἀρκεῖ σοι, τοῦτο δηλοῦντός ἐστιν, ὡς οὐκ ὀφείλοντος προστεθῆναι ἑτέρου τινὸς, ἀλλ’ ὡς τοῦ παντὸς ἀπηρτισμένου. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ κεφαλαλγίαν φησίν. Οὐ γὰρ δὴ νοσοῦντες | |
61.578(50) | ἐκήρυττον (οὐ γὰρ ἠδύναντο κηρύττειν ἀσθενοῦντες), ἀλλ’ ὅτι ἐλαυνόμενοι, διωκόμενοι, πάντων περιεγέ‐ νοντο. Ἐπειδὴ οὖν ταῦτα ἤκουσα, φησὶν, ἥδιστα οὖν καυχήσομαι ἐν ἀσθενείαις μου. Ἵνα γὰρ μὴ κατα‐ πέσωσιν, ἐκείνων τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναν‐ | |
55 | τίοις καυχωμένων, καὶ τούτων ὄντων ἐν διωγμοῖς, δείκνυσιν, ὅτι διὰ τοῦτο λαμπρότερος γίνεται, καὶ οὕτω μᾶλλον ἡ δύναμις τοῦ Θεοῦ διαλάμπει, καὶ καυχήσεως ἄξια τὰ γινόμενα. Διό φησιν, Ἥδιστα | |
οὖν καυχήσομαι. Οὐχὶ λυπούμενος ταῦτα εἶπον | 577 | |
61.579 | ἅπερ ἀπηριθμησάμην, ἢ τοῦτο ὅπερ εἴρηκα νῦν, ὅτι Ἐδόθη μοι σκόλοψ, ἀλλ’ ἐγκαλλωπιζόμενος καὶ πλείονα δύναμιν ἐφελκόμενος. Διὸ καὶ ἐπάγει, Ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. | |
5 | Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασμῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔ‐ ξετο καὶ ἐπέμενε. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις πολ‐ λαῖς. Ποίαις, εἰπέ μοι; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες πῶς αὐτὸ νῦν | |
10 | ἀπεκάλυψε σαφέστατα; Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοι‐ αύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας. Εἶδες ψυχὴν εὐγνώμονα; Ἐπεθύμει ἀπαλλαγῆναι τῶν δεινῶν· ὅτε δὲ ἤκουσε | |
15 | παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ μόνον οὐκ ἠθύμησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐ‐ φράνθη. Διὸ ἔλεγεν, Εὐδοκῶ, χαίρω, ἐπιθυμῶ, ὑβρίζεσθαι, διώκεσθαι, στενοχωρεῖσθαι ὑπὲρ Χρι‐ στοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκείνους καταστέλλων, καὶ | |
20 | τούτων ἐπαίρων τὰ φρονήματα, ἵνα μὴ αἰσχύνωνται τοῖς Παύλου παθήμασιν. Ἀρκεῖ γὰρ ἡ ὑπόθεσις πάντων ποιῆσαι λαμπροτέρους. Εἶτα καὶ ἄλλην αἰ‐ τίαν τίθησιν· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Τί θαυμάζεις, εἰ τοῦ Θεοῦ ἡ δύναμις τότε δια‐ | |
25 | δείκνυται; καὶ ἐγὼ τότε δυνατός εἰμι· τότε γὰρ μά‐ λιστα ἡ χάρις ἐπῄει. Καθὼς γὰρ περισσεύει τὰ παθήματα αὐτοῦ, πε‐ ρισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ὅπου θλίψις, ἐκεῖ καὶ παράκλησις· ὅπου παράκλησις, ἐκεῖ καὶ | |
30 | χάρις. Ὅτε γοῦν ἐνέπεσεν εἰς τὸ δεσμωτήριον, τότε τὰ θαυμαστὰ ἐποίησεν ἐκεῖνα· ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδο‐ ξάσθη. Ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε καὶ τοῦ δικαστοῦ περιγέγονεν. Οὕτω καὶ ἐν τῇ | |
35 | Παλαιᾷ συνέβαινεν· ἐν τοῖς πειρασμοῖς ἤνθουν οἱ δίκαιοι· οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ Δανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ· πάντες ἐντεῦθεν λαμπροὶ, καὶ μεγάλων κατηξιώθησαν στεφάνων. Τότε γὰρ καὶ ἡ ψυχὴ καθαίρεται, ὅτε διὰ τὸν Θεὸν θλίβεται· | |
40 | τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος. Καὶ πρὸ τοῦ μισθοῦ δὲ τοῦ παρὰ τοῦ Θεοῦ κειμένου, μεγάλα καρ‐ ποῦται ἀγαθὰ φιλόσοφος γινομένη. Καὶ γὰρ τὸν τῦ‐ φον περισπᾷ, καὶ τὴν ῥᾳθυμίαν ἐκκόπτει πᾶσαν ἡ | |
45 | θλῖψις, καὶ πρὸς ὑπομονὴν ἀλείφει· ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν. Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρη‐ μάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, | |
61.579(50) | ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός. Καὶ εἰ βούλει ἐπ’ αὐτῶν τῶν πραγμάτων ἰδεῖν, καὶ ἄνδρα ἰδίᾳ καὶ δῆμον ὁλόκληρον, δυνήσομαί σοι δεῖξαι, καὶ ἐν θλίψει γενομένους, καὶ ἐν ἀνέσει, καὶ διδάξαι πόσον ἐντεῦθεν τὸ κέρδος, καὶ πόση ἐκεῖθεν ἡ ῥᾳθυ‐ | |
55 | μία. | Column end |
61.580 | δʹ. Καὶ γὰρ ὁ τῶν Ἑβραίων δῆμος, ὅτε μὲν ἐκακοῦν‐ το καὶ ἠλαύνοντο, ἔστενον καὶ τὸν Θεὸν παρεκάλουν, καὶ πολλὴν ἄνωθεν ἐπεσπῶντο τὴν ῥοπήν· ὅτε δὲ ἐλιπάνθησαν, ἀπεσκίρτησαν. Οἱ Νινευῗται πάλιν, | |
5 | ὅτε μὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνα‐ σπᾷν· ὅτε δὲ ὑπὸ τοῦ κηρύγματος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν. Εἰ δὲ καὶ ἄνδρα καθ’ ἑαυτὸν ἰδεῖν ἐθέλοις, ἐννόησον τὸν Σολο‐ | |
10 | μῶντα. Καὶ γὰρ οὗτος ὅτε μὲν ἦν ἐν φροντίσι καὶ ταραχῇ περὶ τῆς ἀρχῆς τοῦ ἔθνους ἐκείνου βουλευό‐ μενος, τῆς ὄψεως ἠξιώθη ἐκείνης· ὅτε δὲ ἐν τρυφῇ γέγονεν, εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἐξωλίσθησε. Τί δὲ ὁ τούτου πατήρ; πότε θαυμαστὸς ἦν καὶ παρά‐ | |
15 | δοξος; οὐχ ὅτε ἐν πειρασμοῖς ἦν; Ὁ δὲ Ἀβεσσαλὼμ, οὐχ ἕως μὲν ἔφευγεν, ἐσωφρόνει, ἐπειδὴ δὲ ἐπαν‐ ῆλθε, καὶ τυραννικὸς καὶ πατραλοίας ἐγένετο; Τί δὲ ὁ Ἰώβ; Οὗτος γὰρ λαμπρὸς μὲν ἦν καὶ ἐν ἀνέσει, λαμπρότερος δὲ μετὰ τὴν θλῖψιν ἐφάνη. Καὶ τί δεῖ | |
20 | λέγειν τὰ ἀρχαῖα καὶ παλαιά; ἂν γὰρ τὰ ἡμέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος. Νῦν μὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαμεν, καὶ διεῤῥύημεν, καὶ μυρίων τὴν Ἐκκλησίαν ἐνεπλή‐ σαμεν κακῶν· ὅτε δὲ ἠλαυνόμεθα, καὶ σωφρονέστεροι | |
25 | καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦμεν προθυμότεροι, καὶ περὶ τὴν ἀκρόασιν. Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖ‐ ψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσμήχουσα, καθαροὺς ἐργαζομένη, λαμπροὺς κατασκευάζουσα καὶ φαιδρούς. | |
30 | Αὕτη εἰς βασιλείαν εἰσάγει, ἐκείνη δὲ εἰς γέενναν. Διὸ ἡ μὲν ἔστιν εὐρύχωρος, ἡ δὲ στενή. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ὡς μέγα τι καταβάλλων ἡμῖν ἀγαθόν. Εἰ τοίνυν μαθητὴς εἶ, τὴν στενὴν καὶ τεθλιμμένην ὅδευε, μηδὲ δυσχέραινε | |
35 | μηδὲ ἀποδυσπέτει. Κἂν γὰρ οὕτω μὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς. Καὶ γὰρ ὁ βάσκανος, καὶ ὁ χρημάτων ἐρῶν, καὶ ὁ πόρ‐ νης περικαιόμενος, καὶ ὁ κενόδοξος, καὶ τῶν ἄλλων ἕκαστος τῶν τὰ πονηρὰ ἐπιόντων πολλὰς ἀθυμίας | |
40 | ὑπομένει καὶ θλίψεις, καὶ τῶν πενθούντων οὐκ ἐλάττω θλίβεται. Εἰ δὲ μὴ δακρύει μηδὲ πενθεῖ, δι’ αἰσχύ‐ νην καὶ ἀναισθησίαν· ὡς εἴ γε τὴν ψυχὴν αὐτοῦ κα‐ ταμάθοις, μυρίων ὄψει κυμάτων γέμουσαν. Ὅταν οὖν καὶ τοῦτον καὶ ἐκεῖνον μετιόντας τὸν βίον ἀνάγκη | |
45 | θλίβεσθαι, διὰ τί μὴ τοῦτον αἱρούμεθα τὸν μετὰ θλί‐ ψεως μυρίους φέροντα στεφάνους; Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στε‐ νοχωρίας, ὁμοῦ μὲν ἐκείνους ὠφελῶν, ὁμοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόμενος, ὥστε μὴ μείζονα τῆς ἀξίας | |
61.580(50) | περὶ αὐτῶν δόξαν ἔχειν. Οὕτω γὰρ καὶ εἰδωλολατρεῖαι τὴν ἀρχὴν ἐκράτησαν, τῶν ἀνθρώπων ὑπὲρ τὴν ἀξίαν θαυμαζομένων· οὕτως Ἀλέξανδρον τρισκαιδέκατον ἐνόμισεν εἶναι | |
θεὸν ἡ σύγκλητος Ῥωμαίων. Καὶ γὰρ αὕτη ταύτην | 579 | |
61.581 | εἶχε τὴν ἀξίαν χειροτονεῖν καὶ ἐγκρίνειν θεούς. Ὅτε γοῦν τὰ κατὰ Χριστὸν ἀπηγγέλη πάντα, ἔπεμψεν ὁ τοῦ ἔθνους ἄρχων πυνθανόμενος, εἰ δοκεῖ αὐτοῖς καὶ αὐτὸν χειροτονῆσαι θεόν. Οἱ δὲ οὐκ ἐπένευσαν, | |
5 | ὀργιζόμενοι καὶ ἀγανακτοῦντες, ὅτι πρὸ τῆς αὐτῶν ψήφου καὶ γνώμης, ἡ δύναμις τοῦ σταυρωθέντος ἐκλάμψασα, εἰς τὸ οἰκεῖον ἐπεσπάσατο σέβας τὴν οἰκουμένην ἅπασαν. Τοῦτο δὲ ᾠκονομεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε μὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα | |
10 | ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, μηδὲ ἕνα τῶν πολλῶν αὐτὸν εἶναι νομισθῆναι τῶν ὑπ’ ἐκείνων χειροτονη‐ θέντων. Καὶ γὰρ καὶ πύκτας θεοὺς ἐνόμισαν, καὶ τὰ παιδικὰ τὰ Ἀδριανοῦ· ὅθεν καὶ ἡ πόλις Ἀντίνοος λέγεται. Ἐπειδὴ γὰρ θάνατος καταμαρτυρεῖ τῆς θνη‐ | |
15 | τῆς φύσεως, ἐφεῦρεν ὁ διάβολος ἑτέραν ὁδὸν, τὴν τῆς ψυχῆς ἀθανασίαν, ᾗ τὴν ὑπερβάλλουσαν κολακείαν ἀναμίξας, εἰς ἀσέβειαν πολλοὺς ἐξήγαγε. Καὶ θέα κακουργίαν· ὅταν μὲν ἡμεῖς εἰς δέον αὐτὴν παράγω‐ μεν, ἀνατρέπει τὸν λόγον· ὅταν δὲ εἰς βλάβην αὐτὸς | |
20 | κατασκευάζειν βούληται, μετὰ πολλῆς αὐτὴν ἵστησι τῆς σπουδῆς. Κἂν εἴπῃ τις, Πόθεν θεὸς Ἀλέξανδρος; οὐχὶ τέθνηκε, καὶ ἀθλίως; Ἀλλ’ ἀθάνατος ἡ ψυχὴ, φησί. Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ· ὅταν δὲ ἡμεῖς | |
25 | λέγωμεν τοῦτο μέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακειμένους, ὡς ἠπατημένους πείθεις. Κἂν εἴπωμεν, ὅτι ὁ ἐσταυρωμένος ζῇ, γέλως εὐθέως, καί‐ τοι τῆς οἰκουμένης βοώσης ἁπάσης, καὶ πάλαι καὶ | |
30 | νῦν· τότε μὲν ἀπὸ τῶν σημείων, νῦν δὲ ἀπὸ τῶν ἐπιστρεψάντων· οὐ γὰρ δὴ νεκροῦ ταῦτα τὰ κατορθώ‐ ματα. Ἂν δὲ εἴπῃ τις, ὅτι Ἀλέξανδρος ζῇ, πιστεύεις, καίτοι γε οὐδὲν ἔχων σημεῖον εἰπεῖν. Ναὶ, φησί· πολλὰ γὰρ καὶ μεγάλα κατώρθωσε ζῶν· καὶ γὰρ καὶ | |
35 | ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν. εʹ. Ἐὰν οὖν ἐγὼ δείξω, ὅπερ ἐκεῖνος ζῶν οὐκ ἐνενόη‐ σεν, οὐκ αὐτὸς, οὐκ ἄλλος τις τῶν ποτε γενομένων ἀνθρώπων, ποίαν ἑτέραν ζητεῖς ἀναστάσεως ἀπόδει‐ | |
40 | ξιν; Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν· τὸ δὲ μετὰ σταυρὸν καὶ τάφον τοσαῦτα ἐργάσασθαι πανταχοῦ γῆς καὶ θα‐ λάττης, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως | |
45 | γέμον, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον ἀνακηρῦττον δύ‐ ναμιν. Καὶ ὁ μὲν Ἀλέξανδρος μετὰ τὴν τελευτὴν αὐτοῦ, διασπασθεῖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τέ‐ λεον ἀφανισθεῖσαν οὐκ ἐπανήγαγε· πῶς δὲ ἔμελλεν ὁ νεκρός; ὁ δὲ Χριστὸς τότε αὐτὴν μάλιστα ἔστησεν, | |
61.581(50) | ὅτε ἐτελεύτησε. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ, ὅπου γε καὶ τοῖς μαθηταῖς αὐτοῦ, μετὰ τὸ τελευτῆσαι, λάμ‐ ψαι ἔδωκε; Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι, καὶ εἰπὲ τὴν ἡμέραν καθ’ ἣν ἐτελεύτησε. | |
Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, | Column end | |
61.582 | τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται. | |
5 | Καὶ οἱ τάφοι τῶν δούλων τοῦ σταυρωθέντος λαμ‐ πρότεροι τῶν βασιλικῶν εἰσιν αὐλῶν, οὐ τῷ μεγέθει καὶ τῷ κάλλει τῶν οἰκοδομημάτων μόνον· καὶ τούτῳ μὲν γὰρ κρατοῦσιν· ἀλλ’, ὃ πολλῷ πλέον ἐστὶ, τῇ σπουδῇ τῶν συνιόντων. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουρ‐ | |
10 | γίδα περικείμενος ἀπέρχεται τὰ σήματα ἐκεῖνα πε‐ ριπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος ἕστηκε δεόμενος τῶν ἁγίων, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως προ‐ στατῶν καὶ τετελευτηκότων δεῖται ὁ τὸ διάδημα | |
15 | ἔχων. Τολμήσεις οὖν, εἰπέ μοι, τὸν τούτων Δεσπότην νεκρὸν εἰπεῖν, οὗ οἱ οἰκέται καὶ τετελευ‐ τηκότες, προστάται τῶν τῆς οἰκουμένης βασιλέων εἰσί; Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ ἴδοι τις ἂν γινό‐ μενον μόνον, ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει. Καὶ | |
20 | γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ τοῖς προθύροις κατά‐ θοιτο τοῦ ἁλιέως· καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι. Καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ | |
25 | τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὔλειον αὐτοῖς ἀφορισθῆναι θύραν, ἀπὸ τῶν ἐνταῦθα καὶ τοῖς ἀπίστοις ἐπιδει‐ κνύντες, ὅτι πλείων ἐν τῇ ἀναστάσει ἡ ὑπεροχὴ ἔσται τοῖς ἁλιεῦσιν. Εἰ γὰρ ἐνταῦθα οὕτως ἐν τοῖς | |
30 | τάφοις, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει. Καὶ ἀντήλ‐ λακται ἡ τάξις· οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρε‐ τῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται, μᾶλλον δὲ καὶ λαμπροτέραν. Καὶ ὅτι οὐ κολακεία τὸ πρᾶγμα, αὕτη δείκνυσιν ἡ ἀλήθεια· ἀπὸ γὰρ ἐκείνων | |
35 | καὶ οὗτοι λαμπρότεροι γεγόνασι. Πολὺ γὰρ τῶν ἄλ‐ λων τάφων τῶν βασιλικῶν τὰ σήματα ταῦτα σεμνό‐ τερα· ἐκεῖ μὲν γὰρ πολλὴ ἡ ἐρημία, ἐνταῦθα δὲ πολλὴ ἡ πανήγυρις. Εἰ δὲ βούλει καὶ ταῖς βασιλικαῖς παραβαλεῖν αὐλαῖς τοὺς τάφους τούτους, πάλιν ἐν‐ | |
40 | ταῦθα τὰ νικητήρια. Ἐκεῖ μὲν γὰρ πολλοὶ οἱ σοβοῦν‐ τες, ἐνταῦθα δὲ πολλοὶ οἱ καλοῦντες καὶ ἐπισπώμενοι πλουσίους, πένητας, ἄνδρας, γυναῖκας, δούλους, ἐλευθέρους· ἐκεῖ πολὺς ὁ φόβος, ἐνταῦθα ἄφατος ἡ ἡδονή. Ἀλλὰ γλυκὺ θέαμα χρυσοφοροῦντα βασιλέα | |
45 | καὶ ἐστεφανωμένον ἰδεῖν, καὶ παρεστῶτας στρατ‐ ηγοὺς, ἄρχοντας, ταξιάρχους, φυλάρχους, ὑπάρχους. Ἀλλὰ τὰ ἐνταῦθα τοσούτῳ σεμνότερα καὶ φρι‐ κωδέστερα, ὡς ἐκεῖνα σκηνὴν εἶναι καὶ παιδιὰν νομί‐ σαι πρὸς ταῦτα. Ἅμα γὰρ ἐπέβης τῶν οὐδῶν, καὶ πρὸς | |
61.582(50) | τὸν οὐρανὸν ὁ τόπος τὴν διάνοιαν παρέπεμψε, πρὸς τὸν ἄνω βασιλέα, πρὸς τὸ στρατόπεδον τὸ τῶν ἀγγέλων, πρὸς τὸν θρόνον τὸν ὑψηλὸν, πρὸς τὴν δόξαν τὴν ἀπρόσιτον. Καὶ ἐνταῦθα μὲν ὑπέταξεν ἄρχοντι τῶν | |
ὑποκειμένων τὸν μὲν λῦσαι, τὸν δὲ δῆσαι· τὰ δὲ ὀστᾶ | 581 | |
61.583 | τῶν ἁγίων οὐ ταύτην ἔχει τὴν ἐξουσίαν τὴν οἰκτρὰν καὶ ταπεινὴν, ἀλλ’ ἐκείνην τὴν πολλῷ μείζονα. Δαίμονας γὰρ παρίστησι καὶ βασανίζει, καὶ τῶν δεσμῶν ἐκείνων τῶν πικροτάτων ἀπολύει τοὺς δεδεμένους. Τί φοβερώ‐ | |
5 | τερον τοῦ δικαστηρίου τούτου; Οὐδενὸς ὁρωμένου, οὐδε‐ νὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπρά‐ μεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύ‐ ναμιν ἐκείνην. Καὶ οἱ τὰ σώματα φορέσαντες, τῶν | |
10 | ἀσωμάτων κρατοῦσι δυνάμεων· ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις. Διὰ δὴ τοῦτο ὑπὲρ μὲν τοῦ βασιλικὰς ἰδεῖν αὐλὰς οὐ‐ δεὶς ἄν ποτε ἀποδημήσειε· βασιλεῖς δὲ πολλοὶ πολ‐ | |
λάκις ἀποδεδημήκασι ταύτης ἕνεκεν τῆς θεωρίας. | Column end | |
61.584 | Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζο‐ μένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων. Εἶδες τῶν ἁγίων τὴν δύναμιν καὶ τετελευτηκότων; | |
5 | εἶδες τῶν ἁμαρτωλῶν τὴν ἀσθένειαν καὶ ζώντων; Φύγε τοίνυν τὴν κακίαν, ἵνα κρατῇς τῶν τοιούτων, καὶ δίωκε μετὰ σπουδῆς ἁπάσης τὴν ἀρετήν. Εἰ γὰρ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον ἡλίκα τὰ μέλλοντα. Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόμενος, ἐπιλαμ‐ | |
10 | βάνου τῆς αἰωνίου ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.583(15) | ΟΜΙΛΙΑ ΚΖʹ. Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκά‐ σατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συν‐ ίστασθαι. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, | |
20 | οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶ‐ ναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως. Ἀλλ’ ὅμως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν καλεῖ. Ἀρχόμε‐ νος μὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ με, καὶ, | |
25 | Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα | |
30 | ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρημένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ’ ἐπὶ τοὺς μαθητὰς ἅπασαν περιτρέπει. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ ἐκαυχῶντο, | |
35 | καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ | |
40 | εἶπεν· Ἔδεισα γὰρ μὴ τὰ πρωτεῖα παρ’ ὑμῖν ἐνεγκά‐ μενοι, τὰ παρ’ ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο μὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοή‐ ματα ὑμῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντι‐ | |
45 | κώτερον, καὶ μετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρημένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ τοὺς πειρασμούς. Οὐδὲν γὰρ ὑστέ‐ | |
61.583(50) | ρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔμπροσ‐ | |
θεν μὲν γὰρ ἔλεγε· Λογίζομαι μηδὲν ὑστερηκέναι· | Column end | |
61.584(16) | ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, μετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ μὴν δὲ οὕτως ἀφίσταται τοῦ μέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ μέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερ‐ | |
20 | βαῖνον τὴν ἑαυτοῦ, ὅτι μετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθμησεν, οὕτω μετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰμι, τὰ σημεῖα τοῦ ἀποστόλου κατ‐ ειργάσθη ἐν ὑμῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτε‐ λὴς ἐγὼ καὶ μικρὸς, ἀλλ’ εἰ μὴ τούτων ἀπήλαυσας, | |
25 | ὧν παρ’ ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ’, ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφε‐ λος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόν‐ των ἰωμένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι | |
30 | οὐδὲν ἐγὼ, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ’ ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ’ ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν μικρὸν ἡγού‐ | |
35 | μενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σω‐ τηρίας τῆς ἐκείνων ἐφιέμενος. Εἶτα ἵνα μὴ λέγωσι, Καὶ τί πρὸς ἡμᾶς, εἰ καὶ μηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑμῖν κατειργάσθη τὰ σημεῖα τοῦ ἀποστόλου, ἐν | |
40 | πάσῃ ὑπομονῇ καὶ σημείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωμάτων ἐν ὀλίγοις ῥήμασι παρέδραμε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑπο‐ μονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγμα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο μὲν γὰρ ἐν βραχεῖ, διὰ μι‐ | |
45 | κρᾶς λέξεως· τὸ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐ‐ τοῦ κατορθώματα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνί‐ ξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας | |
61.584(50) | ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς· διὰ τῶν σημείων πάλιν, πόσους νεκροὺς | |
ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσους | 583 | |
61.585 | λεπροὺς καθαρισθέντας, πόσους δαίμονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, μανθάνωμεν, εἰ εἰς ἀνάγκην ἐμ‐ πέσωμεν τοιούτων διηγημάτων, συντέμνειν ἡμῶν τὰ κατορθώματα· ὃ καὶ αὐτὸς ἐποίησεν. | |
5 | βʹ. Εἶτα ἵνα μὴ λέγωσί τινες, Εἰ γὰρ καὶ μέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ’ οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε· Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Οὐκ ἐλάτ‐ τονος, φησὶ, μετέσχετε χάριτος τῶν λοιπῶν. | |
10 | Ἀλλ’ ἴσως εἴποι τις ἂν, Τί δήποτε πρὸς τοὺς ἀπο‐ στόλους τρέπει τὸν λόγον, τὴν πρὸς τοὺς ψευδαπο‐ στόλους μάχην ἀφείς; Ἐκ περιουσίας ἀναστῆσαι βουλόμενος αὐτῶν τὰ φρονήματα, καὶ δεῖξαι, ὅτι οὐ μόνον ἐκείνων βελτίων, ἀλλ’ οὐδὲ τῶν μεγάλων ἀπο‐ | |
15 | στόλων ἐλάττων. Διά τοι τοῦτο, ὅταν μὲν περὶ ἐκεί‐ νων διαλέγηται, φησὶν, Ὑπὲρ ἐγώ· ὅταν δὲ πρὸς τοὺς ἀποστόλους ἑαυτὸν παραβάλλῃ, ἀγαπητὸν εἶναί φησι τὸ μὴ ὑστερηκέναι, καίτοι γε πλεῖον αὐτῶν κο‐ πιάσας. Δείκνυσι δὲ ἐντεῦθεν, ὅτι κἀκείνους ὑβρίζου‐ | |
20 | σιν, ὅταν τὸν ἴσον αὐτῶν ἐν δευτέρῳ τούτων ἔχωσιν. Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Μετὰ πολλῆς πάλιν βαρύτητος ἔθηκε τὴν ἐπιτίμησιν. Καὶ τὸ ἑξῆς φορτικώτερον· Χαρίσασθέ μοι τὴν ἀδι‐ κίαν ταύτην. Ἀλλ’ ὅμως ἡ βαρύτης καὶ ἀγάπης | |
25 | ῥήματα, καὶ ἐγκώμιον ἐκείνων ἔχει· εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι τὸ μὴ καταδέξασθαι τὸν ἀπό‐ στολον λαβεῖν τι παρ’ αὐτῶν, μηδὲ θαῤῥῆσαι τραφῆ‐ ναι ἔνθεν. Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), | |
30 | συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα. Καὶ θέα τὴν σύνεσιν· ἐπειδὴ γὰρ συνεχῶς τοῦτο στρεφόμενον ὄνειδος αὐτοῖς ἔφερε, συνεχῶς αὐτὸ παρα‐ μυθεῖται. Ἀνωτέρω μὲν γὰρ λέγων, ὅτι Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου οὐ | |
35 | φραγήσεται αὕτη, εἶπε πάλιν, ὅτι Οὐκ ἀγαπῶ ὑμᾶς; οἶδεν ὁ Θεός· ἀλλ’ ἵνα ἐκκόψω τὴν ἀφορ‐ μὴν τῶν θελόντων ἀφορμὴν, καὶ ἵνα ἐν ᾧ καυ‐ χῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ ἐν τῇ προ‐ τέρᾳ· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγε‐ | |
40 | λιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐνταῦθα, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Πανταχοῦ γὰρ φεύγει τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθέ‐ νειαν αὐτῶν οὐ λαμβάνει· διὸ καὶ ἐνταῦθα οὕτω φη‐ σίν· εἰ τοῦτο πλημμέλημα εἶναι ἡγεῖσθε, συγγνώ‐ | |
45 | μην αἰτῶ. Ταῦτα δὲ ἔλεγε, καὶ πλήττων καὶ θερα‐ πεύων. Μὴ γὰρ δὴ τοῦτο εἴπῃς· Εἰ πλῆξαι θέλεις, τί ἀπολογῇ; εἰ θεραπεύειν, τί πλήττεις; Τοῦτο γὰρ συνέσεώς ἐστι, καὶ κατατέμνειν καὶ ἐπιδεσμεῖν τὸ ἕλκος. Εἶτα, ἵνα μὴ δόξῃ, ὅπερ καὶ ἔμπροσθεν ἔλε‐ | |
61.585(50) | γον, συνεχῶς αὐτὸ στρέφειν ὑπὲρ τοῦ λαβεῖν, θερα‐ πεύει μὲν αὐτὸ καὶ ἐν τῇ προτέρᾳ λέγων, Οὐκ ἔγρα‐ ψα δὲ, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· γλυκύτερον δὲ ἐνταῦθα καὶ προσηνέστερον. Πῶς καὶ | |
55 | τίνι τρόπῳ; Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλ‐ | |
θεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ | Column end | |
61.586 | γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς. Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐκ ἐπειδὴ μὴ λαμβάνω, διὰ τοῦτο οὐ παραγίνομαι, ἀλλὰ καὶ | |
5 | δεύτερον παρεγενόμην, καὶ τρίτον τοῦτο παρεσκεύα‐ σμαι ἐλθεῖν, καὶ οὐ καταναρκήσω ὑμῶν. Καὶ ἡ αἰτία σεμνή. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ μικρολόγοι, ἐπειδὴ πλήττεσθε, ἐπειδὴ ἀσθενεῖτε· ἀλλὰ τί; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς. Μεί‐ | |
10 | ζονα ἐπιζητῶ, ψυχὰς ἀντὶ χρημάτων, σωτηρίαν ἀντὶ χρυσίου. Εἶτα ἐπειδὴ ὑποψίαν εἶχεν ἔτι τὸ πρᾶγμα, ὡς ἀλγοῦντος αὐτοῦ πρὸς αὐτοὺς, διὰ τοῦτο καὶ λο‐ γισμὸν τίθησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡμᾶς ἔχειν καὶ τὰ ἡμῶν; ἐπάγει | |
15 | μετὰ πολλῆς τῆς χάριτος τὴν ἀπολογίαν λέγων· Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ’ οἱ γονεῖς τοῖς τέκνοις· ἀντὶ τῶν διδασκάλων καὶ τῶν μαθητῶν τοὺς γονέας καὶ τὰ τέκνα τιθεὶς, καὶ δείξας ὅτι ὀφειλῆς πρᾶγμα ποιεῖ, ὅπερ οὐκ ἦν | |
20 | ὀφειλῆς. Οὐ γὰρ οὕτω προσέταξεν ὁ Χριστὸς, ἀλλ’ ἐκείνων φειδόμενος, ταῦτα λέγει· διὸ καὶ πλέον τι προστίθησιν. Οὐ γὰρ εἶπε μόνον, ὅτι οὐκ ὀφείλει τὰ τέκνα θησαυρίζειν, ἀλλ’ ὅτι καὶ ὀφείλουσιν οἱ γο‐ νεῖς τοῦτο ποιεῖν. Οὐκοῦν ἐπειδὴ δοῦναι δεῖ, Ἐγὼ | |
25 | ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Τοὺς μὲν γὰρ γονέας θησαυρίζειν ἐκέλευσε τοῖς τέκνοις ὁ νόμος τῆς φύσεως· ἐγὼ δὲ οὐ τοῦτο ποιῶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν προσδίδωμι· καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ μὴ μόνον μὴ λαμβάνειν, | |
30 | ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐκ τοῦ ὑστερήματος· τὸ γὰρ Ἐκδαπανηθήσομαι, τοῦτό ἐστιν αἰνιττομένου. Κἂν γὰρ αὐτὴν δέῃ τὴν σάρκα ἀναλῶσαι, οὐ φείδομαι διὰ τὴν σωτηρίαν ὑμῶν. Καὶ τὸ ἐπαγόμενον μετ’ ἐγ‐ | |
35 | κλήματος ὁμοῦ καὶ ἀγάπης· Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν φιλουμένων, καὶ οὐ φιλούντων ὁμοίως. Σκόπει τοίνυν λοιπὸν πόσους ἔχει τὸ πρᾶγμα βαθμούς. Ἔδει λαμβάνειν, αὐτὸς δὲ οὐκ ἐλάμβανεν· | |
40 | ἰδοὺ πρῶτον κατόρθωμα. Καὶ ὑστερούμενος, δεύτε‐ ρον· καὶ αὐτοῖς κηρύττων, τρίτον· καὶ προσδίδωσι, τέταρτον· καὶ οὐχ ἁπλῶς προσδίδωσιν, ἀλλὰ καὶ μετὰ ἐπιτάσεως, πέμπτον· καὶ οὐ χρήματα μόνον, ἀλλὰ καὶ ἑαυτὸν, ἕκτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα | |
45 | φιλούντων αὐτὸν, ἕβδομον· καὶ ὑπὲρ τῶν σφόδρα φι‐ λουμένων, ὄγδοον. γʹ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Μέγα μὲν γὰρ ἔγκλημα [καὶ τὸ φθονεῖν], καὶ τὸ μὴ φιλεῖν· μεῖ‐ ζον δὲ γίνεται, ὅταν καὶ φιλούμενός τις μὴ φιλῇ. Εἰ | |
61.586(50) | γὰρ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ μὴ τοῦτο ἔχων, καὶ τῶν θηρίων ἐλάττων ἂν εἴη. Τί λέγεις, ἄνθρωπε; οὐ φιλεῖς τὸν φιλοῦντα; καὶ τίνος ἕνεκεν ζῇς; ποῦ δὲ χρήσιμος ἔση λοιπόν; ἐν ποίοις πράγμασιν; ἐν πολιτικοῖς; ἐν | |
55 | ἰδιωτικοῖς; Οὐδαμῶς· οὐδὲν γὰρ ἀχρηστότερον ἀν‐ | 585 |
61.587 | δρὸς οὐκ εἰδότος φιλεῖν. Τοῦτον καὶ λῃσταὶ πολ‐ λάκις τὸν νόμον ᾐδέσθησαν καὶ ἀνδροφόνοι καὶ τοιχ‐ ωρύχοι, καὶ ἁλῶν κοινωνήσαντες μόνον, μετ‐ ετάξαντο, τῇ τραπέζῃ τὸν τρόπον μεταβαλόντες· σὺ | |
5 | δὲ οὐχὶ ἁλῶν μόνον, ἀλλὰ καὶ ῥημάτων καὶ πραγμά‐ των κοινωνῶν, καὶ εἰσόδων καὶ ἐξόδων, οὐ φιλεῖς; Ἀλλ’ οἱ μὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δα‐ πανῶσιν οὐσίας εἰς τὰς πορνευομένας γυναῖκας· σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς | |
10 | καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν; Καὶ τίς, φησὶν, οὕτως ἔσται ἄθλιος, τίς δὲ οὕτω θηρίον, ὡς τὸν φιλοῦντα ἀποστρέφεσθαι καὶ μισεῖν; Σὺ μὲν καλῶς ποιεῖς ἀπιστῶν διὰ τὴν τοῦ πράγματος ἀτοπίαν· ἐγὼ δὲ ἂν δείξω πολλοὺς | |
15 | ὄντας τοιούτους, πῶς οἴσομεν λοιπὸν τὴν αἰσχύνην; Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούμενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος μὴ ἀμύνῃς, ὅταν εὐ‐ δοκιμοῦντα φθονῇς, ποία αὕτη ἀγάπη; Καίτοι γε φιλίαν οὐδὲ τοῦτο ἀρκεῖ δεῖξαι, τὸ μὴ φθονεῖν, ὥσπερ | |
20 | οὖν οὐδὲ τὸ μὴ ἐχθραίνειν, οὐδὲ τὸ μὴ πολεμεῖν, ἀλλὰ καὶ συγκροτεῖν καὶ αὔξειν τὸν φιλοῦντα· ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλη‐ σίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς; Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης· | |
25 | εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιμοῦντα εἶδες τὸ μέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, μᾶλλον δὲ τὸ τῆς μανίας. Μανία γὰρ περι‐ φανὴς, τοῖς τῶν πλησίον δάκνεσθαι καλοῖς· τοῦτο γὰρ μαινομένων ἐστὶ, καὶ λυττώντων κυνῶν. Κατὰ | |
30 | γὰρ ἐκείνους εἰς τὰς ἁπάντων πηδῶσιν ὄψεις καὶ οὗτοι, τῇ βασκανίᾳ παροξυνόμενοι. Βέλτιον ὄφιν ἔχειν τοῖς σπλάγχνοις ἐγκαλινδούμενον, ἢ βασκανίαν ἔνδον συρομένην. Ἐκεῖνον γὰρ καὶ ἐμέσαι πολλάκις ἔνι διὰ φαρμάκων, καὶ διὰ τροφῆς παραμυθήσασθαι· ὁ | |
35 | δὲ φθόνος οὐκ ἐν σπλάγχνοις καλινδεῖται, ἀλλὰ τῷ κόλπῳ στρέφεται τῆς ψυχῆς, καὶ δυσεξάλειπτόν ἐστι πάθος. Καὶ ὁ μὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωμάτων ἀνθρωπίνων, τροφῆς παρακειμένης· ὁ δὲ φθόνος, κἂν μυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν | |
40 | κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων· καὶ οὐκ ἔστιν αὐτῷ τινα παραμυθίαν εὑρεῖν, δι’ ἧς ἀποστήσεται τῆς μανίας, ἀλλ’ ἢ μίαν μόνον, τὴν τοῦ εὐημεροῦντος δυσπραγίαν· οὕτως ἀνίεται, μᾶλλον δὲ, οὐδὲ οὕτω. Κἂν γὰρ οὗτος πάθῃ κακῶς, | |
45 | ἕτερον ὁρῶν εὐημεροῦντα, ταῖς αὐταῖς ὀδύναις ἐνέχεται· καὶ πανταχοῦ τραύματα, καὶ πανταχοῦ πληγαί. Οὐδὲ γὰρ ἔστι στρεφόμενον ἐπὶ γῆς μὴ ὁρᾷν εὐδοκιμοῦντας. Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, | |
61.587(50) | τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι. Καὶ τὸ μὲν βιωτικοὺς ἀνθρώπους ταῦτα πάσχειν, χαλεπὸν μὲν, πλὴν οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ τοὺς τῶν ἐν μέσῳ θορύβων ἀπηλλαγμένους ἔχεσθαι τοῦ νοσήματος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον. | |
55 | Καὶ ἠβουλόμην μὲν σιγᾷν· ἀλλ’ εἰ μὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγμάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ μηδὲν εἰπεῖν· εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, | |
βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς | Column end | |
61.588 | ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις. Τουτὶ γὰρ τὸ νόσημα καὶ τῆς Ἐκ‐ κλησίας ἥψατο, [καὶ] τοῦτο πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ τοῦ σώματος διέσχισε τὴν ἀκολουθίαν, | |
5 | καὶ κατ’ ἀλλήλων ἱστάμεθα, τοῦ φθόνου καθοπλί‐ ζοντος ἡμᾶς. Διὰ τοῦτο πολλὴ ἡ διαστροφή. Εἰ γὰρ πάντων οἰκοδομούντων ἀγαπητὸν στῆναι τοὺς δι‐ δασκομένους, ὅταν ἅπαντες καθαιρῶμεν, τί ἔσται τὸ πέρας; | |
10 | δʹ. Τί ποιεῖς, ἄνθρωπε; Συμφέρειν νομίζεις τὰ τοῦ πλησίον καθαιρεῖν· πρὸ δὲ ἐκείνου τὰ σαυτοῦ καθαι‐ ρεῖς. Οὐχ ὁρᾷς τοὺς φυτοκόμους, τοὺς γηπόνους, πῶς ἅπαντες εἰς ἓν τρέχουσιν; ὁ μὲν διέσκαψεν, ὁ δὲ ἐφύτευσεν, ὁ δὲ περιέστειλε τὴν ῥίζαν, ἄλλος | |
15 | ἀρδεύει τὸ φυτευθὲν, ἄλλος περιφράττει καὶ τειχί‐ ζει, ἄλλος ἀποσοβεῖ τὰ θρέμματα· καὶ πάντες εἰς ἓν βλέπουσι, τοῦ φυτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ φυτεύω μὲν ἐγὼ, σαλεύει δὲ ἄλλος καὶ διασείει. Ἔασον κἂν παγῆναι καλῶς, ἵνα ἰσχυ‐ | |
20 | ρότερον γένηται τῆς ἐπιβουλῆς. Οὐ τὸ ἐμὸν ἀναιρεῖς ἔργον, ἀλλὰ τὸ σὸν καταλύεις· ἐγὼ ἐφύτευσα, σὲ ἔδει ποτίσαι. Ἂν τοίνυν σαλεύσῃς, τὴν ῥίζαν ἀν‐ έσπασας, καὶ οὐκ ἔχεις οὗ τὴν ἀρδείαν ἐπιδείξῃ. Ἀλλ’ ὁρᾷς εὐδοκιμοῦντα τὸν φυτεύοντα; Μὴ φοβοῦ· | |
25 | οὔτε ἐγώ τί εἰμι, οὔτε σύ· Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι· ἑνός ἐστι τὸ ἔργον τοῦ Θεοῦ. Ὥστε ἐκείνῳ μάχῃ καὶ πολεμεῖς, τὰ φυτευθέντα ἀνασπῶν. Ἀνανήψωμεν τοίνυν ποτὲ, γρηγορήσωμεν. Οὐ δέδοικα τὸν ἔξω πόλεμον, ὡς τὴν ἔνδον μάχην· ἐπεὶ καὶ ῥίζα, | |
30 | ὅταν ᾖ καλῶς ἡρμοσμένη τῇ γῇ, οὐδὲν πείσεται ἀπὸ τῶν ἀνέμων· ἂν δὲ αὐτὴ σαλεύηται, σκώληκος δια‐ τρώγοντος αὐτὴν ἔνδοθεν, καὶ μηδενὸς ἐνοχλοῦντος πεσεῖται. Μέχρι τίνος διατρώγομεν τῆς Ἐκκλησίας τὴν ῥίζαν σκωλήκων δίκην; Καὶ γὰρ ἀπὸ γῆς αἱ | |
35 | τοιαῦται τίκτονται διάνοιαι· μᾶλλον δὲ οὐδὲ ἀπὸ γῆς ἀλλ’ ἀπὸ κόπρου, τὴν σηπεδόνα μητέρα ἔχουσαι· καὶ οὐκ ἀφίστανται τῆς καταπτύστου θεραπείας τῆς παρὰ τῶν γυναικῶν. Γενώμεθά ποτε ἄνδρες γενναῖοι, γενώμεθα ἀθληταὶ φιλοσοφίας, ἀπελάσωμεν | |
40 | τὴν πολλὴν τῶν κακῶν τούτων φοράν. Καὶ γὰρ ὥσπερ σῶμα νεκρὸν, τῆς Ἐκκλησίας ὁρῶ τὸ πλῆθος ἐῤῥιμ‐ μένον νῦν. Καὶ καθάπερ ἐν σώματι νεκρωθέντι προσφάτως, ἔνι μὲν ὀφθαλμοὺς ἰδεῖν, ἔνι δὲ χεῖρας καὶ πόδας καὶ τράχηλον καὶ κεφαλὴν, οὐδὲν δὲ τῶν | |
45 | μελῶν τὰ ἑαυτοῦ ποιοῦν· οὕτω δὴ καὶ ἐνταῦθα πάν‐ τες πιστοὶ οἱ παρόντες, ἀλλ’ οὐκ ἔστιν ἡ πίστις ἐνερ‐ γής· τὴν γὰρ θερμότητα ἐσβέσαμεν, καὶ τοῦ Χρι‐ στοῦ τὸ σῶμα νεκρὸν εἰργασάμεθα. Εἰ δὲ φρικτὸν τὸ εἰρημένον, πολλῷ φρικωδέστερον, ὅταν ἐπὶ τῶν | |
61.588(50) | ἔργων φαίνηται. Τὰ μὲν γὰρ ὀνόματα ἀδελφῶν ἔχομεν, τὰ δὲ πράγματα πολεμίων· καὶ μέλη καλού‐ μενοι πάντες, καθάπερ θηρία διεστήκαμεν. Ταῦτα, οὐκ ἐκπομπεῦσαι βουλόμενος τὰ ἡμέτερα, εἶπον, | |
ἀλλ’ ἐντρέψαι καὶ ἀποστῆσαι. Ὁ δεῖνα εἰσῆλθεν εἰς | 587 | |
61.589 | οἰκίαν, ἀπήλαυσε τιμῆς· δέον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τὸ μέλος τιμᾶται τὸ σὸν, καὶ ὁ Θεὸς δοξάζεται, σὺ δὲ τοὐναντίον ποιεῖς· λέγεις κακῶς πρὸς τὸν τετιμηκότα, ὥστε ἀμφοτέρους ὑποσκελίσαι, καὶ σεαυ‐ | |
5 | τὸν προσκαταισχῦναι. Τίνος ἕνεκεν, ἄθλιε καὶ ταλαί‐ πωρε; ἤκουσας ἀδελφοῦ ἐγκωμιαζομένου, ἢ παρὰ ἀν‐ δράσιν, ἢ παρὰ γυναιξὶ, καὶ ἐλυπήθης; Πρόσθες τοῖς ἐπαίνοις· οὕτω καὶ σαυτὸν ἐπαινέσῃ. Ἐὰν δὲ καὶ καθ‐ έλῃς τὸν ἔπαινον, πρότερον σαυτὸν κακῶς εἴρηκας, | |
10 | πονηρὰν δόξαν λαβὼν, κἀκεῖνον ἐπῆρας μειζόνως. Ὅταν ἀκούσῃς ἐπαινούμενον, γίνου τῶν λεγομένων κοινωνὸς, εἰ καὶ μὴ τῷ βίῳ καὶ τῇ ἀρετῇ, ἀλλὰ τῷ χαίρειν τοῖς ἐκείνου καλοῖς. Ἐπῄνεσεν ὁ δεῖνα; θαύ‐ μασον καὶ σύ· οὕτω καὶ σὲ ἐπαινέσεται ἐκεῖνος, ὡς | |
15 | χρηστὸν καὶ ἐπιεικῆ. Μὴ φοβηθῇς, ὡς τὰ σαυτοῦ καθ‐ αιρῶν ἐν τοῖς ἐγκωμίοις τοῖς ἑτέρου· τοῦτο γὰρ ἐν ταῖς κατηγορίαις γίνεται. Φιλόνεικον γὰρ τὸ γένος τῶν ἀνθρώπων· καὶ ὅταν ἴδῃ σε κακῶς λέγοντα, ἐπι‐ τείνει τὰ ἐγκώμια, ταύτῃ δάκνειν βουλόμενος, τοὺς δὲ | |
20 | κατηγόρους μέμφεσθαι καθ’ ἑαυτὸν, καὶ πρὸς ἑτέρους | Column end |
61.590 | διαβάλλειν. Εἶδες πόσης ἀσχημοσύνης ἑαυτοῖς γινό‐ μεθα αἴτιοι; πῶς ἀπόλλυμεν τὸ ποίμνιον καὶ δια‐ σπῶμεν; Γενώμεθα μέλη ποτὲ, γενώμεθα σῶμα ἕν· καὶ ὁ μὲν ἐγκωμιαζόμενος διακρουέσθω τοὺς ἐπαί‐ | |
5 | νους, καὶ ἐπὶ τὸν ἀδελφὸν μεταγέτω τὰ ἐγκώμια· ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουμένου, συνηδέσθω. Ἂν οὕτως ἑαυτοὺς συνάγωμεν, καὶ τὴν κεφαλὴν πρὸς ἑαυτοὺς ἐπισπασόμεθα· ἐὰν δὲ διῳκισμένοι πρὸς ἑαυτοὺς ὦμεν, καὶ τὴν ἐκεῖθεν ἀποστήσομεν βοή‐ | |
10 | θειαν· ἐκείνης δὲ ἀποστάσης, πολλὴν τὸ σῶμα δέξεται λύμην, οὐ σφιγγόμενον ἄνωθεν. Ἵν’ οὖν μὴ τοῦτο γένηται, βασκανίαν καὶ φθόνον ἀπελάσαντες, καὶ τῆς τῶν πολλῶν ὑπεριδόντες δόξης, ἀγάπην καὶ ὁμόνοιαν ἀσπαζώμεθα. Οὕτω γὰρ καὶ τῶν παρόντων, | |
15 | καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
20 | Ἀμήν. | Column end |
61.589(21) | ΟΜΙΛΙΑ ΚΗʹ. Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ’ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι’ αὐτοῦ | |
25 | ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτη‐ σεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περι‐ επατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; αʹ. Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥή‐ | |
30 | ματα, ἀλλ’ οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ’ ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ | |
35 | τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ διελέχθη τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέ‐ σεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουμένως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεο‐ νέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ | |
40 | ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ’ ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ’ ὑμῶν, καὶ δι’ ἐκείνων αὐτὸς ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἐμαυτὸν ἔξω τιθεὶς, δι’ ἑτέρων λαμβάνων. Ἀλλ’ οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ μάρτυρες | |
45 | ὑμεῖς. Διὸ καὶ κατ’ ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελ‐ φόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐχ ὁμοίως καὶ αὐτὸς ἐμοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μό‐ | |
61.589(50) | νον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βου‐ λομένοις. Τοῦτο γὰρ πολλῷ μεῖζον οὗ πεποίηκεν ὁ | |
πατριάρχης. Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπαν‐ | Column end | |
61.590(22) | ελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε | |
25 | τοὺς κοινωνοὺς ἀφῆκε μετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστομίζων τῶν ἀναισχύντων τὰ στόματα. Διὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ’ ὃ πολλῷ τούτου μεῖζον ἦν, αὐτοὺς παράγει μάρτυρας τοὺς Κορινθίους τοῦ | |
30 | μηδὲν αὐτοὺς εἰληφέναι, ἵνα μὴ ἐξ οἰκείου προσ‐ ώπου δοκῇ μαρτυρεῖν, ἀλλ’ ἀπὸ τῆς ἐκείνων ψήφου· ὅπερ εἰώθαμεν ἐπὶ τῶν σφόδρα ὡμολογημένων, καὶ ὑπὲρ ὧν θαῤῥοῦμεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, μή τις τῶν παρ’ ὑμῶν ἀποσταλέντων ἐπλεονέκτησεν | |
35 | ὑμᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ’ ὑμῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγμα καλεῖ, καθαπτόμενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε | |
40 | εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα μὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικομένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν, Ἔπεμψα Τίτον, ἀλλὰ, Παρεκάλεσα, δεικνὺς ὅτι καὶ εἰ ἔλαβε, δικαίως ἂν ἔλαβεν, ἀλλ’ ὅμως καὶ οὕτω καθαρὸς | |
45 | ἔμεινε. Διὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπ‐ λεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύματι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ τῶν ἡμετέρων πόνων, ἀλλὰ τῆς | |
61.590(50) | τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάρι‐ τος. Καὶ γὰρ χάρις ἦν μεγίστη, τὸ καὶ ὑστεροῦντας καὶ λιμώττοντας μὴ λαμβάνειν διὰ τὴν τῶν μαθητευο‐ μένων οἰκοδομήν. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Τουτέστιν, | |
οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρί‐ | 589 | |
61.591 | βειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖ‐ τε, ὅτι ὑμῖν ἀπολογούμεθα; Εἶδες πῶς πανταχοῦ δέ‐ δοικε μὴ κολακείας δόξαν λάβῃ; εἶδες φρόνησιν ἀπο‐ στολικὴν, πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔμ‐ | |
5 | προσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ’ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς, Μὴ χρῄζομεν συστα‐ τικῶν ἐπιστολῶν; Τὰ δὲ πάντα ὑπὲρ τῆς οἰκοδο‐ μῆς ὑμῶν. Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐν‐ | |
10 | ταῦθα σαφῶς φησιν, ὅτι Διὰ τοῦτο οὐ λαμβάνομεν, διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ’ ἵνα οἰκοδομήσωμεν ὑμᾶς· σαφέστερον μὲν ἢ πρότερον εἰπὼν, καὶ ἐκκα‐ λύψας ὅπερ ὤδινεν, οὐ μὴν πληκτικῶς. Οὐ γὰρ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ’, Ἵνα οἰκοδομηθῆτε. | |
15 | Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Μέλλει μέγα τι καὶ φορτικὸν λέγειν. Διὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, καὶ τῷ προσθεῖναι, ὅτι Φο‐ | |
20 | βοῦμαι, τὸ τραχὺ καταστέλλων τῶν μελλόντων λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεμονίας πατρικῆς, ὅταν τῶν ἡμαρτηκότων μᾶλλον φοβῆται, καὶ τρέμῃ τὸ μέλλον αὐτοὺς διορθοῦν. Ἀλλ’ οὐδὲ οὕτως αὐτῶν | |
25 | κατατρέχει, οὐδὲ ἀποφαίνεται, ἀλλ’ ἐνδοιάζων φησὶ, Μή πως ἐλθὼν οὐχ οἵους θέλω. Οὐκ εἶπεν, ἐναρέ‐ τους, ἀλλ’, Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύμενος ὀνόματα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑ‐ | |
30 | ρεθῶ ὑμῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ’ ὑμῶν λαμβανούσης. Διό φησιν, Εὑρεθῶ οἷον οὐ θέλετε. Ἐνταῦθα οὐκ εἶπεν, Οἷον οὐ θέλω· ἀλλὰ πληκτικώτερον, Οἷον οὐ βούλεσθε. Λοιπὸν γὰρ αὐτοῦ βούλημα ἦν, οὐχὶ προ‐ | |
35 | ηγούμενον μὲν, βούλημα δ’ οὖν ὅμως. Ἠδύνατο μὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω, καὶ οὕτω δεῖξαι τὴν ἀγάπην· ἀλλ’ οὐ βούλεται ἐκλῦσαι τὸν ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε μειζόνως, καὶ ἡμερώτερον ἑαυτὸν | |
40 | ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέμνοντα, ἡμερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυμοὶ, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο | |
45 | ὕστερον τίθησι· κατ’ αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. βʹ. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ δια‐ βολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις | |
61.591(50) | ῥίζα μονηρὰ ἡ βασκανία τὸν θυμὸν, τὴν κατηγορίαν, τὴν ἀπόνοιαν, τὰ ἄλλα πάντα ἔτικτε, καὶ παρ’ αὐ‐ τῶν ηὔξετο μειζόνως. Μὴ πάλιν ἐλθόντα με τα‐ πεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ | |
55 | ἀρχόμενος ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν οὐκ ἦλθον εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ μὴν | |
δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐ‐ | Column end | |
61.592 | θύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ’ ὅμως ταπείνωσιν αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος | |
5 | ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐν τούτῳ εἶναι, καὶ τοὐναν‐ τίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν σαφέστερον, καὶ ταπείνωσιν τοῦτο μάλιστα ἡγεῖται, τὸ εἰς τοιαύ‐ την ἐμπεσεῖν ἀνάγκην τοῦ κολάζειν, τοῦ τιμωρεῖ‐ σθαι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινω‐ | |
10 | θῶ, ἀλλὰ, Μὴ ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου; Ὅτι εἰ μὴ δι’ αὐτὸν, οὐκ ἂν ἐπεστράφην, οὐκ ἂν ἐφρόντισα. Οὐδὲ γὰρ ὡς ἐξουσίαν ἔχων καὶ αὐθαδι‐ ζόμενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγμα. Ἀνωτέρω μὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον | |
15 | οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡμερώ‐ τερον καὶ πραότερον φθέγγεται λέγων, Πενθήσω πολλοὺς τῶν ἡμαρτηκότων. Οὐχ ἁπλῶς ἡμαρτη‐ κότων, ἀλλὰ τῶν μὴ μετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φα‐ | |
20 | νεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύνα‐ ται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας. Ἐννόησον τοίνυν | |
25 | ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων ταπεινῶται. Τοῦτο γὰρ μάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν μαθητῶν συμφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν | |
30 | ἐπὶ τοῖς τραύμασι τῶν ἀρχομένων. Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁμαρτίας· Ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκα‐ θαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς μὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ | |
35 | ὀνόματι. Εἰ γὰρ καὶ κατ’ ἐξοχὴν ὁ πόρνος καὶ ὁ μοι‐ χὸς λέγεται ἀκάθαρτος, ἀλλ’ ὅμως καὶ τὰ ἄλλα ἁμαρτήματα ἀκαθαρσίαν ἐμποιεῖ τῇ ψυχῇ. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰου‐ δαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν μόνον, ἀλλὰ | |
40 | καὶ πονηρίαν ἑτέραν. Διὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα· καὶ ἀλλαχοῦ εἴρη‐ ται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ εἰκότως. Οὐδὲν γὰρ ἀρετῆς καθαρώτερον, οὐδὲν | |
45 | κακίας ἀκαθαρτότερον· ἡ μὲν γὰρ ἡλίου λαμπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα μαρ‐ τυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούμε‐ νοι, καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν μικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως μὲν γὰρ ἂν | |
61.592(50) | καθ’ ἑαυτοὺς ὦσι, καὶ μεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχημόνως κεῖνται μετὰ πολ‐ λῆς τῆς αἰσχρότητος, αἰσθανόμενοι μὲν καὶ τότε ἔνθα εἰσὶν, οὐκ ἀκριβῶς δέ· ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φα‐ | |
55 | νέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύ‐ | |
θερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος. Οὕτω | 591 | |
61.593 | ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ μηδέπω μηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ μό‐ νης ἁλούς· καὶ σιγῶντος τοῦ κατηγόρου, τὴν κατα‐ δικάζουσαν αὐτὸν ἔφερε ψῆφον, τὰ τῶν ἑαλωκότων | |
5 | φθεγγόμενος, καὶ λέγων, Εὕρηκάς με ὁ ἐχθρός μου. Οὕτως αὐτὸς ὁ Ἠλίας τῷ τυράννῳ τότε ἐκείνῳ μετὰ πολλῆς διελέγετο τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς | |
10 | προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμω‐ τήριον τὸν Ἰωάννην· καθάπερ γυμνὸς ὢν, καὶ τὸν λύχνον σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς μὲν οὐκ ἐτόλμησε σβέσαι, ἀλλ’ ὥσπερ ὑπὸ τὸν μόδιον εἰς τὸ οἴκημα τέθεικεν· ἡ δὲ | |
15 | ἀθλία καὶ ταλαίπωρος ἐκείνη τοῦτο γενέσθαι κατ‐ ηνάγκασεν. Ἀλλ’ οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ μειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶν‐ τες, διὰ τί Ἰωάννης εἰς τὸ δεσμωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐμάνθανον, οἵ τε μετὰ ταῦτα γῆν καὶ θάλατ‐ | |
20 | ταν οἰκοῦντες ἅπαντες, οἵ τε τότε γενόμενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόμενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράματα, τά τε τῆς ἀσελ‐ γείας, τά τε τῆς μιαιφονίας αὐτῶν, καὶ χρόνος οὐ‐ δεὶς τὴν μνήμην τούτων ἐξαλεῖψαι δυνήσεται. | |
25 | γʹ. Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν μνήμην, οὕτω καὶ ἀπὸ ῥημάτων μόνων καταπλήττει τοὺς ἀντικειμένους αὐτῇ. Τίνος γὰρ ἕνεκεν ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον; διὰ τί μὴ κατεφρόνησε; μὴ γὰρ εἰς δικαστήριον αὐτὸν ἔμελλεν ἕλκειν; | |
30 | μὴ γὰρ δίκην ἀπῄτησε τῆς μοιχείας; οὐχὶ ἔλεγχος ἦν τέως τὰ λεγόμενα μόνον; Τί τοίνυν δέδοικε καὶ τρέ‐ μει; οὐχὶ ῥήματα ἦν καὶ λόγος ψιλός; Ἀλλὰ μᾶλλον πραγμάτων ἔδακνεν. Οὐκ ἤγαγεν εἰς δικαστήριον, ἀλλ’ εἰς ἕτερον τοῦ συνειδότος εἷλκεν αὐτὸν κριτήριον, | |
35 | καὶ πάντας ἐκάθισεν αὐτῷ δικαστὰς τοὺς μετ’ ἐξου‐ σίας κατὰ διάνοιαν τότε τὰς ψήφους φέροντας. Διὰ τοῦτο ἔτρεμεν ὁ τύραννος, τῆς ἀρετῆς τὴν λαμπηδόνα οὐ φέρων. Εἶδες ἡλίκον φιλοσοφία; δεσμώτην τυράν‐ νου λαμπρότερον ἐποίησε, καὶ τοῦτον ἐκεῖνος δέδοικε | |
40 | καὶ τρέμει. Ἀλλ’ αὐτὸς μὲν ἔδησε μόνον· ἡ δὲ μιαρὰ ἐκείνη καὶ ἐπὶ τὴν σφαγὴν ὥρμησε. Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκλημα μᾶλλον ἐφέρετο. Οὐδὲ γὰρ ἐκείνῃ τότε ἀπαντήσας εἶπε, Τί συνοικεῖς τῷ τυράννῳ; οὐκ ἐπειδὴ ἀνεύθυνος ἦν· πῶς γάρ; ἀλλ’ ἐντεῦθεν τὸ πᾶν | |
45 | διορθῶσαι ἐβούλετο. Διὸ τοῦτον ἐμέμψατο· καὶ οὐδὲ τοῦτον σφοδρῶς. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ καὶ παμ‐ μίαρε, καὶ παράνομε, καὶ βέβηλε, κατεπάτησας τοῦ Θεοῦ τὸν νόμον, κατεφρόνησας τῶν ἐπιταχθέντων, τὴν ἰσχὺν τὴν σὴν νόμον ἐποίησας. Οὐδὲν τούτων, | |
61.593(50) | ἀλλὰ καὶ ἐν τοῖς ἐλέγχοις πολλὴ ἡ ἐπιείκεια τοῦ ἀν‐ δρὸς, πολλὴ ἡ πραότης· Οὐκ ἔξεστί σοι γὰρ ἔχειν, φησὶ, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Διδάσκοντος μᾶλλον τὸ ῥῆμα ἢ ἐλέγχοντος, παιδεύον‐ | |
τος ἢ κολάζοντος, ῥυθμίζοντος ἢ ἐκπομπεύοντος, δι‐ | Column end | |
61.594 | ορθοῦντος ἢ ἐπεμβαίνοντος. Ἀλλ’, ὅπερ ἔφην, ἐχθρὸν τῷ κλέπτῃ τὸ φῶς, ἐπαχθὴς ὁ δίκαιος τοῖς ἁμαρτά‐ νουσι καὶ φαινόμενος ἁπλῶς· Βαρὺς γὰρ ἡμῖν καὶ βλεπόμενος. Οὐ γὰρ φέρουσιν αὐτοῦ τὰς ἀκτῖνας, | |
5 | καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, τὰς ἡλιακάς. Πολλοῖς δὲ τῶν πονηρῶν οὐ φαινόμενος μόνον, ἀλλὰ καὶ ἀκουόμενος, βαρύς. Διά τοι τοῦτο καὶ ἡ μιαρὰ καὶ παμμίαρος ἐκείνη, ἡ προαγωγὸς τοῦ θυγατρίου, μᾶλλον δὲ ἡ παιδοκτόνος, καίτοι οὐδὲ ἰδοῦσα αὐτὸν, | |
10 | οὐδὲ ἀκούσασα αὐτοῦ τῆς φωνῆς, ἐπὶ τὴν σφαγὴν ὥρμησε· καὶ παρασκευάζει ἣν ἀσελγῶς ἔθρεψε, ταύ‐ την καὶ εἰς φόνον ἐλθεῖν· οὕτως ἐκ περιουσίας αὐτὸν ἐδεδοίκει. Καὶ τί φησι; Δός μοι ἐπὶ πίνακι ὧδε τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ποῖ φέρῃ | |
15 | κατὰ κρημνῶν, ἀθλία καὶ ταλαίπωρε; μὴ γὰρ πάρ‐ εστιν ὁ κατήγορος; μὴ γὰρ ὁρᾶται καὶ ἐνοχλεῖ; Ἕτεροι ἔλεγον, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ταύτῃ δὲ, ὅπερ εἶπον, καὶ ἀκουόμενος· διό φησι, Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ | |
20 | μὴν δεσμωτήριον οἰκεῖ διὰ σὲ, καὶ ἁλύσει περίκει‐ ται, καὶ ἔξεστί σοι νεανιεύεσθαι ἐπὶ τῷ ἔρωτι, καὶ λέγειν οὕτως· Ἐκράτησα τοῦ βασιλέως, ὅτι οὐδὲ δη‐ μοσίᾳ ἐγκληθεὶς καθυφῆκεν, οὐδὲ ἀπέστη τοῦ ἔρωτος, οὐδὲ διέσπασέ μου τὴν μοιχείαν, ἀλλὰ καὶ τὸν ἐγκα‐ | |
25 | λέσαντα ἔδησε. Τί μαίνῃ καὶ λυσσᾷς, ἔχουσα καὶ μετὰ τὸν ἔλεγχον τῆς ἁμαρτίας τὸν νυμφίον; τί τρά‐ πεζαν ἐριννύων ἐπιζητεῖς, καὶ δαιμόνων ἀλαστόρων συμπόσιον κατασκευάζεις; Εἶδες πῶς οὐδαμινὸν, πῶς δειλὸν, πῶς ἄνανδρον ἡ κακία, πῶς ὅτε μάλιστα κρα‐ | |
30 | τήσει, τότε γίνεται ἀσθενεστέρα; Καὶ γὰρ αὕτη οὐχ οὕτως ἐθορυβεῖτο πρὶν εἰς δεσμωτήριον ἐμβαλεῖν τὸν Ἰωάννην, ὡς ταράττεται δεθέντος αὐτοῦ, καὶ ἐπείγει λέγουσα, Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κε‐ φαλὴν Ἰωάννου. Καὶ διὰ τί ὧδε; Δέδοικα μὴ | |
35 | συσκιασθῇ, φησὶν, ὁ φόνος, μὴ ἐξέλωσιν αὐτόν τινες τοῦ κινδύνου. Καὶ διὰ τί μὴ ὅλον τὸν νεκρὸν ἐπιζη‐ τεῖς, ἀλλὰ τὴν κεφαλήν; Τὴν λυπήσασαν, φησὶ, γλῶτ‐ ταν, ταύτην ἐπιθυμῶ σιγῶσαν ἰδεῖν. Ἀλλὰ τοὐναν‐ τίον ἐστὶν, ὅπερ οὖν καὶ γέγονεν, ἀθλία καὶ ταλαί‐ | |
40 | πωρε, λαμπρότερον βοήσεται, μετὰ ταῦτα ἀποτμη‐ θεῖσα. Τότε μὲν γὰρ ἐν Ἰουδαίᾳ μόνον ἐβόα, νῦν δὲ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἀφίξεται· καὶ ὅπου‐ περ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς | |
45 | νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλ’ οὐδὲν εἰδυῖα αὕτη φιλοσοφεῖν κατεπείγει καὶ ἄγχει καὶ ὠθεῖ τὸν ἀνόητον τύραννον ἐπὶ τὸν φόνον, δεδοικυῖα μή ποτε μεταβάληται. Σὺ δὲ μάθε πάλιν | |
61.594(50) | κἀντεῦθεν τῆς ἀρετῆς τὴν ἰσχύν. Οὐδὲ ἐγκεκλεισμέ‐ νον, οὐδὲ δεδεμένον καὶ σιγῶντα φέρει τὸν δίκαιον. Εἶδες πῶς ἀσθενὲς ἡ κακία, πῶς ἀκάθαρτον; Ἀντὶ γὰρ ἐδεσμάτων ἀνθρωπίνην κεφαλὴν ἐπὶ πίνακι εἰσ‐ άγει. Τί μιαρώτερον, τί δὲ ἐναγέστερον, τί δὲ ἀν‐ | |
55 | αιδέστερον τῆς κόρης ἐκείνης; οἵαν ἀφῆκε φωνὴν ἐν | 593 |
61.595 | τῷ θεάτρῳ τοῦ διαβόλου, καὶ τῷ συμποσίῳ τῶν δαι‐ μόνων; Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν μὲν φάρ‐ μακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν γινομένην ἑστιάσεως διαβολικῆς; | |
5 | Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐκέλευσεν ἔνδον ἐν τῷ συμ‐ ποσίῳ αὐτὸν κατασφαγῆναι, ἔνθα πλείων ἦν αὐτῇ ἡδονή; Ἐδεδοίκει μὴ παραγενόμενος καὶ ὀφθεὶς, ἅπαντας μεταβάλῃ διὰ τῆς ὄψεως, διὰ τῆς παῤῥησίας. Διά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορ‐ | |
10 | νείας λαμπρὸν στῆσαι βουλομένη· καὶ ἔδωκε τῇ μη‐ τρὶ αὐτῆς. δʹ. Εἶδες τῆς ὀρχήσεως τὰ ἐπίχειρα, εἶδες τὰ λάφυρα τῆς διαβολικῆς ἐπιβουλῆς; οὐ τὴν κεφαλὴν Ἰωάννου λέγω, ἀλλ’ αὐτὸν τὸν συνοικοῦντα. Εἰ γάρ τις ἀκρι‐ | |
15 | βῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρό‐ παιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτμηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ μετὰ τὴν τελευ‐ τὴν σφοδρότερον κατασείων τῶν ἡμαρτηκότων τὴν διάνοιαν. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, αὐτὸν ἐρώ‐ | |
20 | τησον τὸν Ἡρώδην· ὃς, ἐπειδὴ τοῦ Χριστοῦ τὰ ση‐ | Column end |
61.596 | μεῖα ἤκουσεν, ἔλεγεν· Οὗτός ἐστιν Ἰωάννης· αὐτὸς ἐγέρθη ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Οὕτως ἀκμάζοντα εἶχε τὸν φό‐ βον καὶ διηνεκῆ τὴν ἀγωνίαν· καὶ οὐδεὶς ἀποβαλεῖν | |
5 | τὸ δέος τοῦ συνειδότος ἴσχυσεν, ἀλλ’ ἔμεινεν ὁ δικα‐ στὴς ἐκεῖνος ὁ ἀδέκαστος ἄγχων αὐτὸν, καὶ καθ’ ἡμέ‐ ραν δίκην ἀπαιτῶν τῆς σφαγῆς. Ταῦτ’ οὖν εἰδότες, μὴ φοβώμεθα τὸ κακῶς παθεῖν, ἀλλὰ τὸ δρᾶσαι κα‐ κῶς· τοῦτο μὲν γὰρ νίκη, ἐκεῖνο δὲ ἧττα. Διὸ | |
10 | καὶ ὁ Παῦλος ἔλεγε, Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἐν γὰρ τῷ πάσχειν κακῶς οἱ στέφανοι καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις. Καὶ τοῦτο ἐπὶ πάντων ἔστι τῶν ἁγίων ἰδεῖν. Ἐπεὶ οὖν ἅπαντες | |
15 | ἐστεφανώθησαν οὕτως, ἀνεκηρύχθησαν οὕτω, καὶ ἡμεῖς ταύτην ὁδεύωμεν τὴν ὁδόν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ παραγένοιτο, μετὰ πολλῆς ἱστάμενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώμεθα προθυμίαν· ἵνα τῶν μελλόντων ἐπιτύ‐ | |
20 | χωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
61.595(24) | ΟΜΙΛΙΑ ΚΘʹ. | |
25 | Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόμα‐ τος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. αʹ. Πολλαχόθεν μὲν καὶ ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ | |
30 | τὴν πολλὴν φιλοστοργίαν· πῶς πολὺς μὲν ἐν ταῖς παραγγελίαις καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ μελλητὴς ἐν ταῖς τιμωρίαις. Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκό‐ λασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιμωρεῖται, ἀλλὰ πάλιν | |
35 | παραγγέλλει λέγων, Τρίτον ἔρχομαι τοῦτο πρὸς ὑμᾶς, καὶ πρὶν ἢ παραγένωμαι, γράφω πάλιν. Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπ‐ ανατεινόμενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰν ἔλθω | |
40 | εἰς τὸ πάλιν, οὐ φείσομαι· καὶ, Μή πως ἐλθὼν πενθήσω πολλούς. Ταῦτα δὲ ποιεῖ καὶ λέγει, καὶ ταύτῃ τὸν Δεσπότην τῶν ἁπάντων μιμούμενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς μὲν ἀπειλεῖ καὶ πολλάκις παρ‐ αγγέλλει, οὐ πολλάκις δὲ κολάζει καὶ τιμωρεῖται. | |
45 | Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔμπροσ‐ θεν ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόμενος ὑμῶν; Ἵνα μὴ εὑρὼν ἡμαρτηκότας καὶ ἀδιορθώτους μείναντας, ἐπ‐ άγω κόλασιν καὶ τιμωρίαν. Καὶ ἐνταῦθα, Τρίτον | |
61.595(50) | τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρ‐ τύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἄγρα‐ φον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰ‐ πὼν, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά | |
ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα | Column end | |
61.596(25) | μίαν. Καίτοι γε ἐπὶ νομίμου τοῦτο εἴρηται γάμου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συμφερόντως, ὥστε φοβῆσαι μειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ μαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παρ‐ αγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ | |
30 | δεύτερον, ὅτε παρεγενόμην· λέγω καὶ νῦν διὰ γραμ‐ μάτων. Καὶ μὴν ἐὰν ἀκούσητέ μου, ὅπερ ἐπεθύμουν γέγονεν· ἐὰν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. Διό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύ‐ | |
35 | τερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Εἰ γὰρ ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, παρεγενόμην δεύ‐ τερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστο‐ | |
40 | λῆς· ἀνάγκη με λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νομί‐ σητε ἔλαττον ἔχειν τὰ γράμματα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γρά‐ φω. Εἶδες κηδεμονίαν πατρικήν; εἶδες διδασκαλίαν καὶ πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε ἐκό‐ | |
45 | λασεν, ἀλλὰ καὶ προλέγει πολλάκις, καὶ μένει διηνε‐ κῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιμωρίαν· καὶ εἰ μένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγα‐ γεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γρά‐ φεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. | |
61.596(50) | Δείξας πρότερον ὅτι οὐ δύναται, ἂν μὴ ἀναγκασθῇ, | |
τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγμα καλέσας καὶ | 595 | |
61.597 | ταπείνωσιν· Μή πως γὰρ, φησὶν, ἐλθόντα με ὁ Θεός μου ταπεινώσῃ πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτε‐ | |
5 | ρον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μη‐ χανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτι‐ κὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Οὐκ εἶπε, Τιμωρήσομαι | |
10 | καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ πάλιν πατρι‐ κοῖς ῥήμασι καὶ αὐτὴν τὴν τιμωρίαν τίθησι, δεικνὺς αὐτοῦ τὰ σπλάγχνα καὶ τὴν συναλγοῦσαν αὐτοῖς διά‐ νοιαν, διότι ἀεὶ φειδόμενος ἀνεβάλλετο. Εἶτα, ἵνα μὴ καὶ νῦν νομίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς | |
15 | ἀπειλὴ ῥημάτων, διὰ τοῦτο καὶ ἔμπροσθεν εἴρηκεν· Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσε‐ ται πᾶν ῥῆμα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀνα‐ βαλοῦμαι, εἰ ἀδιορθώτους εὕροιμι, ὃ μὴ γένοιτο, | |
20 | ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα μετὰ πολλοῦ τοῦ θυμοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτή‐ σεως πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος, | |
25 | ὡς πρὸς τούτους γοῦν ἀποτεινόμενος, φησίν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Τοῦτο γὰρ ὁμοῦ μὲν πλήττων, ὁμοῦ δὲ κἀκείνων καθαπτόμενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιμάζειν εἰ ἐν ἐμοὶ ὁ Χριστὸς | |
30 | οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γέ‐ νοιτο. Τί οὖν; εἰπέ μοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ | |
35 | δοκιμὴν ζητοῦσιν; Οὐχὶ, φησίν· εἰ γὰρ τοῦτο ἐζή‐ τουν, ἐκ πρώτης ἂν ἐκόλασα ἁμαρτόντας, καὶ οὐκ ἀνεβαλόμην. Ὅτι δὲ οὐ τοῦτο ζητεῖ, προϊὼν τοῦτο σαφέστερον ἔδειξεν εἰπὼν, Εὔχομαι δὲ μηδὲν ποιῆσαι ὑμᾶς κακὸν, οὐχ ἵνα μὴ ἡμεῖς δόκιμοι | |
40 | φανῶμεν, ἀλλὰ ὑμεῖς δόκιμοι ἦτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. βʹ. Οὐ τοίνυν αἰτιολογικῶς αὐτὸ τίθησιν, ἀλλὰ μᾶλλον ἀγανακτῶν, μᾶλλον καθαπτόμενος τῶν καταφρονούν‐ των αὐτοῦ. Ἐγὼ μὲν οὐ βούλομαι, φησὶ, δοῦναι πεῖ‐ | |
45 | ραν ὑμῖν τοιαύτην· εἰ δὲ αὐτοὶ παρέχετε τὴν αἰτίαν, καὶ βουληθείητέ με ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λό‐ γον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιμὴν ζητεῖτε ἐμοῦ, ἀλλὰ, Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι | |
61.597(50) | εἰς ἐκεῖνον ἡμάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐν‐ οικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευμα‐ τικὰ ὄντα τὰ ῥήματα. Εἰ δὲ οὐκ ἐνδείκνυται αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν γὰρ ἀφ’ ἑαυτοῦ τὸν λόγον ἐκεῖ μετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπει‐ | |
55 | λήν· οὐ δι’ ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ μακρο‐ θυμίαν. Μὴ τοίνυν τὴν ἀνοχὴν αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυμάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁμαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην ἀνεχόμενος | |
καὶ μακροθυμῶν, ὅπου γε καὶ σταυρωθῆναι αὐτὸς | Column end | |
61.598 | ὑπέμεινε, καὶ τοιαῦτα πάσχων οὐκ ἐκόλαζε; Διὸ καὶ ἐπήγαγε, Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δύνα‐ ται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει | |
5 | τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι. Διόπερ ἀναγκαῖον αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν τὰ σημαινόμενα, περὶ ἣν ἡ ἀσάφεια, ἵνα μηδεὶς σκανδαλίζηται μηδὲ τῶν ἀφελε‐ στέρων. | |
10 | Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνομα, καὶ κατὰ ποῖον σημαινόμενον εἴρη‐ ται, ἀναγκαῖον μαθεῖν. Μία μὲν γὰρ ἡ λέξις, πολλὰ δὲ τὰ ἐξ αὐτῆς δηλούμενα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία· διὸ καὶ ἐν τῷ Εὐαγγελίῳ | |
15 | εἴρηται, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ, περὶ τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ’ ὁ Θεὸς αὐ‐ τὸν ἠλέησε· καὶ περὶ τοῦ Τιμοθέου, Οἴνῳ ὀλίγῳ | |
20 | χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα σωματικὴν ἀῤῥω‐ στίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ μὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, μηδὲ τέλειον εἶναι καὶ ἀπηρτι‐ σμένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τὸν δὲ | |
25 | ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· καὶ πάλιν, Ὃς μὲν πι‐ στεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σημαινόμενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτε‐ | |
30 | ρον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγμοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασμοὶ, αἱ ἐπαγω‐ γαί. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τού‐ του τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν | |
35 | ἀσθενείᾳ τελειοῦται. Τί ἐστιν, Ἐν ἀσθε‐ νείᾳ; Ἐν διωγμοῖς, ἐν κινδύνοις, ἐν πειρασμοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε, Διὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθέ‐ νειαν, οὐ πυρετὸν εἶπεν, οὐκ ἀμφιβολίαν τὴν περὶ | |
40 | τὴν πίστιν, ἀλλὰ τί; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυ‐ λακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· τουτέστιν, Ὅταν διώκωμαι, ὅταν ἐλαύνωμαι, ὅταν ἐπι‐ | |
45 | βουλεύωμαι, τότε δυνατός εἰμι, τότε μᾶλλον κρατῶ καὶ περιγίνομαι τῶν ἐπιβουλευόντων, τῆς χάριτος δα‐ ψιλέστερον ἐνιζανούσης ἐν ἐμοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν ἀποτεινόμενος, ὃ καὶ | |
61.598(50) | ἔμπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος. Οὐ γὰρ δὴ ἐβούλετο κομπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναμιν ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιμωρεῖ‐ σθαι· ὅθεν καὶ ἐνομίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν | |
55 | τοῦτο νομίζοντες ἐν πολλῇ ῥᾳθυμίᾳ ἦσαν καὶ ἀναι‐ σθησίᾳ, καὶ οὐ μετεβάλλοντο ἐκ τῶν ἁμαρτημάτων, καιρὸν ἐπιτήδειον λαβὼν, καὶ περὶ τούτων εὐτόνως σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι’ ἀσθένειαν οὐδὲν | |
ἐποίει, ἀλλὰ διὰ μακροθυμίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ’ | 597 | |
61.599 | ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν μεταγαγὼν, ἐπι‐ τείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιμωρήσωμαι τοὺς ἡμαρτηκότας, ἐγώ εἰμι ὁ κο‐ | |
5 | λάζων καὶ τιμωρούμενος; ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐ‐ τὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βού‐ λεσθε λαβεῖν δοκιμὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς | |
10 | ὑμᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπί‐ στους βουληθῇ κολάσαι, δύναται, κἂν δαίμονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέ‐ ποντος αὐτούς ἐστι τὸ ῥῆμα, ἀφ’ ὧν ἤδη πεῖραν εἰ‐ λήφασιν· ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑμῖν τὴν δύ‐ | |
15 | ναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ μοι καὶ τοὺς ἔξω κρί‐ νειν; γʹ. Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως· ὑμᾶς δὲ καὶ νῦν, | |
20 | ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας. Ἀλλ’ ὅμως καὶ τὸ κηδεμονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινό‐ μενον, ὅρα πῶς μετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυμοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθε‐ | |
25 | νείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας; Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγμα ὑπομεῖναι δοκοῦν ἀσθενείας ἔχειν ὑπόλη‐ ψιν, ἀλλ’ οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει· μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶ‐ | |
30 | γμα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλα‐ | |
35 | χοῦ φησι· Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυ‐ ρότερον τῶν ἀνθρώπων ἐστί· καίτοι οὔτε μωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξ‐ | |
40 | ηγούμενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρμηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ‐ νοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύνα‐ μις Θεοῦ ἐστι· καὶ πάλιν· Ἡμεῖς δὲ κηρύσσομεν Θεὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, | |
45 | Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰου‐ δαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπό‐ | |
61.599(50) | νοιαν ἑρμηνεύει, μωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νομιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευομένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυ‐ ρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο μὴ σταυρωθῆναι | |
55 | διὰ πάντων ἔδειξε, νῦν μὲν ὑπτίους ῥίψας, νῦν δὲ | Column end |
61.600 | τὰς ἀκτῖνας ἀποστρέψας, καὶ συκῆν ξηράνας, καὶ τὰς ὄψεις τῶν ἐλθόντων ἐπ’ αὐτὸν πηρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον | |
5 | ὑπομείνας καὶ ἐπιβουλὴν (ἐδείξαμεν γὰρ τὴν ἀσθέ‐ νειαν κίνδυνον καλουμένην καὶ ἐπιβουλὴν), ἀλλ’ ὅμως οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ’ ἑαυτὸν ἕλκων τὸ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ἑώρων αὐ‐ τοὺς διωκομένους, ἐλαυνομένους, καταφρονουμέ‐ | |
10 | νους, καὶ οὐκ ἀμυνομένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶ παρὰ ἀτονίαν ταῦτα πάσχου‐ σιν, οὐδὲ παρὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν Δεσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσμεῖτο, μυρία ἔπασχε, καὶ οὐκ ἐπ‐ | |
15 | εξῄει, ἀλλ’ ἔμενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑπομένων πράγματα, καὶ ταύτῃ τὴν δύναμιν ἐπι‐ δεικνύμενος τὴν αὑτοῦ, ὅτι καὶ μὴ ἐπεξιὼν μηδὲ ἀμυνόμενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν | |
20 | ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκού‐ σῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονομίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάμεως Θεοῦ, [οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ’ ἀδιάφορον | |
25 | αὐτῷ τὸ λέγειν καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάμεως Θεοῦ,] ἐκ δυνάμεως τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ | |
30 | αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, μὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πα‐ τρός μου ἐμά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως | |
35 | οὐδὲ ἡμεῖς διωκόμενοι, πολεμούμενοι· διὸ καὶ ἐπ‐ άγει· Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Ἀσθενοῦμεν ἐν αὐτῷ; Διωκόμεθα, ἐλαυνό‐ μεθα, τὰ ἔσχατα πάσχομεν, Ἀλλὰ τί ἐστιν, Ἐν | |
40 | αὐτῷ; Διὰ τὸ κήρυγμα, φησὶ, καὶ τὴν πίστιν τὴν εἰς αὐτόν. Εἰ δὲ τὰ σκυθρωπὰ καὶ φορτικὰ ὑπομέ‐ νομεν δι’ αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, | |
45 | ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρημένων ἔδειξεν ὅτι, εἰ καὶ μὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων | |
61.600(50) | τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ’ ὡς τὴν μακροθυμίαν τὴν ἐκείνου μιμούμενος τοῦ σταυρουμένου, καὶ μὴ ἀμυνο‐ μένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας, ἀπὸ τῶν μαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐμοῦ τοῦ διδασκάλου, | |
55 | φησὶ, καὶ τοσαύτην ἔχοντος φροντίδα, καὶ τὴν οἰκου‐ | |
μένην ἅπασαν ἐμπεπιστευμένου, καὶ τοσαῦτα σημεῖα | 599 | |
61.601 | πεποιηκότος; Ὑμᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει μαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑμῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλ‐ λον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ | |
5 | ἐν ὑμῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων τοῦτο αὐτὸ εἴρηται θαύματα ἐργαζομένων· οἱ γὰρ πιστεύον‐ τες τότε, ἐθαυματούργουν· διὸ καὶ ἐπήγαγεν, Ἑαυ‐ τοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι | |
10 | Χριστὸς ἐν ὑμῖν, εἰ μή τι ἀδόκιμοί ἐστε; Εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐμοὶ δὲ δοκεῖ πίστιν ἐνταῦθα λέγειν καὶ τὴν τῶν σημείων. Εἰ γὰρ ἔχετε τὴν πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑμῖν ἐστιν, Εἰ μή τι ἀδόκιμοι γεγόνατε. | |
15 | δʹ. Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ’ αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ μοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν | |
20 | Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τὸ ἀκόλουθον ἦν | |
25 | εἰπεῖν, Εἰ δὲ ὑμεῖς ἀδόκιμοι γεγόνατε, ἀλλ’ οὐχ ἡμεῖς· ἀλλ’ οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυ‐ δρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ’ ἐρώτησιν προάγων καὶ λέγων, εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παρα‐ | |
30 | λιπὼν, αἰνιγματωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, μέγας ὁ φόβος. Ἐπειδὴ γὰρ ἐντεῦθεν, βούλεσθε, φησὶ, διὰ τῆς εἰς ὑμᾶς κολάσεως τὴν δοκιμὴν λαβεῖν, οὐκ ἀπο‐ | |
35 | ρήσομεν τοῦ δοῦναι ὑμῖν τὴν ἀπόδειξιν. Ἀλλ’ οὕτω μὲν οὐ λέγει, μετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἔδει μὲν γὰρ καὶ χωρὶς τού‐ του εἰδέναι ὑμᾶς, φησὶ, τὰ ἡμέτερα, καὶ ὅτι Χριστὸν | |
40 | ἔχομεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι. Εἶτα ἐπειδὴ τὴν ἀπει‐ λὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύ‐ ρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ | |
45 | προσδοκᾷν ἐποίησε τιμωρίαν· ὅρα πῶς πάλιν κατα‐ γλυκαίνει τὸν λόγον, καὶ παραμυθεῖται τὸν φόβον, καὶ δείκνυσιν αὐτοῦ τὸ ἀφιλότιμον, τὸ πρὸς τοὺς μα‐ θητὰς κηδεμονικὸν, τὸ φιλόσοφον τῆς γνώμης, τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι | |
61.601(50) | δι’ ὧν ἐπάγει λέγων, Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δό‐ κιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας. Χαί‐ | |
55 | ρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυ‐ νατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς ψυχῆς; Κατεφρο‐ | |
νεῖτο, διεπτύετο, ἐκωμῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτε‐ | Column end | |
61.602 | λὴς, ὡς εὐκαταφρόνητος, ὡς ἀλαζὼν, ὡς κομπάζων μὲν διὰ τῶν ῥημάτων, ἐπὶ δὲ τῶν πραγμάτων οὐδὲ μικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ μόνον ἀναβάλλεται, οὐδὲ μόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται | |
5 | μὴ ἐμπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχομαι γὰρ, φησὶ, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Τί ἐστιν ὃ λέγει; Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω μηδένα | |
10 | εὑρεῖν ἀδιόρθωτον, μηδένα εὑρεῖν ἀμετανόητον· μᾶλλον δὲ οὐδὲ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑμᾶς, φησὶ, μηδέν· εἰ δὲ καὶ ἄρα ἁμάρτητε, μεταβάλλεσθαι, καὶ προλα‐ βόντας διορθώσασθαι, καὶ πᾶσαν ἀποκρούσασθαι ὀρ‐ | |
15 | γήν. Οὐδὲ γὰρ τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιμοι ὦμεν, ἀλλὰ τοὐναντίον ἅπαν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρ‐ τάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν, τιμωρεῖσθαι, πηροῦν ὑμῶν τὰ σώματα· ὅπερ ἐπὶ Σαπφείρας καὶ | |
20 | ἐπὶ τοῦ Μάγου γέγονε· καὶ ἐδώκαμεν δοκιμὴν τῆς δυνάμεως. Ἀλλ’ οὐκ εὐχόμεθα τοῦτο, ἀλλὰ τοὐναν‐ τίον, ἵνα μήτε ἡμεῖς οὕτω δόκιμοι φανῶμεν· τουτ‐ έστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ | |
25 | τιμωρεῖσθαι ἁμαρτάνοντας καὶ ἀνίατα νοσοῦντας, ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, τοῦτο εὐχό‐ μεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν, οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιμοι· οὐ | |
30 | γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλασεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο δόκιμος· ἀλλ’ εἰ καί τινες ὑποπτεύουσιν ἡμᾶς, φησὶ, μὴ ἐπιδεικνυμένους τὴν ἰσχὺν ἡμῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤ‐ ῥιμμένους, οὐδὲν ἡμῖν μέλει τούτου. Βέλτιον ἡμᾶς | |
35 | τοῦτο νομίζεσθαι παρ’ ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδω‐ κεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάμεθα κατὰ τῆς ἀληθείας, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ | |
40 | ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ’ ὅπερ ἡ τοῦ πράγμα‐ τος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέ‐ γων· Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ἂν γὰρ εὕρωμεν, φησὶν, ὑμᾶς εὐδοκιμοῦντας, ἀπο‐ κρουσαμένους τὰ ἁμαρτήματα διὰ τῆς μετανοίας, | |
45 | παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότας· οὐδὲ δυνησό‐ μεθα, κἂν βουληθῶμεν, κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωμεν, οὐ συμπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆ‐ φον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ. | |
61.602(50) | Εἶδες πῶς πανταχόθεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραμυθεῖται τῆς ἀπειλῆς τὸ τραχύ; Πλὴν ἀλλ’ ὥσπερ τοῦτο ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐ‐ τοῦ δεῖξαι γνώμην οἰκειουμένην αὐτοῖς· διὸ καὶ ἐπ‐ ήγαγε, Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, | |
55 | ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Μάλιστα μὲν γὰρ, φησὶν, οὔτε δυνάμεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑμᾶς κολάσαι· πλὴν ἐπειδὴ οὐ δυνά‐ | |
μεθα, διὰ τοῦτο οὐ βουλόμεθα, καὶ τοὐναντίον ἐπι‐ | 601 | |
61.603 | θυμοῦμεν. Ἀλλὰ καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρομεν, ὅταν μὴ εὕρωμεν ὑμᾶς ἀφορμὴν ἡμῖν παρέχοντας τοῦ δεῖξαι ἡμῶν τὴν δύναμιν τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαμπροὺς | |
5 | δείκνυσι καὶ δοκίμους καὶ ἰσχυροὺς, ἀλλ’ ἡμεῖς τὸ ἐναντίον βουλόμεθα, ὑμᾶς δοκίμους εἶναι καὶ ἀλή‐ πτους, καὶ ἡμᾶς μηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν. Διό φησι, Χαίρομεν γὰρ, ὅταν ἡμεῖς ἀσθε‐ νῶμεν. Τί ἐστι, Ἀσθενῶμεν; Ὅταν νομιζώμεθα | |
10 | ἀσθενεῖς· οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ’ ὅτε νομιζό‐ μεθα ἀσθενεῖς· τοῦτο γὰρ ἐνομίζοντο παρὰ τοῖς ἐχ‐ θροῖς, οὐκέτι δεικνύμενοι τὴν τιμωρητικὴν αὐτῶν δύναμιν. Ἀλλ’ ὅμως χαίρομεν, ὅταν οὕτως ἀναστρα‐ φῆτε, ὥστε μὴ παρασχεῖν ἡμῖν πρόφασιν τοῦ τιμω‐ | |
15 | ρεῖσθαι ὑμᾶς. Καὶ ἡμῖν τοῦτο ἡδὺ, ὅταν οὕτω νομι‐ ζώμεθα ἀσθενεῖς, μόνον ὑμεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑμεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι, δόκιμοι, ἐνάρετοι. Καὶ οὐ μόνον βουλόμεθα ταῦτα, ἀλλὰ καὶ εὐχόμεθα ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμέ‐ | |
20 | νους, μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν. εʹ. Τοῦτο σπλάγχνου πατρικοῦ, τῆς οἰκείας εὐδοκιμή‐ σεως τὴν σωτηρίαν προτιμᾷν τῶν μαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο μάλιστα ἀπαλλάττει τῶν συνδέσμων τοῦ σώματος, καὶ μετεωρίζεσθαι ποιεῖ | |
25 | ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον εἰς πολλὰ ἄγει τὰ ἁμαρτήματα. Οὐ γὰρ ἔστι μὴ καθα‐ ρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαμαὶ σύρεσθαι, καὶ | |
30 | πολλὰ διαφθείρειν, δουλεύοντα μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώ‐ τερον γένοιτ’ ἂν, ἢ ὅταν μάλιστα θεραπεύηται, τότε μάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ | |
35 | κενοδοξία τοὐναντίον ἅπαν· καταφρονουμένη μὲν ἡμεροῦται, τιμωμένη δὲ ἀγριοῦται καὶ ὁπλίζεται κατὰ τοῦ τιμῶντος. Ταύτην τιμήσαντες οἱ Ἰουδαῖοι, μετὰ πολλῆς τῆς σφοδρότητος ἐκολάσθησαν· ταύτην ἀτιμάσαντες οἱ μαθηταὶ ἐστεφανώθησαν. Καὶ τί λέγω | |
40 | κόλασιν καὶ στεφάνους; εἰς γὰρ αὐτὸ τὸ φανῆναι λαμπροὺς μάλιστα τὸ διαπτύειν αὐτὴν συντελεῖ. Καὶ ὄψει κἀνταῦθα τοὺς μὲν τιμῶντας αὐτὴν, παραβλα‐ πτομένους, τοὺς δὲ ἀτιμάζοντας, ὠφελουμένους. Οἱ μὲν γὰρ ἀτιμάσαντες αὐτὴν μαθηταὶ (οὐδὲν γὰρ κω‐ | |
45 | λύει τῷ αὐτῷ πάλιν χρήσασθαι ὑποδείγματι) καὶ τὰ τοῦ Θεοῦ προτιμήσαντες, ὑπὲρ τὸν ἥλιον λάμπουσιν, ἀθάνατον κτησάμενοι μνήμην καὶ μετὰ τελευτήν· οἱ δὲ ὑποκατακλιθέντες αὐτῇ Ἰουδαῖοι, ἀπόλιδες, ἀνέστιοι, ἄτιμοι, φυγάδες, ἀνάστατοι γεγόνασιν, εὐ‐ | |
61.603(50) | τελεῖς, εὐκαταφρόνητοι. Καὶ σὺ τοίνυν, εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃ δόξης. Καὶ, εἰ βούλεσθε, τοῦτον καὶ ἐν τοῖς βιωτικοῖς τὸν λόγον γυ‐ μνάσωμεν. Τίνας γὰρ σκώπτομεν ἐν τοῖς σκώμμα‐ | |
55 | σιν; οὐχὶ τοὺς ἐφιεμένους αὐτῆς; Οὐκοῦν μάλιστα οὗτοί εἰσιν οἱ ταύτης ἀπεστερημένοι, μυρίους ἔχον‐ τες κατηγόρους, καὶ παρὰ πάντων ἀτιμαζόμενοι. | |
Τίνας δὲ θαυμάζομεν, εἰπέ μοι; οὐ τοὺς καταφρο‐ | Column end | |
61.604 | νοῦντας αὐτῆς; Οὐκοῦν οὗτοί εἰσιν οἱ δοξαζόμενοι. Ὥσπερ γὰρ πλούσιος οὐχ ὁ πολλῶν δεόμενος, ἀλλ’ ὁ μηδενός· οὕτως ἔνδοξος οὐχ ὁ δόξης ἐρῶν, ἀλλ’ ὁ ταύτης ὑπερορῶν· σκιὰ γὰρ δόξης ἐστὶν αὕτη ἡ δόξα. | |
5 | Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Μὴ τοί‐ νυν μηδὲ σὺ δίωκε τὰς σκιάς· σκιὰ γὰρ δόξης τοῦτο, οὐ δόξα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐκεῖνο λογίζου· ὅταν διαβάλληται παρὰ ἀν‐ | |
10 | θρώποις τὸ πρᾶγμα, ὅταν φευκτὸν εἶναι δοκῇ τοῖς πᾶσι, καὶ αὐτοῖς τοῖς ἐπιθυμοῦσιν αὐτοῦ, ὅταν αἰ‐ σχύνηται καλούμενος ἐντεῦθεν ὁ ἔχων, ἢ ὁ ἐφιέμε‐ νος αὐτῆς. Πόθεν οὖν ἡ ἐπιθυμία, φησὶν, αὕτη, καὶ πῶς γίνεται τὸ πάθος; Ἀπὸ μικροψυχίας (οὐ γὰρ | |
15 | δεῖ κατηγορεῖν μόνον, ἀλλὰ καὶ διορθοῦσθαι), ἀπὸ ἀτελοῦς διανοίας, ἀπὸ παιδικῆς γνώμης. Παυσώμεθα τοίνυν παῖδες ὄντες, καὶ γενώμεθα ἄνδρες, καὶ παν‐ ταχοῦ τὴν ἀλήθειαν, μὴ τὰς σκιὰς διώκωμεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶ ἐν δόξῃ καὶ | |
20 | ἐν δυνάμει· καὶ παύσεται τὸ νόσημα τοῦτο καὶ ἕτε‐ ρα πλείονα. Τὸ γὰρ σκιὰς διώκειν, μαινομένου. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε. Ἔστι γὰρ καὶ ἑτέρα μανία, χα‐ λεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ | |
25 | τῆς φρενίτιδος. Ἡ μὲν γὰρ ἔχει συγγνώμην, αὕτη δὲ ἀπολογίας ἐστέρηται, ὅταν αὐτὴ ἡ ψυχὴ διεφθαρ‐ μένη ᾖ, καὶ μὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ’ ἀπολωλυῖα· καὶ τὸ μὲν τῆς φρενίτιδος ὄργανόν ἐστι σωματικὸν πάθος, αὕτη δὲ ἡ μανία τοῦ τεχνίτου νοῦ. Ὥσπερ | |
30 | οὖν τῶν πυρετῶν ἐκεῖνοι χαλεπώτεροι καὶ ἀνίατοι οἱ τῶν στερεῶν ἁπτόμενοι σωμάτων, καὶ τοῖς νεύροις ἐνδομυχοῦντες, καὶ ταῖς φλεψὶν ἐναποκεκρυμμένοι· οὕτω δὴ καὶ αὕτη ἡ μανία, ἐπειδὴ αὐτῇ τῇ διανοίᾳ ἐνδομυχεῖ, διαστρέφουσα αὐτὴν καὶ λυμαινομένη. | |
35 | Πῶς γὰρ οὐ μανία λαμπρὰ καὶ σαφὴς, καὶ μανίας ἁπάσης χαλεπώτερον πάθος, τῶν μὲν μενόντων δι‐ ηνεκῶς καταφρονεῖν, τῶν δὲ ἀπολλυμένων ἔχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς; Εἰπὲ γάρ μοι, εἴ τις ἄνε‐ μον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαμεν | |
40 | αὐτὸν μαίνεσθαι; εἴ τις σκιὰς κατεῖχε, τῶν ἀληθῶν ἀμελῶν, καὶ τὴν μὲν γυναῖκα ἐμίσει τὴν ἑαυτοῦ, περιεπλέκετο δὲ αὐτῆς τῇ σκιᾷ, ἢ τὸν μὲν υἱὸν ἀπ‐ εστρέφετο, τὴν δὲ τούτου σκιὰν πάλιν ἐφίλει, ἆρα ἂν ἕτερον ἐζήτησας σημεῖον τούτου σαφέστερον εἰς ἀπό‐ | |
45 | δειξιν μανίας; Τοιοῦτοί τινές εἰσι καὶ οὗτοι οἱ πρὸς τὰ παρόντα κεχηνότες. Καὶ γὰρ πάντα σκιὰ, κἂν δόξαν εἴπῃς, κἂν δυναστείαν, κἂν εὐδοκίμησιν, κἂν πλοῦτον, κἂν τρυφὴν, κἂν ὁτιοῦν ἕτερον βιωτικόν. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Μέντοι γε ἐν | |
61.604(50) | εἰκόνι διαπορεύεται ἄνθρωπος· πλὴν μάτην τα‐ ράσσεται· καὶ πάλιν, Αἱ ἡμέραι ἡμῶν, ὡς σκιὰ ἐκλίθησαν. Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα. Οὐ τὰ χρηστὰ δὲ σκιὰ μόνον, ἀλλὰ καὶ τὰ λυπηρὰ, κἂν θάνατον εἴπῃς, κἂν πενίαν. | |
55 | κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον. Ποῖα οὖν τὰ μέ‐ νοντα, καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρά; Ἡ βασιλεία ἡ αἰώνιος, καὶ ἡ γέεννα ἡ διηνεκής. Οὔτε γὰρ ὁ σκώληξ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ | |
ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς | 603 | |
61.605 | κόλασιν αἰώνιον. Ἵν’ οὖν τὴν μὲν φύγωμεν, τῆς δὲ ἀπολαύσωμεν, ἀφέμενοι τῆς σκιᾶς, ἐχώμεθα τῶν | |
ἀληθινῶν πραγμάτων μετὰ σπουδῆς ἁπάσης· οὕτω | Column end | |
61.606 | γὰρ ἐπιτευξόμεθα τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ | |
θρωπίᾳ, καὶ τὰ ἑξῆς. | Column end | |
61.605(4) | ΟΜΙΛΙΑ Λʹ. | |
5 | Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν. αʹ. ᾜσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μά‐ | |
10 | λιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς. Καὶ γὰρ ἔμπροσ‐ θεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χρι‐ στοῦ· ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν | |
15 | θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή· καὶ, Φοβοῦμαι μή πως ἐλθὼν, | |
20 | οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε· καὶ πάλιν, Μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθή‐ σω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετα‐ νοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ ᾗ | |
25 | ἔπραξαν· καὶ μετὰ ταῦτα, Προείρηκα καὶ προλέ‐ γω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ἐπεὶ δο‐ κιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐπεὶ οὖν ταῦτά τε καὶ ἕτερα πλείονα εἴρηκε, φο‐ | |
30 | βῶν, ἐντρέπων, ὀνειδίζων, καθαπτόμενος, ἀπολο‐ γούμενος ὑπὲρ ἁπάντων, φησί· Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα μὴ παρὼν ἀποτόμως χρήσωμαι. Βούλομαι γὰρ ἐν τοῖς γράμμασι κεῖσθαι τὴν ἀποτο‐ μίαν, ἀλλὰ μὴ ἐν τοῖς πράγμασι· βούλομαι σφοδρὰς | |
35 | εἶναι τὰς Ἐπιστολὰς, ἵνα μείνωσιν ἀπειλαὶ, καὶ μὴ εἰς ἔργον ἐξέλθωσιν. Πάλιν καὶ ἐν ταύτῃ τῇ ἀπολο‐ γίᾳ φοβερώτερον ποιεῖ τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ μέλλων κολάζειν, ἀλλ’ ὁ Θεός· ἐπήγαγε γὰρ, Κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι | |
40 | ὁ Κύριος· καὶ πάλιν δεικνὺς ὅτι οὐκ ἐπιθυμεῖ τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων ἀποχρήσασθαι τιμωρίαν. Προσέθηκε γὰρ, Οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς οἰ‐ κοδομήν. Καὶ ᾐνίξατο μὲν τοῦτο νῦν, ὅπερ ἔφην· ἀλλὰ κατέλιπεν αὐτοῖς ἀναλογίσασθαι, ὅτι ἐὰν ἀδιόρ‐ | |
45 | θωτοι μείνωσι, καὶ τοῦτο πάλιν οἰκοδομή ἐστι, τὸ τοὺς οὕτω διακειμένους κολάζειν. Καὶ γὰρ οὕτως ἔχει, καὶ αὐτὸς τοῦτο οἶδε, καὶ διὰ τῶν ἔργων ἔδειξε. Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε, καταρτίζεσθε, παρα‐ καλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ | |
61.605(50) | Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. Τί ἐστι, Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε; ἐλύπησας, ἐφόβησας, εἰς ἀγωνίαν ἐνέβαλες, τρέμειν ἐποίησας καὶ δεδοικέναι, καὶ πῶς κελεύεις χαίρειν; Δι’ αὐτὸ μὲν οὖν τοῦτο κελεύω χαίρειν. Εἰ γὰρ τὰ παρ’ | |
55 | ὑμῶν, φησὶν, ἀκολουθήσειε τοῖς παρ’ ἐμοῦ, οὐδὲν | |
ἔσται τὸ κωλύον τὴν χαράν. Τὰ μὲν γὰρ ἐμὰ ἅπαντα | Column end | |
61.606(5) | γέγονεν· ἐμακροθύμησα, ἀνεβαλόμην, οὐκ ἐξέκοψα, παρεκάλεσα, συνεβούλευσα, ἐφόβησα, ἠπείλησα, ὥστε πανταχόθεν ὑμᾶς συναγαγεῖν εἰς τὸν τῆς μετα‐ νοίας καρπόν. Δεῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ’ ὑμῶν. καὶ οὕτως ἀμάραντος ὑμῖν ἡ χαρά. Καταρτίζεσθε. | |
10 | Τί ἐστι, Καταρτίζεσθε; Τέλειοι γίνεσθε, ἀναπλη‐ ροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι, φησί· Παρακαλεῖσθε καὶ ὑπ’ ἀλλήλων, καὶ ὑφ’ ἡμῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Εἰ | |
15 | γὰρ ἀπὸ τοῦ συνειδότος γένοιτο χαρὰ καὶ τέλειοι κατασταίητε, οὐδὲν λείπει εἰς εὐθυμίαν ὑμῖν καὶ παράκλησιν· οὐδὲν γὰρ οὕτω ποιεῖ παράκλησιν, ὡς καθαρὸν συνειδὸς, κἂν μυρίοι περικέωνται πει‐ ρασμοί. Τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· ὃ καὶ ἐν | |
20 | τῇ προτέρᾳ Ἐπιστολῇ ἐκ προοιμίων ᾔτησεν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ εἰρηνεύειν, ὅταν ἐν τοῖς δόγμασι συμβαίνωσί τινες, ἐν δὲ τοῖς πρὸς ἀλ‐ λήλους διαστασιάζωσιν. Ἀλλὰ ἀμφότερα ὁ Παῦλος ἀπαιτεῖ. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης | |
25 | ἔσται μεθ’ ὑμῶν. Οὐ γὰρ δὴ μόνον παραινεῖ καὶ συμβουλεύει, ἀλλὰ καὶ ἐπεύχεται. Ἢ γὰρ ἐπεύχεται τοῦτο, ἢ προλέγει τὸ ἐσόμενον· μᾶλλον δὲ ἀμφότερα. Ἐὰν γὰρ ταῦτα ποιῆτε, φησὶν, οἷον, ἐὰν τὸ αὐτὸ φρονῆτε καὶ εἰρηνεύητε, ἔσται καὶ ὁ Θεὸς μεθ’ ὑμῶν· | |
30 | ἀγάπης γάρ ἐστιν ὁ Θεὸς καὶ εἰρήνης, καὶ τούτοις χαίρει, τούτοις εὐφραίνεται. Ἐντεῦθεν ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς ἀγάπης αὐτοῦ· ἐντεῦθεν τῶν κακῶν ἡ ἀναίρεσις ἁπάντων. Αὕτη τὴν οἰκουμένην ἔσωσεν, αὕτη τὸν χρόνιον πόλεμον κατέλυσεν, αὕτη τῷ οὐρα‐ | |
35 | νῷ τὴν γῆν ἀνέμιξεν, αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Ταύτην τοίνυν καὶ ἡμεῖς ἀγαπήσωμεν· μυ‐ ρίων γὰρ ἀγαθῶν μήτηρ ἡ ἀγάπη. Διὰ ταύτης ἐσώ‐ θημεν, διὰ ταύτης ἡμῖν τὰ ἀπόῤῥητα ἀγαθὰ ἅπαντα. Εἶτα ἐνάγων αὐτοὺς εἰς ταύτην, φησίν· Ἀσπά‐ | |
40 | σασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Τί ἐστιν, Ἁγίῳ; Μὴ ὑπούλῳ, μὴ δολερῷ, καθάπερ ὁ Ἰούδας τὸν Χριστὸν ἐφίλησε. Διὰ γὰρ τοῦτο τὸ φίλημα δέ‐ δοται, ἵνα ἐμπύρευμα τῆς ἀγάπης γένηται, ἵνα ἀνα‐ καίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶμεν, | |
45 | ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πα‐ τέρες παῖδας· μᾶλλον δὲ καὶ πολλῷ πλεῖον· ἐκεῖνα μὲν γὰρ φύσεως, ταῦτα δὲ χάριτος. Οὕτως αἱ ψυχαὶ ἀλλήλαις συνδέονται. Διὰ τοῦτο καὶ ἐξ ἀποδημίας ἐπανιόντες ἀλλήλους φιλοῦμεν, τῶν ψυχῶν ἐπιγινο‐ | |
61.606(50) | μένων εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν. Τοῦτο γὰρ μάλιστά ἐστι τὸ μέλος τὸ τῆς ψυχῆς κηρύττον ἡμῖν τὸ φίλτρον. βʹ. Ἐπὶ δὲ τοῦ φιλήματος τούτου τοῦ ἁγίου ἔστι καὶ ἕτερον λόγον εἰπεῖν. Ποῖον δὴ τοῦτον; Ναός ἐσμεν τοῦ | |
55 | Χριστοῦ· τὰ τοίνυν πρόθυρα φιλοῦμεν τοῦ ναοῦ καὶ τὴν | |
εἴσοδον, ἀλλήλους φιλοῦντες. Ἢ οὐχ ὁρᾶτε ὅσοι καὶ τὰ | 605 | |
61.607 | πρόθυρα τοῦ ναοῦ τούτου φιλοῦσιν, οἱ μὲν κύψαντες, οἱ δὲ τῇ χειρὶ κατέχοντες, καὶ τῷ στόματι τὴν χεῖρα προσάγοντες; Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡμᾶς ὁ Χρι‐ | |
5 | στὸς, ἡνίκα ἂν κοινωνῶμεν. Ἴστε οἱ τῶν μυστηρίων μετέχοντες τὸ λεγόμενον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε τὸ στόμα ἡμῶν τετίμηται δεχόμενον τὸ σῶμα τὸ Δεσπο‐ τικόν. Διὰ τοῦτο μάλιστα ἐνταῦθα φιλοῦμεν. Ἀκουέ‐ τωσαν οἱ αἰσχρὰ φθεγγόμενοι, οἱ λοιδορίας ἐξάγοντες, | |
10 | καὶ φριττέτωσαν οἷον καταισχύνουσι στόμα· ἀκουέ‐ τωσαν οἱ αἰσχρῶς φιλοῦντες· ἄκουσον οἷα ἔχρησε διὰ τοῦ στόματός σου ὁ Θεὸς, καὶ φύλαξον αὐτὸ ἀκηλί‐ δωτον. Περὶ τῆς μελλούσης ζωῆς διελέχθη, περὶ ἀνα‐ στάσεως, περὶ ἀθανασίας, ὅτι ὁ θάνατος οὐ θά‐ | |
15 | νατος, τὰ ἄλλα μυρία ἀπόῤῥητα. Ὥσπερ γὰρ εἰς χρηστήριον παραγίνεται πρὸς τὸ στόμα τοῦ ἱερέως ὁ μυσταγωγεῖσθαι μέλλων. Ἀκούσωμεν ὅσαπέρ ἐστι φρίκης μεστά. Καὶ γὰρ ἀπώλεσεν αὐτοῦ τὴν ζωὴν ἐκ προγόνων, καὶ ἔρχεται αὐτὴν ἀναζητήσων, καὶ ἐρω‐ | |
20 | τήσων πῶς ἂν αὐτὴν εὕροι καὶ ἀνακτήσαιτο. Εἶτα αὐτῷ ὁ Θεὸς χρᾷ πῶς ἂν εὑρεθείη, καὶ γίνεται τοῦ ἱλαστηρίου τὸ στόμα τοῦτο φρικωδέστερον. Ἐκεῖνο μὲν γὰρ τὸ ἱλαστήριον οὐδαμοῦ τοιαύτην ἠφίει φω‐ νὴν, ἀλλὰ πολὺ περὶ ἐλαττόνων διελέγετο πραγμά‐ | |
25 | των, περὶ πολέμων καὶ εἰρήνης τῆς κάτω· ταῦτα δὲ ἅπαντα περὶ οὐρανοῦ, καὶ τῆς μελλούσης ζωῆς, καὶ πραγμάτων καινῶν καὶ διάνοιαν ὑπερβαινόντων. Εἰπὼν δὲ, Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, ἐπήγαγεν· Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες· | |
30 | κἀντεῦθεν διδοὺς αὐτοῖς χρηστὰς ἐλπίδας. Τοῦτο προέγραψεν ἀντὶ τοῦ φιλήματος, διὰ τῆς προσρή‐ σεως αὐτοὺς συνάπτων· ἀπὸ γὰρ τοῦ αὐτοῦ στόμα‐ τος, οὗ τὸ φίλημα, πρόεισι καὶ τὰ ῥήματα. Εἶδες πῶς ἅπαντας συνάγει, καὶ τοὺς πόῤῥωθεν διεστῶτας | |
35 | τοῖς σώμασι, καὶ τοὺς πλησίον, τοὺς μὲν διὰ τοῦ φι‐ λήματος, τοὺς δὲ διὰ τῶν γραμμάτων; Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύ‐ ματος μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἐπειδὴ συνῆψεν | |
40 | αὐτοὺς ἀλλήλοις διὰ τῶν ἀσπασμῶν καὶ τῶν φιλημά‐ των, πάλιν εἰς εὐχὴν καταλύει τὸν λόγον, μετὰ πολλῆς τῆς ἀκριβείας συνάπτων αὐτοὺς καὶ τῷ Θεῷ. Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ οὐκ ἐντέτακται τὸ | |
45 | Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προοιμίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας; Ἰδοὺ γὰρ νῦν μετὰ τοῦ Πατρὸς αὐτὸ κατέλεξε καὶ τοῦ Υἱοῦ. Χωρὶς δὲ τού‐ του, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι Κολοσσαεῦσιν ἐπι‐ στέλλων, καὶ εἰπὼν, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ | |
61.607(50) | Θεοῦ Πατρὸς ἡμῶν, τὸν Υἱὸν ἐσίγησε, καὶ οὐ προσ‐ έθηκεν, ὡς ἐν πάσαις ταῖς Ἐπιστολαῖς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο; Ἀλλὰ ἐσχάτης ταῦτα ἀνοίας. Καὶ γὰρ αὐτὸ τοῦτο μάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας | |
55 | ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ. | |
Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον πῶς Υἱοῦ | Column end | |
61.608 | καὶ Πνεύματος μέμνηται, καὶ τὸν Πατέρα ἀποσιγᾷ. Κορινθίοις γὰρ γράφων φησὶν, Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι | |
5 | τοῦ Θεοῦ ἡμῶν. Τί οὖν, εἰπέ μοι, οὐκ ἐβαπτίσθη‐ σαν εἰς Πατέρα οὗτοι; Οὐκοῦν οὐδὲ ἀπελούσαντο, οὐδὲ ἡγιάσθησαν. Ἀλλὰ ἐβαπτίσαντο· ὥσπερ οὖν καὶ ἐβαπτίσαντο. Πῶς οὖν οὐκ εἶπεν, ὅτι Ἀπελού‐ σασθε ἐν τῷ ὀνόματι τοῦ Πατρός; Ὅτι ἀδιάφορον | |
10 | αὐτῷ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης μεμνῆσθαι τῆς ὑποστάσεως· καὶ εὕροις ἂν τοῦτο πολλα‐ χοῦ τῶν Ἐπιστολῶν τὸ ἔθος. Καὶ γὰρ Ῥωμαίοις γρά‐ φων, φησὶ, Παρακαλῶ οὖν ὑμᾶς διὰ τῶν οἰκτιρ‐ μῶν τοῦ Θεοῦ· καίτοι καὶ τοῦ Υἱοῦ εἰσιν οἱ οἰκτιρ‐ | |
15 | μοί· καὶ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος· καίτοι καὶ τοῦ Πατρός ἐστιν ἡ ἀγάπη. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνήσθη ἐν τοῖς οἰκτιρ‐ μοῖς τοῦ Υἱοῦ, οὐδὲ ἐν τῇ ἀγάπῃ τοῦ Πατρός; Ὅτι ὡς δῆλα καὶ ὡμολογημένα ἐσίγησεν. Εὑρεθήσεται δὲ | |
20 | καὶ τὰ δῶρα αὐτὰ πάλιν ἀντιστρόφως τιθείς. Εἰπὼν γὰρ, Ἡ χάρις τοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύ‐ ματος, ἀλλαχοῦ τὴν κοινωνίαν τοῦ Υἱοῦ, καὶ τὴν ἀγάπην τοῦ Πνεύματός φησι. Παρακαλῶ γὰρ ὑμᾶς | |
25 | διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, φησί. Καὶ ἐν τῇ πρὸς Κορινθίους, Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Οὕτω τὰ τῆς Τριά‐ δος ἀδιαίρετα· καὶ οὗ τοῦ Πνεύματός ἐστιν ἡ κοι‐ νωνία, εὑρέθη καὶ τοῦ Υἱοῦ· καὶ οὗ τοῦ Υἱοῦ ἐστιν | |
30 | ἡ χάρις, καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· Χάρις γὰρ ὑμῖν, φησὶν, ἀπὸ Θεοῦ Πατρός. Καὶ ἀλλαχοῦ πολλὰ αὐτῆς εἴδη καταλέξας, ἐπήγαγε, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦ‐ μα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ | |
35 | ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων ἰδιάζον καὶ διῃρημένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα. γʹ. Μένωμεν τοίνυν καὶ τῶν δογμάτων τούτων τὴν ἀκρίβειαν ἔχοντες, καὶ τοῦ Θεοῦ τὴν ἀγάπην ἐπι‐ | |
40 | σπώμενοι. Πρότερον μὲν γὰρ μισοῦντας ἠγάπησε, καὶ ἐχθροὺς ὄντας κατήλλαξε· λοιπὸν δὲ ἀγαπῶντας ἀγαπᾷν βούλεται. Μένωμεν τοίνυν ἀγαπῶντες αὐτὸν, ὥστε καὶ παρ’ αὐτοῦ ἀγαπᾶσθαι. Εἰ γὰρ παρὰ ἀν‐ θρώπων δυνατῶν ἀγαπώμενοι, φοβεροὶ πᾶσίν ἐσμεν, | |
45 | πολλῷ μᾶλλον παρὰ τοῦ Θεοῦ. Κἂν χρήματα δέῃ, κἂν σώματα, κἂν αὐτὴν τὴν ψυχὴν ὑπὲρ ταύτης δοῦναι τῆς ἀγάπης, μὴ φεισώμεθα. Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων λέγειν, ὅτι ἀγαπῶμεν, ἀλλὰ χρὴ καὶ τὴν τῶν πραγμάτων παρέχειν ἀπόδειξιν· οὐδὲ γὰρ αὐτὸς | |
61.608(50) | διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἔδειξε τὴν ἀγάπην. Δεῖξον τοίνυν καὶ σὺ διὰ τῶν ἔρ‐ γων τοῦτο, καὶ ποίει τὰ δοκοῦντα αὐτῷ· οὕτω γὰρ αὐτὸς καρπώσῃ τὸ κέρδος πάλιν. Ἐκεῖνος γὰρ οὐ‐ δενὸς δεῖται τῶν παρ’ ἡμῶν· ὃ καὶ μάλιστα γνησίας | |
55 | ἀγάπης, τὸ μὴ δεόμενον μηδὲ ἐν χρείᾳ καθεστῶτα, πάντα ποιεῖν ὑπὲρ τοῦ φιλεῖσθαι παρ’ ἡμῶν. Διὸ καὶ Μωϋσῆς ἔλεγε, Τί γὰρ ζητεῖ Κύριος ὁ Θεὸς παρ’ ὑμῶν, ἀλλ’ ἢ ἀγαπᾷν αὐτὸν, καὶ ἕτοιμον | |
εἶναί σε τοῦ πορεύεσθαι ὀπίσω αὐτοῦ; Ὥστε, | 607 | |
61.609 | ὅταν αὐτὸν κελεύῃ φιλεῖν, τότε μάλιστα δείκνυσιν ὅτι σε φιλεῖ. Οὐδὲν γὰρ οὕτω συγκροτεῖ τὴν σωτη‐ ρίνα τὴν ἡμετέραν, ὡς τὸ αὐτὸν ἀγαπᾷν. Ὅρα γοῦν, ὅτι καὶ τὰ ἐπιτάγματα αὐτοῦ πάντα εἰς τὴν | |
5 | ἡμετέραν ἀνάπαυσιν καὶ σωτηρίαν καὶ εὐδο‐ κίμησιν συντείνει. Καὶ γὰρ ὅταν εἴπῃ, Μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, μα‐ κάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύμα‐ τι, μακάριοι οἱ εἰρηνοποιοὶ, αὐτὸς μὲν οὐδὲν ἐν‐ | |
10 | τεῦθεν καρποῦται, ἡμᾶς δὲ καλλωπίζων καὶ ῥυθμί‐ ζων ταῦτα ἐπιτάττει· καὶ ὅταν λέγῃ, Ἐπείνασα· οὐ δεόμενος τῆς παρ’ ἡμῶν διακονίας, ἀλλὰ σὲ ἀλεί‐ φων εἰς φιλανθρωπίαν. Ἠδύνατο γὰρ καὶ χωρὶς σοῦ τὸν πένητα τρέφειν, ἀλλὰ θησαυρόν σοι χαριζόμενος | |
15 | μέγιστον, ταῦτα ἐπέταξεν. Εἰ γὰρ ὁ ἥλιος, κτίσμα ὢν, οὐδὲ δεῖται τῶν ἡμετέρων ὀφθαλμῶν (μένει γὰρ τὴν οἰκείαν φαιδρότητα ἔχων, κἂν μηδεὶς εἰς αὐτὸν ἐμβλέπῃ), οἱ δὲ κερδαίνοντες ἡμεῖς ἐσμεν, ὅταν αὐ‐ τοῦ τῆς ἀκτῖνος ἀπολαύσωμεν· πολλῷ μᾶλλον ἐπὶ | |
20 | τοῦ Θεοῦ τοῦτο συμβαίνει. Ἵνα δὲ καὶ ἑτέρωθεν τοῦτο μάθῃς, ἄκουε· Πόσον εἶναι βούλει τὸ μέσον τοῦ Θεοῦ καὶ ἡμῶν; ἆρα ὅσον κωνώπων καὶ ἡμῶν ἢ πολλῷ πλέον; Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον. Εἰ τοίνυν ἡμεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων | |
25 | οὐ δεόμεθα βοηθείας ἢ δόξης, πολλῷ μᾶλλον τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές. Τοσοῦτον ἡμῶν τοίνυν ἀπολαύει, ὅσον εὐεργετούμεθα, ὅσον ἐντρυφᾷ ἡμῶν τῇ σωτηρίᾳ. Διὰ τοῦτο καὶ πολλαχοῦ τὰ αὑτοῦ ἀφιεὶς, τὰ σὰ ζητεῖ. Εἴ τις γὰρ, φησὶ, γυναῖκα ἔχει ἄπι‐ | |
30 | στον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ὁ δὲ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχεύεσθαι. Εἶδες | |
ἄφατον ἀγαθότητα; Ἐὰν ᾖ πόρνη ἡ γυνὴ, φησὶν, | Column end | |
61.610 | οὐκ ἀναγκάζω συνοικεῖν· ἐὰν δὲ ἄπιστος, οὐ κωλύω. Πάλιν, ἐὰν λυπῇ πρός τινα, κελεύω ἀφεῖναί μου τὴν προσφορὰν, καὶ προσδραμεῖν πρὸς τὸν λελυπη‐ κότα. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶ, | |
5 | κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσια‐ στηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελ‐ φῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί δὲ ἡ παραβολὴ τοῦ πάντα κατεδηδοκότος; οὐ | |
10 | τοῦτο ἐνδείκνυται; Ὅτε μὲν γὰρ τὰ μύρια τάλαντα κατ‐ έφαγεν, ἠλέησεν αὐτὸν, καὶ ἀφῆκεν· ὅτε δὲ ἑκατὸν δη‐ νάρια ἀπῄτει τὸν σύνδουλον, καὶ πονηρὸν ἐκάλεσε, καὶ τῇ κολάσει παρέδωκεν· οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς. Εἰς τὴν γυναῖκα τοῦ δι‐ | |
15 | καίου ἔμελλεν ἁμαρτάνειν ὁ βάρβαρος, καί φησιν, Ἐφεισάμην σου τοῦ ἁμαρτῆσαι εἰς ἐμέ. Τοὺς ἀπο‐ στόλους ἐδίωκεν ὁ Παῦλος, καὶ λέγει πρὸς αὐτόν· Τί με διώκεις; Ἄλλοι πεινῶσι, καὶ λέγει αὐτὸς πεινᾷν, καὶ γυμνὸς περιιέναι καὶ ξένος, βουλόμενός σε ἐν‐ | |
20 | τρέπειν, καὶ ταύτῃ εἰς τὸν τῆς ἐλεημοσύνης λόγον ἐμβαλεῖν. Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας· ὅπερ μέγιστόν ἐστι κεφά‐ λαιον τῶν ἀγαθῶν, καὶ φῶς διανοίας, καὶ διδασκαλία | |
25 | ἀρετῆς· καὶ βίον ἀρεστὸν νομοθετήσας, καὶ πάντα δι’ ἡμᾶς ἐργασάμενος, καὶ τὸν Υἱὸν δεδωκὼς, καὶ βασιλείαν ἐπαγγειλάμενος, καὶ ἐπὶ τὰ ἀπόῤῥητα ἡμᾶς καλῶν ἀγαθὰ, καὶ μακαριωτάτην ζωὴν παρα‐ σκευάσας ἡμῖν, ἅπαντα ποιῶμεν καὶ λέγωμεν, ὥστε | |
30 | καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τῆς αὐτοῦ, καὶ ἐπι‐ τυχεῖν τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
35 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 609 |