TLG 2062 156 :: JOANNES CHRYSOSTOMUS :: In epistulam i ad Corinthios (homiliae 1–44)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In epistulam i ad Corinthios (homiliae 1–44)

Citation: Vol — pg — (ln)

61

.

9

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΙΩΑΝΝΟΥ,
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
4tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ,
5tΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗΣ ΕΠΙΣΤΟΛΗΣ.
6 Ἡ Κόρινθός ἐστι μὲν νῦν πόλις τῆς Ἑλλάδος ἡ πρώτη, πολλοῖς δὲ τὸ παλαιὸν πλεονεκτήμασι βιωτικοῖς ἐκόμα, καὶ πρὸ τῶν ἄλλων πάντων τῇ τῶν χρημάτων περιουσίᾳ· διὸ καί τις τῶν ἔξωθεν συγ‐
10γραφέων ἀφνειὸν ἐκάλει τὸ χωρίον. Ἐν γὰρ τῷColumn end

61

.

10

Ἰσθμῷ κεῖται τῆς Πελοποννήσου, καὶ πολλὴν εἶχεν ἐμπορίας ὑπόθεσιν. Ἦν δὲ καὶ ῥητόρων πολλῶν ἔμ‐ πλεως ἡ πόλις καὶ φιλοσόφων· καί τις τῶν ἑπτὰ κα‐ λουμένων σοφῶν ἀπὸ τῆς πόλεως ταύτης ἦν. Ταῦτα
5δὲ ἡμῖν οὐ φιλοτιμίας ἕνεκεν εἴρηται, οὐδὲ πρὸς9

61

.

11

ἐπίδειξιν πολυμαθείας· (τί γὰρ δὴ καὶ ἔστι τὸ ταῦτα εἰδέναι;) ἀλλὰ πρὸς τὴν ὑπόθεσιν ἡμῖν συντελεῖ τῆς Ἐπιστολῆς. Πολλὰ δὲ καὶ αὐτὸς ἔπαθεν ὁ Παῦλος ἐν ταύτῃ τῇ πόλει, καὶ ὁ Χριστὸς δὲ ἐν ταύτῃ αὐτῷ
5φανείς φησι· Μὴ σιγήσῃς, ἀλλὰ λάλει· διότι λαός μοι πολύς ἐστιν ἐν τῇ πόλει ταύτῃ. Καὶ ἔμεινεν ἐκεῖ δύο ἔτη. Ἐν ταύτῃ καὶ ὁ δαίμων ἐξ‐ ῆλθεν, ὃν οἱ Ἰουδαῖοι ἐφορκίζοντες, τὰ ἀνήκεστα ἔπαθον παρ’ αὐτοῦ· ἐν ταύτῃ τὰς βίβλους συναγα‐
10γόντες τῶν γοήτων οἱ μετανοήσαντες κατέκαυσαν, καὶ ὤφθησαν μυριάδες πέντε· ἐν ταύτῃ καὶ ἐπὶ Γαλλίωνος τοῦ ἀνθυπάτου ἐπὶ τοῦ βήματος ὁ Παῦλος ἐτύπτετο. Ὁρῶν τοίνυν ὁ διάβολος πόλιν μεγάλην καὶ πολυάνθρωπον τῆς ἀληθείας ἐπειλημμένην, καὶ
15πλούτου καὶ σοφίας ἕνεκεν θαυμαστὴν οὖσαν, καὶ τῆς Ἑλλάδος τὸ κεφάλαιον (τὰ γὰρ Ἀθηναίων καὶ Λακεδαιμονίων ἀθλίως διέκειτο λοιπὸν, τῆς ἀρχῆς πάλαι μεταπεσούσης), καὶ θεασάμενος, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ἐδέξαντο τὸν τοῦ Θεοῦ λόγον,
20τί ποιεῖ; Διαιρεῖ τοὺς ἀνθρώπους· ᾔδει γὰρ, ὅτι καὶ βασιλεία ἡ πασῶν ἰσχυροτέρα ἐφ’ ἑαυτὴν μερισθεῖσα, οὐ σταθήσεται. Εἶχε δὲ ἀφορμὴν πρὸς τὴν ἐπιβουλὴν ταύτην τὸν πλοῦτον καὶ τὴν σοφίαν τῶν οἰκούντων. Ἐντεῦθεν συμμορίας ποιησάμενοι καθ’ ἑαυτοὺς καὶ
25αὐτοχειροτόνητοι γενόμενοί τινες, προειστήκεσαν τοῦ πλήθους, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἑαυ‐ τοὺς προσένεμον, τοῖς μὲν ὡς πλουσίοις, τοῖς δὲ ὡς σοφοῖς καὶ πλέον τι δυναμένοις διδάσκειν· οἳ δὴ καὶ παραλαβόντες αὐτοὺς, ἐφιλοτιμοῦντο πλέον τι τοῦ
30Ἀποστόλου δῆθεν λέγειν· ὅπερ οὖν καὶ αἰνιττόμενος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευ‐ ματικοῖς. Δηλονότι οὐ παρὰ τὴν οἰκείαν ἀπορίαν, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀσθένειαν τὸ μὴ πολλὰ ἀκοῦ‐ σαι γέγονε· καὶ τὸ, Χωρὶς ἡμῶν ἐπλουτήσατε,
35τοῦτό ἐστιν ἐνδεικνυμένου. Καὶ ἦν τοῦτο οὐ μικρὸν, ἀλλὰ πάντων ὀλεθριώτερον, τὸ διεσπάσθαι τὴν Ἐκ‐ κλησίαν. Καὶ ἕτερον δὲ μετὰ τούτων ἁμάρτημα ἐτολμᾶτο αὐτόθι, τὸ μητρυιᾷ τινα συγγενόμενον μὴ μόνον μὴ ἐπιπλήττεσθαι, ἀλλὰ καὶ ὀχλαγωγεῖν, καὶ
40τοῖς μετ’ αὐτοῦ παρέχειν μέγα φρονεῖν· διό φησι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ μετὰ τοῦτο πάλιν τινὲς τῶν δῆ‐ θεν τελειοτέρων, καὶ ὑπὸ γαστριμαργίας τῶν εἰδω‐ λοθύτων ἀπογευόμενοι, καὶ ἐν τοῖς ἱεροῖς κατακλι‐
45νόμενοι, τὰ πάντα ἐλυμαίνοντο. Ἄλλοι πάλιν μάχας ἔχοντες καὶ φιλονεικίας ὑπὲρ χρημάτων, τοῖς ἔξωθεν δικαστηρίοις τὰ καθ’ ἑαυτοὺς ἐπέτρεπον ἅπαντα. Καὶ κομῆται δὲ πολλοὶ παρ’ αὐτοῖς περιῄεσαν, οὓς καὶ ἀποκείρασθαι κελεύει. Ἦν τι καὶ ἕτερον πλημ‐

61

.

11

(50)

μέλημα οὐ μικρὸν, τὸ καθ’ ἑαυτοὺς ἐσθίειν ἐν ταῖςColumn end

61

.

12

ἐκκλησίαις, καὶ μὴ μεταδιδόναι τοῖς δεομένοις. Μετὰ δὲ τοῦτο καὶ ἕτερον ἐπλημμέλουν, ἐπὶ τοῖς χαρί‐ σμασι μέγα φρονοῦντες, καὶ πρὸς ἀλλήλους ἐντεῦθεν ζηλοτύπως ἔχοντες, ὅπερ καὶ αὐτὸ μάλιστα διέσπα
5τὴν Ἐκκλησίαν. Καὶ ὁ περὶ τῆς ἀναστάσεως δὲ λό‐ γος ἐχώλευε παρ’ αὐτοῖς· ἔνιοι γὰρ αὐτῶν οὐ σφόδρα ἐπίστευον ἀνάστασιν εἶναι σωμάτων, τὰ τῆς Ἑλλη‐ νικῆς μωρίας ἔτι νοσοῦντες. Καὶ γὰρ ἅπαντα ταῦτα ἀπὸ τῆς κατὰ τὴν φιλοσοφίαν τὴν ἔξωθεν ἀνοίας
10ἐτίκτετο, καὶ αὕτη ἦν τῶν κακῶν ἡ μήτηρ· ἐντεῦθεν καὶ διῄρηντο, καὶ αὐτὸ τοῦτο ἀπὸ τῶν φιλοσόφων μαθόντες. Καὶ γὰρ ἐκεῖνοι κατ’ ἀλλήλων ἔστησαν, ἀεὶ ὑπὲρ φιλαρχίας καὶ κενοδοξίας ἕκαστος τοῖς ἀλλήλων ἐναντιούμενοι δόγμασι, καὶ σπουδάζοντες
15ἐφευρεῖν τι τοῖς προτέροις. Ταῦτα δὲ ἔπασχον, ἐπει‐ δὴ λογισμοῖς ἐπέτρεπον τὰ καθ’ ἑαυτούς. Ἔγραψαν μὲν οὖν αὐτῷ διὰ Φορτουνάτου καὶ Στεφανᾶ καὶ Ἀχαϊκοῦ, δι’ ὧν καὶ αὐτὸς γράφει. Καὶ τοῦτο ἐδή‐ λωσεν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, οὐ μὴν περὶ
20πάντων, ἀλλὰ περὶ γάμου καὶ παρθενίας· διὸ καὶ ἔλεγε· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Αὐτὸς μέντοι, καὶ ὑπὲρ ὧν ἔγραψαν, καὶ ὑπὲρ ὧν οὐκ ἔγραψαν, ἐπιστέλλει, πάντα μετὰ ἀκριβείας μαθὼν αὐτῶν τὰ ἐλαττώματα. Καὶ τὸν Τιμόθεον δὲ ἀποστέλλει μετὰ
25τῶν γραμμάτων, εἰδὼς ὅτι πολλὴν μὲν ἰσχὺν ἔχει καὶ τὰ γράμματα, οὐ μικρὰν δὲ αὐτοῖς οἴσει προσ‐ θήκην καὶ ἡ παρουσία τοῦ μαθητοῦ. Ἐπειδὴ δὲ αἰ‐ σχυνόμενοι οἱ διανειμάμενοι τὴν Ἐκκλησίαν, μὴ δό‐ ξωσι φιλοτιμίας ἕνεκεν τοῦτο πεποιηκέναι, προκα‐
30λύμματα τοῦ πάθους ἐπενόησαν, τὸ τὰ τελειότερα δῆθεν διδάσκειν, καὶ σοφώτεροι τῶν ἄλλων εἶναι· κατ’ αὐτοῦ πρῶτον ὁ Παῦλος ἵσταται τοῦ νοσήματος, τὴν ῥίζαν τῶν κακῶν ἀναστέλλων, καὶ τὴν ἐντεῦθεν φυεῖσαν διχόνοιαν· καὶ πολλῇ κέχρηται τῇ παῤῥησίᾳ.
35Ἦσαν γὰρ αὐτῷ καὶ μαθηταὶ οὗτοι μάλιστα πάν‐ των· διό φησιν· Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ ἀσθενέστερόν γε τῶν ἄλλων διέκειντο· διό φησιν, Οὐ γὰρ ὡς πνευματι‐
40κοῖς ἐλάλησα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε. Τοῦτο δὲ λέγει, ἵνα μὴ νομίσωσιν, ὅτι ὑπὲρ τοῦ παρελθόντος τοῦτο λέγει χρόνου. Διὸ ἐπήγαγε· Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε. Πλὴν ἀλλ’ οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ’ εἶναί
45τινας ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους. Καὶ τοῦτο ἐν μέσῳ τῆς Ἐπιστολῆς ἐδήλωσεν εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, καὶ ἐπαγαγὼν, Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Ἐπεὶ οὖν ἐξ ἀπονοίας πάντα ἐτίκτετο

61

.

12

(50)

τὰ κακὰ καὶ τοῦ νομίζειν εἰδέναι τι πλέον, ταύτην
πρὸ τῶν ἄλλων καθαιρεῖ, καὶ ἀρχόμενός φησι·Column end

61

.

11

(52)

ΟΜΙΛΙΑ Αʹ. Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ
55Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· χάρις ὑμῖν καὶ εἰρήνη
60ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. αʹ. Ὅρα πῶς εὐθέως ἐκ προοιμίων τὸν τῦφον κατ‐
έβαλε, καὶ χαμαὶ ἔῤῥιψε πᾶσαν αὐτῶν τὴν οἴησιν,Column end

61

.

12

(53)

κλητὸν ἑαυτὸν εἰπών. Οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ, ἀλλὰ
55διώκων καὶ πορθῶν τὴν Ἐκκλησίαν, ἐκλήθην. Ἐνταῦθα δὲ τοῦ μὲν καλοῦντος τὸ πᾶν· τοῦ δὲ κλη‐ θέντος οὐδὲν, ὡς εἰπεῖν, γίνεται, ἢ τὸ ὑπακοῦσαι μόνον. Χριστοῦ Ἰησοῦ. Ὁ διδάσκαλος ὑμῶν Χρι‐ στός· καὶ ὑμεῖς ἀνθρώπους ἐπιγράφεσθε τῆς διδα‐
60σκαλίας προστάτας· Διὰ θελήματος Θεοῦ. Ὁ γὰρ11

61

.

13

Θεὸς τοῦτο ἠθέλησε τὸ οὕτως ὑμᾶς σωθῆναι. Οὐδὲν γὰρ ἡμεῖς κατωρθώσαμεν, ἀλλὰ διὰ τοῦ θελήματος τοῦ Θεοῦ τὴν σωτηρίαν εὑράμεθα· καὶ ἐπειδὴ αὐτῷ ἔδοξεν, ἐκλήθημεν, οὐκ ἐπειδὴ ἄξιοι ἦμεν.
5 Πάλιν μετριάζει, συντάττων ἑαυτῷ τὸν ἐλάττονα πολλῷ· καὶ γὰρ πολὺ τὸ μέσον ἦν Παύλου καὶ Σωσθέ‐ νους. Εἰ δὲ, ἔνθα τοσοῦτον ἦν τὸ μέσον, συνέταξεν ἑαυτῷ τὸν καταδεέστερον, τί ἂν ἔχοιεν εἰπεῖν ἐκεῖνοι οἱ τοὺς ὁμοτίμους ὑπερορῶντες; Τῇ Ἐκκλησίᾳ τοῦ
10Θεοῦ. Οὐ τοῦδε καὶ τοῦδε, ἀλλὰ τοῦ Θεοῦ. Τῇ οὔσῃ ἐν Κορίνθῳ. Ὁρᾷς πῶς καθ’ ἑκάστην λέξιν κατέβαλεν αὐτῶν τὸ φύσημα, τὴν διάνοιαν ἐθίζων διὰ πάντων πρὸς τὸν οὐρανόν; Ἐκκλησίαν δὲ Θεοῦ καλεῖ, δει‐ κνὺς ὅτι ἡνῶσθαι αὐτὴν χρή. Εἰ γὰρ Θεοῦ ἐστιν,
15ἥνωται, καὶ μία ἐστὶν, οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. Τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα οὐ χωρισμοῦ, ἀλλὰ ἑνώσεώς ἐστι καὶ συμφω‐ νίας ὄνομα. Ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ. Πάλιν τοῦ Ἰησοῦ τὸ ὄνομα. οὐδαμοῦ ἀνθρώπων τίθησι. Τί
20δέ ἐστιν ὁ ἁγιασμός; Τὸ λουτρὸν, ὁ καθαρισμός. Ἀναμιμνήσκει γὰρ αὐτοὺς τῆς οἰκείας ἀκαθαρσίας, ἧς ἀπήλλαξε, καὶ πείθει μικρὰ φρονεῖν· οὐ γὰρ ἐν τοῖς οἰκείοις κατορθώμασιν, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἡγιάσθησαν. Κλητοῖς ἁγίοις. Καὶ γὰρ
25τοῦτο αὐτὸ τὸ πίστει σωθῆναι, φησὶν, οὐκ ἐξ ὑμῶν· οὐ γὰρ προσήλθετε πρῶτοι, ἀλλ’ ἐκλήθητε. Ὥστε οὐδὲ τὸ μικρὸν τοῦτο, ὑμέτερον ὅλον. Καίτοι εἰ καὶ προσήλθετε, μυρίων ὄντες ὑπεύθυνοι κακῶν, οὐδὲ οὕτως ὑμῖν χάρις, ἀλλὰ τῷ Θεῷ.
30 Διὰ τοῦτο καὶ Ἐφεσίοις γράφων ἔλεγε· Χάριτί ἐστε σεσωσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν. Οὐδὲ ἡ πίστις ὑμῶν ὁλόκληρος· οὐ γὰρ ὑμεῖς ἐπιστεύσατε προλαβόντες, ἀλλὰ κληθέντες ὑπηκού‐ σατε. Σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ
35Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ τοῦ δεῖνος καὶ τοῦ δεῖνος, ἀλλὰ Τὸ ὄνομα τοῦ Κυρίου. Ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Εἰ γὰρ καὶ πρὸς Κοριν‐ θίους τὰ γράμματά ἐστι γεγραμμένα μόνον, ἀλλὰ καὶ πάντων τῶν ἐν πάσῃ τῇ γῇ μέμνηται πιστῶν,
40δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ εἶναι Ἐκκλησίαν, καίτοι τόποις πολλοῖς κεχωρισμένην, καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. Εἰ δὲ ὁ τόπος χωρίζει, ἀλλ’ ὁ Κύριος αὐτοὺς συνάπτει κοινὸς ὤν· διὸ καὶ ἑνῶν αὐτοὺς ἐπήγαγε τὸ, Ἡμῶν τε καὶ αὐ‐
45τῶν. Πολὺ δὲ τοῦτο ἐκείνου κυριώτερον. Ὥσπερ γὰρ οἱ ἐν ἑνὶ τόπῳ ὄντες, ὅταν πολλοὺς ἔχωσιν ἐναντίους δεσπότας, διεσπασμένοι εἰσὶ, καὶ οὐδὲν ἀπὸ τοῦ τό‐ που εἰς ὁμόνοιαν ὠφελοῦνται, διάφορα τῶν δεσποτῶν ἐπιταττόντων, καὶ πρὸς ἑαυτοὺς ἑλκόντων (Οὐ δύ‐

61

.

13

(50)

νασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμμωνᾷ)· οὕτως οἱ ἐν διαφόροις τόποις ὄντες, ἐὰν μὴ διαφό‐ ρους ἔχωσι κυρίους, ἀλλ’ ἕνα μόνον, οὐδὲν ἀπὸ τῶν τόπων εἰς ὁμόνοιαν παραβλάπτονται, τοῦ Κυρίου τοῦ ἑνὸς συνάπτοντος αὐτούς. Οὐ λέγω τοίνυν, φησὶν, ὅτι
55πρὸς Κορινθίους Κορίνθιοι ὄντες ὁμονοεῖν ὀφείλετε μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐν τῇ οἰκουμένῃ πάσῃ, κοινὸν ἔχοντες Δεσπότην. Διὰ τοῦτο καὶ ἐκ δευτέρου προσέθηκε τὸ, Ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα
60μὴ δόξῃ χωρίζειν παρὰ τοῖς ἀνοήτοις, ἐπάγει πάλιν, Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἀναγνώσομαι κατὰ τὸ νόημα οὕτω· Παῦλος καὶ Σωσθένης τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔ‐ σῃ ἐν Κορίνθῳ, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ
65ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν ἐν παντὶ τόπῳ,Column end

61

.

14

κἂν ἐν Ῥώμῃ, κἂν ὅπου δήποτε ἂν ὦσι· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυ‐ ρίου Ἰησοῦ Χριστοῦ. Ἢ οὕτω πάλιν, ὃ καὶ μᾶλλον ἡγοῦμαι ἀληθέστερον εἶναι· Παῦλος καὶ Σωσθένης
5τοῖς ἐν Κορίνθῳ ἡγιασμένοις, κλητοῖς ἁγίοις σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. Τουτέστι, Χάρις ὑμῖν καὶ εἰρήνη ὑμῖν τοῖς ἐν Κο‐ ρίνθῳ ἡγιασμένοις, καὶ κλητοῖς γενομένοις· οὐ μό‐
10νοις, ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικα‐ λουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ αὐτῶν. Εἰ δὲ ἀπὸ χάριτος ἡ εἰρήνη, τί μέγα φρονεῖς, τί μέγα φυσᾷς, χάριτι σωθείς; εἰ δὲ εἰρή‐ νην ἔχεις πρὸς τὸν Θεὸν, τί ἑτέροις σεαυτὸν προσνέ‐
15μεις; τοῦτο γὰρ διαστασιάζειν ἐστί. Τί γὰρ, εἰ πρὸς τόνδε εἰρηνεύετε καὶ πρὸς τόνδε, καὶ χάριν ἔχετε; Ἐγὼ δὲ ἀπὸ τοῦ Θεοῦ αἰτῶ ταῦτα ὑμῖν ἀμφότερα γενέσθαι, καὶ ἀπ’ αὐτοῦ καὶ πρὸς αὐτόν. Οὔτε γὰρ βεβαία μένει, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύσῃ ῥοπῆς·
20οὔτε, ἐὰν μὴ πρὸς αὐτὸν ᾖ, ἔσται τι πλέον ὑμῖν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν, κἂν πρὸς πάντας ὦμεν εἰρη‐ νικοὶ, πρὸς δὲ τὸν Θεὸν ἐκπεπολεμωμένοι· ὥσπερ οὐδὲν βλάβος ἡμῖν, κἂν παρὰ πάντων πολεμώμεθα, τῷ δὲ Θεῷ εἰρηνεύωμεν· καὶ πάλιν οὐδὲν ὄφελος,
25κἂν παρὰ πᾶσιν εὐδοκιμῶμεν, τῷ δὲ Κυρίῳ προσ‐ κρούωμεν· ὥσπερ οὐδεὶς κίνδυνος, κἂν πάντες ἡμᾶς ἀποστρέφωνται καὶ μισῶσιν, ὁ δὲ Θεὸς ἀποδέχηται καὶ φιλῇ. Ἡ γὰρ ὄντως χάρις, ἡ ὄντως εἰρήνη, παρὰ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ τὴν παρὰ τῷ Θεῷ χάριν
30ἔχων, οὐδένα δέδοικε, κἂν μυρία πάσχῃ δεινά· οὐ λέγω ἄνθρωπον, ἀλλ’ οὐδὲ αὐτὸν τὸν διάβολον· ὁ δὲ τούτῳ προσκεκρουκὼς, πάντας ὑποπτεύει, κἂν ἐν ἀσφαλείᾳ εἶναι δοκῇ. Ἄστατον γὰρ τὸ τῶν ἀνθρώ‐ πων γένος, καὶ οὐ φίλοι μόνον καὶ ἀδελφοὶ, ἀλλ’ ἤδη
35καὶ πατέρες μεταβαλλόμενοι, πολλάκις ἀπὸ πικρᾶς αἰτίας τοῦτον, ὃν ἐγέννησαν, ὃν ἐφύτευσαν, πάντων πολεμίων μᾶλλον ἤλασαν· καὶ παῖδες πατέρας ἐξ‐ έβαλον. Σκόπει δέ. βʹ. Εἶχε χάριν ὁ Δαυῒδ παρὰ τῷ Θεῷ· εἶχε χάριν ὁ
40Ἀβεσαλὼμ παρὰ τοῖς ἀνθρώποις· οἷον οὖν τέλος ἑκάτερος ἔσχε, καὶ τίς ηὐδοκίμησε μᾶλλον, ἴστε. Εἶχε χάριν ὁ Ἀβραὰμ παρὰ τῷ Θεῷ, ὁ δὲ Φαραὼ παρὰ τοῖς ἀνθρώποις· χαριζόμενοι γὰρ αὐτῷ, τὴν γυναῖκα τοῦ δικαίου προὔδωκαν. Τίς οὖν λαμπρότε‐
45ρος γέγονε καὶ μακάριος, παντί που δῆλον. Καὶ τί λέγω περὶ δικαίων; Εἶχον χάριν οἱ Ἰσραηλῖται παρὰ τῷ Θεῷ, ἐμισοῦντο δὲ παρὰ ἀνθρώπων τῶν Αἰγυ‐ πτίων· ἀλλ’ ὅμως τῶν μισούντων περιεγένοντο, καὶ ἐκράτησαν, μεθ’ ὅσης ἅπαντες ἴστε περιφανείας.

61

.

14

(50)

Τοῦτο τοίνυν σπουδάζωμεν ἅπαντες· κἂν δοῦλος ᾖ τις, τοῦτο εὐχέσθω, πρὸ τοῦ δεσπότου παρὰ τῷ Θεῷ χάριν εὑρεῖν· κἂν γυνή τις ᾖ, πρὸ τοῦ ἀνδρὸς παρὰ τοῦ Σωτῆρος Θεοῦ ζητείτω χάριν· κἂν στρα‐ τιώτης ᾖ, πρὸ τοῦ βασιλέως καὶ πρὸ τοῦ ἄρχοντος
55τὴν ἄνωθεν εὔνοιαν ζητείτω· οὕτω γὰρ καὶ παρὰ ἀνθρώποις ἐπέραστος ἔσῃ. Πῶς δ’ ἄν τις εὕροι χά‐ ριν παρὰ τῷ Θεῷ; Πῶς δὲ ἑτέρως, εἰ μὴ ἀπὸ ταπει‐ νοφροσύνης; Ὁ Θεὸς γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ,
60Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καὶ τετα‐ πεινωμένην καρδίαν ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἰ γὰρ παρὰ ἀνθρώποις οὕτω ποθεινὸν τὸ ταπεινὸν, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὕτω καὶ οἱ ἐξ ἐθνῶν χά‐ ριν εὗρον, οὕτω καὶ οἱ Ἰουδαῖοι τῆς χάριτος ἐξέπε‐
65σον· Τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγη‐13

61

.

15

σαν. Ὁ ταπεινὸς οὗτος, καὶ ἐπίχαρις γίνεται καὶ πᾶσιν ἡδὺς, καὶ εἰρήνῃ σύντροφος διηνεκεῖ, καὶ οὐ‐ δεμίαν ἔχων πολέμων ὑπόθεσιν. Κἂν γὰρ ὑβρίσῃς, κἂν λοιδορήσῃς, κἂν ὁτιοῦν εἴπῃς, σιγήσεται καὶ
5πράως οἴσει, καὶ τοσαύτην ἕξει τὴν εἰρήνην πρὸς πάντας, ὅσην οὐδὲ ἔστιν εἰπεῖν, καὶ πρὸς τὸν Θεὸν δέ. Τὰ γὰρ τοῦ Θεοῦ προστάγματα, μετὰ ἀνθρώπων εἰρηνεύειν ἐστὶ, καὶ ὁ βίος ἅπας ἡμῖν οὕτω κατορ‐ θοῦται ἐν τῇ πρὸς ἀλλήλους εἰρήνῃ· οὐ γὰρ δὴ Θεόν
10τις ἀδικῆσαι δυνήσεται· ἀνώλεθρος γὰρ ἡ φύσις ἐκείνη, καὶ παντὸς ἀνωτέρα πάθους. Οὐδὲν οὕτω θαυμαστὸν ποιεῖ τὸν Χριστιανὸν, ὡς ταπεινοφροσύνη. Ἄκουσον γοῦν τοῦ Ἀβραὰμ λέγοντος· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ τοῦ Θεοῦ περὶ Μωϋσέως πά‐
15λιν, ὅτι πραότατος ἦν πάντων ἀνθρώπων. Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυ‐
20θρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολ‐ λῶν ὢν, οὕτω διέκειτο· καὶ τοῦ κηδεστοῦ γαμβρὸς ταπεινότερος ἦν, καὶ ἐδέχετο τὴν παρ’ ἐκείνου γνώ‐ μην. Καὶ οὐδὲ ἐδυσχέραινεν οὐδὲ εἶπε· Τί τοῦτο;
25μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα ἦλθες ἡμῖν συμβουλεύων; ὅπερ πάσχουσιν οἱ πολλοὶ, κἂν ἀρί‐ στην τις εἰσηγήσηται γνώμην, διὰ τὸ τοῦ προσώπου ταπεινὸν καταφρονοῦντες. Ἀλλ’ οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ διὰ ταπεινοφροσύνης πάντα κατώρθου. Ἐντεῦ‐
30θεν καὶ τῶν βασιλικῶν κατεφρόνησεν αὐλῶν, ἐπειδὴ ταπεινὸς ἦν ὄντως· τὸ γὰρ ὑγιὲς φρόνημα καὶ τὸ ὑψηλὸν ἡ ταπεινοφροσύνη ποιεῖ. Πόσης γὰρ οἴει μεγαλοφροσύνης εἶναι καὶ μεγαλοψυχίας τὸ καὶ οἰ‐ κίας καὶ τραπέζης ὑπεριδεῖν βασιλικῆς; Καὶ γὰρ
35ὡς θεοὶ τιμῶνται οἱ βασιλεῖς παρ’ Αἰγυπτίοις, καὶ πλούτου καὶ θησαυρῶν ἀπολαύουσι μυρίων. Ἀλλ’ ὅμως πάντα ἀφεὶς ἐκεῖνα, καὶ αὐτὰ τῆς Αἰγύπτου ῥίψας τὰ σκῆπτρα, τοῖς αἰχμαλώτοις καὶ καταπονου‐ μένοις, τοῖς ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δαπανωμέ‐
40νοις, οὓς οἱ δοῦλοι αὐτοῦ ἐβδελύττοντο (ἐβδελύττοντο γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, φησὶ), τούτοις προσέδραμε, καὶ τῶν δεσποτῶν αὐτοὺς προετίθει. Ὅθεν δῆλον, ὅτι ὁ ταπεινὸς, οὗτός ἐστιν ὁ ὑψηλὸς καὶ μεγαλόφρων. Καὶ γὰρ ἡ ἀπόνοια ἀπὸ εὐτελοῦς γίνεται διανοίας καὶ
45ἀγεννοῦς ψυχῆς, καὶ ἡ ἐπιείκεια ἀπὸ μεγαλόφρο‐ νος, ἀπὸ μεγαλοψύχου γνώμης. γʹ. Καὶ εἰ βούλεσθε, ἐπὶ τῶν ὑποδειγμάτων ἑκάτερα ἐξετάζωμεν. Εἰπὲ γάρ μοι, τί τοῦ Ἀβραὰμ γέγονεν ὑψηλότερον; καίτοι γε ἐκεῖνος ἦν ὁ λέγων· Ἐγώ εἰ‐

61

.

15

(50)

μι γῆ καὶ σποδός· ἐκεῖνος ἦν ὁ λέγων· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ. Ἀλλ’ οὗτος ὁ οὕτω ταπεινὸς λαφύρων κατεφρόνησε Περσικῶν, καὶ τροπαίων ὑπερεῖδε βαρβαρικῶν. Τοῦτο δὲ ἀπὸ πολλῆς ὑψηλοφροσύνης καὶ μεγαλο‐
55φυοῦς διανοίας ἐποίει. Ἐκεῖνος γάρ ἐστιν ὑψηλὸς ὁ γνησίως ταπεινὸς, οὐχ ὁ κόλαξ οὐδὲ ὁ εἴρων. Ἕτερον γὰρ μεγαλοφροσύνη, καὶ ἕτερον ἀπόνοια· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἴ τις γὰρ τὸν πηλὸν πηλὸν ἡγοῖ‐
το καὶ καταφρονοῖ, ἕτερος δέ τις τὸν πηλὸν ὡς χρυ‐Column end

61

.

16

σὸν θαυμάζοι καὶ μέγα ἄγοι, τίς ἄρα ἐστὶν ὁ ὑψηλός; οὐχὶ ὁ τὸν πηλὸν μὴ θαυμάζων; τίς δὲ ὁ ταπεινὸς καὶ εὐτελής; οὐχὶ ὁ θαυμάζων αὐτὸν, καὶ μέγα τι‐ θέμενος; Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου, ὅτι ὁ μὲν γῆν
5καὶ σποδὸν ἑαυτὸν λέγων, ὑψηλὸς ἂν εἴη, καίτοι γε ἀπὸ ταπεινοφροσύνης λέγει· ὁ δὲ μὴ γῆν καὶ σπο‐ δὸν ἑαυτὸν νομίζων, ἀλλὰ περιέπων ἑαυτὸν, καὶ μεγαλοφρονῶν, οὗτος μὲν οὖν ἂν εἴη εὐτελὴς τὸ μικρὰ μεγάλα τιθέμενος. Ὅθεν δῆλον, ὅτι ἀπὸ πολ‐
10λοῦ διανοίας ὕψους ἐφθέγγετο τὸ ῥῆμα ἐκεῖνο ὁ πα‐ τριάρχης, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ἀπὸ ὕψους, οὐκ ἀπὸ ἀπονοίας. Καθάπερ γὰρ ἐπὶ σωμάτων ἄλλο μὲν ἔστιν, εὐεκτοῦντα καὶ σφριγῶντα εἶναι, ἄλλο δὲ φλεγμαίνοντα· καίτοι γε ἀμφότερα ὑψηλῆς ἐστι σαρ‐
15κὸς, ἀλλὰ τὸ μὲν διεφθαρμένης, τὸ δὲ ὑγιοῦς· οὕτω καὶ ἐνταῦθα ἕτερόν ἐστιν εἶναι ἀπονενοημένον, ὅπερ ἐστὶ φλεγμαίνοντα εἶναι· καὶ ἕτερόν ἐστιν ὑψηλὸν, ὅπερ ἐστὶν εὐεκτοῦντα εἶναι. Καὶ πάλιν ἐστί τις ὑψη‐ λὸς τῷ μέτρῳ τοῦ σώματος· ἄλλος δὲ βραχὺς ὢν,
20προσλαβὼν ἐμβάδας ὑψηλότερος γίνεται· τίνα οὖν καλέσομεν ὑψηλὸν καὶ μέγαν, εἰπέ μοι; οὐκ εὔδηλον ὅτι τὸν οἴκοθεν τὸ ὕψος ἔχοντα; Ἐκεῖνος γὰρ ἀλλό‐ τριον ἔχει τοῦτο, καὶ τῶν ταπεινῶν ἐπιβὰς, οὕτω γέ‐ γονεν ὑψηλός· ὃ πολλοὶ πάσχουσι τῶν ἀνθρώπων,
25ἐπὶ χρημάτων καὶ δόξης ἑαυτοὺς ἀναβιβάζοντες, ὅπερ οὐκ ἔστιν ὕψος. Ὑψηλὸς γάρ ἐστιν ὁ μηδενὸς δεόμενος τούτων, ἀλλὰ καταφρονῶν ἁπάντων, καὶ οἴ‐ κοθεν ἔχων τὸ μέγεθος. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί· γὰρ ταπεινῶν ἑαυτὸν,
30ὑψωθήσεται, φησί. Ἀλλ’ οὐχ ὁ ἀπονενοημένος τοιοῦτος, ἀλλὰ πάντων ἐστὶν εὐτελέστερος· καὶ γὰρ ἡ πομφόλυξ πεφύσηται, ἀλλ’ οὐκ ἔστιν ὑγιὲς τὸ φύ‐ σημα. Διὰ τοῦτο καὶ τούτους πεφυσιωμένους καλοῦ‐ μεν. Ὁ μὲν γὰρ μετριοφρονῶν οὐδὲ ἐπὶ τοῖς μεγάλοις
35μέγα φρονεῖ, τὸ ταπεινὸν εἰδὼς τὸ ἑαυτοῦ· ὁ δὲ εὐ‐ τελὴς καὶ ἐπὶ τοῖς μικροῖς μέγα φαντάζεται. Κτη‐ σώμεθα τοίνυν τὸ διὰ ταπεινοφροσύνης ὕψος· ἐπι‐ σκεψώμεθα τῶν ἀνθρωπίνων τὴν φύσιν, ἵνα ἐκκαῶ‐ μεν τῷ πόθῳ τῶν μελλόντων. Ἑτέρως γὰρ οὐκ ἔστι
40γενέσθαι ταπεινὸν, ἀλλ’ ἢ διὰ τοῦ τῶν θείων ἔρωτος καὶ τῆς τῶν παρόντων ὑπεροψίας. Ὥσπερ γὰρ εἴ τις βασιλείας ἐπιτυγχάνειν μέλλοι, εἶτα ἀντὶ τῆς ἁλουργίδος ἐκείνης ἰδιωτικήν τινά τις αὐτῷ παρά‐ σχοι τιμὴν, οὐδὲν αὐτὴν εἶναι ἡγήσεται· οὕτω καὶ
45ἡμεῖς πάντων καταγελασόμεθα τῶν παρόντων, εἰ τῆς τιμῆς ἐπιθυμήσαιμεν ἐκείνης. Οὐχ ὁρᾶτε τοὺς παῖ‐ δας, ὅταν παίζοντες τάξιν ποιῶσι, καὶ στρατιώτας, καὶ προηγῶνται αὐτῶν κήρυκες καὶ ῥαβδοῦχοι, καὶ μέσος ὁ παῖς ἐν χώρᾳ ἄρχοντος βαδίζῃ, ὡς παιδικὰ τὰ

61

.

16

(50)

γινόμενα; Τοιαῦτά ἐστι τὰ ἀνθρώπινα, καὶ τούτων εὐτελέστερα, σήμερον ὄντα καὶ αὔριον οὐκ ὄντα. Ὑψηλότεροι τοίνυν γενώμεθα τούτων, καὶ μὴ μόνον αὐτῶν μὴ ἐπιθυμῶμεν, ἀλλὰ καὶ αἰσχυνώμεθα εἴ τις ἡμῖν ταῦτα προτείνοι. Οὕτω γὰρ τὸν τούτων ἐκβα‐
55λόντες ἔρωτα, τὸν θεῖον ἐκεῖνον ἕξομεν, καὶ τῆς ἀθα‐ νάτου δόξης ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
60τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.15

61

.

17

ΟΜΙΛΙΑ Βʹ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.
5 αʹ. Ὃ τοῖς ἄλλοις παραινεῖ ποιεῖν, λέγων, Ἐν εὐ‐ χαριστίᾳ τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπραττε, διδάσκων ἡμᾶς ἀπὸ τούτων ἄρχεσθαι τῶν λόγων ἀεὶ, καὶ πρὸ πόντων εὐ‐ χαριστεῖν τῷ Θεῷ. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς
10τὸ εὐχαρίστους εἶναι, καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ ἄλ‐ λων. Διὸ καὶ πάσης σχεδὸν Ἐπιστολῆς τοῦτο προτίθη‐ σιν· ἐνταῦθα δὲ καὶ ἀναγκαιότερον ἢ ἐν ταῖς ἄλλαις αὐτὸ πράττει. Ὁ γὰρ εὐχαριστῶν, καὶ ὡς εὖ παθὼν εὐχαριστεῖ, καὶ ἐπὶ χάριτι εὐχαριστεῖ· ἡ δὲ χάρις
15οὐκ ὀφειλὴ οὐδὲ ἀμοιβὴ οὐδὲ ἀντίδοσις· ὃ πανταχοῦ μὲν ἀναγκαῖον λέγειν, πολλῷ δὲ πλέον ἐπὶ Κορινθίων τῶν κεχηνότων πρὸς τοὺς διατεμόντας τὴν Ἐκκλη‐ σίαν. Τῷ Θεῷ μου. Ἀπὸ πολλῆς τῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις
20ἔθος ἀεὶ λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου. Καὶ εἰς προ‐ τροπὴν αὐτοὺς ἐνάγει τοῦ καὶ αὐτοὺς τοῦτο λέγειν. Ὁ γὰρ οὕτω λέγων, ἀπὸ πάντων τῶν ἀνθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον, ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως. Τοῦτο γὰρ δύναται λέγειν γνη‐
25σίως ὁ ἀπὸ τῶν βιωτικῶν ἀναβαίνων ἀεὶ πρὸς τὸν Θεὸν, καὶ ἁπάντων αὐτὸν προτιθεὶς πάντοτε, καὶ εὐ‐ χαριστῶν διηνεκῶς, οὐχ ὑπὲρ τῆς ἤδη δοθείσης χάρι‐ τος, ἀλλ’ εἴ ποτέ τι καὶ μετὰ ταῦτα ἀγαθὸν γέγονε, καὶ ὑπὲρ τούτου τὴν αὐτὴν ἀναφέρει εὐφημίαν αὐτῷ.
30Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Εὐχαριστῶ, ἀλλὰ, Πάν‐ τοτε ὑπὲρ ὑμῶν, παιδεύων αὐτοὺς καὶ ἀεὶ εἰδέναι χάριν, καὶ μηδενὶ ἑτέρῳ, ἀλλ’ ἢ τῷ Θεῷ μόνον. Ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ. Ὁρᾷς πῶς πανταχόθεν αὐτοὺς διορθοῦται; Ἔνθα γὰρ χάρις ἐστὶν, ἔργα οὐκ
35ἔστιν· ἔνθα ἔργα, οὐκέτι χάρις ἐστίν. Εἰ τοίνυν χά‐ ρις, τί μέγα φρονεῖτε; πόθεν πεφυσιωμένοι ἐστέ; Τῇ δοθείσῃ ὑμῖν. Καὶ διὰ τίνος ἐδόθη; ἆρα δι’ ἐμοῦ, ἢ δι’ ἑτέρου ἀποστόλου; Οὐδαμῶς, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ· τὸ γὰρ, Ἐν Χριστῷ Ἰησοῦ, τοῦτό ἐστιν.
40Ὅρα πῶς πολλαχοῦ τὸ, ἐν, ἀντὶ τοῦ, δι’ οὗ, ἐστίν. Οὐκ ἄρα ἔλαττον τοῦτο τοῦ, διά. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε. Πάλιν διὰ τίνος; Ἐν αὐτῷ, φησί. Καὶ οὐχ ἁπλῶς ἐπλουτίσθητε, ἀλλὰ καὶ Ἐν παντί. Ὅταν οὖν καὶ πλοῦτος ᾖ, καὶ Θεοῦ πλοῦτος, καὶ ἐν
45παντὶ, καὶ διὰ τοῦ Μονογενοῦς, ἐννόησον τὸν ἄφατον θησαυρόν. Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Λόγῳ οὐ τῷ ἔξωθεν, ἀλλὰ τῷ τοῦ Θεοῦ. Ἔστι γὰρ γνῶσις λόγου χωρὶς, καὶ ἔστι γνῶσις μετὰ λόγου. Καὶ γὰρ εἰσὶ πολλοὶ γνῶσιν μὲν ἔχοντες, λόγον δὲ οὐκ ἔχοντες,

61

.

17

(50)

οἷον οἱ ἰδιῶται, καὶ μὴ δυνάμενοι παραστῆσαι σαφῶς ἅπερ ἔχουσιν ἐν διανοίᾳ. Ἀλλ’ οὐχ ὑμεῖς τοιοῦτοι, φησὶν, ἀλλὰ καὶ νοῆσαι καὶ εἰπεῖν ἱκανοί. Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. Ἐν τάξει ἐπαίνων καὶ εὐχαριστίας σφόδρα αὐτῶν καθ‐
55άπτεται. Οὐ γὰρ διὰ τῆς ἔξωθεν φιλοσοφίας, φησὶν, οὐδὲ διὰ τῆς ἔξωθεν παιδεύσεως, ἀλλὰ διὰ τῆς χάρι‐ τος τοῦ Θεοῦ, καὶ τοῦ πλούτου καὶ τῆς γνώσεως καὶ τοῦ λόγου τοῦ παρ’ αὐτοῦ δοθέντος ἠδυνήθητε μαθεῖν τὰ τῆς ἀληθείας δόγματα καὶ βεβαιωθῆναι εἰς τὸ
60μαρτύριον τοῦ Κυρίου, τουτέστιν, εἰς τὸ κήρυγμα. Πολλῶν γὰρ ἀπελαύσατε σημείων, πολλῶν θαυμά‐ των, ἀφάτου χάριτος, ὥστε δέξασθαι τὸ κήρυγμα. Εἰ τοίνυν ἐβεβαιώθητε διὰ σημείων καὶ χάριτος, τίνος
ἕνεκεν παρασαλεύεσθε; Ταῦτα δὲ ὁμοῦ καὶ καθαπτο‐Column end

61

.

18

μένου, καὶ προκαταλαμβάνοντος αὐτούς ἐστι τὰ ῥή‐ ματα. Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χα‐ ρίσματι. Μέγα ἐνταῦθα ζητεῖται· εἰ οἱ πλουτισθέντες ἐν παντὶ λόγῳ, ὡς μηδὲν ὑστερεῖσθαι ἐν μηδενὶ χα‐
5ρίσματι, πῶς οὗτοι σαρκικοί εἰσιν. Εἰ γὰρ παρὰ τὴν ἀρχὴν τοιοῦτοι ἦσαν, πολλῷ μᾶλλον νῦν. Πῶς οὖν αὐ‐ τοὺς σαρκικοὺς καλεῖ; Οὐ γὰρ ἠδυνήθην ὑμῖν λα‐ λῆσαι, φησὶν, ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκι‐ κοῖς. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι παρὰ τὴν ἀρχὴν πι‐
10στεύσαντες, καὶ παντοίων ἐπιτυχόντες χαρισμάτων (καὶ γὰρ ἐζήλουν αὐτὰ), ὕστερον ῥᾳθυμότεροι γεγό‐ νασιν· ἢ εἰ μὴ τοῦτο, ὅτι οὐ πρὸς ἅπαντας οὔτε ταῦτα οὔτε ἐκεῖνα λέγεται· ἀλλὰ τὰ μὲν πρὸς τοὺς ὑπευθύνους ταῖς κατηγορίαις, τὰ δὲ πρὸς τοὺς κο‐
15μῶντας τοῖς ἐπαίνοις. Ὅτι γὰρ εἶχον ἔτι χαρίσματα, Ψαλμόν τις ἔχει, φησὶν, ἀποκάλυψιν ἔχει, γλῶσ‐ σαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω· καὶ, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτω‐ σαν. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, ὅτι ὥσπερ ἔθος
20ἡμῖν λέγειν τὸ πλέον ἅπαν, οὕτω καὶ ἐνταῦθα εἴρηκε. Μετὰ δὲ τούτων οἶμαι καὶ τὸ ἑαυτοῦ αὐτὸν αἰνίττε‐ σθαι, ὅτι καὶ αὐτὸς τὰ σημεῖα ἐπεδείξατο, καθάπερ καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς Ἐπιστολῇ λέγει· Τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν
25ὑμῖν ἐν πάσῃ ὑπομονῇ· καὶ πάλιν, Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Ἢ, ὅπερ ἔφην, καὶ τῶν ἑαυτοῦ ἀναμιμνήσκει, ἢ καὶ πρὸς τοὺς ἔτι ὄντας δοκίμους ταῦτα λέγει. Ἦσαν γὰρ πολλοὶ ἅγιοι ἐκεῖσε, οἵτινες καὶ ἔταξαν ἑαυτοὺς εἰς
30διακονίαν τῶν ἁγίων, καὶ ἀπαρχὴ γεγόνασι τῆς Ἀχαΐας, καθάπερ πρὸς τῷ τέλει δηλοῖ. Ἄλλως δὲ, κἂν μὴ σφόδρα τῆς ἀληθείας ἔχωνται οἱ ἔπαινοι, ἀλλ’ ὅμως οἰκονομικῶς ἔγκεινται προοδοποιοῦντες τῷ λόγῳ. Ὁ μὲν γὰρ ἐκ προοιμίων εὐθέως φορτικὰ
35φθεγγόμενος, ἀπέκλεισε τοῖς λόγοις τὴν ἀκοὴν παρὰ τοῖς ἀσθενεστέροις. Ἄν τε γὰρ ὁμότιμοι ὦσιν οἱ ἀκούοντες, ὀργίζονται· ἄν τε σφόδρα ἐλάττους, λυπη‐ θήσονται. Ἵν’ οὖν μὴ τοῦτο γένηται, ἀπὸ ἐγκωμίων δοκούντων εἶναι ποιεῖται τὴν ἀρχήν. Οὐδὲ γὰρ ἐγ‐
40κώμιον τοῦτο ἦν αὐτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· τὸ γὰρ ἁμαρτημάτων ἀφεθῆναι καὶ δικαιωθῆναι, τοῦτο τῆς ἄνωθεν ἦν δωρεᾶς. Διά τοι τοῦτο καὶ ἐν‐ διατρίβει τούτοις, ἃ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρω‐ πίαν, ἵνα ἐπιπλεῖον αὐτῶν ἐκκαθάρῃ τὸ νόσημα.
45Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τί θορυβεῖσθε, φησὶ, τί τα‐ ράσσεσθε, ὅτι οὐ πάρεστι Χριστός; Πάρεστι μὲν οὖν, καὶ ἡ ἡμέρα λοιπὸν ἐπὶ θύραις. Καὶ σκόπει τὴν σοφίαν, πῶς αὐτοὺς ἀπαγαγὼν τῶν ἀνθρωπίνων, ἐφό‐

61

.

18

(50)

βησεν ἀναμνήσας τοῦ βήματος τοῦ φοβεροῦ, καὶ δεί‐ ξας, ὅτι οὐ προοιμίων δεῖ μόνον χρηστῶν, ἀλλὰ καὶ τέλους. Δεῖ γὰρ μετὰ τῶν χαρισμάτων τούτων, καὶ τῆς ἄλλης ἀρετῆς, τὴν ἡμέραν ἀναμνῆσαι ἐκείνην· καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ
55τέλος ἐλθεῖν. βʹ. Ἀποκάλυψιν δὲ λέγει, δεικνὺς ὅτι εἰ καὶ μὴ ὁρᾶται, ἀλλ’ ἔστι, καὶ πάρεστι καὶ νῦν, καὶ τότε φανή‐ σεται. Ὑπομονῆς οὖν χρεία· διὰ τοῦτο γὰρ ἐλάβετε τὰ θαύματα, ἵνα μείνητε βέβαιοι. Ὃς καὶ βεβαιώσει
60ὑμᾶς ἕως τέλους ἀνεγκλήτους. Ἐνταῦθα δοκεῖ μὲν αὐτοὺς θεραπεύειν, πάσης δὲ κολακείας ἀπήλ‐ λακται τὸ λεγόμενον. Καὶ γὰρ οἶδεν αὐτῶν καθάπτε‐
σθαι, ὡς ὅταν λέγῃ· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς17

61

.

19

ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ πάλιν. Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; καὶ, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Λανθανόντως δὲ αὐτῶν
5καὶ κατηγορεῖ· τῷ γὰρ εἰπεῖν, Βεβαιώσει, καὶ τῷ, Ἀνεγκλήτους, δείκνυσι καὶ σαλευομένους ἔτι, καὶ ἐγκλήματος ὑπευθύνους ὄντας. Σὺ δὲ σκόπει πῶς αὐ‐ τοὺς τῷ ὀνόματι ἀεὶ τοῦ Χριστοῦ προσηλοῖ. Καὶ ἀν‐ θρώπου μὲν οὐδενὸς, οὔτε ἀποστόλου οὔτε διδασκάλου,
10συνεχῶς δὲ αὐτοῦ τοῦ ποθουμένου μέμνηται, καθά‐ περ ἀπὸ μέθης τινὸς τοὺς καρηβαροῦντας ἀνενεγκεῖν παρασκευάζων. Οὐδαμοῦ γὰρ ἐν ἑτέρᾳ Ἐπιστολῇ οὕτω συνεχῶς κεῖται τὸ ὄνομα τοῦ Χριστοῦ· ἐνταῦθα μέντοι ἐν ὀλίγοις στίχοις πολλάκις, καὶ διὰ τούτου
15σχεδὸν τὸ πᾶν ὑφαίνει προοίμιον. Σκόπει δὲ ἄνωθεν· Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, τοῖς ἐπικαλου‐ μένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς
20καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ· καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ἀπεκδεχομένους τὴν ἀποκά‐ λυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ
25βεβαιώσει ὑμᾶς ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
30στοῦ. Ὁρᾷς τὴν συνέχειαν τοῦ ὀνόματος τοῦ Χρι‐ στοῦ; Ὅθεν δῆλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι οὐκ εἰκῆ οὐδὲ ἁπλῶς τοῦτο ποιεῖ, ἀλλὰ τῇ πυκνότητι τῆς καλῆς ταύτης προσηγορίας τὴν φλεγμονὴν αὐτῶν ἀπαντλῶν, καὶ τὴν σηπεδόνα τοῦ νοσήματος ἐκκαθαί‐
35ρων. Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινω‐ νίαν τοῦ Υἱοῦ αὐτοῦ. Βαβαὶ, πόσον ἐνταῦθα εἶπεν! πόσον μέγεθος δωρεᾶς ἐνέφηνεν! Εἰς κοινωνίαν τοῦ Μονογενοῦς ἐκλήθητε, καὶ ἀνθρώποις ἑαυτοὺς προσ‐ νέμετε; τί ταύτης τῆς ἀθλιότητος χεῖρον; Καὶ πῶς
40ἐκλήθητε; Διὰ τοῦ Πατρός. Ἐπειδὴ γὰρ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνεχῶς ἔλεγε περὶ τοῦ Υἱοῦ, ἵνα μὴ νομίσωσιν, ὅτι ὡς ἐλάττονος αὐτοῦ οὕτω μέμνηται, προσένειμεν αὐτὸ τῷ Πατρί. Οὐ γὰρ διὰ τοῦδε καὶ τοῦδε, φησὶν, ἀλλὰ διὰ τοῦ Πατρὸς ἐκλήθητε, δι’ αὐ‐
45τοῦ καὶ ἐπλουτίσθητε. Πάλιν ἐκλήθητε, οὐκ αὐτοὶ προσήλθετε. Τί δέ ἐστιν, Εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ; Ἄκουσον αὐτοῦ τοῦτο αὐτὸ σαφέστερον ἑτέ‐ ρωθι λέγοντος· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο‐ μεν· εἰ συναποθνήσκομεν, καὶ συζήσομεν. Εἶτα,

61

.

19

(50)

ἐπειδὴ μέγα εἴρηκε, προσέθηκε καὶ λογισμὸν πλη‐ ροφορίαν ἔχοντα ἀναντίῤῥητον· Πιστὸς γὰρ, φησὶν, ὁ Θεός· τουτέστιν ἀληθής. Εἰ δὲ ἀληθὴς, ἃ ἐπηγ‐ γείλατο καὶ ποιήσει· ἐπηγγείλατο δὲ κοινωνοὺς ἡμᾶς ποιήσειν τοῦ μονογενοῦς Υἱοῦ· ἐπὶ τοῦτο γὰρ καὶ
55ἐκάλεσεν· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα αὐτοῦ, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Ταῦτα δὲ προοικονομεῖ νῦν ἐν τῷ λόγῳ, ὥστε μὴ μετὰ τὸ σφοδρὸν τῶν ἐγκλη‐ μάτων εἰς ἀπόγνωσιν αὐτοὺς ἐμπεσεῖν. Πάντως γὰρ τὰ παρὰ τοῦ Θεοῦ ἕψεται, ἂν μὴ σφόδρα ἡμεῖς ἀφ‐
60ηνιάσωμεν· καθάπερ οἱ Ἰουδαῖοι καλούμενοι οὐκ ἤθελον δέξασθαι τὰ ἀγαθά. Τοῦτο δὲ οὐκέτι τοῦ καλοῦντος ἦν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Αὐτὸς μὲν γὰρ ἐβούλετο δοῦναι, ἐκεῖνοι δὲ, μὴ θελήσαντες λαβεῖν, ἑαυτοὺς ἐξέβαλον. Εἰ μὲν γὰρ
65εἰς ἐπίπονον καὶ ἐπίμοχθον ἐκάλει πρᾶγμα, οὐκ ἦσαν μὲν οὐδὲ οὕτω συγγνώμης ἄξιοι παραιτούμενοι, πλὴν
ἀλλ’ εἶχον αὐτὸ τοῦτο λέγειν· Εἰ δὲ ἐπὶ καθαρμὸν καὶColumn end

61

.

20

δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν καὶ χάριν καὶ δωρεὰν, καὶ τὰ παρεσκευασμένα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ Θεὸς ὁ καλῶν, καὶ δι’ ἑαυτοῦ καλῶν, ποίας ἂν εἶεν συγγνώ‐
5μης ἄξιοι οἱ μὴ προστρέχοντες; Μὴ τοίνυν τὸν Θεὸν αἰτιάσθω τις. Οὐ γὰρ παρὰ τὸν καλοῦντα γίνεται τὸ μὴ πιστεῦσαι, ἀλλὰ παρὰ τοὺς ἀποπηδῶντας. Ἀλλ’ ἔδει, φησὶ, καὶ ἄκοντας ἐναγαγεῖν. Ἄπαγε· οὐ γὰρ βιάζεται οὐδὲ ἀναγκάζει. Τίς γὰρ ἐπὶ τιμὰς καὶ
10στεφάνους καὶ εὐωχίας καὶ πανηγύρεις καλῶν, ἄκον‐ τας καὶ δεδεμένους ἕλκει; Οὐκ ἔστιν οὐδείς· τοῦτο γὰρ ὑβρίζοντός ἐστιν. Εἰς γέενναν ἄκοντας πέμπει, εἰς δὲ βασιλείαν ἑκόντας καλεῖ· εἰς τὸ πῦρ δεδε‐ μένους ἄγει καὶ οἰμώζοντας, εἰς δὲ τὰ μυρία ἀγαθὰ
15οὐχ οὕτως· ἐπεὶ τοῦτο καὶ αὐτὰ διαβάλλει τὰ ἀγαθὰ, εἰ μὴ τοιαύτη αὐτῶν ἐστιν ἡ φύσις, ὡς καὶ ἑκόντας προσδραμεῖν, καὶ χάριν εἰδότας πολλήν. γʹ. Καὶ πόθεν οὐ πάντες αὐτὰ αἱροῦνται, φησί; Παρὰ τὴν οἰκείαν ἀσθένειαν. Καὶ τίνος ἕνεκεν αὐτῶν οὐκ
20ἐκκόπτει τὴν ἀσθένειαν; Καὶ πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ ἐκκόψαι ἐχρῆν; οὐχὶ κτίσιν εἰργάσατο διδά‐ σκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναμιν; Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. Οὐχὶ καὶ προφήτας ἔπεμψεν; οὐχὶ καὶ ἐκάλεσε καὶ
25ἐτίμησεν; οὐχὶ ἐθαυματούργησεν; οὐ νόμον ἔδωκε καὶ γραπτὸν καὶ φυσικόν; οὐ τὸν Υἱὸν ἀπέστειλεν; οὐκ ἀποστόλους ἔπεμψεν; οὐ σημεῖα εἰργάσατο; οὐ γέενναν ἠπείλησεν; οὐ βασιλείαν ἐπηγγείλατο; οὐ καθ’ ἑκάστην ἡμέραν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ;
30οὐχὶ ἅπερ ἐπέταξεν, οὕτως εὔκολα καὶ ῥᾴδια, ὡς πολλοὺς ὑπερβαίνειν αὐτοῦ τὰ προστάγματα τῇ πε‐ ριουσίᾳ τῆς φιλοσοφίας; Τί ἔδει ποιῆσαι τῷ ἀμπε‐ λῶνι, καὶ οὐκ ἐποίησα; Καὶ διὰ τί μὴ ἐποίησεν ἡμῖν φυσικὴν τὴν γνῶσιν, φησὶ, καὶ τὴν ἀρετήν; Τίς
35ταῦτά φησιν; ὁ Ἕλλην ἢ ὁ Χριστιανός; Ἀμφότεροι μὲν, ἀλλ’ οὐχ ὑπὲρ τῶν αὐτῶν· ἀλλ’ ὁ μὲν ὑπὲρ τῆς γνώσεως, ὁ δὲ ὑπὲρ τοῦ βίου φιλονεικεῖ. Οὐκοῦν πρῶτον πρὸς τὸν ἡμέτερον ἐροῦμεν· οὐ τοσοῦτον γάρ μοί ἐστιν τῶν ἔξω λόγος, ὅσον τῶν οἰκείων μελῶν.
40Τί οὖν φησιν ὁ Χριστιανός; Αὐτὴν ἔδει τὴν γνῶσιν ἡμῖν ἐνθεῖναι τῆς ἀρετῆς. Ἐνέθηκε μὲν οὖν· εἰ γὰρ μὴ ἐνέθηκε, πόθεν ᾔδειμεν τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα; πόθεν οἱ νόμοι καὶ τὰ δικαστήρια; Ἀλλ’ οὐ τὴν γνῶσιν, ἀλλὰ τὴν πρᾶξιν αὐτήν. Καὶ τίνος
45ἔμελλες λαμβάνειν τὸν μισθὸν, εἰ τὸ πᾶν ἔμελλεν ἔσεσθαι τοῦ Θεοῦ; Εἰπὲ γάρ μοι, σὲ καὶ τὸν Ἕλληνα ἁμαρτάνοντας ὁμοίως ὁ Θεὸς κολάζει; Οὐδαμῶς· ἔχεις γὰρ τέως τὴν ἀπὸ τῆς γνώσεως παῤῥησίαν. Τί οὖν, εἴ τις ἄρα εἶπε νῦν, ὅτι ὑπὲρ τῆς γνώσεως καὶ

61

.

20

(50)

σὺ καὶ ὁ Ἕλλην τῶν αὐτῶν ἀξιωθήσεσθε, ἆρα οὐκ ἂν ἐδυσχέρανας; Ἔγωγε οἶμαι· εἶπες γὰρ ἂν, ὅτι ἔχων εὑρεῖν οἴκοθεν ὁ Ἕλλην τὴν γνῶσιν, οὐκ ἠθέλησεν. Ἂν οὖν καὶ ἐκεῖνος λέγῃ, ὅτι Ἔδει τὸν Θεὸν ἐνθεῖναι τὴν γνῶσιν ἡμῖν φυσικῶς, οὐχὶ καταγελάσῃ, καὶ
55πρὸς αὐτὸν ἐρεῖς, Διὰ τί γὰρ μὴ ἐζήτησας; διὰ τί μὴ ἐσπούδασας, καθάπερ ἐγώ; καὶ μετὰ πολλῆς στήσῃ τῆς παῤῥησίας, καὶ ἐρεῖς, ὅτι ἀνοίας ἐσχάτης ἦν τὸ ἐγκαλεῖν τῷ Θεῷ, ὅτι μὴ τῇ φύσει τὴν γνῶσιν ἐνέθηκε; Ταῦτα δὲ ἐρεῖς, ἐπειδή σοι κατώρθωται τὰ
60τῆς γνώσεως· οὕτω καὶ τὰ τοῦ βίου εἰ κατώρθωτο, οὐκ ἂν ταῦτα ἐζήτησας, ἀλλ’ ἐπειδὴ ἀποκάμνεις πρὸς τὴν ἀρετὴν, διὰ τοῦτο τοὺς ἀνοήτους τούτους προ‐ βάλλῃ λόγους. Πῶς δὲ καὶ ἐχρῆν ποιῆσαι ἀνάγκῃ γίνεσθαι καλόν; Οὐκοῦν ἔμελλεν ἡμῖν τὰ ἄλογα φι‐
65λονεικεῖν τῆς ἀρετῆς, ἅτε ἡμῶν σωφρονέστερα19

61

.

21

ἔνια ὄντα. Ἀλλ’ ἐβουλόμην, φησὶν, εἶναι ἀνάγκῃ καλὸς, καὶ πάντων ἀποστερεῖσθαι τῶν μισθῶν, ἢ προαιρέσει φαῦλος, καὶ κολάζεσθαι καὶ τιμωρεῖσθαι. Ἀλλ’ οὐκ ἔστιν ἀνάγκῃ ποτὲ καλὸν εἶναι. Εἰ μὲν οὖν
5ἀγνοεῖς τὸ πρακτέον, δεῖξον, καὶ τότε ἐροῦμεν ὅπερ εἰπεῖν δεῖ· εἰ δὲ οἶδας πονηρὰν τὴν ἀσέλγειαν οὖσαν, τίνος ἕνεκεν οὐ φεύγεις τὸ πονηρόν; Οὐ δύναμαι, φησίν. Ἀλλ’ ἕτεροι οἱ τὰ μείζω κατορθώσαντες κατ‐ ηγορήσουσί σου, καὶ ἐπιστομίσουσί σε ἐκ περιουσίας
10πολλῆς. Σὺ μὲν γὰρ ἴσως καὶ μετὰ γυναικὸς ὢν οὐ σωφρονεῖς, ἄλλος δὲ καὶ χωρὶς γυναικὸς ἀκέραιον διατηρεῖ τὴν ἁγνείαν. Τίνα οὖν ἔχεις ἀπολογίαν, τὸ μέτρον οὐ φυλάττων, ἑτέρου ὑπὲρ τὰ σκάμματα πη‐ δῶντος; Ἀλλ’ οὐκ εἰμὶ τοιοῦτος, φησὶ, τοῦ σώματος
15τὴν φύσιν ἢ τὴν προαίρεσιν. Ἐπειδὴ μὴ θέλεις, οὐκ ἐπειδὴ μὴ δύνασαι· καὶ γὰρ δείκνυμι πάντας ἐπιτη‐ δείως πρὸς ἀρετὴν ἔχοντας. Ὃ γὰρ μὴ δύναταί τις ποιῆσαι, οὐδὲ ἀνάγκης ἐπικειμένης δυνήσεται ποιῆ‐ σαι· εἰ δὲ ἀνάγκης ἐπικειμένης δύναται ὁ μὴ ποιῶν,
20παρὰ προαίρεσιν οὐ ποιεῖ. Οἷόν τι λέγω· Ἀναπτῆναι καὶ πρὸς τὸν οὐρανὸν ἀρθῆναι σῶμα ἔχοντα, βαρὺ πάντως καὶ ἀδύνατον. Τί οὖν, εἰ βασιλεὺς ἐπιτάξειε τοῦτο ποιῆσαι, καὶ θάνατον ἠπείλησε λέγων, ὅτι Τοὺς μὴ πετομένους ἀνθρώπους ἀποτέμνεσθαι κελεύω καὶ
25καίεσθαι, ἢ ἄλλο τι πάσχειν τοιοῦτον, ἆρα ἄν τις ὑπήκουσεν; Οὐδαμῶς· οὐ δέχεται γὰρ ἡ φύσις. Ἂν δὲ ἐπὶ σωφροσύνης τὸ αὐτὸ τοῦτο γένηται, καὶ θῇ διατάγματα, ὥστε τὸν ἀσελγαίνοντα κολάζεσθαι, καίεσθαι. μαστίζεσθαι, μυρία πάσχειν δεινὰ, ἆρα
30οὐκ ἂν ἐπείσθησαν πολλοὶ τῷ προστάγματι; Οὐχὶ, φησί· καὶ γὰρ κεῖται καὶ νῦν νόμος ὁ κελεύων μὴ μοιχεύειν, καὶ οὐ πάντες πείθονται. Οὐκ ἐπειδὴ ὁ φό‐ βος ἠσθένησεν, ἀλλ’ ἐπειδὴ λήσεσθαι προσδοκῶσιν οἱ πολλοί· ὡς εἰ παρῆν αὐτοῖς ἀσελγαίνειν μέλλουσιν ὁ
35νομοθέτης καὶ ὁ δικάζων, ἴσχυσεν ἂν ὁ φόβος ἐκβα‐ λεῖν τὴν ἐπιθυμίαν. Ἐπεὶ κἂν ἐλάττονα ταύτης ἑτέ‐ ραν ἀνάγκην ἐπαγάγω, καὶ λαβὼν αὐτὸν ἀπὸ τῆς ἐρωμένης γυναικὸς ἀπαγάγω καὶ δήσας καθείρξω, δυνήσεται ἐνεγκεῖν, καὶ μηδὲν παθεῖν ἀηδές.
40 Μὴ τοίνυν λέγωμεν, ὅτι ὁ δεῖνα φύσει καλὸς, καὶ ὁ δεῖνα φύσει κακός. Εἰ γὰρ φύσει ἀγαθὸς, οὐδέποτε δυνήσεται γενέσθαι κακός· καὶ εἰ φύσει κακὸς, οὐκ ἄν ποτε γένοιτο ἀγαθός. Νῦν δὲ ὁρῶμεν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ ἀπὸ τούτων εἰς θάτερα μεταβάλ‐
45λοντας, καὶ ἀπ’ ἐκείνων εἰς ταῦτα μεταπίπτοντας. Καὶ ταῦτα οὐκ ἐν ταῖς Γραφαῖς ἔστιν ἰδεῖν μόνον,
οἷον ὅτι τελῶναι γεγόνασιν ἀπόστολοι, καὶ μαθηταὶColumn end

61

.

22

προδόται, καὶ πόρναι γυναῖκες σώφρονες, καὶ λῃσταὶ εὐδοκίμησαν, καὶ μάγοι προσεκύνησαν, καὶ ἀσεβεῖς εἰς εὐσέβειαν μετέβαλον, ἐπί τε τῆς Καινῆς ἐπί τε τῆς Παλαιᾶς· ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν πολλὰ
5τοιαῦτα συμβαίνοντα ἴδοι τις ἄν. Εἰ δὲ φυσικὰ ἦν, οὐκ ἂν μετέπεσον. Καὶ γὰρ φύσει παθητοὶ ὄντες, οὐκ ἄν ποτε ἀπὸ σπουδῆς γενοίμεθα ἀπαθεῖς. Τὸ γὰρ φύ‐ σει τι ὂν, οὐκ ἂν ἐκπέσῃ τοῦ κατὰ φύσιν. Οὐδεὶς γοῦν ἀπὸ τοῦ καθεύδειν ἐπὶ τὸ μὴ καθεύδειν μετ‐
10έπεσεν, οὐδεὶς ἀπὸ τοῦ φθείρεσθαι ἐπὶ τὸ μὴ φθείρεσθαι, οὐδεὶς ἀπὸ τοῦ πεινῇν ἐπὶ τὸ μηδέποτε τοῦτο πάσχειν. Διὰ τοῦτο οὐδὲ ἐγκλήματα ταῦτά ἐστιν, οὐδὲ ὀνειδίζομεν ἑαυτοὺς ἐπὶ τούτοις. Οὐδὲ μέλλων τίς τινι ἐγκαλεῖν εἶπεν· Ὦ φθαρτὲ καὶ παθητέ· ἀλλ’
15ἢ μοιχείαν ἢ πορνείαν ἤ τι τῶν τοιούτων ἀεὶ προ‐ φέρομεν τοῖς ὑπευθύνοις, καὶ δικασταῖς προσάγομεν τοῖς ἐγκαλοῦσι καὶ κολάζουσι, καὶ ἐπὶ τοῖς ἐναντίοις τιμῶσιν. Ὅταν οὖν καὶ ἐξ ὧν πρὸς ἀλλήλους ποιοῦ‐ μεν, καὶ ἐξ ὧν δικαζόμενοι πάσχομεν, καὶ ἐξ ὧν νό‐
20μους ἐγράψαμεν, καὶ ἐξ ὧν ἑαυτῶν καταγινώσκομεν, κἂν μηδεὶς ὁ κατηγορῶν ᾖ, καὶ ἐξ ὧν ῥᾳθυμοῦντες μὲν χείρους, φοβούμενοι δὲ βελτίους γινόμεθα, καὶ ἐξ ὧν ἄλλους ὁρῶμεν κατορθοῦντας καὶ πρὸς ἄκρον φιλοσοφίας ἀφικομένους, εὔδηλον ὅτι καὶ ἐφ’ ἡμῖν
25κεῖται τὸ κατορθοῦν· τί μάτην ψυχραῖς ἑαυτοὺς ἀπατῶμεν οἱ πολλοὶ προφάσεσι καὶ ἀπολογίαις, μὴ μόνον συγγνώμην οὐ φερούσαις, ἀλλὰ καὶ κόλασιν ἀφόρητον, δέον τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πρὸ τῶν ὀφθαλμῶν ἔχοντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ
30μικρὰ πονέσαντας, τοὺς ἀκηράτους λαβεῖν στεφά‐ νους; Οὐδὲν γὰρ ἡμῶν ταῦτα προστήσεται τὰ ῥή‐ ματα· ἀλλ’ οἱ σύνδουλοι καὶ τὰ ἐναντία κατωρθωκότες κατακρινοῦσι τοὺς διαμαρτάνοντας πάντας, τὸν ὠμὸν ὁ ἐλεήμων, τὸν πονηρὸν ὁ χρηστὸς, τὸν θρασὺν ὁ
35ἐπιεικὴς, τὸν βάσκανον ὁ φιλόφρων, τὸν κενόδοξον ὁ φιλόσοφος, τὸν ῥᾴθυμον ὁ σπουδαῖος, τὸν ἀκόλαστον ὁ σώφρων. Οὕτως οἴσει τὴν κρίσιν ἡμῖν ὁ Θεὸς, ἑκάτερά τε στήσει τὰ τάγματα, τοὺς μὲν ἐπαινῶν, τοὺς δὲ κολάζων. Ἀλλὰ μὴ γένοιτό τινα τῶν παρόν‐
40των γενέσθαι τῶν κολαζομένων καὶ ἠτιμωμένων, ἀλλὰ τῶν στεφανουμένων καὶ τῶν τῆς θείας βασιλείας ἐπιτυγχανόντων· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι,
45δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

61

.

21

(48)

ΟΜΙΛΙΑ Γʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος

61

.

21

(50)

τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. αʹ. Ὅπερ ἀεὶ ἔλεγον, ὅτι ἠρέμα καὶ κατὰ μικρὸν δεῖ
55τὰς ἐπιπλήξεις ποιεῖσθαι, τοῦτο καὶ ὁ Παῦλος ἐν‐ ταῦθα ποιεῖ. Μέλλων γὰρ εἰς πρᾶγμα ἐμβαίνειν πολ‐ λῶν κινδύνων γέμον, καὶ τὴν Ἐκκλησίαν ἐκ βάθρων ἱκανὸν ὂν ἀνασπάσαι, προσηνέστερον τῷ λόγῳ κέχρη‐ ται. Φησὶ γὰρ παρακαλεῖν αὐτοὺς, παρακαλεῖν δὲ διὰ
60τοῦ Χριστοῦ, ὡς οὐδὲ αὐτὸς ἀρκῶν μόνος ταύτην θέσθαι τὴν ἱκετηρίαν, καὶ πεῖσαι. Τί δέ ἐστι, Παρα‐
καλῶ διὰ τοῦ Χριστοῦ; Τὸν Χριστὸν λαμβάνω σύμ‐Column end

61

.

22

(49)

μαχον, καὶ βοηθὸν αὐτοῦ τὸ ὄνομα τὸ ἠδικημένον

61

.

22

(50)

καὶ ὑβρισμένον· σφόδρα ἐντρεπτικῶς, ὥστε μὴ ἀπαναισχυντῆσαι αὐτούς· ἰταμοὺς γὰρ ἡ ἁμαρτία ποιεῖ. Διὰ τοῦτο ἂν μὲν εὐθέως σφοδρῶς ἐπιπλήξῃς, ἀπηνῆ καὶ ἀναίσχυντον εἰργάσω· ἂν δὲ ἐντρέψῃς, κατέκαμψας τὸν αὐχένα, κατέσπασας τὴν παῤῥησίαν,
55κάτω νεύειν ἐποίησας. Ὅπερ καὶ ὁ Παῦλος κατα‐ σκευάζων, παρακαλεῖ τέως διὰ τοῦ ὀνόματος τοῦ Χριστοῦ. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖ· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.
Τοῦ σχίσματος ἡ ἔμφασις καὶ αὐτὸ τῆς κατηγορίας21

61

.

23

τὸ ὄνομα ἱκανὰ σφόδρα αὐτῶν καθάψασθαι. Οὐ γὰρ πολλὰ γέγονεν ὁλόκληρα μέρη, ἀλλὰ καὶ τὸ ἓν ἀπ‐ ώλετο. Εἰ μὲν γὰρ Ἐκκλησίαι ἦσαν ὁλόκληροι, ἦν πολλὰ τὰ συστήματα· εἰ δὲ σχίσματα, καὶ τὸ ἓν
5διεφθάρη. Τὸ γὰρ ὁλόκληρον, ὅταν εἰς πολλὰ διαιρεθῇ, οὐ μόνον πολλὰ οὐ γίνεται, ἀλλὰ καὶ τὸ ἓν ἀπόλλυ‐ ται. Τοιαύτη τῶν σχισμάτων ἡ φύσις. Εἶτα, ἐπειδὴ σφόδρα καθήψατο τῇ προσηγορίᾳ τοῦ σχίσματος, πάλιν λεαίνει καὶ πραΰνει λέγων· Ἦτε δὲ κατηρτισμένοι
10ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα τὸ αὐτὸ λέγητε, Μὴ νομίσητε, φησὶν, ὅτι μέχρι ῥημάτων εἶπον εἶναι τὴν ὁμόνοιαν· τὴν γὰρ ἀπὸ διανοίας συμφωνίαν ἐπιζητῶ· ἀλλ’ ἐπειδὴ ἔστι καὶ λέγειν ἀπὸ διανοίας τὸ αὐτὸ, οὐ μὴν ἐν πᾶσι τοῖς
15πράγμασι, διὰ τοῦτο καὶ τοῦτο προσέθηκε, τὸ, Ἦτε δὲ κατηρτισμένοι. Ὁ γὰρ ἡνωμένος ἔν τινι, ἔν τινι δὲ διχονοῶν, οὐκέτι κατήρτισται, οὐδὲ ἀπήρτισται εἰς ὁμοφροσύνην. Ἔστι δὲ καὶ τοῖς νοήμασι συμ‐ φωνοῦντα, μηδέπω καὶ τῇ γνώμῃ συμφωνεῖν· οἷον,
20ὅταν τὴν αὐτὴν πίστιν ἔχοντες, μὴ ὦμεν συνημμένοι κατὰ τὴν ἀγάπην. Οὕτω γὰρ κατὰ μὲν τὰ νοήματα ἡνώμεθα (τὰ γὰρ αὐτὰ νοοῦμεν), κατὰ δὲ τὴν γνώ‐ μην οὐκέτι· ὅπερ οὖν καὶ τότε ἐγένετο, τοῦ μὲν τὸν δεῖνα, τοῦ δὲ τὸν δεῖνα αἱρουμένου. Διὰ τοῦτό φησιν,
25ὅτι καὶ τῷ νοῒ καὶ τῇ γνώμῃ δεῖ συμφωνεῖν. Οὐδὲ γὰρ ἀπὸ τοῦ διεστάναι κατὰ τὴν πίστιν τὰ σχίσματα ἐγίνετο, ἀλλὰ ἀπὸ τοῦ τὴν γνώμην διῃρῆσθαι κατὰ ἀνθρωπίνην φιλονεικίαν. Ἀλλ’ ἐπειδὴ ὁ ἐγκαλούμε‐ νος, ἕως ἂν μὴ ἔχῃ τοὺς μάρτυρας, ἀπαναισχυντεῖ,
30ὅρα πῶς μὴ συγχωρῶν εἰς ἄρνησιν ἐξελθεῖν μάρτυ‐ ρας παρήγαγεν. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης. Καὶ οὔτε εὐθέως τοῦτο εἶπεν, ἀλλὰ πρότερον τὸ ἔγκλημα τέθεικεν, ὅπερ πεπιστευκότος ἦν τοῖς δηλώσασιν· εἰ γὰρ μὴ
35τοῦτο ἦν, οὐδ’ ἂν ἐνεκάλεσεν· οὐ γὰρ ἂν ἁπλῶς ὁ Παῦλος ἐπίστευσεν. Οὔτε οὖν εὐθέως εἶπεν ὅτι ἐδη‐ λώθη, ἵνα μὴ δόξῃ ὡς ἐξ ἐκείνων ἐγκαλεῖν, οὔτε ἀπεσιώπησεν, ἵνα μὴ δόξῃ ἐξ ἑαυτοῦ μόνον λέγειν. Καὶ πάλιν ἀδελφοὺς αὐτοὺς ὀνομάζει. Κἂν γὰρ ᾖ δῆ‐
40λον τὸ ἁμάρτημα, οὐδὲν κωλύει ἀδελφοὺς καλεῖν ἔτι. Σκόπει δὲ τὴν σύνεσιν, πῶς οὐ κεχωρισμένον ἔθηκε τὸ πρόσωπον, ἀλλ’ ὁλόκληρον οἰκίαν, ὥστε μὴ ἐκπο‐ λεμῶσαι αὐτοὺς πρὸς τὸν εἰρηκότα· οὕτω γὰρ καὶ περιέστειλεν ἐκεῖνον, καὶ τὴν κατηγορίαν ἀδεῶς
45ἐξεκάλυψεν. Οὐ γὰρ τὸ ἐκείνων εἶδε μόνον, ἀλλὰ καὶ τὸ τούτων συμφέρον. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐδηλώθη μοι παρά τινων, ἀλλὰ καὶ τὴν οἰκίαν δήλην ἐποίησεν, ὥστε μὴ νομίζεσθαι πλάττειν. Τί ἐδηλώθη; Ὅτι ἔρι‐ δες ἐν ὑμῖν εἰσιν. Ὅτε μὲν οὖν αὐτοῖς ἐπιτιμᾷ, λέ‐

61

.

23

(50)

γει· Ἵνα μὴ ἐν ὑμῖν σχίσματα ᾖ· ὅτε δὲ τὰ ἑτέρων ἀπαγγέλλει, πραότερον ἀπαγγέλλει λέγων, Ἐδηλώθη γάρ μοι, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν, ὥστε μὴ συγκροῦ‐ σαι τοὺς εἰρηκότας. Εἶτα λέγει καὶ τῆς ἔριδος τὸ εἶδος. Ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μὲν εἰμὶ
55Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. Ἔριδας γὰρ οὔ φημι, φησὶ, τὰς περὶ ἰδιωτικῶν πραγμάτων, ἀλλὰ τὰς χαλεπωτέρας. Ὅτι ἕκαστος ὑμῶν λέγει. Οὐ γὰρ μέρος, ἀλλὰ τὸ πᾶν ἐπενέμετο τῆς Ἐκκλη‐ σίας ἡ φθορά. Καίτοι γε οὐδὲ περὶ ἑαυτοῦ, οὐδὲ περὶ
60Πέτρου, οὐδὲ περὶ Ἀπολλὼ ἔλεγον· ἀλλὰ δείκνυσιν, ὅτι εἰ τούτοις ἐπερείδεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον ἑτέροις. Ὅτι γὰρ οὔτε περὶ αὐτῶν ἔλεγον, προϊών
φησι· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶColumn end

61

.

24

Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέ‐ γραπται, φρονεῖν. Εἰ γὰρ Παύλου καὶ Ἀπολλὼ καὶ Κηφᾶ οὐκ ἐχρῆν ἐπιφημίζειν ἑαυτοῖς τὰ ὀνόματα, πολλῷ μᾶλλον ἑτέρων. Εἰ τὸν διδάσκαλον, καὶ πρῶ‐
5τον τῶν ἀποστόλων, καὶ τοσοῦτον κατηχήσαντα δῆμον, οὐκ ἐχρῆν ἐπιγράφεσθαι, πολλῷ μᾶλλον τοὺς οὐδὲν ὄντας. Μεθ’ ὑπερβολῆς τοίνυν, ἀπαγαγεῖν αὐτοὺς τοῦ νοσήματος σπεύδων, ταῦτα τίθησι τὰ ὀνόματα· ἄλλως δὲ καὶ ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον, οὐκ ὀνομαστὶ
10μεμνημένος τῶν διατεμνόντων τὴν Ἐκκλησίαν, ἀλλ’ ὥσπερ τισὶ προσώποις ταῖς τῶν ἀποστόλων προσ‐ ηγορίαις κρύπτων αὐτούς· Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ. βʹ. Οὐ προτιμῶν ἑαυτὸν τοῦ Πέτρου τέθεικεν ἔσχα‐
15τον ἐκεῖνον, ἀλλὰ καὶ σφόδρα τὸν Πέτρον ἑαυτοῦ προ‐ τιθείς. Κατὰ γὰρ αὔξησιν προήγαγε τὸν λόγον, ἵνα μὴ νομισθῇ φθόνῳ τοῦτο ποιεῖν καὶ ἀφαιρεῖσθαι ἐκεί‐ νους τὴν τιμὴν διὰ βασκανίαν. Διὰ τοῦτο καὶ ἑαυτὸν τέθεικε πρῶτον. Ὁ γὰρ πρῶτον ἑαυτὸν ἀποδοκιμά‐
20ζων, οὐκ ἀπὸ τοῦ τιμῆς ἐρᾷν τοῦτο ποιεῖ, ἀλλ’ ἀπὸ τοῦ σφόδρα καταφρονεῖν τῆς τοιαύτης δόξης. Τὴν τοίνυν ἅπασαν προσβολὴν αὐτὸς δέχεται, καὶ τότε τί‐ θησι τὸν Ἀπολλὼ, καὶ τότε τὸν Κηφᾶν. Οὐ τοίνυν ἐπαίρων ἑαυτὸν τοῦτο ἐποίησεν, ἀλλ’ ἐν οἷς οὐκ ἐχρῆν
25γίνεσθαι, διὰ τοῦ οἰκείου προσώπου πρῶτον ποιεῖται τὴν διόρθωσιν. Ἀλλ’ ὅτι μὲν οἱ τῷ δεῖνι καὶ τῷ δεῖνι προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, δῆλον· καὶ καλῶς ἐνεκάλεσεν εἰπὼν, ὅτι Οὐ καλῶς ποιεῖτε λέγοντες, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ
30Κηφᾶ· τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐγὼ δὲ Χρι‐ στοῦ; Εἰ γὰρ οἱ ἀνθρώποις προσνέμοντες ἑαυτοὺς ἡμάρτανον, οὐ δήπου καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνα‐ τιθέντες. Ἀλλ’ οὐ τοῦτο ἐνεκάλει, ὅτι τὸν Χριστὸν ἑαυτοῖς ἐπεφήμιζον, ἀλλ’ ὅτι μὴ πάντες μόνον. Οἶ‐
35μαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βου‐ λόμενον βαρύτερον τὸ ἔγκλημα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς μέρος δοθέντα ἓν, εἰ καὶ μὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· Μεμέρισται
40ὁ Χριστός; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κατετέμετε τὸν Χριστὸν καὶ διείλετε αὐτοῦ τὸ σῶμα. Ὁρᾷς θυ‐ μὸν, ὁρᾷς ἐπίπληξιν, ὁρᾷς λόγον γέμοντα ἀγανακτή‐ σεως; Ὅταν γὰρ μὴ κατασκευάζῃ, ἀλλ’ ἐρωτᾷ μό‐ νον, ὡς ὡμολογημένου τοῦ ἀτόπου τοῦτο ποιεῖ. Τινὲς
45δὲ καὶ ἕτερον αὐτόν φασιν αἰνίττεσθαι διὰ τοῦ λέγειν· Μεμέρισται ὁ Χριστός· οἷον, διενείματο πρὸς ἀν‐ θρώπους καὶ ἐμερίσατο τὴν Ἐκκλησίαν, καὶ μοῖραν τὴν μὲν αὐτὸς ἔλαβε, τὴν δὲ ἐκείνοις ἔδωκεν. Εἶτα ἐργάζεται λοιπὸν τὴν ἀναίρεσιν τοῦ ἀτόπου, λέγων·

61

.

24

(50)

Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνο‐ μα Παύλου ἐβαπτίσθητε; Ὅρα φιλόχριστον γνώ‐ μην, πῶς ἐπὶ τοῦ οἰκείου λοιπὸν ὀνόματος προσάγει τὸ πᾶν, ἐκ περιουσίας δεικνὺς, ὅτι οὐ προσήκει οὐ‐ δενὶ αὕτη ἡ τιμή. Καὶ ἵνα μὴ δόξῃ φθόνῳ κινούμε‐
55νος ταῦτα λέγειν, διὰ τοῦτο συνεχῶς ἑαυτὸν περι‐ στρέφει· καὶ σκόπει τὴν σύνεσιν. Οὐ γὰρ εἶπε, Μὴ Παῦλος τὸν κόσμον ἐποίησε; μὴ Παῦλος ὑμᾶς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν; ἀλλ’ ἃ ἦν τῶν πιστῶν ἐξαίρετα μόνον καὶ πολλῆς κηδεμονίας,
60ταῦτα τίθησι, τὸν σταυρὸν καὶ τὸ βάπτισμα, καὶ τὰ ἐκ τούτων ἀγαθά. Δείκνυσι μὲν γὰρ τοῦ Θεοῦ τὴν
φιλανθρωπίαν καὶ ἡ τοῦ κόσμου δημιουργία, μάλι‐23

61

.

25

στα δὲ ἡ διὰ τοῦ σταυροῦ συγκατάβασις. Καὶ οὐκ εἶπε, Μὴ Παῦλος ἀπέθανεν ὑπὲρ ὑμῶν; ἀλλὰ, Μὴ Παῦλος ἐσταυρώθη; καὶ τὸ εἶδος τοῦ θανάτου τι‐ θείς· ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Καὶ
5οὐκ εἶπε, Μὴ Παῦλος ἐβάπτισεν ὑμᾶς; ἐβάπτισε γὰρ πολλούς· ἀλλ’ οὐ τὸ ζητούμενον τοῦτο ἦν, ὑπὸ τίνος ἐβαπτίσθησαν, ἀλλὰ τὸ εἰς τίνος ὄνομα ἐβαπτί‐ σθησαν. Ἐπειδὴ γὰρ καὶ τοῦτο αἴτιον ἐγένετο σχισμά‐ των, τὸ ἀπὸ τῶν βαπτισάντων καλεῖσθαι, καὶ τοῦτο
10διορθοῦται λέγων, Μὴ εἰς τὸ ὄνομα Παύλου ἐβα‐ πτίσθητε; Καὶ μὴ γὰρ εἴπῃς, φησὶ, Τίς ἐβάπτισεν, ἀλλ’, Εἰς τὸ τίνος ὄνομα; Οὐ γὰρ ὁ βαπτίσας, ἀλλ’ ὁ καλούμενος εἰς τὸ βάπτισμα ζητεῖται· οὗτος γὰρ ἀφίησι τὰ ἁμαρτήματα. Καὶ ἄχρι τούτου στήσας τὸν
15λόγον, οὐκέτι τοῖς ἑξῆς ἐπεξέρχεται. Οὐ γὰρ λέγει, Μὴ Παῦλος ὑμῖν ἐπηγγείλατο τὰ μέλλοντα ἀγαθά; μὴ Παῦλος ὑμῖν ὑπέσχετο βασιλείαν οὐρανῶν; Τί δήποτε οὖν οὐχὶ καὶ ταῦτα προστίθησιν; Ὅτι οὐκ ἔστιν ἴσον βασιλείαν ἐπαγγείλασθαι, καὶ σταυρωθῆ‐
20ναι. Ἐκεῖνο μὲν γὰρ οὔτε κίνδυνον εἶχεν, οὔτε αἰ‐ σχύνην ἔφερε· τοῦτο δὲ ἅπαντα ταῦτα· ἄλλως δὲ καὶ ἐκεῖνα ἀπὸ τούτων κατασκευάζει. Εἰπὼν γὰρ, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἐπήγαγε, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
25καὶ πάλιν, Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Τούτου ἕνε‐ κεν οὐκ ἐπήγαγεν ἐκεῖνα· καὶ ὅτι τὰ μὲν οὐδέπω εἶχον, τῶν δὲ ἤδη πεῖραν εἰλήφεσαν, καὶ τὰ μὲν ἦν ἐν
30ἐπαγγελίαις, τὰ δὲ ἤδη γεγένητο. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Κάϊον. Τί μέγα φρονεῖτε ἐπὶ τῷ βαπτίσαι, ὅπου γε ἐγὼ καὶ εὐχαριστῶ, ὅτι οὐκ ἐποίησα τοῦτο; Ταῦτα δὲ λέγων, καθαιρεῖ τὸ ἐπὶ τούτῳ φύσημα
35οἰκονομικῶς, οὐχὶ τὴν δύναμιν τοῦ βαπτίσματος, μὴ γένοιτο, ἀλλὰ τὴν ἀπόνοιαν τῶν μέγα ἐπὶ τῷ βαπτί‐ σαι φρονούντων, πρῶτον μὲν τῷ δεικνύναι, ὅτι οὐκ αὐτῶν ἐστι τὸ δῶρον, δεύτερον δὲ τῷ εὐχαριστεῖν τῷ Θεῷ διὰ τοῦτο. Μέγα μὲν γὰρ τὸ βάπτισμα, ἀλλὰ
40μέγα αὐτὸ οὐχ ὁ βαπτίζων ποιεῖ, ἀλλ’ ὁ καλούμενος εἰς τὸ βάπτισμα· ἐπεὶ τὸ βαπτίσαι οὐδέν ἐστιν ὅσον εἰς ἀνθρώπινον πόνον, ἀλλὰ πολλῷ ἔλαττον τοῦ εὐ‐ αγγελίσασθαι. Μέγα μὲν γάρ ἐστι, πάλιν φημὶ, τὸ βάπτισμα, καὶ ἄνευ βαπτίσματος ἀμήχανον βασι‐
45λείας ἐπιτυχεῖν· ἀλλὰ δύναται αὐτὸ καὶ ἀνὴρ οὐ σφόδρα γενναῖος ποιῆσαι, τὸ δὲ εὐαγγελίσασθαι πολ‐ λοῦ δεῖται πόνου. γʹ. Λέγει δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν εὐχαριστεῖ, ὅτε οὐδένα ἐβάπτισε. Τίς οὖν ἐστιν αὕτη; Ἵνα μή τις

61

.

25

(50)

εἴπῃ, φησὶ, ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε. Τί δαί; περὶ γὰρ ἐκείνων τοῦτο ἔλεγον; Οὐδαμῶς· ἀλλὰ δέδοικα, φησὶ, μὴ καὶ εἰς τοῦτο προβῇ τὸ νόση‐ μα. Εἰ γὰρ εὐτελῶν ἀνθρώπων καὶ οὐδενὸς ἀξίων λόγου βαπτιζόντων, αἵρεσις γέγονεν, εἰ ἐγὼ ὁ καταγγείλας
55τὸ βάπτισμα πολλοὺς ἐβάπτισα, εἰκὸς ἦν συστάντας μὴ μόνον ἐπὶ τῷ ὀνόματί μου καλεῖσθαι, ἀλλὰ καὶ τὸ βάπτισμα ἐμοὶ ἐπιφημίζειν. Εἰ γὰρ ἀπὸ τῶν ἐλαττό‐ νων τοσοῦτον ἐγένετο κακὸν, ἴσως ἂν καὶ ἔτι πολλῷ χαλεπώτερον ἀπὸ τῶν μειζόνων προὔβη. Ἐντρέψας
60τοίνυν τοὺς διεφθαρμένους ταύτῃ, καὶ προσειπὼν, Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον, πάλιν αὐ‐ τῶν ὑποσύρει τὸν τῦφον λέγων· Λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι οὐδὲ περισπούδαστον ἦν αὐτῷ τῆς ἀπὸ τούτου τιμῆς
65ἀπολαύειν παρὰ τῶν πολλῶν, οὐδὲ δόξης ἕνεκεν ἐπὶColumn end

61

.

26

τοῦτο ἤρχετο. Οὐ τούτοις δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἑξῆς σφόδρα αὐτῶν καταστέλλει τὴν φλεγμονὴν, λέ‐ γων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι. Τὸ γὰρ ἐπιπονώτερον καὶ πολ‐
5λοῦ δεόμενον μόχθου καὶ ψυχῆς σιδηρᾶς, καὶ ὃ πάντα συνεῖχε, τοῦτο ἦν. Διὸ καὶ Παῦλος αὐτὸ ἐνεχειρίζετο. Καὶ τίνος ἕνεκεν μὴ ἀποσταλεὶς βαπτίζειν, ἐβάπτι‐ ζεν; Οὐ μαχόμενος τῷ ἀποστείλαντι, ἀλλ’ ἐκ περιου‐ σίας τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, ὅτι Ἐκωλύθην, ἀλλ’
10ὅτι Οὐκ ἀπεστάλην ἐπὶ τούτῳ, ἀλλ’ ἐπὶ τῷ ἀναγκαιο‐ τάτῳ. Τὸ μὲν γὰρ εὐαγγελίζεσθαι ἑνός που καὶ δευτέρου, τὸ δὲ βαπτίζειν παντὸς ἂν εἴη τοῦ τὴν ἱερωσύνην ἔχοντος. Ἄνθρωπον μὲν γὰρ κατηχούμε‐ νον λαβόντας καὶ πεπεισμένον βαπτίσαι, παντὸς
15οὑτινοσοῦν ἐστιν· ἡ γὰρ προαίρεσις τοῦ προσιόντος λοιπὸν ἐργάζεται τὸ πᾶν, καὶ ἡ τοῦ Θεοῦ χάρις· ὅταν δὲ ἀπίστους δέῃ κατηχῆσαι, πολλοῦ δεῖ πόνου, πολλῆς τῆς σοφίας· τότε δὲ καὶ τὸ κινδυνεύειν προσῆν. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν γέγονε, καὶ πέπεισται ὁ μυσταγω‐
20γεῖσθαι μέλλων, καὶ οὐδὲν μέγα, πεισθέντα βαπτίσαι· ἐνταῦθα δὲ πολὺς ὁ πόνος ὥστε μεταπεῖσαι προαίρε‐ σιν, καὶ μεταθεῖναι γνώμην, καὶ ἀναμοχλεῦσαι πλά‐ νην, καὶ καταφυτεῦσαι τὴν ἀλήθειαν. Ἀλλ’ οὐ λέγει ταῦτα οὕτως, οὐδὲ κατασκευάζει καί φησιν, ὅτι
25οὐδένα πόνον ἔχει τὸ βαπτίσαι, ἀλλὰ τὸ εὐαγγελίσα‐ σθαι· οἶδε γὰρ ἀεὶ μετριάζειν· ἀλλ’ ἐν τῇ συγκρίσει τῆς ἔξωθεν σοφίας σφόδρα ἀποτείνεται, ἔνθα κατα‐ φορικωτέρῳ ἠδύνατο χρήσασθαι λόγῳ. Οὐ τοίνυν ἐναντιούμενος τῷ πέμποντι ἐβάπτιζεν· ἀλλ’ ὥσπερ
30ἐπὶ τῶν χηρῶν, εἰπόντων τῶν ἀποστόλων, Οὐκ ἔστιν ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, διηκονήσατο, οὐκ ἐναντιούμε‐ νος ἐκείνοις, ἀλλ’ ἐκ περιουσίας ποιῶν· οὕτω καὶ ἐν‐ ταῦθα. Ἐπεὶ καὶ νῦν τοῖς μὲν ἀφελεστέροις τῶν
35πρεσβυτέρων τοῦτο ἐγχειρίζομεν, τὸν δὲ διδασκαλι‐ κὸν λόγον τοῖς σοφωτέροις· ἐκεῖ γάρ ἐστιν ὁ πόνος καὶ ὁ ἱδρώς. Διὸ καὶ αὐτός φησιν· Οἱ καλῶς προ‐ εστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.
40Ὥσπερ γὰρ τὸ μὲν διδάξαι τοὺς παλαίοντας, ἀνδρός ἐστι γενναίου καὶ παιδοτρίβου σοφοῦ, τὸ δὲ ἐπιθεῖναι τὸν στέφανον τῷ νικήσαντι καὶ τοῦ μὴ δυναμένου παλαίειν ἐστὶ, καίτοι γε ὁ στέφανος λαμπρότερον ποιεῖ τὸν νικήσαντα· οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος·
45ἀδύνατον μὲν γὰρ χωρὶς αὐτοῦ σωθῆναι, οὐδὲν δὲ μέγα ὁ βαπτίζων ποιεῖ, προαίρεσιν παρεσκευασμένην λαβών. Οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Καθελὼν τὸ φύσημα τῶν διὰ τὸ βαπτίζειν μέγα φρονούντων, μεθίσταται λοιπὸν

61

.

26

(50)

πρὸς τοὺς ἐπὶ σοφίᾳ τῇ ἔξωθεν κομπάζοντας, καὶ κατ’ αὐτῶν ὁπλίζεται σφοδρότερον. Πρὸς μὲν γὰρ τοὺς ἐπὶ τῷ βαπτίζειν πεφυσιωμένους ἔλεγεν, Εὐ‐ χαριστῶ, ὅτι οὐδένα ἐβάπτισα, καὶ ὅτι οὐκ ἀπ‐ έστειλέ με ὁ Χριστὸς βαπτίζειν· καὶ οὔτε σφοδρῶς
55οὔτε κατασκευαστικῶς κέχρηται τῷ λόγῳ, ἀλλ’ αἰνι‐ ξάμενος δι’ ὀλίγων ἅπερ ἐβούλετο, παρέδραμεν· ἐν‐ ταῦθα δὲ ἐκ προοιμίων χαλεπὴν δίδωσι τὴν πληγὴν λέγων· Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Τί τοίνυν μέγα φρονεῖς, ἐφ’ ᾧ ἐγκαλύπτεσθαι ἔδει; Εἰ
60γὰρ πολεμεῖ τῷ σταυρῷ καὶ μάχεται τοῖς Εὐαγγελίοις ἡ σοφία αὕτη, οὐκ αὐχεῖν ἐπ’ αὐτῇ, ἀλλὰ καὶ κατα‐ δύεσθαι δεῖ. Τοῦτο γὰρ αἴτιον τοῦ μὴ γενέσθαι τοὺς ἀποστόλους σοφοὺς, οὐκ ἀσθενείᾳ τοῦ χαρίσματος, ἀλλ’ ἵνα μὴ βλαβῇ τὸ κήρυγμα. Οὐκ ἄρα ἐκεῖνοι ἦσαν
65οἱ συνιστῶντες τὸν λόγον, ἀλλὰ καὶ λυμαινόμενοι· οἱ25

61

.

27

δὲ ἰδιῶται οἱ βεβαιοῦντες. Τοῦτο οἶδε κολάσαι τῦ‐ φον, τοῦτο καταστεῖλαι φλεγμονὴν, τοῦτο πεῖσαι μετριάζειν. Καὶ εἰ οὐκ ἐν σοφίᾳ λόγου, τίνος ἕνεκεν τὸν Ἀπολλὼ λόγιον ὄντα ἔπεμψαν, φησί; Οὐ τῇ
5τῶν λόγων δυνάμει θαῤῥοῦντες, ἀλλ’ ὅτι δυνατὸς ἦν ἐν ταῖς Γραφαῖς, καὶ ἤλεγχε τοὺς Ἰουδαίους. Ἄλλως δὲ τὸ ζητούμενον ἦν, τὸ τοὺς πρωτοστάτας καὶ ἀρξα‐ μένους σπείρειν τὸν λόγον μὴ εἶναι λογίους. Οὗτοι γὰρ ἦσαν οἱ πολλῆς δεόμενοι δυνάμεως, ὥστε ἀπ‐
10ώσασθαι τὴν πλάνην ἐκ προοιμίων, καὶ τότε πολλῆς ἔδει τῆς ἰσχύος εἰς αὐτὴν τὴν εἴσοδον. δʹ. Ὁ τοίνυν μὴ δεηθεὶς εὐπαιδεύτων ἐκ προοι‐ μίων, εἰ μετὰ ταῦτα λογίους ἐδέξατο, οὐχ ὡς δεόμε‐ νος τοῦτο ἐποίησεν, ἀλλ’ ὡς οὐ διακρινόμενος. Ὥσπερ
15γὰρ οὐκ ἐδεῖτο σοφῶν εἰς τὸ κατορθῶσαι ἅπερ ἐβούλετο, οὕτως οὐδὲ μετὰ ταῦτα εὑρεθέντας διὰ τοῦτο ἐξέβαλε. Σὺ δὲ ἐκεῖνό μοι δεῖξον, εἰ Πέτρος λόγιος ἦν καὶ Παῦλος. Ἀλλ’ οὐκ ἂν ἔχοις· ἰδιῶται γὰρ ἦσαν, καὶ ἀγράμματοι. Ὥσπερ οὖν ὁ Χριστὸς,
20ὅτε τοὺς μαθητὰς ἔπεμπεν εἰς τὴν οἰκουμένην, δείξας αὐτοῦ τὴν δύναμιν αὐτοῖς ἐν Παλαιστίνῃ πρῶτον, καὶ εἰπὼν, Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου καὶ πήρας καὶ ὑποδήματος, μή τινος ὑστερήσατε; τότε ἐπέτρεψε λοιπὸν καὶ πήραν καὶ βαλάντιον ἔχειν·
25οὕτω καὶ ἐνταῦθα ἐποίησε. Τὸ γὰρ ζητούμενον ἦν δειχθῆναι τοῦ Χριστοῦ τὴν δύναμιν, οὐ διὰ τὴν ἔξωθεν σοφίαν ἐκβάλλεσθαι τῆς πίστεως τοὺς προσιόντας. Ὅταν οὖν Ἕλληνες κατηγορήσωσι τῶν μαθητῶν ὡς ἰδιωτῶν, πλέον ἡμεῖς ἐκείνων κατηγορῶμεν αὐτῶν.
30Μηδὲ λεγέτω τις, ὅτι σοφὸς ἦν ὁ Παῦλος· ἀλλ’ ἐπαί‐ ροντες ἐπὶ σοφίᾳ τοὺς μεγάλους παρ’ ἐκείνοις καὶ ἐπὶ εὐγλωττίᾳ θαυμασθέντας, τοὺς παρ’ ἡμῖν ἅπαν‐ τας λέγωμεν ἰδιώτας γεγονέναι. Οὐ μικρῶς γὰρ αὐ‐ τοὺς καὶ κατὰ τοῦτο καταβαλοῦμεν τὸ μέρος· οὕτω
35γὰρ ἔσται λαμπρὰ τὰ νικητήρια. Ταῦτα δὲ εἶπον, ἐπειδή τινος ἤκουσά ποτε Χρι‐ στιανοῦ πρὸς Ἕλληνα καταγελάστως διαλεγομένου, καὶ ἀμφοτέρων ἐν τῇ πρὸς ἀλλήλους μάχῃ τὰ ἑαυτῶν καταλυόντων. Ἃ γὰρ ἔδει τὸν Χριστιανὸν εἰπεῖν,
40ταῦτα ὁ Ἕλλην ἔλεγε· καὶ ἃ τὸν Ἕλληνα εἰκὸς ἦν εἰπεῖν, ταῦτα ὁ Χριστιανὸς προεβάλλετο. Περὶ Παύ‐ λου γὰρ καὶ Πλάτωνος ζητήσεως οὔσης, ὁ μὲν Ἕλλην ἐπειρᾶτο δεικνύναι, ὅτι ὁ Παῦλος ἦν ἀμαθὴς καὶ ἰδιώτης· ὁ δὲ Χριστιανὸς ὑπὸ ἀφελείας ἐσπούδαζε
45κατασκευάζειν, ὅτι Πλάτωνος λογιώτερος ἦν ὁ Παῦ‐ λος. Οὕτω δὲ τοῦ Ἕλληνος ἐγίνετο τὰ νικητήρια, τούτου κρατοῦντος τοῦ λόγου. Εἰ γὰρ Πλάτωνος ἐλ‐ λογιμώτερος ἦν ὁ Παῦλος, πολλοὺς εἰκὸς ἀντιλέγειν, ὅτι οὐ τῇ χάριτι, ἀλλὰ τῇ εὐγλωττίᾳ περιεγένετο.

61

.

27

(50)

Ὥστε ὑπὲρ τοῦ Ἕλληνος ἦν τὸ λεγόμενον ὑπὸ τοῦ Χριστιανοῦ· ὃ δὲ ἔλεγεν ὁ Ἕλλην, ὑπὲρ τοῦ Χρι‐ στιανοῦ ἦν. Εἰ γὰρ Παῦλος ἀπαίδευτος ἦν, ἐκράτησε δὲ Πλάτωνος, ὅπερ ἔλεγον, λαμπρὰ γέγονεν ἡ νίκη. Τοὺς γὰρ ἐκείνου μαθητὰς λαβὼν ὁ ἀμαθὴς ἅπαντας
55ἔπεισε, καὶ πρὸς ἑαυτὸν ἤγαγεν. Ὅθεν δῆλον, ὅτι οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, τὸ κήρυγμα περιγέγονεν, ἀλλὰ Θεοῦ χάριτι. Ἵν’ οὖν μὴ ταυτὰ πάσχωμεν, μηδὲ καταγελώμεθα οὕτω διαλεγόμενοι πρὸς Ἕλληνας, ἐπειδὰν ἡμῖν πρὸς αὐτοὺς ἀγὼν ᾖ, κατηγορῶμεν τῶν
60ἀποστόλων ὡς ἀμαθῶν· ἡ γὰρ κατηγορία αὕτη ἐγκώ‐Column end

61

.

28

μιον. Καὶ ὅταν εἴπωσιν ἐκεῖνοι, ὅτι ἄγροικοι ἦσαν οἱ ἀπόστολοι, προσθῶμεν ἡμεῖς, καὶ εἴπωμεν, ὅτι καὶ ἀμαθεῖς καὶ ἀγράμματοι καὶ πένητες καὶ εὐτελεῖς καὶ ἀσύνετοι καὶ ἀφανεῖς. Οὐκ ἔστι βλασφημία τῶν
5ἀποστόλων ταῦτα, ἀλλὰ καὶ δόξα, τὸ τοὺς τοιούτους τῆς οἰκουμένης πάσης λαμπροτέρους φανῆναι. Οὗτοι γὰρ οἱ ἰδιῶται καὶ ἄγροικοι καὶ ἀμαθεῖς τοὺς σοφοὺς καὶ δυνατοὺς καὶ τοὺς τυράννους, καὶ τοὺς ἐπὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἔξωθεν πᾶσι κομπά‐
10ζοντας, ὡς οὐδὲ ἄνδρας, οὕτω κατηγωνίσαντο. Ὅθεν δῆλον, ὅτι μεγάλη ἡ τοῦ σταυροῦ δύναμις, καὶ οὐκ ἀνθρωπίνῃ ἰσχύϊ ταῦτα ἐγίνετο. Οὐ γὰρ ἔχει φύσιν τὰ γινόμενα, ἀλλ’ ὑπὲρ φύσιν ἦν τὰ κατορθούμενα. Ὅταν δὲ ὑπὲρ φύσιν τι γένηται, καὶ ὑπὲρ φύσιν
15παρὰ πολὺ μετὰ τοῦ προσήκοντος καὶ τοῦ χρησίμου, εὔδηλον ὅτι θείᾳ τινὶ ταῦτα δυνάμει καὶ συνεργείᾳ γίνεται. Σκόπει δέ· Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς
20ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσά‐ μενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀν‐ τιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀν‐
25τιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασι‐ λέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογρά‐ φους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανά‐
30τους μυρίους καὶ παντοδαπούς. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα οὕτως ἠλέγχετο καὶ παρεχώρει, τῶν ἁλιέων φθεγγομένων, ὡς κόνις λεπτὴ σφοδρῶν ἀνέμων ἐμ‐ βολὴν ἐνεγκεῖν μὴ δυναμένη. Μάθωμεν τοίνυν οὕτω πρὸς Ἕλληνας διαλέγεσθαι, ἵνα μὴ ὦμεν ὡς θρέμ‐
35ματα καὶ βοσκήματα, ἀλλ’ ὦμεν παρεσκευασμένοι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. Καὶ τέως τοῦτο τὸ κεφά‐ λαιον μελετήσωμεν οὐκ ὂν μικρὸν, καὶ λέγωμεν πρὸς αὐτούς· Πόθεν οἱ ἀσθενεῖς τῶν ἰσχυρῶν περιεγένοντο, οἱ δώδεκα τῆς οἰκουμένης, οὐχὶ τοῖς αὐτοῖς ὅπλοις
40κεχρημένοι, ἀλλὰ γυμνοὶ πρὸς ἐνόπλους μαχόμενοι; εʹ. Εἰπὲ γὰρ, εἰ δώδεκα ἄνδρες πολεμικῶν ἄπειροι πραγμάτων εἰς παράταξιν στρατιωτῶν ἄπειρον καὶ ὡπλισμένην εἰσπηδήσαντες, οὐκ ἄοπλοι μόνον, ἀλλὰ καὶ ἀσθενεῖς τὸ σῶμα, ὑπὸ μὲν ἐκείνων οὐδὲν ἔπαθον,
45μηδὲ μυρίοις βαλλόμενοι βέλεσιν ἐτρώθησαν, ἔχον‐ τες δὲ ἐμπεπερονημένα τὰ βέλη γυμνῷ τῷ σώματι πάντας κατέβαλλον, οὐχ ὅπλοις κεχρημένοι, ἀλλὰ τῇ χειρὶ παίοντες, εἶτα τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ αἰχμ‐ αλώτους λαβόντες ἀπήγαγον, μηδὲ τραύματα αὐ‐

61

.

28

(50)

τοὶ δεξάμενοι, ἆρά τις τὸ γινόμενον ἀνθρώπινον εἶναι ἔφησε; Καίτοι τὸ τῶν ἀποστόλων τρόπαιον πολλῷ ἐκείνου θαυμαστότερον. Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμμα‐ τον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ
55μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προ‐ κατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν
60ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπα‐ τησάντων διακωλυθῆναι. Οὕτω τοίνυν αὐτοὺς κατα‐ βάλωμεν, καὶ μαχώμεθα πρὸς ἐκείνους, καὶ πρὸ τῶν λόγων διὰ τοῦ βίου καταπληξώμεθα. Αὕτη γάρ
ἐστιν ἡ μεγάλη μάχη, οὗτος ὁ συλλογισμὸς ὁ ἀναν‐27

61

.

29

τίῤῥητος ὁ διὰ τῶν ἔργων· ἐπεὶ κἂν μυρία φιλοσο‐ φήσωμεν διὰ τῶν λόγων, βίον δὲ μὴ παρεχώμεθα ἐκείνων βελτίονα, τὸ κέρδος οὐδέν. Οὐ γὰρ τοῖς λε‐ γομένοις προσέχουσιν, ἀλλ’ ἃ πράττομεν ἐξετάζουσι,
5καί φασι· Σὺ πρότερος τοῖς σοῖς ῥήμασι πείθου, καὶ τότε ἑτέροις παραίνει. Εἰ δὲ λέγεις μὲν μυρία εἶναι ἀγαθὰ ἐν τῷ μέλλοντι, ὡς οὐκ ὄντων δὲ οὕτω φαίνοιο τοῖς παροῦσι προσηλωμένος, τὰ ἔργα σου τῶν ῥημά‐ των ἐμοὶ πιστότερα. Ὅταν γὰρ ἴδω σε ἁρπάζοντα
10τὰ ἑτέρων, θρηνοῦντα ἀμέτρως ἐπὶ τοῖς ἀπελθοῦσι, πολλὰ ἕτερα πλημμελοῦντα, πῶς σοι πιστεύσω ὅτι ἔστιν ἀνάστασις; Κἂν γὰρ μὴ λέγωσι ταῦτα, ὅμως ἐννοοῦσι ταῦτα, καὶ περιστρέφουσιν ἐπὶ τῆς διανοίας. Καὶ τοῦτό ἔστι τὸ κωλύον τοὺς ἀπίστους γενέσθαι
15Χριστιανούς. Ἐναγάγωμεν τοίνυν αὐτοὺς διὰ τῆς ζωῆς τῆς ἡμετέρας. Πολλοὶ καὶ ἰδιῶται ἄνδρες φιλο‐ σόφων οὕτω κατέπληξαν τὴν διάνοιαν, ὡς καὶ τὴν τῶν ἔργων ἐπιδειξάμενοι φιλοσοφίαν, καὶ φωνὴν σάλπιγγος λαμπροτέραν διὰ τῆς πολιτείας καὶ φιλο‐
20σοφίας ἀφέντες· αὕτη γὰρ τῆς γλώττης ἰσχυροτέρα. Ὅταν δὲ εἴπω, ὅτι οὐ χρὴ μνησικακεῖν, εἶτα τὸν Ἕλληνα μυρία ἐργάσωμαι κακὰ, πῶς δυνήσομαι τοῖς λόγοις αὐτὸν ἐναγαγεῖν, διὰ τῶν ἔργων αὐτὸν ἀποσο‐ βῶν; Θηρεύσωμεν τοίνυν αὐτοὺς διὰ τῆς πολιτείας,
25καὶ διὰ τῶν ψυχῶν τούτων οἰκοδομῶμεν τὴν Ἐκκλη‐ σίαν, καὶ τούτων συναγάγωμεν τὸν πλοῦτον. Οὐκ ἔστι ψυχῆς οὐδὲν ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας. Ὥστε κἂν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοιοῦ‐ τον ἐργάσῃ, οἷον ὁ μίαν ψυχὴν ἐπιστρέφων. γὰρ
30ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Μέγα μὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενομένους· ἀλλ’ οὐδὲν τοιοῦτον, οἷον τὸ πλάνης ἀπαλ‐ λάττειν· ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον. Ἔξεστι γὰρ ἀναδέξασθαι τὸ ἐκείνων
35κήρυγμα, οὐχ ἵνα κινδυνεύωμεν καθάπερ ἐκεῖνοι, καὶ
λιμοὺς καὶ λοιμοὺς καὶ τὰ ἄλλα ὑποφέρωμεν (εἰ‐Column end

61

.

30

ρήνης γὰρ ὁ παρὼν καιρὸς), ἀλλ’ ἵνα τὴν ἀπὸ προθυ‐ μίας σπουδὴν ἐπιδειξώμεθα. Καὶ γὰρ ἔξεστιν οἴκοι καθημένους ταύτην τὴν ἁλείαν ἐργάζεσθαι. Εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω,
5ταῦτα λεγέτω· καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; Στόμα ἔσται τοῦ Χριστοῦ· γὰρ ἐξαγαγὼν τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησί. Κἂν μὴ σήμερον πείσῃς, αὔριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν
10ἕξεις ἀπηρτισμένον· κἂν μὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ πολλῶν δυνήσῃ· ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάν‐ τας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ’ ὅμως πᾶσι διελέχθησαν, καὶ τὸν ἐπὶ πᾶσι μισθὸν ἔχουσιν. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώ‐
15μην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Κἂν δύο καταβάλῃς ὀβολοὺς, δέχεται· καὶ ὅπερ ἐπὶ τῆς χήρας ἐποίησε, τοῦτο καὶ ἐπὶ τῶν διδασκόν‐ των ἐργάζεται. Μὴ τοίνυν, ἐπειδὴ τὴν οἰκουμέ‐ νην οὐ δύνασαι σῶσαι καὶ τῶν ὀλίγων καταφρόνει,
20μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ τῶν μικρῶν ἀφελ‐ κύσῃς σεαυτόν. Κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ δυνηθῇς, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς· κἂν τὸν ἕνα μὴ δυνηθῇς, μηδὲ οὕτως
25ἀθύμει, μηδὲ τὰ παρὰ σαυτοῦ κωλύσῃς. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τοῖς συναλλάγμασιν οὐ μόνον ἀπὸ χρυσίου, ἀλλὰ καὶ ἐξ ἀργυρίου τὰς ἐμπορίας ποιοῦνται οἱ περὶ ταῦτα σχολάζοντες; Ἂν μὲν γὰρ μηδέπω τῶν μικρῶν καταφρονῶμεν, καὶ τῶν μεγάλων ἀνθεξόμεθα· ἂν δὲ
30τῶν μικρῶν ὑπερίδωμεν, οὐδὲ ἐκείνων ἐπιληψόμεθα εὐκόλως. Οὕτως ἕκαστος πλούσιος γίνεται, καὶ μικρὰ καὶ μεγάλα συλλέγων· οὕτω καὶ ἡμεῖς ποιῶμεν, ἵνα ἐν πᾶσι πλουτήσαντες, ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου
35ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

29

(38)

ΟΜΙΛΙΑ Δʹ. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμέ‐
40νοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύ‐ ναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν‐ ετῶν ἀθετήσω· ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;
45 αʹ. Τοῖς κάμνουσι καὶ ψυχοῤῥαγοῦσι καὶ αἱ τροφαὶ αἱ ὑγιεῖς ἀηδεῖς, οἱ φίλοι καὶ οἱ προσήκοντες ἐπ‐ αχθεῖς, καὶ οὐδὲ γνωρίζονται πολλάκις, ἀλλὰ καὶ ἐνοχλεῖν δοκοῦσιν. Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολ‐ λυμένοις συμβαίνειν εἴωθε· τὰ γὰρ πρὸς σωτηρίαν

61

.

29

(50)

φέροντα ἀγνοοῦσι, καὶ τοὺς κηδομένους αὐτῶν ἐν‐ οχλεῖν νομίζουσι. Γίνεται δὲ τοῦτο οὐ παρὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ παρὰ τὴν ἐκείνων νόσον. Καὶ ὅπερ οἱ παραπαίοντες ποιοῦσιν, ἀπεχθανόμενοι πρὸς τοὺς ἐπιμελομένους αὐτῶν, καὶ λοιπὸν λοιδορούμενοι·
55τοῦτο καὶ οἱ ἄπιστοι πάσχουσιν. Ἀλλ’ ὥσπερ ἐπ’ ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῶν Ἑλλήνων ποιήσω‐
60μεν, καὶ μᾶλλον τῶν γυναικῶν ὀλολύξωμεν ἐπ’ αὐ‐ τοῖς, ὅτι τὴν κοινὴν ἀγνοοῦσι σωτηρίαν. Οὐ γὰρ οὕτω γυναῖκα ἄνδρα δεῖ φιλεῖν, ὡς ἡμᾶς πάντας ἀνθρώ‐
πους, καὶ πρὸς σωτηρίαν ἐφέλκεσθαι, κἂν Ἕλλην ᾖ,Column end

61

.

30

(39)

κἂν ὁστισοῦν. Θρηνῶμεν τοίνυν αὐτοὺς, ὅτι ὁ λόγος
40τοῦ σταυροῦ μωρία αὐτοῖς ἐστιν, ὁ αὐτὸς σοφία καὶ δύναμις ὤν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶ, μωρία ἐστίν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ τῇ δῆθεν παρ’ ἑαυτῶν ἀνθ‐
45ίστασθαι καὶ πολεμεῖν θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων λεγομένοις, παραμυθούμενος ὁ Παῦλός φησι· Μὴ νομίσητε ξένον γίνεσθαι καὶ παράδο‐ ξον. Ταύτην ἔχει τὴν φύσιν τὸ πρᾶγμα, ὥστε ὑπὸ τῶν ἀπολλυμένων μὴ γνωρίζεσθαι αὐτοῦ τὴν δύναμιν·

61

.

30

(50)

ἐξεστήκασι γὰρ καὶ παραπαίουσι. Διὰ τοῦτο καὶ λοι‐ δοροῦνται καὶ ἐπαχθῶς ἔχουσι πρὸς τὰ σωτήρια φάρμακα. Τί δὲ λέγεις, ἄνθρωπε; δοῦλος ὁ Χριστὸς ἐγένετο διὰ σὲ μορφὴν δούλου λαβὼν, καὶ ἐσταυρώθη καὶ ἀνέστη· καὶ δέον ἀναστάντα προσκυνῆσαι διὰ
55τοῦτο, καὶ θαυμάσαι τὴν φιλανθρωπίαν, ὅτι ὅπερ οὔτε πατὴρ οὔτε φίλος οὔτε υἱὸς ὑπὲρ σοῦ ἐποίησε, ταῦτα ὁ Δεσπότης πάντα εἰργάσατο ὑπὲρ σοῦ τοῦ ἐχθροῦ καὶ προσκεκρουκότος· δέον τοίνυν θαυμάζειν ὑπὲρ τούτων αὐτὸν, σὺ δὲ μωρίαν καλεῖς πρᾶγμα
60τοσαύτης σοφίας γέμον; Ἀλλ’ οὐδὲν θαυμαστόν· τῶν γὰρ ἀπολλυμένων ἐστὶ μὴ ἐπιγινώσκειν τὰ πρὸς σω‐
τηρίαν φέροντα.29

61

.

31

Μὴ θορυβεῖσθε οὖν· οὐ γὰρ ξένον οὐδὲ παρὰ προσ‐ δοκίαν τὸ γινόμενον, τὸ χλευάζεσθαι τὰ μεγάλα παρὰ τῶν ἐξεστηκότων. Τοὺς δὲ οὕτω διακειμένους διὰ σοφίας ἀνθρωπίνης πείθειν οὐκ ἔνι· ἀλλὰ, κἂν βου‐
5ληθῇς οὕτω πεῖσαι, τὸ ἐναντίον ποιεῖς· τὰ γὰρ ὑπερ‐ βαίνοντα λογισμὸν πίστεως δεῖται μόνης. Καὶ γὰρ, ἂν θέλωμεν πείθειν διὰ λογισμῶν, πῶς ἄνθρωπος ἐγένετο ὁ Θεὸς, καὶ εἰς μήτραν εἰσῆλθε παρθενικὴν, καὶ μὴ τῇ πίστει τὸ πρᾶγμα ἐπιτρέψωμεν, μᾶλλον
10ἐκεῖνοι καταγελάσονται. Ἄρα οἱ λογισμοῖς ζητοῦντες, οὗτοί εἰσιν οἱ ἀπολλύμενοι. Καὶ τί λέγω περὶ Θεοῦ; Ἐπὶ γὰρ τῶν κτισμάτων ἂν τοῦτο ποιήσωμεν, πολὺς ἕψεται γέλως. Ἔστω γὰρ ἄνθρωπος πάντα βουλόμε‐ νος λογισμοῖς μανθάνειν, καὶ πειράσθω τῷ παρὰ σοῦ
15λόγῳ πείθεσθαι, πῶς βλέπομεν τὸ φῶς· σὺ δὲ αὐτὸν λογισμῷ πείθειν πειρῶ. Ἀλλ’ οὐκ ἂν ἔχοις· ἂν γὰρ εἴπῃς, ὅτι ἀρκεῖ τοὺς ὀφθαλμοὺς ἀνοίξαντα βλέπειν, οὐ τὸν τρόπον εἴρηκας, ἀλλὰ τὸ γινόμενον. Διὰ τί γὰρ μὴ τῇ ἀκοῇ βλέπομεν, φησὶ, καὶ τοῖς ὀφθαλμοῖς
20ἀκούομεν; διὰ τί γὰρ μὴ τῇ ῥινὶ ἀκούομεν, καὶ τῇ ἀκοῇ ὀσφραινόμεθα; Ἂν τοίνυν, ἀποροῦντος αὐτοῦ περὶ τούτων, μὴ δυνώμεθα τὸν λόγον ἀποδοῦναι τού‐ των, ἐκεῖνος μέλλει γελᾷν; οὐ μειζόνως ἡμεῖς κατα‐ γελασόμεθα; Εἰ γὰρ ἀμφότερα ἐξ ἑνὸς ἐγκεφάλου
25τὴν ἀρχὴν ἔχει, καὶ ἀμφότερα ἀλλήλοις γειτνιάζει τὰ μέλη, πῶς οὐ τὰ αὐτὰ δύναται ποιεῖν; Ἀλλ’ οὐ δυ‐ νησόμεθα εἰπεῖν τὴν αἰτίαν οὐδὲ τὸν τρόπον τῆς ἀφάτου καὶ ποικίλης ἐνεργείας, ἀλλὰ, κἂν ἐπιχειρή‐ σωμεν, καταγελώμεθα. Διά τοι τοῦτο τῇ τοῦ Θεοῦ
30δυνάμει καὶ τῇ ἀπείρῳ σοφίᾳ παραχωροῦντες, σιγή‐ σωμεν. Οὕτω τοίνυν καὶ τὰ τοῦ Θεοῦ ἐὰν τῇ ἔξωθεν σοφίᾳ βουληθῶμεν παραστῆσαι, πολὺς ἕψεται γέλως, οὐ παρὰ τὴν τῶν πραγμάτων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων ἄνοιαν. Τὰ γὰρ μεγάλα λόγος οὐ‐
35δεὶς παραστῆσαι δύναται. Σκόπει δέ· Ὅταν εἴπω, Ἐσταυρώθη, ὁ Ἕλλην λέγει· Καὶ πῶς ἂν ἔχοι λό‐ γον τοῦτο; ἑαυτῷ οὐκ ἤμυνε σταυρουμένῳ καὶ πειρα‐ ζομένῳ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, καὶ πῶς μετὰ ταῦτα ἀνέστη, καὶ ἑτέροις ἤμυνεν; εἰ γὰρ ἐδύνατο,
40πρὸ τοῦ θανάτου ἔδει (τοῦτο γὰρ καὶ Ἰουδαῖοι ἔλεγον)· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνας, πῶς ἄλλοις ἤμυνεν; οὐκ ἂν ἔχοι λόγον, φησί. Εἰκότως· καὶ γὰρ ὑπὲρ λόγον ἐστὶν, ἄνθρωπε, καὶ ἀφάτου δυνάμεως ὁ σταυρός. Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόμενον, ἀνώτερον φανῆναι τῶν
45δεινῶν, καὶ συμπλακέντα νικῆσαι, δυνάμεώς ἐστιν ἀπείρου. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, τοῦ μὴ ἐμβῆναι εἰς τὴν κάμινον, τὸ ἐμβάντας καταπατῆσαι τὴν φλόγα, θαυμαστότερον ἦν· καὶ ἐπὶ τοῦ Ἰωνᾶ, τοῦ μὴ ἐμπεσεῖν εἰς τὸ κῆτος, τὸ ἐμπεσόντα μηδὲν ἀπὸ

61

.

31

(50)

τοῦ θηρίου παθεῖν ἀηδὲς, πολλῷ μεῖζον ἦν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, τοῦ μὴ ἀποθανεῖν, τὸ ἀποθανόντα δια‐ λῦσαι τὸν θάνατον, παραδοξότερον ἦν. Μὴ τοίνυν λέγε· Διὰ τί οὐκ ἤμυνεν ἑαυτῷ ἐν τῷ σταυρῷ; αὐτῷ γὰρ συμπλακῆναι ἠπείγετο τῷ θανάτῳ. Οὐ κατέβη ἀπὸ
55τοῦ σταυροῦ, οὐκ ἐπειδὴ οὐκ ἠδύνατο, ἀλλ’ ἐπειδὴ οὐκ ἠβούλετο. Ὃν γὰρ ἡ τυραννὶς οὐ κατέσχε τοῦ θα‐ νάτου, πῶς ἧλοι σταυροῦ κατασχεῖν ἠδύναντο; βʹ. Ἀλλὰ ταῦτα ἡμῖν γνώριμα, τοῖς δὲ ἀπίστοις οὐκέτι. Διὰ τοῦτο ἔλεγεν, ὅτι ὁ λόγος ὁ τοῦ σταυροῦ
60τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοιςColumn end

61

.

32

ἡμῖν δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συν‐ ετῶν ἀθετήσω. Οὐδὲν παρ’ ἑαυτοῦ φορτικὸν τέως τίθησιν, ἀλλὰ πρότερον ἐπὶ τὴν μαρτυρίαν ἔρχεται
5τῆς Γραφῆς, καὶ τότε τὴν ἐκεῖθεν παῤῥησίαν λαβὼν καταφορικώτερον κέχρηται τοῖς λόγοις, καί φησιν· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συ‐ ζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ
10Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Εἰπὼν ὅτι Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν
15σοφῶν, τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν ἐπάγει λέγων· Ποῦ σοφός; ποῦ γραμματεύς; ὁμοῦ καὶ Ἑλλήνων καὶ Ἰουδαίων καθαπτόμενος. Ποῖος γὰρ φιλόσοφος, τίς τῶν περὶ τοὺς συλλογισμοὺς ἐσχολα‐ κότων, τίς τῶν τὰ Ἰουδαίων εἰδότων ἔσωσε, καὶ τὴν
20ἀλήθειαν ἐγνώρισεν; Οὐκ ἔστιν οὐδεὶς, ἀλλὰ τῶν ἁλιέων τὸ πᾶν γέγονε. Συμπεράνας τοίνυν τὸ προ‐ κείμενον, καὶ κατενεγκὼν αὐτῶν τὸν τῦφον, καὶ εἰ‐ πών· Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κό‐ σμου τούτου; λέγει καὶ τὴν αἰτίαν, δι’ ἢν ταῦτα γέ‐
25γονεν οὕτως. Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φη‐ σὶν, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ὁ σταυρὸς ἐφάνη. Τί δέ ἐστιν, Ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ; Τῇ διὰ τῶν ἔργων φαινομένῃ, δι’ ὧν ἠθέλησε γνωρισθῆναι. Διὰ τοῦτο γὰρ αὐτὰ καὶ τοιαῦτα κατ‐
30εσκεύασεν, ἵνα ἀναλόγως ἐκ τῶν ὁρωμένων ὁ ποιητὴς θαυμάζηται. Μέγας ὁ οὐρανὸς, καὶ ἀπειροπληθὴς ἡ γῆ· θαύμασον τοίνυν τὸν πεποιηκότα. Καὶ γὰρ ὁ μέγας οὗτος οὐ μόνον ἐγένετο ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ μετ’ εὐκολίας, καὶ ἡ ἄπειρος ἐκείνη γῆ καὶ αὐτὴ ὡς
35οὐδὲν παρήγετο. Διὰ τοῦτο περὶ μὲν ἐκείνου φησὶν, ὅτι Ἔργα τῶν δακτύλων σού εἰσιν οἱ οὐρανοί· περὶ δὲ τῆς γῆς, Ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν. Ἐπεὶ οὖν διὰ τῆς σοφίας ταύτης οὐκ ἠθέλησε γνωρί‐ σαι τὸν Θεὸν, διὰ τῆς δοκούσης μωρίας εἶναι τοῦ κη‐
40ρύγματος ἔπεισεν, οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τῆς πίστεως. Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀν‐ θρωπίνης. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον,
45σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν· νῦν δὲ οὐκέτι λογισμῶν, ἀλλὰ πίστεως δεῖ μόνης. Τὸ γὰρ εἰς τὸν σταυρωθέντα καὶ ταφέντα πιστεύειν καὶ πεπληροφορῆσθαι, ὅτι οὗτος αὐτὸς καὶ ἀνέστη καὶ ἄνω κάθηται, τοῦτο σοφίας οὐ

61

.

32

(50)

δεῖται οὐδὲ λογισμῶν, ἀλλὰ πίστεως. Καὶ γὰρ οἱ ἀπό‐ στολοι οὐ σοφίᾳ προσῆλθον, ἀλλὰ πίστει, καὶ γεγό‐ νασι τῶν ἔξω σοφῶν σοφώτεροι καὶ ὑψηλότεροι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τοῦ λογισμοὺς κινεῖν τὸ πίστει τὰ τοῦ Θεοῦ δέχεσθαι μεῖζον· τοῦτο γὰρ ἀνθρωπίνην
55ὑπερβαίνει διάνοιαν. Πῶς δὲ ἀπώλεσε τὴν σοφίαν; Διὰ Παύλου καὶ τῶν τοιούτων γνωρισθεὶς ἡμῖν, ἔδει‐ ξεν αὐτὴν οὖσαν ἀνόνητον. Πρὸς γὰρ τὸ δέξασθαι τὸ κήρυγμα τὸ εὐαγγελικὸν οὔτε ὁ σοφὸς ὠφελεῖταί τι παρὰ τῆς σοφίας, οὔτε ὁ ἰδιώτης ἐβλάβη τι παρὰ
60τῆς ἀμαθίας· ἀλλ’ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν,31

61

.

33

μᾶλλον ἰδιωτεία, ἢ σοφία πρὸς τὴν ὑποδοχήν ἐστιν ἐπιτήδειον καὶ εὐκολώτερον. Ὁ γὰρ ποιμὴν καὶ ἄγροικος ταύτην θᾶττον ὑποδέξεται, καθάπαξ καὶ τοὺς λογισμοὺς καταστέλλων, καὶ τῷ Δεσπότῃ ἑαυτὸν
5παραδιδούς. Οὕτω τοίνυν τὴν σοφίαν ἀπώλεσεν. Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίμη λοιπόν ἐστιν. Ὅτε γὰρ ἔδει τὰ ἑαυτῆς αὐ‐ τὴν ἐνδείξασθαι καὶ διὰ τῶν ἔργων ἰδεῖν τὸν Δεσπό‐ την, οὐκ ἠθέλησε. Διὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισα‐
10γαγεῖν ἑαυτὴν, οὐ δύναται· οὐ γὰρ τοιαῦτα τὰ πράγ‐ ματα· ἡ γὰρ ὁδὸς ἡ τῆς θεογνωσίας πολλῷ μείζων ἐκείνης αὕτη. Διά τοι τοῦτο πίστεως καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξω‐ θεν προτιμᾷν σοφίας· Ἐμώρανε γὰρ ὁ Θεὸς, φησὶ,
15τὴν σοφίαν. Τί δέ ἐστιν, Ἐμώρανε; Μωρὰν ἔδει‐ ξεν οὖσαν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπ’ αὐτῇ, ἤλεγξεν αὐτὴν ταχέως. Ποία γὰρ σοφία, ὅταν τὸ κεφάλαιον τῶν ἀγαθῶν μὴ εὑρίσκῃ; Ἐποίησε τοίνυν φανῆναι μωρὰν, ἐπειδὴ
20ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν. Εἰ γὰρ ὅτε λογισμοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε μείζονα φέρεται τὰ πράγματα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος; Μωρὰν τοίνυν αὐ‐ τὴν ἔδειξεν ὁ Θεός· ηὐδόκησε δὲ διὰ τῆς μωρίας τοῦ
25κηρύγματος σῶσαι, μωρίας δὲ οὐχὶ τῆς οὔσης, ἀλλὰ τῆς εἶναι δοκούσης. Τὸ γὰρ μεῖζον τοῦτό ἐστιν, ὅτι οὐχ ἑτέραν σοφίαν τοιαύτην ἐκείνης πλείονα εἰσαγα‐ γὼν, ἀλλὰ τὴν δοκοῦσαν εἶναι μωρίαν, οὕτω περιγέ‐ γονε. Καὶ γὰρ Πλάτωνα ἐξέβαλεν, οὐχὶ δι’ ἑτέρου
30φιλοσόφου σοφωτέρου, ἀλλὰ διὰ ἁλιέως ἀμαθοῦς. Οὕ‐ τω γὰρ γέγονε μείζων ἡ ἧττα, καὶ λαμπροτέρα ἡ νίκη. Εἶτα δεικνὺς τοῦ σταυροῦ τὴν δύναμιν, φησίν· Ἐπειδὴ καὶ οἱ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλ‐ ληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν
35Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδα‐ λον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. γʹ. Πολλὴ τῶν εἰρημένων ἡ σύνεσις. Θέλει γὰρ
40εἰπεῖν, πῶς διὰ τῶν ἐναντίων ἐκράτησεν ὁ Θεὸς, καὶ πῶς οὐκ ἔστιν ἀνθρώπινον τὸ κήρυγμα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν εἴπωμεν, φησὶν, Ἰουδαίοις, Πι‐ στεύσατε, λέγουσιν, Ἀναστήσατε νεκροὺς, ἰάσασθε δαιμονῶντας, δείξατε ἡμῖν σημεῖα. Ἡμεῖς δὲ ἀντὶ
45τούτων τί λέγομεν; Ὅτι ἐσταυρώθη καὶ ἀπέθανεν ὁ κηρυττόμενος. Τοῦτο δὲ ἱκανὸν οὐ μόνον τοὺς μὴ βου‐ λομένους μὴ ἐφέλκεσθαι, ἀλλὰ καὶ τοὺς βουλομένους διακρούσασθαι· ἀλλ’ ὅμως οὐ διακρούεται, ἀλλὰ ἐφέλκεται καὶ κρατεῖ καὶ περιγίνεται. Πάλιν Ἕλλη‐

61

.

33

(50)

νες ἀπαιτοῦσιν ἡμᾶς ῥητορείαν λόγων καὶ δεινότητα σοφισμάτων· ἡμεῖς δὲ καὶ τούτοις σταυρὸν κηρύττο‐ μεν· καὶ ὅπερ ἐπὶ Ἰουδαίων δοκεῖ ἀσθενείας εἶναι, τοῦτο ἐπὶ Ἑλλήνων μωρία. Ὅταν οὖν μὴ μόνον ἃ αἰτοῦσι μὴ παρέχωμεν, ἀλλὰ καὶ ἐναντία ὧν αἰτοῦ‐
55σιν· ὁ γὰρ σταυρὸς οὐ μόνον οὐ δοκεῖ σημεῖον εἶναι κατὰ λογισμὸν ἐξεταζόμενον, ἀλλὰ καὶ σημείου ἀναί‐ ρεσις· καὶ οὐ μόνον οὐ δοκεῖ δυνάμεως ἀπόδειξις, ἀλλὰ καὶ ἀσθενείας ἔλεγχος· οὐ μόνον οὐ δοκεῖ σο‐ φίας ἐπίδειξις εἶναι, ἀλλὰ καὶ μωρίας ὑπόληψις· ὅταν
60οὖν οἱ σημεῖα καὶ σοφίαν ζητοῦντες μὴ μόνον μὴ λαμβάνωσιν ἅπερ αἰτοῦσιν, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐπιθυμοῦσιν ἀκούωσιν, εἶτα διὰ τῶν ἐναντίων πείθων‐ ται, πῶς οὐκ ἄφατός ἐστιν ἡ τοῦ κηρυττομένου δύ‐ ναμις;
65Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζομένων καὶ λιμέ‐
νος ἐπιθυμούντων μὴ λιμένα δείξας, ἀλλ’ ἕτερον μέ‐Column end

61

.

34

ρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇς ποιῆσαι μετὰ χάριτος ἕπεσθαι· ἢ ἰατρὸς τὸν τετρωμένον καὶ φαρμάκων ἐπιθυμοῦντα μὴ διὰ φαρμάκων, ἀλλὰ διὰ τοῦ καίειν πάλιν ἐπαγγελλόμενος ὑγιῆ ποιεῖν, ἐφέλ‐
5κοιτο πρὸς ἑαυτὸν (μεγάλης γὰρ τοῦτο δυνάμεως)· οὕ‐ τω καὶ οἱ ἀπόστολοι οὐ μόνον οὐ διὰ σημείου, ἀλλὰ καὶ διὰ πράγματος δοκοῦντος ἐναντίου εἶναι τοῖς ση‐ μείοις περιεγένοντο· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ πε‐ ποίηκεν ὁ Χριστός. Βουλόμενος γὰρ αὐτὸν θεραπεῦ‐
10σαι, διὰ πράγματος ἐπιτείνοντος τὴν πήρωσιν ἀνεῖλε· πηλὸν γὰρ ἐπέθηκεν. Ὥσπερ οὖν διὰ πηλοῦ τὸν τυ‐ φλὸν ἐθεράπευσεν, οὕτω καὶ τὴν οἰκουμένην διὰ σταυροῦ προσηγάγετο· ὅπερ προσθήκη ἦν σκανδάλου, οὐκ ἀναίρεσις σκανδάλου. Οὕτω καὶ ἐπὶ τῆς κτίσεως
15ἐποίησε, τὰ ἐναντία διὰ τῶν ἐναντίων κατασκευάζων. Ψάμμῳ γοῦν θάλασσαν ἐτείχισε, τῷ ἀσθενεῖ τὸ ἰσχυ‐ ρὸν χαλινώσας· ὕδατι γῆν ἐπέθηκε, τῷ χαύνῳ καὶ διαῤῥέοντι τὸ βαρὺ καὶ πυκνὸν ἐποχεῖσθαι παρα‐ σκευάσας. Διὰ τῶν προφητῶν πάλιν ξύλῳ μικρῷ σί‐
20δηρον ἐμετεώρισεν. Οὕτω δὴ καὶ σταυρῷ τὴν οἰκου‐ μένην ἐπεσπάσατο. Ὥσπερ γὰρ τὸ ὕδωρ βαστάζει τὴν γῆν, οὕτω καὶ ὁ σταυρὸς βαστάζει τὴν οἰκουμέ‐ νην. Μεγάλης τοίνυν δυνάμεως καὶ σοφίας ἀπόδειξις τὸ διὰ τῶν ἐναντίων πείθειν. Καὶ γὰρ σκανδάλου
25πρᾶγμα ὁ σταυρὸς εἶναι δοκεῖ, ἀλλ’ ὅμως οὐ μόνον οὐ σκανδαλίζει, ἀλλὰ καὶ ἐφέλκεται. Ταῦτ’ οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος καὶ ἐκπλαγεὶς, ἔλεγεν, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν
30ἀνθρώπων ἐστί· περὶ τοῦ σταυροῦ λέγων τὸ μωρὸν καὶ τὸ ἀσθενὲς, οὐ τὸ ὂν, ἀλλὰ τὸ δοκοῦν· πρὸς γὰρ τὴν ἐκείνων ὑπόληψιν ἀποκρίνεται. Ὃ γὰρ οὐκ ἴσχυ‐ σαν φιλόσοφοι διὰ τῶν συλλογισμῶν ποιῆσαι, τοῦτο ἡ δοκοῦσα εἶναι μωρία κατώρθωσε; Τίς οὖν σοφώτε‐
35ρος; ὁ τοὺς πολλοὺς πείθων, ἢ ὁ ὀλίγους, μᾶλλον δὲ οὐδένα; ὁ περὶ τῶν μεγίστων πείθων, ἢ ὁ περὶ τῶν μὴ δεόντων; Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ’ αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις
40καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστό‐ τερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦ‐ θεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σα‐
45φὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς

61

.

34

(50)

πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως· καὶ πάν‐ τας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώ‐ τας. Ὅρα πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον. Πῶς ἰσχυρό‐ τερον; Ὅτι τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, καὶ
55πάντας κατὰ κράτος εἷλε, καὶ μυρίων ἐπιχειρούντων σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνομα, τοὐναντίον ἐγένε‐ το. Τοῦτο μὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ μεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι πολεμοῦντες, οὐδὲν ἴσχυσαν. Ὥστε
60ἐπειδὰν εἴπῃ με μωρὸν ὁ Ἕλλην, τότε δείκνυσιν ἑαυτὸν μεθ’ ὑπερβολῆς μωρόν· ὅταν ἐγὼ νομιζόμενος εἶναι παρ’ αὐτῷ μωρὸς, τοῦ σοφοῦ φαίνωμαι σοφώτε‐
ρος· ὅταν ἐμὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστε‐33

61

.

35

ρον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουμένη μυρία περιδραμοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν. Τί
5γὰρ οὐκ εἰσήγαγεν ὁ σταυρός; Τὸν περὶ ἀθανασίας ψυχῆς λόγον, τὸν περὶ τῆς ἀναστάσεως τῶν σωμά‐ των, τὸν περὶ τῆς ὑπεροψίας τῶν παρόντων, τὸν περὶ τῆς ἐπιθυμίας τῶν μελλόντων. Καὶ ἀγγέλους τοὺς ἀνθρώπους ἐποίησε, καὶ πάντες πανταχοῦ φιλοσο‐
10φοῦσι, καὶ πᾶσαν ἀνδρείαν ἐπιδείκνυνται. δʹ. Ἀλλὰ καὶ παρ’ αὐτοῖς, φησὶ, πολλοὶ θανάτου καταφρονοῦντες γεγόνασι. Τίνες, εἰπέ μοι; ἆρα ὁ τὸ κώνειον πιών; Ἀλλ’ εἰ βούλει, τοιούτους μυρίους ἀπὸ τῆς Ἐκκλησίας παράσχωμαι. Εἰ γὰρ ἐνῆν,
15διωγμοῦ καταλαβόντος, κώνειον πιόντας ἀπελθεῖν, πάντες ἂν ἐκείνου λαμπρότεροι γεγόνασι. Ἄλλως δὲ ἐκεῖνος οὐχὶ κύριος ὢν τοῦ μὴ πιεῖν ἢ πιεῖν, ἔπιεν· ἀλλὰ καὶ ἄκοντα καὶ ἑκόντα ἔδει τοῦτο παθεῖν, ὅπερ οὐκ ἦν ἀνδρείας, ἀλλὰ ἀνάγκης λοιπόν.
20Καὶ γὰρ καὶ λῃσταὶ καὶ ἀνδροφόνοι ὑπὸ τῇ ψήφῳ γε‐ νόμενοι τῶν δικαζόντων χαλεπώτερα ἔπαθον. Παρ’ ἡμῖν δὲ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄκοντες οἱ μάρτυρες ὑπέμειναν, ἀλλ’ ἑκόντες καὶ κύριοι τοῦ μὴ παθεῖν ὄντες, ἀδάμαντος παντὸς στεῤῥοτέραν ἐπιδει‐
25κνύντες τὴν ἀνδρείαν. Οὐ τοίνυν τοῦτο θαυμαστὸν, εἰ κώνειον ἔπιεν ἐκεῖνος, καὶ μηκέτι κύριος ὢν τοῦ μὴ πιεῖν, καὶ πρὸς ἔσχατον γῆρας ἐληλακώς· καὶ γὰρ ἔλεγεν ἐτῶν ἑβδομήκοντα εἶναι, ὅτε κατεφρόνησε ζωῆς, εἴ γε καὶ τοῦτο καταφρονῆσαί ἐστιν· οὐ γὰρ
30ἔγωγε ἂν εἴποιμι, μᾶλλον δὲ οὐδὲ ἄλλος οὐδείς. Ἀλλὰ δεῖξόν μοί τινα ὑπὲρ εὐσεβείας βασάνοις ἐγκαρτερή‐ σαντα, καθάπερ ἐγὼ μυρίους πανταχοῦ τῆς οἰκου‐ μένης. Τίς τῶν ὀνύχων ἀνορυττομένων, γενναίως ἤνεγκε; τίς τῶν ἄρθρων ἀνασκαπτομένων; τίς τοῦ
35σώματος αὐτοῦ κατὰ μέρος πορθουμένου; τίς τῶν ὀστέων τῆς κεφαλῆς ἀναμοχλευομένων; τίς ἐπὶ τή‐ γανα συνεχῶς τιθέμενος; τίς εἰς λέβητα ἐμβαλλόμε‐ νος; Ταῦτά μοι δεῖξον. Τὸ γὰρ κωνείῳ τελευτῆσαι, ἴσον ἐστὶ τῷ καθευδήσαντα ἐναπομεῖναι· καὶ γὰρ
40ὕπνου ἡδίων οὗτος ὁ θάνατος λέγεται εἶναι. Εἰ δέ τι‐ νες καὶ βασάνους ὑπέμειναν, ἀλλὰ καὶ τούτων τὸ ἐγ‐ κώμιον ἀπόλωλεν· ὑπὲρ γὰρ αἰσχρᾶς αἰτίας ἀπώλον‐ το, οἱ μὲν ὡς ἀπόῤῥητα ἐξειπόντες, οἱ δὲ ὡς τυραν‐ νίδι ἐπιθέμενοι, οἱ δὲ ἐπὶ τοῖς αἰσχίστοις ἁλόντες· οἱ
45δὲ εἰκῆ καὶ μάτην καὶ ἁπλῶς, αἰτίας μὴ οὔσης, ἑαυ‐ τοὺς ἀπήνεγκαν. Ἀλλ’ οὐχὶ παρ’ ἡμῖν οὕτω. Διὰ τοῦτο τὰ μὲν ἐκείνων σεσίγηται, ταῦτα δὲ ἀνθεῖ καὶ καθ’ ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Ὅπερ ἐννοῶν ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότε‐

61

.

35

(50)

ρόν ἐστι τῶν ἀνθρώπων. Ὅτι γὰρ θεῖον τὸ κήρυγμα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγμασιν ἐπιχειρῆσαι τοσού‐ τοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν ἐρημίαις διατρί‐ βουσιν, οὐδέποτε εἰς πόλιν ταχέως οὐδὲ εἰς ἀγορὰν
55ἐμβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουμένην
πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄν‐Column end

61

.

36

ανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν γράψας, καὶ μὴ παρ‐ αιτησάμενος, μηδὲ ὑπομείνας συσκιάσαι αὐτῶν τὰ ἐλαττώματα, ὅπερ μέγιστον καὶ τοῦτο τῆς ἀληθείας ἐστὶ τεκμήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι
5τοῦ Χριστοῦ συλληφθέντος, μετὰ μυρία θαύματα οἱ μὲν ἔφυγον, ὁ δὲ μείνας κορυφαῖος ὢν τῶν ἄλλων ἠρνήσατο. Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰου‐ δαϊκὴν ὁρμὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος καὶ τα‐ φέντος καὶ μὴ ἀναστάντος, ὥς φατε, μηδὲ διαλεχθέν‐
10τος αὐτοῖς, μηδὲ θάρσος ἐνθέντος, πρὸς τοσαύτην παρετάττοντο οἰκουμένην; Οὐκ ἂν εἶπον πρὸς ἑαυτοὺς, Τί δὴ τοῦτό ἐστιν; ἑαυτὸν οὐκ ἴσχυσε σῶσαι, καὶ ἡμῶν προστήσεται; ἑαυτῷ οὐκ ἤμυνε ζῶν, καὶ ἡμῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ ἓν ἔθνος
15ὑπέταξε, καὶ ἡμεῖς τὴν οἰκουμένην ὅλην πείσομεν τὸ ἐκείνου λέγοντες ὄνομα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα μόνον, ἀλλ’ ἐννοῆσαι γοῦν; Ὅθεν δῆ‐ λον ὅτι, εἰ μὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάμεως αὐ‐ τοῦ μεγίστην ἔλαβον ἀπόδειξιν, οὐκ ἂν τοσοῦτον ἀν‐
20έῤῥιψαν κύβον. Εἰ γὰρ καὶ φίλους εἶχον μυρίους, οὐκ ἂν εὐθέως ἐχθροὺς ἐκτήσαντο πάντας, παλαιὰ ἔθη κινοῦντες καὶ πατρῷα ὅρια μεταίροντες; νυνὶ δὲ καὶ πάντας πολεμίους ἐκέκτηντο, καὶ τοὺς ἰδίους καὶ τοὺς ἀλλοτρίους. Εἰ γὰρ καὶ αἰδέσιμοι πάντων ἕνεκεν
25ἦσαν τῶν ἔξωθεν, οὐκ ἂν πάντες αὐτοὺς ἐβδελύξαντο καινὴν πολιτείαν εἰσάγοντας; νῦν δὲ καὶ ἔρημοι πάν‐ των ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν μισητοὺς γε‐ νέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους. Τίνας γὰρ βούλει εἰπεῖν; Ἰουδαίους; Ἀλλ’ ἄφατον εἶχον πρὸς
30αὐτοὺς μῖσος ἐκ τῶν πρὸς τὸν διδάσκαλον γεγενημέ‐ νων. Ἀλλ’ Ἕλληνας; Ἀλλὰ καὶ οὗτοι οὐκ ἐλάττονα ἐκείνων ἀπεστράφησαν, καὶ ἴσασι ταῦτα μάλιστα Ἕλ‐ ληνες. Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτομῆσαι βουληθεὶς, μᾶλλον δὲ μέρος πολιτείας, καὶ οὐ τὰ τῶν
35θεῶν μετατιθεὶς νόμιμα, ἀλλ’ ἁπλῶς πράξεις εἰσαγα‐ γὼν ἑτέρας ἀνθ’ ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκ‐ πεσὼν ἀποθανεῖν· ἐπειδὴ δὲ τοῦτο οὐ γέγονε, τῆς ἐλευθερίας ἐξέπεσεν αὐτῆς. Καὶ εἰ μὴ βάρβαρός τις τοῦ Σικελίας τυράννου γέγονεν ἡμερώτερος, οὐδὲν
40ἐκώλυε διαπαντὸς δουλεύειν τὸν φιλόσοφον ἐν ἀλλο‐ τρίᾳ. Καίτοιγε οὐκ ἴσον ἐστὶ τὰ περὶ βασιλείας και‐ νοτομεῖν, καὶ τὰ περὶ θρησκείας· τοῦτο γὰρ μάλιστα θορυβεῖ καὶ ταράττει τοὺς ἀνθρώπους. Τὸ γὰρ εἰπεῖν, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα τὴν δεῖνα γαμείτωσαν, καὶ
45Οἱ φύλακες τοῦτον τὸν τρόπον ἔστωσαν φύλακες, οὐ σφόδρα ἱκανὸν θορυβῆσαι· καὶ μάλιστα, ὅταν ἐν βι‐ βλίῳ ᾖ ταῦτα κείμενα, καὶ μὴ πολλὴ σπουδὴ τοῦ νο‐ μοθετοῦντος γίνηται εἰς ἔργον ἄγειν τὰ λεγόμενα· τὸ μέντοι γε λέγειν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ θεραπευόμενοι,

61

.

36

(50)

ἀλλ’ ὅτι δαίμονές εἰσιν, ὅτι ὁ ἐσταυρωμένος Θεὸς, ἴστε πόσην ἀνῆψεν ὀργὴν, πόσην ἂν ἐποίησε δοῦναι δίκην, πόσον ἀνεῤῥίπισε πόλεμον. εʹ. Καὶ γὰρ Πρωταγόρας παρ’ αὐτοῖς, ἐπειδὴ ἐτόλμη‐ σεν εἰπεῖν, ὅτι οὐκ Οἶδα θεοὺς, οὐ τὴν οἰκουμένην περι‐
55ιὼν καὶ κηρύττων, ἀλλ’ ἐν μιᾷ πόλει, περὶ τῶν ἐσχάτων
ἐκινδύνευσε. Καὶ Διαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος35

61

.

37

ὁ λεγόμενος Ἄθεος, καίτοι φίλους εἶχον καὶ δύναμιν τὴν ἀπὸ τῶν λόγων, καὶ ἐπὶ φιλοσοφίᾳ ἐθαυμάζοντο, ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτοὺς ὤνησε· καὶ ὁ μέγας δὲ Σωκράτης καὶ πάντων τῶν παρ’ αὐτοῖς φιλοσοφίᾳ
5κρατῶν διὰ τοῦτο τὸ κώνειον ἔπιεν, ἐπειδὴ ἐν τοῖς περὶ θεῶν λόγοις μικρόν τι παρακινεῖν ὑπωπτεύετο. Εἰ δὲ ὑπόληψις μόνη καινοτομίας τοσοῦτον κίνδυνον ἤνεγκε φιλοσόφοις ἀνδράσι καὶ σοφοῖς καὶ μυρίας ἀπολελαυκόσι θεραπείας, καὶ οὐ μόνον οὐκ ἴσχυσαν
10ἅπερ ἤθελον, ἀλλὰ καὶ αὐτοὶ καὶ ζωῆς καὶ πατρίδος ἐξέπεσον, πῶς οὐ θαυμάζεις καὶ ἐκπλήττῃ, τὸν ἁλιέα ὁρῶν ἐπὶ τῆς οἰκουμένης τοσαῦτα ἐργασάμε‐ νον, καὶ κατορθώσαντα ἅπερ ἐσπούδασε, καὶ περι‐ γενόμενον καὶ βαρβάρων καὶ Ἑλλήνων ἁπάντων;
15Ἀλλ’ οὗτοι, φησὶν, οὐχὶ θεοὺς εἰσήγαγον ξένους, ὥσ‐ περ ἐκεῖνοι. Αὐτὸ μὲν οὖν μάλιστα τὸ θαυμαστόν μοι λέγεις, ὅτι διπλῆ ἡ καινοτομία, καὶ τὸ τοὺς ὄντας καθαιρεῖν, καὶ τὸν ἐσταυρωμένον ἀναγγέλλειν. Πόθεν γὰρ αὐτοῖς ἐπῆλθε τοιαῦτα κηρύττειν; πόθεν ὑπὲρ
20τοῦ τέλους αὐτῶν θαῤῥεῖν; τίνας τῶν πρὸ αὐτῶν τοιοῦτόν τι κατορθωκότας εἶχον ἰδεῖν; οὐ πάντες δαίμονας προσεκύνουν; οὐ πάντες τὰ στοιχεῖα ἐθεο‐ ποίουν; οὐ διάφορος ἦν τῆς ἀσεβείας ὁ τρόπος; Ἀλλ’ ὅμως τὰ πάντα ἐπῆλθον, καὶ κατέλυσαν ταῦτα, καὶ
25ἐπέδραμον ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἅπασαν, καθάπερ ὑπόπτεροί τινες, οὐ κινδύνους λογιζόμενοι, οὐ θανάτους, οὐ τὴν τοῦ πράγματος δυσκολίαν, οὐ τὴν ὀλιγότητα τὴν ἑαυτῶν, οὐ τὸ πλῆθος τῶν ἐναντιουμέ‐ νων, οὐ τὴν ἐξουσίαν, οὐ τὴν δυναστείαν, οὐ τὴν σοφίαν
30τῶν πολεμούντων. Εἶχον γὰρ τούτων ἁπάντων μείζονα συμμαχίαν, τὴν τοῦ σταυρωθέντος καὶ ἀναστάντος δύναμιν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμῆσαι εἵ‐ λοντο τῇ οἰκουμένῃ πόλεμον αἰσθητὸν, ὡς τοῦτο τὸ γε‐ γενημένον νῦν. Ἐπὶ μὲν γὰρ τοῦ νόμου τῆς μάχης
35ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεμίων, καὶ χώραν ἀπολαμβάνοντας ἐναντίαν οὕτω παρατάττεσθαι πρὸς τοὺς ἐναντιουμένους, καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συμβολῆς· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ στρατόπε‐ δον ἴδιον εἶχον, ἀλλὰ αὐτοῖς ἀνεμίγνυντο τοῖς πολε‐
40μίοις, καὶ οὕτως αὐτῶν ἐκράτουν· καὶ ἐν μέσοις τοῖς ἐχθροῖς ἀναστρεφόμενοι, διωλίσθαινον αὐτῶν τὰς λα‐ βὰς, καὶ περιεγίνοντο καὶ ἐνίκων νίκην λαμπρὰν πληροῦσαν προφητείαν λέγουσαν· Καὶ κατακυριεύ‐ σεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Τοῦτο γὰρ ἦν τὸ
45πολλῆς ἐκπλήξεως γέμον, ὅτι κατέχοντες αὐτοὺς οἱ ἐχθροὶ, καὶ εἰς δεσμωτήριον ἐμβάλλοντες καὶ δε‐ σμοὺς, οὐ μόνον αὐτῶν οὐ περιεγένοντο, ἀλλὰ καὶ αὐτοὶ μετὰ ταῦτα αὐτοῖς ὑπέκυπτον, οἱ μαστίζοντες τοῖς μαστιζομένοις, οἱ δεσμοῦντες τοῖς δεδεμένοις, οἱ

61

.

37

(50)

διώκοντες τοῖς ἐλαυνομένοις. Ταῦτα δὴ πάντα πρὸς Ἕλληνας λέγομεν, μᾶλλον δὲ καὶ τούτων πλείονα· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Κἂν γὰρ παρακολουθῆτε τῇ ὑποθέσει, πᾶσαν ὑμᾶς τὴν πρὸς αὐτοὺς διδάξομεν μάχην· τέως δὲ ταυτὶ δύο δια‐
55τηρῶμεν κεφάλαια, πῶς οἱ ἀσθενεῖς τοὺς ἰσχυροὺς ἐνίκησαν, καὶ πόθεν αὐτοῖς ἐπῆλθε τοιούτοις οὖσι τοιαῦτα βουλεύσασθαι, εἰ μὴ θείας ἀπέλαυον συμ‐
μαχίας.Column end

61

.

38

αʹ. Καὶ τὰ παρ’ ἡμῶν ὧδε. Παρεχώμεθα δὲ ἐπὶ τῶν ἔργων τὰ τοῦ βίου κατορθώματα, καὶ δαψιλὲς τὸ πῦρ ἀνάπτωμεν τῆς ἀρετῆς. Φωστῆρες γάρ ἐστε, φησὶν, ἐν μέσῳ τοῦ κόσμου λάμποντες· καὶ μείζονα
5ἡμῶν ἑκάστῳ χρείαν ἐνεχείρισεν ὁ Θεὸς, ἢ τῷ ἡλίῳ, μείζονα οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τὰ πνευματικὰ τῶν αἰσθητῶν δι‐ ενήνοχεν. Ὅταν οὖν πρὸς τὸν ἡλιακὸν ἴδωμεν κύκλον, καὶ θαυμάσωμεν τὸ κάλλος καὶ τὸ σῶμα καὶ τὴν φαι‐
10δρότητα τοῦ ἄστρου, λογιζώμεθα πάλιν, ὅτι μεῖζον καὶ ἄμεινον τὸ ἐν ἡμῖν φῶς, καθάπερ καὶ τὸ σκότος χαλεπώτερον, ἂν μὴ προσέχωμεν· καὶ γὰρ νὺξ βα‐ θεῖα κατέχει τὴν οἰκουμένην ἅπασαν. Ταύτην τοίνυν ἀνατρέψωμεν καὶ λύσωμεν. Νὺξ οὐκ ἐν αἱρετικοῖς
15οὐδὲ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ πολλοῖς τοῖς παρ’ ἡμῖν δογμάτων ἕνεκεν καὶ βίου. Πολλοὶ γὰρ τῇ ἀνα‐ στάσει διαπιστοῦσι, πολλοὶ καὶ γένεσιν ἑαυτοῖς ἐπι‐ τειχίζουσι, πολλοὶ καὶ παρατηρήσεις φυλάττουσι καὶ κληδωνισμοῖς καὶ οἰωνισμοῖς καὶ συμβόλοις· οἱ δὲ καὶ
20περιάπτοις καὶ ἐπῳδαῖς κέχρηνται. Ἀλλὰ καὶ πρὸς τούτους μὲν ὕστερον ἐροῦμεν, ὅταν τὰ πρὸς Ἕλλη‐ νας διανύσωμεν· τέως δὲ τὰ εἰρημένα κατέχετε, καὶ συλλάβεσθέ μοι τῆς μάχης, διὰ τοῦ βίου πρὸς ἡμᾶς ἕλκοντες αὐτοὺς καὶ μεθιστῶντες. Ὅπερ γὰρ ἀεὶ λέ‐
25γω, τὸν περὶ φιλοσοφίας διδάσκοντα, πρότερον ἐν ἑαυτῷ τοῦτο διδάσκειν χρὴ καὶ ποθεινὸν εἶναι τοῖς ἀκούουσι. Γενώμεθα τοίνυν ποθεινοὶ, καὶ εὐνοϊκῶς διαθῶμεν πρὸς ἡμᾶς τοὺς Ἕλληνας. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ
30κακῶς ποιεῖν, ἀλλὰ καὶ κακῶς πάσχειν ὦμεν παρ‐ εσκευασμένοι. Οὐχ ὁρῶμεν τὰ παιδία, ὅταν ὑπὸ τῶν πατέρων βασταζόμενα ἐντείνῃ πληγὰς εἰς τὰς γνά‐ θους τοῦ φέροντος, πῶς ὁ πατὴρ ἡδέως παρέχει τῷ παιδὶ τῆς ὀργῆς ἐμφορηθῆναι, καὶ ὅταν ἴδῃ κενώσαντα
35τὸν θυμὸν φαιδρύνεται; Οὕτω καὶ ἡμεῖς ποιῶμεν· καὶ καθάπερ πατέρες πρὸς παιδία, τοῖς Ἕλλησι δια‐ λεγώμεθα. Παιδία γάρ εἰσιν ἅπαντες Ἕλληνες· καὶ ταῦτά τινες τῶν παρ’ αὐτοῖς εἰρήκασιν, ὅτι ἀεὶ παῖ‐ δες ἐκεῖνοι, καὶ γέρων Ἕλλην οὐδείς. Τὰ δὲ παιδία
40ὑπὲρ οὐδενὸς ἀνέχεται φροντίζειν χρησίμου· οὕτω καὶ οἱ Ἕλληνες παίζειν ἀεὶ βούλονται καὶ χαμαὶ κεῖνται, χαμαιπετεῖς ὄντες καὶ χαμαίζηλοι. Τὰ δὲ παιδία πολ‐ λάκις περὶ ἀναγκαίων ἡμῶν διαλεγομένων οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων, ἀλλ’ ἀεὶ καὶ γελᾷ·
45τοιοῦτοι καὶ οἱ Ἕλληνες· ὅταν περὶ βασιλείας διαλε‐ γώμεθα, γελῶσι. Καὶ καθάπερ ἐκ παιδικοῦ στόματος πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ πο‐ τὸν ἐμόλυνεν· οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα·

61

.

38

(50)

κἂν ἀναγκαίαν δῷς τροφὴν, λυποῦσι τοὺς παρέχοντας διὰ βλασφημίας ἀεὶ, καὶ δέονται διαβαστάζεσθαι. Τὰ παιδία πάλιν ὅταν ἴδωσι λῃστὴν εἰσιόντα καὶ τὰ ἔνδον ἀφαιρούμενον, οὐ μόνον οὐκ ἀμύνει, ἀλλὰ καὶ προσ‐ γελᾷ τῷ ἐπιβούλῳ· ἂν δὲ τὸν καλαθίσκον ἢ τὰ σεῖ‐
55στρα ἀφέλῃς, ἢ ἄλλο τι τῶν ἀθυρμάτων, δεινοπαθεῖ
καὶ δυσχεραίνει, σπαράττεται καὶ λακτίζει τὸ ἔδαφος.37

61

.

39

Οὕτω δὴ καὶ οἱ Ἕλληνες, τὸν μὲν διάβολον ὁρῶντες πάντα ὑφαιρούμενον αὐτῶν τὰ πατρῷα καὶ τὸ συν‐ έχοντα αὐτῶν τὴν ζωὴν, γελῶσιν ὥσπερ φίλῳ προσ‐ τρέχοντες· ἂν δὲ κτῆμά τις ἢ πλοῦτον ἢ ὁτιοῦν τοιοῦ‐
5τον τῶν παιδικῶν, ἀφέληται, ὀδύρονται, σπαράττον‐ ται· καὶ καθάπερ τὰ παιδία ἀναισθήτως γυμνοῦται καὶ οὐκ ἐρυθριᾷ, οὕτω καὶ οἱ Ἕλληνες πόρνοις καὶ μοιχοῖς συγκυλινδούμενοι, καὶ τοὺς τῆς φύσεως γυμνοῦντες νόμους, καὶ παρανόμους εἰσάγοντες μί‐
10ξεις, οὐκ ἐπιστρέφονται. Ἐκροτήσατε σφόδρα καὶColumn end

61

.

40

ἐπῃνέσατε· ἀλλὰ μετὰ τοῦ κρότου σπουδάσατε, ὅπως μὴ καὶ περὶ ὑμῶν ταῦτα λέγηται. Διὸ παρακαλῶ πάντας γενέσθαι ἄνδρας· ἐπεὶ, ὅταν αὐτοὶ παῖδες ὦμεν, πῶς ἐκείνους διδάξομεν ἄνδρας εἶναι; πῶς
5εἴρξομεν αὐτοὺς τῆς παιδικῆς ἀνοίας; Γενώμεθα τοί‐ νυν ἄνδρες, ἵνα φθάσωμεν εἰς τὸ μέτρον τῆς ἡλικίας τῆς ὡρισμένης παρὰ τοῦ Χριστοῦ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ
τὰ ἑξῆς.Column end

61

.

39

(11)

ΟΜΙΛΙΑ Εʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κό‐
15 σμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. αʹ. Εἰπὼν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν, ἔδειξεν ὅτι ἐκβέβληται ἡ σοφία ἡ ἀνθρωπίνη ἀπό τε τῆς μαρτυρίας τῶν Γραφῶν, ἀπό
20τε τῆς τῶν πραγμάτων ἐκβάσεως· ἀπὸ μὲν τῆς μαρ‐ τυρίας, εἰπὼν, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἀπὸ δὲ τῆς ἐκβάσεως, κατὰ ἐρώτησιν προαγαγὼν τὸν λόγον καὶ εἰπὼν, Ποῦ σοφός; ποῦ γραμματεύς; Πάλιν συναπέδειξεν, ὅτι καὶ οὐ νεώτερον τὸ πρᾶγμα,
25ἀλλὰ καὶ παλαιὸν, ὡς ἄνωθεν αὐτὸ προδιατυποῦσθαι καὶ προλέγεσθαι· Γέγραπται γὰρ, φησίν· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν. Μετὰ τούτων ἀπέδειξεν, ὅτι καὶ χρησίμως καὶ εὐλόγως ταῦτα οὕτω γέγονεν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, φησὶν, οὐκ ἔγνω ὁ κόσμος
30τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύ‐ γματος σῶσαι τοὺς πιστεύοντας· καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάμεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ μεῖζον τὸ μωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ
35δι’ αὐτῶν ἀποδείκνυσι τῶν μαθητῶν· Βλέπετε γὰρ, φησὶ, τὴν κλῆσιν ὑμῶν. Οὐ γὰρ μόνον διδασκάλους ἰδιώτας, ἀλλὰ καὶ μαθητὰς ἐπελέξατο τοιούτους· Οὐ γὰρ πολλοὶ σοφοὶ, φησὶ, κατὰ σάρκα. Οὕτω δεί‐ κνυται τοῦτο καὶ ἰσχυρότερον καὶ σοφώτερον, ὅταν
40καὶ πολλοὺς πείσῃ καὶ ἀσόφους πείσῃ. Καὶ γὰρ δυσκο‐ λώτατον ἰδιώτην πεῖσαι, μάλιστα ὅταν περὶ πραγμά‐ των ἀναγκαίων καὶ μεγάλων ὁ λόγος ᾖ. Ἀλλ’ ὅμως ἔπεισαν· καὶ τούτου μάρτυρας αὐτοὺς καλεῖ· Βλέ‐ πετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, φησὶν, ἐπι‐
45σκέψασθε, διερευνήσασθε. Τὸ γὰρ δόγματα οὕτω σοφὰ καὶ πάντων σοφώτερα καταδέξασθαι τοὺς ἰδιώ‐ τας, μεγίστην τῷ διδασκάλῳ μαρτυρεῖ σοφίαν. Τί δέ ἐστι, κατὰ σάρκα; Κατὰ τὸ φαινόμενον, κατὰ τὸν παρόντα βίον, κατὰ τὴν ἔξωθεν παίδευσιν. Εἶτα, ἵνα

61

.

39

(50)

μὴ δόξῃ ἑαυτῷ περιπίπτειν (καὶ γὰρ τὸν ἀνθύπατον ἔπεισε καὶ τὸν Ἀρεοπαγίτην καὶ τὸν Ἀπολλὼ, καὶ ἑτέρους δὲ εἴδομεν σοφοὺς τῷ κηρύγματι προσελθόν‐ τας), οὐκ εἶπεν, ὅτι Οὐδεὶς σοφὸς, ἀλλ’, Οὐ πολλοὶ σοφοί. Οὐ γὰρ ἀποκεκληρωμένως τοὺς ἰδιώτας
55ἐκάλει καὶ τοὺς σοφοὺς ἠφίει, ἀλλὰ καὶ τούτους ἐδέ‐ χετο, πολλῷ δὲ πλείους ἐκείνους. Τί δήποτε; Ὅτι ὁ κατὰ σάρκα σοφὸς πολλῆς γέμει τῆς ἀνοίας, καὶ οὗτος μάλιστά ἐστιν ὁ μωρὸς, ὅταν τὴν διεφθαρμένην διδα‐ σκαλίαν ἐκβαλεῖν μὴ βούληται. Καθάπερ οὖν τις ἰα‐
60τρὸς, εἰ βουληθείη διδάξαι τινὰς τὰ ἀπὸ τῆς τέχνης, οἱ μὲν ὀλίγα εἰδότες, κακῶς καὶ ἐναντίως χρώμενοι
τῇ τέχνῃ καὶ κατέχειν φιλονεικοῦντες, οὐκ ἂν ἀνά‐Column end

61

.

40

(12)

σχοιντο μαθεῖν ῥᾳδίως, οἱ δὲ μηδὲν ἐπιστάμενοι μάλι‐ στα ἂν καταδέξαιντο τὰ λεγόμενα· οὕτω δὴ καὶ ἐν‐ ταῦθα γέγονεν· οἱ ἰδιῶται μᾶλλον ἐπείσθησαν· τὴν
15γὰρ ἐσχάτην ἀπόνοιαν οὐκ εἶχον, τὸ νομίζειν ἑαυτοὺς εἶναι σοφούς. Καὶ γὰρ οἱ σφόδρα μωροὶ, οὗτοι μάλι‐ στά εἰσιν οἱ λογισμοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ’ ἢ διὰ πίστεως. Καὶ γὰρ εἴ τις, τοῦ χαλ‐ κευτικοῦ διὰ τῆς πυράγρας τὸν πεπυρακτωμένον
20ἐξέλκοντος σίδηρον, οὗτος διὰ τῆς χειρὸς φιλονεικοίη τοῦτο ποιεῖν, τὴν ἐσχάτην αὐτοῦ καταψηφιούμεθα ἄνοιαν· οὕτω καὶ οἱ φιλόσοφοι δι’ ἑαυτῶν ταῦτα εὑ‐ ρεῖν φιλονεικήσαντες, τὴν πίστιν ἠτίμασαν. Διά τοι τοῦτο οὐχ εὗρον τῶν ζητουμένων οὐδέν. Οὐ πολλοὶ
25δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς. Καὶ γὰρ καὶ οὗτοι τύφου πεπληρωμένοι εἰσίν. Οὐδὲν δὲ οὕτω πρὸς ἀκρι‐ βῆ θεογνωσίαν ἄχρηστον, ὡς ἀπόνοια καὶ τὸ προσ‐ ηλῶσθαι πλούτῳ. Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λό‐
30γον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων. Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Ὅπερ ἐστὶ μέγιστον τῆς νίκης δεῖγμα, ὅταν διὰ τῶν ἰδιωτῶν νικᾷ. βʹ. Οὐ γὰρ οὕτω καταισχύνονται Ἕλληνες, ὅταν διὰ
35τῶν σοφῶν ἡττηθῶσιν· ἀλλὰ τότε ἐγκαλύπτονται, ὅταν ἴδωσι τὸν χειροτέχνην καὶ τὸν ἐπὶ τῆς ἀγορᾶς ὑπὲρ αὐτοὺς φιλοσοφοῦντα. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πλεονεκτημά‐
40των τοῦ βίου. Καὶ γὰρ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέ‐ ξατο, φησὶ, ἵνα καταισχύνῃ τὰ ἰσχυρά. Οὐ γὰρ ἰδιώτας μόνον, ἀλλὰ καὶ πένητας καὶ εὐκαταφρονή‐ τους καὶ ἀσήμους ἐκάλεσεν, ἵνα τοὺς ἐν δυναστείαις ὄντας ταπεινώσῃ. Καὶ τὰ ἀγεννῆ τοῦ κόσμου καὶ
45τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Καὶ τίνα τὰ μὴ ὄντα καλεῖ; Τοὺς μηδὲν εἶναι λογιζομένους διὰ τὴν πολλὴν οὐδένειαν. Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών· ὅπερ καὶ ἀλ‐

61

.

40

(50)

λαχοῦ λέγει, ὅτι Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τε‐ λειοῦται. Μεγάλη γὰρ δύναμις τὸ τοὺς ἀπεῤῥιμ‐ μένους καὶ μηδενὸς μηδέποτε μαθήματος ἁψαμένους, τούτους ἀθρόον τὰ ὑπὲρ τὸν οὐρανὸν παιδεύειν φιλο‐ σοφεῖν. Ἐπεὶ καὶ ἰατρὸν καὶ ῥήτορα καὶ τοὺς ἄλλους
55ἅπαντας τότε μάλιστα θαυμάζομεν, ὅταν τοὺς σφόδρα ἰδιώτας πείθωσι καὶ παιδεύωσιν. Εἰ δὲ τοὺς περὶ τέ‐ χνης λόγους θαῦμα μέγα ἐνθεῖναι ἰδιώτῃ, πολλῷ μᾶλ‐ λον τοὺς ὑπὲρ τοσαύτης φιλοσοφίας. Οὐ θαύματος δὲ ἕνεκεν μόνον, οὐδὲ τοῦ δεῖξαι τὴν ἑαυτοῦ δύνα‐
60μιν τοῦτο πεποίηκεν, ἀλλὰ καὶ ὑπὲρ τοῦ καταστεῖλαι τοὺς ἀλαζόνας. Διὸ καὶ ἔμπροσθεν ἔλεγεν· Ἵνα κατ‐
αισχύνῃ τοὺς σοφοὺς, ἵνα καταργήσῃ τὰ ὄντα,39

61

.

41

καὶ ἐνταῦθα πάλιν· Ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Πάντα γὰρ ὁ Θεὸς διὰ τοῦτο ποιεῖ, [ἵνα τὸν τῦφον καὶ τὸ φρόνημα καταστείλῃ, ἵνα τὸ καυχᾶσθαι καθέλῃ· καὶ ὑμεῖς ἐπὶ τούτῳ, φησὶ,
5ἐνδιατρίβετε; πάντα ποιεῖ,] ἵνα μηδὲν ἑαυτοῖς λογι‐ ζώμεθα, ἵνα πάντα τῷ Θεῷ ἐπιγράφωμεν. Καὶ ὑμεῖς ἐπὶ τῷ δεῖνι καὶ τῷ δεῖνι ὑμᾶς αὐτοὺς προσενεί‐ ματε; Καὶ ποίας τεύξεσθε συγγνώμης; Καὶ γὰρ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δυνατὸν δι’ ἑαυτῶν σωθῆναι
10μόνον, καὶ τοῦτο παρὰ τὴν ἀρχὴν ἐποίησεν. Οὐ γὰρ τότε δι’ ἑαυτῶν σωθῆναι ἐνῆν, ἀλλ’ ἔδει κάλλος οὐρα‐ νοῦ καὶ γῆς μέγεθος καὶ τῆς ἄλλης κτίσεως τὸ σῶμα περιελθόντας, οὕτω χειραγωγεῖσθαι πρὸς τὸν τῶν ἔργων δημιουργόν. Ἐποίησε δὲ τοῦτο, προαναστέλ‐
15λων τὴν μέλλουσαν οἰησισοφίαν. Ὡς ἂν εἴ τις διδά‐ σκαλος κελεύσας ἕπεσθαι τῷ μαθητῇ ᾗπερ ἂν ἡγῆ‐ ται, ἐπειδὰν ἴδῃ προλαβόντα καὶ βουλόμενον ἀφ’ ἑαυ‐ τοῦ πάντα μαθεῖν, ἀφεὶς διαμαρτεῖν, καὶ δείξας ὡς οὐκ ἀρκεῖ πρὸς τὴν μάθησιν, οὕτως αὐτῷ τότε ἐπεισ‐
20άγοι τὰ παρ’ ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλή‐ ψεως· ἐπειδὴ δὲ οὐκ ἐθέλησαν, δείξας διὰ τῆς πεί‐ ρας, ὅτι οὐκ ἀρκοῦσιν ἑαυτοῖς, τότε αὐτοὺς πρὸς ἑαυ‐ τὸν ἑτέρως πάλιν ἄγει· ἔδωκεν ἀντὶ δέλτου τὸν κό‐
25σμον. Οὐδὲ ἐν τούτοις ἐμελέτησαν οἱ φιλόσοφοι, οὐδὲ αὐτῷ πεισθῆναι ἠθέλησαν, οὐδὲ ταύτην ἐλθεῖν τὴν ὁδὸν πρὸς αὐτὸν, ἣν αὐτὸς ἐκέλευσεν. Εἰσήγαγεν ἑτέραν ὁδὸν τῆς προτέρας σαφεστέραν, πείθουσαν ὅτι οὐκ αὐτάρκης ἄνθρωπος αὐτὸς ἑαυτῷ μόνος. Τότε
30μὲν γὰρ καὶ λογισμοὺς ἦν ἀνακινεῖν, καὶ τῇ ἔξωθεν κεχρῆσθαι σοφίᾳ διὰ τῆς κτίσεως χειραγωγουμένους· νῦν δὲ ἂν μή τις γένηται μωρὸς, τουτέστιν, ἂν μὴ πάντα λογισμὸν καὶ πᾶσαν κενώσῃ σοφίαν, καὶ τῇ πίστει ἑαυτὸν παραδῷ, ἀμήχανον σωθῆναι. Οὐ μι‐
35κρὸν τοίνυν μετὰ τοῦ ποιῆσαι ῥᾳδίαν τὴν ὁδὸν, καὶ νόσημα ἀνέσπασεν ἐντεῦθεν, τὸ μὴ καυχᾶσθαι μηδὲ μέγα φρονεῖν· Ὅπως μὴ καυχήσηται πᾶσα σάρξ. Ἀπὸ γὰρ τούτου ἡ ἁμαρτία, ὅτι σοφώτεροι τῶν τοῦ Θεοῦ νόμων εἶναι ἐφιλονείκησαν, οὐ θέλοντες οὕτω
40μαθεῖν ὡς αὐτὸς ἐνομοθέτησε. Διὰ τοῦτο οὐδὲ ὅλως ἔμαθον. Οὕτω καὶ ἐξ ἀρχῆς ἐγένετο. Εἶπε τῷ Ἀδάμ· Τόδε τι πρᾶξον, καὶ τόδε μὴ πράξῃς. Ἐκεῖνος ὡς πλέον τι νομίζων εὑρίσκειν, παρήκουσε, καὶ ὅπερ εἶχεν, ἀπώλεσεν. Εἶπε τοῖς ἑξῆς· Μὴ ἐναπομένετε τῇ
45κτίσει, ἀλλὰ διὰ ταύτης τὸν Δημιουργὸν θεωρεῖτε. Ἐκεῖνοι δῆθεν, ὡς σοφώτερόν τι τῶν εἰρημένων εὑ‐ ρίσκοντες, μυρίους ἐκίνησαν λαβυρίνθους. Διὰ τοῦτο καὶ ἑαυτοῖς καὶ ἀλλήλοις συνεῤῥάγησαν, καὶ οὔτε τὸν Θεὸν εὗρον, οὔτε περὶ τῆς κτίσεώς τι σαφὲς ἔγνω‐

61

.

41

(50)

σαν, οὐδὲ προσήκουσαν καὶ ἀληθῆ περὶ αὐτῆς δόξαν ἔσχον. Διὰ τοῦτο πάλιν ἐκ πολλοῦ τοῦ περιόντος τὴν οἴησιν αὐτῶν καθαιρῶν, τοὺς ἰδιώτας πρώτους εἰσ‐ ήγαγε, δείξας ὡς πάντες τῆς ἄνωθεν δέονται σοφίας. Οὐ μόνον δὲ ἐν τῷ περὶ γνώσεως λόγῳ, ἀλλὰ καὶ τοῖς
55ἄλλοις ἅπασι καὶ ἀνθρώπους καὶ τὰ ἄλλα πάντα κτίσματα ἐν πολλῇ χρείᾳ αὐτοῦ κατέστησεν, ἵνα με‐ γίστην ἀφορμὴν ἔχῃ καὶ ταύτην ὑποταγῆς καὶ οἰ‐ κειώσεως, ἵνα μὴ ἀποπηδήσαντα ἀπόληται. Διὰ τοῦτο οὐκ ἀφῆκεν αὐτάρκεις αὐτοὺς ἑαυτοῖς εἶναι.
60Εἰ γὰρ καὶ νῦν ἐν χρείᾳ ὄντες πολλοὶ καταφρονοῦσιν, εἰ μὴ τοῦτο ἦν, ποῦ οὐκ ἂν ἐξῆλθον ὑπεροψίας; Ὥστε τὸ οὕτω καυχᾶσθαι οὐ φθονῶν αὐτοῖς ἀνεῖλεν, ἀλλ’ ἀφέλκων αὐτοὺς τῆς ἀπωλείας τῆς ἐντεῦθεν γινομέ‐ νης. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ,
65ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνηColumn end

61

.

42

καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Τὸ, Ἐξ αὐτοῦ, ἐνταῦθα οὐ περὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς οἶμαι λέγειν αὐτὸν, ἀλλὰ περὶ τῆς πίστεως· τουτέστι, τέκνα Θεοῦ γενέσθαι οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος
5σαρκός. Μὴ νομίσητε τοίνυν, ὅτι ἀφελόμενος ἡμᾶς τοῦ καυχήματος, εἴασεν οὕτω· μεῖζον γὰρ ἕτερον ἔδωκε καύχημα. Ἐκείνου γὰρ ἐνώπιον οὐ δεῖ καυχᾶ‐ σθαι. Παῖδες αὐτοῦ ἐστε, διὰ τοῦ Χριστοῦ τοῦτο γενό‐ μενοι. Καὶ ἐπειδὴ εἶπε, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέ‐
10ξατο καὶ τὰ ἀγεννῆ, δείκνυσιν ὅτι πάντων εἰσὶν εὐ‐ γενέστεροι, τὸν Θεὸν ἔχοντες πατέρα. Τῆς δὲ εὐγε‐ νείας ταύτης οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ ὁ Χριστὸς ἡμῖν ἐστιν αἴτιος, σοφοὺς ἡμᾶς ποιήσας καὶ δικαίους καὶ ἁγίους· τοῦτο γάρ ἐστιν· Ἐγενήθη ἡμῖν σο‐
15φία. γʹ. Τίς οὖν ἡμῶν σοφώτερος τῶν οὐ τὴν Πλάτωνος ἐχόντων σοφίαν, ἀλλ’ αὐτὸν τὸν Χριστὸν, τοῦτο τοῦ Θεοῦ βουληθέντος; Τί δέ ἐστιν, Ἀπὸ Θεοῦ; Ὅταν μεγάλα εἴπῃ περὶ τοῦ Μονογενοῦς, τότε προσάπτει
20τὸν Πατέρα, ἵνα μὴ νομίσῃ τις ἀγέννητον εἶναι τὸν Υἱόν. Ἐπειδὴ οὖν εἶπεν, ὅτι τοσαῦτα ἴσχυσε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Υἱῷ, σοφίαν αὐτὸν λέγων ἡμῖν γεγε‐ νῆσθαι καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρω‐ σιν. Διὰ τοῦ Υἱοῦ πάλιν τὸ πᾶν ἀνατιθεὶς τῷ Πατρὶ
25εἶπεν· Ἀπὸ Θεοῦ. Διὰ τί δὲ μὴ εἶπεν, Ἐσόφισεν ἡμᾶς, ἀλλ’, Ἐγενήθη ἡμῖν σοφία; Τὸ δαψιλὲς ἐν‐ δεικνύμενος τῆς δωρεᾶς· ὡς ἂν εἰ ἔλεγεν· Ἑαυτὸν ἡμῖν ἔδωκε. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Πρότερον γὰρ ἡμᾶς σοφοὺς ἐποίησεν ἀπαλλάξας τῆς πλάνης,
30καὶ τότε δικαίους καὶ ἁγίους, τὸ Πνεῦμα χαρισάμε‐ νος, καὶ οὕτως ἀπήλλαξεν ἡμᾶς ἁπάντων τῶν κακῶν, ὥστε αὐτοῦ εἶναι. Καὶ οὐ τῆς οὐσιώσεως τοῦτο δη‐ λωτικὸν, ἀλλὰ τῆς πίστεως. Ἀλλαχοῦ μὲν οὖν φη‐ σιν, ὅτι ἡμεῖς ἐγενόμεθα δικαιοσύνη ἐν αὐτῷ, οὕτω
35λέγων· Τὸν μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· νῦν δὲ αὐτόν φησι δικαιοσύνην ἡμῖν γεγενῆσθαι, ὥστε ἔξεστι τῷ βουλομένῳ μετέχειν δα‐ ψιλῶς. Οὐ γὰρ ὁ δεῖνα σοφοὺς ἐποίησε καὶ ὁ δεῖνα,
40ἀλλ’ ὁ Χριστός. Ὁ τοίνυν καυχώμενος, ἐν αὐτῷ καυ‐ χάσθω, μὴ ἐν τῷ δεῖνι καὶ τῷ δεῖνι· παρὰ τοῦ Χρι‐ στοῦ γέγονεν ἅπαντα. Διὸ εἰπὼν, Ὃς ἐγενήθη ἡμῖν σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύ‐ τρωσις, ἐπήγαγεν· Ἵνα, καθὼς γέγραπται, Ὁ καυ‐
45χώμενος, ἐν Κυρίῳ καυχάσθω. Διὰ τοῦτο καὶ σφο‐ δρῶς κατηνέχθη κατὰ τῆς τῶν Ἑλλήνων σοφίας, ἵνα τούτῳ αὐτῷ πείσῃ τοὺς ἀνθρώπους, ὥσπερ οὖν καὶ ἔστι δίκαιον, ἐν Θεῷ καυχᾶσθαι. Ὅταν γὰρ παρ’ ἑαυτῶν τὰ ὑπὲρ ἑαυτοὺς ζητῶμεν, οὐδὲν μωρότερον,

61

.

42

(50)

οὐδὲν ἀσθενέστερον ἡμῶν γίνεται. Γλῶτταν μὲν γὰρ ἔχειν ἠκονημένην, δυνατὸν, δόγματα δὲ ἰσχυρὰ, ἀμή‐ χανον· ἀλλὰ τοῖς τῶν ἀραχνίων ὑφάσμασιν ἐοίκασιν οἱ λογισμοὶ καθ’ ἑαυτοὺς ὄντες. Εἰς τοῦτο γάρ τινες παρήλασαν μανίας, ὡς μηδὲν ἀληθὲς εἶναι λέγειν
55τῶν ὄντων, ἀλλὰ πάντα ἐναντία διϊσχυρίζεσθαι τῶν φαινομένων. Μηδὲν τοίνυν εἴπῃς σαυτοῦ, ἀλλ’ ἐν πᾶ‐ σιν ἐν Θεῷ καυχῶ· μηδενὶ ἀνθρώπῳ τί ποτε λογίσῃ. Εἰ γὰρ Παύλῳ οὐδὲν χρὴ λογίζεσθαι, πολλῷ μᾶλλον ἑτέροις· Ἐγὼ γὰρ, φησὶν, ἐφύτευσα, Ἀπολλὼς
60ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν. Ὁ μαθὼν ἐν Κυρίῳ καυχᾶσθαι, οὐδέποτε ἐπαρθήσεται, ἀλλ’ ἀεὶ καὶ με‐ τριάσει, καὶ ἐν πᾶσιν ἔσται εὐχάριστος. Ἀλλ’ οὐ τὰ
τῶν Ἑλλήνων τοιαῦτα, ἀλλὰ πάντα ἑαυτοῖς ἀνατι‐41

61

.

43

θέασι. Διὸ καὶ ἀπὸ ἀνθρώπων ποιοῦσι θεούς· οὕτως αὐτοὺς ἡ ἀπόνοια ἐξετραχήλισεν. Ὥρα δὴ λοιπόν ἐστι πρὸς τὴν τούτων ἐξελθεῖν μάχην. Ποῦ τοίνυν κατελί‐ πομεν τὸν λόγον τῇ προτέρᾳ; Ἐλέγομεν, ὅτι οὐκ ἦν
5δυνατὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν περιγενέσθαι τῶν φιλοσόφων τοὺς ἁλιέας· ἀλλ’ ὅμως γέγονε δυνα‐ τόν· ὅθεν δῆλον, ὅτι χάριτι γέγονεν. Ἐλέγομεν, ὅτι οὐκ ἦν δυνατὸν οὐδὲ ἐννοῆσαι αὐτοὺς τοσαῦτα κατορ‐ θώματα· καὶ ἐδείξαμεν, ὅτι οὐ μόνον ἐνενόησαν,
10ἀλλὰ καὶ εἰς τέλος ἤγαγον μετὰ πολλῆς τῆς εὐκολίας. Τὸ αὐτὸ δὴ καὶ σήμερον γυμνάσωμεν τοῦ λόγου τὸ κεφάλαιον, πόθεν αὐτοῖς ἐπῆλθε προσδοκῆσαι τῆς οἰκουμένης περιγενέσθαι, εἰ μὴ εἶδον τὸν Χριστὸν ἀναστάντα. Μὴ γὰρ ἐξεστήκεσαν, ὥστε τοιοῦτόν τι
15λογίσασθαι ἁπλῶς καὶ εἰκῆ; Καὶ γὰρ ὑπερβάλλει πᾶσαν μανίαν τὸ προσδοκῆσαι ἄνευ θείας χάριτος τοσούτου περιγενέσθαι πράγματος. Πῶς δ’ ἂν αὐτὸ κατώρθωσαν μαινόμενοι καὶ ἐξεστηκότες; Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγματα ἔδειξε, πῶς
20ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν τῶν τῆς οἰκουμέ‐ νης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳ τοσούτῳ παγέντων
25ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω; Καὶ τὸ δὴ μεῖζον, πρὸς τὸν οὐρανὸν καλοῦντες καὶ τὰς ἄνω διατριβὰς, πόθεν προσεδόκων πείθειν τοὺς ἀκούοντας; Καὶ εἰ μὲν ἦσαν ἐν δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ παιδεύσει τραφέντες, μάλιστα μὲν
30οὐδὲ οὕτω πρὸς τοσοῦτον ὄγκον πραγμάτων εἰκὸς ἦν αὐτοὺς ἐπαρθῆναι· πλὴν ἀλλὰ μᾶλλόν τινα λόγον εἶ‐ χεν ἡ προσδοκία· νῦν δὲ οἱ μὲν πρὸς λίμνας, οἱ δὲ περὶ δέρματα ἠσχόληντο, οἱ δὲ περὶ τελωνίαν. Οὐδὲν δὲ τούτων τῶν ἐπιτηδευμάτων ἀχρηστότερον πρὸς
35φιλοσοφίαν καὶ πρὸς τὸ πεῖσαι μεγάλα φαντάζεσθαι, καὶ μάλιστα ὅταν μὴ παράδειγμά τις ἔχῃ. Μᾶλλον δὲ οὐ μόνον παραδείγματα οὐκ εἶχον, ὅτι περιέσονται, ἀλλ’ ὅτι καὶ οὐ περιέσονται, καὶ ταῦτα δὴ ἔναυλα. Πολλοὶ γὰρ ἐπιχειρήσαντες καινοτομίαις ἐσβέσθησαν
40(οὐχὶ τὰ παρ’ Ἕλλησι λέγω· ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ μετὰ δώδεκα ἀνθρώπων, ἀλλὰ μετὰ πλήθους πολλοῦ τοῖς πράγμασιν ἐπιτιθέμενοι. Καὶ γὰρ Θευδᾶς καὶ Ἰούδας συστήματα ἔχοντες μεγάλα ἀνθρώπων
45μετὰ τῶν μαθητῶν ἀπώλοντο. Καὶ ὁ παρ’ ἐκείνων φόβος ἱκανὸς ἦν τούτους παιδεῦσαι, εἰ μὴ σφόδρα ἦσαν πεπεισμένοι, ὅτι ἄνευ θείας δυνάμεως ἀμήχανον πε‐ ριγενέσθαι. Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ

61

.

43

(50)

μέλλοντα ἑώρων; Θῶμεν δὲ, ὅτι καὶ ἤλπιζον κρατῆ‐ σαι· τί προσεδόκων κερδαίνειν ἐκ τοῦ προσάγειν ἅπαν‐ τας τῷ μὴ ἀναστάντι, καθώς φατε; δʹ. Εἰ γὰρ νῦν πιστεύσαντες ἄνθρωποι περὶ βασιλείας οὐρανῶν καὶ μυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται
55κινδύνους, πῶς ἂν ἐκεῖνοι μάτην τοσαῦτα ἂν ὑπέμει‐ ναν, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ; Εἰ γὰρ μὴ ἐγένετο τὰ
γεγενημένα, μηδὲ εἰς τὸν οὐρανὸν ὁ Χριστὸς ἀνέβη,Column end

61

.

44

πάντως, ταῦτα πλάττειν φιλονεικοῦντες καὶ τοὺς ἄλ‐ λους πείθειν, τῷ Θεῷ προσκρούειν ἔμελλον καὶ μυρίους ἄνωθεν προσδοκᾷν κεραυνούς. Ἄλλως δὲ, εἰ καὶ ζῶν‐ τος τοῦ Χριστοῦ τοσαύτην εἶχον προθυμίαν, ἀποθα‐
5νόντος ἂν ἔσβεσαν αὐτήν. Ἔδοξε γὰρ ἂν αὐτοῖς, εἰ μὴ ἀνέστη, ἀπατεὼν εἶναί τις καὶ εἴρων. Οὐκ ἴστε, ὅτι τὰ στρατόπεδα, τοῦ μὲν στρατηγοῦ καὶ βασιλέως ζῶντος, κἂν ἀσθενῆ ᾖ, συγκροτεῖται· ἀπελθόντων δὲ ἐκείνων, κἂν ἰσχυρὰ ᾖ, διαλύεται; Ποίοις οὖν, εἰπέ
10μοι, λόγοις ἐκέχρηντο πιθανοῖς, μέλλοντες ἅπτεσθαι τοῦ κηρύγματος καὶ πρὸς τὴν οἰκουμένην ἐξιέναι ἅπα‐ σαν; ποίοις δὲ κωλύμασιν οὐκ ἂν κατεσχέθησαν; Εἰ γὰρ μαινόμενοι ἦσαν (τὸ γὰρ αὐτὸ λέγων οὐ παύσο‐ μαι), οὐδὲ ὅλως κατορθῶσαι ἔδει· οὐδεὶς γὰρ μαινο‐
15μένοις πείθεται· εἰ δὲ κατώρθωσαν, ὥσπερ οὖν καὶ κατώρθωσαν, καὶ δείκνυσι τὸ τέλος, πάντων ἦσαν σοφώτεροι. Εἰ δὲ πάντων ἦσαν σοφώτεροι, εὔδηλον ὅτι οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τὸ κήρυγμα. Εἰ γὰρ μὴ εἶδον αὐτὸν ἀναστάντα, τί ἦν ἱκανὸν αὐτοὺς ἐξαγα‐
20γεῖν ἐπὶ τὸν πόλεμον τοῦτον; τί δὲ οὐκ ἂν αὐτοὺς ἀπέτρεψεν; Εἶπεν αὐτοῖς, ὅτι Μετὰ τρεῖς ἡμέρας ἀνα‐ στήσομαι, καὶ περὶ βασιλείας οὐρανῶν ἐπηγγείλατο· εἶπεν, ὅτι Κρατήσουσι τῆς οἰκουμένης Πνεῦμα λαβόν‐ τες ἅγιον· καὶ μυρία πρὸς τούτοις ἕτερα πᾶσαν ὑπερ‐
25βαίνοντα φύσιν. Ὥστε εἰ μηδὲν τούτων γέγονεν, εἰ καὶ ζῶντι ἐπείθοντο, τελευτήσαντος οὐκ ἂν ἐπείσθη‐ σαν, εἰ μὴ εἶδον ἀναστάντα. Εἶπον γὰρ ἄν· Μετὰ τρεῖς ἡμέρας, ἔλεγεν, ἀναστήσομαι, καὶ οὐκ ἀνέστη· Πνεῦμα ὑπέσχετο δώσειν, καὶ οὐκ ἔπεμψε· πῶς οὖν
30ὑπὲρ τῶν μελλόντων αὐτῷ πιστεύσομεν, τῶν παρόν‐ των ἐληλεγμένων; Τίνος δὲ ἕνεκεν μὴ ἀναστάντος, ἐκήρυττον ὅτι ἀνέστη; Ἐπειδὴ ἐφίλουν αὐτὸν, φησί. Καὶ μὴν μισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι μυρίαις αὐτοὺς ἐλπίσιν ἐπ‐
35άρας, καὶ οἰκίας καὶ γονέων καὶ πάντων ἀποστήσας, καὶ ὁλόκληρον ἔθνος ἐκπολεμώσας αὐτοῖς τὸ Ἰουδαίων, προέδωκεν ὕστερον. Καὶ εἰ μὲν ἀσθενείας ἦν τὸ γενό‐ μενον, συνέγνωσαν ἄν· νυνὶ δὲ κακουργίας πολλῆς εἶναι ἐνομίζετο. Ἔδει γὰρ τἀληθὲς εἰπεῖν, καὶ μὴ
40τὸν οὐρανὸν ἐπαγγείλασθαι ἄνθρωπον ὄντα θνητὸν, ὥς φατε. Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα· οὕτω γὰρ ἂν καὶ τῶν κινδύνων ἀπηλλάγησαν, οὕτω καὶ τὸν πόλεμον ἔλυσαν. Εἰ γὰρ τοῖς στρατιώ‐
45ταις ἀργύριον ἔδωκαν οἱ Ἰουδαῖοι ἵνα εἴπωσιν, ὅτι ἔκλεψαν τὸ σῶμα· εἰ παρελθόντες εἶπον οἱ μαθηταὶ ὅτι Ἐκλέψαμεν, καὶ οὐκ ἀνέστη, ποίας ἂν οὐκ ἀπ‐ έλαυσαν τιμῆς; Ὥστε ἐξῆν αὐτοῖς καὶ τιμᾶσθαι καὶ στεφανοῦσθαι. Τίνος οὖν ἕνεκεν τὸ ὑβρίζεσθαι καὶ

61

.

44

(50)

κινδυνεύειν ἀντικατηλλάξαντο τούτων, εἰ μὴ θεία τις ἦν ἡ πείθουσα αὐτοὺς δύναμις, ἡ τούτων ἁπάντων δυνατωτέρα; Εἰ δὲ μηδέπω πείθομεν, λογίζου κἀ‐ κεῖνο, ὅτι εἰ μὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευά‐ ζοντο, οὐκ ἂν ἐπ’ αὐτῷ τὸ κήρυγμα ἐκήρυξαν, ἀλλ’
55ἀπεστράφησαν αὐτόν. Ἴστε γὰρ ὅτι οὐδὲ τὰ ὀνόματα βουλόμεθα τῶν τὰ τοιαῦτα ἀπατώντων ἡμᾶς ἀκούειν. Τίνος δὲ ἕνεκεν καὶ ἐκήρυττον αὐτοῦ τὸ ὄνομα; προσ‐ δοκῶντες ὅτι κρατήσουσι δι’ αὐτοῦ; καὶ μὴν τοὐ‐ ναντίον ἐχρῆν προσδοκᾷν, ὅτι εἰ καὶ ἔμελλον κρατή‐
60σειν, ἀπώλοντο ἀπατεῶνος ὄνομα φέροντες εἰς μέσον.
Εἰ δὲ συσκιάσαι τὰ πρότερα ἐβούλοντο, ἔδει σιγῆσαι·43

61

.

45

ὡς τό γε ἐπαγωνίζεσθαι, μειζόνως ἀνῆπτε καὶ τὸν πόλεμον καὶ τὸν γέλωτα. Πόθεν οὖν ἐπῆλθεν αὐτοῖς ἀναπλάσαι τοιαῦτα; καὶ γὰρ ἅπερ ἤκουσαν, ἀπώλε‐ σαν. Εἰ δὲ οὐκ ὄντος φόβου πολλὰ ἐπελανθάνοντο,
5καί τινα οὐδὲ ἐνόουν, καθὼς καὶ ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου καταλαβόντος, πῶς οὐκ ἂν ἅπαντα αὐτῶν ἀπέπτη; Καὶ τί λέγω τὰ ῥήματα; ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέμα κατ‐ εμαραίνετο τῷ φόβῳ τῶν ἐσομένων· ὅπερ αὐτοῖς καὶ
10ὠνείδισεν. Ἐπειδὴ γὰρ πρὸ τούτου μὲν ἐκκρεμάμε‐ νοι αὐτοῦ, συνεχῶς ἠρώτων, Ποῦ ὑπάγεις; ὕστερον δὲ, ὅτε τοὺς μακροὺς ἀπέτεινε λόγους τὰ δεινὰ δι‐ ηγούμενος τὰ παρ’ αὐτὸν τὸν σταυρὸν καταληψόμενα αὐτοὺς, εἶτα τῷ δέει παγέντες ἐναπέμειναν ἀχανεῖς·
15ἄκουσον πῶς τοῦτο αὐτὸ προφέρει αὐτοῖς λέγων· Οὐ‐ δεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ’ ὅτι λελάληκα ὑμῖν ταῦτα, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Εἰ τοίνυν προσδοκῶντες αὐτὸν ἀπο‐ θανεῖσθαι καὶ ἀναστήσεσθαι οὕτως ἤλγουν, ἀναστάντα
20αὐτὸν μὴ ἰδόντες, πῶς οὐκ ἂν ἀπώλοντο, καὶ εἰς αὐ‐ τὴν ἂν ἐσπούδασαν καταδῦναι τὴν γῆν, καὶ ἀθυμίᾳ τῇ τῆς ἀπάτης καὶ δέει τῶν ἐσομένων πολιορκού‐ μενοι; εʹ. Πόθεν δὲ καὶ τὰ ὑψηλὰ αὐτοῖς δόγματα; τὰ γὰρ
25ὑψηλότερα ὕστερον εἶπεν αὐτοὺς ἀκούσεσθαι· Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὥστε τὰ λειπόμενα ὑψηλότερα ἦν. Εἷς δὲ τῶν μαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθε‐ λεν ἀπελθεῖν μετ’ αὐτοῦ, ἐπειδὴ κινδύνων ἤκουσεν,
30ἀλλ’ ἔλεγεν· Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνω‐ μεν μετ’ αὐτοῦ· βαρυνόμενος ἐπειδὴ προσεδόκησεν ἀποθανεῖσθαι. Εἰ δὲ μετ’ αὐτοῦ ὢν προσεδόκησεν ἀποθανεῖσθαι, καὶ ἀνεδύετο διὰ τοῦτο, χωρὶς αὐτοῦ καὶ τῶν λοιπῶν μαθητῶν τί οὐκ ἂν ἤλπισε τότε
35παθεῖν; Καὶ πολὺς ὁ ἔλεγχος ἦν τῆς ἀναισχυντίας. Τί δὲ καὶ εἶχον εἰπεῖν ἐξιόντες; Τὸ μὲν γὰρ πάθος ἡ οἰκουμένη πᾶσα ᾔδει· καὶ γὰρ ἐφ’ ὑψηλοῦ ἐκρέματο τοῦ ἰκρίου, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, ἐν ᾗ μάλιστα οὐκ ἐνῆν τινα
40ἀπολειφθῆναι· τὴν δὲ ἀνάστασιν οὐδεὶς εἶδε τῶν ἔξω‐ θεν, ὅπερ οὐ μικρὸν αὐτοῖς πρὸς τὸ πείθειν ἐμπόδιον ἦν. Καὶ ὅτι μὲν ἐτάφη, πάντες διεθρύλλουν· καὶ ὅτι ἔκλεψαν τὸ σῶμα αὐτοῦ οἱ μαθηταὶ, οἱ στρατιῶται μετὰ τῶν Ἰουδαίων ἁπάντων ἔλεγον· ὅτι δὲ ἀνέστη,
45τῶν ἔξωθεν οὐδεὶς εἶδε. Πόθεν οὖν προσεδόκησαν πείθειν τὴν οἰκουμένην; Εἰ γὰρ θαυμάτων γινομέ‐ νων στρατιῶται ἐπείσθησαν τὰ ἐναντία μαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυμάτων κηρύττειν, καὶ μηδὲ ὀβολὸν κεκτημένοι πείθειν γῆν καὶ θάλατ‐

61

.

45

(50)

ταν περὶ τῆς ἀναστάσεως; εἰ δὲ δόξης ἐρῶντες τοῦτο ἐποίουν, πολλῷ μᾶλλον ἂν ἕκαστος ἑαυτῷ δόγματα ἐπεφήμισεν, οὐχὶ τῷ ἀπελθόντι. Ἀλλ’ οὐκ ἂν ἐπείσθη‐ σαν αὐτοῖς οἱ ἄνθρωποι; Καὶ περὶ τίνος ἀκούοντες μᾶλλον ἐπίστευον; περὶ ἐκείνου τοῦ συλληφθέντος
55καὶ σταυρωθέντος, ἢ περὶ αὐτῶν τῶν τὰς χεῖρας ἐκφυγόντων τὰς Ἰουδαϊκάς; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, μέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰου‐ δαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ’ ἔνδον ἐστρέφοντο; Πῶς δὲ, εἰ μὴ σημεῖα ἐποίουν,
60ἔπειθον; Καὶ εἰ μὲν ἐποίουν (ἐποίουν γὰρ), Θεοῦ δύναμις ἦν τὸ γινόμενον· εἰ δὲ μὴ ἐποίουν καὶ ἐκρά‐ τουν, πολὺ θαυμαστότερον ἦν τὸ συμβάν. Οὐκ ᾔδεσαν
Ἰουδαίους, εἰπέ μοι, καὶ τὴν πονηρὰν αὐτῶν μελέτηνColumn end

61

.

46

καὶ τὴν φθόνων γέμουσαν ψυχήν; Καὶ γὰρ Μωϋσέα ἐλίθασαν μετὰ τὸ πέλαγος ὅπερ ἐπέζευσαν, μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ θαυμαστὸν, ὅπερ ἔστησαν ἀναιμωτὶ διὰ τῶν ἐκείνου χειρῶν κατὰ τῶν
5δουλωσαμένων αὐτοὺς Αἰγυπτίων, μετὰ τὸ μάννα, μετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταμῶν τὰς ἐκεῖθεν ῥαγείσας, μετὰ τὰ μυρία θαύματα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς καὶ τῆς ἐρήμου· Ἱε‐ ρεμίαν εἰς λάκκον ἐνέβαλον, καὶ πολλοὺς τῶν προφη‐
10τῶν κατέσφαξαν. Ἄκουσον γοῦν τί φησιν Ἠλίας μετὰ τὸν φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸ παράδοξον ὁλοκαύτωμα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόμενος· Κύριε, τοὺς προφήτας
15σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκα‐ ψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Καίτοι γε οὐδὲν τῶν νομίμων ἐκί‐ νουν. Τούτοις οὖν πόθεν εἶχον προσέχειν; εἰπέ μοι· καὶ γὰρ ἁπάντων ἦσαν ἐκείνων εὐτελέστεροι, καὶ
20τοιαῦτα ἐκαινοτόμουν, δι’ ἃ καὶ τὸν Διδάσκαλον ἐσταύ‐ ρωσαν. Καὶ ἄλλως δὲ, οὐχ οὕτως ἐδόκει δεινὸν εἶναι τὸ τὸν Χριστὸν ταῦτα λέγειν, καὶ τούτους. Τὸν μὲν γὰρ ἴσως ἐνόμιζον ἑαυτῷ δόξαν κτώμενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε
25ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς. Ἀλλ’ οἱ νόμοι αὐ‐ τοῖς ἐβοήθουν οἱ Ῥωμαίων; Ἀλλ’ ἀπὸ τούτων καὶ ἐνεποδίζοντο μᾶλλον· καὶ γὰρ ἔλεγον· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Ὥστε τοῦτο μόνον ἱκανὸν ἦν ἐμποδίσαι, ὅτι τοῦ νο‐
30μισθέντος εἶναι τυράννου καὶ μαθηταὶ ἦσαν, καὶ τὰ ἐκείνου κρατύνειν ἐβούλοντο. Τί δὲ ὅλως αὐτοὺς ἐπ‐ ῆρεν εἰς τοσούτους κινδύνους ἐμπεσεῖν; τί δὲ περὶ αὐτοῦ λέγοντες ἐδόκουν εἶναι πιθανοί; ὅτι ἐσταυ‐ ρώθη; ὅτι ἀπὸ γυναικὸς ἐτέχθη Ἰουδαίας πτωχῆς,
35Ἰουδαίῳ τέκτονι μεμνηστευμένης; ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουμένῃ ἀπεχθανομένου; Ἀλλὰ ταῦτα πάντα οὐχὶ πείθειν μόνον καὶ ἐφέλκεσθαι τοὺς ἀκούοντας, ἀλλὰ καὶ προσίστασθαι πᾶσιν ἦν ἱκανὰ, καὶ μάλιστα τὰ παρὰ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως λεγόμενα.
40Οὐκ ἂν οὖν ταῦτα πάντα ἐνενόησαν οἱ μαθηταί; καὶ γὰρ αἱ δειλαὶ φύσεις πλείονα τῶν ὄντων ἀναπλάττειν δύνανται· τοιαῦται δὲ ἦσαν αἱ ἐκείνων. Πόθεν οὖν ἤλπιζον κατορθώσειν; μᾶλλον δὲ οὐκ ἤλπισαν, μυ‐ ρίων ὄντων τῶν ἀπαγόντων αὐτοὺς, εἴ γε μὴ ἀνέστη
45ὁ Χριστός. σʹ. Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ μὴ δαψιλοῦς καὶ μεγάλης ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυ‐ ρα τῆς ἀναστάσεως ἔλαβον, οὐ μόνον πρᾶξαι καὶ ἐπι‐ χειρῆσαι, ἀλλ’ οὐδὲ ἐννοῆσαι ταῦτα ἠδύναντο; Εἰ γὰρ

61

.

46

(50)

τοσούτων ὄντων κωλυμάτων πρὸς τὸ βουλεύσασθαι, οὐ λέγω πρὸς τὸ κατορθῶσαι, καὶ ἐβουλεύσαντο καὶ εἰς ἔργον ἐξήγαγον καὶ μείζονα πάσης ἐλπίδος ἐποίη‐ σαν, παντί που δῆλον, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλὰ θείᾳ χάριτι πάντα εἰργάζοντο. Τούτους τοίνυν
55τοὺς λόγους γυμνάζωμεν, μὴ καθ’ ἑαυτοὺς μόνον, ἀλλὰ καὶ μετὰ ἀλλήλων· οὕτω δ’ ἂν εὐκολωτέρα γέ‐ νοιτ’ ἂν ἡμῖν καὶ ἡ τῶν λοιπῶν εὕρεσις. Μηδὲ, ὅτι χειροτέχνης εἶ, ἀλλοτρίαν τὴν μελέτην ταύτην εἶναι νόμιζε. Καὶ γὰρ Παῦλος σκηνοποιὸς ἦν, ἀλλὰ καὶ
60πολλῆς ἐνεπλήσθη τότε χάριτος, φησὶ, κἀκεῖθεν ἅπαντα ἐφθέγγετο. Ἀλλὰ καὶ πρὸ τῆς χάριτος παρὰ τοὺς πόδας Γαμαλιήλου ἦν· καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώμην ἀξίαν τῆς χάριτος ἐπ‐
εδείξατο, καὶ μετὰ ταῦτα πάλιν τὴν τέχνην μετεχεί‐45

61

.

47

ριζε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόν‐ των, ἀλλ’ οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες, οἱ δια‐ κόνοις κεχρημένοι πολλοῖς καὶ ἀφάτου θεραπείας ἀπο‐ λαύοντες. Τὸ γὰρ διαπαντὸς ἐργαζόμενον τρέφεσθαι,
5φιλοσοφίας εἶδός ἐστι· τούτων αἱ ψυχαὶ καθαρώτεραι, τούτων αἱ διάνοιαι εὐτονώτεραι. Ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον φθέγγεται, καὶ πολλὰ εἰκῆ πράσσει, καὶ ἐργάζεται δι’ ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρ‐ κης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν οὐδὲν ταχέως
10περιττὸν παραδέξεται οὔτε ἐν ἔργοις οὔτε ἐν λόγοις οὔτε ἐν ἐννοίαις· ὅλη γὰρ διόλου συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. Μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Ποία γάρ σοι χάρις, εἰπέ
15μοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάμενος, μηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖ‐ να εἰκῆ; Οὐκ οἶδας ὅτι οὐ πάντες τὸν αὐτὸν ἀποδώ‐ σομεν λόγον, ἀλλ’ οἱ μὲν πλείονος ἐνταῦθα ἀπολαύ‐ σαντες ἀδείας, χαλεπώτερον, οἱ δὲ κακωθέντες ἢ πό‐
20νοις ἢ πενίᾳ ἣ ἑτέρῳ τινὶ τοιούτῳ, ἡμερώτερον; Καὶ ταῦτα ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου δῆλα. Σὺ μὲν γὰρ εἰς οὐδὲν δέον τῇ σχολῇ χρησάμενος εἰ‐ κότως ἐγκαλῇ, ὁ δὲ πένης καὶ μετὰ ἀσχολίας τὸ ὑπό‐ λοιπον τοῦ καιροῦ εἰς τὰ δέοντα ἀναλώσας, μεγάλων
25ἀπολαύσεται τῶν στεφάνων.
Ἀλλὰ καὶ στρατείαν μοι προβάλλῃ πάντως, καὶColumn end

61

.

48

τῆς ἀσχολίας αὐτὴν αἰτιάσῃ; Ἀλλ’ οὐκ ἂν ἔχοι λό‐ γον ἡ σκῆψις. Καὶ γὰρ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ οὐδὲν ἡ ζώνη τὴν ἀκριβῆ πολιτείαν παρέβλαψε. Σὺ δὲ ὅταν ὀρχησταῖς καὶ μίμοις σχολάζῃς, καὶ δια‐
5παντὸς ἐπὶ τῆς σκηνῆς ἀναλίσκῃς τὸν βίον, οὐδαμοῦ οὐ στρατείας ἀνάγκην, οὐκ ἀρχόντων προβάλλῃ φό‐ βον· ὅταν δὲ ἐπὶ τὴν ἐκκλησίαν καλῶμεν, τότε τὰ μυρία κωλύματα. Καὶ τί κατὰ τὴν ἡμέραν ἐκείνην ἐρεῖς, ὅταν ἴδῃς τὴν φλόγα καὶ τοὺς τοῦ πυρὸς πο‐
10ταμοὺς, καὶ τὰ δεσμὰ τὰ ἄλυτα, καὶ βρυχομένων ἀκούσῃς ὀδόντων; τίς σου προστήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἴδῃς τὸν μὲν χειροτέχνην καὶ ὀρθῶς βεβιωκότα, πάσης ἀπολαύοντα δόξης· σαυτὸν δὲ τὸν νῦν ἐν μαλακοῖς ἱματίοις ὄντα καὶ μύρων
15πνέοντα, ἀνήκεστα πάσχοντα; τί σοι τοῦ πλούτου καὶ τῆς περιουσίας ἔσται ὄφελος; τί δὲ τῷ χειροτέχνῃ τῆς πενίας βλάβος; Ἵν’ οὖν μὴ πάθωμεν ταῦτα, φοβηθῶμεν τὰ λεγόμενα νῦν, καὶ τὴν ἀσχολίαν ἅπα‐ σαν εἰς τὴν τῶν ἀναγκαίων πραγμάτων ἀναλώσωμεν
20διατριβήν. Οὕτω γὰρ ἐξιλεωσάμενοι τὸν Θεὸν ὑπὲρ τῶν παρελθόντων ἁμαρτημάτων, καὶ τὰ μέλλοντα προσθέντες κατορθώματα, δυνησόμεθα τῆς βασιλείας ἐπιτυχεῖν τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ
τὰ ἑξῆς.Column end

61

.

47

(27)

ΟΜΙΛΙΑ ϛʹ. Κἀγὼ, ἀδελφοὶ, ἐλθὼν πρὸς ὑμᾶς, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν
30 τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰ‐ δέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. αʹ. Οὐδὲν τῆς Παύλου ψυχῆς ἀγωνιστικώτερον, μᾶλ‐ λον δὲ οὐ τῆς ἐκείνου ψυχῆς· οὐ γὰρ αὐτὸς ταῦτα εὕ‐
35ρισκεν· ἀλλ’ οὐδὲν τῆς ἐνεργούσης ἐν αὐτῷ χάριτος ἴσον πάντα νικώσης. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπρο‐ σθεν εἰρημένα καταβαλεῖν τὸν τῦφον τῶν ἐπὶ σοφίᾳ κομπαζόντων, μᾶλλον δὲ καὶ μέρος τῶν εἰρη‐ μένων. Ὥστε δὲ λαμπρὰ γενέσθαι τὰ νικητήρια, καὶ
40ἐπαγωνίζεται τοῖς λεχθεῖσι, κειμένοις τοῖς ἐναντίοις ἐπεμβαίνων. Σκόπει δέ· Παρήγαγε τὴν προφητείαν τὴν λέγουσαν, ὅτι Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν· ἔδειξε τοῦ Θεοῦ τὴν σοφίαν, ὅτι διὰ τῆς δοκούσης εἶ‐ ναι μωρίας κατήργησε τὴν ἔξωθεν φιλοσοφίαν, ἔδει‐
45ξεν ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώ‐ πων, ἔδειξεν ὅτι οὐ μόνον διὰ ἰδιωτῶν ἐδίδαξεν, ἀλλὰ καὶ ἰδιώτας ἐκάλεσε· νῦν δείκνυσι ὅτι καὶ αὐτὸ τὸ κηρυττόμενον, καὶ ὁ τρόπος τῆς κηρύξεως ἱκανὰ θορυβῆσαι ἦν, καὶ οὐκ ἐθορύβησεν. Οὐ γὰρ δὴ μόνον

61

.

47

(50)

οἱ μαθηταὶ, φησὶν, ἰδιῶται, ἀλλὰ καὶ ἐγὼ ὁ κηρύτ‐ των. Διὰ τοῦτό φησι· Καὶ ἐγὼ, ἀδελφοὶ (πάλιν τὸ τῶν ἀδελφῶν τίθησιν ὄνομα, καταλεαίνων τοῦ λόγου τὴν τραχύτητα), ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Τί
55γὰρ, εἰπέ μοι, εἰ καὶ ἐβούλου καθ’ ὑπεροχὴν ἐλθεῖν; ἐδύνασο; Ἐγὼ μὲν εἰ ἐβουλόμην, οὐκ ἂν ἐδυνήθην· ὁ δὲ Χριστὸς εἰ ἐβουλήθη, ἐδύνατο. Ἀλλ’ οὐκ ἐβου‐ λήθη, ἵνα λαμπρότερον ποιήσῃ τὸ τρόπαιον. Διὸ καὶ ἀνωτέρω δεικνὺς, ὅτι αὐτοῦ γέγονεν ἔργον καὶ αὐ‐
60τοῦ βούλημα ἦν τὸ οὕτως ἰδιωτικῶς κηρυχθῆναι τὸν λόγον, ἔλεγεν· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βα‐
πτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λό‐Column end

61

.

48

(28)

γου. Πολὺ δὲ μεῖζον καὶ ἀπείρως μεῖζον τοῦ Παῦλον θελῆσαι τοῦτο τὸ τὸν Χριστὸν θελῆσαι. Οὐ τοίνυν
30εὐγλωττίαν ἐπιδεικνύμενος, φησὶν, οὐδὲ τοῖς ἔξωθεν λόγοις ὡπλισμένος καταγγέλλω τὸ μαρτύριον τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τὸ κήρυγμα, ἀλλὰ, Τὸ μαρτύ‐ ριον τοῦ Θεοῦ, ὃ καὶ αὐτὸ ἱκανὸν ἦν ἀποτρέψαι. Θάνατον γὰρ περιῄει κηρύττων· διὰ τοῦτο καὶ ἐπ‐
35ήγαγεν· Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. Τοῦτο δὲ ἔλεγεν, ὅτι καθόλου τῆς ἔξωθεν σοφίας ἐστὶν ἄμοιρος, ὥσπερ οὖν καὶ ἀνωτέρω ἔλεγεν· Ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου. Ὅτι γὰρ ἦν δυνατὸν καὶ
40τοῦτο αὐτὸν ἔχειν, δῆλον. Οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, καὶ αἱ σκιαὶ νοσήματα ἤλαυνον, πολλῷ μᾶλ‐ λον εὐγλωττίαν ἠδύνατο δέξασθαι ἡ ψυχή. Τὸ μὲν γάρ ἐστι μαθητῶν, τὸ δὲ πᾶσαν ὑπερβαίνει τέχνην. Ὁ τοίνυν τὰ μείζονα τῆς τέχνης εἰδὼς, πολλῷ πλέον
45τὰ ἐλάσσονα ἴσχυσεν ἄν. Ἀλλ’ οὐκ ἀφῆκεν ὁ Χρι‐ στός· οὐ γὰρ συνέφερεν. Εἰκότως οὖν λέγει· Οὐ γὰρ ἔκρινά τι εἰδέναι· καὶ γὰρ καὶ ἐγὼ τοῦτο βού‐ λομαι ὅπερ καὶ ὁ Χριστός. Ἐμοὶ δὲ δοκεῖ καὶ ταπει‐ νότερον αὐτοῖς διειλέχθαι μᾶλλον ἢ τοῖς ἄλλοις, τὸν

61

.

48

(50)

τῦφον αὐτῶν καταστέλλων. Τὸ τοίνυν, Οὐδὲν ἔκρινα εἰδέναι, πρὸς ἀντιδιαστολὴν τῆς ἔξωθεν εἴρηται σο‐ φίας. Οὐ γὰρ ἦλθον συλλογισμοὺς πλέκων οὐδὲ σο‐ φίσματα, οὐδ’ ἄλλο τι λέγων ὑμῖν, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώθη. Ἐκεῖνοι μὲν γὰρ μυρία φασὶ, καὶ περὶ
55μυρίων λέγουσι μακροὺς ἑλίττοντες διαύλους λόγων, κατασκευάζοντες λογισμοὺς καὶ συλλογισμοὺς, μυρία συντιθέντες σοφίσματα· ἐγὼ δὲ ἦλθον πρὸς ὑμᾶς μηδὲν ἄλλο λέγων, ἢ ὅτι ὁ Χριστὸς ἐσταυρώ‐
θη, καὶ πάντας ἐκείνους παρήλασα, ὃ τῆς τοῦ κη‐47

61

.

49

ρυττομένου δυνάμεως σημεῖόν ἐστιν ἄφατον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολ‐ λῷ ἐγενόμην πρὸς ὑμᾶς. Τοῦτο πάλιν ἄλλο κεφά‐ λαιον. Οὐ γὰρ μόνον οἱ πιστεύοντες ἰδιῶται, οὐδὲ
5μόνον ὁ λέγων ἰδιώτης, οὐδὲ μόνον ὁ τρόπος τῆς δι‐ δασκαλίας ἰδιωτείας γέμων, οὐδὲ μόνον αὐτὸ τὸ κή‐ ρυγμα ἱκανὸν θορυβῆσαι· σταυρὸς γὰρ καὶ θάνατος ἦν τὸ καταγγελλόμενον· ἀλλὰ μετ’ αὐτῶν καὶ ἕτερα κωλύματα ἦν, οἱ κίνδυνοι καὶ αἱ ἐπιβουλαὶ καὶ ὁ καθ‐
10ημερινὸς φόβος καὶ τὸ ἐλαύνεσθαι. Καὶ γὰρ ἀσθέ‐ νειαν τοὺς διωγμοὺς πολλαχοῦ φησι, καθάπερ καὶ ἀλλαχοῦ· Τὴν ἀσθένειαν τὴν ἐν τῇ σαρκί μου οὐκ ἐξ‐ ουδενώσατε· καὶ πάλιν, Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ποίας; Ὁ ἐθνάρχης
15Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκη‐ νῶν πόλιν, πιάσαι με θέλων. Καὶ πάλιν, Διὸ εὐ‐ δοκῶ ἐν ἀσθενείαις. Εἶτα λέγων ποίαις, ἐπήγαγεν· Ἐν ὕβρεσιν, ἐν ἀνάγκαις καὶ ἐν στενοχωρίαις. Καὶ νῦν τὸ αὐτὸ λέγει· εἰπὼν γὰρ, Καὶ ἐγὼ ἐν
20ἀσθενείᾳ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δηλῶν ὅτι ἀσθένειαν τοὺς κινδύνους καλεῖ, πάλιν ἐπήγαγε· Καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς. Τί λέγεις; Καὶ Παῦλος ἐφοβεῖτο κινδύνους; Ἐφοβεῖτο, καὶ σφόδρα ἐδεδοίκει· εἰ γὰρ καὶ Παῦλος
25ἦν, ἀλλ’ ἄνθρωπος ἦν. Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ’ ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πλη‐ γὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν· ὡς οἵ γε λέγοντες, ὅτι οὐκ ἐφοβεῖτο πληγὰς, οὐ μό‐
30νον αὐτὸν οὐ σεμνύνουσιν, ἀλλὰ καὶ ὑποτέμνονται πολὺ τῶν ἐπαίνων. Εἰ γὰρ οὐκ ἐφοβεῖτο, ποία καρ‐ τερία ἢ ποία φιλοσοφία τὸ τοὺς κινδύνους φέρειν; Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμε‐ νος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων
35τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σο‐
40φίας λόγοις. Τουτέστιν, οὐκ ἔχων τὴν ἔξωθεν σο‐ φίαν. Εἰ τοίνυν καὶ τὸ κήρυγμα οὐδὲν εἶχε σεσο‐ φισμένον, καὶ οἱ καλούμενοι ἰδιῶται, καὶ ὁ κηρύτ‐ των τοιοῦτος, καὶ διωγμὸς προσῆν καὶ τρόμος καὶ φόβος, πῶς ἐκράτησαν, εἰπέ μοι; Διὰ θείας δυ‐
45νάμεως. Διόπερ εἰπὼν, Ὁ λόγος μου καὶ τὸ κή‐ ρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν· Ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. βʹ. Εἶδες πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀν‐

61

.

49

(50)

θρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον; Οἱ γὰρ ἰδιῶ‐ ται τοιαῦτα κηρύττοντες, δεδεμένοι καὶ ἐλαυνόμενοι περιεγένοντο τῶν ἐλαυνόντων. Πόθεν; Οὐκ ἀπὸ τοῦ τὴν διὰ Πνεύματος παρασχεῖν πίστιν; καὶ γὰρ καὶ τοῦτο ἀπόδειξις ὡμολογημένη. Τίς γὰρ, εἰπέ
55μοι, ὁρῶν νεκροὺς ἀνισταμένους καὶ δαίμονας ἐλαυ‐ νομένους, οὐκ ἂν κατεδέξατο; Ἀλλ’ ἐπειδή εἰσι καὶ δυνάμεις ἀπατηλαὶ, οἷαι τῶν γοήτων, καὶ ταύτην
ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ ἁπλῶς, Δυνάμεως,Column end

61

.

50

εἶπεν, ἀλλὰ πρότερον Πνεύματος, καὶ τότε, Δυνά‐ μεως· δεικνὺς ὅτι πνευματικὰ ἦν τὰ γινόμενα. Οὐ τοίνυν ἐλάττωσίς ἐστι, τὸ μὴ διὰ σοφίας κατηγγελ‐ μένον εἶναι τὸ κήρυγμα, ἀλλὰ καὶ μέγιστος κόσμος.
5Τοῦτο γοῦν μάλιστα δείκνυσιν αὐτὸ θεῖον ὂν καὶ τὰς ῥίζας ἄνωθεν ἔχον ἐκ τῶν οὐρανῶν· διὸ καὶ ἐπήγα‐ γεν· Ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώ‐ πων, ἀλλ’ ἐν δυνάμει Θεοῦ. Εἶδες πῶς σαφῶς διὰ πάντων ἀπέδειξε πολὺ τῆς ἰδιωτείας τὸ κέρδος, καὶ
10μέγα τῆς σοφίας τὸ βλάβος; Αὕτη μὲν γὰρ ἐκείνου τὸν σταυρὸν, ἐκείνη δὲ ἀνεκήρυττε τοῦ Θεοῦ τὴν δύναμιν· αὕτη πρὸς τῷ μηδὲν εὑρίσκειν τῶν δεόν‐ των καὶ ἐφ’ ἑαυτοῖς καυχᾶσθαι παρεσκεύασεν, ἐκείνη πρὸς τῷ τὴν ἀλήθειαν δέξασθαι καὶ ἐπὶ τῷ Θεῷ
15καλλωπίζεσθαι ἐποίει. Πάλιν ἡ σοφία ἀνθρώπινον ὑποπτεύειν τὸ δόγμα πολλοὺς ἂν ἔπειθεν· αὕτη σαφῶς ἀπεδείκνυε θεῖον ὂν καὶ ἐκ τοῦ οὐρανοῦ καταβάν. Ὅταν μὲν οὖν ἐν σοφίᾳ λόγων γένηται ἀπόδειξις, πολλάκις καὶ οἱ φαυλότεροι κρατοῦσι τῶν ἐπιεικε‐
20στέρων, δεινότεροι λέγειν ὄντες, καὶ τὸ ψεῦδος παρ‐ ελαύνει τὴν ἀλήθειαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· οὔτε γὰρ ἔπεισι τὸ Πνεῦμα τὸ ἅγιον ἀκαθάρτῳ ψυχῇ, οὔτε ἐπελθὸν δύναται ἡττηθῆναί ποτε, κἂν ἅπασα ἡ τῶν λόγων ἐπίῃ δεινότης. Ἡ γὰρ διὰ τῶν ἔργων καὶ τῶν
25σημείων ἀπόδειξις τῆς διὰ τῶν λόγων πολλῷ σαφε‐ στέρα. Ἀλλ’ ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις, καὶ οὐδὲ ἐπὶ
30τῶν ἀποστόλων αὐτὰ γεγενῆσθαι καταδεχόμενος, ἢ ὄντως ζητῶν μαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσομαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς ἐλαυνόμενοι καὶ διωκόμενοι καὶ τρέμοντες καὶ δεδεμένοι, καὶ κοινοὶ γενόμενοι τῆς οἰκουμένης
35ἐχθροὶ, καὶ πᾶσι πρὸς τὸ κακῶς παθεῖν προκείμε‐ νοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοι‐ ούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐ‐
40τέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν, καὶ πρὸς δήμους ὁλοκλήρους ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον; Καὶ γὰρ τὰ ἐπιτάγματα πολὺν εἶχε τὸν μόχθον, καὶ τὰ δόγματα τοὺς κινδύνους· καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ
45μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ μοι· πόθεν τὸ ἀξιόπιστον ἔσχον; Ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ σημείων χωρὶς ἔπεισαν, πολλῷ μεῖζον τὸ θαῦμα φαίνεται. Μὴ τοίνυν τὸ μὴ γίνεσθαι νῦν σημεῖα, τεκμήριον ποιοῦ τοῦ μὴ γεγε‐

61

.

50

(50)

νῆσθαι τότε. Καὶ γὰρ καὶ τότε χρησίμως ἐγί‐ νετο, καὶ νῦν χρησίμως οὐ γίνεται. Οὐκ ἀναγκάζει δὲ τὸ λόγῳ πείθεσθαι μόνῳ, τανῦν ἐν σοφίᾳ εἶναι τὸ κήρυγμα. Οἵ τε γὰρ ἐξ ἀρχῆς τὸν λόγον σπείραντες ἰδιῶται ἦσαν καὶ ἀμαθεῖς, καὶ οὐδὲν οἴκοθεν ἔλε‐
55γον, ἀλλ’ ἅπερ ἐδέξαντο παρὰ τοῦ Θεοῦ, ταῦτα τῇ οἰκουμένῃ διέδωκαν· ἡμεῖς τε αὐτοὶ νῦν οὐ τὰ παρ’ ἑαυτῶν ἐπεισφέρομεν, ἀλλὰ ἃ παρ’ ἐκείνων ἐλάβο‐ μεν, ταῦτα εἰς ἅπαντας λέγομεν. Καὶ οὐδὲ νῦν ἀπὸ
συλλογισμῶν πείθομεν, ἀλλ’ ἀπὸ τῶν θείων Γραφῶν49

61

.

51

καὶ ἀπὸ τῶν τότε σημείων τὴν πίστιν ὧν λέγομεν παρεχόμεθα. Καὶ οὗτοι δὲ τότε οὐχὶ σημείοις ἔπει‐ θον μόνοις, ἀλλὰ καὶ διαλεγόμενοι· τοὺς δὲ λόγους ἰσχυροτέρους ἐποίει φαίνεσθαι τὰ σημεῖα καὶ αἱ ἐκ
5τῆς Παλαιᾶς Γραφῆς μαρτυρίαι, οὐχ ἡ δεινότης τῶν λεγομένων. Πῶς οὖν, φησὶ, χρήσιμον τότε τὰ σημεῖα, καὶ νῦν οὐ χρήσιμον; Ὑποθώμεθα τῷ λόγῳ (πρὸς γὰρ τὸν Ἕλληνά μοι τέως ὁ ἀγών· διὰ τοῦτο καθ’ ὑπόθεσιν λέγω τὸ πάντως ἐσόμενον), ὑποθώμεθα τοί‐
10νυν τῷ λόγῳ, καὶ ἀνασχέσθω πιστεῦσαι ὁ ἄπιστος κἂν κατὰ συνδρομὴν τοῖς λεγομένοις, οἷον ὅτι ὁ Χριστὸς ἥξει· ὅταν οὖν ὁ Χριστὸς ἔλθῃ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, καὶ δειχθῇ Θεὸς καὶ πάντα αὐτῷ ὑποτεταγμένα, οὐ πιστεύσει καὶ ὁ Ἕλλην;
15Εὔδηλον ὅτι καὶ προσκυνήσει, καὶ Θεὸν ἐρεῖ, κἂν μυριάκις ἀνένδοτος ᾖ. γʹ. Τίς γὰρ ὁρῶν τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ αὐτὸν ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ πάντα τὸν δῆμον τῶν ἄνω δυνάμεων αὐτῷ περικεχυμένον, καὶ
20ποταμοὺς πυρὸς ἑλκομένους, καὶ πάντας παρεστῶ‐ τας καὶ τρέμοντας, οὐχὶ προσκυνήσει, καὶ Θεὸν ἡγήσεται; Ἆρ’ οὖν, εἰπέ μοι, λογισθήσεται τῷ Ἕλ‐ ληνι εἰς πίστιν ἡ προσκύνησις ἐκείνη καὶ ἡ γνῶσις; Οὐδαμῶς. Τί δήποτε; Ὅτι τοῦτο πίστις οὐκ ἔστιν·
25ἡ γὰρ ἀνάγκη τοῦτο ἐποίησε καὶ ἡ περιφάνεια τῶν ὁρωμένων, καὶ οὐκ ἔστι τὸ πρᾶγμα προαιρέσεως, ἀλλ’ ἀπὸ τοῦ μεγέθους τῶν ὀφθέντων τὰ τῆς διανοίας εἱλκύσθη. Οὐκοῦν ὅσῳ ἂν φανότερα καὶ ἀναγκαστι‐ κώτερα ᾖ τὰ γινόμενα, τοσούτῳ τὰ τῆς πίστεως
30ἐλαττοῦνται· διὰ τοῦτο σημεῖα νῦν οὐ γίνεται. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τί φησι πρὸς τὸν Θωμᾶν· Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Οὐκ‐ οῦν ὅσῳ ἂν φανερώτερον ἀποδειχθῇ τὸ σημεῖον, το‐ σούτῳ τῆς πίστεως ὁ μισθὸς ἐλαττοῦται. Ὥστε εἰ
35καὶ νῦν σημεῖα ἐγίνετο, τὸ αὐτὸ ἂν ἐγένετο. Ὅτι γὰρ τότε διὰ πίστεως οὐκέτι αὐτὸν εἰσόμεθα, ἐδήλωσεν εἰπὼν ὁ Παῦλος· Νῦν γὰρ διὰ πίστεως περιπα‐ τοῦμεν, οὐ δι’ εἴδους. Ὥσπερ οὖν τότε πιστεύον‐ τί σοι τὸ πρᾶγμα οὐ λογίζεται διὰ τὸ περιφανές·
40οὕτω καὶ νῦν, εἰ σημεῖα ἐγίνετο τοιαῦτα, οἷα καὶ ἔμπροσθεν. Ὅταν γὰρ ἃ μηδαμῇ μηδαμῶς ἔστι λο‐ γισμοῖς εὑρεῖν καταδεξώμεθα, τότε ἡ πίστις ἐστί. Διὰ τοῦτο καὶ ἡ γέεννα ἠπείληται μὲν, οὐ φαίνεται δέ· ἐπεὶ εἰ καὶ ἐφαίνετο, ταυτὸ συνέβαινε πάλιν.
45Ἄλλως δὲ, εἰ σημεῖα ζητεῖς, καὶ νῦν ὄψει σημεῖα, εἰ καὶ μὴ τοιαῦτα, τὰς προῤῥήσεις τὰς μυρίας καὶ περὶ μυρίων πραγμάτων, τῆς οἰκουμένης τὴν ἐπιστροφὴν, τῶν βαρβάρων τὴν φιλοσοφίαν, τῶν ἀγρίων ἠθῶν τὴν μετάστασιν, τῆς εὐλαβείας τὴν

61

.

51

(50)

ἐπίτασιν. Καὶ ποίας προῤῥήσεις; φησί· μετὰ γὰρ ταῦτα ἐγράφη τὰ προειρημένα ἅπαντα. Πότε, καὶ ποῦ, καὶ ὑπὸ τίνος; εἰπέ μοι· καὶ πρὸ πόσων ἐτῶν; βούλει πρὸ πεντήκοντα, ἢ ἑκατόν; Οὐκοῦν πρὸ τῶν ἑκατὸν οὐδὲν εἶχον ἔγγραφον ὅλως. Πῶς οὖν κατεῖχε
55τὰ δόγματα ἡ οἰκουμένη καὶ τὰ ἄλλα πάντα, τῆς μνήμης οὐκ ἀρκούσης; πόθεν δὲ ᾔδεσαν, ὅτι Πέτρος ἀνεσκολοπίσθη; πόθεν τε ἐπῆλθε τοῖς μετὰ ταῦτα προειπεῖν, οἷον ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται παν‐ ταχοῦ τῆς οἰκουμένης, ὅτι τὰ Ἰουδαϊκὰ παύσεται,
60καὶ οὐκ ἐπανήξει πάλιν; Οἱ δὲ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ κηρύγματος προέμενοι, πῶς ἂν ἤνεγκαν τὸ
κήρυγμα παραποιούμενον ὁρῶντες; πῶς δ’ ἂν ἐπι‐Column end

61

.

52

στεύθησαν οἱ γράφοντες, τῶν σημείων παυσαμένων; πῶς δ’ ἂν τὰ γραφέντα, καὶ εἰς τὴν βαρβάρων καὶ εἰς τὴν Ἰνδῶν, καὶ πρὸς αὐτὰ τοῦ ὠκεανοῦ τὰ πέ‐ ρατα ἀφίκετο, οὐκ ὄντων τῶν λεγόντων ἀξιοπίστων;
5Τίνες δὲ οἱ γράφοντες, καὶ πότε, καὶ ποῦ; τίνος δὲ ἕνεκεν καὶ ἔγραφον; ἆρα δόξαν ἑαυτοῖς περιποιού‐ μενοι; πῶς οὖν ἑτέροις τὰ βιβλία ἐπέγραψαν; Ἀλλὰ τὸ δόγμα συστῆσαι βουλόμενοι; Πότερον ὡς ἀληθὲς, ἢ ὡς ψευδές; εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ
10προσελθεῖν ἦν εἰκός· εἰ δὲ ὡς ἀληθεῖ, πλασμάτων οὐκ ἔδει, καθὼς σὺ φής. Ἄλλως δὲ καὶ αἱ προῤῥή‐ σεις τοιαῦταί εἰσιν, ὡς καὶ μέχρι τοῦ παρόντος μὴ δύνασθαι βιάζεσθαι χρόνῳ τὰ εἰρημένα. Τὸ μὲν γὰρ καθαιρεθῆναι τὰ Ἱεροσόλυμα γέγονε πρὸ πολλῶν
15ἐτῶν. Εἰσὶ δὲ καὶ ἕτεραι προῤῥήσεις αἱ ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρουσίας αὐτοῦ παρατείνου‐ σαι, ἃς ὡς βούλει δοκίμασον· οἷον τὸ, Ἀεὶ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος· τὸ, Ἐπὶ τὴν πέτραν ταύτην οἰκοδομήσω μου τὴν
20Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· τὸ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο εἰς πάντα τὰ ἔθνη· τὸ, Λαληθήσεται ὅπου ἂν κηρυχθῇ τὸ Εὐαγγέλιον, καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη· καὶ ἕτεραι πολλαὶ τούτων πλείους. Πόθεν οὖν
25ἡ ἀλήθεια τῆς προῤῥήσεως ταύτης, εἴ γε πλάσμα ἦν; πῶς οὐ κατίσχυσαν πύλαι ᾅδου τῆς Ἐκκλησίας; πῶς ἀεὶ μεθ’ ἡμῶν ἐστιν ὁ Χριστός; Οὐ γὰρ ἂν, εἰ μὴ μεθ’ ἡμῶν ἦν, ἐκράτησεν ἂν ἡ Ἐκκλησία. Πῶς τὸ Εὐαγγέλιον ἐξετάθη πανταχοῦ τῆς οἰκουμένης;
30Ἱκανοὶ δὲ καὶ οἱ καθ’ ἡμῶν εἰρηκότες τὴν ἀρχαιό‐ τητα μαρτυρῆσαι τοῖς Βιβλίοις, οἱ περὶ Κέλσον καὶ τὸν Βατανεώτην τὸν μετ’ ἐκεῖνον· οὐ γὰρ δὴ τοῖς μετ’ αὐτοὺς συντεθεῖσιν ἀντέλεγον· ἄλλως δὲ καὶ ἡ οἰκουμένη πᾶσα, ὁμοφώνως αὐτὸ δεξαμένη. Οὐκ ἂν
35δὲ, εἰ μὴ Πνεύματος χάρις ἦν, τοσαύτη γέγονε συμ‐ φωνία ἀπὸ περάτων εἰς πέρατα τῆς γῆς, ἀλλ’ ἑάλω‐ σαν ἂν ταχέως οἱ πλάττοντες, καὶ οὐκ ἂν τοσαῦτα κατορθώματα ἀπὸ πλασμάτων καὶ ψεύδους συνέστη· ἢ οὐχ ὁρᾷς τὴν οἰκουμένην πᾶσαν προσελ‐
40θοῦσαν; τὴν πλάνην σβεσθεῖσαν; τὴν τῶν μοναχῶν φιλοσοφίαν ὑπὲρ τὸν ἥλιον λάμπουσαν; τοὺς τῶν παρθένων χορούς; τὴν ἐν βαρβάροις εὐλάβειαν; πάντας ὑπὸ ζυγὸν δουλεύοντας ἕνα; Οὐδὲ γὰρ παρ’ ἡμῶν ταῦτα προείρηται μόνον, ἀλλὰ καὶ ἄνωθεν
45παρὰ τῶν προφητῶν. Οὐ γὰρ δήπου καὶ ἐκείνων ἐπιλήψῃ τῶν προῤῥήσεων· παρὰ γὰρ τοῖς ἐχθροῖς τὰ Βιβλία, καὶ παρὰ Ἑλλήνων σπουδασάντων εἰς τὴν Ἑλλάδα μετηνέχθη γλῶτταν. Πολλὰ δὴ καὶ οὗ‐ τοι περὶ τούτων προλέγουσι, δεικνύντες ὅτι Θεὸς ἦν

61

.

52

(50)

ὁ παρέσεσθαι μέλλων. δʹ. Πῶς οὖν οὐ πάντες πιστεύουσι νῦν; Ὅτι ἐπὶ τὸ χεῖρον τὰ πράγματα προῆλθε, καὶ τούτων ἡμεῖς αἴτιοι· λοιπὸν γὰρ καὶ πρὸς ἡμᾶς ὁ λόγος. Οὐ γὰρ δήπου σημείοις καὶ τότε ἐπίστευον μόνον, ἀλλὰ καὶ
55ἀπὸ τοῦ βίου πολλοὶ τῶν προσιόντων ἐνήγοντο. Λαμ‐ ψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρα‐ νοῖς. Τότε οὖν Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ
60μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλε‐ γεν ἴδιον εἶναι, ἀλλ’ εἶχον ἅπαντα κοινὰ, καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε,
καὶ βίον ἔζων ἀγγελικόν. Καὶ νῦν ἂν γένηται τοῦτο,51

61

.

53

τὴν οἰκουμένην ἐπιστρέψομεν ἅπασαν καὶ σημείων χωρίς. Τέως δὲ οἱ βουλόμενοι σωθῆναι, προσεχέτω‐ σαν ταῖς Γραφαῖς· εὑρήσουσι γὰρ ἐκεῖ καὶ ταῦτα, καὶ τὰ τούτων πλείονα κατορθώματα. Καὶ γὰρ οἱ
5διδάσκαλοι αὐτοὶ ὑπερέβαινον τὰ ἐκείνων, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διάγοντες. Ἡμεῖς δὲ βουλό‐ μεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας· ἀλλ’ οὐκ ἐκεῖνοι, ἀλλ’ ἐβόων, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνη‐
10τεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Καὶ ὁ μὲν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ ἔτρε‐ χεν, ὁ δὲ εἰς τὴν Ἰνδῶν, ὁ δὲ εἰς τὴν Μαύρων, ἄλ‐ λος δὲ πρὸς ἄλλα μέρη τῆς οἰκουμένης· ἡμεῖς δὲ οὐδὲ τῆς πατρίδος ἐξελθεῖν τολμῶμεν, ἀλλὰ τρυφὴν
15ζητοῦμεν καὶ οἰκίας λαμπρὰς καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν. Τίς γὰρ ἐλίμωξεν ἡμῶν ποτε διὰ τὸν τοῦ Θεοῦ λόγον; τίς ἐν ἐρήμῳ γέγονε; τίς ἀποδημίαν ἐστείλατο μακράν; τίς τῶν διδασκάλων ἐκ τῶν χει‐ ρῶν ζῶν ἑτέροις ἐπεκούρησε; τίς θάνατον ὑπέμεινε
20καθημερινόν; Ἐντεῦθεν καὶ οἱ μεθ’ ἡμῶν ὄντες ῥᾳ‐ θυμότεροι γίνονται. Καὶ γὰρ εἰ στρατιώτας τις εἶδε καὶ στρατηγοὺς λιμῷ καὶ δίψει καὶ θανάτῳ καὶ πᾶσι τοῖς δεινοῖς παλαίοντας, καὶ κρυμὸν καὶ κινδύνους καὶ πάντα φέροντας καθάπερ λέοντας, καὶ κατορ‐
25θοῦντας· εἶτα μετὰ ταῦτα ἐκλύσαντας τὴν φιλοσο‐ φίαν ἐκείνην. καὶ μαλακωτέρους γενομένους, καὶ χρημάτων ἐρῶντας, καὶ πραγματείαις καὶ καπη‐ λείαις προσέχοντας, καὶ ἡττωμένους ὑπὸ τῶν πολε‐ μίων, ἐσχάτης ἦν ἀνοίας τὴν αἰτίαν τούτων ζητεῖν.
30Τοῦτο δὴ καὶ ἐφ’ ἡμῶν καὶ τῶν προγόνων λογισώ‐ μεθα· καὶ γὰρ πάντων ἐγενόμεθα ἀσθενέστεροι, τῷ παρόντι προσηλωμένοι βίῳ. Κἂν εὑρεθῇ τις ἴχνος ἔχων τῆς παλαιᾶς φιλοσοφίας, τὰς πόλεις ἀφεὶς καὶ τὰς ἀγορὰς καὶ τὸ ἐν μέσῳ στρέφεσθαι καὶ
35τοὺς ἄλλους ῥυθμίζειν, τὰ ὄρη καταλαμβάνει· κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει
πρόφασιν συγγνώμην οὐκ ἔχουσαν. Ἵνα γὰρ μὴColumn end

61

.

54

παραπόλωμαι, φησὶ, μηδὲ ἀμβλύτερος γένωμαι τὴν ἀρετὴν, ἀποπηδῶ. Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς; Ὅταν
5μὲν οὖν οἱ μὲν ἀρετῆς ἀμελῶσιν, οἱ δὲ ἐπιμελούμε‐ νοι πόῤῥω τῆς παρατάξεως γίνωνται, πόθεν αἱρήσο‐ μεν τοὺς ἐχθρούς; Εἰ γὰρ καὶ σημεῖα ἦν νῦν, τίς ἂν ἐπείσθη; ἢ τίς ἂν προσέσχεν ἡμῖν τῶν ἔξωθεν. τῆς κακίας οὕτως ἐπιπολαζούσης; Καὶ γὰρ ὁ ὀρθὸς
10βίος ἡμῶν ἀξιοπιστότερος τοῖς πολλοῖς εἶναι δοκεῖ. Σημεῖα μὲν γὰρ, παρὰ τῶν ἀναισχύντων καὶ πονη‐ ρῶν ἀνθρώπων καὶ ὑπόνοιαν δέξεται πονηράν· βίος δὲ καθαρὸς καὶ αὐτὸ τοῦ διαβόλου τὸ στόμα μετὰ πολλῆς τῆς περιουσίας ἐμφράξαι δυνήσεται. Ταῦτα
15καὶ ἄρχουσι λέγω καὶ ἀρχομένοις, καὶ πρὸ τῶν ἄλ‐ λων ἐμαυτῷ, ἵνα βίον ἐπιδειξώμεθα θαυμαστὸν, καὶ συντάξαντες ἑαυτοὺς, πάντων τῶν παρόντων ὑπερ‐ ίδωμεν. Καταφρονήσωμεν χρημάτων, καὶ μὴ κατα‐ φρονήσωμεν γεέννης· ὑπερίδωμεν δόξης, καὶ μὴ
20ὑπερίδωμεν σωτηρίας· ὑπομείνωμεν ἐνταῦθα κάμα‐ τον καὶ πόνον, ἵνα μὴ ἐμπέσωμεν ἐκεῖ εἰς κόλασιν. Οὕτω τοῖς Ἕλλησι πολεμήσωμεν, οὕτως αὐτοὺς αἰχμαλωτίσωμεν αἰχμαλωσίαν ἐλευθερίας ἀμείνω. Ἀλλὰ ταῦτα μὲν λέγεται παρ’ ἡμῶν συνεχῶς καὶ
25πολλάκις, γίνεται δὲ ὀλιγάκις. Πλὴν ἀλλ’ ἐάν τε γένηται ταῦτα, ἄν τε μὴ γένηται, δίκαιον διὰ τῶν τοιούτων συνεχῶς ὑπομιμνήσκειν. Εἰ γὰρ διὰ τῆς χρηστολογίας ἐξαπατῶσί τινες, πολλῷ μᾶλλον τοὺς πρὸς τὴν ἀλήθειαν ἐπανάγοντας δίκαιον μὴ ἀποκα‐
30μεῖν τὰ συμφέροντα λέγοντας. Εἰ γὰρ οἱ ἀπατῶντες τοσούτοις κέχρηνται μηχανήμασι· καὶ γὰρ χρήματα ἀναλίσκουσι, καὶ λόγους προσάγουσι, καὶ κινδύνους ὑπομένουσι, καὶ προστασίας ἐπιδείκνυνται· πολλῷ μᾶλλον ἡμᾶς τοὺς ἀπάτης ἀπάγοντας, καὶ κινδύνους,
35καὶ θανάτους, καὶ πάντα ὑπομένειν χρὴ, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους κερδάναντες, καὶ τοῖς ἐναντίοις ἀκαταγώνιστοι γενόμενοι, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ,
καὶ τὰ ἑξῆς.Column end

61

.

53

(39)

ΟΜΙΛΙΑ Ζʹ.
40Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀπο‐ κεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν
45 αἰώνων εἰς δόξαν ἡμῶν. αʹ. Τὸ σκότος τοῦ φωτὸς ἐπιτηδειότερον εἶναι δοκεῖ τοῖς τὰς ὄψεις νοσοῦσι· διὸ καὶ μᾶλλον εἰς συνεσκια‐ σμένον δωμάτιον καταφεύγουσι. Τοῦτο καὶ ἐπὶ τῆς σοφίας γέγονε τῆς πνευματικῆς· ἡ μὲν τοῦ Θεοῦ σο‐

61

.

53

(50)

φία μωρία ἐδόκει εἶναι τοῖς ἔξωθεν, ἡ δὲ αὐτῶν, ἀληθῶς οὖσα μωρία, σοφία αὐτοῖς νενόμισται. Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερ‐ νητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λο‐
55γισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν· ἄλλος δέ τις πάντων ἄπειρος, πλοίῳ καὶ κυβερνήτῃ καὶ ναύ‐ ταις ἐγχειρίσας ἑαυτὸν, οὕτω μετὰ ἀσφαλείας ἔπλει. Καὶ γὰρ ἡ δοκοῦσα εἶναι ἀμαθία τούτου, τῆς ἐκεί‐ νου σοφίας σοφωτέρα. Καλὴ μὲν γὰρ ἡ κυβερνητικὴ,
60ἀλλ’ ὅταν μείζονα ἐπαγγέλληται, μωρία τίς ἐστι·Column end

61

.

54

(40)

καὶ πᾶσα τέχνη ἡ μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς τοῦτο ἂν εἴη. Οὕτω καὶ ἡ ἔξωθεν σοφία ἦν ἂν σοφία, εἰ Πνεύ‐ ματι ἐκέχρητο· ἐπειδὴ δὲ ἑαυτῇ τὸ πᾶν ἐπέτρεψε, καὶ οὐδὲν ἐνόμισε δεῖσθαι τῆς βοηθείας ἐκείνης, μω‐
45ρία γέγονεν, εἰ καὶ ἐδόκει σοφία εἶναι. Διὸ πρότερον ἐλέγξας τὰ αὐτῆς διὰ τῶν πραγμάτων, τότε αὐτὴν ἐκάλεσε μωρίαν· καὶ πρότερον καλέσας μωρίαν τὴν τοῦ Θεοῦ σοφίαν κατὰ τὴν ἐκείνων ψῆφον, τότε δεί‐ κνυσιν αὐτὴν σοφίαν οὖσαν (μετὰ γὰρ τὰς ἀποδείξεις

61

.

54

(50)

δυνατὸν μάλιστα τοὺς ἀντιλέγοντας ἐντρέπειν)· καί φησι· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Ὅταν γὰρ ἐγὼ, νομιζόμενος μωρὸς καὶ μωρὰ κηρύτ‐ τειν, τοῦ σοφοῦ περιγένωμαι, οὐ διὰ μωρᾶς· σο‐ φίας περιεγενόμην, ἀλλὰ διὰ σοφίας τελειοτέρας,
55καὶ τοσαύτης καὶ οὕτω μείζονος, ὡς ἐκείνην μωρίαν φαίνεσθαι. Διὰ τοῦτο πρότερον αὐτὴν οὕτω καλέσας,
ὡς ἐκεῖνοι ὠνόμαζον τότε, καὶ ἀπὸ τῶν πραγμάτων53

61

.

55

τὴν νίκην δείξας, καὶ ἐκείνους ἀποφήνας σφόδρα μωροὺς, τὸ προσῆκον αὐτῇ λοιπὸν ἀπέδωκεν ὄνομα λέγων· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. Σοφίαν δὲ λέγει τὸ κήρυγμα καὶ τὸν τρόπον τῆς σω‐
5τηρίας, τὸ διὰ σταυροῦ σωθῆναι· τελείους δὲ τοὺς πεπιστευκότας. Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀν‐ θρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι μηδὲν αὐτοῖς συμβάλλεται πεπεισμένοι, οἷοι γεγόνασιν οἱ πιστοί. Σοφίαν δὲ οὐ τοῦ αἰῶνος
10τούτου. Ποῦ γὰρ χρήσιμος ἡ ἔξωθεν σοφία, ἐνταῦθα καταστρέφουσα καὶ περαιτέρω μὴ προϊοῦσα, καὶ οὐδὲ ἐνταῦθα δυναμένη τι τοὺς ἔχοντας ὠφελεῖν; Ἄρχοντας δὲ αἰῶνος ἐνταῦθα οὐ δαίμονάς τινας λέ‐ γει, καθώς τινες ὑποπτεύουσιν· ἀλλὰ τοὺς ἐν ἀξιώ‐
15μασι, τοὺς ἐν δυναστείαις, τοὺς τὸ πρᾶγμα περιμά‐ χητον εἶναι νομίζοντας, φιλοσόφους καὶ ῥήτορας καὶ λογογράφους· καὶ γὰρ αὐτοὶ ἐκράτουν, καὶ δημα‐ γωγοὶ πολλάκις ἐγίνοντο. Τοῦ δὲ αἰῶνος τούτου ἐκά‐ λεσεν ἄρχοντας, ἐπειδὴ περαιτέρω τοῦ παρόντος
20αἰῶνος οὐ πρόεισιν αὐτῶν ἡ ἀρχή· διὸ καὶ ἐπήγα‐ γε· Τῶν καταργουμένων· οἴκοθέν τε αὐτὴν διαβάλ‐ λων καὶ ἀπὸ τῶν χρωμένων. Δείξας γὰρ ὅτι ψευδής ἐστιν, ὅτι μωρὰ, ὅτι οὐδὲν δύναται εὑρεῖν, ὅτι ἀσθε‐ νὴς, δείκνυσιν ὅτι καὶ ὀλιγοχρόνιος. Ἀλλὰ λαλοῦ‐
25μεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ. Ποίῳ μυστηρίῳ; Καὶ μὴν φησὶν ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων. Πῶς οὖν μυστήριον αὐτὴν καλεῖ; Ἐπειδὴ οὔτε ἄγγελος οὔτε ἀρχάγγελος οὔτε ἄλλη τις αὐτὸ κτιστὴ δύναμις ᾔδει, πρὶν γενέ‐
30σθαι. Διό φησιν, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Τοῦτο δὲ ἐποίησεν, ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ’ ἡμῶν ἀκοῦσαι τῶν μυστηρίων. Καὶ γὰρ καὶ ἡμεῖς,
35οὓς ἂν ποιησώμεθα φίλους, τοῦτο τεκμήριον πρὸς αὐτοὺς εἶναί φαμεν τῆς φιλίας, τὸ μηδενὶ πρὸ αὐ‐ τῶν εἰπεῖν τὰ ἀπόῤῥητα. Ἀκουέτωσαν οἱ τὸ κήρυγμα ἐκπομπεύοντες. καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες τοὺς μαργαρίτας καὶ τὸ δόγμα, καὶ τὰ ἅγια κυσὶ καὶ
40χοίροις ῥιπτοῦντες καὶ λογισμοῖς περιττοῖς. Τὸ γὰρ μυστήριον κατασκευῆς οὐ δεῖται, ἀλλ’ ὅπερ ἐστὶ, τοῦτο μόνον ὂν καταγγέλλεται· ἐπεὶ οὐκ ἔσται μυ‐ στήριον θεῖον καὶ ὁλόκληρον, ὅταν καὶ παρὰ σαυτοῦ τι προσθῇς. Καὶ ἄλλως δὲ μυστήριον καλεῖται, ὅτι
45οὐχ ἅπερ ὁρῶμεν πιστεύομεν, ἀλλ’ ἕτερα ὁρῶμεν, καὶ ἕτερα πιστεύομεν. Τοιαύτη γὰρ ἡ τῶν μυστη‐ ρίων ἡμῶν φύσις. Ἑτέρως γοῦν ἐγὼ, καὶ ἑτέρως ὁ ἄπιστος περὶ τούτων διακείμεθα. Ἀκούω ἐγὼ, ὅτι ἐσταυρώθη ὁ Χριστὸς, καὶ τὴν φιλανθρωπίαν εὐθέως

61

.

55

(50)

θαυμάζω· ἀκούει ἐκεῖνος, καὶ ἀσθένειαν νομίζει. Ἀκούω ὅτι δοῦλος γέγονε, καὶ τὴν κηδεμονίαν θαυ‐ μάζω· ἀκούει ἐκεῖνος, καὶ ἀτιμίαν λογίζεται. Ἀκούω ὅτι ἀπέθανε, καὶ τὴν δύναμιν ἐκπλήττομαι, ὅτι ἐν θανάτῳ γενόμενος οὐκ ἐκρατήθη, ἀλλὰ καὶ ἐξέλυσε
55θάνατον· ἀκούει ἐκεῖνος, καὶ ἀδυναμίαν ὑποπτεύει. Ἀκούων ἀνάστασιν ἐκεῖνος, μῦθον τὸ πρᾶγμά φησιν· ἐγὼ δὲ τὰς διὰ τῶν πραγμάτων δεξάμενος ἀποδεί‐ ξεις, προσκυνῶ τοῦ Θεοῦ τὴν οἰκονομίαν. Ἀκούων λουτρὸν ἐκεῖνος, ἁπλῶς ὕδωρ νομίζει· ἐγὼ δὲ οὐ τὸ
60ὁρώμενον ἁπλῶς βλέπω, ἀλλὰ τὸν τῆς ψυχῆς κα‐ θαρμὸν τὸν διὰ τοῦ Πνεύματος. Ἐκεῖνος λελοῦσθαί μοι τὸ σῶμα νομίζει μόνον· ἐγὼ δὲ πεπίστευκα, ὅτι
καὶ ἡ ψυχὴ γέγονε καθαρά τε καὶ ἁγία, καὶ λογίζο‐Column end

61

.

56

μαι τὸν τάφον, τὴν ἀνάστασιν, τὸν ἁγιασμὸν, τὴν δικαιοσύνην, τὴν ἀπολύτρωσιν, τὴν υἱοθεσίαν, τὴν κληρονομίαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τοῦ Πνεύ‐ ματος τὴν χορηγίαν. Οὐ γὰρ τῇ ὄψει κρίνω τὰ φαι‐
5νόμενα, ἀλλὰ τοῖς ὀφθαλμοῖς τῆς διανοίας. Ἀκούω σῶμα Χριστοῦ· ἑτέρως ἐγὼ νοῶ τὸ εἰρημένον, ἑτέ‐ ρως ὁ ἄπιστος. βʹ. Καὶ καθάπερ τὰ παιδία τὰ βιβλία ὁρῶντα οὐκ οἶδε τῶν γραμμάτων τὴν δύναμιν, οὐδὲ οἶδεν ἅπερ ὁρᾷ,
10μᾶλλον δὲ κἂν ἀνὴρ ἄπειρος ᾖ γραμμάτων, ταυτὰ πείσεται· ὁ δὲ ἔμπειρος πολλὴν εὑρήσει τοῖς γράμ‐ μασιν ἐναποκειμένην τὴν δύναμιν, καὶ βίους ὁλο‐ κλήρους, καὶ ἱστορίας· καὶ ἐπιστολὴν ὁ μὲν ἄπειρος λαβὼν, χάρτην ἡγήσεται καὶ μέλαν εἶναι· ὁ δὲ ἔμπει‐
15ρος καὶ φωνῆς ἀκούσεται, καὶ διαλέξεται τῷ ἀπόντι, καὶ ὅπερ ἂν βούληται διὰ τῶν γραμμάτων πάλιν ἐρεῖ· οὕτω καὶ ἐπὶ τοῦ μυστηρίου γίνεται· οἱ μὲν ἄπιστοι, καίτοι γε ἀκούοντες, οὐ δοκοῦσιν ἀκούειν· οἱ δὲ πιστοὶ τὴν διὰ τοῦ Πνεύματος ἔχοντες ἐμπειρίαν,
20ὁρῶσι τῶν ἐναποκειμένων τὴν δύναμιν. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι καὶ νῦν τὸ κη‐ ρυττόμενον ἀποκέκρυπται· τοῖς γὰρ ἀπολ‐ λυμένοις, φησὶν, ἐστὶ κεκαλυμμένον. Ἄλλως δὲ καὶ τὸ παράδοξον ἐμφαίνει τοῦ κηρύγματος. Οὕτω
25δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ’ ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόμενα. Διὸ καὶ ἀλλαχοῦ, Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς· καὶ πάλιν ὁ Παῦλος, Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Εἰ
30δὲ πανταχοῦ κηρύττεται, καὶ οὕτω μυστήριόν ἐστι. Καὶ γὰρ ὥσπερ ἐκελεύσθημεν ἅπερ ἠκούσαμεν εἰς τὸ οὖς εἰπεῖν ἐπὶ τῶν δωμάτων, οὕτω προσετάγημεν μὴ δοῦναι τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥῖψαι τοὺς μαρ‐ γαρίτας ἔμπροσθεν τῶν χοίρων. Οἱ μὲν γάρ εἰσι
35ψυχικοὶ, καὶ οὐ νοοῦσιν· οἱ δὲ κάλυμμα ἔχουσιν ἐπὶ τῆς καρδίας αὐτῶν, καὶ οὐ βλέπουσιν. Ἄρα μυστή‐ ριον τοῦτο μάλιστά ἐστιν, ὃ πανταχοῦ μὲν κηρύτ‐ τεται, οὐ γνωρίζεται δὲ παρὰ τῶν οὐκ ὀρθὴν ἐχόντων γνώμην· ἐκκαλύπτεται δὲ οὐκ ἀπὸ σοφίας, ἀλλ’ ἀπὸ
40Πνεύματος ἁγίου, καθόσον ἡμῖν δέξασθαι δυνατόν. Διόπερ οὐκ ἄν τις ἁμάρτοι καὶ μετὰ τοῦτο αὐτὸ μυ‐ στήριον αὐτὸ προσειπὼν ἀπόῤῥητον· οὐδὲ γὰρ ἡμῖν τοῖς πιστοῖς πᾶσα ἐνεχειρίσθη σαφήνεια καὶ ἀκρί‐ βεια. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐκ μέρους γινώσκο‐
45μεν, καὶ ἐκ μέρους προφητεύομεν. Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσ‐ ωπον πρὸς πρόσωπον. Διὰ τοῦτο ἔλεγε, Λαλοῦ‐ μεν σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν

61

.

56

(50)

ἡμῶν. Ἀποκεκρυμμένην, τουτέστιν, ὅτι οὐδεὶς πρὸ ἡμῶν ἔμαθε τῶν ἄνω δυνάμεων, ἢ ὅτι οὐδὲ οἱ πολλοὶ νῦν ἴσασιν. Τοῦτο γὰρ δηλοῖ τὸ, Προώρισεν εἰς δόξαν ἡμῶν· καίτοι γε ἀλλαχοῦ φησιν· Εἰς δόξαν ἑαυτοῦ. Ἑαυτοῦ γὰρ ἡγεῖται δόξαν τὴν ἡμε‐
55τέραν σωτηρίαν, ὥσπερ οὖν καὶ πλοῦτον ἑαυτοῦ κα‐ λεῖ, καίτοι γε αὐτὸς πλοῦτος ὢν ἀγαθῶν, καὶ οὐ‐ δενὸς δεόμενος εἰς τὸ εἶναι πλούσιος. Προώρισε, φησὶ, τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδεικνύμενος. Καὶ γὰρ ἐκεῖνοι μάλιστα καὶ τιμᾷν καὶ φιλεῖν ἡμᾶς νομί‐
60ζονται, ὅσοιπερ ἄνωθεν ὦσιν ἡμᾶς παρεσκευασμένοι ποιεῖν εὖ· ὅπερ καὶ οἱ πατέρες ἐπὶ παίδων ποιοῦσι· καὶ γὰρ εἰ ὕστερον διδόασι τὰ χρήματα, ἀλλ’ ἄνωθεν καὶ ἐξ ἀρχῆς εἰσι τοῦτο προῃρημένοι. Τοῦτο καὶ ὁ Παῦλος σπουδάζει δεῖξαι νῦν, ὅτι ἀεὶ ἡμᾶς ἐφίλει καὶ
65ἄνωθεν ὁ Θεὸς καὶ μηδέπω γενομένους. Οὐ γὰρ ἂν,55

61

.

57

εἰ μὴ ἐφίλει, τὸν πλοῦτον ἡμῖν προώρισε. Μὴ τοίνυν ἐννοήσῃς τὴν ἐν μέσῳ γενομένην ἔχθραν· πρεσβυ‐ τέρα γὰρ ἦν αὐτῆς ἡ φιλία. Τὸ δὲ, Πρὸ τῶν αἰώνων, τὸ ἀΐδιόν φησι· καὶ γὰρ ἀλλαχοῦ οὕτω λέγει·
5ὑπάρχων πρὸ τῶν αἰώνων. Εὑρεθήσεται τοίνυν καὶ ὁ Υἱὸς οὕτως ἀΐδιος ὤν. Καὶ γὰρ περὶ αὐτοῦ φησιν, ὅτι δι’ αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν, ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ὑπάρχειν. Ὁ γὰρ ποιητὴς πρὸ τῶν ποιημάτων εὔδηλον ὅτι. Ἣν οὐδεὶς τῶν ἀρχόντων
10τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν οὐδὲ ἐγκλημάτων εἰσὶν ἄξιοι, εἴ γε μὴ ἔγνωσαν, καὶ ἐσταύρωσαν. Καὶ εἰ μὴ ᾔδεσαν, πῶς ἔλεγεν αὐ‐ τοῖς, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Περὶ
15γὰρ τοῦ Πιλάτου φησὶν ἡ Γραφὴ, ὅτι οὐκ ᾔδει· εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι. Τούτους ἂν εἴποι τις καλεῖσθαι ἄρχοντας τοῦ αἰῶνος τούτου. Εἰ δὲ καὶ περὶ τῶν Ἰουδαίων καὶ περὶ τῶν ἱερέων εἴποι τις ἂν τοῦτο λέγεσθαι, οὐκ ἂν ἁμάρτοι· καὶ γὰρ ἐκείνοις
20φησὶν, Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Πῶς οὖν ἀνωτέρω φησὶ, Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί; Ἀλλὰ τίς ὁ τρόπος τῆς ἀναγνώσεως ταύτης καὶ τίς ἐκείνης, ἐν τοῖς Εὐαγγελίοις ἤδη εἴρηται· καὶ, ὥστε μὴ συνεχῶς τὸ αὐτὸ στρέφειν,
25ἐκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας. γʹ. Τί οὖν; ἀφείθη, φησὶν, αὐτοῖς τὸ ἐπὶ τοῦ σταυροῦ ἁμάρτημα; καὶ γὰρ εἶπεν· Ἄφες αὐτοῖς. Εἰ μετ‐ ενόησαν, ἀφείθη. Καὶ γὰρ ὁ μυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς
30Ἐκκλησίας προστάτης ἐγένετο. Οὕτως οὖν κἀκείνοις ἀφείθη τοῖς βουληθεῖσι μεταγνῶναι· ὃ δὴ καὶ ὁ Παῦ‐ λος βοῶν ἔλεγε· Λέγω οὖν· Μὴ ἔπταισαν ἵνα πέ‐ σωσι; Μὴ γένοιτο. Καὶ πάλιν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω; Μὴ γένοιτο.
35Εἶτα δεικνὺς ὅτι οὐκ ἀπεκλείσθη αὐτῶν ἡ μετάνοια, τεκμήριον τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ παρήγαγε λέγων· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί. Τὸ δὲ, Οὐκ ἔγνωσαν, ἐμοὶ δοκεῖ οὐ περὶ Χριστοῦ ἐνταῦθα εἰρῆ‐ σθαι, ἀλλὰ περὶ αὐτῆς τοῦ πράγματος τῆς οἰκονο‐
40μίας· οἷον, τί ἐβούλετο ὁ θάνατος καὶ ὁ σταυρὸς, οὐκ ᾔδεισαν. Καὶ γὰρ καὶ ἐκεῖ οὐκ εἶπεν, ὅτι Ἐμὲ οὐκ οἴδασιν, ἀλλ’, Οὐκ οἴδασι τί ποιοῦσι, τουτέστι, τὴν οἰκονομίαν τὴν τελουμένην καὶ τὸ μυστήριον ἀγνοοῦ‐ σιν. Οὐ γὰρ ᾔδεσαν, ὅτι οὕτω λάμψαι ἔχει ὁ σταυρὸς,
45ὅτι τῆς οἰκουμένης γίνεται σωτηρία καὶ τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους καταλλαγὴ, καὶ ἡ πόλις αὐτῶν ἁλώσεται, καὶ δεινὰ ὑποστήσονται τὰ ἔσχατα. Σοφίαν δὲ καὶ τὸν Χριστὸν καλεῖ καὶ τὸν σταυρὸν καὶ τὸ κή‐ ρυγμα. Εὐκαίρως δὲ Κύριον δόξης ἐκάλεσεν. Ἐπειδὴ

61

.

57

(50)

γὰρ ὁ σταυρὸς ἀδοξίας εἶναι δοκεῖ, δείκνυσιν ὅτι μεγάλη ἦν δόξα ὁ σταυρός. Ἀλλὰ μεγάλης ἔδει σο‐ φίας, οὐ μόνον τὸ τὸν Θεὸν εἰδέναι, ἀλλὰ καὶ μαθεῖν τοῦ Θεοῦ τὴν οἰκονομίαν ταύτην· ἡ δὲ ἔξωθεν σοφία οὐχὶ τοῦ προτέρου μόνον, ἀλλὰ καὶ τούτου γέγονε
55κώλυμα. Ἀλλὰ, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς
ἀγαπῶσιν αὐτόν.Column end

61

.

58

Καὶ ποῦ γέγραπται ταῦτα; Λέγεται γὰρ γεγράφθαι, καὶ ὅταν μὴ διὰ τῶν ῥημάτων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων κείμενα ᾖ, ὡς ἐπὶ τῶν ἱστοριῶν· ἢ ὅταν τὸ αὐτὸ μὲν νόημα κείμενον ᾖ, μὴ ἐπ’ αὐτῶν δὲ τῶν
5ῥημάτων, ὡς ἐνταῦθα. Τὸ γὰρ, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συν‐ ήσουσι· τοῦτο ταυτόν ἐστι τῷ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βι‐
10βλία. Καὶ γὰρ πολλὰ διεφθάρη βιβλία, καὶ ὀλίγα διεσώθη, καὶ ἐπὶ τῆς προτέρας αἰχμαλωσίας. Καὶ τοῦτο δῆλον ἐν ταῖς Παραλειπομέναις· καὶ γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Ἀπὸ Σαμουὴλ καὶ τῶν ἑξῆς προφητῶν πάντες εἰρήκασι περὶ αὐτοῦ. Καὶ οὐ
15πάντως φέρεται ταῦτα· τὸν δὲ Παῦλον ἅτε νομομαθῆ ὄντα καὶ Πνεύματι φθεγγόμενον εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας. Καὶ τί λέγω περὶ τῆς αἰχμαλωσίας; Καὶ γὰρ πρὸ τῆς αἰχμαλωσίας πολλὰ ἠφάνιστο βι‐ βλία, τῶν Ἰουδαίων εἰς ἐσχάτην ἀσέβειαν ἐξοκειλάν‐
20των. Καὶ δῆλον ἐκ τοῦ τέλους τῆς τετάρτης τῶν Βα‐ σιλειῶν· τὸ γὰρ Δευτερονόμιον μόλις που εὕρηται ἐν κοπρίᾳ κατακεχωσμένον. Ἄλλως δὲ εἰσὶ καὶ δι‐ πλαῖ πολλαχοῦ προφητεῖαι τοῖς συνετωτέροις εὐκα‐ τάληπτοι, ἐξ ὧν πολλὰ τῶν ἀσαφῶν ἔστιν εὑρεῖν. Τί
25οὖν; οὐκ εἶδεν ὀφθαλμὸς, ἃ ἡτοίμασεν ὁ Θεός; Οὐχί· τίς γὰρ τῶν ἀνθρώπων εἶδε τὰ οἰκονομεῖσθαι μέλ‐ λοντα; Ἆρα οὖν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; καὶ πῶς; Εἰ γὰρ οἱ προφῆται εἶπον, πῶς, φησὶν, οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀν‐
30θρώπου ἀνέβη; Οὐκ ἀνέβη· οὐ γὰρ περὶ αὐτῶν μό‐ νον φησὶν, ἀλλὰ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως. Τί οὖν; οἱ προφῆται οὐκ ἤκουσαν; Ἤκουσαν μὲν, ἀλλ’ οὐκ ἦν ἀνθρώπου οὖς τὸ οὖς τὸ προφητικόν· οὐ γὰρ ὡς ἄνθρωποι ἤκουσαν, ἀλλ’ ὡς προφῆται. Διό
35φησι, Προσέθηκέ μοι ὠτίον ἀκούειν, τὴν προσ‐ θήκην τὴν ἀπὸ τοῦ Πνεύματος λέγων. Ὅθεν δῆλον, ὅτι πρὶν ἢ ἀκοῦσαι, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Μετὰ γὰρ τὴν τοῦ Πνεύματος δόσιν οὐκ ἦν καρδία ἀνθρώπου, ἀλλὰ καρδία πνευματικὴ ἡ τῶν προφη‐
40τῶν, καθάπερ καὶ αὐτός φησι· Νοῦν Χριστοῦ ἔχο‐ μεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρὶν ἢ Πνεύματος ἀπολαῦσαι καὶ μαθεῖν τὰ ἀπόῤῥητα, οὐδὲ ἡμῶν τις οὐδὲ τῶν προφητῶν αὐτὰ ἐνενόησε. Πῶς γὰρ, ὅπου οὐδὲ ἄγγελοι αὐτὰ ᾔδεσαν; Τί γὰρ χρὴ λέγειν, φησὶ,
45περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ὅπου γε οὐ‐ δεὶς ἀνθρώπων ταῦτα ἠπίστατο, οὐδὲ αἱ ἄνω δυνά‐ μεις; Ποῖα δὴ ταῦτα; Ὅτι διὰ τῆς δοκούσης εἶναι μωρίας τοῦ κηρύγματος κρατήσει τῆς οἰκουμένης, καὶ τὰ ἔθνη εἰσενεχθήσεται, καὶ ὅτι καταλλαγὴ τοῦ

61

.

58

(50)

Θεοῦ πρὸς ἀνθρώπους ἔσται, καὶ τοσαῦτα ἡμῖν ἥξει τὰ ἀγαθά. Πῶς οὖν ἔγνωμεν; Ἡμῖν δὲ, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ, καθάπερ τις θερα‐ παινὶς ἠτιμωμένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν, καὶ
55παρακύψαι εἰς τὰ δεσποτικὰ μυστήρια. δʹ. Ὁρᾷς ὅσον τὸ μέσον τῆς σοφίας ταύτης κἀκείνης; Ἅπερ ἄγγελοι οὐκ ἔγνωσαν, ταῦτα ἡμᾶς ἐπαίδευσεν
αὕτη. Ἡ δὲ ἔξωθεν τοὐναντίον ἐποίησεν· οὐ μόνον57

61

.

59

οὐκ ἐπαίδευσεν, ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε, καὶ μετὰ τὸ γενέσθαι ἐπεσκίαζε τοῖς γεγενημένοις, τὸν σταυρὸν κενοῦσα. Οὐ τοίνυν τῷ μαθεῖν δείκνυσι τὴν εἰς ἡμᾶς τιμὴν, καὶ τῷ μετὰ ἀγγέλων μαθεῖν,
5ἀλλὰ καὶ τῷ διὰ τοῦ Πνεύματος αὐτοῦ μαθεῖν. Εἶτα δεικνὺς τὸ μέγεθος, φησὶν, ὅτι Εἰ μὴ τὸ Πνεῦμα τὸ ἐπιστάμενον τὰ ἀπόῤῥητα τοῦ Θεοῦ, ἀπεκάλυψεν, οὐκ ἂν ἐμάθομεν. Οὕτω περισπούδαστον τῷ Θεῷ τὸ πρᾶγμα ἦν, ὥστε ἐν τοῖς ἀποῤῥήτοις εἶναι. Διὸ καὶ
10ἐκείνου ἐδεήθημεν διδασκάλου τοῦ ταῦτα σαφῶς εἰδότος. Τὸ γὰρ Πνεῦμα πάντα, φησὶν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώ‐ που τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς
15οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Οὐ γὰρ ἀγνοίας, ἀλλ’ ἀκριβοῦς γνώσεως ἐνταῦθα τὸ ἐρευνᾷν ἐνδεικτικόν. Ταύτῃ
20γοῦν τῇ λέξει καὶ ἐπὶ τοῦ Θεοῦ κέχρηται λέγων· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος. Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις
25αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν· Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευ‐ ματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς ποῦ
30ἡμᾶς ἀνήγαγεν ἀπὸ τῆς ἀξίας τοῦ διδασκάλου; Τοσ‐ οῦτον γὰρ ἡμεῖς ἐκείνων σοφώτεροι, ὅσον τὸ μέσον Πλάτωνός τε καὶ Πνεύματος ἁγίου. Οἱ μὲν γὰρ τοὺς ἔξωθεν ῥήτορας ἔχουσι διδασκάλους, ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον. Τί δέ ἐστι, Πνευματικοῖς πνευ‐
35ματικὰ συγκρίνοντες; Ὅταν πνευματικὸν καὶ ἄπορον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν. Οἷον λέγω, ὅτι ἀνέστη ὁ Χριστὸς, ὅτι ἀπὸ Παρθένου ἐγεννήθη. Παράγω μαρτυρίας καὶ τύπους καὶ ἀποδείξεις, τοῦ Ἰωνᾶ τὴν ἐν τῷ κήτει διατριβὴν,
40καὶ τὴν μετὰ ταῦτα ἀπαλλαγὴν, τῶν στειρῶν τοὺς τοκετοὺς, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας καὶ τῶν λοι‐ πῶν, τὴν ἐν τῷ παραδείσῳ τῶν δένδρων βλάστην γεγενημένην, οὐ σπερμάτων καταβληθέντων, οὐχ ὑετῶν κατενεχθέντων, οὐκ αὔλακος ἀνατμηθείσης.
45Τὰ γὰρ μέλλοντα διεπλάττετο καὶ διεγράφετο, ὡς ἐν σκιᾷ, τοῖς προτέροις, ἵνα πιστευθῇ ταῦτα παρα‐ γενόμενα. Καὶ δείκνυμι πάλιν, πῶς ἀπὸ γῆς ἄν‐ θρωπος, καὶ πῶς ἀπὸ ἀνθρώπου μόνου ἡ γυνὴ, καὶ οὐδαμοῦ συνουσία, πῶς αὐτὴ ἡ γῆ ἀπ’ οὐδενὸς,

61

.

59

(50)

τῆς δυνάμεως τοῦ Δημιουργοῦ πανταχοῦ πρὸς πάντα ἀρκούσης. Οὕτω πνευματικοῖς πνευματικὰ συγκρίνω, καὶ οὐδαμοῦ χρείαν ἔχω τῆς ἔξωθεν σοφίας, οὐδὲ λογισμῶν οὐδὲ παρασκευῶν. Ἐκεῖνοι γὰρ καὶ πα‐ ρασαλεύουσι τὴν ἀσθενῆ διάνοιαν καὶ θορυβοῦσι,
55καὶ ἀποδεῖξαι σαφῶς οὐδὲν ὧν λέγουσιν ἔχουσιν, ἀλλὰ καὶ τοὐναντίον ποιοῦσι· ταράττουσι μᾶλλον, καὶ ζόφου πληροῦσι καὶ ἀπορίας πολλῆς. Διό φησι· Πνευ‐ ματικοῖς πνευματικὰ συγκρίνοντες. Ὁρᾷς, πῶς περιττὴν αὐτὴν δείκνυσιν; οὐ μόνον δὲ περιττὴν, ἀλλὰ
60καὶ ἐναντίαν καὶ βλαβεράν. Καὶ γὰρ τὸ εἰπεῖν, Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ, καὶ, Ἵνα μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἡ πίστις ἡμῶν, τοῦτο ἐδή‐ λωσεν. Ἐνταῦθα δὲ δείκνυσιν, ὅτι ἀδύνατον θαῤῥοῦν‐
τας καὶ τὸ πᾶν ἐπιτρέποντας αὐτῇ, μαθεῖν τι τῶνColumn end

61

.

60

χρησίμων. Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. Δεῖ τοίνυν αὐτὴν ἀπο‐ θέσθαι πρότερον. Τί οὖν; διαβέβληται, φησὶν, ἡ σοφία ἡ ἔξωθεν; Καίτοι ἔργον ἐστὶ τοῦ Θεοῦ. Πόθεν
5δῆλον; Οὐ γὰρ αὐτὸς αὐτὴν ἐποίησεν, ἀλλὰ σὺ ἐπ‐ εξεῦρες· καὶ γὰρ σοφίαν ἐνταῦθα τὸ περίεργον τῆς ζητήσεως λέγει, καὶ τὴν περιττὴν εὐγλωττίαν. Εἰ δὲ τὴν σύνεσιν τὴν ἀνθρωπίνην φαίη τις αὐτὸν λέγειν, καὶ οὕτω τὸ ἔγκλημα σόν. Σὺ γὰρ αὐτὴν διαβάλλεις,
10ὁ κακῶς κεχρημένος, ὁ πρὸς βλάβην καὶ ἐναντίωσιν Θεοῦ, ὁ ἀπαιτῶν αὐτὴν ἅπερ οὐκ εἶχεν. Ἐπεὶ οὖν ἐν αὐτῇ καυχᾶσαι καὶ Θεῷ πολεμεῖς, ἤλεγξεν αὐτῆς τὴν ἀσθένειαν. Ἐπεὶ καὶ ἰσχὺς σώματος καλόν· ἀλλ’ ἐπει‐ δὴ οὐκ εἰς δέον ἐχρήσατο αὐτῇ ὁ Κάϊν, παρέλυσεν
15αὐτὸν ὁ Θεὸς, καὶ τρέμειν ἐποίησε. Καὶ ὁ οἶνος καλόν· ἀλλ’ ἐπειδὴ ἀμέτρως ἀπέλαυσαν οἱ Ἰουδαῖοι, καθόλου τοῖς ἱερεῦσιν ἀπηγόρευσεν ὁ Θεὸς τοῦ καρποῦ τὴν χρῆσιν. Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ μείζονα ἀπῄτησας αὐτὴν
20τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπί‐ δος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν. Καὶ γὰρ καὶ ψυχι‐ κός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς δι‐ δοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας. Καὶ γὰρ ἔδωκεν αὐτὴν ὁ Θεὸς, ἵνα
25μανθάνῃ καὶ δέχηται τὸ παρ’ αὐτοῦ, οὐχ ἵνα ἑαυτῇ αὐτὴ ἀρκεῖν νομίζῃ. Καὶ γὰρ οἱ ὀφθαλμοὶ καλοὶ καὶ χρήσιμοι, ἀλλ’ ἐὰν βούλωνται χωρὶς φωτὸς ὁρᾷν, οὐ‐ δὲν αὐτοὺς τὸ κάλλος ὀνίνησιν οὐδὲ ἡ οἰκεία ἰσχὺς, ἀλλὰ καὶ παραβλάπτει. Οὕτω τοίνυν καὶ ψυχὴ, ἐὰν
30βουληθῇ χωρὶς Πνεύματος βλέπειν, καὶ ἐμπόδιον ἑαυτῇ γίνεται. Πῶς οὖν πρὸ τούτου, φησὶν, ἀφ’ ἑαυ‐ τῆς πάντα ἑώρα; Οὐδέποτε ἀφ’ ἑαυτῆς, ἀλλ’ εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ· ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε,
35καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν Δη‐ μιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐν‐ εχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατ‐ έδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες. καὶ εἰπόντες οὐδὲν ἐξ οὐκ ὄντων γίνεσθαι, ἀλλ’ ἐξ
40ὕλης ἀγεννήτου, ὅθεν καὶ μυρίας ἔτεκον αἱρέσεις· καὶ ἐν μὲν τοῖς σφόδρα ἀτόποις συνηνέχθησαν, ἐν δὲ οἷς ἐδόκουν ὑγιές τι κἂν ὡς ἐν σκιαῖς ὀνειρώττειν, ἀλ‐ λήλοις συνεῤῥάγησαν, ἵν’ ἑκατέρωθεν καταγελασθῶ‐ σιν. Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων οὐδὲν γίνεται, πάν‐
45τες ὁμοῦ σχεδὸν εἶπον καὶ ἔγραψαν, καὶ οὕτω μετὰ πολλῆς τῆς σπουδῆς. Ἐν τοῖς ἀτόποις οὖν ἤλασεν αὐτοὺς ὁ διάβολος· ἐν δὲ τοῖς χρησίμοις ἐν οἷς ἔδο‐ ξαν κἂν ἐν αἰνίγματί τι τῶν ζητουμένων εὑρίσκειν, ἐν τούτοις ἑαυτοὺς ἐπολέμησαν· οἷον, ὅτι ἀθάνατος ἡ

61

.

60

(50)

ψυχὴ, καὶ ὅτι ἡ ἀρετὴ οὐδενὸς δεῖται τῶν ἔξωθεν, καὶ ὅτι οὐκ ἀνάγκης οὐδὲ εἱμαρμένης τὸ γενέσθαι καλοὺς, ἢ μὴ τοιούτους. εʹ. Εἶδες τοῦ διαβόλου κακουργίαν; Εἴ που τι διεφθαρ‐ μένον εἶδεν εἰπόντας, ὁμονοῆσαι πάντας ἐποίησεν· εἴ
55που δέ τι ὑγιὲς φθεγξαμένους, ἑτέρους κατ’ αὐτῶν διήγειρεν· ὥστε μήτε τὰ ἄτοπα ἐκπεσεῖν τῇ συμφωνίᾳ βεβαιούμενα, καὶ τὰ χρήσιμα διαῤῥυῆναι ποικίλως βαλλόμενα. Ὅρα πῶς πανταχοῦ ἄτονος ἡ ψυχὴ, καὶ οὐκ ἀρκεῖ ἑαυτῇ. Καὶ τοῦτο εἰκότως γεγέ‐
60νηται. Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ μηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ μὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε μανίας; Εἰ λαβοῦσα σῶμα θνητὸν, ἀπὸ ψευδοῦς ὑποσχέσεως τοῦ
διαβόλου προσεδόκησε πολλῷ μείζονα· Ἔσεσθε γὰρ,59

61

.

61

φησὶν, ὡς θεοί· εἰ καὶ τοῦτο ἐξ ἀρχῆς ἔλαβεν ἀθά‐ νατον, ποῦ οὐκ ἂν ἐξέπεσε; Καὶ γὰρ καὶ μετ’ ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος·
5καὶ τοὺς θεοὺς τοὺς παρ’ Ἕλλησιν ἀπὸ τούτου τοῦ νοσήματος τῆς ὑποθέσεως ἀνέπλασε. Διὰ τοῦτό μοι δοκεῖ καὶ τὴν ἀρετὴν ὁ Θεὸς ἐπίμοχθον ποιῆσαι, κάμπτων αὐτὴν καὶ εἰς τὸ μετριάζειν ἄγων. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὡς ἂν εἴ τις ἀπὸ
10μικρῶν μεγάλα στοχάσαιτο, ἀπὸ τῶν Ἰσραηλιτῶν αὐτὸ μάθωμεν. Οὗτοι γοῦν ἡνίκα οὐκ ἔζων ἐπίμο‐ χθον βίον, ἀλλ’ ἀνέσεως ἀπέλαυον, οὐκ ἐνεγκόντες τὴν εὐημερίαν, ἐξώλισθον εἰς ἀσέβειαν. Τί οὖν ὁ Θεὸς μετὰ τοῦτο; Πλῆθος νομίμων ἐπέθηκε, κωλύων αὐ‐
15τῶν τὴν ἄδειαν. Καὶ ἵνα μάθῃς ὅτι οὐ πρὸς ἀρετήν τινα συντελεῖ τὰ νόμιμα ταῦτα, ἀλλ’ ἀντὶ χαλινοῦ τι‐ νος ἦν αὐτοῖς διδόμενα, ἀφορμὴν ἀσχολίας παρέχοντα, ἄκουσον τί περὶ αὐτῶν ὁ προφήτης φησίν· Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Τί δέ ἐστιν, Οὐ κα‐
20λά; Οὐδὲν μέγα πρὸς ἀρετὴν συντελοῦντα· διὸ καὶ ἐπάγει· Δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύ‐ ματος. Εἰκότως· ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς τούτοις οὐδεὶς ἂν τὰ ἐν τοῖς οὐρανοῖς καταμάθοι· οὕτως οὐδὲ
25ψυχὴ μόνη τὰ τοῦ Πνεύματος. Καὶ τί λέγω τὰ ἐν τοῖς οὐρανοῖς; Οὐδὲ τὰ ἐν τῇ γῇ ἅπαντα. Καὶ γὰρ ὁρῶντες πύργον πόῤῥωθεν τετράγωνον, στρογγύλον εἶναι νομίζομεν· ἔστι δὲ ὀφθαλμῶν ἀπάτη τὰ τῆς τοιαύτης ὑπολήψεως. Οὕτω τοίνυν καὶ ὅταν τὰ πόῤ‐
30ῥωθεν ἡμῶν πράγματα διὰ τῆς διανοίας μόνης δοκι‐ μάζῃ τις, γέλως πολὺς ἕψεται. Οὐ γὰρ μόνον, οἷάπερ ἐστὶν αὐτὰ οὐκ ὄψεται, ἀλλὰ καὶ τὰ ἐναντία ὧν ἐστιν ἡγήσεται· διὸ καὶ ἐπήγαγε· Μωρία γὰρ αὐτῷ ἐστι. Τοῦτο δὲ οὐ τῆς φύσεως τοῦ πράγματος, ἀλλὰ τῆς
35ἀσθενείας τοῦ μὴ δυνηθέντος τοῦ μεγέθους αὐτῶν ἐφικέσθαι διὰ τῶν τῆς ψυχῆς ὄψεων. Εἶτα καὶ τὴν αἰτίαν ἀντιτίθησι λέγων· Ὅτι οὐκ οἶδεν, ὅτι πνευ‐ ματικῶς ἀνακρίνεται. Τουτέστιν, ὅτι πίστεως δεῖ‐ ται τὰ λεγόμενα, καὶ λόγοις αὐτὰ καταλαβεῖν οὐκ
40ἔνι· ὑπερβαίνει γὰρ αὐτῶν τὸ μέγεθος ἐκ πολλοῦ τοῦ περιόντος τῆς ἡμετέρας διανοίας τὴν εὐτέλειαν. Διό φησιν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάν‐ τα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται. Καὶ γὰρ ὁ βλέπων, πάντα μὲν αὐτὸς καθορᾷ καὶ τὰ τοῦ μὴ βλέ‐
45ποντος, τὰ δὲ ἐκείνου τῶν μὴ βλεπόντων οὐδείς. Οὕτω καὶ νῦν, τὰ μὲν ἡμέτερα καὶ τὰ τῶν ἀπίστων πάντα ἴσμεν ἡμεῖς, τὰ δὲ ἡμῶν ἐκεῖνοι λοιπὸν οὐκέτι. Καὶ γὰρ ἴσμεν τίς μὲν ἡ τῶν παρόντων πραγμάτων φύσις, τίς δὲ ἡ τῶν μελλόντων ἀξία, καὶ τί ποτε ὁ

61

.

61

(50)

κόσμος μετὰ ταῦτα γενήσεται, καὶ τί μὲν οἱ ἁμαρτωλοὶ πείσονται, τίνος δὲ ἀπολαύσονται οἱ δί‐ καιοι, καὶ ὅτι οὐδενὸς ἄξια τὰ παρόντα πράγματα καὶ ἴσμεν, καὶ ἐλέγχομεν αὐτῶν τὴν εὐτέλειαν (τὸ γὰρ ἀνακρίνειν, καὶ ἐλέγχειν ἐστὶ), καὶ ὅτι τὰ μέλλοντά
55ἐστιν ἀθάνατα καὶ ἀκίνητα. Ταῦτα ἅπαντα οἶδεν ὁ πνευματικὸς, καὶ τί πείσεται ὁ ψυχικὸς ἀπελθὼν ἐκεῖ, καὶ τίνος ἀπολαύσεται ὁ πιστὸς ἐντεῦθεν ἀποδημή‐ σας, ὧν οὐδὲν οἶδεν ὁ ψυχικός. Διὸ καὶ σαφῆ τῶν εἰ‐ ρημένων ἀπόδειξιν ἐπαγαγὼν, ἔλεγε· Τίς γὰρ ἔγνω
60νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, τὰ ἐν τῷ νῷ τοῦ Χριστοῦ ταῦτα ἡμεῖς ἴσμεν, καὶ ἅπερ αὐτὸς βούλεται καὶ ἀπεκάλυψεν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι τὸ Πνεῦμα ἀπεκάλυψεν, ἵνα μή τις τὸν Υἱὸν παρώσηται, ἐπάγει
65ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἡμῖν ἔδειξεν· οὐ τοῦτο λέ‐
γων, ὅτι πάντα ἃ οἶδεν ἴσμεν, ἀλλ’ ὅτι πάντα ἃ οἴ‐Column end

61

.

62

δαμεν, οὐκ ἀνθρώπινα, ὥστε ὑποπτευθῆναι, ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευματικά. ϛʹ. Τὸν γὰρ νοῦν, ὃν ἔχομεν περὶ τούτων, τοῦ Χρι‐ στοῦ ἔχομεν· τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν
5κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ’ οὐδενὸς ἀνακρινόμεθα. Οὐδὲ γὰρ οἷόν τε τὰ θεῖα εἰδέναι ἄνθρωπον ψυχικόν· διὸ καὶ ἔλεγε· Τίς γὰρ ἔγνω νοῦν Κυρίου; τὸν ἡμέτερον νοῦν τὸν περὶ τούτων, ἐκείνου λέγων εἶναι νοῦν. Καὶ τὸ, Ὃς
10συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει. Εἰ γὰρ εἰδέναι οὐδεὶς δύναται τοῦ Θεοῦ τὸν νοῦν, πολλῷ μᾶλλον διδάσκειν καὶ διορθοῦσθαι· τοῦτο γάρ ἐστιν, Ὃς συμβιβάσει αὐτόν. Ὁρᾷς ὡς
15πανταχόθεν ἐξωθεῖ τὴν σοφίαν τὴν ἔξωθεν, καὶ πλείονα εἰδότα καὶ μείζονα δείκνυσι τὸν πνευματικόν; Ἐπει‐ δὴ γὰρ ἐκεῖναι αἱ αἰτίαι (οἷον τὸ, Ἵνα μὴ καυχήση‐ ται πᾶσα σάρξ· καὶ ὅτι διὰ τοῦτο, Ἐξελέξατο τὰ μωρὰ, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ, Ἵνα
20μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ) οὐ σφόδρα τοῖς ἀπίστοις ἀξιόπιστοι εἶναι ἐδόκουν, οὐδὲ ἐπαγωγοὶ καὶ ἀναγκαῖαι καὶ χρήσιμοι, ἑξῆς λοιπὸν τίθησι τὴν κυ‐ ριωτάτην αἰτίαν, ὅτι τούτῳ μάλιστα τῷ τρόπῳ δυνά‐ μεθα ἰδεῖν, ἐξ οὗ καὶ τὰ ὑψηλὰ καὶ τὰ ἀπόῤῥητα,
25καὶ τὰ ὑπὲρ ἡμᾶς μαθεῖν ἕξομεν. Καὶ γὰρ ἐκενοῦτο ὁ λόγος τῷ μὴ δύνασθαι ἡμᾶς καταλαβεῖν διὰ τῆς ἔξωθεν σοφίας τὰ ὑπὲρ ἡμᾶς. Ὁρᾷς ὅτι καὶ συνέφε‐ ρεν οὕτω μᾶλλον μαθεῖν παρὰ τοῦ Πνεύματος; καὶ γὰρ καὶ εὐκολωτάτη καὶ σαφεστάτη ἡ διδασκαλία.
30Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Τουτέστι, πνευ‐ ματικὸν, θεῖον, οὐδὲν ἀνθρώπινον ἔχοντα. Οὐ γὰρ Πλάτωνος οὐδὲ Πυθαγόρου, ἀλλ’ ὁ Χριστὸς τὰ ἑαυτοῦ τῇ ἡμετέρᾳ ἐνέθηκε διανοίᾳ. Τοῦτο γοῦν αἰσχυνθῶ‐ μεν, ἀγαπητοὶ, καὶ βίον ἐπιδειξώμεθα ἄριστον· ἐπεὶ
35καὶ αὐτὸς τοῦτο ποιεῖται πολλῆς φιλίας τεκμήριον, τὸ τὰ ἀπόῤῥητα ἡμῖν ἀποκαλύπτειν, λέγων· Οὐκ‐ έτι ὑμᾶς λέγω δούλους· πάντες γὰρ ὑμεῖς φίλοι μού ἐστε, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπήγγειλα ὑμῖν· τουτέστιν, Ἐθάῤῥησα ὑμῖν.
40Εἰ δὲ τοῦτο μόνον φιλίας τεκμήριον, τὸ θαῤῥῆσαι· ὅταν φαίνηται μὴ θαῤῥήσας μόνον τὰ διὰ ῥημάτων μυστήρια, ἀλλὰ καὶ αὐτὰ ταῦτα διὰ τῶν ἔργων ἡμῖν χαρισάμενος, ἐννόησον πόσης ἀγάπης ἐστὶ τὸ γινό‐ μενον! Τοῦτο γοῦν αἰσχυνθῶμεν· καὶ εἰ μηδεὶς γεέν‐
45νης τοσοῦτος λόγος ἔσται ἡμῖν, ἀλλ’ ἔστω γεέννης φοβερώτερον τὸ περὶ τὸν οὕτω φίλον καὶ εὐεργέτην ἀγνώμονας γενέσθαι καὶ ἀχαρίστους· μηδὲ ὡς μι‐ σθωτοὶ οἰκέται, ἀλλ’ ὡς υἱοὶ καὶ ἐλεύθεροι πάντα πράττωμεν διὰ τὴν τοῦ Πατρὸς φιλίαν, καὶ παυσώ‐

61

.

62

(50)

μεθά ποτε τῷ κόσμῳ προσηλωμένοι, ἵνα καὶ Ἕλλη‐ νας καταισχύνωμεν. Ἐπεὶ καὶ νῦν βουλόμενος πρὸς αὐτοὺς ἀνατείνασθαι, ἀναδύομαι, μήποτε τοῖς λόγοις αὐτοὺς νικῶντες καὶ τῇ τῶν δογμάτων ἀληθείᾳ, πο‐ λὺν τὸν καταγέλωτα ἀπὸ τῆς τοῦ βίου συγκρίσεως
55ἡμῖν ἐνέγκωμεν· ὅταν οἱ μὲν τῇ πλάνῃ προσέχοντες καὶ μηδὲν τοιοῦτο πεπεισμένοι, φιλοσοφίας ἔχωνται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν. Πλὴν ὅμως ἐρῶ· ἴσως γὰρ, ἴσως μελετῶντες πρὸς αὐτοὺς μάχεσθαι, φιλο‐ νεικήσομεν βελτίους αὐτῶν γενέσθαι καὶ κατὰ τὸν
60βίον αὐτόν. Πρώην μὲν ἔλεγον, ὅτι οὐκ ἂν ἐπῆλθε κηρῦξαι τοῖς ἀποστόλοις ἅπερ ἐκήρυξαν, εἰ μὴ θείας ἀπέλαυσαν χάριτος· καὶ ὅτι οὐ μόνον οὐ κατώρθω‐
σαν, ἀλλ’ οὐδ’ ἂν ἐβουλεύσαντό τι τοιοῦτον· φέρε δὴ61

61

.

63

καὶ σήμερον αὐτὸ τοῦτο ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ δείξωμεν, ὡς ἀδύνατον ἦν τοῦτο κἂν ἑλέσθαι καὶ ἐννοῆσαι, εἰ μὴ τὸν Χριστὸν εἶχον μεθ’ ἑαυτῶν· οὐκ ἐπειδὴ ἀσθενεῖς πρὸς ἰσχυροὺς, οὐκ ἐπειδὴ ὀλίγοι
5πρὸς πολλοὺς, οὐκ ἐπειδὴ πένητες πρὸς πλουσίους, οὐδὲ ἐπειδὴ ἀμαθεῖς πρὸς σοφοὺς παρετάττοντο, ἀλλ’ ἐπειδὴ καὶ τῆς προλήψεως πολλὴ ἦν ἡ ἰσχύς. Ἴστε γὰρ ὡς οὐδὲν οὕτως ἰσχυρὸν παρὰ ἀνθρώποις, ὡς συνηθείας παλαιᾶς τυραννίς. Ὥστε εἰ καὶ μὴ
10δώδεκα ἦσαν μόνον, μηδὲ οὕτως εὐτελεῖς καὶ τοιοῦτοι, ἀλλ’ ἑτέρα οἰκουμένη τοσαύτη, καὶ πλῆθος ἀντίῤῥο‐ πον εἶχον μεθ’ ἑαυτῶν τεταγμένον, ἢ καὶ πολλῷ πλείους, καὶ οὕτω δύσκολον ἦν τὸ γινόμενον. Ἐκεί‐ νοις μὲν γὰρ ἡ συνήθεια συνέπραττε, τούτοις δὲ ἡ
15καινοτομία ἠναντιοῦτο. Οὐδὲν γὰρ οὕτω θορυβεῖ ψυ‐ χὴν, κἂν ἐπὶ χρησίμῳ τινὶ γίνηται, ὡς καινοτομεῖν τι καὶ ξενίζειν, καὶ μάλιστα ὅταν περὶ λατρείας καὶ περὶ τῆς τοῦ Θεοῦ δόξης τοῦτο γίνηται. Καὶ ὅση τού‐ του τοῦ πράγματος ἡ ἰσχὺς, ἤδη ποιήσω φανερὸν,
20πρότερον ἐκεῖνο εἰπὼν, ὅτι καὶ ἑτέρα δυσκολία προσ‐ ῆν πρὸς Ἰουδαίους. Ἐπὶ μὲν γὰρ τῶν Ἑλλήνων καὶ τοὺς θεοὺς καὶ τὰ δόγματα αὐτῶν κατέλυον ἅπαντα, Ἰουδαίοις δὲ οὐχ οὕτω διελέγοντο· ἀλλὰ τῶν μὲν δογμάτων πολλὰ ἔπαυον, τὸν δὲ Θεὸν τὸν νομοθετή‐
25σαντα προσκυνεῖν ἐκέλευον· καὶ λέγοντες, ὅτι δεῖ θε‐ ραπεύειν τὸν νομοθέτην, ἔλεγον· Μὴ πάντα πείθου τῷ νόμῳ τῷ παρ’ ἐκείνου τεθέντι, οἷον ἐν τῷ φυλάτ‐ τειν τὸ σάββατον ἢ περιτομὴν τηρεῖν ἢ θυσίας προσ‐ άγειν ἢ ἄλλο τι τῶν τοιούτων ποιεῖν. Ὥστε οὐ μόνον
30ἡ θυσία ἐμπόδιον ἦν, ἀλλὰ καὶ τὸ τὸν Θεὸν προσκυ‐ νεῖν κελεύοντας, πολλοὺς τῶν ἐκείνου λύειν κε‐ λεύειν νόμους. Ἐπὶ δὲ τῶν Ἑλλήνων μεγάλη τῆς συν‐ ηθείας ἦν ἡ τυραννίς. ζʹ. Καὶ γὰρ εἰ καὶ δέκα ἐτῶν μόνον, οὐ λέγω χρόνου
35τοσούτου, καὶ εἰ ἀνθρώπων ὀλίγων, οὐ λέγω τῆς οἰ‐ κουμένης ἁπάσης, ὑπὸ συνηθείας προκατειλημμένων ἐπῆλθον οὗτοι, καὶ οὕτω δύσκολος ἦν ἡ μετάστασις· νυνὶ δὲ καὶ σοφισταὶ καὶ ῥήτορες καὶ πατέρες καὶ πάπποι καὶ ἐπίπαπποι, καὶ πολλοὶ τῶν τούτων ἀνω‐
40τέρω, τῇ πλάνῃ ἦσαν προκατειλημμένοι, καὶ γῆ καὶ θάλαττα καὶ ὄρη καὶ νάπαι, καὶ βαρβάρων πάντα τὰ γένη καὶ Ἑλλήνων δῆμοι πάντες, καὶ σοφοὶ καὶ ἰδιῶ‐ ται, καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ νέοι καὶ γέροντες, καὶ δεσπόται καὶ οἰ‐
45κέται, καὶ γηπόνοι καὶ δημιουργοὶ, καὶ οἱ τὰς πόλεις καὶ οἱ τὰς χώρας οἰκοῦντες ἅπαντες. Καὶ εἰκὸς ἦν τοὺς κατηχουμένους λέγειν· Τί ποτε τοῦτό ἐστι; πάν‐ τες οἱ τὴν οἰκουμένην οἰκοῦντες ἠπάτηνται, καὶ σο‐ φισταὶ καὶ ῥήτορες, καὶ φιλόσοφοι καὶ συγγραφεῖς,

61

.

63

(50)

οἵ τε παρόντες οἵ τε πρὸ τούτου γενόμενοι, οἱ περὶ Πυθαγόραν καὶ Πλάτωνα, καὶ στρατηγοὶ καὶ ὕπατοι καὶ βασιλεῖς, καὶ οἱ τῶν πόλεων ἐξ ἀρχῆς πολῖται καὶ οἰκισταὶ, καὶ βάρβαροι καὶ Ἕλληνες; καὶ οἱ δώ‐ δεκα ἁλιεῖς καὶ σκηνοποιοὶ καὶ τελῶναι πάντων
55ἐκείνων εἰσὶ σοφώτεροι; καὶ τίς ἂν ταῦτα ἀνάσχοιτο; Ἀλλ’ ὅμως οὐκ εἶπον ταῦτα, οὐκ ἐνενόησαν, ἀλλ’ ἠνέσχοντο, καὶ ἔγνωσαν ὅτι πάντων ἦσαν σοφώτεροι· διὸ καὶ πάντων ἐκράτησαν. Καὶ ἵνα μάθῃς πόση τῆς συνηθείας ἐστὶν ἡ ἰσχὺς, τῶν τοῦ Θεοῦ προσταγμάτων
60πολλάκις ἐκράτησε. Καὶ τί λέγω, προσταγμάτων; αὐτῶν μὲν οὖν τῶν εὐεργεσιῶν. Καὶ γὰρ οἱ Ἰουδαῖοι μάννα ἔχοντες, σκόροδα ἐζήτουν, καὶ ἐλευθερίας ἀπολαύοντες, τῆς δουλείας ἐμέμνηντο, καὶ Αἴγυπτον συνεχῶς ἐπεζήτουν διὰ τὴν συνήθειαν. Οὕτως ἡ
65συνήθεια τυραννικόν! Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἔξωθεν αὐτὴν μαθεῖν, λέγεται Πλάτων, καίτοι γε ἀκριβῶς
εἰδὼς ὅτι πλάνη τις ἦν τὰ περὶ θεῶν, καὶ ταῖς ἑορ‐Column end

61

.

64

ταῖς καὶ τοῖς ἄλλοις ἅπασι συγκαταβῆναι, ἅτε οὐ κατισχύων συνηθείᾳ πολεμῆσαι, καὶ ἔργῳ παρὰ τοῦ διδασκάλου τοῦτο μαθών. Καὶ γὰρ οὗτος ὑποπτευθεὶς ἐπὶ καινοτομίᾳ τινὶ τοιαύτῃ, τοσοῦτον ἀπέσχε τοῦ
5κατορθῶσαι ὅπερ ἐβούλετο, ὅτι καὶ τοῦ ζῇν ἐξέπεσε, καὶ ταῦτα ἀπολογησάμενος. Πόσους δὲ καὶ νῦν ὁρῶμεν ἀνθρώπους ἀπὸ προλήψεως κατεχομένους ἐν ἀσεβείᾳ, καὶ εὔλογον μὲν οὐδὲν ἔχοντας εἰπεῖν, ἐπειδὰν ἐγκα‐ λοῖντο Ἕλληνες ὄντες, πατέρας δὲ καὶ πάππους καὶ
10ἐπιπάππους προβαλλομένους; Διὰ δὴ τοῦτο καί τινες τῶν ἔξωθεν, δευτέραν φύσιν τὴν συνήθειαν ἐκάλεσαν. Ὅταν δὲ καὶ ἐν δόγμασιν ἡ συνήθεια ᾖ, βεβαιοτέρα γίνεται· πάντα γάρ τις εὐκολώτερον ἀμείψειεν, ἢ τὰ περὶ θρησκείας. Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς
15συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετω‐ τέρων. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ψυχῆς ταῦτα συμ‐ βαίνει, ὅπου γε καὶ ἐπὶ σώματος μεγάλην ἔχει τὴν ἰσχὺν ἡ συνήθεια; Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ
20ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μό‐ νον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι. Οὐ γὰρ ἁπλῶς ἀπὸ συνηθείας εἰς συνήθειαν εἷλκον, ἀλλ’ ἀπὸ συνηθείας ἄδειαν ἐχούσης εἰς πράγματα
25κινδύνους ἀποτελοῦντα. Τὸν γὰρ πιστεύοντα ἔδει εὐ‐ θέως δημεύεσθαι, ἐλαύνεσθαι, πατρίδος ἐκπίπτειν, τὰ ἔσχατα πάσχειν δεινὰ, παρὰ πάντων μισεῖσθαι, κοινὸν εἶναι πολέμιον καὶ ἰδίοις καὶ ἀλλοτρίοις. Ὥστε εἰ καὶ ἐπὶ συνήθειαν ἐκάλουν ἀπὸ καινοτομίας, καὶ
30οὕτω δύσκολον τὸ πρᾶγμα ἦν· ὅπου δὲ ἀπὸ συνηθείας ἐπὶ καινοτομίαν, καὶ ταῦτα προσῆν τὰ δεινὰ, ἐννόη‐ σον πόσον ἦν τὸ ἐμπόδισμα. Καὶ τῶν εἰρημένων δὲ πάλιν ἕτερον οὐκ ἔλαττον προσέκειτο τούτοις τὸ ποιοῦν δύσκολον τὴν μετάστασιν. Μετὰ γὰρ τῆς
35συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπι‐ τάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα. Ἀπὸ γὰρ πορνείας ἐπὶ σωφροσύνην ἐκάλουν, ἀπὸ μέθης ἐπὶ νηστείαν, ἀπὸ γέλωτος ἐπὶ δάκρυα καὶ κατάνυξιν, ἀπὸ πλεονεξίας ἐπὶ ἀκτημο‐
40σύνην, ἀπὸ φιλοζωΐας ἐπὶ θανάτους, ἀπὸ ἀδείας ἐπὶ κινδύνους· καὶ τὴν ἐσχάτην διὰ πάντων ἀπῄτουν ἀκρίβειαν· Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ
45μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης. Ὥστε οὐ τῷ φιλοσοφία εἶναι τὰ πράγματα, φορτικὰ ἦν τὰ λεγό‐ μενα μόνον, ἀλλὰ καὶ τῷ ἀνθρώποις λέγεσθαι ἐν

61

.

64

(50)

ἀδείᾳ τραφεῖσι καὶ αἰσχρότητι καὶ μωρολογίᾳ καὶ γέλωτι καὶ κώμοις. Τίς γὰρ τῶν ἐν ἐκείνοις βεβιω‐ κότων ἀκούων, ὅτι Ἐὰν μή τις ἄρῃ ἑαυτοῦ τὸν σταυρὸν, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, ὅτι Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ
55μάχαιραν, καὶ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, οὐκ ἂν ἐνάρκησε; Τίς δὲ ἀκούων, ὅτι Ἐὰν μή τις ἀπο‐ τάξηται καὶ οἰκίᾳ καὶ πατρίδι καὶ χρήμασιν, οὐκ ἔστι μου ἄξιος, οὐκ ἂν ὤκνησεν, οὐκ ἂν ἀπηγόρευ‐
60σεν; Ἀλλ’ ὅμως οὐ μόνον οὐκ ἐνάρκων, οὐδὲ ἀνεδύ‐ οντο ταῦτα ἀκούοντες, ἀλλὰ προσέτρεχον καὶ ἐπεπή‐ δων τοῖς δεινοῖς, καὶ ἥρπαζον τὰ ἐπιττατόμενα. Τὸ δὲ ἀκούειν, ὅτι Παντὸς ῥήματος ἀργοῦ δώσομεν εὐ‐
θύνας· καὶ, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυ‐63

61

.

65

μῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ὀφθεῖσαν· καὶ, Ὁ ὀργισθεὶς εἰκῆ, εἰς γέενναν πεσεῖται, τίνα οὐκ ἂν τῶν τότε ἀπεσόβησεν; Ἀλλ’ ὅμως πάντες ἐπέδραμον, καὶ πολλοὶ καὶ ὑπὲρ τὰ σκάμματα ἥλλοντο. Τί οὖν
5αὐτοὺς ἐπήγετο; οὐκ εὔδηλον ὅτι ἡ δύναμις τοῦ κηρυττομένου; Εἰ γὰρ μὴ τοῦτο ἦν, τοὐναντίον δὲ ἦν, ἐκεῖνοι μὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ’ ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουμένους; Οὐκ ἔστιν εἰπεῖν.
10 ηʹ. Ὥστε διὰ πάντων δείκνυται θεία δύναμις οὖσα ἡ κατορθώσασα. Ἐπεὶ πόθεν ἔπεισαν, εἰπέ μοι, τοὺς χαύνους καὶ τοὺς διαῤῥέοντας, ἐπὶ τὸν σκληρὸν καὶ τραχὺν φέροντες βίον; Ἀλλὰ τὰ μὲν παραγγέλ‐ ματα τοιαῦτα· ἴδωμεν δὲ μήποτε τὸ δόγμα ἐπαγωγὸν
15ἦν. Καὶ μὴν καὶ τοῦτο ἱκανὸν ἦν τοὺς ἀπίστους ἀποσοβῆσαι. Τί γὰρ ἔλεγον οἱ κηρύσσοντες; Ὅτι τὸν ἐσταυρωμένον δεῖ προσκυνεῖν, καὶ τοῦτον Θεὸν νο‐ μίζειν, τὸν ἐκ γυναικὸς γεννηθέντα Ἰουδαίας. Καὶ τίς ἂν τούτοις ἐπείσθη, μὴ θείας δυνάμεως προηγου‐
20μένης; Ὅτι μὲν γὰρ ἐσταυρώθη καὶ ἐτάφη, πάντες εἶδον· ὅτι δὲ ἀνέστη καὶ ἀνῆλθε, πλὴν τῶν ἀποστόλων οὐδεὶς ἐθεάσατο. Ἀλλ’ ἐπαγγελίαις αὐτοὺς ἐπῆραν, φησὶ, καὶ ψόφῳ ῥημάτων ἠπάτησαν. Τοῦτο μὲν οὖν αὐτὸ μάλιστα δείκνυσι, καὶ χωρὶς τῶν εἰρημένων
25ἁπάντων, ὅτι οὐκ ἔστιν ἀπάτη τὰ ἡμέτερα. Τὰ μὲν γὰρ δυσχερῆ πάντα ἐντεῦθεν συνέβαινε· τὰ δὲ χρηστὰ μετὰ τὴν ἀνάστασιν ἐπαγγείλασθαι ἔδει. Αὐτὸ μὲν οὖν τοῦτο (πάλιν γὰρ ἐρῶ) δείκνυσι θεῖον ὂν τὸ ἡμέτερον κήρυγμα. Διὰ τί γὰρ μηδεὶς τῶν πιστευόν‐
30των εἶπεν, ὅτι Οὐ πρόσειμι οὐδὲ ἀνέχομαι· τὰ δυσχερῆ μοι ἐνταῦθα ἀπειλεῖς, καὶ τὰ χρηστὰ μετὰ τὴν ἀνά‐ στασιν ἐπαγγέλλῃ; πόθεν γὰρ δῆλον, ὅτι ἀνάστασις ἔσται; τίς τῶν ἀπελθόντων ἦλθε; τίς τῶν κειμένων ἀνέστη; τίς τούτων εἶπε τί ἔσται μετὰ τὴν ἐντεῦθεν
35ἀποδημίαν; Ἀλλ’ οὐδὲν τούτων οὐκ ἐνενόησαν, ἀλλὰ καὶ τὰς ψυχὰς ἀπέδωκαν ὑπὲρ τοῦ σταυρωθέντος. Ὥστε αὐτὸ τοῦτο μάλιστα μεγάλης δυνάμεως ἦν, τὸ μηδέποτε μηδὲν τοιοῦτον ἀκούσαντας ἀθρόον πεῖσαι περὶ μεγάλων οὕτω πραγμάτων, καὶ παρασκευάσαι
40τὰ μὲν δυσχερῆ καταδέξασθαι ἐπὶ τῆς πείρας, τὰ δὲ χρηστὰ ἐν ἐλπίσιν ἔχειν. Εἰ δὲ ἠπάτων, τοὐναντίον ἂν ἐποίησαν μᾶλλον· τὰ μὲν χρηστὰ ἐντεῦθεν ἐπηγ‐ γείλαντο, τὰ δὲ φοβερὰ ἐσίγησαν ἂν, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα. Οὕτω γὰρ οἱ ἀπατῶντες καὶ οἱ κο‐
45λακεύοντες ποιοῦσιν· οὐδὲν τραχὺ οὐδὲ ἐπαχθὲς οὐδὲ φορτικὸν προτείνουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· τοῦτο γάρ ἐστιν ἀπάτη. Ἀλλ’ ἡ ἄνοια, φησὶ, τῶν πολλῶν πεισθῆναι ἐποίησε τοῖς λεγομένοις. Τί φής; ὅτε ὑπὸ Ἕλλησιν ἦσαν, οὐκ ἦσαν ἀνόητοι, ἀλλ’ ὅτε πρὸς

61

.

65

(50)

ἡμᾶς μετέστησαν, τότε ἀνόητοι γεγόνασι; καίτοι γε οὐκ ἄλλους ἀνθρώπους, οὐδὲ ἐξ ἄλλης οἰκουμένης λα‐ βόντες ἔπεισαν οἱ ἀπόστολοι. Καίτοι τὰ μὲν Ἑλλή‐ νων ἁπλῶς κατεῖχον, τὰ δὲ ἡμέτερα μετὰ κινδύνων κατεδέξαντο· ὥστε εἰ μετὰ λόγου κρείττονος αὐτὰ
55κατεῖχον, τοσοῦτον αὐτοῖς ἐντραφέντες χρόνον, οὐκ ἂν αὐτῶν ἀπέστησαν, καὶ μάλιστα ὅτε οὐδὲ ἀκιν‐ δύνως ἀποστῆναι ἐνῆν. Ἐπεὶ δὲ ἔγνωσαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως, ὅτι γέλως ἐκεῖνα καὶ πλάνη, διὰ τοῦτο καὶ θανάτων ἀπειλουμένων, τῶν
60μὲν συνήθων ἀπεπήδησαν, εἰς δὲ τὰ καινὰ ηὐτομόλη‐
σαν, ἅτε τούτου μὲν τοῦ δόγματος κατὰ φύσιν ὄντος,Column end

61

.

66

ἐκείνου δὲ παρὰ φύσιν. Ἀλλ’ οἰκέται, φησὶν, ἦσαν οἱ πεισθέντες, καὶ γυναῖκες καὶ τίτθαι καὶ μαῖαι καὶ εὐνοῦχοι. Μάλιστα μὲν οὐκ ἀπὸ τούτων ἡμῖν ἡ Ἐκ‐ κλησία συνέστηκε μόνον, καὶ τοῦτο δῆλον ἅπασιν· εἰ
5δὲ ἀπὸ τούτων, τοῦτο μάλιστά ἐστι τὸ ποιοῦν τὸ κήρυγμα θαυμαστὸν, ὅτι τοιαῦτα δόγματα, οἷα Πλάτων καὶ οἱ κατ’ ἐκεῖνον οὐκ ἴσχυσαν ἐννοῆσαι ὅλως, ἐξαίφνης ἴσχυσαν οἱ ἁλιεῖς, τὸ πάντων ἀμα‐ θέστατον γένος, πείθειν καταδέξασθαι. Οὐδὲ γὰρ εἰ
10φρονίμους ἔπεισαν μόνον, οὕτω θαυμαστὸν ἦν τὸ γεγονός· ἐπειδὴ δὲ οἰκέτας καὶ τίτθας καὶ εὐνούχους εἰς τοσοῦτον ἤγαγον φιλοσοφίας, ὡς ἀγγέλοις ἐφαμίλ‐ λους ποιῆσαι, μεγίστην τῆς θείας ἐμπνοίας παρεῖχον ἀπόδειξιν. Καὶ γὰρ εἰ μὲν εὐτελῆ τινα ἐπέταττον,
15εἶχε λόγον ἴσως τὸ τὴν τούτων πειθὼ εἰς ἀπόδειξιν τῆς εὐτελείας τῶν λεγομένων προβάλλεσθαι· εἰ δὲ μεγάλα καὶ ὑψηλὰ καὶ ἀνθρωπίνην σχεδὸν ὑπερβαίνοντα φύ‐ σιν, καὶ ὑψηλῆς δεόμενα διανοίας ἐφιλοσόφουν, ὅσῳ ἂν δείξῃς ἀνοήτους τοὺς πεισθέντας, τοσούτῳ μᾶλλον
20ἀποδεικνύεις σοφοὺς καὶ θείας χάριτος πεπληρωμέ‐ νους τοὺς πείσαντας. Ἀλλὰ τῇ ὑπερβολῇ τῶν ἐπαγ‐ γελιῶν, φησὶν, ἔπεισαν. Αὐτὸ δὲ τοῦτο οὐ θαυμάζεις, εἰπέ μοι, πῶς ἔπεισαν μετὰ θάνατον προσδοκᾷν ἔπαθλα καὶ ἀμοιβάς; Ἐγὼ γὰρ αὐτὸ τοῦτο ἐκπλήτ‐
25τομαι. Ἀλλὰ καὶ τοῦτο ὑπὸ ἀνοίας, φησί. Ποίας ἀνοίας, εἰπέ μοι, ταῦτα, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ δικαστήριον ἀδέκαστον μετὰ τὸν ἐνταῦθα ἡμᾶς λήψε‐ ται βίον, καὶ εὐθύνας καὶ ῥημάτων καὶ πραγμάτων καὶ ἐννοιῶν δώσομεν τῷ τὰ ἀπόῤῥητα εἰδότι Θεῷ,
30καὶ τοὺς μὲν κακοὺς ὀψόμεθα κολαζομένους, τοὺς δὲ ἀγαθοὺς στεφανουμένους; Ταῦτα γὰρ οὐχὶ ἀνοίας, ἀλλὰ τῆς μεγίστης ἐστὶ φιλοσοφίας. θʹ. Αὐτὸ οὖν τοῦτο, εἰπέ μοι, τὸ καταφρονεῖν τῶν παρόντων, τὸ μέγα νομίζειν ἀρετὴν, τὸ μὴ τὰ ἆθλα
35ἐνταῦθα ζητεῖν, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ ψυχὴν οὕτως εὔτονον ἔχειν καὶ πιστὴν, ὡς μη‐ δενὶ τῶν παρόντων δεινῶν πρὸς τὰς μελλούσας παρ‐ εμποδίζεσθαι ἐλπίδας, πόσης ἂν εἴη φιλοσοφίας; Ἀλλὰ βούλει καὶ αὐτῶν τῶν ἐπαγγελιῶν καὶ τῶν
40προῤῥήσεων μαθεῖν τὴν δύναμιν, καὶ τὴν ἀλήθειαν τῶν πρὸ τούτων, τῶν μετὰ ταῦτα; Θέα μοι σειρὰν χρυσῆν πλεκομένην ποικίλως ἐξ ἀρχῆς. Εἶπέ τινα αὐτοῖς περὶ ἑαυτοῦ καὶ περὶ τῶν Ἐκκλησιῶν καὶ περὶ τῶν μελλόντων πραγμάτων, καὶ λέγων ἐθαυ‐
45ματούργει. Οὐκοῦν ἀπὸ τῆς ἐκβάσεως τῶν εἰρημένων δῆλον ὅτι καὶ τὰ θαύματα ἀληθῆ, καὶ τὰ μέλλοντα ἐπηγ‐ γελμένα. Ἵνα δὲ καὶ σαφέστερον γένηται τὸ λεγόμε‐ νον, ἐπ’ αὐτῶν αὐτὸ ποιήσω τῶν πραγμάτων φανερόν.

61

.

66

(50)

Ἀνέστησε τὸν Λάζαρον ῥήματι μόνῳ ψιλῷ, καὶ ζῶντα ἔδειξεν· εἶπε πάλιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας· καὶ, ὅτι Ὁ κατα‐ λιπὼν πατέρα ἢ μητέρα ἑκατονταπλασίονα λή‐ ψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κλη‐
55ρονομήσει. Οὐκοῦν τὸ μὲν θαῦμα ἓν, τὸ τοῦ Λαζά‐ ρου· αἱ δὲ προῤῥήσεις δύο, ἡ μὲν ἐνταῦθα δεικνυ‐ μένη, ἡ δὲ ἐν τῷ μέλλοντι. Σκόπει τοίνυν πῶς ἅπαντα δι’ ἀλλήλων κατασκευάζεται. Εἰ μὲν γάρ τις ἀπιστοίη,
ὅτι Λάζαρος ἀνέστη, ἀπὸ τῆς προῤῥήσεως τῆς περὶ65

61

.

67

τῆς Ἐκκλησίας εἰρημένης πιστευέτω τῷ θαύ‐ ματι· τὸ γὰρ πρὸ τοσούτων λεχθὲν χρόνων τότε ἐξέβη καὶ τέλος ἔλαβε· πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατίσχυσαν. Ὁ τοίνυν ἀληθεύσας ἐν τῇ προῤῥήσει,
5εὔδηλον ὅτι καὶ τὸ θαῦμα εἰργάσατο· ὁ δὲ καὶ τὸ θαῦμα ἐργασάμενος, καὶ ἅπερ εἶπεν εἰς τέλος ἀγα‐ γὼν, εὔδηλον ὅτι καὶ ἐν τῇ προῤῥήσει τῇ περὶ τῶν μελλόντων ἀληθεύει, λέγων, ὅτι Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει ὁ τῶν
10παρόντων ὑπεριδών. Τὰ γὰρ ἤδη γεγενημένα καὶ εἰρημένα, ἐνέχυρα μέγιστα τῶν μελλόντων ἐκβή‐ σεσθαι δέδωκε. Ταῦτα τοίνυν ἅπαντα καὶ τὰ τούτοις ἐοικότα ἀπὸ τῶν Εὐαγγελίων συναγαγόντες, λέγωμεν πρὸς αὐτοὺς, καὶ ἐπιστομίζωμεν αὐτούς. Εἰ δὲ λέγοι
15τις, Πῶς οὖν οὐκ ἐσβέσθη τέλεον ἡ πλάνη; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι Ὑμεῖς αἴτιοι, οἱ πρὸς τὴν ἑαυτῶν στασιάζοντες σωτηρίαν· ἐπεὶ ὁ Θεὸς τὰ πράγματα οὕτως ᾠκονόμησεν, ὡς μηδὲ λείψανον ὑπολειφθῆναι τῆς ἀσεβείας. Ἀναλογισώμεθα τοίνυν τὰ εἰρημένα
20διὰ βραχέων. Ποίαν ἔχει φύσιν τὰ πράγματα; τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατῶν ἡττᾶσθαι, ἢ τοὐναντίον; τοὺς τὰ εὔκολα λέγοντας, ἢ τοὺς τὰ χαλεπώτερα; τοὺς μετὰ κινδύνων ἕλκοντας, ἢ τοὺς μετὰ ἀδείας; τοὺς καινοτομοῦντας, ἢ τοὺς τὴν συνήθειαν κρατύνον‐
25τας; τοὺς ἐπὶ τραχεῖαν, ἢ τοὺς ἐπὶ τὴν ῥᾳδίαν ἄγοντας ὁδόν; τοὺς τῶν πατρῴων ἀφιστῶντας, ἢ τοὺς οὐ ξένα νομοθετοῦντας; τοὺς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πάντα ὑπισχνουμένους τὰ χρηστὰ, ἢ τοὺς ἐν τῷ παρόντι κολακεύοντας βίῳ; τοὺς πολλοὺς ὑπὸ
30τῶν ὀλίγων, ἢ τοὺς ὀλίγους ὑπὸ τῶν πολλῶν; ἈλλὰColumn end

61

.

68

καὶ ὑμεῖς ἐνταῦθα, φησὶν, ὑπέσχεσθε. Τί δὲ ἐνταῦθα ὑπεσχόμεθα; Ἁμαρτημάτων ἄφεσιν καὶ λουτρὸν παλιγγενεσίας. Μάλιστα μὲν καὶ τὸ βάπτισμα ἐν τοῖς μέλλουσιν ἔχει τὸ πλέον. Καὶ βοᾷ Παῦλος λέγων·
5Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ἡ ζωὴ ὑμῶν φανερωθῇ, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Εἰ δὲ καὶ ἐνταῦθα ἔχει ἀγαθὰ, ὥσπερ οὖν καὶ ἔχει, καὶ τοῦτο μάλιστα πολλοῦ θαύματος, ὅτι ἴσχυσαν
10πεῖσαι τοὺς τὰ μυρία ἐργασαμένους δεινὰ, καὶ ὅσα μηδεὶς ἕτερος, ὅτι πάντα ἀπολούσονται, καὶ οὐδενὸς δώσουσι λόγον τῶν πεπλημμελημένων. Ὥστε καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζειν ἐχρῆν, ὅτι ἀν‐ θρώπους βαρβάρους τοιαύτην ἔπεισαν καταδέξασθαι
15πίστιν, καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας, καὶ τὸ πρότερον τῶν ἁμαρτημάτων φορτίον ἀπεσκευασμένους μετὰ πολλῆς τῆς προθυμίας εἰς τὸ ἐπιὸν τῶν ὑπὲρ τῆς ἀρετῆς ἅπτεσθαι πόνων, καὶ πρὸς αἰσθητὸν μὲν μηδὲν κεχηνέναι, πάντων δὲ
20ἀνωτέρους τῶν σωματικῶν γεγενημένους νοερὰς δέ‐ ξασθαι δωρεὰς, καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην, καὶ τὸν Μαῦρον καὶ τὸν Ἰνδὸν εἰδέναι ψυχῆς καθ‐ αρμὸν, καὶ Θεοῦ δύναμιν καὶ φιλανθρωπίαν ἄφατον, καὶ πίστεως φιλοσοφίαν, καὶ Πνεύματος ἁγίου ἐπι‐
25φοίτησιν, καὶ σωμάτων ἀνάστασιν, καὶ ζωῆς ἀθανάτου δόγματα. Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα γένη βαρβάρων οἱ ἁλιεῖς μυσταγωγοῦντες ἐν τῷ βα‐ πτίσματι, φιλοσοφεῖν ἔπεισαν. Ταῦτα τοίνυν ἅπαντα μετὰ ἀκριβείας φυλάξαντες, πρὸς αὐτοὺς λέγωμεν,
30καὶ τὴν ἀπὸ τοῦ βίου πάλιν αὐτοῖς ἀπόδειξιν παρ‐ εχώμεθα, ἵνα ἑκατέρωθεν ἡμεῖς τε σωθῶμεν, ἐκείνους τε ἐπισπασώμεθα πρὸς τὴν τοῦ Θεοῦ δόξαν·
ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.Column end

61

.

67

(34)

ΟΜΙΛΙΑ Ηʹ.
35Κἀγὼ, ἀδελφοὶ, οὐκ ἡδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶ‐ μα· οὔπω γὰρ ἠδύνασθε. Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.
40 αʹ. Καθελὼν τὴν φιλοσοφίαν τὴν ἔξωθεν, καὶ τὸν τῦ‐ φον αὐτῆς καταβαλὼν ἅπαντα, ἐφ’ ἑτέραν ὑπόθεσιν ἔρχεται. Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως οὕτω μακρὸν καθ’
45ἡμῶν ἀπέτεινες λόγον· ἐπεὶ δὲ τὰ τοῦ Πνεύματος καταγγέλλομεν, τίνος ἕνεκεν τὴν ἔξωθεν σοφίαν ἄνω καὶ κάτω στρέφεις; Πῶς οὖν πρὸς τοῦτο ἵσταται, ἄκουσον. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λα‐ λῆσαι ὡς πνευματικοῖς. Μάλιστα μὲν γὰρ, εἰ καὶ

61

.

67

(50)

τέλειοι, φησὶν, ἦτε καὶ ἐν τοῖς πνευματικοῖς, οὐδὲ οὕτως ἐχρῆν ἐπαίρεσθαι· οὐδὲ γὰρ τὰ ὑμέτερα κατ‐ αγγέλλετε, οὐδὲ ἅπερ αὐτοὶ οἴκοθεν εὑρήκατε· νυνὶ δὲ οὐδὲ ταῦτα ἴστε ὡς εἰδέναι χρὴ, ἀλλὰ μαθηταί ἐστε καὶ πάντων ἔσχατοι. Ὥστε εἰ μὲν ἐπὶ τῇ ἔξωθεν
55σοφίᾳ φρονεῖτε μεγάλα, ἐλήλεγκται οὐδὲν οὖσα αὕ‐ τη, ἀλλὰ καὶ ἐπὶ τοῖς πνευματικοῖς ἐναντία ἡμῖν· εἰ δὲ καὶ ἐπὶ τοῖς πνευματικοῖς, καὶ ἐν τούτοις τὸ ἔλατ‐ τον κατέχετε, καὶ ἐν τοῖς ἐσχάτοις ἑστήκατε. Διό φη‐
σιν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματι‐Column end

61

.

68

(35)

κοῖς. Οὐκ εἶπεν, Οὐκ ἐλάλησα, ἵνα μὴ δόξῃ φθόνου τὸ πρᾶγμα εἶναι· ἀλλὰ διπλῇ αὐτῶν καθαίρει τὸ φρό‐ νημα, ἑνὶ μὲν τρόπῳ, δείξας ὅτι οὐκ ἴσασι τὰ τέλεια, δευτέρῳ δὲ, ὅτι αὐτοὶ τοῦ μὴ εἰδέναι γεγόνασιν αἴ‐ τιοι, καὶ τρίτῳ δὲ πρὸς τούτοις, τῷ δεικνύναι, ὅτι
40οὐδὲ ἔτι νῦν δύνανται. Τὸ μὲν γὰρ τὴν ἀρχὴν μὴ δυ‐ νηθῆναι, ἴσως τῆς τοῦ πράγματος φύσεως ἦν· καίτοι γε οὐδὲ ταύτην αὐτοῖς ἀφίησι τὴν ἀπολογίαν. Οὐ γὰρ διὰ τὸ μὴ δύνασθαι δέξασθαι τὰ ὑψηλά φησιν αὐτοὺς μὴ δεδέχθαι, ἀλλὰ διὰ τὸ σαρκικοὺς εἶναι. Πλὴν ἀλλ’
45ἐν ἀρχῇ μὲν οὕτως οὐκ ἦν κατηγορίας ἄξιον· τὸ δὲ, καὶ χρόνου παρελθόντος τοσούτου, μηδέπω πρὸς τὰ τελειότερα φθάσαι, τοῦτο τῆς ἐσχάτης νωθείας ἦν. Τοῦτο γοῦν ἐγκαλεῖ καὶ Ἑβραίοις, ἀλλ’ οὐ μετὰ το‐ σαύτης σφοδρότητος. Ἐκείνους μὲν γὰρ καὶ διὰ τὴν

61

.

68

(50)

θλῖψιν τοιούτους εἶναί φησι, τούτους δὲ δι’ ἐπιθυμίαν τῆς πονηρίας· οὐκ ἔστι δὲ ἴσον τοῦτο κἀκεῖνο. Καὶ δείκνυσιν ὅτι ἐκείνοις μὲν ἐπιτιμῆσαι βουλόμενος, τούτους δὲ διεγείρων μᾶλλον, ἔλεγε ταῦτα ἀληθεύων. Τούτοις μὲν γάρ φησιν· Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνα‐
55σθε· ἐκείνοις δὲ, Διόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμε‐ θα· καὶ πάλιν, Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείτ‐ τονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦ‐ μεν. Καὶ πῶς τοὺς Πνεύματος ἐπιτυχόντας
60τοσούτου, σαρκικοὺς καλεῖ, καὶ ὧν ἀρχόμενος τοσαῦ‐
τα διῆλθεν ἐγκώμια; Ἐπεὶ κἀκεῖνοι σαρκικοὶ ἦσαν,67

61

.

69

πρὸς οὕς φησιν ὁ Κύριος· Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καίτοι καὶ δαίμονας ἐξέβαλον, καὶ νεκροὺς ἀνέστησαν, καὶ προ‐ φητείας ἐπεδείξαντο. Ὥστε ἔστι καὶ σημεῖα ποιή‐
5σαντα εἶναι σαρκικόν. Καὶ γὰρ τῷ Βαλαὰμ ἐνήργη‐ σεν ὁ Θεὸς, καὶ τῷ Φαραὼ τὰ μέλλοντα ἀπεκάλυψε, καὶ τῷ Ναβουχοδονόσορ, καὶ Καϊάφας προεφήτευσε, οὐκ εἰδὼς ἃ ἔλεγε· καὶ ἕτεροι δέ τινες δαιμόνια ἐξ‐ έβαλον τῷ αὐτοῦ ὀνόματι, οὐκ ὄντες μετ’ αὐτοῦ,
10ἐπειδὴ οὐ διὰ τοὺς ποιοῦντας ταῦτα γίνεται, ἀλλὰ δι’ ἑτέρους. Πολλάκις δὲ καὶ δι’ ἀναξίων ταῦτα ἐγίνετο. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνδρῶν ἀναξίων δι’ ἑτέρους ταῦτα γίνεται, ὅπου γε καὶ δι’ ἁγίων; καὶ γὰρ Παῦ‐ λός φησι· Πάντα ὑμῶν εἰσιν, εἴτε Παῦλος εἴτε
15Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε ζωὴ εἴτε θάνατος· καὶ πάλιν, ὅτι Αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκά‐ λους πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἂν ἐκώλυσε
20πάντας διαφθαρῆναι. Συμβαίνει γὰρ ἄρχοντας μὲν εἶναι φαύλους καὶ μιαροὺς, τοὺς δὲ ἀρχομένους ἐπιεικεῖς καὶ μετρίους, καὶ λαϊκοὺς μὲν ἐν εὐλαβείᾳ ζῇν, ἱερέας δὲ ἐν πονηρίᾳ· καὶ οὐκ ἔμελλεν οὐδὲ βά‐ πτισμα εἶναι, οὔτε σῶμα Χριστοῦ, οὔτε προσφορὰ δι’
25ἐκείνων, εἰ πανταχοῦ τὴν ἀξίαν ἡ χάρις ἐζήτει. Νυνὶ δὲ καὶ δι’ ἀναξίων εἴωθεν ἐνεργεῖν ὁ Θεὸς, καὶ οὐδὲν τοῦ βαπτίσματος ἡ χάρις παρὰ τοῦ βίου τοῦ ἱερέως παραβλάπτεται· ἐπεὶ ἔμελλεν ὁ λαμβάνων ἐλαττοῦ‐ σθαι. Ὥστε εἰ καὶ σπανιάκις γίνεται ταῦτα, γίνεται
30γοῦν ὅμως. Ταῦτα δὲ λέγω, ἵνα μή τις τῶν παρεστώ‐ των τὸν βίον περιεργαζόμενος τοῦ ἱερέως, σκανδαλί‐ ζηται περὶ τὰ τελούμενα. Οὐδὲν γὰρ ἄνθρωπος εἰς τὰ προκείμενα εἰσάγει, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, κἀκεῖνός ἐστιν ὑμᾶς ὁ μυστ‐
35αγωγῶν. Κἀγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην ὑμῖν λα‐ λῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύ‐ νασθε. Ἵνα γὰρ μὴ δόξῃ φιλοτιμίας ἕνεκεν εἰρηκέ‐ ναι ταῦτα ἅπερ εἴρηκεν, ὅτι Ὁ πνευματικὸς ἀνα‐
40κρίνει τὰ πάντα, καὶ ὅτι Ὑπ’ οὐδενὸς ἀνακρί‐ νεται, καὶ ὅτι Νοῦν Χριστοῦ ἔχομεν, καὶ τὸν τῦ‐ φον αὐτῶν καταστέλλων, ὅρα τί φησιν· Οὐ διὰ τοῦτο, φησὶν, ἐσίγησα, ὡς οὐδὲν πλέον δυνάμενος ὑμῖν εἰπεῖν, ἀλλ’ ὅτι σαρκικοί ἐστε. Ἀλλ’ οὐδὲ ἔτι νῦν
45δύνασθε. βʹ. Διὰ τί μὴ εἶπεν, Οὐ θέλετε, ἀλλ’, Οὐ δύνασθε; Ὅτι [καὶ] τοῦτο ἀντ’ ἐκείνου τέθεικε. Τὸ γὰρ μὴ δύ‐ νασθαι, τοῦτο ἀπὸ τοῦ μὴ θέλειν ἐστίν· ὅπερ αὐτοῖς μὲν φέρει κατηγορίαν, τῷ δὲ διδασκάλῳ συγγνώμην.

61

.

69

(50)

Εἰ μὲν γὰρ ἀπὸ φύσεως οὐκ ἠδύναντο, ἴσως ἄν τις συνέγνω· ἐπειδὴ δὲ ἀπὸ προαιρέσεως, ἀπεστέρηνται τῆς ἀπολογίας. Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐ‐ τοὺς σαρκικούς· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασία, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄν‐
55θρωπον περιπατεῖτε; Καίτοι καὶ πορνείας καὶ ἀσελγείας ἔχων αὐτῶν εἰπεῖν, ἐκεῖνο μᾶλλον τίθησι τὸ ἁμάρτημα, ὅπερ ἐσπούδασε διορθώσασθαι τέως. Εἰ δὲ ζῆλος σαρκικοὺς ποιεῖ, ὥρα λοιπὸν ἅπαντας ὀλολῦξαι μέγα καὶ σάκκον περιβαλέσθαι καὶ σποδὸν
60ὑποστρώσασθαι. Τίς γὰρ τοῦ πάθους τούτου καθα‐ ρός; πλὴν εἰ μὴ ἀπ’ ἐμαυτοῦ καὶ τὰ τῶν ἄλλων στο‐ χάζομαι. Εἰ ζῆλος σαρκικοὺς ποιεῖ καὶ οὐκ ἀφίησιν εἶναι πνευματικοὺς, καίτοι γε προφητεύοντας καὶ
ἕτερα θαυμαστὰ ἐπιδεικνυμένους· ὅταν μηδὲ χάριςColumn end

61

.

70

τοσαύτη παρῇ, ποῦ θήσομεν τὰ ἡμέτερα, ὅταν μὴ ἐπὶ τούτῳ μόνῳ, ἀλλὰ καὶ ἐφ’ ἑτέροις μείζοσιν ὦμεν ἁλισκόμενοι; Ἐντεῦθεν μανθάνομεν, ὅτι εἰκότως ἔλεγεν ὁ Χριστὸς, ὅτι ὁ ποιῶν τὰ φαῦλα οὐκ ἔρχεται
5πρὸς τὸ φῶς, καὶ ὅτι βίος ἀκάθαρτος ἐμποδίζει δό‐ γμασιν ὑψηλοῖς, οὐκ ἀφεὶς τὸ διορατικὸν φανῆναι τῆς διανοίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα μεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόμενον ἀναβλέψαι ταχέως
10πρὸς τὸ τῶν παρ’ ἡμῖν δογμάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν μέλλοντα θηρᾷν τὴν ἀλήθειαν. Ὁ γὰρ τούτων ἀπηλλαγμένος, καὶ τῆς πλάνης ἀπαλλαγήσεται, καὶ ἐπιτεύξεται τῆς ἀλη‐ θείας. Μὴ γάρ μοι τὸ μὴ πλεονεκτεῖν μόνον, μηδὲ τὸ
15μὴ πορνεύειν ἀρκεῖν εἰς τοῦτό σοι νόμιζε, ἀλλὰ χρὴ πάντα συνδραμεῖν τῷ ζητοῦντι τἀληθές. Διό φησι Πέτρος· Ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύ‐
20νην, δεκτὸς αὐτῷ ἐστι· τουτέστι, καλεῖ καὶ ἐπισπᾶ‐ ται αὐτὸν πρὸς τὴν ἀλήθειαν. Οὐχ ὁρᾷς Παῦλον, ὅτι πάντων σφοδρότερος ἦν ἐν τῷ πολεμεῖν καὶ διώκειν; ἀλλ’ ὅμως ἐπειδὴ βίον ἄληπτον εἶχε, καὶ οὐ πάθει ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, καὶ ἐδέχθη καὶ πάντας
25ὑπερηκόντισεν. Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, μένει πλα‐ νώμενος; ἐκεῖνο ἂν εἴποιμι· ὅτι ἕτερον ἔχει πάθος, κενοδοξίαν ἢ νωθείαν ψυχῆς, ἢ τὸ μὴ μεριμνᾷν περὶ τῆς οἰκείας σωτηρίας, ἀλλ’ ἁπλῶς καὶ εἰκῆ τὰ κατ’
30αὐτὸν φέρεσθαι νομίζειν. Ὁ δὲ Παῦλος τὸν ἐργαζό‐ μενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενον· καὶ, Χάριν ἔχω τῷ Θεῷ ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει. Πῶς οὖν, φησὶν, ἀκάθαρτοι κατηξιώθη‐
35σαν τοῦ κηρύγματος; Ἐπειδὴ ἠθέλησαν καὶ ἐπεθύ‐ μησαν. Τοὺς μὲν γὰρ καὶ πεπλανημένους ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι· τοὺς δὲ ἀφ’ ἑαυτῶν προσιόντας οὐ διωθεῖται· πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν εὐσέβειαν. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος
40καὶ ἔρις. Λοιπὸν πρὸς τοὺς ἀρχομένους ἀποδύεται. Ἐν μὲν γὰρ τοῖς ἔμπροσθεν τοὺς ἄρχοντας κατέβα‐ λεν, εἰπὼν, ὅτι οὐδενὸς ἀξία ἡ σοφία τοῦ λόγου· ἐν‐ ταῦθα δὲ τοὺς ἀρχομένους πλήττει, λέγων· Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μὲν εἰμὶ Παύλου, ἐγὼ δὲ
45Ἀπολλὼ, οὐχὶ σαρκικοί ἐστε; καὶ δείκνυσιν ὅτι τοῦτο οὐ μόνον αὐτοὺς οὐδὲν ὤνησεν, οὐδὲ προσλαβεῖν τι πεποίηκεν, ἀλλὰ καὶ πρὸς τὴν τῶν μειζόνων ὠφέλειαν ἐνεπόδισε. Τοῦτο γὰρ ζῆλον ἔτεκεν· ὁ δὲ ζῆλος σαρκικοὺς ἐποίησε· τὸ δὲ γενέσθαι σαρκι‐

61

.

70

(50)

κοὺς, οὐκ ἀφῆκεν ἀκοῦσαι τῶν ὑψηλοτέρων. Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; Μετὰ γὰρ τὴν τῶν πραγμάτων κατασκευὴν καὶ ἀπόδειξιν, γυμνότερον λοιπὸν κέχρηται τῇ κατηγορίᾳ· καὶ τὸ αὐτοῦ ὄνομα τίθησι, πᾶσαν περιαιρῶν τραχύτητα, καὶ οὐκ ἀφεὶς
55ὀργισθῆναι πρὸς τὰ λεγόμενα. Εἰ γὰρ Παῦλος οὐδέν ἐστι καὶ οὐκ ἀγανακτεῖ, πολλῷ μᾶλλον ἐκείνους δυσ‐ χεραίνειν οὐκ ἐχρῆν. Διπλῇ τοίνυν αὐτοὺς παραμυ‐ θεῖται, τῷ τε ἑαυτὸν ὑποθεῖναι, καὶ τῷ μὴ παντὸς αὐ‐ τοὺς ἀποστερῆσαι ὡς οὐδὲν συντελοῦντας· ἀλλὰ δίδωσι
60μὲν αὐτοῖς τι μικρὸν, δίδωσι δὲ ὅμως. Εἰπὼν γὰρ, Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς; ἐπήγαγεν· ἀλλ’ ἢ διάκονοι δι’ ὧν ἐπιστεύσατε; Τοῦτο δὲ αὐτὸ μὲν καθ’ ἑαυτὸ μέγα καὶ πολλῶν ἄξιον μισθῶν,
πρὸς δὲ τὸ ἀρχέτυπον καὶ τὴν ῥίζαν τῶν ἀγαθῶν οὐ‐69

61

.

71

δέν. Οὐ γὰρ ὁ διακονούμενος τοῖς ἀγαθοῖς, ἀλλ’ ὁ παρ‐ έχων αὐτὰ καὶ διδοὺς, οὗτός ἐστιν ὁ εὐεργέτης. Καὶ οὐκ εἶπεν, Εὐαγγελισταὶ, ἀλλ’, Ἢ διάκονοι· ὅπερ πλέον ἐστίν. Οὐ γὰρ ἁπλῶς εὐηγγελίσαντο, ἀλλὰ καὶ
5διηκόνησαν ἡμῖν· τὸ μὲν γὰρ λόγου μόνον ἐστὶ, τὸ δὲ καὶ ἔργον ἔχει. Ὥστε εἰ καὶ ὁ Χριστὸς διάκονος μόνον ἐστὶν ἀγαθῶν, καὶ οὐχ ἡ ῥίζα αὐτὸς καὶ πηγὴ, ὡς Υἱὸς μέντοι, ὅρα ποῦ τοῦτο τὸ πρᾶγμα κατ‐ άγεται.
10 γʹ. Πῶς οὖν, φησὶ, λέγει αὐτὸν διάκονον γεγενῆσθαι περιτομῆς; Περὶ τῆς κατὰ σάρκα οἰκονομίας ἐκεῖ λέ‐ γων, καὶ οὐδὲ τούτῳ τῷ τρόπῳ, ᾧ νῦν εἰρήκαμεν· ἐκεῖ μὲν γὰρ διάκονον τὸν πληρωτήν φησιν, οὐχὶ τὸν οἴκοθεν παρασχόμενον τὰ ἀγαθά. Καὶ οὐκ εἶπεν, Οἱ
15προσαγόμενοι ὑμᾶς εἰς τὴν πίστιν, ἀλλὰ, Δι’ ὧν ἐπιστεύσατε· πάλιν ἐκείνοις τὸ πλέον διδοὺς, καὶ τοὺς διακόνους κἀντεῦθεν δηλῶν. Εἰ τοίνυν ἑτέρῳ δι‐ ηκονοῦντο, πῶς οὗτοι τὴν ἀξίαν ἁρπάζουσι; Σὺ δέ μοι σκόπει, πῶς οὐδαμῶς αὐτοῖς ἐγκαλεῖ ὡς ἁρπά‐
20ζουσιν, ἀλλὰ τοῖς παρέχουσιν· ἡ γὰρ ὑπόθεσις τοῦ σφάλματος ἐν τῷ πλήθει ἦν· καὶ γὰρ ἐκεῖνοι εἰ ἀπ‐ έστησαν, οὗτοι διελύοντο. Δύο τοίνυν κατεσκεύασε σο‐ φῶς, ὅθεν τε ἔδει καθελεῖν τὸ ἁμάρτημα, ἐκεῖθεν ὑπορύξας, καὶ πρὸς ἐκείνους ἀπέχθειαν μὴ κτησά‐
25μενος, μηδὲ φιλονεικοτέρους ποιήσας. Καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο τὸ μικρὸν παρ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Θεοῦ τοῦ ἐγχειρίζοντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν; τοὺς διακονουμένους ἡμῖν οὐ στέρξομεν; Ναὶ, φησὶν, ἀλλ’ εἰδέναι χρὴ μέ‐
30χρι τίνος· οὐδὲ γὰρ τοῦτο αὐτὸ παρ’ αὐτῶν, ἀλλὰ παρὰ τοῦ δόντος Θεοῦ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανε. Τουτέστι, Πρῶτος κατέβαλον τὸν λόγον· ὥστε δὲ μὴ ξηρανθῆναι τοῖς πειρασμοῖς τὰ σπέρματα, Ἀπολλὼς τὰ παρ’ ἑαυτοῦ
35προσέθηκε· τὸ δὲ πᾶν, τοῦ Θεοῦ γέγονεν. Ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξά‐ νων Θεός. Ὁρᾷς πῶς αὐτοὺς παραμυθεῖται, ὥστε μὴ τραχυτέρους γενέσθαι τῷ ἀκοῦσαι· Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ὁ δεῖνα; ἀμφότερα γὰρ φορτικὰ, καὶ
40τὸ εἰπεῖν, Τίς ἐστιν ὁ δεῖνα, καὶ τίς ἐστιν ὁ δεῖνα; καὶ τὸ εἰπεῖν, Οὔτε ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἔστι τι. Πῶς οὖν αὐτὰ παρεμυθήσατο; Τῷ τε ἐπὶ τοῦ οἰ‐ κείου προσώπου προσάγειν τὴν ἐξουδένωσιν. Τίς γάρ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ τῷ τὸ πᾶν
45ἀναθεῖναι τῷ πάντα δεδωκότι Θεῷ. Εἰπὼν γὰρ, ὅτι Οὗτος ἐφύτευσε, καὶ προσθεὶς, ὅτι οὐδέν ἐστιν ὁ φυ‐ τεύων, ἐπήγαγεν· Ἀλλ’ ὁ αὐξάνων Θεός. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ’ ἑτέρᾳ ἐπαγωγῇ πάλιν αὐτὸ θεραπεύει λέγων· Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν

61

.

71

(50)

εἰσι. Διὰ γὰρ τούτου καὶ ἕτερον κατασκευάζει, τὸ μὴ ἐπαίρεσθαι κατ’ ἀλλήλων. Ἓν δὲ εἶναι αὐτούς φη‐ σι, πρὸς τὸ μηδὲν δύνασθαι ἄνευ τοῦ αὐξάνοντος Θεοῦ. Τοῦτο δὲ εἰπὼν, οὐδὲ τοὺς πολλὰ κάμνοντας ἀφῆκε κατεξανίστασθαι τῶν ἐλάττονα εἰσενεγκάντων,
55οὔτε τοὺς ἑτέρους τούτοις φθονεῖν. Εἶτα, ἐπειδὴ τοῦτο ῥᾳθυμοτέρους ἐποίει, τὸ πάντας ἓν εἶναι νομίζεσθαι, καὶ τοὺς πολλὰ καμόντας καὶ τοὺς ἐλάττω, ὅρα πῶς αὐτὸ διωρθώσατο, εἰπών· Ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Ὡς ἂν εἰ
60ἔλεγε· Μὴ φοβοῦ, ὅτι εἶπον, ὅτι ἕν εἰσι· πρὸς γὰρ τὸ τοῦ Θεοῦ ἔργον παραβαλλόμενοι, ἕν εἰσιν· ἐπεὶ πό‐ νων ἕνεκεν οὐκ εἰσὶν, ἀλλὰ ἕκαστος τὸν ἴδιον μισθὸν
λήψεται. Εἶτα καὶ λιπαίνει πλέον αὐτὸ, κατορθώσαςColumn end

61

.

72

ὅπερ ἐβούλετο, καὶ χαρίζεται ἐν οἷς ἔξεστι μετὰ φι‐ λοτιμίας. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεωρ‐ γιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Ὁρᾷς πῶς καὶ αὐτοῖς ἔργον ἔδωκεν οὐ μικρὸν, κατασκευάσας πρό‐
5τερον, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἀεὶ παραινεῖ πείθεσθαι τοῖς ἡγουμένοις, διὰ τοῦτο οὐ σφόδρα ἐξευτελίζει τοὺς διδασκάλους. Θεοῦ γεώργιόν ἐστε. Ἐπειδὴ γὰρ εἶπεν, Ἐφύτευσα, τῇ τροπῇ ἐπ‐ έμεινεν. Εἰ δὲ Θεοῦ γεώργιον, οὐκ ἀπὸ τῶν γεωρ‐
10γούντων ὑμᾶς, ἀλλ’ ἀπὸ τοῦ Θεοῦ καλεῖσθαι δίκαιον. Οὐ γὰρ ἀγρὸς γεωργοῦ καλεῖται, ἀλλὰ τοῦ οἰκο‐ δεσπότου. Θεοῦ οἰκοδομή ἐστε. Πάλιν ἡ οἰκοδομὴ οὐ τοῦ τεχνίτου, ἀλλὰ τοῦ δεσπότου ἐστίν. Εἰ δὲ οἰκο‐ δομή ἐστε, οὐ χρὴ διεσπάσθαι· ἐπεὶ οὐκ ἂν εἴη τοῦτο
15οἰκοδομή. Εἰ γεώργιόν ἐστε, διαιρεῖσθαι οὐ χρὴ, ἀλλ’ ἑνὶ φραγμῷ τῷ τῆς ὁμονοίας τειχίζεσθαι. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα. Σοφὸν ἑαυτὸν ἐκά‐ λεσεν ἐνταῦθα, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλὰ τύπον αὐ‐
20τοῖς διδοὺς, καὶ δεικνὺς, ὅτι τοῦτό ἐστι σοφοῦ, τὸ ἕνα θεῖναι θεμέλιον. Ὅρα γοῦν πῶς μετριάζει. Εἰπὼν γὰρ σοφὸν ἑαυτὸν, οὐκ ἀφῆκεν αὐτοῦ τοῦτο εἶναι, ἀλλ’ ὅλον ἑαυτὸν πρότερον ἀναθεὶς τῷ Θεῷ, τότε ἑαυτὸν οὕτως ἐκάλεσε· Κατὰ γὰρ τὴν χάριν τοῦ
25Θεοῦ τὴν δοθεῖσάν μοι, φησίν. Ὁμοῦ γὰρ δείκνυ‐ σιν, ὅτι καὶ τὸ πᾶν ἐστι τοῦ Θεοῦ, καὶ ὅτι τοῦτο μά‐ λιστά ἐστι χάρις, τὸ μὴ διῃρῆσθαι, ἀλλ’ ἐφ’ ἑνὶ κεῖ‐ σθαι θεμελίῳ. Ἄλλος ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἐνταῦθά μοι δοκεῖ
30εἰς τὸν περὶ τῆς πολιτείας λοιπὸν αὐτοὺς ἐμβάλλειν ἀγῶνα, ἐπειδὴ συνῆψεν ἅπαξ καὶ ἓν ἐποίησε. Θεμέ‐ λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Οὐ δύναται δὲ, ἕως ἂν ᾖ ἀρχιτέκτων· ἂν δὲ τεθῇ, οὐκέτι ἐστὶν
35ἀρχιτέκτων. δʹ. Ἴδε πῶς καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν κατασκευάζει τὸ προκείμενον ἅπαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κατ‐ ήγγειλα τὸν Χριστὸν, παρέδωκα ὑμῖν τὸν θεμέλιον, σκοπεῖτε πῶς ἐποικοδομεῖτε, εἰ κενοδόξως, εἰ πρὸς
40ἀνθρώπους ἀποσπῶντες τοὺς μαθητάς. Μὴ τοίνυν προσέχωμεν ταῖς αἱρέσεσι· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον. Ἐπὶ τοῦτον οὖν οἰκοδομῶμεν, καὶ ὡς θεμελίου ἐχώμεθα, ὡς κλῆμα ἀμπέλου, καὶ μηδὲν ἔστω μέσον ἡμῶν καὶ Χριστοῦ·
45ἂν γὰρ γένηταί τι μέσον, εὐθέως ἀπολλύμεθα. Καὶ γὰρ τὸ κλῆμα κατὰ τὸ συνεχὲς ἕλκει τὴν πιότητα, καὶ ἡ οἰκοδομὴ κατὰ τὸ κεκολλῆσθαι ἕστηκεν· ὡς ἂν δια‐ στῇ, ἀπόλλυται, οὐκ ἔχουσα ποῦ ἐρείσει ἑαυτήν. Μὴ τοίνυν ἁπλῶς ἐχώμεθα τοῦ Χριστοῦ, ἀλλὰ κολληθῶ‐

61

.

72

(50)

μεν αὐτῷ· ἂν γὰρ διαστῶμεν, ἀπολλύμεθα. Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται, φη‐ σί. Κολλώμεθα τοίνυν αὐτῷ, καὶ κολλώμεθα διὰ τῶν ἔργων· Ὁ γὰρ τηρῶν τὰς ἐντολάς μου, αὐτὸς ἐν ἐμοὶ, φησὶ, μένει. Καὶ γὰρ διὰ πολλῶν ἡμᾶς ὑποδειγμά‐
55των ἑνοῖ. Σκόπει δέ· Αὐτὸς ἡ κεφαλὴ, ἡμεῖς τὸ σῶμα· μὴ δύναται μέσον τι εἶναι κεφαλῆς καὶ σώματος διά‐ στημα κενόν; Αὐτὸς θεμέλιος, ἡμεῖς οἰκοδομή· αὐτὸς ἄμπελος, ἡμεῖς κλήματα· αὐτὸς ὁ νυμφίος, ἡμεῖς ἡ νύμφη· αὐτὸς ὁ ποιμὴν, ἡμεῖς τὰ πρόβατα· ὁδὸς
60ἐκεῖνος, ἡμεῖς οἱ βαδίζοντες· ναὸς πάλιν ἡμεῖς, αὐτὸς ἔνοικος· αὐτὸς ὁ πρωτότοκος, ἡμεῖς οἱ ἀδελφοί· αὐτὸς ὁ κληρονόμος, ἡμεῖς οἱ συγκληρονόμοι· αὐτὸς ἡ ζωὴ,
ἡμεῖς οἱ ζῶντες· αὐτὸς ἡ ἀνάστασις, ἡμεῖς οἱ ἀνιστά‐71

61

.

73

μενοι· αὐτὸς τὸ φῶς, ἡμεῖς οἱ φωτιζόμενοι. Ταῦτα πάντα ἕνωσιν ἐμφαίνει, καὶ οὐδὲν μέσον κενὸν ἀφ‐ ίησιν εἶναι, οὐδὲ τὸ μικρότατον. Ὁ γὰρ μικρὸν ἀπο‐ στὰς, καὶ πολὺ προϊὼν ἀποστήσεται. Καὶ γὰρ τὸ σῶ‐
5μα, ἂν μικρὰν ἀπὸ ξίφους διάστασιν δέξηται, δια‐ φθείρεται· καὶ ἡ οἰκοδομὴ, κἂν μικρὸν διαχάνῃ, καταλύεται· καὶ τῆς ῥίζης τὸ κλῆμα, κἂν μικρὸν ἀπο‐ κοπῇ, γέγονεν ἄχρηστον. Ὥστε τὸ μικρὸν τοῦτο οὐκ ἔστι μικρὸν, ἀλλὰ καὶ σχεδὸν τὸ ὅλον ἐστίν. Ὅταν
10οὖν μικρόν τι πλημμελήσωμεν ἢ καὶ ῥᾳθυμήσωμεν, μὴ παρίδωμεν τὸ μικρόν· ἐπεὶ ταχέως παροφθὲν τοῦτο μέγα γίνεται. Οὕτω καὶ ἱμάτιον ἀρχὴν λαβὸν ῥήγνυσθαι καὶ ἀμεληθὲν, διόλου τὸ σχίσμα προήγαγε· καὶ ὄροφος ὀλίγων κεράμων καταπεσόντων παρ‐
15οφθεὶς, ὁλόκληρον τὸν οἶκον κατήνεγκε. Ταῦτ’ οὖν ἡμεῖς λογιζόμενοι, μηδέποτε τῶν μικρῶν καταφρο‐ νῶμεν, ἵνα μὴ εἰς τὰ μεγάλα ἐμπέσωμεν· ἂν δ’ ἄρα καταφρονήσωμεν, καὶ εἰς τὸ βάθος ἔλθωμεν τῶν κα‐ κῶν, μηδὲ ἐκεῖσε γενόμενοι ἀπογνῶμεν, ἵνα μὴ ἐμ‐
20πέσωμεν εἰς καρηβαρίαν. Δύσκολον γὰρ λοιπὸν ἀνελθεῖν ἐκεῖθεν τὸν μὴ σφόδρα νήφοντα, οὐ διὰ τὸ μῆκος μόνον, ἀλλὰ καὶ διὰ τὴν θέσιν αὐτήν. Βάθος γάρ ἐστι καὶ ἡ ἁμαρτία, καὶ κάτω φέρουσα θλίβει. Καὶ καθάπερ οἱ εἰς φρέαρ ἐμπεσόντες οὐκ ἂν ῥᾳδίως
25ἀνέλθοιεν, ἀλλ’ ἑτέρων δεήσονται τῶν ἀναγόντων αὐ‐ τούς· οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν τῶν ἁμαρτημάτων. Χαλάσωμεν οὖν σχοινία πρὸς τοὺς τοιούτους, καὶ ἀνιμησώμεθα· μᾶλλον δὲ οὐχ ἑτέρων δεῖ μόνον, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἵνα καὶ ἑαυτοὺς ἐπιδῶμεν, καὶ
30ἀναβησώμεθα οὐ τοσοῦτον, ὅσον κατέβημεν, ἀλλὰ πολλῷ πλέον, ἐὰν βουλώμεθα. Καὶ γὰρ ὁ Θεὸς βοη‐ θεῖ· Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτω‐ λοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτόν. Μηδεὶς τοίνυν ἀπο‐ γινωσκέτω, μηδεὶς τὸ τῶν ἀσεβῶν πασχέτω πάθος·
35ἐκείνων γάρ ἐστι τὸ τοιοῦτον ἁμάρτημα. Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὥστε οὐ τὸ πλῆθος τῶν ἁμαρτημάτων ποιεῖ τὴν ἀπόγνωσιν, ἀλλ’ ἡ τοῦ ἀσεβοῦς γνώμη. Κἂν πᾶσαν τοίνυν ἐπέλθῃς κακίαν, εἰπὲ πρὸς ἑαυτόν· Φιλάνθρω‐
40πός ἐστιν ὁ Θεὸς, καὶ τῆς σωτηρίας ἐπιθυμεῖ τῆς ἡμετέρας. Ἐὰν γὰρ ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, φησὶ, καὶ πρὸς τὴν ἐναντίαν ἕξιν μεταστήσω. Μὴ τοίνυν ἀπαγορεύσω‐ μεν· οὐ γὰρ τὸ πεσεῖν οὕτω χαλεπὸν, ὡς τὸ πεσόντα
45κεῖσθαι· οὔτε τὸ τρωθῆναι δεινὸν, ὡς τὸ τρωθέντα μὴ βούλεσθαι θεραπεύεσθαι. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ὑμᾶς ποιήσω, ἀλλ’ ἵνα κωλύσω εἰς

61

.

73

(50)

ἀπόγνωσιν ἐμπεσεῖν. εʹ. Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ Δεσπότης; Ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰ‐ πὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· Δι’ ἁμαρτίαν
55βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυ‐
γνάσῃ μόνον, φησὶν, ἀφῆκα τὰ ἁμαρτήματα. ἩμεῖςColumn end

61

.

74

δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα τὸν Θεὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενό‐ μενος, ὅταν μὴ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιμωρίαν ἡμᾶς· ὑπερβαλλούσης
5γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι’ ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξε; τίς ἐμερίμνησεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι ὑπὲρ οἰκε‐ τῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων· τὴν δὲ
10ψυχὴν ἀπολλύντες καθ’ ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσα‐ σθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες, εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναὶ, μοὶ λέγεις τῇ γλώττῃ, εἰπέ μοι τῇ δια‐ νοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς
15εὐθυμῇς. Καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυ‐ μίαν παρωθουμένης. Ὥστε καὶ ἕτερον ἂν ἐκερ‐ δαίνομεν μετὰ τῆς ἐξομολογήσεως, τὸ μὴ βαπτίζε‐
20σθαι τοῖς λυπηροῖς τοῦ παρόντος βίου, μηδὲ φυσᾶ‐ σθαι τοῖς λαμπροῖς· καὶ ταύτῃ πάλιν μειζόνως ἂν ἐξ‐ ιλεωσάμεθα τὸν Θεὸν, ὥσπερ οὖν, οἷς ποιοῦμεν νῦν, παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν ὁμοδούλων,
25τῶν μὲν ἄλλων μηδενὸς λόγον ποιοῖτο, ὑπὲρ δὲ τοῦ μὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι μόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου μόνου λῦσαί σου τὴν ὀργήν; Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους
30φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν; Οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ὅταν μὲν ἀμελῶμεν αὐτοῦ τῆς ὀρ‐ γῆς, σφοδροτέραν ἐπάγει αὐτήν· ὅταν δὲ φροντίζω‐ μεν, ἡμερωτέραν· μᾶλλον δὲ οὐδὲ ἐπάγει λοιπόν· βούλεται γὰρ ἡμᾶς ἑαυτοὺς ἀπαιτεῖν τὴν τιμωρίαν
35τῶν ἡμαρτημένων, καὶ οὐκέτι λοιπὸν αὐτὸς ἀπαιτεῖ. Διὰ τοῦτο γὰρ καὶ ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα τῷ φό‐ βῳ τὴν καταφρόνησιν ἀνέλῃ· ὅταν δὲ ἐξ ἀπειλῆς φο‐ βηθῶμεν μόνης, οὐκ ἀφίησιν ὑπομεῖναι τὴν πεῖραν. Ὅρα γοῦν πρὸς τὸν Ἱερεμίαν τί φησιν· Οὐχ ὁρᾷς
40τί αὐτοὶ ποιοῦσιν; Οἱ πατέρες αὐτῶν καίουσι πῦρ, οἱ υἱοὶ αὐτῶν συνάγουσι ξύλα, αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς. Δέος μὴ καὶ περὶ ἡμῶν λε‐ χθῇ τι τοιοῦτον. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οὐ‐ δεὶς τὰ τοῦ Χριστοῦ ζητεῖ, ἀλλὰ πάντες τὰ ἑαυτῶν.
45Οἱ υἱοὶ αὐτῶν εἰς ἀσελγείας τρέχουσιν, οἱ πατέρες αὐ‐ τῶν εἰς πλεονεξίαν καὶ ἁρπαγὴν, αἱ γυναῖκες αὐτῶν ἐπὶ τὰς φαντασίας τὰς βιωτικὰς, οὐ μόνον οὐκ ἐγκό‐ πτουσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ παροξύνουσαι. Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς· ἐρώτησον τοὺς ἀπιόντας καὶ

61

.

74

(50)

ἐπανιόντας, καὶ οὐδένα ὄψει ὑπὲρ πνευματικοῦ πρά‐ γματος σπεύδοντα, ἀλλὰ πάντας ὑπὲρ σαρκικῶν τρέ‐ χοντας. Μέχρι τίνος οὐκ ἀνανήφομεν; μέχρι τίνος εἰς ὕπνον καταφερόμεθα βαθύν; οὐκ ἐλάβομεν κόρον τῶν κακῶν; καίτοι γε καὶ χωρὶς τῶν ῥημάτων ἀρκεῖ
55καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς ἡ πεῖρα διδάξαι τῶν παρόντων τὴν οὐδένειαν καὶ τὸ μοχθηρὸν ἅπαν. Ἄν‐ θρωποι γοῦν τὴν ἔξωθεν σοφίαν ἀσκοῦντες, καὶ μη‐
δὲν τῶν μελλόντων εἰδότες, ἐπειδὴ κατέγνωσαν πολ‐73

61

.

75

λὴν τῶν παρόντων πραγμάτων εὐτέλειαν, διὰ τοῦτο ἀπέστησαν μόνον. Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χα‐ μαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόν‐
5των, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δει‐ κνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύ‐ τας παρ’ αὐτοῦ ἔχων; Ὅτι γὰρ οὐχ ἱκανὰ ταῦτα κατασχεῖν, ἔδειξαν οἱ καὶ χωρὶς ἐπαγγελίας τῶν μειζόνων ἀπεχόμενοι τούτων. Ποῖον γὰρ πλοῦτον
10προσδοκήσαντες ἐπὶ πενίαν ἦλθον; Οὐδένα· ἀλλ’ ἀπὸColumn end

61

.

76

τοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί. Ποίαν ζωὴν ἐλπίσαντες ἀφῆκαν τρυφὴν, καὶ σκληραγωγίᾳ ἔδωκαν ἑαυτούς; Οὐδε‐ μίαν· ἀλλ’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν μαθόν‐
5τες, καὶ συνιδόντες, ὅτι τοῦτο μᾶλλον ἐπιτηδειότερον καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς σώματος ὑγίειαν. Ταῦτ’ οὖν καὶ ἡμεῖς ἀναλογιζόμενοι, καὶ τὰ μέλλοντα ἀγαθὰ συνεχῶς ἐν ἑαυτοῖς στρέφοντες, ἀποστῶμεν τῶν παρόντων, ἵνα τύχωμεν ἐκείνων
10τῶν μελλόντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

75

(14)

ΟΜΙΛΙΑ Θʹ.
15Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυ‐ σὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσε‐ ται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκα‐ λύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι,
20τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. αʹ. Οὐ μικρὸν ἡμῖν τοῦτο τὸ προκείμενον ζήτημα,
25ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαν‐ τες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώ‐ ληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα μὲν, ὅτι ναρ‐
30κᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων· Διάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡμεῖς εἰς διακονίαν λόγου τετά‐ γμεθα, καὶ ἀνάγκη φορτικὸν εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ’ ἀναγκαζόμενον. Μᾶλλον δὲ, εἰ βού‐
35λεσθε, οὐκ ἐσόμεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, μὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν. Ὅτι μὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον
40τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες δίκην τίσουσι ὄλε‐ θρον αἰώνιον· καὶ πάλιν, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χω‐
45ρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς εἰρηκόσιν, Ἐν τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν, φησί· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ ἐργαζό‐ μενοι τὴν ἀνομίαν· οὐκ οἶδα ὑμᾶς. Καὶ αἱ παρθέ‐ νοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ

61

.

75

(50)

τῶν μὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσον‐ ται εἰς κόλασιν αἰώνιον. Καὶ μή μοι λέγε· Ποῦ ὁ τοῦ δικαίου διαφυλάττεται λόγος, εἰ μὴ ἔχει τέλος ἡ κόλασις; Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπό‐
55βαλλε λογισμοῖς ἀνθρωπίνοις τὰ λεγόμενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κο‐ λάζεσθαι; Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς
60ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίουColumn end

61

.

76

(15)

λόγον· μᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λό‐ γον μόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ γινόμενον. Ὅταν μὲν γάρ τις τὸν μηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν
20προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρα‐ νὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ’ ἡμέραν
25ὑβρίζει δι’ ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης; Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰμ ἐκόλασε διὰ μίαν ἁμαρ‐ τίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν
30θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ’ ἐν τοῖς μυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ σωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεμένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου
35μείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα μή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα μή σε καταβάλ[λ]ῃ τοῖς πόνοις. Κἀκεῖνος μὲν μίαν ἁμαρτίαν ἁμαρτὼν, θάνατον ὁλόκληρον ἐπεσπάσατο, ἡμεῖς δὲ μυρία καθ’ ἑκάστην ἡμέραν πλημμελοῦμεν.
40Εἰ δὲ μίαν ἐργασάμενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον εἰσήνεγκεν· οἱ διηνεκῶς ἐν ἁμαρ‐ τήμασι ζῶντες, τί οὐ πεισόμεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο
45οἶδα· καὶ γὰρ ἡ καρδία μου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόμενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ μᾶλλον τρέμω καὶ ἀναδύομαι τῷ δέει. Ἀλλ’ ἀνάγκη ταῦτα λέγειν, ἵνα μὴ περιπέσωμεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ

61

.

76

(50)

φυτὰ, ἀλλ’ οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον ἡμεῖς οἱ πλείονα ἁμαρ‐ τάνοντες καὶ ἐπὶ μείζοσι κεκλημένοι, τὰ ἀνήκεστα ὑπομενοῦμεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ
55θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτε‐ ρον. Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω λέλυται διὰ μίαν ἁμαρτίαν. Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ ὅτι ἐπὶ ἁμαρτήμασιν ἑτέρους κολαζομένους εἶδε, καὶ
60φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ πα‐ ραδείγματι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ μόνος, ἀλλ’ ὅμως ἐτιμωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις
τούτων προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα75

61

.

77

γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύμα‐ τος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ
5τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης ἐν δεσμω‐ τηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν τὸν βίον ἀν‐ άλωσαν, λιμῷ διηνεκεῖ καὶ μυρίοις παλαίοντες θανά‐
10τοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέ‐ γονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν. βʹ. Ἀλλ’ ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες,
15ὁ δὲ Θεὸς φιλάνθρωπός ἐστι. Πρῶτον μὲν οὖν οὐδὲ ἄνθρωποι ὠμότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλαν‐ θρωπίᾳ· καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πο‐ λὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρω‐
20πον τὸν Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἀνάσχεσθε, παρακαλῶ, τῆς πυρᾶς τῶν ῥημάτων· ἴσως γὰρ, ἴσως ἔσται τις ὑμῖν ἐντεῦ‐
25θεν παραμυθία. Τίς ἀνθρώπων δύναται κολάσαι οὕ‐ τως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσμὸν ποιήσας καὶ πανωλεθρίαν τοσούτου γένους, καὶ μετὰ μικρὸν πάλιν πῦρ ἄνωθεν βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων τιμωρία δύναται εἶναι τοιαύτη; Οὐχ
30ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖ‐ σαν; Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ τιμωρία μέ‐ νει τῶν Σοδομιτῶν ἀκμάζουσα. Ὥσπερ γὰρ ἡ φιλαν‐ θρωπία αὐτοῦ μεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ μὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν
35τις εἶχε τὴν δυσκολίαν προβαλέσθαι τῶν νόμων· εἰ δὲ σφόδρα ῥᾷστα, τί ἂν ἔχοιμεν εἰπεῖν μηδὲ τούτων ποιούμενοι λόγον; Νηστεῦσαι οὐ δύνασαι, οὐδὲ παρ‐ θενίαν ἀσκῆσαι; Καίτοι γε δύνασαι, ἐὰν θέλῃς, καὶ κατηγοροῦσιν ἡμῶν οἱ δυνηθέντες· ἀλλ’ ὅμως οὐκ
40ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ’ ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων· σωφρονεῖν δὲ ἐν γάμῳ δύνασαι, καὶ μὴ μεθύειν δύνασαι. Χρή‐ ματα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι,
45καὶ δηλοῦσιν οἱ ἐργασάμενοι· ἀλλ’ ὅμως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ μὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν ὄν‐ των τοῖς δεομένοις ἐπικουρεῖν. Εἰ δὲ λέγοι τις, ὅτι Οὐδὲ τῇ γυναικὶ μόνον ἀρκεσθῆναι δύναμαι, ἀπατᾷ ἑαυτὸν καὶ παραλογίζεται· καὶ κατηγοροῦσιν οἱ χω‐

61

.

77

(50)

ρὶς γυναικὸς σωφρονοῦντες. Τί δὲ, εἰπέ μοι, μὴ λοι‐ δορεῖσθαι οὐ δύνασαι; μὴ καταρᾶσθαι οὐ δύνασαι; Καὶ μὴν τὸ ταῦτα ποιεῖν φορτικὸν, οὐ τὸ μὴ ποιεῖν. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔ‐ κολα μὴ φυλάττοντες; Οὐκ ἔστιν εἰπεῖν οὐδεμίαν.
55Ὅτι μὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆμα ἀντιπίπτειν, φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγα‐ γόντες εἰς μέσον. Εἰπὼν γὰρ, Εἴ τινος τὸ ἔργον
μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· καὶColumn end

61

.

78

εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο· Σκοπήσωμεν πρότερον τίς ἐστιν ὁ θεμέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ
5τίνες οἱ λίθοι οἱ τίμιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάμη. Τὸν μὲν οὖν θεμέλιον φανερῶς αὐτὸς ἐδή‐ λωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδομὴ πράξεις
10ἐμοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ μαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρμένων· ἀλλ’ ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ μὲν ἔργον ἀπόλλυται, ὁ δὲ οἰκοδομῶν σωθήσεται κἂν διὰ πυρός;
15τὸν γὰρ αἴτιον μᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδομηθείς. Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται; εἰ δ’ οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ
20μαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ’ ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ’ οὐδὲ ζημίαν ὑποστῆναι ὁ καλῶς οἰκοδο‐ μήσας. Πῶς οὖν φησι, Ζημιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν καὶ
25πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόμενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ’ ὃ μέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λό‐
30γον. Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγε‐ ται, περὶ τοῦ θεμελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθε‐ ρεῖ τοῦτον ὁ Θεός. Ταῦτα δὲ ἔλεγεν ἤδη διασαλεύων
35τῷ φόβῳ τὴν ψυχὴν τοῦ πεπορνευκότος. Εἴ τις ἐποι‐ κοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυ‐ ρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία· διὸ καὶ ἀλ‐ λαχοῦ φησιν· Οἰκοδομεῖτε ἀλλήλους ἐν τοῖς λό‐
40γοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης καὶ ὁ μαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδομῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. γʹ. Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόμενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι
45χρὴ, ἐπειδὴ μία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις μὲν γὰρ οὐκ ἔστιν ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ’ ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς μὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς

61

.

78

(50)

μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν τὰ μείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς μὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπλημ‐ μεληκέναι. Διὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἑκάστου τὸ
55ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φη‐ σιν. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μι‐ σθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Καίτοι γε εἰ περὶ μαθητῶν καὶ διδα‐ σκάλων τὸ λεγόμενον ἦν, οὔτε ζημιοῦσθαι ἐχρῆν, εἰ
60μὴ ἤκουσαν οἱ μαθηταί, Διὰ γὰρ τοῦτό φησιν· Ἕκα‐77

61

.

79

στος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ μὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόμενον. Ὃ δὲ λέγει,
5τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κο‐ λάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ, Κατακαή‐ σεται, τοῦτ’ ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην. Ἀλλ’ ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταμὸν
10πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ διακαιομένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων,
15καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα. Διὸ καὶ ἔλεγε· Ζημιωθήσεται. Ἰδοὺ μία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ μηδὲν χωρῶν·
20ἀλλὰ μενεῖ ἐν τῷ πυρί. Σωτηρίαν γοῦν τὸ πρᾶγμα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν μὴ κατακαιομένων καὶ τε‐ φρουμένων εὐθέως ὑλῶν. Μὴ οὖν, ἐπειδὴ πῦρ ἤκου‐
25σας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους. Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην τιμωρίαν καλεῖ, μὴ θαυμάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι, καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις. Οἷον, τὸ τῆς αἰχμαλωσίας ὄνομα, πονηροῦ
30πράγματος δοκεῖ εἶναι ὄνομα· ἀλλ’ ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἐπὶ κακῷ πά‐ λιν εὐφήμῳ κέχρηται ὀνόματι, λέγων· Ἐβασίλευ‐ σεν ἡ ἁμαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνομα
35εὔφημόν ἐστι μᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σω‐ θήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε; Ἐπειδὴ γὰρ περὶ τῶν διατε‐
40μνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος τὸν διεφθαρ‐ μένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους
45ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων. Ἢ γὰρ ἀπὸ τῶν μελλόντων, ἢ ἀπὸ τῶν ἤδη γεγενη‐ μένων, ἢ λυπηρῶν, ἢ χρηστῶν, ἀεὶ τοῦτο ποιεῖ· ἀπὸ μὲν τῶν μελλόντων· Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενημέ‐

61

.

79

(50)

νων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦ‐ μα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁρᾷς τὴν καταφορὰν τοῦ λόγου; Ἀλλ’ ἕως τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόμενον, πάντων
55διανεμομένων τὸν τῆς ἐπιτιμήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευμένος βέβηλος. Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι,
60εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑμεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νομίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα μὴ δόξῃ παρέργως
μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐ‐Column end

61

.

80

τὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸ κοινὸν ἔγκλημα τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιμος εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ
5λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισά‐ μενος αὐτοὺς ἱκανῶς. Κἂν γὰρ πλούσιος ᾖ τις, κἂν εὐγενὴς, τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁμαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις, δοῦ‐ λος δὲ γένηται βαρβάρων, πάντων ἐστὶν ἀθλιώτερος·
10οὕτω καὶ ἐπὶ τῆς ἁμαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ’ ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων αὐτὴν τυ‐ ραννοῦσα. δʹ. Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁμαρτία, οὐδὲν
15οὕτως ἀνόητον καὶ μωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνα‐ τρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕ‐ τως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόμορφον,
20βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι. Μυ‐ ρίαις γὰρ χερσὶν ἐπιλαμβάνεται τῶν ἡμετέρων λογι‐ σμῶν, καὶ ἀδοκήτως ἐπεισέρχεται, καὶ πάντα δια‐ σπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλ‐
25λον δὲ τί δεῖ ζωγραφίας ἡμῖν, δέον τοὺς κατ’ αὐτὴν πεποιημένους εἰς μέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε πρότερον ὑπογράψωμεν; τὸν πλεονέκτην καὶ ἅρπαγα; Καὶ τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον; τί ἀναιδέστερον καὶ κυνικώτερον; οὐ γὰρ οὕτω κύων
30ἕστηκεν ἀναιδευόμενος, ὡς οὗτος, ὅταν τὰ πάντων ἁρπάζῃ. Τί τῶν χειρῶν μιαρώτερον ἐκείνων; τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυμένου; Μὴ γὰρ εἰς τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἴδῃς, ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα
35βλέπουσιν οἱ ἀνθρώπινοι ὀφθαλμοί. Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρα‐ νὸν, οὐδὲ ἀνανεύει πρὸς τὸν Δεσπότην, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ ἀνθρώπων ὀφθαλμοὶ πέ‐ νητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶ‐
40σθαι· οὗτοι δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκ‐ θηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλό‐ τρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ εἰς ἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀν‐
45έχονται, εἰ μὴ τὰ πάντων λάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄμμα. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ μὴ πάντα γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθων‐

61

.

80

(50)

ται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται. Διόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τού‐ των ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριω‐ τέρας πολλῷ καὶ χαλεπωτέρας. Ἄρκτοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς
55ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοη‐ θῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν. Εἰ δὲ μέλλοιμεν αὐ‐ ταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆ‐ ναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν μὲν πρόβα‐
60τον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν δὲ τὸν ὁμό‐ φυλον τοῦτο ἐργαζόμενος, οὐ νομίζεις τι ποιεῖν δεινόν;
καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπι‐79

61

.

81

νον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρω‐ πίας; ὅταν δὲ ὠμόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάν‐ θρωπον τὸν τοιοῦτον ὀνομάζομεν. Οὐκοῦν τὸν χαρα‐ κτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου
5ἀπὸ τοῦ ἐναντίου ὑπογράφομεν, λέγοντες ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πε‐ νίαν διορθοῦσιν, οὐκ αὔξουσι. Τούτων καὶ τὰ στόματα θηρίων ἐστὶ στόματα, μᾶλλον δὲ καὶ ταῦτα ἐκείνων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον
10ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα. Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωμένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιού‐ των, οὐκέτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς
15προσερεῖ. Καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ’ ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων· καὶ
20μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν μὲν δαίμονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θή‐ σομεν τοὺς τοιούτους, εἰπέ μοι; Ὅτι γὰρ καὶ θηρίων
25χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ
φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται.Column end

61

.

82

Καὶ οἱ δαίμονες δὲ τοὺς ἐπιβουλεύοντας ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπρατ‐ τον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ’ ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν
5ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Πάλιν ὁ δαίμων ἀνθρώπῳ πολεμεῖ, οὐ δαίμοσι τοῖς ὁμοφύλοις· οὗτος δὲ τὸ συγγενὲς καὶ οἰκεῖον παντὶ τρόπῳ κακοῦν ἐπείγεται, καὶ οὐδὲ τὴν φύσιν αἰδεῖται. Οἶδα ὅτι πολ‐ λοὶ πρὸς ἡμᾶς ὑπὲρ τούτων ἀπεχθάνονται τῶν ῥημά‐
10των· ἐγὼ δὲ οὐκ ἀπεχθάνομαι πρὸς αὐτοὺς, ἀλλ’ ἐλεῶ καὶ δακρύω τοὺς οὕτω διακειμένους· κἂν πλῆ‐ ξαι θέλωσιν, ἡδέως ἂν ἀνασχοίμην, εἰ ἀπέχοιντο τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ ὁ προφήτης μεθ’ ἡμῶν τοὺς τοιούτους ἐκβάλλει τῆς
15τῶν ἀνθρώπων συγγενείας, λέγων, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώμεθα τοίνυν ἄν‐ θρωποί ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωμεν, καὶ τὸ κατ’ εἰκόνα ἀπολάβωμεν, καὶ ἑαυτοὺς ἀνακτη‐
20σώμεθα, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

61

.

81

(28)

ΟΜΙΛΙΑ Ιʹ. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς
30 εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τού‐ του μωρία παρὰ τῷ Θεῷ ἐστιν. αʹ. Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν
35ἐξενεχθεὶς, καὶ αἰνιγματωδῶς αὐτὴν παρανοίξας διὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγε‐ ται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν, καὶ τὰ ἐγκλήματα τῶν ἐντεῦθεν πεφυσιωμένων καὶ δια‐ τεμνόντων τὴν Ἐκκλησίαν· ἵνα τὸ λεῖπον προσθεὶς,
40καὶ τὸ κεφάλαιον ἅπαν ἀπαρτίσας μετὰ ἀκριβείας, οὕτω λοιπὸν σφοδρᾷ τῇ ῥύμῃ κατὰ τοῦ πεπορνευκό‐ τος φέρεσθαι τὴν γλῶτταν ἀφῇ, πρότερον ἀκροβολι‐ σάμενος πρὸς αὐτὸν δι’ ὧν ἔμπροσθεν εἴρηκε. Καὶ γὰρ τὸ, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, πρὸς ἐκεῖνον μάλιστά
45ἐστιν ἀποτεινομένου, καὶ προκαταλεαίνοντος αὐτὸν τῷ φόβῳ· καὶ ὁ περὶ τῆς καλάμης λόγος αὐτὸν μάλι‐ στά ἐστιν αἰνιττομένου, καὶ τὸ λέγειν, ὅτι Οὐκ οἴ‐ δατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; Δύο γὰρ ταῦτα μάλιστα

61

.

81

(50)

ἀπάγειν ἡμᾶς ἁμαρτίας εἴωθεν, ὅταν τὴν κειμένην τῇ ἁμαρτίᾳ κόλασιν ἐννοήσωμεν, καὶ ὅταν τὴν ἡμε‐ τέραν ἀξίαν ἀναλογισώμεθα. Τῷ μὲν οὖν τὸν χόρτον εἰς μέσον παράγειν καὶ τὴν καλάμην, ἐφόβησε· τῷ δὲ τὸ ἀξίωμα τῆς οἰκείας εὐγενείας εἰπεῖν, ἐνέτρεψεν,
55ἐκείνῳ μὲν τοὺς ἀναισθητοτέρους, τούτῳ δὲ καὶ τοὺς ἐπιεικεστέρους βελτίους ποιῶν· Μηδεὶς ἑαυτὸν ἐξ‐ απατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τού‐ τῳ, μωρὸς γενέσθω. Ὥσπερ νεκρὸν τῷ κόσμῳ κε‐
λεύει γενέσθαι, καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλά‐Column end

61

.

82

(29)

πτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γενομένη· οὕτω καὶ
30μωρὸν κελεύει τῷ κόσμῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡμῖν τὴν ἀληθῆ προξενῶν. Μωρὸς δὲ τῷ κόσμῳ γίνεται ὁ τὴν ἔξωθεν ἀτιμάζων σοφίαν, καὶ πεπεισμένος μηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ὥσπερ οὖν ἡ πενία ἡ κατὰ
35Θεὸν πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, καὶ τὸ δόξης ὑπερορᾷν δόξης αἴτιον γίνεται· οὕτω, καὶ τὸ μωρὸν γενέσθαι σοφώτερον πάντων ποιεῖ. Ἀπὸ γὰρ τῶν ἐναντίων τὰ παρ’ ἡμῖν. Καὶ διὰ τί μὴ εἶπεν, Ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ, Γενέσθω μωρός; Ἵνα
40μεθ’ ὑπερβολῆς ἀτιμάσῃ τὴν ἔξωθεν παίδευσιν. Οὐδὲ γὰρ ἦν ἴσον εἰπεῖν, Ἀπόθου σου τὴν σοφίαν, καὶ, Γε‐ νοῦ μωρός· ἄλλως δὲ καὶ παιδεύει μὴ ἐπαισχύνεσθαι τῇ παρ’ ἡμῖν ἰδιωτείᾳ· πάνυ γὰρ καταγελᾷ τῶν ἔξω‐ θεν. Διόπερ οὐδὲ τὰ ὀνόματα δέδοικεν, ἐπειδὴ θαῤῥεῖ
45τῇ τῶν πραγμάτων δυνάμει. Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, μυρίων γέγονεν αἴτιος ἀγα‐ θῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα μωρία εἶναι, σοφίας ἡμῖν αἰτία κατέστη. Καθάπερ γὰρ ὁ κακῶς τι μεμαθηκὼς, ἂν μὴ τὸ πᾶν

61

.

82

(50)

ἀπόθηται καὶ λεάνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφὲς τῶν ὑγιῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἂν μὴ τὸ πᾶν ἐξ‐ έλῃς, καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξίσης τῷ ἰδιώτῃ παράσχῃς σαυτὸν τῇ πίστει, οὐδὲν εἴσῃ γεν‐
55ναῖον ἀκριβῶς. Καὶ γὰρ οἱ παραβλέποντες, ἂν μὴ μύσαντες ἑαυτοὺς ἑτέροις παραδῶσιν, ἀλλὰ τῇ διεφθαρμένῃ τῶν ὀφθαλμῶν ὄψει τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψωσι, τῶν οὐχ ὁρώντων πολλῷ πλείονα ἁμαρ‐
τήσονται.81

61

.

83

Καὶ πῶς ἂν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησί; Μὴ κεχρημένον αὐτῶν τοῖς δόγμασιν. Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἡ γὰρ σοφία τοῦ
5κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει. Δεῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. Ὁρᾷς πῶς ἐκ περιουσίας ἤνεγκε τὰ νικητήρια, ἀποδείξας ὡς οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἐναντιοῦται; Καὶ
10οὐδὲ ταῖς οἰκείαις ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπήγαγε πάλιν, λέγων· Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Τῇ πανουργίᾳ, τουτέστιν, ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος. Ἐπειδὴ γὰρ τῇ σοφίᾳ
15ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ, δι’ αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται τοῦ Θεοῦ. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι’ αὐτῆς, εἰκότως δι’ αὐτῆς ἑάλωσαν. Οἱ γὰρ νομί‐ ζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν
20χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆ‐ ναι, καὶ αὐτῶν τούτων δεηθῆναι λοιπόν· διὰ τοῦτό φησιν· Ἐν τῇ πανουργίᾳ αὐτῶν εἷλεν αὐτούς. Τὸ μὲν γὰρ εἰπεῖν, Ἀπολῶ τὴν σοφίαν, πρὸς τὸ μηδὲν χρήσιμον εἰσαγαγεῖν εἴρηται· τὸ δὲ, Ὁ δρασσό‐
25μενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, πρὸς τὸ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν. βʹ. Εἶτα καὶ τὸν τρόπον λέγει καθ’ ὃν εἷλεν, ἑτέραν προσθεὶς μαρτυρίαν· Κύριος γὰρ, φησὶ, γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
30Ὅταν δὲ ἡ σοφία ἡ ἄπειρος ταῦτα περὶ αὐτῶν ψη‐ φίζηται, καὶ ἀποφαίνῃ τοιούτους, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης ἀνοίας αὐτῶν; Αἱ μὲν γὰρ τῶν ἀνθρώπων κρίσεις πολλαχοῦ διαπίπτουσιν, ἡ δὲ τοῦ Θεοῦ ψῆφος ἄληπτος καὶ ἀδέκαστος παν‐
35ταχοῦ. Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως· Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώ‐ ποις· πάντα γὰρ ὑμῶν ἐστι. Πάλιν ἐπὶ τὸ πρό‐
40τερον ἔρχεται, δεικνὺς ὅτι οὐδὲ ἐπὶ τοῖς πνευματικοῖς ὀφείλουσι μέγα φρονεῖν, ἅτε οὐδὲν παρ’ ἑαυτῶν ἔχοντες. Ὅταν οὖν ἡ μὲν ἔξωθεν σοφία βλαβερὰ ᾖ, τὰ δὲ πνευματικὰ μὴ παρ’ ὑμῶν ᾖ δεδομένα, πόθεν ἔχεις καυχᾶσθαι; Καὶ ἐπὶ μὲν τῆς ἔξωθεν σοφίας,
45Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, φησὶν, ἐπειδὴ ἐπὶ πρά‐ γματι ἐφρόνουν βλαβερῷ· ἐνταῦθα δὲ, ἐπειδὴ τὸ πρᾶγμα ὠφέλειαν ἔχει, μηδεὶς καυχάσθω. Καὶ ἡμε‐ ρώτερον κέχρηται τῷ λόγῳ. Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κό‐

61

.

83

(50)

σμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν καθ‐ ήψατο, πάλιν αὐτοὺς ἀνακτᾶται. Καὶ ἀνωτέρω μὲν ἔλεγε, Συνεργοί ἐσμεν τοῦ Θεοῦ, καὶ δι’ ἑτέρων δὲ
55πλειόνων αὐτοὺς παρεμυθήσατο· καὶ ἐνταῦθα δέ φησι, Πάντα ὑμῶν ἐστι, καθαιρῶν τὸν τῦφον τῶν διδα‐ σκάλων, καὶ δεικνὺς ὅτι οὐ μόνον οὐδὲν αὐτοῖς χαρί‐ ζονται, ἀλλ’ ὅτι καὶ οὗτοι ἐκείνοις χάριν ἔχειν ὀφεί‐
λουσι· διὰ γὰρ αὐτοὺς τοιοῦτοι γεγόνασιν, ἀλλὰ καὶColumn end

61

.

84

χάριν ἔλαβον. Ἀλλ’ ἐπειδὴ ἔμελλον καὶ αὐτοὶ καυ‐ χᾶσθαι, διὰ τοῦτο προεξέκοψε καὶ τοῦτο τὸ νόσημα, εἰπών· Ἑκάστῳ ὡς ὁ Θεὸς ἔδωκε· καὶ, ὅτι Ὁ Θεὸς ηὔξανεν· ἵνα μήτε ἐκεῖνοι ὡς παρέχοντες μέγα
5φρονῶσι, μήτε οὗτοι διὰ τὸ ἀκοῦσαι, ὅτι Πάντα ὑμῶν ἐστι, πάλιν ἐπαίρωνται. Καὶ γὰρ εἰ καὶ δι’ ὑμᾶς, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ τὸ πᾶν γεγένηται. Σὺ δέ μοι σκόπει, πῶς μέχρι τέλους παρέμενε τὸ ἑαυτοῦ ὄνομα καὶ τὸ Πέτρου ὑποτιθείς. Τί δέ ἐστιν, Εἴτε
10θάνατος; Ὅτι κἂν ἀποθνήσκωσι, δι’ ὑμᾶς ἀποθνή‐ σκουσι, κινδυνεύοντες ὑπὲρ τῆς ὑμετέρας σωτηρίας. Ὁρᾷς πῶς πάλιν τῶν μὲν μαθητῶν καθεῖλε τὸ φρό‐ νημα, τῶν δὲ διδασκάλων ἐπῆρεν; Ὡς γὰρ παισὶν εὐγενέσι παιδαγωγοὺς ἔχουσι καὶ μέλλουσι πάντα
15κληρονομεῖν, οὕτω διαλέγεται. Ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι καὶ ὁ τοῦ Ἀδὰμ θάνατος δι’ ἡμᾶς. ἵνα σω‐ φρονισθῶμεν, καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶμεν. Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἑτέρως ἡμεῖς τοῦ Χριστοῦ, καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ, καὶ ἑτέρως
20ἡμῶν ὁ κόσμος. Ἡμεῖς μὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔρ‐ γον· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς γέννημα γνήσιον, οὐχ ὡς ἔργον, ὥσπερ οὐδὲ ὁ κόσμος ἡμῶν. Ὥστε εἰ καὶ μία ἡ λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια. Ἡμῶν μὲν γὰρ ὁ κόσμος, ὡς δι’ ἡμᾶς γεγονός· ὁ δὲ Χριστὸς
25τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πατέρα εἶναι· ἡμεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπὸ αὐτοῦ κατασκευασθέντες. Εἰ δὲ ἐκεῖνοι ὑμῶν, φησὶ, τί τοὐ‐ ναντίον ἐποιήσατε, αὐτοῖς ἐπονομαζόμενοι, ἀλλ’ οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ; Οὕτως ἡμᾶς λογιζέσθω
30ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. Ἐπειδὴ κατέβαλεν αὐτῶν τὸ φρό‐ νημα, ὅρα πῶς πάλιν αὐτὸ ἀνακτᾶται λέγων· Ὡς ὑπηρέτας Χριστοῦ. Μὴ τοίνυν τὸν Δεσπότην ἀφεὶς, ἀπὸ τῶν ὑπηρετῶν καλοῦ καὶ τῶν διακονουμένων.
35Οἰκονόμους δὲ εἶπε, δεικνὺς ὡς οὐχ ἅπασιν αὐτὰ χρὴ διδόναι, ἀλλ’ οἷς δεῖ, καὶ οἷς ἄξιον οἰκονομεῖν. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Τουτέστιν, ἵνα μὴ τὰ δεσποτικὰ σφετερίσηται, ἵνα μὴ ὡς δεσπότης ἑαυτῷ ἐκδικῇ,
40ἀλλ’ ὡς οἰκονόμος διοικῇ. Οἰκονόμου γὰρ τὸ διοικεῖν τὰ ἐγχειρισθέντα καλῶς· οὐχ αὑτοῦ λέγειν εἶναι τὰ δεσποτικὰ, ἀλλὰ τοὐναντίον τοῦ δεσπότου τὰ ἑαυτοῦ. Ἕκαστος ταῦτα ἐννοῶν, καὶ ὁ λόγον ἔχων καὶ ὁ χρή‐ ματα κεκτημένος, οἷον ὅτι ἐπιστεύθη δεσποτικὰ, καὶ
45οὐκ ἔστιν αὐτοῦ, μὴ κατεχέτω αὐτὰ παρ’ ἑαυτῷ, μήτε ἑαυτοῦ ἐπιψηφιζέτω, ἀλλὰ τῷ Θεῷ λογιζέσθω τῷ πάντα δεδωκότι. Θέλεις ἰδεῖν οἰκονόμους πιστούς; Ἄκουσον τί φησιν ὁ Πέτρος· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπα‐

61

.

84

(50)

τεῖν αὐτόν; Καὶ τῷ Κορνηλίῳ δὲ ἔλεγε· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· καὶ πρὸς τὸν Χριστὸν δέ· Ἰδοὺ ἀφήκαμεν πάντα καὶ ἠκολου‐ θήσαμέν σοι. Καὶ ὁ Παῦλος δὲ εἰπὼν, ὅτι Περισσό‐ τερον αὐτῶν πάντων ἐκοπίασα, ἐπήγαγεν· Οὐκ ἐγὼ
55δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ ἀλλαχοῦ δὲ πρὸς τοὺς αὐτοὺς ἀποτεινόμενος ἔλεγε· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Οὐδὲν γὰρ ἔχεις σὸν, οὐ χρή‐ ματα, οὐ λόγον, οὐ ψυχὴν αὐτήν· καὶ γὰρ καὶ αὕτη
τοῦ Δεσπότου.83

61

.

85

γʹ. Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου. Εἰ δὲ φιλοζωεῖς, καὶ κελευόμενος καταθεῖναι ἀντιλέγεις, οὐκέτι πιστὸς οἰκονόμος εἶ. Καὶ πῶς ἔνι Θεοῦ κα‐ λοῦντος ἀντιστῆναι; Τοῦτο γὰρ κἀγώ φημι, καὶ διὰ
5τοῦτο αὐτὸ μάλιστα θαυμάζω τοῦ Θεοῦ τὴν φιλαν‐ θρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐ βούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ μισθὸν ἔχῃς. Οἷον δύναται τὴν ψυχὴν λαβεῖν ἄκοντος, ἀλλὰ παρ’ ἑκόντος βούλεται, ἵνα λέγῃς
10κατὰ Παῦλον· Καθ’ ἡμέραν ἀποθνήσκω. Δύναταί σου τὴν δόξαν λαβεῖν ἄκοντος καὶ ποιῆσαι ταπεινὸν, ἀλλὰ παρ’ ἑκόντος θέλει, ἵνα ἀμοιβὴν ἔχῃς. Δύναταί σε ποιῆσαι πένητα, καὶ μὴ βουλόμενον, ἀλλ’ ἑκόντα σε βούλεται γενέσθαι τοιοῦτον, ἵνα σοι πλέξῃ στεφά‐
15νους. Εἶδες Θεοῦ φιλανθρωπίαν; εἶδες νωθείαν ἡμετέραν; Ἐπ’ ἀξιώματος ἐγένου μεγάλου, καὶ ἀρχῆς ἐπ‐ ελάβου ποτὲ ἐκκλησιαστικῆς; Μὴ μέγα φρόνει· οὐ σὺ τὴν δόξαν ἐκτήσω, ἀλλ’ ὁ Θεός σε ἐνέδυσεν. Ὡς
20ἀλλοτρίας τοίνυν φείδου, μὴ καταχρώμενος αὐτῇ, μηδὲ ἀποχρώμενος εἰς τὰ μὴ προσήκοντα, μηδὲ φυσώμενος, μηδὲ σφετεριζόμενος, ἀλλὰ πένητα σαυ‐ τὸν εἶναι νόμιζε καὶ ἄδοξον. Οὐ γὰρ, εἰ πορφύραν βασιλικὴν ἐνεχειρίσθης φυλάττειν, ἔδει καταχρήσα‐
25σθαι τῇ στολῇ καὶ λυμήνασθαι, ἀλλὰ μετὰ πλείονος αὐτὴν τῆς ἀκριβείας τηρεῖν τῷ δεδωκότι. Λόγον ἔλαβες; Μὴ φυσῶ, μηδὲ ἀλαζονεύου· οὐ γάρ ἐστι σὸν τὸ χάρισμα. Μὴ ἀγνώμων ἔσο περὶ τὰ δεσποτικὰ, ἀλλὰ διάνεμε τοῖς συνδούλοις, καὶ μήτε ὡς ἐπὶ ἰδίοις
30ἐπαίρου τούτοις, μήτε φείδου ὥστε διανέμειν. Κἂν παῖδας ἔχῃς, τοῦ Θεοῦ ἔχεις· ἂν οὕτω νομίζῃς, καὶ ἔχων εὐχαριστήσεις, καὶ ἀφαιρεθεὶς οὐκ ἀλγήσεις· οἷος ἦν ὁ Ἰὼβ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Πάντα γὰρ παρὰ τοῦ Χριστοῦ ἔχομεν·
35καὶ αὐτὸ τὸ εἶναι δι’ αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν· κἂν ἀποκλείσῃ τι τούτων, ἀπωλόμεθα καὶ διεφθάρη‐ μεν· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι. Τὸ δὲ ἐμὸν καὶ τὸ σὸν τοῦτο ῥήματά ἐστι ψιλὰ μόνον· ἐπὶ
40δὲ πραγμάτων οὐχ ἕστηκε. Καὶ γὰρ εἰ τὴν οἰκίαν σὴν εἶναι φὴς, ῥῆμά ἐστι πράγματος ἔρημον. Καὶ γὰρ καὶ ὁ ἀὴρ καὶ γῆ καὶ ὕλη τοῦ Δημιουργοῦ, καὶ σὺ δὲ αὐτὸς ὁ κατασκευάσας αὐτὴν, καὶ τὰ ἄλλα δὲ πάντα. Εἰ δὲ ἡ χρῆσις σὴ, ἀλλὰ καὶ αὐτὴ ἄδηλος,
45οὐ διὰ τὸν θάνατον μόνον, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ τὸ τῶν πραγμάτων εὐρίπιστον. Ταῦτ’ οὖν συν‐ εχῶς παρ’ ἑαυτοῖς γράφοντες, φιλοσοφήσωμεν, καὶ δύο τὰ μέγιστα κερδανοῦμεν· εὐχάριστοί τε γὰρ ἐσόμεθα καὶ ἔχοντες καὶ ἀφαιρούμενοι, καὶ οὐ μὴ

61

.

85

(50)

δουλεύσωμεν τοῖς παρατρέχουσι καὶ τοῖς οὐχ ἡμῶν. Κἂν γὰρ χρήματα λάβῃ, τὰ αὑτοῦ ἔλαβε, κἂν τιμὴν, κἂν δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχήν· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Οὐ γὰρ σὺ αὐτὸν ἔπλασας,
55ἀλλ’ ἐκεῖνος ἐποίησε· σὺ δὲ ὑπηρέτησας μόνον τῇ παρόδῳ, τὸ δὲ πᾶν αὐτὸς εἰργάσατο. Εὐχαριστήσωμεν τοίνυν ὅτι κατηξιώθημεν ὑπηρετῆσαι τῷ πράγματι. Ἀλλὰ τί; ἐβούλου διαπαντὸς ἔχειν; Τοῦτο ἀγνώμο‐ νος πάλιν, καὶ οὐκ εἰδότος, ὅτι ἀλλότριον εἶχες, καὶ
60οὐκ ἴδιον. Ὥσπερ οὖν οἱ ἑτοίμως ἀφιστάμενοι ἴσασιν, ὅτι οὐ τὰ αὑτῶν ἔχουσιν, οὕτως οἱ ἀλγοῦντες τὰ βα‐ σιλικὰ σφετερίζονται. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ἑαυ‐
τῶν, πῶς ἐκεῖνοι ἡμῶν; Διπλῇ γάρ ἐσμεν αὐτοῦ,Column end

61

.

86

καὶ τῷ τῆς κτίσεως καὶ τῷ τῆς πίστεως λόγῳ. Διὰ τοῦτό φησιν ὁ Δαυΐδ· Ἡ ὑπόστασίς μου παρὰ σοί ἐστι· καὶ ὁ Παῦλος δὲ, ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ τὸν περὶ τῆς πίστεως
5γυμνάζων λόγον φησίν· Οὐκ ἐστὲ ἑαυτῶν, καὶ τι‐ μῆς ἠγοράσθητε. Τὰ πάντα γὰρ τοῦ Θεοῦ. Ὅταν οὖν καλῇ καὶ βούληται λαβεῖν, μὴ κατὰ τοὺς ἀγνώ‐ μονας τῶν οἰκετῶν φύρωμεν τὸν λόγον, μηδὲ νο‐ σφιζώμεθα τὰ δεσποτικά. Ἡ ψυχή σου οὐκ ἔστι σὴ,
10καὶ πῶς τὰ χρήματά ἐστι σά; Πῶς οὖν ἀναλίσκεις εἰς οὐδὲν δέον τὰ μὴ σά; οὐκ οἶδας ὅτι διὰ τοῦτο μέλλομεν ἐγκαλεῖσθαι, κακῶς αὐτοῖς χρησά‐ μενοι; Ἐπειδὴ δὲ οὐκ ἔστιν ἡμέτερα, ἀλλὰ τοῦ Δεσπότου, εἰς τοὺς ὁμοδούλους ἐχρῆν δαπανᾷν. Τοῦτο
15γοῦν καὶ ὁ πλούσιος ἐκεῖνος ἐνεκαλεῖτο, ὅτι μὴ ἐποίησε, καὶ οἱ μὴ θρέψαντες τὸν Κύριον. Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυ‐ τοῦ τρυφῶ. Οὐκ ἀπὸ τῶν σεαυτοῦ, ἀλλ’ ἀπὸ τῶν ἀλ‐ λοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ
20σὰ βούλεται εἶναι ὁ Θεὸς τὰ ὑπὲρ τῶν ἀδελφῶν ἐγχει‐ ρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἂν εἰς ἑτέρους ἀναλώσῃς· ἂν δὲ εἰς σαυτὸν ἀναλώσῃς ἀφει‐ δῶς, ἀλλότρια γέγονε τὰ σά. Ἐπειδὴ γὰρ ὠμῶς αὐτοῖς κέχρησαι, καὶ λέγεις, ὅτι Τὰ ἐμὰ εἰς ἐμὴν
25ἀπόλαυσιν μόνον ἀναλωθῆναι δίκαιον, διὰ τοῦτο ἀλλότρια αὐτὰ λέγω. Κοινὰ γάρ ἐστι σὰ καὶ τοῦ συνδούλου, ὥσπερ ἥλιος κοινὸς καὶ ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος, καὶ παντός ἐστι τοῦ σώματος καὶ ἑνὸς ἑκάστου μέλους
30ἡ διακονία· ὅταν δὲ ἑνὸς μόνου γίνεται μέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν· οὕτω καὶ ἐπὶ τῶν χρημάτων συμβαίνει. δʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἡ τροφὴ τοῦ σώματος ἡ κοινὴ δεδομένη τοῖς μέλεσιν, ἐὰν εἰς ἓν
35ἔλθῃ μέλος, κἀκείνου λοιπὸν ἀλλοτρία γίνεται. Ὅταν γὰρ μὴ δυνηθῇ πεφθῆναι μηδὲ θρέψαι, ἀλλοτρία κἀ‐ κείνου γέγονεν. Ἂν δὲ κοινὴ γένηται, κἀκείνου καὶ πάντων ἐστὶν ἰδία. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν σὺ μόνος ἀπολαύσῃς, καὶ σὺ ἀπώλεσας. Οὐ γὰρ αὐ‐
40τῶν καρπώσῃ τὸν μισθὸν, ἂν δὲ μετὰ τῶν ἄλλων κτήσῃ, τότε μᾶλλον ἔσται σὰ, καὶ τότε καρπώσῃ τὴν ὠφέλειαν. Οὐχ ὁρᾷς ὅτι χεῖρες διακονοῦνται, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γα‐ στὴρ, Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν;
45Μὴ τοίνυν, μηδὲ ἐπὶ τῶν χρημάτων τοῦτο σὺ λέγε· τοῦ γὰρ δεχομένου, τὸ μεταδιδόναι. Ὥσπερ οὖν κακία γαστρὸς, τὸ κατέχειν τὰ βρώματα, καὶ μὴ διανέμειν· παντὶ γὰρ τῷ σώματι λυμαίνεται· οὕτω κακία τῶν πλουτούντων, τὸ κατέχειν ὅπερ ἔχουσι παρ’ ἑαυτοῖς·

61

.

86

(50)

τοῦτο γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους ἀπόλλυσιν. Ὁ ὀφθαλμὸς πάλιν τὸ πᾶν δέχεται φῶς· ἀλλ’ οὐ τοῦτο αὐτὸς κατέχει μόνος, ἀλλ’ ὁλόκληρον φωτίζει τὸ σῶμα. Οὐδὲ γὰρ ἔχει φύσιν παρ’ ἑαυτῷ κατέχειν, ἕως ἂν ὀφθαλμὸς ᾖ. Αἱ ῥῖνες πάλιν αἰσθάνονται εὐωδίας·
55ἀλλ’ οὐ κατέχουσιν αὐτὴν μόναι, ἀλλ’ ἐγκεφάλῳ παρα‐ πέμπουσι, καὶ στόμαχον ἐν εὐωδίᾳ τιθέασι, καὶ ὁλόκληρον δι’ αὐτῶν ἀνακτῶνται τὸν ἄνθρωπον. Οἱ πόδες μόνοι βαδίζουσιν· ἀλλ’ οὐχ ἑαυτοὺς μεταφέ‐ ρουσι μόνον, ἀλλὰ καὶ ὅλον μετατιθέασι τὸ σῶμα.
60Οὕτω καὶ σὺ, ὅπερ ἂν ἐγχειρισθῇς, μὴ κάτεχε μό‐ νος, ἐπεὶ τῷ παντὶ λυμαίνῃ, καὶ σαυτῷ πρὸ τῶν ἄλλων. Οὐκ ἐπὶ τῶν μελῶν δὲ μόνον ἴδοι τις ἂν
τοῦτο γινόμενον. Καὶ γὰρ ὁ σιδηροκόπος, εἰ βουλη‐85

61

.

87

θείη μηδενὶ μεταδοῦναι τῆς τέχνης, καὶ ἑαυτὸν καὶ τὰς λοιπὰς ἀνατρέπει τέχνας. Ὁ σκυτοτόμος ὁμοίως, ὁ γεωργὸς, ὁ σιτοποιὸς, καὶ ἕκαστος δὲ τῶν ἀναγ‐ καῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μετα‐
5δοῦναι ἑτέρῳ τῶν ἀπὸ τῆς τέχνης, οὐχὶ τοὺς ἄλ‐ λους μόνον, ἀλλὰ καὶ ἑαυτὸν τοῖς ἄλλοις προσαπολεῖ. Καὶ τί λέγω τοὺς πλουτοῦντας; Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούν‐ των κακίαν μετῆλθον, μέγιστα ἂν ὑμᾶς ἔβλα‐
10ψαν, καὶ ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, μᾶλ‐ λον δὲ καὶ ἀπώλεσαν, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἠβουλήθησαν· οἷον, ὁ γηπόνος τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας, ὁ ναύτης τῆς ἀπὸ τοῦ πλεῖν ἐμπορίας, ὁ στρατιώτης τῆς ἀριστείας τῆς ἀπὸ τῶν
15πολέμων. Ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδέ‐ σθητε, καὶ τὴν ἐκείνων μιμήσασθε φιλοφροσύνην. Οὐ μεταδίδως τοῦ πλούτου οὐδενί; Οὐκοῦν μὴ μεταλά‐ βῃς παρ’ ἑτέρου μηδενός· εἰ δὲ τοῦτο ἔσται, τὰ πάντα ἀνατραπήσεται. Πανταχοῦ γὰρ τὸ διδόναι καὶ μετα‐
20λαμβάνειν ἀρχὴ πολλῶν ἐστιν ἀγαθῶν, ἐπὶ σπερμά‐ των, ἐπὶ μαθητῶν, ἐπὶ τεχνῶν. Ἂν γὰρ βουληθῇ τις παρ’ ἑαυτῷ κατέχειν τὴν τέχνην, καὶ ἑαυτὸν καὶ τὸν βίον ἀνέτρεψεν ἅπαντα. Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλε‐
25πόν· οὕτω καὶ ὁ πλούσιος ἐὰν ἐπὶ τῶν χρημάτων τοῦτο ποιῇ, πρὸ τῶν πενήτων ἑαυτὸν ἀναιρήσει, τὴν φλόγα τῆς γεέννης χαλεπωτέραν κατὰ τῆς ἑαυ‐ τοῦ σωρεύων κεφαλῆς. Ὥσπερ οὖν οἱ διδάσκαλοι, κἂν πολλοὺς ἔχωσι τοὺς μαθητὰς, ἑκάστῳ μεταδι‐
30δόασι τῆς τέχνης· οὕτω καὶ σὺ πολλοὺς κτῆσαι τοὺς εὐεργετουμένους· καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων· καὶ,
Ὁ δεῖνα ἂν ἀπώλετο, εἰ μὴ μετὰ τὴν χάριν τοῦ ΘεοῦColumn end

61

.

88

τῆς σῆς ἀπέλαυσε προστασίας· καὶ ὅτι τῷ δεῖνι τὴν νόσον ἔλυσας, ἕτερον συκοφαντίας ἀπήλλαξας, ἄλλον ξένον ὄντα συνήγαγες, ἄλλον γυμνὸν ὄντα περιέβαλες. Μυρίου πλούτου καὶ πολλῶν θησαυρῶν βελτίω τὰ
5ῥήματα ταῦτα ἐπιστρέφει πάντας μᾶλλον τῶν ἱμα‐ τίων τῶν χρυσῶν καὶ τῶν ἵππων καὶ τῶν ἀνδραπό‐ δων. Ἐκεῖνα μὲν γὰρ καὶ φορτικὰ ποιεῖ φαίνε‐ σθαι, καὶ ὡς κοινὸν ἐχθρὸν μισεῖσθαι· ταῦτα δὲ ὡς πατέρα κοινὸν καὶ εὐεργέτην ἀνακηρύττει· καὶ ὃ
10πάντων μέγιστόν ἐστιν, ἡ παρὰ τοῦ Θεοῦ εὔνοια ἁπανταχοῦ σοι τῶν πράξεων ἕπεται. Λεγέτω τοίνυν ὁ δεῖνα, ὅτι Ἐμοῦ τὴν θυγατέρα συνεξέδωκεν· ἕτε‐ ρος, Ἐμοὶ δὲ τὸν υἱὸν εἰς ἄνδρας ἐμφανῆναι παρ‐ εσκεύασε· καὶ ἄλλος, ὅτι Τὴν συμφορὰν ἔλυσε· καὶ
15ἕτερος, ὅτι Τῶν κινδύνων ἀπήλλαξε. Ταῦτα στεφά‐ νων χρυσῶν βελτίω τὰ ῥήματα, μυρίους κήρυκας ἐν τῇ πόλει τῆς οἰκείας φιλανθρωπίας ἔχειν· αὗται αἱ φωναὶ τῆς φωνῆς τῶν κηρύκων τῶν πρὸ τῶν ἀρχόν‐ των βαδιζόντων ἡδίους πολλῷ καὶ γλυκύτεραι, τὸν
20σωτῆρα, τὸν εὐεργέτην, τὸν προστάτην, τὰ τοῦ Θεοῦ καλεῖσθαι ὀνόματα, ἀλλὰ μὴ πλεονέκτην καὶ ἀλαζόνα καὶ ἀκόρεστον καὶ σμικρολόγον. Μὴ, παρα‐ καλῶ, μηδενὸς τούτων ἐπιθυμήσωμεν τῶν ῥημάτων, ἀλλὰ τῶν ἐναντίων. Εἰ γὰρ ἐπὶ γῆς ταῦτα λεγόμενα
25λαμπρὸν οὕτω ποιεῖ καὶ περιφανῆ, ὅταν ἐν οὐρανῷ ταῦτα γράφηται, καὶ ὁ Θεὸς ταῦτα κατὰ τὴν ἡμέραν ἀνακηρύττῃ τὴν μέλλουσαν, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς περιφανείας, ὅσης τῆς λαμπρότητος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ
30Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

87

(34)

ΟΜΙΛΙΑ ΙΑʹ.
35Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνα‐ κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρί‐ νων με, Κύριός ἐστι.
40 αʹ. Μετὰ τῶν ἄλλων κακῶν οὐκ οἶδα πῶς ἐπεισῆλθε τῇ τῶν ἀνθρώπων φύσει τὸ τῆς περιεργίας καὶ τὸ τῆς πολυπραγμοσύνης τῆς ἀκαίρου νόσημα· ὃ καὶ ὁ Χριστὸς ἐκόλασεν εἰπών· Μὴ κρίνετε, ἵνα μὴ κρι‐ θῆτε· ὅπερ ἡδονὴν μὲν οὐδεμίαν ἔχει, καθάπερ καὶ
45τὰ λοιπὰ τῶν ἁμαρτημάτων, κόλασιν δὲ μόνον καὶ τιμωρίαν. Καὶ γὰρ μυρίων αὐτοὶ γέμοντες κακῶν, καὶ τὰς δοκοὺς ἐπὶ τῶν ὀμμάτων φέροντες, τῶν ἁμαρτημάτων τοῦ πλησίον, κάρφους οὐδὲν διαφερόν‐ των, ἀκριβεῖς γινόμεθα ἐξετασταί· ὥσπερ καὶ ἐν τῇ

61

.

87

(50)

Κορίνθῳ τοῦτο συνέβαινεν. Ἄνδρας γὰρ εὐλαβεῖς καὶ Θεῷ φίλους διὰ τὴν ἀμαθίαν ἐκωμῴδουν καὶ ἐξέβα[λ]‐ λον, τοὺς δὲ μυρίων γέμοντας κακῶν ἐνέκρινον διὰ τὴν εὐγλωττίαν. Εἶτα, καθάπερ δικασταὶ προκαθή‐ μενοι, τοιαῦτα μετὰ προπετείας ἐψηφίζοντο· Ὁ
55δεῖνα ἄξιος, ὁ δεῖνα τοῦ δεῖνος ἀμείνων· καὶ οὗτος ἐκείνου καταδεέστερος, κἀκεῖνος τούτου βελτίων· καὶ ἀφέντες τὰ ἑαυτῶν πενθεῖν κακὰ, ἑτέροις ἐγίνοντο δικασταὶ, καὶ ταύτῃ πολέμους ἀνῆπτον πάλιν χαλε‐ πούς. Ὁ Παῦλος οὖν ἀναιρῶν τοῦτο τὸ νόσημα, ὅρα
60πῶς αὐτοὺς διορθοῦται συνετῶς. Ἐπειδὴ γὰρ εἶπεν,
Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵναColumn end

61

.

88

(35)

πιστός τις εὑρεθῇ, καὶ ἐδόκει πάροδον αὐτοῖς διδό‐ ναι τοῦ κρίνειν καὶ ἐξετάζειν τὸν ἑκάστου βίον· τοῦτο δὲ τὴν στάσιν ἐπέτριβεν· ἵνα μὴ τοῦτο πάθωσιν, ἀπήγαγεν αὐτοὺς τῆς τοιαύτης ἐρεσχελίας, λέγων· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνα‐
40κριθῶ· πάλιν ἐπὶ τοῦ οἰκείου προσώπου τὸν λόγον προάγων. Τί δέ ἐστιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπί‐ νης ἡμέρας; Ἀνάξιον ἐμαυτὸν κρίνω, φησὶ, τοῦ παρ’ ὑμῶν κρίνεσθαι· καὶ τί λέγω παρ’ ὑμῶν; καὶ
45τὸ παρ’ οὑτινοσοῦν ἑτέρου. Ἀλλὰ μηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ μηδένα τῶν ἀνθρώ‐ πων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον. Πρῶτον μὲν γὰρ οὐ δι’ ἑαυτὸν ταῦτά φησιν, ἀλλ’ ἑτέρους ἐξαρπάσαι βουλόμενος τῆς παρ’ ἐκεί‐

61

.

88

(50)

νων ἐπαχθείας· ἔπειτα δὲ οὐδὲ μέχρι Κορινθίων τὸ πρᾶγμα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύ‐ της ἐξέβαλε, μεῖζον εἶναι τῆς αὑτοῦ γνώμης λέγων τὰ τοιαῦτα ψηφίζεσθαι· ἐπήγαγε γοῦν· Οὐδὲ ἐμαυ‐ τὸν ἀνακρίνω. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὴν ὑπό‐
55θεσιν ἐξετάσαι χρὴ, δι’ ἣν ταῦτα ἐλέγετο· οἶδε γὰρ πολλαχοῦ καὶ μεγαλοφρόνως φθέγγεσθαι. Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ’ οἰκονομίας ἀρί‐ στης· ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόμενος, ἀλλ’
ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωμα87

61

.

89

σπεύδων περιθεῖναι τοῖς ἁγίοις. Ὅτι γὰρ τῶν σφό‐ δρα ταπεινῶν ἦν, ἄκουσον τί φησι, τὴν τῶν ἐχθρῶν μαρτυρίαν εἰς μέσον περὶ τούτου φέρων· ὅτι Ἡ μὲν παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λό‐
5γος ἐξουθενημένος· καὶ πάλιν, Ἔσχατον δὲ πάν‐ των ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἀλλ’ ὅμως ὁ ταπεινὸς οὗτος, καιροῦ καλοῦντος, σκόπει ποῦ τὰ φρονήματα τῶν μαθητῶν ἐπῆρεν, οὐχὶ τῦφον διδάσκων, ἀλλὰ φρόνημα ὑγιὲς ἐμποιῶν. Αὐτοῖς γὰρ
10τούτοις διαλεγόμενος ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνε‐ ται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχί‐ στων. Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρο‐ νήματος. Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήματα οὐ‐
15δὲν ἡγοῦμαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά μοι καὶ ὄναρ καὶ παίδων ἀθύρματα, ἀλαζονείας αὐ‐ τὸν γραψόμεθα· ἐπεὶ καὶ τὸν Σολομῶντα οὕτως εἰς ἀλαζονείαν διαβαλοῦμεν, περὶ τούτων φιλοσοφοῦντα καὶ λέγοντα· Ματαιότης ματαιοτήτων, καὶ τὰ
20πάντα ματαιότης. Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζο‐ νείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν. Ἄρα οὐκ ἀπό‐ νοια τὸ καταφρονεῖν τούτων, ἀλλὰ μεγαλοψυχία, καί‐ τοι γε βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας ὁρῶμεν αὐτῶν ἀντεχομένους· ἀλλ’ ὁ πτωχὸς φιλοσοφῶν πολ‐
25λάκις αὐτῶν ὑπερορᾷ, καὶ οὐ διὰ τοῦτο ἀλαζόνα αὐ‐ τὸν, ἀλλὰ μεγαλόφρονα εἶναι φήσομεν· ὥσπερ οὖν οὐδὲ τὸν σφόδρα ἀντεχόμενον αὐτῶν, ταπεινόφρονα καὶ μέτριον, ἀλλ’ ἀσθενῆ καὶ μικρόψυχον καὶ ἀνελεύ‐ θερον. Καὶ γὰρ εἴ τις υἱὸς τῶν μὲν τῷ πατρὶ προσ‐
30ηκόντων κατεφρόνει, τὰ δὲ δουλικὰ ἐθαύμαζεν, οὐχ ὡς ταπεινόφρονα αὐτὸν ἐπῃνέσαμεν ἂν, ἀλλ’ ὡς ἀγεννῆ καὶ δουλικὸν ἐκακίζομεν· ἐθαυμάσαμεν δ’ ἂν καταφρονοῦντα ἐκείνων, καὶ τῶν πατρικῶν πολὺν ποιούμενον λόγον. Ἀπονοίας γάρ ἐστι τὸ τῶν ὁμο‐
35δούλων ἑαυτὸν νομίζειν εἶναι βελτίω· τὸ μέντοι τὴν οὖσαν περὶ τῶν πραγμάτων φέρειν ψῆφον, οὐχὶ ἀλα‐ ζονείας, ἀλλὰ φιλοσοφίας ἐστί. βʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ’ ἑτέρους ταπεινῶν καὶ ἐξανισταμένους καταστέλλων
40καὶ πείθων μετριάζειν, ἔλεγεν· Ἐμοὶ δὲ εἰς ἐλά‐ χιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ὁρᾷς πῶς κἀκείνους ἐθερά‐ πευσεν; Ὁ γὰρ ἀκούσας, ὅτι πάντων ὁμοίως κατα‐ φρονεῖ, καὶ ὑπ’ οὐδενὸς ἀξιοῖ κρίνεσθαι, οὐκέτι λοι‐
45πὸν ἀλγήσει, ὡς μόνος αὐτὸς ἐκβεβλημένος. Εἰ γὰρ εἶπεν, Ὑφ’ ὑμῶν, μόνον, καὶ ἐσίγησεν, ἱκανὸν ἴσως αὐτοὺς τοῦτο δακεῖν ὡς καταφρονηθέντας ἦν· νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡμέρας, παρα‐ μυθίαν ἐκόμισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς

61

.

89

(50)

τῆς καταφρονήσεως. Ἀλλὰ καὶ αὐτὸ τοῦτο θερα‐ πεύει πάλιν εἰπών· Ἀλλ’ οὐδὲ ἐμαυτὸν ἀνακρί‐ νω. Ὅρα πῶς οὐκ ἔστιν ἀπονοίας τὸ εἰρημένον· οὐδὲ γὰρ ἑαυτὸν ἀρκεῖν φησι πρὸς τὴν τοιαύτην ἀκρίβειαν. Εἶτα, ἐπειδὴ καὶ τοῦτο σφόδρα ἐπαιρο[υ]‐
55μένου ἐδόκει εἶναι τὸ ῥῆμα, καὶ αὐτὸ διωρθώσατο εἰπών· Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί οὖν, οὐ χρὴ δικάζειν ἑαυτοῖς καὶ τοῖς ἁμαρτήμασι; Καὶ σφόδρα μὲν οὖν χρὴ τοῦτο ποιεῖν, ὅταν ἁμαρτάνω‐ μεν· ἀλλὰ Παῦλος τοῦτο οὐκ εἶπεν· Οὐδὲν γὰρ
60ἐμαυτῷ σύνοιδα, φησί. Ποῖον οὖν ἔμελλε κρίνειν ἁμάρτημα, μηδὲν ἑαυτῷ συνειδώς; Ὁ δὲ οὔ φησι δεδικαιῶσθαι. Οἱ οὖν μυρίων τραυμάτων τὸ συνειδὸς ἐμπεπλησμένον ἔχοντες, καὶ μηδὲν συνει‐ δότες ἑαυτοῖς ἀγαθὸν, ἀλλὰ πᾶν τοὐναντίον, τί ἂν
65εἴποιμεν; Καὶ τί δήποτε, εἰ μηδὲν ἑαυτῷ σύνοιδεν,
οὐ δεδικαίωται; Ὅτι συνέβαινεν ἡμαρτῆσθαι μὲνColumn end

61

.

90

αὐτῷ τινα ἁμαρτήματα, μὴ μὴν αὐτὸν εἰδέναι ταῦτα ἁμαρτήματα. Ἐντεῦθεν λογίζου πόση τῆς μελλούσης κρίσεως ἡ ἀκρίβεια. Οὐ τοίνυν ὡς ἄληπτον ἑαυτὸν νομίζων, οὕτως ἀνάξιον ἑαυτοῦ εἶναι τὸ κρίνεσθαι
5παρ’ ἐκείνων φησὶν, ἀλλ’ ἐπιστομίζων τοὺς ἀλόγως ταῦτα ποιοῦντας. Ἑτέρωθι γοῦν οὐδὲ φανερῶν ὄν‐ των τῶν ἁμαρτημάτων, ἐπιτρέπει κρίνειν ἑτέροις, ἐπειδὴ ὁ καιρὸς τοῦτο ἀπῄτει. Τί γὰρ κρίνεις τὸν ἀδελφόν σου; φησίν· ἢ καὶ
10σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Οὐ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε, κρίνειν ἑτέρους, ἀλλὰ τὰ σαυ‐ τοῦ δοκιμάζειν. Τί τοίνυν τοῦ Δεσπότου τὴν τάξιν ἁρπάζεις; ἐκείνου τὸ κρίνειν ἐστὶν, οὐχὶ σόν. Διὸ καὶ ἐπήγαγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε,
15ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Τί οὖν, οὐ χρὴ τοὺς διδασκάλους τοῦτο ποιεῖν; Χρὴ μὲν ἐπὶ τῶν φανερῶν ἁμαρτημά‐
20των καὶ ὡμολογημένων, καὶ τοῦτο μετὰ τοῦ προσ‐ ήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνο‐ μένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδο‐ ξίας καὶ ἀπονοίας. Καὶ γὰρ καὶ ἐνταῦθα οὐ περὶ τῶν ὡμολογημένων ἁμαρτημάτων φησὶν, ἀλλὰ περὶ τοῦ
25τὸν δεῖνα τοῦ δεῖνος προτιθέναι, καὶ συγκρίσεις ποιεῖσθαι βίων. Ταῦτα γὰρ αὐτὸς μόνος οἶδε κρίνειν μετὰ ἀκριβείας, ὁ μέλλων ἡμῶν τὰ ἀπόῤῥητα κρί‐ νειν, ποῖα μὲν μείζονος, ποῖα δὲ ἐλάττονος κολά‐ σεώς ἐστιν ἄξια καὶ τιμῆς· ἡμεῖς δὲ κατὰ τὸ παρα‐
30στὰν ταῦτα πράττομεν. Εἰ γὰρ ἐν οἷς αὐτὸς ἥμαρ‐ τον, φησὶν, οὐδὲν οἶδα σαφῶς, πῶς ἄξιος ἂν εἴην ὑπὲρ ἑτέρων φέρειν ψῆφον; πῶς δὲ, ὁ τὰ ἐμαυτοῦ μετὰ ἀκριβείας μὴ ἐπιστάμενος, τὰ ἄλλων δυνήσο‐ μαι κρίνειν; Εἰ δὲ Παῦλος τοῦτο ἔπασχε, πολλῷ
35μᾶλλον ἡμεῖς. Καὶ γὰρ ταῦτα ἔλεγεν, οὐχ ἵνα δείξῃ ἑαυτὸν ἄληπτον, ἀλλ’ ἵνα δείξῃ, ὅτι εἰ καὶ τοιοῦτος εἴη τις παρ’ αὐτοῖς μηδὲν ἡμαρτηκὼς, οὐδ’ οὗτος ἄξιος ἂν εἴη τοὺς ἑτέρων κρίνειν βίους· καὶ ὅτι εἰ οὗτος ὁ μηδὲν ἑαυτῷ συνειδὼς ὑπεύθυνος εἶναί φησι,
40πολλῷ μᾶλλον ἐκεῖνοι οἱ μυρία ἑαυτοῖς συνειδότες. Οὕτω τοίνυν ἐπιστομίσας τοὺς τὰς τοιαύτας ποιου‐ μένους κρίσεις, ὠδίνει λοιπὸν ἀποῤῥήξας τὸν θυμὸν ἐπὶ τὸν πεπορνευκότα ἐλθεῖν· καὶ καθάπερ χειμῶ‐ νος ἐπιόντος νέφη τινὰ ζοφώδη προτρέχει, εἶτα ἐπει‐
45δὰν ὁ τῶν βροντῶν πάταγος γένηται καὶ τὸν οὐρανὸν ἐργάσηται νέφος ἓν, τότε ἀθρόον ἐπὶ τὴν γῆν κα‐ ταῤῥήγνυται ὁ ὑετός· οὕτω καὶ τότε συνέβαινε. Καὶ γὰρ ἔχων μετὰ πολλῆς ἀγανακτήσεως χρήσασθαι τῷ πεπορνευκότι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ φοβεροῖς ῥή‐

61

.

90

(50)

μασι καταστέλλει πρότερον τὸ φύσημα τοῦ ἀνδρός· ἐπειδὴ καὶ διπλοῦν ἁμάρτημα ἦν τὸ συμβὰν, πορ‐ νεία, καὶ πορνείας χεῖρον, τὸ μὴ πενθεῖν ὑπὲρ τοῦ πλημμεληθέντος. Οὐ γὰρ οὕτω τὸν ἡμαρτηκότα πενθεῖ, ὡς τὸν ἡμαρτηκότα, καὶ μὴ μετανοοῦντα.
55Πενθήσω γὰρ πολλοὺς, φησὶν, οὐχὶ τῶν προημαρτη‐ κότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτεῖν μετανοίᾳ κεχρημένος, οὐ πένθους, ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν
60μεταστάς. Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶ‐ τος, ἵνα δικαιωθῇς. Εἰ δὲ μετὰ τὸ ἁμαρτεῖν ἀναι‐ σχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς, ὡς ἐπὶ τῷ κεῖσθαι πεσών.
γʹ. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, χαλεπὸν,89

61

.

91

τὸ καὶ πεφυσιῶσθαι ἐπὶ τοῖς ἁμαρτήμασι, ποίας κο‐ λάσεώς ἐστιν ἄξιον! Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος, ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων, ποίας τεύξεται συγγνώμης; Ἐπεὶ
5οὖν τοιοῦτος ἦν ὁ πεπορνευκὼς, καὶ τὴν ψυχὴν οὕ‐ τως ἰταμὴν καὶ δυσένδοτον εἰργάσατο διὰ τῆς ἁμαρ‐ τίας, ἀναγκαίως αὐτοῦ προκαταβάλλει τὸν τῦφον. Καὶ οὔτε πρῶτον τίθησι τὸ ἔγκλημα, ὥστε μὴ ἀπ‐ αναισχυντῆσαι αὐτὸν, ὡς πρὸ τῶν ἄλλων ἐγκαλούμε‐
10νον· οὔτε δὲ ὕστερον, ὥστε αὐτὸν μὴ νομίσαι πάρερ‐ γον εἶναι τὸ κατ’ αὐτόν· ἀλλὰ πρότερον πολὺν αὐτῷ φόβον ἐνθεὶς ἐκ τῆς πρὸς ἑτέρους παῤῥησίας, τότε ἐπ’ αὐτὸν χωρεῖ, ἐν τῇ πρὸς ἑτέρους ἐπιτιμήσει προ‐ κατασείων αὐτοῦ τὴν ἀπόνοιαν. Αὐτὰ γὰρ ταῦτα τὰ
15ῥήματα τὸ, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ τὸ, Ὁ κρίνων με, Κύριός ἐστιν, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οὐχ ὡς ἔτυχε κἀκείνου καὶ τῶν ἐκείνῳ μὲν συγκροτούντων,
20τοὺς δὲ ἁγίους ἐξουθενούντων, καθάπτεται. Τί γὰρ, φησὶν, εἰ ἔξωθεν ἐνάρετοι φαίνονταί τινες καὶ θαυ‐ μαστοί; Οὐ τῶν ἔξωθεν κριτής ἐστι μόνον ἐκεῖνος ὁ δικαστὴς, ἀλλὰ καὶ τὰ ἀπόῤῥητα εἰς μέσον ἄγει. Δύο τοίνυν ἕνεκεν, μᾶλλον δὲ καὶ τριῶν, οὐκ ἔστιν
25ἡμῶν ἡ κρίσις ἀκριβής· ἑνὸς μὲν, ὅτι κἂν μηδὲν ὦμεν ἑαυτοῖς συνειδότες, ὅμως δεόμεθα τοῦ τὰ ἁμαρ‐ τήματα ἡμῶν ἐλέγχοντος μετὰ ἀκριβείας· ἑτέρου δὲ, ὅτι τὰ πλείονα τῶν γινομένων ἡμᾶς λανθάνει καὶ κρύπτεται· καὶ τρίτου πρὸς τούτοις, ὅτι πολλὰ τῶν
30γενομένων παρ’ ἑτέρων δοκεῖ μὲν ἡμῖν καλὰ, οὐκ ἀπὸ ὀρθῆς δὲ γίνεται γνώμης. Τί τοίνυν φατὲ, ὅτι οὐδὲν ἡμάρτηται τῷ δεῖνι καὶ τῷ δεῖνι, καὶ ὁ δεῖνα τοῦ δεῖνος βελτίων; Τοῦτο γὰρ οὐκ ἔστιν ἀποφήνα‐ σθαι, οὐδὲ περὶ τοῦ μηδὲν ἑαυτῷ συνειδότος· ὁ γὰρ
35τὰ ἀπόῤῥητα κρίνων, ἐκεῖνός ἐστιν ὁ μετὰ ἀκριβείας δικάζων. Ἰδοὺ γοῦν, οὐδὲ ἐγώ τι ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐδὲ οὕτω δεδικαίωμαι· τουτέστιν, οὐκ ἀπήλ‐ λαγμαι τῶν εὐθυνῶν οὐδὲ τῶν ἐγκλημάτων. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Οὐκ ἐν τοῖς δικαίοις τέταγμαι,
40ἀλλ’ ὅτι Οὐκ εἰμὶ καθαρὸς ἀπὸ ἁμαρτίας. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· τουτέστιν, ἀπήλλακται. Πολλὰ δὲ καὶ πράττομεν ἀγαθὰ μὲν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώ‐ μης. Καὶ γὰρ ἐπαινοῦμεν πολλοὺς, οὐκ ἐκείνους
45ποιῆσαι λαμπροὺς βουλόμενοι, ἀλλ’ ἑτέρους δι’ ἐκεί‐ νων δάκνειν. Καὶ τὸ μὲν γινόμενον, καλὸν (ἐπαινεῖ‐ ται γὰρ ὁ κατορθῶν), ἡ δὲ διάνοια διεφθαρμένη· ἀπὸ σατανικῆς γὰρ γίνεται γνώμης. Οὐ γὰρ τῷ ἀδελφῷ συγχαίρων, ἀλλὰ τὸν ἕτερον βαλεῖν ἐπιθυ‐

61

.

91

(50)

μῶν, τοῦτο πολλάκις πεποίηκέ τις. Πάλιν, ἥμαρτέ τις ἁμαρτίαν μεγάλην· ἕτερός τις αὐτὸν ὑποσκελίσαι βουλόμενος, οὐδέν φησιν εἰργάσθαι, καὶ παραμυθεῖ‐ ται δῆθεν αὐτὸν ἁμαρτάνοντα, ἐπὶ τὸ κοινὸν τῆς φύ‐ σεως καταφεύγων· ἀλλ’ οὐ συγγνῶναι πολλάκις,
55ἀλλὰ ῥᾳθυμότερον ἐργάσασθαι βουλόμενος, τοῦτο ποιεῖ. Πάλιν ἐπιπλήττει πολλάκις, οὐχ ὥστε ἐλέγξαι καὶ νουθετῆσαι, ἀλλ’ ὥστε ἐκπομπεῦσαι καὶ ἐκτραγ‐ ῳδῆσαι τῷ πλησίον τὴν ἁμαρτίαν. Τὰς δὲ βουλὰς αὐτὰς ἄνθρωποι μὲν οὐκ ἴσασιν, ὁ δὲ τὰς καρδίας
60ἐρευνῶν ἀκριβῶς ἐπίσταται, καὶ εἰς μέσον ἄξει πάντα τότε ἐκεῖνα. Διὸ καὶ ἔλεγεν· Ὃς φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.
Ὅταν οὖν καὶ ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μὴColumn end

61

.

92

δυνώμεθα ἐγκλημάτων εἶναι καθαροὶ, καὶ ἐν οἷς ἀγα‐ θόν τι πράττομεν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης πράττο‐ μεν, τιμωρίας ὦμεν ὑπεύθυνοι, ἐννόησον πόση παρὰ ἀνθρώποις ἀπάτη περὶ τὰς κρίσεις. Πάντα γὰρ ταῦτα
5ἀνθρώποις μὲν οὐκ ἔστιν ἐφικτὰ, τῷ δὲ ἀκοιμήτῳ μόνῳ ὀφθαλμῷ· κἂν ἀνθρώπους ἀπατήσωμεν, ἐκεῖ‐ νον οὐδέποτε παραλογισόμεθα. Μὴ τοίνυν λέγε· Σκό‐ τος κύκλῳ μου καὶ τοῖχοι· τίς με ὁρᾷ; ὁ γὰρ πλά‐ σας καταμόνας τὰς καρδίας ἡμῶν, αὐτὸς πάντα ἐπί‐
10σταται, ὅτι σκότος οὐ σκοτισθήσεται παρ’ αὐτῷ. Κα‐ λῶς δέ φησιν ὁ ἁμαρτάνων, ὅτι Σκότος κύκλῳ μου καὶ τοῖχοι. Εἰ μὴ γὰρ σκότος ἦν ἐν τῇ διανοίᾳ, οὐκ ἂν τὸν φόβον τοῦ Θεοῦ ἐκβαλὼν, μετὰ ἀδείας ἔπραττεν. Ἂν γὰρ μὴ πρότερον σκοτισθῇ τὸ ἡγεμονικὸν, ἐπεισ‐
15ελθεῖν ἡ ἁμαρτία μετὰ ἀδείας οὐ δύναται. Μὴ τοίνυν λέγε· Τίς με ὁρᾷ; ἔστι γὰρ ὁ διικνούμενος μέχρι ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν· ἀλλὰ σὺ σαυτὸν οὐχ ὁρᾷς, οὐδὲ διατέμνειν δύνασαι τὸ νέ‐ φος, ἀλλ’ ὥσπερ τειχίον πάντοθεν ἔχων περικείμενον,
20οὕτως ἀναβλέψαι πρὸς τὸν οὐρανὸν οὐκ ἔχεις. δʹ. Ποίαν γὰρ βούλει πρότερον ἁμαρτίαν ἐξετάσωμεν; καὶ ὄψει οὕτω γινομένην αὐτήν. Καθάπερ γὰρ λῃσταὶ καὶ τοιχωρύκται, ἐπειδάν τι τῶν τιμίων λαβεῖν θε‐ λήσωσι, τὸν λύχνον κατασβέσαντες τοῦτο πράττουσιν·
25οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ὁ διεφθαρμένος ποιεῖ λογισμός. Καὶ γὰρ καὶ ἐν ἡμῖν ἐστι φῶς τὸ λογικὸν διόλου καιόμενον. Ἂν δὲ τὸ πνεῦμα τῆς πορνείας σφοδρῶς ἐπελθὸν μετὰ πολλῆς τῆς ῥύμης κατασβέσῃ τὴν φλόγα ἐκείνην, ἐσκότισεν εὐθέως τὴν ψυχὴν καὶ
30κατηγωνίσατο, καὶ πάντα ἐσύλησεν εὐθέως τὰ ἐν‐ αποκείμενα. Ὅταν γὰρ ὑπὸ ἀσελγοῦς ἐπιθυμίας ἁλῷ ἡ ψυχὴ, καθάπερ νέφος καὶ ἀχλὺς τοὺς τοῦ σώματος ὀφθαλμοὺς, οὕτω τῆς διανοίας τὸ προορατικὸν προ‐ καταλαβοῦσα ἐκείνη, οὐδένα ἀφίησιν ἰδεῖν περαι‐
35τέρω, οὐ κρημνὸν, οὐ γέενναν, οὐ φόβον, ἀλλ’ ὑπὸ τῆς ἐπιβουλῆς ἐκείνης τυραννηθεῖσα λοιπὸν, εὐκατα‐ γώνιστος ὑπὸ τῆς ἁμαρτίας γίνεται· καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλμῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάμψαι τῇ δια‐
40νοίᾳ, τῶν λογισμῶν τῶν ἀτόπων τῆς ἐπιθυμίας πάν‐ τοθεν αὐτὴν ἐπιτειχισάντων· καὶ ἀπαντᾷ αὐτῷ τότε λοιπὸν ἡ πορνευομένη γυνὴ, πρὸ τῶν ὀφθαλμῶν, πρὸ τῆς διανοίας, πρὸ τῶν λογισμῶν ἑστῶσα καὶ φαινο‐ μένη· καὶ ὥσπερ οἱ πεπηρωμένοι, κἂν ἐν σταθερᾷ
45μεσημβρίᾳ ὑπ’ αὐτοῦ τοῦ οὐρανοῦ τὸ μέσον ἑστη‐ κότες ὦσιν, οὐ παραδέχονται τὸ φῶς, ἐγκεκλεισμένων αὐτοῖς τῶν ὀμμάτων· οὕτω δὴ καὶ οὗτοι, κἂν μυρία πάντοθεν αὐτοῖς ἐνηχῇ σωτήρια δόγματα, τῷ πάθει τούτῳ προκατειλημμένοι τὴν ψυχὴν, πᾶσι τοῖς τοιού‐

61

.

92

(50)

τοις λόγοις ἀποφράττουσι τὴν ἀκοήν. Καὶ ἴσασιν οἱ τὴν πεῖραν εἰληφότες καλῶς. Ἀλλ’ ὑμᾶς μὴ γένοιτο ἀπὸ τῆς πείρας αὐτῆς εἰδέναι. Οὐχ αὕτη δὲ μόνον ἡ ἁμαρτία ταῦτα ποιεῖ, ἀλλὰ καὶ πᾶς ἔρως ἄτοπος. Μεταθῶμεν γὰρ, εἰ δοκεῖ, τὸν λόγον ἀπὸ τῆς πορ‐
55νευομένης γυναικὸς ἐπὶ τὰ χρήματα, καὶ θεασόμεθα καὶ ἐνταῦθα πυκνὸν σκότος καὶ συνεχές. Ἐκεῖ μὲν γὰρ, ἅτε μιᾶς οὔσης τῆς ἐρωμένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισμένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος· ἐπὶ δὲ τῶν χρημάτων ἁπανταχοῦ φαινομένων, ἐν ἀργυροκο‐
60πείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ. Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφο‐ ροῦντας, ἀνθρώπους καλλωπιζομένους πολυτελέσιν
ἐσθήμασιν ἴδῃ μετ’ ἐπιθυμίας ὁ νοσῶν, πολὺς ὁ σκό‐91

61

.

93

τος καταχεῖται. Καὶ τί δεῖ λέγειν οἰκίας καὶ ἀργυ‐ ροκοπεῖα; Ἐγὼ γὰρ οἶμαι τοὺς τοιούτους, κἂν ἐπὶ τῆς γραφῆς ἴδωσι καὶ τῆς εἰκόνος τὸν πλοῦτον, σπα‐ ράττεσθαι καὶ ἀγριαίνειν καὶ λυττᾷν· ὥστε πάντοθεν
5αὐτοῖς τὸ σκότος συνάγεται. Κἂν γὰρ εἰς εἰκόνα βλέ‐ ψωσι βασιλικὴν, οὐ θαυμάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱμάτιον, ἀλλὰ τή‐ κονται. Καὶ καθάπερ ὁ δύσερως ἐκεῖνος, κἂν εἰκόνα θεάσηται τῆς ἐρωμένης γυναικὸς, προσήλωται τῷ
10ἀψύχῳ· οὕτω καὶ οὗτος ἄψυχον ὁρῶν εἰκόνα τοῦ πλού‐ του, τὸ αὐτὸ πάσχει μειζόνως, ἅτε τυραννικωτέρῳ κατεχόμενος πάθει· καὶ χρὴ λοιπὸν ἢ μένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐμβαλόντα ἐπὶ τῆς ἀγορᾶς, μυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε· πολλὰ γὰρ τὰ λυποῦντα
15αὐτοῦ τοὺς ὀφθαλμούς. Καὶ καθάπερ ἐκεῖνος οὐδὲν ἕτερον ἢ τὴν γυναῖκα ὁρᾷ, οὕτω καὶ οὗτος πένητας μὲν καὶ τὰ ἄλλα πάντα παρατρέχει, ἵνα μηδὲ παρα‐ μυθίαν λάβῃ· πρὸς δὲ τοὺς εὐπόρους ἐνατενίζει τοὺς ὀφθαλμοὺς, πολὺν καὶ σφοδρὸν ἀπὸ τῆς ἐκείνων ὄψεως
20εἰς τὴν ἑαυτοῦ ψυχὴν εἰσάγων τὸ πῦρ. Πῦρ γάρ ἐστι χαλεπῶς κατεσθίον τὸν ἐμπεσόντα, καὶ εἰ μὴ γέεννα ἠπείλητο μηδὲ κόλασις, αὐτὰ τὰ παρόντα κόλασις ἦν, τὸ διηνεκῶς βασανίζεσθαι καὶ μηδέποτε πέρας εὑρίσκειν τοῦ νοσήματος. Καὶ ἤρκει καὶ ταῦτα μόνα
25πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν· ἀλλ’ οὐδὲν ἀνοίας χεῖ‐ ρον, ἣ καὶ τοῖς ἀθυμίαν φέρουσι πράγμασι καὶ κέρ‐ δος οὐδὲν προσηλῶσθαι παρασκευάζει. Διὸ πα‐ ρακαλῶ ἀρχόμενον ἐκκόπτειν τὸ πάθος. Καθάπερ γὰρ πυρετὸς παρὰ μὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα
30φλέγει τῇ δίψῃ τοὺς κάμνοντας, ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίατα διψᾷν παρασκευάζει λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐμφορηθῆναι τοῦ πόματος, οὗ σβέννυσιν, ἀλλ’ ἐκκαίει τὴν κάμινον· οὕτω καὶ ἐπὶ τούτου συμβαίνει τοῦ πάθους· ἂν παρὰ τὴν ἀρχὴν
35εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν μὴ κωλύσω‐ μεν μηδὲ ἀποκλείσωμεν τὰς θύρας, εἰσελθὸν λοιπὸν ἀνίατον ἐργάζεται τοῖς δεξαμένοις τὸ νόσημα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ ὅταν ἐπιπλεῖον ἡμῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται.
40 εʹ. Καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Καὶ γὰρ φυτὸν ἄρτι μὲν ἐντεθὲν ἐπὶ τῆς γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι, ἀλλὰ πολλῆς δεῖται τῆς μοχλείας· καὶ οἰκο‐ δομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ
45τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα· καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ δυσκόλως ἐλαύ‐ νεται. Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παρακαλῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυ‐

61

.

93

(50)

λάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι. Τοῖς δὲ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θελή‐ σωσιν ἐπιδοῦναι ἑαυτοὺς ἰατρῷ τῷ λόγῳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα τῇ τοῦ Θεοῦ χάριτι. Ἂν γὰρ τοὺς παθόντας καὶ περιπεσόντας τῷ νοσή‐
55ματι, καὶ ἀνενεγκόντας ἐννοήσωσι, χρηστὰς ἕξουσιν ἐλπίδας ὑπὲρ τῆς τοῦ νοσήματος ἀπαλλαγῆς. Τίς οὖν περιέπεσε τῷ νοσήματι τούτῳ, καὶ ἀπηλλάγη ῥᾳ‐ δίως; Ὁ Ζακχαῖος ἐκεῖνος. Τί γὰρ τελώνου μᾶλλον φιλοχρήματον γένοιτ’ ἄν; Ἀλλ’ ἀθρόον ἐγένετο φιλό‐
60σοφος, καὶ πᾶσαν ἔσβεσε τὴν πυράν. Ὁ Ματθαῖος ὁμοίως· καὶ γὰρ καὶ οὗτος τελώνης ἦν, ἐν ἁρπαγῇ διηνεκεῖ ζῶν. Ἀλλὰ καὶ οὗτος ἀθρόον ἀπεδύσατο τὴν βλάβην, καὶ τὸ δίψος ἔσβεσε, καὶ πραγματείαν μετῆλθε πνευματικήν. Τούτους τοίνυν καὶ τοὺς κατ’ αὐτοὺς
65ἐννοῶν, μηδὲ σὺ ἀπογνῷς. Ἂν γὰρ θέλῃς, δυνήσῃ
ταχέως ἀνενεγκεῖν. Καὶ εἰ βούλει, κατὰ τὸν τῶν ἰα‐Column end

61

.

94

τρῶν νόμον καὶ τὰ πρακτέα σοι μετὰ ἀκριβείας ὑπ‐ αγορεύσομεν. Δεῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπί‐ ζειν ἑαυτῶν τὴν σωτηρίαν· μετὰ τοῦτο μὴ τὰ τῶν
5κατωρθωκότων παραδείγματα μόνον, ἀλλὰ καὶ τὰ τῶν ἐναπομεινάντων παθήματα ἐνορᾷν. Ὥσπερ γὰρ ἐν‐ ενοήσαμεν τὸν Ζακχαῖον καὶ τὸν Ματθαῖον, οὕτω δὴ καὶ τὸν Ἰούδαν λογίσασθαι χρὴ, καὶ τὸν Γιεζῆ, καὶ τὸν Ἄχαρ, καὶ τὸν Ἀχαὰβ, καὶ τὸν Ἀνανίαν, καὶ τὴν
10Σάπφειραν· ἵνα δι’ ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβά‐ λωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν· καὶ παιδεύσωμεν ἑαυτοὺς λέγειν, ἃ τότε τῷ Πέτρῳ προσελθόντες ἔλεγον οἱ Ἰουδαῖοι· Τί δεῖ
15ποιεῖν ἵνα σωθῶμεν; καὶ ἀκουέτωσαν ἃ χρὴ ποιεῖν. Τί οὖν χρὴ ποιεῖν; Εἰδέναι τὴν εὐτέλειαν τῶν πρα‐ γμάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώμων ἐστὶν ὁ πλοῦτος, καὶ μυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα αὐτοῖς συνεχῶς ἐπᾴδω‐
20μεν ῥήματα. Καὶ καθάπερ ἰατροὶ τοὺς κάμνοντας ψυχρὸν αἰτοῦντας παραμυθοῦνται, παρέχειν λέγον‐ τες, καὶ πηγὴν προφασιζόμενοι καὶ ἄγγος καὶ καιρὸν καὶ πολλὰ τοιαῦτα (ἂν γὰρ ἀθρόον ἀνανεύσωσιν, ὑπὸ τῆς μανίας αὐτοὺς ἀγριοῦσθαι παρασκευάζουσι)·
25οὕτω δὴ καὶ ἡμεῖς πρὸς τοὺς φιλοχρημάτους ποιῶ‐ μεν· καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόμεθα, μὴ λέγωμεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συν‐ θώμεθα, καὶ εἴπωμεν, ὅτι καὶ ἡμεῖς τοῦτο βουλόμε‐ θα, ἀλλ’ ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ,
30ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλε‐ γόμενον, καὶ μὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς· καὶ τοὺς περὶ φιλοσοφίας λόγους εἰς μέσον ἄγωμεν, καὶ λέγωμεν, ὅτι Οὐ κελεύομεν μὴ πλουτεῖν, ἀλλὰ κακῶς μὴ πλουτεῖν· ἔξεστι γὰρ πλουτεῖν, ἀλλὰ χωρὶς
35πλεονεξίας, χωρὶς ἁρπαγῆς καὶ βίας καὶ τοῦ παρὰ πάντων ἀκούειν κακῶς. Καὶ τούτοις αὐτοὺς προλεαί‐ νοντες τοῖς λόγοις, μηδέπω περὶ γεέννης διαλεγώ‐ μεθα· οὐ γὰρ ἀνέχεται ὁ κάμνων εὐθέως τῶν τοιού‐ των ῥημάτων. Διόπερ ἀπὸ τῶν παρόντων ἅπαντας
40τοὺς περὶ τούτων ποιώμεθα λόγους, καὶ λέγωμεν Τί βούλει ἀπὸ πλεονεξίας πλουτεῖν; ἵνα ἑτέροις μὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι μυρίαι; καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται,
45καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέ‐ ρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στεν‐ ωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων; Πῶς γὰρ ἂν καθευ‐ δήσειε λοιπὸν, ὑπὸ τῆς γαστρὸς δακνόμενος, ἀγρυ‐

61

.

94

(50)

πνῶν, λιμῷ πολιορκούμενος, πάγου πολλάκις ὄντος καὶ ὑετοῦ καταφερομένου; Καὶ σὺ μὲν ἐκ βαλανείου λελουμένος ἐπανέρχῃ, μαλακοῖς θαλπόμενος ἱματίοις, γεγηθὼς καὶ χαίρων, καὶ ἐπὶ δεῖπνον ἕτοιμον τρέχων πολυτελές· ἐκεῖνος δὲ πανταχοῦ κατὰ τὴν ἀγορὰν
55ὑπὸ τοῦ κρυμοῦ καὶ τοῦ λιμοῦ συνεχῶς ἐλαυνόμενος, περιέρχεται συγκεκυφὼς καὶ χεῖρας προτείνων· καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐμπεπλησμένῳ καὶ ἀναπεπαυ‐ μένῳ ῥήματα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τρο‐ φῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν. Ὅταν
60οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαμπρὸν, ὅταν ἑτοίμη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναμνήσθητι τοῦ ταλαιπώ‐ ρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύ‐
νας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ,93

61

.

95

καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκ εἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ’ εἰς εὐνὴν, ἀλλ’ εἰς στιβάδα χόρ‐ του, καθάπερ τοὺς κύνας ὁρῶμεν δι’ ὅλης λυττῶντας νυκτός. Καὶ σὺ μὲν, κἂν μικράν τινα σταγόνα κατ‐
5ενεχθεῖσαν ἀπὸ τῆς στέγης ἴδῃς, πάντα ἀνατρέπεις τὸν οἶκον, οἰκέτας καλῶν, πάντα κινῶν· ἐκεῖνος δὲ ἐν ῥακίοις καὶ χόρτῳ καὶ πηλῷ κείμενος, ἅπαντα ὑπο‐ μένει τὸν κρυμόν. ϛʹ. Ποῖον οὖν θηρίον τούτοις οὐκ ἂν κατακλασθείη
10τοῖς πράγμασι; τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος; Ἀλλὰ γὰρ εἰσί τι‐ νες, οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκουσιν, ὡς καὶ λέγειν ἄξια πάσχειν αὐτούς. Δέον γὰρ ἐλεεῖν καὶ δα‐ κρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, οἱ δὲ καὶ κατ‐
15ηγοροῦσιν ὠμῶς καὶ ἀπανθρώπως αὐτῶν· οὓς ἡδέως ἂν ἐροίμην· Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ μοι; ὅτι τρέφεσθαι βούλονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ’ ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπατα‐ λᾷς; τί δὲ, οὐκ ἐργασίαν πολλάκις πάσης ἀργίας χα‐
20λεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν; Βέλτιον ἦν, εἰ καὶ σὺ ἤργεις τοιαύτην ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον. Νῦν δὲ καὶ ἀλλοτρίαις ἐπεμβαίνεις συμφοραῖς, οὐ μόνον ἀργῶν, οὐδὲ μόνον ἀργίας χαλεπωτέραν ἐργα‐
25σίαν μετιὼν, ἀλλὰ καὶ κατηγορῶν τῶν δυσημερούν‐ των. Διηγώμεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συμφο‐ ρὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττομένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκή‐
30τους τῶν γυναικῶν, τὰς ἀθρόους μεταβολὰς τῶν πλου‐ τούντων, καὶ τῷ φόβῳ τούτῳ καταμαλάττωμεν αὐτῶν τὴν διάνοιαν. Ἐν γὰρ τοῖς περὶ ἑτέρων διηγήμασι πείσομεν αὐτοὺς ταῦτα δεδοικέναι πάντως καὶ περὶ ἑαυτῶν. Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς
35πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος μυρία ὑπέμεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέμου πάντοθεν ἠρμένου κατὰ τῆς οἰκίας τῆς ἐκεί‐
40νου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσ‐ δοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δε‐ δοικὼς μήποτε τὰ αὐτὰ ὑπομείνωσι, σωφρονέστερος
ἔσται. Πολλῶν δὲ ἡμῖν τοιούτων διηγημάτων ὁ βίοςColumn end

61

.

96

ἐμπέπλησται, καὶ οὐκ ἀπορήσομεν τῆς τοιαύτης διορ‐ θώσεως. Ὅταν δὲ ταῦτα λέγωμεν, μὴ ὡς παραινοῦν‐ τες μηδὲ ὡς συμβουλεύοντες αὐτὰ λέγωμεν, ἵνα μὴ φορτικώτερος γένηται ὁ λόγος, ἀλλ’ ὡς ἐν τάξει δι‐
5ηγήματος· καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα· πῶς ἡ τοῦ δεῖνος οἰκία λαμπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε· πῶς
10οὕτως ἔρημός ἐστιν, ὡς εἰς ἑτέρων ἐλθεῖν χεῖρας τὰ ἐν αὐτῇ πάντα· πόσα δικαστήρια καθ’ ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα· πόσοι τῶν οἰκετῶν ἐκείνου, οἱ μὲν ἐπαι‐ τοῦντες, οἱ δὲ τὸ δεσμωτήριον οἰκοῦντες ἀπέθανον·
15καὶ ταῦτα πάντα ὡς ἐλεοῦντες τὸν ἀπελθόντα λέγω‐ μεν, καὶ ὡς τὰ παρόντα ἐξευτελίζοντες, ἵνα καὶ τῷ φόβῳ καὶ τῷ ἐλέῳ καταμαλάξωμεν τὴν ἀπηνῆ διά‐ νοιαν· καὶ ὅταν συσταλέντας ἴδωμεν τοῖς διηγήμασι τούτοις, τότε λοιπὸν αὐτοῖς καὶ τὸν περὶ τῆς γεέν‐
20νης ἐπεισάγωμεν λόγον, μὴ ὡς τούτους φοβοῦντες, ἀλλ’ ὡς ἑτέρους ἐλεοῦντες· καὶ λέγωμεν· Καὶ τί χρὴ λέγειν τὰ παρόντα; οὐδὲ γὰρ μέχρι τούτων ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταμὸς πυρὸς καὶ σκώληξ ἰοβό‐
25λος καὶ σκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις. Ἂν τούτοις αὐτοὺς κατεπᾴδωμεν τοῖς διηγήμασι, καὶ ἡμᾶς αὐτοὺς κἀκείνους διορθώσομεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξομεν, καὶ κατὰ τὴν ἡμέ‐ ραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξομεν, καθάπερ
30καὶ ὁ Παῦλός φησι· Καὶ τότε ὁ ἔπαινος ἑκάστου γενήσεται ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ παρὰ ἀνθρώ‐ ποις καὶ διαῤῥεῖ καὶ ἔστιν ὅτε οὐκ ἀπὸ ἀγαθῆς πολ‐ λάκις γίνεται διανοίας· ὁ δὲ παρὰ τοῦ Θεοῦ καὶ μέ‐ νει διηνεκῶς καὶ διαλάμπει σαφῶς. Ὅταν γὰρ ὁ τὰ
35πάντα εἰδὼς πρὶν γενέσεως, καὶ πάθους ἐκτὸς ὢν ἐπαινῇ, τότε καὶ ἀναμφισβήτητός ἐστι τῆς ἀρετῆς ἡ ἀπόδειξις. Ταῦτα οὖν εἰδότες, τοιαῦτα πράττωμεν ὡς παρὰ τοῦ Θεοῦ ἐπαινεῖσθαι, καὶ τῶν μεγίστων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,
40χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

61

.

95

(44)

ΟΜΙΛΙΑ ΙΒʹ.
45Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ταῦτα

61

.

95

(50)

ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλου‐ μένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχω‐ ρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιά‐ σας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ
55κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. Διὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετ‐ εσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθά‐ περ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον
τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμεναColumn end

61

.

96

(45)

σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢ τὸν παιδ‐ αγωγὸν καλέσαντες οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύου‐ σιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸς ἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων

61

.

96

(50)

ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο,
55τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονομία. Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐμοὶ
60δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ·95

61

.

97

καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολ‐ λώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε. Διά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημά‐ τισα δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ
5γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ’ ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ’ ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν. Τί δέ ἐστι
10τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπαν‐
15ίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυ‐ τὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυ‐ σιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκά‐
20λους ἀφεὶς, τοῖς μαθηταῖς ἐπιτιμᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυμεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπη‐ ρωμένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ μὴ καρπούμενοι τὴν
25δόξαν, ἀλλ’ ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκο‐ λώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσαν πρὸς τὸ λῦσαι τὸ νόσημα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν μὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ
30ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν. Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα· ἄλλως γὰρ οὐ γίνεται
35ὑψηλότερον ἕτερον ἑτέρου μέλος, ἀλλ’ ἢ ὅταν οἴδημα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώματι τῆς Ἐκκλη‐ σίας ὁ φλεγμαίνων καὶ φυσιούμενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συμμετρίαν. Τοῦτο γάρ ἐστιν οἴδημα. Οὕτω καὶ ἐν τῷ σώματι γίνεται,
40ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυμὸς, ἀλλὰ μὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυ‐ σημένον ὄγκον ἔχει πνεύματος ἐμπεπλησμένον χυμοῦ
45διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκ‐ κόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ μὴ εἰς ἑτέρου λύμην. Οὐ γὰρ ἵνα κατ’ ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ’ ἵνα πάντες ἀλλήλοις

61

.

97

(50)

συναπτώμεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπί‐ κειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισμένους ἓν σῶμα ἐργάσηται· εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατό‐ πεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλή‐ ρωσε. Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ
55ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιμασία, βάσανος ἀκριβής; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι
60ψηφίζονται, ἀλλ’ οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶμεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χά‐ ρισμα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν μέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκο‐
θεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν97

61

.

98

ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ’ ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι μετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις. βʹ. Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ
5Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλή‐ σεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημά‐ των, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ’ αὐτὸς ἀπὸ
10σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ’ ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; Διὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ’ ἐκείνου ἔλαβες· εἰ δὲ παρ’ ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ
15δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; Διὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ
20ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευμα‐ τικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐν‐
25ταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκο‐ ρεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐ‐ δενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νο‐ μίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη
30κεκορεσμένοι ἐστέ. Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν. Διὸ καὶ κωμῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν
35τῷ μέλλοντι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νομίζειν πλου‐ τεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νομίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ
40ἐν προοιμίοις ὄντας ὡς τοῦ τέλους ἐπειλημμένους μέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει μᾶλ‐ λον. Εἰπὼ γὰρ, Ἤδη κεκορεσμένοι ἐστὲ, ἐπήγα‐ γεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύ‐ σατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς
45ὑμῖν συμβασιλεύσωμεν. Πολλῆς γέμει τῆς βαρύ‐ τητος ὁ λόγος. Διὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεμνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν μετὰ τὰς κατ‐ ηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήματα. Καὶ

61

.

98

(50)

γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι μειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίας μέλλουσαν γί‐ νεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυμαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο μάλιστά
55ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τομὴν βα‐ θυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόμενον παρασκευάζει χαλεπώτερον τεμνόμενον καρτερῆσαι μειζόνως. Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Πολλὴ ἔμφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ
60πρὸς τοὺς μαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δεί‐
κνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό99

61

.

99

ἐστιν· Ἐν μὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡμῖν καὶ ὑμῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑμεῖς πρῶτοι. Ἀλλ’ οὐκ ἀλγῶ ταῦτα λέ‐ γων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύ‐
5σατε. Εἶτα, ἵνα μὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπ‐ ήγαγεν· Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡμεῖς τούτων ἐπετύχομεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁμοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεμονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώ‐
10μην; Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι’ ὧν ἐπ‐ άγει λέγων· Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανα‐ τίους. Πολλὴν τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐνδεί‐ κνυται πάλιν τῷ εἰπεῖν, Ἡμᾶς. Καὶ οὐδὲ τούτῳ
15ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐ‐ τῶν καθικνούμενος· Ἡμᾶς, φησὶ, τοὺς ἀποστό‐ λους· τοὺς τὰ μυρία ὑπομένοντας κακὰ, τοὺς σπεί‐ ροντας τὸ κήρυγμα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φι‐ λοσοφίαν ταύτην ὑμᾶς ἄγοντας· τούτους ἐσχάτους
20ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδί‐ κους. Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡμεῖς ὑμῖν συμ‐ βασιλεύσωμεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καί φησι· Δοκῶ γὰρ, ὅτι ὁ
25Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατε, οἱ πάντων ἀτιμότεροι καὶ οἱ κατάδικοι ἡμεῖς ἐσμεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλή‐ μεθα· ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ
30ἔπαθλα φαντάζεσθε. Βουλόμενος δὲ εἰς πλείονα ἀτο‐ πίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ’ ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡμεῖς ἐσμεν ἔσχατοι, ἀλλ’, Ὁ Θεὸς ἡμᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε
35καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συν‐ ειδῇ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος. γʹ. Καὶ ὅρα Παύλου σύνεσιν. Ἀφ’ ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεμνὸν δείκνυσι καὶ μέγαν
40ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν. Τοσοῦτόν ἐστι μετὰ τοῦ προσ‐ ήκοντος καιροῦ πάντα ποιεῖν. Ἐπιθανατίους δὲ ἐν‐ ταῦθα τοὺς καταδίκους λέγει, καὶ μυρίων θανάτων ἀξίους. Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ
45ἀγγέλοις καὶ ἀνθρώποις. Τί ἐστι, Θέατρον ἐγενή‐ θημεν τῷ κόσμῳ; Οὐκ ἐν γωνίᾳ μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν, φησὶν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τί δέ ἐστι, Καὶ ἀγγέ‐ λοις; Ἀντὶ τοῦ, Ἔστι μὲν ἀνθρώποις εἶναι θέατρον,

61

.

99

(50)

μηκέτι δὲ ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γινόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. Ὅρα ἀφ’ ὧν ἑαυτὸν ἐξευτελίζει, πῶς πάλιν μέγαν δείκνυσιν· ἀφ’ ὧν δὲ ἐκεῖνοι μέγα φρονοῦσι, πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ
55γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτί‐ μους εἶναι τοῦ ἐνδόξους καὶ περιφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ μὲν ἐκείνοις μέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων
60ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν. Οὐ γὰρ πρὸς ἀνθρώπους ἡμῖν ἡ πάλη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἀσωμάτους δυνά‐
μεις. Διὰ τοῦτο καὶ μέγα θέατρον κάθηται. ἩμεῖςColumn end

61

.

100

μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε, δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι τὰ ἐναντία, καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων
5ἀπέχοντα συνελθεῖν. Πῶς γὰρ ἔνι, φησὶν, ὑμᾶς μὲν φρονίμους εἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χρι‐ στὸν πράγμασιν; Ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιμάζοντο καὶ οὐδὲν εἶναι ἐνομίζοντο, ἐκεῖνοι δὲ τιμῆς ἀπέλαυον, καὶ σοφοί
10τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, διὰ τοῦτο ταῦτά φησιν, ὅτι Πῶς ἔνι τοὺς τὰ τοιαῦτα κη‐ ρύττοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι; Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Τουτέστιν, Ἡμεῖς ἐλαυνόμεθα, διωκόμεθα· ὑμεῖς δὲ ἀδείας
15ἀπολαύετε καὶ θεραπείας πολλῆς. Ἀλλ’ οὐκ ἀνέχε‐ ται τοῦ κηρύγματος ἡ φύσις. Ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔνδοξοι. Ἐνταῦθα πρὸς τοὺς εὐγενεῖς ἀποτείνε‐ ται καὶ μέγα φρονοῦντας ἐπὶ τοῖς ἔξωθεν. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνη‐
20τεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί. Τουτ‐ έστιν, Οὐ παλαιὰ διηγοῦμαι πράγματα, ἀλλ’ ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. Τῶν γὰρ ἀνθρω‐ πίνων ἡμῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφα‐
25νείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶμεν μόνον· ὃ δὴ καὶ ἡμᾶς πράττειν πανταχοῦ ἀναγκαῖον. Οὐ γὰρ δὴ ἄγ‐ γελοι θεωροῦσι μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων ὁ ἀγω‐ νοθέτης. Μὴ τοίνυν ἑτέρων δεόμεθα ἐπαινετῶν. Τοῦτο γὰρ ἐκεῖνόν ἐστιν ὑβρίσαι, ὅταν ὡς οὐκ ἀρκοῦντα
30πρὸς τὸ θαυμάσαι παρατρέχοντες, ἐπὶ τοὺς συν‐ δούλους σπεύδωμεν. Καθάπερ γὰρ οἱ ἐν μικρῷ θεά‐ τρῳ ἀγωνιζόμενοι μέγα ζητοῦσιν, ὡς οὐκ ἀρκοῦντος αὐτοῖς πρὸς ἐπίδειξιν ἐκείνου· οὕτω καὶ οἱ ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ἀγωνιζόμενοι, εἶτα τὴν παρὰ
35ἀνθρώποις ζητοῦντες εὐφημίαν, τὴν μείζονα ἀφέντες καὶ τῆς ἐλάττονος ἐφιέμενοι, μεγάλην ἑαυτοῖς ἐπι‐ σπῶνται κόλασιν. Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν,
40κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ’ ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδού‐ λοις εὐδοκίμησιν· κἀν τοῖς ἐναντίοις πάλιν αὐτοῦ κα‐ ταφρονήσαντες, ἀνθρώπους δεδοίκαμεν. Καίτοι γε αὐτοὶ μεθ’ ἡμῶν στήσονται ἐπὶ τοῦ βήματος ἐκείνου,
45οὐδὲν ἡμᾶς ὠφελοῦντες· ὁ δὲ Θεὸς, οὗ καταφρονοῦμεν νῦν, αὐτὸς οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ’ ὅμως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναμεν, ὅπερ ἐστὶν ἁμάρτημα πρῶτον. Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέ‐

61

.

100

(50)

γηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς· τοῦ Θεοῦ δὲ ὁρῶντος, οὐχὶ μοιχεύουσιν οὐδὲ πορνεύουσι μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ χαλεπώτερα πολλοὶ τετολμήκασι καὶ τολμῶσι. Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν μυρίους ἄνω‐
55θεν σκηπτοὺς κατενεγκεῖν; Καὶ τί λέγω μοιχείας καὶ πορνείας; Τὰ γὰρ πολλῷ τούτων ἐλάττω ἐπὶ μὲν ἀνθρώπων δεδοίκαμεν πράττοντες· Θεοῦ δὲ ὁρῶντος, οὐκέτι. Διὰ δὴ τοῦτο πάντα ἐτέχθη τὰ κακὰ, ὅτι ἐν τοῖς ὄντως κακοῖς οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώ‐
60πους αἰδούμεθα. Διά τοι τοῦτο καὶ τὰ ὄντως ἀγαθὰ, οὐ δοκοῦντα εἶναι τοιαῦτα τοῖς πολλοῖς, φεύγομεν, οὐ τὴν τῶν πραγμάτων ἐξετάζοντες φύσιν, ἀλλὰ πρὸς τὴν δόξαν τῶν πολλῶν ἀποβλέποντες.
δʹ. Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πά‐101

61

.

101

λιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη
5αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωμεν (δεῖ γὰρ ἀπὸ τῶν εἰρημένων ἄρξασθαι), ἀνθρώπους φοβούμεθα μᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθή‐ καμεν ἐκείνοις, καὶ δεσπότας ἡμῶν αὐτοὺς ἐποιήσα‐ μεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ
10εἶναι κακὰ οὐκ ὄντα κακὰ, κἀκεῖνα φεύγομεν πάλιν ὁμοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγομεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσμεθα, ἀλλ’ ἐπειδὴ τοῖς δεσπόταις ἡμῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀ‐
15κείνους δεδοίκαμεν. Πάλιν τὸ ἀτιμάζεσθαι καὶ εὐκα‐ ταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁμοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτε‐ λείας. Τοῦτο πάλιν φεύγομεν, οὐδὲ αὐτοῦ καταγινώ‐ σκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡμῶν ψῆφον.
20Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑπομένομεν λύ‐ μην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκομεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγμάτων ἐπισκεψάμενοι φύσιν ὅτι καλὴ, ἀλλ’ ἀπὸ τῆς δόξης
25τῶν δεσποτῶν ἡμῶν πεπεισμένοι. Δεσπότης γὰρ ἡμῶν ὁ δῆμός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠμὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ’ ἡμῶν, ἀλλ’ ἀρκεῖ μόνον ἡμᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγματος
30εἴκομεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήμεθα. Καὶ ὁ μὲν Θεὸς καθ’ ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡμέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ’ ἀρ‐ κεῖ μόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούο‐
35μεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώ‐
40πους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ’ ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξό‐ μεθα. Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, μὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώματα, ἀλλ’ ἀρκού‐
45μενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοις λόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄν‐ θρωπος ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν σοὶ κεῖται καὶ τὴν

61

.

101

(50)

κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος ματαιότητι ὡμοιώ‐ θη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ
55τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης. Ἀλλ’ οὐχ ὁ Θεὸς οὕτως, ἀλλ’ ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν κα‐ ταφεύγειν· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλ’ ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου μάλιστα πάντων, καὶ αὐτοῦ
60σοῦ μᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυ‐ μαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγομεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ μιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ μᾶλλον αὐτὸν ἐλέη‐ σον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον
65αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς δια‐
νοίας ὄμματα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκου‐Column end

61

.

102

σαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ’ ἀγαθόν σε λέγει καὶ χρηστόν; Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νό‐
5μιζε. Βούλει μαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρμέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ μὲν μεμηνότων καὶ ἐξεστηκότων, αἱ δὲ παίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ σοι κρίσεις οὐχὶ τὰς τοῦ δήμου μόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούν‐
10των εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νομοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν; Ἀλλ’ ὅμως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν
15τῶν νόμων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξε‐ ται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ’ αὐτῶν τιμωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων
20δίκην ἔδωκέ ποτε παρ’ ἐκείνοις. Τὸ μεθύειν καὶ γα‐ στρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ
25σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυ‐ ραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παρα‐ λύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθε‐ τῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα. εʹ. Τί ταύτης τῆς μανίας χεῖρον; Τῆς οὖν εὐφημίας
30τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύμα‐ ζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύ‐ πτεσθαι, παρ’ ἀνθρώπων οὕτω διεφθαρμένων τὰς κρί‐ σεις κροτούμενον; Πάλιν βλασφημία τοῖς νομοθέταις
35οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασ‐ φημήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέ‐ δωκεν. Ἀλλ’ ἐὰν μὲν τὸ ἱμάτιόν τις κλέψῃ, ἢ βαλάν‐ τιον διατέμῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θα‐ νάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφημῶν,
40οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νομοθετῶν. Κἂν δού‐ λην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόμοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς. Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα μὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ
45καὶ νομοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέα‐ τρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευμένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸν δῆμον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς

61

.

102

(50)

μεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυμάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιμῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν
55καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρα‐ νοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίμην· Δει‐ νὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόμους, καὶ παρα‐ νόμους εἰσάγεσθαι μίξεις; πάντως ἐροῦσιν, ὅτι δει‐
60νόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόμημα τοῦτο. Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις μόνον, ἀλλὰ καὶ τιμᾷς μυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολμῶντας κο‐
λάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς103

61

.

103

πόλεως, καὶ χρήματα ἀναλίσκεις, καὶ ἐκ τῶν δημο‐ σίων αὐτοὺς τρέφεις δαπανημάτων. Ἀλλ’ ἄτιμοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίμων τοὺς βασιλέας τιμᾷς; τί δὲ τὰς πόλεις
5ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιμοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίμους. Τίνος δὲ ἕνεκεν ἀτίμους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς; Δηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς μὲν κατεγνωκὼς ἀτίμους ποιεῖς, ὡς δὲ ἐντίμους
10τρέχεις ὀψόμενος, καὶ θαυμάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς μαγγανείας τὰς ἐν ταῖς ἱπποδρομίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁμίλλαις; Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας μεστὰ, παιδεύει τὸν δῆμον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠμὸν καὶ
15ἀπάνθρωπον τρόπον, καὶ γυμνάζει ὁρᾷν ἀνθρώπους σπαραττομένους καὶ αἷμα καταῤῥέον καὶ θηρίων ὠμότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νομοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήματα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυμάζουσι. Ἀλλ’, εἰ
20βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς μὲν καὶ ὁμολογου‐ μένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νομοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεμνὰ προστάγματα ἔλθωμεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρ‐ μένα. Ὁ γὰρ γάμος πρᾶγμα τίμιον εἶναι δοκεῖ καὶ
25ἡμῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίμιον· ἀλλὰ γάμων τελουμένων, τοσαῦτα καταγέλαστα γίνεται πράγματα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγι‐ νώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ’ ἑτέρων δέονται τῶν
30διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύμβαλα καὶ αὐλοὶ καὶ ῥήματα καὶ ᾄσματα αἰσχρὰ καὶ μέθαι καὶ κῶμοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός. Καὶ οἶδα μὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαμβανόμενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς
35πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόμους μετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ πα‐ ραλογισμός· ἀλλ’ ὅμως οὐ παύσομαι ταῦτα λέγων. Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ’ ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι
40μεθ’ ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ’ ἐκείνων γέλωτα δα‐ κρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαμευθεῖσαν διόλου, καὶ μαθοῦσαν αἰδεῖ‐ σθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν
45ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιμίων τοῦ γά‐ μου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέμνοις ἀνδράσι καὶ πόρνοις καὶ μαλακοῖς εἰς μέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύμφῃ κακὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης; Ἀναισχυντία,

61

.

103

(50)

ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν. Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δα‐ πανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ μυ‐ ρία κακά. Καὶ μή μοι λέγε τὴν συνήθειαν. Εἰ μὲν
55γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ μοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι; Οὐδαμῶς. Διὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην
60οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι; Μὴ γένοιτο· οὐχ οὕτω μαίνομαι, ἀλλὰ τὰ κακῶς
ἐπισυρόμενα τῷ γάμῳ, τὰ ἐπιτρίμματα, τὰς ὑπο‐Column end

61

.

104

γραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολ‐ λοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ μέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυμάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο;
5Ἂν μὲν γὰρ σώφρων ᾖ, μόλις διαφεύξεται τὴν πο‐ νηρὰν ὑποψίαν· εἰ δὲ ἠμελημένη, ταχέως καὶ ἁλώσε‐ ται, ἀφορμὴν ἀσελγείας λαβοῦσα τὴν ἡμέραν ἐκείνην. Ἀλλ’ ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων
10οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοι‐ νὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡμῶν καταγνώ‐
15σονται· ἀλλ’ οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρ‐ δος. Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ μεθύοντας ἄνδρας
20καὶ κεκαρωμένους καὶ πεπυρωμένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷν παρασκευάζουσι παρθενικῆς. Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παρα‐ πέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπι‐
25δείκνυσθαι, δι’ ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦν‐ τες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ. Καὶ οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ μετὰ αἰσχρῶν ῥημάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόμος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι
30τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγ‐ γονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα· καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύμφη, τοιαῦτα μὲν ὁρῶ‐
35σα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅμιλλά τίς ἐστι δια‐ βολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥημά‐ των φιλοτιμίᾳ, δι’ ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη
40καὶ μείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα μὲν ὅτι φορτικός τίς εἰμι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου. Διὰ γὰρ τοῦτο πεν‐ θῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόμισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ μοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι,
45τὸ παρὰ πάντων ἀτιμάζεσθαι μετὰ τῆς νύμφης; Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημο‐ νῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλ‐

61

.

104

(50)

λωπίζῃ; καὶ πόσης ταῦτα μανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγμά ἐστι, φησί. Διὰ γὰρ τοῦτο θρηνεῖν μάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγμα κατέκλεισεν ὁ διάβολος. Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον
55ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορ‐ νείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ μὴ παν‐ ταχοῦ, ἀλλ’ ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα
60καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγμα‐ τίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς. Εἶτ’ ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα μηδὲ τὸ σκότος παραπέτασμα ᾖ τῶν κακῶν τού‐
των, ἐπεισάγονται λαμπάδες πολλαὶ οὐκ ἐῶσαι λαν‐105

61

.

105

θάνειν τὴν ἀσχημοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βού‐ λεται; τί δὲ ἡ μέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζό‐ μενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ’ ὑπὸ τῆς
5σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυ‐ φάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας
10ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρω‐ μένης; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ
15ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφω‐ νίᾳ. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, πόθεν μοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάμων; Ἀλλ’ οὐκ
20εὐγενεῖς οὐδὲ εὐσχήμονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐμοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐμοῦ τὸν νόμον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόμενα, ἔασον κἀ‐ κείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύ‐
25νης ἐπιμελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ μοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιμοτέρα; Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίημί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύ‐
30ταις ἐπιτετράφθαι ἐχρῆν. ηʹ. Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον· ἀλλ’ ἀρκεῖ εἰς κα‐ ταφρόνησιν τὸ εἰπεῖν, ὅτι Δοῦλός ἐστι καὶ εἰσὶ θερα‐ παινίδες· καίτοι γε καθ’ ἑκάστην ἡμέραν ἀκούοντες,
35ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος. Σὺ δὲ ἵππου μὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε μὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁμοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ μετὰ ταῦτα;
40Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουμένων· πολλάκις δὲ καὶ ζημίαν τίκτεσθαι μεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίμων τινῶν ἀπολλυμένων χρυσίων. Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐ‐
45τὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλω‐ τος γέμοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι

61

.

105

(50)

πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συμβῇ πολλάκις αὐτὸ ἄωρον ὑποστῆναι θάνα‐ τον (συμβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδας ἀνοήτους διέπαιξε.
55 Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στή‐ μονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ’ ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος μὲν καταπε‐
60φρόνηται ὁ τὴν οἰκουμένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ
καταστρέψας τὴν δύναμιν· κρόκη δὲ καὶ στήμων καὶColumn end

61

.

106

τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμ‐ πιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγε‐ λαστότερον ἕτερον; Ἀλλὰ μηδεὶς ἀκαιρίαν ἡμῶν καταγινωσκέτω, εἰ καὶ μέχρι τούτων πρόεισιν ὁ
5λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόμενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ μολῦναι χεῖρας. Τί δήποτ’ οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ μη‐ δὲν μὲν εἶναι δοκεῖ (διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον
10αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλμὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ
15τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνά‐ μεως, ἡλίκην ἔχει τὴν ἰσχύν! Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ μοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ μικρὸν ἐπεισάγει τὰς
20παρ’ ἑαυτοῦ μηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων; διὰ τί μὴ καὶ ὅλον βορβοροῖς τὸ σῶμα; εἰ γὰρ ἐπὶ τοῦ
25μετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωμῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν μόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωμένους. Καὶ τὸ μὲν παρ’ Ἕλλησι ταῦτα γίνεσθαι, θαυμαστὸν
30οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ’ ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε μύρῳ ἐτίμησε πνευματικῷ, καὶ σὺ βορβόρῳ μολύνεις τὸ
35παιδίον; ὁ Θεός σε ἐτίμησε, σὺ δὲ σαυτὸν ἀτιμάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα μικρὰ εἶναι δοκεῖ, μανθανέτωσαν, ὅτι μεγάλων
40ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ μικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ μοι, τοῦ καλύ‐ πτεσθαι ἄνθρωπον τὴν κεφαλὴν μικρότερον, Ἀλλ’ ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ μεθ’ ὅσης ἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων,
45καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόμενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ μετώπου σφρα‐

61

.

106

(50)

γῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, μὴ, ἀδελ‐ φοὶ, ἀλλ’ ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περι‐ φράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο
55ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν. Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατα‐ νικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ’ ἕκαστον ἐκφορᾶς τὰς οἰ‐
60μωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τά‐ φοις ἄνοιαν, τὴν περὶ τὰ μνήματα σπουδὴν, τὸν ἄκαι‐ ρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσμὸν, τὰς τῶν ἡμερῶν παρατηρήσεις, τῶν εἰσόδων
καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ μοι, τὴν δόξαν θη‐107

61

.

107

ρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸν ἀκοί‐ μητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκεί‐
5νου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗ‐
τοι μὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡμᾶς ὠφελῆσαιColumn end

61

.

108

δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλου‐ σαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐
5θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

107

(8)

ΟΜΙΛΙΑ ΙΓʹ. Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦ‐
10 θεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρό‐ νιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. αʹ. Πολλῆς βαρύτητος τὸν λόγον ἐμπλήσας, ὃ πάσης κατηγορίας μείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα
15μεταχειρίζει μετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶ εἰπὼν, ὅτι Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡμᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανα‐ τίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέ‐ γων· Ἡμεῖς μωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιμοι, καὶ
20πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐρ‐ γαζόμενοι ταῖς ἰδίαις χερσίν· ἅπερ ἦν δείγματα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ’ ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις μέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ
25δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιμᾶσθαι. Βουλόμε‐ νος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύ‐ νεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων· Χω‐ ρὶς ἡμῶν ἐβασιλεύσατε. Ἐγὼ μὲν γὰρ λέγω, φη‐
30σὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιμῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρί‐ ζεσθαι, ἅπερ ἡμεῖς πάσχομεν. Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ (τοῦτο δὲ εἰρωνευόμενος λέγει), ὑμεῖς μὲν οἱ μαθηταὶ καὶ ἐβα‐
35σιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστο‐ λοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπι‐ θανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μω‐
40ροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγ‐
45μα. Ἀλλ’ οὕτω μὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε μὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω μεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλα‐ νᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νου‐

61

.

107

(50)

θεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκο‐ νον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλί‐ ψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς· ὑμεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ’ οὕτως ἂν μᾶλλον καὶ προσέστη τὰ λεγόμενα αὐτοῖς, ὡς ἐγκώμια τῶν ἀπο‐
55στόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργά‐ σατο, ὡς διαβαλλομένους ἐπὶ ῥᾳθυμίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν. Διὰ τοῦτο τοῦτον μὲν τὸν τρόπον οὐ μεθοδεύει τὰ εἰρημένα, ἑτέρως δὲ, πληκτικώτερον
μὲν, ἀνεπαχθέστερον δέ. Διὸ καὶ οὕτω προάγει τὸνColumn end

61

.

108

(9)

λόγον κατ’ εἰρωνείαν, λέγων· Ὑμεῖς δὲ ἰσχυροὶ καὶ
10ἔνδοξοι. Ὡς εἰ μὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν μὲν μωρὸν νομίζεσθαι, τὸν δὲ φρόνιμον, καὶ τὸν μὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγματος μὴ ἀπαιτοῦντος θάτερα. Εἰ μὲν γὰρ ἐξῆν τοὺς μὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα
15λόγον τὰ παρ’ ὑμῶν λεγόμενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ μὴ, ἀνάγκη ὑμᾶς ἡμῶν προτετιμῆ‐ σθαι παρὰ τῷ Θεῷ, ὑμᾶς τοὺς μαθητὰς τῶν διδασκά‐ λων καὶ μυρία παθόντων. Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴ‐
20ποι, λείπεται τὰ ἡμέτερα ὑμᾶς διώκειν. Καὶ μὴ μέ τις, φησὶν, οἰέσθω τὰ παρελθόντα λέγειν μόνον· Μέ‐ χρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦ‐ τον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ μίαν ἡμέραν καὶ
25δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νι‐ κήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπε‐ σών. Καὶ πεινῶμεν, πρὸς τοὺς τρυφῶντας· καὶ κο‐ λαφιζόμεθα, πρὸς τοὺς πεφυσιωμένους· καὶ ἀστατοῦμεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυμνη‐
30τεύομεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶμεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους αὐτούς. Ἀλλ’ οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνε‐
35κεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰ‐ πεῖν, ὅτι δυσχεραίνομεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦμεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀμειβόμεθα. Τὸ γὰρ μέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχον‐
40τας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν. βʹ. Ἡμεῖς δὲ οὐ μόνον οὐ δυσχεραίνομεν, ἀλλὰ καὶ ἀγαλλόμεθα. Καὶ τούτου τεκμήριον τὸ τοὺς ποιοῦν‐ τας κακῶς τοῖς ἐναντίοις ἀμείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούμενοι εὐλο‐
45γοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, τουτέστι, μωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ

61

.

108

(50)

ἀσθενής. Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργά‐ σηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρματα, οὐ τῆς πόλεως ὑμῶν, ἀλλὰ τοῦ κόσμου ἐγενήθημεν· καὶ πάλιν, Πάντων περί‐ ψημα· οὐχ ὑμῶν μόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν
55ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυ‐
τὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν,109

61

.

109

τὰ πάθη λέγει τὰ δι’ αὐτούς. Οὕτω καὶ ἡμῖν ἔθος, ὅταν ἀδικώμεθα παρά τινων καὶ καταφρονώμεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθομεν, ταῦτα φέρειν εἰς μέσον. Πάντων περίψημα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν
5ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόν‐ των, φησὶν, ἀλλὰ τῶν δι’ οὓς ταῦτα πάσχομεν· τουτ‐ έστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυμοῦντος τὸ ῥῆμα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ’ ἐκείνους πλῆξαι βουλομένου. Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπά‐
10ζεται. Διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀ‐ κείνους μᾶλλον ἐντρέπωμεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ’ ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν,
15εἰπών· Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑμᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥημάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· μᾶλλον δὲ πεποιηκέναι μέν φησιν, οὐ μὴν διανοίᾳ πονηρᾷ
20καὶ μισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰ‐ πόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν μὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔμει‐ ναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ μετὰ βαρύτητος
25ἀπολογεῖται. Τοῦτο γὰρ οὐ μόνον οὐκ ἐξαίρει τὴν το‐ μὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραμυθούμενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ’ ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ
30καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς μαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ’, Ὡς τέκνα μου ἀγα‐ πητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθού‐ μενα. Σύγγνωτέ μοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρη‐
35ται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπι‐ τιμῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πα‐ τρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συμβουλεύοντος; Διὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ’ ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡμῶν οἱ ἄλλοι διδάσκαλοι,
40φησίν; Οὐ τοῦτο λέγω, ἀλλ’ οὐχ οὕτω φείδονται. Ἀλλὰ τοῦτο μὲν συντόμως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπι‐ τηδευμάτων καὶ τῶν ὀνομάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ
45πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρ‐ εμυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζοντας καὶ ἀνεχομένους τῶν πόνων·

61

.

109

(50)

καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἀπεδείξατο. Διὸ οὐκ εἶ‐ πεν, Ἀλλ’ οὐ πολλοὺς διδασκάλους, ἀλλ’, Οὐ πατέ‐ ρας. Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ’ αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχω‐ ρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι
55(τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερ‐ βολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει μόνον, ὅτι Οὐδεὶς ὑμᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγμα γεγονὸς εἰς μέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ
60τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει. Ὑμεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐμῆς ἀπο‐
στολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα,Column end

61

.

110

Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ’, Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κε‐ χρημένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδεί‐ ξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι μὲν γὰρ
5παρ’ ἐμοῦ δεξάμενοι ἐνήγαγον ὑμᾶς· τὸ δὲ εἶναι πι‐ στοὺς, δι’ ἐμοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα μὴ κολακείας εἶναι νομίσῃς τὸ ῥῆμα, παρίστησι καὶ τὸ πρᾶγμα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί!
10πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβω‐ μένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ! Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔ‐ κολον οὖσαν τὴν ἀρετήν. γʹ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οὐ δύναμαί σε μιμήσασθαι·
15σὺ διδάσκαλος εἶ, καὶ μέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ μέσον ἐμοῦ πρὸς ὑμᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐμέ· ἀλλ’ ὅμως ἐμιμησάμην ἐκεῖνον ἐγώ. Ὅταν μὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι μέσον ἑαυτὸν, ἀλλ’ εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε μιμηταὶ
20τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν μιμήσασθαι. Ὁ γὰρ τὴν σφραγῖδα μιμησάμενος τὴν ἀπηκριβω‐ μένην, τὸ ἀρχέτυπον ἐμιμήσατο. Ἴδωμεν οὖν πῶς
25αὐτὸς ἐμιμήσατο τὸν Χριστόν. Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης. Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως μόνης ἔνι μιμήσασθαι. Οὐκοῦν
30βούλεσθε τὸν πίνακα εἰς μέσον ἀγαγόντες, ὑπογρά‐ ψωμεν ἐφ’ ὑμῶν τὴν πολιτείαν τοῦ Παύλου; Προ‐ κείσθω τοίνυν ὁ πίναξ πολὺ λαμπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείμενον, οὐ σανίδες κεκολλημέναι οὐδὲ σινδόνες ἐπικείμεναι, ἀλλ’ ἔργον
35Θεοῦ τὸ ὑποκείμενον· ψυχὴ γάρ ἐστι καὶ σῶμα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶμα πάλιν ὁμοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ’ οὐκ ἐνταῦθα τῶν κρό‐ των ὁ καιρὸς, ἀλλ’ ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ
40πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ’ ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν. Ὥσπερ γὰρ σῶμα σώματος, καθό ἐστι σῶμα, οὐδὲν διενήνοχεν, ἀλλ’ ὅμοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερον ἐργάζονται
45τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡμῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων· οὐδὲν γὰρ βλασφημίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα με‐ τασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλα‐

61

.

110

(50)

κείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνω‐ σιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν
55ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον, ἀλλ’ εὐ‐ θέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶμα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς
60Οἱ μὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίας ἅπαντα πράττου‐ σιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβούντων, ταραττόντων, οὕτω;
65εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ
ἐκωλύετο. Διὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθημεν τῷ111

61

.

111

κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βού‐ λεσθε καὶ τὰ λοιπὰ μέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς
5κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀνα‐ γάγωμεν; Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ’ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ
10Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερό‐ μενον. Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ’ ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ’ ἡλίῳ κειμένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν
15κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγε‐ λιζομένων εἰρήνην! Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν; Δεῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαμπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νομοθέτου στέρ‐
20νων. Μωϋσῆς μὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶμ σεμνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ’
25ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐ‐ ρανοὺς πραγμάτων· καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκου‐ μένῃ πάσῃ· κἀκεῖ μὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ
30ψυχῆς ἐναρέτου. δʹ. Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ’ ἀκτῖσιν ἡλιακαῖς, ἀλλ’ αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον μὲν τὸν οὐ‐
35ρανὸν νέφος ὑποδραμόν ποτε σκυθρωπότερον ἐργάζε‐ ται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραμέ ποτε χει‐ μὼν τοιοῦτος· μᾶλλον δὲ ὑπέδραμον μὲν πολλοὶ πολ‐ λάκις χειμῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ’ ἐν μέσῳ τῷ πειρασμῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπ‐
40έλαμπε τοῦτο. Διὸ καὶ αὐτὸς ἅλυσιν περικείμενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖ‐
45νοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει

61

.

111

(50)

ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ’ ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευμένης ἠρε‐ μεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγμένης, καὶ εἰ‐ δυίας καὶ πεινῇν καὶ λιμώττειν καὶ διψῇν; Καθάπερ
55γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθμα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νική‐ σασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ
60βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεά‐ σασθαι; Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε
πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖ‐Column end

61

.

112

ρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ’ ἑκάστην ἡμέραν δεσμούμε‐
5ναι ἁλύσεσι· καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγη‐ σαν δὲ μυριάκις. ᾘδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα μέλεσιν; Ἄκουσον τί φησι καὶ
10περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ’ ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ’ ἕκα‐
15στον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήματα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ
20τοῦ τῆς οἰκουμένης ἀριστέως παραγενομένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίμονες, σημικίνθια μόνον ὁρῶντες, ἐξ‐ ίσταντο. Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ μέγα φρο‐
25νοῦντες ἐπὶ χρήμασι; ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱμάτια καὶ χρυσία; Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πά‐
30σης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λί‐
35θους οὓς ἐδέξατο. Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ μὴ διωγμός ἐστι, τέως παρασκευά‐ σωμεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγμῶν μόνων ἦν λαμπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω μου τὸ σῶμα· τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορ‐
40θοῦν. Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσω‐ φρόνιζε, λέγων· Οἱ βουλόμενοι πλουτεῖν, ἐμ‐
45πίπτουσιν εἰς πειρασμόν. Ἐὰν οὖν καὶ ἡμεῖς οὕ‐ τως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα· ἐὰν δὲ λιπαίνω‐ μεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ

61

.

112

(50)

πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡμῖν ἡ πάλη; Πρὸς τὰς ἀσωμάτους δυνά‐ μεις. Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρό‐ νως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας. Ὅταν
55δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσ‐ δεδεμένοι, πόθεν κρατήσομεν τῶν ἀντιπάλων; Δεσμὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσμὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠμὸς καὶ ἀπάνθρω‐ πος, ἐπὶ λύμῃ τῶν δουλευόντων πάντα ἐπιτάττων.
60Ἀλλ’, ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ’ οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέμωμεν. Ἕως μὲν γὰρ ἂν μόνος ᾖ πρὸς μόνους καθάπερ λῃστής τις ἐν
65ἐρημίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν
αὐτὸν πάντων δεσμούντων.113

61

.

113

εʹ. Καὶ ταῦτα λέγω, οὐκ ἐπειδὴ ἁμαρτία τὰ χρήματα· τοῖς πτωχοῖς δὲ μὴ διανέμειν αὐτὰ, ἁμαρτία, καὶ κακῶς αὐτοῖς χρῆσθαι. Οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίη‐ σεν, ἀλλὰ πάντα καλὰ λίαν· ὥστε καὶ τὰ χρήματα
5καλὰ, ἀλλ’ ἐὰν μὴ κρατῇ τῶν κεκτημένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ. Οὐδὲ γὰρ φῶς ἐκεῖνο καλὸν τὸ μὴ ἀφανίζον σκότος, ἀλλὰ καὶ ἐπιτεῖνον, οὐδὲ πλοῦτον ἂν εἴποιμι τοῦτον τὸν οὐ λύοντα πενίαν, ἀλλ’ αὔξοντα πενίαν. Ὁ γὰρ πλουτῶν οὐ ζητεῖ παρ’ ἑτέ‐
10ρων λαμβάνειν, ἀλλ’ ἑτέροις ἐπικουρεῖν· ὁ δὲ παρ’ ἑτέρων ζητῶν λαβεῖν, οὐκέτι πλουτεῖ, ἀλλ’ αὐτός ἐστιν ὁ πένης. Ὥστε οὐ τὰ χρήματα κακὸν, ἀλλ’ ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα. Οὗτοι τῶν διὰ τῶν στενωπῶν ἐπαιτούντων ἀθλιώτε‐
15ροι, τῶν πήρωσιν ἐχόντων καὶ λελωβημένων τὰ σώματα, τῶν ῥάκια περιβεβλημένων οἱ ἐν τοῖς σηρι‐ κοῖς καὶ λαμπροῖς ἱματίοις· οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαι‐
20τούντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ τὸν Θεὸν ἀν‐ υμνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήματα καὶ φιλοσοφίας πολλῆς· διὸ καὶ ἐλεοῦμεν αὐτοὺς, καὶ χεῖρα ὀρέγομεν, καὶ οὐδέποτε ἐγκαλοῦμεν. Οἱ δὲ πλουτοῦντες κακῶς, ὠμότητος καὶ ἀπανθρωπίας, ἁρπαγῆς καὶ σατανι‐
25κῆς ἐπιθυμίας ἐρεύγονται λόγους· διὸ καὶ παρὰ πᾶ‐ σίν εἰσι μισητοὶ καὶ καταγέλαστοι. Σκόπει δὲ, τί παρὰ πᾶσιν ἀνθρώποις αἰσχρὸν εἶναι δοκεῖ, τὸ παρὰ τῶν πλουτούντων αἰτεῖν, ἢ τὸ παρὰ τῶν ἀπόρων; Παντί που δῆλον, ὅτι τὸ παρὰ τῶν ἀπόρων. Τοῦτο τοίνυν
30οἱ πλουτοῦντες ποιοῦσιν· οὐ γὰρ ἂν τολμήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν. Οἱ δὲ ἐπαιτοῦντες, παρὰ τῶν εὐπόρων· οὐ γὰρ τὸν ἐπαίτην ὁ ἐπαίτης αἰτήσει, ἀλλὰ τὸν εὔπορον· ὁ δὲ πλούσιος τὸν πένητα σπα‐ ράττει. Πάλιν τί σεμνότερον, εἰπέ μοι, παρὰ ἑκόντων
35λαβεῖν καὶ χάριν ἐχόντων, ἢ τοὺς οὐ θέλοντας ἀναγ‐ κάζειν καὶ ἐνοχλεῖν; Εὔδηλον ὅτι τοὺς μὴ βουλομέ‐ νους μὴ ἐνοχλεῖν. Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν. Οἱ μὲν γὰρ πένητες παρ’ ἑκόντων λαμβά‐ νουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ
40ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις. Εἰ γὰρ οὐδὲ ἐπ’ ἄριστον ἕλοιτό τις ἀπελ‐ θεῖν, εἰ μὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουμένῳ, πῶς χρήματα λαβεῖν μετ’ ἀνάγκης καλόν; Τοὺς κύνας οὐ διὰ τοῦτο ἀποστρεφόμεθα καὶ φεύγομεν τοὺς
45ὑλακτοῦντας, ὅτι τῇ πολλῇ προσεδρίᾳ ἡμᾶς ἐκβιάζονται; Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν. Ἀλλὰ τὸν φόβον προσεῖναι τῇ δόσει σεμνότερον. Τοῦτο μὲν
οὖν πάντων αἰσχρότερον· ὁ γὰρ πάντα κινῶν ὑπὲρColumn end

61

.

114

τοῦ λαβεῖν, τίνος οὐκ ἂν εἴη καταγελαστότερος; Καὶ γὰρ τοὺς κύνας πολλάκις φοβηθέντες, προηκάμεθα ἅπερ κατείχομεν. Τί πάλιν αἰσχρότερον, εἰπέ μοι, ῥάκια περιβεβλημένον αἰτεῖν, ἢ σηρικὰ φοροῦντα;
5Ὅταν μὲν γὰρ πλουτῶν τις γέροντας θεραπεύῃ πένητας, ὥστε τὰ ἐκείνων λαβεῖν, καὶ ταῦτα παίδων ὄντων, τίνος ἔσται συγγνώμης ἄξιος; Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήματα αὐτὰ ἐξετάσωμεν, τίνα μὲν οἱ πλου‐ τοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες. Τί
10οὖν ὁ πένης φησίν; Ὅτι ὁ διδοὺς ἐλεημοσύνην οὐ μετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ μείζονα ἀντιδίδωσιν· ἅπερ ἅπαντα φιλοσοφίας ἐστὶ ῥήματα καὶ παραινέσεως καὶ συμβουλῆς. Ἀξιοῖ σε γὰρ πρὸς τὸν Δεσπότην
15ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς μελλούσης πενίας· καὶ πολλὴν ἄν τις ἴδοι διδασκαλίαν ἐν τοῖς τῶν ἐπαι‐ τούντων ῥήμασι. Τὰ δὲ τῶν πλουτούντων ὁποῖα; Χοίρων καὶ κυνῶν καὶ λύκων καὶ τῶν ἄλλων θηρίων. Οἱ μὲν γὰρ αὐτῶν περὶ τραπεζῶν καὶ ὄψων καὶ
20καρυκευμάτων καὶ οἴνου παντοδαποῦ καὶ μύρων καὶ ἱματίων καὶ τῆς ἄλλης διαπαντὸς διαλέγονται ἀσω‐ τίας· οἱ δὲ περὶ τόκων καὶ δανεισμάτων, καὶ γραμ‐ ματεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιω‐ ροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα,
25τοῦ μὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀν‐ δράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα. Τί ἄν τις εἴποι τὰς διαθήκας, τὰς ἀντὶ μέλανος αἵματι γεγραμμένας; Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστή‐ σαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσε‐
30σιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ’ ἐκείνων ἐγγράψαι. Ταῦτ’ οὖν ποίων θηρίων οὐκ ἀποκρύπτει μανίαν καὶ ἀγριότητα; Διὸ, παρακαλῶ, πάντα τὸν
35τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα· καὶ κτησώμεθα τὸν πνευματικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωμεν. Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔ‐ ποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπο‐
40λαύοντες. Ὁ γὰρ βουλόμενος πένεσθαι κατὰ τὸν τοῦ Θεοῦ λόγον, τὰς πάντων οἰκίας ἀνεῳγμένας ἔχει. Τῷ γὰρ οὐδὲν κεκτημένῳ διὰ τὸν Θεὸν, ἕκαστος ἂν εἰσ‐ ενέγκοι τὰ ἑαυτοῦ· ὁ δὲ μικρὰ μετὰ ἀδικίας βουλόμε‐ νος ἔχειν, τὰς ἁπάντων ἀπέκλεισε θύρας. Ἵνα τοίνυν
45καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀγαθῶν ἐπιτύχωμεν, ἑλώμεθα τὸν πλοῦτον τὸν ἀκίνητον, τὴν ἀθάνατον εὐπορίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
καὶ τὰ ἑξῆς.Column end

61

.

113

(50)

ΟΜΙΛΙΑ ΙΔʹ. Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰη‐ σοῦ.
55 αʹ. Σκόπει μοι κἀνταῦθα τὴν γενναίαν ψυχὴν, τὴν πυρὸς θερμοτέραν καὶ γοργοτέραν. Ἐβούλετο μὲν γὰρ αὐτὸς παραγενέσθαι μάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει τοὺς μαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα
60ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ μὲν ἐδήλωσεν ἐν τῇ πρὸςColumn end

61

.

114

(51)

Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπου‐ σίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σω‐ τηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπι‐
55στολῇ ταύτῃ. λέγων· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες, ἐλεύσομαι δέ. Ἠπείγετο μὲν οὖν καὶ ἐπεθύμει παραγενέσθαι αὐ‐ τός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο μό‐
60νον, ἀλλὰ καὶ τῇ τοῦ μαθητοῦ ἀποστολῇ. Διὰ τοῦτο115

61

.

115

γὰρ, φησὶν, ἔπεμψα ὑμῖν Τιμόθεον. Διὰ τοῦτο· ποῖον; Ἐπειδὴ ὡς παίδων κήδομαι, καὶ ὡς γεγεν‐ νηκώς. Καὶ μετὰ τῆς συστάσεως τοῦ προσώπου, ἡ Ἐπιστολή· Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πι‐
5στὸν ἐν Κυρίῳ. Τοῦτο δὲ εἶπε, τήν τε αὐτοῦ ἀγάπην ἐμφαίνων, κἀκείνους παρασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς πιστὸν, ἀλλ’ Ἐν Κυρίῳ, τουτ‐ έστιν, ἐν τοῖς κατὰ Κύριον πράγμασιν. Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς εἶναί τινα πιστὸν, ἐγκώμιον, πολλῷ
10μᾶλλον ἐν τοῖς πνευματικοῖς. Εἰ τοίνυν ἀγαπητὸν αὐτοῦ τέκνον, ἐννόησον πόση τοῦ Παύλου ἡ ἀγάπη, ὅτι εἵλετο αὐτοῦ χωρισθῆναι διὰ Κορινθίους. Εἰ δὲ καὶ πιστὸν, ἀλήπτως διακονήσει τοῖς πράγμασιν. Ὃς ὑμᾶς ἀναμνήσει. Οὐκ εἶπε, Διδάξει, ἵνα μὴ δυσ‐
15ανασχετῶσιν, ὡς παρ’ αὐτοῦ μανθάνοντες. Διὰ τοῦτο καὶ πρὸς τῷ τέλει φησί· Τὸ γὰρ ἔργον Κυρίου ἐρ‐ γάζεται, καθὼς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθε‐ νήσῃ. Οὐδεὶς γὰρ ἦν ἐν ἀποστόλοις φθόνος, ἀλλὰ πρὸς ἓν ἑώρων, τῆς Ἐκκλησίας τὴν οἰκοδομήν· καὶ
20εἰ ἐλάττων ἦν ὁ ἐργαζόμενος, συνεκρότουν αὐτὸν μετὰ σπουδῆς ἁπάσης. Διὰ τοῦτο οὐδὲ ἠρκέσθη τῷ εἰπεῖν, Ἀναμνήσει, ἀλλ’ ἐπὶ πλέον ἄγει τὸν λόγον, ὑποτέ‐ μνεσθαι βουλόμενος αὐτῶν τὸν φθόνον (καὶ γὰρ ἦν νέος ὁ Τιμόθεος)· διὸ ἐπήγαγε· Τὰς ὁδούς μου. Οὐ
25τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐμὰς, τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόμους, τοὺς θεσμοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπε, Γυμνητεύομεν καὶ κολαφιζό‐ μεθα καὶ ἀστατοῦμεν, καὶ ταῦτα, φησὶ, πάντα ὑμᾶς
30ἀναμνήσει καὶ τοὺς νόμους τοὺς τοῦ Χριστοῦ, ὥστε τὰς αἱρέσεις ἀνελεῖν. Εἶτα ἀνωτέρω τὸν λόγον ἀν‐ αγαγὼν ἐπήγαγε· Τὰ ἐν Χριστῷ· πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ Δεσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν ἑξῆς ἐντεῦθεν κατασκευάζων· διὸ καὶ ἐπάγει·
35Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Οὐ‐ δὲν πρὸς ὑμᾶς καινὸν εἶπον· ταῦτά μοι συνίσασι καὶ αἱ λοιπαὶ Ἐκκλησίαι πᾶσαι. Ὁδοὺς δὲ αὐτὰς ἐν Χρι‐ στῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ.
40Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ μέλλων ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυμοῦ γέμοντας λόγους ἀφίησιν, οὐκ αὐτὸς ταῦτα πάσχων, ἀλλ’ ἐκείνους διορθούμενος· καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν
45ἐκεῖνον οὔτε τῶν παρ’ αὐτοῦ λόγων· ὅπερ ἐπὶ τῶν οἰκετῶν τῶν σφόδρα προσκεκρουκότων ποιοῦμεν. Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιμόθεον πέμπω, ἵνα μὴ τούτῳ ῥᾳ‐ θυμότεροι γένωνται, ὅρα τί φησιν· Ὡς μὴ ἐρχομέ‐ νου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐν‐

61

.

115

(50)

ταῦθα γὰρ καὶ ἐκείνων καθάπτεται καὶ ἑτέρων τινῶν, κατασείων αὐτῶν τὸ φρόνημα. Φιλαρχίας γὰρ τὸ ἔγ‐ κλημα, τῇ ἐρημίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κε‐ χρῆσθαι. Ὅταν μὲν οὖν πρὸς τοὺς πολλοὺς διαλέγη‐ ται, σκόπει πῶς ἐντρεπτικῶς αὐτὸ ποιεῖ· ὅταν δὲ
55πρὸς τοὺς αἰτίους, καταφορικώτερον. Ἐκείνοις μὲν γὰρ λέγει, Πάντων περίψημα, καὶ θεραπεύων αὐ‐ τούς φησιν· Οὐκ ἐντρέπων ὑμᾶς, γράφω ταῦτα· τούτοις δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες, δεικνὺς ὅτι παιδικῆς διανοίας
60ἡ ἀπόνοια· καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδα‐ σκάλου ῥᾳθυμότεροι γίνονται. Τοῦτο δὲ οὖν ἐνδείκνυ‐ ται, καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία. βʹ. Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ
κατεπτηχέναι τὰ ζῶα· οὕτω καὶ ἡ Παύλου τοὺς δια‐Column end

61

.

116

φθείραντας τὴν Ἐκκλησίαν. Διὸ καὶ ἐπάγει· Ἐλεύ‐ σομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ μὲν τοῦτο εἰπεῖν μόνον, ἐδόκει ἀπειλῆς εἶ‐ ναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν καὶ αὐ‐
5τὸν ἐπαγγείλασθαι, κἀκείνους ἀπαιτεῖν, τοῦτο ἦν μεγαλόφρονος διανοίας. Διόπερ καὶ προσέθηκε τοῦτο, εἰπών· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιω‐ μένων, ἀλλὰ τὴν δύναμιν. Οὐδὲ γὰρ ἀπὸ κατορ‐ θωμάτων οἰκείων, ἀλλ’ ἀπὸ τῆς τοῦ διδασκάλου
10ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώμης ἦν καταφρονητικῆς. Διὰ τοῦτο εἰπὼν, Ἔπεμψα Τιμό‐ θεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσομαι, ἀλλὰ πρότερον αὐτῶν κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσομαι. Εἰ μὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ
15τέθεικεν, ἀπολογία μᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπο‐ λειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ μετὰ τὴν κατηγορίαν θεὶς, καὶ ἀξιόπιστον αὐτὸν καὶ φοβερὸν ἐποίησε. Καὶ ὅρα αὐτοῦ τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύ‐
20σομαι, ἀλλ’, Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισμένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα μὴ διὰ τοῦτο πάλιν ἀνα‐ πέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσομαι, οὐ
25τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα‐ μιν. Οὐκ εἶπεν, ὅτι Γνώσομαι τὴν σοφίαν, οὐδὲ τὰ σημεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνό‐ ματι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πε‐
30πορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναμιν, ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρ‐ μένα. Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ’ ἐπειδὴ ἐν δυνάμει τὰ ἡμέτερα. Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν πολλὰ φθεγγομένων
35τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζομένων· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τῶν λαλούντων, ἀλλὰ τῶν ποιούν‐ των ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ’ εἰ μὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐν‐ τεῦθεν ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν καταγ‐
40γελλόντων, καὶ σημείοις ταύτην βεβαιούντων, τί πε‐ φύσησαι ἐπὶ πράγματι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντα τι συντελέσαι δυναμένῳ; Τί γὰρ λό‐ γων ἐπίδειξις δύναιτ’ ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίμονας ἐλάσαι, ἢ ἄλλην τινὰ τοιαύτην ἐργάσασθαι
45θαυματουργίαν; Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται. Διὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει. Διὰ σημείων, φησὶν, οὐ δι’ εὐγλωττίας ἐκρατήσαμεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασι‐

61

.

116

(50)

λείαν καταγγέλλειν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἅπερ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλον‐ ται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δει‐ ξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι· καὶ μή
55μοι ῥημάτων προβαλλέσθωσαν κόμπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡμᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραό‐ τητος; Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Γνώσομαι, ἔτι
60ὑπεσταλμένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; ἐπὶ τὸν διδασκαλικὸν λοιπὸν ἀνα‐ βαίνοντος θρόνον κἀκεῖθεν αὐτοῖς διαλεγομένου, καὶ τὴν ἐξουσίαν ἀναλαβόντος πᾶσαν. Τί ἐστιν, Ἐν ῥά‐
βδῳ; Ἐν κολάσει, ἐν τιμωρίᾳ, τουτέστιν, Ἀνελῶ,117

61

.

117

πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίη‐ σεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύμα τοῦ μάγου. Οὐκέτι γὰρ λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ’ αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ
5τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥά‐ βδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης μὲν ἦν· ἀλλ’ ἐπειδὴ σφό‐ δρα ἀγαπῶν ἀναδύεται πρὸς τιμωρίαν, διὰ τοῦτο
10οὕτω φησίν. Ὅτε μὲν οὖν περὶ τιμωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύματί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύματι ἐγίνετο· ἔστι γὰρ πνεῦμα πραότη‐ τος, καὶ πνεῦμα αὐστηρότητος· ἀλλ’ οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ’ ἀπὸ τῶν χρηστοτέρων. Διὰ
15τοῦτο καὶ ὁ Θεὸς καίτοι γε τιμωρούμενος, ὅτι μὲν ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, πολλαχοῦ λέγεται· ὅτι δὲ κολα‐ στικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν
20Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων, καὶ τούτου κἀκεί‐ νου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται. Καὶ γὰρ ἡμεῖς ἐσμεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν ἐμπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν· ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλη‐
25σεν. Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. γʹ. Ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι Θέλω. Καὶ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ θέλειν· ἀλλ’ οὐκ ἀρκεῖ μοι τὸ θέ‐
30λειν. Καὶ μὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος ποιῇς· νυνὶ δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων γυμνάσωμεν, εἰ δοκεῖ. Εἰπὲ γάρ μοι, ὁ βουλόμενος γυναῖκα ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν; Οὐδαμῶς, ἀλλὰ καὶ προμνηστρίας ἐπιζητεῖ, καὶ φί‐
35λους ἀξιοῖ συναγρυπνῆσαι, καὶ χρήματα συνάγει. Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς. Πῶς οὖν οὐκ
40ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδεί‐ κνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας τῷ θέλειν ἀρκεῖσθαι μόνον; μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτεται τῶν ἐπὶ
45τοῦτο ἀγόντων ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιμένεις αὐτόματα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάντα ποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ἐνερ‐

61

.

117

(50)

γὸς εἶ καὶ παρατεταγμένος πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ. Διὰ τοῦτο γάρ σε αὐτ‐ εξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιμῆς ἀπέλαυ‐
55σας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκου‐ σα λεγόντων· Διὰ τί γάρ με κύριον ἐποίησεν ἀρετῆς; Ἀλλὰ πῶς ἔδει κοιμώμενον καὶ νυστάζοντα καὶ τῆς κακίας ἐφιέμενον καὶ τρυφῶντα καὶ γαστριζόμενον ἐπὶ τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ’ οὐκ ἂν ἀπέστης
60κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειμένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόμενος ῥᾳ‐
θυμότερος καὶ χείρων πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξειςColumn end

61

.

118

εἰπεῖν, ὅτι Ἔδειξε μὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συμμαχίαν. Ἀλλ’ ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κα‐ κίᾳ ἡδονὴ συγκέκραται πολλή· καὶ ἡ μὲν ἔστι πλα‐
5τεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη. Ἆρα διόλου, εἰπέ μοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀμφότεραι τοιαῦ‐ ται; Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν ἐπὶ κάμινον, ἡ δὲ ἐπὶ παράδεισον
10φέρουσα, καὶ ἡ μὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κά‐ μινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν; Κἂν γὰρ νῦν φιλονεικῶν ἀντεί‐ πῃς, ἀλλὰ τοῖς σφόδρα ὡμολογημένοις, κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι μὲν γὰρ αὕτη
15μᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν ἀρχὴν ἔχουσα χαλεπὴν, ἀλλὰ μὴ τὸ τέλος, ἀπὸ τῶν ἐν χερσὶν ὑμᾶς διδάξαι πειράσομαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας μεταχει‐ ρίσωμεν πρῶτον· αὗται γὰρ τὴν μὲν ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ’ οὐδεὶς,
20φησὶν, ἥψατο τέχνης μὴ τὸν ἀναγκάζοντα ἔχων. Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, μᾶλ‐ λον αἱρήσεται τρυφᾷν ἐν ἀρχῇ, καὶ πρὸς τῷ τέλει μυρία παθεῖν τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοι‐ μίοις, καὶ καρποῦσθαι μετὰ ταῦτα ἐκ τῶν πόνων ἐκεί‐
25νων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυμίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν.
30Δεῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέ‐ χειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ
35πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν· ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευ‐ ματικῶν διακεῖσθαι πραγμάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκο‐
40φαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀπο‐ στερηθῆναι ἐποίησε. Κἂν ἐπιτύχωσι δὲ οἱ μετιόντες, οὐδὲν μέγα καρπώσονται· τῷ γὰρ παρόντι βίῳ πάντα συγκαταλύεται ἐκεῖνα. Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιού‐
45των τρέχομεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκα‐ μεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλε‐ στέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τίς οὖν ἔσται συγγνώμη; τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ’

61

.

118

(50)

ἐρωτῶσιν ἔτι· Διὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς μὲν βα‐ σίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν μεθυόντων καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσ‐
55άγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; δʹ. Ἀλλ’ οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί μὴ εὐρύ‐ χωρος ἦν ἡ ἀρετή. Καὶ μὴν ἐὰν θέλωμεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὸ δι‐ ορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς
60δεσμωτήριον ἐμπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούμενον παν‐ τὸς ἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὰ πάντων ὑφελόμενον
καὶ ὀλίγοις ἐντρυφήσαντα χρόνον βραχὺν, στρεβλοῦ‐119

61

.

119

σθαι καὶ μαστίζεσθαι ἀθάνατα, ἢ ἐν πενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστε‐ ρον; μήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωμεν, ἀλλὰ τέως τί εὐκολώτερον.
5 Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κο‐ λάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ μοι, τραχεῖαν καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγ‐ ωρίαν ἐξεταζομένη τὴν ἡμετέραν· ἐπεὶ ὅτι γε ῥᾳδία
10καὶ εὔκολος, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυμίαν ἐῤῥωμένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βα‐
15ρέα. Τί γὰρ, εἰπέ μοι, τῆς τοῦ μάννα τραπέζης ἥδιον καὶ ἀπονώτερον; Ἀλλ’ ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς. Τί λιμοῦ πικρότερον, καὶ τῶν ἄλλων τῶν ἐπιμόχθων ὧν ὑπέμεινε Παῦλος; Ἀλλ’ ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν
20τοῖς παθήμασί μου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώ‐ μης διαφορά. Ἂν τοίνυν ταύτην, οἵαν εἶναι χρὴ, κα‐ τασκευάσῃς, ὄψει τὴν εὐκολίαν τῆς ἀρετῆς. Τί οὖν, ἀπὸ τῆς γνώμης τῶν μετιόντων τοιαύτη γίνεται, φη‐ σίν; Οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ φύσει
25τοιαύτη τίς ἐστι. Καὶ γὰρ εἰ μὲν διόλου ἐπίπονος ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων εἶπε ταύτην εὐκολωτέραν ἐκεί‐ νης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ μὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ
30τέλη, τῆς μὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέ μοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ μὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες, διεφθαρμένην τὴν γνώμην ἔχουσι, καὶ ἕλοιντ’ ἂν τὴν πρόσκαιρον ἡδονὴν ἀντὶ τῆς αἰωνίας.
35Οὐκοῦν τοῦτο εὔκολον; Οὐκ εὔκολον, ἀλλ’ ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπει‐ δὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ’ ἐπειδὴ κατασχεῖν οὐκ ἀνέχονται τῆς ἐπιθυμίας τῆς ἀτόπου· οὕτω καὶ
40οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁμοῦ μετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο. Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ’ αὐτῶν τῶν πραγμάτων ἐξετάσωμεν τὸ αὐτὸ τοῦτο πάλιν. Τί γὰρ ἥδιον, εἰπέ μοι, καὶ εὐκολώτερον;
45Ἀλλὰ μὴ πάλιν ἀπὸ τῆς ἐπιθυμίας τῶν πολλῶν τὰ πράγματα κρίνωμεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούν‐ των, ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή. Οὐδὲ γὰρ, ἂν μυρίους μοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουμένους μετὰ

61

.

119

(50)

ταῦτα κολάζεσθαι, ἀποδέξομαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ μοι, ἐφίεσθαι πολλῶν χρημάτων, ἢ μείζονα εἶναι τῆς ἐπιθυμίας ταύτης; Ἐμοὶ μὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ’ αὐτὰ τὰ πράγματα τὸν λόγον ἀγάγωμεν. Καὶ
55ἔστω ὁ μὲν πολλῶν ἐφιέμενος, ὁ δὲ μηδενός· τί τοί‐ νυν κρεῖττον, εἰπέ μοι, καὶ τί σεμνότερον; εʹ. Ἀλλὰ τοῦτο μὲν παρείσθω· τοῦτο γὰρ ὡμολόγηται, ὅτι οὗτος ἐκείνου σεμνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦμεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ
60ἥδιον. Ὁ μὲν γὰρ φιλάργυρος οὐδὲ τῶν ὄντων ἀπο‐ λαύσεται· ὃ γὰρ φιλεῖ, οὐκ ἂν ἕλοιτο δαπανῆσαι, ἀλλ’ ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας
πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρημάτωνColumn end

61

.

120

τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς
5τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ; Ὅμοιον γὰρ εἶναί μοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχον‐ τες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, μὴ ὁμοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι. Εἴπω
10καὶ ἕτερον, τοῦ μὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυμίαν ἐν‐ δεικνύμενος. Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυμίας ταύτης, οὐ τῷ μὴ δύνασθαι τὰ πάντων λα‐ βεῖν μόνον, ἀλλὰ καὶ τῷ, ὅσα ἂν περιβάληται, μηδὲν ἡγεῖσθαι ἔχειν· ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ
15πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράν‐ τοις ἐπιθυμίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λό‐ γον ἐστὶν, ὡς ἐπιθυμία ἀπολαύσεως ἐστερημένη, ὃ μάλιστα καὶ τὴν διεστραμμένην δείκνυσι γνώμην. Σκόπει δέ· ὁ ἐπιθυμῶν χρημάτων καὶ κτησάμενος
20πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν τι γένοιτ’ ἄν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτε‐ ται· κἂν τὰ πάντων λάβῃ, μᾶλλον ἀνιᾶται· κἂν κτή‐
25σηται ἑκατὸν τάλαντα, ὅτι μὴ χίλια ἔλαβεν, ἀλγεῖ κἂν χίλια λάβῃ, ὅτι μὴ μύρια, δάκνεται· κἂν μύρια λάβῃ, ὅτι μὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα, τοσούτῳ πλειόνων ἐπιθυμεῖ.
30Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ μᾶλλον γίνε‐ ται πένης· ὁ γὰρ πλειόνων ἐπιθυμῶν, μᾶλλον πένης ἐστίν. Ὅταν μὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυμεῖ· ὅταν χίλια λάβῃ, τότε μᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων ὡς πρότε‐
35ρον, ἀλλὰ μυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυμεῖν, καὶ μὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν μοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον, ἐφ’ ἕτερον αὐτὸ πάλιν ἀγαγόντες, ἐξετάσωμεν. Ὅταν διψῶμεν,
40οὐ διὰ τοῦτο ἡδόμεθα πίνοντες, ὅτι τὸ δίψος παύομεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν, ὅτι μεγάλης ἡμᾶς ἀπ‐ αλλάττει βασάνου, τῆς ἐπιθυμίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ
45πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον· ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν μοι δο‐ κοῦσι διηνεκῶς, καὶ κατ’ ἐκεῖνον εἶναι τὸν ἀξιοῦντα

61

.

120

(50)

ταύτης ἀπολαῦσαι, καὶ μὴ ἐπιτυγχάνοντα· μᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους. Καθάπερ γὰρ ἐκεῖνοι πολὺ φέροντες ὕδωρ ἐν τῷ σώ‐ ματι μᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι
55πολλὰ περιφέροντες χρήματα πλειόνων ἐπιθυμοῦσι. Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τό‐ ποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν. Φεύγωμεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωμεν τὴν ῥίζαν τῶν
60κακῶν, φεύγωμεν τὴν παροῦσαν γέενναν· γέεννα γὰρ
ἡ τούτων ἐπιθυμία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκά‐121

61

.

121

στου, καὶ τοῦ καταφρονοῦντος χρημάτων καὶ τοῦ μὴ καταφρονοῦντος· καὶ ὄψει ὅτι ὁ μὲν τοῖς μαινομένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόμενος· ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ
5πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐ‐ τῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ’ αὐ‐ τῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ μὲν πάντας καὶ κολα‐ κεύειν καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐ‐
10δένα. Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸςColumn end

61

.

122

καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τι‐ μωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρη‐ μάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή; Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθο‐
5μεν κακοῖς, δι’ ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο. Ταῦτ’ οὖν εἰδότες, ἑλώμεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ
10ἑξῆς.Column end

61

.

121

(11)

ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε‐ ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ
15 ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. αʹ. Ὅτε μὲν περὶ τοῦ διεσπάσθαι αὐτοὺς διελέγετο, οὐκ εὐθέως καταφορικῶς ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ
20προσηνέστερον πρότερον, καὶ ὕστερον εἰς κατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος
25τοῦ ἐγκλήματος. Οὐ γὰρ εἶπε, Διὰ τί ὁ δεῖνα ἐπόρ‐ νευσεν; ἀλλ’, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳ‐ θυμήσωσιν, ἀλλ’ ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι.
30Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ’, ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρ‐ τημα. Καὶ οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζε‐ ται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πι‐
35στοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πά‐ θει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κο‐ λασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Εἰ δὲ τὸ τὰ
40αὐτὰ αὐτοὺς ἁμαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερ‐ βαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσομεν, εἰπέ μοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ μόνον οὐ τολμᾶταί τι τοιοῦ‐ τον, ἀλλ’ οὐδὲ ὀνομάζεται. Εἶδες ποῦ τὸ ἔγκλημα ἐπ‐ ῆρεν; Ὅταν γὰρ τοιούτους φαίνωνται εὑρίσκοντες
45ἀσελγείας τρόπους, οὓς οὐ μόνον οὐ τολμῶσιν, ἀλλ’ οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος τῆς ἁμαρτίας ἡ ὑπερ‐ βολή. Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτ‐ έστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολε‐ λαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι,

61

.

121

(50)

τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυ‐ θυμίας ὁ λόγος γέμει; πόσου θυμοῦ κατὰ πάντων; Εἰ γὰρ μὴ πολλῆς ὀργῆς ἐπέπληστο, μηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως,
55ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ μὲν προλα‐Column end

61

.

122

(12)

βόντες ἔγραψαν, ἐκεῖνα ἂν εἶπεν· ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τού‐ του χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυ‐
15ναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Διὰ τί μὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο. Διὸ σεμνοτέρως αὐτὸ παρέδραμεν, ὡς ἐν τοῖς ἔμπροσθεν δεδηλωμένον, κἀν τούτῳ αὔξων τὸ ἔγκλημα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολμᾶται
20παρ’ αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ. Διὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέ‐ γων· Τὸν οὕτω τοῦτο κατεργασάμενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε,
25Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χα‐ λεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόματα ἀρκῇ πρὸς κατηγορίαν, δι’ αὐτῶν πρόεισιν, οὐδὲν προστι‐ θείς. Καὶ μή μοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πε‐ πορνευκώς· κοινὸν πάντων τὸ ἔγκλημα γέγονε. Διὸ
30καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁμαρτήματι (τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ’ ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ’ ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν, ἀλλ’ ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον
35καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖ‐ σαν καθ’ ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται. Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σο‐ φοῦ τινος ἴσως ὄντος, μέγα εἶναι τὸ χάρισμα τὸ πνευ‐
40ματικὸν ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει· τὸ δὲ καὶ χω‐ ρὶς ἁμαρτίας καθελεῖν, καὶ μηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐ‐ τελῆ αὐτὴν οὖσαν. Διὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάμενος, τότε καὶ τοῦ σφάλματος αὐτοῦ μέμνη‐
45ται. Κἀκείνῳ μὲν οὐκ ἀξιοῖ διαλέγεσθαι (κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιμίας)· τούτοις δέ φη‐ σιν, ὅτι Ἔδει πενθεῖν ὑμᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύ‐ πτεσθαι· νῦν δὲ τοὐναντίον ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον

61

.

122

(50)

ἐπενθήσατε. Καὶ τί γέγονεν ἵνα πενθήσωμεν, φησίν; Ὅτι εἰς τὸ κοινὸν ἡ διαβολὴ τῆς Ἐκκλησίας προεχώ‐ ρησε. Καὶ ἵνα τί κατορθώσωμεν πενθήσαντες; Ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τί‐ θησιν αὐτοῦ τὸ ὄνομα, μᾶλλον δὲ οὐδαμοῦ, ὅπερ ἐπὶ
55τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαμεν. Καὶ οὐκ εἶπεν,
Οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ’, ὡς ἐπὶ νόσου τινὸς καὶ123

61

.

123

λοιμοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης, Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτμηθῆ‐ ναι. Καὶ οὐκ ἐγκαλεῖ, ὅτι οὐκ ἐδήλωσαν αὐτῷ, ἀλλ’
5ὅτι οὐκ ἐπένθησαν ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰ τὴν περιφάνειαν τοῦ πλημμελήματος. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύ‐ ματι.
10 βʹ. Ὅρα θυμόν· οὐδὲ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ’ ὥσπερ τινὰ λοιμὸν μέλλων ἀπελαύνειν, πρὶν ἢ δια‐ δοθῆναι εἰς τὸ λοιπὸν σῶμα, ἐπείγεται κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών.
15Ταῦτα δὲ ἔλεγεν, οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύ‐ ματι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ
20ἔλεγεν· Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ; Βαβαί! πόση τοῦ χαρίσματος ἡ δύναμις, ὅταν πάντας ὁμοῦ καὶ κατ’ αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν
25ἀπόφασιν ὡς παρών· μή μοι ἀναβολὰς καὶ μελλή‐ σεις λέγε· οὐδὲν γὰρ ἕτερον δεῖ γενέσθαι. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντία, μηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίματος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν
30οὕτω τοῦτο κατεργασάμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόματι
35τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, μὴ ἀνθρωπίνῃ κατεχομένους προλήψει. Τινὲς δὲ οὕτως ἀναγινώσκουσι· Τὸν οὕτω τοῦτο κατ‐ εργασάμενον ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ μέσην
40θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέν‐ των ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατερ‐ γασάμενον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ παρά‐
45δοτε τῷ σατανᾷ· τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας τοιαῦτα τολ‐ μήσαντα, τοῦτον παράδοτε τῷ σατανᾷ. Ἐμοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ

61

.

123

(50)

αὕτη; Ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν· τουτέστιν, Αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συν‐ άγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐμοῦ πνεύ‐ ματος. Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν’ ὅταν δι‐ κάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέ‐
55μωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ γενόμενα. Εἶτα φοβε‐ ρώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται τοιαύτην ὑμῖν χάριν δοῦναι, ὡς
60δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς μεθ’ ὑμῶν κατ’ αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶ‐ πεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παρα‐ δοῦναι, ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας, καὶ
ὥσπερ παιδαγωγῷ τὸν τοιοῦτον παραδιδούς. ΚαὶColumn end

61

.

124

πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαμοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ μακαρίου Ἰὼβ γέγονεν, ἀλλ’ οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ μὲν γὰρ
5ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως, ἵνα μαστίξῃ αὐτὸν ἕλκει πο‐ νηρῷ ἢ νόσῳ ἑτέρᾳ. Καὶ μὴν ἀλλαχοῦ φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόμεθα, ταῦτα πάσχοντες. Ἀλλ’ ἐνταῦθα μᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ
10παραδίδωσι. Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπι‐ θυμίαι τίκτονται, ταύτην κολάζει. Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν,
15ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης, ἀλλ’ ὡς ὁμολογουμένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναν‐ τιῤῥήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας. Καὶ γὰρ θνητὸν δι’ αὐτὴν ἐγένετο ἁμαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπο‐
20λαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν. Ἵν’ οὖν τοῦτο μὴ γένηται, φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑ‐ ρεθῇ σώαν αὐτὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρεχόμενος.
25Ὥστε κηδομένου μᾶλλόν ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ μάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιμωρίας· ἡ μὲν γὰρ πρόσ‐ καιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ’, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
30Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκει, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται μᾶλλον, οὐχ ὡς ὀργῆς ῥήματα ὄντα, ἀλλ’ ὡς πατρὸς κηδεμονικοῦ πρόνοιαν. Διὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς
35σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόμους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ. γʹ. Εἶτα ἀπαρτίσας τὴν ἀπόφασιν, καὶ ἐν βραχεῖ αὐ‐
40τὴν εἰπὼν καὶ οὐκ ἐνδιατρίψας, ἐπάγει πάλιν ἐπιτί‐ μησιν, πρὸς ἐκείνους ἀποτεινόμενος· Οὐ καλὸν τὸ καύχημα ὑμῶν· δεικνὺς ὅτι ἐκεῖνοι μέχρι τοῦ παρ‐ όντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ’ αὐτῷ. Εἶτα δηλοῖ ὅτι οὐκ ἐκείνου φειδόμενος μό‐
45νον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων· διὸ καὶ ἐπάγει· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύ‐ ραμα ζυμοῖ; Εἰ γὰρ καὶ ἐκείνου τὸ ἁμάρτημα, φη‐ σὶν, ἀλλ’ ἀμελούμενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος

61

.

124

(50)

ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι ταῦτα πλημμελήσουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι ὑπὲρ ὅλης τῆς Ἐκκλησίας, οὐχ ὑπὲρ ἑνὸς αὐτοῖς ἐστιν ὁ ἀγὼν καὶ ὁ κίνδυνος· διὸ καὶ τῆς εἰκόνος ἐδεήθη τῆς ζύμης. Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα,
55ὅλον πρὸς ἑαυτὴν μεταβάλλει τὸ φύραμα· οὕτω καὶ οὗτος, ἂν ἀφεθῇ ἀτιμώρητος καὶ ἀνεκδίκητος ἡ ἁμαρτία αὕτη γένηται, καὶ τοῖς λοιποῖς λυμανεῖται. Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην. Τουτέστι, τὸν πονηρὸν τοῦτον· μᾶλλον δὲ οὐ περὶ τούτου μόνον
60φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλ’, Ἐκκαθάρατε· μετὰ ἀκρι‐ βείας καθάρατε, ὥστε μηδὲ λείψανον μηδὲ σκιὰν εἶναι τοιαύτην. Τῷ μὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε,
65δείκνυσιν ἔτι πονηρίαν παρ’ αὐτοῖς οὖσαν· τῷ δὲ
εἰπεῖν, Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι,125

61

.

125

δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει, ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ καθὼς πρέπει εἶναι ὑμᾶς. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν
5ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Οὕτω καὶ ὁ Χριστὸς ζύμην τὴν διδασκαλίαν ἐκάλεσε. Καὶ αὐτὸς δὲ ἐπιμένει τῇ μεταφορᾷ, ἀναμιμνήσκων παλαιᾶς
10αὐτοὺς ἱστορίας, καὶ πάσχα καὶ ἀζύμων καὶ τῶν εὐεργεσιῶν τῶν τότε καὶ τῶν νῦν, καὶ τῶν κολάσεων καὶ τῶν τιμωριῶν. Ἑορτῆς ἄρα ὁ παρὼν καιρός. Καὶ γὰρ εἰπὼν, Ἑορτάζωμεν, οὐκ ἐπειδὴ Πάσχα παρῆν, οὐδὲ
15ἐπειδὴ ἡ Πεντηκοστὴ, ἔλεγεν, ἀλλὰ δεικνὺς ὅτι πᾶς ὁ χρόνος ἑορτῆς ἐστι καιρὸς τοῖς Χριστιανοῖς διὰ τὴν ὑπερβολὴν τῶν δοθέντων ἀγαθῶν. Τί γὰρ οὐ γέ‐ γονεν ἀγαθόν; ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε διὰ σέ· θανάτου σε ἀπήλλαξεν, εἰς βασιλείαν
20ἐκάλεσεν. Ὁ τοιούτων τοίνυν ἐπιτυχὼν σὺ καὶ ἐπι‐ τυγχάνων, πῶς οὐκ ὀφείλεις ἑορτάζειν πάντα τὸν βίον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς ἐπὶ πενίᾳ καὶ νόσῳ καὶ ἐπιβουλῇ· ἑορτῆς γὰρ ἡμῶν ὁ καιρὸς ἅπας. Διό φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ,
25χαίρετε, πάλιν ἐρῶ, χαίρετε. Ἐν ταῖς ἑορταῖς οὐ‐ δεὶς ῥυπαρὰ ἐνδέδυται ἱμάτια· μὴ τοίνυν μηδὲ ἡμεῖς· γάμοι γὰρ γεγόνασι, γάμοι πνευματικοί. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε ποιῆσαι γάμους τῷ υἱῷ
30αὐτοῦ. Ἔνθα δὲ βασιλεὺς γάμους ποιεῖ, καὶ γάμους τῷ υἱῷ, τί μεῖζον ἂν γένοιτο τῆς ἑορτῆς ταύτης; Μηδεὶς τοίνυν ῥάκια περιβεβλημένος εἰσίτω. Οὐ περὶ ἱματίων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ πράξεων ἀκα‐ θάρτων. Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς
35μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα ἡ εἰς τὸν γάμον ἐκεῖνον εἴσοδος. Οὐ διὰ ταῦτα δὲ αὐτοὺς μόνον ὑπομιμνήσκει τῶν ἀζύμων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Πα‐
40λαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι μετὰ τὰ ἄζυμα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ’ ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκεί‐ νοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ ὁ Ἰουδαῖος. Διόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν μέγα
45ἐρεῖ· μᾶλλον δὲ μέγα μὲν ἐρεῖ, ἀλλ’ οὐδὲν τοιοῦτον οἷον ἡμεῖς, ἐπειδὴ τὴν ἀλήθειαν οὐκ οἶδεν. Ἐκεῖνος μὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω μετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἡμᾶς προσεξωθεῖν τοὺς πρὸ τούτου κατέχοντας ἡμᾶς πρὸς βίαν, καὶ

61

.

125

(50)

μὴ συγχωρήσαντας ζυμῶσαι τὸ φύραμα. Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτι‐
55σμα μυρίων γέμον ἀγαθῶν, ἔνθα ὁ παλαιὸς ἄνθρωπος ἀπεπνίγη. Πάλιν τὸν Ἰουδαῖον ἂν ἐρωτήσῃς, τίνος ἕνεκεν ἐξελαύνει πάντων τῶν ὁρίων τὴν ζύμην, ἐν‐ ταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας
60εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κα‐ κουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ μοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄμωμον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντρι‐ βήσεται; τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας καλεῖν;
65ἢ τὸ, ἑστῶτας, ἢ τὸ ἐν ἑσπέρᾳ ἐσθίειν; ἢ τὸ, τῷColumn end

61

.

126

αἵματι τειχίζεσθαι τὴν οἰκίαν; Οὐδὲν ἕτερον ἐκεῖνος ἐρεῖ, ἀλλ’ ἄνω καὶ κάτω τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐρῶ καὶ τὸ αἷμα τί βούλεται, καὶ ἡ ἑσπέρα, καὶ τὸ πάντας ἐσθίειν ὁμοῦ, καὶ τὸ ἑστῶτας πάντας.
5 δʹ. Πρότερον δὲ εἴπωμεν, διὰ τί ἐκ τῶν ὁρίων πάντων ἐλαύνεται ἡ ζύμη. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πάσης πονηρίας ἀπηλλάχθαι δεῖ τὸν πιστόν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπόλλυται, ἔνθα ἂν εὑρεθῇ παλαιὰ ζύμη, οὕτω καὶ παρ’ ἡμῖν ἔνθα ἂν εὑρεθῇ πονηρία. Οὐ γὰρ
10δήπου ἐπὶ μὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡμῶν οὐ πολλῷ μείζων. Εἰ γὰρ τὰς οἰκίας οὕτως ἐκκαθαίρουσι τῆς ζύμης, καὶ μυῶν ὀπὰς περιεργά‐ ζονται, πολλῷ μᾶλλον ἡμᾶς τὴν ψυχὴν διερευνᾶσθαι δεῖ, ὥστε πάντα λογισμὸν ἀκάθαρτον ἐκβάλλειν.
15Ἀλλὰ τοῦτο παρ’ αὐτοῖς πρώην μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι· πανταχοῦ γὰρ ζύμη ὅπου Ἰουδαῖος. Ἐν μέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυμον γίνεται, ὅπερ ἐστὶ παίγνια μᾶλλον, ἢ νόμος λοιπόν. Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν ἔχουσιν οἱ τύποι. Ὥστε καὶ
20διὰ τοῦ παραδείγματος τούτου σφόδρα ἐξελαύνει τῆς Ἐκκλησίας τὸν πεπορνευκότα. Οὐ γὰρ δὴ μόνον, φησὶν, οὐδὲν ὠφελεῖ παρὼν, ἀλλὰ καὶ βλάπτει, τῷ κοινῷ πάλιν τοῦ σώματος λυμαινόμενος. Οὐ γὰρ οἶδέ τις πόθεν ἡ δυσωδία, κρυπτομένου τοῦ σεσηπότος,
25ἀλλὰ τῷ κοινῷ ταύτην λογίζεται. Διὸ καὶ κατεπείγει σφόδρα αὐτοὺς ἐκκαθᾶραι τὴν ζύμην· Ἵνα ἦτε, φησὶ, νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Οὐκ εἶπεν, Ἀπέθανεν, ἀλλ’ οἰκειότερον τῷ προκειμένῳ,
30Ἐτύθη. Μὴ ζήτει τοίνυν ἄζυμα τοιαῦτα, ἐπειδὴ μηδὲ ἀμνὸν ἔχεις τοιοῦτον· μὴ ζήτει ζύμην τοιαύτην, ἐπειδὴ μηδὲ τὰ ἄζυμά σου τοιαῦτα. Ἐπὶ μὲν οὖν τῆς ζύμης τῆς αἰσθητῆς τὸ μὲν ἄζυμον γένοιτ’ ἂν ζυμωτὸν, τὸ δὲ ζυμωτὸν οὐκέτ’ ἂν γένοιτ’ ἄζυμον·
35ἐνταῦθα δὲ ἔνι τοὐναντίον τούτου γενέσθαι πάλιν· ἀλλ’ ὅμως αὐτὸ οὐκ ἐδήλωσε. Καὶ θέα τὴν σύνεσιν· Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν ἐλπίδας ἐπανόδου τῷ πεπορνευκότι, ἀλλὰ πάντα αὐτοῦ τὸν βίον ἐν μετανοίᾳ κελεύει γενέσθαι,
40ἵνα μὴ ῥᾳθυμότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει. Οὐ γὰρ εἶπε, Παράδοτε αὐτὸν τῷ σατανᾷ, ἵνα μετα‐ νοήσας πάλιν τῇ Ἐκκλησίᾳ παραδοθῇ, ἀλλὰ τί; Ἵνα σωθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Παραπέμπει γὰρ αὐτὸν εἰς ἐκεῖνον τὸν καιρὸν, ἵνα αὐτὸν ἐναγώνιον ἐργάση‐
45ται· καὶ ὅπερ ἔμελλεν αὐτῷ χαρίζεσθαι μετὰ τὴν μετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος. Ὥσπερ γὰρ ὁ Θεός φησιν, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, καὶ οὐ προσ‐ έθηκεν, Ἐὰν δὲ μετανοήσῃ, σωθήσεται· οὕτω καὶ

61

.

126

(50)

οὗτος οὐκ εἶπεν, Ἐὰν δὲ μετανοήσῃ ἀξίως, κυρώ‐ σομεν εἰς αὐτὸν ἀγάπην· ἀλλ’ ἀναμένει ποιῆσαι αὐ‐ τὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν. Εἰ γὰρ ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἐξέλυσεν ἂν αὐτοῦ τὸν φόβον· διόπερ οὐ μόνον οὐ ποιεῖ τοῦτο, ἀλλὰ διὰ τοῦ
55παραδείγματος τῆς ζύμης οὐδὲ ἀφίησιν αὐτὸν ἐλπί‐ σαι ἐπάνοδον, ἀλλ’ ἐκείνῃ τηρεῖ τῇ ἡμέρᾳ αὐτὸν, Ἐκκαθάρατε, λέγων, τὴν παλαιὰν ζύμην, καὶ, Μὴ ἑορτάζωμεν ἐν ζύμῃ παλαιᾷ. Ἐπειδὴ δὲ μετενόησε, μετὰ πάσης αὐτὸν εἰσήγαγε πάλιν τῆς σπουδῆς.
60Διὰ τί δὲ παλαιὰν καλεῖ; Ἢ διὰ τὸ τὸν πρότερον ἡμῶν βίον τοιοῦτον εἶναι· ἢ διὰ τὸ τὸ παλαιὸν ἐγγὺς εἶναι ἀφανισμοῦ, καὶ δυσῶδες ὁμοῦ καὶ αἰσχρὸν, οἷόν ἐστιν ἡ ἁμαρτία· οὔτε γὰρ ἁπλῶς διαβέβληται τὸ παλαιὸν, οὔτε ἁπλῶς ἐπαινεῖται τὸ καινὸν, ἀλλὰ
65πρὸς τὰ ὑποκείμενα. Καὶ γὰρ ἀλλαχοῦ φησιν·
Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, τότε127

61

.

127

μετ’ εὐφροσύνης πίεσαι αὐτόν· ἐγκωμιά‐ ζων ἐπὶ φιλίας μᾶλλον τὸ παλαιὸν, ἢ τὸ νέον· καὶ πάλιν, Ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο, καὶ ἐν‐ ταῦθα πάλιν ἐπὶ ἐγκωμίων καὶ δόξης μεγίστης τὸ
5παλαιὸν ἐκλαμβάνων. Ἀλλαχοῦ δὲ ἐπὶ ψόγου λαμβά‐ νει τὸ παλαιὸν ἡ Γραφή. Ἐπειδὴ γὰρ τὰ πράγματα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείμενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον. Ὅρα γοῦν καὶ ἀλλαχοῦ ψεγόμενον τὸ
10παλαιόν· Ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν· καὶ πάλιν, Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου· καὶ πάλιν, Πεπαλαιωμένε ἡμερῶν κακῶν. Οὕτω καὶ ἡ ζύμη πολλάκις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνεται, καίτοι γε ἐνταῦθα
15διαβληθεῖσα· ἀλλ’ ἐκεῖ πρὸς ἕτερον, καὶ ἐνταῦθα πρὸς ἕτερον. εʹ. Ἐμοὶ δὲ δοκεῖ μάλιστα ὁ περὶ τῆς ζύμης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολ‐ λὴν ἔνδοθεν εἶναι ζύμην παλαιὰν, οὐκ ἐκκαθαίροντες
20ἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας, τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ πλεονεξία ζύμη παλαιὰ, καὶ ὅπουπερ ἂν πέσῃ, καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται. Κἂν μικρὰ ἐξ
25ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύμω‐ σε. Διὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Οὐδὲν γὰρ σαθρότερον πλεονεξίας· κἂν τὴν κλεῖν ἐπιθῇς τῷ τοι‐ ούτῳ ταμιείῳ, κἂν θύραν, κἂν μοχλὸν, εἰκῆ πάντα
30ποιεῖς, πλεονεξίαν ἔνδον τὸν χαλεπώτατον λῃστὴν ἀποκλείσας, καὶ πάντα δυνάμενον ἐξενεγκεῖν. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες μὴ ταῦτα πάσχωσι; Μάλιστα μὲν πείσονται, κἂν μὴ παρ’ αὐτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι
35μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ, κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ’ οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν,
40ἀλλ’ ὅμως τὰ ἑτέρων ἔχει· καὶ τοῦτο πέπεισται ἀκρι‐ βῶς, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Εἰ γὰρ τοῦ δεῖνος ἁρπάσαντος ἔλαβες σὺ, εἶτα ἐλθὼν ὁ ἁρπαγεὶς ἀπῄτει, ἆρα ἂν ἤρκεσέ σοι εἰς ἀπολογίαν τὸ μὴ αὐτὸν ἡρπακέναι σε; Οὐδαμῶς· τί γὰρ ἂν εἶπες
45ἐγκαλούμενος, εἰπέ μοι; Ὅτι ἕτερος ἀπέδυσεν; ἀλλὰ σὺ κατέχεις. Ἐκεῖνος ἥρπασεν; ἀλλὰ σὺ ἀπολαύεις. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ’ οἷς ἂν εὕροι τις τὰ αὐτοῦ

61

.

127

(50)

κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος, καὶ ποίησον ὅπερ ἐποίησεν ὁ Ζακχαῖος μετὰ πολλῆς τῆς προσθήκης· εἰ δὲ ἀγνοεῖς, καὶ ἑτέραν σοι δίδωμι ὁδὸν, καὶ οὐκ ἀποκλείω σε τῆς θεραπείας· εἰς τοὺς δεομένους διάνειμαι ταῦτα ἅπαντα, καὶ
55παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Εἰ δέ τινες καὶ εἰς παῖδας καὶ ἐκγόνους ταῦτα παρέπεμψαν, ἀλλ’ ἕτερα ἀντὶ τούτων ἔπαθον δεινά. Καὶ τί λέγω τὰ ἐνταῦθα; Οὐ γὰρ δήπου καὶ κατ’ ἐκείνην τὴν ἡμέραν ταῦτα ἐρεῖται, ὅταν ἀμφότεροι γυμνοὶ φαίνωνται, οἵ τε ἁρπα‐
60γέντες οἵ τε ἁρπάσαντες· μᾶλλον δὲ οὐχ ὁμοίως γυμνοί. Τῶν μὲν γὰρ χρημάτων ὁμοίως ἑκάτερος γυ‐ μνὸς ἔσται, θάτερος δὲ καὶ τῶν ἐκ τούτων ἐγκλημάτων ἐμπεπλησμένος. Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέ‐ ραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ
65κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παρ‐Column end

61

.

128

άγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον; τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ δια‐ φθεῖραι τὸ δικαστήριον δυνήσῃ τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ νῦν· καὶ γὰρ
5καὶ νῦν πάρεστιν ἐκεῖνο τὸ δικαστήριον. Καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικου‐ μένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικίας, ἀλλ’ ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν
10ἀμύνοντα πάντως. Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν; Ἀλλ’ οὐκ εἰς τέλος. Ἄκουσον τί φησιν ὁ προφήτης· Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Ποῦ γὰρ, εἰπέ μοι, μετὰ τὴν ἐντεῦθεν ἀπαγωγὴν ὁ ἁρπάσας;
15ποῦ αἱ λαμπραὶ ἐλπίδες; ποῦ τὸ σεμνὸν ὄνομα; οὐχὶ πάντα παρῆλθεν; οὐχὶ ὄναρ καὶ σκιὰ πάντα τὰ ἐκείνου; Τοῦτο καὶ περὶ ἑκάστου τῶν τοιούτων προσ‐ δόκα, καὶ τοῦ ζῶντος καὶ τοῦ μετ’ ἐκεῖνον. Ἀλλ’ οὐ τὰ τῶν ἁγίων ἀνδρῶν τοιαῦτα, οὐδὲ δυνήσῃ τὰ αὐτὰ
20καὶ ἐπ’ ἐκείνων εἰπεῖν, ὅτι σκιὰ καὶ ὄναρ καὶ διηγή‐ ματα τὰ τούτων. Καὶ εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρὸς δῆλον, παραγάγωμεν εἰς μέσον. Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Ὅλως γὰρ ἐπι‐
25θυμεῖς; ὅλως ἐφίεσαι καὶ βούλει γενέσθαι τοιοῦτος; Ναὶ, φησίν. Οὐκοῦν ἐλθὲ τὴν ὁδὸν, ἣν οὗτος ἦλθε, καὶ οἱ μετ’ αὐτοῦ. Καὶ ποίαν ἦλθεν ὁδόν; Ὁ μέν φησιν· Ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· ὁ δὲ, Ἀργύ‐ ριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὕτως οὐδὲν
30εἶχον, καὶ ὅμως πάντα κατεῖχον. ϛʹ. Τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτε‐ ρόν τε καὶ εὐπορώτερον; Ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἡβρύνοντο λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα καὶ οἰκίας
35καὶ ἀνδράποδα· οὗτος δὲ, ἐπὶ τῷ πάντων εἶναι γυ‐ μνός· καὶ οὐ καταδύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι, οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ καὶ ἐγκαλλωπί‐ ζεται. Ποῦ νῦν οἱ πλουτοῦντες, οἱ τόκους ἀριθμοῦν‐ τες καὶ τόκους τόκων, οἱ τὰ πάντων λαμβάνοντες,
40καὶ οὐδέποτε κορεννύμενοι; ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα; τῆς οὐδὲν ἐχούσης, καὶ τῶν τὰ διαδήματα περικει‐ μένων εὐπορωτέρας; Αὕτη γὰρ ἡ μηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας
45ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουρ‐ γίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν· αὕτη ἡ φωνὴ τῶν εἰς οὐρανὸν ἤδη μεταστάντων, τῶν ἐκείνης ἐπει‐ λημμένων τῆς κορυφῆς. Οὕτως ἔστι μηδὲν

61

.

128

(50)

ἔχοντα, τὰ πάντων κατέχειν· οὕτως ἔστι μηδὲν κτώ‐ μενον, τὰ πάντων κεκτῆσθαι. Ἂν δὲ κτησώμεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήμεθα. Τάχα αἴνιγμα τὸ εἰρημένον εἶναι δοκεῖ, ἀλλ’ οὐκ ἔστιν. Ἀλλὰ πῶς, φησὶν, ὁ μηδὲν ἔχων, τὰ πάντων κατέχει; οὐ πολλῷ
55μᾶλλον ὁ τὰ πάντων ἔχων; Οὐδαμῶς, ἀλλὰ τοὐναν‐ τίον ἅπαν. Ὁ γὰρ μηδὲν ἔχων πᾶσιν ἐπιτάττει, ὡς κἀκεῖνοι ἐποίουν· καὶ γὰρ αἱ κατὰ τὴν οἰκουμένην αὐτοῖς οἰκίαι ἦσαν ἀνεῳγμέναι πᾶσαι, καὶ χάριν εἶ‐ χον οἱ παρέχοντες, καὶ ὡς πρὸς φίλους καὶ συγγενεῖς
60ἤρχοντο. Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον,129

61

.

129

καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε· καὶ πρὸς τὸν δεσμοφύλακα, κἀκεῖνος τὴν οἰκίαν αὐ‐ τοῖς ἀνέῳξεν ἅπασαν· καὶ πρὸς ἑτέρους μυρίους. Οὕτω πάντα εἶχον, καὶ οὐδὲν εἶχον. Οὐδὲν γὰρ τῶν
5ὑπαρχόντων ἔλεγον ἴδιον εἶναι· διὰ τοῦτο πάντα ἦν αὐτῶν. Ὁ γὰρ κοινὰ τὰ ὄντα ἡγούμενος, οὐ τοῖς αὐ‐ τοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων, καὶ ποιῶν ἑαυτὸν κύριον τῶν αὐτοῦ μόνων, οὐδὲ τούτων ἔσται κύριος. Καὶ τοῦτο ἀπὸ
10ὑποδείγματος δῆλον. Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται· καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων
15κατέχει. Ὁ δὲ ἔχων τινὰ, οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτημένῳ, καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ μεταβολῆς πραγμάτων καὶ πάντων μᾶλλον ἔσται, ἢ ἐκείνου, τὰ ἐκείνου. Πᾶσαν γοῦν τὴν οἰκουμένην διέδραμεν ὁ Παῦλος, οὐ‐
20δὲν ἐπιφερόμενος, οὐ πρὸς φίλους ἀπιὼν, οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέμιος πᾶσιν ἦν· ἀλλ’ ὅμως τὰ πάντων εἶχε μετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα μικρόν τι τῶν ἰδίων κτήσωνται σπεύσαντες, πάντων ἐξέπεσον μετὰ καὶ
25αὐτῆς τῆς ζωῆς. Ἀπόστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοσαύτην ἐξηνέχθην ὑπερβολὴν, ἀνθρώποις τοιαῦτα φθεγγόμενος, οἷς ἀγαπητὸν κἂν τῶν ὄντων μεταδοῦ‐
ναί τι μικρόν.Column end

61

.

130

Διόπερ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς τελείους εἰρή‐ σθω· πρὸς δὲ τοὺς ἀτελεστέρους ἐκεῖνα λέγωμεν Δότε τῶν ὄντων τοῖς δεομένοις, αὐξήσατε τὴν οὐσίαν. Ὁ γὰρ διδοὺς πτωχῷ, φησὶ, δανείζει Θεῷ. Εἰ δὲ ἐπεί‐
5γῃ, καὶ οὐκ ἀναμένεις τὸν καιρὸν τῆς ἀντιδόσεως, ἐννόει τοὺς τὰ χρήματα ἀνθρώποις δανείζοντας. Οὐδὲ γὰρ οὗτοι παραχρῆμα βούλονται τοὺς τόκους ἀπολα‐ βεῖν, ἀλλὰ πλείονα ἐπιθυμοῦσι χρόνον μεῖναι παρὰ ταῖς τοῦ δανεισαμένου χερσὶ τὸ κεφάλαιον, μόνον ἐὰν
10ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ μὴ ὑποπτεύωσι τὸν εἰλη‐ φότα. Τοῦτο τοίνυν καὶ ἐνταῦθα γινέσθω· ἄφες αὐτὰ παρὰ τῷ Θεῷ, ἵνα ἀποδῷ σοι τὸν μισθὸν πολλαπλασίω. Μὴ ἐνταῦθα τὸ πᾶν ζήτει· ἂν γὰρ ἐνταῦθα αὐτὸ ἀπολάβῃς ὅλον, πῶς ἀπολήψῃ ἐκεῖ; Διὰ τοῦτο καὶ ὁ Θεὸς
15ἐκεῖ ταμιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγ‐ χάνοντος. Δίδωσι δὲ καὶ ἐνταῦθα· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἀλλ’ ἡμεῖς πρὸς ἐκείνην βλέ‐ πωμεν, καὶ μὴ ἐπειγώμεθα πρὸς τὴν ἁπάντων ἀντί‐
20δοσιν, ἵνα μὴ ἐλαττώσωμεν τὴν ἀμοιβὴν, ἀλλ’ ἀνα‐ μένωμεν τὸν καιρόν. Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ’ οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι. Τούτους τοίνυν συναγαγόντες μετὰ δαψιλείας πολλῆς, οὕτως ἐντεῦθεν ἀπέλθωμεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν
25μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

61

.

129

(30)

ΟΜΙΛΙΑ Ιϛʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυ‐ σθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰ‐ δωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου
35ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμί‐ γνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυ‐ σος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συν‐ εσθίειν.
40 αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν πα‐ λαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας λύμης ὁ ἡμαρτηκὼς τοῖς οὐχ ἡμαρτηκόσι,
45πολλῷ μᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ’ Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον

61

.

129

(50)

τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέ‐ ρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου τιθείς. Ἵνα γὰρ μὴ
55νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχει‐ ρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸν τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. Διὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα
60ἐκ τοῦ κόσμου ἐξελθεῖν. Εἶδες πῶς ἐστιν ἀνεπ‐
αχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν μόνον, ἀλλὰ καὶColumn end

61

.

130

(31)

τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄν‐ θρωπον ὄντα, φησὶ, καὶ οἰκίας καὶ παίδων προϊστά‐ μενον, καὶ τὰ τῆς πόλεως πράττοντα, ἢ χειροτέχνην ὄντα, ἢ στρατευόμενον, τῶν πλειόνων ὄντων Ἑλλή‐
35νων, τοὺς πανταχοῦ πόρνους φεύγειν; πόρνους γὰρ κόσμου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ᾖ τοιοῦτος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν,
40εἰδωλολάτρης εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαμαρει‐ τῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μετὰ ταῦτα μέλλει γυ‐ μνάζειν. Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους
45ἀποδύεται· διὸ καὶ ἔλεγε· Διὰ τί οὐκ ἀδικεῖσθε μᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. —Ἢ μέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ, Τὰ βρώματα τῇ κοιλίᾳ,

61

.

130

(50)

καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἢ λοίδορος, ἢ ἅρ‐ παξ. Καὶ γὰρ καὶ τούτοις ἐπετίμησεν ἔμπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι’ ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναμίγνυσθαι, δεικνὺς ὅτι οὐ μόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ μοι
55καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι· Δεῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐ‐ τὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσ‐ σαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ
60συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.
Ἐνταῦθα μέντοι τὴν αἰτίαν οὐ τίθησι. Τί δήποτε;131

61

.

131

Ὅτι ἐκεῖ μὲν παραμυθήσασθαι ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ’ ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁμαρτήματα. Καὶ
5πρὸς Ἕλληνας μὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡμεῖς ποιοῦμεν, ὑπὲρ μὲν τῶν υἱῶν καὶ τῶν ἀδελ‐ φῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούμεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο καὶ τῶν ἔξω‐
10θεν Παῦλος; Ἐκήδετο μὲν, ἀλλὰ μετὰ τὸ δέξασθαι τὸ κήρυγμα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνομοθέτει· ἕως δὲ ὅτε κατ‐ εφρόνουν, περιττὸν ἦν τὰ προστάγματα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς
15ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ. Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; ἵνα μή τις νομίσῃ ἀτιμωρήτους τούτους ἀφίεσθαι, ἕτερον δι‐ καστήριον ἐφίστησιν αὐτοῖς φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυ‐
20θούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσ‐ καιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παι‐ δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
25 βʹ. Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδα‐ νοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦ‐ τον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς
30τοιούτους ἐκτέμνεσθαι· ἀλλ’ ἐκεῖ μὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡμερώτερον. Διόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζε‐ σθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ’ ἐπὶ μετάνοιαν αὐτὸν ἄγει. Τί δήποτ’
35οὖν ἑτέρως μὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο; Διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὅτι ἐπὶ μείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς μα‐ κροθυμίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο
40ἐπὶ μετάνοιαν ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μεί‐ ζονα ἔμελλον ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζο‐ μένους ὁρῶντες τοῖς αὐτοῖς ἐνέμενον, εἰ μηδὲ ἐκολά‐ ζοντό τινες, πολλῷ μᾶλλον τοῦτο ἂν ἔπαθον. Διὰ τοῦτο ἐκεῖ μὲν τῷ μοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος
45εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ μετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡμερωτέ‐ ρας ἴδοι τις ἂν τιμωρίας, ἵνα δειχθῇ διὰ πάντων, ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ

61

.

131

(50)

νομοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιμωρίας, καὶ μετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ μετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ μετανοίᾳ μόνῃ ἀρκούμενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ Δαυῒδ, διὰ μετα‐
55νοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ μικρὰ ἀπὸ χωρίου τι‐ μῆς ὑφελόμενος ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς ἀπ‐ ώλετο. Εἰ δὲ πλεονάζει ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία ἐν τῇ Καινῇ, ἡ διαφορὰ τῶν προσώπων τὴν διαφορὰν τῆς τοιαύτης οἰκονομίας ἐργάζεται. Τολμᾷ
60τις ὑμῶν, πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων,Column end

61

.

132

κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡμολογημένων ποιεῖται τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· καὶ ἐνταῦθα,
5Τολμᾷ τις ὑμῶν; ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγ‐ μα καὶ παρανομίας. Καὶ τί δήποτε τὸν περὶ πλεον‐ εξίας καὶ τοῦ μὴ δεῖν ἔξω κρίνεσθαι παρενέβαλε λόγον; Οἰκεῖον νόμον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ
10τὰ παρεμπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐμνημόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων οὐκ ἀνέχεται
15διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωμεν οὖν τί φησι καὶ περὶ τούτου· Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν
20ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Τέως ἐκ τῶν ὀνομάτων γυμνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιμίων μὲν οὐκ ἀνατρέπει τὴν κρίσιν τὴν ἐπὶ τῶν πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν, τότε καὶ τὸ ὅλως κρίνεσθαι ἀνεῖλε. Μά‐
25λιστα μὲν γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν, ἐπὶ τῶν ἀδίκων οὐκ ἔδει· ὅλως δὲ οὐδὲ κρίνεσθαι δεῖ. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον δια‐ καθαίρει τὸ μὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτο‐ πον πρὸς τὸν φίλον μικροψυχοῦντα, τὸν ἐχθρὸν
30καταλλάκτην λαμβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν οὐ χρὴ παρ’ Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψομεν ὑπὲρ ἑτέρων μειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν
35ἀπίστων, ἀλλ’, Ἐπὶ τῶν ἀδίκων, λέξιν θεὶς, ἧς μάλιστα χρείαν εἶχεν εἰς τὴν προκειμένην ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕ‐ τως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ
40δικαίου παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀπο‐ τρέπει, μονονουχὶ λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων, ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τῶν δικαίων τυχεῖν ἀδίκοις ἐπιτρέπων ἀνθρώποις; Καὶ ἐπειδὴ εὐθέως φορτικὸν ἦν ἀκοῦσαι
45τὸ μὴ δικάζεσθαι, οὐκ εὐθέως τοῦτο ἐπήγαγεν, ἀλλὰ τοὺς δικάζοντας ἤμειψε μόνον, ἔξωθεν εἰς τὴν Ἐκ‐ κλησίαν εἰσάγων τοὺς δικαζομένους. Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δι‐ κάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκα‐

61

.

132

(50)

νοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιω‐ τῶν οἱ πλείους ὄντες)· ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας. Ἀλλ’ ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν
55ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθ‐ οδεύει τὸ μέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι
οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;133

61

.

133

γʹ. Σὺ τοίνυν ὁ μέλλων κρίνειν ἐκείνους τότε, πῶς ὑπ’ ἐκείνων ἀνέχῃ κρίνεσθαι νῦν; Κρινοῦσι δὲ οὐχὶ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατα‐ κρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν
5κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλα‐ χίστων; Οὐ γὰρ εἶπεν, Ὑφ’ ὑμῶν, ἀλλ’, Ἐν ὑμῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀνα‐ στήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατα‐
10κρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐ‐ τὸν ἥλιον ὁρῶντες, καὶ τῶν αὐτῶν μετέχοντες πάν‐ των, ἡμεῖς μὲν εὑρεθῶμεν πιστεύσαντες, ἐκεῖνοι δὲ ἠπιστηκότες, οὐ δυνήσονται εἰς ἄγνοιαν καταφυγεῖν· κατηγορήσομεν γὰρ αὐτῶν ἡμεῖς δι’ αὐτῶν, ὧν ἐπρά‐
15ξαμεν. Καὶ πολλὰ τοιαῦτα εὑρήσει τις ἐκεῖ κριτή‐ ρια. Εἶτα, ἵνα μὴ δόξῃ τις περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχί‐ στων; Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ
20ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνε‐ σθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι
25γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίτ‐ τεσθαι· ἀλλ’ ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐ‐ τῷ. Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κό‐ σμος· οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώ‐
30πους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ’ ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐ‐ τὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις
35αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ μετα‐ σχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις αὗται ἔλαττον ἡμῶν εὑ‐ ρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλε‐ πωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν τι‐
40νες ἱερέας λέγειν αὐτὸν, ἐρόμεθα ποίους ἱερέας; Τοὺς βιωτικῶς περιπατήσαντας πάντως. Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς ἀγγέ‐ λους; Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενο‐
45μένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ’ ὑπερβολῆς ἡμᾶς διδάξαι βουλόμενος, ὅτι, οὐδ’ ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀν‐

61

.

133

(50)

τίθεσιν κινήσας, προηγουμένως ταύτην ἔλυσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἐρεῖ τις, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ’ εὐκατα‐ φρόνητοι πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις ἐπιτρέπετε. Τοῦτο δὲ
55πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς σκῆψιν οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀν‐ δρῶν συνετῶν παρ’ ὑμῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ μείζονα
60τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸςColumn end

61

.

134

ἐν ὑμῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι μεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται μετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ μεσιτεύοντι τῇ
5δίκῃ, τῆς διαθέσεως καὶ τῆς συγγενείας πολλὰ συμ‐ πραττούσης πρὸς τὴν λύσιν τῆς τοιαύτης φιλονεικίας. Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ μὲν χρησίμως δι‐ έβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ
10ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰ‐ σχρὸν, εἰ μηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς αἴτιον τὸν ἱερέα, ἀλλ’ ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενημένους, οὐ τοῦτο εἶπε προηγουμένως, ὅτι τοὺς ἀπεῤῥιμμέ‐
15νους δεῖ καθίζειν, ἀλλὰ καθαπτόμενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναμένοις διακρίνειν ἐπιτρέπειν χρὴ, ἐδή‐ λωσεν εἰπών· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; καὶ ἐκ περιουσίας ἐπιστομίζων καὶ λέγων, ὅτι εἰ καὶ μηδεὶς ἦν σοφὸς ἐν ὑμῖν, τοῖς ἀσυνέτοις ἐπι‐
20τρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομέ‐ νης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ’ αἰσχύ‐ νεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θη‐
25σαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Διπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν
30ἔχει συγγνώμην; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν; Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ
35οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο. δʹ. Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ ἀδικεῖν
40πόσης κατηγορίας ἄξιον; Διὰ τί οὐχὶ μᾶλλον ἀδι‐ κεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ’ αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελ‐ φούς. Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τρι‐ πλοῦν καὶ τετραπλάσιον. Ἓν μὲν, τὸ μὴ εἰδέναι
45ἀδικούμενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁμοίως τὰ ἁμαρτήματα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται μέλος. Ἀπὸ γὰρ πλείονος ἰταμό‐

61

.

134

(50)

τητος τολμᾶται τοῦτο· κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγ‐ ματος καταπεπάτηται μόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης. Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοι‐ νῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν,
55ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομή‐ σουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλο‐ λάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσε‐ νοκοῖται, οὔτε πλεονέκται, οὐ κλέπται, οὐ μέθυ‐
60σοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ135

61

.

135

κληρονομήσουσι. Τί λέγεις; περὶ πλεονεκτῶν διαλεγόμενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡμῖν παρα‐ νόμων ἀνθρώπων; Ναὶ, φησίν· ἀλλ’ οὐ συγχέων τὸν λόγον τοῦτο ποιῶ, ἀλλὰ καὶ τάξει προβαίνων.
5Ὥσπερ γὰρ περὶ τῶν πόρνων διαλεγόμενος, μέμνη‐ ται πάντων ὁμοῦ, οὕτω πάλιν τοῦ πλεονέκτου μνη‐ σθεὶς, πάντας εἰς μέσον ἄγει, πρὸς τοὺς ἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων μνήμαις συνεχῶς ἀκούειν
10τὴν κειμένην κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν τοῖς οἰκείοις αὐτῶν ἁμαρτήμασιν ἐπαποδύηται. Οὐδὲ γὰρ ὡς συνειδὼς ἐνταῦθα αὐ‐ τοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ
15μὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ’ ἀδιορίστως λεγόμενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ
20ἐπεξέρχεται τοῖς πλημμελήμασι· μὴ δὴ φοβηθῶμεν· οὐδένα γὰρ ἐπ’ οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων ἕνεκέν φησιν· Μὴ πλανᾶσθε. Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν,
25ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε. Διό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου· καὶ ὁ Παῦ‐ λος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι (τὸν ἤδη
30καταδικασθέντα πρῶτον τίθησιν), οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν μέθυσον καὶ λοίδορον μετὰ τοῦ
35μοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τί‐ θησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήματα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ
40γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτα‐ τα ἐκ τῆς μέθης ἐξήμαρτεν ἁμαρτήματα· ἔπειτα, ὅτι οὐ περὶ κολάσεως ὁ λόγος αὐτῷ τέως, ἀλλὰ περὶ ἐκπτώσεως βασιλείας. Τῆς μὲν οὖν βασιλείας ὁμοίως
45καὶ οὗτος καὶ ἐκεῖνος ἐκπίπτουσιν· εἰ δέ τινα ἐν τῇ γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζη‐ τεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡμῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιά‐ σθητε. Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε λέγων· Ἐν‐

61

.

135

(50)

νοήσατε ἡλίκων ὑμᾶς ἐξείλετο κακῶν ὁ Θεὸς, ὅσην ὑμῖν φιλανθρωπίας παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ μέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν ἔδωκεν, ἀλλ’ ἐπὶ πολὺ τὴν εὐεργεσίαν προήγαγε· καὶ γὰρ καθαρὸν ἐποίησεν. Ἆρ’ οὖν τοῦτο μόνον; Οὐδαμῶς,
55ἀλλὰ καὶ ἡγίασεν· ἀλλ’ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ ἐδικαίωσε. Καίτοι γε καὶ τὸ τῶν ἁμαρτημάτων ἀπ‐ αλλαγῆναι, δωρεὰ μεγάλη· νυνὶ δέ σε καὶ μυρίων ἐν‐ έπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνό‐ ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε
60καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ μέγεθος τῆς γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθα‐ ρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωμεν τὰ
65ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ ΘεὸςColumn end

61

.

136

ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν. Ἐννόησον γὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέμοντα. εʹ. Τί οὖν, φησὶν, ἐὰν παρανόμως ὁ ἔνδον κρίνῃ; Διὰ
5τί, εἰπέ μοι; κατὰ ποίους γὰρ νόμους δικάζει ὁ Ἕλ‐ λην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ μὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόμοι πεμ‐
10φθέντες. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν μετὰ τῶν εἰρημέ‐ νων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα καὶ διαφθορὰν ἀρχόντων καὶ πολλὰ ἄλλα τὸ δίκαιον λυμαινόμενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο
15μὲν οὖν μάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα
20καὶ μισθὸν ἔχῃς. Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κρι‐ θῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡμέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξω‐
25θεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι. Ἀλλ’ ὢ τῶν χρημάτων! μᾶλλον δὲ, ὢ τοῦ ἀτόπου ἔρωτος τῶν χρημάτων! ὅτι πάντα ἀνέτρεψε καὶ κατ‐ έβαλε, καὶ πάντα λῆρος τοῖς πολλοῖς καὶ μῦθοι διὰ
30τὰ χρήματα. Καὶ τὸ μὲν βιωτικοὺς εἶναι τοὺς τοῖς δικαστηρίοις ἐνοχλοῦντας, οὐδὲν θαυμαστόν· τὸ δὲ πολλοὺς τῶν ἀποταξαμένων τὰ αὐτὰ δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώμης πάσης ἐστέρηται. Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς
35χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ μᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν μὲν
40οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς (δικαίου γὰρ μάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόμων. Καὶ πῶς δυνή‐ σομαι φέρειν ἀδικούμενος, φησί; Καίτοι γε ὁ Χρι‐ στὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ μόνον
45ἀδικούμενον φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδα‐ ψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυμίᾳ τοῦ πά‐ σχειν ὑπερβαίνειν τὴν ἐπιθυμίαν τοῦ ποιοῦντος κα‐ κῶς. Οὐ γὰρ εἶπε, Τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ’

61

.

136

(50)

ἐκείνου καὶ τὸ ἱμάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, μὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαμπρά. Διὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. Καὶ διὰ τί οὐ
55μᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούμενος νικᾷ μᾶλλον τοῦ μὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑμῖν ποιή‐ σω φανερόν. Ὁ μὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικα‐ στήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε μάλιστα ἥττη‐ ται· ὃ γὰρ οὐκ ἤθελεν, ἔπαθεν· ἠνάγκασε γὰρ αὐτὸν
60ὁ ἀντίδικος καὶ ἀλγῆσαι καὶ δικάσασθαι. Τί γὰρ ὅτι137

61

.

137

νενίκηκας; τί δὲ ὅτι τὰ χρήματα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως ὑπέμεινας, ἀναγκασθεὶς δικά‐ σασθαι. Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρημάτων μὲν ἀποστερούμενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ
5φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖ‐ νος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ μοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόμενος διάβολος; Δῆλον ὅτι ὁ πάντα
10ἀφελόμενος διάβολος. Τίνα οὖν θαυμάζομεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα; Δῆλον ὅτι τὸν Ἰώβ· καίτοι γε οὐκ ἴσχυσε χρήματα ἀπολλύμενα κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήματα καὶ παῖδας; τὴν τοῦ
15σώματος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ’ ὅμως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα τὰ ὄντα ἀπο‐ βαλών. Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήμυνεν ἀπολλυμένοις. Καὶ τί τοῦτο;
20καὶ γὰρ ἐκείνους λαμπροτέρους ἐποίησε τὸ συμβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤμυνεν ἐπηρεαζομένῳ. Εἰ δὲ μὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαμπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν τὸ ἀδικεῖσθαι, οὐκ ἂν ἡμῖν αὐτὸ ἐπέταξεν ὁ Θεός·
25πονηρὰ γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει· ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζημίᾳ περιβαλεῖν ἡμᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι. Διὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς
30τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος. ϛʹ. Ἀλλὰ δεινὸν τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ
35Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς ἀπῆλθε χρήματα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδι‐ κημένος, χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυ‐ ρῶν τιμιώτερον. Ταῦτ’ οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ
40προαιρέσεως, καὶ μὴ πάσχωμεν τὰ τῶν ἀνοήτων, οἳ τότε νομίζουσι μὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ με‐ γίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλο‐ σοφῶμεν, ἀλλ’ ἡττηθέντες ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος
45ἀπὸ δικαστηρίου ἡττηθέντα ἐνεγκεῖν· καὶ γὰρ τῆς ἀνάγκης τὸ πρᾶγμα γίνεται λοιπόν. Τίς οὖν ἡ λαμ‐ πρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν μὴ δικάσῃ. Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς;

61

.

137

(50)

καὶ πῶς δυνήσομαι; Ῥᾷστα μὲν οὖν, ἂν εἰς τὸν οὐ‐ ρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γεν‐ ναίως. Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐ‐ ρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθημένῳ ἐπὶ τῶν Χερου‐
55βὶμ γέγονας ὅμοιος. Καὶ γὰρ καὶ ἐκεῖνος ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠμύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο εὐεργεσίαις μυρίαις τοὺς τὰ τοιαῦτα πε‐ ποιηκότας, καὶ ἡμᾶς μιμητὰς αὐτοῦ γενέσθαι ἐκέ‐
60λευσεν. Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μη‐
τρός σου· γυμνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁColumn end

61

.

138

ἠδικηκώς· μᾶλλον δὲ ἐκεῖνος μὲν μετὰ μυρίων τραυ‐ μάτων σκώληκα τικτόντων. Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυ‐
5ρότερόν σε ἐποίησεν ὁ ἀδικήσας. Τὸ μὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν τὴν τροφὴν τοῦ θη‐ ρίου. Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς,
10φόβου διηνεκοῦς· καὶ τὸν φορυτὸν τῶν κακῶν ἐπεσώ‐ ρευσεν ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Τί οὖν, ἐὰν λιμῷ παλαίσω, φησί; Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέ‐ γοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ δι‐ ψῶμεν καὶ γυμνητεύομεν. Ἀλλ’ ἐκεῖνος διὰ τὸν
15Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ μὴ ἐπ‐ εξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ’ ὁ ἠδικηκὼς μετὰ τῶν πλουτούντων τρυφᾷ. Μᾶλλον δὲ μετὰ τοῦ διαβόλου· ἀλλὰ σὺ μετὰ Παύλου στεφανοῦσαι. Μὴ τοί‐ νυν δέδιθι λιμόν· Οὐ γὰρ λιμοκτονήσει Κύριος ψυ‐
20χὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δια‐ θρέψει. Εἰ γὰρ τὰ στρουθία τοῦ ἀγροῦ διατρέφει, πῶς σὲ οὐ διαθρέψει; Μὴ γινώμεθα τοίνυν ὀλιγόπι‐ στοι μηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν
25οὐρανῶν ἐπαγγειλάμενος καὶ τοσαῦτα ἀγαθὰ, τὰ παρόντα πῶς οὐ δώσει; Μὴ περιττῶν ἐπιθυμῶμεν, ἀλλ’ αὐταρκείας ἐχώμεθα, καὶ ἀεὶ πλουτήσομεν· σκε‐ πάσματα ζητῶμεν καὶ τροφὰς, καὶ πάντων ἐπιληψό‐ μεθα καὶ τούτων καὶ τῶν πολλῷ μειζόνων. Εἰ δὲ
30ἀλγεῖς ἔτι καὶ κάτω κύπτεις, ἠβουλόμην σοι τοῦ ἠδικηκότος μετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέ‐ φρα γίνεται. Καὶ γὰρ ἡ ἁμαρτία τοιοῦτον· ἕως μὲν ἂν ἐργασθῇ, παρέχει τινὰ ἡδονήν· ὅταν δὲ τε‐ λεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται
35δὲ ἀθυμία. Ταῦτα καὶ ὅταν ὑβρίζωμέν τινας πάσχο‐ μεν· ὕστερον γοῦν ἑαυτῶν κατηγοροῦμεν. Οὕτω καὶ ὅταν πλεονεκτήσωμεν, χαίρομεν· μετὰ δὲ ταῦτα κεντούμεθα ὑπὸ τοῦ συνειδότος. Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος; Δά‐
40κρυσον, μὴ τὸν ἀπεστερημένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ’ ἔλαβε κακόν. Ἐκεῖνον μὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς δεομένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαμβάνων τὰ τῶν δεομένων,
45τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα μὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιμωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν μέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε

61

.

138

(50)

πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμέ‐ νους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους. Ἀλλ’ ὅμως ὁ Θεὸς οὐκ ἐν τούτοις ἵστησι τὴν ἀμοιβήν. Ἀλλὰ βούλει μα‐ θεῖν ὅσα τὰ ἀγαθά σε διαδέξεται; Τὸν οὐρανόν σοι
55πάντα ἀνοίγει, τῶν ἁγίων ποιεῖ συμπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁμαρτημάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡμαρ‐ τηκόσιν ἀφιέντες τυγχάνουσιν ἀφέσεως, οἱ μὴ μόνον ἀφιέντες, ἀλλὰ καὶ ἐπιδαψιλευόμενοι, τίνος οὐ τεύ‐
60ξονται εὐλογίας; Μὴ τοίνυν ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ
καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ139

61

.

139

τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήματα; ἀλλὰ καὶ ἁμαρ‐ τίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεμὰν καὶ τοῦ Γιεζῆ γέγονε. Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆ‐ ναί σοι τὰ ἁμαρτήματα; Τοῦτο τοίνυν γίνεται νῦν·
5ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλί‐ κον· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ
10ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ
καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώ‐Column end

61

.

140

θης, φιλοσοφώτερος γενόμενος τὴν ψυχὴν, ὅμοιος τῷ Θεῷ καταστὰς, τῆς φροντίδος τῶν χρημάτων ἀπαλλα‐ γεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάμενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς
5ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά‐
10τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.Column end

61

.

139

(12)

ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθή‐
15 σομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευμένων λέγει
20τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδια‐ φόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ’ οὐ συμφέρει μετὰ ἀσωτίας. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων
25τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δεί‐ κνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέ‐ ρει, ἀλλ’ οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων· Οὐ συμφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέ‐
30γων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν, φη‐ σίν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦ‐ λος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀμε‐
35τρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνε‐ ται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ
40δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί μοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ’ ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ’ αὐτὴ
45σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς

61

.

139

(50)

ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώμασι· τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χρι‐
55στὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοι‐ λίᾳ; Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους
60ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοί‐Column end

61

.

140

(13)

νυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον
15οὐδὲν ἐπιδείξεται· ἀλλ’ ὥσπερ δεσποίνῃ τινὶ διακονου‐ μένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ’ αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώ‐
20μασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ, δρόμον τινὰ ἀνήνυ‐ τον ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα· ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφού‐ μενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα
25δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ
30τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν οὕτω λέ‐ γων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας
35εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώ‐
40ματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον τῶν ἑξῆς. Οὐ γὰρ τὴν φύσιν αἰτιῶμαι, φησὶ, τοῦ σώματος, ἀλλὰ τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ
45δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ’ ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι τοσαύτης

61

.

140

(50)

ἀξιωθέντες τιμῆς, ὡς ἐκείνου τοῦ ἄνω καθημέ‐ νου γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνο‐ μεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γα‐ στριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν
55Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνά‐ μεως αὐτοῦ. βʹ. Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπι‐
στον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατα‐141

61

.

141

σκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως ἕψεται τῇ κεφαλῇ. Διὰ τῆς δυνάμεως αὐ‐ τοῦ. Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λο‐
5γισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστά‐ σεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ’ αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστά‐ σεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό· οὐδὲ γὰρ εἶπεν,
10Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγμα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ
15τῆς δυνάμεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦν‐ τος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χρι‐ στοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύ‐
20σατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ
25Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς
30ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων· Ἔφαγες· ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ’ ἢ φθορὰ μόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυμαστὸν ἡ μέλλουσα ἀνά‐ στασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα
35λόγον. Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει· εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γε‐ νόμενα παραδοξότερα πολλῷ, καὶ θαῦμα ἀμήχανον
40ἔχοντα. Σκόπει δέ· Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων
45ἐπ’ ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γέ‐ νεσιν τούτων; Διὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀν‐ αισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλό‐

61

.

141

(50)

γων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώ‐ τερον. Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ· οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφ‐
55εστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ μη‐ δὲν ἄλλο, ἀλλ’ ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. Διὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ. Δυσκολώτερον δὲ εἶπον, οὐχὶ τῷ Θεῷ,
60ἀλλὰ κατὰ τὴν τῶν ἡμετέρων λογισμῶν ἀκολουθίαν· Θεῷ γὰρ δύσκολον οὐδέν· ἀλλ’ ὥσπερ ζωγράφος ὁ μίαν ποιῶν εἰκόνα, μυρίας εὐκόλως ποιήσει, οὕτω
καὶ Θεῷ ῥᾴδιον μυρίους ποιῆσαι κόσμους καὶ ἀπεί‐Column end

61

.

142

ρους· μᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ μὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ·
5ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ’ ὅσῳ τῶν κουφοτάτων τινὸς, μᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡμετέρου οἱ λίθοι βα‐ ρύτεροι, τοσούτῳ ὁ νοῦς ἡμῶν τῆς ταχύτητος τῆς ἐν τῷ ποιεῖν ἀπολιμπάνεται τοῦ Θεοῦ. Ἐθαύμασας αὐ‐ τοῦ τὴν δύναμιν ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν πῶς
10ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη· καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ μοι, πῶς μετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ’ ἐκεῖνο πάλιν τὸ μετὰ
15τὴν γῆν, τί; Ὁρᾷς εἰς πόσον ἴλιγγον ἐκπίπτει σου τὸ τῆς διανοίας ὄμμα, ἂν μὴ ταχέως ἐπὶ τὴν πίστιν καταδράμῃς καὶ τὴν ἀκατάληπτον δύναμιν τοῦ ποιή‐ σαντος; Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στο‐ χάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν
20διάνοιαν. Ποίων ἀνθρωπίνων; φησίν. Οὐχ ὁρᾷς τοὺς κεραμέας, πῶς τὸ διακλασθὲν καὶ γενόμενον ἄμορφον διαπλάττουσι σκεῦος; τοὺς τὴν μεταλλικὴν χωνεύον‐ τας γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν ἑτέρους τοὺς τὴν ὕελον
25ἐργαζομένους, πῶς τὴν ἄμμον εἰς ἓν σῶμα συνεχὲς καὶ διαυγὲς μετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήματα βάπτοντας, πῶς ἕτερον ἀνθ’ ἑτέρου τὸ δεξάμενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν τὴν ἡμετέραν; οὐ σπέρμα βραχὺ
30πρῶτον ἄμορφον καὶ ἀτύπωτον ἐνίεται εἰς τὴν ὑποδε‐ χομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπε‐ ται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ
35τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρ‐ πὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα ἄξια
40συγγνώμης; γʹ. Ταῦτα πρὸς Ἕλληνας λέγωμεν καὶ τὰ τοιαῦτα· πρὸς γὰρ τοὺς ταῖς Γραφαῖς πειθομένους οὐδὲ λόγου μοι δεῖ. Εἰ γὰρ μέλλοις περιεργάζεσθαι πάντα τὰ ἐκείνου, τί πλέον ἕξει τῶν ἀνθρώπων ὁ Θεός; καίτοι
45γε καὶ ἀνθρώπους πολλοὺς οὐ περιεργαζόμεθα. Εἰ δὲ ἐπ’ ἀνθρώπων τοῦτο ποιοῦμεν, καὶ οὐ περιεργα‐ ζόμεθα, πολλῷ οὖν μᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυ‐ πραγμονεῖν οὐ χρὴ οὐδὲ λογισμοὺς ἀπαιτεῖν· πρῶτον μὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόμενος, δεύτερον δὲ,

61

.

142

(50)

ὅτι οὐ δέχεται λογισμῶν ἔρευναν τὰ πράγματα. Οὐ γὰρ οὕτω πτωχὸς ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι μόνα, ἃ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιληφθῆναι δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος ἔργον οὐ καταλαμ‐ βάνεις, πολλῷ μᾶλλον τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ
55ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει· ἐπεὶ πολλῷ μακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς μελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, μᾶλλον δὲ τὸ σφόδρα ἀνόητον; Καὶ πῶς, ὅταν ἀναμιχθῇ τὸ σῶμα τῇ γῇ καὶ γένηται γῆ, καὶ αὕτη πάλιν ἑτέρως μετενεχθῇ, ἀνα‐
60στήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι δοκεῖ, ἀλλ’143

61

.

143

οὐ τῷ ἀκοιμήτῳ ὀφθαλμῷ· ἐκείνῳ γὰρ ἅπαντα δῆλα. Καὶ σὺ μὲν οὐχ ὁρᾷς τὴν ἐν τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν· ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ μὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπ‐
5ίσταται. Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώματος μὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ· ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ
10ἀόρατα τοίνυν εἰδὼς μετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶμα; Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει· διαβολικὸν γὰρ τὸ δόγμα· καὶ σπουδάζει τοῦτο ὁ διάβολος, οὐχ ἵνα ἀνάστασις ἀπιστηθῇ μόνον, ἀλλ’
15ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώ‐ σειν λόγον τῶν πεπραγμένων, οὐχ ἅψεται ταχέως ἀρετῆς· οὐχ ἁπτόμενος δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν· ἀμφότερα γὰρ ὑπ’ ἀλλήλων κατα‐
20σκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία ὑπὸ τῆς κακίας. Πολλῶν γὰρ πεπληρωμένον τὸ συν‐ ειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι,
25ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγον‐ τος γὰρ σοῦ ἀνάστασιν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ· Οὐκοῦν οὐδὲ ἐγὼ δώσω λόγον τῶν τετολμημένων. Ἀλλὰ τί φησιν ὁ Χριστός; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ
30ἂν τοσαῦτα ἐπραγματεύσατο ὁ Θεὸς, εἴ γε μὴ ἔμελ‐ λεν ἀναστήσειν ἡμᾶς, ἀλλὰ διαλύειν καὶ ἀφανίζειν εἰς τὸ μηδέν· οὐκ ἂν τὸν οὐρανὸν ἐξέτεινε τοῦτον, οὐκ ἂν τὴν γῆν ὑπεστόρεσεν, οὐκ ἂν τὰ ἄλλα ἅπαντα ὑπὲρ τῆς βραχείας ζωῆς μόνον ταύτης ἐποίησεν. Εἰ
35δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης; Εἰ δὲ μὴ ἔσται μέλλουσα, πολὺ ἡμεῖς τῶν δι’ ἡμᾶς γενομένων ἀτιμότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταμοὶ μονι‐ μώτερα ἡμῶν, καὶ τῶν ἀλόγων δὲ ἔνια· καὶ γὰρ
40κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ’ οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος. Τί οὖν, εἰπέ μοι, τοὺς δούλους βελ‐
45τίους ἐποίησε τῶν δεσποτῶν; Μὴ, παρακαλῶ, μὴ ταῦτα λογίζου, μηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, μηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον ἔχων Δεσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον ὁ Θεὸς ποιῆσαι, ἀλλ’ οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθα‐

61

.

143

(50)

νασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαί‐ ρων. Οὔτε γὰρ ἱματίου ἐδεῖτο ὁ Ἀδὰμ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ’
55ἀγγέλοις μᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν μελλόντων προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός· διὸ καὶ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ δὲ
60πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον· τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγμός. Ἀλλ’ οὐκ ἔμεινεν
ἐπὶ τῆς ἀξίας ἐκείνης.Column end

61

.

144

δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι’ ἐκεῖνον ἀπόλλυμαι; Μάλιστα μὲν οὐ δι’ ἐκεῖνον· οὐδὲ γὰρ σὺ ἀναμάρτη‐ τος ἔμεινας, ἀλλ’ εἰ καὶ μὴ τὴν αὐτὴν ἁμαρτίαν, ἑτέραν γοῦν ἥμαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιμω‐
5ρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ μὲν γὰρ ἔμελ‐ λες διόλου μένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρημένον· νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάμψαι δυνήσῃ. Ἀλλ’ εἰ μὴ θνητὸν ἔλαβον σῶμα, φησὶν, οὐκ ἂν ἥμαρτον. Τί οὖν, εἰπέ
10μοι; ἐκεῖνος, θνητὸν ἔχων σῶμα, ἥμαρτεν; Οὐδαμῶς· οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέμεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ
15προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπο‐ νοίας ἐξέβη; Καὶ νῦν μὲν ἁμαρτὼν δύνασαι λῦσαι τὰ ἁμαρτήματα, τοῦ σώματος ταπεινοῦ ὄντος καὶ κατα‐ πίπτοντος καὶ διαλυομένου· καὶ γὰρ αὗται αἱ ἔννοιαι
20ἱκαναὶ σωφρονίσαι· εἰ δὲ ἐν ἀθανάτῳ ἐπλημμέλησας, μονιμώτερα ἴσως ἔμελλεν εἶναι τὰ ἁμαρτήματα. Οὐ τοίνυν ἡ θνητότης αἰτία τῆς ἁμαρτίας, μὴ κατ‐ ηγόρει, ἀλλ’ ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν. Διὰ τί γὰρ μηδὲν τὸν Ἄβελ τὸ σῶμα ἠδίκησε;
25διὰ τί μηδὲν τοὺς δαίμονας τὸ ἀσώματον ὤνησε; Βούλει μαθεῖν, ὅτι οὐ μόνον οὐκ ἔβλαψε τὸ σῶμα θνητὸν γενόμενον, ἀλλὰ καὶ ὠφέλησεν; ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς, ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις καὶ λύπαις καὶ
30πόνοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν ἐξάγει, φησίν; Οὐ τὸ σῶμα, ἀλλ’ ἡ ἀκολα‐ σία· ταῦτα μὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώ‐ ματός ἐστι. Διόπερ οὐκ ἔστιν ἄνθρωπον εἰς τὸν βίον ἐλθόντα τοῦτον μὴ καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ ἀθυμεῖν·
35μὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώματος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν· τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν οὐ τοιοῦτον· ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώματος, μή
40σου τὴν τιμὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖς μεγίστοις κατορθώμασιν ἡμῖν διακονούμενον. Μὴ γάρ
45μοι τοὺς μαινομένους εἴπῃς· ἐπεὶ καὶ τῶν ἵππων πολ‐ λοὺς ὁρῶμεν κατὰ κρημνῶν φερομένους, τὸν ἡνίοχον ῥίψαντας μετὰ τοῦ χαλινοῦ· ἀλλ’ οὐ μεμφόμεθα τὸν χαλινόν· οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργά‐ σατο, ἀλλ’ ὁ ἡνίοχος ὁ μὴ κατασχὼν, πάντα ἀπώλε‐

61

.

144

(50)

σεν. Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου· ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ μυρία ἐργαζόμενον κακὰ, μὴ τὸ σῶμα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον τὸν συρόμενον, τὸν λογισμὸν λέγω. Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ’ ὁ ἡνίοχος πάντων αἴτιος
55οὐ καλῶς αὐτὰς κατέχων· διὸ καὶ δίκην αὐτὸν ἀπαι‐ τοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολ‐ λάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοι‐ νωνεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ μὲν γὰρ, φησὶν, ἵμασσον τὸ στόμα τοῦ ἵππου, ἕως κατεῖχες· ἐπειδὴ
60δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκομαι καὶ παρασύρω, ὥστε μηκέτι τὸ αὐτὸ παθεῖν. Μηδεὶς τοίνυν αἰτιάσθω τὰς ἡνίας, ἀλλ’ ἑαυτὸν καὶ τὴν διεφθαρμένην γνώμην. Καὶ γὰρ ἐφ’ ἡμῶν ἡνίοχός ἐστιν ὁ λογισμός· ἡνίαι δὲ τὸ σῶμα,
65συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν μὲν
οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν· ἂν145

61

.

145

δὲ ἀφῇς αὐτὰς, ἠφάνισας καὶ ἀπώλεσας ἅπαντα. Σω‐ φρονῶμεν τοίνυν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου ἔργον τοῦτο, πάντων μᾶλλον ποιεῖν τοὺς ἀνοήτους
5κατηγορεῖν, καὶ σώματος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλη‐ σίον, ἢ τῆς διεφθαρμένης γνώμης· ἵνα μὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν. Ἀλλ’ ὑμεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυμὸν κατ’ αὐ‐
τοῦ στρέψατε, καὶ τὸν ἡνίοχον ἐπιστήσαντες τῷ ζεύ‐Column end

61

.

146

γει, πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας τείνατε. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσ‐ φέρει, ἀλλ’ ἀναμένει τὸ τέλος· ἐνταῦθα δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωμεν ἵλεων,
5καὶ πάντως ἐπιτευξόμεθα τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

61

.

145

(10)

ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χρι‐ στοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην με‐
15ταβὰς, πάλιν ἀπὸ τούτου πρὸς ἐκεῖνον ἔρχεται, οὐκέτι λοιπὸν πρὸς αὐτὸν διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι· καὶ τούτους ἀσφαλιζόμενος μήποτε περιπέσωσι τοῖς αὐτοῖς, ἐκείνου καθάπτεται πάλιν. Ὁ γὰρ ἡμαρτηκὼς, κἂν πρὸς ἕτερον ἀποτεί‐
20νῃς τὸν λόγον, κεντεῖται καὶ οὕτω, τοῦ συνειδότος διεγειρομένου καὶ μαστιγοῦντος αὐτόν. Ἱκανὸς μὲν οὖν καὶ ἀπὸ τῆς τιμωρίας φόβος ἦν αὐτοὺς κατασχεῖν ἐπὶ τῆς σωφροσύνης· ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ μόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ
25λογισμοὺς τίθησιν. Ἐκεῖ μὲν οὖν τὸ ἁμάρτημα εἰπὼν, καὶ τὴν τιμωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενομένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεον‐ εξίαν μετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπει‐
30λήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν· ἐνταῦθα δὲ καὶ φρικω‐ δέστερον μεταχειρίζει τὴν παραίνεσιν. Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ μὴ δεικνὺς σφόδρα παρανομώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιμωρίας
35εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων μόνον, καὶ μὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται τῶν ἀναισθήτως διακειμένων. Διόπερ ἀμφότερα ποιεῖ Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέ‐ λους κρινοῦμεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι
40πλεονέκται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι’ ὧν ἔμπροσθεν εἶπεν, ἐκ‐ τεμών τε αὐτὸν καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς μελ‐ λούσης ἀναμνήσας ἡμέρας, ἐντρέπει πάλιν λέγων·
45Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας λοιπὸν εὐγενεῖς διαλεγόμενος. Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶμα τῷ Κυρίῳ, σαφέστε‐ ρον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ

61

.

145

(50)

μέλη ἐκ μέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγμα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ μὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόμενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης
55μέλη; Μὴ γένοιτο. Οὐδὲν φρικωδέστερον τῆς λέξεως ταύτης. Καὶ οὐκ εἶπεν, Ἄρας οὖν τὰ μέλη τοῦ Χρι‐ στοῦ, συνάψω τῇ πόρνῃ· ἀλλὰ τί; Ποιήσω μέλη πόρνης; ὅπερ ἦν πληκτικώτερον. Εἶτα κατασκευά‐ ζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων·
60οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνη, ἓν σῶμάColumn end

61

.

146

(11)

ἐστι; Πόθεν δῆλον; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Οὐκέτι γὰρ ἀφίησιν ἡ συνουσία τοὺς δύο εἶναι δύο, ἀλλ’ ἓν ἀμφοτέρους ἐργάζεται. Καὶ
15ὅρα πάλιν πῶς διὰ τῶν ὀνομάτων γυμνῶν πρόεισι, διὰ τῆς πόρνης καὶ διὰ τοῦ Χριστοῦ προάγων τὴν κατηγορίαν. Φεύγετε τὴν πορνείαν. Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ.
20Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Τοῦτο τοῦ προτέρου ἔλαττον· πλὴν ἀλλ’ ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάν‐ τοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ
25τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα. Ἐκεῖνο μὲν οὖν τοῖς εὐλαβεστέροις εἴρηται τὸ πρότερον, τοῦτο δὲ τοῖς ἀσθενεστέροις. Καὶ γὰρ καὶ τοῦτο τῆς Παύλου σοφίας, μὴ ἀπὸ τῶν μεγάλων ἐντρέπειν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μικροτέρων, καὶ ἀπὸ τοῦ αἰσχροῦ καὶ
30ἀπρεποῦς. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μολύνει; τί δὲ ὁ πλεονέκτης, καὶ ὁ ἅρπαξ; Παντί που δῆλον· ἀλλ’ ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν τοῦ πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν. Ὥσπερ
35γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπῖπτον καὶ τῷ μολυ‐ σμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ μὲν γὰρ τῆς πλεονεξίας καὶ ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλανεῖον ἐλθεῖν, ἀλλ’ ἀδια‐ φόρως ἐπὶ τὴν οἰκίαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης,
40καθάπερ ὅλος γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λού‐ σασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀμ‐ φότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλει· ἀλλ’ ἐπειδὴ οἰκονομικῶς ὁ
45Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκλημα. Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; βʹ. Οὐχ ἁπλῶς εἶπε, Τοῦ Πνεύματος, ἀλλὰ, Τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου· καὶ πάλιν

61

.

146

(50)

ἐπεξηγούμενος ἐπήγαγεν· Οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ. Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ μεγέθει τῆς παρα‐ καταθήκης καὶ τῇ φιλοτιμίᾳ τοῦ παρακαταθεμένου. Καὶ οὐκ ἐστὲ ἑαυτῶν. Τοῦτο οὐκ ἐντρέποντος μόνον
55ἐστὶν, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν. Τί γάρ; πράττεις ἃ θέλεις, φησίν· οὐκ εἶ ἑαυτοῦ κύριος. Ταῦτα δὲ ἔλεγεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν· καὶ γὰρ εἰπὼν, Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα
συμφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡμῶν ἀνεῖλε· καὶ147

61

.

147

ἐνταῦθα πάλιν γράφων, ὅτι Οὐκ ἐστὲ ἑαυτῶν, οὐ τῇ προαιρέσει λυμαίνεται, ἀλλὰ τῆς κακίας ἀπάγει, καὶ τοῦ Δεσπότου τὴν κηδεμονίαν ἐνδείκνυται. Διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε γὰρ τιμῆς. Εἰ δὲ οὐκ
5εἰμὶ ἐμαυτοῦ, πῶς με ἀπαιτεῖς τὰ πρακτέα; πῶς δὲ προϊὼν λέγεις πάλιν, Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ; Τί οὖν ἐστι τὸ, Οὐκ ἐστὲ ἑαυτῶν; καὶ τί δι’ αὐ‐
10τοῦ κατασκευάσαι βούλεται; Ἐν ἀσφαλείᾳ καταστῆ‐ σαι τοῦ μὴ ἁμαρτάνειν μηδὲ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ἀκολουθεῖν ταῖς ἀτόποις. Καὶ γὰρ πολλὰ βου‐ λόμεθα ἄτοπα, ἀλλὰ κατέχειν δεῖ· δυνάμεθα γάρ· εἰ δὲ μὴ δυνάμεθα, περιττὴ ἡ παραίνεσις. Ὅρα γοῦν
15πῶς ἠσφαλίσατο. Εἰπὼν γὰρ, Οὐκ ἐστὲ ἑαυτῶν, οὐκ ἐπήγαγεν, Ἀλλ’ ὑπ’ ἀνάγκην ἐστὲ, ἀλλ’, Ἠγο‐ ράσθητε τιμῆς. Διὰ τί τοῦτο λέγεις; καὶ μὴν ἑτέρωθεν, εἴποι τις ἂν ἴσως, ἔδει προτρέψαι, δει‐ κνύντα ὅτι Δεσπότην ἔχομεν. Ἀλλὰ τοῦτο μὲν καὶ
20πρὸς Ἕλληνας ἡμῖν κοινὸν, τὸ δὲ, Ἠγοράσθητε τι‐ μῆς, ἡμῶν ἐξαίρετον. Ἀναμιμνήσκει γὰρ τοῦ με‐ γέθους τῆς εὐεργεσίας καὶ τοῦ τρόπου τῆς σωτηρίας, δεικνὺς ὅτι ἀλλοτριωθέντες ἠγοράσθημεν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ τιμῆς. Δοξάσατε δὴ, ἄρατε τὸν Θεὸν
25ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι. Ταῦτα δὲ λέγει, ὥστε μὴ τῷ σώματι μόνον φεύγειν τὴν πορ‐ νείαν, ἀλλὰ καὶ ἐν τῷ πνεύματι τῆς ψυχῆς μηδὲν πονηρὸν λογίζεσθαι καὶ ἐλαύνειν τὴν χάριν. Ἅτινά ἐστι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ εἶπεν, Ὑμῶν,
30διὰ τοῦτο ἐπήγαγεν, Ἅτινά ἐστι τοῦ Θεοῦ, συνεχῶς ἀναμιμνήσκων ἡμᾶς, ὅτι πάντα Δεσποτικὰ, καὶ σῶμα καὶ ψυχὴ καὶ πνεῦμα. Καὶ γάρ τινές φασι, Τῷ πνεύ‐ ματι, τῷ χαρίσματι λέγειν. Ἂν γὰρ ἐκεῖνο ᾖ παρ’ ἡμῖν, δοξάζεται ὁ Θεός· ἔσται δὲ, ἂν καθαρὰν καρ‐
35δίαν ἔχωμεν. Τοῦ Θεοῦ δὲ αὐτὰ ἔφησεν, οὐκ ἐπειδὴ παρήγαγεν αὐτὰ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἀλλοτριω‐ θέντα, ἐκ δευτέρου πάλιν ἐκτήσατο, τιμὴν τὸ αἷμα τοῦ Παιδὸς καταθείς. Ὅρα πῶς εἰς τὸν Χριστὸν τὸ πᾶν ἀπήρτισε· πῶς ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγε.
40Μέλη τοῦ Χριστοῦ ἐστε, φησὶ, ναός ἐστε τοῦ Πνεύ‐ ματος· μὴ τοίνυν γίνεσθε πόρνης μέλη· οὐ γὰρ τὸ σῶμα τὸ ὑμῶν ὑβρίζεται· οὐ γὰρ τὸ σῶμα ὑμῶν ἐστιν, ἀλλὰ τοῦ Χριστοῦ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τὴν φιλανθρωπίαν ἐνδεικνύμενος, ὅτι αὐτοῦ τὸ σῶμα
45τὸ ἡμέτερον, καὶ τῆς ἐξουσίας τῆς πονηρᾶς ἡμᾶς ἀφαιρούμενος. Εἰ γὰρ ἀλλότριόν ἐστι τὸ σῶμα, οὐκ ἔχετε ἐξουσίαν ἀλλότριον σῶμα ὑβρίζειν, φησὶ, καὶ μάλιστα ὅταν ᾖ Δεσποτικὸν, οὐδὲ ναὸν μολύνειν τοῦ Πνεύματος. Εἰ γὰρ ἰδιωτικῇ τις ἐπελθὼν οἰκίᾳ, καὶ

61

.

147

(50)

κωμάσας εἰς ἐκείνην, τὴν ἐσχάτην δώσει δίκην· ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον, ἐννόησον πόσα πείσεται κακά. Ταῦτα οὖν ἐννοήσας, αἰδέσθητι τὸν ἐνοικοῦντα· ὁ γὰρ Παράκλητός ἐστιν οὗτος· φρῖξον τὸν συμπεπλεγμένον σοι καὶ κεκολλημένον·
55ὁ γὰρ Χριστός ἐστι. Μὴ γὰρ σὺ μέλη Χριστοῦ ἑαυ‐ τὸν ἐποίησας; Ἐννόησον οὕτω, καὶ μένε σωφρονῶν, τίνος ἦν μέλη, καὶ τίνος γέγονε. Πόρνης ἦν μέλη πρὸ τούτου, καὶ ὁ Χριστὸς ἐποίησεν αὐτὰ μέλη τοῦ ἰδίου σώματος. Οὐκ ἄρα αὐτῶν ἐξουσίαν ἔχεις λοι‐
60πόν· ἐκείνῳ δούλευε τῷ ἐλευθερώσαντι. Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεμίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέ τε αὐτὴν τῆς
δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοι‐Column end

61

.

148

πὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον· ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἡμέτερον· ἐξεμι‐ σθώσαμεν τὴν σάρκα τὴν ἑαυτῶν τῷ διαβόλῳ, τῷ χαλεπῷ πορνοβοσκῷ· ἰδὼν ὁ Χριστὸς, ἐῤῥύσατο αὐ‐
5τὴν καὶ ἀπήλλαξε τῆς πονηρᾶς τυραννίδος ἐκείνης· οὐ τοίνυν ἐστὶν ἡμετέρα λοιπὸν, ἀλλὰ τοῦ ῥυσαμένου. Ἐὰν ἐθέλῃς ὡς νύμφῃ βασιλέως κεχρῆσθαι, οὐδεὶς ὁ κωλύων· ἐὰν δὲ ἐπὶ τὰ πρότερα ἀγάγῃς, πείσῃ τὰ αὐτὰ, ἃ τοὺς τοιαῦτα ὑβρίζοντας εἰκός. Διὸ
10μᾶλλον αὐτὴν κατακοσμεῖν χρὴ, οὐχὶ καταισχύνειν. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς σαρκὸς ἐν ταῖς πονηραῖς ἐπιθυμίαις, ἀλλ’ ἐν οἷς ἂν ὁ Θεὸς ἐπιτάξῃ μόνοις. Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός· καὶ γὰρ πάσης πόρνης αἰσχρότερον προει‐
15στήκει ἡ φύσις ἡ ἡμετέρα πρὸ τούτου. Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς. Ἡ γὰρ ψυχὴ φυρομένη μετὰ
20τῶν πονηρῶν ἐννοιῶν καὶ πράξεων, τοῦτον ἐκαρ‐ ποῦτο μόνον τὸν μισθόν. γʹ. Ἀλλὰ τὸ μὲν πρὸ τούτου ταῦτα γίνεσθαι καίτοι δεινὸν ὃν, οὐχ οὕτω δεινὸν ἦν· τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων
25ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην; Ἦ οὐκ οἴει καὶ τοῖς πλεονέκταις καὶ πᾶσιν, οἷς ἔμπροσθεν ἀπηρίθμησεν, αὐτὸν τὸν διάβολον συγκατακλίνεσθαι; τὰς δὲ καλλωπιζομένας πρὸς ἀσέλγειαν γυναῖκας οὐχ ἡγῇ μετ’ ἐκείνου μί‐
30γνυσθαι; καὶ τίς ἀντερεῖ τούτῳ τῷ λόγῳ; Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχημονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίμονα ἐκεῖνον σφοδρῶς συμπεπλεγμέ‐ νον αὐταῖς. Δύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα
35δὲ καὶ ἀμήχανον, τοῦ σώματος καλλωπιζομένου οὕτω, καὶ τὴν ψυχὴν ὁμοῦ καλλωπίζεσθαι· ἀλλ’ ἀνάγκη θάτερον ἀμελεῖσθαι, ἐπιμελουμένου θατέρου· οὐ γὰρ ἔχει φύσιν ὁμοῦ ταῦτα γίνεσθαι. Διό φησιν· Ὁ κολ‐ λώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώ‐
40μενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Πνεῦμα γὰρ γίνεται λοιπὸν ὁ τοιοῦτος, κἂν σῶμα περίκειται. Ὅταν γὰρ μηδὲν σωματικὸν μηδὲ παχὺ μηδὲ γήϊνον περὶ αὐτὸν ᾖ, ἁπλῶς τὸ σῶμα περίκειται· ὅταν ἡ πᾶσα ἀρχὴ τῆς ψυχῆς ᾖ καὶ τοῦ πνεύματος, οὕτω
45δοξάζεται ὁ Θεός. Διὸ καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δο‐ ξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

61

.

148

(50)

Οὕτω δοξάζουσιν αὐτὸν καὶ οἱ οὐρανοὶ, οὐ φωνὴν ἀφιέντες, ἀλλὰ διὰ τῆς ὄψεως θαυμαζόμενοι, καὶ τὴν δόξαν εἰς τὸν Δημιουργὸν ἀναφέροντες. Οὕτω δοξά‐ σωμεν αὐτὸν καὶ ἡμεῖς, μᾶλλον δὲ καὶ πλέον ἐκείνων· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Οὐ γὰρ οὕτως οὐρανὸς
55καὶ ἡμέρα καὶ νὺξ, ὡς ἁγία ψυχὴ δοξάζει Θεόν. Ὥσ‐ περ γὰρ εἰς τὸ κάλλος τοῦ οὐρανοῦ τις ἀφορῶν, λέγει· Δόξα σοι, ὁ Θεὸς, οἷον ἔργον ἔκτισας· οὕτω δὴ καὶ εἰς ἀνδρὸς ἀρετὴν βλέπων, καὶ πολλῷ πλέον ἐνταῦθα. Ἀπ’ ἐκείνων μὲν γὰρ τῶν κτισμάτων οὐ πάντες δο‐
60ξάζουσιν, ἀλλὰ πολλοὶ καὶ αὐτόματα εἶναι λέγουσι τὰ ὄντα· ἄλλοι δὲ καὶ δαίμοσιν ἀνατιθέασι τοῦ κόσμου τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν, οἳ καὶ σφόδρα ἀσύγγνωστα ἁμαρτάνουσιν· ἐπὶ δὲ ἀνθρώπου ἀρετῆς οὐδεὶς τοιαῦτα ἀναισχυντῆσαι δυνήσεται, ἀλλὰ πάν‐
65τως δοξάσει τὸν Θεὸν, τὸν δουλεύοντα αὐτῷ μετὰ149

61

.

149

ἀρετῆς ζῶντα ὁρῶν. Τίς γὰρ οὐκ ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς μετέχων φύσεως, καὶ ἐν μέσοις στρεφόμενος ἀνθρώποις, καθάπερ ἀδάμας, μὴ ἐπικάμπτηται πρὸς τὸν τῶν παθῶν
5ἐσμόν; ὅταν μεταξὺ πυρὸς καὶ σιδήρου καὶ θηρίων ὢν, ἀδάμαντος ἰσχυρότερος ᾖ, καὶ περιγένηται πάν‐ των διὰ τὸν τῆς εὐσεβείας λόγον; ὅταν ὑβρίζηται, καὶ εὐλογῇ; ὅταν κακῶς ἀκούῃ, καὶ ἐγκωμιάζῃ; ὅταν ἐπηρεάζηται, καὶ εὔχηται ὑπὲρ τῶν ἀδικούν‐
10των; ὅταν ἐπιβουλεύηται, καὶ εὐεργετῇ τοὺς πολε‐ μοῦντας αὐτῷ καὶ ἐπιβουλεύοντας; Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν οὐρανῶν πολλῷ μᾶλλον δοξάσει τὸν Θεόν. Τὸν μὲν γὰρ οὐρανὸν ὁρῶντες Ἕλληνες, οὐκ αἰσχύνονται· ἅγιον δὲ ἄνδρα ἰδόντες μετὰ ἀκρι‐
15βείας φιλοσοφίαν ἐπιδεικνύμενον, καταδύονται καὶ ἑαυτῶν καταγινώσκουσιν. Ὅταν γὰρ ὁ τῆς αὐτῆς αὐ‐ τοῖς φύσεως μετέχων, τοσοῦτον ἀνώτερος ᾖ[, ἢ] πολλῷ μᾶλλον, ἢ ὅσον ὁ οὐρανὸς τῆς γῆς, καὶ ἄκοντες ἐν‐ νοοῦσιν, ὅτι θεία δύναμις ταῦτα ἐργάζεται· διό φησι·
20Καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐ‐ ρανοῖς. Βούλει μαθεῖν καὶ ἑτέρωθεν, πῶς μὲν ἀπὸ τοῦ βίου τῶν δούλων αὐτοῦ δοξάζεται ὁ Θεὸς, πῶς δὲ ἀπὸ τῶν θαυμάτων; Ἐνέβαλέ ποτε ὁ Ναβουχοδονόσορ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον. Εἶτα ἐπειδὴ εἶδε
25τὸ πῦρ οὐ περιγενόμενον αὐτῶν, φησίν· Εὐλογητὸς ὁ Θεὸς, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ ἐκ τῆς καμίνου, ὅτι ἐπεποίθεισαν ἐπ’ αὐτὸν, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως. Τί λέγεις; κατεφρονήθης, καὶ θαυ‐
30μάζεις τοὺς διαπτύσαντας; Ναὶ, φησὶ, [καὶ] δι’ αὐτὸ τοῦτο, ὅτι κατεφρονήθην· καὶ τοῦ θαύματος ταύτην τὴν αἰτίαν τίθησι. Ὥστε οὐ διὰ τὸ σημεῖον ἡ δόξα τῷ Θεῷ τότε γέγονε μόνον, ἀλλὰ καὶ διὰ τὴν προαί‐ ρεσιν τῶν ἐμβληθέντων. Εἰ δὲ καὶ καθ’ ἑαυτὸ ἐξετά‐
35σειέ τις τοῦτο κἀκεῖνο, οὐκ ἔλαττον τοῦτο ἐκείνου. Τοῦ γὰρ ῥύσασθαι καμίνου τὸ πεῖσαι ψυχὰς κατατολ‐ μῆσαι καμίνου, οὐκ ἔλαττον εἰς θαύματος λόγον. Πῶς γὰρ οὐκ ἐκπλήξεως ἄξιον, ὅταν ὁ τῆς οἰκουμένης βα‐ σιλεὺς, καὶ τοσαῦτα περὶ ἑαυτὸν ὅπλα ἔχων καὶ
40στρατόπεδα καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπά‐ τους, καὶ γῆν καὶ θάλατταν ὑποκειμένην, ὑπὸ παί‐ δων αἰχμαλώτων καταφρονῆται, καὶ οἱ δεδεμένοι τοῦ δήσαντος περιγίνωνται καὶ πᾶσαν νικῶσι τὴν στρα‐ τιὰν ἐκείνην; οὐ γὰρ ἴσχυσαν, ὅπερ ἤθελον, οἱ περὶ
45τὸν βασιλέα, καὶ ταῦτα καὶ τὴν ἀπὸ τῆς καμίνου συμμαχίαν ἔχοντες· ἀλλ’ οἱ γυμνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι (τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεμένοι κατηγωνίσαντο. Ἤδη γὰρ θάνα‐ τος κατεφρονεῖτο, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἔμελλεν

61

.

149

(50)

ἐπιδημεῖν· καὶ καθάπερ ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαμπρὸν γί‐ νεται τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τοῦ τῆς δικαιο‐ σύνης ἡλίου μέλλοντος ἔρχεσθαι, ὁ θάνατος λοιπὸν ὑπεξίστατο. Τί τοῦ θεάτρου γένοιτ’ ἂν λαμπρότερον
55ἐκείνου; τί τῆς νίκης περιφανέστερον· τί τῶν και‐ νῶν τροπαίων ἐπισημότερον; δʹ. Τοῦτο καὶ ἐφ’ ἡμῶν γίνεται. Καὶ νῦν ἐστιν ὁ τῆς Βαβυλωνίας καμίνου βασιλεὺς, καὶ νῦν φλόγα ἀν‐ άπτει χαλεπωτέραν ἐκείνης· ἔστι καὶ νῦν ὁ τοιαύ‐
60την εἰκόνα κελεύων θαυμάζειν· πάρεισιν αὐτῷ καὶ σατράπαι καὶ στρατιῶται καὶ γοητεύουσα μουσική· καὶ πολλοὶ θαυμάζουσι ταύτην τὴν εἰκόνα, τὴν ποι‐ κίλην, τὴν μεγάλην. Τοιοῦτον γάρ τί ἐστιν ἡ πλεον‐ εξία, οἷον ἡ εἰκὼν ἐκείνη, οὐδὲ σιδήρου καταφρονοῦσα,
65ἀλλ’ ἐξ ἀνομοίων μὲν συγκειμένη πραγμάτων, πάνταColumn end

61

.

150

δὲ κελεύουσα θαυμάζειν, καὶ χαλκὸν καὶ σίδηρον καὶ ἃ πολλῷ τούτων ἐστὶν εὐτελέστερα. Ἀλλ’ ὥσπερ ταῦτά ἐστιν, οὕτω καὶ οἱ τῶν παίδων ἐκείνων ζηλω‐ ταί εἰσι καὶ νῦν, οἱ λέγοντες· Τοῖς θεοῖς σου οὐ λα‐
5τρεύομεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦμεν, ἀλλὰ καὶ τὴν κάμινον τῆς πενίας ὑπομένομεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασαν ὑπὲρ τῶν τοῦ Θεοῦ νό‐ μων. Καὶ οἱ μὲν πολλὰ ἔχοντες, καθάπερ κἀκεῖνοι τότε, καὶ ταύτην προσκυνοῦσι πολλάκις καὶ κατα‐
10καίονται· οἱ δὲ μηδὲν κεκτημένοι καὶ ταύτης καταφρονοῦσι, καὶ ἐν πενίᾳ ὄντες, ἐν δρόσῳ μᾶλλόν εἰσι τῶν ἐν εὐπορίᾳ ζώντων· καθάπερ καὶ τότε οἱ μὲν ἐμβαλόντες κατεκάησαν, οἱ δὲ ἐν μέσῳ ὄντες, ὥσπερ ἐν ὕδατι ἦσαν καὶ δρόσῳ. Καὶ ὁ τύραννος δὲ
15τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι. Ἐκείνων μὲν γὰρ οὐκ ἴσχυσε τὸ πῦρ οὐδὲ ἄκρων ἅψασθαι τῶν τριχῶν· τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή. Ἐννόησον γὰρ ὅσον
20ἦν ἐπ’ ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχμαλώτων αὐ‐ τὸν διαπτύεσθαι. Ἔδειξε γὰρ λοιπὸν, ὅτι καὶ τὴν πόλιν αὐτῶν ἔλαβεν, οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τῶν πολλῶν ἁμαρτίαν. Εἰ γὰρ τῶν δεδε‐ μένων οὐκ ἴσχυσε περιγενέσθαι, καὶ ταῦτα ἐν κα‐
25μίνῳ βεβλημένων, πῶς ἂν τούτων περιεγένετο πολέ‐ μου νόμῳ, πάντων τοιούτων ὄντων; Ὅθεν δῆλον ὅτι αἱ τῶν πολλῶν ἁμαρτίαι τὴν πόλιν παρέδωκαν. Ὅρα δὲ καὶ τὸ ἀκενόδοξον τῶν παίδων. Οὐ γὰρ ἐπεπήδη‐ σαν τῇ καμίνῳ, ἀλλὰ τοῦ Χριστοῦ τὴν παραγγελίαν
30ἄνωθεν ἐφύλαττον λέγοντος· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· οὔτε ἔφυγον ἐπειδὴ ἤχθησαν, ἀλλ’ ἔστησαν ἐν τῷ μέσῳ γενναίως, οὔτε μὴ καλοῦν‐ τος ἀγωνιζόμενοι, οὔτε καλοῦντος μαλακιζόμενοι, ἀλλὰ πρὸς πάντα ἕτοιμοι καὶ γενναῖοι, καὶ πάσης
35γέμοντες παῤῥησίας. Ἀκούσωμεν δὲ καὶ τί λέγουσιν, ἵνα κἀντεῦθεν μάθωμεν αὐτῶν τὸ φιλόσοφον φρό‐ νημα· Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡμᾶς. Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι μέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης μερι‐
40μνῶσιν. Ἵνα γὰρ μή ποτε, φησὶ, κατακαυθέντων ἡμῶν ἀσθένειαν τοῦ Θεοῦ καταγνῷς, ἤδη σοι τὸ δόγμα ἅπαν ἀπαγγέλλομεν ἀκριβῶς τὸ ἡμέτερον· Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰ‐ κὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ’ ἱκανὸς καὶ
45ἐκ μέσης καμίνου τῆς καιομένης ἐξαρπάσαι. Μὴ τοίνυν αὐτοῦ καταγνῷς ἀσθένειαν, ὅτι ἀφίησιν ἐμπε‐ σεῖν. Οὕτως ἐστὶ δυνατὸς, ὥστε μετὰ τὸ ἐμπεσεῖν πάλιν ἡμᾶς ἐξαρπάσαι τῆς φλογός· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου

61

.

150

(50)

οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστη‐ σας οὐ προσκυνοῦμεν. Ὅρα αὐτοὺς οἰκονομικῶς ἀγνοοῦντας τὸ μέλλον. Εἰ γὰρ προῄδεσαν, οὐδὲ ἦσαν θαυμαστοὶ, πεποιηκότες ὅπερ ἐποίησαν· τί γὰρ θαυ‐ μαστὸν, εἰ ἐνέχυρα ἔχοντες σωτηρίας, κατετόλμησαν
55τῶν δεινῶν; ἀλλ’ ὁ μὲν Θεὸς ἐδοξάζετο, δυνηθεὶς ἐκ‐ βαλεῖν τῆς καμίνου· ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθη‐ σαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες. Διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ἀγνοῆσαι τὸ μέλλον, ἵνα αὐτοὺς δοξάσῃ πλέον. Καὶ καθάπερ αὐτοὶ ἠσφαλίζοντο τὸν
60βασιλέα μὴ ἀσθένειαν καταγνῶναι Θεοῦ, εἰ κατα‐ καυθείησαν· οὕτως ὁ Θεὸς ἀμφότερα ἐποίησε, καὶ τὴν ἑαυτοῦ δύναμιν ἔδειξε, καὶ τὴν τῶν παίδων προ‐
θυμίαν λαμπροτέραν διαφανῆναι παρεσκεύασε. Πόθεν151

61

.

151

οὖν αὐτοῖς, φησὶ, ἡ ἀμφιβολία καὶ τὸ μὴ θαῤῥεῖν ὅτι πάντως σωθήσονται; Διὰ τὸ πάντως ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζειν, καὶ ἀναξίους τοιαύτης εὐεργεσίας. Καὶ ὅτι οὐ στοχαζόμενος τοῦτο λέγω,
5εἰς τὴν κάμινον ἐμπεσόντες, τοιαῦτα ἀπωδύροντο λέγοντες· Ἡμάρτομεν, ἠνομήσαμεν, οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Διὰ ταῦτα ἔλεγον· Καὶ ἐὰν μή. Εἰ δὲ μὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι Δυνατὸς μὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡμᾶς, ἐὰν δὲ μὴ ἐξέλη‐
10ται, διὰ τὰς ἁμαρτίας οὐκ ἐξελεῖται, μὴ θαυμάσῃς· καὶ γὰρ ἔδοξαν ἂν παρὰ τοῖς βαρβάροις τοῦ Θεοῦ τὴν ἀσθένειαν τῇ τῶν οἰκείων ἁμαρτημάτων συσκιάζειν προφάσει. Διὰ τοῦτο περὶ τοῦ δυνατοῦ μόνον δια‐ λεχθέντες, τὴν αἰτίαν οὐ τιθέασι. Καὶ ἄλλως δὲ πε‐
15παιδευμένοι καλῶς ἦσαν μὴ πολυπραγμονεῖν τοῦ Θεοῦ τὰς κρίσεις. Ταῦτα τοίνυν εἰπόντες ἐνέβησαν εἰς τὸ πῦρ, καὶ οὔτε ἐνύβρισαν εἰς τὸν βασιλέα, οὔτε κατέστρεψαν τὴν εἰκόνα. Τὸν γὰρ ἀνδρεῖον τοιοῦτον εἶναι χρὴ, σώφρονα καὶ ἐπιεικῆ, καὶ μάλιστα ἐν τοῖς
20κινδύνοις, ἵνα μὴ δόξῃ θυμῷ καὶ κενοδοξίᾳ πρὸς τοιούτους ἀγῶνας ἰέναι, ἀλλὰ ἀνδρείᾳ καὶ σωφροσύ‐ νῃ. Ὁ μὲν γὰρ ὑβρίζων, ἐκείνων τῶν ἐγκλημάτων
ὑπομένει τὴν ὑπόνοιαν· ὁ δὲ ὑπομένων καὶ ἑλκόμενοςColumn end

61

.

152

καὶ μετ’ ἐπιεικείας ἀγωνιζόμενος, οὐχ ὡς ἀνδρεῖος θαυμάζεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳ οὐχ ἧττον ἀνακηρύττεται· ὅπερ καὶ αὐτοὶ τότε ἐποίησαν, τήν τε ἀνδρείαν ἐπιδεικνύμενοι
5καὶ τὴν ἐπιείκειαν ἅπασαν, καὶ οὐδὲν ἐπὶ μισθῷ πράττοντες οὐδὲ ἀντιδόσει καὶ ἀνταμοιβῇ. Καὶ ἐὰν μὴ θελήσῃ, φησὶν, ἡμᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύομεν· ἔχομεν γὰρ ἤδη τὰς ἀμοιβὰς, καταξιω‐ θέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο
10κατακαῦσαι τὰ σώματα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες ἤδη τὴν ἀντίδοσιν (καὶ γὰρ ἔχομεν, καταξιωθέντες αὐτὸν ἐπιγνῶναι, καταξιωθέντες γενέσθαι μέλη Χρι‐ στοῦ), μὴ ποιήσωμεν αὐτὰ μέλη πόρνης. Ἐν γὰρ τῷ φρικωδεστάτῳ τούτῳ χρὴ καταλῦσαι τὸν λόγον, ἵνα
15ἀκμάζοντα ἔχοντες τῆς ἀπειλῆς τὸν φόβον, μένωμεν τοῦ χρυσίου καθαρώτεροι τῷ φόβῳ τούτῳ γινόμενοι. Οὕτω γὰρ δυνησόμεθα πορνείας ἀπαλλαγέντες τὸν Χριστὸν ἰδεῖν· ὃν γένοιτο πάντας ἡμᾶς μετὰ παῤ‐ ῥησίας θεάσασθαι κατὰ τὴν ἡμέραν ἐκείνην, χάριτι
20καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

61

.

151

(24)

ΟΜΙΛΙΑ ΙΘʹ.
25Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναι‐ κὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. αʹ. Διορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήματα, ἓν
30μὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡμερωτέρῳ λόγῳ· καὶ μεταξὺ τίθησι παραί‐ νεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρ‐ θενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν
35ἀκροατήν. Ἐπὶ δὲ τῆς δευτέρας Ἐπιστολῆς τὸ ἐναν‐ τίον ποιεῖ· ἄρχεται μὲν ἀπὸ τῶν ἡμερωτέρων, τελευτᾷ δὲ εἰς τὰ σκυθρωπότερα. Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλ‐
40λων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία. Διό φησι· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Ἔγραψαν γὰρ αὐτῷ, εἰ δεῖ ἀπέχεσθαι γυναικὸς, ἢ μή. Καὶ πρὸς ταῦτα ἀντι‐ γράφων καὶ περὶ τοῦ γάμου νομοθετῶν, εἰσάγει καὶ
45τὸν περὶ τῆς παρθενίας λόγον· Καλὸν ἀνθρώπῳ γυ‐ ναικὸς μὴ ἅπτεσθαι. Εἰ μὲν γὰρ τὸ καλὸν καὶ σφό‐ δρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον μηδ’ ὅλως ὁμιλεῖν γυναικί· εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθε‐ νείᾳ, ὁμίλει γάμῳ. Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν

61

.

151

(50)

γίνεται, τὸν μὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα μη‐ κέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται. Καί τινες μέν φασιν, ὅτι πρὸς ἱερέας ὁ λόγος οὗτος αὐτῷ εἴρηται· ἐγὼ δὲ ἀπὸ τῶν ἑξῆς σκο‐ πῶν, οὐκ ἂν φαίην τοῦτο οὕτως ἔχειν· οὐδὲ γὰρ ἂν
55καθολικῶς ἔθηκε τὴν παραίνεσιν. Εἰ δὲ ἱερεῦσι μό‐ νον ταῦτα ἔγραφεν, εἶπεν ἄν· Καλὸν τῷ διδασκάλῳ γυναικὸς μὴ ἅπτεσθαι· νυνὶ δὲ καθόλου αὐτὸ τέθεικε, Καλὸν ἀνθρώπῳ, λέγων, οὐχ ἱερεῖ μόνον· καὶ πάλιν, Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Οὐκ
60εἶπε, Σὺ ὁ ἱερεὺς καὶ ὁ διδάσκαλος, ἀλλ’ ἀδιορίστως·
καὶ ὅλος διόλου τοιοῦτος πρόεισιν ὁ λόγος. Εἰπὼν δὲ,Column end

61

.

152

(25)

Διὰ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, αὐτῇ τῇ αἰτίᾳ τῆς συγχωρήσεως εἰς ἐγκρά‐ τειαν ἤγαγε. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω· ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Τί δέ ἐστιν ἡ ὀφειλομένη τιμή; Ἡ γυνὴ τοῦ ἰδίου σώμα‐
30τος οὐκ ἐξουσιάζει, ἀλλὰ καὶ δούλη καὶ δέσποινά ἐστι τοῦ ἀνδρός. Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκού‐ σης, προσέκρουσας τῷ Θεῷ· εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνη‐ ται. Διὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγμα ἐκάλεσεν,
35ἵνα δείξῃ μηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ’ ἀλλήλων δούλους. Ὅταν οὖν ἴδῃς πόρνην πειρῶσάν σου, εἰπέ· Οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός. Ταῦτα καὶ ἡ γυνὴ λεγέτω πρὸς τοὺς βουλομένους αὐτῆς δι‐ ορύξαι τὴν σωφροσύνην· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα τὸ
40ἐμὸν, ἀλλὰ τοῦ ἀνδρός. Εἰ δὲ σώματος οὐκ ἐξουσιάζει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, πολλῷ μᾶλλον χρημάτων. Ἀκούσατε ὅσαι ἄνδρας ἔχετε, καὶ ὅσοι γυναῖκας. Εἰ γὰρ σῶμα ἔχειν ἴδιον οὐ χρὴ, πολλῷ μᾶλλον χρήματα. Ἀλλαχοῦ μὲν οὖν πολλὴν δίδωσι τῷ ἀνδρὶ τὴν προεδρίαν καὶ ἐν
45τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ λέγων· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· ὁ δὲ Παῦλος διαιρῶν οὕτω καὶ γράφων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ οὐκέτι τὸ μεῖζον καὶ τὸ ἔλαττον,

61

.

152

(50)

ἀλλὰ μία ἡ ἐξουσία. Τί δήποτε; Ἐπειδὴ περὶ σωφροσύνης ὁ λόγος ἦν αὐτῷ. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πλεονεκτείτω, φησὶν, ὁ ἀνήρ· ἔνθα δὲ σωφροσύνης λόγος, οὐκέτι. Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξου‐ σιάζει, οὐδὲ ἡ γυνή. Πολλὴ ἡ ἰσοτιμία, καὶ οὐδεμία
55πλεονεξία. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμ‐ φώνου. Τί δὴ τοῦτό ἐστι; Μὴ ἐγκρατευέσθω, φησὶν, ἡ γυνὴ, τοῦ ἀνδρὸς ἄκοντος, μήτε ὁ ἀνὴρ, τῆς γυ‐ ναικὸς μὴ βουλομένης. Τί δήποτε; Ὅτι μεγάλα ἐκ
60τῆς ἐγκρατείας ταύτης τίκτεται κακά· καὶ γὰρ καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ οἰκιῶν ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. Εἰ γὰρ ἔχοντες τὰς ἑαυτῶν γυναῖ‐
κας, πορνεύουσι, πολλῷ μᾶλλον, ἂν αὐτοὺς τῆς πα‐153

61

.

153

ραμυθίας ταύτης ἀποστερήσῃς. Καὶ καλῶς εἶπε, Μὴ ἀποστερεῖτε, ἀποστέρησιν ἐνταῦθα καὶ ὀφειλὴν ἀνω‐ τέρω εἰπὼν, ἵνα δείξῃ τῆς δεσποτείας τὴν ἐπίτασιν. Τὸ γὰρ ἄκοντος θατέρου ἐγκρατεύεσθαι θάτερον,
5ἀποστερεῖν ἐστι· τὸ δὲ ἑκόντος, οὐκέτι. Οὐδὲ γὰρ, εἰ πείσας με λάβοις τι τῶν ἐμῶν, ἀποστερεῖσθαί φημι. Ὁ γὰρ ἄκοντος καὶ βιαζομένου λαβὼν, ἀποστερεῖ· ὅπερ ποιοῦσι πολλαὶ γυναῖκες, μείζονα τῆς δικαιοσύ‐ νης ἁμαρτίαν ἐργαζόμεναι, καὶ τῆς ἀσελγείας τοῦ
10ἀνδρὸς ὑπεύθυνοι γινόμεναι ταύτῃ, καὶ διασπῶσαι πάντα. Δεῖ δὲ πάντων προτιμᾷν τὴν ὁμόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγμάτων αὐτὸ ἐξετάσωμεν. Ἔστω γὰρ γυνὴ καὶ ἀνὴρ, καὶ ἐγκρατευέσθω ἡ γυνὴ μὴ βουλομένου
15τοῦ ἀνδρός· τί οὖν, ἂν ἐκεῖνος ἐντεῦθεν πορνεύῃ, ἢ μὴ πορνεύῃ μὲν, ἀλγῇ δὲ καὶ θορυβῆται καὶ πυρῶται καὶ μάχηται, καὶ μυρία τῇ γυναικὶ πράγματα παρέχῃ; τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρα‐ τείας, ἀγάπης διεῤῥηγμένης; Οὐδέν. Πόσας γὰρ ἔν‐
20θεν λοιδορίας, πόσα πράγματα, πόσον ἀνάγκη γίνε‐ σθαι πόλεμον; βʹ. Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειμαζομένης ἄμεινον ἡ οἰκία δια‐ κείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστα‐
25σιάζοντος. Διὰ τοῦτό φησι· Μὴ ἀποστερεῖτε ἀλλή‐ λους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγων. Εἰ γὰρ κωλύει τοὺς συνιόντας ἀλλήλοις εὔχεσθαι, τὸ ἀδια‐
30λείπτως εὔχεσθαι πῶς ἂν ἔχοι καιρόν; Ἔστι τοίνυν καὶ ὁμιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν· ἀλλ’ ἐγκρατείᾳ ἀκριβεστέρα γίνεται αὕτη. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἵνα προσεύχησθε, ἀλλ’, Ἵνα σχολάζητε, ὡς ἀσχολίαν ἐμποιοῦντος τοῦ πράγματος, ἀλλ’ οὐκ ἀκα‐
35θαρσίαν. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Ἵνα γὰρ μὴ δόξῃ νο‐ μοθεσίας εἶναι τὸ πρᾶγμα, προστίθησι καὶ τὴν αἰτίαν. Ποία δέ ἐστιν αὕτη; Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατα‐ νᾶς. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος αὐτὸ μόνον
40ἐργάζεται τὸ τῆς μοιχείας, ἐπήγαγε· Διὰ τὴν ἀκρα‐ σίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Τοῦτο πολλα‐ χοῦ ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων·
45ἑαυτὸν ἐν μέσῳ τίθησι, καί φησι· Μιμηταί μου γίνεσθε. Ἀλλ’ ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Ἐπειδὴ γὰρ σφό‐ δρα αὐτῶν κατηγόρησεν εἰπὼν, Διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο ἐπαγαγών·

61

.

153

(50)

Ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· οὐ τοῦτο δηλῶν, ὅτι τῆς ἡμετέρας σπουδῆς οὐ δεῖται τὸ κατ‐ όρθωμα, ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, παραμυθούμενος αὐτούς. Εἰ γὰρ χάρισμά ἐστι, καὶ οὐδὲν ἄνθρωπος εἰς τοῦτο εἰσφέρει, πῶς ἐπάγεις· Λέγω δὲ τοῖς ἀγά‐
55μοις καὶ ταῖς χήραις· καλὸν αὐταῖς, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτω‐ σαν; Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελ‐ τίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι παράπτωμα γένη‐
60ται; Κρεῖττον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ
πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶColumn end

61

.

154

περιτραπῇς. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος. Ἐπειδὴ νόμον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα μέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας μὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ
5ἐγώ· τὰ μὲν γὰρ εἰρημένα ἔμπροσθεν, εἰ καὶ μὴ ῥη‐ τῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο μέν‐ τοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγα‐
10γεν· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαμηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγή‐ τω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι; Ἐπειδὴ γὰρ
15καὶ δι’ ἐγκράτειαν καὶ δι’ ἄλλας προφάσεις καὶ μι‐ κροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γέ‐ νοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα.
20Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευ‐ δοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συν‐ ευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.
25Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόμε‐ νος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγμα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐ‐ κολίας, εἰπών· Ἐάν τις ἢ γυνὴ ἄνδρα, ἢ ἀνὴρ
30γυναῖκα ἔχῃ ἄπιστον, μὴ ἀφιέτω αὐτήν. Τί λέγεις; ἂν μὲν ἄπιστος, μενέτω μετὰ τῆς γυναικός· ἂν δὲ πόρνος, μηκέτι; καίτοι γε ἔλαττον ἡ πορνεία τῆς ἀπιστίας. Ἔλαττον μὲν ἡ πορνεία, ἀλλ’ ὁ Θεὸς τῶν σῶν φείδεται σφόδρα. Τοῦτο καὶ ἐν τῇ θυσίᾳ ποιεῖ
35λέγων· Ἄφες τὴν θυσίαν, καὶ καταλλάγηθι τῷ ἀδελφῷ σου· τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος. Καὶ γὰρ ἐκεῖνον μύρια μὲν τάλαντα χρεωστοῦντα αὐτῷ οὐκ ἐκόλασεν, ἑκατὸν δὲ δηνάρια τὸν σύνδουλον ἀπαιτήσαντα ἐτιμωρήσατο.
40Εἶτα, ἵνα μὴ φοβῆται ἡ γυνὴ, ὡς ἀκάθαρτος γινο‐ μένη διὰ τὴν μίξιν, φησίν· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Καίτοι εἰ ὁ τῇ πόρνῃ κολλώ‐ μενος, ἓν σῶμά ἐστιν, εὔδηλον ὅτι καὶ ἡ τῷ εἰδωλο‐
45λάτρῃ κολλωμένη, ἓν σῶμά ἐστιν· ἓν μὲν σῶμά ἐστιν, ἀλλ’ οὐ γίνεται ἀκάθαρτος, ἀλλὰ νικᾷ ἡ καθα‐ ρότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαρότης τοῦ πιστοῦ ἀνδρὸς πάλιν τὸ ἀκά‐ θαρτον τῆς ἀπίστου γυναικός.

61

.

154

(50)

γʹ. Πῶς οὖν ἐνταῦθα μὲν νενίκηται τὸ ἀκάθαρτον, διὸ καὶ ἐπιτέτραπται ἡ συνουσία· ἐπὶ δὲ τῆς πορνευομέ‐ νης γυναικὸς οὐ κατηγορεῖται ἐκβάλλων αὐτὴν ὁ ἀνήρ; Ὅτι ἐνταῦθα μὲν ἐλπὶς σώζεσθαι τὸ ἀπολω‐ λὸς μέρος διὰ τοῦ γάμου, ἐκεῖ δὲ ὁ γάμος ἤδη δια‐
55λέλυται· κἀκεῖ μὲν ἀμφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκλημα. Οἷόν τι λέγω· Ἔστιν ἡ πορ‐ νευθεῖσα καθάπαξ, μιαρά. Εἰ τοίνυν ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι, καὶ αὐτὸς γίνεται μιαρὸς πορνευούσῃ μιγνύμενος, διὰ τοῦτο ἀφίπταται ἡ κα‐
60θαρότης ἅπασα. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἀλλ’ ἡ γυνὴ οὐκ ἔστιν ἀκάθαρτος. Εἰ μὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέ‐ βειαν, ἔμελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι· νυνὶ δὲ
65ἑτέρως μὲν ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἐν ἑτέρῳ155

61

.

155

δὲ αὐτῷ πράγματι κοινωνεῖ ἡ γυνὴ, ἐν ᾧ οὐκ ἔστιν ἀκάθαρτος. Γάμος γάρ ἐστι καὶ μίξις σωμάτων, καθὸ ἡ κοινωνία. Πάλιν τοῦτον μὲν ἐλπὶς ἀνακληθῆναι ὑπὸ τῆς γυναικὸς, ᾠκείωται γὰρ αὕτη· ἐκεῖνον δὲ οὐ
5σφόδρα εὔκολον. Πῶς γὰρ ἡ τὸν ἔμπροσθεν ἀτιμάσασα χρόνον, καὶ γενομένη ἑτέρου, καὶ τοῦ γάμου τὰ δί‐ καια ἀφανίσασα, ἀνακαλέσασθαι δυνήσεται τὸν ἠδι‐ κημένον, πρὸς τούτοις καὶ τὸν μένοντα ὡς ξένον; Πάλιν ἐκεῖ μὲν μετὰ τὴν πορνείαν ὁ ἀνὴρ οὐκ ἔστιν
10ἀνήρ· ἐνταῦθα δὲ, κἂν εἰδωλολάτρις ἡ γυνὴ, τοῦ ἀν‐ δρὸς τὸ δίκαιον οὐκ ἀπόλλυται. Οὐχ ἁπλῶς δὲ συνοι‐ κίζει τῷ ἀπίστῳ, ἀλλὰ τῷ βουλομένῳ· διὸ εἶπε· Καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς. Ποῖον γὰρ, εἰπέ μοι, βλάβος, ὅταν καὶ τὰ τῆς εὐσεβείας ἀκέραια
15διαμένῃ, καὶ ἐλπίδες ὦσι χρησταὶ περὶ τοῦ ἀπίστου, μένειν τοὺς ἤδη ζευχθέντας, καὶ μὴ περιττῶν πο‐ λέμων ὑποθέσεις εἰσάγειν; οὐδὲ γὰρ περὶ τῶν μη‐ δέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων. Οὐ γὰρ εἶπεν, Εἴ τις βούλεται λα‐
20βεῖν ἄπιστον, ἀλλ’, Εἴ τις ἔχει ἄπιστον· οἶον εἴ τις μετὰ τὸ γαμῆσαι ἢ γαμηθῆναι ἐδέξατο τὸν λόγον τῆς εὐσεβείας, εἶτα θάτερον μέρος ἐναπέμεινε τῇ ἀπιστίᾳ, καὶ στέργει τὸ συνοικεῖν, μὴ διαῤῥηγνύσθω· Ἡγία‐ σται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί.
25Τοσαύτη ἡ περιουσία τῆς σῆς καθαρότητος. Τί οὖν; ἅγιός ἐστιν ὁ Ἕλλην; Οὐδαμῶς· οὐ γὰρ εἶπεν, Ἅγιός ἐστιν, ἀλλ’, Ἡγίασται ἐν τῇ γυναικί. Τοῦτο δὲ εἶ‐ πεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ’ ἵνα ἐκ περιου‐ σίας τὸν φόβον ἐξέλῃ τῆς γυναικὸς, κἀκεῖνον εἰς ἐπι‐
30θυμίαν ἀγάγῃ τῆς ἀληθείας. Οὐ γὰρ τῶν σω‐ μάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισμῶν. Εἶτα καὶ ἀπόδειξις· εἰ γὰρ ἀκάθαρτος μένουσα γεννᾷς, τὸ δὲ παιδίον οὐκ ἀπὸ σοῦ μόνης, ἀκάθαρτον ἄρα τὸ παιδίον, ἢ
35ἐξ ἡμισείας καθαρόν· νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον. Διὸ καὶ ἐπήγαγεν, Ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι· νυνὶ δὲ ἅγιά ἐστι· τουτέστιν, οὐκ ἀκάθαρτα. Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Εἰ δὲ
40ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἐνταῦθα γὰρ οὐ‐ κέτι πορνεία τὸ πρᾶγμά ἐστι. Τί δέ ἐστιν, Εἰ δὲ ὁ ἄπιστος χωρίζεται; Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀνα‐ χωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν
45εὐσέβειαν. Διὸ ἐπήγαγεν· Οὐ δεδούλωται ὁ ἀδελ‐ φὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Εἰ καθ’ ἑκά‐ στην ἡμέραν πυκτεύοι καὶ πολέμους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι. Τοῦτο γὰρ αἰνίτ‐ τεται, λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.

61

.

155

(50)

Ἐκεῖνος γὰρ λοιπὸν τὴν αἰτίαν παρέσχεν, ὥσπερ καὶ ὁ πορνεύσας. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πρὸς τὸ, Μὴ ἀφιέτω αὐτὸν, τοῦτο πάλιν. Εἰ γὰρ μὴ στασιάζει, μένε, φησίν· ἔχει γὰρ καὶ κέρ‐ δος· μένε, καὶ παραίνει καὶ συμβούλευε καὶ πεῖθε·
55οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχῦσαι δυνήσεται, ὡς γυνή. Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ’ αὐτῆς τὸ πρᾶγμα, ἵνα μὴ πάλιν φορτι‐ κώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ’ ἀφίησιν αὐτὸ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ μετέωρον, λέ‐
60γων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; καὶ πάλιν· Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Περι‐
τετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. ἘνColumn end

61

.

156

ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Ἡ περι‐ τομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλή‐ σει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλήθης;
5μή σοι μελέτω. Ταῦτα εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, φησί· μὴ τοίνυν φιλονείκει μηδὲ θορυβοῦ· ἡ γὰρ πί‐ στις πάντα ἐξέβαλε ταῦτα. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Γυναῖκα ἔχων ἄπιστον ἐκλήθης; μένε ἔχων· μὴ διὰ τὴν πίστιν ἐκβάλῃς τὴν
10γυναῖκα. Δοῦλος ὢν ἐκλήθης; μή σοι μελέτω· μένε δουλεύων. Ἀκρόβυστος ὢν ἐκλήθης; μένε ἀκρόβυ‐ στος. Ἐμπερίτομος ὢν ἐπίστευσας; μένε ἐμπερίτο‐ μος. Τοῦτο γάρ ἐστιν, Ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός. Ταῦτα γὰρ οὐκ ἔστι κωλύματα εἰς εὐσέβειαν. Σὺ δοῦ‐
15λος ὢν ἐκλήθης, ἄλλος γυναῖκα ἔχων ἄπιστον, ἄλλος περιτετμημένος. δʹ. Βαβαί! ποῦ τὴν δουλείαν ἔθηκεν! Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτομὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕ‐ τως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία. Καὶ ἵνα
20δείξῃ τοῦτο σαφέστερον ἐκ περιουσίας, φησίν· Ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μένειν δοῦ‐ λον; Θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ
25καὶ ὠφελεῖ. Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώ‐ θητι· πολὺ δὲ ἀπεναντίας τῷ τρόπῳ τοῦ Παύλου τὸ ῥῆμα, εἰ τοῦτο αἰνίττοιτο. Οὐ γὰρ ἂν παραμυθού‐
30μενος τὸν δοῦλον, καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύθερον. Εἶπε γὰρ ἄν τις ἴσως· Τί οὖν; ἂν μὴ δύνωμαι, ἠδίκημαι καὶ ἠλάττωμαι; Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ’ ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενομένῳ,
35φησί· Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, μένε δου‐ λεύων μᾶλλον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει· Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι τοῦ Χριστοῦ. Ἐν γὰρ τοῖς κατὰ Χριστὸν,
40φησὶν, ἀμφότεροι ἴσοι· ὁμοίως γὰρ καὶ σὺ τοῦ Χρι‐ στοῦ δοῦλος, ὁμοίως καὶ ὁ δεσπότης ὁ σός. Πῶς οὖν ὁ δοῦλος ἀπελεύθερος; Ὅτι ἠλευθέρωσέ σε οὐ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας μέ‐ νοντα δοῦλον. Οὐ γὰρ ἀφίησιν εἶναι δοῦλον τὸν δοῦλον,
45οὐδὲ ἄνθρωπον μένοντα ἐν δουλείᾳ· τοῦτο γάρ ἐστι τὸ θαυμαστόν. Καὶ πῶς ἐλεύθερός ἐστιν ὁ δοῦλος, μένων δοῦλος; Ὅταν παθῶν ἀπηλλαγμένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσημάτων, ὅταν χρημάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν. Τιμῆς

61

.

156

(50)

ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευ‐ θέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Καὶ πῶς ὁ δοῦλος ὢν, οὐκ ἔστι δοῦλος; Ὅταν διὰ τὸν Θεὸν πάντα
55ποιῇ, ὅταν μὴ ὑποκρίνηται μηδὲ κατ’ ὀφθαλμοδου‐ λείαν ἀνθρώπων τι πράττῃ· τουτέστι, δουλεύοντα ἀνθρώποις ἐλεύθερον εἶναι. Ἢ πῶς πάλιν ἐλεύθερός τις ὢν, γίνεται δοῦλος; Ὅταν διακονῆται ἀνθρώποις πονηράν τινα διακονίαν ἢ διὰ γαστριμαργίαν, ἢ διὰ
60χρημάτων ἐπιθυμίαν, ἢ διὰ δυναστείαν. Ὁ γὰρ τοιοῦτος πάντων ἐστὶ δουλικώτερος, κἂν ἐλεύθερος ᾖ. Σκόπει δὲ ταῦτα ἀμφότερα· Δοῦλος ἦν ὁ Ἰωσὴφ,
ἀλλ’ οὐκ ἀνθρώπων δοῦλος· διὸ καὶ ἐν τῇ δουλείᾳ πάν‐157

61

.

157

των ἐλευθέρων ἐλευθερώτερος ἦν. Τῇ δεσποίνῃ γοῦν οὐκ εἶξεν, εἰς ἅπερ ἠθέλησεν ἡ κεκτημένη. Πάλιν ἐλευθέρα ἦν ἐκείνη, καὶ πάντων ἦν δουλικωτέρα, τὸν θεράποντα κολακεύουσα καὶ παρακαλοῦσα· ἀλλ’ οὐκ
5ἔπεισε τὸν ἐλεύθερον, ὃ μὴ ἠθέλησε, ποιῆσαι. Οὐκ ἄρα δουλεία τὸ πρᾶγμα ἦν, ἀλλ’ ἐλευθερία ἡ ἀνωτάτω. Τί γὰρ ἐνεποδίσθη πρὸς ἀρετὴν ἐκεῖνος ἀπὸ τῆς δου‐ λείας; Ἀκουέτωσαν δοῦλοι καὶ ἐλεύθεροι· Τίς ἐδού‐ λευσεν; ὁ ἀξιούμενος, ἢ ἡ ἀξιοῦσα; ἡ παρακαλοῦσα,
10ἢ ὁ καταφρονῶν ἱκετευούσης; Καὶ γὰρ εἰσὶν ὄροι δούλων παρὰ τοῦ Θεοῦ κείμενοι· καὶ μέχρι ποῦ δεῖ φυλάττειν αὐτοὺς, καὶ τοῦτο νενομοθέτηται, καὶ ὑπερβαίνειν αὐτοὺς οὐ χρή. Ὅταν γὰρ μηδὲν ὁ δεσπότης ἐπιτάττῃ τῶν μὴ δοκούντων τῷ Θεῷ, ἕπε‐
15σθαι δεῖ καὶ πείθεσθαι· περαιτέρω δὲ μηκέτι· οὕτω γὰρ ὁ δοῦλος ἐλεύθερος γίνεται. Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος. Τοῦτο γοῦν αἰνίττεται λέγων· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἐκέλευσε καταλιμπάνειν δεσπό‐
20τας, καὶ ἐλευθέρους φιλονεικεῖν γίνεσθαι, πῶς παρ‐ ῄνει λέγων· Ἕκαστος ἐν τούτῳ μενέτω, ἐν ᾧ ἐκλήθη; καὶ ἀλλαχοῦ, Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦ‐ λοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, καὶ μὴ καταφρονείτωσαν οἱ πιστοὺς
25ἔχοντες δεσπότας, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐερ‐ γεσίας ἀντιλαμβανόμενοι; Καὶ Ἐφεσίοις δὲ καὶ Κολασσαεῦσιν ἐπιστέλλων, τὰ αὐτὰ διατάττεται καὶ νομοθετεῖ. Ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἀναιρεῖ τὴν δουλείαν, ἀλλὰ τὴν ἀπὸ τῆς κακίας καὶ ἐλευθέροις
30γινομένην, ἥπερ ἐστὶ χαλεπωτάτη, κἂν ἐλεύθερός τις ὢν αὐτῇ δουλεύῃ. Τί γὰρ ἀπώναντο οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ἐλεύθεροι ὄντες; οὐχὶ πάντων ἦσαν τῶν δού‐ λων δουλικώτεροι, καὶ πρὸς τὸν πατέρα ψευδόμενοι, καὶ πρὸς τοὺς ἐμπόρους τὰ μὴ ὄντα λέγοντες, καὶ
35πρὸς τὸν ἀδελφόν; Ἀλλ’ οὐκ ὁ ἐλεύθερος τοιοῦτος, ἀλλὰ πανταχοῦ καὶ ἐν πᾶσιν ἀληθής· καὶ οὐδὲν αὐ‐ τὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσμὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι· ἀλλ’ ἔμενεν ἐλεύθερος πανταχοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλευ‐
40θερία, ὅταν καὶ ἐν δουλείᾳ διαλάμπῃ. εʹ. Τοιοῦτον ὁ Χριστιανισμός· ἐν δουλείᾳ ἐλευθερίαν χαρίζεται. Καὶ καθάπερ τὸ φύσει ἄτρωτον σῶμα, τότε δείκνυται ἄτρωτον, ὅταν δεξάμενον βέλος μηδὲν πάθῃ δεινόν· οὕτω καὶ ὁ ἀκριβῶς ἐλεύθερος τότε
45φαίνεται, ὅταν καὶ δεσπότας ἔχων μὴ δουλωθῇ. Διὰ τοῦτο κελεύει δοῦλον μένειν. Εἰ δ’ οὐ δυνατὸν δοῦλον ὄντα εἶναι Χριστιανὸν, οἷον χρὴ, πολλὴν τῆς εὐ‐ σεβείας ἀσθένειαν κατηγοροῦσιν Ἕλληνες· ὥσπερ, ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία,

61

.

157

(50)

θαυμάσονται τὸ κήρυγμα. Εἰ γὰρ θάνατος ἡμᾶς οὐ βλάπτει οὐδὲ μάστιγες οὐδὲ δεσμὰ, πολλῷ μᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες μυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ μυρία τούτων χαλεπώ‐ τερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέ‐
55ρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ’ ἡ φύσει δουλεία ἡ τῆς ἁμαρτίας. Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν
60δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ
μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πά‐Column end

61

.

158

θεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ μὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπ‐ ωλείας. Δουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ Δεσπότης
5σοι δουλεύει, διοικούμενός σοι τὰ τῆς τροφῆς, ἐπι‐ μελούμενός σου τῆς ὑγιείας καὶ ἐνδυμάτων καὶ ὑπο‐ δημάτων, καὶ τῶν ἄλλων ἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, μὴ προσκρούσῃς τῷ Δεσπότῃ, ὡς ἐκεῖνος δέδοικε μή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ.
10Ἀλλ’ ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ’ αὐτῷ μόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ
15ἀγρυπνεῖ σοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυ‐ μίας ἐκείνη; Οὗτος μὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρό‐
20τερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠμός; Δεήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχμάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται,
25ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέ‐ λαστος. Τί ἀτιμότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥημάτων; Ἂν δὲ μηδὲν μηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγματα, πῶς
30ἀπηνῆ καὶ ὠμὰ καὶ μανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυ‐ ναικὶ τότε ἐκείνῃ; ἀλλ’ ὅμως οὐκ ἐτόλμησε παρακοῦ‐ σαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέμεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιμήν. Βούλει καὶ
35ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπι‐ ταγέντα, καὶ οὐδὲν τολμήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπ‐ ετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύ‐ σασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι,
40καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί θαυμάζεις, εἰ ἐφ’ ἑνὸς τοσαύτην ἔχει ἰσχὺν αὕτη ἡ δέσποινα; Ὁλοκλήρους πολλάκις δήμους ἀπώλεσε. Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας
45εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας. Ταύτην τοίνυν τὴν δουλείαν ἐκβάλλων ὁ Παῦλος, ἔλεγε· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· τουτέστι, Μὴ πείθεσθε ἀνθρώποις ἄτοπα ἐπιτάττουσιν, ἀλλὰ μηδὲ ἑαυτοῖς. Εἶτα ἀνενεγκὼν τὴν διάνοιαν, καὶ

61

.

158

(50)

ποιήσας ὑψηλὴν, φησί· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας μνημονεύει λοιπόν. Ἐπειδὴ γὰρ τοῖς περὶ ἐγκρατείας αὐτοὺς
55ἐνεγύμνασέ τε καὶ ἐῤῥύθμισε λόγοις, ἐκβαίνει καὶ πρὸς τὸ μεῖζον, Ἐπιταγὴν οὐκ ἔχω, λέγων, ἀλλὰ νομίζω καλὸν εἶναι. Διὰ τί; Διὰ τὴν αὐτὴν αἰτίαν, ἣν περὶ τῆς ἐγκρατείας τέθεικε. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει
60γυναῖκα. Ταῦτα οὐκ ἐναντιουμένου ἐστὶ τοῖς προ‐ τέροις, ἀλλὰ καὶ σφόδρα συνᾴδοντος. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ ἐνταῦθα πάλιν, Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Τοῦτο δὲ οὐκ ἔστιν ἐναντίον· τὸ γὰρ παρὰ γνώμην,
65λύσις ἐστίν· εἰ δὲ κατὰ γνώμην ἀμφότεροι ἐγκρα‐
τεύοιντο, οὐκ ἔστι λύσις.159

61

.

159

ϛʹ. Εἶτα ἵνα μὴ δόξῃ νομοθεσία εἶναι τοῦτο, ἐπήγα‐ γεν· Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. Εἶτα τὰ παρόντα αἰτιᾶται, τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸν συνεσταλμένον καιρὸν καὶ τὴν θλῖψιν. Πολλὰ γὰρ ὁ
5γάμος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ μὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθα δὲ εἰπών· Δέ‐ δεσαι. Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· οὐ περὶ τῆς παρθενίαν ἑλομένης· ἤδη γὰρ αὕτη ἥμαρτεν. Εἰ
10γὰρ αἱ χῆραι κρῖμα ἔχουσι δευτέροις ὁμιλοῦσαι γά‐ μοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ μᾶλλον αἱ παρθένοι. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἀλλὰ καὶ ἡδονὴν, φησίν. Ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· Ὁ και‐
15ρὸς συνεσταλμένος ἐστί· τουτέστιν, Ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπὸν, σὺ δὲ ἐνδοτέρω τρέ‐ χεις. Καίτοι εἰ καὶ μηδὲν εἶχεν ἐπαχθὲς ὁ γάμος, καὶ οὕτως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα ἔδει· ὅταν δὲ καὶ θλῖψιν ἔχῃ, τί δεῖ φορτίον ἐπισύρεσθαι; τί
20χρὴ λαβεῖν τοσοῦτον ὄγκον, ὅταν καὶ μετὰ τὸ λαβεῖν οὕτω δέοι χρῆσθαι, ὡς μὴ ἔχοντα; καὶ γὰρ, Οἱ ἔχον‐ τες γυναῖκας, φησὶν, ἵνα ὡς μὴ ἔχοντες ὦσιν. Εἶτα ἐνθείς τι καὶ τῶν μελλόντων, πάλιν πρὸς τὸ παρὸν ἤγαγε τὸν λόγον. Τὰ μὲν γὰρ πνευματικά
25ἐστιν· ὅτι ἡ μὲν τὰ τοῦ ἀνδρὸς, ἡ δὲ τὰ τοῦ Θεοῦ μεριμνᾷ· τὰ δὲ τοῦ παρόντος βίου, τὸ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Ἀλλ’ ὅμως καὶ οὕτως ἀφίησι κυρίους. Ὁ γὰρ μετὰ τὸ ἀποδεῖξαι τὸ αἱρετὸν πάλιν ἀναγκάζων, δοκεῖ μὴ θαῤῥεῖν τοῖς ἑαυτοῦ λόγοις.
30Ὥστε τῇ συγχωρήσει μᾶλλον ἐπηγάγετο καὶ κατ‐ έσχεν εἰπών· Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμ‐ φέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ
πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον. ἈκουέτωσανColumn end

61

.

160

αἱ παρθένοι, ὅτι οὐκ ἐν τούτῳ ὥρισται ἡ παρθενία· ἡ γὰρ μεριμνῶσα τὰ τοῦ κόσμου, οὐδ’ ἂν εἴη παρθέ‐ νος οὐδὲ εὐσχήμων. Εἰπὼν γὰρ, Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτο τέθεικε τὸ διάφορον,
5καὶ ᾧ διεστήκασιν ἀλλήλων. Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάμον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγμοσύνην καὶ πολυπραγμο‐ σύνην. Οὐ γὰρ ἡ μίξις πονηρὸν, ἀλλὰ τὸ ἐμποδίζε‐ σθαι πρὸς φιλοσοφίαν. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ
10τὴν παρθένον αὐτοῦ νομίζει. Ἐνταῦθα δοκεῖ μὲν ὑπὲρ γάμου διαλέγεσθαι· τὸ δὲ πᾶν περὶ παρθενίας φησίν· ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάμον, μόνον Ἐν Κυρίῳ λέγων. Τί δέ ἐστιν, Ἐν Κυρίῳ; Μετὰ σωφροσύνης, μετὰ κοσμιότητος. Ταύτης γὰρ
15πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν· ἄλλως γὰρ οὐκ ἔστιν ἰδεῖν τὸν Θεόν. Εἰ δὲ παρεδράμομεν τὰ περὶ τῆς παρθενίας, μηδεὶς ἡμῶν ὄκνον καταγινω‐ σκέτω. Καὶ γὰρ ὁλόκληρον ἡμῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ μετὰ ἀκριβείας τῆς ἡμῖν
20ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίαν εἶναι ἐνομίσαμεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι. Διόπερ ἐκεῖ παραπέμψαντες ὑπὲρ τούτων τὸν ἀκροα‐ τὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦμεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγια‐
25σμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἵν’ οὖν ἰδεῖν αὐτὸν καταξιωθῶμεν, κἂν ἐν παρθενίᾳ ὦμεν, κἂν ἐν πρώτῳ γάμῳ, κἂν ἐν δευτέρῳ, ταύτην μεταδιώκωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐ‐ ρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
30Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

159

(34)

ΟΜΙΛΙΑ Κʹ.
35Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡμῖν.
40Ὁ γὰρ ἐγκαλούμενόν τινα ὁρῶν, ἂν μὴ πρότερον ἴδῃ τοῦ ἁμαρτήματος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόμενα. Τί ποτ’ οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκλημα μέγα καὶ πολλῶν αἴτιον κα‐ κῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ’ αὐτοῖς μαθόντες,
45ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα, καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέ‐ χρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλά‐

61

.

159

(50)

βην. Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φό‐ βον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώ‐
55ρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλά‐ πτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ’ ὡς ἐπ’ εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς
60ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν,Column end

61

.

160

(35)

Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν· ὁ δὲ μακάριος οὗτος μέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέ‐ χρηται τῷ λόγῳ· καὶ γὰρ ἀνοίας μᾶλλον ἢ κακίας ἦν τὸ γινόμενον. Διὸ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο, ἢ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς.
40Σκόπει τοίνυν αὐτοῦ τὴν σύνεσιν, πῶς εὐθέως ἄρχε‐ ται τῆς νουθεσίας. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴ‐ δαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώ‐ τοις. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐποίησεν
45εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; οὗτος γάρ ἐστιν ὁ καὶ ἐπιτίμησιν εὐκόλως δέξασθαι δυνά‐ μενος. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· καὶ κενοῖ τὸν τῦ‐ φον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαί‐ ρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφή‐

61

.

160

(50)

νας· Οἴδαμεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχο‐ μεν. Καὶ γὰρ εἰ ἀφεὶς αὐτοὺς μέγα φρονεῖν, πρῶ‐ τον ἔδειξεν ἐπιβλαβὲς ὂν τὸ πρᾶγμα ἑτέροις, οὐδὲν ἂν τοσοῦτον ὠφέλησεν, ὅσον ἔβλαψεν. Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλά‐
55πτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενο‐
δοξίας τυραννίδα. Διὰ τοῦτο Παῦλος πρῶτον αὐτὸ161

61

.

161

καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάζει, ὅπερ καὶ ἐπὶ τῆς σοφίας τῆς ἔξωθεν ἐν τοῖς ἔμπροσθεν ἐποίησε, καθαι‐ ρῶν αὐτὴν μεθ’ ὑπερβολῆς. Ἀλλ’ ἐκεῖ μὲν τοῦτο εἰ‐ κότως ἐποίει· ὅλον γὰρ διόλου κατηγορίας ἄξιον ἦν
5καὶ πολλὴ ἡ εὐκολία· διόπερ οὐδὲ περιττὸν αὐτὸ δείκνυσι μόνον, ἀλλὰ καὶ ἐναντίον τῷ κηρύγματι. Ἐνταῦθα δὲ οὐκ ἐνῆν τοῦτο ποιῆσαι· γνῶσις γὰρ ἦν τὸ τελούμενον, καὶ γνῶσις τελεία. Οὔτε οὖν αὐτὴν καταβαλεῖν ἀσφαλὲς ἦν, καὶ τὸν τῦφον ἄλλως οὐκ
10ἐνῆν ἐκβαλεῖν τὸν ἐπὶ ταύτῃ. Τί οὖν ποιεῖ; Πρῶτον τῷ δεῖξαι κοινὴν αὐτὴν οὖσαν, καταστέλλει τὸ φύ‐ σημα τὸ ἐκείνων. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι ἔχωσι, μᾶλλον ἐπαίρονται· ἂν δὲ μετὰ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο
15πάσχουσι. Πρῶτον μὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων· ἔπειτα ποιή‐ σας κοινὸν, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον, ἐπεὶ καὶ οὕτως ἂν μᾶλλον αὐτοὺς ἐπῆρεν. Ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ
20δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ. Διὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας. Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ’, Οἴδα‐ μεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἑνὶ μὲν οὖν τού‐ τῳ πρώτῳ κατέβαλεν αὐτῶν τὸ φρόνημα, δευτέρῳ δὲ
25σφοδροτέρως. Ποίῳ δὴ τούτῳ; Τῷ δεῖξαι ὅτι οὐδὲ αὐτὸ τὸ πρᾶγμα ἀπηρτισμένον ἐστὶν, ἀλλὰ καὶ σφόδρα ἀτελές· καὶ οὐ μόνον ἀτελὲς, ἀλλὰ καὶ βλαβερὸν, ἐὰν μὴ ᾖ συνεζευγμένον ἕτερον αὐτῷ. Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχομεν, ἐπήγαγεν· Ἡ γνῶσις φυ‐
30σιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Ὥστε ὅταν χωρὶς ἀγά‐ πης ᾖ, καὶ εἰς ἀπόνοιαν αἴρει. Ἀλλ’ οὐδὲ ἡ ἀγάπη, φησὶ, χωρὶς γνώσεως κέρδος ἔχει τι. Ἀλλ’ οὐκ εἶπε τοῦτο· ἀλλ’ ὡς ὡμολογημένον ἀφεὶς, δείκνυσιν ὅτι σφόδρα δεῖται ἐκείνου τοῦτο. Ὁ μὲν γὰρ ἀγαπῶν,
35ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλ‐ λείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερ ὁ Κορνήλιος καὶ ἕτεροι πολλοί· ὁ δὲ γνῶσιν μὲν ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐ μόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς
40ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐμπεσών. Ὥστε ἡ μὲν γνῶσις ἀγάπης οὐκ ἔστι ποιητικὴ, ἀλλὰ καὶ τοὐναντίον ἀποσχίζει τὸν μὴ προσέχοντα, φυσῶσα καὶ ἐπαίρουσα. Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν.
45Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω· ἐπεὶ κέρδος οὐ‐ δὲν, ἀλλὰ καὶ βλάβος.

61

.

161

(50)

βʹ. Ὁρᾷς ὅπως ἤδη προανακρούεται τὸν περὶ ἀγάπης λόγον; Ἐπειδὴ γὰρ ταῦτα πάντα ἀπὸ τούτου συν‐ έβαινε τὰ κακὰ, καὶ οὐκ ἀπὸ τελείας γνώσεως, ἀλλ’ ἀπὸ τοῦ μὴ σφόδρα φιλεῖν μηδὲ φείδεσθαι τῶν πλη‐ σίον, ὅθεν καὶ τὸ διασπασθῆναι αὐτοὺς γέγονε καὶ τὸ
55ἐπαίρεσθαι, καὶ τὰ ἄλλα πάντα ἅπερ αὐτοῖς ἐνεκά‐ λεσε, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα, συνεχῶς αὐτῆς ἐπιμελεῖται, τὴν πηγὴν τῶν ἀγαθῶν διορθούμενος. Τί τοίνυν πεφύσησθε, φησὶν, ἐπὶ τῇ γνώσει; Ἂν γὰρ
τὴν ἀγάπην μὴ ἔχητε, καὶ βλαβήσεσθε ἐντεῦθεν· τίColumn end

61

.

162

γὰρ ἀλαζονείας χεῖρον; ἂν δὲ ἐκεῖνο προσῇ, καὶ τοῦ‐ το ἔσται ἐν ἀσφαλείᾳ. Κἂν γάρ τι πλέον εἰδῇς τοῦ πλησίον, φιλῶν αὐτὸν οὐκ ἐπαίρῃ, ἀλλὰ ἄγεις καὶ αὐτὸν ἐπὶ τοῦτο. Διὸ καὶ εἰπὼν, Ἡ γνῶσις φυσιοῖ,
5ἐπήγαγεν, Ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Οὐκ εἶπε, Με‐ τριάζει, ἀλλὰ τὸ πολλῷ πλέον καὶ κερδαλεώτερον· οὐδὲ γὰρ ἐφύσα μόνον ἡ γνῶσις, ἀλλὰ καὶ διέσπα. Διὰ τοῦτο ἐκείνῳ τοῦτο ἀντέθηκεν. Εἶτα καὶ τρίτον τίθησι δυνάμενον αὐτοὺς καθελεῖν. Ποῖον δὴ τοῦτο;
10Ὅτι κἂν συνεζευγμένη ᾖ ἡ ἀγάπη, οὐδὲ οὕτως ἀπ‐ ηρτισμένη ἐστὶν αὕτη ἡ γνῶσις· διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, καθὼς δεῖ γνῶναι. Αὕτη καιρία ἡ πληγή. Οὐ λέγω γὰρ, φησὶν, ὅτι κοινὴ ἡ γνῶσις πάντων· οὐ λέγω ὅτι
15μισῶν τὸν πλησίον καὶ ἀπονοούμενος, τὰ μέγιστα σεαυτὸν καταβλάπτεις. Κἂν γὰρ μόνος ἔχῃς, κἂν με‐ τριάζῃς, κἂν φιλῇς τὸν ἀδελφὸν, καὶ οὕτως ἀτελὴς εἶ κατὰ τὴν γνῶσιν· οὐδέπω γὰρ οὐδὲν οἶδας, ὡς δεῖ εἰ‐ δέναι. Εἰ δὲ οὐδενὸς οὐδέπω ἀκριβῆ τὴν γνῶσιν ἔχο‐
20μεν, πῶς τινες εἰς τοσοῦτον μανίας ἤλασαν, ὡς λέγειν τὸν Θεὸν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης; ὅπου γε εἰ καὶ πάντων εἴχομεν ἀκριβῆ γνῶσιν τὴν τῶν ἄλλων, οὐδὲ οὕτω δυνατὸν ἦν ἔχειν ταύτην οὕτως. Ὅσον γὰρ αὐτοῦ πρὸς ἅπαντα τὸ μέσον, οὐδὲ εἰπεῖν ἔνι. Καὶ
25ὅρα πῶς αὐτῶν κατέσπασε τὸ φύσημα. Οὐ γὰρ εἶ‐ πεν, ὅτι Περὶ τῶν προκειμένων οὐκ ἔχετε τὴν προσ‐ ήκουσαν γνῶσιν, ἀλλὰ περὶ παντὸς πράγματος. Καὶ οὐκ εἶπεν, ὅτι Ὑμεῖς, ἀλλ’, ὅτι Οὐδ’ ὁστισοῦν, κἂν Πέτρος ᾖ, κἂν Παῦλος, κἂν ὁστισοῦν. Τούτῳ γὰρ καὶ
30παρεμυθήσατο, καὶ συνέστειλεν αὐτοὺς μετὰ ἀκρι‐ βείας. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. Οὐκ εἶπεν, Ἔγνω αὐτὸν, ἀλλ’ Ἔγνω‐ σται ὑπ’ αὐτοῦ. Οὐ γὰρ ἡμεῖς αὐτὸν ἔγνωμεν, ἀλλ’ αὐτὸς ἡμᾶς ἔγνω. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Οὐχ
35ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ὑμᾶς ἐξελεξάμην· καὶ Παῦλος ἀλλαχοῦ, Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Σκόπει τοίνυν δι’ ὅσων κατήνεγκεν αὐτῶν τὸ φρόνημα. Πρῶτον ἔδειξεν, ὅτι οὐ μόνοι ἐπίστανται, ἅπερ ἴσασι· Πάντες γὰρ, φησὶ, γνῶσιν
40ἔχομεν· ἔπειτα, ὅτι βλαβερὸν τὸ πρᾶγμα, χωρὶς ἀγάπης ὄν· γὰρ γνῶσις, φησὶ, φυσιοῖ· εἶτα, ὅτι καὶ μετὰ ἀγάπης ὂν, οὐκ ἀπηρτισμένον ἐστὶν οὐδὲ τέλειον· Εἰ γάρ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, φησὶ, καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι
45οὐδὲ αὐτὸ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δω‐ ρησαμένου· οὐ γὰρ εἶπεν, Ἔγνω τὸν Θεὸν, ἀλλ’ Ἔγνωσται ὑπ’ αὐτοῦ· εἶτα, ὅτι ἀπὸ ἀγάπης γίνε‐ ται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν ὡς χρή· Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐ‐

61

.

162

(50)

τοῦ. Διὰ τοσούτων τοίνυν καταλεάνας αὐτῶν τὴν φλεγμονὴν, ἄρχεται δογματίζειν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτε‐ ρος, εἰ μὴ εἷς. Θέα εἰς ὅσην στενοχωρίαν ἐνέπεσε.
55Καὶ γὰρ ἀμφότερα βούλεται κατασκευάσαι, ὅτι τε ἀπέχεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει πρὸς τὸ βλάψαι τοὺς μετέχοντας· ἅπερ οὐ
σφόδρα ἀλλήλοις συμβαίνοντα ἦν. Μαθόντες γὰρ ὅτι163

61

.

163

οὐκ ἔχει βλάβην, ὡς ἀδιαφόροις ἔμελλον ἐπιτρέχειν· κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. Διὰ δὴ τοῦτο καθελὼν τὴν τῶν εἰδώλων ὑπόνοιαν, αἰτίαν
5πρώτην τίθησι τοῦ ἀπέχεσθαι, τὰ σκάνδαλα τῶν ἀδελφῶν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κό‐ σμῳ. Πάλιν κοινὸν αὐτὸ ποιεῖ, καὶ οὐ συγχωρεῖ μό‐ νων ἐκείνων γενέσθαι τοῦτο, ἀλλ’ ἐκτείνει τὴν γνῶσιν
10πανταχοῦ τῆς οἰκουμένης. Οὐδὲ γὰρ παρ’ ὑμῖν μόνον, φησὶν, ἀλλὰ πανταχοῦ τῆς γῆς τοῦτο κρατεῖ τὸ δόγμα· Ποῖον δὴ τοῦτο, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς; Οὐκ ἔστιν οὖν εἴδωλα; οὐκ ἔστι ξόανα; Ἔστι μὲν, ἀλλ’ οὐκ ἔχει
15τινὰ ἰσχὺν, οὐδὲ θεοί εἰσιν, ἀλλὰ λίθοι καὶ δαίμονες. Πρὸς γὰρ ἀμφοτέρους ἀποτείνεται νῦν, καὶ τοὺς πα‐ χυτέρους αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν. Ἐπειδὴ γὰρ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς
20καὶ θεοὺς καλοῦσι, πρὸς μὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσμῳ· πρὸς δὲ τούτους, ὅτι Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς. γʹ. Ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ
25καὶ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυ‐ μένως λέγει τι, εἴτε πρός τινας ἱστάμενος. Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογμάτων ἡμῖν ἀκρίβειαν τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγομένων τὴν κατανόη‐ σιν. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν
30οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ οὖν εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύ‐ ριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ. Ἐπειδὴ εἶπεν ὅτι οὐδὲν εἴδωλον καὶ οὐ‐
35δεὶς Θεὸς ἕτερος, ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι· ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπ‐ άγει λέγων (καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, ὥσ‐ περ οὖν καὶ εἰσὶν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι, οὐκ ἐν πράγματι, ἀλλ’ ἐν ῥήματι τοῦτο ἔχοντες)· Εἴτε
40ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνες· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Πρότερον
45θεὶς χωρὶς τοῦ Πατρὸς, καὶ εἰπὼν, Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς, νῦν καὶ τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν. Εἶτα καὶ ὅπερ ἐστὶ δεῖ‐ γμα μέγιστον θεότητος, καὶ τοῦτο ἐπάγει· Ἐξ οὗ τὰ πάντα. Τοῦτο γὰρ δείκνυσι κἀκείνους οὐκ ὄντας

61

.

163

(50)

θεούς. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησι· Καὶ ἡμεῖς εἰς αὐτόν. Ὅταν μὲν γὰρ εἴπῃ, Ἐξ οὗ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγω‐
55γήν· ὅταν δὲ εἴπῃ, Καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆςColumn end

61

.

164

πίστεως καὶ τῆς οἰκειώσεως λόγον λέγει· ὃ καὶ ἔμ‐ προσθεν ἔλεγεν· Ἐξ αὐτοῦ δὲ καὶ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ
5καὶ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησιν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ. Καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως τοῦτο νοητέον. Δι’ αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ
10ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. Ὥστε τὸ, Ἐξ οὗ, τοῦτο οὐκ ἔστι, Χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλε, τῷ μὲν
15Υἱῷ τὸ, Κύριος, τῷ δὲ Πατρὶ τὸ, Θεὸς, προσνέμων. Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ
20πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μετα‐ βαίνοντα τὰ ὀνόματα. Εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκά‐ στῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, Ἀλλ’ ἡμῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόμενος γνωρίσαι
25τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ μόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον. Καὶ
30γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πα‐ τρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύ‐ ριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν
35λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκ‐ βάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ,
40καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολ‐ λῶν. Διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, τὸν Υἱὸν ἐκά‐ λεσε Κύριον. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε κα‐ λέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ’ ἐκείνοις ὑποπτεύηται λέγειν Κυρίους, οὐδὲ τὸν Υἱὸν
45Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο νομίζηται λέγειν θεούς· τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημό‐ νευσε; πρὸς γὰρ ἐκείνους αὐτῷ τέως ἦν ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεΐα παρ’ ἡμῖν. Διὸ τὸ Εἷς τοῦτο συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς

61

.

164

(50)

ἕτερος, εἰ μὴ εἷς· καὶ, Ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύ‐
55ματος, οὐδὲ συντάττεσθαι αὐτῷ Πατρὶ καὶ Υἱῷ. Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον
ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει,165

61

.

165

ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν. δʹ. Ἐγὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι’ ἢν ἐνταῦθα σε‐ σίγηται· σὺ δὲ, εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ διὰ τί ἐν τῷ
5βαπτίσματι συντάττεται. Ἀλλ’ οὐκ ἂν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἢ τὸ, ὁμότιμον αὐτὸ εἶναι. Ὅταν γοῦν μηδεμίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συν‐ τάττει οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πα‐
10τρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· καὶ πάλιν, Διαιρέσεις δὲ χαρισμά‐ των εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέ‐ σεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός. Ἀλλ’
15ἐπειδὴ νῦν πρὸς Ἕλληνας ὁ λόγος ἦν αὐτῷ καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως· ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ
20γνῶσις, φησί. Ποία αὕτη; ἡ περὶ τοῦ Θεοῦ, ἢ ἡ περὶ τῶν εἰδωλοθύτων; Ἢ γὰρ τοὺς Ἕλληνας αἰνίττεται ἐνταῦθα, τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν· ἢ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι, τοὺς οὐδέπω σαφῶς
25εἰδότας, ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα, καὶ ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρε τούτους. Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα πάλιν καθ‐ ικνεῖσθαι αὐτῶν σφοδρότερον.
30 Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλοθύτων ἐσθίουσι, καὶ ἡ συνείδησις αὐ‐ τῶν ἀσθενὴς οὖσα μολύνεται. Ἔτι τρέμουσι, φησὶ, τὰ εἴδωλα. Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν
35ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμέ‐ νων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ
40προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέ‐ ρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι· πῶς δὲ δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων
45ἐπιβουλάς· δι’ οὓς καὶ αἰνιττόμενος ἔλεγε· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου. Οὔτε γὰρ ἐκκα‐ λύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέ‐ χει καθόλου, ἀλλ’ ἀορίστως αὐτῶν μέμνηται, λέγων· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου ἕως ἄρτι

61

.

165

(50)

ὡς εἰδωλόθυτον ἐσθίουσι· τουτέστι, μετὰ τῆς αὐ‐ τῆς διανοίας, μεθ’ ἧς πρότερον· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται· οὐδέπω δυνα‐ μένη καταφρονῆσαι οὐδὲ καθάπαξ αὐτῶν καταγελά‐ σαι, ἀλλ’ ἔτι διακρινομένη. Ὥσπερ ἂν εἴ τις τῷ νε‐
55κροῦ ἅπτεσθαι νομίζοι μολύνειν ἑαυτὸν κατὰ Ἰου‐ δαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης, μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπα‐ σχον. Τινὲς γὰρ, φησὶ, τῇ συνειδήσει τοῦ εἰδώλου
60ἕως ἄρτι. Οὐχ ἁπλῶς τὸ, Ἕως ἄρτι, τέθεικεν, ἀλλ’
ἵνα δείξῃ ὅτι οὐδὲν ἤνυσαν μὴ συγκαταβαίνοντες.Column end

61

.

166

Οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ’ ἑτέρως πως λόγῳ πείθοντας καὶ διδασκαλίᾳ. Καὶ ἡ συνεί‐ δησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Οὐδαμοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστη‐
5σιν, ἀλλ’ ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μετα‐ λαμβάνοντος στρέφεται. Δέδοικε γὰρ μή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. Διόπερ οὐχ ἧττον τούτου φεί‐ δεται, ἢ ἐκείνου. Καὶ οὐκ ἀφίησιν αὐτὸ νομισθῆναί
10τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε μὴ τοῦτο ὑποπτευθῆναι. Βρῶμα δὲ ἡμᾶς οὐ παρ‐ ίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισ‐ σεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθεῖλε τὸ φρόνημα; Εἰπὼν
15γὰρ ὅτι οὐ μόνον ἐκεῖνοι, ἀλλὰ πάντες γνῶσιν ἔχομεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ· εἶτα παραμυθησάμενος αὐτοὺς, καὶ εἰπὼν, ὅτι οὐκ ἐν πᾶσιν ἡ γνῶσις, καὶ ὅτι δι’ ἀσθένειαν οὗτοι μολύνονται· ἵνα μὴ λέγωσιν ἐκεῖ‐
20νοι, Καὶ τί πρὸς ἡμᾶς, εἰ μὴ ἐν πᾶσιν ἡ γνῶσις; διὰ τί γὰρ μὴ ἔχει γνῶσιν ὁ δεῖνα; διὰ τί ἀσθενής; ἵνα μὴ ταῦτα ἀνθυποφέρωσιν, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ δεῖξαι σαφῶς, ὅτι διὰ τὴν ἐκείνου βλάβην ἀπέχεσθαι δεῖ· ἀλλὰ προακροβολισάμενος αὐτὸν μόνον πρῶτον,
25τὸ τούτου πλέον δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτω δεῖ τοῦτο ποιεῖν· ματαιοπο‐ νεῖν γὰρ τοῦτό ἐστιν. Ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τὸ κέρδος, οὐ σφόδρα ἀφ‐
30ίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι οὐδὲν αὐ‐ τὸς ὠφελεῖται ἀπὸ τοῦ πράγματος. Διὰ τοῦτο πρῶτον τοῦτο τίθησι λέγων· Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Εἶδες πῶς αὐτὸ ἐξευτελίζει, ὃ ἐδόκει ἀπὸ τελείας γνώσεως γίνεσθαι; Οὔτε γὰρ ἐὰν φάγω‐
35μεν, περισσεύομεν· τουτέστιν, εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν· τουτέστιν, οὐκ ἔλατ‐ τόν τι ἔχομεν. Τέως μὲν οὖν αὐτὸ ἔδειξε περιττὸν καὶ οὐδέν· ὃ
40γὰρ μήτε γινόμενον ὠφελεῖ, μήτε μὴ γινόμενον βλά‐ πτει, περιττὸν ἂν εἴη· προϊὼν δὲ καὶ τὴν βλάβην ἐκ‐ καλύπτει πᾶσαν τοῦ πράγματος. Νῦν μέντοι τὴν εἰς τοὺς ἀδελφοὺς γινομένην λέγει· Βλέπετε γὰρ, φησὶ, μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένη‐
45ται τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν. Οὐκ εἶπεν, ὅτι Ἡ ἐξουσία ὑμῶν πρόσκομμα γίνεται, οὐδὲ ἀπεφήνα‐ το, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· ἀλλὰ πῶς· Βλέπετε· φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρ‐ νησιν ἄγων τοῦ μὴ ποιεῖν. Καὶ οὐκ εἶπεν, Ἡ γνῶσις

61

.

166

(50)

ὑμῶν αὕτη, ὅπερ ἦν ἐγκωμίου μᾶλλον· οὐδὲ, Ἡ τε‐ λειότης ὑμῶν αὕτη· ἀλλ’, Ἡ ἐξουσία· ὅπερ προπε‐ τείας μᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει. Καὶ οὐκ εἶπε, Τοῖς ἀδελφοῖς, ἀλλὰ, Τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν· αὔξων τὴν κατηγορίαν,
55ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ ταῦτα ἀδελφῶν. Ἔστω γὰρ, οὐ διορθοῖς οὐδὲ ἐγείρεις· τί καὶ ὑποσκε‐ λίζεις καὶ προσπταίειν ποιεῖς, δέον χεῖρα ὀρέγειν; Ἀλλ’ οὐ βούλει τοῦτο· οὐκοῦν μηδὲ καταβάλῃς. Εἰ μὲν γὰρ πονηρὸς ἦν, κολάσεως ἐδεῖτο· εἰ δὲ ἀσθενὴς,
60ἰατρείας. Νῦν δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἀδελ‐
φός. Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν167

61

.

167

εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλό‐ θυτα ἐσθίειν; Εἰπὼν, Βλέπετε μὴ πρόσκομμα γένηται ἡ ἐξουσία ὑμῶν αὕτη, λέγει πῶς καὶ τίνι
5τρόπῳ γίνεται. Καὶ πανταχοῦ τὴν ἀσθένειαν τίθησιν, ἵνα μὴ δόξῃ τῆς τοῦ πράγματος φύσεως εἶναι ἡ βλά‐ βη, καὶ φοβεροὶ φανῶσιν οἱ δαίμονες. Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί· σὲ δὲ ὁρῶν ἐμφιλοχωροῦντα ἐκείνοις, ἀντὶ παραινέσεως
10τὸ πρᾶγμα δέχεται, καὶ ἐναπομένει καὶ αὐτός. Ὥστε οὐ τῆς ἀσθενείας μόνον ἐστὶ τῆς ἐκείνου, ἀλλὰ καὶ τῆς σῆς ἀκαιρίας ἡ ἐπιβουλή· σὺ γὰρ αὐτὸν ἀσθενέστερον ποιεῖς. Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ βρώσει, δι’ ὃν Χριστὸς ἀπ‐
15έθανε. Δύο γὰρ ἔχεις τὰ συγγνώμης σε ἀποστεροῦντα ἐπὶ τῇ βλάβῃ ταύτῃ, καὶ ὅτι ἀσθενὴς, καὶ ὅτι ἀδελ‐ φός· μᾶλλον δὲ καὶ τρίτον, καὶ πάντων φοβερώτερον. Ποῖον δὴ τοῦτο; Ὅτι Χριστὸς μὲν οὐδὲ ἀποθανεῖν παρῃτήσατο ὑπὲρ αὐτοῦ, σὺ δὲ αὐτῷ οὐδὲ συγκατα‐
20βαίνειν ἀνέχῃ. Διὰ δὴ τούτων καὶ ἀναμιμνήσκει τὸν τέλειον, τίς ἦν καὶ αὐτὸς ἔμπροσθεν, καὶ ὅτι ὑπὲρ αὐτοῦ ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ὑπὲρ οὗ καὶ ἀποθα‐ νεῖν σε ἔδει, ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ Χριστὸς δι’ αὐτὸν ἀπέθανεν. Εἶτα ὁ μὲν Δεσπότης ὁ σὸς ἀπο‐
25θανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς μηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαι δι’ αὐτόν· ἀλλ’ ἐᾷς αὐτὸν ἀπόλλυσθαι μετὰ τὴν σωτηρίαν τὴν οὕτω γενομένην, καὶ τὸ δὴ χαλεπώτατον, διὰ βρῶμα; Οὐδὲ γὰρ εἶπεν, Ἐπὶ τῇ
30σῇ τελειότητι, οὐδὲ, Ἐπὶ τῇ σῇ γνώσει, ἀλλ’, Ἐπὶ τῇ σῇ βρώσει. Ὥστε τέσσαρα τὰ ἐγκλήματα καὶ σφόδρα μέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀπο‐ θανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ
35βρῶμα ἀπόλλυται. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα; Καὶ πάλιν τῆς
40ἀσθενείας μέμνηται τῆς ἐκείνων. Ὅπερ γὰρ ἐνόμιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐ‐ τῶν περιτρέπει κεφαλήν. Καὶ οὐκ εἶπε, Σκανδαλί‐ ζοντες, ἀλλὰ, Τύπτοντες, ὥστε τῇ ἐμφάσει τῆς λέ‐ ξεως τὴν ὠμότητα ἐνδείξασθαι. Τί γὰρ ἀπηνέστερον
45ἀνθρώπου γένοιτ’ ἂν τοῦ τὸν νοσοῦντα τύπτοντος; Καὶ γὰρ πληγῆς ἁπάσης χαλεπώτερον τὸ σκανδαλί‐ ζειν· πολλάκις γοῦν καὶ θάνατον τοῦτο εἰργάσατο. Καὶ πῶς εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται· δευτέρῳ δὲ, ὅτι

61

.

167

(50)

εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυ‐ πτόμενοι· τρίτῳ, ὅτι τὸ ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰ‐ κείας ᾠκοδόμησε σφαγῆς, τοῦτο οὗτοι καθαιροῦσι διὰ τὴν οἰκείαν φιλοτιμίαν. Διόπερ εἰ βρῶμα σκανδα‐ λίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν
55αἰῶνα. Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι’ ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ’ ὁπωσοῦν. Καὶ οὐ λέγω, φησὶν, εἰδωλό‐ θυτον, ὃ καὶ δι’ ἑτέραν αἰτίαν κεκώλυται· ἀλλ’ εἴ τι καὶ τῶν ἐν ἐξουσίᾳ καὶ συγκεχωρημένων σκανδαλίζει,
60καὶ ἐκείνων ἀφέξομαι· καὶ οὐ μίαν οὐδὲ δευτέραν
ἡμέραν, ἀλλὰ τὸν πάντα χρόνον τῆς ζωῆς μου· ΟὐColumn end

61

.

168

μὴ γὰρ φάγω, φησὶ, κρέα εἰς τὸν αἰῶνα. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ ἀπολέσω τὸν ἀδελφόν· ἀλλ’, Ἵνα μηδὲ ἁπλῶς σκανδαλίσω. Καὶ γὰρ ἐσχάτης ἀνοίας τὰ περισπούδαστα τῷ Χριστῷ, καὶ τοιαῦτα ὡς καὶ
5θάνατον ἑλέσθαι δι’ αὐτὰ, ταῦτα οὕτως ἡμᾶς εὐκατα‐ φρόνητα νομίζειν, ὡς μηδὲ βρωμάτων ἀπέχεσθαι δι’ αὐτά. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἂν ἔχοι καιρὸν λέγεσθαι, τοὺς καταφρο‐ νοῦντας τῆς τῶν πλησίον σωτηρίας, καὶ τὰ σατανικὰ
10ἐκεῖνα φθεγγομένους ῥήματα. Τὸ γὰρ λέγειν, Τί δέ μοι μέλει, ἂν ὁ δεῖνα σκανδαλίζηται, καὶ ὁ δεῖνα ἀπ‐ όλλυται; τῆς ὠμότητος τῆς ἐκείνου καὶ τῆς ἀπαν‐ θρωπίας ἐστί. Καίτοι γε τότε μὲν καὶ τῆς τῶν σκαν‐ δαλιζομένων ἦν ἀσθενείας τὸ συμβαῖνον· ἐφ’ ἡμῶν δὲ
15οὐκέτι. Τοιαῦτα γὰρ ἁμαρτάνομεν, ἃ καὶ τοὺς ἰσχυ‐ ροὺς σκανδαλίζει. Ὅταν γὰρ τύπτωμεν καὶ ἁρπάζω‐ μεν καὶ πλεονεκτῶμεν, καὶ ὡς ἀνδραπόδοις τοῖς ἐλευ‐ θέροις ἀποχρώμεθα, τίνα οὐχ ἱκανὰ ταῦτα σκανδαλί‐ σαι; Μὴ γὰρ εἴπῃς ὅτι ὁ δεῖνα ὑποδηματοῤῥάφος,
20μηδ’ ὅτι δευσοποιὸς ἕτερος, μηδ’ ὅτι χαλκοτύπος ἄλ‐ λος· ἀλλ’ ἐννόησον ὅτι πιστὸς καὶ ἀδελφός. Ἐκείνων γάρ ἐσμεν μαθηταὶ τῶν ἁλιέων, τῶν τελωνῶν, τῶν σκηνοῤῥάφων, ἐκείνου τοῦ τραφέντος ἐν οἰκίᾳ τέκτο‐ νος, καὶ τὴν μνηστὴν τούτου μητέρα καταξιώσαντος
25σχεῖν, καὶ ἐκ σπαργάνων ἐπὶ φάτνης κειμένου, καὶ οὐκ ἔχοντος ὅπου κλίνῃ τὴν κεφαλὴν, τοῦ τοσαῦτα ὁδοιποροῦντος, ὡς καὶ κοπιᾷν ἀπὸ τῆς ὁδοιπορίας, τοῦ παρ’ ἑτέρων τρεφομένου. ϛʹ. Ταῦτα λογίζου, καὶ μηδὲν εἶναι νόμιζε τὸν τῦφον
30τὸν ἀνθρώπινον· ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ’ ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε· μᾶλλον δὲ τοῦτον πλέον, ἢ ἐκεῖνον. Καὶ γὰρ ἀδελφὸς ἐκεῖνος εἰκότως ἂν λέγοιτο μᾶλλον ὁ μᾶλλον ἐοικώς.
35Τίς οὖν ἔοικε τοῖς ἁλιεῦσιν; ὁ ἐκ τῆς καθ’ ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις; Μὴ δὴ καταφρόνει τοῦ
40μᾶλλον ἀδελφοῦ· τῆς γὰρ εἰκόνος οὗτος μᾶλλον ἕστη‐ κεν ἐγγὺς τῆς ἀποστολικῆς. Ἀλλ’ οὐχ ἑκὼν, ἀλλ’ ἀναγκαζόμενος, φησίν· οὐ γὰρ κατὰ γνώμην τοῦτο ποιεῖ. Πόθεν τοῦτο; οὐκ ἤκουσας, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἄκων, πρόσ‐
45ελθε, καὶ δὸς μύρια χρυσίου τάλαντα, καὶ ὄψει δια‐ κρουόμενον. Ὥστε εἰ καὶ μὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ’ ὅταν, ἐξὸν λαβεῖν, μὴ προσίηται μηδὲ προστιθῇ τοῖς οὖσι, μέγιστον δεῖγμα ἐκφέρει τοῦ χρημάτων ὑπερορᾷν. Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβε‐

61

.

168

(50)

δαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν· ἀλλ’ οὐ δήπου διὰ τοῦτο κατηναγκασμένην αὐτοῦ τὴν πενίαν εἶναι φήσο‐ μεν. Ὅταν οὖν ἴδῃς ὑλοκοποῦντα, σφυροκοποῦντα. ἠσβολωμένον, μὴ διὰ τοῦτο καταφρόνει, ἀλλὰ διὰ τοῦτο θαύμαζε· ἐπεὶ καὶ Πέτρος καὶ διεζώσατο καὶ
55σαγήνην μετεχείριζε καὶ ἡλίευε μετὰ τὴν ἀνάστασιν τοῦ Δεσπότου. Καὶ τί λέγω Πέτρον; Παῦλος γὰρ αὐ‐ τὸς οὗτος μετὰ τοὺς μυρίους διαύλους, καὶ τὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνοῤῥαφείου ἑστὼς, δέρ‐ ματα ἔῤῥαπτε, καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαί‐
60μονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ τί λέγω, οὐκ ᾐσχύνετο; Καὶ ἐνεκαλλω‐ πίζετο μὲν οὖν τούτῳ. Καὶ τίς ἐστι κατὰ τὴν ἀρετὴν τοῦ Παύλου, φησὶ, νῦν; Οἶδα κἀγὼ ὅτι οὐδεὶς, ἀλλ’
65οὐ διὰ τοῦτο τοῦ καταφρονεῖσθαι ἄξιοι οἱ νῦν ὄντες.
Εἰ γὰρ διὰ τὸν Χριστὸν τιμᾷς, κἂν ἔσχατος ᾖ, πιστὸς169

61

.

169

δὲ, δίκαιος ἂν εἴη τιμᾶσθαι. Καὶ γὰρ εἰ στρατηγοῦ καὶ στρατιώτου ψιλοῦ παραγενομένων ἀμφοτέρων, βασιλεῖ φίλων ὄντων, σὺ τὴν οἰκίαν ἑκατέροις ἀνέῳξας, διὰ τίνος μᾶλλον ἔδοξας ἂν τὸν βασιλέα τιμᾷν; Εὔ‐
5δηλον ὅτι διὰ τοῦ στρατιώτου. Ὁ μὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιμήν· ὁ δὲ στρα‐ τιώτης οὐδὲν ἕτερον, ἢ τὴν τοῦ βασιλέως φιλίαν. Διὰ τοῦτο καὶ χωλοὺς καὶ ἀναπήρους καὶ τοὺς οὐκ ἔχον‐
10τας ἀντιδοῦναι, καλεῖσθαι ἐπὶ τὰ δεῖπνα καὶ τὰ συμ‐ πόσια ἡμῶν ἐκέλευσεν ὁ Θεὸς, ὅτι αὗται μάλιστα κυ‐ ρίως εἰσὶν αἱ διὰ τὸν Θεὸν γινόμεναι εὐποιίαι. Ἂν δὲ μέγαν τινὰ καὶ περίβλεπτον ξενίσῃς, οὐχ οὕτω κα‐ θαρὰ ἐλεημοσύνη τὸ γινόμενον· ἀλλὰ μερίζεταί τι
15πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισημότερον πολλοῖς δι’ ἐκεῖνον γίνεσθαι. Πολ‐ λοὺς γοῦν ἔχοιμι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπι‐ σημοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι’ ἐκείνων ἀπολαύσωσι παῤῥησίας,
20καὶ τοῖς αὐτῶν πράγμασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιμώτεροι γίνωνται· καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας· ὅπερ αὐτοῖς λυ‐
μαίνεται τῆς φιλοξενίας τὴν ἀντίδοσιν, ὅταν αὐτὴνColumn end

61

.

170

γνώμῃ τοιαύτῃ μετίωσι. Καὶ τί χρὴ λέγειν περὶ τῶν ἁγίων τοῦτο; Ὁ γὰρ παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς τῶν πόνων ἐνταῦθα ζητῶν, καὶ διὰ τὰ παρόντα μετ‐ ιὼν ἀρετὴν, ἠλάττωσεν αὐτοῦ τὸν μισθόν· ὁ δὲ ὁλο‐
5κλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυ‐ μαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμ‐ πίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς
10ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας, οὐ προσκυνοῦμεν· κατὰ τὸν Ἀβραὰμ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ μισθῷ τινι ἔπραττεν,
15ἀλλὰ μίαν ἡγούμενος μεγίστην ἀμοιβὴν, τὸ ὑπακούειν τῷ Δεσπότῃ. Τούτους καὶ ἡμεῖς μιμώμεθα. Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡμῖν ἥξει τῶν ἀγαθῶν, ὅτι μετὰ τοιαύτης ἅπαντα πράττομεν γνώμης, καὶ λαμπροτέρων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο
20πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

169

(24)

ΟΜΙΛΙΑ ΚΑʹ.
25Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶμα σκανδαλίζῃ τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα,
30ὅπερ οὐκ ἦν μὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰ χρεία ἀπαιτοίη· ἵνα μή τις λέγῃ, ὅτι Κομπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥη‐ μάτων, ὃ καὶ ἐμοὶ καὶ τῷ δεῖνι εὔκολον· εἰ γὰρ ἀπὸ ψυχῆς ταῦτα λέγεις, δεῖξον διὰ τῶν ἔργων τίνος
35κατεφρόνησας ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τού‐ των καθεῖναι, καὶ δεῖξαι πῶς καὶ τῶν συγκεχωρημέ‐ νων ἀπείχετο ὑπὲρ τοῦ μὴ σκανδαλίσαι. καίτοι γε οὐδενὸς αὐτὸν τοῦτο καταναγκάζοντος νόμου. Καὶ οὐ
40τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ’ ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει. Τί γὰρ χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων; φησί· Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαν‐
45τος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν μαθη‐ τευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα· ἀλλ’ εἱλόμην, εἰ δέοι, καὶ λιμῷ καταλῦσαι τὸν βίον, καὶ τὸν χαλε‐ πώτατον θάνατον ἀποθανεῖν, ὥστε μὴ λαβεῖν παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελ‐

61

.

169

(50)

λον, εἰ μὴ λάβοι, ἀλλ’ ἐπειδὴ οἰκοδομεῖσθαι, ὃ πολλῷ πλέον ἦν. Καὶ τούτου μάρτυρας αὐτοὺς εἰς μέσον παράγει, παρ’ οἷς καὶ ἐργαζόμενος καὶ λιμώττων ἔζη, καὶ παρ’ ἑτέρων τρεφόμενος, καὶ στενοχωρού‐ μενος, ὥστε μὴ σκανδαλίσαι αὐτούς· καίτοι γε εἰκῆ
55ἐσκανδαλίζοντο· νόμον γὰρ οὗτος ἐπλήρου· ἀλλ’ ὅμως ἐκ περιουσίας αὐτῶν ἐφείδετο. Εἰ δὲ ὑπὲρ τὸν νόμον ἐποίησεν αὐτὸς, ἵνα μὴ σκανδαλισθῶσι, καὶ τῶν ἐπι‐ τετραμμένων ἀπείχετο εἰς οἰκοδομὴν ἑτέρων, τίνος ἂν εἶεν ἄξιοι οὗτοι οἱ τῶν εἰδωλοθύτων μὴ ἀπεχόμε‐
60νοι, καὶ ταῦτα πολλῶν ἐντεῦθεν ἀπολλυμένων, ὃ καὶ
χωρὶς τοῦ σκανδάλου φυγεῖν ἔδει διὰ τὸ τῶν δαιμό‐Column end

61

.

170

(25)

νων εἶναι τὴν τράπεζαν; Τὸ μὲν οὖν κεφάλαιον ἅπαν τοῦτό ἐστιν, ὃ διὰ πολλῶν ἐργάζεται στίχων. Δεῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειμένοις. Οὐδὲ γὰρ σα‐ φῶς αὐτὸ οὕτως, ὥσπερ εἶπον, τέθεικεν, οὐδὲ εὐθέως αὐτῷ ἐπιπηδᾷ, ἀλλ’ ἑτέρωθεν ἄρχεται, οὕτω λέγων·
30Οὐκ εἰμὶ ἀπόστολος; Μετὰ γὰρ τῶν εἰρημένων καὶ αὕτη οὐ μικρὰ διαφορὰ, τὸ καὶ Παῦλον εἶναι τὸν ταῦτα ποιοῦντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ἔξεστιν ἀπογεύεσθαι σφραγίζοντι, τέως μὲν οὐχ ἵσταται πρὸς τοῦτο, ἀλλὰ λέγει, ὅτι Εἰ καὶ ἐξῆν, οὐκ ἔδει διὰ τὴν
35βλάβην τῶν ἀδελφῶν τοῦτο ποιεῖν· ὕστερον δὲ δείκνυ‐ σιν ὅτι οὐδὲ ἔξεστι. Νῦν μέντοι τὸ πρότερον κατα‐ σκευάζει ἀπὸ τῶν καθ’ ἑαυτόν· καὶ μέλλων λέγειν, ὅτι οὐδὲν παρ’ αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωμα αὐτοῦ πρῶτον λέγει· Οὐκ
40εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι’ ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν. Εἶτα ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα
45λέγειν (καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι), πρότερον δείκνυ‐ σιν, τί ἐξῆν ἐκείνοις λαμβάνειν· εἶτα ἵνα μή τις εἴπῃ, ὅτι Πέτρῳ μὲν ἐξῆν λαμβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προ‐ καταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ. Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι

61

.

170

(50)

(οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βου‐ λόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέ‐ ροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ’ ὅσον ἀπῄτει τῆς προ‐ κειμένης ὑποθέσεως ἡ χρεία. Δυνάμενος γὰρ εἰπεῖν,
55ὅτι Ἐμὲ μάλιστα πάντων ἐχρῆν λαμβάνειν· καὶ μᾶλ‐ λον ἢ ἐκείνους, ὅτι περισσότερον αὐτῶν ἐκοπίασα, τοῦτο μὲν οὐ λέγει, ὅπερ εἶχεν ὑπεροχήν· ἀφ’ ὧν δὲ ἦσαν ἐκεῖνοι μεγάλοι, καὶ ἀφ’ ὧν δικαίως ἐλάμβανον, ταῦτα τίθησι μόνα, λέγων οὕτως· Οὐκ εἰμὶ ἀπόστο‐
60λος; οὐκ εἰμὶ ἐλεύθερος; Τουτέστιν, οὐκ ἐξουσίαν ἔχω ἐμαυτοῦ; μὴ ὑπό τινά εἰμι τὸν ἀναγκάζοντά με
καὶ κωλύοντα λαβεῖν; Ἀλλ’ ἔχουσί τι πλέον ἐκεῖνοι,171

61

.

171

τὸ μετὰ Χριστοῦ γενέσθαι. Ἀλλ’ οὐδὲ τούτου ἐστέρη‐ μαι· διὰ τοῦτο λέγει, Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύ‐ ριον ἡμῶν ἑώρακα; Ἔσχατον γὰρ πάντων, φησὶν, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Οὐ μικρὸν δὲ
5καὶ τοῦτο ἀξίωμα ἦν. Πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, φησὶ, καὶ οὐκ εἶδον· καὶ, Ἐλεύσονται ἡμέραι, ὅτε θελή‐ σετε μίαν τούτων ἰδεῖν τῶν ἡμερῶν. Τί οὖν, εἰ καὶ ἀπόστολος εἶ καὶ ἐλεύθερος καὶ τὸν Χριστὸν ἑώρακας,
10οὐδὲν δὲ ἐπεδείξω ἀποστόλου ἔργον, πῶς ὀφείλεις λαμβάνειν; Διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγεν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Τὸ γὰρ μέγα τοῦτό ἐστιν· ἐκεῖνα γὰρ οὐδὲν ὠφελεῖ τούτου χωρίς. Ἐπεὶ καὶ Ἰούδας καὶ ἀπόστολος ἦν καὶ ἐλεύθερος ἦν
15καὶ τὸν Χριστὸν εἶδεν· ἀλλ’ ἐπειδὴ ἀποστόλου ἔργον οὐκ εἶχεν, οὐδὲν αὐτὸν ἐκεῖνα ὤνησε. Διὰ δὴ τοῦτο καὶ τοῦτο προστίθησι, καὶ αὐτοὺς μάρτυρας καλεῖ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, ὅρα πῶς αὐτὸ κολάζει λέγων, Ἐν Κυρίῳ· τουτέστι, Τοῦ Θεοῦ τὸ ἔργον
20ἐστὶν, οὐκ ἐμόν. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. βʹ. Ὁρᾷς πῶς οὐκ ἐστὶ περιττός; Καίτοι γε εἶχε τὴν οἰκουμένην εἰπεῖν καὶ ἔθνη βάρβαρα καὶ γῆν καὶ θά‐ λατταν· ἀλλ’ ὅμως οὐδὲν ἐκείνων λέγει, ἀλλὰ κατὰ
25συνδρομὴν καὶ ἐκ περιουσίας νικᾷ. Τί γάρ μοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν μοι ὑπόθεσιν; Οὐ λέγω τοίνυν τὰ παρ’ ἄλλοις κατορθώματά μοι γεγενημένα, ἀλλ’ ὧν ὑμεῖς ἐστε μάρτυρες. Ὥστε εἰ καὶ μηδαμόθεν ἄλ‐
30λοθεν, παρ’ ὑμῶν μάλιστά με ἐχρῆν λαβεῖν. Ἀλλ’ ὅμως παρ’ ὧν μάλιστά με ἔδει λαβεῖν (διδάσκαλος γὰρ ὑμῶν ἐγενόμην), παρὰ τούτων οὐκ ἔλαβον. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Πάλιν κατὰ συνδρομὴν τὸν λόγον τίθησι· καὶ γὰρ
35τῆς οἰκουμένης ἀπόστολος ἦν. Ἀλλ’ ὅμως οὐ λέγω τοῦτο, φησὶν, οὐδὲ μάχομαι καὶ φιλονεικῶ, ἀλλὰ τὸ ὑμέτερον τίθημι. Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε· τουτέστιν, ἡ ἀπό‐ δειξις. Κἂν βούληταί τις, φησὶ, μαθεῖν πόθεν ὅτι
40ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι· πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην, καὶ οὐδὲν ἐνέλιπον· ὅπερ καὶ ἐν τῇ δευτέρᾳ φησὶν ἐπιστολῇ. Εἰ καὶ οὐδέν εἰμι, λέγων, τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπο‐
45μονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. Τί γάρ ἐστιν ᾧ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Διὰ τοῦτό φησιν· Ἡ σφραγὶς τῆς ἐμῆς ἀποστο‐ λῆς ὑμεῖς ἐστε. Καὶ γὰρ καὶ σημεῖα ἐπεδειξάμην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέμεινα, καὶ βίον

61

.

171

(50)

παρεσχόμην ἄληπτον. Καὶ ταῦτα ὅλα διὰ τῶν ἐπι‐ στολῶν τῶν δύο τούτων ἔστιν ἰδεῖν, πῶς ἑκάστου τούτων παρέχεται αὐτοῖς ἀπόδειξιν μετὰ ἀκριβείας ἁπάσης. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη. Τί ἐστιν, ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ
55ἀνακρίνουσίν ἐστιν αὕτη; Τοῖς ζητοῦσι μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ἢ τοῖς ἐγκαλοῦσί μοι ὡς χρήματα λαμβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι’ ἣν οὐ λαμβάνω, ἢ τοῖς βουλομένοις με δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑμετέρα κατήχησις καὶ ταῦτα ἃ μέλλω λέγειν, ἀπό‐
60δειξις καὶ ἀπολογία γίνεται. Ποῖα δὴ ταῦτα; Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ
ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν;Column end

61

.

172

Καὶ πῶς ταῦτα ἀπολογία; Ὅτι ὅταν φαίνωμαι καὶ τῶν συγκεχωρημένων ἀπεχόμενος, οὐκ ἂν εἴην δίκαιος ὑποπτεύεσθαι, ὡς ἀπατεὼν ἢ ἐπὶ χρήμασί τι ποιῶν. Τά τε οὖν ἔμπροσθεν εἰρημένα, καὶ ἡ ὑμετέρα διδα‐
5σκαλία, καὶ ταῦτα, ἅπερ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν, καὶ πρὸς ἅπαντας τοὺς ἀνακρίνοντάς με ἐντεῦ‐ θεν ἵσταμαι, ἐκεῖνά τε λέγων καὶ ταῦτα· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχο‐ μεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ’
10ὅμως καὶ ἔχων, ἀπέχομαι. Τί οὖν, οὐκ ἔτρωγεν οὐδὲ ἔπινε; Μάλιστα μὲν πολλαχοῦ οὔτε ἔτρωγεν οὔτε ἔπινε· καὶ γὰρ, Ἐν λιμῷ, φησὶ, καὶ δίψει, ἐν ψύ‐ χει καὶ γυμνότητι διετρίβομεν. Ἐνταῦθα μέντοι οὐ τοῦτο λέγει, ἀλλὰ τί; Οὐ τρώγομεν οὐδὲ πίνομεν
15παρὰ τῶν μαθητευομένων λαμβάνοντες, καίτοι γε ἐξουσίαν ἔχοντες τοῦ λαβεῖν. Μὴ οὐκ ἔχομεν ἐξου‐ σίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοι‐ ποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς;
20 Ὅρα σοφίαν· τὸν κορυφαῖον ὕστερον τέθεικε· τὸ γὰρ ἰσχυρότερον τῶν κεφαλαίων τότε τίθεται. Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν δεῖξαι τοὺς ἄλλους τοῦτο ποιοῦντας, ὡς τὸν πρωτοστάτην καὶ τὰς κλεῖς ἐμ‐ πιστευθέντα τῶν οὐρανῶν. Πλὴν οὐ μόνον τίθησιν,
25ἀλλὰ πάντας, μονονουχὶ λέγων· ἄν τε καταδεεστέ‐ ρους ζητῇς, ἄν τε ὑπερέχοντας, ἁπάντων κεῖται τὰ ὑποδείγματα. Καὶ γὰρ οἱ ἀδελφοὶ τοῦ Κυρίου τῆς προτέρας ἀπιστίας ἀπαλλαγέντες, τῶν δοκίμων ἦσαν γεγενημένοι, εἰ καὶ μὴ πρὸς τοὺς ἀπο‐
30στόλους ἔφθανον. Διὸ δὴ καὶ μέσους αὐτοὺς τέθεικεν, ἑκατέρωθεν τοὺς ἄκρους θείς. Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζε‐ σθαι; Ὅρα τὴν ταπεινοφροσύνην καὶ τὴν παντὸς φθόνου καθαρεύουσαν ψυχὴν, πῶς ὃν ᾔδει κοινω‐
35νοῦντα αὐτῷ τῆς ἀκριβείας, οὐκ ἀπέκρυψεν. Εἰ γὰρ τὰ ἄλλα κοινὰ, πῶς τοῦτο οὐ κοινόν; ἀπόστολοι κἀ‐ κεῖνοι καὶ ἡμεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαμεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάμεθα. Οὐκοῦν καὶ ἡμεῖς ἐξουσίαν ἔχομεν καὶ τοῦ ἀργοῦν‐
40τες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν μαθητευομέ‐ νων. Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερ ἔθος
45αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων. Σὺ δέ μοι σκόπει πῶς τὰ ὑποδείγματα σφό‐ δρα ἁρμόδια τῇ προκειμένῃ ἤγαγεν ὑποθέσει, καὶ πῶς πρῶτον μέμνηται τοῦ ἐπικινδύνου, στρατιᾶς καὶ ὅπλων καὶ πολέμων. Τοιοῦτον γὰρ ἡ ἀποστολὴ,

61

.

172

(50)

μᾶλλον δὲ καὶ τούτων πολλῷ μεῖζον. Οὐδὲ γὰρ πρὸς ἀνθρώπους μόνον ὁ πόλεμος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίμονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις. Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠμοὶ καὶ ἄδικοι,
55στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφε‐ σθαι τοὺς στρατευομένους· πῶς οὖν ὁ Χριστός ποτε τοῦτο ἀπῄτησεν ἄν; Καὶ οὐδὲ ἑνὶ ἀρκεῖται παραδεί‐ γματι. Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συν‐
60ήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν.173

61

.

173

γʹ. Διὸ καὶ ἐφ’ ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, Δι’ ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέ‐
5λειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγμα προστί‐ θησι, λέγων· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχο‐ μένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ
10γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως. Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συμ‐ μετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν μόνον, οὐχὶ τὸ
15περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀμπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ’, Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε,
20Τίς ποιμαίνει ποίμνην, καὶ οὐκ ἐμπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ’ Ἐκ τοῦ γά‐ λακτος· δεικνὺς ὅτι μικρᾷ παραμυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ μόνῃ
25τροφῇ. Ταῦτα πρὸς τοὺς βουλομένους πάντα κατ‐ εσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνομοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν
30ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀν‐ δρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιμέλειαν καὶ ποιμένος κηδεμονίαν, καὶ μετὰ ταῦτα πάντα μηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν. Δείξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαμβάνειν τὸν δι‐
35δάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγμά‐ των, καὶ ἐπὶ τρίτον κεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν
40προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρί‐ ζεσθαι μόνοις, μηδὲ ἀφ’ ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόμον ταῦτα κελεύοντα. Διὸ καὶ κατ’ ἐρώτησιν προάγει τὸν λόγον,
45ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτ‐ έστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι; Ἦ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται· Οὐ φι‐

61

.

173

(50)

μώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος. Εἶτα, ἵνα μή τις λέγῃ, Καὶ τί πρὸς ἡμᾶς τὸ περὶ τῶν βοῶν εἰρημένον; ἐπεξεργάζεται αὐτὸ μετὰ ἀκριβείας λέ‐
55γων· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Οὐ μέλει οὖν περὶ τῶν βοῶν, εἰπέ μοι, τῷ Θεῷ; Μέλει μὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόμον θεῖναι ὑπὲρ τούτου. Ὥστε εἰ μὴ μέγα τι ᾐνίττετο, ἐγγυμνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους,
60καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόμον γράψαι ὑπὲρ τοῦ μὴ κημοῦσθαι τοὺς
βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸνColumn end

61

.

174

πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συν‐
5τελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱματίων ποικίλων, καὶ τὰ περὶ ἀμπε‐ λώνων καὶ σπερμάτων καὶ τοῦ μὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶ λέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο,
10κατὰ μικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτό‐ θεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι’ ἡμᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ’ ἵνα μὴ συγχω‐
15ρήσῃ μηδ’ ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιμέ‐ νει τῇ μεταφορᾷ λέγων καὶ ἀποφαινόμενος· Δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀρο‐ τριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀμοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς
20ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι. Καὶ θέα σύνεσιν. Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγμα μετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐμφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶ τὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ μὲν τοῦ
25ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πό‐ νον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχει. δʹ. Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων
30ἱδρώτων ἀμοιβή; προσέθηκεν, Ἐπ’ ἐλπίδι, τουτ‐ έστι, τῇ μελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκή‐ μωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκά‐ λους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ
35ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἰδοὺ καὶ τέ‐ ταρτον προστίθησι λογισμὸν ὑπὲρ τοῦ δεῖν παρέχειν. Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψω‐ νίοις ποτέ; καὶ, Τίς φυτεύει ἀμπελῶνα; καὶ, Τίς ποιμαίνει ποίμνην; καὶ παρήγαγε τὸν βοῦν
40τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτά‐ την, δι’ ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ μείζονα παρεσχηκότες, οὐκέτι ὡς καμόντες μόνον. Τίς οὖν ἐστιν; Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
45Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογω‐ τέραν; Ἐκεῖ μὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μὲν σπόρος πνευματικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν οἱ παρέχοντες τοῖς δι‐

61

.

174

(50)

δασκάλοις, ἔδειξεν ὅτι μείζονα λαμβάνουσιν, ἢ διδόα‐ σιν. Οἱ μὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαμβάνουσιν· ἡμεῖς δὲ σπείροντες εἰς τὰς ὑμετέρας ψυχὰς πνευματικὰ, θερίζομεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ’ αὐτῶν διδομένη τροφή. Εἶτα
55καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμά‐ των, ἀλλ’ οὐχ ὁμοίων. Οὐδὲ γὰρ Πέτρου μέμνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ’ ἑτέρων τινῶν
60νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεμον.
Διὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαμβάνουσι παρ’ ὑμῶν,175

61

.

175

ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑμῶν ἐξ‐ ουσίας μετέχουσι· τουτέστι, κρατοῦσιν ὑμῶν, ἐξ‐ ουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαμβά‐
5νοντες μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας. Διὸ προσέθηκεν, Οὐ πολλῷ μᾶλ‐ λον ἡμεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ’ εὔδηλον ὅτι τινὰς αἰνίττε‐ ται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε μετὰ
10τοῦ νόμου τοῦ Μωϋσέως καὶ ὑμεῖς αὐτοὶ νόμον τε‐ θείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ’ ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέ‐
15ψαι μειζόνως. Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβομεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνομον τὸ λαμ‐ βάνειν, τότε εἶπεν, ὅτι Οὐ λαμβάνομεν, ἵνα μὴ δόξῃ ὡς κεκωλυμένου ἀπέχεσθαι; Οὐ γὰρ, ἐπειδὴ μὴ
20ἔξεστι, φησὶν, οὐ λαμβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαμεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγμάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιμένος, ἀπὸ τοῦ νόμου Μωϋσέως, ἀπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως, ὅτι ἐσπείρα‐
25μεν ὑμῖν πνευματικὰ, ἀφ’ ὧν ὑμεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ’ ὥσπερ, ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαμβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυμένου πράγματος ἀπέχεται· οὕτω πάλιν, ἵνα μὴ διὰ τῆς
30πολλῆς κατασκευῆς καὶ τῶν παραδειγμάτων τῶν πολλῶν, δι’ ὧν ἔδειξεν ὅτι δεῖ λαμβάνειν, δόξῃ ἐπι‐ ζητεῖν τὸ λαμβάνειν καὶ διὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον μὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα
35οὕτω γένηται ἐν ἐμοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάμεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπει‐ γούσης, οὐκ εἴξαμεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ
40φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώ‐ νια πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα. Καὶ ἐνταῦ‐
45θα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγομεν. Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ’ οὐδὲ οὕτως ἠναγκάσθημεν, φησὶ, λῦσαι τὸν νόμον, ὃν ἑαυτοῖς τεθείκαμεν. Διὰ τί; Ἵνα μὴ

61

.

175

(50)

ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα μὴ πλήξωμεν ὑμᾶς, φησὶ, λαμβάνοντες, εἱλόμεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγμένα ποιῆσαι, ἢ ἐγκοπήν τινα δοῦ‐ ναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑμῶν.
55Εἰ δὲ ἡμεῖς, καὶ ἐπιτετραμμένον ἡμῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγμα, οὐκ ἐποιήσαμεν, Ἵνα μὴ ἐγκοπὴν δῶμεν (καὶ οὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ’ Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ’, Ἐγκοπήν τινα· ἵνα μηδὲ τὴν τυ‐
60χοῦσαν, ὡς ἂν εἴποι τις, μέλλησιν καὶ ἀναβολὴν ἐμ‐ ποιήσωμεν τῷ δρόμῳ τοῦ λόγου)· εἰ τοίνυν ἡμεῖς τοσαύτῃ ἐχρησάμεθα τῇ σπουδῇ, φησὶ, πόσῳ μᾶλλον ὑμᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας,
καὶ οὐδὲ νόμον ἔχοντας εἰπεῖν τὸν ἐπιτρέποντα,Column end

61

.

176

ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυμένων ἁπτομένους καὶ τῶν ἐπὶ βλάβῃ μεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ μὴ ἐγκοπὴν μόνον δοῦναι, ἀλλ’ οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειμένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ
5ἅπαντα τὸν λόγον δι’ ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς. Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούωμεν, ἀγαπητοί· ἵνα μὴ καταφρονῶμεν τῶν σκανδαλιζομένων, μηδὲ
10ἐγκοπήν τινα ποιῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα μὴ προδιδῶμεν τὴν ἡμετέραν σωτηρίαν. Μὴ γάρ μοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κε‐ κώλυται τὸ καὶ τὸ, ἐφ’ ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖ‐ ται. Ἐγὼ γάρ σοι μείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ
15Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόμενον, ἐπίσχες καὶ μὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαν‐ τος, μὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ Δεσπό‐ της, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα
20τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης. Καὶ γὰρ ἠδύνατο, εἰ μὴ τοῦτο ἐβούλετο, μᾶλλον ἐπιτεῖναι τὰ ἐπιτά‐ γματα, καὶ εἰπεῖν· Ὁ μὴ διόλου νηστεύων, κολαζέσθω· ὁ μὴ παρθενεύων, τιμωρείσθω· ὁ μὴ πάντα ἀποδυό‐
25μενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ’ οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτι‐ μεῖσθαι. Διὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ μὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ
30ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ’, Εἰ θέλεις τέλειος εἶναι, πώλησον. Ἀλλ’ ἡμεῖς οὐ μόνον οὐ φιλοτιμούμεθα οὐδὲ ὑπερ‐ βαίνομεν τὰ προστάγματα, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιμπανόμεθα. Καὶ Παῦλος
35μὲν ἐλίμωττεν, ἵνα μὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολ‐ μῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς. Τρω‐ γέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ μὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ μὴ περιβαλλέσθω ὁ γυμνός·
40ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ μὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν. Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήμασιν, ἀλλ’ ἐν τοῖς πράγμασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν
45δεινὸν ἐπὶ τῶν ῥημάτων λεγόμενον, ἢ ἐπὶ τῶν ἔργων γινόμενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ’ ἑκάστην ἡμέ‐ ραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑμέ‐

61

.

176

(50)

τερα, καὶ μὴ τοῖς πεινῶσι μηδὲ τοῖς δεομένοις δια‐ τροφή. Οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑμέτερον προτιθέντες
55πλοῦτον; τίς ἡ μανία αὕτη; Μανία γὰρ καὶ παρα‐ πληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ’ εἰκόνα Θεοῦ γενόμενον καὶ καθ’ ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν
60τρόμον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήματος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυμαι γὰρ ὑπὸ τοῦ θυμοῦ· σύγ‐ γνωτε. Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων,
65καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς177

61

.

177

δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώ‐ μενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος· οὐδ’ ἵνα γαστριζώμεθα, ἡ τροφὴ γέγονεν· οὐδ’ ἵνα διασπῶ‐ μεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν
5ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦ‐ τον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβε‐ ρόν; Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠμότητα τὴν σὴν καὶ τὴν ἀπαν‐
10θρωπίαν τὴν τοιούτων δεομένην προσωπείων, τὴν μὴ ἐπικλωμένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχημονεῖν καὶ κόπτεσθαι καὶ τοσ‐ αύτην ὑπομένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου
15τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνομένη κήρυξ. Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέ‐ μενος ῥήματα, καὶ ὀδυρόμενος καὶ δακρύων καὶ δι’ ὅλης περιιὼν τῆς ἡμέρας, οὐδὲ τῆς ἀναγκαίας εὐπο‐ ρεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν μηχανὴν,
20οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχη‐ μοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖ‐ σθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡμεῖς δὲ μυρίων ἄξιοι τιμωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόμεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπε‐
25κλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομέ‐ νειν. Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον; Τὸ γὰρ τού‐ του φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέ‐ ρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες
30καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσ‐ έθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς
35καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐμάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συμ‐ φοραῖς, πληροῦσιν ὑμῶν τὴν ἀκόρεστον ἐπιθυμίαν, καὶ ἑαυτοῖς καὶ ὑμῖν χαλεπωτέραν τῆς γεέννης ἀνάπτον‐
40τες τὴν φλόγα. Καὶ ἵνα μάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκμήριον ὑμῖν ὡμολογημέ‐ νον ἐρῶ, πρὸς ὃ μηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέ‐ ρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες.
45Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμα‐ σιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς δια‐

61

.

177

(50)

πείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν πε‐ ριστήσωσι θέατρον. ϛʹ. Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ
55θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίμων ἄγριος; Εἶτα ἵνα προθυμό‐ τερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον. Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ’
60ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε
65ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆςColumn end

61

.

178

ἀσχημοσύνης ἐκείνης. Διὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ μὴ προϊεμένους μηδὲν ἕως ἂν ἴδωσι κολαζομένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήματα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ
5ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανομοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας; Καὶ τοῦ μὲν Θεοῦ λέγοντος, Δὸς ἐλεημοσύνην, καὶ δίδωμί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαί‐
10φνης φιλότιμος γέγονας· καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλά‐ βην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι, μηδὲ γινόμενα ὁρᾷν, πάντα
15ποιεῖν καὶ ὑπομένειν, ὥστε ἀνελεῖν τὴν πολλὴν ταύ‐ την μανίαν· ὑμεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόμενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγματεύεσθε. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, διὰ τί γέεννα; Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη.
20Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠμὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶν‐ τες ἐφ’ οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑμᾶς αὐτούς; μᾶλλον δὲ ὑμᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχη‐ μονεῖν; Ἀλλ’ οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκά‐
25ζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχό‐ μενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυμάζοντας; Καὶ ἀπο‐ στῶμεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κε‐
30λεύεις; Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰς πολλὰ διατέμνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήμει, φησίν· οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ
35τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συμβαίνει. Καὶ γὰρ δριμυτέρας ὑπομένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύων‐
40ται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγμάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡμερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεημοσύνης τὸ παλαιὸν ἐκόμα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ
45καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστή‐ ματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ

61

.

178

(50)

προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας. Ἂν δὲ ταῦτα μάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγ‐ γυῶμαι· ἀλλὰ καὶ χάριν ὑμῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης.
55 Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες,
60οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ μετὰ δαψιλείας δοῦναι, τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. Διὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς δι‐ δόντας ἁπλῶς ἀνακηρύττει καὶ μακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν,
65ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί
γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις179

61

.

179

ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναι‐ κὸς μεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά
5μου· οὐ κατὰ τὸ μέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ μικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνομαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ’ ἵππων χρυσο‐ χαλίνων φερομένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυρομένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ
10ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινο‐ μένους. Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ’ ἂν ἡ Ἐκ‐
15κλησία παράσχῃ, σὺ τὰ ἁμαρτήματα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεομένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ μεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ
20οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεημοσύνης ἐνομο‐ θέτησεν ὁ Θεὸς, ὡς δι’ αὐτοὺς τοὺς παρέχοντας; Ἀλλ’ ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα μὲν χαλεπὴ καὶ τοῦτο ἁμαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦμαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν
25μισθόν. Καὶ γὰρ ἅπερ ἡμεῖς ὑπὲρ ἐλεημοσύνης λέγο‐ μεν, οὐχ ἵνα ἡμῖν προσαγάγῃς λέγομεν, ἀλλ’ ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐμοὶ μὲν γὰρ προσφέ‐ ρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν
30δὲ δι’ ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλ‐ λαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑμῖν ὁ μισθός. ζʹ. Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κα‐
35κῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑμῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς μὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ μάτην κακῶς ὁ μισθὸς μείζων, τοῖς δὲ λέγουσι τὸ κρῖμα καὶ ἡ τι‐ μωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω,
40ἀλλ’ ὑμῶν κηδόμενος καὶ φροντίζων. Τί γὰρ θαυ‐ μαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ
45τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐ‐ δείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώ‐ μεθα τὰς προφάσεις, μηδὲ ἀπολογίαν εἶναι νομίζωμεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς

61

.

179

(50)

οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγ‐ γεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούν‐ των τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγμόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιμοι λόγον ὑμῖν παρασχεῖν. Πλὴν ὑπερ‐
55βολὴν ποιήσασθαι βούλομαι. Ὅταν γὰρ παράσχωμεν τὰς εὐθύνας, καὶ δείξωμεν οὐκ ἐλάττονα τῆς προσ‐ όδου τὴν δαπάνην οὖσαν, ἀλλ’ ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑμᾶς ἐκεῖνο ἐροίμην· ἡνίκα ἂν ἀπέλθωμεν ἐκεῖ, καὶ ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά
60με εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυμνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακού‐
σαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων;Column end

61

.

180

Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥμαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁμαρτήματα, οὐ τὸ δεῖξαι ἑτέ‐ ρους τὰ αὐτά σοι πεπλημμεληκότας. Καὶ γὰρ ἡ
5Ἐκκλησία διὰ τὴν ὑμετέραν μικρολογίαν ἔχειν ἀναγ‐ κάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστο‐ λικοὺς πάντα ἔπραττον νόμους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑμετέραν γνώμην, ὃ καὶ ταμιεῖον ἀσφα‐ λὲς ἂν ἦν καὶ ἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑμεῖς
10μὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταμιείοις ἀποκλείητε τοῖς ὑμετέροις, αὕτη δὲ ἀναγκά‐ ζηται δαπανᾷν χηρῶν συλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδημίαις, ἀποδημούντων ταλαιπωρίαις, δε‐ σμωτῶν συμφοραῖς, ἀῤῥωστούντων καὶ λελωβημένων
15ἀνάγκαις, ἑτέραις τοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσ‐ χῶσαι λιμένας; καὶ τίς ἂν τοῖς γινομένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρμοῖς, τοῖς θρήνοις, ταῖς οἰμωγαῖς ταῖς πανταχόθεν φερομέναις; Μὴ τοίνυν ἁπλῶς τὸ
20ἐπιὸν φθεγγώμεθα. Νῦν μὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑμῖν ἕτοιμοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρμένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑμῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν. Ὁ γὰρ
25φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολ‐ λοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκου‐ μένῃ ἱερέας γενέσθαι διεφθαρμένους· ἵνα μὴ ἡ τῶν ἀρχομένων ῥᾳθυμία ἐπιτείνηται διὰ τῆς ἐκείνων
30ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυμίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραμ‐ ματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέ‐ γωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον,
35οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν μὴ προσέχῃς τοῖς λεγομένοις. Οὐ γὰρ ἀφ’ ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ’ ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν μὲν ποιῇς τὰ ἐπιτεταγμένα, μετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥη‐
40σίας· ἂν δὲ παρακούσῃς τῶν λεγομένων, κἂν μυρίους ἱερέας διεφθαρμένους δείξῃς, οὐδέν σου τοῦτο προστή‐ σεται. Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ’ ὅμως οὐδὲν τοῦτο ὑπὲρ τῶν ἱεροσύλων καὶ φιλαργύρων ἀπο‐ λογήσεταί ποτε. Οὐδὲ δυνήσεταί τις ἐγκαλούμενος
45λέγειν ὅτι, Καὶ γὰρ ὁ ἀπόστολος κλέπτης ἦν καὶ ἱερόσυλος καὶ προδότης· ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο μά‐ λιστα ἡμᾶς τιμωρήσεται καὶ κατακρινεῖ, ὅτι μηδὲ τοῖς ἑτέρων κακοῖς ἐσωφρονίσθημεν. Διὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν

61

.

180

(50)

ζῆλον. Διὸ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀφέντες, ἡμεῖς ἑαυτοῖς προσέχωμεν· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἵν’ οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσω‐ μεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεο‐
55μένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμέ‐ να, ἑτέρα δὲ οὐδεμία. Κἂν ταύτην δυνηθῶμεν παρα‐ σχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης δια‐ φευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν·
60ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.181

61

.

181

ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσ‐ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται;
5 Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κε‐ κωλυμένον τὸ λαμβάνειν. Διόπερ τοσαῦτα εἰπὼν ἔμ‐ προσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόμον χωρεῖ,
10οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν. Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ
15εἶπεν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τῶν προσφερόντων λαμβάνουσιν· ἀλλὰ τί; Ἐκ τοῦ ἱεροῦ ἐσθίου‐ σιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. Διὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ
20προσεδρεύοντες ἀπὸ τῶν θυόντων λαμβάνουσιν, ἀλλὰ, Τῷ θυσιαστηρίῳ συμμερίζονται. Τὰ γὰρ προσ‐ ενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαμβάνουσιν, ἀλλ’, Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι,
25δεικνὺς πάλιν τὴν συμμετρίαν, καὶ ὅτι οὐ χρηματί‐ ζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυ‐ σιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παρα‐ μυθίαν. Καίτοι τὰ τῶν ἀποστόλων μείζονα πολλῷ ἦν.
30Ἐκεῖ μὲν γὰρ τιμὴ ἦν ἡ ἱερωσύνη· ἐνταῦθα δὲ κίν‐ δυνοι καὶ σφαγαὶ καὶ φόνοι. Διόπερ τῶν ἄλλων πα‐ ραδειγμάτων ἁπάντων πολὺ μεῖζον ἦν τὸ λέγειν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας καὶ τοὺς κινδύ‐
35νους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυ‐ ται, ἅπερ ὑπέμενον κηρύττοντες. Ἀλλ’ ὅμως καὶ τοσαύτης οὔσης τῆς ὑπεροχῆς, οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι, οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύ‐
40νων, ἀλλ’ ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαμεν ἢ παρ‐ εβουλευσάμεθα, ἀλλ’, Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων· Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, καὶ οἱ τῷ
45θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δου‐ λείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξα‐ σθαι βουλόμενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγματα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ

61

.

181

(50)

ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐρ‐ γαζόμενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγμένον ἔργον ἦν· ἀλλ’ οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψη‐ λότερα ἦσαν ἐγκεχειρισμένοι. Πάντας τοίνυν τούτους
55περιλαβὼν, ἵνα μή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡμῖν μέμνησαι; οὐκ οἶσθα ὅτι προσταγμάτων τελειοτέρων ἡμῖν ὁ καιρός; μετ’ ἐκεῖνα πάντα τὸ πάντων ἰσχυ‐ ρότερον τέθεικεν εἰπών· Οὕτω καὶ ὁ Κύριος διέ‐ ταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ
60εὐαγγελίου ζῇν. Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ
τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶColumn end

61

.

182

ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί· καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐμπορεύεσθαι οὐδὲ θησαυρίζειν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρη‐
5σάμην. Τί οὖν, εἰ μὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ μέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπι‐ διορθώσει ἐχρήσατο, οὕτως εἰπών· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καὶ ὅρα μεθ’
10ὅσης σφοδρότητος ἀρνεῖται καὶ διακρούεται τὸ πρᾶγμα· Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω εἶπεν, Οὐκ ἐχρη‐
15σάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ μετὰ ταῦτα πάλιν, Εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τούτων, ποίων; Τῶν πολλῶν παραδειγμάτων. Πολ‐ λῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου,
20τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ’ ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ’ ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγμα‐ τος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ κα‐ ταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. Καὶ μή
25μοι τὰ παρελθόντα λέγε· καίτοι γε ἔχω εἰπεῖν, ὅτι πολλὰ καὶ ἐν τοῖς παρελθοῦσιν ὑπέμεινα διὰ τοῦτο· ἀλλ’ ὅμως οὐκ ἐκείνοις ἰσχυρίζομαι μόνοις, ἀλλὰ καὶ περὶ τῶν μελλόντων ὑπισχνοῦμαι, ὅτι αἱροῦμαι μᾶλλον ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι
30τῶν στεφάνων. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόμον μου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχημα. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος,
35τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται μᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυ‐ χήματος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν
40τὸ γινόμενον. βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ’ ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν ἐκ περιουσίας ἀνέλῃ. Διὰ γὰρ τοῦτο,
45ὡς ἔφθην εἰπὼν, καὶ καύχημα αὐτὸ ἐκάλεσε. Καὶ τί φησιν; Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονο‐

61

.

182

(50)

μίαν πεπίστευμαι. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ εὐαγ‐ γέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ μοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχημα, ἀλλ’
55ἐὰν ἀδάπανον θῇς τὸ εὐαγγέλιον; οὐκοῦν τοῦτο μεῖ‐ ζον ἐκείνου; Οὐδαμῶς· ἀλλ’ ἑτέρωθεν ἔχει τι πλέον· ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέ‐ σεως κατόρθωμα. Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει τὸν μισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν
60ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ’ αὐτὴν τοῦ πρά‐ γματος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο
γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁμιλλᾶσθαι183

61

.

183

ποιεῖ· ἀλλ’ ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο ἐκείνου πλέον. Διό φησι, τὸ αὐτὸ ἑρμηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν
5ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ μὴ ἐγκε‐ χειρίσθαι λαμβάνων. Οὕτω καὶ τὸ, Ἀνάγκη γάρ μοι ἐπίκειται, νοητέον, οὐχ ὡς ἄκοντός τι τούτων ποιοῦντος, μὴ γένοιτο· ἀλλ’ ὡς ὑπευθύνου ὄντος τοῖς
10ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευ‐ θερίας τῆς ἐν τῷ λαμβάνειν εἰρημένης. Διὸ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιή‐ σητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Τίς οὖν μοί
15ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ μοι, Πέτρος οὐκ ἔχει μισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ
20ἄκων, οἰκονομίαν πεπίστευμαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω μισθὸν, ἀλλ’, Οἰκονομίαν πεπίστευμαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπι‐ ταχθὲν ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ
25φιλοτιμησάμενος καὶ ὑπερβὰς τὸ ἐπίταγμα. Τίς οὖν ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρή‐ σασθαί με τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Ὁρᾷς πῶς διόλου τῷ ὀνόματι τῆς ἐξουσίας κέχρηται,
30δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβά‐ νοντες ἐγκλημάτων ἄξιοι; Προσέθηκε δὲ, Τῷ εὐαγ‐ γελίῳ, ὁμοῦ μὲν τὸ εὐαγγέλιον δηλῶν, ὁμοῦ δὲ κωλύων πανταχοῦ τὸ πρᾶγμα ἐξάγειν. Τὸν γὰρ διδά‐ σκοντα χρὴ λαμβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα
35ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Πάλιν ἐνταῦθα ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ, ὃ μέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ μόνον
40οὐκ ἔλαβον, φησὶν, οὐδὲ μόνον οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δου‐ λείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον, ἀλλ’ ὃ πολλῷ χρημάτων μεῖζον ἦν, ἐν πράγ‐ μασι πολλοῖς καὶ ποικίλοις τὸ αὐτὸ τοῦτο ἐπεδειξά‐
45μην· καὶ ἐδούλωσα ἐμαυτὸν, οὐδενὶ ὑποκείμενος κατ’ οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν, Ἐλεύθερος ὢν ἐκ πάντων· καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγε, Πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Καὶ γὰρ κηρῦξαι ἐπεταττόμην

61

.

183

(50)

καὶ ἀπαγγέλλειν τὰ ἐμπιστευθέντα· τὸ δὲ μυρία μηχανᾶσθαι καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐμῆς σπουδῆς ἦν. Τοῦ γὰρ καταβαλεῖν τὸ ἀργύριον ὑπεύθυνος ἤμην μόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα ἐποίουν πάλιν, πλέον τῶν ἐπιτεταγμένων ἐπιχειρῶν. Ἐπειδὴ
55γὰρ προαιρέσει καὶ προθυμίᾳ καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν πάντα ἔπραττεν, ἀκόρεστον εἶχεν ἐπιθυμίαν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν. Διὸ καὶ ἐκ πολλῆς τῆς περιουσίας ὑπερέβαινε τὰ σκάμματα, διὰ πάντων ὑπὲρ αὐτὸν πηδῶν τὸν οὐ‐
60ρανόν. Καὶ εἰπὼν τὴν δουλείαν, λέγει λοιπὸν τοὺς τρόπους αὐτῆς τοὺς ποικίλους. Τίνες δέ εἰσιν οὗτοι; Καὶ ἐγενόμην, φησὶ, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. Καὶ πῶς ἐγένετο
τοῦτο; Ὅτε περιέτεμεν, ἵνα καθέλῃ περιτομήν. ΔιὰColumn end

61

.

184

τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ’, Ὡς Ἰουδαῖος, ὅπερ οἰκονομία ἦν. Τί λέγεις; ὁ τῆς οἰκουμένης κῆρυξ, καὶ τῶν οὐρανῶν αὐτῶν ἁψάμενος, καὶ τοσοῦτον ἐν τῇ χά‐ ριτι λάμψας, οὗτος ἀθρόον καταβαίνει τοσοῦτον; Ναί·
5τοῦτο γάρ ἐστιν ἀναβῆναι. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι καταβαίνει μόνον, ἀλλ’ ὅτι καὶ τὸν κάτω κείμενον ἀνίστησι καὶ ἀνάγει πρὸς ἑαυτόν. Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.
10 γʹ. Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους μὲν λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόμον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενο‐ μένους καὶ ἔτι ἀντεχομένους τοῦ νόμου. Οὐκέτι γὰρ
15ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ’ ὑπὸ νόμον. Καὶ πότε ἐγέ‐ νετο ὑπὸ νόμον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτῷ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκα‐ ταβαινούσης. Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα
20μεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύ‐ μενος μόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκεί‐
25νης; Τοῖς ἀνόμοις ὡς ἄνομος. Οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ’ ἐκτὸς νόμου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ’ ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπ‐ εκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ
30ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενο‐ μένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶτα ἵνα μὴ νομίσῃ τις μετα‐ βολὴν γνώμης εἶναι τὸ πρᾶγμα, ἐπήγαγε· Μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ. Τουτέστιν,
35Οὐ μόνον ἄνομος οὐκ ὢν, ἀλλ’ οὐδὲ ἁπλῶς ἔννομος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόμον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύματος καὶ τῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώ‐ μης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν τῆς τοιαύ‐
40της συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόμους. Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκατα‐ βάσεως· καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν τὸ τούτων λέγων, δι’ ὃ καὶ
45πάντα ταῦτα εἴρηται. Καίτοι ἐκεῖνα πολλῷ μείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωμαίοις, ὅτε περὶ βρωμάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ. Εἶτα, ἵνα μὴ καθ’ ἕκαστον ἅπαντα λέγων, διατρίβῃ,

61

.

184

(50)

φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάν‐ τως τινὰς σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι μὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ’ ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν μὲν σπου‐ δὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς
55τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περι‐ έσεσθαι· ὃ πολὺ μέγα ἦν, καὶ προθυμίας ζεούσης. Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ ἔσπειρε, καὶ οὐ τὸν πάντα σπόρον διέσωσεν, ἀλλ’ ὅμως τὸ ἑαυτοῦ πε‐ ποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζομένων,
60πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεμυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ μὴ πάντα δυνα‐ τὸν διασωθῆναι τὸν σπόρον, ἀλλ’ ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. Διὰ τοῦτο εἶπε, Πάντως, ὅτι
ἀνάγκη πᾶσα τὸν οὕτω θερμῶς σπουδάζοντα καὶ ἐπι‐185

61

.

185

τυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγ‐ κοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ
5ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γέ‐ νωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφρο‐ σύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολ‐
10λῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πό‐ νοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ’ ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ’ ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στε‐ φάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα
15ἔπραττεν, ἀλλ’ ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν,
20πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νό‐ μον, τοῖς ἀνόμοις ὡς ἄνομος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐν ἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νι‐ κήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπί‐ πτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν
25ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ κα‐ ταβῆναι. Ὁ μὲν γὰρ πεσὼν, κεῖται μόλις ἀνιστά‐ μενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος·
30οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ’ οὗτος οὐχ οὕτως· ἀλλ’ ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ
35τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρ‐ θωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος. δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βού‐
40ληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θά‐ νατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ
45Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερ‐ μοτέραν; Οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν. Διά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι

61

.

185

(50)

προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔ‐ κολα. Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη
55τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύ‐ της μανίας ἔχεται κακίας, μεθ’ ὅσης ἐκεῖνος τοῦ πο‐ λέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖ‐
60ρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θο‐
65ρύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πλη‐Column end

61

.

186

ρῶν. Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολ‐ λᾶσθαι αὐτῷ. Ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν.
5Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπι‐ τειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέ‐ τωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλό‐ μενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπι‐
10τηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωμεν, ἀλλ’ ἵνα τὰ δημιουργήματα αὐτοῦ θαυμάζοντες, προσκυ‐
15νῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων. Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστή‐ ματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν μᾶλλον γεγέ‐
20νηται ὁ ὀφθαλμός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ’ ἵνα σωτήρια δό‐ γματα. Διά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν
25ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμε‐ λές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν. Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ φθεγγόμενον, αἰσχύνε‐ σθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς
30δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύ‐ πτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύ‐ νην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ
35δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόη‐ σον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπού‐ μεθα. Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμ‐
40μένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζε‐ σθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δε‐ δοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα. εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα
45τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον δι‐ ορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα· εἶτα ἀντιθῶμεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ μό‐

61

.

186

(50)

νης ἀπολαύων, ἐράτω μὲν καὶ ἐκείνης τῆς μοιχευο‐ μένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ’ ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσα‐
55μεν. Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφο‐ τέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀνα‐ μεῖναι δεῖ τὸ παρ’ αὐτοῦ τι μαθεῖν· ὄψει γὰρ αὐτὸν,
60κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακεί‐ μενον. Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ
τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα187

61

.

187

καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ’ ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ
5Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται. Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγο‐ ρος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κο‐
10λάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπα‐ νῶν. Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλα‐ κται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν
15μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; Διά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον,
20τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ’ ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε,
25καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθα‐ ρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν
30ἁπάντων περὶ αὐτοῦ ψῆφον, μυρία κύματα ἔχει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ’ οὐδὲ τῆς ἐρωμέ‐ νης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύ‐ ρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ’ ἵνα μὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ
35τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ’ ἐν τῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ’ ἂν χαλεπώτερον; Ἀλλ’
40οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέ‐ κτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν,
45τούτων οὕτως ὡμολογημένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ’ ἄν; μᾶλλον δὲ, κἂν μυρία
εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτηςColumn end

61

.

188

τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐ‐ τῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευ‐ σώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ
5φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀπο‐ στῶμεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις
10τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χά‐ ριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπ‐ ώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ
15μεθ’ ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα συγ‐ χωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑπ‐ οπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι
20μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος καὶ σφαδάζων καὶ κεν‐ τούμενος ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ
25ὢν, ἢ ὁ τούτων πάντων ἀπηλλαγμένος τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι τῇ φιλοσοφίᾳ καθήμενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνε‐ φάνη. Ὥστε ἡ κακία ὄνομα μόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπο‐
30λαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδο‐ νὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, μάθῃς, ἐπὶ ὑποδείγματος τὸν λόγον γυμνάσω‐
35μεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐ‐ μόρφου· οὗτος ἕως μὲν ἂν μὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν
40τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ’ οὐ τὰ ἡμέτερα τοιαῦ‐ τα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ’ ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας
45ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ’ οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶ‐ μεν, ἐπιλαβώμεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ,

61

.

188

(50)

καὶ τὰ ἑξῆς.Column end

61

.

187

(51)

ΟΜΙΛΙΑ ΚΓʹ. Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; αʹ. Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ
55ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, μᾶλλον δὲ καὶ ὑπερ‐ βὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη
πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμουςColumn end

61

.

188

(52)

ποιήσας ἡμῖν καὶ τῆς τελειότητος καὶ τῆς συγκατα‐ βάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος ὅτι τοῦτο τὸ παρ’ αὐτῶν γινόμενον καὶ
55δοκοῦν εἶναι τελειότητος, ματαιοπονία τίς ἐστι πε‐ ριττή. Καὶ οὐ λέγει μὲν αὐτὸ οὕτω σαφῶς, ἵνα μὴ ἀπ‐ αναισχυντήσωσι· δι’ ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ·
καὶ εἰπὼν ὅτι εἰς τὸν Χριστὸν ἁμαρτάνουσι, καὶ τοὺς189

61

.

189

ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες
5μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων μέλλον‐ τος σώζεσθαι, ἄπαγε, ἀλλ’ ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατ‐ ιόντων πολλῶν εἰς τὸ στάδιον, οὐ στεφανοῦνται πολ‐
10λοὶ, ἀλλ’ εἰς ἕνα τοῦτο περιίσταται, καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὔτε τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι· ἀλλὰ ἂν μὴ οὕτω δράμω‐ μεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρα‐
15σχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ’ οὐδέπω τοῦ παντὸς ἐπι‐ λήψῃ, ὅπερ αἰνιττόμενος ἔλεγεν· Οὕτω τρέχε‐ τε, ἵνα καταλάβητε. Οὐκ ἄρα που κατειληφότες
20ἦσαν. Καὶ εἰπὼν οὕτω, καὶ τὸν τρόπον διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα; Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν.
25Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν ἔξωθεν ἀγώνων γίνε‐ ται. Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ’ οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι· ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαν‐
30τες, τοῖς γυμνασίοις μόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ μᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιμία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ. Διὸ καὶ ἐντρεπτικῶς αὐτὸ τίθησι λέγων·
35Ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβω‐ σιν· ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέ‐ χω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄρι‐ στος τρόπος διδασκαλίας ἐστί. Διὸ καὶ πανταχοῦ φαί‐
40νεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ μάτην, καθάπερ ὑμεῖς. Τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκεί‐ νην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ’ οὐκ ἐγὼ τοιοῦτος,
45ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σω‐ τηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωμαι, δι’ αὐ‐ τούς· κἂν συγκατάβασιν, δι’ αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ μὴ λαμβάνειν, ἵνα μὴ σκανδαλισθῶσι· κἂν καταβῶ πλέον πάντων, περιτεμνόμενος καὶ ξυ‐

61

.

189

(50)

ρώμενος, ἵνα μὴ ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως. Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ μοι; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεμίαν. Βρῶμα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν μὴ φάγῃς, ὑστερῇ.
55Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέ‐ ρων. Πάλιν τὸ οὐκ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διά‐ βολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκ‐
60χέεις σαυτοῦ τὴν ἰσχύν. Τέως μὲν οὖν αὐτοὺς δια‐ βαστάζων, οὕτω φησίν. Ἐπειδὴ γὰρ σφοδροτέρως αὐτοῖς ἐχρήσατο ἐν τοῖς ἔμπροσθεν, πάλιν κατέχει
τὴν ἐπιτίμησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βα‐Column end

61

.

190

θεῖαν τομήν. Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ’ ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χω‐ ρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι
5ταῦτα τολμῶντες. Ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήματι τελειότητος τὴν γαστρι‐
10μαργίαν τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδι‐ νεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα
15ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ’ ἐκείνων τί‐ θησιν. Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγμα‐ τα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ
20καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραν‐ νὶς, ἀλλ’ ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι. βʹ. Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορ‐
25θοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ’ οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς
30ἀγώνων, ἐπειδὴ τὸ πρᾶγμα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ’, Ὑπ‐ ωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πο‐ λεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ
35ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι‐ μος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσού‐ τους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γε‐ νέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν ἡμεῖς; Μὴ γὰρ δὴ νομί‐
40σητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ μυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ μὴ καὶ τὰ κατ’ ἐμαυτὸν παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ’ ἕτερα ὑποδείγματα ἔρχεται
45πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυμ‐ πιακῶν ἀγώνων. Καὶ τὰ παρ’ ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας. Καὶ ἐπειδὴ μέλ‐

61

.

190

(50)

λει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται. Καὶ ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώ‐ νων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ
55ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡμᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν
60ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ
ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέ‐191

61

.

191

τρα ἦν ὁ Χριστός)· ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐ‐ τῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως
5οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. Διὸ καὶ τοὺς τοῦ βαπτί‐ σματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους. Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθ‐
10άπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστά‐ σει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωμάτων τῶν ἡμε‐ τέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτ‐
15έστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμη‐ σαν καὶ αὐτοὶ τῶν ὑδάτων. Ἀλλ’ ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ
20μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ μάννα· καὶ ὥσπερ σὺ τὸ αἷμα πίνεις, οὕτω καὶ ἐκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ γινόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύ‐
25σεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα. Διά τοι τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῇ φύσει· μάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ,
30ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας μόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ προσ‐ έθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐ γὰρ ἡ τῆς
35πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ’ ἑτέρα τις πέτρα πνευμα‐ τικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυματουργῶν. Διὰ γὰρ τοῦτο εἶπεν, Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν,
40πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους διὰ τῆς θαλάττης, καὶ σὲ διὰ τοῦ βαπτίσματος ἤγαγε·
45κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχε. Καὶ τὰ μὲν τῆς δωρεᾶς αὐτοῦ τοιαῦτα· ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, καὶ σκοπήσωμεν, εἰ τῆς δωρεᾶς ἀναξίων φανέντων τούτων ἐφείσατο. Ἀλλ’ οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ’

61

.

191

(50)

οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιμήσας αὐτοὺς τοσαύτῃ τιμῇ. Ἀλλ’ οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ’ οἱ πλείους ἀπώλοντο. Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ
55πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ’ οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκμή‐ ρια ἦν, ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ μηδὲ αὐ‐ τοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν,
60ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γε‐ γενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ τοῖς μέλλουσιν ἀπιστεῖτε, φησὶν, ἀλλ’ οὐ δήπου καὶ τοῖς
γεγενημένοις ἀπιστήσετε.Column end

61

.

192

γʹ. Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύ‐ πτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν
5αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐ‐ τοὺς τειχίζων· ἀλλ’ ὅμως, ἐπειδὴ τῆς δωρεᾶς ταύ‐ της οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ’ ἀπώλεσεν ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν καὶ τὰς κο‐
10λάσεις καὶ τὰς τιμωρίας τὰς θεηλάτους ἐμφαίνων διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειμένων ἐπ‐ άθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ’ ἔξω καὶ πόῤῥω που καὶ μακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιμωρίᾳ κολάσας,
15καὶ τῷ μὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγ‐ γελμένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί· Πρὸς σὲ μὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν. Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις
20τύποι· καὶ ὥσπερ τὸ βάπτισμα καὶ ἡ τράπεζα προ‐ διεγράφετο, οὕτω καὶ διὰ τῶν μετὰ ταῦτα, ὅτι καὶ κολασθήσονται οἱ ταύτης ἀνάξιοι τῆς δωρεᾶς, προ‐ ανεφωνεῖτο δι’ ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς παραδείγμασιν ἐκείνοις. Διὸ καὶ ἐπήγαγεν· Εἰς
25τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀ‐ κεῖνοι ἐπεθύμησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια, οὕτω καὶ ἐν ταῖς τιμωρίαις ἕψεται. Ὁρᾷς πῶς δείκνυσιν, οὐχ ὅτι κολασθήσονται μόνον, ἀλλ’ ὅτι καὶ μειζόνως
30ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθ‐ άπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν
35καθολικὸν, ἐπάγει καὶ τὸ κατ’ εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπι‐ θυμίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστη‐
40σαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ’ ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι’ ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστρι‐ μαργία. Διόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπι‐
45θυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολά‐ τρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ

61

.

192

(50)

γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τού‐ τους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ μόνον τῷ μὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς
55μὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρ‐ τάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευ‐
60θύνους ἀποφαίνεται. Μηδὲ πορνεύωμεν, καθώς τι‐ νες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα μέμνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔμ‐ προσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατι‐
65θέναι καὶ καθ’ ἕκαστον ἐπιέναι τοῖς προκειμένοις,
καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προ‐193

61

.

193

τέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ’ ἕκαστον τῶν πεπλημμελημένων ἀνα‐ μιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρ‐ τίαν ἐκείνην εἰς μέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ
5Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀνα‐ μιμνήσκων τῆς ἁμαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριμαργίας. Διὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν
10μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυ‐
15ναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσα‐ μένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ. Ὅτι γὰρ τοῦ Βαλαὰμ ἦν ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν
20Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βα‐
25λαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. δʹ. Διὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκλημα, ὃ
30καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγ‐ γυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα; Διὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν
35ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως τὰ ἐπιόντα φέρειν, καὶ μεθ’ ἡδονῆς ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος ἅπας· ὡς, ἂν μὴ τοῦτο ᾖ, καὶ κόλασις
40ἕψεται τοῖς δυσανασχετοῦσι. Διὰ τοῦτο καὶ οἱ ἀπόστο‐ λοι μαστιζόμενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθή‐ μασιν ἐκαυχᾶτο. Πάντα δὲ ταῦτα τυπικῶς συν‐ έβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.
45 Πάλιν φοβεῖ τῷ τὰ τέλη λέγειν, καὶ μείζονα τῶν γεγενημένων προσδοκᾷν παρασκευάζει. Ὅτι μὲν γὰρ δώσομεν δίκην, ἀπὸ τῶν εἰρημένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ’ ὧν πλειόνων ἀπελαύσαμεν

61

.

193

(50)

εὐεργεσιῶν, καὶ ἀφ’ ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιμωρίᾳ. Διὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι’ ἡμᾶς γεγράφθαι ἔφη, καὶ τέλους ἐμνημόνευσεν, ἵνα ἀναμνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιμωρίαι, ὡς
55καὶ πέρας λαμβάνειν καὶ καταλύεσθαι, ἀλλ’ αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ πα‐ ρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς μένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστή‐
60ριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει μέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων
ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ μὲν ὑπὲρ γογ‐Column end

61

.

194

γυσμοῦ μόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτε τὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν· πολλῷ μᾶλλον ἐφ’ ἡμῶν, ἂν μὴ νήφωμεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν·
5δοκῶν ἑστάναι. Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦ‐ τος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ μὴ μέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ’ ἦσαν κατεσταλμένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα
10καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ μὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστά‐ ναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσω‐
15μεν λιμένα. Μὴ τοίνυν ἐπὶ τῇ στάσει φρόνει μέγα, ἀλλὰ φυλάττου τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων στεῤῥότερος, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέ‐ ναι χρή. Ὁ μὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δο‐ κῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἡμεῖς δὲ οὐδὲ
20τοῦτο δυνάμεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκό‐ των καὶ κατεστρωμένων καὶ χαμαὶ κειμένων. Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ’ ἑκάστην ἡμέραν; ἀλλὰ κεῖται μέγα πτῶμα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαμαί. Ἀλλὰ τῷ μεθύοντι; ἀλλὰ καὶ
25αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήματος, ἀλλ’ ἐκείνου τοῦ προφη‐ τικοῦ, ὃ καὶ πρὸς Ἰουδαίους ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀνα‐ στῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ
30ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ’ ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι ἀναστῆναι. Ἀναστῶμεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶμεν, καὶ στῶμεν γενναίως. Μέχρι τίνος κείμεθα; μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι; Εὔκαι‐
35ρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύ‐ ρομαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωμένοι, καὶ πολλῶν ἐντεῦθεν ἐμπεπλησμένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυμνὰς ἦν ἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συμβολῆς
40παρελθούσης, τοὺς μὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυματισμένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλη‐ σίας εἴδομεν ἄν. Διὸ δέομαι καὶ παρακαλῶ, χεῖρα ἀλλήλοις ὀρέξωμεν καὶ διαναστῶμεν. Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα
45ἐπιθήσοντος. Ἀλλὰ μὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ αἱ πληγαὶ, ἀλλ’ οὐκ ἀνίατοι. Τοιοῦτος ἡμῶν ὁ ἰατρός· μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν. Κἂν γὰρ τῷ πλησίον

61

.

194

(50)

ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Κἂν ἐλεημοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁμαρτήματα· Τὰς γὰρ ἀνο‐ μίας σου, φησὶν, ἐν ἐλεημοσύναις λύτρωσαι. Κἂν
55εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠμὸν ἐκεῖνον δικαστὴν ἐπι‐ κάμψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως. Κἂν κατηγο‐ ρήσῃς τῶν ἁμαρτημάτων, ἔχεις παραμυθίαν· Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.
60Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρ‐ μακον ἔσται μέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυ‐
πήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς195

61

.

195

ὁδοὺς αὐτοῦ. Κἂν κακόν τι παθὼν, γενναίως ἐνέγ‐ κῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλού‐ σιον ὁ Ἀβραὰμ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν
5ἐλεήσῃς, πλύνεταί σου τὰ ἁμαρτήματα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.
10Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα. εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κα‐ κῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάν‐
15τως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσω‐ μεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν, οὗ τὸ πρόβατον ἀπεβου‐ κολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶ‐ μεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός. Διὰ τοῦτο
20καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσ‐ πτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκό‐ τος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βου‐ ληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωμεν
25ἵλεων ἡμῖν, καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολό‐ γητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ
30μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύ‐ ρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος
35ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ’ ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν. Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ’ ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρημάτων μὲν οὐ βουλόμενοι καταφρονεῖν, ψυχῆς δὲ
40ἀντὶ χρημάτων καταφρονοῦντες· οὓς ἔμοιγε θαυμά‐ ζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συν‐ εχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ
45παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων

61

.

195

(50)

ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψή‐ φους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς
55σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φει‐ δόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς; Διὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς
60χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς μαγγανείας ταύτης κα‐ ταγελῶντες. Τί γὰρ καὶ ἱκανὸν ἡμᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέμει καὶ
65κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ
μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστινColumn end

61

.

196

καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέ‐ ρως καταλύσομεν, ἀλλ’ ἢ δεικνύντες φαῦλον ὄντα καὶ
5μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτε‐ ρον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωματικὸν ἐπι‐ δείξωμεν, καὶ εἴπωμεν πρὸς αὐτόν· Ἐννόησον τοὺς
10λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς· ἀνάβηθι πρὸς τὸν οὐρανὸν,
15καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέ‐ πειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήμεθα αὐτοῖς ὡς τοῖς χρήμασι. Καὶ μὴν πλέον, ἢ τοῖς χρήμασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ
20γὰρ δέδοικας, μή τις, ὥσπερ τὰ χρήματα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ’ ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα μὴ μεριμνῶντι μηδὲ φροντίζοντι. Εἰ δ’, ὅτι μετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ μὴ μόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήματα, οὐ
25χρημάτων, ἀλλὰ πλεονεξίας μοι δοκεῖς ἐρᾷν μόνης. Καὶ οὐδὲ τὰ χρήματα ἐφίλησας ἂν, εἰ κοινὰ πρού‐ κειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει
30κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνά‐ πτει βρόχους, πόσους παρασκευάζει κρημνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέμων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ
35πέλαγος αἱμάτων ἐνέπλησε, καὶ τὰ τῶν δικαστῶν φοινίσσει ξίφη παρανόμως πολλάκις, καὶ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶ μεθ’ ἡμέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ μητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ
40βίῳ τὰ κακά. Διὸ καὶ ῥίζαν αὐτῶν ὁ Παῦλος ταύτην καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζο‐ μένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς ἐν σκότῳ κατακεκλεισμένοι καὶ
45δεδεμένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγμένοι, οὐδε‐ νὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόματοι τὴν κό‐ λασιν ἐπισπῶνται, ἑαυτοῖς δεσμοὺς περιθέντες ἀλύ‐ τους. Καὶ οἱ μὲν κατάδικοι, κἂν ἑσπέρας καταλα‐

61

.

196

(50)

βούσης ἀνίενται τῶν μόχθων· οὗτοι δὲ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ διορύττουσι τὰ πονηρὰ ταῦτα μέταλλα· καὶ τοῖς μὲν μέτρον ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ’ ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται ταλαι‐
55πωρίας. Εἰ δὲ ἐκεῖνοι μὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν μοι λέγεις τοῦ νοσήματος, ὅτι οὐδὲ ἀπαλ‐ λαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπά‐ θειαν. Ἀλλ’ ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούμενοι
60ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκεί‐ νων. Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ τότε εἴσῃ τὰ τούτων. Λέγεται τοίνυν ἡ χρυσῖτις ἐκείνη γῆ χηραμοὺς καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν
65τοῖς ἐκεῖ καταδικασθέντα μόχθοις, διὰ τοῦτο λύχνον197

61

.

197

λαμβάνοντα καὶ δίκελλαν, οὕτως εἰσιέναι ἔνδον, καὶ ληκύθιον ἐπιφέρεσθαι, ὥστε ἐπιστάζειν ἐντεῦθεν τῷ λύχνῳ τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡμέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς
5ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πα‐ τάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργα‐ ζομένοις τῆς ἡμέρας τὸ τέλος. Ἆρ’ οὐκ ἐφρίξατε
10ταῦτα ἀκούσαντες; Ἴδωμεν τοίνυν, εἰ μὴ χαλεπώ‐ τερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσμοφύλακα τὴν φιλαργυ‐ ρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο,
15ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ’ ἔνδοθεν αὐτὸ τίκτοντες, ὅπουπερ ἂν ἀπίωσι, παντα‐ χοῦ μεθ’ ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐ‐ τοῖς ὁ τῆς ψυχῆς ὀφθαλμός. Διὸ καὶ μάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς
20τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον! Κἀκεῖνοι μὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύ‐ της ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ’ ἑκάστην ἡμέραν εἰς μυρία ἐμπίπτουσι βάραθρα. Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης,
25ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιμένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατα‐
30κόπτοντες ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ
35μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοί‐ νυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ
40χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐν‐ τεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης
45μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμο‐
ποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂνColumn end

61

.

198

ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ τοιοῦτος, ἀλλ’ ἐν
5λιμῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχ‐ μῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ
10καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύ‐ ματα, οὐκ ἀπὸ τῶν θεωρούντων μόνον, ἀλλὰ καὶ ἀπὸ
15τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευο‐ μένων γυναικῶν χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς
20ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόμενος, ἀβίωτον ἑαυτῷ τὸν βίον ἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ’ ἑαυτὸν μειζόνως λυμανεῖται τὴν
25ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατ‐ εχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦ‐ θεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ
30σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. Διὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖ‐
35νος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν. Διὰ δὴ ταῦτα πάντα φεύγωμεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς
40βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπο‐ λαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν·
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,Column end

61

.

197

(48)

ΟΜΙΛΙΑ ΚΔʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος.

61

.

197

(50)

Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆ‐ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς. αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ
55διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβα‐ λεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθε‐ νείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ
60ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν· καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν
καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους·Column end

61

.

198

(49)

καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πει‐

61

.

198

(50)

ρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρὸς, βραχὺς, σύμμετρος. Τὸ γὰρ ἀνθρώπινον ἐπὶ τοῦ μικροῦ λέγει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, φησὶν, ὡς περι‐
55γενόμενοι τοῦ κλυδωνίου· οὐδέποτε γὰρ εἴδετε κίνδυ‐ νον θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω μέ‐ χρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς
60πάλιν αὐτοὺς ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν, λέγων· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πει‐ ρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἄρα εἰσὶ πειρασμοὶ,
οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες,199

61

.

199

ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπώμεθα γνώμης. Διόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ’ οὐδὲ τού‐
5τους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθεν βοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγ‐ κεῖν. Οὐδὲ γὰρ ἐκείνους τοὺς συμμέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάμει διοίσομεν· ἀλλὰ κἀνταῦθα τῆς
10παρ’ αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελ‐ θεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλ‐ λαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν. Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ
15τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα αὐτῷ ἀνατίθησι. Διόπερ, ἀδελφοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόματι, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁμαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ
20εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι μόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ δείκνυσιν ἱκανὸν μεγάλην ἐνεγκεῖν λύμην. Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.
25Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα μὴ δόξῃ τρα‐ χύνειν αὐτοὺς καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν ἐπιτρέπει τὴν κρίσιν, καὶ μετ’ ἐγκωμίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίμοις γὰρ λέγω,
30φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώμασι, τὸ τὸν ἐγκαλούμενον αὐτὸν καθίσαι τῶν λεγομένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων μηδὲ ὡς νομοθε‐ τῶν, ἀλλ’ ὡς συμβουλεύων καὶ παρ’ αὐτοῖς ἐκείνοις
35δικαζόμενος, οὕτω διαλέγηται. Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ’ ἐκέλευε μόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν,
40καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγε‐ ται καί φησιν· Οὐ δέομαι ἑτέρων δικαστῶν· αὐτοί μοι τὴν ψῆφον ὑμεῖς φέρετε ταύτην, ὑμᾶς λαμβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦ‐ μεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ
45ἐστι; Τί λέγεις, ὦ μακάριε Παῦλε; θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ μικρὸν τὸ εἰρημένον. Εὐλογίαν γὰρ ὅταν εἴπω, πάντα

61

.

199

(50)

ἀναπτύσσω τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἐκείνων ἀναμιμνήσκω δωρεῶν. Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαμεν, οὕτως αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν, εὐχαριστοῦντες
55ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος· ὅτι μακρὰν ὄντας, ἐγγὺς ἐποίησεν· ὅτι ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ, ἀδελφοὺς ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόμους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἁπάντων εὐχαριστοῦντες, οὕτω πρόσ‐
60ιμεν. Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίν‐ θιοι, εὐλογοῦντες μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες
τραπέζας; Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλο‐Column end

61

.

200

γοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτη‐ ρίῳ ὂν, ἐκεῖνό ἐστι τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ
5ἐκείνου μετέχομεν. Ποτήριον δὲ εὐλογίας ἐκάλεσεν, ἐπειδὴ αὐτὸ μετὰ χεῖρας ἔχοντες, οὕτως αὐτὸν ἀν‐ υμνοῦμεν, θαυμάζοντες καὶ ἐκπληττόμενοι τῆς ἀφά‐ του δωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα μὴ μείνωμεν ἐν τῇ πλάνῃ· καὶ οὐ μόνον ἐξέχεεν,
10ἀλλὰ καὶ πᾶσιν ἡμῖν αὐτοῦ μετέδωκεν. Ὥστε εἰ αἵματος ἐπιθυμεῖς, φησὶ, μὴ τὸν τῶν εἰδώλων βωμὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ ἐμῷ φοίνισσε αἵματι. Τί τούτου φρικωδέστερον; τί δὲ φιλοστοργότερον; εἰπέ μοι.
15 βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθου‐ σιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ’ οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυν‐
20ται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε καταδέξα‐
25σθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶ αὐτὸ πάλιν ἀφά‐ του φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρι‐ κωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν ἱερουργίαν μετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀμείψας, καὶ ἀντὶ τῆς τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κε‐
30λεύσας. Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; Διὰ τί μὴ εἶπε, Μετ‐ οχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μό‐ νον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοι‐
35νωνοῦμεν. Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. Διὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τού‐
40τῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβή‐ σεται. Ἀλλ’ ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται δια‐ κλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν
45ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινω‐ νία τοῦ σώματος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰ‐ πεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν·

61

.

200

(50)

αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος; Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκ‐ κων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους,
55ἀλλ’ εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐ γὰρ ἐξ ἑτέρου μὲν σώμα‐ τος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ’ ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ
60πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προ‐
γόνων τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους201

61

.

201

τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυ‐ χὴ μία. Ἀλλ’ οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολ‐ λοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θη‐ ρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείμεθα μέλη.
5Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυ‐ τὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶμα αὐτοῦ ἔδω‐
10κεν· ἀλλ’ ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρω‐ θῆναι καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρ‐ κα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλ‐
15λαγμένην καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐ‐ τῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶμεν ταύτης. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίον‐
20τες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπει‐ δὴ γὰρ πολὺ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν τα‐ πεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συν‐ ήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς
25αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσ‐ θίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν,
30ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολ‐ λάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συν‐ ηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ’ ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμ‐ βολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμ‐
35βῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τε‐ θειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕ‐ τως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος τοῦ Κυ‐
40ρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ’ αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοι‐ νωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγε‐ σθαι καὶ δυναμένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαι‐
45ρεῖ πάλιν λέγων· Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐσ‐ τιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι; γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυνα‐ μένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς.

61

.

201

(50)

Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ Δεσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς
55πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ’ ὡς καταισχυ‐
60νούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βα‐ σιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρου‐ κότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς
οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευ‐Column end

61

.

202

θέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέ‐ χων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; Διὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσ‐ ωπον τῶν δεχομένων ἀκάθαρτα ποιεῖ τὰ προκείμενα.
5Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γί‐ νεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεμονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέ‐ σεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως
10τὸν λόγον εἰσήγαγεν, ἵνα μή τις τῶν παχυτέρων κα‐ ταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶ Ὑμεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νομο‐ θετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης
15Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγήν. Εἶ‐ τα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζο‐ μεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζο‐
20μεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρι‐ κῆς παρανομίας. Διὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγ‐
25καλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Μὴ ἰσχυ‐ ρότεροι αὐτοῦ ἐσμεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα,
30καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψά‐ μενος καὶ κατενεγκὼν αὐτῶν τὸ φύσημα; Καὶ διὰ τί μὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ μάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ διὰ πλειόνων ἃ βούλεται κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον
35τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν. Διὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάμενος, ἐπὶ τὸ κεφάλαιον ἦλθε τῶν κακῶν. Οὕτω γὰρ καὶ τοῦτο εὐπαράδεκτον μᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα
40συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωμένην; Ἐπει‐ δὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι
45τῶν προκειμένων· Ναὶ, φησὶ, τέλειος μὲν εἶ καὶ σαυ‐ τοῦ κύριος· ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ’ εἰ μὴ βλάβην ἔχει τὸ γινόμενον, ἀλλ’ εἰ μὴ καταστροφήν. Καὶ γὰρ ἀμφότερα εἴρηκεν, Οὐ πάντα συμφέρει, οὐ πάντα οἰκοδομεῖ, λέγων, καὶ τὸ μὲν ὑπὲρ ἑαυτοῦ,

61

.

202

(50)

τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ μὲν γὰρ εἰπεῖν, Οὐ συμφέρει, τὴν ἐκείνου ἀπώλειαν αἰνιττομένου ἐστί· τὸ δὲ εἰπεῖν, Οὐκ οἰκοδομεῖ, τὸ τοῦ ἀδελφοῦ σκάνδαλον. Διὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζη‐ τείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει
55ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους· ὡς ὅταν λέ‐ γῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζη‐ τῶν τὸ ἐμαυτοῦ συμφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ μὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν
60τοῖς ἔμπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαμοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ καὶ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐγένετο, καὶ ἀνόμοις ὡς ἄνο‐ μος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ’ εἰς τὸ πᾶσι συμφέρον, δου‐
65λεύων ἅπασιν· ὀλίγοις ἀρκεσθεὶς ῥήμασιν ἐνταῦθα
ἀπηλλάγη, εἰς μνήμην διὰ τῶν ὀλίγων τούτων παρα‐203

61

.

203

πέμπων τῶν εἰρημένων αὐτοὺς ἁπάντων. Ταῦτ’ οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν τῶν ἀδελ‐ φῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν. Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ
5καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ’ ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ
10γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσ‐ ιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ’ ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς
15δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς δια‐ νοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα. Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν κατα‐ βαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀν‐ αξίως τὰ ἔσχατα πείσονται.
20 δʹ. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξοιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ’ ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών· καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα. Εἰ δὲ
25τὴν βαφὴν θαυμάζεις, καὶ αὕτη νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ’ ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐ‐ τοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ
30ἐκείνῃ φύσει ὁμιλῆσαν, δι’ ὃ ἐσμὲν καὶ ζῶμεν, δι’ ὃ πύλαι θανάτου κατεκλάσθησαν καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα; Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος
35ἁπάσης αὐτῷ προσίωμεν· καὶ ὅταν αὐτὸ προ‐ κείμενον ἴδῃς, λέγε πρὸς σεαυτόν· Διὰ τοῦτο τὸ σῶμα οὐκέτι γῆ καὶ σποδὸς ἐγὼ, οὐκέτι αἰχμάλωτος, ἀλλ’ ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν,
40τὴν τῶν ἀγγέλων λῆξιν, τὴν μετὰ Χριστοῦ ὁμιλίαν· τοῦτο τὸ σῶμα προσηλούμενον καὶ μαστιζόμενον οὐκ ἤνεγκεν ὁ θάνατος· τοῦτο τὸ σῶμα καὶ ἥλιος σταυ‐ ρούμενον ἰδὼν, τὰς ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασμα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο,
45καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ μαθεῖν; Ἐρώτησον τὴν αἱμοῤῥοοῦσαν, τὴν

61

.

203

(50)

οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειμένου αὐτῷ ἱματίου, μᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέ‐ δου ἁψαμένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν
55ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν ἕτερον, ἢ τὸ σῶμα ἐρεῖ τὸ σταυρωθέν. Διὰ τούτου τὰ κέντρα αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι
60ἐδειγματίσθησαν· Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν, ἐν παῤ‐ ῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐρώτησον καὶ τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου
τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθενColumn end

61

.

204

ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγο‐ νας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶμα αἰτιά‐ σεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ
5ἀνέστησαν, τότε τὸ δεσμωτήριον ἐκεῖνο ἐῤῥάγη, καὶ αἱ χαλκαῖ ἐκλάσθησαν πύλαι, καὶ οἱ νεκροὶ ἀφεί‐ θησαν, καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ’ οὐκ ἐγένετο· οὐδὲ
10γὰρ τῶν πολλῶν εἷς ἦν. Διὰ τοῦτο ἐξελύετο ἐκεῖνος. Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι’ ἐκείνην ἐμοῦ‐ σιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶμα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα
15ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤμεσε. Διό φησιν ὁ Ἀπόστο‐ λος, Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Οὐδεμία γὰρ γυνὴ παιδίον κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶμα ἔχων τὸ Δεσποτικὸν, διεκόπτετο διασπώμενος.
20Καὶ ὅπερ ἐπὶ τοῦ δράκοντος γέγονε τοῦ Βαβυλωνίου, ὅτε λαβὼν τὴν τροφὴν διεῤῥάγη μέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ’ αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ
25τῶν ἀδύτων προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ’ εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶμα ἔδωκεν ἡμῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταμένης ἦν.
30Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολ‐ λάκις. Διὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύμενος, ἔλεγεν· ὅτι πολλάκις ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες ἔλεγον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ
35ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡμῖν πλησθῆ‐ ναι, εἰς φιλίαν πλείονα ἡμᾶς ἐπισπώμενος. εʹ. Προσίωμεν τοίνυν μετὰ θερμότητος αὐτῷ καὶ πε‐ πυρωμένης ἀγάπης, καὶ μὴ ὑπομείνωμεν τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, τοσούτῳ
40μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐερ‐ γεσίας φανῶμεν. Τοῦτο τὸ σῶμα καὶ ἐπὶ φάτνης κεί‐ μενον ᾐδέσθησαν μάγοι. Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρ‐ βαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρό‐
45μου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖ‐ νοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς,

61

.

204

(50)

ἀλλ’ ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ’ ἱερέα παρεστῶτα, καὶ Πνεῦμα μετὰ πολλῆς τῆς δαψι‐ λείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ’ οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τὴν οἰκονομίαν ἅπασαν,
55καὶ οὐδὲν ἀγνοεῖς τῶν δι’ αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. Διαναστήσωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν βαρ‐ βάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλάβειαν, ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ
60ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ’ ἵνα μὴ ἁπλῶς προσίωμεν. Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίν‐
δυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων205

61

.

205

ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή. Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν
5παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάν‐ τοθεν. Καὶ τί λέγω τὰ μέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέ‐ τασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον·
10μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάν‐ των ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ
15βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρα‐ νῶν, ἀλλ’ αὐτὸν τὸν τούτων σοι δείκνυμι Δεσπό‐
20την. Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διά‐ νοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν. Καὶ
25γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐνεχειρίσθης φέρειν,
πάντα ἂν ἔῤῥιψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίονColumn end

61

.

206

ἀνθρώπου βασιλικὸν, ἀλλ’ αὐτὸν τὸν μονογενῆ λαμ‐ βάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ’ ἔτι πρὸς τὴν
5γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ Δεσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν
10εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέ‐ ποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι, καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς
15σκηνοῤῥάφον κατέλυον καὶ πρὸς τὴν πορφυροπώλιδα; οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπ‐ εζήτουν. Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν· τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέ‐ χοντες, ζητοῦντες δὲ τὰς ἄνω μονὰς, καὶ πάντα τῦ‐
20φον τὸν ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημά‐ των ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν, οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. Διὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατα‐
25σκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν‐
θρωπίᾳ, καὶ τὰ ἑξῆς.Column end

61

.

205

(28)

ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν
30 ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν
35φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγ‐ κασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ
40τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐ‐ τοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μα‐ κέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ
45πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον·

61

.

205

(50)

ἀλλ’ ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ’ ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. Διὰ τοῦτό φησι, Μηδὲν ἀνα‐
55κρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρω‐ μα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ’ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. Διὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν,
60ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπί‐Column end

61

.

206

(29)

στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέ‐
30μενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ’ οὐδὲ ἐκώλυ‐ σεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη
35πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργα‐ ζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦ‐ σαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. Διόπερ ὁ Παῦλος ἀμφό‐ τερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρα‐
40τιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μη‐ νύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ’ ὡς βδε‐ λυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε· οὐδεμίαν γὰρ ἔχει ἰσχύν·
45μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετ‐ έχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων ἡ τράπεζα. Διὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρω‐ μα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ

61

.

206

(50)

ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλο‐ τρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι’ ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα μὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν
55σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, Διὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνεί‐ δησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ’ ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελ‐ φῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡμᾶς ἀπογεύεσθαι
60δι’ ἐκείνους, ἵνα μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλ‐ λην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί
γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐ‐207

61

.

207

τῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ. Διὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συν‐ ειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυ‐
5τον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλ‐ λαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύ‐ θερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώ‐ τερον· ἀλλ’ οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ Δεσπότου μου φιλοτιμίαν
10συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύ‐ γουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ’ αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος
15κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ μὴ ἐξετάζοντα ταῦτα, μὴ ἐν μακέλλῳ, μὴ ἐν συμποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ κατα‐ γνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς·
20οὐ γὰρ ὡς εἰδωλοθύτων μετέχεις, ἀλλ’ ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα. Διὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ
25περιττὰ ἑαυτῷ πράγματα παρέχῃς. Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαρι‐ στῶ; Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατα‐ σκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν
30πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡμεῖς, καὶ πολλῷ πλέον, ἐν μέσῳ τῷ κόσμῳ στρεφόμενοι, καθαροὶ διαμένομεν, ἂν ἐθέλωμεν, ὅσῳ καὶ μείζονα δύναμιν ἔχομεν.
35 βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς μέλλων ἀκάθαρτος γίνεσθαι, μὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς γένωμαι δαιμονίων, καὶ ἵνα μὴ κρίνω‐ μαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ’ ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία
40ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω με ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι·
45οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες μου τὴν φιλοσοφίαν, τἀν‐ αντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλ‐ λοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ’ ἂν ἀναισθη‐

61

.

207

(50)

τότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην,
55ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν πε‐ ριεργάζου περιττὰ, μηδ’ αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει. Καὶ γὰρ ὁ Χριστὸς
60χάριν σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ μείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ’ ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡς καὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφημεῖν. Διὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐ‐
65δὲν βλάπτομαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίμοναςColumn end

61

.

208

τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέμιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω ἔπεισας, πολλῷ μᾶλλον τὸν ἐχθρὸν καὶ Ἕλληνα. Εἰ ἐκεῖνος ἐπὶ τῇ συνειδήσει τοῦ εἰδω‐
5λοθύτου κατέχεται, πολλῷ μᾶλλον ὁ ἄπιστος. Τί δὲ ἡμῖν καὶ πραγμάτων δεῖ τοσούτων; Τί οὖν, ἐπειδὴ Χριστὸν ἔγνωμεν καὶ εὐχαριστοῦμεν, βλασφημοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόμεθα καὶ τούτου; Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ μὲν γὰρ πολὺ τὸ
10κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφημίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον. Διὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν
15αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθ‐ ολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν
20ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι; Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδα‐ λίζεται, καὶ ὁ Ἰουδαῖος μᾶλλόν σε μισήσει καὶ κατα‐
25γνώσεταί σου, καὶ ὁ Ἕλλην ὁμοίως ὡς λαίμαργον οὕτω γελάσεται καὶ ὑποκριτήν. Οὐ μόνον δὲ ἀδελ‐ φοὺς οὐ χρὴ πλήττειν, ἀλλ’ ἐν τοῖς δυνατοῖς οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς ἐσμεν καὶ ζύμη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν, οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ
30παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν. Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλιν‐ δρομοῦντας ἡμᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ ἴσασιν, οὐδ’ ὅτι παντὸς αἰσθητοῦ μολυσμοῦ ἀνω‐
35τέρα γέγονεν ἡ ψυχή. Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι’ ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφη‐
40μίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶ‐ ναι τὸ πρᾶγμα. Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ
45βαρὺ τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χρι‐

61

.

208

(50)

στοῦ. γʹ. Τοῦτο κανὼν χριστιανισμοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωμένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω
55δύναται ποιῆσαι μιμητὴν τοῦ Χριστοῦ, ὡς τὸ κήδε‐ σθαι τῶν πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαμευ‐ νήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον μὴ προνοῇς, οὐδὲν μέγα εἰργάσω, ἀλλ’ ἔτι πόῤῥω ταύτης τῆς εἰκόνος ἕστηκας ταῦτα ποιῶν. Καίτοι ἐνταῦθα
60μὲν καὶ αὐτὸ φύσει τὸ πρᾶγμα λυσιτελές ἐστι, τὸ ἀπ‐ έχεσθαι τῶν εἰδωλοθύτων· ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυμφόρων ἐποίησα, φησὶν, οἷον, ὅτε περιέτεμον, ὅτε
ἔθυσα. Ταῦτα γὰρ εἴ τις καθ’ ἑαυτὰ ἐξετάσειε, καὶ209

61

.

209

ἀπόλλυσι τοὺς μετιόντας καὶ τῆς σωτηρίας ἐκπίπτειν ποιεῖ· ἀλλ’ ὅμως ὑπέμεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ μὲν γὰρ, ἂν μὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι’ ἑτέρους γενέσθαι,
5τότε βλάβος τὸ πρᾶγμα γίνεται· ἐνταῦθα δὲ, κἂν μη‐ δεὶς ὁ σκανδαλιζόμενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυμένων χρή. Οὐ μόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέμεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύ‐ λησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ
10μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ’ εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον. Διὰ τοῦτό φησι, Πάντα πᾶσιν ἀρέσκω. Ἄν τε παράνομον, ἄν τε ἐπίπονον καὶ ἐπικίνδυνον δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συμφέρον ὑπομένω. Πάντων γοῦν ἀνώτερος
15ὢν κατὰ τὴν ἀκρίβειαν, πάντων κατώτερος γέγονε κατὰ τὴν συγκατάβασιν. Καὶ γὰρ οὐδὲν κατόρθωμα σφόδρα μέγα εἶναι δύ‐ ναιτ’ ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον ὑγιὲς προσενεγκὼν, καὶ διχο‐
20τομηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ. Καὶ γὰρ καὶ τοῖς ἐν ἀρχῇ μεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι
25τοῦτο μάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν μετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστος· ὅθεν καὶ ἔλαμψαν μᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ ση‐
30μεῖα· ἀλλ’ οὐδὲν αὐτὸν οὕτω μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέ‐ γων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ Δαυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον,
35καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ’ ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Οὕτω καὶ ὁ Ἀβραὰμ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν. Διὸ καὶ κινδύνοις ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν
40οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι μὲν οὕτως ἔλαμψαν· οἱ δὲ τὰ ἑαυτῶν ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν. Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστε‐ ρὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συμφέρον ἐζή‐
45τησεν, οὐδὲ τὸ ἑαυτοῦ εὗρεν· ἀλλ’ αὕτη μὲν ἐνεπυρί‐ ζετο ἡ χώρα, ἐκείνη δὲ ἔμενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο καὶ

61

.

209

(50)

κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν πολλῶν συμφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰα‐ κὼβ ἐπὶ τῶν ποιμνίων μὴ ζητήσας τὸ οἰκεῖον κέρ‐ δος, τῆς πολλῆς εὐπορίας ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν συμφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ.
55Πεμπόμενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦ‐ το; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων καὶ διασπᾶσαι με ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπ‐ εῖχον, καὶ τοῦ φιλεῖσθαί με παρὰ σοῦ δίδωμι δίκην; τί οὖν οὐκ ἐργάσονταί με λαβόντες εἰς μέσον; Οὐ‐
60δὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιμᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν. Διὰ τοῦτο καὶ πάντων τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ
σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν.Column end

61

.

210

Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ μνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ’ ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζή‐ τει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόμενος, ἐπειδὴ
5μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψας. ἐκοινώνει τῶν κακῶν τοῖς Ἑβραίοις, οὐ μόνον αὐτὸς οὐκ ἐδουλώθη, ἀλλὰ καὶ ἐκείνους δουλείας ἀπήλλαξε. Μεγάλα μὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολι‐
10τείας. δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε
15κοινωνῆσαι συμφοραῖς, ἀλλ’ εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖ‐ σθαι, αὐτὸν μόνον κακουχούμενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ
20ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ’ ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου
25φρονήματος. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ μείζονι νικᾷ τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες
30ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο,
35ἀλλ’ ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη
40ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήμα‐ τος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζή‐ λωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμ‐ ψαντας. Οὕτω γὰρ εὑρήσεις τό σοι συμφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιμελεῖσθαι
45τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆ‐ ναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκεί‐ νου πραγμάτων. Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων

61

.

210

(50)

τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆ‐ ναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δε‐ δοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον,
55ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπ‐ ελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσ‐ απολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν
60ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε. Διὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ
κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ211

61

.

211

ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει τα‐ χέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέ‐ χνη ἡ τοῦτο ζητοῦσα. Διὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦ‐
5τον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ’ ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος
10οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ’ ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα· ὥστε τὸ
15ἐμὸν ζητῶν συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόμην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάμην, ὥστε δεῖ‐ ξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνεί‐
20χοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπι‐
25νον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ’ ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι. Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοι‐ πῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ
30παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ’ ὧν ὁ μακάριος ἀπ‐ εφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρ‐ χοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν. Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ’ ἡμῶν; καίτοι
35γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίονColumn end

61

.

212

ἐζήτησεν. Ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμ‐ παθείας πολλῆς. Διὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσμον ἀγάπης ἀγάγῃ. Ὅταν
5οὖν ἐκεῖνος μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγ‐ γνώμης; Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ
10ὅτε διορθοῦσθαι ἔδει, ἀλλ’ ὅτε κατεγνωσμένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυ‐ νοὶ καταφέρεσθαι ἔμελλον. Ἄλλως δὲ οὐδὲ περὶ κα‐
15κίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλά‐ του πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ μοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιμωρίαν, καὶ μηδὲν ἐκείνους ὠφε‐ λοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ
20δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ’ ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλη‐ σίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος,
25κἂν διὰ τοῦτο ποίει. Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτη‐ μοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην ἔχωμεν, ταύτην πρὸ τῶν ἄλλων διατηρῶμεν, ἵνα
30καὶ τῶν ἄλλων δι’ αὐτῆς ἐπιτύχωμεν καὶ τῶν παρ‐ όντων καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
35καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

211

(36)

ΟΜΙΛΙΑ Κϛʹ. Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
40 αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον αὐτὸν διὰ πάν‐ των ἐργασάμενος, μέτεισιν ἐφ’ ἕτερον· ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς
45τίθησι τὰ σφοδρὰ κατηγορήματα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰς μέσον αὐτῶν παρεμ‐ βάλλει τὰ κουφότερα, παραμυθούμενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιμήσεως ἐγγινόμε‐ νον τοῖς ἀκούουσι. Διὸ καὶ τὸ πάντων σφοδρότερον

61

.

211

(50)

ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ’ ἕτερον χωρεῖ κουφότερον λέγων· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε. Ὅταν μὲν γὰρ ὡμολογη‐ μένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ· ὅταν δὲ ἀμφιβαλλόμενον, κατασκευάζει
55πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιμᾷ· καὶ τὸ μὲν ὡμολο‐ γημένον ἐπαίρει, τὸ δὲ ἀμφισβητήσιμον δείκνυσιν ὡμολογημένον. Οἷον ἡ πορνεία ὡμολογημένον ἦν· διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁμάρτημα ἦν, ἀλλὰ τὸ
μέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πλημμελήματος, καὶColumn end

61

.

212

(37)

κατὰ σύγκρισιν προήγαγε τὸν λόγον. Πάλιν τὸ ἐφ’ ἑτέρων δικάζεσθαι, ἁμάρτημα μὲν ἦν, οὐ τοσοῦτον δέ· διόπερ αὐτὸ καὶ παρενέθηκε, καὶ κατεσκεύασε.
40Τὸ τῶν εἰδωλοθύτων πάλιν ἀμφεβάλλετο μὲν, ἦν δὲ μέγιστον κακόν· διὸ καὶ ἀποδείκνυσιν ἁμάρτημα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ. Ὅταν δὲ τοῦτο ποιήσῃ, οὐκ ἀπάγει τῶν ἐγκλημάτων μόνον, ἀλλὰ καὶ εἰς τὰ ἐναντία ἐνάγει. Οὐδὲ γὰρ εἶπεν ὅτι οὐ δεῖ
45πορνεύειν μόνον, ἀλλ’ ὅτι καὶ πολλὴν ἁγιωσύνην ἐνδείκνυσθαι χρή. Διόπερ ἐπήγαγε· Δοξάσατε δὴ ἄρα τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύ‐ ματι ὑμῶν. Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει

61

.

212

(50)

καὶ μωρὸν γενέσθαι. Καὶ συμβουλεύων ἐπὶ τῶν ἔξω μὴ δικάζεσθαι μηδὲ ἀδικεῖν, προϊὼν καὶ αὐτὸ τὸ δι‐ κάζεσθαι ἀναιρεῖ, καὶ συμβουλεύει μὴ μόνον μὴ ἀδικεῖν, ἀλλὰ καὶ ἀδικεῖσθαι. Καὶ περὶ τῶν εἰδωλο‐ θύτων διαλεγόμενος, οὐκ εἶπεν ὅτι τῶν κεκωλυμένων
55ἀπέχεσθαι δεῖ μόνον, ἀλλ’ ὅτι καὶ τῶν συγκεχωρημέ‐ νων, ὅταν σκάνδαλον γίνηται· καὶ οὐχὶ τοὺς ἀδελφοὺς
μόνον μὴ πλήττειν, ἀλλ’ οὐδὲ Ἕλληνας οὐδὲ Ἰουδαίους·213

61

.

213

Ἀπρόσκοποι γὰρ γίνεσθε, φησὶ, καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πληρώ‐ σας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, μετὰ ταῦτα καὶ ἐφ’ ἕτερον ἔγκλημα πρόεισι λοιπόν.
5Τί δὲ τοῦτο ἦν; Αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνῇ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκόμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλ‐ λοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες· ὅπερ
10ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. Ἐπεὶ οὖν ὑπὲρ τού‐ των ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορ‐ θοῦται τὸ ἁμάρτημα. Ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν,
15δῆλον ἐξ ὧν προοιμιάζεται. Τίνος γὰρ ἕνεκεν οὐδὲν εἰ‐ πὼν περὶ τούτου οὐδαμοῦ τῆς Ἐπιστολῆς ἔμπροσθεν, ἀλλ’ ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως φησίν· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατ‐
20έχετε; Ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ, οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν; Εἰ γὰρ τῶν μὲν κατωρθω‐ κότων, τῶν δὲ παρακουσάντων, πάντας ὑπέβαλε τῇ
25κατηγορίᾳ, ἐκείνους τε θρασυτέρους ἐποίησε, καὶ τούτους ῥᾳθυμοτέρους ἂν εἰργάσατο· νῦν δὲ τοὺς μὲν ἐπαινέσας καὶ ἀποδεξάμενος, τοὺς δὲ κακίσας, καὶ ἐκείνους μᾶλλον ἤλειψε, καὶ τούτους καταδύεσθαι παρεσκεύασεν. Ἱκανὸν μὲν γὰρ καὶ καθ’ ἑαυτὸ ἡ
30κατηγορία πλῆξαι· ὅταν δὲ πρὸς παράθεσιν ἑτέρων κατωρθωκότων καὶ ἐγκωμιαζομένων γίνηται, μεῖζον ἔχει τὸ κέντρον. Ἀλλὰ τέως οὐκ ἀπὸ κατηγορίας, ἀλλ’ ἀπὸ ἐγκωμίων ἄρχεται, καὶ ἐγκωμίων μεγάλων, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε.
35Τοιοῦτον γὰρ τοῦ Παύλου τὸ ἔθος, καὶ ἐπὶ μικροῖς μεγάλους ἐπαίνους ὑφαίνει, οὐ κολακείᾳ τοῦτο ποιῶν, μὴ γένοιτο· πῶς γὰρ ὁ μηδὲ χρημάτων ἐφιέμενος, μήτε δόξης, μήτε ἄλλου μηδενὸς τῶν τοιούτων; ἀλλ’ ὑπὲρ τῆς σωτηρίας αὐτῶν πάντα πραγματευόμενος.
40Διὸ καὶ ἐπαίρει τὸ ἐγκώμιον, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε. Ποῖα πάντα; Ὑπὲρ γὰρ τοῦ μὴ κομᾷν μηδὲ κατακαλύπτεσθαι τέως ὁ λό‐ γος ἦν αὐτῷ μόνον· ἀλλ’, ὅπερ ἔφην, ἐπιδαψιλεύεται τοῖς ἐγκωμίοις, προθυμοτέρους ποιῶν. Διό φησιν, Ὅτι
45πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Ἄρα καὶ ἀγράφως πολλὰ παρεδίδου τότε, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ δηλοῖ· ἀλλὰ τότε μὲν παρέδωκε μόνον, νῦν δὲ καὶ αἰτιολογίαν τίθησιν. Οὕτω γὰρ καὶ τούτους ἰσχυροτέρους ἐποίει

61

.

213

(50)

τοὺς ἀκούοντας, καὶ ἐκείνων κατέσπα τὸ φύσημα τῶν ἐναντιουμένων. Εἶτα οὐ λέγει ὅτι, Ὑμεῖς μὲν ὑπ‐ ηκούσατε, ἕτεροι δὲ παρήκουσαν, ἀλλὰ ἀνυπόπτως ἐκ τῆς διδασκαλίας αὐτὸ αἰνίττεται διὰ τῶν ἑξῆς, οὕτω λέγων· Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς
55ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἡ μὲν αἰτιολογία
αὕτη· τίθησι δὲ αὐτὴν, τοὺς ἀσθενεστέρους προσεκτι‐Column end

61

.

214

κωτέρους ποιῶν. Ὁ μὲν οὖν πιστὸς, ὡς χρὴ, καὶ ἐῤ‐ ῥωμένος οὐδὲ δεῖται λόγου οὐδὲ αἰτίας, ὑπὲρ ὧν ἂν ἐπιταχθῇ, ἀλλ’ ἀρκεῖται τῇ παραδόσει μόνῃ· ὁ δὲ ἀσθενέστερος, ὅταν καὶ τὴν αἰτίαν μάθῃ, τότε καὶ
5μετὰ πλείονος τῆς σπουδῆς κατέχει τὸ λεχθὲν, καὶ μετὰ πολλῆς ὑπακούει τῆς προθυμίας. βʹ. Διόπερ οὐδὲ εἶπε τὴν αἰτίαν, ἕως ὅτου παραβαι‐ νομένην εἶδε τὴν ἐντολήν. Τίς οὖν ἡ αἰτία; Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἆρ’ οὖν καὶ
10τοῦ Ἕλληνος; Οὐδαμῶς. Εἰ γὰρ σῶμά ἐσμεν τοῦ Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι οὐδὲ εἰς μέλη τελούντων οὐκ ἂν εἴη κεφαλή· ὥστε ὅταν εἴπῃ, Παν‐ τὸς, τοῦ πιστοῦ δεῖ προσυπακούειν. Εἶδες πῶς παν‐
15ταχοῦ ἄνωθεν ἐντρέπει τὸν ἀκροατήν; Καὶ γὰρ ὅτε περὶ ἀγάπης διελέγετο, καὶ ὅτε περὶ ταπεινοφροσύνης, καὶ ὅτε περὶ ἐλεημοσύνης, ἐκεῖθεν εἷλκε τὰ παραδείγματα. Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἐνταῦθα ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ ἐλάττω‐
20σίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ· ἀλλ’ ἑαυτοῖς περιπίπτουσιν. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἀλλ’ οὐ τὸ ἑτεροούσιον ἐντεῦθεν ἀποδεῖξαι βουλόμεθα, ἀλλ’
25ὅτι ἄρχεται, φησί. Τί οὖν πρὸς τοῦτο εἴποιμεν ἄν; Ὅτι μάλιστα μὲν, ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ, οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. Πλὴν ἀλλ’ εἰπὲ, πῶς τοῦτο βούλει ἐκ τούτου κατα‐
30σκευάσαι νῦν; Ὅτι ὥσπερ ὁ ἀνὴρ ἄρχει τῆς γυναικὸς, φησὶν, οὕτω καὶ ὁ Πατὴρ τοῦ Χριστοῦ. Οὐκοῦν καὶ ὥσπερ ὁ Χριστὸς τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ· Παντὸς γὰρ ἀνδρὸς, φησὶν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι. Καὶ τίς ἂν ταῦτα καταδέξαιτό ποτε;
35Εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦ‐ τον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. Ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ’ ἡμῶν καὶ ἐπὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ’ ἀπονεμητέον τῷ Θεῷ τινα ἰδιάζουσαν
40ὑπεροχὴν, καὶ τοσαύτην ὅσην Θεῷ. Εἰ γὰρ μὴ τοῦτο συγχωρήσαιεν, πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει δέ· Κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεὸς, οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός. Οὐκοῦν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβοιμεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς
45ἀφεστηκὼς τοῦ Πατρὸς, ὅσον ἡμεῖς αὐτοῦ. Ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου· καὶ ὅπερ ἐστὶν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱὸν, καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα πάλιν. Καὶ τίς ταῦτα ἀνέξεται; Ἀλλ’ ἑτέρως

61

.

214

(50)

ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ; Οὐκοῦν καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑτέρως ἐκληπτέον ἡμῖν. Καὶ πῶς ἑτέρως ἐκληπτέον; φησί. Κατὰ τὸ αἴτιον. Καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν καὶ ὑποταγὴν ὁ Παῦ‐
55λος, ὡς σὺ φὴς, οὐκ ἂν γυναῖκα παρήγαγεν εἰς μέσον, ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. Εἰ γὰρ καὶ ὑποτέ‐ τακται ἡμῖν ἡ γυνὴ, ἀλλ’ ὡς γυνὴ, ἀλλ’ ὡς ἐλευθέρα

61

.

215

καὶ ὡς ὁμότιμος. Καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέ‐ γονε τῷ Πατρὶ, ἀλλ’ ὡς Υἱὸς Θεοῦ, ἀλλ’ ὡς Θεός. Ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας·
5οὕτω καὶ ἡ ἐλευθερία μείζων. Οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυμάζομεν τὸν Υἱὸν, ὅτι ὑπήκου‐ σεν, ὡς καὶ μέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυ‐
10ροῦ, καὶ θαῦμα αὐτοῦ μέγα τιθέμεθα τοῦτο· θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον, ἀλλ’ ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα· ὁ γὰρ σύμβουλος οὐ δοῦλος. Σύμβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, μὴ ὡς τοῦ Πατρὸς
15ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ’ ὡς τοῦ Παιδὸς ὁμοτίμου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ’ ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον,
20ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμ‐ βᾶσαν. Διά τοι τοῦτο γενομένη μὲν εὐθέως οὐχ ὑπ‐ ετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ’ ὅτι μὲν ὀστοῦν ἐκ
25τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενομένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄν‐
30δρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος· ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ
35μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπι‐ βουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφά‐ σεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου
40καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρ‐ τίας μνησικακίαν. Ἀλλ’ ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηρά‐ του οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι. Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγματα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρ‐
45τήματα. Καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χρι‐ στὸς δὲ Θεοῦ. γʹ. Τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα, καὶ ἡμεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαμῶς, ἀλλὰ

61

.

215

(50)

καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω
55καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ’ οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε! οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ
60ἀνθρώπων· ἀλλ’ ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ’ αὐτῶν καρπουμένων ἡμῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλη‐
65τέον. Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑπο‐
δείγματος αὐτὸ πειράσομαι ποιῆσαι φανερόν. ΕἴρηταιColumn end

61

.

216

κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς
5ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι μὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰ‐ τίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ
10τιμιωτέρα. Πάλιν ἤκουσας Υἱόν· μὴ πάντα μηδὲ ἐν‐ ταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ’ ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ’ οὖν πάντα δε‐
15ξόμεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ’ ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ’ οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά
20τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτι‐ σμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ μὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ. Ἴσως γὰρ ἄν τις ἐν‐
25ταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε· Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ μὲν καὶ ἕτερα, τῷ μὲν τῆς ἀρχῆς, τῇ
30δὲ τῆς ὑποταγῆς· μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύ‐ την μὲν καλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κε‐ φαλήν. Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους,
35καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ,
40οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ μᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ μὴ καλύπτεσθαι. Ὅταν
45δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δημιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνα‐ τρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ μή μοι τοῦτο εἴπῃς, ὅτι μικρὸν τὸ ἁμαρτανόμενον· μέγα μὲν γάρ ἐστι, καὶ καθ’ ἑαυτό· παρακοὴ γάρ

61

.

216

(50)

ἐστιν· Εἰ δὲ καὶ μικρὸν ἦν, μέγα ἐγίνετο, ἐπειδὴ μεγάλων ἐστὶ σύμβολον πραγμάτων. Ὅτι δὲ καὶ μέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρ‐ έχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον ἐν κόσμῳ δια‐ τάττον. Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ
55τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δο‐ θεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιμὴ μεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν. Διόπερ ἐπ’ ἀμφοτέρων αὐτὸ τέθεικεν.
60οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφη‐ τεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κε‐ φαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, κατ‐
αισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ215

61

.

217

ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ’ ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι,
5Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. Τὸν μὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ’ ὅταν εὔχηται μόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει
10τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει. Διὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύ‐ πτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν
15εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατα‐ κάλυπτον εἶναι ἀεὶ ὄνειδος. δʹ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ
20τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους. Δείκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκ‐ έτι τὸν τοῦ καλύμματος, ἀλλὰ τὸν τῆς κόμης οὕτω γυμνάζει λόγον· καλύπτεσθαι μὲν γὰρ τότε μόνον
25κωλύει, ὅταν εὔχηται, κομᾷν δὲ ἀεὶ ἀποτρέπει. Διὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατα‐ καλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ’ Ἐὰν κομᾷ. Διὸ καὶ
30ἀρχόμενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προ‐ φητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυμ‐ μένος, ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυμνῇ εὔχηται τῇ κεφαλῇ, κόμην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυμμένῳ. γὰρ κόμη, φησὶν, ἀντὶ περι‐
35βολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυ‐ ρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιμίοις μὲν γὰρ τὸ μὴ γυμνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ
40τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ’ ἐπιμελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι. Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ
45κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ κάλυμμα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀνα‐ βαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἀνα‐

61

.

217

(50)

βαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιμῆς. Τὸ γὰρ μὴ εἴσω τῶν οἰκείων ὅρων μένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόμων, ἀλλ’ ὑπερβαίνειν, οὐκ ἐπίδο‐ σίς ἐστιν, ἀλλ’ ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλο‐ τρίων ἐφιέμενος, καὶ ἁρπάζων τὰ μὴ ἑαυτοῦ, οὐ
55πλέον τι προσέλαβεν, ἀλλ’ ἠλάττωται καὶ ὃ εἶχεν ἀπ‐ ολέσας, ὅπερ οὖν καὶ ἐν τῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαμβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐ‐ σχημοσύνην. Καὶ οὐκ ἐντεῦθεν μόνον αὐτῇ τὰ τῆς
60αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοί‐ νυν τὸ ὡμολογημένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ’ ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφό‐
65τερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰColumn end

61

.

218

κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόμην ἓν εἶναί φησι· τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχου‐ σαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ,
5καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη μὲν τὸ κάλυμμα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρημένη οὐδὲ τοῦτο; ἐροῦμεν ὅτι τῇ προαιρέσει κἀκεῖνο ἔῤῥιψε τῷ γυμνὴν ἔχειν τὴν κε‐ φαλήν· εἰ δὲ μὴ γυμνὴν τῶν τριχῶν, τοῦτο τῆς φύ‐
10σεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρημένη γυ‐ μνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁμοίως. Διὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ’ ἐκείνης τοῦτο μαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευ‐
15θέροις διαλεγόμενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ μὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κε‐ φαλὴν ἔχει τὸν Χριστὸν μόνον οὐκ ὀφείλει καλύπτε‐ σθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ’ ὅτι καὶ ἄρχει τῆς γυ‐
20ναικός. Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ τὸ διάδημα ἔχοντι· οὕτω μηδὲ σὺ χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ καλύπτε‐
25σθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ
30ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ μᾶλλον τὸ ἐοικότα εἶναι.
35Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ’ ἡ γυνὴ διὰ τὸν ἄνδρα. Δευτέρα αὕτη ὑπεροχὴ πάλιν, μᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή· τρίτη,
40ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ’ ἐκείνη ἐξ ἡμῶν· τετάρτη, ὅτι οὐχ ἡμεῖς δι’ αὐτὴν, ἀλλ’ ἐκείνη δι’ ἡμᾶς. Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς. Διὰ τοῦτο, ποῖον; εἰπέ μοι. Διὰ ταῦτα τὰ εἰρημένα ἅπαντα, φησὶ, μᾶλλον δὲ οὐ διὰ
45ταῦτα μόνον, ἀλλὰ καὶ Διὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέ‐ σθητι. εʹ. Ἄρα τὸ καλύπτεσθαι, ὑποταγῆς καὶ ἐξουσίας· κά‐ τω γὰρ νεύειν παρασκευάζει καὶ ἐντρέπεσθαι καὶ τὴν

61

.

218

(50)

οἰκείαν διατηρεῖν ἀρετήν. Ἀρετὴ γὰρ ἀρχομένου καὶ τιμὴ τὸ μένειν ἐπὶ τῆς ὑπακοῆς. Ὁ μὲν γὰρ ἀνὴρ οὐκ ἀναγκάζεται τοῦτο ποιεῖν· τοῦ γὰρ Δεσπότου αὐ‐ τοῦ ἐστιν εἰκών· ἡ γυνὴ δὲ εἰκότως. Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμη‐
55θεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα. Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδημα λαβὼν, ῥίψῃς τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήματος δουλικὸν λάβῃς ἱμάτιον. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὐδὲ γυνὴ χωρὶς ἀνδρὸς
60ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ πολλὴν ὑπεροχὴν ἔδωκε τῷ ἀνδρὶ, εἰπὼν ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ ὅτι δι’ αὐτὸν καὶ ὑπ’ αὐτόν· ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον
τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς217

61

.

219

ἐπάγει τὴν διόρθωσιν, λέγων· Πλὴν οὔτε ἀνὴρ χω‐ ρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα ἐξέταζε μόνα, μηδὲ τὴν δημιουργίαν ἐκείνην· ἂν γὰρ τὰ μετὰ ταῦτα ζη‐
5τῇς, ἑκάτερος ἑκατέρου αἴτιος, μᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ’ ὁ Θεὸς ἁπάντων· διό φησιν, Οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀν‐ δρὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀν‐ δρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός. Οὐκ εἶ‐
10πεν. Ἐκ τῆς γυναικὸς, ἀλλὰ πάλιν, Ἐκ τοῦ ἀνδρός· ἔτι γὰρ αὐτὸ τοῦτο ἀκέραιον μένει παρὰ τῷ ἀνδρί. Ἀλλ’ οὐ τοῦ ἀνδρὸς ταῦτα τὰ κατορθώματα, ἀλλὰ τοῦ Θεοῦ· διὸ καὶ ἐπήγαγε, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει
15ταῦτα, πείθου καὶ μὴ ἀντίλεγε. Ἐν ὑμῖν αὐτοῖς κρίνατε, πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Πάλιν αὐτοὺς καθίζει δι‐ καστὰς τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν εἰδωλοθύ‐ των ἐποίησε· καὶ γὰρ ἐκεῖ φησι, Κρίνατε ὑμεῖς ὅ
20φημι· καὶ ἐνταῦθα, Ἐν ὑμῖν αὐτοῖς κρίνατε· καί τι φοβερώτερον αἰνίττεται ἐνταῦθα· τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν. Ἀλλ’ οὕτω μὲν οὔ φησιν, ἡμερώτερον δέ πως καὶ αἰνιγματωδέ‐ στερον λέγων· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυ‐
25πτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὕτη ἡ φύ‐ σις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ. Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ
30ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένον‐ τας ταῦτα μανθάνειν παρ’ αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοι‐ νῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν· τὰ γὰρ τοιαῦτα, οὔτε βαρβάροις ἄγνωστα. Καὶ ὅρα πῶς
35πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι· Πᾶς ἀνὴρ προσευχόμενος κατακαλύπτων αὑτοῦ τὴν κεφαλὴν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καὶ πάλιν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶ‐ σθαι, κατακαλυπτέσθω· καὶ ἐνταῦθα πάλιν, Ἀνὴρ
40μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβο‐ λαίου δέδοται. Καὶ εἰ ἀντὶ περιβολαίου δέδοται, φησὶ, τίνος ἕνεκεν δεῖ περιβόλαιον ἕτερον προστιθέ‐ ναι; Ὥστε μὴ ἀπὸ τῆς φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ
45τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁμολογεῖν. Ὅτι γὰρ δεῖ σε καλύπτεσθαι, προλαβοῦσα καὶ ἡ φύσις ἐνομο‐ θέτησε. Προστίθει τοίνυν καὶ τὰ παρὰ σαυτῆς, ἵνα μὴ δόξῃς καὶ τοὺς τῆς φύσεως ἀνατρέπειν νόμους· ὅπερ πολλῆς ἐστιν ἰταμότητος, μὴ μόνον ἡμῖν, ἀλλὰ καὶ

61

.

219

(50)

τῇ φύσει πυκτεύειν. Διὸ καὶ Ἰουδαίοις ὁ Θεὸς ἐγκα‐ λῶν ἔλεγεν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυ‐ γατέρας σου· τοῦτο παρὰ πάντα τὰ βδελύγματά σου. Καὶ τοῖς παρὰ Ῥωμαίοις ἀσελγαίνουσι πάλιν ὁ Παῦλος ἐπιτιμῶν, οὕτως αὔξει τὴν κατηγορίαν λέ‐
55γων, ὅτι οὐ παρὰ νόμον τὸν τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ παρὰ φύσιν ἡ χρῆσις ἦν· Ἐνήλλαξαν γὰρ τὴν φυ‐ σικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα τοῦτον γυμνάζει τὸν λόγον, τοῦτό τε αὐ‐ τὸ δεικνὺς, καὶ ὅτι οὐδὲν ξένον νομοθετεῖ, καὶ ὅτι
60παρ’ Ἕλλησι τὰ τῆς καινοτομίας ἅπαντα τῆς παρὰ φύσιν. Οὕτω καὶ ὁ Χριστὸς τοῦτο δεικνὺς ἔλεγεν· Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· δηλῶν ὅτι οὐδὲν καινὸν ἐπεισάγει. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς
65τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλη‐
σίαι τοῦ Θεοῦ. Ἄρα φιλονεικίας τὸ ἀντιτείνειν τού‐Column end

61

.

220

τοις, καὶ οὐ λογισμοῦ· πλὴν ἀλλὰ καὶ οὕτω μεμετρη‐ μένην τὴν ἐπιτίμησιν ἐποίησε, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὃ δὴ καὶ βαρύτερον ἐποίει τὸν λόγον. Ἡμεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχομεν, ὥστε
5φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν, Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· δεικνὺς ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, μὴ εἴ‐ κοντες. Ἀλλ’ εἰ καὶ τότε ἐφιλονείκουν οἱ Κορίνθιοι,
10νῦν πᾶσα ἡ οἰκουμένη τὸν νόμον τοῦτον καὶ κατ‐ εδέξατο καὶ ἐφύλαξε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις. ϛʹ. Ἀλλὰ δέδοικα, μήποτε τὸ σχῆμα καταδεξάμεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν
15γυναικῶν, καὶ ἀνακεκαλυμμέναι ἑτέρως. Διὰ γὰρ τοῦτο καὶ Τιμοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ’ ἕτερα προσέθηκεν εἰπών· Ἐν κατα‐ στολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κο‐ σμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ. Εἰ γὰρ
20γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρ‐
25εχώρουν. Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγά‐ πων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ’ ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶμεν, μὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶμεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίμα
30τὸν πατέρα σου καὶ τὴν μητέρα σου, λέγουσι πρὸς ἡμᾶς, Εἰπὲ καὶ τὰ ἑξῆς, ὅτι Καὶ ὑμεῖς, οἱ γο‐ νεῖς, μὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ’ ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ
35πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν. Ἀλλὰ μὴ οὕτω ποιῶμεν, μηδὲ τὰ ἑτέροις ἐπιτετα‐ γμένα ζητῶμεν, ὅταν ὑπὲρ τῶν ἡμετέρων ἐγκαλώ‐
40μεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ’ ἓν σκόπει μόνον, ὅπως τὰ σὰ ἐγκλήματα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ’ οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ
45τοίνυν μηδὲ σὺ τοῦτο λέγε μοι νῦν, ἀλλὰ σπούδαζε μετὰ εὐγνωμοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέ‐ γωμαι, συμβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίημι αὐτὸν προενεγκεῖν εἰς μέσον τὸν τῇ γυναικὶ

61

.

220

(50)

κείμενον νόμον, ἀλλὰ τὸν αὐτῷ γεγραμμένον ἀπαιτῶ. Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου μόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, μή μοι πρόφερε τὰ ὀφείλοντα παρ’ αὐτοῦ γίνεσθαι, ἀλλ’ ὧν ὑπεύθυνόν
55σε ἐποίησεν ὁ νομοθέτης, ταῦτα ἄνυε μετὰ ἀκρι‐ βείας. Τοῦτο γάρ ἐστι μάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν μὴ παρακινεῖν τὸν νόμον. Διὰ γὰρ τοῦτο ὁ μὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι μέγα ποιεῖν· ὁ δὲ τὸν μισοῦντα θεραπεύων, οὗτος
60μάλιστά ἐστιν ὁ στεφανούμενος. Τὸν αὐτὸν δὴ τρό‐ πον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ
ἥμερον καὶ πρᾶον, τίνος σοι δώσει μισθὸν ὁ Θεός;219

61

.

221

Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνο‐ μένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον
5ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρ‐ εσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου,
10οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελ‐ φιδοῦν ὁ Ἀβραάμ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευ‐ σεν αὐτὴν ὁδὸν ὁδεῦσαι μακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ’ ἠκολούθησε. Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶ‐
15τας τῶν πάντων κύριος γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ μόνον οὐκ ἐδυσχέρα‐ νεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ’ οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς
20τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ’ οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ’ ἔστερξεν ἅπαντα τὰ παρ’ ἐκείνου
25γινόμενα. Καὶ τὸ δὴ μεῖζον· μετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσ‐ ρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός. Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο
30στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρημνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷμα
35ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ’ ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φί‐ λους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ
40εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ’ ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου μενούσης, αὕτη μὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ’ οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυ‐
45λάττει. Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυ‐ θίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυ‐

61

.

221

(50)

ναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκεί‐ νοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ
55αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι’ ἡδονήν. Ἀλλ’ ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐ‐ τῆς. Καὶ γὰρ ἐγὼ τοῦτο βούλομαι δεῖξαι, ὅτι καὶ
60οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ.Column end

61

.

222

ζʹ. Πλὴν μὴ τούτοις πρόσεχε μόνον, ἀλλ’ ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ’ ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήμονι;
5Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν μέγα· μηδ’ αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐ‐ ταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωμα· ἀλλ’ ἕκαστος, ὅπερ ἔφην, τὰ παρ’
10ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥα‐ πίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτομένῃ,
15ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, μὴ δυσχεραί‐ νῃς, τὸν ἀποκείμενον ὑπὲρ τούτων ἐννοοῦσα μισθὸν καὶ τὸν ἐν τῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑμᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φημι· μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα,
20ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν. Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα μὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ μᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν
25δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγ‐ κάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας. Καὶ γὰρ ἐσχάτης παρανο‐ μίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις
30καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδρά‐ ποδον ἀτιμάζειν. Διὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ’ οὐχὶ θηρίον, καὶ πατρ‐ αλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ μητέρα διὰ ταύτην ἀφεῖναι προσετάγημεν,
35οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόμον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖς οὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιμπανομένους καὶ χάριν ἔχειν καὶ μετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης μανίας ταύτην ὑβρίζειν, δι’ ἣν καὶ τοὺς γε‐
40γεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ’ οὖν μανία μόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρων‐ ται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημο‐
45νοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθά‐ περ τινὸς θηρίου τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ’ ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ’ ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς

61

.

222

(50)

σκεῦος, σὺ δὲ ἀνήρ. Διὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχει‐ ροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχομένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαμ‐ πράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρ‐ χόμενον μὴ ἀτιμάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων
55τοσούτῳ σεμνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεμνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιμάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ μέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέμνεται μέρος· οὕτω καὶ σὺ ἂν τὴν μετὰ σὲ ἄρχουσαν ἀτιμάσῃς, οὐχ ὡς ἔτυχε λυμανεῖς
60σου τῆς ἀρχῆς τὴν τιμήν. Ταῦτα τοίνυν λογιζόμενος221

61

.

223

ἅπαντα σωφρόνει, καὶ μετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ’ ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινά σοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ μητρὸς καὶ αὑτοῦ καὶ
5οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι’ αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν. ηʹ. Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξα‐
10μένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θε‐ ραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως; Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ
15τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιμήν ἐστιν ἡ γυνὴ, καὶ φάρμακον εὐθυμίας μέγιστον. Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον
20κατασκευάζεις τὸ ναυάγιον. Ἵν’ οὖν τοῦτο μὴ γίνη‐ ται, τοῦτο ὃ λέγω γενέσθω· ὅταν τι συμβῇ λυπηρὸν κατὰ τὴν οἰκίαν, ἐκείνης ἁμαρτούσης, παραμυθοῦ, καὶ μὴ ἐπίτεινε τὴν λύπην. Κἂν γὰρ ἅπαντα ἀποβά‐ λῃς, οὐδὲν λυπηρότερον τοῦ μὴ μετ’ εὐνοίας ἔχειν
25γυναῖκα ἔνδον συνοικοῦσαν· κἂν ὁτιοῦν εἴπῃς ἁμάρ‐ τημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν. Ὥστε καὶ διὰ ταῦτα πάντων ἔστω τιμιωτέρα ἡ ταύτης ἀγάπη. Εἰ γὰρ ἀλλήλων τὰ βάρη δεῖ βαστάζειν, πολλῷ μᾶλλον τῆς γυναικός.
30Κἂν πένησσα ᾖ, μὴ ὀνειδίσῃς· κἂν ἀνόητος ᾖ, μὴ ἐπέμβαινε, ἀλλὰ ῥύθμισον μᾶλλον· καὶ γὰρ μέλος ἐστὶ σὸν, καὶ σὰρξ ἐγένεσθε μία. Ἀλλὰ φλύαρός ἐστι καὶ μέθυσος καὶ ὀργίλος. Οὐκοῦν ἀλγεῖν ἐπὶ τούτοις, οὐκ ὀργίζεσθαι χρὴ, καὶ τὸν Θεὸν παρακαλεῖν, καὶ
35παραινεῖν αὐτῇ καὶ συμβουλεύειν, καὶ πάντα ποιεῖν, ὥστε ἐκκόψαι τὸ πάθος. Ἂν δὲ τύπτῃς, καὶ ἐπιτρί‐ βῃς τὸ νόσημα, οὐ θεραπεύεται· θρασύτης γὰρ ἐπιεικείᾳ λύεται, οὐχ ἑτέρᾳ θρασύτητι. Μετὰ τούτων καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐννόει. Ὅταν γὰρ,
40ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοι‐ κὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον
λήψῃ μισθόν· καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγισταColumn end

61

.

224

κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος. Λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μο‐ χθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον,
5πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας· Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ καθ’ ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Ἐβοήσατε μεγάλα; Ἀλλ’
10ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μι‐ μεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον. Ὁ μὲν οὖν φι‐ λόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ
15ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐ‐ τὴν λέγουσιν. Ἐγὼ δὲ, ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων ἀλογώτερόν εἰσι διακείμενοι, παραινῶ μὲν ἐξαρχῆς πάντα ποιεῖν καὶ σπουδάζειν ὅπως εὐάρμο‐ στον λάβοιεν σύνοικον καὶ πάσης γέμουσαν ἀρετῆς·
20εἰ δὲ συμβαίη διαμαρτεῖν, καὶ μὴ χρηστὴν μηδὲ ἀνεκτὴν νύμφην εἰσαγαγεῖν εἰς τὴν οἰκίαν, τότε γοῦν τὸν φιλόσοφον τοῦτον ζηλοῦν, καὶ ῥυθμίζειν αὐτὴν πάντοτε, καὶ μηδὲν τούτων προτιθέναι. Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι
25τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας. Καὶ ἡμεῖς τοίνυν πάντα πράτ‐ τωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν
30τῆς εἰρήνης. Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου. Τοῦτο καὶ πρὸ οἰκίας καὶ ἀνδρα‐ πόδων καὶ χρημάτων καὶ ἀγρῶν καὶ αὐτῶν τῶν πολι‐ τικῶν πραγμάτων ἄγωμεν· καὶ πάντων ἡμῖν προ‐
35τιμότερον ἔστω τὸ τὴν μεθ’ ἡμῶν ἐπὶ τῶν οἴκων καθημένην μὴ στασιάζειν μηδὲ διχοστατεῖν πρὸς ἡμᾶς. Οὕτω γὰρ καὶ τὰ ἄλλα ἡμῖν κατὰ ῥοῦν ἥξει, καὶ ἐν τοῖς πνευματικοῖς δὲ πολλὴν ἕξομεν τὴν εὐκολίαν, μετὰ ὁμονοίας τὸν ζυγὸν τοῦτον ἕλκοντες· καὶ πάντα
40κατορθώσαντες, τῶν ἀποκειμένων ἐπιτευξόμεθα ἀγα‐ θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
45Ἀμήν.Column end

61

.

223

(46)

ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότε‐

61

.

223

(50)

ρον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡμῖν εὐμαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ
55οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο
60τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς,
καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυ‐Column end

61

.

224

(47)

στηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ’ αὐτῶν καλουμένων,

61

.

224

(50)

καὶ κοινῇ πάντων ἑστιωμένων. Ἀλλ’ ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ δι‐ εσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ μέν εἰμι τοῦ δεῖ‐ νος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπι‐
55στολῆς διορθούμενος ἔλεγεν· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσ‐
60ένεμον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ’ ἐκ πε‐
ριουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόμενος,223

61

.

225

ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπ‐ εγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας ἐσχά‐ της. Εἰ δὲ ἐπὶ τούτου παρανομία, πολλῷ μᾶλλον
5ἐπ’ ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπά‐ σθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυ‐ θία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)·
10ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτι‐ κῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλατ‐ τόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ
15ὑμᾶς, ὅτι πάντα μου μέμνησθε· ἐνταῦθα δὲ ἐναν‐ τίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Διόπερ οὐδὲ μετὰ τὴν ἐπιτίμησιν τὴν κατὰ τῶν τὰ εἰδωλό‐ θυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ’ ἐπειδὴ τραχύτε‐ ρον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κό‐
20μης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ μέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαι‐
25νῶ; Οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγ‐ κην κατεστήσατε συμβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεή‐ θητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ’ ἐμοῦ. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόμενον; Ὅταν γὰρ
30μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανό‐ μενον. Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν. Δέον γὰρ
35ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν, ὑμεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶ παραγγελίας δεηθῆναι παρ’ ἐμοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μό‐
40νον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλ‐ λει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικω‐ τάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι; Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλη‐
45σίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ μὴ κοινῇ ὑμᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ’ ἰδίαν ὑμᾶς ἑστιᾶσθαι, καὶ μὴ μετὰ τῶν πενήτων· ἀλλ’ ὃ μάλιστα ἱκανὸν ἦν αὐτῶν δια‐ σεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσματος

61

.

225

(50)

ὄνομα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεμίμνησκε τοῦ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρημένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ μέρος τι πι‐ στεύω. βʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ δια‐
55βάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα μὴ ἀναισχυν‐ τοτέρους ποιήσῃ, οὐδ’ αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ μέρους μικροῦ πιστεύω, ἐναγω‐ νίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάν‐
60οδον. Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· αἱρέσεις ἐν‐ ταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογμάτων, ἀλλὰ
τὰς τῶν σχισμάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δο‐Column end

61

.

226

γμάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάν‐
5τως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώ‐ μης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐ‐ τοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ’ ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προ‐
10εῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ μὴ γνώμης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ τὰ σκάνδαλα ἔρχεται. Ἀλλὰ ταῦτα μὲν εὐρύτερον ἐν αὐτῷ γενόμενοι τῷ χωρίῳ διελέχθημεν· νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰέναι
15ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρ‐ χειν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέ‐
20γει σχίσματα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμβάνει· καὶ πάλιν, Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκ‐ κλησίας τοῦ Θεοῦ καταφρονεῖτε; Ἀλλ’ ὅτι μὲν περὶ τούτων εἶπε, δῆλον. Εἰ δὲ σχίσματα αὐτὰ καλεῖ,
25μὴ θαυμάσῃς· ὅπερ γὰρ ἔφην, τῇ λέξει καθικέσθαι αὐτῶν βούλεται. Εἰ δὲ δογμάτων ἦν τὰ σχίσματα, οὐκ ἂν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. Ἄκουσον γοῦν ὅταν τι τοιοῦτον λέγῃ, πῶς ἐστι σφοδρὸς καὶ ἀσφαλιζόμενος καὶ ἐπιτιμῶν· ἀσφαλιζόμενος μὲν,
30ὡς ὅταν λέγῃ, Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἐπιτιμῶν δὲ, ὡς ὅταν λέγῃ, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ νῦν μὲν κύνας καλεῖ τοὺς διαφθείροντας λέγων, Βλέπετε τοὺς κύνας· νῦν δὲ
35κεκαυτηριασμένους τὴν συνείδησιν, καὶ ἀγγέλους διαβόλου πάλιν. Ἀλλ’ οὐκ ἐνταῦθα τοιοῦτον οὐδὲν εἶπεν, ἀλλ’ ἡμέρως καὶ ὑφειμένως. Τί δέ ἐστιν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν; Ἵνα λάμ‐ ψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν,
40ὅτι Τοὺς ἀπεριτρέπτους καὶ στεῤῥοὺς οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει. Τὸ γὰρ, Ἵνα, τοῦτο, οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ
45τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὕτω καὶ αὐ‐ τὸς ὁ Παῦλος, ὅταν περὶ τοῦ νόμου διαλεγόμενος γράφῃ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ

61

.

226

(50)

παράπτωμα. Ἀλλ’ οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξ‐ έβη· οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέπον‐ τες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ
55δόκιμοι φανεροὶ γένωνται. Οὐδὲ γὰρ διὰ τοῦτο ἐγέ‐ νοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. Ταῦ‐ τα δὲ εἶπε, τοὺς πένητας παραμυθούμενος τοὺς γεν‐ ναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. Διὸ οὐδὲ
60εἶπεν, Ἵνα δόκιμοι γένωνται· ἀλλ’, Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ’ ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ πα‐ ραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο· νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλο‐
65νεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνή‐
την ὁ χειμὼν δείκνυσι. Καὶ οὐκ εἶπεν, Ἵνα ὑμεῖς225

61

.

227

δόκιμοι φανῆτε, ἀλλ’, Ἵνα οἱ δόκιμοι φανεροὶ γέ‐ νωνται, οἱ ἐν ὑμῖν τοιοῦτοι. Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους, ἀλλ’ εἰς μετ‐
5έωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. Οὐ τοὺς πένητας δὲ ἐνταῦθά μοι δοκεῖ παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐ‐
10τό· διὸ καὶ ἔλεγε, Μέρος τι πιστεύω. Εἰκότως τοί‐ νυν τούτους δοκίμους φησὶ, τοὺς μὴ μόνον μετὰ τῶν ἄλλων διατηρήσαντας τὸ ἔθος, ἀλλὰ καὶ χωρὶς ἐκεί‐ νων ἀκίνητον τὸν καλὸν τοῦτον φυλάξαντας νόμον. Ποιεῖ δὲ τοῦτο καὶ ἑτέρους καὶ τούτους διὰ τῶν
15τοιούτων ἐγκωμίων προθυμοτέρους ἐργάσασθαι σπεύ‐ δων. Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁμαρτήματος τὸ εἶδος. Τί δὲ τοῦτό ἐστι; Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτὸ, φησὶν, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ὁρᾷς πῶς ἐντρεπτικῶς, καὶ ἐν τάξει δι‐
20ηγήσεως ἤδη τὴν συμβουλὴν κατεσκεύασε; Τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου, φησὶν, ἄλλο· ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς ἅπαντας δέχεται τόπος, καὶ ὁμοῦ συναγελάζεσθε· ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. Καὶ οὐκ εἶπε, Συνερχομένων
25ὑμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετ’ ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πάλιν ἑτέρως καὶ πολλῷ φοβερώ‐ τερον αὐτῶν καθάπτεται, λέγων, Οὐκ ἔστι Κυρια‐ κὸν δεῖπνον φαγεῖν, ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ’ ἢν τὰ φρικτὰ μυστή‐
30ρια παρέδωκεν ὁ Χριστός. Διὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε· καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. Καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν· ἄπειρον γὰρ
35ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν μαθη‐ τῶν; ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ’ ὅμως καὶ αὐτὸς μετ’ αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν
40ἐποίησεν. γʹ. Εἶτα ἑρμηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμ‐ βάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνον‐
45τας ἑαυτοὺς μᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμε‐ νοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦν‐ τες ἀξίωμα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ Δεσποτικὸν, ὀφείλει κοινὸν

61

.

227

(50)

εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ Δε‐ σπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ’ ὡς τοῦ Κυρίου καὶ τοῦ Δε‐
55σπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, μὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ’ ἑαυτὸν ἑστιώμενος. Διὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει,
60ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐ‐ τοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν·
Καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· ἅπερ ἑκάτεραColumn end

61

.

228

ἀμετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλά‐ πτον. Πρῶτον μὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιμά‐ ζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ μεθύουσι·
5καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πει‐ νώντων. Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον. Διὸ οὐδὲ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ
10καθ’ ἑαυτὸ μὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ με‐ θύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας. Εἶτα δείξας τὴν ἀτοπίαν, μετὰ
15πολλοῦ λοιπὸν τοῦ θυμοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέ‐ γων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρο‐ νεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν
20μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται. Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλη‐
25σίᾳ κεχρημένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρημένοι ὦμεν οἱ συνελθόντες, ἀλλ’ ἵνα οἱ διῃρη‐ μένοι συνημμένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι. Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιμοκτονεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ πολὺ ἐν‐
30τρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. Ἰδοὺ καὶ πέμπτη κατηγορία, τὸ μὴ μόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καται‐ σχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ μὲν σεμνο‐
35ποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλ‐ γοῦσιν, ὁμοῦ δὲ καὶ εἰς ἔλεον ἐπισπώμενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς
40τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότε‐ ρον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων
45καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ’ οὖν ἐστι τὸ αἴτιον; Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐ‐ ξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύ‐ μασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα

61

.

228

(50)

πληγῆς ἐξ ἐπιπολῆς τέμνων· (ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα παρ’ αὐτοῖς τούτοις ἀπέκο‐ ψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρμά‐ κων σιδήρῳ παραδιδούς. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡμέρους
55αὐτοὺς μάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειμένως διαλέγεται μᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρ‐
60έδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τίνος ἕνεκεν ἐνταῦθα
65τῶν μυστηρίων μέμνηται; Ὅτι σφόδρα ἀναγκαῖος
εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ.227

61

.

229

Καὶ γὰρ ὁ Δεσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔ‐ σης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς
5μικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευματι‐ κοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐ‐ τοὺς ἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ’ οὕτω μὲν οὐ λέγει, ὥστε μὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων·
10Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προ‐ δοσίας; Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ’ ἵνα μεθ’ ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν
15γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶς καὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώ‐ τερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα
20φαντασίας ἁπάσης. Διὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ἡμᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέ‐ ζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ μὲν Δεσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ σαυ‐
25τοῦ; δʹ. Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα μάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς μετὰ ταῦτα. Καὶ γὰρ καὶ σήμερον αὐτός ἐστιν ὁ
30πάντα ἐργαζόμενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε. Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκεί‐ νης, ἀλλ’ ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων μάλιστα μεμνήμεθα τῶν ῥημάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωμεν, καὶ
35πρὸς τοὺς κληρονόμους τοὺς ἐκείνων, εἰ τολμήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγομεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑμᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ μέχρι τῆς ἑσπέρας ἧς ἔμελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦ‐
40λος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλό‐ μενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλ‐ λετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ’
45ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενημένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λά‐ βετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. Εἰ τοίνυν ἐπ’ εὐχαριστίᾳ προσ‐

61

.

229

(50)

έρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πει‐ νῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν. Προσ‐ έρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀμοιβὴν ἀποδίδου, καὶ μὴ ἀπόσχιζε σεαυ‐
55τὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶμα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξ‐ ίσης; καὶ γὰρ ὑπὲρ ἁπάντων ὁμοίως ἐκλάσθη, καὶ σῶμα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁμοίως καὶ
60τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵ‐ ματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τί λέγεις; ἀνάμνησιν τοῦ Χρι‐ στοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις;
65Ἀλλ’ εἰ μὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος ἀνάμνη‐
σιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ μὴColumn end

61

.

230

τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ Δεσπότου σου ποιῶν ἀνάμνησιν, οὐδὲ τραπέζης ἁπλῶς μεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ
5τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷμα τῶν ἀλόγων· καὶ γὰρ μετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε
10τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ’ αὐτῆς κείμε‐ νοι στιβάδος, καὶ παρ’ αὐτοῦ τοῦ Χριστοῦ λαμβάνον‐ τες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται,
15καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θά‐ νατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐμὴν ἀνάμνησιν
20ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡμῖν τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπό‐ θεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ Δεσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος
25ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ μένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυ‐
30ρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐ‐ τὸ, καὶ σφαγὴν τὸ πρᾶγμα ἀπέφηνεν, οὐκέτι θυσίαν. Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ’ ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως
35μετιὼν, καὶ μηδὲν ἐντεῦθεν καρπούμενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ μεθ’ ὑπερβολῆς αὐ‐ τῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω μέλλοιεν πίνειν, ἀναξίως μετέχουσι τῶν προκειμένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καται‐
40σχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ μὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, μᾶλλον δὲ τὸ μὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον
45ἔσται κακόν. εʹ. Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τρα‐ πέζης μετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡμε‐ ρώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠμό‐ τερος γέγονας· αἵματος ἐγεύσω Δεσποτικοῦ, καὶ τὸν

61

.

230

(50)

ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώμης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιμάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα μέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούμενος
55ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι,
60μυρίων γέμων ἁμαρτημάτων; Ἀλλ’ ὅμως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ. Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδο‐ θῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡμεῖς
65ἀκούσωμεν τῶν ῥημάτων πάντες, ὅσοι ἐνταῦθα μὲν229

61

.

231

μετὰ τῶν πενήτων προσερχόμεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦμεν αὐτοὺς, ἀλλὰ καὶ μεθύομεν καὶ πεινῶντας παρατρέ‐ χομεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε
5τοῦτο γίνεται; φησίν. Ἀεὶ μὲν, μάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε μάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε μετὰ τὴν κοινωνίαν εὐθέως μέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ
10κωμάζεις. Κἂν μέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε μὴ ἑτέρῳ ἐδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον· πνεῦμα δὲ ἑστιαθεὶς, σα‐ τανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε μετέλα‐ βον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί
15ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν ἐκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι
20τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες δια‐ παντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις; Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς
25τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος
30γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λα‐ βεῖν; Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παρ‐ αινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ
35τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμε‐ νον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστη‐
40ρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀν‐ όνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα
45ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέ‐ ραν ἐκείνην, καθ’ ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρ‐ κῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γί‐ νηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χρι‐

61

.

231

(50)

στοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκεί‐Column end

61

.

232

νην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖ‐ πνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ.
5Γρηγορῶμεν τοίνυν μετὰ τοῦ Δεσπότου, κατανυγῶ‐ μεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα συνάγωμεν, ἀλλ’ ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα
10μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ’ οὐ παύσομαι λέγων. Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ’ οὐδὲ πάντες παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα. Ἵν’ οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι
15λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. Διὸ παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψω‐ μεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν; εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βα‐
20σιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευ‐ σας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνά‐ μεων; Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτου‐
25σαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ μὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνω‐ μένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολμᾷς, εἰπέ μοι, τοσαύτην ἐπεμβαλεῖν μέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς;
30Οὐκοῦν διὰ τοῦτο παῦσαι μεθύων. Καὶ γὰρ ἐγώ σε βούλομαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐ‐ δέποτε μαραινομένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ’ ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο
35τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκμάζουσαν διηνε‐ κῶς. Ἀλλ’ οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ’ ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον. Ὁ μὲν γὰρ ὥσπερ ἐν λιμένι κάθηται, οὗτος δὲ χει‐
40μάῤῥουν τινὰ καὶ πολιορκίαν νοσημάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν’ οὖν μὴ ταῦτα γένηται, τὴν συμμετρίαν διώκωμεν. Οὕτω γὰρ καὶ τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόν‐
45των καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,

61

.

232

(50)

καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

231

(51)

ΟΜΙΛΙΑ ΚΗʹ. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πι‐ νέτω.
55αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως
τῆς προκειμένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ,Column end

61

.

232

(52)

ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ
55μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα
ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ.231

61

.

233

Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ
5τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα
10ἦν. Διὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ κα‐ θαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔμπροσθεν εἰρημένοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων· Δοκιμαζέτω δὲ ἄνθρωπος
15ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πει‐ ράζετε, ἑαυτοὺς δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν νῦν, καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρω‐
20θέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ’ ὅπως ἐν ἑορ‐ ταῖς, καὶ ἡνίκα ἂν ἅπαντες. Ἀλλ’ οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ’ ἕνα και‐ ρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλά‐
25βοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς
30τῶν χρημάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως,
35ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν
40δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. Διὰ τοῦτό φησι, Δοκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ’ αὐ‐ τὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων
45ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων ἀγαθῶν αἰ‐ τία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ

61

.

233

(50)

παρουσία αὐτοῦ, ἡ τὰ μεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. Διὰ τί δὲ κρῖμα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶμα
55τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, μὴ ἐννοῶν, ὡς χρὴ, τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δί‐ δωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ’ ἀρκεῖ σοι
60τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπε‐ πτωκώς. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ
ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸνColumn end

61

.

234

οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγού‐ μενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ’ ἀπ’ αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον
5ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέ‐ γειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις
10ἠρκέσθη μόνοις, ἀλλ’ ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέ‐ ρωθεν φοβῶν, καὶ ζήτημα πανταχοῦ περιφερόμενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ μακραὶ νόσοι, λέγει
15ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει. βʹ. Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόμενοι λιπαρὸν, οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην;
20Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡμεῖς δὲ, εἰ ἐβου‐ λόμεθα, οὐδ’ ἂν ἐνταῦθα, οὐδ’ ἂν ἐκεῖσε ἐδώκαμεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρι‐ νόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι τὰ ἁμαρτή‐
25ματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ κατα‐ γνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ κατα‐ γνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον
30ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦ‐ φον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσ‐ καιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ
35ἁμαρτημάτων ἀπαλλαγὴ τὸ γινόμενον, καὶ χρηστὴ τῶν μελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν παραμυθούμενος τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. Διό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα.
40Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ κατα‐ δίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ
45σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτα‐ σιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν

61

.

234

(50)

ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόν‐ των, πολλῷ μᾶλλον οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς
55γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσ‐ αγαγεῖν παραίνεσιν, δι’ ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μετα‐ λαμβάνειν. Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν.
60Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι μετάδοτε τοῖς δεομένοις, ἀλλ’ ὃ σεμνότερον ἦν, Ἀλλήλους ἐκδέ‐ χεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίτ‐ τετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραί‐ νεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις
65πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ233

61

.

235

σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δού‐ λους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν,
5Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ’, Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ’ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβε‐
10ρώτερον, λέγων· Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλη‐ σίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλή‐ λους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον
15γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον. Διὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν
20ἄλλων τῶν ἔμπροσθεν εἰρημένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, δια‐ τάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρ‐
25ῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργά‐
30σηται· μεριμνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔμελ‐ λον διορθοῦν τὸ ἡμαρτημένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τι‐ νες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ
35μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέ‐
40γων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε. γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν,
45καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ’ οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ’ ἑαυτοῖς, μήτε ἐφ’ ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρ‐

61

.

235

(50)

θωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ’ ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθή‐ τως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους
55ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι. Ἵνα γὰρ μὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι
60καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν,
65οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ,Column end

61

.

236

ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶ σαλ‐ πίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ
5τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυ‐ άγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ
10τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ’ ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων
15ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ’ ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰ‐ δότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς. Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ
20λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐν‐ αρέτους πάντας, τὸ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ τῆς φύσεως ἑκατέρας μηδ’ ἕνα παραλειφθῆναι, τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ
25ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ’ ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Καὶ τὸ δὴ μεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν
30ταῦτα ἐγίνετο. Διὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰ‐ τίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
35Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀν‐ θρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας, κομῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τού‐
40τοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦ‐ σιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς;
45Ἀλλ’ ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥή‐ ματα ἀνήνεγκεν ἐκεῖνα, λέγων· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστορ‐

61

.

236

(50)

γος, καὶ ἔδει καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπά‐ θειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμιζεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην. Διὰ τοῦτο καὶ τὰ σπλάγχνα δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν,
55καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ καὶ περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων, λέ‐ γων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν
60ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν. Διὰ τοῦτο καὶ αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν
65μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου
τούτου. Διὰ τοῦτο ὥσπερ τι μέγιστον ὅπλον αὐτὴν235

61

.

237

αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι’ αὐτῆς ἐξέβαλον, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι. δʹ. Καὶ θέα τὴν πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν
5ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ’ οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ
10σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρό‐ τερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ
15κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ’ ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ’ ἂν αὕτη τὴν
20συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου δι‐ ψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπι‐ κειμένων λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν
25λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· [εἰ γὰρ δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιμι τοῦτο.] Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοι‐ μιάζεται· ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος
30καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις καὶ πραγμά‐ των οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόη‐ σον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥη‐ μάτων τούτων καὶ τῶν πραγμάτων ὀδυνώντων αὐτόν. Καὶ τὸ δὴ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα
35λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ’ ἵνα σαφέστερον ἴδωμεν τὸ μη‐ χάνημα τὸ τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα
40οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμε‐ νος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν,
45οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα καὶ κωμῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν

61

.

237

(50)

αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀν‐ εφάνη. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνη‐ ται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον· ἀλλ’
55ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ’ αὐτοῖς γὰρ εἶδεν αὐτὸν καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον. Καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ
60τῆς γῆς, δι’ ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία
ἐπέραστα ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντωνColumn end

61

.

238

διατηρεῖν, πολλῷ μᾶλλον τότε. Διὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παι‐ δία, ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, Τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς· οἱ υἱοί σου καὶ
5αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν ἑκατέρας τῆς φύσεως μέμνη‐ ται· Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Ὃ δὲ λέγει,
10τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ’ ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕ‐
15τως αἰνίττεται. Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας περιερχομένη, καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολ‐ λὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συμφοράν· Ἐπὶ τὰς ἑτέρων
20ἔρχομαι θύρας, φησίν. Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν ἐξ οἰκίας
25ἀμείβειν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ’ ἐπήγαγε λέγουσα· Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα
30ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν. Ἀλλ’ εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. εʹ. Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ
35τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραί‐ νεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμ‐ φορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τί‐ θησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προ‐
40τείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν
45εὐθέως ἀποστραφῇ. Διὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα ἄνω καὶ κάτω στρέφει. Σὺ δὲ μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς

61

.

238

(50)

συμφορῶν ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης. Τί οὖν ὁ μακάριος οὗτος, καὶ ἀδάμαντος στεῤ‐ ῥότερος; Βλέψας εἰς αὐτὴν πικρὸν, ἀπὸ τῆς ὄψεως καὶ πρὸ τῆς φωνῆς διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος
55δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ’ ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε, καὶ τῷ βλέμ‐ ματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ γὰρ καὶ ἐν συμφοραῖς σώφρων
60ἦν. Καὶ τί φησιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρό‐ νων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοή‐ του γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Εἶδες
65τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ237

61

.

239

νόσημα; Εἶτα μετὰ τὴν ἐπίπληξιν καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσο‐
5μεν; Ἀναμνήσθητι γὰρ, φησὶ, τῶν προτέρων ἐκεί‐ νων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν. Ἀντὶ
10τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιν‐ νὺς ἀμοιβήν; Οὐδεμίαν· ἀλλ’ ἐξ ἀγαθότητος μόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις. Οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως. Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον ἔχωμεν,
15καὶ τὰ ῥήματα ταῦτα ἐγκολάψωμεν τῇ διανοίᾳ, καὶ
ταῦτα καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦColumn end

61

.

240

τῶν παθημάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζημίαν λέγω τῶν χρημάτων, τὴν ἀφαίρεσιν τῶν παίδων, τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς,
5τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς μετὰ ἀκριβείας τὰ πάθη τοῦ δικαίου, λιμένα κατασκευά‐ σωμεν μέγιστον ἡμῖν· ἵνα πάντα γενναίως καὶ εὐ‐ χαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας
10ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

239

(17)

ΟΜΙΛΙΑ ΚΘʹ. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς
20 τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμε‐ νοι. αʹ. Τοῦτο ἅπαν τὸ χωρίον σφόδρα ἐστὶν ἀσαφές· τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἄγνοιά τε καὶ ἔλλει‐ ψις ποιεῖ τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γι‐
25νομένων. Καὶ τίνος ἕνεκεν οὐ γίνεται νῦν; Ἰδοὺ γὰρ καὶ ἡ αἰτία πάλιν τῆς ἀσαφείας ἕτερον ἡμῖν ζήτημα ἔτεκε. Τί δήποτε γὰρ τότε μὲν ἐγίνετο, νῦν δὲ οὐκ‐ έτι; Ἀλλὰ τοῦτο μὲν εἰς αὖθις ἀναβαλλώμεθα, τέως δὲ τὰ συμβαίνοντα τότε λέγωμεν. Τί οὖν τότε
30συνέβαινεν; Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυ‐ νάμεις ἐπεδείκνυντο. Ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς
35ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως Πνεῦμα ἐλάμβανον, τὸ δὲ Πνεῦμα οὐχ ἑώρων· ἀόρατον γάρ ἐστιν· αἴσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥω‐ μαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐ‐
40θέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ. Διὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων· Ἑκάστῳ δὲ ἡ φα‐ νέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέ‐ ρον· τὰ χαρίσματα φανέρωσιν Πνεύματος ὀνομάζων.
45Ἐπειδὴ γὰρ καὶ οἱ ἀπόστολοι τοῦτο πρῶτον σημεῖον ἔλαβον, καὶ οἱ πιστοὶ τοῦτο ἐλάμβανον τὸ τῶν γλωσ‐ σῶν, καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα πλείω. Καὶ γὰρ καὶ νεκροὺς ἤγειρον πολλοὶ, καὶ δαίμο‐ νας ἤλαυνον, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐθαυματούρ‐

61

.

239

(50)

γουν· καὶ χαρίσματα δὲ εἶχον, οἱ μὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ’ αὐτοῖς χάρισμα.
Καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγένετο, οὐColumn end

61

.

240

(18)

παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. Οἵ τε γὰρ τὰ μείζονα ἔχοντες ἐπ‐
20ῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων· οὗτοι δ’ αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθό‐ νουν. Καὶ τοῦτο προϊὼν δείκνυσιν αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, δια‐ λυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποι‐
25εῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη μὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώμῃ, ἀλλ’ οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ κινεῖ μὲν αὐτὸ, συνεσκια‐ σμένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω· Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ
30μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς, ἀλλήλων μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προ‐ φητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε
35διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅτι δὲ καὶ ἐκεῖνοι εἰς ἀπόνοιαν ἐντεῦ‐ θεν ἐνέπιπτον, ἀρχόμενος ᾐνίξατο τοῦτο, οὕτως εἰ‐ πών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ’
40ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐκεί‐ νοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς δια‐ στάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ μετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πά‐
45θους ἦν ἡ νομή. Καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύ‐ βει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλ‐ ληνικώτερον τῆς πόλεως διακειμένης, καὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε. Διὸ καὶ ἀρχόμενος, πρῶτον τὸ μέσον μαντείας καὶ

61

.

240

(50)

προφητείας τίθησι. Διὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκα‐ θάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν (προφητεία γὰρ οὐκ ἐν τῷ
55καιρῷ, ᾧ λέγεται, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ἐκβάσεως παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον)· καὶ
οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς μὲν ὁ προ‐239

61

.

241

φητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφή‐ τας εἰσάγων ὡς δῆθεν τὰ μέλλοντα προλέγοντας καὶ αὐτούς)· εἶτα ἐπειδὴ τέως ἀνεύθυνα ἦν τὰ λεγόμενα,
5οὔπω τῶν πραγμάτων ἐκβάντων περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο (τὸν γὰρ ψευδόμενον καὶ τὸν ἀληθεύοντα τὸ τέλος ἤλεγχεν)· ἵνα δὴ μηδὲ πρὸ τοῦ τέλους ἀπατῶνται οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς ση‐ μεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖ‐
10νον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν γινομένην. Τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχε‐ ται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευματικῶν
15οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μό‐ νου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. Καὶ μέλλων περὶ αὐ‐ τῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τῆς μαντείας
20τὴν διαφορὰν καὶ τῆς προφητείας τίθησιν, οὕτω λέ‐ γων· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατ‐ εσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαν‐
25τεύετο, ὥσπερ ἀπαγόμενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ μάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑπο‐ μένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ μαινόμενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ
30διανοίας νηφούσης, καὶ σωφρονούσης καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται, φησὶν ἅπαντα. Ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην. Καὶ σκόπει πῶς ἀνύποπτον ποιεῖ τὸν λόγον· αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ
35πράγματος γενομένους. Ὅτι γὰρ οὐ ψεύδομαι, φη‐ σὶν, οὐδὲ ἁπλῶς διασύρω τὰ τῶν ἐθνῶν, ὡς ἐχθρὸς πλάττων, αὐτοὶ ὑμεῖς μοι μαρτυρήσατε· καὶ γὰρ οἴδατε ὅτε Ἕλληνες ἦτε, πῶς ἀπήγεσθε ἑλκόμενοι τότε. Εἰ δέ τις καὶ τούτους ὡς πιστοὺς ὑπόπτους
40εἶναι φαίη, φέρε καὶ ἐκ τῶν ἔξωθεν τοῦτο ὑμῖν ποιή‐ σω φανερόν. Ἄκουσον γοῦν Πλάτωνος λέγοντος οὕ‐ τως· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέγουσι μὲν πολλὰ καὶ καλὰ, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν. Ἄκου‐ σον γοῦν καὶ ἑτέρου ποιητοῦ τὰ αὐτὰ ἐνδεικνυμένου.
45Ἐπειδὴ γὰρ τελεταῖς τισι καὶ μαγγανείαις κατέδησε δαίμονά τις εἰς ἄνθρωπον; καὶ ἐμαντεύετο ἐκεῖνος, καὶ μαντευόμενος ἐῤῥιπτεῖτο καὶ ἐσπαράττετο, καὶ ἐνεγκεῖν τοῦ δαίμονος τὴν ὁρμὴν οὐκ ἠδύνατο, ἀλλ’ ἔμελλε διασπώμενος οὕτως ἀπόλλυσθαι, τοῖς τὰ

61

.

241

(50)

τοιαῦτα μαγγανεύουσί φησι· Λύσατε λοιπὸν, ἄνακτα βροτὸς θεὸν οὐκέτι χωρεῖ·
53καὶ πάλιν, Λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ
56Ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί γε μολοῖμι.
58Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα (καὶ γὰρ ἔστι πολλῷColumn end

61

.

242

πλείονα εἰπεῖν), ἀμφότερα ταῦτα ἡμῖν ἐνδείκνυται, καὶ τὴν ἀνάγκην ᾗ κατεχόμενοι δουλεύουσιν οἱ δαί‐ μονες, καὶ τὴν βίαν ἣν ὑπομένοντες οἱ καθάπαξ ἑαυ‐ τοὺς ἐκδόντες αὐτοῖς, καὶ τῶν κατὰ φύσιν ἐξίστανται
5φρενῶν. Καὶ ἡ Πυθία δέ· ἀναγκάζομαι γὰρ καὶ ἑτέ‐ ραν αὐτῶν ἀσχημοσύνην ἐκπομπεῦσαι νῦν, ἣν καλὸν μὲν ἦν παρελθεῖν διὰ τὸ ἡμῖν ἀπρεπὲς εἶναι τὰ τοι‐ αῦτα λέγειν· ὥστε δὲ σαφέστερον αὐτῶν μαθεῖν τὴν αἰσχύνην, ἀναγκαῖον εἰπεῖν, ἵνα κἀντεῦθεν μάθητε
10τὴν παράνοιαν, καὶ τὸν πολὺν γέλωτα τῶν τοῖς μάν‐ τεσι κεχρημένων· λέγεται τοίνυν αὕτη ἡ Πυθία γυνή τις οὖσα ἐπικαθῆσθαι τῷ τρίποδί ποτε τοῦ Ἀπόλλω‐ νος, διαιροῦσα τὰ σκέλη· εἶθ’ οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς
15διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥή‐ ματα. Οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα
20ἀκούσαντες· ἀλλ’ ἐκεῖνοι καὶ μέγα φρονοῦσι καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην. βʹ. Ταῦτα οὖν καὶ τὰ τοιαῦτα ὁ Παῦλος ἅπαντα ἀνακι‐ νῶν ἔλεγεν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴ‐ δωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Καὶ
25ἐπειδὴ πρὸς εἰδότας διελέγετο, οὐ τίθησι πάντα μετὰ ἀκριβείας, μὴ βουλόμενος αὐτοῖς ἐνοχλεῖν, ἀλλ’ ἀνα‐ μνήσας μόνον καὶ εἰς ἔννοιαν ἁπάντων αὐτοὺς ἀγα‐ γὼν, ἀπαλλάττεται ταχέως, πρὸς τὸ προκείμενον ἐπειγόμενος. Τί δέ ἐστι, Πρὸς τὰ εἴδωλα τὰ ἄφωνα;
30Οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι. Εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἐκείνοις ἐκέχρηντο; τίνος δὲ ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων ὡς αἰχμαλώτους καὶ δεσμίους; Ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος. Ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφω‐
35νος εἶναι, ἐσπούδαζεν τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράφηται. Ἀλλ’ οὐ τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ’ οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς
40αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. Διά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ’ ἐξουσίᾳ ἦσαν τετιμημένοι. Διὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο
45καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγ‐ κης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπει‐ λῶν, οὐ σκοτῶν τὴν διάνοιαν. Δαίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ

61

.

242

(50)

δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέ‐ γων· Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν,
55εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ μὴ φθεγγόμενον τὸ ὄνομα αὐτοῦ, ἢ καὶ ἀναθεματίζοντα, μάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνό‐ ματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευ‐
ματικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν κατηχουμένων241

61

.

243

ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων; Ἀλλ’ οὐ περὶ τού‐
5των ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούμενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίμων ὀνομάζει τὸν Θεόν; οὐχὶ οἱ δαιμονῶντες ἔλε‐ γον, Οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ
10Θεοῦ τοῦ ὑψίστου εἰσίν; Ἀλλὰ μαστιζόμενοι, ἀλλ’ ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμε‐ νοι, οὐδαμοῦ. Ἄξιον δὲ ἐνταῦθα ζητῆσαι, διὰ τί καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ Παῦλος ἐπετίμησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος· καὶ γὰρ καὶ
15ὁ Χριστὸς ἐπετίμησεν· οὐδὲ γὰρ ἐβούλετο παρ’ ἐκεί‐ νων τὴν μαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαί‐ μων ἐποίει τοῦτο; Βουλόμενος συγχεῖν τῶν πραγμά‐ των τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίω‐ μα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγε‐
20γόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ’ ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν’ οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ’ ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ
25λεγόμενα παρ’ αὐτῶν ἀποφράττειν τὰς ἀκοάς. Δήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦ‐ τον παρελθὼν τὸν λόγον, ἀλλ’ ὥστε τὴν ἐντεῦθεν γε‐
30νομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κε‐ κτημένους μὴ ἐπαίρεσθαι. Διὸ καὶ οὕτως ἤρξατο· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦ‐ μα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα
35χάρισμα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυμεῖς; ὅτι οὐκ ἔλαβες ὅσον ἕτερος; ἀλλ’ ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. Διὰ τοῦτο εὐθέως εἶπεν οὕτω· Διαιρέσεις δὲ χαρισμάτων εἰσί. Καὶ οὐκ
40εἶπε, σημείων, οὐδὲ, θαυμάτων, ἀλλὰ, χαρισμάτων, τῷ ὀνόματι τῆς δωρεᾶς πείθων μὴ μόνον μὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ μετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ
45ὁ τὸ πλέον λαβὼν, τὴν ἴσην ἔχεις τιμήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ μὲν ἐχαρίσατο τὸ Πνεῦμα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦμα. Διὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦμα. γʹ. Ὥστε εἰ καὶ ἐν τῇ δόσει διαφορὰ, ἀλλ’ οὐκ ἐν τῷ

61

.

243

(50)

δεδωκότι διαφορά· ἀπὸ γὰρ τῆς αὐτῆς πηγῆς καὶ σὺ κἀκεῖνος ἀρύεσθε. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Λιπαίνων γὰρ τὴν παραμυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι. Καὶ ἑτέρῳ πάλιν ὀνόματι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα
55κἀντεῦθεν παραμυθίαν ἐπινοῶν· διὸ καὶ οὕτως εἶπε, Διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Ὁ μὲν γὰρ χάρισμα ἀκούσας, καὶ ἔλαττον λαβὼν, ἴσως ἂν ἀλγήσῃ· ὁ δὲ διακονίαν, οὐχ ὁμοίως· πόνου γὰρ ἐνδεικτικὸν τὸ πρᾶγμα καὶ ἱδρῶτος. Τί τοίνυν
60ἀλγεῖς, φησὶν, εἰ ἕτερον πλείονα πονῆσαι ἐκέλευσε, σοῦ φεισάμενος; Καὶ διαιρέσεις ἐνεργημάτων εἰ‐ σὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶ‐ σιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύ‐
ματος πρὸς τὸ συμφέρον. Καὶ τί ἐστιν ἐνέργημα;Column end

61

.

244

τί δὲ χάρισμα; φησί· τί δὲ διακονία; Ὀνομάτων δια‐ φοραὶ μόνον, ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει· Τὴν γὰρ διακονίαν σου, φησὶ, πληροφόρησον·
5καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ γράφων φησί· Δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοί· καὶ Γαλάταις πάλιν ἐπιστέλλων ἔλεγεν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν, ἐνήργησε
10κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμίαν διαφορὰν δεί‐ κνυσιν ἐν ταῖς δωρεαῖς Πατρὸς καὶ Πνεύματος ἁγίου; οὐ τὰς ὑποστάσεις συναλείφων, μὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁμοτιμίαν ἐμφαίνων. Ὅπερ γὰρ τὸ Πνεῦ‐ μα χαρίζεται, τοῦτο καὶ τὸν Θεὸν ἐνεργεῖν, τοῦτο
15καὶ τὸν Υἱὸν διατάττειν καὶ παρέχειν φησί. Καίτοι γε εἰ ἔλαττον ἦν τοῦτο ἐκείνου, ἢ ἐκεῖνο τούτου, οὐκ ἂν οὕτως αὐτὸ τέθεικεν, οὐδ’ ἂν ταύτῃ παρεμυθή‐ σατο τὸν ἀλγοῦντα. Μετὰ δὲ ταῦτα καὶ ἑτέρῳ τινὶ τρόπῳ αὐτὸν παρακαλεῖ, τῷ καὶ συμφέρειν αὐτῷ τὸ
20δοθὲν μέτρον, εἰ καὶ ἔλαττον εἴη. Εἰπὼν γὰρ, ὅτι Τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Κύριος, καὶ ὁ αὐτὸς Θεὸς, καὶ ταύτῃ αὐτὸν ἀνακτησάμενος, ἐπάγει πάλιν ἑτέραν παράκλησιν, οὕτω λέγων, Ἑκάστῳ δὲ ἡ φα‐ νέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέ‐
25ρον. Ἵνα γὰρ μὴ λέγῃ τις, Τί γὰρ, εἰ καὶ ὁ αὐτὸς Κύριος, καὶ τὸ αὐτὸ Πνεῦμα, καὶ ὁ αὐτὸς Θεός; ἀλλ’ ἐγὼ ἔλαττον ἔλαβον· φησὶν, ὅτι οὕτω συνέφερε. Φανέρωσιν δὲ Πνεύματος τὰ σημεῖα καλεῖ, εἰ‐ κότως. Ἐμοὶ μὲν γὰρ τῷ πιστῷ δῆλος ὁ Πνεῦμα
30ἔχων ἀπὸ τοῦ βαπτισθῆναι· τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ’ ἢ ἀπὸ τῶν σημείων· ὥστε κἀντεῦθεν πάλιν οὐ μικρὰ παραμυθία. Εἰ γὰρ καὶ τὰ χαρίσματα διάφορα, ἀλλ’ ἡ ἔνδειξις μία· κἂν γὰρ πολὺ ἔχῃς, κἂν ὀλίγον, ὁμοίως εἶ δῆλος. Ὥστε
35εἰ τοῦτο σπουδάζεις ἐπιδείξασθαι, ὅτι Πνεῦμα ἔχεις, ἀρκοῦσαν ἔχεις τὴν ἀπόδειξιν. Ὅταν οὖν καὶ εἷς ὁ δεδωκὼς ᾖ καὶ χάρισμα τὸ δοθὲν, καὶ ἡ φανέρωσις κἀντεῦθεν γίνηται, καὶ τοῦτο μᾶλλόν σοι συμφέρῃ, μὴ ἄλγει ὡς καταφρονηθείς. Οὐ γὰρ ἀτιμάζων σε ὁ
40Θεὸς, οὐδὲ καταδεέστερον ἑτέρου ἀποφαίνων ἐποίη‐ σεν, ἀλλὰ φειδόμενός σου, καὶ τὸ λυσιτελές σοι σκο‐ πῶν. Τὸ γὰρ μεῖζον λαβεῖν τὸν οὐ δυνάμενον ἐνεγ‐ κεῖν, τοῦτο καὶ ἀσύμφορον καὶ βλάβην ἔχον καὶ ἀθυ‐ μίας ἄξιον. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται
45λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι. Ὁρᾷς πῶς πανταχοῦ ταύτην ποιεῖ‐ ται τὴν προσθήκην, Ἐν τῷ αὐτῷ Πνεύματι, λέγων,

61

.

244

(50)

καὶ, Κατὰ τὸ αὐτὸ Πνεῦμα; οἶδε γὰρ μεγάλην οὖ‐ σαν τὴν ἐντεῦθεν παράκλησιν. Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρί‐ σεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἐπειδὴ γὰρ ἐν τούτῳ μέγα
55ἐφρόνουν, διὰ τοῦτο αὐτὸ ὕστερον τέθεικε, καὶ ἐπή‐ γαγε· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Τὸ φάρμακον τὸ καθολικὸν τῆς παραμυθίας, τὸ ἐκ τῆς αὐτῆς ῥίζης, ἐκ τῶν αὐτῶν θησαυρῶν, ἐκ τῶν αὐτῶν ναμάτων πάντας λαμβάνειν. Διὸ καὶ συν‐
60εχῶς ἐπαντλῶν τῷ ῥήματι τούτῳ τὴν δοκοῦσαν ἀνω‐ μαλίαν εἶναι, ἐξισοῖ καὶ παραμυθεῖται. Καὶ ἀνωτέρω
μὲν καὶ τὸ Πνεῦμα καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα δεί‐243

61

.

245

κνυσι χορηγοῦντα τὰ χαρίσματα· ἐνταῦθα δὲ τὸ Πνεῦμα εἰπὼν ἠρκέσθη, ἵνα μάθῃς κἀντεῦθεν πάλιν τὴν αὐτὴν ἀξίαν οὖσαν. Τί δέ ἐστι, Λόγος σοφίας; Ὃν εἶχεν ὁ Παῦλος, ὃν εἶχεν Ἰωάννης ὁ υἱὸς τῆς
5βροντῆς. Τί δὲ, Λόγος γνώσεως; Ὃν εἶχον οἱ πολλοὶ τῶν πιστῶν, γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως οὐ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. Ἑτέρῳ δὲ πίστις· πίστιν οὐ ταύτην λέγων τὴν τῶν δογμάτων, ἀλλὰ τὴν τῶν σημείων,
10περὶ ἧς ὁ Χριστός φησιν· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβη‐ θι, καὶ μεταβήσεται. Καὶ οἱ ἀπόστολοι δὲ περὶ αὐ‐ τῆς ἠξίουν λέγοντες, Πρόσθες ἡμῖν πίστιν. Αὕτη γὰρ μήτηρ τῶν σημείων ἐστίν. Ἐνεργήματα δὲ δυ‐
15νάμεων κεκτῆσθαι, καὶ χαρίσματα ἰαμάτων, οὐκ ἔστι ταὐτόν. Ὁ μὲν γὰρ ἔχων χάρισμα ἰαμάτων, ἐθερά‐ πευε μόνον· ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, καὶ ἐτιμωρεῖτο. Δύναμις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι μόνον, ἀλλὰ καὶ τὸ κολάσαι, ὥσπερ ὁ Παῦλος ἐπή‐
20ρωσεν, ὥσπερ ὁ Πέτρος ἀνεῖλεν. Ἄλλῳ δὲ προφη‐ τεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Τί ἐστι, Διακρίσεις πνευμάτων; Τὸ εἰδέναι τίς ὁ πνευματικὸς, καὶ τίς ὁ μὴ πνευματικός· τίς ὁ προ‐ φήτης, καὶ τίς ὁ ἀπατεών· ὃ καὶ Θεσσαλονικεῦσιν
25ἔλεγε, Προφητείας μὴ ἐξουθενεῖτε· πάντα δὲ δο‐ κιμάζοντες, τὸ καλὸν κατέχετε. Καὶ γὰρ πολλὴ τότε τῶν ψευδοπροφητῶν ἦν διαφθορὰ, τοῦ διαβόλου φιλονεικοῦντος παρυποστῆσαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία
30γλωσσῶν. Ὁ μὲν γὰρ ᾔδει τὸ τί ἔλεγεν αὐτὸς, ἑτέρῳ δὲ ἑρμηνεῦσαι οὐκ ἠδύνατο· ὁ δὲ καὶ ἀμφότερα ταῦτα ἐκέκτητο, ἢ τούτων θάτερον. δʹ. Ἐδόκει δὲ τοῦτο χάρισμα μέγα εἶναι, ἐπειδὴ καὶ πρῶτον αὐτὸ ἔλαβον οἱ ἀπόστολοι, καὶ παρὰ Κοριν‐
35θίοις οἱ πλείους τοῦτο ἐκέκτηντο· ὁ δὲ τῆς διδασκα‐ λίας λόγος οὐχ οὕτω. Διὸ ἐκεῖνο μὲν πρῶτον τίθησιν, ὕστερον δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο δι’ ἐκεῖνο, καὶ τὰ ἄλλα πάντα, καὶ προφητεῖαι καὶ ἐνεργήματα δυ‐ νάμεων καὶ γένη γλωσσῶν καὶ ἑρμηνεία γλωσσῶν·
40οὐδὲν γὰρ τούτου ἴσον· διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιού‐ σθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ δι‐ δασκαλίᾳ. Καὶ τῷ Τιμοθέῳ ἐπέστελλε λέγων· Πρόσ‐ εχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ·
45μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος. Ὁρᾷς πῶς καὶ χάρισμα αὐτὸ καλεῖ; Εἶτα ἣν ἀνωτέρω τέθεικε πα‐ ραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐν‐ ταῦθα τίθησι λέγων· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ,

61

.

245

(50)

καθὼς βούλεται. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἐπιστομίζει τὸν ἀντιλέγοντα ἐνταῦθα λέγων, Διαιροῦν ἰδίᾳ ἑκά‐ στῳ, καθὼς βούλεται. Δεῖ γὰρ καὶ ἐπιστύφειν, οὐ‐ χὶ θεραπεύειν μόνον, ὥσπερ καὶ ἐν τῇ πρὸς Ῥω‐
55μαίους ποιεῖ, ὅταν λέγῃ· Σὺ τίς εἶ, ὁ ἀνταποκρι‐ νόμενος τῷ Θεῷ; Οὕτω καὶ ἐνταῦθα, Διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Καὶ ὃ τοῦ Πατρὸς ἦν, τοῦτο καὶ τοῦ Πνεύματος ἔδειξεν ὄν. Ὥσπερ γὰρ περὶ αὐτοῦ φησιν, Ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα
60ἐν πᾶσιν, οὕτω καὶ περὶ τοῦ Πνεύματος· Πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.
Ἀλλ’ ἐνεργούμενον, φησὶν, ὑπὸ τοῦ Θεοῦ. Ἀλλ’ οὐ‐Column end

61

.

246

δαμοῦ τοῦτο εἴρηκεν, ἀλλὰ σὺ τοῦτο πλάττεις. Ὅταν γὰρ λέγῃ, Ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι, περὶ ἀν‐ θρώπων τοῦτο λέγει· οὐ δήπου μετὰ τῶν ἀνθρώ‐ πων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παρα‐
5παίων, κἂν μυριάκις μαινόμενος. Ἐπειδὴ γὰρ εἶπε, Διὰ τοῦ Πνεύματος, ἵνα τὸ διὰ τοῦτο μὴ νομίσῃς ἐλαττώσεως εἶναι μηδὲ τοῦ ἐνεργεῖσθαι, ἐπήγαγεν, ὅτι Ἐνεργεῖ τὸ Πνεῦμα, οὐκ ἐνεργεῖται, καὶ ἐνεργεῖ ὡς βούλεται, οὐ καθὼς κελεύεται. Καθάπερ γὰρ πε‐
10ρὶ τοῦ Πατρὸς ὁ Υἱὸς λέγει, ὅτι Ἐγείρει τοὺς νε‐ κροὺς καὶ ζωοποιεῖ, ὁμοίως καὶ περὶ ἑαυτοῦ, ὅτι Οὓς θέλει ζωοποιεῖ· οὕτω καὶ περὶ τοῦ Πνεύματος, ἀλλαχοῦ μὲν ὅτι μετ’ ἐξουσίας πάντα ποιεῖ, καὶ τὸ κωλύον οὐδέν (τὸ γὰρ, Ὅπου θέλει πνεῖ, εἰ καὶ πε‐
15ρὶ τοῦ ἀνέμου εἴρηται, τούτου ἐστὶ κατασκευαστικόν)· ἐνταῦθα δὲ, ὅτι Πάντα ἐνεργεῖ καθὼς βούλε‐ ται. Καὶ ἑτέρωθεν δὲ ὅτι οὐχὶ τῶν ἐνεργουμένων ἐστὶν, ἀλλὰ τῶν ἐνεργούντων, μάνθανε. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα
20τοῦ ἀνθρώπου; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶ‐ δεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὅτι δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τουτέστιν, ἡ ψυχὴ, οὐ δεῖται ἐνερ‐ γείας, ἵνα εἰδῇ τὰ ἑαυτῆς, παντί που δῆλον· οὐκοῦν οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα εἰδῇ τὰ τοῦ Θεοῦ. Οὕτω
25γάρ φησι· Τὰ τοῦ Θεοῦ οἶδεν ἀπόῤῥητα τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἡ ψυχὴ τοῦ ἀνθρώπου τὰ ἀπόῤῥητα τὰ ἑαυτῆς. Εἰ δὲ εἰς τοῦτο οὐκ ἐνεργεῖται, πολλῷ μᾶλ‐ λον τὸ ἐπιστάμενον τοῦ Θεοῦ τὰ βάθη, καὶ οὐκ ἐνερ‐ γούμενον εἰς τὸ δοῦναι χαρίσματα τοῖς ἀποστόλοις,
30ἐνεργείας οὐκ ἂν ἐδεήθη. Χωρὶς δὲ τούτων κἀκεῖνο, ὅπερ ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα. Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν με‐
35γίστην ἂν ταύτην σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν· ὁ δὲ παρὰ τοῦ δούλου, τότε μᾶλλον ἀλγεῖ, ὅταν τοῦτό τις αὐτῷ προσενέγκῃ· ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ τῆς δουλικῆς, ἀλλὰ τῆς βασιλικῆς οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. Διόπερ καθάπερ παρεμυθήσατο
40αὐτοὺς εἰπὼν, ὅτι Διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων, ὁ δὲ αὐτὸς Θεός· οὕτω καὶ ἀνωτέρω εἰπὼν, Διαιρέ‐ σεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, Πάντα δὲ ταῦτα ἐνεργεῖ
45ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Μὴ τοίνυν ἀλύωμεν, φησὶ, μηδὲ ἀλ‐ γῶμεν λέγοντες, Διὰ τί τὸ ἔλαβον καὶ τὸ οὐκ ἔλαβον; μηδὲ εὐθύνας ἀπαιτῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ οἶδας ὅτι ἀπὸ κηδεμονίας ἐχαρίσατο, ἐννοήσας

61

.

246

(50)

ὅτι ἀπὸ τῆς αὐτῆς κηδεμονίας καὶ τὸ μέτρον ἔδωκε, στέργε καὶ χαῖρε ὑπὲρ ὧν ἔλαβες· καὶ μὴ δυσχέραινε ὑπὲρ ὧν οὐκ εἴληφας, ἀλλὰ καὶ ὁμολόγει χάριν, ὅτι μὴ μείζονα ἔλαβες τῆς δυνάμεως τῆς σῆς. εʹ. Εἰ δὲ ἐν τοῖς πνευματικοῖς οὐ χρὴ περιεργάζεσθαι,
55πολλῷ μᾶλλον ἐν τοῖς σαρκικοῖς, ἀλλ’ ἡσυχάζειν, καὶ μὴ πολυπραγμονεῖν, διὰ τί ὁ δεῖνα πλούσιος, ὁ δεῖνα δὲ πένης. Μάλιστα μὲν γὰρ οὐχ ἕκαστος ἀπὸ Θεοῦ πλουτεῖ, ἀλλὰ πολλοὶ καὶ ἐξ ἀδικίας καὶ ἁρπαγῆς καὶ πλεονεξίας. Ὁ γὰρ κελεύσας μὴ πλουτεῖν, πῶς ἂν
60ἔδωκεν ὅπερ ἐκώλυσε μὴ λαβεῖν; Ἵνα δὲ ἐκ πλείονος
ἐπιστομίσω τῆς περιουσίας τοὺς ὑπὲρ τούτων ἀντι‐245

61

.

247

λέγοντας ἡμῖν, φέρε ἀνωτέρω τὸν λόγον ἀγάγωμεν, ἡνίκα παρὰ τοῦ Θεοῦ ὁ πλοῦτος ἐδίδοτο, καὶ ἀπόκρι‐ ναί μοι· τίνος ἕνεκεν ὁ Ἀβραὰμ ἐπλούτει, ὁ δὲ Ἰα‐ κὼβ καὶ ἄρτου ἐδεῖτο; οὐχὶ δίκαιος καὶ οὗτος ἦν, καὶ
5ἐκεῖνος; οὐχὶ ὁμοίως περὶ τῶν τριῶν φησιν Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; διὰ τί τοί‐ νυν ὁ μὲν ἐπλούτει, ὁ δὲ ἐθήτευε; μᾶλλον δὲ διὰ τί ὁ μὲν Ἡσαῦ ἐπλούτει, ἄδικος ὢν καὶ ἀδελφοκτόνος, οὗτος δὲ ἐν δουλείᾳ ἦν χρόνον τοσοῦτον; διὰ τί πά‐
10λιν ὁ μὲν Ἰσαὰκ μετὰ ἀδείας ἔζησε τὸν ἅπαντα χρό‐ νον, ὁ δὲ Ἰακὼβ ἐν μόχθοις καὶ ταλαιπωρίαις· διὸ καὶ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου. Διὰ τί ὁ μὲν Δαυῒδ προφήτης ὢν καὶ βασιλεὺς, καὶ αὐτὸς τὸν ἅπαντα χρόνον ἐν πόνοις ἔζησεν· ὁ δὲ Σολομὼν ὁ
15υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέ‐ στερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος; τί δήποτε καὶ ἐν τοῖς προφήταις ὁ μὲν μειζόνως, ὁ δὲ ἐλαττόνως ἐθλίβετο; Ὅτι ἑκάστῳ οὕτω συμφέρον ἦν.
20 Διὸ ἑκάστῳ ἀντιλέγειν χρὴ, Τὰ κρίματά σου ἄβυσσος πολλή. Εἰ γὰρ τοὺς μεγάλους ἐκείνους καὶ θαυμαστοὺς οὐχ ὁμοίως ἐγύμναζεν ὁ Θεὸς, ἀλλὰ τὸν μὲν διὰ πενίας, τὸν δὲ διὰ πλούτου, καὶ τὸν μὲν δι’ ἀνέσεως, τὸν δὲ διὰ θλίψεως, πολλῷ μᾶλλον νῦν ταῦ‐
25τα ἐννοεῖν χρή. Μετὰ δὲ τούτου κἀκεῖνο λογίζεσθαι δεῖ, ὅτι πολλὰ τῶν συμβαινόντων οὐ κατὰ τὴν αὐτοῦ γίνεται γνώμην, ἀλλ’ ἀπὸ τῆς ἡμετέρας κακίας. Μὴ τοίνυν λέγε, Διὰ τί ὁ μὲν πλούσιος φαῦλος ὢν, ὁ δὲ πένης δίκαιος ὤν; Μάλιστα μὲν γὰρ καὶ τούτων ἔστι
30δοῦναι λόγον, καὶ εἰπεῖν· Ὅτι οὔτε ὁ δίκαιος ἀπὸ τῆς πενίας ἔχει τι βλάβος, ἀλλὰ καὶ μείζονα προσθήκην εὐδοκιμήσεως, καὶ ὁ κακὸς ἐφόδιον τιμωρίας τὸν πλοῦτον, ἂν μὴ μεταβάληται, κέκτηται· καὶ πρὸ τῆς κολάσεως δὲ πολλάκις κακῶν αἴτιος αὐτῷ γέγονεν ὁ
35πλοῦτος πολλῶν, καὶ εἰς μύρια ἤγαγε βάραθρα. Ὁ δὲ Θεὸς ἀφίησιν, ὁμοῦ τε δεικνὺς τὸ αὐτεξούσιον τῆς προαιρέσεως, ὁμοῦ τε τοὺς ἄλλους παιδεύων μὴ μαί‐ νεσθαι μηδὲ λυττᾷν περὶ τὰ χρήματα. Τί οὖν, ὅταν πονηρός τις ὢν πλουτῇ, καὶ μηδὲν πάσχῃ δεινόν; φη‐
40σίν· ἂν μὲν γὰρ ἀγαθὸς ὢν πλουτῇ, δικαίως· ἂν δὲ πονηρὸς, τί ἐροῦμεν; Ὅτι καὶ ταύτῃ ἐλεεινός· πλοῦ‐ τος γὰρ πονηρίᾳ προσγινόμενος ἐπιτρίβει τὸ πάθος. Ἀλλ’ ἀγαθός ἐστι, καὶ πένεται; Ἀλλ’ οὐδὲν βλάπτε‐ ται. Ἀλλὰ πονηρός ἐστι, καὶ πένεται; Οὐκοῦν δι‐
45καίως καὶ κατ’ ἀξίαν, μᾶλλον δὲ καὶ χρησίμως αὐτῷ. Ἀλλ’ ὁ δεῖνα, φησὶ, παρὰ προγόνων ἐδέξατο πλοῦ‐ τον, καὶ σκορπίζει τοῦτον εἰς πόρνας καὶ παρασί‐ τους, καὶ οὐδὲν πάσχει δεινόν. Τί φῄς; πορνεύει, καὶ λέγεις, Οὐδὲν πάσχει δεινόν; μεθύει, καὶ νομίζεις αὐ‐

61

.

247

(50)

τὸν τρυφᾷν; εἰς οὐδὲν δέον δαπανᾷ, καὶ ζηλωτὸν αὐ‐ τὸν εἶναι φῄς; καὶ τί χεῖρον γένοιτ’ ἂν τούτου τοῦ τὴν ψυχὴν λυμαινομένου; Σὺ δὲ, εἰ μὲν τὸ σῶμα δι‐ έστραπτο καὶ πεπήρωτο, μυρίων ἂν ἔφης ἄξιον αὐ‐ τὸν εἶναι δακρύων, τὴν δὲ ψυχὴν αὐτοῦ πᾶσαν πεπη‐
55ρωμένην ὁρῶν, καὶ μακάριον νομίζεις; Ἀλλ’ οὐκ αἰσθάνεται, φησί. Καὶ δι’ αὐτὸ μὲν οὖν τοῦτο πάλιν ἐλεεινὸς, ὥσπερ οἱ παραπαίοντες. Ὁ μὲν γὰρ εἰδὼς, ὅτι νοσεῖ, καὶ τὸν ἰατρὸν ἐπιζητήσει πάντως, καὶ φαρμάκων ἀνέξεται· ὁ δὲ ἀγνοῶν, οὐδὲ ἀπαλλαγῆναι
60δυνήσεται. Τοῦτον οὖν μακαρίζεις; εἰπέ μοι. Ἀλλ’ οὐδὲν θαυμαστόν· φιλοσοφίας γὰρ οἱ πλείους ἄπειροι.
Διὰ τοῦτο τὴν ἐσχάτην τίνομεν δίκην, κολαζόμενοι,Column end

61

.

248

καὶ οὐδὲ ἀπαλλαττόμενοι τῆς τιμωρίας· διὰ τοῦτο θυμοὶ καὶ ἀθυμίαι καὶ θόρυβοι διηνεκεῖς, ἐπειδὴ βίον ἄλυπον δείξαντος ἡμῖν τοῦ Θεοῦ, τὸν τῆς ἀρετῆς, ἡμεῖς ταύτην ἀφέντες, ἑτέραν τέμνομεν ὁδὸν τὴν
5τοῦ πλούτου καὶ τῶν χρημάτων, τὴν μυρίων γέμου‐ σαν κακῶν· καὶ ταὐτὸν ποιοῦμεν, ὥσπερ ἂν εἴ τις σωμάτων οὐκ εἰδὼς διακρίνειν κάλλος, ἀλλὰ τὸ πᾶν τοῖς ἱματίοις τιθέμενος καὶ τῷ περικειμένῳ κόσμῳ, τὴν μὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτη‐
10μένην ἰδὼν παραδράμοι· τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶμα ἀνάπηρον, καλὰ ἱμάτια ἔχουσαν θεασά‐ μενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν μὲν αἰσχρὰν φύσει προσιέμενοι διὰ τὸν ἔξωθεν αὐτῆς
15κόσμον, τὴν δὲ ὡραίαν καὶ εὔμορφον ἀποστρεφόμενοι διὰ τὸ γυμνὸν αὐτῆς κάλλος, δι’ ὃ μάλιστα αὐτὴν ἑλέσθαι ἐχρῆν. ϛʹ. Διὰ τοῦτο αἰσχύνομαι, ὅτι παρ’ Ἕλλησι μὲν τοῖς ἀνοήτοις εἰσὶν οἱ ταῦτα φιλοσοφοῦντες, εἰ καὶ μὴ
20πράγμασιν, ἀλλὰ τῇ γνώμῃ γοῦν τέως, καὶ εἰδότες τὸ τῶν παρόντων ἐπίκηρον· παρ’ ἡμῖν δὲ ἔνιοι οὐδὲ ταῦτα ἐπίστανται, ἀλλὰ καὶ τὴν κρίσιν αὐτὴν διεφθαρ‐ μένην ἔχουσι, καὶ ταῦτα ἄνω καὶ κάτω τῆς Γραφῆς ἐπᾳδούσης ἡμῖν καὶ λεγούσης· Ἐξουδένωται ἐν‐
25ώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμέ‐ νους τὸν Κύριον δοξάζει. Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλε. Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐ‐ τοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Μὴ παραζήλου ἐν τοῖς πονηρευομένοις· μὴ φοβοῦ
30ὅταν πλουτήσῃ ἄνθρωπος. Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ’ ἑκάστην ἀκούοντες τὴν ἡμέραν, ἔτι τῇ γῇ προσηλώμεθα. Καὶ καθάπερ παιδία ἀμαθῆ συνεχῶς τὰ στοιχεῖα μανθάνοντα, ἐπει‐
35δὰν διεσπαρμένως ἐξετάζηται περὶ τῆς ἐκείνων τά‐ ξεως, ἕτερα ἀνθ’ ἑτέρου λέγοντα πολὺν κινεῖ τὸν γέ‐ λωτα· οὕτω καὶ ὑμεῖς, ὅταν μὲν ἐνταῦθα κατὰ τάξιν αὐτὰ ὑμῖν καταλέξωμεν, ὁπωσδήποτε παρακολου‐ θεῖτε· ὅταν δὲ ἔξω διεσπαρμένως ὑμᾶς ἐρωτήσωμεν,
40ποῖα μὲν πρῶτα, ποῖα δὲ δεύτερα τῶν πραγμάτων τάττειν ἄξιον, καὶ τίνα μετὰ τίνα, οὐκ εἰδότες εἰ‐ πεῖν, καταγέλαστοι γίνεσθε. Ἦ οὐ πολλοῦ γέλωτος, εἰπέ μοι, ἀθανασίαν προσδοκῶντας, καὶ τὰ ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρ‐
45δίαν ἀνθρώπου ἀνέβη, περὶ τῶν ἐνταῦθα μενόντων φιλονεικεῖν, καὶ ζηλωτὰ αὐτὰ εἶναι νομίζειν; Εἰ γὰρ ἔτι ταῦτα χρείαν ἔχεις μανθάνειν, ὅτι οὐδὲν μέγα πλοῦτος, ὅτι σκιὰ τὰ παρόντα καὶ ὄναρ, ὅτι καπνοῦ δίκην διαλύεται καὶ ἀφίπταται· ἔξω τῶν ἀδύτων στῆθι

61

.

248

(50)

τέως, ἐν τοῖς προπυλαίοις μένε· οὔπω γὰρ τῆς εἰσ‐ όδου τῆς πρὸς τὰ ἄνω βασίλεια ἄξιος γέγονας. Εἰ γὰρ τὴν φύσιν αὐτῶν διακρίνειν οὐκ οἶσθα τὴν ἄστατον καὶ διηνεκῶς ῥέουσαν, πότε αὐτῶν ὑπεριδεῖν δυνήσῃ; εἰ δὲ λέγεις εἰδέναι, παῦσαι πολυπραγμονῶν καὶ περι‐
55εργαζόμενος, τί δήποτε ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα πένης. Ταὐτὸν γὰρ ποιεῖς ταῦτα ἐρωτῶν, ὡσανεὶ περιιὼν ἐπυνθάνου, τί δήποτε ὁ δεῖνα λευκὸς καὶ ὁ δεῖνα μέλας, ἢ ὁ δεῖνα γρυπὸς καὶ ὁ δεῖνα σι‐ μός. Ὥσπερ γὰρ οὐδὲν ταῦτα ἡμῖν διαφέρει, ἄν τε
60οὕτως, ἄν τε ἐκείνως ἔχῃ, οὕτως οὐδὲ τὸ πένεσθαι καὶ πλουτεῖν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνα· ἀλλὰ τὸ πᾶν παρὰ τὸν τῆς χρήσεως γίνεται τρόπον. Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν· κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν.
65Τὰ γὰρ διαφέροντα ἡμῖν ταῦτα, τὰ τῆς ἀρετῆς· κἂν247

61

.

249

ταῦτα μὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος. Διὰ τοῦτο καὶ αἱ πυκναὶ αὗται ἐρωτήσεις, ὅτι τὰ μὲν ἀδιάφορα διαφέρειν αὐτοῖς νομίζουσιν, οἱ πολλοὶ, τῶν δὲ διαφε‐ ρόντων οὐδένα ποιοῦνται λόγον. Τὸ γὰρ διαφέρον
5ἡμῖν, ἀρετὴ καὶ φιλοσοφία. Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ μακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισμῶν, διὰ τοῦτο τὰ πολλὰ κύματα, διὰ τοῦτο ἡ ζάλη. Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γί‐
10νονται δοῦλοι καὶ αἰχμάλωτοι. Καὶ πόθεν ταύτης ἐφ‐ ιέμεθα, φησίν; Ἀπὸ τοῦ μὴ σφόδρα ἐκείνης ἐφίεσθαι. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει; Ἀπὸ ῥᾳθυμίας· ἡ δὲ
ῥᾳθυμία πόθεν; Ἀπὸ καταφρονήσεως· ἡ δὲ κατα‐Column end

61

.

250

φρόνησις πόθεν; Ἐξ ἀνοίας καὶ τοῦ τοῖς παροῦσι προστετηκέναι, καὶ μὴ βούλεσθαι τῶν πραγμάτων ἐξετάζειν μετὰ ἀκριβείας τὴν φύσιν. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει πάλιν; Ἐκ τοῦ μήτε Γραφῶν ἀνα‐
5γνώσει προσέχειν, μήτε ἀνδράσι συγγίνεσθαι ἁγίοις, καὶ τοὺς τῶν πονηρῶν συλλόγους διώκειν. Ἵν’ οὖν μὴ ἀεὶ τοῦτο γίνηται, καὶ κύματα ἐκ κυμάτων ἡμᾶς δε‐ χόμενα εἰς τὸ πέλαγος ἀπαγάγῃ τῶν κακῶν καὶ κατα‐ πνίξῃ καὶ ἀπολέσῃ πάντῃ, ἕως ἐστὶ καιρὸς, ἀνενέγκω‐
10μεν, καὶ ἐπὶ τῆς πέτρας στάντες, τῶν τοῦ Θεοῦ δο‐ γμάτων λέγω καὶ λόγων, κατίδωμεν τὸν σάλον τοῦ παρόντος βίου. Οὕτω γὰρ καὶ αὐτοὶ τοῦτον διαφευξό‐ μεθα, καὶ ἑτέρους ναυαγοῦντας ἀνιμησάμενοι, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλαν‐
15θρωπίᾳ, καὶ τὰ ἑξῆς.Column end

61

.

249

(16)

ΟΜΙΛΙΑ Λʹ. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα· οὕτω καὶ ὁ Χριστός.
20 αʹ. Παραμυθησάμενος ἐκ τοῦ εἰπεῖν χάρισμα εἶναι τὸ διδόμενον, ἐκ τοῦ πάντα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος λαμβάνειν, ἐκ τοῦ πρὸς τὸ συμφέρον δί‐ δοσθαι, ἐκ τοῦ διὰ τῶν ἐλαττόνων φανέρωσιν γίνεσθαι, καὶ μετὰ τούτων καὶ ἐπιστομίσας ἐκ τοῦ δεῖν παρα‐
25χωρεῖν τῇ ἐξουσίᾳ τοῦ Πνεύματος· Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, δι‐ αιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· διὸ οὐδὲ περιεργάζεσθαι θέμις· καὶ ἐξ ἑτέρου λοιπὸν αὐτοὺς παραμυθεῖται κοινοῦ παραδείγματος, καὶ ἐπὶ τὴν
30φύσιν αὐτὴν καταφεύγει, ὅπερ ἔθος αὐτῷ ποιεῖν. Καὶ γὰρ ἡνίκα περὶ τῆς κόμης διελέγετο τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, μετὰ τὰ ἄλλα καὶ ἐντεῦ‐ θεν αὐτοὺς ἐπαίδευσε, λέγων· Ἦ οὐδὲ αὐτὴ ἡ φύ‐ σις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία
35αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῆς ἐστι; Καὶ ὅτε περὶ τῶν εἰδωλοθύτων ἔλεγεν, ἀπαγορεύων αὐτῶν ἅπτεσθαι, καὶ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων ἐπεχείρει τῷ λόγῳ, Ὀλυμπικῶν τε ἀγώνων μεμνη‐ μένος, καὶ λέγων, ὅτι Οἱ ἐν σταδίῳ τρέχοντες,
40πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βρα‐ βεῖον· καὶ ἀπὸ ποιμένων καὶ στρατιωτῶν καὶ γεωρ‐ γῶν ταῦτα κατασκευάζων. Διὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι’ οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμα‐
45στὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώ‐ ματος λέγω. Τὸν γὰρ μικρόψυχον καὶ ἠλαττωμένον οὐδὲν οὕτω παραμυθεῖται καὶ πείθει μὴ ἀλγεῖν, ὡς τὸ μαθεῖν ὅτι οὐκ ἠλάττωται. Διόπερ καὶ αὐτὸς

61

.

249

(50)

κατασκευάζων αὐτὸ, οὕτω φησί· Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλά. Εἶδες σύνεσιν ἠκριβωμένην; Τὸ αὐτὸ καὶ ἓν, καὶ πολλὰ δείκνυσι. Διὸ καὶ ἐπάγει, μειζόνως ἐπαγωνιζόμενος τῷ προ‐ κειμένῳ· Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ
55ἑνὸς πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Οὐκ εἶπε, Πολλὰ ὄντα τοῦ ἑνός ἐστι σώματος, ἀλλ’, Αὐτὸ τὸ ἓν σῶμα πολλά ἐστι, κἀκεῖνα τὰ πολλὰ μέλη τοῦτό ἐστι τὸ ἕν. Εἰ τοίνυν ἕν ἐστι τὰ πολλὰ, καὶ τὸ ἓν πολλὰ, ποῦ ἡ
διαφορά; ποῦ τὸ ὑπερέχον; ποῦ τὸ ἔλαττον; ΠάνταColumn end

61

.

250

(17)

γὰρ, φησὶν, ἕν ἐστι, καὶ οὐχ ἁπλῶς ἓν, ἀλλὰ κατὰ τὸ κυριώτερον ἐξεταζόμενα, κατὰ τὸ, σῶμα εἶναι, πάντα εὑρίσκεται ἓν ὄντα. Ὅταν δὲ τὸ κατὰ μέρος,
20τότε ἡ διαφορὰ, καὶ ἡ διαφορὰ ἐν πᾶσιν ὁμοίως. Οὐδὲν γὰρ αὐτῶν καθ’ ἑαυτὸ σῶμα δύναται ποιεῖν. ἀλλ’ ὁμοίως ἕκαστον λείπεται εἰς τὸ ποιεῖν σῶμα, καὶ δεῖ τῆς συνόδου. Ὅταν γὰρ τὰ πολλὰ ἓν γίνη‐ ται, τότε ἐστὶν ἓν σῶμα. Διὸ καὶ αὐτὸ τοῦτο αἰνιττό‐
25μενος, ἔλεγε· Πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα, ἕν ἐστι σῶμα. Καὶ οὐκ εἶπε, Τὰ ὑπερέχοντα καὶ τὰ ἐλάττονα, ἀλλὰ, Πολλὰ ὄντα, ὃ κοινὸν πᾶσίν ἐστιν. Καὶ πῶς δυνατὸν ἓν εἶναι; Ὅταν τὴν διαφορὰν ἐκβαλὼν τῶν μελῶν, τὸ σῶμα ἐξετά‐
30ζῃς. Ὅπερ γάρ ἐστιν ὀφθαλμὸς, τοῦτο καὶ ποῦς, κατὰ τὸ, μέλος εἶναι καὶ σῶμα ποιεῖν· οὐδεμία γὰρ ἐνταῦθα διαφορά. Οὐδ’ ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μὲν τῶν μελῶν ποιεῖ σῶμα καθ’ ἑαυτὸ, τὸ δὲ οὐ ποιεῖ· πάντα γὰρ ἰσάζει ἐν τούτῳ, ἐπειδὴ καὶ πάντα ἕν ἐστι
35σῶμα. Εἰπὼν δὲ τοῦτο, καὶ ἀποδείξας σαφῶς ἀπὸ τῆς κοινῆς ἁπάντων ψήφου, ἐπήγαγεν· Οὕτω καὶ ὁ Χρι‐ στός. Καὶ δέον εἰπεῖν, Οὕτω καὶ ἡ Ἐκκλησία (τοῦτο γὰρ ἀκόλουθον ἦν), τοῦτο μὲν οὐ φησὶν, ἀντ’ ἐκείνης
40δὲ τὸν Χριστὸν τίθησιν, εἰς ὕψος ἀνάγων τὸν λόγον, καὶ μειζόνως τὸν ἀκροατὴν ἐντρέπων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω καὶ τοῦ Χριστοῦ τὸ σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία. Καθάπερ γὰρ καὶ σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω τὴν Ἐκκλη‐
45σίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι. Διὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶμα αὐ‐ τοῦ οὕτως ὀνομάζων. Ὥσπερ οὖν, φησὶν, ἕν τι ἐστὶ τὸ ἡμέτερον σῶμα, εἰ καὶ ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσμέν. Εἰ γὰρ καὶ

61

.

250

(50)

ἐκ πολλῶν αὕτη σύγκειται μελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶμα. Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ’ ἕτερον ἔρχεται κεφάλαιον πνευματι‐
55κὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν. Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι, φησὶ, πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ
60κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεν‐
νῆσαν ἡμᾶς, ἕν ἐστι Πνεῦμα· οὐ γὰρ ἐν ἄλλῳ μὲν249

61

.

251

οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτι‐ σεν, τουτέστιν, ἐφ’ ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διά‐ φορα γένηται σώματα, ἀλλ’ ἵνα πάντες τὴν ἑνὸς
5σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν· τουτέστιν, ἵνα πάντες ἓν σῶμα ὦμεν, εἰς τοῦτο ἐβαπτίσθημεν. βʹ. Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατε‐ σκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώματος ἵνα
10γενώμεθα, ἀλλ’, Ἵνα ἓν σῶμα πάντες· ἀεὶ γὰρ φιλο‐ νεικεῖ τὰς ἐμφαντικωτέρας λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡμεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ
15καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡμῶν Ἕλληνας εἰς ἑνὸς σώματος ἀκρίβειαν ἤγαγε. Διὸ εἰπὼν, Ἡμεῖς πάν‐
20τες, οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύ‐ θεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθη‐ μεν καὶ ἐγενόμεθα ἓν, πολλῷ μᾶλλον μετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴημεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυμεῖν· οὐδὲ
25γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευ‐ θέρους, πῶς μετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισμάτων χορηγίας τῆς ἑνώσεως τὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦμα
30ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέ‐ λος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθο‐ μεν μυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύομεν τραπέζης. Καὶ διὰ τί μὴ εἶπε, Τὸ αὐτὸ σῶμα τρεφόμεθα, καὶ τὸ αὐτὸ αἷμα πίνομεν; Ὅτι Πνεῦμα εἰπὼν, ἀμφότερα
35ἐδήλωσε καὶ τὸ αἷμα καὶ τὴν σάρκα· δι’ ἀμ‐ φοτέρων γὰρ ἓν πνεῦμα ποτιζόμεθα. Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν. Ἐποτίσθημεν δὲ εἶπεν, ἐπειδὴ
40ἡ μεταφορὰ τῆς λέξεως σφόδρα ἁρμόδιος αὐτῷ πρὸς τὴν προκειμένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦμα ἐπίομεν ἅπαντες,
45τῆς αὐτῆς ἀπελαύσαμεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶμα ἅπαντας ἡμᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν· καὶ μίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν,

61

.

251

(50)

Εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ τοσοῦτον διεστῶτας ἥνωσε, καὶ τὰ πολλὰ τότε γίνεται σῶμα, ὅταν γένηται ἕν· τί μοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ
55σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶ διάφορα ἓν ποιῇ· εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα· μᾶλλον δὲ οὐδ’ ἂν ἦν σῶμα. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ ἐπ’ αὐτὰ τὰ μέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ
60ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ γὰρ τὸ μὲν ἠλαττῶσθαι, τὸν δὲ
65ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώματος, τὸ πᾶνColumn end

61

.

252

ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰμὶ σῶμα, ἐπειδὴ ἐλάττων εἰμί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώματός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώματος εἶναι καὶ μὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν μὲν ἐν
5τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τό‐ που ποιεῖ διαφοράν· ἀλλ’ ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπ‐ έχεσθαι· τὸ γὰρ εἶναι ἢ μὴ εἶναι σῶμα, ἐκ τοῦ ἡνῶσθαι ἢ μὴ ἡνῶσθαι γίνεται. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήματα τοῖς μέλεσι περι‐
10τίθησι τοῖς ἡμετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ, οὕτω δὴ καὶ ἐνταῦθα, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει φθεγγό‐ μενα· ἵν’, ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρι‐
15νομένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόμενοι καὶ τῆς κοινῆς ψήφου, μηδὲν λοιπὸν ἀντιλέγειν ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώματος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόμος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος
20δύναμις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα πῶς ἐφύλαξε τὸ ἀπέριττον, οὐκ ἐπὶ πάντων τῶν μελῶν τὸν λόγον γυμνάζων, ἀλλ’ ἐπὶ δύο μόνων, καὶ τούτων τῶν ἄκρων. Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς
25πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλμῷ διαλεγό‐ μενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλμοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαμεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν
30σύγκρισιν. Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλμοὺς καὶ ὦτα, εἰς ἔννοιαν αὐ‐ τοὺς τῆς ἐλαττώσεως καὶ τῆς ὑπεροχῆς ἤγαγεν· ὅρα
35πῶς πάλιν αὐτοὺς παραμυθεῖται, δεικνὺς ὅτι οὕτω συμφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ σῶμα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσαν σῶμα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Ἀλλὰ τοῦτο μὲν
40ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ μόνον σῶμα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ’ οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρη‐ σις; φησίν. γʹ. Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνω‐
45τέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπε‐ στόμισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὕτω καὶ ἐνταῦθα λογισμοὺς θεὶς,

61

.

252

(50)

καθ’ οὓς ἔδειξε συμφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύματος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα,
55Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰ‐ τίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνησόμεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωμεν, ὅτι ὡς ὁ ἀριστο‐ τέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συμφέρον
60ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώματι τούτῳ οὐ περιεργαζόμεθα τὰ μέλη, πολλῷ μᾶλλον ἐν τῇ Ἐκ‐
κλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ251

61

.

253

τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνερ‐ γείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐ‐ τῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε. Καὶ καλῶς
5εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύ‐ μενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο μὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέλημα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον· κἂν ἀνταλ‐
10λάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ’ ἑτέραν ἔλθῃ, κἂν ἐπὶ μείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε· τῆς τε γὰρ οἰκείας ἐκπί‐ πτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νυνὶ δὲ πολλὰ μὲν
15μέλη, ἓν δὲ σῶμα. Ἐπιστομίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ Θεοῦ διατάξεως, πάλιν λογισμοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ’ ἐναλλάττων ποικίλλει τὸν λόγον. Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν
20πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον. Διὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ μὴ θορυ‐ βῶνται· καὶ μετὰ τὸ ἐπιστομίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περι‐
25ουσίαν τῆς νίκης. Ἀφ’ ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι’ αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν μέλος, ποῦ τὸ σῶμα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν·
30Εἰ μὴ ἦν ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα· σῶμα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιμοι. Ὥστε οὖν εἰ πάντες ἰσότιμοι ἦτε, οὐκ ἂν ἦτε σῶμα· οὐκ ὄντες δὲ σῶμα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιμοι; Νῦν
35μέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχον‐ τες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν· διὸ καὶ ἐπήγαγε, Νῦν δὲ πολλὰ μὲν
40μέλη, ἓν δὲ σῶμα. Ταῦτ’ οὖν ἐννοοῦντες καὶ ἡμεῖς πᾶσαν βασκανίαν ἐκβάλωμεν, καὶ μήτε τοῖς μείζονα χαρίσματα ἔχουσι φθονῶμεν, μήτε καταφρονῶμεν τῶν τὰ ἐλάττονα κεκτημένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέ‐ λησε. Μὴ τοίνυν ἀντιτασσώμεθα. Εἰ δὲ ἔτι θορυβῇ,
45ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται ἐκεῖνος πολ‐ λάκις ἀνύειν. Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεον‐ εκτεῖς· κἂν μείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώματι καὶ τὰ μικρὰ οὐ μικρὰ δοκεῖ συντελεῖν, ἀλλὰ καὶ

61

.

253

(50)

τοῖς μεγάλοις λυμαίνεται πολλάκις, ὅταν ἀποστῇ Τί γὰρ τριχῶν εὐτελέστερον ἐν τῷ σώματι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλμὸς οὐκέτι ὁμοίως φανεῖται καλός· καίτοι γε
55περὶ τὸ τυχόν ἐστιν ἡ ζημία, ἀλλ’ ὅμως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐμορφία· οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν. Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν
60ἐν ἡμῖν· καὶ δοκεῖ μὲν διῃρῆσθαι ταῦτα, συμπέ‐Column end

61

.

254

πλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλ‐ μοὶ λάμποντες, καὶ παρειὰ μειδιῶσα, καὶ χεῖλος ἐρυ‐ θρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταμένη· ἀλλ’
5ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάν‐ των ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον μόνον τῆς ῥινὸς συντρίψῃς, πάντων πολλὴν κατέχεας τὴν ἀμορφίαν, καίτοι γε ἑνὸς
10μέλους ἐστὶν ἡ πήρωσις· καὶ ἐπὶ χειρὸς ὁμοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόμενον ὄψει. δʹ. Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συμβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον ἕνα, καὶ τοὺς λοι‐
15ποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁμοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζη‐ μία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, μὴ ἐπαιρώμεθα μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον. Διὰ γὰρ ἐκεῖνο τὸ μικρὸν μέλος καὶ τὸ μέγα ἐστὶ καλὸν καὶ ὡραῖον,
20καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλμὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεμεῖ ὁ τῷ ἀδελφῷ πολεμῶν· οὐ γὰρ μέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ μι‐ κρὰν ὑποστήσεται ζημίαν. Ἵν’ οὖν μὴ τοῦτο γίνηται, ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον φροντίζωμεν, καὶ
25ταύτην τὴν εἰκόνα τοῦ σώματος καὶ νῦν ἐπὶ τὴν Ἐκ‐ κλησίαν μεταγάγωμεν, καὶ προνοῶμεν ἁπάντων ὡς μελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ μέλη πολλὰ καὶ διάφορα· καὶ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν εἰσι παρθένων χοροὶ, εἰσὶ χηρῶν
30σύλλογοι, εἰσὶ τῶν ἐν γάμῳ σώφρονι λαμπόντων φρατρίαι, καὶ πολλοὶ τῆς ἀρετῆς οἱ βαθμοί. Καὶ ἐπὶ τῆς ἐλεημοσύνης πάλιν ὁμοίως· ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ
35τοῦ περισσεύματος ἔδωκαν· ἀλλ’ ὅμως οὗτοι πάντες ἀλλήλους κοσμοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρ‐ θένος ἂν ὑβρίσῃ τὴν ἔγγαμον, οὐ μικρὸν ὑπετέμετο τοῦ μισθοῦ· ὅ τε τὰ πάντα κενώσας, ἂν ὀνειδίσῃ
40τῷ μὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήμονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων εὐτελέστερον; ἀλλ’ ὅμως καὶ οὗτοι χρείαν πληροῦσι μεγίστην ἐν
45Ἐκκλησίᾳ, προσηλωμένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσμον παρέχοντες μέγιστον, καὶ τούτων ἄνευ οὐκ ἂν ἀπαρτισθείη τὸ πλήρωμα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ

61

.

254

(50)

τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγμα σπουδὴν, ὡς καὶ διακόνους αὐταῖς ἐπιστῆσαι ἑπτά. Ὥσπερ γὰρ ἐπι‐ σκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρ‐ θένους καὶ ἐγκρατευομένους ἀριθμῷ, τὰ μέλη τῆς Ἐκκλησίας καταλέγων, οὕτω καὶ χήρας. Οὐδὲ γὰρ
55τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ μὲν γὰρ ὅτε βούλει, παραγέγονας· αὗται δὲ καὶ ἡμέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεημοσύνης ἕνεκεν
μόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν253

61

.

255

κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν· ἀλλ’ ἔχουσί τι καὶ εὐλαβείας οὐ μικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί. Καὶ βλασφη‐ μουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπε‐
5τουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν. Καὶ αἱ μὲν αὐτῶν πεινῶσαι ἐκοιμήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυμοῦ πηγνύμεναι δια‐ τελοῦσι, καὶ ὅμως ἐν εὐχαριστίᾳ καὶ δοξολογίᾳ δι‐ άγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχον‐
10ται μυρία τῷ δεδωκότι· κἂν μηδὲν δῷς, οὐ δυσχεραί‐ νουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφημέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ μὴ βούλωνται, φησὶν, ἀνάγκη φέρειν αὐτάς. Διὰ τί; εἰπέ μοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆμα;
15οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀμελεῖν, κἀκεῖθεν μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πό‐ σοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ μαστροποὶ καὶ προαγωγοὶ
20γινόμενοι, καὶ ἕτερα τοιαῦτα ἄττα διακονούμενοι, καὶ τρέφονται καὶ τρυφῶσιν; Ἀλλ’ οὐχ οὗτοι, ἀλλ’ αἱροῦνται λιμῷ διαφθείρεσθαι μᾶλλον, ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι’ ἡμέρας ὅλης φάρμακόν σοι κατασκευά‐
25ζοντες σωτηρίας. Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτεί‐ νων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημο‐ σύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι χωρὶς ἀλγηδόνος
30καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται ἰατρείαν. Καὶ ἡμῶν τῶν τοῦ λαοῦ προκαθημένων καὶ παραι‐ νούντων ὑμῖν τὰ συμφέροντα οὐκ ἔλαττον ἐκεῖνος δια‐ λέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας καθήμενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως. Καὶ γὰρ ἡμεῖς ταῦτα
35καθ’ ἑκάστην ὑμῖν ἐνηχοῦμεν τὴν ἡμέραν, λέγοντες· Μὴ μέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐμετά‐ πτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς
40ἀῤῥωστίαν μεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν· ῥεύματι σφοδρῷ τὰ ἡμέτερα ἔοικεν οὐδαμοῦ ἵστασθαι βουλομένῳ, ἀλλ’ ἐπειγομένῳ πρὸς τὸ κάταντες. εʹ. Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς
45ὄψεως συμβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν τῶν ἔξω καθημένων νῦν ἤκμασαν ἐν νεότητι, καὶ μεγάλα εἰρ‐ γάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώματος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρ‐

61

.

255

(50)

ήλασαν; Ἀλλὰ μὴ ἀπιστεῖτε, μηδὲ χλευάζετε· καὶ γὰρ μυρίων γέμει τοιούτων ὑποδειγμάτων ὁ βίος. Εἰ γὰρ βασιλεῖς ἐξ εὐτελῶν καὶ ταπεινῶν πολλοὶ πολλά‐ κις ἐγένοντο, τί θαυμαστὸν, καὶ ἐκ μεγάλων καὶ ἐν‐ δόξων ταπεινοὶ καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ
55πολλῷ παραδοξώτερον ἐκεῖνό ἐστι· τοῦτο δὲ τῶν ἀεὶ συμβαινόντων. Ὥστε οὐ χρὴ διαπιστεῖν, εἴ τινες τού‐ των καὶ ἐν τέχναις καὶ ἐν στρατείαις ἤνθησαν καὶ ἐν χρημάτων περιουσίαις, ἀλλὰ καὶ ἐλεεῖν αὐτοὺς μετὰ πολλῆς τῆς συμπαθείας, καὶ ὑπὲρ ἑαυτῶν δεδοικέναι,
60μή ποτε καὶ αὐτοὶ τὰ αὐτὰ πάθωμεν. Καὶ γὰρ καὶ ἡμεῖς ἄνθρωποι, καὶ ὑπὸ τὴν ὀξύῤῥοπον ταύτην κεί‐
μεθα μεταβολήν. Ἀλλ’ ἴσως τῶν ἀγνωμόνων τις καὶColumn end

61

.

256

σκώπτειν εἰωθότων καὶ ἐπισκήψει τοῖς εἰρημένοις, καὶ κωμῳδήσει πάντως ἡμᾶς λέγων· Μέχρι τίνος οὐ παύσῃ πένητας ἀεὶ καὶ πτωχοὺς ἐν τοῖς λόγοις εἰσ‐ άγων, καὶ συμφορὰς ἡμῖν προφητεύων, καὶ πενίαν
5προαναφωνῶν, καὶ πτωχοὺς ποιῆσαι σπουδάζων; Οὐ πτωχοὺς ὑμᾶς σπουδάζων ποιῆσαι, ἄνθρωπε, ταῦτα λέγω, ἀλλὰ τοῦ οὐρανοῦ τὸν πλοῦτον ὑμῖν ἀν‐ οῖξαι σπεύδων. Ἐπεὶ καὶ πρὸς τὸν ὑγιαίνοντα ὁ τῶν ἀῤῥωστούντων μεμνημένος καὶ τὰς ἐκείνων διηγού‐
10μενος ὀδύνας, οὐχ ἵνα ἐπίνοσον ποιήσῃ, λέγει, ἀλλ’ ἵνα ἐπὶ τῆς ὑγιείας διατηρήσῃ, τῷ φόβῳ τῶν ἐκείνοις συμβαινόντων τὴν τούτου ῥᾳθυμίαν ἐκκόπτων. Φοβε‐ ρὸν ὑμῖν ἡ πενία εἶναι δοκεῖ, καὶ φρικτὸν καὶ μέχρι προσηγορίας αὐτῆς. Διὰ γὰρ τοῦτο πένητές ἐσμεν,
15ὅτι πενίαν δεδοίκαμεν, κἂν μύρια ἔχωμεν τάλαντα. Οὐ γὰρ ὁ μηδὲν ἔχων, πένης, ἀλλ’ ὁ πενίαν φρίττων· ἐπεὶ καὶ ἐν ταῖς συμφοραῖς οὐ τοὺς τὰ μεγάλα πά‐ σχοντας κακὰ δακρύομεν καὶ ἀθλίους ἡγούμεθα, ἀλλὰ τοὺς οὐκ εἰδότας αὐτὰ φέρειν, κἂν μικρὰ τύχῃ ὄντα·
20ὡς ὅ γε φέρειν εἰδὼς καὶ ἐπαίνων ἄξιος καὶ στεφά‐ νων. Καὶ ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐν τοῖς ἀγῶσι τίνας ἐπαινοῦμεν; τοὺς πολλὰ τυπτομένους καὶ μὴ ἀλγοῦντας, ἀλλ’ ὑψηλὸν τὸν αὐχένα ἔχοντας, ἢ τοὺς ἀπὸ τῶν πρώτων φεύγοντας πληγῶν; οὐχὶ
25ἐκείνους μὲν καὶ στεφανοῦμεν, ὡς ἀνδρείους καὶ γεν‐ ναίους, τούτους δὲ καὶ γελῶμεν, ὡς ἀνάνδρους καὶ δειλούς; Οὕτω τοίνυν καὶ ἐπὶ τῶν τοῦ βίου πραγμά‐ των ποιῶμεν· τὸν μὲν εὐκόλως ἅπαντα φέροντα στε‐ φανώσωμεν, καθάπερ ἐκεῖνον τὸν γενναῖον παγκρα‐
30τιαστήν· τοῦτον δὲ δακρύσωμεν τὸν δεδοικότα καὶ τρέ‐ μοντα τὰ δεινὰ, καὶ πρὶν ἢ δέξασθαι πληγὴν ἀποτε‐ θνηκότα τῷ δέει. Καὶ γὰρ ἐπὶ τῶν ἀγώνων εἴ τις, πρὶν ἢ χεῖρας ἀντᾶραι, τὸν ἀντίπαλον ἰδὼν τὴν δεξιὰν τείνοντα μόνον ἀποφύγοι, κἂν μὴ δέξηται πληγὴν,
35καταγέλαστος ἔσται, ὡς ἄτονος καὶ μαλακὸς καὶ πόνων ἄπειρος τοιούτων· οἷον καὶ ἐπὶ τούτων συμβαί‐ νει τῶν πενίαν δεδοικότων, καὶ οὐδὲ τὴν προσδοκίαν αὐτῆς ἐνεγκεῖν δυναμένων. Οὐκ ἄρα ἡμεῖς ποιοῦμεν ὑμᾶς ἀθλίους, ἀλλ’ ὑμεῖς ἑαυτούς. Πῶς γὰρ οὐ κατα‐
40παίξεταί σου λοιπὸν ὁ διάβολος, καὶ πρὸ τῆς πληγῆς τὴν ἀπειλὴν ὁρῶν δεδοικότα καὶ τρέμοντα; Μᾶλλον δὲ, ὅταν ἀπειλὴν τοῦτο νομίζῃς, οὐ δεήσεται λοιπὸν οὐδὲ πλῆξαι, ἀλλ’ ἀφεὶς ἔχειν τὸν πλοῦτον, τῇ προσδοκίᾳ τῆς ἀφαιρέσεως κηροῦ παντὸς μαλακώτερόν σε ἐργά‐
45σεται. Καὶ γὰρ πεφύκαμεν, ὡς εἰπεῖν, ἅπερ δεδοίκα‐ μεν, μετὰ τὸ παθεῖν οὐχ οὕτω νομίζειν εἶναι φοβερὰ, ὥσπερ ἔμπροσθεν καὶ πρὸ τῆς πείρας. Ἵν’ οὖν μηδὲ ταύτην κτήσῃ τὴν ἀρετὴν, ἐν ἀκμάζοντί σε κατέχει φόβῳ, πρὸ τῆς πείρας τῷ φόβῳ τῆς πενίας ὥσπερ

61

.

256

(50)

κηρὸν πυρὶ κατατήκων. Καὶ γὰρ κηροῦ παντὸς μα‐ λακώτερος ὁ τοιοῦτος, καὶ αὐτοῦ τοῦ Κάϊν ἀθλιώτε‐ ρον βίον ζών, ὑπὲρ μὲν ὧν πλεονεκτεῖ δεδοικὼς, ὑπὲρ δὲ ὧν οὐκ ἔχει ἀλγῶν· καὶ ὑπὲρ ὧν ἔχει τρέμων πά‐ λιν, ἅτε δραπέτην ἀγνώμονα κατέχων ἔνδον τὸν πλοῦ‐
55τον, καὶ ποικίλοις τισὶ καὶ ἀτόποις πολιορκούμενος πάθεσι. Καὶ γὰρ ἐπιθυμία ἄτοπος καὶ φόβος πολυ‐ ειδὴς καὶ ἀγωνία καὶ τρόμος πανταχόθεν αὐτοὺς χειμάζουσι· καὶ ἐοίκασι πλοίῳ πάντοθεν ἐναντίοις ἀνέμοις ἐλαυνομένῳ, καὶ πολλὰς ὑπομένοντι
60τὰς τρικυμίας. Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπ‐ ελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα; ἐπεὶ καὶ τὸν Κάϊν ἀνεκτότερον ἦν ἀποθανεῖν, ἢ διαπαντὸς τρέ‐
μειν.255

61

.

257

Ἵν’ οὖν μὴ καὶ ἡμεῖς ταῦτα πάσχωμεν, καταγελά‐ σωμεν τῆς τοῦ διαβόλου μηχανῆς, διαῤῥήξωμεν αὐ‐ τοῦ τὰ σχοινία, διακόψωμεν τοῦ χαλεποῦ δόρατος τὴν αἰχμὴν, καὶ πᾶσαν ἔφοδον ἀποτειχίσωμεν. Ἂν γὰρ
5χρημάτων καταγελάσῃς, οὐκ ἔχει ποῦ πλήξαι, οὐκ ἔχει πόθεν ἐπιλάβηται· τὴν γὰρ ῥίζαν ἀνέσπασας τῶν κακῶν· ῥίζης δὲ οὐκ οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωμεν μὲν ἀεὶ, καὶ λέγοντες οὐ παυώμεθα· εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί‐
10ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ μὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ μηδένα γέ‐
νοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας,Column end

61

.

258

ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομέ‐ νους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελ‐ θεῖν τῷ νυμφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβε‐ ρώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεημοσύνης
5δαψιλοῦς ἀπιόντες τότε ἀκούσονται τοῦ νυμφίου λέ‐ γοντος, Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μήποτε ταύτης ἀκούσαιμεν τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πα‐ τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
10ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν καὶ νοῦν ὑπερ‐ βαινόντων ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς
ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.Column end

61

.

257

(15)

ΟΜΙΛΙΑ ΛΑʹ. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν
20ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα‐ ρίσματα· ποιήσας μὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο (τὸ γὰρ λέγειν, ὅτι χάρισμά ἐστι, καὶ οὐ
25κατόρθωμα, τοῦτο ἐμφαίνοντος ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκό‐ νος. Ἀπὸ γὰρ τοῦ σώματος λοιπὸν καὶ τῆς ἐκεῖθεν ἑνότητος ἐπ’ αὐτὴν τῶν μελῶν χωρεῖ τὴν σύγκρισιν· ὃ μάλιστα ἐζήτουν ἐκεῖνοι μαθεῖν· ἐπειδὴ οὐχ οὕτως
30ἱκανὸν ἦν αὐτοὺς παραμυθήσασθαι τὸ πάντας ἓν σῶμα εἶναι, ὡς τὸ μαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν μέγα ἠλαττοῦντο. Καί φησιν· Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν
35οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, ἀλλ’ ἀναγ‐ καῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐμπο‐ δίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωμα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ’ ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ
40ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγμα τὴν φύσιν. Διὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυμνάζει τὸν λόγον, πρῶτον μὲν ἐπὶ χειρὸς καὶ ὀφθαλμοῦ, δεύ‐ τερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸ παρά‐ δειγμα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς
45τιμιώτερον καὶ ἀναγκαιότερον; τοῦτο γὰρ μάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ’ ὅμως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ’ ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡμῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερ‐

61

.

257

(50)

βολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ μέχρι τοῦ ἴσου φι‐ λονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων. Διὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγ‐ καῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ
55σώματος, τούτοις τιμὴν περισσοτέραν περιτί‐ θεμεν· καὶ τἀσχήμονα ἡμῶν εὐσχημοσύνην πε‐ ρισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώματος προσ‐ θήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραμυθούμενος
καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν,Column end

61

.

258

(16)

ὅτι οὐ μόνον χρείαν ἔχει τὰ μείζονα τῶν ἐλαττόνων, ἀλλ’ ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον καὶ τι‐ μῆς ἀπολαύει μείζονος. Καὶ καλῶς εἶπε, Τὰ δο‐
20κοῦντα, καὶ, Ἃ δοκοῦμεν, δεικνὺς ὅτι οὐ τῆς φύ‐ σεως τῶν πραγμάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡμῖν ἄτιμον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμότερον ἐν ἡμῖν εἶναι δοκεῖ; Ἀλλ’ ὅμως πλείονος ἀπολαύει
25τιμῆς· καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίμων ἡ τάξις, ἀλλὰ μᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος οἰκέτης οὐ μόνον οὐκ
30ἀπολαύει πλείονος θεραπείας, ἀλλ’ οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ’ οὐδὲ τῶν αὐτῶν· νυνὶ δὲ πλείονος ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαμένης. Τοῖς μὲν γὰρ ἐν τῇ φύσει
35τὸ μὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡμᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ’ οὐ διὰ τοῦτο ἄτιμα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνεν‐ δεὲς ἔχει, καὶ οὔτε ἱματίων δεῖται, οὔτε ὑποδημάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ’ οὐ διὰ τοῦτο
40ἀτιμότερον αὐτῶν τὸ σῶμα τὸ ἡμέτερον, ἐπειδὴ πάντων δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξε‐ τάσειε, καὶ αὐτῇ τῇ φύσει τίμιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς,
45ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος. Διὸ, ὅταν μὲν ἀσθενῆ λέγῃ καὶ ἄτιμα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προσ‐ τίθησι, Τὰ δοκοῦντα, ἀλλ’ αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ μάλα εἰκότως. Καὶ γὰρ πρὸς

61

.

258

(50)

παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡμῶν διαδοχὴν χρή‐ σιμα. Διὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐ‐ νούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομέ‐ νους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ’ ἀπό‐
55λοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας· οὕτω καὶ τὰ μέλη ταῦτα αἰ‐ σχρὰ εἶναι ἐνόμισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς
60χρωμένους. Ἀλλ’ οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ’ ἀπὸ τῆς
προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα.257

61

.

259

Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλμῶν καὶ πο‐ δῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι
5τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας. βʹ. Εἶτα ἵνα μὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἵνα
10γὰρ μή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος; τῶν μὲν τι‐ μίων καταφρονεῖν, τοῖς δὲ ἀτιμοτέροις προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦμεν, φησὶν, ἀλλ’ ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρη‐
15σίμως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ’ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τι‐ μὴν, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι. Εἰ δὲ συνεκέ‐ ρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι· τὸ γὰρ
20κιρνώμενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίημεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώματα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίμῳ, τῷ ἀσχήμονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύ‐
25σιν. Περισσοτέραν δοὺς τιμήν. Καὶ διὰ τί; Ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι. Ἐπειδὴ γὰρ μυρίας παρα‐ μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα‐ βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιμήν. Εἶτα
30καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συμφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ μειζόνως ἐτίμησε. Τίς δὲ ὁ λό‐ γος; Ἵνα μὴ ᾖ σχίσμα, φησὶν, ἐν τῷ σώματι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς μέλεσιν, ἀλλ’, Ἐν τῷ σώματι. Καὶ γὰρ πολλὴ ἔμελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ
35μὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡμετέρας ἐθερα‐ πεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων, οὐ δυνάμενα φέρειν τὸν σύνδεσμον· ἀπο‐ σχισθέντων δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη. Εἶδες πῶς ἔδειξεν ἀναγκαίως μείζονα τῷ ὑστεροῦντι
40δεδομένην τιμήν; Εἰ γὰρ μὴ τοῦτο γέγονε, κοινὴ πάντων ἂν ἡ λύμη ἐγεγόνει, φησί. Καὶ γὰρ εἰ μὴ πολλῆς ταῦτα παρ’ ὑμῶν ἀπέλαυσε προνοίας, ἐπη‐ ρεάσθη ἂν μὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόμενα δὲ, ἔσχι‐
45σεν ἂν τὸ σῶμα· σχισθέντος δὲ τοῦ σώματος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ μείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων προνοίας ἔχεται ἡ τούτων ἐπι‐ μέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώματι εἶναι ἕν. Διὰ δὴ τοῦτο, ἂν

61

.

259

(50)

μὲν τὸ σῶμα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ’ ἕκαστον ὑγιείας· ἀλλ’ ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφε‐ λος οὐδὲν ἔσται λοιπόν· ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι
55ταχέως. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Τοῦτο μὲν ἐν τῷ σώματι λόγον ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμὴν, ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν ἀνθρώπων μὲν οὖν μάλιστα ἴδοις ἂν τοῦτο συμβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην
60ὥραν, πρῶτοι τὸν μισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιμένα τὰ ἐνενηκονταεννέα κα‐ ταλιπεῖν, καὶ ἐπ’ αὐτὸ δραμεῖν, καὶ εὑρηθὲν ἐβαστά‐ ζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς
65πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύτ‐Column end

61

.

260

τετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινό‐ μενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λα‐ βεῖν πολλῆς ἀπέλαυσε μᾶλλον τῆς προνοίας. Εἰ γὰρ
5τὰ πέντε ἐνεχειρίσθη, μὴ δυνάμενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ’ ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασα‐ μένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ’ ἐλαττόνων πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ
10αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ’ ὅμως οὐδὲν πρὸς αὐτὸν ὁ Δεσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει, Διὰ τί μὴ δύνασαι τὰ πέντε ἐργάσασθαι; δικαίως ἂν εἰπών· ἀλλὰ καὶ αὐτὸν ἐστεφάνωσε. Ταῦτ’ οὖν εἰδό‐
15τες, μὴ ἐπεμβαίνετε τοῖς ἐλάττοσιν οἱ μείζους, ἵνα μὴ πρὸ ἐκείνων ἑαυτοὺς βλάψητε· ἀποσχιζομένων γὰρ αὐτῶν, τὸ πᾶν διαφθείρεται σῶμα. Τί γὰρ ἄλλο ἐστὶ σῶμα, ἢ τὸ πολλὰ εἶναι μέλη; καθὼς καὶ αὐ‐ τός φησιν, ὅτι Τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος,
20ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶμα, φροντί‐ ζωμεν τοῦ τὰ πολλὰ μένειν πολλά· ὡς ἐὰν μὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται. Διὸ καὶ αὐτὸς οὐ τοῦτο μόνον ἀπαιτεῖ, τὸ μὴ ἀποσχί‐ ζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰ‐
25πὼν γοῦν, Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ’ ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπο‐ λαύειν τιμῆς. Οὐ γὰρ ἵνα μὴ ἀποσχίζηται μόνον
30ἀλλήλων, οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἀλλ’ ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁμόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλη‐ σίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, μή μοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώματος, δυνατὸν καὶ
35τὴν διαφορὰν ἰδεῖν· ἀπολλυμένου δὲ, οὐκέτι· ἀπο‐ λεῖται δὲ, ἂν μὴ καὶ τὰ ἐλάττονα μένῃ. γʹ. Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων, ὁμοίως ὀφείλει ταῦτα τῶν μικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτων
40σωτηρίᾳ καὶ τῶν μειζόνων μενόντων. Ὥστε κἂν μυ‐ ριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ’ ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ’ ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται. Διὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων μόνον μεριμνῶσι
45τὰ μέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλ‐ λήλων μεριμνῶσι, τουτέστιν, ὁμοίας καὶ τῆς αὐτῆς τῷ μεγάλῳ καὶ ὁ μικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοί‐ νυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ’ ἐννόη‐ σον ὅτι μέλος ἐστὶν ἐκείνου τοῦ σώματος τοῦ τὸ πᾶν

61

.

260

(50)

συγκρατοῦντος· καὶ ὥσπερ ὁ ὀφθαλμὸς, οὕτω καὶ οὗτος ποιεῖ σῶμα εἶναι τὸ σῶμα. Ἔνθα γὰρ ἂν τὸ σῶμα οἰκοδομῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶμα, τὸ εἶναι τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸ πολλὰ εἶναι καὶ διά‐
55φορα. Ὥσπερ γὰρ σὺ, ἐπειδὴ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶμα οἰκοδομεῖν, ἰσότιμός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ
60ἔστω ἔλαττόν τι καὶ μεῖζον μέλος, μηδὲ τίμιον καὶ ἀτιμότερον, ἀλλ’ ἔστω πάντα ὀφθαλμὸς, ἢ πάντα
κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶμα; Παντί που δῆλον.259

61

.

261

Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συμβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα μένῃ σῶμα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ μένῃς
5μέγας ὤν. Διὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἑρμηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων· Καὶ εἴτε πάσχει ἓν μέ‐ λος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται
10ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Διὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν πρόνοιαν κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη
15καὶ τὴν δόξαν καὶ τὴν ἀθυμίαν εἶναι κοινήν. Τρία τοίνυν ἐνταῦθα ἀπαιτεῖ· τὸ μὴ σχίζεσθαι, ἀλλ’ ἡνῶ‐ σθαι μετὰ ἀκριβείας, τὸ προνοεῖν ὁμοίως ἀλλήλων, τὸ κοινὰ τὰ συμβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω μέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιμὴν τῷ ὑστεροῦντι
20διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι μείζονος τιμῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ’ ἀλλήλων γινομέ‐ νης. Διὰ γὰρ τοῦτο καὶ μείζονος ἐποίησεν ἀπολαῦσαι τιμῆς, φησὶν, ἵνα μὴ ἐλάττονος ἀπολαύῃ προνοίας.
25Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόν‐ των χρηστῶν καὶ λυπηρῶν ἀλλήλοις συνδέδεται τὰ μέλη. Καὶ γὰρ τῇ πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶμα αἰσθάνεται, καὶ μεριμνᾷ, καὶ νῶτος κάμπτεται, καὶ γαστὴρ καὶ μηροὶ συντέλλον‐
30ται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύ‐ πτει, καὶ ὀφθαλμοὶ μετὰ πολλῆς ὁρῶσι τῆς φροντί‐ δος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ μὴ δύνασθαι ἀνελ‐ θεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν καταγαγεῖν τὸ ἴσον
35ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιμῆς, καὶ μάλιστα ὅταν μὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ’ ὀφειλῇ. Ὥστε εἰ τῷ τιμιωτέρα εἶναι πλεονεκτεῖ, τῷ καὶ τοιαύτη οὖσα τῷ ἐλάττονι τὴν τιμὴν ὀφείλειν καὶ τὴν κηδεμονίαν, καὶ τῷ ὁμοίως ὡσαύτως συναλγεῖν
40ἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστε‐ ρον; τί δὲ κεφαλῆς τιμιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ’ ἑαυτῆς συγ‐ κινεῖ. Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε
45χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθό‐ των· καίτοι τὸ πάθος τῶν ὀφθαλμῶν ἐστι. Τί τήκεις τὴν γαστέρα; τί κατέχεις τοὺς πόδας; τί δεσμεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶμα. Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ’ ἂν ἠνέσχε‐

61

.

261

(50)

το κοινωνεῖν τῆς προνοίας. Διόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἐπήγα‐ γεν· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ
55κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόμα, καὶ γελῶσιν ὀφθαλμοὶ καὶ εὐφραίνονται· καί‐ τοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν, ἀλλὰ τῆς γλώτ‐
της ἡ εὐδοκίμησις. Πάλιν ὀφθαλμῶν καλῶν φαινομέ‐Column end

61

.

262

νων, ἡ πᾶσα γυνὴ καλλωπίζεται· ὥσπερ οὖν καὶ οὗ‐ τοι, καὶ ῥινὸς εὐθείας καὶ αὐχένος ὀρθοῦ καὶ ἑτέρων μελῶν ἐγκωμιαζομένων, γεγήθασι καὶ φαιδροὶ γίνον‐ ται, καὶ δακρύουσι πάλιν μετὰ πολλῆς τῆς δαψιλείας
5ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συμφοραῖς, κἂν ἀσι‐ νεῖς αὐτοὶ διαμένωσι. δʹ. Ταῦτ’ οὖν ἅπαντες ἐννοήσαντες, μιμησώ‐ μεθα τὴν ἀγάπην τῶν μελῶν τούτων, μηδὲ τἀναντία ποιῶμεν, ἐπεμβαίνοντες τοῖς τοῦ πλησίον κακοῖς, καὶ
10φθονοῦντες τοῖς τοῦ πλησίον ἀγαθοῖς· μαινομένων γὰρ τοῦτο καὶ ἐξεστηκότων. Καὶ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐξ‐ ορύττων, παραφροσύνης μέγιστον δεῖγμα ἐξήνεγκε· καὶ ὁ τὴν χεῖρα κατεσθίων, λαμπρᾶς μανίας παρέχε‐ ται ἔλεγχον. Εἰ δὲ ἐπὶ τῶν μελῶν τοῦτο καὶ ἐπὶ τῶν
15ἀδελφῶν ὁμοίως γινόμενον παραφροσύνης περιτίθησι δόξαν, καὶ βλάβην οὐ τὴν τυχοῦσαν ἐπάγει. Ἕως μὲν γὰρ ἂν ἐκεῖνος λάμπῃ, καὶ ἡ σὴ εὐμορφία φαίνεται καὶ ὅλον καλλωπίζεται τὸ σῶμα· οὐδὲ γὰρ εἰς ἑαυτὸν μόνον τὸ κάλλος περιίστησιν, ἀλλὰ καὶ σοὶ δίδωσι σε‐
20μνύνεσθαι· ἂν δὲ κατασβέσῃς αὐτὸν, ὅλῳ τῷ σώματι κοινὸν τὸ σκότος εἰργάσω, καὶ πᾶσι τοῖς μέλεσι τὴν συμφορὰν ἐπήγαγες· ὥσπερ οὖν ἐὰν διατηρῇς λάμ‐ ποντα, ὁλοκλήρῳ τῷ σώματι τὴν ὥραν διατηρεῖς. Οὐ‐ δεὶς γάρ φησιν, ὅτι Καλὸς ὁ ὀφθαλμὸς, ἀλλὰ τί; Κα‐
25λὴ ἡ δεῖνα· ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, μετὰ τὸ κοι‐ νὸν ἐγκώμιον ἐπαινεῖται. Οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαίνει· ἂν γὰρ ὦσί τινες οἱ εὐδοκιμοῦντες, τὸ κοινὸν καρποῦται τὴν εὐφημίαν. Οἱ γὰρ ἐχθροὶ οὐ δι‐ αιροῦσι τὰ ἐγκώμια, ἀλλὰ συνάπτουσι. Κἂν ᾖ τις ἐν
30τῷ λέγειν λάμπων, οὐκ αὐτὸν ἐγκωμιάζουσι μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν ἅπασαν. Οὐδὲ γάρ φασιν ὅτι θαυμαστὸς ὁ δεῖνα μόνον, ἀλλὰ τί; θαυμαστὸν ἔχουσι διδάσκαλον οἱ Χριστιανοί· καὶ κοινὸν τὸ κτῆμα ποιοῦσιν. Εἶτα Ἕλληνες μὲν συνάπτουσι,
35σὺ δὲ διαιρεῖς, καὶ πολεμεῖς τῷ σαυτοῦ σώματι καὶ κατὰ τῶν οἰκείων ἵστασαι μελῶν; Οὐκ οἶσθα, ὅτι τοῦτο πάντα ἀνατρέπει; καὶ γὰρ καὶ Βασι‐ λεία, φησὶν, ἐφ’ ἑαυτὴν μερισθεῖσα οὐ σταθήσε‐ ται.
40 Οὐδὲν δὲ οὕτω μερίζει καὶ διίστησιν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥί‐ ζης κατά τι χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε
45ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, οὐχ ὅταν αὐτὸς λάβῃ· εὐεργεσίαν γὰρ οἰκείαν νομίζει τὴν ἑτέρων κακο‐ πραγίαν, οὐ τὴν οἰκείαν εὐημερίαν, κοινός τις ἐχθρὸς τῆς τῶν ἀνθρώπων περιερχόμενος φύσεως, καὶ τὰ τοῦ Χριστοῦ μέλη τύπτων, οὗ τί γένοιτ’ ἂν μανικώ‐

61

.

262

(50)

τερον; Ὁ δαίμων φθονεῖ μὲν, ἀλλ’ ἀνθρώποις, δαί‐ μονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς, καὶ πρὸς τὸ ὁμόφυλον ἵστασαι καὶ ὁμογενὲς, ὅπερ οὐδὲ ὁ δαίμων ποιεῖ. Καὶ ποίας τεύξῃ συγγνώ‐ μης, ποίας δὲ ἀπολογίας, ὅταν ἴδῃς ἀδελφὸν εὐημε‐
55ροῦντα τρέμων καὶ ὠχριῶν, στεφανοῦσθαι δέον καὶ χαίρειν καὶ ἀγάλλεσθαι; Εἰ δὲ καὶ ζηλοῦν ἐθέλεις, οὐ κωλύω· ζήλωσον, ἀλλ’ ἵνα κατ’ ἐκεῖνον γένῃ τὸν εὐ‐
δοκιμοῦντα· μὴ ἵνα αὐτὸν καταβιβάσῃς, ἀλλ’ ἵνα πρὸς261

61

.

263

τὴν αὐτὴν φθάσῃς κορυφὴν, ἵνα τὴν αὐτὴν ἀρετὴν ἐπιδείξῃ. Τοῦτο ζῆλος καλὸς, τὸ μιμεῖσθαι καὶ μὴ πο‐ λεμεῖν, τὸ μὴ ἀλγεῖν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς, ἀλλὰ δάκνεσθαι ἐπὶ τοῖς οἰκείοις κακοῖς· οὗ τὸ ἐναντίον ὁ
5φθόνος ποιεῖ· τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς. Καὶ γὰρ ὁ πένης οὐχ οὕτω τῇ οἰκείᾳ δάκνεται πενίᾳ, ὡς τῇ τοῦ πλη‐ σίον εὐπορίᾳ, οὗ τί γένοιτ’ ἂν χαλεπώτερον; Οὗτος γὰρ κατὰ τοῦτο, ὅπερ ἔφθην εἰπὼν, καὶ τοῦ πλεον‐
10έκτου χείρων· ὁ μὲν γὰρ ὅταν αὐτός τι λάβῃ, χαί‐ ρει· ὁ δὲ, ὅταν ἕτερος μὴ λάβῃ, τότε εὐφραίνεται. Διὸ παρακαλῶ τὴν πονηρὰν ταύτην ἀφέντας ὁδὸν, καὶ μεταβαλόντας πρὸς ζῆλον καλὸν (καὶ γάρ ἐστι σφοδρὸν καὶ πυρὸς παντὸς θερμότερον ὁ ζῆλος ὁ
15τοιοῦτος), μεγάλα ἐντεῦθεν καρπώσασθαι ἀγαθά. Οὕτω καὶ Παῦλος τοὺς ἀπὸ τῶν Ἰουδαίων ἐπὶ τὴν πίστιν ἐχειραγώγει, λέγων· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὁ γὰρ οὕτω ζηλῶν, ὡς ἐκεῖνος ἐβούλετο, οὐ τήκεται
20ὅταν τὸν ἕτερον εὐδοκιμοῦντα ἴδῃ, ἀλλ’ ὅταν ἑαυτὸν ἀπολιμπανόμενον. Ὁ δὲ φθονερὸς οὐχ οὕτως, ἀλλ’ ὅταν ἕτερον εὖ πράττοντα ἴδῃ· καὶ καθάπερ κηφήν τίς ἐστι τοῖς ἀλλοτρίοις λυμαινόμενος πόνοις, καὶ αὐτὸς μὲν οὐδέποτε ἀναστῆναι σπουδάζων, δακρύων δὲ ὅταν
25ἕτερον ἀναστάντα ἴδῃ, καὶ πάντα ποιῶν ὥστε αὐτὸν καταβαλεῖν. Τίνι οὖν ἄν τις τοῦτο παραβάλοι τὸ πά‐ θος; Ὅμοιον εἶναί μοι δοκεῖ τοῦτο, οἷον ἂν εἰ νωθὴς ὄνος καὶ πολυσαρκίᾳ βεβαρημένος ἵππῳ πτηνῷ συν‐ εζευγμένος, μήτε αὐτὸς διανίστασθαι βούλοιτο, καὶ
30ἐκεῖνον τῷ βάρει τῶν σαρκῶν καθέλκειν ἐπιχειροίη. Καὶ γὰρ καὶ οὗτος, ὅπως μὲν αὐτὸς ἀπαλλαγείη τοῦ βαθέος ὕπνου τούτου, οὐδὲν οὔτε ἐννοεῖ, οὔτε σπου‐ δάζει· πάντα δὲ ποιεῖ ὥστε τὸν εἰς τὸν οὐρανὸν ἱπτά‐ μενον ὑποσκελίσαι καὶ καταβαλεῖν, ἀκριβὴς τοῦ
35διαβόλου ζηλωτὴς γινόμενος. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τὸν ἄνθρωπον ἐν παραδείσῳ, οὐκ αὐτὸς ἐσπούδαζε μεταβαλέσθαι, ἀλλ’ ἐκεῖνον ἐκβαλεῖν τοῦ παραδείσου· καὶ πάλιν ἰδὼν αὐτὸν ἐν οὐρανῷ καθήμενον, καὶ τοὺς ἄλλους ἐπειγομένους ἐκεῖ, τῆς αὐτῆς ἔχεται μελέτης,
40τοὺς ἐκεῖ σπεύδοντας ὑποσκελίζων, καὶ πλείονα ἐν‐ τεῦθεν ἑαυτῷ σωρεύων τὴν κάμινον. Καὶ γὰρ ἁπαν‐ ταχοῦ τοῦτο συμβαίνει· ὁ μὲν γὰρ φθονούμενος ἂν νήφῃ, λαμπρότερος γίνεται· ὁ δὲ βασκαίνων πλείονα
ἑαυτῷ συνάγει κακά. Οὕτω καὶ ὁ Ἰωσὴφ ἐγένετοColumn end

61

.

264

λαμπρός· οὕτως Ἀαρὼν ὁ ἱερεύς· ἡ γὰρ τῶν φθο‐ νούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ δὶς ψηφίσασθαι αὐ‐ τὸν τὸν Θεὸν ἐποίησε, καὶ τὴν ῥάβδον βλαστῆσαι παρεσκεύασεν. Οὕτως ὁ Ἰακὼβ τῆς πολλῆς εὐπορίας
5ἀπέλαυσε, καὶ τῶν ἄλλων ἁπάντων. Οὕτως οἱ βα‐ σκαίνοντες μυρίοις ἑαυτοὺς περιέπειραν κακοῖς. Ἅπερ εἰδότες ἅπαντα, φύγωμεν τὸν τοιοῦτον ζῆλον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, φθονεῖς; ὅτι χάριν ἔλαβε πνευματικὴν ὁ ἀδελφός; Καὶ παρὰ τίνος ἔλαβεν;
10εἰπέ μοι· οὐ παρὰ τοῦ Θεοῦ; Οὐκοῦν πρὸς ἐκεῖνον τὴν ἀπέχθειαν ἀναδέχῃ τὸν δεδωκότα τὴν δωρεάν. Εἶδες ποῖ τὸ κακὸν ἕρπει, καὶ οἷον τὸν κολοφῶνα τῶν ἁμαρτημάτων ἐπάγει, καὶ ὅσον ἀνορύττει βάραθρον τιμωρίας; Φεύγωμεν τοίνυν τοῦτο τὸ πάθος, ἀγα‐
15πητοὶ, καὶ μήτε φθονῶμεν, ἀλλὰ καὶ τῶν φθονούντων ὑπερευχώμεθα, καὶ πάντα ποιῶμεν ὥστε αὐτῶν κα‐ τασβέσαι τὸ πάθος. Ἀλλὰ μὴ τὰ τῶν ἀνοήτων πά‐ σχωμεν, οἳ, βουλόμενοι δίκην αὐτοὺς ἀπαιτῆσαι, πάντα ποιοῦσιν ὥστε αὐτῶν ἀνάψαι τὴν φλόγα. Ἀλλὰ
20μὴ ἡμεῖς οὕτως, ἀλλὰ δακρύωμεν αὐτοὺς καὶ θρη‐ νῶμεν. Αὐτοὶ γάρ εἰσιν οἱ ἠδικημένοι, σκώληκα ἔχοντες διηνεκῆ διατρώγοντα αὐτῶν τὴν καρδίαν, καὶ πηγὴν ἰοῦ συνάγοντες πάσης χολῆς πικροτέραν. Παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν καὶ
25ἐκείνοις τὸ πάθος μεταβαλεῖν, καὶ ἡμᾶς μήποτε ἐμ‐ πεσεῖν τῷ νοσήματι. Καὶ γὰρ ἄβατος ὁ οὐρανὸς τῷ ταύτην ἔχοντι τὴν τηκεδόνα· καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ ὁ παρὼν βίος ἀβίωτος. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴω‐
30θεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφρο‐ σύνην λυμαίνεται. Ἵν’ οὖν καὶ ἑαυτοὺς καὶ ἑτέρους τῶν μυρίων ἀπαλλάξωμεν κακῶν, ἀπελάσωμεν τὸν πονηρὸν τοῦτον ἐξ ἡμῶν πυρετὸν, τὸν πάσης τηκε‐
35δόνος χαλεπώτερον· ἵνα πνευματικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωμεν ἀγῶνα, καὶ τῶν μελλόντων ἐπιτύχωμεν στεφάνων· ὧν γένοιτο πάν‐ τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα
40τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

263

(45)

ΟΜΙΛΙΑ ΛΒʹ. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ‐ ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο μὲν γὰρ φύσει δουλεύει, τὰ

61

.

263

(50)

δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προ‐ άγων αὐτὸ τοῖς καθ’ ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν
55σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν. Περὶ γὰρ ἀμφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς
60ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομέ‐Column end

61

.

264

(46)

νους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συν‐ εχόμενα καὶ δυνάμενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ

61

.

264

(50)

ὑμῶν οἰκοδομηθῆναι μέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλη‐ σία, ἀλλ’ ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡ παρ’ ὑμῖν μέρος ἐστὶ τῆς πανταχοῦ κειμένης Ἐκ‐
55κλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνιστα‐ μένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουμέ‐ νην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο
60ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀν‐
τιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ263

61

.

265

γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ
5τὸ καταδεέστερον δεικνύς. Διὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶ‐
10πον, ἐμφαίνων. Δεύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προ‐ φῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος,
15ὃ ἐδόθη σοι διὰ προφητείας. Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ’ ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε
20τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προ‐ αναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται·
25ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται. Διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο
30καὶ μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ μὲν ὅλον ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέν‐ τοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ
35ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρι‐ σμα ἰαμάτων, θεραπεύει μόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων
40καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λό‐ γος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ’ ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προ‐
45φητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν. Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότη‐

61

.

265

(50)

τος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότη‐ τος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν’ ὅταν γένηται, πιστεύσητε
55ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ δι‐ δασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται
60δι’ ἐκεῖνον γίνονται. βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. Διδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας. Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι
65ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ
ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρη‐Column end

61

.

266

κότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸν δὲ τῆς δι‐
5δασκαλίας λόγον τὸν διπλοῦν τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας καὶ εἰς τὸ
10κοινῇ συμφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡμῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις. Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθε‐ νῶν. Τοῦτο οὖν χάρισμα; εἰπέ μοι. Μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι,
15τὸ πράγματα οἰκονομεῖν πνευματικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν ἡμᾶς βουλόμενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους
20ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα. Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισμα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέμει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσημα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάτ‐
25τονα ἐχόντων χαρίσματα· λοιπὸν μετὰ πολλῆς αὐ‐ τοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ μὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν· Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι
30ἐγενόμεθα; ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος· Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Καὶ ἀπὸ
35τοῦ συμφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμ‐ φέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύματος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, ἀλλὰ μὴ ὀφειλήν· Διαιρέσεις γὰρ, φησὶ,
40χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· ἀπὸ τοῦ φανέρωσιν ὁμοίως γίνεσθαι διὰ πάντων τοῦ Πνεύ‐ ματος, Ἑκάστῳ γὰρ ἡ φανέρωσις, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι,
45Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ μέλη ἓν ἕκαστον αὐ‐ τῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα εἶναι καὶ τὰ ἐλάττονα, Τὰ γὰρ δοκοῦντα,

61

.

266

(50)

φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁμοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁμοίως τὸ σῶμα κατασκευάζειν τοῖς μείζοσι, Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ μείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται
55γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν· ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φρον‐ τίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων μερι‐
60μνῶσι πάντα τὰ μέλη· καὶ ἀπὸ τοῦ μίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ
πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ265

61

.

267

μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἀνωτέρω μὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακα‐
5λεῖν, οὔτε ἐπιστομίζειν ἀεὶ χρή. Διὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοι‐ πὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Καὶ οὐχ ἵσταται μέχρι τοῦ πρώτου καὶ
10τοῦ δευτέρου χαρίσματος, ἀλλὰ μέχρις ἐσχάτων πρό‐ εισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν μέ‐ λος, ποῦ τὸ σῶμα; ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν. Ποῖον
15δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁμοίως τοῖς μείζοσι περιμάχητα ἐκ τοῦ μηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσματα ἰαμάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ μεῖζον ἔχων, οὐκ
20ἔχει. Διὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λα‐ λοῦσι; μὴ πάντες διερμηνεύουσιν; Ὥσπερ γὰρ τὰ μεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς μὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς.
25Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόμενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοι‐ χείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς μέλεσι
30τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς. γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν. Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ’
35ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν. Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμ‐ βάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ’ ἐκείνων σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυμίαν τὴν περὶ
40τὰ πνευματικά. Καὶ οὐκ εἶπε, Τὰ μείζονα, ἀλλὰ, Τὰ κρείττονα, τουτέστι, τὰ χρησιμώτερα, τὰ συμ‐ φέροντα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μένετε ἐπιθυ‐ μοῦντες χαρισμάτων, καὶ δείκνυμι ὁδὸν χαρισμάτων ὑμῖν. Οὐδὲ γὰρ εἶπε, Χάρισμα, ἀλλ’ Ὁδὸν, ἵνα
45μειζόνως ἐπάρῃ τοῦτο, ὃ μέλλει λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσματα δείκνυμι ὑμῖν, ἀλλ’ ὁδὸν μίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ μεθ’ ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειμένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσματα τοῖς μὲν

61

.

267

(50)

ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ’ οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι. Διὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν· τὴν ἀγάπην λέγων τὴν πρὸς
55τὸν πλησίον. Εἶτα μέλλων ἐμβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τού‐ του, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγ‐ κρίσει, οὐδὲν ὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ
60εἰπὼν, Ὁδὸν ὑμῖν δείκνυμι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ μὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐμυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγματος τὴν ἰσχὺν, ἀλλ’ ἔτι
πρὸς ταῦτα κεχηνότες. Διόπερ οὐκ εὐθέως αὐτὴνColumn end

61

.

268

ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροα‐ τὴν ἐπάρας, καὶ εἰπὼν, Καθ’ ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ’ αὔξων ἔτι
5καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς· ἐπειδὴ καὶ ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἡ αἰτία τῶν κακῶν ἁπάντων ἦν.
10Ὥστε καὶ κατὰ τοῦτο εἰκότως ἂν μεγάλη φανείη, εἴ γε τὰ μὲν χαρίσματα οὐ μόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωμένους διέστησεν· αὕτη δὲ τοὺς δι’ ἐκείνων διαστάντας δι’ ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν. Ἀλλ’ οὐ λέγει τοῦτο εὐθέως, ἀλλ’ ὃ
15μάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισμα τὸ πρᾶγμά ἐστι, καὶ τῶν χαρισμάτων ἁπάντων ὁδὸς μεθ’ ὑπερβολῆς. Ὥστε εἰ καὶ μὴ διὰ τὸ ὀφείλειν βούλει τὸν ἀδελφὸν ἀγαπᾷν, διὰ τὸ κρείττονος ἐπι‐ λαμβάνεσθαι σημείου καὶ χαρίσματος δαψιλοῦς κα‐
20τάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον ἀπὸ τοῦ θαυμαστοῦ δοκοῦντος εἶναι παρ’ αὐτοῖς καὶ μεγάλου, τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς μέσον τὸ χάρισμα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ,
25ἀλλ’ Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ. Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουμένης ἐθνῶν. Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερ‐ βολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ μείζονα τίθησιν, ἐπ‐ άγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ
30ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισμα ἐπάρας, ποῦ καθ‐ εῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰμι, ἀλλ’ ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν;
35Φωνὴν μὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ μάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ μηδὲν ἀνύειν καὶ παρενοχλεῖν δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολ‐ λοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερημένος τοῖς ἀψύ‐ χοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων
40ἐνταῦθά φησιν, οὐχὶ σῶμα περιτιθεὶς ἀγγέλοις, ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς ἀγγέλοις νόμος πρὸς ἀλλήλους διαλέγεσθαι, ταύτης ἄνευ οὐδέν εἰμι, ἀλλὰ καὶ ἐπαχθὴς καὶ φορτικός. Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει
45πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο‐ νίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταμένην προσ‐ κύνησιν διὰ τοῦ παρ’ ἡμῖν σχήματος αἰνίξασθαι βού‐ λεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ

61

.

268

(50)

σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐ‐ τῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ’ ἡμῖν τρόπῳ αἰνίξα‐ σθαι βουλόμενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ μέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσματα, καὶ πάντα τῇ αὐ‐
55τῆς ἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος ἄνεισιν ἐπὶ τὰ μείζω. Ὅπερ γὰρ, ἡνίκα τὴν τάξιν αὐτῶν ἐνέφηνεν, ὕστερον τέθεικε τὸ τῶν γλωσσῶν, τοῦτο πρῶτον
60ἀριθμεῖ νῦν κατὰ μικρὸν, ὅπερ ἔφην, ἐπὶ τὰ μείζονα ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν μεθ’ ὑπερβολῆς. Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάν‐
65των τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν
ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης267

61

.

269

χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν τίθησι μόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην προφητείαν. Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· μετ’
5ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισμα δʹ. Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα προβαίνει. Καὶ ἵνα μὴ τὸ καθ’ ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν μεθ’ ὑπερβολῆς, οὕτω λέ‐
10γων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς μέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν
15τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ’ αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ μόνον εἰπὼν τὸ χάρισμα, ἀν‐
20εχώρησε. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ‐
25σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μετα‐
30στῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προ‐ κείμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν
35τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ‐ μαι. Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ
40προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ’ Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, Δῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ’
45ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ’ ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώ‐ τερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε

61

.

269

(50)

γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ’ οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς μαρτυρίας τὰς περὶ ἐλεημοσύνης καὶ θανάτου εἰρημένας εἰς μέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ μαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν
55σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόμενος τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ
60Θεοῦ τοῦτο πάντων μέγιστόν ἐστιν. Ἀλλ’ ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶμεν αὐτὴν, καὶ μηδὲ ἁπλῶς θῶμεν, ἀλλ’ ὥστε καὶ ἐμπρησθῆναι (τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι), οὐ μέγα ἔσται κέρδος ἡμῖν τὸν πλη‐
65σίον οὐκ ἀγαπῶσι.Column end

61

.

270

Τὸ μὲν οὖν λέγειν τὰ χαρίσματα οὐδὲν μέγα ὠφε‐ λεῖν ἀγάπης ἀπούσης, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσματα. Πολλοὶ γοῦν χαρίσματα ἐπιδειξάμενοι, ἐπειδὴ φαῦλοι γεγόνασιν,
5ἐκολάσθησαν, ὡς ἐκεῖνοι οἱ τῷ ὀνόματι αὐτοῦ προ‐ φητεύσαντες καὶ δαιμόνια πολλὰ ἐκβαλόντες καὶ δυ‐ νάμεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας ὁ προδότης· ἕτεροι δὲ βίον παρασχόμενοι πιστοὶ καθαρὸν, οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ μὲν οὖν τὰ
10χαρίσματα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωμένον μηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐμφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ μάλιστα ὅταν ὁ Χριστὸς ἀμφοτέροις τούτοις τὰ
15μεγάλα φαίνηται ψηφιζόμενος, τῇ τε ἀκτημοσύνῃ, λέγω, καὶ τοῖς τοῦ μαρτυρίου κινδύνοις. Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην εἰπὼν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ
20τοῖς μαθηταῖς περὶ μαρτυρίου διαλεγόμενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁμολογήσῃ με ἔμ‐ προσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
25Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες τῶν στεφάνων τούτων κα‐ λῶς· λόγος γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγμά ἐστι ψυχῆς, καὶ μεθ’ ὑπερ‐
30βολῆς θαυμαστόν. εʹ. Ἀλλ’ ὅμως τὸ θαυμαστὸν τοῦτο οὐδὲν μέγα ἔφησεν ὠφελεῖν ἀγάπης χωρὶς ὁ Παῦλος, κἂν τὴν ἀκτημο‐ σύνην συνεζευγμένην ἔχῃ. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηκε; Τοῦτο ἤδη δεῖξαι πειράσομαι, πρότερον
35ἐκεῖνο ζητήσας, πῶς ὁ τὰ ὑπάρχοντα ψωμίζων πάντα δύναται μὴ ἔχειν ἀγάπην. Τὸν μὲν γὰρ ἕτοιμον ὄντα καῆναι καὶ τὰ χαρίσματα ἔχοντα ἐγχωρεῖ ἴσως καὶ μὴ ἀγαπῆσαι· ὁ δὲ μὴ μόνον δοὺς τὰ ὑπάρχοντα, ἀλλὰ καὶ ψωμίζων, πῶς οὐκ ἀγαπᾷ; Τί οὖν ἔστιν
40εἰπεῖν; Ἢ ὅτι τὸ οὐκ ὂν ὡς ὂν ὑπέθετο, ὅπερ ἀεὶ φιλεῖ ποιεῖν, ὅταν ὑπερβολὴν παραστῆσαι βουληθῇ· ὡς ὅταν Γαλάταις γράφων λέγῃ· Ἐὰν ἡμεῖς ἢ ἄγ‐ γελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καίτοι οὔτε αὐτὸς,
45οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν· ἀλλ’ ἵνα δείξῃ τὴν ὑπερβολὴν τοῦ πράγματος, καὶ τὸ μηδ’ ὅλως ἐσόμε‐ νον τέθεικε. Καὶ πάλιν ὅταν Ῥωμαίοις ἐπιστέλλῃ καὶ λέγῃ, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνά‐ μεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης

61

.

270

(50)

τοῦ Θεοῦ· οὐδὲ γὰρ τοῦτο ἔμελλον ποιεῖν ἄγγελοι, ἀλλὰ κἀνταῦθα τὸ μὴ ὂν ὑποτίθεται, ὥσπερ οὖν καὶ τὸ ἑξῆς λέγων· Οὔτε κτίσις ἑτέρα. Καίτοιγε ἑτέρα οὐκ ἔστι κτίσις· πᾶσαν γὰρ αὐτὴν περιέλαβε, καὶ τὰ ἄνω καὶ τὰ κάτω πάντα εἰπών· ἀλλ’ ὅμως κἀν‐
55ταῦθα τὸ μὴ ὂν καθ’ ὑπόθεσιν τίθησιν, ὥστε δεῖξαι τὸν μεθ’ ὑπερβολῆς αὐτοῦ πόθον· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Κἂν πάντα τις δῷ, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφελεῖται. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι βούλεται τοὺς παρέχοντας καὶ συγκεκολλῆσθαι
60τοῖς λαμβάνουσι, καὶ μὴ ἁπλῶς διδόναι ἀσυμπαθῶς, ἀλλ’ ἐλεοῦντας καὶ κατακαμπτομένους, ἐπικλωμέ‐ νους καὶ συναλγοῦντας τοῖς δεομένοις. Διὰ τοῦτο γὰρ καὶ ἡ ἐλεημοσύνη παρὰ τοῦ Θεοῦ νενομοθέτηται. Καὶ γὰρ ἠδύνατο τοὺς πένητας διατρέφειν ὁ Θεὸς καὶ
65χωρὶς τούτου, ἀλλ’ ἵνα ἡμᾶς εἰς τὴν ἀγάπην συνδή‐269

61

.

271

σῃ, καὶ ἵνα διαθερμαινώμεθα πρὸς ἀλλήλους, παρ’ ἡμῶν αὐτοὺς ἐκέλευσε τρέφεσθαι. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Κρείσσων λόγος ἀγαθὸς, ἢ δόσις· καὶ, Ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθός. Καὶ αὐτός φη‐
5σιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον δια‐ κεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέ‐ τησεν. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι, πῶς, τοῦ
10Χριστοῦ ἀμφότερα ταῦτα τελειότητος εἶναι φήσαν‐ τος, οὗτος χωρὶς ἀγάπης ἀτελῆ ταῦτα εἶναί φησιν. Οὐκ ἀντιφθεγγόμενος αὐτῷ, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα αὐτῷ συνᾴδων. Καὶ γὰρ ἐπὶ τοῦ πλουσίου οὐχ ἁπλῶς εἶπε. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ
15δὸς πτωχοῖς, ἀλλ’ ἐπήγαγε, Καὶ δεῦρο ἀκολούθει μοι. Ἡ δὲ ἀκολούθησις αὐτοῦ οὐδένα οὕτω μαθητὴν ἀποδείκνυσι τοῦ Χριστοῦ, ὡς τὸ ἀλλήλους ἀγαπᾷν. Ἐν γὰρ τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι μα‐ θηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὅταν
20δὲ λέγῃ, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνε‐ κεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐ‐ ρανοῖς· οὐ τοῦτό φησιν, ὅτι οὐ δι’ ἀγάπην, ἀλλὰ τὸν
25μισθὸν τὸν ἀποκείμενον τοῖς πόνοις τούτοις δηλοῖ· ἐπεὶ ὅτι μετὰ τοῦ μαρτυρίου καὶ τοῦτο ζητεῖ, ἀλλα‐ χοῦ σφόδρα αὐτὸ ᾐνίξατο, οὕτως εἰπών· Τὸ μὲν πο‐ τήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βα‐ πτίζομαι, βαπτισθήσεσθε· τουτέστι, Μαρτυρήσετε,
30σφαγήσεσθε ὑπὲρ ἐμοῦ· τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐχ ὥς τινων καθημένων ἐκ δε‐ ξιῶν καὶ ἐξ εὐωνύμων, ἀλλὰ τὴν ἀνωτάτω λέγων προεδρίαν τε καὶ τιμὴν, οὐκ ἔστιν ἐμὸν δοῦναι, φησὶν, ἀλλ’ οἷς ἡτοίμασται. Εἶτα δεικνὺς τίσιν
35ἡτοίμασται, καλέσας αὐτοὺς, φησίν· Ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ὑμῶν διάκο‐ νος· ταπεινοφροσύνην δηλῶν καὶ ἀγάπην. Ἀγάπην δὲ ἐπιτεταμένην ἀπαιτεῖ. Διὰ δὴ τοῦτο οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ’ ἐπήγαγεν· Ὥσπερ ὁ Υἱὸς τοῦ
40ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακο‐ νῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· δεικνὺς ὅτι οὕτω δεῖ φιλεῖν, ὡς καὶ σφάτ‐ τεσθαι ὑπὲρ τῶν ἀγαπωμένων· τοῦτο γὰρ μάλιστα αὐτόν ἐστι φιλεῖν. Διὸ καὶ τῷ Πέτρῳ φησὶν, Εἰ φι‐
45λεῖς με, ποίμαινε τὰ πρόβατά μου. Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά. Οὔτε

61

.

271

(50)

γὰρ νόμων οὔτε δικαστηρίων ἔδει, οὐ κολάσεων, οὐ τιμωριῶν, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ἅπαντες ἠγάπων καὶ ἠγαπῶντο, οὐδὲν ἂν ἠδίκησεν οὐδεὶς, ἀλλὰ καὶ φόνοι καὶ μάχαι καὶ πόλεμοι καὶ στάσεις καὶ ἁρπαγαὶ καὶ πλεονεξίαι καὶ πάντα ἂν
55ἐκποδὼν ἐγεγόνει τὰ πονηρὰ, καὶ μέχρις ὀνόματος ἂν ἠγνοήθη ἡ κακία. Τὰ μέντοι σημεῖα οὐκ ἂν τοῦτο εἰργάσατο, ἀλλὰ καὶ εἰς κενοδοξίαν ἐπαίρει τοὺς μὴ προσέχοντας καὶ ἀπόνοιαν, ϛʹ. Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης, ὅτι τὰ μὲν
60ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι’ αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ· ἡ δὲ
ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰColumn end

61

.

272

γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ μή μοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁμοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· μᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώμενον καὶ ἕνα φιλοῦντα τίθει, φι‐
5λοῦντα μέντοι, ὡς φιλεῖν ἄξιον. Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους. Ὁ γὰρ τοιοῦ‐ τος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς
10ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλη‐ σίον οὗτος. Τοιοῦτος δὲ ὢν, μετ’ αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ μὲν ἀγάπην
15ἔχων τοιοῦτος· ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νε‐ κροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμε‐ νος. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκρι‐
20βοῦς ἀγάπης σημεῖον ἔφησεν εἶναι, τὸ τὸν πλησίον φιλεῖν. Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, τούτων πλέον, ποίμαινε τὰ πρόβατά μου. Εἶδες πῶς καὶ ἐντεῦθεν πάλιν ᾐνίξατο, ὅτι μαρτυρίου μεῖζον τοῦτο, Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ
25καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τις τὸν μὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ μηδ’ ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πα‐ τρὸς καὶ παιδὸς τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ
30Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων ἁπάντων ἐστὶ φιλοστοργότερος ὁ Θεός. Διὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ μεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε, Δευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁμοία αὐτῆς, Ἀγαπήσεις τὸν πλη‐
35σίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ μὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ μετὰ ἀκρι‐
40βείας τοῦτο ἐφυλάττετο, οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόμενος, οὐ πλούσιος, οὐ πένης, οὐ μικρὸς, οὐ μέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ’ εἰ καὶ ἕτερος τοιοῦτος, μᾶλλον δὲ εἰ καὶ ἑκατὸν, καὶ μυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν
45ἴσχυσαν ἐκείνης οὔσης. Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα· κἂν ἑτέραν ταύτης ἰσχυροτέραν εἴπῃς ὕλην, πάντα ὑπερ‐ βάλλει τῆς ἀγάπης ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος,

61

.

272

(50)

οὐ πενία νικᾷ· μᾶλλον δὲ οὐδ’ ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρ‐ πωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ
55δέος ὑπεμείναμεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη; Αὐτὸ γὰρ καθ’ ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χά‐ ριτι τὴν ψυχὴν, ὃ μάλιστα αὐτῆς ἐστιν ἐξαίρετον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει
60τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βα‐ σκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν· ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα· καὶ καθάπερ μέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται
65ψυχήν. Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαί‐
νει τὴν δουλείαν. Ὁ γὰρ φιλῶν οὐχ οὕτως ἐπιτάττων.271

61

.

273

ὡς ἐπιταττόμενος χαίρει, καίτοι γε τὸ ἐπιτάττειν ἡδύ· ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύ‐ σιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος
5εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ,
10ἀλλὰ φεύγειν ὡς μοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν μικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούμενον ἐγκωμιάζειν, ἡμῖν ἡδύ. Πάλιν ὁ θυμὸς ἔχει τινὰ ἡδονὴν, ἀλλ’ ἐνταῦθα
15οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδα‐ μοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκε‐ τηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη
20αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω
25δυσχεραίνουσιν. Ἀλλ’ ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνη‐ σία. ζʹ. Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δημώδη καὶ ἀγο‐
30ραῖον, καὶ νόσον μᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύ‐ την ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ’ ἥδιον ἂν ἐν
35στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν. Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθ‐ υβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην
40τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ’ ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν,
45καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ’ οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάμαθε. Οὐ γὰρ ἀπώσατο μό‐

61

.

273

(50)

νον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυ‐ ναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φη‐ σὶν, οὐ γινώσκει δι’ ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐν‐ τρέψῃ. Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ’ Ὁ κύριός
55μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖ‐ σαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰ‐
σχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶColumn end

61

.

274

ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶ ἀγνώμων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν
5τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέ‐ γων· Οὐ γινώσκει δι’ ἐμὲ οὐδέν· τουτέστιν, Εὐερ‐ γετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην
10τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί μου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνομα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων·
15Διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ’ ὁ Θεὸς ἐπόψεται. Ἀλλ’ οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ’ ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ
20οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγο‐ ρίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδί‐ δωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτή‐
25ριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀν‐ εῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπι‐ στήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ
30δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέ‐ λους. Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφί‐ λει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ
35οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ’ ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατ‐ έχεε. Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα,
40τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατ‐ εσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ’ ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ κατα‐ λιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν;
45Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦ‐ θεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα δεῖξαι δυνή‐ σομαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξ‐

61

.

274

(50)

εῖπε τὸ δρᾶμα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπί‐ ζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ’ ὥστε μὴ δόξαι πονη‐
55ρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο. Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπ‐ έχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖ‐
νον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυ‐273

61

.

275

ναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγέ‐ νετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;
5 ηʹ. Εἶδες πῶς αὐτὸς μὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφί‐ λει, ἀλλ’ ἐμαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήματα εἴ τις ἐξετάσειεν ἀκριβῶς, μετὰ θυμοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον
10ἐμπαίζειν ἡμῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱμάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενομένη. Ἀλλ’ οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας ἀδελφοὺς τοιοῦτος ἦν, καὶ οὐδὲ περὶ
15ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκ ἔνδον, οὐκ ἔξω; Διὰ τοῦτο ὁ Παῦλος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ταύτην εἶναί φησι, καὶ σημείων καὶ τῶν ἄλλων χαρισμάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν μὲν ἱματίων ὄντων καὶ ὑποδημάτων, δεόμεθα καὶ
20ἑτέρου τινὸς ἐνδείγματος, ὥστε τὸν βασιλέα μα‐ θεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωμεν καὶ τὸ διάδημα, οὐδὲν ἕτερον ἐπιζητοῦμεν τῆς βασιλείας ἰδεῖν ση‐ μεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν
25ἀκριβῆ μαθητὴν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπί‐ στοις. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἴ γε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία
30ποιῶσί τινες σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους, καταγέλαστοι τοῖς ἀπίστοις ἔσονται· ὥσπερ κἂν μη‐ δὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δὲ ἀλλήλους ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν. Ἐπεὶ καὶ Παῦλον διὰ τοῦτο θαυμάζο‐
35μεν, οὐ διὰ τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐδὲ διὰ τοὺς λεπροὺς οὓς ἐκαθάρισεν, ἀλλ’ ἐπειδὴ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Κἂν γὰρ μυρία πρὸς ταῦτα θῇς σημεῖα, οὐδὲν ἴσον ἐρεῖς· ἐπεὶ καὶ αὐτὸς μισθὸν ἀπο‐
40κεῖσθαι μέγαν ἔφησεν αὐτῷ, οὐκ ἐπειδὴ σημεῖα ἐποίει, ἀλλ’ ἐπειδὴ τοῖς ἀσθενοῦσι γέγονεν ὡς ἀσθε‐ νής. Τίς γάρ μού ἐστι, φησὶν, ὁ μισθός; Ἵνα εὐ‐ αγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον.
Καὶ ὅταν τῶν ἀποστόλων ἑαυτὸν προτιθῇ, οὐ λέγει,Column end

61

.

276

Περισσότερα αὐτῶν σημεῖα ἐποίησα· ἀλλὰ, Περισσό‐ τερον αὐτῶν ἐκοπίασα. Καὶ λιμῷ δὲ διὰ τοῦτο ἐβούλετο ἀποθανεῖν διὰ τὴν σωτηρίαν τῶν μαθητῶν· Καλὸν γάρ μοι μᾶλλον, φησὶν, ἀποθανεῖν, ἢ τὸ
5καύχημά μου ἵνα τις κενώσῃ· οὐκ ἐπειδὴ ἐκαυχᾶτο αὐτὸς, ἀλλ’ ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτοῖς. Οὐδαμοῦ γὰρ οἶδε καυχᾶσθαι ἐπὶ τοῖς αὑτοῦ κατορθώμασι, μὴ καλοῦντος καιροῦ, ἀλλὰ κἂν ἀναγκασθῇ, ἄφρονα ἑαυτὸν καλεῖ.
10 Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρε‐ σιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις· ὥσπερ οὖν καὶ ἐνταῦθά φησι, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Ταῦτα καὶ κινδύνων μείζω τὰ ῥήματα· διὸ καὶ ὕστερον αὐτὰ τίθησιν, αὔξων τὸν λόγον. Τίνος οὖν
15ἂν εἴημεν ἄξιοι ἡμεῖς πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες δι’ ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων; Ἀλλ’ οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπ‐ εδίδου, ἵνα οἱ λιθάσαντες αὐτὸν καὶ ῥαπίσαντες, βασι‐
20λείας ἐπιτύχωσιν. Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδί‐ δαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλή‐ ρωσε. Καὶ γὰρ βασιλεὺς τῶν ὅλων τυγχάνων, καὶ τῆς μακαρίας ἐκείνης φύσεως ὢν, ἀνθρώπους, οὓς ἐξ οὐκ
25ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι’ αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ τελώναις, καὶ τοὺς δαιμονῶντας ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο. Καὶ μετὰ ταῦτα πάντα
30λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν. Καὶ οὐδὲ οὕτως ἀπ‐ εστρέφετο, ἀλλὰ καὶ ἄνω ὢν ἐν τῷ σταυρῷ, φησί· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσ‐
35ήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. Ταῦτ’ οὖν ἅπαντα παρ’ ἑαυτοῖς συλλέγοντες τὰ τοῦ Θεοῦ, τὰ τῶν ἀνθρώπων, ζηλώ‐
40σωμεν ταῦτα τὰ κατορθώματα, καὶ τὴν χαρισμάτων ἁπάντων ἀνωτέραν κτησώμεθα ἀγάπην, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
45μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.Column end

61

.

275

(48)

ΟΜΙΛΙΑ ΛΓʹ. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ,

61

.

275

(50)

οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμά‐ των καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύ‐ της ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν
55ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς,
ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ’ ἕκαστον αὐτῶν μετὰColumn end

61

.

276

(49)

πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πρά‐

61

.

276

(50)

γματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. Διὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος
55ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυ‐ ρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι. Καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον, καὶ πύργος τις ἀῤῥα‐ γὴς, πάντα διακρουομένη ῥᾳδίως τὰ λυπηρά. Καὶ
60καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐμπεσὼν ἐκείνην μὲν275

61

.

277

οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς μακρόθυμον ψυχὴν ὅπερ ἂν ἐμπέσῃ τῶν ἀδοκή‐ των, τοῦτο μὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον μακροθυμία·
5κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακρο‐ θυμίας ἐρεῖς. Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ
10καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα· καὶ γὰρ μακρόθυμος διὰ
15τοῦτο λέγεται, ἐπειδὴ μακράν τινα καὶ μεγάλην ἔχει ψυχήν· τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτημένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ μοι τοὺς ἀπεγνωσμένους
20εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ μὴ πάσχοντες κα‐ κῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν μακροθυμίαν τούτου, ἀλλὰ παρ’ ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωμένους τοῦτο συμβαίνει. Μὴ τοίνυν μοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ
25μεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες μὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυμάσαντες, μεγίστην ἐντεῦθεν καρ‐ ποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατ‐
30ορθώματα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τι‐ νές εἰσιν, οἳ τῇ μακροθυμίᾳ οὐκ εἰς τὴν οἰκείαν κέ‐ χρηνται φιλοσοφίαν, ἀλλ’ εἰς τὴν ἄμυναν τῶν παρ‐ οξυνάντων, διαῤῥηγνύντες ἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωμα. Διὸ καὶ ἐπήγαγε, Χρη‐
35στεύεται. Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιομένων ἠθικώτερον αὐτοῖς κέχρην‐ ται, ἀλλ’ ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ μόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θερα‐ πεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦ‐
40μα θεραπεύουσι τοῦ θυμοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ μακρόθυμόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα. Ἀλλ’ αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγα‐
45πῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν μὲν γὰρ αἰ‐ σχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωμα τοῦτο· ὁ δὲ ταύ‐ την εἰδὼς τὴν ἀγάπην, τούτων μάλιστα πάντων ἀπ‐ ήλλακται. Ὅταν γὰρ θυμὸς ἔνδον μὴ ᾖ, καὶ προ‐ πέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ

61

.

277

(50)

τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπ’ αὐτοῖς τούτοις τοῖς κατορθώμασι μέγα φρονοῦν‐ τας, οἷον ὅτι μή ἐστι βάσκανος μηδὲ πονηρὸς μηδὲ
55ὀλιγόψυχος μηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ’ ἡ ἀγάπη μετὰ ἀκρι‐ βείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ μακρόθυμος οὐ πάντως καὶ χρηστός· ἂν δὲ μὴ ᾖ χρηστὸς, πονη‐
60ρία τὸ πρᾶγμα γίνεται, καὶ κινδυνεύει εἰς μνησικα‐ κίαν ἐμπεσεῖν. Διὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρε‐ τήν. Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν,
65οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶColumn end

61

.

278

μακρόθυμος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν. βʹ. Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ’ ὧν ἔχει μόνον, ἀλλὰ καὶ ἀφ’ ὧν οὐκ ἔχει, κοσμεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισ‐
5άγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ μὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ’ ὅτι Ἀπονοεῖται μὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ’ ὅτι Οὐ ζηλοῖ, οὐ περπε‐ ρεύεται, οὐ φυσιοῦται· ὃ δὴ μάλιστά ἐστι θαυμα‐
10στὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέμου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν. Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ’ ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ
15σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχημονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦ‐ ται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώμενον, οὐδὲ ἀσχημο‐ σύνην τὸ πρᾶγμα νομίζει; Οὐκ εἶπε πάλιν, ὅτι
20ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ’ ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης. Εἰ γὰρ οἱ φιλοχρήματοι πάντα ὑπομένοντες τὰ ἐπ‐ ονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ μόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ μᾶλλον
25ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουμένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ μόνον οὐ παραιτήσεται, ἀλλ’ οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ’ ἵνα μὴ ἀπὸ τοῦ πονηροῦ πράγματος τὸ παράδειγμα φέρωμεν, ἐξετάσωμεν ἐπὶ τοῦ Χρι‐
30στοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόμεθα τοῦ λεχθέντος τὴν δύναμιν. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ μόνον οὐκ ἐνόμιζεν ἀσχημονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγμα ἐκάλει·
35καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ’ ἑαυτοῦ πρὸ τῶν ἄλ‐ λων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγό‐ μενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκα‐ λούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ,
40καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί· καὶ ταῦτα ἐν μέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεμίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Διὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συμ‐
45ψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ’ οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι. Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μέ‐ νουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ

61

.

278

(50)

ἀσχημονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγ‐ καλύπτει πάντα τὰ ἁμαρτήματα τῶν ἀγαπωμένων. Οὕτω καὶ τὸν Δαυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούν‐ των γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε
55πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιμαινομένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισμένε καὶ μα‐
λακὲ καὶ μηδὲν ἔχων ἀνδρὸς, ἀλλ’ ἐπ’ αἰσχύνῃ σου277

61

.

279

καὶ τῆς τεκούσης σε μητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλου‐ μένου; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ μὲν βασιλεὺς ἦν τότε, καὶ
5βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ Δαυΐδ. Ἀλλ’ οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Καὶ γὰρ τὸ θαυμαστὸν αὐ‐ τῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόμενον οὐ μόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν πα‐
10ρασκευάζει. Διὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελ‐ θὼν περιεχύθη τῷ Δαυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιμεῖται, ἐφ’ οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ μὴ
15εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑπομένειν ὑπὲρ τῶν φιλουμένων. Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ·
20καὶ τοῦτο πρῴην ὑμῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυ‐ ναικός. Καὶ γὰρ ἐκεῖνος μόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συμφέροντα ζητῶν τῷ φιλουμένῳ· ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥε‐
25βέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουμένου πρὸς αὐτὴν, Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν.
30 γʹ. Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθά‐ περ γὰρ ὁ Παῦλος εἵλετο (ὡς ἂν εἰ μεγάλῳ τις μικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεμα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ
35γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν· ἀλλ’ ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσ‐ χέραινε. Καὶ γὰρ ἐδεδοίκει μὴ προλαβὼν ὁ Ἡσαῦ
40ματαίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν. Διὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ μάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ
45τρανὸν τῆς αἰσθήσεως ἀφῃρημένου, ἀλλὰ τί; Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον σὺ μὴ διαφθεί‐ ρῃς τὸ δρᾶμα, μηδὲ ἀπολέσῃς τὸ θήραμα, μηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθή‐ τευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ μετὰ τῆς

61

.

279

(50)

δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκεί‐ νης; Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχη‐ μονεῖν ἐνόμιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέμεινε παρὰ τοῖς προσήκουσιν; ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν
55παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐ‐ δαμῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πο‐ λὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐν‐ ώπιον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ.
60Εἰκότως οὖν ἔλεγεν ὁ μακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύ‐ νεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχημονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι’ ὃν οὐκ ἀσχημονεῖ. Τίς δὲ ὁ τρό‐
πος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώμε‐Column end

61

.

280

νον πάντα εἶναι νομίζει, καὶ τότε ἀσχημονεῖ, ὅταν μὴ δυνηθῇ ἀπαλλάξαι ἐκεῖνον ἀσχημονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχημοσύνης τῆς ἑαυτοῦ τὸν ἀγα‐ πώμενον ὠφελῆσαι, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα
5εἶναι νομίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ’ ἕνα τινὰ ἄνθρω‐ πον· ὅπερ οὐδαμόθεν, ἀλλ’ ἢ ἀπὸ τῆς ἀγάπης γίνε‐ ται. Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ
10γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ. Διὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συμφέρον ἐν τῷ τοῦ πλησίον συμφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον
15ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγμένον εἰ παραι‐ τοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτε αὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ μὴ βουλόμενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συμφέρον ζη‐ τεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρ τούτου στεφάνων.
20Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦμεν ἀλλήλοις συνδεδεμένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέρα‐ στον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν
25καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συμφέρον τῷ πλησίον ἔδω‐ κεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωμεν, καὶ μὴ ὦμεν διεσπασμένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ’ ἡμῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐμοὶ συμφέρον ἐν
30σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐμοί. Καὶ γὰρ σοὶ συμφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ’ ἐμοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰ τοῦτο ἀναγκασθῇς δραμεῖν ἐπ’ ἐμέ· καὶ ἐμοὶ συμφέρει, τὸ σὲ βελτίω γενέσθαι· μισθὸν
35γὰρ τούτου λήψομαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω. Διὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ μού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ πάλιν,
40ἐλπίς μου, καὶ ἡ χαρά μου, καὶ ὁ στέφανος τῆς καυχήσεώς μου. Ὥστε ἡ Παύλου χαρὰ οἱ μαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον. Διὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυμένους. Πάλιν τὸ ἐκείνων συμφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν·
45Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύ‐ την περίκειμαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ

61

.

280

(50)

ἀνὴρ, ἀλλ’ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεμεν, ἀλλὰ μέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ’ ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρα‐
55σκευάζομεν. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συμφέρον ζητῶν. Οἱ ἀρχόμενοι πά‐ λιν τὸ τῷ ἄρχοντι συμφέρον ζητοῦσι διὰ τῆς θερα‐ πείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ
60στρατιῶται ὑπὲρ ἡμῶν ὅπλα τίθενται· δι’ ἡμᾶς γὰρ κινδυνεύουσιν· ἡμεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούμεθα· παρ’ ἡμῶν γὰρ αὐτοῖς αἱ τροφαί. δʹ. Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ’ ὅτι διὰ τοῦ
65ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώ‐279

61

.

281

της, ἐὰν μὴ πολεμήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούμενον· αὐτός τε οὗτος πάλιν, ἐὰν μὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερ‐ ασπίζοντα. Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταμένην
5καὶ πάντα οἰκονομοῦσαν; Ἀλλὰ μὴ ἀποκάμῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταμάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν
10οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ’ οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται μὲν, περιγίνεται δὲ, ἀλλ’ Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ’ Οὐδὲ λογί‐ ζεται. Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει,
15ἀλλ’ οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ πῶς ἂν παροξυνθείη ἡ μηδὲ ὑπό‐ νοιαν πονηρὰν καταδέξασθαι ἀνεχομένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο
20μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νομίζει καλά·
25εἶδες πῶς κατὰ μικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρό‐ φιμον ἡ ἀγάπη; Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκα‐ νίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύ‐ θερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπ‐ ηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν
30ἀπάθειαν μεθωρμίσατο Ἀλλ’ ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ’ ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι. Διό φησι, Πάντα στέγει. Ἀπὸ τῆς μακροθυμίας, ἀπὸ τῆς χρηστότη‐ τος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν
35πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ μακαρίου Δαυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάμενον καὶ τυ‐ ραννίδος ἐφιέμενον καὶ αἵματος διψῶντα πατρῴου; Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ μακάριος ἐκεῖνος, καὶ
40οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆμα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶ τοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς. Διὸ καὶ πάντα στέγει· καὶ τὴν μὲν δύναμιν αὐτῆς ἐντεῦθεν αἰνίττε‐
45ται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλ‐ πίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑπομένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραμένει διορθουμένη, προνοοῦσα, ἐπιμελομένη.

61

.

281

(50)

Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν μὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ’ ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ‐
55πίπτει. Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ μά‐ λιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέ‐ ποτε μισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο
60γὰρ αὐτῆς τὸ μέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦ‐ λος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ ἔμενεν ἐλπίζων. Καὶ Τιμοθέῳ παρῄνει
λέγων· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’Column end

61

.

282

ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύ‐ οντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; Μισεῖν μὲν,
5οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώ‐ μην. Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναμίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ
10βλάσφημοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ μυ‐ ρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ’ οὖν ἐμίσει αὐ‐ τοὺς Παῦλος, ὁ μάλιστα πάντων τὸν Χριστὸν φιλῶν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν μέν φησιν, Ἡ μὲν εὐδοκία καὶ
15ἡ δέησίς μου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζε‐ κιὴλ, ὁρῶν αὐτοὺς σφαζομένους ἔλεγεν Οἴμοι, Κύ‐ ριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσ‐
20ραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ Δαυΐδ; Τοὺς μι‐ σοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς. Μάλιστα μὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλμοῖς ὑπὸ τοῦ
25Δαυῒδ εἰρημένα, ἐκ προσώπου τοῦ Δαυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώματα Κηδάρ·
30ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούμεθα φιλοσοφίαν. Διὸ καὶ τῶν μαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύματός ἐστε. εʹ. Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ
35τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς· διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιμιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε· νῦν δὲ ἐπειδὴ πρὸς μείζονα ἡμᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης
40ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖν κε‐ λεύει. Οὐ γὰρ ἡμῖν ἐξ ἐκείνων βλάβη, ἀλλ’ ἐκεί‐ νοις ἐξ ἡμῶν ὠφέλεια γίνεται. Τί οὖν φησιν; Οὐ δεῖ μισεῖν, ἀλλ’ ἐλεεῖν. Ἂν γὰρ μισήσῃς, πῶς ἐπιστρέ‐ ψεις ῥᾳδίως τὸν πλανώμενον; πῶς εὔξῃ ὑπὲρ τοῦ
45ἀπίστου; Ὅτι γὰρ εὔχεσθαι δεῖ, ἄκουσον τί φησιν ὁ Παῦλος· Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Ὅτι δὲ πάντες τότε οὐκ ἦσαν πιστοὶ, παντί που δῆλον. Καὶ πάλιν, Ὑπὲρ

61

.

282

(50)

βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ ὄντων. Ὅτι δὲ οὗτοι ἀσεβεῖς ἦσαν καὶ παράνομοι, καὶ τοῦτο δῆλον ὁμοίως. Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπ‐ άγει· Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέ‐
55λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάμον· καίτοι γε τί οἰ‐ κειότερον ἀνδρὸς γυναικί; Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα, φησὶ, μίαν· καὶ πολὺ τὸ φίλτρον ἐκεῖ καὶ
60θερμὸς ὁ πόθος. Εἰ δὲ μέλλοιμεν ἀσεβεῖς μισεῖν καὶ παρανομοῦντας, προϊόντες καὶ ἁμαρτωλοὺς μισήσο‐
μεν, καὶ οὕτως ὁδῷ προβαίνων καὶ τῶν ἀδελφῶν281

61

.

283

ἀποῤῥαγήσῃ τῶν πλειόνων, μᾶλλον δὲ πάντων· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ἁμαρτίας χωρίς. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ μισεῖν μόνον, ἀλλὰ καὶ ἁμαρτωλούς· καὶ οὕτως ἐσό‐
5μεθα θηρίων χείρους, πάντας ἀποστρεφόμενοι, καὶ ἀπονοίᾳ φυσώμενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος. Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυ‐
10μεῖτε πρὸς πάντας. Τί οὖν φησιν, ὅταν λέγῃ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐ‐ τῷ; Μάλιστα μὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται, πλὴν οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο μετὰ ἡμερότητος.
15Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προστίθει. Καὶ γὰρ εἰπὼν, Μὴ συναναμί‐ γνυσθε, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Ὁρᾷς πῶς τὸ ἔργον μισεῖν τὸ φαῦλον, οὐχὶ τὸν
20ἄνθρωπον ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡμᾶς ἀπ’ ἀλλήλων, καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆς διορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον μὲν ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπεχθείᾳ, εἶθ’ οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτη‐
25ρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κά‐ μνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀπο‐ στρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ἀποστρέφῃ καὶ
30φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσίεσθαι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νο‐ σοῦντα. Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν ὁ Θεὸς αὐτὸν θεραπεύων. Μὴ τοίνυν μηδὲ
35σὺ ἀποκάμῃς. Κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλ‐ λάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅμως καὶ τοῦ ἀπαλλάξαν‐ τος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυ‐ μάζειν σου τὴν ἡμερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύματα
40ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυμάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶον καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον. Οὐ μικρὸν δὲ καὶ τοῦτο κατόρθωμα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν
45γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ’ ἐκείνοις μὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς ση‐ μείοις, λέγω, καὶ θαύμασιν, ἐπὶ τούτῳ δὲ καὶ θαυμά‐ σονται καὶ φιλήσουσι· φιλοῦντες δὲ καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γί‐

61

.

283

(50)

νεται πιστὸς, μὴ θαύμαζε μηδὲ ἐπείγου μηδὲ ἅπαν‐ τα ὁμοῦ ζήτει, ἀλλ’ ἔασον αὐτὸν τέως ἐπαινεῖν, φι‐ λεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον
55γὰρ, φησὶν, ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμε‐ νος. Καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην
60αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόν‐ των ἁπάντων λέγων, Ἐν ὀλίγῳ με πείθεις Χρι‐ στιανὸν γενέσθαι. ϛʹ. Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην,
καί φησιν· Εὐξαίμην ἂν ἔγωγε μὴ μόνον σε, ἀλλὰColumn end

61

.

284

καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσμῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήμου
5τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πρά‐ γματι τούτῳ καυχᾶσαι, καὶ δέσμιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά; Οὐκ αὐτὸς ἀπεύχομαι, φησὶν, οὐδὲ αἰσχύνομαι, ἀλλ’ ἐκεί‐
10νων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχημα τὸ ἐμόν. Ἔμαθον δὲ παρὰ τοῦ Δεσπότου μου μὴ ἐπιβάλλειν ἐπίβλημα ῥάκους ἀγνά‐ φου ἐπὶ ἱματίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγμα τὸ ἡμέτερον,
15καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσμὰ προσθῶ, μεῖζον τὸ μῖσος γίνεται. Διὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένη‐ ται. Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέ‐ σθαι, ἐπεὶ μηδέπω τῆς παρ’ ἡμῖν ἐγεύσαντο δόξης.
20Δεῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ μάθωσι φιλο‐ σοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλ‐ λος, καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόμενος, καὶ χάριν τὸ πρᾶγμα καλεῖ λέ‐ γων, ὅτι Ἐδόθη ἡμῖν ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς
25αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πά‐ σχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας μὴ ἐπαισχυνθῆναι. Διὰ τοῦτο ὁδῷ πρό‐ εισιν. Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει
30κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυμαστὰ φα‐ νεῖται, ἂν μή τις ἔνδον γενόμενος, ἅπαντα καταμά‐ θοι. Οὕτω τοίνυν καὶ ἡμεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωμεν, μετὰ συγκαταβάσεως, μετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ
35καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θη‐
40ρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀν‐ δρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολ‐
45μῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύ‐ σεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις μάχαι‐ ραν μολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ μένουσαν

61

.

284

(50)

ἐπὶ τῆς τοῦ μολίβδου φύσεως, τὰ σιδήρου ἐργάζεσθαι παρασκευάσῃ. Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ‐ κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε‐
55νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα
60οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον. Καὶ ταῦτα μὴ παρ’ ἐμοῦ, ἀλλὰ παρ’ αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει,
65Συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ
παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ283

61

.

285

τῶν ὀφθαλμῶν μου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτε‐ θνήκει τῷ δέει. Ἀλλ’ ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς
5λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατα‐
10σκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύμει. Τοῦ γὰρ φόβου τού‐ του δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολμητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν μεταβαλὼν, ἀλλ’ ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι
15γὰρ καὶ μετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀμείβει. Ἀλλὰ μηδεὶς νομιζέτω κατηγο‐ ρίαν εἶναι τοῦ δικαίου τὰ εἰρημένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν μὴ προσηκόντων. Ἔστι γὰρ
20καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς; οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν μετέστη; Ἀλλ’ ὅμως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ μέλιτος τῆς
25ἀγάπης, καλῶς καὶ μηδενὸς καταναγκάζοντος συν‐ απολέσθαι τοῖς ἀγαπωμένοις ἠπείγετο. Εἰ μὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, φησὶν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγρα‐
ψας. Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελ‐Column end

61

.

286

γῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παν‐ τὸς ἡμερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ
5Σαοὺλ ἀγριώτερον ἦν καὶ μανικώτερον· Ἀλλ’ ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆμα πρὸς αὐ‐ τὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαν‐ τας κατασφάξας διὰ τὸν Δαυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ μέχρι λόγου πρὸς
10αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ’ αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις
15ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γί‐ νεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν
20ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵν’ ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνε‐ κῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέ‐ ποτε μαραινόμενον. Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπι‐ τευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐
25χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

285

(30)

ΟΜΙΛΙΑ ΛΔʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθή‐ σεται. αʹ. Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ
35χαρίσματα καὶ τὰ τοῦ βίου κατορθώματα αὐτῆς δεῖ‐ σθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθμῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέ‐ ρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν‐
40τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ μεγάλα χαρίσματα πάλιν καὶ ἐντεῦθεν ἐπαιρομένους, ταπεινῶσαι σπου‐
45δάζων, καὶ δεῖξαι μηδὲν ἔχοντας, ἐὰν μὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη· γὰρ ἀγάπη οὐ ζηλοῖ, οὐ φυσιοῦται.

61

.

285

(50)

Ὥστε πανταχόθεν τεῖχος αὐτοῖς ἀῤῥαγὲς περιέβαλε, καὶ πολύπλοκον ὁμόνοιαν ἀναιροῦσάν τε τὰ νο‐ σήματα ἅπαντα, καὶ ἐντεῦθεν πάλιν ἰσχυροτέραν γι‐ νομένην. Διὰ τοῦτο καὶ μυρίους ἐκίνησε λογισμοὺς τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυ‐
55μίαν. Καὶ γὰρ τὸ αὐτὸ Πνεῦμα δίδωσι, φησὶ, καὶ πρὸς τὸ συμφέρον δίδωσι, καὶ ὡς βούλεται διαιρεῖ, καὶ χαριζόμενον, οὐκ ὀφεῖλον διαιρεῖ. Κἂν μικρὸν λάβῃς, ὁμοίως εἰς τὸ σῶμα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τιμῆς· καὶ ὁ τὸ μεῖζον ἔχων, σοῦ
60τοῦ τὸ ἔλαττον ἔχοντος δεῖται· καὶ ὅτι τὸ μέγιστον
χάρισμα καὶ ἡ καθ’ ὑπερβολὴν ὁδός ἐστιν ἡ ἀγάπη.Column end

61

.

286

(31)

Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλή‐ λοις, τῷ τε μὴ νομίζειν ἠλαττῶσθαι ταύτης παρού‐ σης, καὶ τῷ ἐπιδραμόντας αὐτῇ καὶ ἑλόντας, μηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχον‐
35τας τῶν χαρισμάτων, καὶ ὡς οὐκέτι δυναμένους, οὐδὲ εἰ μηδὲν εἶχον, φιλονεικεῖν. Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται. Διὸ καὶ δεικνὺς αὐτοῖς, ὅσα ἐντεῦθεν καρπώσονται τὰ ἀγαθὰ, τοὺς καρποὺς αὐτῆς ὑπέγραψε, διὰ τῶν ἐγκωμίων
40αὐτῆς τὰ ἐκείνων νοσήματα καταστέλλων. Καὶ γὰρ τῶν εἰρημένων ἕκαστον φάρμακον ἱκανὸν ἦν τοῖς ἐκείνων τραύμασιν ἀρκέσαι. Διὸ καὶ ἔλεγε, Μακρο‐ θυμεῖ, πρὸς τοὺς ἀλλήλοις φιλονεικοῦντας· Χρη‐ στεύεται, πρὸς τοὺς διεστῶτας καὶ ὑπούλους· Οὐ
45ζηλοῖ, πρὸς τοὺς βασκαίνοντας τοῖς ὑπερέχουσιν· Οὐ περπερεύεται, πρὸς τοὺς διασπασθέντας· Οὐ φυσιοῦται, πρὸς τοὺς καταλαζονευομένους αὐτῶν· Οὐκ ἀσχημονεῖ, πρὸς τοὺς οὐκ ὀφείλοντας συγ‐ καταβαίνειν· Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερ‐

61

.

286

(50)

ορῶντας τῶν λοιπῶν· Οὐ παροξύνεται, οὐ λογίζε‐ ται τὸ κακὸν, πρὸς τοὺς ὑβριζομένους· Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πρὸς τοὺς βασκαίνοντας πάλιν· Πάντα στέγει, πρὸς τοὺς ἐπιβουλευομένους· Πάντα ἐλπίζει, πρὸς τοὺς ἀπο‐
55γινώσκοντας· Πάντα ὑπομένει, οὐδέποτε ἐκπίπτει, πρὸς τοὺς εὐκόλως διϊσταμένους. Ἐπεὶ οὖν παντα‐ χόθεν αὐτὴν μεγάλην ἔδειξε μεθ’ ὑπερβολῆς ἁπάσης,
πάλιν ἐξ ἑτέρου κεφαλαίου μεγίστου τοῦτο ποιεῖ,285

61

.

287

κατὰ σύγκρισιν ἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωμα, καὶ λέγων οὕτως· Εἴτε δὲ προφητεῖαι καταργη‐ θήσονται, εἴτε γλῶσσαι παύσονται. Εἰ γὰρ ἀμ‐ φότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται,
5ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν. Ἀλλ’ οὐ τὸ ἀγαπᾷν ἀλλήλους παυθή‐ σεται, ἀλλὰ καὶ ἐπιδώσει μειζόνως, καὶ ἐνταῦθα καὶ κατὰ τὸ μέλλον, καὶ τότε μᾶλλον ἢ νῦν. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήματα,
10πράγματα, πάθη σωμάτων, νοσήματα ψυχῆς· ἐκεῖ δὲ οὐδὲν τούτων. Ἀλλὰ τὸ μὲν προφητείας κατ‐ αργεῖσθαι καὶ γλώσσας, θαυμαστὸν οὐδέν· τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν· καὶ γὰρ καὶ τοῦτο προσέθηκεν εἰπὼν, Εἴτε
15γνῶσις καταργηθήσεται. Τί οὖν; ἐν ἀγνωσίᾳ μέλ‐ λομεν ζῇν τότε; Ἄπαγε· καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν. Διὸ καὶ ἔλεγε, Τότε ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Διά τοι τοῦτο, ἵνα μὴ ὁμοίως τῇ προφητείᾳ καὶ ταῖς γλώσσαις
20καὶ ταύτην καταργεῖσθαι νομίσῃς. Εἰπὼν, εἴτε γνῶ‐ σις καταργηθήσεται, οὐκ ἐσίγησεν, ἀλλ’ ἐπήγαγε καὶ τὸν τρόπον τῆς καταργήσεως, ταχέως προσθεὶς τὸ, Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προ‐ φητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ
25μέρους καταργηθήσεται. Οὐκ ἄρα ἡ γνῶσις καταρ‐ γεῖται, ἀλλὰ τὸ μερικὴ εἶναι γνῶσις· οὐκέτι γὰρ τοσαῦτα εἰσόμεθα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ ποιήσω φανερὸν, νῦν ἴσμεν ὅτι πανταχοῦ ἐστιν ὁ Θεὸς, ἀλλὰ πῶς,
30οὐκ ἴσμεν. Ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν, ἴσ‐ μεν· τὸν δὲ τρόπον ἀγνοοῦμεν· ὅτι ἐκ Παρθένου ἐτέχθη, πῶς δὲ, οὐκέτι. Τότε δὲ εἰσόμεθά τι πλέον καὶ σαφέστερον περὶ τούτων. Εἶτα δείκνυσι καὶ τὸ μέσον ὅσον, καὶ ὅτι οὐ μικρὸν τὸ λειπόμενον, λέγων·
35Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νή‐ πιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ δι’ ἑτέρου δὲ παραδείγματος τὸ αὐτὸ πάλιν δηλοῖ λέ‐ γων· Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου.
40 βʹ. Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ’ ὑπερ‐ βολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν. Τότε δὲ πρόσωπον πρὸς πρόσωπον· οὐχ ὡς πρόσ‐ ωπον ἔχοντος τοῦ Θεοῦ, ἀλλ’ ἵνα εἴπῃ σαφέστερον καὶ
45τρανότερον. Ὁρᾷς κατ’ ἐπίδοσιν πάντα μανθάνοντας; Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Εἶδες πῶς διπλῇ τὸ φύσημα αὐτῶν κατέσπασεν; ὅτι καὶ μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. Οὐ γὰρ ἐγὼ αὐτὸν

61

.

287

(50)

ἔγνων, ἀλλ’ αὐτός με ἐγνώρισε, φησίν. Ὥσπερ οὖν αὐτός με ἔγνω πρότερος νῦν, καὶ αὐτός μοι ἐπέδρα‐ μεν, οὕτως ἐγὼ αὐτῷ ἐπιδραμοῦμαι τότε πολλῷ μειζόνως, ἢ νῦν. Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ
55κάλλει τῆς ἀκτῖνος, ἀλλ’ ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ· ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. Τοῦτο οὖν ἐστι τὸ, Καθὼς καὶ ἐπεγνώσθην· οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα, καθὼς αὐτὸς ἡμᾶς, ἀλλ’ ὅτι ὥσπερ αὐτὸς
60ἡμῖν ἐπέδραμε νῦν, οὕτω καὶ ἡμεῖς ἀνθεξόμεθα αὐ‐ τοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀποῤῥήτων εἰσόμεθα, καὶ τῆς μακαριωτάτης ἐκείνης ἀπολαύσομεν ὁμιλίας καὶ σοφίας. Εἰ γὰρ ὁ τοσαῦτα εἰδὼς Παῦλος νήπιος, ἐννόησον ἡλίκα ἐκεῖνα· εἰ ταῦτα ἔσοπτρον καὶ αἴ‐
65νιγμα, λογίζου μοι πάλιν ἐντεῦθεν τὸ πρόσωπονColumn end

61

.

288

ἡλίκον ἐστίν. Ἵνα δέ σοι μικρόν τι παρανοίξω τῆς διαφορᾶς ταύτης, καὶ ἀκτῖνά τινα ἀμυδρὰν τοῦ νοή‐ ματος ἐναφῶ σου τῇ ψυχῇ τούτου, ἀναμνήσθητί μοι τῶν ἐν τῷ νόμῳ νῦν, ἡνίκα ἡ χάρις ἔλαμψε. Καὶ γὰρ
5ἐκεῖνα πρὸ τῆς χάριτος μεγάλα τινὰ καὶ θαυμαστὰ ἐφαίνετο· ἀλλ’ ὅμως ἄκουσον τί φησι περὶ αὐ‐ τῶν μετὰ τὴν χάριν ὁ Παῦλος, ὅτι Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἵνα δὲ καὶ σαφέστερον ὃ
10λέγω γένηται, ἐφ’ ἑνός τινος τῶν τότε τελουμένων τὸν λόγον μεταχειρίσωμεν, καὶ τότε ὄψει τὸ μέσον ὅσον· καὶ, εἰ βούλει, τὸ Πάσχα εἰς μέσον ἀγάγωμεν ἐκεῖνο καὶ τοῦτο, καὶ τότε εἴσῃ τὴν ὑπεροχήν. Ἐπ‐ ετέλουν μὲν γὰρ καὶ Ἰουδαῖοι, ἐπετέλουν δὲ οὕτως, ὡς
15ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι· τὰ δὲ ἀπόῤῥητα ταῦτα μυστήρια οὐδὲ εἰς νοῦν ποτε ἔλαβον, οὐδὲ ᾔδεσαν τίνα ἦν, ἃ ἐκεῖνα προανεφώνει· ἀλλὰ πρόβατον ἑώρων σφαττόμενον, καὶ αἷμα ἀλόγου, καὶ θύρας χριομένας τούτῳ· ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται,
20καὶ τὴν οἰκουμένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵματος ἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱμα‐ χθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶ τὸν οὐ‐
25ρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάμεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ’ αὐτοῦ τοῦ θρόνου τοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάμπουσαν ἀῤῥήτῳ· ταῦτα δὴ οὔτε ἐκείνων τις,
30οὔτε τῶν ἄλλων οὐδεὶς ἀνθρώπων, οὔτε προέγνω οὔτε εἰς νοῦν ἠδυνήθη βαλέσθαι ποτέ. Ἀλλὰ τί φασιν οἱ πάντα τολμηροί; Τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, περὶ οἰκονομιῶν εἰρῆσθαι· τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισμένην αὐτὸν ἔχειν. Καὶ πῶς
35νήπιον ἑαυτὸν καλεῖ; πῶς δι’ ἐσόπτρου βλέπει; πῶς ἐν αἰνίγματι, εἰ τὸ πᾶν ἔχει τῆς γνώσεως; τί δὲ ὥσπερ ἐξαίρετον ἀνατίθησιν αὐτὸ τῷ Πνεύματι, καὶ οὐδεμιᾷ ἄλλῃ δυνάμει τῆς κτίσεως, λέγων· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀν‐
40θρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ‐ δεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ὁ Χρι‐ στὸς πάλιν ἑαυτοῦ μόνου τοῦτο εἶναί φησιν, οὕτω λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα·
45ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισμένην. Πῶς δὲ ὁ τὴν οὐσίαν εἰδὼς, τὰς οἰ‐ κονομίας ἀγνοήσει; ἐκείνη γὰρ μείζων ταύτης ἡ γνῶσις. Ἀγνοοῦμεν οὖν, φησὶ, τὸν Θεόν; Ἄπαγε· ἀλλ’ ὅτι μὲν ἔστιν, ἴσμεν· τί ποτε δέ ἐστι τὴν οὐσίαν,

61

.

288

(50)

οὐκέτι. Καὶ ἵνα γνῷς ὅτι οὐ περὶ τῶν οἰκονομιῶν εἴ‐ ρηκε τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονομιῶν ἐπεγνώσθη, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν μικρὰν,
55μηδὲ ἁπλῆν νομιζέτω εἶναι ταύτην τὴν παρανομίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα. Οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζο‐ νεύονται εἰδέναι, ἃ τοῦ Πνεύματός ἐστι μόνου, καὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ’ ὅτι καὶ Παύλου οὐδὲ τὸ
60μερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύ‐ ψεως δυνηθέντος μαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων
λογισμῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχου‐287

61

.

289

σιν οὐδαμοῦ τὴν Γραφὴν περὶ τούτων ἡμῖν διειλεγμέ‐ νην δεῖξαι. Ἀλλὰ γὰρ τὴν μανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώμεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ’ ἐπάγει πάλιν λέγων· Νυνὶ
5δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. γʹ. Ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν, παύε‐ ται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ
10βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζομέ‐ νων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομέ‐ νων. Ὥστε αὗται μὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε μάλιστα αἴρεται, καὶ γίνεται σφοδρο‐
15τέρα. Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισμα εἶναι μέγα καὶ ὁδὸν τούτων καθ’ ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς μηδὲν μέγα ὠφελεῖν τὰ χαρίσματα, ὑπέγρα‐
20ψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι μεγάλην οὖσαν ἐκ τοῦ διαμένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν μείζων ἡ ἀγάπη; Τῷ
25ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, Διώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ’ αὐτήν· οὕτως ἡμῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόμον. Διὸ καὶ πολλῆς
30ἡμῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν. Ὅπερ ἐνδεικνύμενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολου‐ θεῖτε τῇ ἀγάπῃ, ἀλλὰ, Διώκετε αὐτὴν, διεγείρων ἡμᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς μυρία ὑπὲρ τοῦ ταύτην ἡμῖν
35ἐμφυτεῦσαι ἐμηχανήσατο· καὶ γὰρ μίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάμ. Διὰ τί γὰρ μὴ ἐκ γῆς γινόμεθα πάντες; διὰ τί μὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡμᾶς. Διὰ τοῦτο οὐδὲ τὴν
40γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐ‐ τῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρό‐ γονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες μόνοις, ἀλλοτρίους εἶναι νομίζομεν ἑαυ‐
45τοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡμῶν ἔσχεν ἀρχὰς, πολλῷ μᾶλλον ἂν τοῦτο ἐγένετο. Διὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος μιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶμα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ

61

.

289

(50)

εἰς ἓν συνάγει διὰ τοῦ γάμου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ’ Ὁ ἄνθρωπος,
55ἐπειδὴ καὶ μείζων ἡ ἐπιθυμία ἐν ἐκείνῳ. Καὶ γὰρ καὶ μείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάμψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα
60ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύ‐ τερα. Εἰ γὰρ οὕτω γενομένων ὁ πρῶτος εὐθέως οὕτως ἐμάνη, καὶ τοσαύτην μάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ μὴ ἀπὸ μιᾶς ῥί‐ ζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ μὲν ὑποτάττηται, τὸ
65δὲ ἄρχῃ τὸ γὰρ ὁμότιμον οἶδε πολλάκις μάχην εἰσ‐Column end

61

.

290

άγειν· οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ’ ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει μὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ
5καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα μετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκε‐ τῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπό‐ του τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ μετὰ
10ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναι‐ κῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁμοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι’ ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς
15ὁ Θεὸς, ἵνα πάντα ἐν ὁμονοίᾳ μένῃ καὶ εὐταξίᾳ πολ‐ λῇ. Διὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο μόνων ὄντων τῶν πρώτων, τῷ μὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα μὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν
20ἐτίμησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δημιουργίας. Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι’ αὐτὸν γεγενημένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείμεθα τὰ δι’ ἡμᾶς πραχθέντα. Ἵνα
25δὲ μὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσμὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι μέρος τοῦ παντός ἐστιν αὕτη τοῦ σώματος. Ἵνα δὲ μηδὲ ὁ ἀνὴρ ἐν‐ τεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι μόνου, ὃ μό‐
30νου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴν παιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προ‐ τιμήσας μὲν τὸν ἄνδρα, οὐ μὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ. δʹ. Εἶδες πόσους συνδέσμους ἀγάπης ὁ Θεὸς εἰργά‐
35σατο; Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁμονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶ‐ ναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀμφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ
40φύονται διαθέσεως τρόποι. Τὸν μὲν γὰρ ὡς πατέρα ἀγαπῶμεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν μὲν ὡς μη‐ τέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν μὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς
45ἀδελφιδοῦν· καὶ τὴν μὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόματα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέ‐ σεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάμους, ἐπ’ ἀλλοτρίους ἡμᾶς ἐξήγαγε, κἀκείνους πά‐

61

.

290

(50)

λιν πρὸς ἡμᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυ‐ σικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συν‐ αφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς. Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν
55τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ
60ἑτέρως σοι προσήκειν τὰς ἄλλας. Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀνα‐ λίσκεις εἰς αὐτὴν φιλίας, δι’ ἧς δύνασαι καὶ ἑτέραν
πορίσασθαι φιλίας ἀφορμὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν,289

61

.

291

καὶ δι’ ἐκείνης συγγενῶν ὁρμαθὸν, καὶ μητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους; Εἶδες πόσοις τρόποις ἡμᾶς συνέδησεν; Ἀλλ’ ὅμως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν
5παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡμᾶς συναγάγῃ, ἐπειδὴ μάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι. Διὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀν‐ τεῦθεν ἀλλήλοις ἀναμίγνυσθαι ἀναγκάσῃ. Καταστή‐ σας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν
10ἐπιμιξίαν ἐποίησεν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγμα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουρ‐ γοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει. Διὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ
15πάντας ὁμοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωμεν, θάλατταν εἰς μέσον ἥπλωσε, καὶ ἀνέμων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς ἀποδημίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπει‐
20ρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώτ‐ της καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπε‐ σεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ’ ἂν
25ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ’ ὁ παρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ μία πᾶσι. Διὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει,
30οὐδὲ τότε ἡμᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ μετ‐ έθηκε τὸν δίκαιον, ἀλλ’ ἀφεὶς αὐτὸν ἐν μέσῳ τῷ κλυ‐ δωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουμένης, ἀνῆψε πάλιν ἡμῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ μακαρίου Νῶε. Καὶ ἐξ ἀρχῆς μὲν μίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα
35ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκει‐ λεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι’ ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀν‐ αιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν
40μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν’ ὥσ‐ περ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνον‐ τες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ
45τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέ‐ ροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα

61

.

291

(50)

διεῖλεν ἑκάστῳ, τῇ μὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγο‐ ρὰν ἐγχειρίσας, καὶ τῷ μὲν τὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυ‐ ναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσματος σο‐ φίαν. Ἀλλ’ ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα
55ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισ‐ ήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήμονας. Ἀλλ’ ὅμως καὶ οὕτω διαλάμπει τῆς θείας οἰκονομίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν
60ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόμεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡμῶν χρῄζομεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν
πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτωColumn end

61

.

292

ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πέ‐ νητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενή‐ των, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.
5 εʹ. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δο‐ κεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνον, τὴν δὲ πε‐ νήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ’ ἐκκαθάρωμεν ἀκριβῶς ἑκατέρας, καὶ
10ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωμεν τὴν τῶν πενήτων δυναμένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων μᾶλλον δεήσονται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ
15ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινο‐ στρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορή‐ σωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων τα‐
20λαιπωρίας; Πῶς οὖν ἡμῖν ἡ πόλις στήσεται αὕτη; Δόντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνή‐ σονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυ‐ τοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδομή‐ σονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ’ οὐκ ἂν ἔχοι
25τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ κα‐ λεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρ‐ χῆς τὴν πόλιν οἰκίζοντες· μέμνησθε γὰρ, ὅτε ἐλέγο‐ μεν, μηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ’ ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ
30εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενή‐ των συστῆναι πόλιν. Εἰ γὰρ μένοι ἡ πόλις μηδένα παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ’ ἀπ‐ ολεῖται. Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ’ ἑαυτῇ συναγάγοι.
35Ἴδωμεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερη‐ μένη. Καὶ πρότερον διακαθάρωμεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωμεν αὐτὸν σαφῶς. Τί ποτ’ οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίμιοι, καὶ
40ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωμεν αὐ‐ τὸν τῆς τῶν πενήτων πόλεως, εἰ μέλλοιμεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ μηδὲ ὄναρ ἐκεῖ φαινέσθω χρυσίον, μηδὲ ἱμάτια τοιαῦτα· εἰ δὲ βούλει, μηδὲ ἄρ‐
45γυρος, μηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ

61

.

292

(50)

δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύ‐ λων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυ‐ σοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ
55πενομένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήμου τούτου μάλιστα ἡμῖν δεῖ. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ μὴ καθ‐ ελεῖν δέον τὴν πόλιν ταύτην; Εἰ γὰρ ἐπεισελθόντων
60ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν μαργαριτῶν ἐμπέσοιεν ἐπιθυμίαν, οὗτοι οἱ φιλόσοφοι (φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺς οὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι
λοιπόν. Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος291

61

.

293

ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βού‐ λομαι, δώσω αὐτό. Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν
5αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ’ ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι· οὕτω καὶ οὗτοι μετὰ τῶν θείων Γραφῶν καὶ
10τὰ παρ’ ἑαυτῶν συνεισάγουσι. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, οἶδα εἰρημένον τῷ προφήτῃ· τὸ δὲ, ᾯ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείμενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπ‐ εισενηνεγμένον. Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται
15ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ‐ ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε‐ δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ
20τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυ‐ σίον, καὶ οὐ δέομαι, παρ’ ἑτέρων δανεισάμενος,
25οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπ‐ ήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσματα ἐπεισάγωμεν τῷ πέπλῳ τῷ βασιλικῷ. Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσημον
30ἐμπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρι‐ σιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη
35νοήματα. ϛʹ. Πόθεν οὖν οἱ πλουτοῦντες; φησί· καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου. Ἐρώμεθα οὖν τοὺς ταῦτα ἡμῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου; Καὶ τίς ἂν τοῦτο
40εἴποι; Καὶ γὰρ ὁρῶμεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγό‐ μενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας. Τί οὖν, εἰπέ μοι, τοῦτον παρὰ τοῦ Θεοῦ τὸν
45πλοῦτον εἶναί φαμεν; Ἄπαγε· ἀλλὰ πόθεν; Ἐξ ἁμαρτίας. Καὶ γὰρ ἡ πόρνη τὸ σῶμα ἐνυβρίσασα πλουτεῖ, καὶ εὔμορφος νέος πολλάκις τὴν ὥραν ἀπο‐ δόμενος μετ’ ἀσχημοσύνης κέκτηται χρυσίον, καὶ ὁ τυμβωρύχος τοὺς τάφους ἀναῤῥήξας συνήγαγε πλοῦ‐

61

.

293

(50)

τον ἄδικον, καὶ ὁ λῃστὴς τοὺς τοίχους διορύξας. Οὐκοῦν ἀπὸ τοῦ Θεοῦ ἅπας ὁ πλοῦτος; Τί οὖν, φησὶν, ἐροῦμεν πρὸς τὴν ῥῆσιν ταύτην; Μάθε πρῶτον καὶ πενίαν οὐκ ἀπὸ Θεοῦ γινομένην, καὶ τότε καὶ ἐπὶ τὴν ῥῆσιν αὐτὴν βαδιούμεθα. Ὅταν γάρ τις ἄσωτος ὢν
55νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ’ ἀπὸ τῆς οἰκείας ἀσωτίας; Πάλιν εἴ τις ὑπὸ
ἀργίας γένοιτο πένης, εἴ τις ὑπὸ ἀνοίας εἰς πτωχείανColumn end

61

.

294

κατενεχθείη, εἴ τις ἐπικινδύνοις καὶ παρανόμοις ἐπιχειρῶν πράγμασιν, οὐκ εὔδηλον πάντως, ὅτι οὐδὲ τούτων τις καὶ τῶν τοιούτων εἰς τὴν πτωχείαν αὐτὴν ἀπὸ Θεοῦ κατηνέχθη; Ψεύδεται οὖν ἡ Γραφή; Μὴ
5γένοιτο, ἀλλ’ ἀνοηταίνουσιν οἱ μὴ μετὰ τῆς προσ‐ ηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραμμένα ἅπαντα. Εἰ γὰρ καὶ τοῦτο ὡμολόγηται, ὅτι ἀψευδὴς ἡ Γραφὴ, καὶ τοῦτο ἀπεδείχθη, ὅτι οὐ πᾶς πλοῦτος παρὰ Θεοῦ, τῆς τῶν ἀπερισκέπτως ἀναγινωσκόντων
10ἀσθενείας ἡ ἀπορία. Καὶ ἔδει μὲν ἡμᾶς ἀφεῖναι, ἐν τούτῳ ἀπαλλάξαντας τὴν Γραφὴν τῶν ἐγκλημάτων, ἵνα ταύτην ἡμῖν δίκην δῶτε τῆς περὶ τὰς Γραφὰς ῥᾳθυμίας· ἀλλ’ ἐπειδὴ φείδομαι σφόδρα ὑμῶν, καὶ οὐ δύναμαι ἐπιπλέον θορυβουμένους ἰδεῖν καὶ διατα‐
15ραττομένους, φέρε καὶ τὴν λύσιν ἐπαγάγωμεν, πρότερον τὸν εἰρηκότα εἰπόντες, καὶ πότε εἴρηται, καὶ πρὸς τίνας. Οὐδὲ γὰρ ὁμοίως ἅπασιν ὁ Θεὸς δια‐ λέγεται, ὥσπερ οὐδὲ ἡμεῖς παιδίοις καὶ ἀνδράσιν ὁμοίως κεχρήμεθα. Πότε οὖν εἴρηται, καὶ ὑπὸ τίνος,
20καὶ πρὸς τίνας; Ὑπὸ τοῦ Σολομῶντος ἐπὶ τῆς Πα‐ λαιᾶς πρὸς τοὺς Ἰουδαίους τοὺς οὐδὲν ἕτερον εἰδότας ἢ τὰ αἰσθητὰ, καὶ ἀπὸ τούτων τοῦ Θεοῦ δοκιμάζον‐ τας τὴν ἰσχύν. Οὗτοι γὰρ οἱ λέγοντές εἰσι· Μὴ καὶ ἄρτον δύναται δοῦναι; καὶ, Τί σημεῖον δεικνύεις
25ἡμῖν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Ὧν ὁ θεὸς ἡ κοιλία. Ἐπεὶ οὖν ἀπὸ τούτων αὐτὸν ἐδοκίμαζον, λέγει πρὸς αὐτοὺς, δυνατὸν καὶ τοῦτο τῷ Θεῷ, καὶ πλουσίους ποιῆσαι καὶ πένητας· οὐχ ὅτι πάντως αὐτὸς ποιεῖ, ἀλλ’ ὅτι δύναται, ὅταν
30θέλῃ· ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· καίτοι τοῦτο οὐδέποτε γέγονε. Πῶς οὖν αὐτὸ ὁ προφήτης φησίν; Οὐχ ὡς γινόμενον ἀεὶ, ἀλλ’ ὡς δυνατὸν αὐτῷ ποιῆσαι. Ποίαν οὖν πενίαν δίδωσι,
35καὶ ποῖον πλοῦτον; Ἀναμνήσθητι τοῦ πατριάρχου, καὶ εἴσῃ τὸν παρὰ τοῦ Θεοῦ διδόμενον πλοῦτον. Καὶ γὰρ τὸν Ἀβραὰμ αὐτὸς πλούσιον ἐποίησε, καὶ μετ’ ἐκεῖνον τὸν Ἰὼβ, καθὼς καὶ αὐτός φησιν· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ
40ὑποίσομεν; Καὶ ὁ τοῦ Ἰακὼβ πλοῦτος ἐκεῖθεν τὴν ἀρχὴν εἶχεν. Ἔστι δὲ καὶ πενία παρ’ αὐτοῦ ἡ ἐπαι‐ νετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ‐ χοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι·
45καὶ τοῖς μαθηταῖς πάλιν νομοθετῶν καὶ λέγων, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χι‐ τῶνας. Μὴ τοίνυν λέγε, ὅτι πάντα πλοῦτον αὐτὸς δίδωσι· καὶ γὰρ ἐδείχθη καὶ ἀπὸ φόνων καὶ ἀπὸ ἁρπαγῆς καὶ ἀπὸ μυρίων ἑτέρων προφάσεων συλλε‐

61

.

294

(50)

γόμενος οὗτος. Ἀλλὰ πάλιν εἰς τὸ πρότερον ἡμῖν ὁ λόγος περιΐσταται ζήτημα. Εἰ γὰρ μηδὲν ἡμῖν χρή‐ σιμοι οἱ πλουτοῦντες, διὰ τί γεγένηνται; τί οὖν ἂν εἴποιμεν; Ὅτι οὗτοι οὐ χρήσιμοι, οἱ ἑαυτοὺς οὕτω ποιοῦντες πλουσίους, ὡς οἵ γε παρὰ τοῦ Θεοῦ γενό‐
55μενοι, καὶ σφόδρα χρήσιμοι. Καὶ τοῦτο ἀπ’ αὐτῶν τῶν παρ’ ἐκείνων γινομένων μάνθανε. Καὶ γὰρ ὁ Ἀβραὰμ τοῖς ξένοις καὶ τοῖς δεομένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο. Ὁ γὰρ τριῶν παραγενομένων, ὡς
ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα293

61

.

295

σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ’ ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε‐
5σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐ‐ δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν· καὶ γὰρ τοῦ Θεοῦ κελεύσαντος, καὶ τοῦτον ἐπέδωκε· μετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν,
10ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε. Καὶ ταῦτα οὐ χρημάτων ἕνεκεν ἐποίει, ἀλλὰ φιλανθρωπίας μό‐ νης. Ὅτε γοῦν τῶν λαφύρων αὐτὸν ἐποίουν κύριον οἱ δι’ αὐτοῦ σωθέντες, μέχρι σπαρτίου καὶ σφαιρω‐ τῆρος ἅπαντα διεκρούσατο.
15 ζʹ. Τοιοῦτος καὶ ὁ μακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ
20εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν μου κόλπῳ κενῷ. Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα μὴ πάντα κατα‐ λέγωμεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεομένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινομένους πλουσίους ἰδεῖν, ἵνα μάθῃς
25πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λα‐ ζάρου, τὸν οὐδὲ τῶν ψιχίων μεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀμπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ μὲν γὰρ δι‐
καίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰςColumn end

61

.

296

τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλί‐ σκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς
5πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φη‐ σὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Εἰ δὲ εὐθέως
10τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσμίαν μετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶ τὰ ἡμίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος μεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκον‐
15τος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι. Διὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας. Εἰ δὲ μὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν θησαυρίζουσιν
20ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύ‐ γωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν. Οὕτω γὰρ καὶ τῶν μελ‐ λόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας
25ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

295

(30)

ΟΜΙΛΙΑ ΛΕʹ. Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν μετὰ
35προθυμίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε, Διώκετε. Ὁ γὰρ διώκων ἐκεῖνο μόνον ὁρᾷ τὸ διωκόμενον, καὶ πρὸς ἐκεῖνο τέταται, καὶ οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι’ ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς
40ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· καὶ ὅταν αὐτοὶ μὴ φθάνωμεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωμεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωμεν πρὸς αὐτήν· εἶτα
45ἐπειδὰν ἐπιλαβώμεθα, μηκέτ’ ἀφῶμεν αὐτὴν, ἵνα μὴ πάλιν ἡμᾶς διαφύγῃ. Συνεχῶς γὰρ ἡμῶν ἀπο‐ πηδᾷ, ἐπειδὴ οὐκ εἰς δέον αὐτῇ κεχρήμεθα, ἀλλὰ πάντα αὐτῆς προτιμῶμεν. Διὰ τοῦτο πάντα χρὴ ποιεῖν, ὥστε αὐτὴν μετὰ ἀκριβείας κατασχεῖν. Ἐὰν

61

.

295

(50)

γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡμῖν λοι‐ πὸν, μᾶλλον δὲ οὐδὲ τοῦ τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆς ὁδὸν βαδιούμεθα. Διό φησι, Διώκετε αὐτήν. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγε
55λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, ἐπάγει λέγων· Ζη‐ λοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφη‐ τεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι
δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποιςColumn end

61

.

296

(31)

λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Σύγκρισιν ἐνταῦθα λοιπὸν ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον δεικνὺς, οὔτε σφόδρα ὠφέλιμον καθ’ ἑαυτό. Καὶ γὰρ
35σφόδρα ἐπὶ τούτῳ ἐφυσῶντο, ἐπειδὴ καὶ μέγα εἶναι τὸ χάρισμα ἐνομίζετο. Ἐνομίζετο δὲ μέγα εἶναι διὰ τὸ πρῶτον αὐτὸ τοὺς ἀποστόλους εἰληφέναι, καὶ μετὰ τοσαύτης ἐπιδείξεως. Οὐ μὴν διὰ τοῦτο τῶν ἄλλων προτιμότερον ἦν. Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων
40ἔλαβον αὐτὸ οἱ ἀπόστολοι; Ἐπειδὴ πανταχοῦ διέρ‐ χεσθαι ἔμελλον. Καὶ ὥσπερ ἐν τῷ καιρῷ τῆς πυρ‐ γοποιίας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο· οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ
45Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο χάρισμα γλωττῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἐδύνατο λαλεῖν φωναῖς. Ὅρα τοίνυν πῶς αὐτὸ καὶ καθαιρεῖ καὶ ἐπαίρει. Τῷ μὲν γὰρ εἰπεῖν, Ὁ λαλῶν γλώσ‐

61

.

296

(50)

σαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, καθεῖλε, δείξας οὐ πολὺ τὸ χρήσιμον ὄν· τῷ δὲ ἐπάγειν, ὅτι Πνεύματι λαλεῖ μυστήρια, πά‐ λιν ἐπῆρεν, ἵνα μὴ περιττὸν εἶναι δόξῃ καὶ ἄχρηστον καὶ εἰκῆ δεδομένον. Ὁ δὲ προφητεύων, ἀνθρώποις
55λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυ‐ θίαν. Εἶδες πόθεν τὸ ἐξαίρετον δείκνυσι τοῦ χαρί‐ σματος τούτου, ἀπὸ τοῦ κοινῇ συμφέροντος, καὶ πῶς πανταχοῦ τοῦτο προτιμᾷ τὸ εἰς τὴν τῶν πολλῶν
ὠφέλειαν γινόμενον; Ἐκεῖνοι γὰρ οὐκ ἀνθρώποις295

61

.

297

λαλοῦσιν, εἰπέ μοι; Ἀλλ’ οὐ τοιαύτην οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὥστε τὸ μὲν ὑπὸ τοῦ Πνεύματος κατέχεσθαι, ἀμφοτέροις κοινὸν, καὶ τῷ προφητεύοντι καὶ τῷ
5γλώσσαις λαλοῦντι· τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιμος εἶναι τοῖς ἀκούουσι. Τῶν γὰρ γλώσσαις λαλούντων οὐκ ἤκουον οἱ τὸ χάρισμα οὐκ ἔχοντες. Τί οὖν; οὐδένα ᾠκοδό‐ μουν ἐκεῖνοι; Ναὶ, φησὶν, ἑαυτοὺς μόνους· διὸ καὶ
10ἐπήγαγεν, Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ. Καὶ πῶς, εἰ μὴ οἶδεν ἃ λέγει; Ἀλλὰ τέως περὶ τῶν εἰδότων ἃ λέγουσι διαλέγεται, εἰδότων μὲν αὐτῶν, οὐκ ἐπισταμένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. Ὅσον δὲ τὸ
15μέσον ἑνὸς καὶ Ἐκκλησίας, τοσοῦτον τὸ διάφορον τούτου κἀκείνου. Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ μηδὲν ἐξωθεῖ τὸ χάρισμα, ἀλλὰ δείκνυσιν ἔχον μὲν κέρδος, μικρὸν δὲ καὶ ὅσον τῷ κεκτημένῳ μόνον ἀρκέσαι; Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι βασκαίνων αὐ‐
20τοῖς καθαιρεῖ τὰς γλώσσας (καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισμα τοῦτο), διορθούμενος αὐτῶν τὴν ὑπόνοιάν φησι· Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προ‐ φητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ δι‐
25ερμηνεύει, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ. Τὸ δὲ μᾶλλον καὶ μεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων. βʹ. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χά‐ ρισμα, ἀλλ’ ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ
30αὐτοὺς κηδεμονίαν, καὶ τὴν φθόνου παντὸς ἀπηλλα‐ γμένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε, Δύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑμᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο μᾶλ‐ λον, ἢ ἐκεῖνο· μείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ
35γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ μὴν ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ μὴ διερμηνεύει· ὡς ἐὰν δύ‐ νηται τοῦτο, τὸ διερμηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρ‐
40πούμενοι· ὃ χρὴ μάλιστα παρατηρεῖν, πῶς διὰ πάν‐ των τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελ‐ φοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀπο‐ καλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν δι‐
45δαχῇ; Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόμενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συμφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χά‐ ρισμα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ

61

.

297

(50)

οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές. Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυ‐ μνάζει, ὡς καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑμᾶς
55ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύ‐ ψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν δι‐ δαχῇ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν μή τι εἴπω δυ‐ νάμενον ὑμῖν εὔληπτον γενέσθαι, καὶ δυνάμενον εἶναι σαφὲς, ἀλλ’ ἐπιδείξομαι μόνον, ὅτι γλωττῶν ἔχω
60χάρισμα, γλωττῶν ὧν ἀκούσαντες, οὐδὲν κερδάναντεςColumn end

61

.

298

Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε;
5Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ’ ἡμῶν τοῦτο μὲν ἀκερδὲς, ὠφέλιμον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς μουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ
10συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν μὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐμπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίη‐ σας. Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦμεν
15σαφήνειαν καὶ ἁρμονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήμοις ἐκείνοις φθόγγοις βιαζόμεθα καὶ φιλονεικοῦ‐ μεν πολλὴν ἐπιθεῖναι τὴν σημασίαν, πολλῷ μᾶλλον ἐν τοῖς ἐμψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὸ εὔσημον διώκειν δεῖ. Καὶ
20γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρα‐ σκευάσεται εἰς πόλεμον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Εἰσὶ
25γὰρ καὶ ἐκεῖ ῥυθμοὶ, καὶ ἐνδείκνυνται ποτὲ μὲν πο‐ λεμικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ μὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν μὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐμφαίνων φησὶ, Τίς παρα‐
30σκευάσεται εἰς πόλεμον; Ὥστε ἂν μὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί. Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώτ‐ της, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε
35γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγό‐ μενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀν‐ ωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φη‐ σίν. Ὥστε ἐκείνῳ χρήσιμον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις μέλλοι γίνεσθαι, ἑρμηνείαν δεῖ προσ‐
40εῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς μὴ ἔχῃ τὸ χάρισμα τοῦ ἑρμηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιμον τὸ ἑαυτοῦ δι’ ἐκείνου ποιήσῃ. Διὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε
45νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκω‐ μιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας. Καλὸν μὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισμα, ἀλλ’ ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λε‐ γόμενα. Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ’ ὅταν

61

.

298

(50)

αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρή‐ σιμος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ’ ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, μὴ ὑποκει‐ μένης ὕλης, οὐδὲ ὕλη μορφοῦται, μὴ ἐπιτεθειμένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκεί‐
55μενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν
ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φω‐297

61

.

299

ναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λα‐ λοῦντι βάρβαρος.
5 γʹ. Μὴ γὰρ δὴ νομίσῃς, ὅτι ἐφ’ ἡμῶν τοῦτο μόνον συμβαίνει, φησὶν, ἀλλὰ καὶ ἐπὶ πάντων τοῦτο γινό‐ μενον ἴδοι τις ἄν. Ὥστε οὐ διαβάλλων τὴν φωνὴν ταῦτα λέγω, ἀλλὰ δεικνὺς, ὅτι ἐμοὶ ἀνωφελὴς, ἕως ἂν ᾖ ἀσαφής. Εἶτα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὴν κατ‐
10ηγορίαν, ἐξισάζει τὸ ἔγκλημα, λέγων· Ἐκεῖνος ἐμοὶ βάρβαρος, κἀγὼ ἐκείνῳ· οὐ παρὰ τὴν φύσιν τῆς φωνῆς, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄγνοιαν. Εἶδες πῶς κατὰ μικρὸν ἐπὶ τὸ συγγενὲς ἤγαγεν; ὅπερ ἔθος αὐ‐ τῷ ποιεῖν, πόῤῥωθεν ἕλκειν τὰ ὑποδείγματα, καὶ πρὸς
15τὸ οἰκειότερον τῷ ὑποκειμένῳ τελευτᾷν. Ἐπειδὴ γὰρ εἶπε περὶ αὐλοῦ καὶ κιθάρας, ἔνθα πολὺ τὸ ἀποδέον ἦν καὶ ἀνόνητον, ἔρχεται ἐπὶ τὴν σάλπιγγα, τὸ χρη‐ σιμώτερον, εἶτα ἐκεῖθεν καὶ ἐπ’ αὐτὴν λοιπὸν τὴν φωνήν. Οὕτω καὶ ἔμπροσθεν ὅτε περὶ τοῦ δεῖξαι μὴ
20κεκωλυμένον τὸ λαμβάνειν τοὺς ἀποστόλους διελέγετο, ἀρξάμενος πρῶτον ἀπὸ γεωργῶν καὶ ποιμένων καὶ στρατιωτῶν, τότε καὶ ἐπὶ τὸ ἐγγύτερον τῷ προκειμέ‐ νῳ τὸν λόγον ἤγαγε, τοὺς ἱερεῖς τοὺς ἐν τῇ Παλαιᾷ. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλά‐
25ξαι τὸ χάρισμα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγ‐ κλημα εἰς τοὺς εἰληφότας. Οὐ γὰρ εἶπεν, Ἔσομαι βάρβαρος, ἀλλὰ, Τῷ λαλοῦντι βάρβαρος. Καὶ πάλιν οὐκ εἶπεν, Ὁ λαλῶν βάρβαρος, ἀλλ’, Ὁ ἐμοὶ λαλῶν βάρβαρος. Τί οὖν δεῖ γενέσθαι; φησίν. Οὐ γὰρ μόνον
30οὐ διαβάλλειν χρὴ, ἀλλὰ καὶ παραινεῖν καὶ διδάσκειν· ὃ δὴ καὶ αὐτὸς ποιεῖ. Ἐπειδὴ γὰρ ἐνεκάλεσε καὶ ἐπετίμησε καὶ τὸ ἀνωφελὲς ἔδειξε, καὶ συμβουλεύει λοιπὸν λέγων· Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλη‐
35σίας ζητεῖτε, ἵνα περισσεύητε. Εἶδες αὐτοῦ τὸν σκοπὸν πανταχοῦ, πῶς πρὸς ἓν ὁρᾷ διηνεκῶς καὶ διὰ πάντων, τὸ τοῖς πολλοῖς χρήσιμον, τὸ τὴν Ἐκκλη‐ σίαν ὠφελοῦν, ὥσπερ τινὰ κανόνα τοῦτο τιθείς; Καὶ οὐκ εἶπεν, Ἵνα κτήσησθε τὰ χαρίσματα, ἀλλ’, Ἵνα
40καὶ περισσεύητε, τουτέστιν, ἵνα καὶ μετὰ δαψιλείας πολλῆς αὐτὰ ἔχητε. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μὴ βούλεσθαι ἔχειν ὑμᾶς αὐτὰ, ὅτι καὶ περισσεύειν ὑμᾶς ἐν αὐτοῖς βούλομαι, μόνον ἂν εἰς τὸ κοινῇ συμφέρον αὐτὰ μεταχειρίζητε. Καὶ πῶς αὐτὸ
45τοῦτο γένοιτο, φησὶ, καὶ ἐπάγει λέγων· Διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύ‐

61

.

299

(50)

ξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ δὲ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐνταῦθα δείκνυσιν ἐν αὐτοῖς ὂν τὸ λαβεῖν τὸ χάρισμα. Προσευχέσθω γὰρ, φησὶ, τουτ‐ έστι, τὰ παρ’ ἑαυτοῦ εἰσαγέσθω. Καὶ γὰρ ἐὰν σπου‐ δαίως αἰτήσῃς, λήψῃ. Αἴτει τοίνυν μὴ γλώττης ἔχειν
55χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέ‐ λιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώττῃ, φησὶ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρ‐ πός ἐστιν.
60δʹ. Εἶδες πῶς κατὰ μικρὸν τὸν λόγον ἀνάγων δεί‐Column end

61

.

300

κνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος μόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν
5ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει
10τὸ λεγόμενον. Διὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί ποτ’ οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ
15τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύματι, τουτέστι, τῷ χαρί‐ σματι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι. Διὸ καὶ ἔλεγε, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα
20φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Ἂν γὰρ μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν
25γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδο‐ μεῖται. Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδομὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ μικρὰν ὑπομένοντα τὴν ζημίαν, ὅταν τὸ
30Ἀμὴν εἰπεῖν μὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρμηνεῦσαι δυνάμενος, οὐ δύναται ὑπο‐ φωνῆσαι τὸ Ἀμὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει
35τὸ, Ἀμήν. Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνω‐ τέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο
40καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ’ ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν. δʹ. Εἶτα ἐπειδὴ κατέδραμε τῶν τὸ χάρισμα τοῦτο
45ἐχόντων, ὡς οὐδὲν μέγα ἐχόντων, ἵνα μὴ δόξῃ ὡς ἀπεστερημένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλ‐ λων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσμοῦ τὰ πλεονεκτήματα,

61

.

300

(50)

καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ μετὰ πλείονος ὑπερβολῆς, καὶ τότε ζημίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δο‐ κεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν,
55Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δι‐ καιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ’ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι
60διὰ τὸν Χριστὸν ζημίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ
λέγων· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν.299

61

.

301

Μὴ τοίνυν μέγα φρονεῖτε, ὡς μόνοι τὸ χάρισμα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτημαι, καὶ ὑμῶν πλέον. Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί
5ἐστι, Διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναμαι καὶ ἑτέροις ἑρμηνεῦσαι καὶ μετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ μυρίους λόγους ἐν γλώσσῃ. Διὰ τί; Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ μὲν γὰρ
10ἐπίδειξιν ἔχει μόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συμ‐ φέρον. Καίτοι γε ξένον τὸ χάρισμα ἦν τὸ τῶν γλωσ‐ σῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ’
15ὅμως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον. Διόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ μὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιμώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενο‐ δοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας. Διὸ καὶ τὸ χρή‐
20σιμον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων μόνον, ἀλλ’ οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συμφέρον. Τοιοῦτος ἦν ὁ Σίμων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ
25ἑαυτοῦ χρήσιμον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν. Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγματα ἐκ ταύτης παρ‐ οξύναντες ἐξώκειλαν τῆς μανίας. Καὶ ὅρα τὴν διαστρο‐
30φὴν τοῦ πάθους. Διὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν. Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ μοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗ‐
35τος, καὶ ἐπ’ ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶ ἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξω‐ θεν, παρὸν λαβεῖν, διὰ τὸ θαυμάζεσθαι οὐκ ἐλάμβα‐ νον. Ἀλλ’ οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ
40δόξης ἦσαν, ἐδήλωσαν δι’ ὧν ἐποίησαν. Καὶ γὰρ ὅτε θεοὺς αὐτοὺς ἐκάλουν, καὶ θύειν αὐτοῖς ἦσαν παρ‐ εσκευασμένοι ταύρους ἐστεμμένους, οὐχ ἁπλῶς ἀπηγόρευσαν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ διέῤῥηξαν αὐτῶν τὰ ἱμάτια. Καὶ ὅτε τὸν χωλὸν διώρθωσαν,
45πάντων πρὸς αὐτοὺς κεχηνότων ἔλεγον, Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περι‐ πατεῖν τοῦτον; Κἀκεῖνοι μὲν ἐν ἀνδράσι θαυμάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο· οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον. Καὶ

61

.

301

(50)

οὗτοι μὲν, εἴ τι ἔλαβον, τοῖς δεομένοις ἐπήρκουν· οὕτως οὐ διὰ κενοδοξίαν, ἀλλὰ διὰ φιλανθρωπίαν ἅπαντα ἔπραττον· ἐκεῖνοι δὲ τοὐναντίον ἅπαν, ὥσπερ ἐχθροὶ καὶ λυμεῶνες τῆς κοινῆς φύσεως ὄντες, οὕτω καὶ ταῦτα ἐποίουν. Ὁ μὲν γὰρ εἰς θάλατταν τὰ αὐ‐
55τοῦ κατεπόντιζεν ἅπαντα εἰκῆ καὶ μάτην, τοὺς παραπαίοντας καὶ μαινομένους μιμούμενος· ὁ δὲ μηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν. Οὕτω πάντα πρὸς φιλοτιμίαν ἐποίουν. Ἀλλ’ οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόμενα, καὶ διένεμον τοῖς
60δεομένοις μετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιμῷColumn end

61

.

302

διηνεκεῖ συζῇν. Εἰ δὲ δόξης ἤρων, οὐκ ἂν τοῦτο ἐποίουν, τὸ λαμβάνειν καὶ διανέμειν, δεδοικότες μή τις ὑποψία γένηται κατ’ αὐτῶν. Ὁ γὰρ τὰ ἑαυτοῦ ῥίψας διὰ δόξαν, πολλῷ μᾶλλον τὰ ἑτέρων οὐ λήψε‐
5ται, ὥστε μὴ δοκεῖν ἑτέρων δεῖσθαι, μηδὲ ὑποπτεύε‐ σθαι. Τούτους δὲ ὁρᾷς καὶ διακονουμένους καὶ προσ‐ αιτοῦντας αὐτοὺς ὑπὲρ τῶν δεομένων· οὕτω πατέρων ἦσαν πάντων φιλοστοργότεροι. Θέα δὲ καὶ τοὺς νό‐ μους αὐτῶν συμμέτρους, καὶ κενοδοξίας ἀπηλλαγμέ‐
10νους. Ἔχοντες γὰρ, φησὶ, σκεπάσματα καὶ τρο‐ φὰς, τούτοις ἀρκεσθησόμεθα· οὐ καθάπερ ὁ Σινω‐ πεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. Ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει·
15οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν, ἀλλὰ καὶ ἱμάτια περιβέβλητο μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς
20περὶ τὴν δόξαν μανίας συρόμενος. Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ’ ἢ κενοδοξίαν μόνην. εʹ. Ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας, ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ. Καίτοι γε ὁ τὰ πολ‐
25λῷ εὐτονώτερα δυνηθεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυ‐ σεν ἄν. Ἀλλ’ οὐχ ἑώρα πρὸς δόξαν, τὸ χαλεπὸν θηρίον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκου‐ μένης, τὴν ἔχιν τὴν ἰοβόλον. Καθάπερ γὰρ τὸ θηρίον ἐκεῖνο τὴν νηδὺν τῆς τεκούσης διαῤῥήγνυσι τοῖς
30ὀδοῦσιν, οὕτω καὶ τοῦτο τὸ πάθος τὸν τίκτοντα δια‐ σπαράττει. Πόθεν οὖν ἄν τις εὕροι τῷ ποικίλῳ τούτῳ νοσήματι φάρμακον; Εἰ τοὺς καταπατήσαντας αὐτὸ εἰς μέσον ἀγάγοι, καὶ πρὸς τὴν ἐκείνων εἰκόνα βλέ‐ πων, οὕτω τὴν ἑαυτοῦ ζωὴν κατευθύνειε. Καὶ γὰρ
35ὁ πατριάρχης Ἀβραάμ· ἀλλὰ μηδεὶς ἐγκαλείτω ταυ‐ τολογίαν, εἰ πολλάκις αὐτοῦ μνημονεύομεν, καὶ ἐπὶ πάντων. Τοῦτο γὰρ μάλιστά ἐστιν ὃ κἀκεῖνον θαυ‐ μαστὸν ἀποφαίνει, καὶ τοὺς μὴ ζηλοῦντας αὐτὸν πάσης ἀποστερεῖ συγγνώμης. Εἰ μὲν γὰρ μέρος μέν
40τι τοῦτον, μέρος δὲ ἕτερον κατωρθωκότα ἐπιδείκνυ‐ μεν, εἶπεν ἄν τις καὶ δυσκατόρθωτον εἶναι τὴν ἀρετήν· οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν· ὅταν δὲ εὑρίσκηται εἷς καὶ ὁ αὐτὸς τὰ πάντα ἔχων,
45ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετὰ νόμον καὶ χάριν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς χάριτος εἰς τὸ αὐτὸ μέ‐ τρον μὴ δυνάμενοι φθάσαι; Πῶς οὖν οὗτος ὁ πα‐ τριάρχης τοῦ θηρίου τούτου περιεγένετο καὶ ἐκρά‐ τησεν, ἡνίκα πρὸς τὸν ἀδελφιδοῦν ἀμφισβήτησιν εἶχε;

61

.

302

(50)

Καὶ γὰρ ἐλαττωθεὶς, καὶ τῶν πρωτείων ἀποτυχὼν, οὐκ ἤλγησεν. Ἴστε δὲ ὅτι ἐν τοῖς τοιούτοις ἡ αἰσχύνη τῆς ζημίας χείρων τοῖς μικροψύχοις, καὶ μάλιστα ὅταν αὐτὸς ἁπάντων κύριος ὢν, καθάπερ ἐκεῖνος τότε, καὶ τῆς τιμῆς πρότερος ἄρξας, μὴ ἀντιτιμῷτο.
55Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐκεῖνον ἔδακνεν, ἀλλὰ καὶ τὰ δεύτερα ἔχων ἔστεργε, καὶ ἀδικηθεὶς παρὰ τοῦ νέου ὁ πρεσβύτης, καὶ παρὰ τοῦ ἀδελφιδοῦ ὁ θεῖος οὐκ ἠγανάκτει, οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐφίλει ὁμοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεμον
60ἐκεῖνον τὸν μέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους301

61

.

303

κατὰ κράτος ἐλάσας, οὐκ ἐμπομπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο μόνον, οὐκ ἐπι‐ δείξασθαι. Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ’ αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει,
5οὐχ ὡς εὖ ποιῶν, ἀλλ’ ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος. Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν,
10καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπι‐ δείκνυται· ἀλλ’ οἱ μὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιμὴν κατέβαλε τοῦ τάφου. Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐ‐ δὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν,
15ἀλλ’ ἁπλῶς ἀγαγεῖν τὴν νύμφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβλημένον; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα,
20πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν μὲν ἁμαρτημάτων αὑτοῦ μέμνηται συνεχῶς, τῶν δὲ κατ‐ ορθωμάτων οὐκέτι. Πλὴν εἴ ποτε μαθητὰς ἐπανορ‐ θῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύ‐ νην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ
25παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυ‐ τὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ’ ἐν τοῖς ἀσήμοις κατα‐ τάττων ἑαυτόν. Διὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ
30σώματος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κομψόν· καὶ πάλιν, Εὔχομαι ὑμᾶς μὴ ποιῆσαι κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φα‐ νῶμεν. Καὶ τί θαυμαστὸν, εἰ δόξης καταφρονεῖ ταύ‐ της; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασι‐
35λείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα μὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαμβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν
40πρὸς αὐτοὺς γεγενημένων)· εἰ τοίνυν ἐκεῖνα παρα‐ δραμεῖν ἕτοιμος, τί θαυμάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυμία μόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτι‐ μίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε
45ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώ‐ ματα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαμαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπη‐

61

.

303

(50)

ρά. Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρε‐ στοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται.
55 ϛʹ. Ταῦτ’ οὖν εἰδότες, μὴ πενίαν φεύγωμεν, μὴ πλοῦτον θαυμάζωμεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκα‐ νὴν κατασκευάζωμεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδομού‐ μενος, οὐ τοῦτο σκοπεῖ, ὅπως μήτε ὑετὸς ἐπ’ αὐτὴν κατενεχθείη, μήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀμήχανον·
60ἀλλ’ ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι
καὶ μηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀμήχανον·Column end

61

.

304

ἀλλ’ ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπι‐ τήδειοι. Καὶ ὁ σώματος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως μὴ ἀνωμαλία ἀέρων γένοιτο, ἀλλ’ ὅπως τὸ σῶμα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν
5καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ’ ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν. Διὸ ταῦτα ἀφέντες, κατασκευά‐ ζωμεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν.
10Κἂν γὰρ μηδὲν ἀνθρώπινον συμβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ μὴ πλοῦτον ζη‐ τῶν, ἀλλ’ εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦ διαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον μὲν ὁ τοιοῦτος οἴ‐ κοθεν ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ
15στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον· οὕτω τοῦ χρήμασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγμένος ἀμείνων. Δεύτερον, ὅτι, κἂν εἰς πενίαν μὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτά‐
20ραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦ‐ τος καὶ ταραχάς. Ἀλλ’ οὐχ ἡ ἀρετὴ, ἀλλ’ ἡδονὴν μόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐ‐ επιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς
25ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχεί‐ ρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ’ ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπι‐ βουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ
30λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃ‐ στάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας; Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν;
35οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐ‐ τὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι
40ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ’ ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κα‐ κῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν
45καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλε‐ πώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται

61

.

304

(50)

αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυ‐ μνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς
55οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰ‐ σχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ
60θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν. Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ
65δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι303

61

.

305

μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μεί‐ ναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται. Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃ‐
5σταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀν‐ ταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυ‐ σοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον
10πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε πε‐ ριττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες.
15Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ ἡ θέα ἱκανὴ καὶ τὸν σφόδρα σιδηροῦν καὶ ἀνάλγητον ἐπικάμψαι. Διά τοι τοῦτο, ὅταν τις ἴδῃ νεκρὸν, κἂν ἐχθρὸν ἴδῃ, κἂν πολέμιον, μετὰ τῶν φιλτάτων δα‐
20κρύει· καὶ ἡ μὲν ὀργὴ μετὰ τῆς ζωῆς σβέννυται, ὁ δὲ ἔλεος ἐπεισάγεται. Καὶ οὐκ ἄν τις ἐπὶ κήδους καὶ ἐκφορᾶς διαγνοίη τὸν ἐχθρὸν, καὶ τὸν οὐ τοιοῦτον· οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς περὶ αὐτὴν εἰσενεχθέντας νόμους. Ἀλλ’ ὁ πλοῦτος,
25οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησα‐ μένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικημένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶμα γυμνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεμίων ἐστί. Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ κατ‐
30αλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμοῖ, καὶ ἐν ἐρημίᾳ πολλῇ τὸ σῶμα αἰκίζεται. Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάμενα ἐπισπά‐ σασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίν‐ ητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ μηδένα
35παρεῖναι τὸν βοηθήσοντα. Ἀλλ’ οὐδὲν τούτων κατα‐ κλᾷ τοὺς μιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας τυραννίδα. Ὁ γὰρ τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγ‐ κελευόμενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖ‐
40να, καὶ θηρία ποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει.Column end

61

.

306

Καθάπερ γὰρ θηρία τοῖς τετελευτηκόσιν ἐπιτιθέμε‐ νοι, οὐδ’ ἂν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρή‐ σιμα ἦν αὐτοῖς τὰ μέλη. Τοιαῦτα ἀπολαύομεν τοῦ πλούτου, καὶ μετὰ τελευτὴν ὑβριζόμενοι, καὶ ταφῆς
5ἀποστερούμενοι, ἧς καὶ οἱ τὰ ἀνήκεστα τετολμηκότες ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ μοι, στέρξομεν αὐτὸν τὸν οὕτω πολέμιον; Μὴ, παρακαλῶ, μὴ, ἀδελ‐ φοὶ, ἀλλὰ φεύγωμεν ἀμεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡμετέρας, μὴ κατέχωμεν ἔνδον, ἀλλὰ δή‐
10σωμεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπι‐ στος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος. Ἂν μὲν
15οὖν παραγένηταί ποτε ἡμῖν, ταύτῃ παραδῶμεν αὐ‐ τόν· ἂν δὲ μὴ παραγένηται, μὴ ζητῶμεν, μηδὲ ἄγ‐ χωμεν ἑαυτοὺς, μηδὲ τοὺς ἔχοντας μακαρίζωμεν. Ποῖος γὰρ οὗτος μακαρισμός; πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτί‐
20μητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάτ‐ τουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ’ ἀγω‐ νιῶντες αὐτὰ καὶ τρέμοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν
25τοῖς ταμιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ’ ἑκάστην παρ’ αὐτοῦ τὴν ἡμέραν μυρία δεχόμε‐ νοι τὰ τραύματα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα μὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυμαίνεται τοῖς ἀπαν‐ τῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισμένος ᾖ καὶ φυλατ‐
30τόμενος, τότε ἀπόλλυσι τοὺς κεκτημένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ’ ἡμεῖς τὸ θηρίον τοῦτο ποιήσωμεν ἥμερον. Ἔσται δὲ ἥμερον, ἂν μὴ κατακλείωμεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεομένων προσάγωμεν χερ‐ σίν. Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα
35ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι· ἧς γένοιτο πάν‐ τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ
ἑξῆς.Column end

61

.

305

(41)

ΟΜΙΛΙΑ Λϛʹ. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γί‐ νεσθε.
45 αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλ‐ λήλου τῷ ὑποκειμένῳ. Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνε καὶ ἐπτόηται, τῶν δὲ σφόδρα με‐

61

.

305

(50)

γάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συν‐ ετοὺς εἶναι χρὴ, ἀλλ’ ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα
55ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα· τὸν γὰρ τῇ κακίᾳ νηπιάζοντα καὶ φρόνιμον εἶναι δεῖ. Ὥσπερ γὰρ φρόνησις μετὰ κακουργίας οὐκ ἂν εἴη φρόνησις, οὕτω καὶ ἀφέλεια μετὰ ἀνοίας οὐκ ἂν εἴη ἀφέ‐
λεια. Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγεινColumn end

61

.

306

(42)

δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν. Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ’ ἑαυτὴν,
45οὐδὲ φρόνησις. Διόπερ ἀμφότερα κατακεράσαι κε‐ λεύων ὁ Χριστὸς ἔλεγε, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ; Τὸ μηδὲ εἰδέναι τί ποτέ ἐστι κακία· τοιούτους γὰρ αὐτοὺς εἶναι ἐβούλετο. Διὸ καὶ

61

.

306

(50)

ἔλεγεν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Οὐκ εἶπε, Τολμᾶται, ἀλλ’, Ἀκούεται. Ἴστε γὰρ ὅλως τὸ πρᾶγμα, φησίν· ἠκούσατε γὰρ αὐτό ποτε. Καὶ γὰρ ἐβούλετο καὶ ἄνδρας αὐτοὺς εἶναι καὶ παῖδας, ἀλλὰ τὸ μὲν ἐν τῇ κακίᾳ, τὸ δὲ ἐν τῇ φρονήσει. Οὕτω γὰρ
55καὶ ὁ ἀνὴρ γένοιτ’ ἂν ἀνὴρ, ἐὰν καὶ παιδίον ᾖ· ἕως δὲ ἂν μὴ παιδίον ᾖ τῇ πονηρίᾳ, οὐδὲ ἀνὴρ ἔσται. Ὁ γὰρ κακοῦργος οὐκ ἔσται τέλειος, ἀλλ’ ἀνόητος. Ἐν τῷ γὰρ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις,
καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,305

61

.

307

καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Καίτοι γε οὐδαμοῦ ἐν τῷ νόμῳ γέγραπται, ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, πᾶσαν τὴν Παλαιὰν ἀεὶ νόμον καλεῖ καὶ τοὺς προφήτας καὶ τὰς ἱστορίας. Παράγει δὲ τὴν
5μαρτυρίαν ἀπὸ Ἡσαΐου τοῦ προφήτου, πάλιν ὑπο‐ τεμνόμενος τοῦ χαρίσματος τὴν δόξαν, πρὸς τὸ ἐκεί‐ νων χρήσιμον· ἀλλ’ ὅμως καὶ οὕτω μετ’ ἐγκωμίου τίθησιν αὐτό. Τὸ γὰρ, Οὐδὲ οὕτω, δεικνύντος ἦν, ὅτι ἱκανὸν ἦν αὐτοὺς ἐκπλῆξαι τὸ θαῦμα· εἰ δὲ οὐκ
10ἐπείσθησαν, ἐκείνων τὸ ἔγκλημα. Καὶ τίνος ἕνεκεν αὐτὸ ἐποίησεν ὁ Θεὸς, εἰ μὴ ἔμελλον πείθεσθαι; Ἵνα τὰ αὐτοῦ πανταχοῦ φαίνηται ποιῶν. Δείξας τοίνυν καὶ ἀπὸ τῆς προφητείας, ὅτι οὐ σφόδρα χρήσιμον τὸ σημεῖον, ἐπήγαγεν· Ὥστε αἱ γλῶσσαι εἰς ση‐
15μεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπί‐ στοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν,
20ὅτι Μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπ‐
25αγγέλλων, ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Πολλὴν ἐνταῦθα ἐκ τῶν εἰρημένων τὴν ἐπαπόρησιν ἴδοι τις ἄν. Εἰ γὰρ τοῖς ἀπίστοις σημεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε; καὶ εἰ προφητεία οὐ
30τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσι, πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; Ἐὰν γὰρ εἰσέλθῃ, φησὶν, ἄπιστος προφητευόντων ὑμῶν, ἐλέγχεται ὑπὸ πάντων, καὶ ἀνακρίνεται. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ μετὰ ταύτην δευτέρα ἑτέρα ζήτησις ἐντεῦ‐
35θεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν τῆς προ‐ φητείας μείζων. Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλο‐ τρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους. Τί οὖν ἐστι τὸ εἰρημέ‐
40νον; Οὐδὲν δύσκολον οὐδὲ ἀσαφὲς οὐδὲ ἐναντίον τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ σφόδρα συμβαῖνον, ἐὰν προσ‐ έχωμεν. Ἡ μὲν γὰρ προφητεία ἀμφοτέροις ἐπιτή‐ δειος, ἡ δὲ γλῶττα οὐκέτι. Διόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σημεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς
45πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σημεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. Ἀλλὰ καὶ ἐπὶ τῆς προφητείας, φησὶ, τὸ αὐτὸ τοῦτο ἐποίησεν, εἰπὼν, Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Οὐδὲ γὰρ χρείαν

61

.

307

(50)

ἔχει ὁ πιστὸς σημεῖον ἰδεῖν, ἀλλὰ διδασκαλίας δεῖται μόνον καὶ κατηχήσεως. Πῶς οὖν σὺ λέγεις, φησὶν, ἀμφοτέροις χρήσιμον εἶναι τὴν προφητείαν, αὐτοῦ λέγοντος, Οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύου‐ σιν; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, εἴσῃ τὸ λεγόμενον.
55Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιμος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ’, Οὐκ ἔστιν εἰς σημεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι. Οὐδὲ τοῖς ἀπίστοις τι χρήσιμον ἡ γλῶττα· ἓν γὰρ αὐτῆς ἐστι τὸ ἔργον, τὸ ἐκπλῆξαι μόνον καὶ θορυβῆσαι. Τὸ γὰρ σημεῖον τῶν
60μέσων ἐστίν· ὡς ὅταν λέγῃ, Ποίησον μετ’ ἐμοῦ ση‐ μεῖον, καὶ προστίθησιν, εἰς ἀγαθόν· καὶ πάλιν, Ἐγενήθην ὡσεὶ τέρας τοῖς πολλοῖς, τουτέστιν, εἰς σημεῖον.
βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡςColumn end

61

.

308

πάντη χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγε τὸ ἐξ αὐτοῦ γινόμενον. Τί δὲ ἦν τοῦτο; Ἐροῦσι, φη‐ σὶν, ὅτι Μαίνεσθε. Τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ ση‐ μείου φύσιν, ἀλλὰ παρὰ τὴν ἄνοιαν ἐκείνων. Ἀπί‐
5στους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νο‐ σοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀπο‐ στόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγα‐
10λεῖα· οἷοι ἐπὶ τοῦ Κορνηλίου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ὅτι ἡ μὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει· τὴν δὲ γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδαίνουσιν, ἀλλὰ καὶ καταγελῶσιν, ὡς μαινομένων, τῶν φθεγγομένων.
15Καὶ γὰρ εἰς σημεῖόν ἐστιν αὐτοῖς μόνον· τουτέστιν, εἰς τὸ ἐκπλήττεσθαι ἁπλῶς· ὡς οἵ γε νοῦν ἔχοντες καὶ ἐκέρδαινον, δι’ ὃ ἐδόθη τὸ σημεῖον. Οὐ γὰρ μόνον οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε, ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ
20Θεοῦ διηγουμένους· ὥστε οἱ γελῶντες, οἱ ἀνόητοι ἦσαν. Διὸ καὶ Παῦλος οὐχ ἁπλῶς εἶπεν, Ἐροῦσιν ὅτι Μαίνεσθε, ἀλλὰ προσέθηκεν, ἰδιῶται καὶ ἄπι‐ στοι. Ἡ δὲ προφητεία οὐκ εἰς σημεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτη‐
25δεία καὶ χρήσιμος. Καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν, εἰπών· Ἐλέγχεται ὑπὸ πάντων. Ἐὰν γὰρ πάντες προ‐ φητεύωσι, φησὶν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται
30ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄν‐ τως ἐν ὑμῖν ἐστιν. Ὥστε οὐ τούτῳ μόνον μείζων ἡ προφητεία τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ
35τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι. Οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν, ὅτε τὴν Σάπφειραν ἤλεγξεν, ὅπερ προφητείας ἦν, καὶ ὅτε γλώσσαις ἐλάλει Πέτρος· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν, ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβε
40δόξαν. Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεμόμενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκλημα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐδόθη; Ἵνα μετὰ ἑρμηνείας προΐῃ· ὡς τούτου χωρὶς, καὶ τοὐ‐
45ναντίον ἐκβαίνει παρὰ τοῖς ἀνοήτοις. Ἐὰν γὰρ, φησὶ, γλώσσαις πάντες λαλῶσιν, εἰσέλθωσι δὲ ἄπιστοι ἢ ἰδιῶται, ἐροῦσιν, ὅτι Μαίνεσθε· καθάπερ οὖν καὶ οἱ ἀπόστολοι μεθυόντων ἐλάμβανον ὑπόνοιαν· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ’ οὐ

61

.

308

(50)

τοῦ σημείου κατηγορία, ἀλλὰ τῆς ἐκείνων ἰδιωτείας. Διὰ τοῦτο προσέθηκεν, Ἰδιῶται καὶ ἄπιστοι, ὥστε τῆς ἐκείνων ἀπειρίας ἡ ὑπόληψις καὶ ἀπιστίας. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ’ ἐν τοῖς οὐ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι
55τὸ χάρισμα, καὶ τοῦτο, ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦ τὸν ἑρμηνεύοντα ἐπιζητεῖν. Ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπί‐ δειξιν αὐτῷ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι εἰς δόξαν παρα‐
60βλάπτονται, μανίας ὑπόληψιν κτώμενοι. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ συνεχῶς ἐπιχειρεῖ κατασκευάζειν ὁ Παῦλος, ὅταν τινὸς ἀπάγειν βούληται, εἰς αὐτὰ ἃ ἐπιθυμεῖ δείκνυσιν αὐτὸν παραβλαπτόμενον. Καὶ σὺ
τοίνυν οὕτω ποιεῖ· ἂν ἡδονῆς ἀπαγάγῃς, δεῖξον ὅτι307

61

.

309

τὸ πρᾶγμα πικρόν· ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγμα ἀτιμίας γέμον. Οὕτω καὶ Παῦλος ἐποίει. Καὶ γὰρ πλουσίους ἀποσπῶν τοῦ περὶ τὰ χρήματα ἔρωτος, οὐκ εἶπεν ὅτι βλαβερὸν ὁ πλοῦτος μόνον, ἀλλ’
5ὅτι καὶ εἰς πειρασμοὺς ἐμβάλλει. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐπειδὴ γὰρ δοκεῖ πειρασμῶν ἀπαλλάττειν, τοὐναν‐ τίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόμιζον οἱ πλουτοῦντες. Εἴχοντο πάλιν τῆς σοφίας τῆς ἔξωθεν ἕτεροι, ὡς
10ταύτῃ τὸ δόγμα ἱστῶντες· ἔδειξεν ὅτι οὐ μόνον οὐ βοηθεῖ τῷ σταυρῷ, ἀλλ’ ὅτι καὶ κενοῖ αὐτόν. Εἴχοντο τοῦ δικάζεσθαι παρ’ ἑτέροις, ἀνάξιον ἡγούμενοι παρὰ τοῖς οἰκείοις, ὡς τῶν ἔξωθεν σοφωτέρων ὄντων· δείκνυσιν ὅτι τὸ ἔξω δικάζεσθαι, αἰσχρόν. Εἴχοντο
15τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύμενοι· ἔδειξεν ὅτι τοῦτο γνώσεως ἀτελοῦς, τὸ μὴ εἰδέναι οἰκονομεῖν τὰ τῶν πλησίον. Οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ ἐπτόηντο περὶ τὸ χάρισμα τοῦτο τὸ τῶν γλωσ‐ σῶν, δόξης ἐρῶντες, δείκνυσιν ὅτι τοῦτο μὲν οὖν μά‐
20λιστα αὐτοὺς καταισχύνει, οὐ μόνον δόξης ἀπο‐ στεροῦν, ἀλλὰ καὶ μανίας ὑπολήψει περιβάλλον. Ἀλλ’ οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ μυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει. Καὶ τοῦτο δὲ αὐτὸ τὸ θεώρημα
25σύνηθες. Τὸν γὰρ μέλλοντα διασαλεύειν δόξαν πεπη‐ γυῖαν καὶ εἰς τὸ ἐναντίον περιτρέπειν, οὐκ εὐθέως τὰ ἐναντία λέγειν δεῖ· ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειλημμένοις ὑπὸ τῆς ἐναντίας ψήφου· ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοι‐
30μίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι’ ἑτέρων, τότε εἰς τὸ ἐναντίον περιτρέπειν. γʹ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ γάμου διαλεγόμενος ἐποίη‐ σεν. Ἐπειδὴ γὰρ πολλοὶ προσεῖχον ὡς ἄνεσιν ἔχοντι τῷ πράγματι, αὐτὸς δὲ ἐβούλετο δεῖξαι, ὅτι τὸ μὴ
35γαμεῖν ἄνεσις, εἰ μὲν εὐθέως τοῦτο εἶπεν, οὐκ ἂν οὕ‐ τως εὐπαράδεκτον αὐτὸ πεποίηκε· νυνὶ δὲ μετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων. Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πε‐ ποίηκε. Καὶ γὰρ πρὸ τοῦ πολλὰ εἰπὼν, καὶ μετὰ
40ταῦτα πάλιν, τότε φησὶν, ὅτι Ὑμῶν φείδομαι, καὶ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν γλωττῶν ποιεῖ, δεικνὺς ὅτι οὐ μόνον ἀποστερεῖ δόξης, ἀλλὰ καὶ καταισχύνει τοὺς ἔχοντας παρὰ τοῖς ἀπίστοις. Ἡ δὲ προφητεία τοὐναντίον καὶ αἰσχύνης
45ἀπήλλακται τῆς παρὰ τοῖς ἀπίστοις, καὶ δόξαν ἔχει μεγίστην καὶ ὠφέλειαν. Οὐ γὰρ ἐρεῖ τις ἐπὶ τῆς προ‐ φητείας, ὅτι Μαίνονται, οὐδὲ καταγελάσεται τῶν προ‐ φητευόντων, ἀλλὰ τοὐναντίον ἐκπλαγήσεται καὶ θαυ‐ μάσεται τούτους. Ἐλέγχεται γὰρ ὑπὸ πάντων· τουτ‐

61

.

309

(50)

έστιν, ἃ ἐπὶ καρδίας ἔχει, ταῦτα εἰς μέσον ἄγεται, καὶ δείκνυται πᾶσιν. Οὐκ ἔστι δὲ ἴσον εἰσελθόντα τινὰ ἰδεῖν μὲν Περσιστὶ, τὸν δὲ Συριστὶ φθεγγόμενον, καὶ εἰσελθόντα ἀκοῦσαι τὰ ἀπόῤῥητα τῆς αὐτοῦ διανοίας, καὶ εἴτε πειράζων καὶ μετὰ πονηρᾶς γνώ‐
55μης, εἴτε ὑγιῶς εἰσελήλυθε· καὶ ὅτι τὸ καὶ τὸ αὐτῷ
πέπρακται, καὶ τὸ βεβούλευται· πολὺ γὰρ τοῦτοColumn end

61

.

310

ἐκείνου φρικωδέστερον καὶ χρησιμώτερον. Διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῶν γλωσσῶν φησιν, ὅτι Μαίνεσθε· ἀλλ’ οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ’ ἀπὸ τῆς ἐκείνων κρίσεως· Ἐροῦσι γὰρ, φησὶν, ὅτι Μαί‐
5νεσθε. Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγμάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουμένων. Ἐλέγχεται γὰρ, φησὶν, ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυ‐
10νήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὁρᾷς ὅτι τοῦτο ἀναμφισβήτητον; Ἐκεῖ μὲν γὰρ ἀμφιβάλλεται τὸ γινόμενον, καὶ μα‐ νίαν ἄν τις αἰτιάσαιτο τῶν ἀπίστων· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ καὶ θαυμάσεται καὶ προσκυνή‐
15σει, διὰ τῶν ἔργων πρότερον ὁμολογῶν, εἶτα καὶ διὰ τῶν ῥημάτων. Οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησε λέγων, Ἐπ’ ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. Εἶδες
20τῆς προφητείας τὴν ἰσχὺν, πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλε καὶ κατήχησε καὶ εἰς πίστιν ἤγαγε; Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς
25οἰκοδομὴν γινέσθω. Ὁρᾷς τοῦ Χριστιανισμοῦ τὴν κρηπῖδα καὶ τὸν κανόνα; Ὥσπερ γὰρ τεχνίτου ἔργον τὸ οἰκοδομεῖν, οὕτω καὶ τοῦ Χριστιανοῦ τὸ τοὺς πλησίον διὰ πάντων ὠφελεῖν. Ἐπειδὴ δὲ σφόδρα κατέδραμε τοῦ χαρίσματος, ἵνα μὴ δόξῃ περιττὸν
30εἶναι· τὸν γὰρ τῦφον αὐτῶν κατασπάσαι βουλόμενος, μόνον τοῦτο πεποίηκε· πάλιν ἀριθμεῖ αὐτὸ μετὰ τῶν ἄλλων, λέγων· Ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσ‐ σαν ἔχει. Καὶ γὰρ ψαλμοὺς τὸ παλαιὸν ἐποίουν ἀπὸ χαρίσματος, καὶ ἐδίδασκον ἀπὸ χαρίσματος· ἀλλ’
35ὅμως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν· μηδὲν ἁπλῶς γινέσθω. Εἰ γὰρ μὴ παραγίνῃ τὸν ἀδελφὸν οἰκοδομήσων, τί καὶ παρα‐ γίνῃ; Οὐ δὴ πολύς μοι λόγος τῆς τῶν χαρισμάτων διαφορᾶς· ἑνὸς ἐμοὶ μέλει μόνον, καὶ τὸ σπουδαζό‐
40μενόν μοι ἓν, τὸ πρὸς οἰκοδομὴν ἅπαντα ποιεῖν. Οὕτω καὶ ὁ τὸ μικρὸν ἔχων χάρισμα, τὸν τὸ μέγα ἔχοντα παραδραμεῖται, ἐὰν τοῦτο προσῇ. Διὰ γὰρ τοῦτο καὶ τὰ χαρίσματα, ἵνα οἰκοδομῆται ἕκαστος· ὡς ἐὰν μὴ τοῦτο γίνηται, καὶ εἰς κρῖμα ἔσται τὸ χάρισμα τῷ
45λαβόντι. Τί γὰρ, εἰπέ μοι, ὄφελος τοῦ προφητεύειν; τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν μηδεὶς ὁ κερδαίνων ᾖ; Εἰ δὲ τοῦτο τῶν χαρισμάτων τὸ τέλος, ἔξεστι δὲ αὐτὸ καὶ ἑτέρῳ κατασκευάζειν τρόπῳ χα‐ ρισμάτων χωρὶς, μὴ μέγα ἐπὶ τοῖς σημείοις φρόνει,

61

.

310

(50)

μηδὲ ταλάνιζε σαυτὸν, ὁ τῶν χαρισμάτων ἐστερημέ‐ νος. Εἴτε δὲ γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμη‐ νευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Τί λέ‐
55γεις; εἰπέ μοι· τοσαῦτα εἰπὼν περὶ γλωσσῶν, ὅτι ἀνόνητον, ὅτι περιττὸν, ἐὰν μὴ ἑρμηνέα ἔχῃ, κελεύεις πάλιν γλώσσαις λαλεῖν; Οὐ κελεύω, φησὶν, ἀλλ’ οὐδὲ κωλύω· ὡς ὅταν λέγῃ, Εἴ τις ὑμᾶς καλεῖ τῶν ἀπί‐ στων, καὶ θέλετε πορεύεσθαι, οὐχὶ νομοθετῶν τὸ
60πορεύεσθαι λέγει, ἀλλ’ οὐκ ἐπέχων· οὕτω καὶ ἐνταῦθα,309

61

.

311

Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Εἰ μὴ καρτερεῖ σιγᾷν, φησὶν, ἀλλ’ οὕτως ἐστὶ φιλότιμος καὶ κενό‐ δοξος, καθ’ ἑαυτὸν φθεγγέσθω. Ὥστε αὐτῷ τούτῳ μάλιστα τῷ οὕτως ἐπιτρέψαι ἐκώλυσεν ἐντρέψας.
5 δʹ. Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖ‐ κα ὁμιλίας διαλεγόμενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἀλλ’ οὐχ ὅτε περὶ προ‐ φητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτι‐ κῶς καὶ νομοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς
10λαλείτωσαν. Καὶ οὐδαμοῦ τὸν ἑρμηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστομίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν. Διόπερ εἰ μέν τις ἀμφότερα ἔχει τὰ χαρίσματα, λαλείτω· εἰ δὲ
15οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, μετὰ τοῦ ἑρμηνεύον‐ τος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρμηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιτ‐ τῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιμίαν. Ἑαυτῷ δὲ
20λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νομο‐ θετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος μᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχω‐
25ρεῖν, δριμύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισμα ἔχετε, ἀλλ’ ἵνα οἰκοδομῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόμενος εἶπε, Πάντα πρὸς οἰκοδομὴν γινέσθω. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλ‐
30λοι διακρινέτωσαν. Οὐδαμοῦ τὸ πλεῖστον προσ‐ έθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα μὲν οὖν αὐτάρ‐ κης· οὐδὲ γὰρ ἐπεστόμισεν αὐτὸν καθάπερ ἐκεῖνον,
35οὐκ ὄντος ἑρμηνεύοντος· οὐδὲ ὥσπερ ἐπ’ ἐκείνου εἶπεν, Ἐὰν μὴ ᾖ ὁ διερμηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν μὴ ᾖ ὁ διακρίνων, μὴ προφη‐ τευέτω, ἀλλ’ ἠσφαλίσατο μόνον τὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν,
40ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν. Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρί‐ νειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ,
45ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρημένον; Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγομένου, τὸ πνεῦμα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν.

61

.

311

(50)

Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦ‐ θα ἀπαιτεῖ τὸ ἀνὰ μέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ μέρος, ἀλλ’, Ἐὰν ἄλλῳ ἀποκα‐ λυφθῇ. Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουμένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ’ ἀμφοτέρους ἐχρῆν;
55Ἀλλ’ ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον. Διὰ γὰρ τοῦτο, λέγοντος ἐκεί‐ νου, τοῦτον ἐκίνει τὸ Πνεῦμα, ἵνα τι καὶ οὗτος εἴπῃ. Εἶτα παραμυθούμενος τὸν ἐπιστομισθέντα, φησί· Δύ‐ νασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάν‐
60τες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. ὉρᾷςColumn end

61

.

312

πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι’ ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κω‐ λύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγ‐
5χυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατ‐ έχειν κελεύει. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ μὴ φιλονεικῇ, μηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσό‐
10μενον· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κε‐ κτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δεί‐ κνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέ‐ γων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰ‐
15ρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι’ ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεμυθήσατο θατέρῳ παραχωροῦντα; δι’ ἑνὸς μὲν καὶ πρώτου, τοῦ μὴ ἐκλύεσθαι τούτου γινομέ‐ νου· Δύνασθε γὰρ, φησὶ, καθ’ ἕνα πάντες προφη‐
20τεύειν· δι’ ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύματι τοῦτο δο‐ κεῖν· Πνεύματα γὰρ προφητῶν προφήταις ὑπο‐ τάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ
25τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ’ ἂν τῶν πρα‐ γμάτων; Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ
30Πνεύματος πάντα δημαγωγοῦντος καὶ τῶν προεστώ‐ των ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύμβολα κατέχομεν τῶν χαρισμάτων ἐκείνων μόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγομεν, καὶ ἀνὰ μέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται·
35ἀλλὰ σημεῖα ταῦτα μόνον ἐστὶν ἐκείνων καὶ ὑπο‐ μνήματα. Διὸ ἐπειδὰν ἀρξώμεθα λέγειν, ὁ λαὸς ἀντι‐ φθέγγεται, Τῷ Πνεύματί σου, δεικνὺς ὅτι τὸ πα‐ λαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύ‐ ματι κινούμενοι. Ἀλλ’ οὐχὶ νῦν· τὸ ἐμαυτοῦ λέγω
40τέως. εʹ. Ἀλλ’ ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα κατεχούσῃ πολλαχοῦ μόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶ τὰς μὲν θήκας τῶν χρυσίων ἐπιδεικνυμένῃ καὶ τὰ
45κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρημένῃ· ταύτῃ προσέοι‐ κεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισμάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν μόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθμὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε μὲν εἶχε

61

.

312

(50)

κόσμον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήμωται καὶ κεκένωται, καὶ τὰ σύμβολα μένει μόνον. Εἰσὶ μὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ’ οὐκ ἔχουσιν αὗται τὸν κόσμον ἐκεῖνον, ὃν τὰς ἀποδυσα‐ μένας πρὸς τὰ τοιαῦτα παλαίσματα ἔχειν χρή. Καὶ
55γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισμα, τὸ τὰ τοῦ Θεοῦ μεριμνᾷν μόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέ‐ ροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ’ ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλο‐
60καρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ311

61

.

313

πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων. Ἴδοι τις ἂν καὶ τὰς ἐν γάμῳ πολλὴν ἐπιδεικνυ‐ μένας παρ’ ἡμῖν τὴν κοσμιότητα. Ἀλλ’ οὐ τοῦτο
5μόνον ἐστὶ τὸ ζητούμενον, ἀλλ’ ἡ περὶ τοὺς δεομέ‐ νους μετὰ σπουδῆς θεραπεία, δι’ ἧς αἱ ἀρχαῖαι μά‐ λιστα ἀπέλαμπον γυναῖκες, οὐχ ὡς αἱ πολλαὶ τῶν νῦν. Τότε μὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεημο‐ σύνης περιέκειντο καλλωπισμόν· νυνὶ δὲ ἀφεῖσαι
10τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁμαρτιῶν πεπλεγμένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλ‐ λην θήκην κεκενωμένην τοῦ πατρῴου κόσμου; Συν‐ ῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ. Τοῦτο ποιοῦμεν καὶ νῦν· ἀλλὰ τότε μὲν ἐν ἅπασι
15μία ψυχὴ ἦν καὶ καρδία μία· νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ μὲν ὄνομα
20πολὺ, τὸ δὲ πρᾶγμα οὐδαμοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκ‐ κλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, μᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ μὲν γὰρ πολ‐ λὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται μετὰ εὐσχημοσύνης
25ἁπάσης, καὶ αἱ θεραπαινίδες μετὰ τῆς ἡσυχίας ὑφαί‐ νουσι, καὶ τῶν οἰκετῶν ἕκαστος τὸ ἐπιταχθὲν μετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ’ ἡμῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ
30ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυ‐ βούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα μόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκ‐ κλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ’ ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως. Οὐ γὰρ κουρεῖον,
35οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτε‐ ρον τῶν ἐπ’ ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχ‐ αγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός. Ὥσπερ οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλ‐
40μησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναμνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦ‐
45θα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν μόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσ‐ δοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, δι‐ ανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσματα ἀναστελ‐

61

.

313

(50)

λόμενα καὶ τὸν χορὸν τῶν ἀγγέλων προβαί‐ νοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ’ ἀγνοεῖ ταῦτα ὁ ἀμύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσο‐ μεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι
55πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπό‐ στηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι’ ἐκείνου σοι διαλεγόμενος. Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης
60γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθ‐ ηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυ‐ βος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν
οὐρανῶν φθεγγομένου περὶ φρικτῶν οὕτω πραγμά‐Column end

61

.

314

των, κυνῶν ἀναισχυντότερον διακείμεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ. ϛʹ. Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ
5μᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ μό‐ νων ἑστιωμένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ κα‐ ταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας;
10δότε κἀμοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ δια‐ λεγομένων εἰπεῖν· μὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλομένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡμῖν τοῖς γνωρί‐
15μοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ’ ἐν οἰκίᾳ, ἀλλ’ ἐν ἀγορᾷ, ἀλλ’ ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί. Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ μὴ τολ‐ μηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ
20πορνευομένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόμεναι καλλωπίζονται. Διὸ δὴ πολλοὺς καὶ ἐν‐ ταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶ‐ ταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶμαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δο‐
25κεῖ. Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα
30μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγμάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, μὴ βαδίσῃς εἰς δικαστήριον, μηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐν‐ ταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα
35καταγγέλλοντες καὶ πάντα μᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάμην ὑμῶν· οὐκ ἔγωγε οἶμαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιμένητε, πό‐ θεν εἴσομαι, ὅτι καθίκετο ὑμῶν τὰ εἰρημένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν
40ἀνεκτά; ταῦτα φορητά; Κοπτόμεθα καθ’ ἑκάστην ἡμέραν καὶ διασπώμεθα, ἵνα τι χρήσιμον μα‐ θόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑμῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς μειζόνως. Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρ‐
45τίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀνα‐ γινωσκομένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγό‐ μενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ

61

.

314

(50)

μετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόμενα; Δι’ αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ ἀσαφὲς διεγεί‐ ρει σου τὴν ψυχὴν, πολλῷ μᾶλλον, εἰ σαφῆ ἦν, παρ‐ έδραμες. Διὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα
55μὴ ῥᾳθυμήσῃς, οὔτε ἀσαφῆ, ἵνα μὴ ἀπογνῷς. Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶ‐ πεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμε‐ νος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀν‐ εγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν
60διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπ‐ αναγινώσκοντας, σκήψεις προβάλλῃ μοι καὶ προφά‐ σεις. Οὐκ οἶσθα τὰ λεγόμενα; Οὐκοῦν εὖξαι ἵνα μά‐ θῃς· μᾶλλον δὲ ἀμήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ
πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· μᾶλλον δὲ,313

61

.

315

κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ’ οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι,
5ἵνα μὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ μίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώματος. Διὰ τοῦτο καὶ ὁ ἀναγινώσκων μόνος φθέγ‐ γεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήμενος· καὶ ὁ ψάλλων ψάλλει μόνος· κἂν
10πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέ‐ ρεται· καὶ ὁ ὁμιλῶν ὁμιλεῖ μόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦμεν ἡμεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ μὴ εἰκῆ ἐν‐ οχλεῖν ἡμᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγομένων
15ἡμῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑμεῖς διελέ‐ γεσθε. Διὰ ταῦτα οὐκ ἐν τῷ βίῳ μόνον ὑμῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ψήφῳ πολλὴ ἡ δια‐ στροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώ‐
20κετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν μυρία τις ἐνταῦθα λαβὼν
25κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ
πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχου‐Column end

61

.

316

σιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεον‐ εκτοῦντες· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήματα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι
5κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν μὲν χρημάτων ἐστέρηται, τῶν δὲ ἁμαρ‐ τημάτων τῶν ἐκ τῶν χρημάτων ἐμπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦ πλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ’ ἐν αὐτῇ τῶν
10πραγμάτων τῇ ἀληθείᾳ· καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ’ ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστρι‐
15βόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς. Ἵν’ οὖν καὶ τῶν ὀνειράτων ἀπαλ‐ λαγῶμεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεημοσύνην ἑλώμεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ
20τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

61

.

315

(28)

ΟΜΙΛΙΑ ΛΖʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτω‐
30 σαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέ‐ γει. αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ
35σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμέ‐ νου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.
40Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίε‐ ται λαλεῖν, οὐδ’ ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύματος κινουμένοις, πολλῷ μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. Διὰ τοῦτο καὶ μετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστομίζει τὴν φλυαρίαν αὐτῶν, καὶ
45τὸν νόμον μεθ’ ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤ‐ ῥάπτει τὰ στόματα. Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, πα‐ λαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγά‐

61

.

315

(50)

τωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄν‐ δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυ‐ ριεύσει. Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε
55μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ’ ὅσου τὴν δούλην ἡσυχάζειν χρή; Διὸ καὶ αὐτὸς
εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκColumn end

61

.

316

(29)

ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ
30τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀν‐ δρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ
35δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέ‐ τωσαν. Διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλου‐ σιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ μόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ’ οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρω‐
40τᾷν οὐ χρὴ, πολλῷ μᾶλλον ἁπλῶς λαλεῖν οὐ θέμις. Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποτα‐ γῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρί‐ πιστον καὶ κοῦφον. Διὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας
45τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει

61

.

316

(50)

τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λο‐ γισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ
55φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕ‐ ροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας
ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δο‐315

61

.

317

κούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τη‐
5ρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θό‐ ρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. Διὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χρι‐ στῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλη‐
10σίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκατα‐ στασίας ὁ Θεὸς, ἀλλ’ εἰρήνης, καθὼς καὶ ἐν πά‐ σαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι
15οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ’ ἡ οἰκουμένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν παντὶ τῷ κόσμῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν
20λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατά‐ δηλα. Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξ‐ ελήλυθε· καὶ Ῥωμαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις
25ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφό‐ τερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ’ ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. Διὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατ‐
30ήντησεν; Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ’ ἑτέρων μανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ’ ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς
35διὰ πόσων ἐνέτρεψε; τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς λοιπὰς Ἐκκλησίας εἰς μέσον τέθεικεν. βʹ. Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι’ ἐμοῦ.
40Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; Δεικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν
45βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκο‐ πούντων. Διὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλό‐ νεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ’ οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ’ ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε

61

.

317

(50)

ἐντρέπων μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονο‐ μήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε‐
55λήσει. Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς ἐπισπώμενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί
60μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖνColumn end

61

.

318

γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε
5μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συμφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλή‐
10λους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελ‐ θὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν,
15ἐπὶ τὸ προκείμενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; Διὸ ἐπ’ ἐκεί‐
20νου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε. Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλομένους ἀσχημονεῖν, καὶ μανίας δόξαν λαμβάνειν, καὶ τὴν
25οἰκείαν μὴ φυλάττοντας τάξιν. Οὐδὲν γὰρ οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰ‐ ρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε
30ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκ‐ βαλὼν, τὰ ἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν διαφθείρωμεν, μηδὲ
35τὴν κεφαλὴν κάτω ποιῶμεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀρ‐ γὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος
40ἡ ζάλη, πάντων σκότῳ κατεχομένων. Καὶ, εἰ βούλει, τὴν ἀσχημοσύνην τὴν ἐντεῦθεν γινομένην πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν ζημίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡμῖν καὶ σφόδρα γνώριμον; Παραγάγω‐ μεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης
45ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰ‐ κημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ κατ‐

61

.

318

(50)

αισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρημάτων
55ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημο‐ νοῦσιν. Οὗτοι μὲν γὰρ περὶ ἕν εἰσιν ἠσχολημένοι σῶμα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς
60τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν,317

61

.

319

ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ’ ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ’
5ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λή‐ γουσι. Τίς ἂν παραστήσειε λόγος τὸν χειμῶνα τῶν λογισμῶν ἐκείνων, τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν τοιοῦτος, ποία γένοιτ’ ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νε‐
10φέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλ‐ λους συμβαίνειν εἴωθε. Διά τοι τοῦτο οἱ μηδ’ ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν
15ἐρῶντα μὲν, κατέχοντα δὲ τὴν ἐπιθυμίαν, μᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύον‐ τος. Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ’ ὅμως καὶ οὕτως ἀναγκαῖον κατατολμῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν
20τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσο‐ φίας ταύτης ἀκροατὰς ἀξίους. γʹ. Τί γὰρ ἥδιον, εἰπέ μοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖ‐ σθαι ὑπὸ τῆς ἐρωμένης, ἢ τὸ τιμᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον
25ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχμάλωτον ὑπ’ αὐτῆς ἤδη γενόμενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετό‐ μενον; Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω;
30Τὸν οὐδέπω πάντως. Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢ ὁ μηδέπω ἁλούς; Ὁ μηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων παρ‐ έξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις μᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινομένης αὐτῷ καὶ
35ἐκδιδομένης, ἢ τῆς ἀρνουμένης καὶ πράγματα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ μειζόνως ἐντεῦθεν ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιμή‐ σουσι καὶ θαυμάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν.
40Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁμοίως, τὸ ἐν μείζονι εἶναι ἡδονῇ τὸν μᾶλλον τιμώμενον καὶ ἀγαπώμενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ μὲν θηρευθὲν
45ζῶον ἐν σκότῳ κατακλείσας ἔχει, καθάπερ ἡ πόρνη τὸν ἐραστὴν, τὸ δὲ φεῦγον διώκει. Ἀλλ’ ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ μὴ καταισχύνεσθαι, μηδὲ δουλεύειν ταῖς τυραννι‐ καῖς αὐτῆς ἐπιταγαῖς, μηδὲ ὡς ἀνδράποδον ἄγεσθαι

61

.

319

(50)

ὑπ’ αὐτῆς καὶ περιάγεσθαι ῥαπιζόμενον, ἐμπτυόμε‐ νον, ἐπὶ κεφαλῆς ὠθούμενον, μικρὰν ἡδονὴν εἶναι νομίζεις; εἰπέ μοι. Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετά‐ σειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς
55ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ μοι· τὴν ἀπὸ τῆς μίξεως, τὴν πρόσκαιρον καὶ βρα‐
60χεῖαν; Ἀλλ’ εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβά‐ νει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται, ὡς ἄν τις νέοις διαλε‐ γόμενος ἀκολάστοις εἴποι, οὐ σφόδρα ἀνεχομένοις
τῶν περὶ βασιλείας καὶ γεέννης ἀκοῦσαι λόγων·Column end

61

.

320

ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀνα‐ πλάττῃ παρ’ ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκου‐
5μένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρη‐ στὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας. Ἀλλ’ ἡ μίξις ἔχει τινὰ ἡδονήν· τοῦτο γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν οὐ δύναται διηνεκῶς μαχόμενος τῇ τῆς φύσεως τυραννίδι. Τοὐναντίον μὲν οὖν εὕροι τις
10ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι μᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώματι πολὺς, καὶ πάσης θαλάττης κυματουμένης χαλεπώτερον οὗτος διάκειται, οὐδέποτε πρὸς τὴν ἐπιθυμίαν ἱστά‐ μενος, ἀλλ’ ἀεὶ βαλλόμενος ὑπ’ αὐτῆς, ὥσπερ οἱ
15δαιμονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤ‐ ῥηγνύμενοι πνευμάτων. Ὁ δὲ σώφρων καθάπερ ἀρι‐ στεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ μυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ νίκῃ ταύτῃ καὶ τῷ χρηστῷ συνειδότι καὶ τοῖς λαμ‐
20προῖς τροπαίοις καλλωπιζόμενος διηνεκῶς. Εἰ δὲ μετὰ τὴν ὁμιλίαν ἀναπαύεται μικρὸν ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειμὼν ἔπεισι, καὶ πάλιν κύματα. Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος,
25οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑπομένοι κατέχων τὴν τοιαύτην ὁρμὴν, ἀλλὰ καὶ ἐκεῖνος συν‐ εχῶς βαλλόμενος καὶ κεντούμενος καὶ τὸν οἶστρον οὐ φέρων· καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χα‐
30λινῷ, καὶ κατέχοι μετὰ τέχνης ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόμενος ὑπ’ αὐτοῦ πανταχοῦ φέροιτο. Ταῦτα εἰ καὶ σαφέστερον τοῦ δέοντος εἴρηται, μηδεὶς ἐγκαλείτω· οὐ γὰρ λόγων σεμνότητι καλλωπίζεσθαι βούλομαι, ἀλλὰ ποιῆσαι
35σεμνοὺς τοὺς ἀκούοντας. δʹ. Διὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥημάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόμενοι, ἀλλὰ καὶ γυμνότερον αὐτῶν καθικνοῦνται, ἢ ἡμεῖς νῦν ἐφ’ οἷς εἰρήκαμεν. Καὶ
40γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ’ ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπει‐ νὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρό‐ τερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων,
45καὶ ἑαυτὸν αἱμάσσει μετ’ ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαμπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελ‐ θόντα ἀπὸ τοῦ πολέμου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵματι καὶ ἐγκεφάλῳ μεμολυσμένον, οὐ μισήσει, οὐδὲ ἀπο‐ στραφήσεται διὰ τοῦτο, ἀλλὰ καὶ θαυμάσεται μᾶλλον.

61

.

320

(50)

Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ τὸ κατασφάξαι τὴν ἐπιθυμίαν ᾑμαγμένον ἐπανιόντα, μᾶλλον αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, Δείξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας
55ἡδονήν. Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν. Εἰ δὲ ὑμεῖς τὴν ἐκ τῆς ὁμιλίας λέγοιτε, ἀλλ’ ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα. Σὺ γὰρ ἔχεις ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ μηδὲ
60φαινόμενον, ἐκεῖνος δὲ ἀπὸ τοῦ συνειδότος, καὶ μείζονα καὶ διηνεκῆ καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύ‐ νην. Οὐδὲ γὰρ οὕτως ὁμιλία γυναικὸς, ὡς φιλοσοφία
ἀτάραχον δύναται τηρῆσαι ψυχὴν καὶ πτερῶσαι. Οὗ‐319

61

.

321

τος μὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡμῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόμενος ἰδεῖν, οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν ἡδονῆς εἶναι· τὸν
5πρὸ τῆς μίξεως; Ἀλλ’ οὐκ ἔστι· μανίας γάρ ἐστι καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑπομέ‐ νουσι. Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόμενοι τοὺς
10ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώ‐ μεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ’ ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ’ ὁ μετὰ ταῦτα καιρός; Ἀλλ’ οὐδὲ οὗ‐ τος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιμεν ἂν
15εἶναι, ἀλλ’ ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως δὲ τοῦτοColumn end

61

.

322

ἡδονὴ, ἀλλ’ ἀσθένεια μᾶλλον καὶ ἔκλυσις· πολὺ δὲ τὸ μέσον ἑκατέρων τούτων ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς καιρὸς, εἰπέ μοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι. Μυρία οὖν
5φιλονεικήσαντες φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθημεν. Ἀλλ’ οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινο‐
10μένου θορύβου. Ἐπεὶ οὖν οὗτος μᾶλλον ἐν ἡδονῇ, ὁ δὲ φιλήδονος ἐν ἀθυμίᾳ καὶ θορύβοις, φεύγωμεν ἀκο‐ λασίαν, ἀντεχώμεθα σωφροσύνης, ἵνα καὶ τῶν μελ‐ λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ,
καὶ τὰ ἑξῆς.Column end

61

.

321

(16)

ΟΜΙΛΙΑ ΛΗʹ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ
20 εὐηγγελισάμην ὑμῖν. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν πνευματικῶν λόγον, ἐπὶ τὸ πάντων ἀναγκαιότατον μεθίσταται, τὴν περὶ τῆς ἀναστάσεως ὑπόθεσιν· καὶ γὰρ ἐν τούτῳ σφόδρα ἐνόσουν. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων, ὅταν αὐτῶν
25ἅψηται τῶν στερεῶν ὁ πυρετὸς, λέγω τῶν νεύρων καὶ τῶν φλεβῶν καὶ τῶν πρώτων στοιχείων, ἀνίατον γίνεται τὸ κακὸν, ἂν μὴ πολλῆς ἀπολαύσῃ τῆς ἐπι‐ μελείας· οὕτω δὴ καὶ τότε γενέσθαι ἐκινδύνευεν. Ἐπὶ γὰρ αὐτὰ τῆς εὐσεβείας τὰ στοιχεῖα τὸ κακὸν ἐβά‐
30διζε. Διὸ καὶ πολλῇ τῇ σπουδῇ κέχρηται ὁ Παῦλος. Οὐδὲ γὰρ περὶ βίου λοιπὸν ὁ λόγος ἦν αὐτῷ, οὐδ’ ὅτι ὁ μὲν ἐπόρνευεν, ὁ δὲ ἐπλεονέκτει, ὁ δὲ ὅτι κεκαλυμμένην εἶχε τὴν κεφαλὴν, ἀλλὰ περὶ αὐτὸ τῶν ἀγαθῶν τὸ κεφάλαιον· περὶ γὰρ τὴν ἀνάστασιν
35αὐτὴν ἐστασίαζον. Ἐπειδὴ γὰρ ἡ πᾶσα ἡμῶν ἐλπὶς αὕτη, πρὸς τοῦτο σφοδρῶς ἵστατο ὁ διάβολος, καὶ ποτὲ μὲν ἀνῄρει καθάπαξ αὐτὴν, ποτὲ δὲ ἔλεγεν ἤδη γεγονέναι· ὃ καὶ Τιμοθέῳ γράφων ὁ Παῦλος γάγ‐ γραιναν ἐκάλει τὸ πονηρὸν τοῦτο δόγμα, καὶ τοὺς
40εἰσάγοντας αὐτὸ ἔστιζε λέγων· Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχη‐ σαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Ποτὲ μὲν οὖν τοῦτο ἔλεγον, ποτὲ δὲ ὅτι τὸ σῶμα οὐκ ἀνίσταται,
45ἀλλὰ τῆς ψυχῆς ὁ καθαρμός ἐστιν ἡ ἀνάστασις. Ταῦτα δὲ ἔπειθε λέγειν ὁ πονηρὸς δαίμων ἐκεῖνος, οὐ τὴν ἀνάστασιν ἀνατρέψαι βουλόμενος μόνον, ἀλλὰ καὶ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα δεῖξαι μῦθον ὄντα. Εἰ γὰρ ἐπείσθησαν μὴ εἶναι σωμάτων ἀνάστα‐

61

.

321

(50)

σιν, μετὰ μικρὸν αὐτοὺς ἔπειθε μηδὲ Χριστὸν ἐγη‐ γέρθαι· ἀπὸ δὲ τούτου κἀκεῖνο εἰσῆγεν ὁδῷ βαδίζων, τὸ μὴ παραγεγονέναι μηδὲ πεποιηκέναι ἅπερ ἐποίησε. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία. Διὸ καὶ μεθ‐ οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ
55βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ’ ἕτερον ἑαυτῷ περιτιθεὶς προσ‐ ωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν
ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύ‐Column end

61

.

322

(17)

λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε. Διόπερ ἀεὶ τὰς τοιαύτας αὐτοῦ πάγας εὑρίσκων, καὶ τοὺς πονηροὺς τούτους θηρῶν λόχους ὁ θαυμαστὸς οὗτος
20καὶ μέγας ἀνὴρ, ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ γὰρ ἐνταῦθα ὁλόκληρον ἀνακαλύπτει τὸν δόλον αὐτοῦ, καὶ πάντα δείκνυσι τὰ μηχανήματα, καὶ ὅσα βούλεται κατασκευάσαι προτίθησιν εἰς μέ‐ σον, μετὰ πολλῆς ἀκριβείας ἅπασιν ἐπιών. Διὰ γὰρ
25τοῦτο καὶ ὕστερον τέθεικε τουτὶ τὸ κεφάλαιον τῶν ἄλλων, ἐπειδὴ καὶ σφόδρα ἀναγκαιότατον ἦν, καὶ τὰ ἡμέτερα συνέχον ἅπαντα. Καὶ σκόπει σύνεσιν· πρό‐ τερον γὰρ τοὺς οἰκείους ἀσφαλισάμενος, τότε ἐπεξ‐ έρχεται καὶ περαιτέρω τῷ λόγῳ, καὶ τοὺς ἔξωθεν ἐκ
30περιουσίας ἐπιστομίζει. Ἀσφαλίζεται δὲ τοὺς οἰ‐ κείους, οὐκ ἀπὸ λογισμῶν, ἀλλ’ ἀπὸ τῶν ἤδη γεγε‐ νημένων, καὶ ἅπερ αὐτοὶ κατεδέξαντο καὶ ἐπίστευ‐ σαν γεγενῆσθαι· ὃ μάλιστα ἦν ἐντρεπτικὸν, καὶ ἱκανὸν αὐτοὺς κατασχεῖν. Εἰ γὰρ ἠβουλήθησαν ἀπι‐
35στῆσαι μετὰ ταῦτα, οὐκέτι λοιπὸν τῷ Παύλῳ, ἀλλ’ ἑαυτοῖς ἔμελλον ἀπιστεῖν· ὅπερ κατηγορία ἦν ἐκείνων τῶν ἅπαξ καταδεξαμένων καὶ μεταθεμένων. Διὰ δὴ τοῦτο καὶ ἐντεῦθεν ἄρχεται, δεικνὺς ὅτι οὐκ ἄλλων δεῖται μαρτύρων εἰς τὸ δεῖξαι, ὅτι τἀληθῆ λέγει, ἀλλ’
40αὐτῶν ἐκείνων τῶν ἠπατημένων. Ἵνα δὲ ὃ λέγω σαφέστερον γένηται, αὐτῶν λοιπὸν ἀναγκαῖον ἀκοῦ‐ σαι τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Γνωρίζω ὑμῖν, ἀδελφοὶ, φησὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελι‐ σάμην ὑμῖν. Εἶδες μεθ’ ὅσης ἐπιεικείας ἄρχεται;
45εἶδες πῶς ἀπὸ τῆς ἀρχῆς ἔδειξεν, ὅτι οὐδὲν καινὸν εἰσάγει, οὐδὲ ξένον; Ὁ γὰρ γνωρίζων τὸ ἤδη γνω‐ σθὲν, εἶτα εἰς λήθην ἐμπεσὼν, γνωρίζει πάλιν εἰς μνήμην ἄγων. Καλέσας δὲ ἀδελφοὺς, οὐ μικρὰν καὶ ἐντεῦθεν προκατεβάλετο τῶν λεγομένων τὴν ἀπόδει‐

61

.

322

(50)

ξιν. Ἀδελφοὶ γὰρ οὐδαμόθεν ἐγενόμεθα, ἀλλ’ ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας. Διὸ δὴ καὶ οὕτως αὐτοὺς ἐκάλεσεν, ὁμοῦ μὲν καταπραΰνων καὶ θεραπεύων, ὁμοῦ δὲ τῶν μυρίων ἀγαθῶν ἀναμιμνή‐ σκων. Καὶ τὸ ἑξῆς πάλιν τοῦ αὐτοῦ κατασκευαστικόν.
55Ποῖον δὴ τοῦτο; Τὸ Εὐαγγέλιον. Τῶν γὰρ Εὐαγγελίων τὸ κεφάλαιον ἐντεῦθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τοῦ τὸν Θεὸν γενέσθαι ἄνθρωπον, καὶ σταυρωθῆναι, καὶ ἀναστῆναι. Τοῦτο καὶ ὁ Γαβριὴλ εὐηγγελίζετο τῇ
Παρθένῳ, τοῦτο καὶ οἱ προφῆται τῇ οἰκουμένῃ,321

61

.

323

τοῦτο καὶ οἱ ἀπόστολοι ἅπαντες. Ὃ καὶ εὐηγγελι‐ σάμην, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε· ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Εἶδες
5πῶς αὐτοὺς καλεῖ μάρτυρας τῶν εἰρημένων; Καὶ οὐ λέγει, Ὃ ἠκούσατε, ἀλλ’, Ὃ παρελάβετε, ὥσπερ τινὰ παρακαταθήκην αὐτοὺς ἀπαιτῶν, καὶ δηλῶν ὅτι οὐ λόγῳ μόνον, ἀλλὰ καὶ δι’ ἔργων καὶ σημείων καὶ θαυμάτων αὐτὸ παρέλαβον καὶ ἵνα κατέχωσι μετὰ
10ἀσφαλείας. βʹ. Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκα‐ ταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι. Διὸ καὶ ἀρχόμενος οὐκ εἶπε,
15Διδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον. Καὶ πῶς τοὺς σαλευομένους ἑστάναι φησί; Προσποιεῖται ἄγνοιαν συμφερόντως· ὅπερ καὶ ἐπὶ Γαλατῶν ποιεῖ, ἀλλ’ οὐχ ὁμοίως. Ἐπειδὴ γὰρ οὐκ ἦν ἄγνοιαν ἐκεῖ προσποιήσασθαι, ἑτέρως μεθοδεύει τὸν
20λόγον λέγων· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, Ὅτι οὐδὲν ἄλλο ἐφρονήσατε, ἐπειδὴ ὡμολογημένον ἦν αὐτῶν τὸ παρά‐ πτωμα καὶ κατάδηλον, ἀλλὰ τὸ μέλλον ἐγγυᾶται· καί‐ τοι καὶ τοῦτο ἄδηλον· ἀλλ’ ἵνα αὐτοὺς ἐφελκύσηται
25μειζόνως. Ἐνταῦθα μέντοι καὶ προσποιεῖται ἀγνοεῖν λέγων, Ἐν ᾧ καὶ ἑστήκατε. Εἶτα τὸ κέρδος, Δι’ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν. Ὥστε σαφηνείας ἐστὶν ἡ διδασκαλία αὕτη ἡ νῦν καὶ ἑρμηνείας. Οὐ γὰρ αὐτὸ δεῖσθε τὸ δόγμα, φησὶ, μαθεῖν,
30ἀλλ’ ὑπομνησθῆναι καὶ διορθωθῆναι. Ταῦτα δὲ λέ‐ γει, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι καθάπαξ. Τί δέ ἐστι, Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν; Ποίῳ τρόπῳ εἶπον, φησὶ, τὴν ἀνάστασιν γίνεσθαι; Ὅτι μὲν γὰρ ἔστιν ἀνάστασις, οὐκ ἂν φαίην ὑμᾶς ἀμφιβάλ‐
35λειν· ζητεῖτε δὲ ἴσως μαθεῖν σαφέστερον τὸ εἰρημέ‐ νον. Τοῦτο δὴ καὶ ποιήσω· καὶ γὰρ οἶδα σαφῶς, ὅτι τὸ δόγμα κατέχετε. Εἶτα ἐπειδὴ ἀποφαινόμενος ἔλε‐ γεν, Ἐν ᾧ καὶ ἑστήκατε, ἵνα μὴ ταύτῃ ῥᾳθυμοτέ‐ ρους ποιήσῃ, φοβεῖ πάλιν αὐτοὺς λέγων· Εἰ κατέχε‐
40τε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε· δεικνὺς ὅτι περὶ τὸ κεφάλαιον ἡ πληγὴ, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων ὁ ἀγὼν, ἀλλ’ ὑπὲρ ὁλοκλήρου τῆς πίστεως. Καὶ νῦν μὲν ὑπεσταλμένως αὐτό φησι, προϊὼν δὲ καὶ διαθερ‐ μαινόμενος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ βοᾷ καὶ λέγει·
45Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κή‐ ρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἀλλ’ ἐν προοιμίοις οὐχ οὕτως· οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ

61

.

323

(50)

παρέλαβον. Οὐ λέγει οὐδὲ ἐνταῦθα, ὅτι Εἶπον ὑμῖν, οὐδὲ, Ἐδίδαξα ὑμᾶς, ἀλλὰ τῇ αὐτῇ κέχρηται λέξει πάλιν, Παρέδωκα ὑμῖν, λέγων, ὃ καὶ παρέλαβον. Οὐδὲ ἐνταῦθα ἐμὲ διδαχθῆναί φησιν, ἀλλὰ, Παρέλα‐ βον· δύο ταῦτα κατασκευάζων, ὅτι τε οὐδὲν οἴκοθεν
55ἐπεισάγειν δεῖ, καὶ ὅτι μετὰ ἀποδείξεως τῆς διὰ τῶν ἔργων ἐπληροφορήθησαν, οὐ λόγοις ψιλοῖς· καὶ κατὰ
μικρὸν ἀξιόπιστον τὸν λόγον ποιῶν, τὸ πᾶν εἰς τὸνColumn end

61

.

324

Χριστὸν ἀνάγει, καὶ δείκνυσιν οὐδὲν τούτων ἀνθρώ‐ πινον ὂν τῶν δογμάτων. Τί δέ ἐστι, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, φησίν; Ἐξ ἀρχῆς, οὐ νῦν. Ταῦτα δὲ λέγει τὸν χρόνον παράγων μάρτυρα, καὶ ὅτι ἐσχά‐
5της ἦν αἰσχύνης τοσοῦτον χρόνον πεισθέντας νῦν μετατίθεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ ὅτι καὶ ἀναγκαῖον τὸ δόγμα· διὸ καὶ ἐν πρώτοις παρεδόθη, καὶ ἐκ προοιμίων εὐθέως. Καὶ τί παρέδωκας; εἰπέ μοι. Ἀλλ’ οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρῶτον, ὅτι
10παρέλαβον. Καὶ τί παρέλαβες; Ὅτι Χριστὸς ἀπ‐ έθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐκ εἶπεν εὐ‐ θέως, ὅτι Ἀνάστασίς ἐστι τῶν σωμάτων ἡμῶν, ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο κατασκευάζει, πόῤῥωθεν δὲ καὶ δι’ ἑτέρων, λέγων, ὅτι Χριστὸς ἀπέθανε, καὶ μεγά‐
15λην τινὰ κρηπῖδα καὶ θεμέλιον ἀῤῥαγῆ προκαταβαλ‐ λόμενος τοῦ περὶ τῆς ἀναστάσεως λόγου. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καίτοι καὶ τοῦτο ἀρκοῦν δηλῶσαι τὴν ἀνάστασιν, ἀλλὰ μετὰ προσθήκης, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρ‐
20τιῶν ἡμῶν. Πρῶτον δὲ ἄξιον ἀκοῦσαι τί λέγουσιν ἐνταῦθα οἱ τὰ Μανιχαίων νοσοῦντες, καὶ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ οἰκείᾳ πολεμοῦντες σωτηρίᾳ. Τί οὖν οὗτοι λέ‐ γουσι; Θάνατον ἐνταῦθα, φησὶν, οὐδὲν ἄλλο λέγει ὁ
25Παῦλος, ἢ τὸ ἐν ἁμαρτίᾳ γενέσθαι, καὶ ἀνάστασιν τὸ τῶν ἁμαρτιῶν ἀπαλλαγῆναι. Εἶδες πῶς οὐδὲν πλάνης ἀσθενέστερον; Καὶ πῶς τοῖς οἰκείοις ἁλίσκεται πτε‐ ροῖς, καὶ οὐ δεῖται τῆς ἔξωθεν μάχης, ἀλλ’ ἑαυτῇ περιπείρεται; Σκόπει γοῦν καὶ οὗτοι πῶς ἑαυτοὺς
30διέπειρον, δι’ ὧν εἰρήκασιν. Εἰ γὰρ τοῦτο θάνατος, σῶμα δὲ οὐκ ἔλαβε καθ’ ὑμᾶς ὁ Χριστὸς, ἀπέθανε δὲ, ἐν ἁμαρτίᾳ ἐγένετο καθ’ ὑμᾶς. Ἐγὼ μὲν γὰρ λέγω ὅτι σῶμα ἀνέλαβε, καὶ τὸν θάνατον τῆς σαρκὸς εἶναί φησι· σὺ δὲ τοῦτο ἀρνούμενος, ἐκεῖνο ἀναγκα‐
35σθήσῃ λέγειν. Εἰ δὲ ἐν ἁμαρτίᾳ ἐγένετο, πῶς φησι, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ, Ἔρ‐ χεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· καὶ πάλιν, Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Πῶς δὲ ὅλως
40ὑπὲρ ἁμαρτωλῶν ἀπέθανεν, εἴ γε αὐτὸς ἐν ἁμαρτίαις ἦν; Τὸν γὰρ ὑπὲρ ἁμαρτωλῶν ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον δεῖ εἶναι· ἐπεὶ εἰ καὶ αὐτὸς ἁμαρτάνει, πῶς ὑπὲρ ἄλλων ἁμαρτωλῶν ἀποθανεῖται; Εἰ δὲ ὑπὲρ ἁμαρτιῶν ἄλλων ἀπέθανεν, ἀναμάρτητος ὢν ἀπέθα‐
45νεν· εἰ δὲ ἀναμάρτητος ὢν ἀπέθανεν, οὐ τὸν τῆς ἁμαρτίας θάνατον (πῶς γὰρ, ὅ γε ἀναμάρτητος;), ἀλλὰ τὸν τοῦ σώματος. Διὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς εἶπεν· Ἀπέθανεν, ἀλλὰ προσέθηκεν, Ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ ἄκοντας ἐκείνους ἐμβαλὼν εἰς

61

.

324

(50)

τὸ ὁμολογῆσαι τὸν σωματικὸν θάνατον, καὶ δεικνὺς διὰ τούτου, ὅτι καὶ πρὸ τοῦ θανάτου ἀναμάρτητος ἦν. Τὸν γὰρ ὑπὲρ ἁμαρτιῶν ἀλλοτρίων ἀποθνήσκοντα, αὐτὸν ἀναμάρτητον εἶναι ἀκόλουθον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγε, Κατὰ τὰς Γραφάς· καὶ ἐν‐
55τεῦθεν ἀξιόπιστον πάλιν ποιῶν τὸν λόγον, καὶ δηλῶν ποῖον θάνατον ἔλεγε. Καὶ γὰρ αἱ Γραφαὶ τὸν τοῦ σώ‐
ματος ἀναγορεύουσι πανταχοῦ· Ὤρυξαν γάρ μου323

61

.

325

χεῖρας καὶ πόδας, φησί· καὶ, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. γʹ. Καὶ πολλὰ δὲ ἕτερα, ἵνα μὴ πάντα καθ’ ἓν λέ‐ γωμεν, τὰ μὲν διὰ ῥημάτων, τὰ δὲ διὰ τύπων ἔστιν ἐν
5αὐταῖς κείμενα ἰδεῖν δηλοῦντα τῆς σαρκὸς τὴν σφα‐ γήν· καὶ ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἐσφάγη. Ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου, φησὶν, ἥκει εἰς θάνατον· καὶ, Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, Ἐτραυματίσθη διὰ τὰς
10ἁμαρτίας ἡμῶν. Εἰ δὲ οὐκ ἀνέχῃ τῆς Παλαιᾶς, ἄκουσον Ἰωάννου βοῶντος, καὶ ἀμφότερα δηλοῦντος, καὶ τὴν τοῦ σώματος σφαγὴν καὶ τὴν αἰτίαν· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου· καὶ Παύλου λέγοντος, Τὸν γὰρ
15μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ πάλιν, Ἀπεκδυσάμενος τὰς ἀρχὰς
20καὶ τὰς ἐξουσίας, ἐδειγμάτισε θριαμβεύσας· καὶ μυρία ἕτερα πλείονα δηλοῦντα τὰ κατὰ τὴν σφαγὴν τοῦ σώματος γενόμενα, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ γὰρ αὐτός φησιν· Ὑπὲρ ὑμῶν ἁγιάζω ἐμαυτόν· καὶ, Ὁ ἄρχων τοῦ κόσμου τούτου κατακέκριται
25νῦν, δηλῶν ὅτι οὐκ ἔχων ἁμαρτίαν ἐσφάγη. Καὶ ὅτι ἐτάφη. Καὶ τοῦτο δὲ τῶν προτέρων κατασκευαστικόν· τὸ γὰρ θαπτόμενον, πάντως σῶμά ἐστι. Καὶ ἐνταῦθα οὐκέτι προστίθησι, Κατὰ τὰς Γραφάς· εἶχε μὲν γὰρ, πλὴν οὐ προστίθησι. Τίνος ἕνεκεν; Ἢ ὅτι ὁ
30τάφος ἅπασι δῆλος καὶ τότε καὶ νῦν· ἢ ὅτι κατὰ κοι‐ νοῦ κεῖται τὸ, Κατὰ τὰς Γραφάς. Τίνος οὖν ἕνεκεν ἐνταῦθα προστίθησι τὸ, Κατὰ τὰς Γραφάς; Καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ οὐκ ἀρκεῖται τῷ προτέρῳ τῷ κατὰ κοινοῦ εἰρημένῳ;
35Ὅτι καὶ τοῦτο τοῖς πολλοῖς ἄδηλον ἦν· διὸ κἀνταῦθα τὰς Γραφὰς παράγει ἐμπνευσθεὶς, τοῦτο ἐννοήσας τὸ σοφὸν καὶ θεῖον νόημα. Πῶς οὖν καὶ ἐπὶ τοῦ θανάτου οὐ τὸ αὐτὸ ποιεῖ; Ὅτι κἀκεῖ ὁ μὲν σταυρὸς πᾶσι κατάδηλος ἦν καὶ πάντων ὁρώντων ἀνεσκολοπίζετο·
40ἡ δὲ αἰτία, οὐκέτι ὁμοίως. Ὅτι μὲν γὰρ ἀπέθανε, πάντες ᾔδεσαν· ὅτι δὲ ὑπὲρ τῶν ἁμαρτιῶν τῆς οἰκου‐ μένης τοῦτο ἔπαθεν, οὐκέτι ὁμοίως ἠπίσταντο οἱ πολλοί. Διὸ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν παρ‐ άγει. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς ἀποδέδεικται διὰ τῶν
45εἰρημένων ἡμῖν· ποῦ δὲ ὅτι ἐτάφη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται εἰρήκασιν αἱ Γραφαί; Διὰ τοῦ κατὰ τὸν Ἰωνᾶν τύπου, ὃν καὶ αὐτὸς παράγει λέγων· Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς

61

.

325

(50)

τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας· καὶ διὰ τοῦ βάτου τοῦ ἐν τῇ ἐρήμῳ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκαίετο, καὶ οὐ κατ‐ εκαίετο, οὕτω καὶ τὸ σῶμα ἐκεῖνο ἀπέθανε μὲν, οὐ κατεσχέθη δὲ ὑπὸ τοῦ θανάτου διηνεκῶς. Καὶ ὁ δρά‐
55κων δὲ ὁ ἐπὶ τοῦ Δανιὴλ τοῦτο αἰνίττεται. Καθάπερ γὰρ ἐκεῖνος λαβὼν τὴν τροφὴν, ἣν ἔδωκεν ὁ προφή‐ της, μέσος ἐῤῥάγη· οὕτω καὶ ὁ ᾅδης, καταπιὼν τὸ σῶμα ἐκεῖνο, διεσχίσθη, τοῦ σώματος αὐτοῦ διατε‐ μόντος αὐτῷ τὴν νηδὺν, καὶ ἀναστάντος. Εἰ δὲ καὶ
60διὰ ῥημάτων θέλεις ἀκοῦσαι ταῦτα, ἃ διὰ τῶν τύπων
εἶδες, ἄκουσον τοῦ Ἡσαΐου λέγοντος, ὅτι Αἴρεται ἀπὸColumn end

61

.

326

τῆς γῆς ἡ ζωὴ αὐτοῦ· καὶ, Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, δεῖξαι αὐτῷ φῶς· καὶ τοῦ Δαυῒδ πρὸ ἐκείνου Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν
5σου ἰδεῖν διαφθοράν. Διὰ τοῦτό σε καὶ ὁ Παῦλος παραπέμπει εἰς τὰς Γραφὰς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἐγένετο. Πῶς γὰρ τοσούτων προφητῶν προδιαγραφόντων αὐτὰ καὶ ἀνακηρυττόν‐ των, ὅτι οὐδαμοῦ ἡ Γραφὴ τὸν τῆς ἁμαρτίας θάνα‐
10τον λέγει, τοῦ Δεσποτικοῦ μεμνημένη θανάτου, ἀλλὰ τὸν σωματικὸν, καὶ ταφὴν καὶ ἀνάστασιν τοιαύτην; Καὶ ὅτι ὤφθη Κηφᾷ. Εὐθέως τὸν πάντων ἀξιοπιστό‐ τερον τίθησιν. Ἔπειτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ
15πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμή‐ θησαν· ἔπειτα Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶ‐ σιν· ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Ἐπειδὴ γὰρ τὴν ἀπὸ τῶν Γραφῶν ἀπό‐ δειξιν εἶπε, προστίθησι καὶ τὴν διὰ τῶν πραγμάτων,
20μάρτυρας παράγων τῆς ἀναστάσεως μετὰ τοὺς προ‐ φήτας τοὺς ἀποστόλους καὶ ἑτέρους πιστοὺς ἀνθρώ‐ πους. Εἰ δὲ τὴν ἀνάστασιν ἐκείνην ἔλεγε τὴν τῆς ἁμαρτίας ἀπαλλαγὴν, περιττῶς ἔλεγεν, Ὤφθη τῷ δεῖνι καὶ τῷ δεῖνι. Τοῦτο γὰρ πιστουμένου τὴν τοῦ
25σώματος ἀνάστασίν ἐστιν, οὐχ ἁμαρτημάτων ἀπαλ‐ λαγὴν αἰνιττομένου. δʹ. Διὸ οὐδὲ ἅπαξ εἶπε τὸ, Ὤφθη, καίτοι γε ἤρκει κατὰ κοινοῦ θέντα τὴν λέξιν· νῦν δὲ καὶ δὶς καὶ τρὶς καὶ ἐφ’ ἑκάστῳ σχεδὸν τῶν ἑωρακότων αὐτὴν τίθησιν.
30Ὤφθη γὰρ, φησὶ, Κηφᾷ, ὤφθη ἐπάνω πεντακο‐ σίοις ἀδελφοῖς, ὤφθη κἀμοί. Καὶ μὴν τὸ Εὐαγγέ‐ λιον τοὐναντίον λέγει, ὅτι τῇ Μαρίᾳ πρώτῃ. Ἀλλ’ ἐν ἀνδράσι τούτῳ πρώτῳ, τῷ μάλιστα αὐτὸν πο‐ θοῦντι ἰδεῖν. Ποίοις δὲ δώδεκα ἐνταῦθά φησιν ἀπο‐
35στόλοις; μετὰ γὰρ τὴν ἀνάληψιν ὁ Ματθίας κατελέγη, οὐ μετὰ τὴν ἀνάστασιν εὐθέως. Ἀλλ’ εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν ὦφθαι. Αὐτὸς γοῦν οὗτος ὁ ἀπόστολος μετὰ τὴν ἀνάληψιν καὶ ἐκλήθη, καὶ εἶδεν αὐτόν. Διὰ τοῦτο οὐδὲ τὸν καιρὸν τίθησιν, ἀλλ’
40ἁπλῶς καὶ ἀδιορίστως καταλέγει τὰς ὄψεις· καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι· διὸ καὶ ὁ Ἰωάννης ἔλεγε, Τρίτον τοῦτο ἐνεφάνισεν ἑαυτόν. Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς. Τινὲς τὸ, Ἐπάνω, ἄνω ἐκ τῶν οὐρανῶν εἶναί φασιν. Οὐ γὰρ ἐπὶ γῆς
45βαδίζων, ἀλλ’ ἄνω, καὶ ὑπὲρ κεφαλῆς αὐτοῖς ὤφθη. Καὶ γὰρ οὐχὶ τὴν ἀνάστασιν πιστώσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τὴν ἀνάληψιν. Τινὲς δὲ λέγουσι τὸ, Ἐπάνω πεντακοσίοις, τοῖς πλείοσιν ἢ πεντακο‐ σίοις. Ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι. Εἰ

61

.

326

(50)

γὰρ καὶ παλαιὰ διηγοῦμαι πράγματα, φησὶν, ἀλλ’ ἔχω μάρτυρας ἔτι ζῶντας. Τινὲς δὲ καὶ ἐκοιμήθη‐ σαν. Οὐκ εἶπεν, Ἀπέθανον, ἀλλ’, Ἐκοιμήθησαν, καὶ ταύτῃ τῇ λέξει πάλιν τὴν ἀνάστασιν βεβαιῶν. Ἔπειτα ὤφθη Ἰακώβῳ. Ἐμοὶ δοκεῖ, τῷ ἀδελφῷ τῷ
55ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκέναι πρῶτον. Εἶτα τοῖς ἀποστόλοις πᾶσιν. Ἦσαν γὰρ καὶ ἄλλοι
ἀπόστολοι, ὡς οἱ ἑβδομήκοντα. Ἔσχατον δὲ πάν‐325

61

.

327

των, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Τοῦτο μετριοφροσύνης μᾶλλόν ἐστι τὸ ῥῆμα. Οὐδὲ γὰρ ἐπειδὴ ἐλάχιστος ἦν, διὰ τοῦτο μετὰ τοὺς ἄλλους αὐτῷ ὤφθη· ἐπεὶ κἂν ἔσχατον ἐκάλεσε, πολλῶν τῶν
5πρὸ αὐτοῦ, μᾶλλον δὲ πάντων λαμπρότερος ὤφθη· καὶ οἱ πεντακόσιοι δὲ ἀδελφοὶ οὐ δήπου Ἰακώβου βελτίους ἦσαν, ἐπειδὴ πρὸ ἐκείνου αὐτοῖς ὤφθη. Καὶ διὰ τί οὐχ ὁμοῦ πᾶσιν ἑωρᾶτο; Ἵνα προκαταβάλῃ τῆς πίστεως τὰ σπέρματα. Ὁ γὰρ πρῶτος ἰδὼν καὶ
10ἀκριβῶς πληροφορηθεὶς, τοῖς ἄλλοις ἀπήγγελλεν· εἶτα ὁ λόγος προφθάνων, ἐν προσδοκίᾳ καθίστη τοῦ μεγάλου τούτου θαύματος τὸν ἀκούοντα, καὶ προωδοποίει τῇ τῆς ὄψεως πίστει. Διὰ τοῦτο οὔτε ὁμοῦ πᾶσιν ὤφθη, οὔτε ἐν ἀρχῇ πλείοσιν, ἀλλ’ ἑνὶ
15μόνῳ πρῶτον, καὶ τούτῳ τῷ κορυφαίῳ πάντων καὶ πιστοτάτῳ. Καὶ γὰρ πιστοτάτης σφόδρα ἔδει ψυχῆς τῆς πρώτης δεχομένης ταύτην τὴν ὄψιν. Οἱ μὲν γὰρ μετὰ τὸ ἑτέρους ἰδεῖν καὶ ἀκοῦσαι, παρ’ αὐτῶν βλέποντες, εἶχον οὐ μικρὰν συντελοῦσαν εἰς
20τὴν πίστιν αὐτοῖς τὴν ἐκείνων μαρτυρίαν, καὶ προ‐ παρασκευάζουσαν αὐτῶν τὴν διάνοιαν· ὁ δὲ πρῶτος καταξιωθεὶς τοῦτον ἰδεῖν, πολλῆς, ὅπερ ἔφθην εἰπὼν, ἐδεῖτο τῆς πίστεως, ὥστε μὴ θορυβηθῆναι τῷ παρα‐ δόξῳ τῆς θέας. Διὰ τοῦτο Πέτρῳ φαίνεται πρῶτον.
25Ὁ γὰρ πρῶτος αὐτὸν ὁμολογήσας Χριστὸν, εἰκότως καὶ τὴν ἀνάστασιν ἠξιώθη πρῶτος ἰδεῖν. Οὐ διὰ τοῦτο δὲ φαίνεται πρώτῳ μόνῳ, ἀλλ’, ἐπειδὴ καὶ ἀρνησάμενος ἦν, ἐκ περιουσίας αὐτὸν παρακαλῶν καὶ δεικνὺς ὅτι οὐκ ἀπέγνωσται, πρὸ τῶν ἄλλων
30καὶ τῆς ὄψεως αὐτὸν ταύτης κατηξίωσε, καὶ πρώτῳ τὰ πρόβατα ἐνεχείρισε. Διὰ τοῦτο καὶ γυναιξὶν ἐφάνη πρώταις. Ἐπειδὴ τὸ γένος ἠλάττωται τοῦτο, διὰ τοῦτο καὶ ἐν τῇ γεννήσει καὶ ἐν τῇ ἀναστάσει πρώτη αὐτὴ αἰσθάνεται τῆς χάριτος. Μετὰ δὲ Πέτρον καὶ
35διεσπαρμένως ἑκάστῳ φαίνεται, καὶ ποτὲ μὲν ἐλάτ‐ τοσι, ποτὲ δὲ πλείοσιν, ἀλλήλων αὐτοὺς μάρτυρας καὶ διδασκάλους ἐν τούτῳ ποιῶν, καὶ τοὺς ἀποστό‐ λους ἀξιοπίστους κατασκευάζων ἐν οἷς ἔλεγον· Ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι,
40ὤφθη κἀμοί. Τί βούλεται αὐτῷ ἐνταῦθα τῆς ταπεινο‐ φροσύνης τὰ ῥήματα, ἢ ποῖον ἔχει καιρόν; Εἰ γὰρ ἀξιόπιστον ἑαυτὸν ἀποφῆναι βούλεται καὶ ἐγκαταλέ‐ ξαι τοῖς μάρτυσι τῆς ἀναστάσεως, τοὐναντίον ἢ βού‐ λεται ποιεῖ· ἐπᾶραι γὰρ ἑαυτὸν ἔδει καὶ δεῖξαι μέ‐
45γαν ὄντα, ὃ πολλαχοῦ ποιεῖ καιροῦ καλοῦντος αὐτό. Διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα μετριάζει, ἐπειδὴ τοῦτο μέλλει ποιεῖν· ἀλλ’ οὐκ εὐθέως, ἀλλὰ μετὰ τῆς αὐτῷ πρεπούσης συνέσεως. Πρότερον γὰρ μετριάσας καὶ κατηγορίας ἑαυτοῦ συμφορήσας πολλὰς, τότε τὰ

61

.

327

(50)

καθ’ ἑαυτὸν σεμνύνει. Τί δήποτε; Ἵν’, ὅταν τὸ μέγα καὶ ὑψηλὸν ἐκεῖνο περὶ ἑαυτοῦ φθέγξηται, τὸ, Πε‐ ρισσότερον πάντων ἐκοπίασα, εὐπαράδεκτος ὁ λό‐ γος γένηται ταύτῃ, καὶ τῷ ὡς ἐξ ἀκολουθίας τινὸς, ἀλλὰ μὴ προηγουμένως εἰρῆσθαι. Διὰ τοῦτο καὶ Τι‐
55μοθέῳ γράφων, καὶ μέλλων λέγειν μεγάλα περὶ ἑαυ‐ τοῦ, πρότερον τὰ κατηγορήματα αὐτοῦ τίθησι. Καὶ γὰρ ὁ μὲν περὶ ἄλλων τι μέγα λέγων, ἀδεῶς φθέγγε‐ ται καὶ μετὰ παῤῥησίας· ὁ δὲ ἑαυτὸν ἀναγκαζόμενος ἐπαινεῖν, καὶ μάλιστα ὅταν καὶ μάρτυρα ἑαυτὸν καλῇ,
60αἰσχύνεται καὶ ἐρυθριᾷ· διὰ δὴ τοῦτο καὶ ὁ μακάριος οὗτος πρότερον ἑαυτὸν ταλανίζει, καὶ τότε τὸ μέγα
ἐκεῖνο φθέγγεται. Ποιεῖ δὲ τοῦτο, τό τε ἐπαχθὲς τῆςColumn end

61

.

328

περιαυτολογίας ὑποτεμνόμενος, καὶ τὰ μετὰ ταῦτα ῥηθησόμενα ἀξιόπιστα ἐντεῦθεν ποιῶν. Ὁ γὰρ μετὰ ἀληθείας τὰ ἐπονείδιστα θεὶς, καὶ μηδὲν αὐτῶν ἀπο‐ κρυψάμενος, οἷον ὅτι τὴν Ἐκκλησίαν ἐδίωξεν, ὅτι
5τὴν πίστιν ἐπόρθησε, καὶ τὰ σεμνὰ ἐντεῦθεν ἀνύπ‐ οπτα ποιεῖ. εʹ. Καὶ σκόπει ταπεινοφροσύνης ὑπερβολήν. Εἰπὼν γὰρ, Ἔσχατον δὲ πάντων ἐμοὶ ὤφθη, οὐκ ἠρκέσθη τούτῳ· Πολλοὶ γὰρ ἔσχατοι πρῶτοι, φησὶ,
10καὶ πρῶτοι ἔσχατοι. Διὰ τοῦτο προσέθηκεν. Ὡσ‐ περεὶ τῷ ἐκτρώματι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὴν οἰκείαν κρίσιν προστίθησι καὶ μετὰ αἰτίας λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστό‐ λων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος,
15ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τῶν δώδεκα μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάν‐ των. Ταῦτα δὲ πάντα ὁμοῦ μὲν μετριάζων ἔλεγεν, ὁμοῦ δὲ καὶ οὕτω διακείμενος, ὅπερ ἔφην, καὶ τὸ μέλλον ῥηθήσεσθαι προδιοικούμενος καὶ εὐπαράδε‐
20κτον μᾶλλον ποιῶν. Εἰ μὲν γὰρ παρελθὼν εἶπεν, Ὀφείλετέ μοι πιστεῦσαι, ὅτι ἀνέστη ὁ Χριστός· εἶ‐ δον γὰρ αὐτὸν, καὶ πάντων ἀξιοπιστότερός εἰμι, ἅτε πλέον καμὼν, κἂν προσέστη τοῖς ἀκούουσι τὸ λεγό‐ μενον· νυνὶ δὲ τοῖς ταπεινοῖς ἐνδιατρίψας πρῶτον
25καὶ τοῖς κατηγορίαν ἔχουσι, τό τε τραχὺ τῆς τοιαύ‐ της διηγήσεως ὑπετέμνετο, καὶ τῇ πίστει τῆς μαρτυ‐ ρίας προωδοποίησε. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς, ὅπερ ἔφην, ἀποφαίνεται ἔσχατον ἑαυτὸν εἶναι, καὶ τῆς προσηγορίας τῶν ἀποστόλων ἀνάξιον, ἀλλὰ καὶ τὴν
30αἰτίαν τίθησι λέγων· Ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Καὶ μὴν ἀφείθη πάντα ἐκεῖνα, ἀλλ’ ὅμως αὐτὸς οὐ‐ δέποτε αὐτῶν ἐπιλέλησται, τὸ μέγεθος τῆς χάριτος δεῖξαι βουλόμενος· διὸ καὶ ἐπάγει λέγων· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Εἶδες πάλιν ἑτέρας ταπεινοφρο‐
35σύνης ὑπερβολήν; Τὰ μὲν γὰρ ἐλαττώματα ἑαυτῷ λογίζεται· τῶν δὲ κατορθωμάτων οὐδὲν, ἀλλὰ πάντα ἀνατίθησι τῷ Θεῷ. Εἶτα, ἵνα μὴ τὸν ἀκροατὴν ἐν‐ τεῦθεν ὕπτιον ποιήσῃ, φησί· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ γέγονε. Καὶ τοῦτο πάλιν ὑπεσταλ‐
40μένως. Οὐ γὰρ εἶπεν, Ἀξίαν τῆς χάριτος ἐπεδειξά‐ μην σπουδὴν, ἀλλ’ ὅτι Οὐ κενὴ γέγονεν. Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Οὐκ εἶπεν, Ἐτιμήθην, ἀλλ’, Ἐκοπίασα, καὶ κιν‐ δύνους καὶ θανάτους ἔχων εἰπεῖν, τῷ ὀνόματι τοῦ
45κόπου πάλιν ὑποτέμνεται τὸ εἰρημένον. Εἶτα πάλιν τῇ συνήθει κεχρημένος ταπεινοφροσύνῃ, καὶ τοῦτο ταχέως παρέδραμε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ λέ‐ γων· Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τί ταύτης θαυμαστότερον γένοιτ’ ἂν τῆς ψυ‐

61

.

328

(50)

χῆς; Διὰ γὰρ τοσούτων ἑαυτὸν καθελὼν, καὶ ἕν τι μόνον ὑψηλὸν φθεγξάμενος, οὐδὲ τοῦτο αὑτοῦ φησιν εἶναι, πανταχόθεν περιστέλλων, ἀπό τε τῶν ἔμπρο‐ σθεν, ἀπό τε τῶν μετὰ ταῦτα τὸ ὑψηλὸν τοῦτο ῥῆμα, καὶ ταῦτα ἐξ ἀνάγκης ἐλθὼν ἐπ’ αὐτό. Σκόπει δὲ πῶς
55ἐπιδαψιλεύεται τοῖς τῆς ταπεινοφροσύνης ῥήμασι. Καὶ γὰρ, Ἐσχάτῳ μοι ὤφθη πάντων, φησί· διὸ οὐδὲ μεθ’ ἑαυτοῦ τινα ἄλλον τίθησι· καὶ, Ὡσπερεὶ τῷ ἐκτρώματι, καὶ ἐλάχιστον ἑαυτὸν τῶν ἀποστόλων εἶναί φησι, καὶ οὐδὲ τῆς προσηγορίας ταύτης ἄξιον.
60Καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ’ ἵνα μὴ δόξῃ ῥήμασι ταπεινοφρονεῖν, καὶ αἰτίας τίθησι καὶ ἀποδείξεις,
τοῦ μὲν ἔκτρωμα εἶναι τὸ ὕστερον αὐτὸν ἰδεῖν τὸν327

61

.

329

Ἰησοῦν, τοῦ δὲ καὶ τῆς προσηγορίας ἀνάξιον εἶναι τῶν ἀποστόλων τὸ διῶξαι τὴν Ἐκκλησίαν. Ὁ μὲν γὰρ ἁπλῶς ταπεινοφρονῶν, τοῦτο οὐ ποιεῖ· ὁ δὲ καὶ τὰς αἰτίας τιθεὶς, ἀπὸ συντετριμμένης διανοίας
5ἅπαντα φθέγγεται. Διὸ καὶ ἀλλαχοῦ τῶν αὐτῶν τού‐ των μέμνηται, λέγων· Χάριν δὲ ἔχω τῷ ἐνδυναμώ‐ σαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Τίνος δὲ ἕνεκεν καὶ
10αὐτὸ τὸ ὑψηλὸν τοῦτο ἐφθέγξατο, τὸ, Περισσότερον αὐτῶν ἐκοπίασα; Τὸν καιρὸν ἑώρα καταναγκάζοντα. Εἰ μὴ γὰρ τοῦτο εἶπεν, ἀλλὰ μόνον ἑαυτὸν ἐξηυτέ‐ λισε, πῶς ἠδύνατο μετὰ παῤῥησίας εἰς μαρτυρίαν ἑαυτὸν καλεῖν, καὶ μετὰ τῶν ἄλλων ἀριθμεῖν καὶ λέ‐
15γειν, Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο‐ μεν; Τὸν γὰρ μάρτυρα ἀξιόπιστον εἶναι δεῖ καὶ μέ‐ γαν. Πῶς δὲ καὶ περισσότερον αὐτῶν ἐκοπίασεν, ἔδειξεν ἀνωτέρω, λέγων· Ἢ οὐκ ἔχομεν ἐξουσίαν τοῦ φαγεῖν καὶ πιεῖν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι;
20καὶ πάλιν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ γὰρ ὅπου ἀκρίβειαν ἐπιδείξασθαι ἔδει, πάντας ὑπερηκόντισε· καὶ ὅπου συγκαταβῆναι ἐχρῆν, τὴν αὐτὴν πάλιν ὑπερβολὴν ἐπεδείξατο. Τινὲς δέ φασι τὸ εἰς ἔθνη ἀπεστάλθαι καὶ τὸ πλεῖον τῆς οἰκουμένης
25μέρος ἐπιδραμεῖν. Ὅθεν δῆλον ὅτι καὶ πλείονος ἀπ‐ έλαυσε χάριτος. Εἰ γὰρ πλεῖον ἐκοπίασε, πλείων ἦν καὶ ἡ χάρις πλείονος δὲ ἀπέλαυσε χάριτος, ἐπειδὴ καὶ πλείονα ἐπεδείξατο σπουδήν. Εἶδες πῶς, καὶ δι’ ὧν φιλονεικεῖ καὶ βιάζεται συσκιάζειν τὰ καθ’ ἑαυ‐
30τὸν, πάντων δείκνυται πρῶτος ὤν; ϛʹ. Ταῦτα καὶ ἡμεῖς ἀκούοντες, τὰ μὲν ἐλαττώματα ἡμῶν ἐκπομπεύωμεν, τὰ δὲ κατορθώματα σιγῶμεν· κἂν καιρὸς καταναγκάζῃ, συνεσταλμένως αὐτὰ λέγω‐ μεν, καὶ τὸ πᾶν τῇ χάριτι λογιζώμεθα· ὃ δὴ καὶ αὐ‐
35τὸς ποιεῖ, ἄνω καὶ κάτω τὸν μὲν πρῶτον αὑτοῦ στίζων βίον, τὰ δὲ μετὰ ταῦτα τῇ χάριτι λογιζόμενος, ἵνα τοῦ Θεοῦ δείξῃ τὴν φιλανθρωπίαν πάντοθεν, ὅτι τοι‐ οῦτον ὄντα ἔσωσε, καὶ σωθέντα πάλιν τοιοῦτον εἰρ‐ γάσατο. Μηδεὶς τοίνυν τῶν ἐν κακίᾳ ὄντων ἀπογινω‐
40σκέτω, μηδεὶς τῶν ἐν ἀρετῇ θαῤῥείτω, ἀλλὰ κἀκεῖνος ἔστω περιδεὴς, καὶ οὗτος πρόθυμος. Οὔτε γὰρ ῥᾳθυ‐ μῶν τις ἱκανὸς ἔσται μεῖναι ἐν ἀρετῇ, οὔτε σπουδά‐ ζων, ἀσθενὴς πρὸς τὸ διαφυγεῖν κακίαν. Καὶ τούτων ἀμφοτέρων ὑπόδειγμα ὁ μακάριος Δαυῒδ, ἡνίκα μι‐
45κρὸν ἐνύσταξε, καταπεσὼν μέγα· καὶ ἡνίκα κατενύγη, πάλιν πρὸς τὸ πρότερον ὕψος ἀναδραμών. Καὶ γὰρ ἀμφότερα ἐξ ἴσης κακὰ, καὶ τὸ ἀπογινώσκειν καὶ τὸ ῥᾳθυμεῖν· τὸ μὲν γὰρ καθαιρεῖ ταχέως ἀπ’ αὐ‐ τῆς τῶν οὐρανῶν τῆς ἁψῖδος, τὸ δὲ, ἀναστῆναι τὸν

61

.

329

(50)

κείμενον οὐκ ἀφίησι. Διὸ πρὸς ἐκεῖνον μὲν ἔλεγεν ὁ Παῦλος· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ τοῦτον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· καὶ πάλιν, Τὰς παρειμένας χεῖρας, καὶ τὰ παρα‐
55λελυμένα γόνατα ἀνορθώσατε. Καὶ τὸν πεπορνευ‐ κότα δὲ μετανοήσαντα, διὰ τοῦτο ἀνακτᾶται ταχέως, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
Τί τοίνυν ἐπὶ τοῖς ἄλλοις ἀθυμεῖς, ὦ ἄνθρωπε; ΕἰColumn end

61

.

330

γὰρ ἐπὶ ἁμαρτήμασιν, ἔνθα χρήσιμον ἡ λύπη μόνον, ἡ ἀμετρία πολλὴν ἐργάζεται βλάβην, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἄλλοις. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς; ὅτι χρή‐ ματα ἀπώλεσας; Ἀλλ’ ἐννόησον τοὺς οὐδὲ ἄρτου
5κορεννυμένους, καὶ ταχίστην λήψῃ παραμυθίαν. Καὶ ἐφ’ ἑκάστῳ δὲ τῶν δεινῶν μὴ τὰ συμβάντα θρήνει, ἀλλ’ ὑπὲρ τῶν μὴ συμβάντων χαλεπῶν εὐχαρίστει. Ἔσχες χρήματα, καὶ ἀπέβαλες; Μὴ δακρύσῃς ὑπὲρ τῆς ζημίας, ἀλλ’ εὐχαρίστησον ὑπὲρ τοῦ χρόνου, οὗ
10ταῦτα ἐκαρπώσω· εἰπὲ κατὰ τὸν Ἰὼβ, Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Μετὰ δὲ τούτου κἀκεῖνο λογίζου, ὅτι εἰ καὶ χρήματα ἀπέβαλες, ἀλλὰ τὸ σῶμά σου τέως ὑγιὲς ἔχεις, καὶ οὐ θρηνεῖς μετὰ τῆς πενίας καὶ τὴν τού‐
15του πήρωσιν. Ἀλλὰ καὶ τὸ σῶμά σου λώβην τινὰ ὑπέμεινεν; Ἀλλ’ οὐχ οὗτος τῶν ἀνθρωπίνων κακῶν ὁ πυθμὴν, ἀλλ’ ἐν τῷ μέσῳ τοῦ πίθου φέρῃ τέως. Πολλοὶ γὰρ μετὰ πενίας καὶ λώβης καὶ δαίμονι πα‐ λαίουσι καὶ ἐν ἐρήμοις πλανῶνται· ἄλλοι πάλιν τού‐
20των ἕτερα χαλεπώτερα ὑπομένουσι. Μὴ γὰρ δὴ γέ‐ νοιτο ἡμᾶς πάντα παθεῖν, ὅσα δυνατὸν ἐνεγκεῖν. Ταῦτ’ οὖν ἀεὶ λογιζόμενος, τοὺς τὰ χαλεπώτερα πάσχοντας ἐννόει, καὶ μηδενὶ τούτων ἄλγει· ἀλλ’ ὅταν ἁμάρτῃς, τότε μόνον στέναξον, τότε δάκρυσον· οὐ κωλύω, ἀλλὰ
25καὶ προτρέπω μᾶλλον· καὶ τότε δὲ μετὰ συμμετρίας, ἐννοῶν ὅτι ἔστιν ἐπάνοδος, ἔστι καταλλαγή. Ἀλλ’ ὁρᾷς ἑτέρους τρυφῶντας, σαυτὸν δὲ ἐν πενίᾳ, καὶ ἕτερον ἐν λαμπροῖς ἱματίοις, καὶ ἐν περιφανείᾳ; Ἀλλὰ μὴ ταῦτα μόνον σκόπει, ἀλλὰ καὶ τὰ ἐκ τού‐
30των λυπηρά. Καὶ ἐπὶ τῆς πενίας δὲ μὴ τὴν πτωχείαν μόνον, ἀλλὰ καὶ τὴν ἐντεῦθεν ἡδονὴν ἀναλο‐ γίζου. Ὁ μὲν γὰρ πλοῦτος τὸ μὲν προσωπεῖον ἔχει φαι‐ δρὸν, τὰ δὲ ἔνδον ζόφου γέμοντα· ἡ δὲ πενία τοὐν‐
35αντίον· κἂν τὸ ἑκάστου συνειδὸς ἀναπτύξῃς, ἐν μὲν τῇ τοῦ πένητος ψυχῇ πολλὴν τὴν ἄδειαν ὄψει καὶ τὴν ἐλευθερίαν· ἐν δὲ τῇ τοῦ πλουτοῦντος θορύβους, τα‐ ραχὰς, κύματα. Εἰ δὲ ἀλγεῖς ὁρῶν αὐτὸν πλουτοῦντα, κἀκεῖνος πολλῷ σοῦ πλέον ἀλγεῖ τὸν αὑτοῦ πλουσιώ‐
40τερον θεώμενος· καὶ καθάπερ σὺ τοῦτον δέδοικας, οὕτω κἀκεῖνος ἄλλον, καὶ οὐδέν σου πλεονεκτεῖ κατὰ τοῦτο. Ἀλλ’ ἄρχοντα ὁρῶν ἀλγεῖς, ὅτι ἰδιώτης σὺ, καὶ τῶν ἀρχομένων. Ἀλλ’ ἐννόει καὶ τῆς διαδοχῆς τὴν ἡμέραν, καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης τοὺς
45θορύβους, τοὺς κινδύνους, τοὺς πόνους, τὰς κολακείας, τὰς ἀγρυπνίας, τὰς ταλαιπωρίας πάσας. Καὶ ταῦτα πρὸς τοὺς οὐκ ἐθέλοντας φιλοσοφεῖν λέγομεν· ὡς ἐὰν τοῦτο εἰδῇς, ἀφ’ ἑτέρων σε μειζόνων δυνάμεθα παρακαλέσαι· τέως δὲ ἀπὸ τῶν παχυτέρων ἀνάγκη

61

.

330

(50)

πρὸς σὲ διαλέγεσθαι. Ὅταν τοίνυν ἴδῃς πλουτοῦντα, τὸν ἐκείνου πλουσιώτερον ἐννόει, καὶ ὄψει τοῦτον ἐν οἷς καὶ σύ. Μετὰ δὲ τοῦτον καὶ τὸν σαυτοῦ πενέστε‐ ρον σκόπει, καὶ πόσοι πεινῶντες ἐκοιμήθησαν, καὶ οὐσίας πατρῴας ἀπέβαλον, καὶ δεσμωτήριον οἰκοῦσι,
55καὶ θάνατον καθ’ ἑκάστην εὔχονται τὴν ἡμέραν. Οὔτε γὰρ ἀθυμίαν πενία, οὔτε ἡδονὴν τίκτει πλοῦτος, ἀλλὰ
καὶ τοῦτο κἀκεῖνο λογισμὸς ὑμῖν ἐμποιεῖν εἴωθε.329

61

.

331

Σκόπει δὲ ἀρχόμενος κάτωθεν· ὁ κοπρώνης ἀλγεῖ καὶ ὀδυνᾶται, ὅτι μὴ ἀπήλλακται τοῦ ταλαιπώρου καὶ ἐπονειδίστου εἶναι δοκοῦντος ἐπιτηδεύματος τούτου· ἀλλ’ ἂν ἀπαλλάξῃς αὐτὸν τούτου, καὶ ποιήσῃς μετὰ
5ἀδείας τῶν ἀναγκαίων εὐπορεῖν, ἀλγήσει πάλιν ὅτι μὴ πλείω τῆς χρείας κέκτηται· κἂν πλείω παρέχῃς, βουλήσεται αὐτὰ διπλασίονα εἶναι πάλιν, καὶ διὰ τοῦτο ὀδυνηθήσεται οὐχ ἧττον, ἢ πρότερον· κἂν δι‐ πλασίονα, κἂν τριπλασίονα δῷς, ἀθυμήσει πάλιν,
10ὅτι μὴ πολιτεύεται· κἂν τοῦτο παρέχῃς αὐτῷ, ἄθλιον ἑαυτὸν ἡγήσεται, ὅτι μὴ τῶν τὰ πρῶτα πολιτευομέ‐ νων ἐστί· καὶ ταύτης δὲ ἐπιλαβόμενος τῆς τιμῆς, θρηνήσει, ὅτι μὴ ἄρχει· ὅταν δὲ ἄρξῃ, ὅτι μὴ ἔθνους ὁλοκλήρου· ὅταν δὲ καὶ ἔθνους ὁλοκλήρου, ὅτι μὴ
15ἐθνῶν πολλῶν· ὅταν δὲ ἐθνῶν πολλῶν, ὅτι μὴ πάν‐ των. Ὅταν ὕπαρχος γένηται, λυπηθήσεται πάλιν, ὅτι μὴ καὶ βασιλεύς· κἂν βασιλεὺς, ὅτι μὴ μόνος· κἂν μόνος, ὅτι μὴ καὶ βαρβάρων, ὅτι μὴ καὶ τῆς οἰκουμένης ἁπάσης· ὅταν καὶ τῆς οἰκουμένης ἁπάσης,
20διὰ τί μὴ καὶ ἑτέρου κόσμου; Καὶ οὕτως ἐπ’ ἄπειρον ὁ λογισμὸς προϊὼν, οὐκ ἀφίησιν αὐτὸν ἡσθῆναί ποτε. ζʹ. Εἶδες πῶς κἂν ἐξ εὐτελοῦς καὶ πτωχοῦ βασιλέα ποιήσῃς, οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν, λογισμὸν τὸν
25πλεονεξίας ἐρῶντα μὴ διορθωσάμενος πρότερον; Φέρε σοι καὶ τοὐναντίον δείξω, ὅτι κἂν ἄνωθεν κάτω κατ‐ αγάγῃς τὸν σύνεσιν ἔχοντα, οὐκ ἐμβαλεῖς εἰς ἀθυ‐ μίαν καὶ λύπην. Καὶ, εἰ βούλει, τὴν αὐτὴν κλίμακα καταβαίνωμεν, καὶ τὸν ὕπαρχον ἀπὸ τοῦ θρόνου κα‐
30ταβιβάσας τῷ λόγῳ ἀποστέρει τῆς ἀξίας ἐκείνης. Οὐδὲν γὰρ οὗτος ἐντεῦθεν, ἂν ἐθέλῃ ταῦτα ἐννοεῖν, ἅπερ εἶπον, ἀλγήσει. Οὐδὲ γὰρ ἅπερ ἀφῄρηται, λο‐ γιεῖται, ἀλλ’ ἅπερ ἔχει τέως, τὴν δόξαν τὴν ἀπὸ τῆς ἀρχῆς. Ἂν δὲ καὶ ταύτην ἀφέλῃς, λογιεῖται τοὺς
35ἰδιώτας, καὶ οὐδέποτε τοιαύτης ἐπιβάντας ἀρχῆς, καὶ ἀρκέσει εἰς παραμυθίαν ὁ πλοῦτος αὐτῷ· ἂν δὲ καὶ τούτου πάλιν ἐκβάλῃς, σκοπήσει τοὺς τὰ σύμ‐ μετρα ἔχοντας· ἂν δὲ καὶ τὰ σύμμετρα ἀφέλῃς καὶ τῆς ἀναγκαίας μόνης μεταδῷς τροφῆς, δυνήσεται
40ἐννοεῖν τοὺς οὐδὲ ταύτης μετέχοντας, ἀλλὰ λιμῷ παλαίοντας διηνεκεῖ, καὶ δεσμωτήριον οἰκοῦντας. Εἰ δὲ καὶ εἰς τὸ οἴκημα εἰσαγάγοις ἐκεῖνο, τοὺς ἐν νόσοις ἀνιάτοις ὄντας, τοὺς ἐν ὀδύναις ἀνηκέστοις ἐνθυ‐ μούμενος, ὄψεται ἑαυτὸν ἐν πολλῷ βελτίοσιν ὄντα.
45Καὶ ὥσπερ ὁ κοπρώνης ἐκεῖνος οὐδὲ βασιλεὺς γενό‐Column end

61

.

332

μενος εὐθυμίαν καρπώσεται, οὕτως οὗτος οὐδὲ δεσμώ‐ της καταστὰς ἀλγήσει ποτέ. Οὐκ ἄρα πλοῦτος ἡδο‐ νῆς, οὔτε πενία ἀθυμίας ὑπόθεσις, ἀλλ’ ἡ ἡμετέρα γνώμη, καὶ τὸ τὰ ὄμματα τῆς διανοίας ἡμῶν μὴ
5εἶναι καθαρὰ, μηδὲ ἑστάναι που καὶ μένειν, ἀλλ’ ἀπέραντα πέτασθαι. Καὶ καθάπερ τὰ μὲν ὑγιεινὰ τῶν σωμάτων, κἂν ἄρτῳ τρέφηται μόνῳ, εὐπαθεῖ καὶ σφριγᾷ· τὰ δὲ ἐπίνοσα, κἂν δαψιλοῦς καὶ ποικίλης ἀπολαύῃ τραπέζης, τοσούτῳ μᾶλλον ἀσθενέστερα
10γίνεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν· οἱ μὲν μικρόψυχοι οὐδὲ ἐν διαδήματι καὶ τιμαῖς ἀφάτοις δύναιντ’ ἂν εὐθυμεῖν· οἱ δὲ φιλόσοφοι καὶ ἐν δεσμοῖς καὶ ἐν ἁλύσει καὶ ἐν πενίᾳ καθαρᾶς ἀπο‐ λαύουσιν ἡδονῆς. Ταῦτ’ οὖν ἐννοοῦντες, πρὸς τοὺς
15καταδεεστέρους ἀεὶ βλέπωμεν. Ἔστι μὲν γὰρ καὶ ἑτέρα παραμυθία, ἀλλὰ φιλόσοφος καὶ τῶν πολλῶν ὑπερβαίνουσα τὴν παχύτητα. Ποία αὕτη; Ὅτι οὐδὲν πλοῦτος, οὐδὲν πενία, οὐδὲν ἀτιμία, οὐδὲν τιμὴ, ἀλλ’ ἐν χρόνῳ βραχεῖ καὶ ῥήμασι διεστήκασι μόνον ἀλλή‐
20λων. Μετὰ δὲ ταύτης καὶ ἑτέρα ταύτης μείζων, τὸ τὰ μέλλοντα ἐννοεῖν καὶ κακὰ καὶ ἀγαθὰ, τὰ ὄντως κακὰ καὶ ὄντως ἀγαθὰ, καὶ ἀπ’ ἐκείνων παρακαλεῖσθαι. Ἀλλ’ ἐπειδὴ πολλοὶ τούτων, ὅπερ ἔφην, πόῤῥω τῶν λόγων ἑστήκασι, διὰ τοῦτο ἐκείνοις ἠναγκάσθημεν
25διατρῖψαι τοῖς λόγοις, ἵνα ὁδῷ καὶ ἐπὶ τούτους ἀγά‐ γωμεν τοὺς καταδεξαμένους ἐκεῖνα. Ταῦτ’ οὖν ἅπαντα λογισάμενοι, πάντοθεν ἑαυτοὺς ῥυθμίσωμεν, καὶ οὐδέ‐ ποτε ἐπὶ τῶν ἀδοκήτων τούτων ἀλγήσομεν. Οὐδὲ γὰρ, εἰ ἐν εἰκόνι πλουσίους ἴδοιμεν, ζηλωτοὺς εἶναι φαίη‐
30μεν ἂν, ὥσπερ οὐδὲ τοὺς πτωχοὺς ἐκεῖ γεγραμμένους, ἀθλίους καὶ ἐλεεινούς· καίτοι γε ἐκεῖνοι τῶν παρ’ ἡμῖν πλουτούντων μονιμώτεροι· μᾶλλον γὰρ ἐν τῇ γραφῇ μένει πλούσιος, ἢ ἐν αὐτῇ τῶν πραγμάτων τῇ φύσει. Ὁ μὲν γὰρ καὶ εἰς ἔτη πολλάκις ἑκατὸν ἤρκε‐
35σεν οὕτω φαινόμενος, οὗτος δὲ ἔστιν ὅτε οὐδὲ εἰς ἐνιαυτὸν ἐντρυφήσας τοῖς οὖσι, πάντων ἀθρόον ἐγυμνώθη. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενοι, πανταχό‐ θεν ἐπιτειχίσωμεν εὐθυμίαν κατὰ τῆς ἀλογίστου λύ‐ πης, ἵνα καὶ τὸν παρόντα βίον μεθ’ ἡδονῆς διάξωμεν,
40καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

61

.

331

(46)

ΟΜΙΛΙΑ ΛΘʹ. Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε. αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν,

61

.

331

(50)

εἶτα πάλιν ὑπὲρ ἐκείνους ἐπάρας, ἵνα ἰσότητα ἐργά‐ σηται (καὶ γὰρ ἰσότητα ἐποίησε, δείξας ἑαυτὸν καὶ πλεονεκτοῦντα καὶ πλεονεκτούμενον), καὶ ταύτῃ ἀξιό‐
πιστον ἑαυτὸν κατασκευάσας, οὐδὲ οὕτως αὐτοὺςColumn end

61

.

332

(47)

ἀφίησιν, ἀλλὰ πάλιν ἑαυτὸν ἐκείνοις συντάττει, τὴν κατὰ Χριστὸν ἐνδεικνύμενος ὁμόνοιαν. Οὐ μὴν οὕτως αὐτὸ ποιεῖ, ὡς δόξαι προσεῤῥῖφθαι αὐτοῖς, ἀλλ’ ὡς

61

.

332

(50)

καὶ αὐτὸν ἐν τῇ αὐτῇ φαίνεσθαι τάξει· οὕτω γὰρ τῷ κηρύγματι συμφέρον ἦν. Διὸ καὶ ἀμφότερα ὁμοίως ἐσπούδακε, καὶ τὸ μὴ δοκεῖν αὐτῶν ὑπερορᾷν, καὶ τὸ
μὴ διὰ τὴν εἰς ἐκείνους τιμὴν ἐξευτελίζεσθαι παρὰ331

61

.

333

τῶν ἀρχομένων. Διὰ τοῦτο καὶ νῦν ἐξισάζει πάλιν λέγων· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο‐ μεν. Παρ’ οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε· οὐδὲν διαφέρομεν. Καὶ οὐκ εἶπεν, ὅτι Εἰ μὴ θέλετε ἐμοὶ
5πεισθῆναι, ἐκείνοις πείσθητε, ἀλλὰ καὶ ἑαυτὸν ἀξιό‐ πιστον ποιεῖ, καὶ καθ’ ἑαυτὸν ἀρκεῖν φησι, καὶ ἐκείνους καθ’ ἑαυτούς. Οὐδὲν γὰρ ἡ τῶν προσώπων ἐποίει διαφορὰ, τῶν ἀξιωμάτων ἴσων ὄντων. Καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τοῦτο ποιεῖ, προσλαμβάνων αὐ‐
10τοὺς, οὐχ ὡς δεόμενος, ἀλλ’ ἀρκεῖν μὲν λέγων καὶ ἑαυτόν· Ἐμοὶ γὰρ, φησὶν, οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· πλὴν ἀλλὰ καὶ οὕτω διώκω αὐτῶν τὴν ὁμόνοιαν· Δεξιὰς γὰρ ἔδωκάν μοι, φησίν. Εἰ γὰρ ἔμελλεν ἀεὶ τὸ ἀξιόπιστον Παύλου ἐν ἑτέροις
15εἶναι καὶ τῇ παρ’ ἑτέρων μαρτυρίᾳ βεβαιοῦσθαι, μυρία ἂν ἐβλάβησαν ἐντεῦθεν οἱ μαθηταί. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων τοῦτο ποιεῖ, ἀλλ’ ὑπὲρ τοῦ Εὐαγγε‐ λίου δεδοικώς. Διὸ καὶ ἐνταῦθά φησιν, ἐξισάζων ἑαυ‐ τόν· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο‐
20μεν. Καλῶς εἶπε, Κηρύσσομεν, τὴν πολλὴν παῤ‐ ῥησίαν ἐνδεικνύμενος. Οὐ γὰρ λάθρα οὐδὲ ἐν παρα‐ βύστῳ, ἀλλὰ σάλπιγγος λαμπροτέραν ἀφίεμεν φωνήν. Καὶ οὐκ εἶπεν, Ἐκηρύξαμεν, ἀλλὰ καὶ νῦν Οὕτω κηρύττομεν. Καὶ οὕτως ἐπιστεύσατε. Ἐνταῦθα
25οὐκ εἶπε, Πιστεύετε, ἀλλ’, Ἐπιστεύσατε. Ἐπειδὴ ἐσαλεύοντο, διὰ τοῦτο ἐπὶ τοὺς ἄνω χρόνους ἀνέδρα‐ με, καὶ τὴν παρ’ αὐτῶν ἐκείνων λοιπὸν μαρτυρίαν προστίθησιν. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες,
30ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ὁρᾷς πῶς ἄριστα συλλογίζεται, καὶ ἀποδείκνυσι τὴν ἀνάστασιν ἐκ τοῦ τὸν Χριστὸν ἐγηγέρθαι, πρότερον ἐκεῖνο πολλαχόθεν κατασκευάσας; Καὶ γὰρ οἱ προφῆται εἶπον τοῦτο, φησὶ, καὶ αὐτὸς ἔδειξε διὰ τῆς ὄψεως, καὶ ἡμεῖς κη‐
35ρύσσομεν, καὶ ὑμεῖς ἐπιστεύσατε, τετραπλῆν τὴν μαρτυρίαν πλέκων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὴν διὰ τῶν ἀπο‐ στόλων, τὴν διὰ τῶν μαθητῶν· μᾶλλον δὲ καὶ πεντα‐ πλῆν. Καὶ γὰρ καὶ αὕτη ἡ αἰτία δείκνυσι τὴν ἀνάστα‐
40σιν, τὸ ὑπὲρ ἀλλοτρίων ἁμαρτιῶν ἀποθανεῖν. Εἰ τοίνυν τοῦτο ἀποδέδεικται, εὔδηλον ὅτι καὶ τὸ ἕτερον ἕπεται, τὸ καὶ τοὺς λοιποὺς ἐγείρεσθαι νεκρούς. Διὸ καὶ ὡς ἐπὶ ὁμολογουμένου ἐγκαλεῖ καὶ ἐπαπορεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐγήγερται, πῶς λέγουσί
45τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; καὶ ταύτῃ πάλιν ὑποτεμνόμενος τὴν θρασύτητα τῶν ἀντιλεγόντων. Οὐ γὰρ εἶπε, Πῶς λέγετε ὑμεῖς, ἀλλὰ, Πῶς λέγουσί τινες ἐν ὑμῖν· καὶ οὔτε πάντων ποιεῖ‐ ται τὴν κατηγορίαν, οὔτε αὐτοὺς τούτους, οὓς αἰτιᾶ‐

61

.

333

(50)

ται, δήλους καθίστησιν, ὥστε μὴ ποιῆσαι ἀναισχυν‐ τοτέρους, οὐδ’ αὖ πάλιν ἀποκρύπτεται καθόλου, ὥστε αὐτοὺς διορθῶσαι. Διὰ δὴ τοῦτο καὶ ἀποσχίσας αὐτοὺς τοῦ πλήθους, πρὸς αὐτοὺς ἀποδύεται, ταύτῃ τε ἀσθενεστέρους ποιῶν καὶ καταπλήττων, καὶ τοὺς
55ἄλλους ἐν τοῖς πρὸς τούτους ἀγῶσι κατέχων ἀσφα‐
λέστερον ἐπὶ τῆς ἀληθείας, καὶ οὐκ ἀφεὶς αὐτομο‐Column end

61

.

334

λῆσαι πρὸς τοὺς διαφθείρειν αὐτοὺς ἐσπουδακότας. Καὶ γὰρ καταφορικῶς παρεσκεύασται χρήσασθαι τῷ λόγῳ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι τοῦτο μὲν σαφὲς καὶ δῆλον ἅπασι, τὸ τὸν Χριστὸν ἐγηγέρθαι, καὶ οὐδεὶς
5ἀμφιβάλλει· οὐ μὴν τοῦτο καὶ τὸ ἕτερον συναναγκά‐ ζει, τὴν τῶν ἀνθρώπων ἀνάστασιν· τὸ μὲν γὰρ καὶ προανεφωνήθη καὶ ἐξέβη καὶ ἐμαρτυρήθη διὰ τῆς ὄψεως, τὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως· τὸ δὲ ἔτι ἐν ἐλπίσιν ἐστὶ, τὸ ἡμέτερον· ὅρα τί ποιεῖ· ἐκ θατέρου
10μέρους πάλιν αὐτὸ κατασκευάζει, ὅπερ πολλῆς δυνά‐ μεως ἦν. Τί γὰρ λέγουσι, φησὶ, τινὲς, ὅτι οὐκ ἔστι νεκρῶν ἀνάστασις; οὐκοῦν καὶ ἐκεῖνο πάλιν ἐκ τού‐ του ἀνῄρηται, τὸ τὸν Χριστὸν ἐγηγέρθαι. Διὸ καὶ ἐπάγει λέγων· Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν,
15οὐδὲ Χριστὸς ἐγήγερται. Εἶδες τὴν βίαν, καὶ τὴν φιλονεικίαν Παύλου τὴν ἄμαχον, πῶς οὐκ ἐκ τοῦ δήλου μόνου τὸ ἀμφιβαλλόμενον, ἀλλὰ καὶ ἐκ τοῦ ἀμφιβαλλομένου τοῖς ἀντιλέγουσι τέως ἐκεῖνο τὸ δῆ‐ λον πειρᾶται ἀποδεικνύναι; οὐκ ἐπειδὴ ἐδεῖτο ἀπο‐
20δείξεως τὸ ἤδη γεγενημένον, ἀλλ’ ἵνα δείξῃ τοῦτο ὁμοίως ἐκείνῳ πιστὸν ὄν. βʹ. Καὶ ποία αὕτη ἀκολουθία, φησί; Τὸ μὲν γὰρ τοῦ Χριστοῦ μὴ ἐγερθέντος, μηδὲ ἄλλους ἐγείρεσθαι, ἀκόλουθον· τὸ δὲ εἰ ἄλλοι μὴ ἐγερθεῖεν, μηδὲ τοῦτον
25ἐγηγέρθαι, πῶς ἂν ἔχοι λόγον τινά; Ἐπεὶ οὖν τοῦτο οὐ σφόδρα ἐδόκει λόγον ἔχειν, ὅρα πῶς ἐργάζεται αὐτὸ σφοδρῶς, ἄνωθεν τὰ σπέρματα προκαταβάλλων, ἀπ’ αὐτῆς τοῦ κηρύγματος τῆς ὑποθέσεως, οἷον ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀποθανὼν ἐγή‐
30γερται, καὶ ὅτι ἀπαρχὴ τῶν κεκοιμημένων ἐστίν. Ἡ γὰρ ἀπαρχὴ τίνος ἂν εἴη ἀπαρχὴ, εἰ μὴ τῶν ἐγειρομένων; πῶς δ’ ἂν εἴη ἀπαρχὴ οὐκ ἐγειρομέ‐ νων ἐκείνων ὧν ἐστιν ἀπαρχή; πῶς οὖν οὐκ ἐγεί‐ ρονται; εἰ δὲ οὐκ ἐγείρονται, διὰ τί ἠγέρθη ὁ Χρι‐
35στός; διὰ τί ἦλθε; διὰ τί σάρκα ἀνέλαβεν, εἰ μὴ ἔμελλεν ἀναστήσειν σάρκα; οὐ γὰρ ἐδεῖτο αὐτὸς, ἀλλὰ δι’ ἡμᾶς. Ἀλλὰ ταῦτα μὲν ὕστερον τίθησι προϊὼν, τέως δέ φησιν· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· ὡς ἐκείνου τούτῳ συνημμένου·
40εἰ γὰρ μὴ ἔμελλεν ἀνίστασθαι, οὐδ’ ἂν ἐκεῖνο ἐποίη‐ σεν. Εἶδες κατὰ μικρὸν ὅλην τὴν οἰκονομίαν ἀνατρε‐ πομένην ἐκ τῶν ἐκείνων ῥημάτων καὶ τῆς περὶ τὴν ἀνάστασιν ἀπιστίας; Ἀλλὰ τέως οὐδὲν περὶ τῆς σαρκώσεως λέγει, ἀλλὰ περὶ τῆς ἀναστάσεως. Οὐ
45γὰρ τὸ σαρκωθῆναι, ἀλλὰ τὸ ἀποθανεῖν τὸν θάνατον ἔλυσεν· ἐπεὶ σάρκα ἔχοντος, ἔτι ἐκράτει ἡ τυραννὶς ἡ ἐκείνου. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν. Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, τοῖς φανεροῖς

61

.

334

(50)

μάχεσθε καὶ προφήταις τοσούτοις καὶ πραγμάτων ἀληθείᾳ· ἀλλὰ τὸ πολλῷ φοβερώτερον αὐτοῖς τίθησι· Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Κατασεῖσαι γὰρ αὐτῶν τὴν διάνοιαν βούλεται. Τὸ πᾶν ἀπωλέσαμεν, φησὶν, ἅπαντα οἴχε‐
55ται, εἰ μὴ ἠγέρθη. Εἶδες ὅσον τῆς οἰκονομίας τὸ μυστήριον; Εἰ γὰρ ἀποθανὼν οὐκ ἴσχυσεν ἀναστῆναι, οὔτε ἡ ἁμαρτία λέλυται, οὔτε ὁ θάνατος καθῄρηται, οὔτε ἡ κατάρα ἀνῄρηται, καὶ οὐχ ἡμεῖς δὲ μόνον κενὰ ἐκηρύξαμεν, ἀλλὰ καὶ ὑμεῖς κενὰ ἐπιστεύσατε.
60Καὶ οὐ ταύτῃ μόνον δείκνυσι τὴν ἀτοπίαν τούτων τῶν πονηρῶν δογμάτων, ἀλλὰ καὶ ἐπαγωνίζεται λέγων·
Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ,333

61

.

335

ὅτι ἐμαρτυρήσαμεν κατ’ αὐτοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ δὲ ἄτοπον τοῦτο (κατηγορία γὰρ Θεοῦ καὶ συκοφαντία), καὶ οὐκ ἤγειρεν, ὥς φατε,
5οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα ἕψεται ἄτοπα. Καὶ πάλιν αὐτὰ κατασκευάζει, καὶ ἀναλαμβάνει λέγων· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ γὰρ μὴ ἔμελλε τοῦτο ποιεῖν, οὐδ’ ἂν παρεγένετο. Ἀλλ’ οὐ λέγει τοῦτο, ἀλλὰ τὸ τέλος, τὴν
10ἀνάστασιν αὐτοῦ, δι’ αὐτῆς πάντας ἕλκων. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Τῷ σαφεῖ καὶ ὡμολογημένῳ τὴν ἀνάστασιν τοῦ Χριστοῦ συνεχῶς περιτίθησιν, ἀπὸ τοῦ ἰσχυροτέρου καὶ τὸ ἀσθενὲς εἶναι δοκοῦν καὶ ἀμφίβολον ἰσχυρὸν
15ποιῶν καὶ σαφές. Ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Εἰ γὰρ οὐκ ἠγέρθη, οὐδὲ ἀπέθανεν· εἰ δὲ οὐκ ἀπέθανεν, οὐδὲ τὴν ἁμαρτίαν ἔλυσεν· ὁ γὰρ θάνατος αὐτοῦ, τῆς ἁμαρτίας λύσις· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
20κόσμου. Πῶς δὲ αἴρων; Τῷ θανάτῳ. Διὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη· εἰ δὲ οὐκ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη· εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε· εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκηρύξαμεν· εἰ δὲ εἰκῆ ἐκηρύξαμεν, εἰκῆ ἐπιστεύσατε.
25Ἄλλως δὲ καὶ ὁ θάνατος ἀθάνατος μένει, εἰ μὴ ἀνέστη. Εἰ γὰρ καὶ αὐτὸς κατεσχέθη ὑπὸ τοῦ θανάτου, καὶ οὐκ ἔλυσεν αὐτοῦ τὰς ὠδῖνας, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν ἔτι αὐτὸς κατεχόμενος; Διὸ καὶ ἐπάγει· Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ
30ἀπώλοντο. Καὶ τί λέγω περὶ ὑμῶν, φησὶν, ὅπου γε καὶ ἐκεῖνοι πάντες ἀπολώλασιν, οἱ τὸ πᾶν διανύ‐ σαντες, καὶ οὐχ ὑποκείμενοι λοιπὸν τῇ ἀδηλίᾳ τοῦ μέλλοντος; Τὸ δὲ, Ἐν Χριστῷ, ἢ τὸ ἐν τῇ πίστει φησὶν, ἢ οἱ δι’ αὐτὸν ἀποθανόντες, οἱ πολλοὺς ὑπο‐
35μείναντες κινδύνους, οἱ πολλὰς ταλαιπωρίας, οἱ διὰ τῆς στενῆς ὁδοῦ βαδίσαντες. Ποῦ νῦν εἰσι τὰ πονηρὰ τῶν Μανιχαίων στόματα, τῶν λεγόντων ἀνά‐ στασιν αὐτὸν ἐνταῦθα λέγειν τῆς ἁμαρτίας τὴν ἀπαλλαγήν; Οἱ γὰρ πυκνοὶ οὗτοι καὶ συνεχεῖς
40συλλογισμοὶ καὶ ἀντιστρέφοντες οὐδὲν τούτων ἐμφαίνουσιν ὧν ἐκεῖνοι λέγουσιν, ἀλλ’ ὅπερ ἡμεῖς φαμεν. Καὶ γὰρ ἀνάστασις τοῦ πεπτωκότος λέγεται. Διὰ τοῦτο καὶ συνεχῶς ἐπιλέγει οὐ τὸ ἐγηγέρθαι μόνον, ἀλλὰ καὶ τὸ, Ἐκ νεκρῶν, προστιθείς. Καὶ
45Κορίνθιοι δὲ οὐ περὶ ἀφέσεως ἁμαρτημάτων ἀμφ‐ έβαλλον, ἀλλὰ περὶ σωμάτων ἀναστάσεως. Ποία δὲ ὅλως ἀνάγκη, εἰ μὴ ἀναμάρτητοι εἶεν οἱ ἄνθρωποι, μηδὲ τὸν Χριστὸν τοῦτο εἶναι; Εἰ γὰρ μὴ ἔμελλεν ἐγείρειν, ἀκόλουθον τὸ λέγειν, τίνος ἕνεκεν ἦλθε, καὶ

61

.

335

(50)

σάρκα ἔλαβε, καὶ ἀνέστη; τὸ δὲ ἡμέτερον οὐκέτι. Καὶ γὰρ ἁμαρτανόντων ἀνθρώπων καὶ μὴ ἁμαρτα‐ νόντων, ἀεὶ σύνεστι τῷ Θεῷ τὸ ἀναμάρτητον, καὶ οὐχ ἕπεται τὸ ἡμέτερον ἐκείνῳ, οὐδὲ ἀντιστρέφει τοῦτο πρὸς ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων
55ἀναστάσεως. Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. γʹ. Τί λέγεις, ὦ Παῦλε; πῶς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἠλπικότες ἐσμὲν, εἰ σώματα οὐκ ἐγείρεται, τῆς ψυ‐
60χῆς μενούσης καὶ ἀθανάτου οὔσης; Ὅτι κἂν μένῃ ἡ ψυχὴ, κἂν μυριάκις ἀθάνατος ᾖ, ὥσπερ οὖν καὶ ἔστι, τῆς σαρκὸς χωρὶς οὐκ ἀπολήψεται τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, ὥσπερ οὖν οὐδὲ κολασθήσεσθαι· Πάντα
γὰρ φανερωθήσεται ἔμπροσθεν τοῦ βήματος τοῦColumn end

61

.

336

Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά. Διὰ τοῦτό φησιν· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων
5ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει ἔξω τῆς μακαριό‐ τητος ἐκείνης τῆς ἐν οὐρανοῖς· εἰ δὲ τοῦτο, οὐδενὸς ἀπολαυσόμεθα τότε καθόλου· εἰ δὲ τότε οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν κατὰ
10τοῦτο ἀθλιώτερον γένοιτ’ ἂν, φησί; Ταῦτα δὲ ἔλεγεν ὁμοῦ μὲν εἰς τὸν περὶ ἀναστάσεως στηρίζων τῶν σωμάτων αὐτοὺς λόγον, ὁμοῦ δὲ καὶ περὶ τῆς ἀθα‐ νάτου ζωῆς ἐκείνης πείθων, ἵνα μὴ εἰς τὸ παρὸν νομίζωσι τὰ ἡμέτερα καταλύειν πάντα. Κατασκευά‐
15σας γὰρ ἱκανῶς διὰ τῶν ἔμπροσθεν, ὅπερ ἐβούλετο, καὶ εἰπὼν, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χρι‐ στὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἠγέρθη, ἀπ‐ ωλόμεθα, καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις· πάλιν καὶ τοῦτο ἐπάγει, κατασείων αὐτῶν τὴν ἀπόνοιαν. Καὶ
20γὰρ ὅταν μέλλῃ τι τῶν ἀναγκαίων εἰσάγειν δογμάτων, τῷ φόβῳ τὴν πώρωσιν αὐτῶν διασαλεύει πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησεν, ἀνωτέρω τε αὐτὰ διασπεί‐ ρας, καὶ ἐναγωνίους καταστήσας αὐτοὺς, ὡς τοῦ παντὸς ἐκπεσόντας· καὶ νῦν πάλιν ἑτέρως, καὶ ὡς
25ἂν μάλιστα ἤλγησαν, τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ λέ‐ γων· Ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν, εἰ, μετὰ τοσούτους πολέμους καὶ θανάτους καὶ τὰ μυρία δεινὰ, τοσούτων μέλλοιμεν ἐκπίπτειν ἀγαθῶν, καὶ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκε· καὶ γὰρ
30πάντα τῆς ἀναστάσεως ἤρτηται. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ περὶ ἁμαρτημάτων ὁ λόγος αὐτῷ ἦν. ἀλλὰ περὶ σωμάτων ἀναστάσεως, καὶ ζωῆς τῆς παρ‐ ούσης καὶ τῆς μελλούσης. Νυνὶ δὲ Χριστὸς ἐγή‐ γερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
35Δείξας ὅσα ἐκ τοῦ μὴ πιστεύεσθαι τὴν ἀνάστασιν τίκτεται τὰ κακὰ, ἀναλαμβάνει τὸν λόγον πάλιν, καί φησι· Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· συν‐ εχῶς τὸ Ἐκ νεκρῶν προστιθεὶς, ὥστε ἀποῤῥάψαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμη‐
40μένων. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ. Εἰ δὲ ἀνάστασιν τὴν τῶν ἁμαρτιῶν ἀπαλλαγὴν ἔλε‐ γεν, οὐδεὶς δὲ ἁμαρτίας ἐκτὸς (καὶ γὰρ Παῦλος λέ‐ γει, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι), πῶς ἔσονταί τινες οἱ ἀνιστάμενοι
45καθ’ ὑμᾶς; Ὁρᾷς ὅτι περὶ σωμάτων ὁ λόγος αὐτῷ ἦν; Καὶ ἵνα ἀξιόπιστον αὐτὸ ποιήσῃ, συνεχῶς τὸν Χριστὸν εἰς τὸ μέσον προφέρει, τὸν ἀναστάντα ἐν σαρκί· εἶτα καὶ αἰτιολογεῖ. Ὅπερ γὰρ ἔφην, ὅταν ἀποφαίνηται μὲν, τὴν δὲ αἰτίαν μὴ λέγῃ, οὐχ οὕτως

61

.

336

(50)

εὐπαράδεκτος ὁ λόγος γίνεται τοῖς πολλοῖς. Τίς οὖν ἡ αἰτία; Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἡ ἀνάστασις τῶν νεκρῶν. Εἰ δὲ δι’ ἀνθρώπου, σῶμα πάντως ἔχοντος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν, πῶς καὶ ἑτέρως ἀναγκαῖον ποιεῖ τὸν
55λόγον. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν καὶ ἀναμα‐ χέσασθαι δεῖ τὴν καταβληθεῖσαν φύσιν, αὐτὸν καὶ νικῆσαι· οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο. Ἴδωμεν δὲ ποῖόν φησι θάνατον. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ
60πάντες ζωοποιηθήσονται. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον ἐν τῷ Ἀδὰμ τὸν τῆς ἁμαρτίας θάνα‐
τον; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ335

61

.

337

Ἀβραάμ; πῶς δὲ Ἰώβ; πῶς δὲ οἱ ἄλλοι ἅπαντες; Τί δὲ, εἰπέ μοι, πάντες ζωοποιηθήσονται ἐν τῷ Χρι‐ στῷ; Καὶ ποῦ οἱ εἰς γέενναν ἀπαγόμενοι; Ἂν μὲν γὰρ περὶ σώματος εἰρημένον ᾖ τοῦτο, ἕστηκεν ὁ λό‐
5γος· ἂν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας, οὐκέτι. Εἶτα, ἵνα μὴ τὴν ζωοποίησιν κοινὴν ἀκούσας, καὶ τοὺς ἁμαρτωλοὺς νομίσῃς σώζεσθαι, ἐπήγαγεν· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Μὴ γὰρ, ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπο‐
10λαύειν. Εἰ γὰρ ἐπὶ τῆς τιμωρίας οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορὰ, πολλῷ μᾶλλον, ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων ἡ διάστασις ἔσται. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ· τουτέστιν, οἱ πιστοὶ καὶ οἱ εὐδοκιμηκότες. Εἶτα τὸ
15τέλος. Ὅταν γὰρ ἀναστῶσιν ἐκεῖνοι, τὰ πράγματα ἅπαντα λήψεται τέλος, οὐ καθάπερ νῦν ἀναστάντος τοῦ Χριστοῦ τὰ πράγματα ἕστηκεν ἔτι μετέωρα. Διὸ προσέθηκεν, Ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μά‐ θῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν
20παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δʹ. Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μή τι διαφύγῃ τῶν λεγομένων ὑμᾶς. Καὶ γὰρ
25πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη· διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν δεῖ γυμνάζειν, ὃ καὶ Παῦλος πολ‐ λάκις ποιεῖ· οὕτω γὰρ μάλιστα ἃ λέγουσιν, εὐφώρατα ἡμῖν φανεῖται. Ἐρώμεθα οὖν αὐτοὺς πρῶτον, τί ἐστι τὸ εἰρημένον, Ὅταν παραδῷ τὴν βασιλείαν
30τῷ Θεῷ καὶ Πατρί; Εἰ γὰρ ἁπλῶς ἐκλάβοιμεν τοῦτο, καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα ἔχων αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται λοιπὸν τοῦ κατέχειν αὐτός. Καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ’ ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρε‐
35θήσεται πρὶν ἢ παραλαβεῖν ἔχων. Οὐκοῦν κατ’ ἐκεί‐ νους οὔτε ὁ Πατὴρ βασιλεὺς ἦν ἔμπροσθεν, καὶ διώκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς μετὰ ταῦτα φανεῖται βασιλεὺς ὤν. Πῶς οὖν περὶ μὲν τοῦ Πατρός φησιν αὐτὸς, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ
40ἐργάζομαι; περὶ δὲ αὐτοῦ ὁ Δανιὴλ, ὅτι Ἡ βα‐ σιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύ‐ σεται; Εἶδες πόσα ἄτοπα τίκτεται, καὶ μαχόμενα ταῖς Γραφαῖς, ὅταν ἀνθρωπίνως ἐκλαμβάνῃ τις τὰ λεγόμενα; Ποίαν δὲ καὶ ἀρχὴν ἄρα ἐνταῦθά φησι
45καταργεῖν; τὴν τῶν ἀγγέλων; Ἄπαγε. Ἀλλὰ τὴν τῶν πιστῶν; Οὐδὲ τοῦτο. Ἀλλὰ ποίαν; Τὴν τῶν δαιμόνων, περὶ ἧς φησιν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας

61

.

337

(50)

τοῦ σκότους τοῦ αἰῶνος τούτου. Νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλα‐ χοῦ· τότε δὲ παύσονται. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάλιν κἀντεῦθεν ἕτερον ἄτοπον
55τίκτεται, ἂν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν. Τὸ γὰρ, Ἄχρις, τέλους ἐστὶ καὶ διορισμοῦ· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο οὐκ ἔστιν. Ἔσχατος ἐχθρὸς κατ‐
αργεῖται ὁ θάνατος. Πῶς ἔσχατος; Μετὰ πάντας,Column end

61

.

338

μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα ἅπαντα. Καὶ γὰρ καὶ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθε· πρότερον γὰρ ἡ συμ‐ βουλὴ τοῦ διαβόλου, καὶ ἡ παρακοὴ, καὶ τότε ὁ θάνατος. Τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται,
5τῇ δὲ ἐνεργείᾳ τότε. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, Πάντα ὑπο‐ τέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτά‐
10ξαντι αὐτῷ τὰ πάντα. Καὶ μὴν ἔμπροσθεν οὐ τὸν Πατέρα ἔλεγεν εἶναι τὸν ὑποτάξαντα, ἀλλ’ αὐτὸν καταργοῦντα· Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν· καὶ πάλιν, Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς
15ὑπὸ τοὺς πόδας αὐτοῦ. Πῶς οὖν ἐνταῦθα τὸν Πα‐ τέρα φησί; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι, ἀλλ’ ὅτι καὶ δέδοικε δέος σφόδρα ἄτο‐ πον, καὶ κέχρηται ἐπιδιορθώσει λέγων· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, ὥς τινων ὑποπτευόν‐
20των, μήποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ’ ἂν ἀλογώτερον; Ἀλλ’ ὅμως αὐτὸ δέδοικε. Τί οὖν ἐστι; καὶ γὰρ πολλὰ τὰ ζητήματα ἐφεξῆς κεῖται· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν. Καὶ γὰρ ἀναγκαῖον ἡμῖν πρῶτον καὶ σκοπὸν εἰπεῖν Παύλου καὶ τὴν γνώ‐
25μην, ἣν πανταχοῦ εὕροι τις ἂν διαλάμπουσαν, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. Τίς οὖν ἡ Παύλου γνώμη, καὶ τί τὸ ἔθος; Ἄλλως, ὅταν περὶ τῆς θεότητος μό‐ νης διαλέγηται, φθέγγεται, καὶ ἑτέρως, ὅταν εἰς
30τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. Ὅταν γὰρ ἐπι‐ λάβηται τῆς σαρκὸς, ἀδεῶς ἅπαντα λοιπὸν λέγει τὰ ταπεινὰ, θαῤῥῶν ὡς οὔσης ἱκανῆς δέξασθαι τὰ λεγόμενα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς
35οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα, ἅπερ φησί· μᾶλλον δὲ πρότερον δείξωμεν, ποῦ τοῦτο ἐποίησεν ὅπερ εἶπον. Ποῦ τοίνυν τοῦτο ἐποίησε; Φιλιππησίοις γράφων φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
40Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν.
45Εἶδες πῶς, ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκε, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῷ γεγεννηκότι, καὶ αὐ‐ τῷ τὸ πᾶν ἀνατίθησιν· ἐπειδὴ δὲ ἔδειξεν αὐτόν σοι σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον; Εἰ γὰρ

61

.

338

(50)

μὴ ταῦτα διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων. Καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερ‐ ύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος, τῷ μὴ ἔχοντι χα‐ ρίζεται, καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν ὄντα
55ὑψοῖ. Εὑρεθήσεται ἄρα ἀτελὴς ὢν, καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα, καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν ἕψεται ἄτοπα. Ἀλλ’ ἐὰν τὴν οἰκο‐
νομίαν προσθῇς, οὐχ ἁμαρτήσῃ ταῦτα λέγων. Ταῦτα337

61

.

339

δὴ καὶ ἐνταῦθα λογίζου, καὶ μετὰ τῆς γνώμης ἐκδέ‐ χου ταύτης τὰ εἰρημένα. εʹ. Μετὰ δὲ τούτων καὶ ἑτέρας αἰτίας ἐροῦμεν. Τέως καὶ ἐκεῖνο ἀναγκαῖον εἰπεῖν, ὅτι καὶ περὶ ἀναστάσεως
5ὁ λόγος ἦν τῷ Παύλῳ, πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. Καὶ γὰρ ἐν τοῖς ἄλλοις ἀλλήλοις συῤῥηγνύμενοι, ἐν τούτῳ πάντες, ἅτε ἐξ ἑνὸς στό‐
10ματος, συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστα‐ σιν. Ἀγωνιζόμενος τοίνυν ὑπὲρ τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης καὶ καταγελωμένης καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην καὶ διὰ τὴν τοῦ πράγμα‐ τος δυσκολίαν, καὶ βουλόμενος κατασκευάσαι τὸ
15δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν ἑωρακότων καὶ ἀπὸ τῶν πι‐ στευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην τὴν εἰς ἄτοπον ἀπαγωγὴν, καὶ τὴν τῶν ἀνθρώπων κατα‐
20σκευάζει λοιπόν· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶτα συνεχῶς ταῦτα ἀντιστρέψας ἐν τοῖς ἔμπροσθεν, ἑτέρως πάλιν ἐπι‐ χειρεῖ, ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταρ‐ γοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ
25θάνατον ἔσχατον. Πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον, ἅπερ εἶχεν, ἀποβάλῃ σώματα; Ἐπεὶ οὖν μεγάλα περὶ τοῦ Μονογενοῦς ἐφθέγξατο, ὅτι πα‐ ραδίδωσι τὴν βασιλείαν, τουτέστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθη‐
30σιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγε, τὴν ἀπιστίαν τῶν πολλῶν διορθούμενος· Δεῖ γὰρ αὐτὸν βασι‐ λεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐ τέλος ἐπιτιθεὶς τῇ βασιλείᾳ τὸ, Ἄχρις, εἶπεν, ἀλλ’ ἀξιόπιστον ποιῶν τὸ εἰρημέ‐
35νον, καὶ θαῤῥεῖν παρασκευάζων. Μὴ γὰρ, ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη καὶ τοῦ θανάτου τὴν τυραννίδα καὶ τὰ
40κακὰ ἅπαντα, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἂν ποιήσῃ ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν· οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ’ ἐκεῖνο κατασκευάζων, ὅτι κἂν μὴ νῦν γένηται, πάντως ἔσται. Οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία·
45κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἂν πάντα κατορθώσῃ. Τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ Παλαιᾷ εὕροι τις ἂν, ὡς ὅταν λέγῃ, Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα· καὶ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ταῦτα δὲ λέγει ὁ προφήτης καὶ

61

.

339

(50)

τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων διηγῆται μακρῷ χρόνῳ κατορθουμένων καὶ πάντως ἐσομένων, τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. Ὅτι δὲ τὸ, Ἄχρις, ἐπὶ Θεοῦ λεγόμενον, καὶ Ἕως, οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως
55τοῦ αἰῶνος σὺ εἶ· καὶ πάλιν, Ἐγώ εἰμι· καὶ, Ἕως ἂν καταγηράσετε, ἐγώ εἰμι. Διὰ δὴ τοῦτο καὶ ἔσχα‐ τον τίθησιν τὸν θάνατον, ἵνα ἀπὸ τῆς τῶν ἄλλων νίκης καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ ἀπιστοῦντι.
Ὅταν γὰρ τὸν διάβολον ἀνέλῃ τὸν εἰσαγαγόντα τὸνColumn end

61

.

340

θάνατον, πολλῷ μᾶλλον τὸ ἔργον τὸ ἐκείνου καταλύσει. Ἐπεὶ οὖν πάντα αὐτῷ ἀνατέθεικε, τὸ καταργεῖν τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκου‐
5μένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν (τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον)· καὶ οὐκ εἶπεν, ὅτι ὁ Πατὴρ δι’ αὐτοῦ, ἀλλ’ αὐτὸς καταργήσει, καὶ αὐτὸς θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος ἐμνημόνευσεν·
10ἐφοβήθη λοιπὸν, μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων ἢ μείζων εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ ἑτέρα τις ἀρχὴ ἀγέννητος· καὶ διὰ τοῦτο ἠρέμα ἀσφαλιζόμενος παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημέ‐ νων, λέγων· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας
15αὐτοῦ· πάλιν τῷ Πατρὶ τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος τοῦ Παιδὸς (πῶς γὰρ, ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰ‐ ρημένα;), ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξῃ κοινὰ Πατρὶ καὶ Υἱῷ τὰ ὑπὲρ ἡμῶν γενόμενα
20ἅπαντα. Ὅτι γὰρ αὐτὸς ἑαυτῷ ἤρκεσεν εἰς τὸ ὑπο‐ τάξαι αὐτῷ τὰ πάντα, ἄκουσον πάλιν Παύλου λέγον‐ τος· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ‐ σεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνα‐
25σθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων· Ὅταν δὲ εἴπῃ, ὅτι Τὰ πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, οὐ μικρὰν κἀντεῦ‐ θεν τῷ Μονογενεῖ μαρτυρῶν δόξαν. Εἰ γὰρ ἐλάττων
30ἦν καὶ πολὺ καταδεέστερος, οὐκ ἂν τοῦτο ἐφοβήθη τὸ δέος ποτέ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων. Ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ· Τί γὰρ, εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱὸν, δείσας
35τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιουσίας πολλῆς· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων τῶν
40ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον καὶ κατορθοῦντα γεγεννηκώς. ϛʹ. Εἰ δὲ πλέον εἴρηκεν ἢ ἀπῄτει τοῦ πράγμα‐ τος ἡ ὑπόθεσις, μὴ θαυμάσῃς· τὸν γὰρ Διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, ταῦτα ποιεῖ. Καὶ γὰρ ὁμό‐
45νοιαν αὐτὸς δεῖξαι βουλόμενος πρὸς τὸν γεγεννηκότα, καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφῖκται, τοσοῦτον καταβαίνει, οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ’ ὅσον ἐδεῖτο τῶν παρόντων ἡ ἀσθένεια. Εὔχεται γὰρ τῷ γεγεννηκότι δι’ οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο, καὶ τὴν

61

.

340

(50)

αἰτίαν τιθείς φησιν, Ἵνα πιστεύωσιν ὅτι σύ με ἀπέστειλας. Τοῦτον οὖν μιμούμενος καὶ ἐνταῦθα ἐκ περιουσίας τῇ λέξει κέχρηται, οὐχ ἵνα δουλείαν κατηναγκασμένην ὑποπτεύσῃς, ἄπαγε, ἀλλ’ ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ περιουσίας ἐκβάλῃ. Καὶ
55γὰρ ὅταν βούληταί τι πρόῤῥιζον ἀνασπάσαι, πολλῇ κέχρηται τῇ περιουσίᾳ. Οὕτω γοῦν καὶ περὶ γυναικὸς πιστῆς λέγων καὶ ἀνδρὸς ἀπίστου ὁμιλούντων ἀλλή‐ λοις νόμῳ γάμου, ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι
ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν τῶν περὶ τὸν339

61

.

341

ἄπιστον, οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, οὐδ’, ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ’, ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι’ αὐ‐ τῆς, οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ὁ Ἕλλην ἅγιος
5ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων. Οὕτω καὶ ἐνταῦθα τῇ περιουσίᾳ τῆς λέξεως τὸ ἀσεβὲς ἐκεῖνο δόγμα ἀνελεῖν ἐσπουδακὼς, εἶπεν ὅπερ εἴρηκεν. Ὥσπερ γὰρ ἀσθενῆ τὸν Υἱὸν ὑποπτεύειν, τῆς ἐσχάτης παρανο‐
10μίας ἐστί· διόπερ αὐτὸ διορθοῦται λέγων, ὅτι Πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ· οὕτω πάλιν ἀσεβέστερον τούτου τὸ ἐλάττονα νομίζειν τὸν Πατέρα. Διὸ καὶ αὐτὸ μετὰ πολλῆς ἀναιρεῖ τῆς ὑπερβολῆς. Καὶ ὅρα πῶς αὐτὸ τίθησιν· οὐ γὰρ εἶ‐
15πεν, Ἐκτὸς τοῦ ὑποτάξαντος, ἁπλῶς, ἀλλὰ, Δῆλον ὅτι. Εἰ γὰρ καὶ ὡμολόγηται, φησὶν, ἀλλ’ ὅμως ἀσφα‐ λίζομαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων, ἐκεῖνο ἄν σε ἐροίμην· Ἆρα προσθήκη γίνεται ὑποταγῆς τότε τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον
20καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ καὶ ὑπακοὴ αὕτη, τὸ τὸν Θεὸν ὄντα δούλου μορφὴν λα‐ βεῖν. Πῶς οὖν τότε ὑποταγήσεται; Ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν, τοῦτο τέθεικε, καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας; Ὡς γὰρ Υἱῷ
25προσήκει καὶ Θεῷ, οὕτως ὑπακούει, οὐκ ἀνθρωπίνως, ἀλλ’ ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων. Ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατρὸς, αὐτοῦ πάντα, καὶ τὰ αὐτοῦ, τοῦ Πατρός; Ταῦτα γὰρ ἐξουσίαν
30ἀπηκριβωμένην πρὸς τὸν γεγεννηκότα ἡμῖν ἐνδείκνυ‐ ται. Τί δέ ἐστι, Ὅταν παραδῷ τὴν βασιλείαν; Βασιλείας τοῦ Θεοῦ δύο οἶδεν ἡ Γραφὴ, τὴν μὲν κατ’ οἰκείωσιν, τὴν δὲ κατὰ δημιουργίαν. Βασιλεύει μὲν γὰρ ἁπάντων, καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ δαι‐
35μόνων καὶ τῶν ἀντιτεταγμένων, κατὰ τὸν τῆς δη‐ μιουργίας λόγον· βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόν‐ των καὶ ὑποτεταγμένων, κατὰ τὸν τῆς οἰκειώσεως. Αὕτη ἡ βασιλεία καὶ ἀρχὴν ἔχειν λέγεται· περὶ γὰρ ταύτης φησὶ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι
40παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· περὶ ταύτης καὶ αὐτὸς εἴρηκε τοῖς μαθη‐ ταῖς· Ἐδόθη μοι πᾶσα ἐξουσία ὑπὸ τοῦ Πατρός μου, τῷ γεγεννηκότι ἅπαντα ἀνατιθεὶς, οὐχ ὡς αὐ‐ τὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι, καὶ οὐχὶ
45ἀγέννητος. Ταύτην οὖν παραδίδωσι, τουτέστι, κατορ‐ θοῖ. Τί ποτ’ οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; Ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν, οὐδὲ ὁμοῦ πάντα συγχεῖ· ἐπεὶ καὶ ὅταν λέγῃ, Εἷς ὁ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς, οὐ πάντως

61

.

341

(50)

ἔλαττον ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ, ἀλλ’ ἐπειδὴ τέως οὐ κατήπειγε, τοῦτο εἶπεν. Οἶδε γὰρ καὶ τοῦ Πατρὸς μεμνῆσθαι μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Υἱὸν ἐκβαλοῦμεν· οἶδε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ‐ ματος μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσο‐
55μεν. Τί δέ ἐστιν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν; Ἵνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ, ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑποπτεύῃ, μηδὲ ἑτέραν βασιλείαν ἀπεσχισμένην. Ὅταν γὰρ οἱ μὲν ἐχθροὶ ὑπὸ τοὺς
πόδας ὦσι κείμενοι τοῦ Παιδὸς, ὁ δὲ ἔχων αὐτοὺςColumn end

61

.

342

ὑπὸ πόδας ἐῤῥιμμένους μὴ στασιάζῃ πρὸς τὸν γεγεν‐ νηκότα, ἀλλ’ ὁμονοῇ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐ‐ τὸς ἔσται τὰ πάντα ἐν πᾶσι. Τινὲς δὲ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτο αὐτὸν εἰρηκέναι φασὶν, ὡς
5πάντων εἰκόντων λοιπὸν καὶ οὐδενὸς ἀνθισταμένου οὐδὲ πονηρευομένου. Ὅταν γὰρ ἁμαρτία μὴ ᾖ, εὔ‐ δηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ μὴ ἀνίστανται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς ἁπάντων θάνατος μένει ἀνύσας
10ὅπερ ἠθέλησεν. Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἁμαρτήσονται λοιπὸν, φησί. Καὶ τί τοῦτο; οὐδὲ γὰρ περὶ τοῦ θανάτου τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέ‐ γεται ἐνταῦθα. Πῶς οὖν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι, τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν. Εἰ
15δὲ μέλλει κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα μένει αὐτοῦ ἡ τυραννὶς, τούτων μὲν κατεχομένων, ἑτέρου δὲ οὐκ ὄντος σώματος ἔνθα ἡττηθήσεται. Ἂν δὲ τοῦτο, ὅπερ εἶπεν ὁ Παῦλος, γένηται, ὥσπερ οὖν καὶ γενή‐ σεται, καὶ λαμπρὰ ἡ νίκη φανεῖται τοῦ Θεοῦ δυνη‐
20θέντος ἀναστῆσαι τὸ κατασχεθέντα ὑπ’ αὐτοῦ σώ‐ ματα. Ἐπεὶ καὶ πολέμιον τότε τις νικᾷ, ὅταν λάβῃ τὰ σκῦλα, οὐχ ὅταν ἀφῇ παρ’ αὐτῷ μένειν· εἰ δὲ μή τις τολμῴη τὰ αὐτοῦ λαβεῖν, πῶς ἂν φαίημεν αὐ‐ τὸν ἡττηθῆναι;
25 ζʹ. Τοῦτον καὶ ὁ Χριστὸς τῆς νίκης τὸν τρόπον ἐν τοῖς Εὐαγγελίοις νενικηκέναι φησὶν, οὕτω λέγων· Ὅταν δήσῃ τὸν ἰσχυρὸν, τότε καὶ τὰ σκεύη αὐτοῦ δι‐ αρπάσει. Ἐπεὶ εἰ μὴ τοῦτο γένοιτο, οὐδὲ νίκη σαφὴς ἂν εἴη. Ὥσπερ γὰρ ἐπὶ τοῦ θανάτου τῆς ψυχῆς ὁ
30ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ οὐκ ἂν εἴποιμεν τοῦτο νίκην εἶναι· ἐκεῖνος γάρ ἐστιν ὁ νε‐ νικηκὼς, οὐχ ὁ μὴ προσθεὶς τοῖς κακοῖς, ἀλλ’ ὁ τὴν ἤδη γεγενημένην τῶν παθῶν αἰχμαλωσίαν διαλύσας· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τὸ στῆναι τὸν θάνατον ἐπι‐
35νεμόμενον τὰ σώματα φαίην ἂν εἶναι νίκην λαμπρὰν, ἀλλὰ τὸ τὰ κατασχεθέντα ἤδη παρ’ αὐτοῦ ἀποσπα‐ σθῆναι. Εἰ δὲ ἔτι φιλονεικοῖεν καὶ λέγοιεν περὶ τοῦ ψυχικοῦ θανάτου ταῦτα εἰρῆσθαι, πῶς ἔσχατος καταργεῖται οὗτος; καὶ γὰρ ἐφ’ ἑκάστῳ βαπτιζομένῳ
40κατηργήθη τέλειον. Ἂν μέν τοι περὶ σώματος λέγῃς, ἔχει χώραν τὸ εἰρημένον, οἷον ὅτι ἔσχατος καταργεῖ‐ ται. Εἰ δέ τις ἀποροίη τίνος ἕνεκεν περὶ ἀναστάσεως διαλεγόμενος, οὐ παρήγαγεν εἰς μέσον τὰ ἀναστάντα σώματα ἐπὶ τοῦ Κυρίου, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ
45ἦν τοῦτο ὑπὲρ τῆς ἀναστάσεως εἰπεῖν. Τὸ γὰρ τοὺς ἀναστάντας δεῖξαι πάλιν ἀποθνήσκοντας, οὐκ ἦν ἀπο‐ δεικνύντος ὅτι εἰς τέλος καταργεῖται ὁ θάνατος. Διὰ γὰρ τοῦτο καὶ ἔσχατον αὐτὸν εἶπε καταργεῖσθαι, ἵνα μηκέτι ὑποπτεύσῃς αὐτὸν ἀνίστασθαι. Τῆς γὰρ κακίας

61

.

342

(50)

ἀναιρεθείσης, πολλῷ μᾶλλον ὁ θάνατος παύσεται. Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τῆς πηγῆς ξηραινομένης, τὸν ἐξ αὐτῆς συνεστάναι ποταμὸν, καὶ τῆς ῥίζης ἀφανιζομένης, τὸν καρπὸν μένειν. Ἐπεὶ οὖν ἐν τῇ τελευταίᾳ ἡμέρᾳ οἱ ἐχθροὶ καταργοῦνται τοῦ Θεοῦ
55μετὰ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῶν δαιμό‐ νων, μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς εὐημεροῦσιν ἐχθροῖς τοῦ Θεοῦ. Οἱ γὰρ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξα‐ σθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ κα‐
πνὸς ἐξέλιπον. Ὅταν ἴδῃς τινὰ ἐχθρὸν τοῦ Θεοῦ341

61

.

343

πλουτοῦντα, δορυφορούμενον, κόλακας ἔχοντα πολ‐ λοὺς, μὴ καταπέσῃς, ἀλλὰ στέναξον, δάκρυσον, παρακάλεσον τὸν Θεὸν, ὥστε αὐτὸν εἰς τοὺς φίλους κατατάξαι· καὶ ὅσῳ ἂν εὖ πράττῃ ἐχθρὸς ὢν, τοσούτῳ
5αὐτὸν μᾶλλον πένθησον. Τοὺς γὰρ ἁμαρτωλοὺς ἀεὶ μὲν θρηνεῖν δεῖ, μάλιστα δὲ ὅταν καὶ πλούτου καὶ πολλῆς ἀπολαύωσιν εὐημερίας, καθάπερ τοὺς νοσοῦν‐ τας, ὅταν γαστρίζωνται καὶ μεθύωσιν. Ἀλλ’ εἰσί τι‐ νες, οἳ καὶ τούτων ἀκούοντες τῶν ῥημάτων, οὕτως
10ἀθλίως διάκεινται, ὡς στενάζειν ἐφ’ ἑαυτοῖς πικρὸν καὶ λέγειν, ὅτι Δακρύων ἄξιος ἐγὼ ὁ μηδὲν ἔχων. Καλῶς εἶπες, Ὁ μηδὲν ἔχων, οὐκ ἐπειδὴ οὐκ ἔχεις ἅπερ ἐκεῖνος, ἀλλ’ ἐπειδὴ μακαριστὸν τὸ πρᾶγμα νο‐ μίζεις· διὸ καὶ μυρίων ἄξιος ἂν εἴης θρήνων. Καὶ
15γὰρ εἴ τις ἐν ὑγείᾳ ζῶν μακαρίζοι τὸν ἀῤῥωστοῦντα καὶ ἐν μαλακῇ στρωμνῇ κατακείμενον, ἐκείνου πολλῷ ταλαιπωρότερος καὶ ἀθλιώτερος οὗτος, ὅτι τῶν οἰκείων ἀγαθῶν οὐδεμίαν αἴσθησιν ἔχει. Ὃ δὴ καὶ ἐπὶ τού‐ των ἔστιν ἰδεῖν συμβαῖνον· ὅθεν καὶ ὁ βίος ἡμῶν
20ἅπας συγκέχυται καὶ τετάρακται. Ταῦτα γὰρ τὰ ῥή‐ ματα μυρίους ἀπώλεσε, καὶ τῷ διαβόλῳ προέδωκε, καὶ τῶν λιμῷ τηκομένων ἐλεεινοτέρους ἐποίησεν. Ὅτι γὰρ οἱ τοῦ πλείονος ἐφιέμενοι, οὗτοι καὶ τῶν προ‐ σαιτούντων εἰσὶν ἀθλιώτεροι, ἅτε καὶ μείζονι καὶ δρι‐
25μυτέρᾳ ἀθυμίᾳ τούτων κατεχόμενοι, δῆλον ἐντεῦθεν. Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντες ἔτρεμον ὑπὲρ τῶν ἐσχάτων, καὶ τὸν Θεὸν παρεκάλουν λῦσαι τουτὶ τὸ δέος· καὶ ἦν ἰδεῖν τότε τὸ ὑπὸ Μωϋσέως εἰρημένον, χαλκοῦν τὸν οὐρανὸν γεγε‐
30νημένον, καὶ θάνατον τῶν ἁπάντων θανάτων χαλε‐ πώτερον καθ’ ἑκάστην προσδοκώμενον τὴν ἡμέραν. Ἀλλ’ ὕστερον, δόξαν τῷ φιλανθρώπῳ Θεῷ, παρ’ ἐλ‐ πίδα ἅπασαν πολὺς κατεφέρετο καὶ ἄπειρος ἄνωθεν ὑετὸς, καὶ πάντες ἐν πανηγύρει καὶ ἑορτῇ λοιπὸν,
35ἅτε ἐξ αὐτῶν ἀναβάντες τῶν τοῦ θανάτου πυλῶν. Ἀλλ’ ἐν τοσούτοις ἀγαθοῖς καὶ τῇ κοινῇ πάντων εὐφροσύνῃ, τῶν ζαπλουτούντων τις τούτων στυγνὸς καὶ κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ τῆς ἀθυμίας περιῄει, καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, δι’ ἣν ἐν τῇ
40κοινῇ πάντων ἀνθρώπων ἡδονῇ μόνος ἀλγεῖ, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσε τὸ χαλεπὸν τοῦτο πάθος, ἀλλ’ ὑπὸ τῆς τυραννίδος τοῦ νοσήματος κεντούμενος, εἰς μέσον ἐξήνεγκε τὴν αἰτίαν· Μυρία γὰρ μέτρα σίτου κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα
45λοιπόν. Ἆρ’ οὖν τοῦτον μακαριοῦμεν, εἰπέ μοι, ὑπὲρ τούτων τῶν ῥημάτων, ὑπὲρ ὧν καταλεύεσθαι αὐτὸν ἔδει, τὸν θηρίου παντὸς ὠμότερον, τὸν κοινὸν ἐχθρόν; Τί λέγεις, ἄνθρωπε; ἀλγεῖς ὅτι μὴ πάντες ἀπώλοντο, ἵνα σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ

61

.

343

(50)

Σολομῶν, Ὁ τιμιουλκῶν σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῇ φιλοτιμίᾳ τοῦ Δεσπότου τῆς οἰκουμέ‐ νης πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦ‐ λος; Οὐ γὰρ ἐκκοπῆναι τὴν γλῶτταν ἐκείνην ἔδει; οὐ
55γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα; ηʹ. Εἶδες πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους τὸ χρυσίον, ἀλλὰ θηρία καὶ δαίμονας; Τί
γὰρ ἂν τούτου γένοιτ’ ἂν ἐλεεινότερον τοῦ πλουσίου,Column end

61

.

344

τοῦ καθ’ ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν ἵνα αὐτῷ γένηται χρυσίον; Καὶ γὰρ εἰς τοὐναντίον αὐτῷ τὸ πάθος περιίσταται λοιπόν· οὐδὲ γὰρ χαίρει τῇ ἀφθονίᾳ τῆς τῶν καρπῶν κτήσεως, ἀλλὰ δι’ αὐτὸ
5μὲν οὖν τοῦτο ἀλγεῖ λοιπὸν, ὅτι ἄπειρα κέκτηται. Καίτοι τὸν πολλὰ κεκτημένον χαίρειν ἔδει· οὗτος δὲ δι’ αὐτὸ τοῦτο ἀθυμεῖ. Ὁρᾷς ὅτι, ὅπερ ἔλεγον, οὐ τοσαύτην ἀπὸ τῶν παρόντων καρποῦνται τὴν ἡδονὴν οἱ πλουτοῦντες, ὅσην ἀπὸ τῶν μηδέπω προσγεγενη‐
10μένων ὑπομένουσι τὴν ἀθυμίαν; Ὁ γὰρ σίτου μυριά‐ δας ἀπείρους κεκτημένος τοῦ πεινῶντος μᾶλλον ἤλ‐ γει καὶ ἔστενε· καὶ ὁ μὲν τὴν ἀναγκαίαν ἔχων τρο‐ φὴν ἐστεφανοῦτο καὶ ἐσκίρτα καὶ ηὐχαρίστει τῷ Θεῷ· ὁ δὲ τοσοῦτον κεκτημένος ἐδυσχέραινε καὶ ἀπ‐
15ολωλέναι ἐνόμιζεν. Οὐκ ἄρα περιουσία ἐστὶν ἡ τὴν ἡδονὴν ποιοῦσα, ἀλλὰ γνώμη φιλόσοφος· ὡς ταύτης ἄνευ, κἂν τὰ πάντα τις λαβὼν ἔχῃ, ὡς πάντων ἐστε‐ ρημένος οὕτω διακείσεται καὶ θρηνήσει. Ἐπεὶ καὶ οὗτος, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, εἰ καὶ τοσαύτης ἀπ‐
20έδοτο τιμῆς ἅπερ εἶχεν, ὅσης ἐβούλετο, πάλιν ἂν ἤλ‐ γησεν ὅτι μὴ πλείονος, καὶ εἰ πλείονος ἴσχυσε, πάλιν ἂν ἑτέραν ἐζήτησεν ὑπερβολὴν, καὶ εἰ τὸ μέδιμνον ἑνὸς χρυσίου διέθετο, κἀνταῦθα διεκόπτετο πάλιν ὑπὸ τῆς ἀθυμίας, ὅτι μὴ τὸ ἡμιμέδιμνον τοσούτου ἦν. Εἰ
25δὲ μὴ παρὰ τὴν ἀρχὴν τοσούτου ἡ τιμὴ, μὴ θαυμά‐ σῃς· ἐπεὶ καὶ οἱ μεθύοντες οὐκ ἐξ ἀρχῆς ἐμπίπραν‐ ται, ἀλλ’ ὅταν πολλοῦ τοῦ ἀκράτου ἐμφορηθῶσι, τότε χαλεπωτέραν ἀνάπτουσι τὴν φλόγα. Καὶ οὗτοι τοίνυν ὅσῳ ἂν πλείονα περιβάλωνται, τοσούτῳ ἐν μείζονι
30ἐνδείᾳ καθίστανται, καὶ οἱ πλείονα κερδαίνοντες, αὐ‐ τοὶ μάλιστά εἰσιν οἱ πενόμενοι. Ταῦτα δέ μοι οὐ πρὸς τοῦτον εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ἕκαστον τῶν τὰ τοιαῦτα νοσούντων, καὶ τὴν τῶν ὠνίων τιμὴν ἐπιτεινόντων, καὶ τῶν πλησίον τὴν πενίαν πραγμα‐
35τευομένων. Φιλανθρωπίας μὲν γὰρ οὐδεὶς οὐδαμοῦ λόγος· πανταχοῦ δὲ ὁ τῆς πλεονεξίας ἔρως ἐπὶ τοῦ καιροῦ τῆς πράσεως πολλοὺς ἐξάγει, καὶ σῖτον καὶ οἶνον ὁ μὲν θᾶττον, ὁ δὲ βραδύτερον ἀπέδοτο, οὐδέτε‐ ρος μέντοι ἀπὸ κηδεμονίας, ἀλλ’ ὁ μὲν, ἵνα πλείονα
40λάβῃ, ὁ δὲ ἵνα μὴ ἐλάττω, τραπέντος αὐτοῦ τοῦ καρποῦ. Ἐπειδὴ γὰρ οἱ πλείους οὐ πολὺν τῶν τοῦ Θεοῦ νό‐ μων ποιούμενοι λόγον, πάντα ἔνδον κατακλείσαντες ἔχουσιν, ἑτέρως αὐτοὺς εἰς φιλανθρωπίαν ἐξάγων ὁ Θεὸς, ἵνα κἂν ἀνάγκῃ τι ποιήσωσι χρηστὸν, μείζονος
45ζημίας ἐνέβαλε δέος, οὐκ ἀφιεὶς εἰς πολὺν διαρκεῖν χρόνον τῆς γῆς τοὺς καρποὺς, ἵνα κἂν τὴν ἀπὸ τῆς φθορᾶς δεδοικότες βλάβην, προθῶσι τοῖς δεομένοις καὶ ἄκοντες, ἅπερ οἴκοι κατορύξαντες τηροῦσι κακῶς. Ἀλλὰ γὰρ καὶ μετὰ ταῦτα οὕτω τινές εἰσιν ἄπλη‐

61

.

344

(50)

στοι, ὡς μηδὲ ἐντεῦθεν παιδεύεσθαι. Πολλοὶ γοῦν καὶ πίθους ὁλοκλήρους ἐκένωσαν, πένητι μὲν οὐδὲ κύαθον δόντες, οὐδὲ ἀργυρίου τοῖς δεομένοις, ὀξίνην δὲ γινόμενον εἰς τὴν γῆν ῥίψαντες ἅπαντα, καὶ τοὺς πίθους αὑτῶν προσδιαφθείραντες τῷ καρπῷ. Ἕτεροι
55δὲ πάλιν οὐδὲ μάζης μιᾶς τῷ πεινῶντι μεταδόντες, ὁλόκληρα σιτοδοχεῖα εἰς ποταμὸν ἔῤῥιψαν· καὶ ἐπει‐ δὴ τοῦ Θεοῦ κελεύοντος διδόναι τοῖς δεομένοις οὐκ ἤκουσαν, τοῦ σητὸς ἐπιτάττοντος καὶ ἄκοντες τὸ
ἔνδον ἅπαν ἐξήντλησαν εἰς ἀπώλειαν καὶ φθορὰν343

61

.

345

ἐσχάτην, πολὺν μὲν τὸν γέλωτα, πολλὰς δὲ τὰς ἀρὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς μετὰ τῆς ζημίας ἐπισπα‐ σάμενοι ταύτης. Καὶ τὰ μὲν ἐνταῦθα, τοιαῦτα· τὰ δὲ ἐκεῖ τίς παραστήσει λόγος; Ὥσπερ γὰρ οὗτοι τὸν
5σητόβρωτον ἐνταῦθα σῖτον ἄχρηστον γενόμενον εἰς ποταμοὺς ῥίπτουσιν, οὕτω τοὺς ταῦτα ἐργασαμένους δι’ αὐτὸ τοῦτο ἀχρήστους γενομένους εἰς τὸν τοῦ πυ‐ ρὸς ῥίπτει ποταμὸν ὁ Θεός. Καθάπερ γὰρ τὸν σῖτον ὁ σὴς καὶ ὁ σκώληξ, οὕτω τὰς τούτων ψυχὰς ἡ ὠμότης
10καὶ ἡ ἀπανθρωπία διέφαγε. Τούτων δὲ αἴτιον τὸ τοῖς παροῦσι προσηλῶσθαι, καὶ πρὸς τὴν ζωὴν ταύτην κεχηνέναι μόνον· ὅθεν καὶ μυρίας ἀθυμίας μεστοὶ γίνονται οἱ τοιοῦτοι. Κἂν γὰρ ὁτιοῦν εἴπῃς ἡδὺ, πάντα ἱκανός ἐστιν ἀφανίσαι τῆς τελευτῆς ὁ φόβος,
15καὶ τέθνηκεν ὁ τοιοῦτος ἔτι ζῶν. Καὶ τὸ μὲν τοὺς ἀπίστους ταῦτα πάσχειν, θαυμαστὸν οὐδέν· ὅταν δὲ οἱ τοσούτων μυστηρίων ἀπολελαυκότες, καὶ τοσαῦτα περὶ τῶν μελλόντων φιλοσοφήσαντες, τοῖς παροῦσιν ἐμφιλοχωρῶσι, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης; Πόθεν
20οὖν γίνεται τὸ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν; Ἀπὸ τοῦ τρυφῇ προσέχειν, καὶ λιπαίνειν τὴν σάρκα, καὶ θρύ‐ πτειν τὴν ψυχὴν, καὶ βαρὺ τὸ φορτίον ἐργάζεσθαι καὶ πολὺ τὸ σκότος καὶ παχὺ τὸ παραπέτασμα. Ἐν γὰρ τῇ τρυφῇ τὸ μὲν κρεῖττον δουλοῦται, τὸ δὲ
25χεῖρον κρατεῖ· καὶ τὸ μὲν τυφλοῦται πάντοθεν καὶ σύρεται πεπηρωμένον, τὸ δὲ ἄγει καὶ περι‐ άγει πανταχοῦ, ἐν τῇ τῶν ἀγομένων ὀφεῖλον κεῖσθαι τάξει. Καὶ γὰρ πολὺς ὁ σύνδεσμος τῆς ψυ‐ χῆς πρὸς τὸ σῶμα, τοῦτο τοῦ Δημιουργοῦ μηχανησα‐
30μένου, ἵνα μὴ ὡς ἀλλότριον αὐτὸ πείθωσί τινες μισεῖν. θʹ. Ὁ μὲν γὰρ Θεὸς τοὺς ἐχθροὺς ἐκέλευσε φιλεῖν· ὁ δὲ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς καὶ τὸ οἰκεῖον σῶμα πεῖσαί τινας μισεῖν. Ὅταν γὰρ εἴπῃ, ὅτι τοῦ διαβό‐ λου ἐστὶν, οὐδὲν ἄλλο κατασκευάζει, ἢ τοῦτο· ὅπερ
35ἐσχάτης ληρωδίας ἐστίν. Εἰ γὰρ τοῦ διαβόλου ἐστὶ, τίς ἡ τοσαύτη συμφωνία, ὡς ἐπιτήδειον αὐτὸ πάντο‐ θεν εἰς τὰς τῆς φιλοσόφου ψυχῆς ἐνεργείας κατα‐ σκευάσαι; Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυ‐ φλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν,
40ἄπαγε, ἄνθρωπε, ἀλλ’ ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ
45μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυ‐ ροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου,

61

.

345

(50)

καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρη‐ στον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβό‐
55λου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ’ οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ’ ἡ τρυφὴ μόνη. Διὰ γὰρ ταύτης τὰ μυρία ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνύει κακά·
οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· ἘλιπάνθηColumn end

61

.

346

γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐν‐ τεῦθεν ἡ ἀρχὴ τῶν κεραυνῶν ἐκείνων ἐγένετο. Καὶ τοῦτο δηλῶν ὁ Ἰεζεκιὴλ ἔλεγε· Πλὴν τοῦτο τὸ
5ἀνόμημα Σοδόμων, ἐν ὑπερηφανίᾳ καὶ ἐν πλη‐ σμονῇ ἄρτων καὶ ἐν εὐθηνίαις ἐσπατάλων. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· δὲ σπαταλῶσα, ζῶσα τέθνηκε. Τί δήποτε; Ὅτι ὥσπερ τάφον τὸ σῶμα περιφέρει μυρίοις συνδεδεμένον κακοῖς. Εἰ δὲ
10τὸ σῶμα οὕτως ἀπόλλυται, πῶς ἡ ψυχὴ διακείσεται, πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνά‐ πλεως ἔσται; Διά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύ‐ σασθαι, οὔτε τι πρᾶξαι τῶν δεόντων ῥᾳδίως δυνή‐
15σεται· ἀλλ’ ὥσπερ κυβερνήτης, χειμῶνος κρατή‐ σαντος τῆς τέχνης, αὐτῷ τῷ πλοίῳ καὶ τοῖς ἐπι‐ βάταις ὑποβρύχιος γίνεται· οὕτω καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος εἰς τὴν χαλεπὴν τῆς ἀναισθησίας κα‐ ταποντίζεται ἄβυσσον. Καὶ γὰρ καθάπερ μύλην τινὰ
20τὴν γαστέρα ἡμῖν ἐνέθηκεν ὁ Θεὸς, σύμμετρον αὐτῇ δύναμιν δοὺς, καὶ τάξας μέτρον ῥητὸν, ὅπερ αὐτὴν ἀλεῖν δεῖ καθ’ ἑκάστην ἡμέραν. Ἂν οὖν τις ἐπιβάλῃ πλείονα, ἀκατέργαστα γενόμενα τῷ παντὶ λυ‐ μαίνεται. Ἐντεῦθεν νόσοι καὶ ἀσθένειαι καὶ ἀμορ‐
25φίαι· καὶ γὰρ οὐκ ἐπίνοσον μόνον, ἀλλὰ καὶ αἰσχρὰν ποιεῖ ἡ τρυφὴ τὴν καλήν. Ὅταν γὰρ ἐρεύγηται συνεχῶς ἀηδῆ, καὶ σεσηπότος οἴνου πνέῃ, καὶ πλέον τοῦ δέοντος ἐρυθαίνηται, καὶ τὸν προσήκοντα γυναικὶ ῥυθμὸν διαφθείρῃ, καὶ τὴν εὐκοσμίαν ἀπολέσῃ πᾶ‐
30σαν, καὶ πλαδαρὰ μὲν ἡ σὰρξ γίνηται, ὕφαιμοι δὲ καὶ διατεταμέναι αἱ βλεφαρίδες, καὶ πάχος πλέον τοῦ δέοντος, καὶ πολυσαρκία περιττή· ἐννόησον πόση γίνεται ἐντεῦθεν ἀηδία. Ἐγὼ δὲ καὶ ἰατρῶν ἤκουσα λεγόντων, ὅτι πολλοὺς καὶ πρὸς ὕψος ἀναδρα‐
35μεῖν ἡ τρυφὴ μάλιστα ἐκώλυσε. Τοῦ γὰρ πνεύματος ἐγκοπτομένου τῷ πλήθει τῶν καταβαλλομένων καὶ περὶ τὴν τούτων ἐργασίαν ἀσχολουμένου, ὅπερ εἰς αὔξησιν ἔδει προχωρεῖν, τοῦτο δαπανᾶται εἰς τὴν τῶν περιττῶν ἐργασίαν. Τί ἄν τις εἴποι τὰς ποδαλ‐
40γίας, τὸ ῥεῦμα τὸ πανταχοῦ πλανώμενον, τὰς ἄλλας νόσους τὰς ἐντεῦθεν, τὴν βδελυρίαν ἅπασαν; Οὐδὲν γὰρ οὕτως ἀηδὲς, ὡς γυνὴ πολλὰ σιτουμένη. Διὰ τοῦτο ἐν ταῖς πενομέναις πλείονα τὴν εὐμορφίαν ἴδοι τις ἂν, τῶν περιττωμάτων ἀναλισκομένων καὶ
45οὐχὶ προσπεπλασμένων αὐταῖς, πηλοῦ τινος περιττοῦ δίκην, εἰκῆ καὶ μάτην. Ἡ γὰρ καθημερινὴ γυμνασία καὶ οἱ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ ἡ σύμμετρος τράπεζα καὶ ἡ λιτὴ δίαιτα πολλὴν μὲν αὐταῖς τὴν εὐεξίαν, πολλὴν δὲ ἐντεῦθεν καὶ τὴν ὥραν παρέχου‐

61

.

346

(50)

σιν. Εἰ δὲ τὴν ἡδονὴν τῆς τρυφῆς λέγοις, μέχρι τῆς φάρυγγος αὐτὴν εὑρήσεις μόνον. Ὁμοῦ τε γὰρ τὴν γλῶτταν παρῆλθε καὶ ἀπέπτη, πολλὰς ἐναφιεῖσα τὰς ἀηδίας. Μὴ γάρ μοι κατακειμένους μόνον τοὺς τρυ‐ φῶντας ἴδῃς, ἀλλ’ ὅταν αὐτοὺς ἀναστάντας ἴδῃς, τότε
55παρακολούθησον, καὶ ὄψει θηρίων μᾶλλον καὶ ἀλό‐ γων, ἢ ἀνθρώπων σώματα. Ὄψει γὰρ καρηβα‐ ροῦντας, διατεινομένους, συνδεδεμένους, κλίνης δεο‐ μένους καὶ στρωμνῆς καὶ ἡσυχίας πολλῆς, καὶ καθ‐
άπερ ἐν κλυδωνίῳ πολλῷ ταραττομένους, καὶ τῶν345

61

.

347

διασωζόντων δεομένους, καὶ ἐπιθυμοῦντας τῆς κα‐ ταστάσεως ἐκείνης, ἐν ᾗ πρὶν ἢ διαῤῥαγῆναι ἦσαν. Καθάπερ γὰρ αἱ κύουσαι τῶν γυναικῶν, οὕτω βαρού‐ μενοι τὰς γαστέρας περιφέρονται, καὶ μόλις ἐπι‐
5βαίνουσι, καὶ μόλις βλέπουσι, καὶ μόλις φθέγγονται, καὶ πάντα μόλις. Ἂν δὲ μικρὸν αὐτοὺς τύχῃ κατα‐ δαρθεῖν, ὀνείρατα πάλιν ἄτοπα καὶ μυρίων γέμοντα φαντασιῶν ὁρῶσι. Τί ἄν τις εἴποι τὴν ἑτέραν τούτων μανίαν, τὴν τῶν ἀφροδισίων λέγω; Καὶ γὰρ καὶ αὕτη
10τὰς πηγὰς ἐντεῦθεν ἔχει· καὶ καθάπερ ἵπποι θηλυ‐ μανεῖς, οὕτω τῷ οἴστρῳ τῆς μέθης κεντούμενοι, πᾶσιν ἐπιπηδῶσιν, ἀλογώτερον καὶ μανικώτερον
ἐκείνων σκιρτῶντες, καὶ πολλὰ ἕτερα ἀσχημονοῦντες,Column end

61

.

348

ἃ μηδὲ εἰπεῖν θέμις. Οὐδὲ γὰρ ἴσασι λοιπὸν οὔτε ἃ πάσχουσιν, οὔτε ἃ πράττουσιν. Ἀλλ’ οὐχ ὁ μὴ τρυ‐ φῶν, τοιοῦτος· ἀλλ’ ἐν λιμένι κάθηται τὰ ἑτέρων ὁρῶν ναυάγια, καὶ ἡδονῆς ἀπολαύει καθαρᾶς καὶ διαρκοῦς,
5τὴν ἐλευθέρῳ προσήκουσαν ζωὴν μετιών. Ταῦτ’ οὖν εἰδότες, φύγωμεν τὰ πονηρὰ τῆς τρυφῆς συμ‐ πόσια, καὶ λιτῆς ἀντεχώμεθα τραπέζης, ἵνα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα εὖ διακείμενοι, πᾶσάν τε ἐργα‐ σώμεθα ἀρετὴν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν
10ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

61

.

347

(14)

ΟΜΙΛΙΑ Μʹ.
15Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν; αʹ. Ἑτέρῳ πάλιν ἐπιχειρεῖ κεφαλαίῳ, ποτὲ μὲν ἐξ ὧν ὁ Θεὸς ποιεῖ, ποτὲ δὲ ἐξ αὐτῶν ὧν πράττουσι, τὰ
20λεγόμενα κατασκευάζων. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς συνηγορίαν δικαίωμα, ὅταν τοὺς ἀντιλέγοντας αὐτοὺς μάρτυρας παραγάγῃ, δι’ ὧν ποιοῦσι, τῶν λεγομένων. Τί οὖν ἐστιν ὅ φησιν; ἢ βούλεσθε πρῶτον εἴπω, πῶς παραποιοῦσι τὴν ῥῆσιν ταύτην οἱ τὰ Μαρκίωνος νο‐
25σοῦντες; Καὶ οἶδα μὲν ὅτι πολὺν κινήσω γέλωτα, πλὴν ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα ἐρῶ, ἵνα μειζόνως αὐτῶν φύγητε τὴν νόσον. Ἐπειδὰν γάρ τις κατηχού‐ μενος ἀπέλθῃ παρ’ αὐτοῖς, τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες, προσίασι τῷ νεκρῷ
30καὶ διαλέγονται καὶ πυνθάνονται, εἰ βούλοιτο λαβεῖν τὸ βάπτισμα· εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, ὁ κεκρυμμένος κάτωθεν ἀντ’ ἐκείνου φησὶν, ὅτι δὴ βούλοιτο βαπτισθῆναι· καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος, καθάπερ ἐπὶ τῆς σκηνῆς παί‐
35ζοντες· τοσοῦτον ἴσχυσε ταῖς τῶν ῥᾳθύμων ψυχαῖς ὁ διάβολος. Εἶτα ἐγκαλούμενοι, τουτὶ παράγουσι τὸ ῥῆμα λέγοντες, ὅτι καὶ ὁ Ἀπόστολος εἴρηκεν· Οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. Εἶδες τὸν καταγέ‐ λωτα τὸν πολύν; ἆρ’ οὖν πρὸς ταῦτα ἀντειπεῖν ἄξιον;
40Οὐκ ἔγωγε οἶμαι· πλὴν εἰ μὴ καὶ τοῖς μαινομένοις, ὑπὲρ ὧν παραπαίοντες φθέγγονται, διαλέγεσθαι δεῖ. Ἵνα δὲ μηδεὶς τῶν σφόδρα ἀφελεστέρων ἁλῷ, ἀναγ‐ καῖον ὑπομεῖναι καὶ τὴν πρὸς τούτους ἀντίῤῥησιν. Εἰ γὰρ τοῦτο ἔλεγε Παῦλος, τίνος ἕνεκεν ἠπείλησεν
45ὁ Θεὸς τῷ μὴ βαπτιζομένῳ. Οὐ γὰρ ἔστι τινὰ μὴ βαπτισθῆναι λοιπὸν ἐπινοηθέντος τούτου· ἄλλως δὲ τὸ ἔγκλημα οὐκέτι παρὰ τὸν ἀπελθόντα γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα. Τίσι δὲ ἔλεγεν, Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε

61

.

347

(50)

ζωὴν ἐν ἑαυτοῖς; τοῖς ζῶσιν, ἢ τοῖς τετελευτηκόσιν, εἰπέ μοι, καὶ πάλιν, Ἂν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βα‐ σιλείαν τοῦ Θεοῦ; Εἰ γὰρ τοῦτο ἐφεῖται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκατα‐
55θέσεως τῆς ἐν τῷ ζῇν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστοὺς, ἑτέρων μετὰ τὴν τελευτὴν ἐκείνων ὑπὲρ ἐκείνων ταῦτα ποιούντων; Ἀλλ’ ἵνα μὴ ἐπιπλέον τὰ ἀραχνίδια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύ‐
60ναμιν ὑμῖν ἀναπτύξωμεν. Τί οὖν φησιν ὁ Παῦλος; Πρῶτον δὲ ἀναμνῆσαι βούλομαι τοὺς μεμνη‐
μένους ὑμᾶς ῥήσεως, ἣν κατὰ τὴν ἑσπέραν ἐκείνηνColumn end

61

.

348

(15)

οἱ μυσταγωγοῦντες ὑμᾶς λέγειν κελεύουσι, καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου· οὕτω γὰρ ὑμῖν καὶ τοῦτο ἔσται σαφέστερον. Μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, ὃ νῦν ὁ Παῦλος λέγει. Καὶ βούλομαι μὲν σαφῶς αὐτὸ εἰπεῖν, οὐ τολμῶ δὲ διὰ τοὺς ἀμυή‐
20τους· οὗτοι γὰρ δυσκολωτέραν ἡμῖν ποιοῦσι τὴν ἐξ‐ ήγησιν, ἀναγκάζοντες ἢ μὴ λέγειν σαφῶς, ἢ εἰς αὐ‐ τοὺς ἐκφέρειν τὰ ἀπόῤῥητα. Πλὴν ἀλλ’ ὡς ἂν οἷός τε ὦ, συνεσκιασμένως ἐρῶ. Μετὰ γὰρ τὴν ἀπαγγελίαν τῶν μυστικῶν ῥημάτων ἐκείνων καὶ φοβερῶν, καὶ
25τοὺς φρικτοὺς κανόνας τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχ‐ θέντων δογμάτων, καὶ τοῦτο πρὸς τῷ τέλει προστί‐ θεμεν, ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες λέγειν, ὅτι Πιστεύω εἰς νεκρῶν ἀνάστασιν, καὶ ἐπὶ τῇ πίστει ταύτῃ βαπτιζόμεθα. Μετὰ γὰρ τὸ ὁμολογῆσαι τοῦτο
30μετὰ τῶν ἄλλων, τότε καθιέμεθα εἰς τὴν πηγὴν τῶν ἱερῶν ναμάτων ἐκείνων. Τοῦτο τοίνυν ἀναμιμνήσκων ὁ Παῦλος ἔλεγεν· Εἰ μὴ ἔστιν ἀνάστασις, τί καὶ βαπτίζῃ ὑπὲρ τῶν νεκρῶν; τουτέστι, τῶν σωμάτων. Καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τοῦ νεκροῦ σώματος
35ἀνάστασιν πιστεύων, ὅτι οὐκέτι μένει νεκρόν. Καὶ σὺ μὲν διὰ τῶν ῥημάτων λέγεις νεκρῶν ἀνάστασιν· ὁ δὲ ἱερεὺς, ὥσπερ ἐν εἰκόνι τινὶ, ἅπερ ἐπίστευσας καὶ διὰ τῶν ῥημάτων ὡμολόγησας, δείκνυσί σοι καὶ διὰ τῶν πραγμάτων αὐτῶν. Ὅταν χωρὶς σημείου
40πιστεύῃς, τότε σοι καὶ τὸ σημεῖον παρέχει· ὅταν τὰ σαυτοῦ ποιήσῃς, τότε καὶ ὁ Θεός σε πληροφορεῖ. Πῶς καὶ τίνι τρόπῳ; Διὰ τοῦ ὕδατος. Τὸ γὰρ βαπτί‐ ζεσθαι καὶ καταδύεσθαι, εἶτα ἀνανεύειν, τῆς εἰς ᾅδου καταβάσεώς ἐστι σύμβολον καὶ τῆς ἐκεῖθεν
45ἀνόδου. Διὸ καὶ τάφον τὸ βάπτισμα ὁ Παῦλος καλεῖ λέγων· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτί‐ σματος εἰς τὸν θάνατον. Ἀπὸ τούτου καὶ τὸ μέλ‐ λον ἀξιόπιστον ποιεῖ, τῶν σωμάτων λέγω τὴν ἀνά‐ στασιν. Τοῦ γὰρ σῶμα ἀναστῆσαι πολλῷ μεῖζον τὸ

61

.

348

(50)

ἁμαρτήματα ἀφανίσαι. Καὶ τοῦτο ὁ Χριστὸς ἀποφαι‐ νόμενος, ἔλεγεν· Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Τὸ μὲν δυσκο‐ λώτερον ἐκεῖνο, φησίν· ἐπειδὴ δὲ ἀπιστεῖτε ἅτε
55ἀδήλῳ ὄντι, καὶ τὸ εὐκολώτερον ἀντὶ δυσκόλου ποιεῖ‐ σθε τῆς ἐμῆς δυνάμεως ἀπόδειξιν, οὐδὲ τοῦτο παρ‐ αιτήσομαι παρασχεῖν ὑμῖν τὸ δεῖγμα. Τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
60 βʹ. Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν καὶ βασι‐ λεῦσι καὶ ἄρχουσι δυνατὸν ᾖ; καὶ γὰρ μοιχοὺς καὶ
ἀνδροφόνους ἀφιᾶσιν ἐκεῖνοι. Παίζεις, ἄνθρωπε,347

61

.

349

ταῦτα λέγων· ἁμαρτήματα μὲν γὰρ ἀφεῖναι μόνῳ Θεῷ δυνατόν· ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοι‐ χοὺς, κἂν ἀνδροφόνους ἀφῶσι, τῆς μὲν κολάσεως τῆς παρούσης ἀπαλλάττουσι, τὴν δὲ ἁμαρτίαν αὐτῶν
5οὐκ ἐκκαθαίρουσι· κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέν‐ τας, κἂν αὐτὴν περιβάλωσι τὴν ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν, ἀλλὰ βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν· Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ. Ὃ δὴ καὶ ἐν τῷ λουτρῷ τῆς
10παλιγγενεσίας ἐργάζεται· αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς ἡ χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν. Διὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφ‐ εθέντος ῥυπῶσαν τὴν ψυχὴν ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι, ἀλλ’ αὐτῶν τῶν ἡλιακῶν ἀκτί‐
15νων καθαρωτέραν, καὶ οἵα ἐξ ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ· Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος. Καὶ ὥσπερ σίδηρον ἢ χρυσὸν ἀναχωνεύων, καθαρὸν καὶ καινὸν ἄνωθεν
20ποιεῖς· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ τῷ βαπτίσματι ἀναχωνεῦον αὐτὴν, καὶ δαπανῶν τὰ ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει. Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν
25σοι πάλιν δείκνυσιν οὖσαν. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία τὸν θάνατον εἰσήγαγε, τῆς ῥίζης ξηρανθείσης, οὐδὲν δεῖ λοιπὸν ἀμφιβάλλειν ὑπὲρ τῆς τοῦ καρποῦ ἀπ‐ ωλείας. Διὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν ἀνάστασιν, ἐντεῦθεν καὶ
30εἰς ἐκεῖνο χειραγωγούμενος. Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον
35ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην. Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων ὁ Παῦλός φησι· Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα· εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν
40πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογρα‐ φὴν ἀπαιτοίη τὰ ἐγγεγραμμένα. Τί γὰρ ποιήσει λοιπὸν ὁ ὑπογράψας, ὑπεύθυνον μὲν ἑαυτὸν ποιήσας,
45οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει περὶ τῶν βαπτιζομένων. Τί ποιή‐ σουσιν οἱ βαπτιζόμενοι, φησὶν, ὑπογράψαντες μὲν ἀνάστασιν σωμάτων νεκρῶν, οὐ λαμβάνοντες δὲ, ἀλλ’ ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύ‐

61

.

349

(50)

της ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυ‐ νεύομεν πᾶσαν ὥραν; Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πάλιν πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς
55αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων. Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πρα‐
γμάτων. Διὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖςColumn end

61

.

350

πεπείσμεθα· οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον· ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν παρέχεται· ὡς ἂν εἰ ἔλεγε, Ῥήμασι ταῦτα ὁμολογεῖν οὐδὲν ἴσως ὑμῖν δοκεῖ θαυμαστὸν εἶναι· εἰ δὲ καὶ τὴν
5ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν, τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν; Ἀκούσατε τοίνυν, πῶς καὶ διὰ τῶν κινδύνων ταῦτα καθ’ ἑκάστην ὁμολογοῦμεν τὴν ἡμέραν. Καὶ οὐκ εἶπεν, Ἐγὼ, ἀλλ’, Ἡμεῖς, πα‐ ραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ
10ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον. Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ’ οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι· τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν διηνεκῶς εἰκῆ καὶ μάτην;
15Διὸ καὶ ἔλεγε· Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς· ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα. Καθ’ ἡμέραν ἀποθνήσκω,
20νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέ‐ γων. Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ
25ταῦτα πάσχειν ὑπὲρ ὑμῶν. Διπλῆ δὲ ἐναβρύνεσθαί φησι, καὶ τῷ δι’ αὐτοὺς κινδυνεύειν, καὶ τῷ ὁρᾷν αὐτοὺς ἐπιδιδόντας. Εἶτα τὸ αὐτῷ σύνηθες ποιῶν, ἐπειδὴ μεγάλα ἐφθέγξατο, ἀμφότερα ἀνατίθησι τῷ Χριστῷ. Πῶς δὲ ἀποθνήσκει καθ’ ἑκάστην ἡμέραν; Τῇ
30προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς τοῦτο. Καὶ τίνος ἕνεκεν ταῦτα λέγει; Πάλιν τὸν περὶ τῆς ἀναστάσεως καὶ διὰ τούτων κατασκευάζων λόγον. Τίς γὰρ ἂν ἕλοιτο, φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστά‐ σεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ
35πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κιν‐ δυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν γενναῖοι· πολλῷ μᾶλ‐ λον ὁ μὴ πιστεύων, φησὶν, οὐκ ἂν ἕλοιτο τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς. Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν. Εἶπεν,
40ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ’ ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω. Δείκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ
45ὄφελος; γʹ. Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα. Τί γὰρ, εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνᾷν, ἐγώ εἰμι ὁ τοσούτους

61

.

350

(50)

κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. Εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέ‐ κλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Ὑμεῖς μὲν γὰρ ἀκινδύνως ἐπιστεύσατε, ἡμεῖς δὲ καθ’ ἑκάστην
55σφαττόμεθα τὴν ἡμέραν. Ταῦτα δὲ ἅπαντα ἔλεγεν, οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον·
οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ ἦν349

61

.

351

αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν· κἀκεῖ πάλιν δι’ ἐκείνους, ὥστε
5τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν τὴν ἀπιστίαν τὴν περὶ τῆς ἀναστάσεως, καὶ πρὸς τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνων, οὕτω φησί. Καὶ γὰρ ὁ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χρι‐ στῷ· καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ
10δι’ αὐτὸν κινδυνεύειν. Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι. Διὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς περί
15τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμέ‐ νων, ἔλεγε ταυτὶ τὰ ῥήματα· Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον· οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἀνακεκαλυμμένα ταῦτά
20ἐστιν εἰς τὰ ὦτα Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε. Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερη‐ μένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάρι‐ τος. Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ
25ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει, ἀλλὰ πά‐ λιν ἐπὶ παραίνεσιν τρέπει τὸν λόγον, λέγων· Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος ὡς ἀνοήτων· χρηστὰ γὰρ ἐνταῦθα εὐφήμως τὰ εὐεξαπά‐
30τητα ἐκάλεσεν· ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώ‐ μης ὑπὲρ τῶν ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων ἀποσκευαζόμενος ἀπ’ ἐκεί‐ νων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι. Ὃ καὶ ἐν τῇ πρὸς
35Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων· Ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν χειρῶν ῥῖψαι, μεθυόντων καὶ μαινομένων ἦν, τῷ
40μηκέτι ὁρᾷν ἃ ἑώρων, μηδὲ πιστεύειν οἷς ἔμπροσθεν ὡμολόγησαν. Τί δέ ἐστι, Δικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ. Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος τις ᾖ. Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς ὅτι
45ἐντεῦθεν αὐτοῖς τὰ σπέρματα τῆς ἀπιστίας. Καὶ πολλαχοῦ τοῦτο αἰνίττεται, ὅτι βίος διεφθαρμένος πονηρὰ τίκτει δόγματα· ὡς ὅταν λέγῃ, Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν τῆς πίστεως. Καὶ γὰρ πολλοὶ τῶν

61

.

351

(50)

πονηρὰ συνειδότων ἑαυτοῖς, καὶ οὐ βουλομένων δοῦναι δίκην, ἀπὸ τοῦ φόβου τούτου καὶ εἰς τὴν περὶ τῆς ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ’ ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ
55τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ὅρα πῶς πάλιν μετατίθησι τὰ ἐγκλήματα εἰς ἑτέρους. Οὐ γὰρ εἶπεν, ὅτι Ἀγνωσίαν ἔχετε, ἀλλ’,
Ἀγνωσίαν τινὲς ἔχουσι. Τὸ γὰρ τῇ ἀναστάσειColumn end

61

.

352

διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύ‐ ναμιν τὴν ἄμαχον καὶ πρὸς πάντα ἀρκοῦσαν. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησε, πολλῷ μᾶλλον τὰ διαλυθέντα δυνήσεται ἀναστῆσαι. Καὶ ἐπειδὴ σφόδρα
5αὐτῶν καθήψατο, καὶ μεθ’ ὑπερβολῆς ἐκωμῴδησεν, εἰς γαστριμαργίαν, εἰς ἄνοιαν, εἰς παραπληξίαν διαβάλλων, παραμυθούμενος τὰ εἰρημένα, φησί· Πρὸς ἐντροπὴν ὑμῖν λέγω, τουτέστιν, ὥστε διορ‐ θῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς
10γενέσθαι βελτίους. Δέδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ. δʹ. Ταῦτα δὲ μὴ πρὸς ἐκείνους εἰρῆσθαι νομίζωμεν μόνον, ἀλλὰ καὶ νῦν εἰρῆσθαι πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας.
15Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι. Διὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς
20κακῶς ἁρπάζοντας. Ἔστι γὰρ ἁρπαγὴ καλὴ ἡ τῶν οὐρανῶν ἁρπαγὴ, ἡ μηδὲν βλάπτουσα. Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον ἅπαν,
25οὐκ ἔστι τινὰ γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον· ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γε‐ νέσθαι εὔπορος. Ἐν μὲν γὰρ τοῖς σωματικοῖς ἡ με‐ τάδοσις μείωσιν ποιεῖ· ἐν δὲ τοῖς πνευματικοῖς ἡ μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μετα‐
30δοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κό‐ λασιν ἐσχάτην ἐπάγει. Καὶ δείκνυσι τοῦτο ὁ τὸ τά‐ λαντον κατορύξας. Καὶ γὰρ ὁ λόγον ἔχων σοφίας, με‐ ταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς· οἴκοι δὲ κατακρύψας, ἀπεστέ‐
35ρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν ὠφέλειαν. Πάλιν ὁ χαρίσματα ἔχων ἕτε‐ ρα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν· καὶ οὔτε αὐτὸς ἐξεκενώθη τῇ μεταδόσει, καὶ πολλοὺς ἑτέρους ἐνέπλησε τῆς πνευματικῆς δωρεᾶς. Καὶ ἐπὶ
40πάντων τῶν πνευματικῶν ἀκίνητος οὗτος ὁ κανὼν διαμένει. Οὕτω καὶ ἐπὶ τῆς βασιλείας, ὁ μὲν κοινω‐ νοὺς πολλοὺς κατασκευάζων ἑαυτῷ τῆς βασιλείας, ταύτῃ μειζόνως αὐτῆς ἀπολαύσεται πάλιν· ὁ δὲ μη‐ δένα σπουδάζων λαβεῖν κοινωνὸν, καὶ αὐτὸς ἐκπεσεῖ‐
45ται τῶν πολλῶν ἀγαθῶν ἐκείνων. Εἰ γὰρ ἡ σοφία ἡ αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε ὁ τεχνίτης πολλοὺς τοὺς τεχνίτας ποιῶν ἀπόλλυσι τὴν τέχνην, πολλῷ μᾶλλον ὁ τὴν βασιλείαν ἁρπάζων ἐλάτ‐ τονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται ὁ

61

.

352

(50)

πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν. Ἁρ‐ πάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονά‐ ζοντα ἐν τῷ ἁρπάζεσθαι· ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον. Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀέν‐
55ναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον ἐξην‐ τλεῖτο, ἕτερος δὲ τόπος ἦν θησαυρὸν ἔχων κατορω‐ ρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖ‐ θεν; Δῆλον. Ἀλλ’, ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀνα‐
πλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ351

61

.

353

ἐπὶ τοῦ ἡλίου· ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ· ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόν‐ των καὶ μὴ ἀπολαυόντων, ὅμοια μένει μὴ ἐλαττού‐ μενα. Ὃ δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ
5ὁμοία μένει ἡ πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη, ἀλλ’ αὔξεται μᾶλλον διαδιδομένη. Εἰ δέ τις οὐκ ἀνέχεται τῶν εἰρημένων, ἀλλ’ ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμε‐ να, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς
10τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολά‐ σεως. Ὅπερ γὰρ ἐπ’ ἐκείνης συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν. Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας. Τοῦτο καὶ νῦν γίνεται ἐπὶ τούτων. Τὸ μὲν γὰρ
15μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι· μίαν γὰρ πλη‐ ροῦμεν γαστέρα· ἡ δὲ κόπρος παρὰ σοὶ πλείων τῷ τρυφῶντι. Καὶ καθάπερ ἐκεῖ ἐν ταῖς οἰκίαις οἱ τὸ πλέον τοῦ νενομισμένου συλλέγοντες, οὐ μάννα συν‐ ῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα· οὕτω
20δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστρι‐ ζόμενοι καὶ μεθύοντες. Ἀλλ’ ὅμως τοσούτῳ χείρους ἐκείνων οἱ νῦν, ὅσῳ ἐκεῖνοι μὲν ἅπαξ παθόντες τοῦτο, ἐσωφρονίσθησαν· οὗτοι δὲ καθ’ ἑκάστην ἡμέραν τὸν
25σκώληκα τοῦτον ἐκείνου πολλῷ χαλεπώτερον εἰς τὰς οἰκίας τὰς ἑαυτῶν εἰσάγοντες, οὔτε αἰσθάνονται, οὔτε κορέννυνται. Ὅτι γὰρ ταῦτα ἐκείνοις ἔοικε κατὰ τὸν τῆς ματαιοπονίας λόγον (τῇ γὰρ τιμωρίᾳ πολλῷ ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει. Τίνι γὰρ δια‐
30φέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περι‐ βάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεον‐ εκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρ‐ ακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαί‐ νεσθαι τὴν ψυχήν. Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ
35τὸν πένητα· ὡς εἴ γε πολλοὺς ἐπλήρου γαστέρας, τάχα τι καὶ λέγειν εἶχεν, οἷον ὅτι πλείων ἡ χρεία, καὶ μείζων ἡ τῆς δαπάνης ἀνάγκη. Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων. Ἀλλ’ οὐ χρείας ἕνε‐
40κεν, οὐδὲ φιλανθρωπίας τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον. ὅθεν οὐδ’ ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν. εʹ. Διὰ τί γὰρ πολλοὺς ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον, καὶ ἐν τραπέ‐ ζῃ, οὕτω καὶ ἐν οἰκέταις. Τίς οὖν ἡ χρεία; Οὐκ ἔσ‐
45τιν οὐδεμία. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δε‐ σπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θε‐ ραπείας· καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν

61

.

353

(50)

ἐποίησεν ὁ Θεὸς, μᾶλλον δὲ καὶ τῇ τοῦ πλησίον. Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος· Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Εἶτα ὁ μὲν τῆς οἰκουμένης διδά‐ σκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις
55ὑπηρετῶν· σὺ δὲ, εἰ μὴ πολλὰς περιφέρεις ἀνδρα‐ πόδων ἀγέλας, αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ
γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶColumn end

61

.

354

πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν δούλων ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλ’ ἁμαρτίας ἐστὶ τὸ ἐπιτίμιον, καὶ τῆς παρακοῆς ἡ κόλασις. Ὁ
5δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθε‐ ρος. Ὥστε οὐκ ἀναγκαῖον τὸ δοῦλον ἔχειν· εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, ἢ τὸ πολὺ δεύτερον. Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν; Καθάπερ γὰρ οἱ
10προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βα‐ λανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες. Πλὴν ἀλλ’ οὐδὲν ἀκριβολογοῦμαι· ἔστω σοι καὶ δεύ‐ τερος οἰκέτης· εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρω‐ πίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος· ἐπεὶ,
15εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ’ ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους. Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας τὸ ἔργον. Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν· ἀλλὰ τί πάθω;
20Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων, ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν. Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον
25σοι βαδιζόντων. Ἀλλ’ ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερα‐ τωδείας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομί‐ ζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ καὶ
30παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέ‐ του ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου ὁ τοσ‐ οῦτον περιφέρων τῦφον. Διὰ τοῦτο οὐδὲ ὄψονται τὴν ὄντως ἐλευθερίαν οἱ τῷ χαλεπῷ τούτῳ καταδουλώ‐
35σαντες ἑαυτοὺς πάθει. Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλα‐ σον· μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ· μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ. Νῦν μὲν γάρ σου ὁ παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ
40ἄνωθεν ἡ ἀπόνοια αἰσχρότερον, ἢ οἰκέτης τὸν πλη‐ σίον. Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν καταστήσεις τιμῇ, οὐδὲν τοῦ παιδὸς εἰς τοῦτο δεόμενος. Ὅταν γὰρ μέτριος γενόμενος χα‐
45μαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινο‐ φροσύνης τοῦ μέχρι τῶν οὐρανῶν σε ἀνάγοντος, τοῦ πτηνοὺς ἔχοντος ἵππους· ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας μεταβῇς, τῶν χαμαὶ συ‐ ρομένων ἑρπετῶν οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ

61

.

354

(50)

ἀθλιώτερον πολλῷ καὶ ἐλεεινότερον. Τοὺς μὲν γὰρ ἡ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ ἡ τῆς ἀλαζονείας νόσος. Καὶ γὰρ Πᾶς ὁ ὑψῶν ἑαυτὸν, φησὶ, ταπεινωθήσεται. Ἵν’ οὖν μὴ ταπει‐ νωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖ‐
55νο. Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ
ἑξῆς.353

61

.

355

ΟΜΙΛΙΑ ΜΑʹ. Ἀλλ’ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ.
5 αʹ. Ἥμερος ὢν σφόδρα καὶ ταπεινὸς ὁ Ἀπόστολος πανταχοῦ, ἐνταῦθα καὶ πληκτικώτερον τῷ λόγῳ κέχρη‐ ται διὰ τὴν ἀτοπίαν τῶν ἀντιλεγόντων. Οὐ μὴν ἀρ‐ κεῖται τούτῳ, ἀλλὰ καὶ λογισμοὺς καὶ παραδείγματα τίθησι, καὶ τὸν σφόδρα φιλόνεικον ταύτῃ χειρούμε‐
10νος. Καὶ ἀνωτέρω μέν φησιν· Ἐπειδὴ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἡ ἀνάστασις· ἐνταῦθα δὲ ἀντίθεσιν λύει παρ’ Ἑλλήνων εἰσαγομένην. Καὶ ὅρα πῶς πάλιν ὑποτέμνεται τὸ σφοδρὸν τῆς διαβολῆς. Οὐ γὰρ εἶπεν, Ἀλλ’ ἴσως ἐρεῖτε, ἀλλ’ ἀδιόριστον
15τέθεικε τὸν ἀντιλέγοντα, ἵνα μετὰ ἀδείας καταφο‐ ρικῷ χρώμενος τῷ λόγῳ, μὴ σφόδρα πλήξῃ τοὺς ἀκούοντας· καὶ τίθησι δύο τὰς ἐπαπορήσεις, τοῦ τρό‐ που τῆς ἀναστάσεως, καὶ τῆς ποιότητος τῶν σωμά‐ των. Καὶ γὰρ περὶ ἀμφοτέρων ἠπόρουν λέγοντες·
20Πῶς ἐγείρεται τὸ διαλυθέν; καὶ, Ποίῳ σώματι ἔρ‐ χονται; Τί δέ ἐστι, Ποίῳ σώματι; Οἷον τούτῳ τῷ φθαρέντι, τῷ ἀπολωλότι, ἢ ἑτέρῳ τινί; Εἶτα δεικνὺς ὅτι οὐ τὰ ἀμφιβαλλόμενα ζητοῦσιν, ἀλλὰ τὰ ὡμολο‐ γημένα, εὐθέως πληκτικώτερον ἀπαντᾷ λέγων·
25Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὅπερ καὶ ἡμεῖς εἰώθαμεν ποιεῖν ἐπὶ τῶν τοῖς ὡμολογημένοις ἀντιλεγόντων. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἐπὶ τὴν δύναμιν τοῦ Θεοῦ κατέφυγεν; Ὅτι ἀπίστοις διαλέγεται. Ὅταν μὲν γὰρ πρὸς πι‐
30στοὺς αὐτῷ ὁ λόγος ᾖ, οὐ σφόδρα δεῖται λογισμῶν. Διόπερ εἰπὼν ἀλλαχοῦ, ὅτι Μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ὑμῶν εἰς τὸ γενέσθαι σύμ‐ μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, καὶ πλέον τι τῆς ἀναστάσεως ἐνδειξάμενος, οὐ τέθεικε παραδεί‐
35γματα, ἀλλ’ ἀντὶ πάσης ἀποδείξεως τοῦ Θεοῦ τὴν δύναμιν εἰς μέσον ἤγαγε προσθεὶς καὶ εἰπὼν, Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. Ἐνταῦθα δὲ καὶ λογισμοὺς κινεῖ. Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε,
40καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι’ ὧν πράττεις καθ’ ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; Διὰ ταῦτά
45σε ἄφρονα καλῶ, ὅτι τὰ καθ’ ἡμέραν ὑπὸ σοῦ γινό‐ μενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. Διὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρη‐

61

.

355

(50)

ται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ
55σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ’, ὃ μεῖζόν ἐστιν, ὅτι Διὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι,
ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸνColumn end

61

.

356

λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπ‐
5έθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε. Καθάπερ γὰρ ὁ Χριστὸς σαφέστερον αὐτὸ τοῦτο ἐνδείκνυται λέγων· Ὁ κόκκος τοῦ σί‐ του, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέ‐
10ρει· ἐκεῖθεν καὶ ὁ Παῦλος τὸ παράδειγμα τοῦτο ἑλκύσας, οὐκ εἶπεν, ὅτι Οὐ ζῇ, ἀλλ’, Οὐ ζωοποιεῖται, πάλιν τοῦ Θεοῦ τὴν δύναμιν παραλαμβάνων, καὶ δεικνὺς ὅτι οὐχ ἡ τῆς γῆς φύσις, ἀλλ’ αὐτὸς τὸ πᾶν ἐργάζεται. Καὶ τί δήποτε οὐχ ὅπερ οἰκειότερον ἦν,
15τοῦτο ἤγαγεν εἰς μέσον, τὸ σπέρμα λέγω τὸ ἀνθρώ‐ πινον; Καὶ γὰρ καὶ ἡ ἡμετέρα γέννησις ἀπὸ φθορᾶς ἄρχεται, ὥσπερ ἡ τοῦ σίτου. Ὅτι οὐκ ἦν ἴσον, ἀλλὰ τοῦτο πλέον. Ὁλόκληρον γάρ τι ζητεῖ φθειρόμενον, ἐκεῖνο δὲ μέρος ἦν· διόπερ τοῦτο εἰς μέσον ἄγει. Ἄλ‐
20λως δὲ, ἐκεῖνο μὲν καὶ ἀπὸ ζῶντος πρόεισι, καὶ εἰς ζῶσαν ἐμπίπτει γαστέρα· ἐνταῦθα δὲ οὐκ εἰς σάρκα, ἀλλ’ εἰς τὴν γῆν ὁ σπόρος καταβάλλεται, καὶ εἰς αὐ‐ τὴν διαλύεται, καθάπερ τὸ σῶμα τὸ τεθνηκός. Διὸ καὶ ταύτῃ οἰκειότερον ἦν τὸ ὑπόδειγμα. Καὶ ὁ σπεί‐
25ρων, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρει. Τὰ μὲν γὰρ ἔμπροσθεν εἰρημένα, πρὸς τὸ λέγειν πῶς ἐγεί‐ ρονται· τοῦτο δὲ, πρὸς τὸ διαπορεῖν ποίῳ σώματι ἔρχονται. Τί δέ ἐστιν, Οὐ τὸ σῶμα τὸ γενησόμε‐ νον σπείρεις; Οὐ στάχυν ὁλόκληρον, οὐδὲ σῖτον
30νέον. Ἐνταῦθα γὰρ οὐκέτι πρὸς τὴν ἀνάστασιν ὁ λό‐ γος, ἀλλὰ πρὸς τὸν τρόπον τῆς ἀναστάσεως, ποταπὸν τὸ σῶμα τὸ μέλλον ἀνίστασθαι, οἷον εἰ τοιοῦτον, ἢ βέλτιον καὶ λαμπρότερον· καὶ ἀμφότερα ἀπὸ τοῦ αὐτοῦ ὑποδείγματος λαμβάνει, δεικνὺς ὅτι πολλῷ
35βέλτιον. βʹ. Ἀλλ’ οἱ αἱρετικοὶ μηδὲν τούτων συνιέντες ἐπιπη‐ δῶσι, καὶ λέγουσιν, ὅτι Ἕτερον σῶμα πίπτει, καὶ ἕτερον σῶμα ἀνίσταται. Πῶς οὖν ἀνάστασις; τοῦ γὰρ πεσόντος ἐστὶν ἡ ἀνάστασις. Ποῦ δὲ τὸ
40θαυμαστὸν καὶ παράδοξον κατὰ τοῦ θανάτου νικητή‐ ριον, εἰ ἄλλο πίπτει, καὶ ἄλλο ἀνίσταται; οὐκέτι γὰρ φανήσεται ἐκεῖνος ἀποδοὺς ὅπερ ἔλαβεν αἰχμάλωτον. Πῶς δὲ τὸ ὑπόδειγμα ἁρμόσειεν ἂν τοῖς εἰρημένοις; οὐ γὰρ ἄλλη μὲν οὐσία σπείρεται, ἄλλη δὲ ἐγείρεται,
45ἀλλ’ ἡ αὐτὴ βελτίων. Ἔσται δὲ οὐδὲ ὁ Χριστὸς τὸ αὐτὸ σῶμα ἀνειληφὼς, ἀπαρχὴ τῶν ἀνισταμένων γε‐ νόμενος· ἀλλὰ καθ’ ὑμᾶς ἐκεῖνο μὲν ἔῤῥιψε, καίτοι γε οὐδὲν ἡμαρτηκὸς, ἕτερον δὲ ἔλαβεν. Πόθεν ἄρα τὸ ἕτερον; τοῦτο μὲν γὰρ ἐκ παρθένου, ἐκεῖνο δὲ πόθεν;

61

.

356

(50)

Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ὁ λόγος ἐξεκυλίσθη; Διὰ τί γὰρ καὶ τοὺς τύπους δείκνυσι τῶν ἥλων; οὐχὶ τοῦτο ἀποδεῖξαι θέλων, ὅτι αὐτὸ ἐκεῖνό ἐστι τὸ ἀνασκολο‐ πισθὲν, καὶ αὐτὸ πάλιν ἀνέστη; Τί δὲ καὶ ὁ τύπος βούλεται αὐτῷ ὁ τοῦ Ἰωνᾶ; οὐ γὰρ δήπου ἄλλος μὲν
55κατεπόθη, ἄλλος δὲ εἰς τὴν γῆν ἐξηνέχθη Ἰωνᾶς. Τί δὲ καὶ ἔλεγε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι‐ σὶν ἡμέραις ἐγερῶ αὐτόν; τὸν γὰρ λυόμενον δηλον‐
ότι τοῦτον καὶ ἀνίστη. Διὸ καὶ προσέθηκεν ὁ εὐαγ‐355

61

.

357

γελιστὴς, ὅτι Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ. Τί οὖν φησιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις; Τουτέστιν, οὐ τὸν ἄσταχυν· καὶ γὰρ αὐτός ἐστι, καὶ οὐκ αὐτός· αὐτὸς μὲν, ὅτι
5αὐτὴ ἡ οὐσία· οὐκ αὐτὸς δὲ, ὅτι βελτίων οὗτος, τῆς μὲν αὐτῆς οὐσίας μενούσης, μείζονος δὲ τῆς εὐπρε‐ πείας γινομένης, καὶ καινοῦ τοῦ αὐτοῦ ἀνισταμένου· ἐπειδὴ εἰ μὴ τοῦτο ἦν, οὐδὲ ἀναστάσεως ἔδει, εἰ μὴ βέλτιον ἀνίστασθαι ἔμελλε. Τί γὰρ καὶ καθῄρει τὴν
10οἰκίαν, εἰ μὴ λαμπροτέραν ἔμελλε οἰκοδομεῖν; Τοῦτο τοίνυν πρὸς τοὺς νομίζοντας τὴν αὐτὴν εἶναι φθορὰν εἶπεν. Εἶτα, ἵνα μὴ ἄλλο τις πάλιν ὑποπτεύσῃ σῶμα ἐντεῦθεν εἰρῆσθαι, παραμυθεῖται τὸ αἴνιγμα, καὶ αὐ‐ τὸς ἑρμηνεύει τὸ εἰρημένον, μὴ συγχωρῶν τῷ ἀκροατῇ
15ἀλλαχοῦ περιάγειν τὴν ἔννοιαν τὴν ἐντεῦθεν. Τί τοί‐ νυν δεῖ τῶν ἡμετέρων λόγων; Ἄκουσον αὐτοῦ λέ‐ γοντος καὶ ἑρμηνεύοντος τί ἐστιν· Οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις. Εὐθέως γὰρ ἐπήγαγεν, Ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν
20τοιούτων σπερμάτων. Τουτέστιν, Οὐ τὸ σῶμα τὸ γενησόμενον· οἷον οὐχ οὕτω περιβεβλημένον, οὐδὲ κα‐ λάμην ἔχοντα καὶ ἀνθέρικας, Ἀλλὰ γυμνὸν κόκ‐ κον, εἰ τύχοι σίτου, ἤ τινος τῶν τοιούτων. Καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Ναὶ,
25φησὶν, ἀλλ’ ἐκεῖ τῆς φύσεως τὸ ἔργον ἐστί. Ποίας φύσεως, εἰπέ μοι; καὶ γὰρ καὶ ἐκεῖ τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, οὐχ ἡ φύσις οὐδὲ ἡ γῆ οὐδὲ ὁ ὑετός. Διό‐ περ καὶ αὐτὸς ταῦτα δηλῶν, καὶ γῆν καὶ ὑετὸν καὶ ἀέρα καὶ ἥλιον καὶ χεῖρας γεωργικὰς ἀφεὶς, ἐπήγα‐
30γεν, ὅτι Ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε. Μὴ τοίνυν περιεργάζου μηδὲ πολυπραγμόνει, πῶς καὶ τίνι τρόπῳ, ὅταν Θεοῦ δύναμιν καὶ θέλημα ἀκού‐ σῃς. Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ποῦ τοίνυν τὸ ἀλλότριον; τὸ γὰρ ἴδιον δίδωσιν. Ὥστε
35ὅταν λέγῃ, Οὐ τὸ γενησόμενον σπείρεις, οὐ τοῦτο λέγει, ὅτι ἄλλη ἀντὶ ἄλλης οὐσίας ἀνίσταται, ἀλλ’ ὅτι βελτίων, ὅτι λαμπροτέρα. Ἑκάστῳ γὰρ, φησὶ, τῶν σπερμάτων τὸ ἴδιον σῶμα. Ἐντεῦθεν λοιπὸν καὶ τὴν διαφορὰν εἰσάγει τῆς τότε ἐσομένης ἀναστάσεως.
40Μὴ γὰρ, ἐπειδὴ σῖτος σπείρεται καὶ πάντες στάχυες ἀνέρχονται, διὰ τοῦτο νομίσῃς καὶ ἐν τῇ ἀναστάσει ἰσοτιμίαν εἶναι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐν τοῖς σπέρ‐ μασι μία τάξις, ἀλλὰ τὰ μὲν τιμιώτερα, τὰ δὲ κατα‐ δεέστερα. Διὸ καὶ ἐπήγαγεν, Ἑκάστῳ τὸ ἴδιον σῶ‐
45μα. Πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτῳ, ἀλλ’ ἑτέραν ζη‐ τεῖ διαφορὰν μείζονα καὶ σαφεστέραν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅπερ ἔφην, ὅτι πάντες ἀνίστανται, πάντας τῶν αὐτῶν ἀπολαύειν νομίσῃς, προκατεβάλετο μὲν καὶ ἐν τοῖς ἔμπροσθεν τῆς ἐννοίας ταύτης τὰ σπέρ‐

61

.

357

(50)

ματα, εἰπών· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ἐρ‐ γάζεται δὲ αὐτὸ σαφέστερον καὶ ἐνταῦθα πάλιν λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ. Τί λέγω γὰρ, φησὶν, ἐπὶ τῶν σπερμάτων; ἐπὶ τῶν σωμάτων γυμνάσωμεν αὐτὸ τοῦτο, περὶ ὧν ὁ λόγος ἡμῖν νῦν. Διὸ καὶ ἐπάγει
55λέγων· Ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ κτη‐ νῶν, καὶ ἄλλη πτηνῶν, καὶ ἄλλη ἰχθύων. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν
ἐπιγείων· ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή‐Column end

61

.

358

νης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέ‐ ρος διαφέρει ἐν δόξῃ. γʹ. Καὶ τί βούλεται αὐτῷ ταυτὶ τὰ ῥήματα; τίνος ἕνε‐ κεν ἐκ τῆς ἀναστάσεως τῆς τῶν σωμάτων εἰς τὸν περὶ
5ἀστέρων καὶ ἡλίου λόγον ἐξέπεσεν; Οὐκ ἐξέπεσεν, οὐδὲ ἀπεῤῥάγη τῆς ὑποθέσεως, ἄπαγε, ἀλλ’ ἔτι αὐτῆς ἔχεται. Ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κατ‐ εσκεύασε λόγον, δείκνυσι λοιπὸν ὅτι πολλὴ τῆς δόξης τότε ἡ διαφορὰ, εἰ καὶ ἡ ἀνάστασις μία· καὶ διαιρεῖ εἰς
10δύο τὸ πᾶν τέως, εἰς τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια. Ὅτι μὲν γὰρ τὰ σώματα ἀνίσταται, ἔδειξε διὰ τοῦ σίτου· ὅτι δὲ οὐκ ἐν τῇ αὐτῇ δόξῃ πάντα, δείκνυσιν ἐντεῦθεν. Ὥσπερ γὰρ τὸ ἀπιστεῖν τῇ ἀναστάσει ὑπτίους ποιεῖ, οὕτω πάλιν ῥᾳθύμους τὸ νομίζειν πάν‐
15τας τῶν αὐτῶν ἀξιοῦσθαι. Διόπερ ἀμφότερα διορθοῦ‐ ται· καὶ τὰ μὲν ἐν τοῖς ἔμπροσθεν ἀπήρτισε, τούτου δὲ ἄρχεται νῦν· καὶ ποιήσας δύο τάγματα δικαίων τε καὶ ἁμαρτωλῶν, αὐτὰ τὰ δύο ταῦτα εἰς πολλὰ πάλιν κατατέμνει μέρη, δεικνὺς ὅτι οὔτε δίκαιοι καὶ ἁμαρ‐
20τωλοὶ τῶν αὐτῶν τεύξονται, οὔτε δίκαιοι πάντες δι‐ καίοις ὁμοίως, οὔτε ἁμαρτωλοὶ ἁμαρτωλοῖς. Ποιεῖ τοίνυν πρώτην μίαν τομὴν δικαίων καὶ ἁμαρτωλῶν λέγων· Σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· διὰ μὲν τῶν ἐπιγείων τούτους αἰνιττόμενος, διὰ δὲ τῶν
25ἐπουρανίων ἐκείνους. Εἶτα λοιπὸν τῶν ἁμαρτωλῶν διαφορὰν πρὸς ἁμαρτωλοὺς εἰσάγει, λέγων· Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ· ἀλλὰ ἄλλη μὲν ἰχθύων, ἄλλη δὲ πτηνῶν καὶ κτηνῶν. Καίτοι πάντα σώματα, ἀλλὰ τὰ μὲν ἐν πλείονι, τὰ δὲ ἐν ἐλάττονι εὐτελείᾳ.
30Καὶ ἐν ζωῇ δὲ ὁμοίως, καὶ ἐν αὐτῇ τῇ κατασκευῇ. Καὶ εἰπὼν τοῦτο, ἀναβαίνει πάλιν εἰς τὸν οὐρανὸν λέγων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης. Ὥσπερ γὰρ ἐν τοῖς ἐπιγείοις σώμασι δια‐ φορὰ, οὕτω καὶ ἐν τοῖς ἐπουρανίοις, καὶ διαφορὰ, οὐχ
35ἡ τυχοῦσα, ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων. Οὐ γὰρ ἡλίῳ πρὸς σελήνην, οὐδὲ σελήνῃ πρὸς ἀστέρας δια‐ φορὰ μόνον, ἀλλὰ καὶ ἄστρασι πρὸς ἀστέρας. Εἰ γὰρ καὶ πάντα ἐν οὐρανῷ, ἀλλὰ τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος μετέχει δόξης. Τί τοίνυν ἐντεῦθεν καταμαν‐
40θάνομεν; Ὅτι εἰ καὶ ἐν βασιλείᾳ πάντες, οὐ πάντες τῶν αὐτῶν ἀπολαύσονται· καὶ εἰ πάντες ἐν γεέννῃ οἱ ἁμαρτωλοὶ, οὐ πάντες τὰ αὐτὰ ὑπομενοῦσι. Διὸ καὶ ἐπήγαγεν· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Οὕτω, πῶς; Ἐν διαφορᾷ πολλῇ. Εἶτα ἀφεὶς τοῦτον
45τὸν λόγον ὡς ἀρκούντως ἀποδειχθέντα, πάλιν ἐπ’ αὐ‐ τὴν τῆς ἀναστάσεως τὴν ἀπόδειξιν καὶ τὸν τρόπον ἔρχεται, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ θέα σύνεσιν· Ἐπὶ μὲν τῶν σπερμάτων τῷ τῶν σωμάτων ἐχρήσατο ὀνόματι λέγων· Οὐ ζωο‐

61

.

358

(50)

ποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· ἐπὶ δὲ τῶν σωμάτων τῇ τῶν σπερμάτων προσηγορίᾳ, λέγων· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Οὐκ εἶπε, Φύεται, ἵνα μὴ τῆς γῆς ἔργον νομίσῃς, ἀλλ’, Ἐγείρεται. Σπορὰν δὲ ἐνταῦθα, οὐ τὴν γένεσιν ἡμῶν λέγει τὴν
55ἐν μήτρᾳ, ἀλλὰ τὴν ταφὴν τὴν ἐν τῇ γῇ τῶν τετελευ‐ τηκότων σωμάτων, τὴν διάλυσιν, τὴν τέφραν. Διὸ εἰπὼν, Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ‐ σίᾳ, ἐπήγαγε· Σπείρεται ἐν ἀτιμίᾳ. Τί γὰρ εἰδεχθέ‐
στερον νεκροῦ διαῤῥυέντος; Ἐγείρεται ἐν δόξῃ.357

61

.

359

Σπείρεται ἐν ἀσθενείᾳ. Οὔπω γὰρ ἡμέραι τριάκον‐ τα, καὶ τὸ πᾶν ἀπώλετο· καὶ κατασχεῖν ἑαυτὴν ἡ σὰρξ οὐ δύναται, οὐδὲ πρὸς μίαν ἀρκέσαι ἡμέραν. Ἐγείρεται ἐν δυνάμει. Τότε γὰρ αὐτοῦ οὐδὲν περι‐
5έσται λοιπόν. Διὰ δὴ τοῦτο καὶ ἐκείνων ἐδεήθη τῶν ὑπο‐ δειγμάτων, ἵνα μὴ ταῦτα ἀκούοντες πολλοὶ, ὅτι ἐν ἀφθαρσίᾳ καὶ δόξῃ καὶ δυνάμει ἐγείρονται, νομίσωσι μηδεμίαν εἶναι διαφορὰν τῶν ἀνισταμένων. Πάντες μὲν γὰρ ἀνίστανται, καὶ ἐν δυνάμει καὶ ἐν ἀφθαρσίᾳ
10καὶ ἐν δόξῃ ταύτῃ τῇ τῆς ἀφθαρσίας, οὐ μέντοι τῆς τιμῆς τῆς αὐτῆς οὐδὲ τῆς ἀσφαλείας πάντες. Σπεί‐ ρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Ἔστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικόν. Τί λέγεις; τοῦτο δὲ οὐ πνευματικόν; Πνευματικὸν
15μὲν, ἀλλ’ ἐκεῖνο πολλῷ πλέον. Νῦν μὲν γὰρ καὶ ἀφ‐ ίπταται τοῦ Πνεύματος τοῦ ἁγίου πολλάκις ἡ πολλὴ χάρις, ἁμαρτανόντων μεγάλα τινῶν, καὶ τοῦ πνεύμα‐ τος δὲ παρόντος τῆς ψυχῆς ἡ ζωὴ τῆς σαρκός· καὶ τὸ τοιοῦτο κενόν ἐστι τούτου χωρίς· τότε δὲ οὐχ οὕτως,
20ἀλλὰ διηνεκῶς παραμένει τῇ σαρκὶ τῶν δικαίων, καὶ αὐτοῦ ἔσται τὸ κράτος παρούσης καὶ τῆς ψυχῆς. Ἢ γάρ τι τοιοῦτον ᾐνίξατο, εἰπὼν, Πνευματικὸν, ἢ ὅτι κουφότερον ἔσται καὶ λεπτότερον, καὶ οἷον καὶ ἐπ’ ἀέρος ὀχεῖσθαι, μᾶλλον δὲ ἀμφότερα. Εἰ δὲ ἀπιστεῖς
25τῷ λόγῳ, ὅρα τὰ ἐπουράνια σώματα τὰ οὕτω λαμπρὰ καὶ διαρκῆ τέως καὶ ἐν ἀγηράτῳ λήξει διαμένοντα, καὶ πίστευσον ἐντεῦθεν, ὅτι δύναται ὁ Θεὸς ποιῆσαι καὶ ταῦτα τὰ φθαρτὰ ἄφθαρτα καὶ πολλῷ βελτίω τῶν ὁρωμένων. Οὕτω καὶ γέγραπται· Ἐγένετο ὁ
30πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Καίτοι τὸ μὲν γέγραπται, τὸ δὲ οὐ γέγραπται· πῶς οὖν εἶπεν, ὅτι Γέγραπται; Ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ μετέφρασεν· ὅπερ ἔθος αὐτῷ συνεχῶς ποιεῖν.
35Καὶ γὰρ ἔθος τοῦτο προφήτου. Καὶ γὰρ τὴν Ἱερουσα‐ λὴμ πόλιν δικαιοσύνης ἔφησεν ὁ προφήτης κληθήσε‐ σθαι, καὶ οὐκ ἐκλήθη. Τί οὖν; ἐψεύσατο ὁ προφήτης; Οὐδαμῶς· τὴν γὰρ διὰ τῶν πραγμάτων ἔκβασιν λέγει. Καὶ τὸν Χριστὸν δὲ Ἐμμανουήλ· καὶ οὐδὲ αὐτὸς
40οὕτω κέκληται, ἀλλὰ τὰ πράγματα ταύτην ἀφίησι τὴν φωνήν. Οὕτω καὶ ἐνταῦθα, Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. δʹ. Ταῦτα δὲ εἶπεν, ἵνα μάθῃς ὅτι καὶ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης τὰ σύμβολα ἤδη καὶ τὰ
45ἐνέχυρα ἔφθασε, τῆς μὲν παρούσης ὁ Ἀδὰμ, τῆς δὲ μελλούσης ὁ Χριστός. Ἐπειδὴ γὰρ τὰ χρηστότερα ἐν ἐλπίσι τίθησι, δείκνυσι τὴν ἀρχὴν ἤδη ἐκβεβηκυῖαν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν φανεῖσαν. Εἰ δὲ ἡ ῥίζα καὶ ἡ πηγὴ πᾶσι κατάδηλος, οὐδὲν δεῖ περὶ τῶν καρ‐

61

.

359

(50)

πῶν ἀμφιβάλλειν. Διὸ λέγει· Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ δὲ, Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἄρα τοῦ Πνεύματος τὸ ζωο‐ ποιεῖν. Εἶτα ἵνα μή τις εἴπῃ, Διὰ τί πρεσβύτερα τὰ
55χείρονα, καὶ τὰ μὲν ὅλα ἐξέβη τὰ ψυχικὰ, οὐ μέχρι
τῆς ἀπαρχῆς, τὰ δὲ ἕως τῆς ἀπαρχῆς μόνον; δεί‐Column end

61

.

360

κνυσιν ὅτι καὶ αἱ ἀρχαὶ ἑκατέρων οὕτω διετάγησαν. Οὐ γὰρ πρῶτον, φησὶ, τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικὸν, ἔπειτα τὸ πνευματικόν. Καὶ οὐ λέγει, διὰ τί, ἀλλ’ ἀρκεῖται τῇ τοῦ Θεοῦ διατάξει, τὴν ἀπὸ τῶν
5πραγμάτων ψῆφον ἔχων μαρτυροῦσαν τῇ ἀρίστῃ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ δεικνὺς ὅτι ἐπὶ τὸ βέλτιον ἀεὶ τὰ ἡμέτερα πρόεισιν, ἅμα κἀντεῦθεν πιστούμενος τὸν λόγον. Εἰ γὰρ τὰ ἐλάττονα ἐξέβη, πολλῷ μᾶλλον τὰ βελτίω προσδοκᾷν χρή.
10 Ἐπεὶ οὖν τοιούτων μέλλομεν ἀπολαύειν ἀγαθῶν, εἰς ταύτην ἑαυτοὺς κατατάξωμεν τὴν τάξιν, καὶ μὴ κλαίωμεν τοὺς ἀπιόντας, ἀλλὰ τοὺς κακῶς τὸν βίον καταλύοντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ’ ἕως μὲν ἂν βλέπῃ στε‐
15ρεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπειδὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει. Ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ
20γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέ‐ χονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρ‐ σία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά· ἐπ’ ἐκείνης
25τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται. Καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ’ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ
30προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄν‐ δρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατάφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν
35ἡμᾶς τειχίζουσαν, ἀλλ’ ἡ συνήθεια ποθεινὸν καὶ ἐπ‐ έραστον. Οἶδα κἀγώ· ἀλλ’ ἂν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὴν τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν, καὶ
40ὅπερ ὁ χρόνος ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ
45κατέσφαξε τὸν υἱὸν τὸν αὑτοῦ, καὶ οὔτε ἐδάκρυσεν οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ’ ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμ‐ ματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελ‐

61

.

360

(50)

θόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πο‐ λεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενε‐ χθέντος καὶ στεφανωθέντος ἔκοπτες σαυτὸν καὶ ἐθρή‐ νεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ’ ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ’ οὐδὲ νῦν ἐκεῖνον
55θρηνῶ, φησὶν, ἀλλ’ ἐμαυτόν. Ἀλλ’ οὐδὲ τοῦτο φι‐ λοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σα‐ λεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ’ οὐκ οἶδα ποῖ κεχώ‐
60ρηκε, φησί. Διὰ τί οὐκ οἶδας; εἰπέ μοι· εἴτε γὰρ359

61

.

361

ὀρθῶς ἐβίου εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. Δι’ αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο ἀπελ‐ θόντα ἐθρήνεις, ζῶντα μεταπλάσαι ἐχρῆν καὶ ῥυθμί‐
5σαι. Ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ δακρύειν, ἀλλ’ εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημο‐
10σύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινε‐ νόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν πρόσιμεν, δεόμενοι τοῦ Ἀμνοῦ τοῦ κειμένου τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ’ ἵνα τις ἐντεῦθεν αὐτοῖς
15γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυ‐ σιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ· Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ’ ἂν ταῦτα
20ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. εʹ. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ
25τῶν ἀπελθόντων προσφερόντων γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέ‐ ρων χαρίζεσθαι. Καὶ τοῦτο ἐδείκνυ ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ὑμῶν. Μὴ δὴ ἀποκά‐
30μωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχάς· καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. Διὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε, καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ
35ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη με‐ λῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συν‐ αγαγεῖν, ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώ‐ ρων, ἀπὸ τῶν μετ’ αὐτῶν καλουμένων. Τί τοίνυν ἀλ‐ γεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώ‐
40μην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ’ ὅτι σὺ γέγονας ἔρημος καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας. Ὥστε ἕως ἂν τοῦτον ἔχῃς, καὶ ἀνδρὸς αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς καὶ παιδὸς καὶ κηδεστοῦ· καὶ γὰρ καὶ
45ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν Δαυΐδ· Κύριος φω‐ τισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; εἰπὲ, Σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν· καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλ‐

61

.

361

(50)

λον αὐτὸν ἕξεις νῦν προνοοῦντα ἢ πρότερον, ὅσον ἐνColumn end

61

.

362

μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας· Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν
5Θεὸν, ἀλλ’ ἵλεω ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυ‐ θία· ἂν δὲ τοὐναντίον, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ παιδὸς μαστιχθέντος ὑπὸ δε‐ σπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρ‐
10ώξυνας κατὰ σεαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ’ εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖ‐ νον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόη‐ σον ὅσοι μᾶλλόν σου εὐαρεστοῦντες οὐδὲ ἔλαβον τὴν
15ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς, ἐκ‐ πεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργί‐ σῃς καὶ ταύτῃ τὸν Δεσπότην· ἀλλ’ ὑπὲρ μὲν ὧν ἔλα‐
20βες, εὐχαρίστησον· ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις, δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι Βέλτιον ἦν μὴ λαβεῖν τοῦτο, ὃ σὺ λέγεις ἀγνωμόνως, ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει λέγων· Ὁ Κύριος ἀφείλετο·
25εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶ‐ νας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολο‐ γούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγ‐ γόμενος ῥήματα· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε
30μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ’ ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ’ ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει, καὶ λογί‐ ζου πρὸς σεαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ’ ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλόν σου κηδόμενος, καὶ τὸ
35συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς; φησίν. Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ’ ἐν
40ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ, κἂν ἀπολέσῃς γυναῖκα, εὐχαρίστει. Ἴσως σε εἰς ἐγ‐
45κράτειαν ἀγαγεῖν βούλεται ὁ Θεὸς, ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Ἂν οὕτω φιλοσοφῶμεν, καὶ τὴν παροῦσαν εὐθυμίαν κερ‐ δανοῦμεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφά‐
νων, καὶ τὰ ἑξῆς.Column end

61

.

361

(51)

ΟΜΙΛΙΑ ΜΒʹ. Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. αʹ. Ἐπειδὴ ψυχικὸν εἶπε πρῶτον καὶ πνευματικὸν
55δεύτερον, πάλιν ἄλλην τίθησι διαφορὰν, χοϊκὸν λέγων καὶ ἐπουράνιον. Ἡ μὲν γὰρ πρώτη τοῦ παρόντος ἦν βίου καὶ τοῦ μέλλοντος· αὕτη δὲ τοῦ πρὸ τῆς χάριτος καὶ τοῦ μετὰ τὴν χάριν. Τέθεικε δὲ αὐτὴν εἰς πολι‐
τείαν ἀρίστην λέγων. Ἵνα γὰρ, ὅπερ ἔφην, μὴ τῇColumn end

61

.

362

(52)

ἀναστάσει θαῤῥοῦντες ἀμελῶσι βίου καὶ ἀκριβείας, πάλιν καὶ ἐντεῦθεν αὐτοὺς ἐναγωνίους ποιεῖ, καὶ πα‐ ρακαλεῖ εἰς ἀρετὴν, λέγων· Ὁ πρῶτος ἄνθρωπος
55ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ· τὸ πᾶν ἄνθρωπον καλῶν, καὶ τὸν μὲν ἀπὸ τοῦ κρείττονος, τὸν δὲ ἀπὸ τοῦ χείρονος ὀνο‐
μάζων. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί. Οὕ‐361

61

.

363

τως ἀπολοῦνται καὶ τελευτήσουσιν. Οἷος ὁ ἐπου‐ ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Οὕτω μενοῦ‐ σιν ἀθάνατοι καὶ λάμποντες. Τί οὖν; οὐχὶ καὶ οὗτος ἀπέθανεν; Ἀπέθανε μὲν, ἀλλ’ οὐδὲν ἐντεῦθεν παρ‐
5εβλάβη, ἀλλὰ καὶ ταύτῃ τὸν θάνατον κατέλυσεν. Εἶδες πῶς κἀντεῦθεν τῷ θανάτῳ τὸ περὶ τῆς ἀναστάσεως συνέστησε δόγμα; Ἔχων γὰρ, ὅπερ ἔφθην εἰ‐ πὼν, τὴν ἀρχὴν καὶ τὴν κεφαλὴν, φησὶ, μὴ ἀμφί‐ βαλλε περὶ τοῦ σώματος παντός. Πλὴν καὶ τὴν περὶ
10πολιτείας ἀρίστην ἐντεῦθεν γυμνάζει παραίνεσιν, ὑποδείγματα ὑψηλοῦ καὶ φιλοσόφου βίου, καὶ οὐ τοι‐ ούτου τιθεὶς, καὶ τούτων ἀμφοτέρων παράγων τὰς ἀρχὰς, τοῦ μὲν τὸν Χριστὸν, τοῦ δὲ τὸν Ἀδάμ. Διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ἐκ γῆς, ἀλλὰ, Χοϊκὸς, τουτ‐
15έστι, παχὺς, τοῖς παροῦσι προσηλωμένος· καὶ πά‐ λιν ἐπὶ τοῦ Χριστοῦ τοὐναντίον, Ὁ Κύριος ἐξ οὐ‐ ρανοῦ. Εἰ δὲ λέγοιέν τινες διὰ τοῦτο μὴ ἔχειν τὸν Κύριον σῶμα, διὰ τὸ, Ἐξ οὐρανοῦ, εἰρῆσθαι, ἱκανὰ μὲν καὶ τὰ εἰρημένα πάλαι ἐμφράξαι αὐτῶν τὰ στό‐
20ματα, οὐδὲν δὲ κωλύει καὶ ἐντεῦθεν αὐτοὺς ἐπιστο‐ μίσαι. Τί γάρ ἐστιν, Ὁ Κύριος ἐξ οὐρανοῦ; τὴν φύσιν λέγει, ἢ τὴν ἀρίστην πολιτείαν; Παντί που δῆλον, ὅτι τὴν πολιτείαν· διὸ καὶ ἐπάγει· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ (τουτέστι,
25Καθὼς φαῦλα ἐπράξαμεν), φορέσωμεν καὶ τὴν εἰ‐ κόνα τοῦ ἐπουρανίου· τουτέστιν, Ἄριστα πράξωμεν. Χωρὶς δὲ τούτων, κἀκεῖνό σε ἡδέως ἂν ἐροίμην· Περὶ φύσεως εἴρηται· Ὁ ἐκ γῆς χοϊκὸς, καὶ, Ὁ Κύριος ἐξ οὐρανοῦ; Ναὶ, φησί. Τί οὖν; χοϊκὸς μό‐
30νον ἦν ὁ Ἀδὰμ, ἢ καὶ ἄλλην τινὰ εἶχεν οὐσίαν συγ‐ γενῆ τοῖς ἄνω καὶ ἀσωμάτοις, ἣν ψυχὴν καλεῖ ἡ Γραφὴ καὶ πνεῦμα; Παντί που δῆλον, ὅτι καὶ ταύτην. Οὐκ‐ οῦν οὐδὲ ὁ Κύριος ἦν ἄνωθεν μόνον, εἰ καὶ ἐξ οὐ‐ ρανοῦ λέγοιτο, ἀλλὰ καὶ σάρκα ἀνειλήφει. Ὃ δὲ λέ‐
35γει, τοιοῦτόν ἐστι· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, τὰς πονηρὰς πράξεις, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου, τὴν πολιτείαν τὴν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ περὶ φύσεως ἦν ὁ λόγος, οὐ παρακλήσεως ἐδεῖτο τὸ πρᾶγμα οὐδὲ συμβουλῆς·
40ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ πολιτείας τὸ λεγόμε‐ νον. Διὸ καὶ συμβουλευτικῶς εἰσάγει τὸν λόγον, καὶ εἰκόνα καλεῖ, καὶ ταύτῃ πάλιν δηλῶν ὅτι περὶ πρά‐ ξεως, οὐ περὶ φύσεως λέγει. Καὶ γὰρ διὰ τοῦτο ἐγενό‐ μεθα χοϊκοὶ, ἐπειδὴ πονηρὰ ἐπράξαμεν· οὐκ ἐπειδὴ
45ἐξ ἀρχῆς χοϊκοὶ διεπλάσθημεν, ἀλλ’ ἐπειδὴ ἡμάρτομεν. Καὶ γὰρ ἡ ἁμαρτία πρῶτον, καὶ τότε ὁ θάνατος, καὶ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· τότε καὶ ὁ τῶν παθῶν εἰσῆλθεν ἐσμός. Οὐδὲ γὰρ τὸ, ἐκ γῆς γεγε‐ νῆσθαι, ποιεῖ χοϊκὸν ἁπλῶς, ἐπεὶ καὶ ὁ Κύριος ἀπὸ

61

.

363

(50)

τῆς μάζης καὶ τοῦ φυράματος τούτου ἦν, ἀλλὰ τὸ γήϊνα πράττειν· ὥσπερ οὖν καὶ ἐπουράνιον τὸ ἄξια τῶν οὐρανῶν ἐπιδείξασθαι. Ἀλλὰ γὰρ τί χρὴ περιττὰ πονεῖν τοῦτο κατασκευάζοντα; προϊὼν γὰρ ἡμῖν αὐ‐ τὸς ἐκκαλύπτει τὸ νόημα, οὕτω λέγων· Τοῦτο δέ
55φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἶδες πῶς ἑαυτὸν ἑρμηνεύει πάλιν, ἀπαλλάττων ἡμᾶς πραγμάτων; ὃ πολλαχοῦ ποιεῖ. Σάρκα γὰρ ἐνταῦθα τὰς πονηρὰς πράξεις καλεῖ, ὃ καὶ ἀλλαχοῦ πεποίηκεν, οἷον ὡς ὅταν λέγῃ·
60Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· καὶ πάλιν, Οἱ δὲColumn end

61

.

364

ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Ὥστε ὅταν λέγῃ, Τοῦτο δέ φημι, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι Διὰ τοῦτο ταῦτα εἶπον, ἵνα μάθῃς ὅτι πονηραὶ πράξεις εἰς βασιλείαν οὐκ εἰσάγουσιν. Ἀπὸ γὰρ τῆς
5ἀναστάσεως εὐθέως καὶ τὸν τῆς βασιλείας εἰσήγαγε λόγον· διὸ καὶ ἐπήγαγεν· Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρ‐ σίαν κληρονομεῖ· τουτέστιν, ἡ κακία τὴν δόξαν ἐκείνην καὶ τὴν τῶν ἀφθάρτων πραγμάτων ἀπόλαυ‐ σιν. Καὶ γὰρ πολλαχοῦ πάλιν τῇ προσηγορίᾳ ταύτῃ
10τὴν κακίαν ἐκάλεσεν εἰπών· Ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Εἰ δὲ περὶ σώματος ἔλεγεν, ἀλλ’ οὐ περὶ πονηρᾶς πράξεως, οὐκ ἂν εἶπε φθοράν· οὐδαμοῦ γὰρ τὸ σῶμα φθορὰν καλεῖ· οὐδὲ γάρ ἐστι φθορὰ, ἀλλὰ φθαρτόν. Διὸ προϊὼν καὶ
15περὶ αὐτοῦ διαλεγόμενος, οὐκ εἶπεν αὐτὸ φθορὰν, ἀλλὰ φθαρτὸν, λέγων· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. Εἶτα τὴν περὶ πολιτείας πληρώσας παραίνεσιν, ὅπερ ἀεὶ ποιεῖ, ὑπόθεσιν ὑποθέσει συνεχῶς ἀναμιγνὺς, εἰς τὸν περὶ ἀναστάσεως
20πάλιν τῶν σωμάτων ἐκβαίνει λόγον, οὕτω λέγων· Ἰδοὺ μυστήριον ὑμῖν λέγω. βʹ. Φρικτόν τι καὶ ἀπόῤῥητον, καὶ ὃ μὴ πάντες ἴσασι, μέλλει λέγειν· ὃ καὶ πολλὴν ἐνδείκνυται τὴν εἰς αὐτοὺς τιμὴν, τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς. Τί δὲ
25τοῦτό ἐστι; Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ πάντες μὲν ἀποθανούμεθα, πάντες δὲ ἀλλαγησόμεθα, καὶ οἱ μὴ ἀποθνήσκοντες· θνητοὶ γὰρ κἀκεῖνοι. Μὴ τοίνυν, ἐπειδὴ ἀποθνήσκεις, διὰ τοῦτο δείσῃς, φησὶν,
30ὡς οὐκ ἀναστησόμενος· εἰσὶ γάρ τινες, εἰσὶν, οἳ καὶ τοῦτο διαφεύξονται· καὶ ὅμως οὐκ ἀρκεῖ τοῦτο αὐτοῖς εἰς τὴν ἀνάστασιν ἐκείνην, ἀλλὰ δεῖ καὶ ἐκεῖνα τὰ σώματα τὰ μὴ ἀποθνήσκοντα ἀλλαγῆναι, καὶ εἰς ἀφθαρσίαν μεταπεσεῖν. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλ‐
35μοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Ὅτε πολλὰ περὶ ἀναστάσεως διελέχθη, τότε εὐκαίρως καὶ τὸ πολὺ παράδοξον αὐτῆς δείκνυσιν. Οὐ γὰρ τοῦτο θαυμαστὸν μόνον, ὅτι σήπεται πρῶτον τὰ σώματα, καὶ τότε ἀνίσταται, φησὶν, οὐδ’ ὅτι βελτίονα τῶν νῦν τὰ ἐκ
40τῶν σηπομένων ἀνιστάμενα, οὐδ’ ὅτι ἐπὶ πολλῷ μείζονα λῆξιν μεταβαίνει, οὐδ’ ὅτι ἕκαστος τὸ ἴδιον ἀπολαμβάνει καὶ οὐδεὶς τὸ ἑτέρου, ἀλλ’ ὅτι τὰ τοσ‐ αῦτα καὶ τηλικαῦτα καὶ πάντων λογισμὸν καὶ νοῦν ὑπερβαίνοντα ἐν ἀτόμῳ γίνεται, τουτέστιν, ἐν ἀκα‐
45ριαίῳ χρόνῳ. Καὶ δηλῶν σαφέστερον τοῦτο, Ἐν ῥιπῇ ὀφθαλμοῦ, φησίν· ὅσον μύσαι βλέφαρον. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἐκστάσεως γέμον, εἰ τοσαῦτα καὶ τηλικαῦτα πράγματα οὕτω γίνηται ταχέως· ἐπάγει εἰς ἀπόδειξιν τὸ ἀξιόπιστον τοῦ ἐργαζομένου,

61

.

364

(50)

λέγων· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Τὸ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ λέγει, ἀλλὰ περὶ τῶν ζώντων τῶν τότε εὑρισκομένων. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐν‐ δύσασθαι ἀφθαρσίαν. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι
55σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσει, νομίσῃ τὰ σώματα μὴ ἀνίστασθαι, ἐπήγαγεν, ὅτι Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ τὸ σῶμα, καὶ θνητὸν τὸ σῶμα. Ὥστε τὸ
60σῶμα μένει· αὐτὸ γάρ ἐστι τὸ ἐνδυόμενον· ἡ δὲ θνη‐363

61

.

365

τότης καὶ ἡ φθορὰ ἀφανίζεται, ἀθανασίας καὶ ἀφθαρ‐ σίας ἐπιούσης αὐτῷ. Μὴ τοίνυν ἀμφίβαλλε λοιπὸν πῶς ἄπειρον ζήσεται ζωὴν, ὅταν ἀκούσῃς, ὅτι ἄφθαρ‐ τον γίνεται. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται
5ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανα‐ σίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ἐπειδὴ γὰρ μεγάλα καὶ ἀπόῤῥητα εἶπε, πάλιν ἀπὸ προφητείας πιστοῦται τὸν λόγον· Κατεπόθη ὁ θάνατος εἰς νῖκος, τουτ‐
10έστιν, εἰς τέλος, οὐδὲ λείψανον αὐτοῦ μένει, οὐδὲ ὑποστροφῆς ἐλπὶς, τῆς ἀφθαρσίας τὴν φθορὰν ἀνα‐ λωσάσης. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἶδες ψυχὴν γενναίαν; Καὶ γὰρ ὡς νικητήρια θύων, καὶ ἔνθους γενόμενος, καὶ ὁρῶν ἤδη
15ὡς γεγενημένα τὰ μέλλοντα, ἐνάλλεται καὶ ἐπεμ‐ βαίνει τῷ θανάτῳ κειμένῳ, καὶ τὴν ἐπινίκιον ἀλαλάζει φωνὴν κατὰ τῆς τούτου κεφαλῆς κειμένης, μεγάλα βοῶν καὶ λέγων· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Οἴχεται καὶ ἀπόλωλε καὶ
20ἠφάνισται παντελῶς, καὶ εἰκῆ πάντα ἐκεῖνα ἐποίησας. Οὐδὲ γὰρ ἀφώπλισε μόνον αὐτὸν οὐδ’ ἐνίκησεν, ἀλλὰ καὶ ἀπώλεσε, καὶ εἰς τὸ μηδὲ ὅλως εἶναι κατέστησε. Τὸ δὲ κέντρον τοῦ θανάτου, ἡ ἁμαρτία· ἡ δὲ δύ‐ ναμις τῆς ἁμαρτίας, ὁ νόμος. Ὁρᾷς πῶς περὶ θανά‐
25του σωματικοῦ ὁ λόγος; Οὐκοῦν καὶ περὶ ἀναστάσεως σωματικῆς. Εἰ γὰρ μὴ ἀνίσταται ταῦτα, πῶς κατ‐ επόθη ὁ θάνατος; Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πῶς δύνα‐ μις τῆς ἁμαρτίας ὁ νόμος; Ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέρα ἐκείνου, καὶ ἐν
30αὐτῇ τὴν ἰσχὺν οὗτος ἔχει, δῆλον· πῶς δὲ ταύτης καὶ δύναμις ὁ νόμος; Ὅτι χωρὶς αὐτοῦ ἀσθενὴς ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτω καταδικάσαι. Τὸ μὲν γὰρ κακὸν ἐγίνετο, σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως. Ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ
35γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον καὶ ἐπιτεῖναι τὴν κόλασιν. Εἰ δὲ βουλόμενος κωλῦσαι χαλεπωτέραν ἀπέφηνεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰου‐
40δαίους· ἀλλ’ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν, ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα, ἐκείνους δὲ μειζόνως μισήσομεν βλαβέντας δι’ ὧν ὠφελεῖσθαι ἔδει. Ὅτι γὰρ οὐκ αὐτὸς τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸς ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἦν.
45Σὺ δέ μοι σκόπει, πῶς καὶ ἐντεῦθεν τὴν ἀνάστασιν πιστοῦται. Εἰ γὰρ τοῦτο θανάτου αἴτιον τὸ ἁμαρτά‐ νειν, ὁ δὲ Χριστὸς ἐλθὼν ἔλυσε τὴν ἁμαρτίαν, καὶ ἡμᾶς αὐτῆς διὰ τοῦ βαπτίσματος ἀπήλλαξε, καὶ μετὰ τῆς ἁμαρτίας καὶ τὸν νόμον ἔπαυσεν, οὗ

61

.

365

(50)

παραβαινομένου αὕτη συνίσταται, τί λοιπὸν ἀμφι‐ βάλλεις περὶ τῆς ἀναστάσεως; πόθεν γὰρ λοιπὸν ὁ θάνατος κρατήσει; Ἀπὸ τοῦ νόμου; Ἀλλ’ ἐλύθη οὗ‐ τος. Ἀλλ’ ἀπὸ τῆς ἁμαρτίας; Ἀλλ’ ἀνῃρέθη αὕτη. Τῷ δὲ Θεῷ χάρις τῷ δόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ
55Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. γʹ. Τὸ μὲν γὰρ τρόπαιον αὐτὸς ἔστησε, τῶν δὲ στε‐ φάνων καὶ ἡμᾶς ἀπολαῦσαι ἐποίησε, καὶ τοῦτο οὐκ ἐξ
ὀφειλῆς, ἀλλ’ ἀπὸ φιλανθρωπίας μόνης. Ἄρα οὖν,Column end

61

.

366

ἀδελφοὶ, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι. Δικαία λοιπὸν καὶ εὔκαιρος ἡ παραίνεσις· οὐδὲν γὰρ οὕτω σαλεύει, ὡς τὸ εἰκῆ νομίζειν κόπτεσθαι καὶ μάτην. Περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε·
5τουτέστιν, ἐν τῷ βίῳ τῷ καθαρῷ. Καὶ οὐκ εἶπεν, Ἐργαζόμενοι τὸ ἀγαθὸν, ἀλλὰ, Περισσεύοντες, ἵνα μετὰ περιουσίας αὐτὸ ποιῶμεν, καὶ τὰ σκάμματα ὑπερβαίνωμεν. Εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Τί λέγεις; πάλιν κόπος; Ἀλλὰ
10στεφάνους ἔχων, καὶ ὑπὲρ τῶν οὐρανῶν. Ὁ μὲν γὰρ πρότερος ὁ μετὰ τὸν παράδεισον, κόλασις τῶν ἁμαρ‐ τηθέντων· οὗτος δὲ ὑπόθεσις τῶν μελλόντων βρα‐ βείων. Ὥστε οὐδ’ ἂν εἴη κόπος ταύτῃ τε καὶ τῷ πολλῆς τῆς ἄνωθεν ἀπολαύειν βοηθείας· διὸ καὶ ἐπ‐
15ήγαγεν. Ἐν Κυρίῳ. Ὁ μὲν γὰρ πρότερος, ἵνα δίκην δῶμεν· οὗτος δὲ, ἵνα τῶν μελλόντων τύχωμεν ἀγα‐ θῶν. Μὴ τοίνυν καθεύδωμεν, ἀγαπητοί· οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, οὐδὲ τρυφῶντας καὶ μαλακιζομένους.
20Ἀγαπητὸν γὰρ κατατεινομένους καὶ ὑπωπιάζοντας τὸ σῶμα, καὶ μυρία ὑπομένοντας ἐπίπονα, δυνηθῆναι τυχεῖν τῶν ἀγαθῶν ἐκείνων. Ἢ οὐχ ὁρᾶτε τουτὶ τὸ μέσον τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ὅσον ἐστὶ, καὶ ἡλί‐ κος ὁ πόλεμος ἐφέστηκε, καὶ πῶς ὀξύῤῥοπον ἄνθρω‐
25πος πρὸς τὴν κακίαν, καὶ πῶς εὐπερίστατον ἡ ἁμαρ‐ τία, καὶ ὅσαι ἐν μέσῳ παγίδες; Τί τοίνυν τοσαύτας ἐπισυρόμεθα φροντίδας ἐκτὸς τῶν φυσικῶν, καὶ πλείονα παρέχομεν ἑαυτοῖς πράγματα, καὶ μείζονα ποιοῦμεν τὰ φορτία; οὐκ ἀρκεῖ τὸ ὑπὲρ γαστρὸς
30φροντίζειν καὶ ἱματίων καὶ οἰκίας; οὐκ ἀρκεῖ ἡ μέ‐ ριμνα τῶν ἀναγκαίων; Καίτοι γε καὶ τούτων ἀπ‐ ήγαγεν ὁ Χριστὸς, λέγων· Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύ‐ σησθε. Εἰ δὲ ὑπὲρ τῆς ἀναγκαίας τροφῆς καὶ περι‐
35βολῆς μεριμνᾷν οὐ χρὴ, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέ‐ ρας, οἱ τὸν τοσοῦτον φορυτὸν ἐπεισάγοντες, καὶ κα‐ ταχωννύντες ἑαυτοὺς, πότε δυνήσονται ἀνανεῦσαι; Οὐκ ἤκουσας Παύλου λέγοντος, Οὐδεὶς στρατευόμε‐ νος ἐμπλέκεται ταῖς τοῦ βίου μερίμναις; Ἡμεῖς
40δὲ καὶ τρυφῶμεν καὶ γαστριζόμεθα καὶ μεθύομεν, καὶ ὑπὲρ μὲν τῶν ἔξω κοπτόμεθα πραγμάτων, ἐν δὲ τοῖς τοῦ οὐρανοῦ μαλακιζόμεθα. Οὐκ ἴστε ὅτι ὑπὲρ ἄνθρωπον ἡ ἐπαγγελία; Οὐκ ἔστι χαμαὶ βαδίζοντα τῶν οὐρανίων ἁψίδων ἐπιβῆναι· ἡμεῖς δὲ οὐ κατὰ
45ἄνθρωπον σπουδάζομεν ζῇν, ἀλλὰ καὶ ἀλόγων ἐγενό‐ μεθα χείρους. Οὐκ ἴστε ποίῳ παραστησόμεθα βήμα‐ τι; οὐκ ἐννοεῖτε ὅτι καὶ ῥημάτων καὶ ἐνθυμη‐ μάτων ἀπαιτούμεθα δίκας, καὶ οὐδὲ πραγμάτων φροντίζομεν; γὰρ ἐμβλέψας γυναικὶ, φησὶ, πρὸς

61

.

366

(50)

τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτήν. Ἀλλ’ ὅμως οἱ καὶ ὄψεως περιέργου λόγον ὑπέχοντες, οὐ παραιτοῦνται καὶ αὐτῇ ἐνσήπεσθαι τῇ ἁμαρτίᾳ. Ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, εἰς τὴν γέεν‐ ναν ἐμπεσεῖται· ἡμεῖς δὲ οὐδὲ τοῦ μυρίοις αὐτοὺς
55καταισχύνειν ὀνείδεσι καὶ ποικίλως ἐπιβουλεύειν ἀφ‐ ιστάμεθα. Ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν ἔχει τοῦ ἐθνικοῦ πλέον· ἡμεῖς δὲ καὶ τούτοις βασκαίνομεν.
Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν, ὑπερβῆναι τὰ365

61

.

367

παλαιὰ κελευόμενοι σκάμματα, καὶ ἐλάττονα ἐκεί‐ νου τοῦ μέτρου τὴν ἑαυτῶν πολιτείαν ὑφαίνωμεν; τίς ἡμᾶς ἐξαιρήσεται λόγος; τίς παραστήσεται καὶ βοηθήσει κολαζομένοις; Οὐκ ἔστιν οὐδεὶς, ἀλλ’ ἀνάγ‐
5κη πᾶσα οἰμώζοντας, ὀδυρομένους, βρύχοντας τοὺς ὀδόντας, στρεβλουμένους εἰς τὸ σκότος ἀπάγεσθαι τὸ ἀφεγγὲς ἐκεῖνο, εἰς τὰς ἀπαραιτήτους ὀδύνας, εἰς τὰς ἀνηκέστους τιμωρίας. Διὸ δέομαι καὶ παρακαλῶ, καὶ αὐτῶν ἅπτομαι τῶν γονάτων, ἕως ἂν ἔχωμεν τὸ
10μικρὸν τοῦτο τῆς ζωῆς ἐφόδιον, κατανυγῆναι τοῖς εἰ‐ ρημένοις, ἐπιστραφῆναι, βελτίους γενέσθαι, ἵνα μὴ κατὰ τὸν πλούσιον ἐκεῖνον ἀνήνυτα ἐκεῖ θρηνῶμεν ἀπελθόντες, καὶ ἀνίατα λοιπὸν ὀδυρώμεθα. Κἂν γὰρ πατέρα ἔχῃς, κἂν υἱὸν, κἂν φίλον, κἂν ὁντιναοῦν
15παῤῥησίαν ἔχοντα πρὸς τὸν Θεὸν, οὐδείς σέ ποτεColumn end

61

.

368

ἐξαιρήσεται τούτων ὑπὸ τῶν οἰκείων ἔργων προδιδό‐ μενον. Τοιοῦτον γὰρ ἐκεῖνο τὸ δικαστήριον· ἀπὸ τῶν πράξεων δικάζει μόνων, καὶ ἄλλως ἐκεῖ σωθῆναι οὐκ ἔνι. Καὶ ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, οὐδ’ ἵνα
5εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ’ ἵνα μὴ ματαίαις μηδὲ ψυχραῖς ἐλπίσι τρεφόμενοι, καὶ εἰς τὸν δεῖνα θαῤ‐ ῥοῦντες, τῆς καθ’ ἑαυτοὺς ἀμελήσωμεν ἀρετῆς. Ἂν μὲν γὰρ ῥᾳθυμήσωμεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδεὶς ἡμῖν παραστήσεται· ἂν δὲ
10σπουδάσωμεν, ἀρκοῦσαν τὴν ἀπὸ τῶν ἔργων συν‐ ηγορίαν ἔχοντες, μετὰ παῤῥησίας ἀπολαυσόμεθα καὶ τῶν ἀγαθῶν τῶν ἀποκειμένων τοῖς τὸν Θεὸν ἀγαπῶ‐
σιν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.Column end

61

.

367

(16)

ΟΜΙΛΙΑ ΜΓʹ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.
20 αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικώτερον ἐμβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν χωρεῖ, περὶ ἐλεημοσύνης ποιούμενος λόγον. Ἀλλὰ περὶ τούτου μόνου διαλεχθεὶς, ἀπαλλάττεται· καίτοι γε οὐδαμοῦ
25τοῦτο ἐποίησεν, ἀλλὰ περὶ ἐλεημοσύνης, καὶ περὶ σωφροσύνης, καὶ περὶ πραότητος, καὶ περὶ μακροθυμίας, καὶ περὶ τῶν ἄλλων ἁπάντων διαλέ‐ γεται ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τελευτῶν. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τοῦ ἠθικοῦ τοῦτο μόνον γυμνάζει τὸ
30μέρος; Ὅτι καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ πλείονα ἠθικώτερα ἦν, δι’ ὧν τὸν πόρνον ἐκόλασε, δι’ ὧν τοὺς ἔξω δικαζομένους ἐσωφρόνιζε, δι’ ὧν τοὺς με‐ θύοντας καὶ γαστριζομένους ἐφόβησε, δι’ ὧν τοὺς στασιάζοντας καὶ φιλονεικοῦντας καὶ φιλαρχοῦντας
35κατεδίκασε, δι’ ὧν τοὺς ἀναξίως τοῖς μυστηρίοις προσιόντας τῇ ἀφορήτῳ δίκῃ ἐκείνῃ παρέδωκε, δι’ ὧν περὶ ἀγάπης διελέχθη. Διὰ δὴ τοῦτο, οὗ μάλιστα αὐ‐ τῷ ἔδει τῆς εἰς τοὺς ἁγίους ἐπικουρίας, τούτου μέ‐ μνηται μόνου. Καὶ θέα τὴν σύνεσιν· ὅτε αὐτοὺς περὶ
40ἀναστάσεως ἔπεισε, καὶ προθυμοτέρους ἐποίησε, τότε λοιπὸν καὶ περὶ τούτου διαλέγεται. Καίτοι γε καὶ ὑπὲρ τούτων διελέχθη πρὸς αὐτοὺς ἔμπροσθεν, ὅτε ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείρα‐ μεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
45καὶ, Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἀλλ’ ἐπειδὴ ᾔδει τοῦ κατορθώ‐ ματος τὸ μέγεθος, οὐ παραιτεῖται καὶ τῷ τέλει τῆς Ἐπιστολῆς αὐτὸ προσθεῖναι. Λογίαν δὲ τὴν συλλογὴν καλεῖ, ἐκ προοιμίων εὐθέως κοῦφον τὸ πρᾶγμα

61

.

367

(50)

ποιῶν· ὅταν γὰρ ἐξ ἁπάντων συνεισφέρηται, ἑκάστῳ κοῦφον γίνεται τὸ ἐπίταγμα. Εἰπὼν δὲ περὶ τῆς συλ‐ λογῆς, οὐκ εὐθέως εἶπεν, ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων· καίτοι γε τὸ ἀκόλουθον τοῦτο ἦν· ἀλλὰ πρῶτον εἰπὼν, Καθὼς διέταξα ταῖς Ἐκ‐
55κλησίαις τῆς Γαλατίας, τότε τοῦτο ἐπήγαγεν, εἰς ζῆλον αὐτοὺς τῇ διηγήσει τῶν ἑτέροις κατορθουμέ‐ νων ἄγων, καὶ ἐν τάξει διηγήματος αὐτὸ θείς· ὃ καὶ
Ῥωμαίοις ἐπιστέλλων ἐποίησε. Καὶ γὰρ ἐκείνοις δο‐Column end

61

.

368

(17)

κῶν διηγεῖσθαι τὴν πρόφασιν τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἀποδημίας, οὕτω τὸν περὶ ἐλεημοσύνης ἐμβάλλει λό‐ γον, λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα
20διακονῶν τοῖς ἁγίοις. Εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Ἀλλ’ ἐκείνους μὲν διὰ Μακε‐ δόνων καὶ Κορινθίων, τούτους δὲ διὰ Γαλατῶν προ‐ τρέπει. Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλη‐
25σίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆ‐ ναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, Διέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παρ‐ άγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ’ ὁλόκληρον
30ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυρια‐
35κὴν, ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρί‐ ζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ και‐ ροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα
40ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέ‐ ρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπι‐ τήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ’ ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα
45πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυ‐ στηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανά‐ των πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν

61

.

368

(50)

γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ’ ἑαυ‐ τῷ τιθέτω θησαυρίζων. Οὐκ εἶπεν, Εἰς τὴν ἐκκλη‐ σίαν φερέτω, ἵνα μὴ διὰ τὸ μικρὸν αἰσχύνωνται, ἀλλὰ ταῖς κατ’ ὀλίγον συναγωγαῖς αὐξήσας τὴν εἰσ‐ φορὰν, τότε δεικνύτω ἐμοῦ παραγενομένου. Τέως δὲ
55παρὰ σαυτῷ τίθει, φησὶ, καὶ ποίησόν σου τὴν οἰκίαν ἐκκλησίαν, τὸ κιβώτιον γαζοφυλάκιον· γενοῦ φύλαξ χρημάτων ἱερῶν, αὐτοχειροτόνητος οἰκονόμος πενή‐
των. Ἡ φιλανθρωπία ταύτην σοι δίδωσι τὴν ἱερω‐367

61

.

369

σύνην. Τούτου σύμβολόν ἐστι καὶ τὸ γαζοφυλάκιον νῦν. Ἀλλὰ τὸ μὲν σύμβολον μένει, τὸ δὲ ἔργον οὐ‐ δαμοῦ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν συνεδρευόντων πάλιν ἡμῖν ἐγκαλέσουσιν, ὅταν ὑπὲρ τούτων διαλε‐
5γώμεθα λέγοντες· Μὴ, παρακαλῶ, μὴ γίνου φορτι‐ κὸς καὶ ἐπαχθὴς τοῖς ἀκούουσιν· ἐπίτρεψον τῇ προ‐ αιρέσει, δὸς τῇ γνώμῃ τῶν ἀκουόντων· ὡς νῦν γε καταισχύνεις ἡμᾶς, ἐρυθριᾷν ποιεῖς· ἀλλ’ οὐκ ἀν‐ έχομαι τούτων τῶν λόγων. Οὐδὲ γὰρ Παῦλος ᾐσχύνετο
10ὑπὲρ τοιούτων συνεχῶς ἐνοχλῶν, καὶ προσαιτούντων φθεγγόμενος ῥήματα. Εἰ μὲν γὰρ τοῦτο ἔλεγον, ὅτι Ἐμοὶ δὸς καὶ εἰς τὴν ἐμὴν κατάθες οἰκίαν, ἴσως ἂν αἰσχύνης ἦν τὸ λεγόμενον· μᾶλλον δὲ οὐδὲ τότε· Οἱ γὰρ τῷ θυσιαστηρίῳ, φησὶ, προσεδρεύοντες, τῷ
15θυσιαστηρίῳ συμμερίζονται. βʹ. Πλὴν ἀλλ’ ἴσως ἄν τις ἐπετίμησεν, ὡς ὑπὲρ ἑαυ‐ τοῦ ποιουμένῳ τὸν λόγον· νῦν δὲ ὑπὲρ τῶν δεομένων τὴν ἱκετηρίαν τίθημι, μᾶλλον δὲ οὐχ ὑπὲρ τῶν δεομέ‐ νων, ἀλλ’ ὑπὲρ ὑμῶν τῶν παρεχόντων· διὸ καὶ παῤ‐
20ῥησιάζομαι. Ποία γὰρ αἰσχύνη εἰπεῖν, Δὸς τῷ Κυρίῳ πεινῶντι, ἔνδυσον αὐτὸν γυμνὸν περιιόντα, ὑπόδεξαι ξένον ὄντα; Ὁ Δεσπότης σου οὐκ αἰσχύνεται ἐπὶ τῆς οἰκουμένης ταῦτα λέγων· Ἐπείνασα, καὶ οὐκ ἐδώ‐ κατέ μοι φαγεῖν· ὁ ἀνενδεὴς καὶ μηδενὸς χρῄζων·
25καὶ ἐγὼ αἰσχυνοῦμαι καὶ ὀκνήσω; Ἄπαγε· διαβο‐ λικῆς ἐπιβουλῆς αὕτη ἡ αἰσχύνη. Οὐ τοίνυν αἰσχυν‐ θήσομαι, ἀλλὰ καὶ μετὰ παῤῥησίας ἐρῶ· Δότε τοῖς δεομένοις, καὶ μετὰ πλείονος, ἢ οἱ δεόμενοι, φωνῆς. Εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ ἐλέγξαι, ὅτι ταῦτα λέ‐
30γοντες, πρὸς ἑαυτοὺς ὑμᾶς ἕλκομεν, καὶ προσχήματι τῶν πενήτων αὐτοὶ κερδαίνομεν, οὐκ αἰσχύνης ἄξια ταῦτα μόνον, ἀλλὰ καὶ μυρίων κεραυνῶν, καὶ οὐδὲ ζῇν ἄξιον τοὺς τὰ τοιαῦτα ποιοῦντας· εἰ δὲ τῇ τοῦ Θεοῦ χάριτι οὐδὲν ὑπὲρ ἑαυτῶν ἐνοχλοῦμεν, ἀλλ’
35ἀδάπανον ὑμῖν τὸ Εὐαγγέλιον ἐθήκαμεν, πονοῦντες μὲν οὐδαμῶς καθάπερ Παῦλος, τοῖς δὲ οἰκείοις ἀρκούμενοι, μετὰ παῤῥησίας πάσης ἐρῶ· Δότε τοῖς δεομένοις, καὶ οὐ παύσομαι τοῦτο λέγων, καὶ μὴ διδόντων ἔσομαι χαλεπὸς κατήγορος. Καὶ γὰρ εἰ
40στρατηγὸς ἤμην καὶ στρατιώτας εἶχον, οὐκ ἂν ᾐσχύνθην τοῖς στρατιώταις τροφὰς αἰτῶν. Σφόδρα γὰρ ἐρῶ τῆς σωτηρίας τῆς ὑμετέρας. Ἀλλ’ ἵνα καὶ ἐνεργέστερος ὁ λόγος γένηται καὶ δραστήριος μᾶλ‐ λον, Παῦλον παραστάτην λαβὼν, μετ’ ἐκείνου δια‐
45λέξομαι λέγων· Ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Σκόπει γὰρ αὐτοῦ κἀντεῦθεν τὸ ἀνεπαχθές· οὐκ εἶπε, Τοσόνδε ἢ το‐ σόνδε, ἀλλ’ Ὅ τι ἂν εὐοδῶται. εἴτε πολὺ, εἴτε ὀλί‐ γον· καὶ οὐκ εἶπεν, Ὅ τι ἄν τις κερδάνῃ, ἀλλ’, Ὅ τι

61

.

369

(50)

ἂν εὐοδωθῇ, δεικνὺς ὅτι παρὰ τοῦ Θεοῦ ἡ χορηγία. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ μὴ ἑνὶ χρόνῳ τὸ πᾶν κελεῦσαι καταβαλεῖν, ῥᾳδίαν ποιεῖ τὴν συμβουλήν· τῷ γὰρ κατὰ μικρὸν συλλέγεσθαι ἀνεπαίσθητος ἡ λειτουργία καὶ ἡ δαπάνη. Διὰ δὴ τοῦτο οὐδὲ εὐθέως
55κελεύει εἰς μέσον ἀγαγεῖν, ἀλλὰ πολλὴν δίδωσι τὴν προθεσμίαν, καὶ τὴν αἰτίαν τιθείς φησιν· Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Τουτέστιν, Ἵνα μὴ ἐν τῷ καιρῷ τῆς εἰσφορᾶς, τότε ἀναγκάζησθε συλλέγειν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτοὺς πάλιν
60προέτρεψεν· ἡ γὰρ προσδοκία Παύλου προθυμοτέρουςColumn end

61

.

370

αὐτοὺς ἐποίει. Ὅταν δὲ ἔλθω, οὓς ἐὰν δοκιμά‐ σητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’, Οὓς ἐὰν ὑμεῖς δοκιμάσητε,
5οὓς ἐὰν ἕλησθε, ὥστε ἀνύποπτον ποιῆσαι τὴν λει‐ τουργίαν. Διὸ αὐτῶν ποιεῖται τὴν ψῆφον τῆς τῶν ἀποκομιζόντων αἱρέσεως. Οὐ γὰρ δήπου φησίν· Ἡ μὲν εἰσφορὰ ὑμῶν, ἡ δὲ ἐξουσία τῆς ἐκλογῆς τῶν ἀποκομιζόντων, οὐχ ὑμῶν. Εἶτα ἵνα μὴ αὐτοῖς ἀπο‐
10λιμπάνεσθαι δόξῃ, τὰ γράμματα προστίθησι, λέγων· Οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν πέμψω. Ὡς ἂν εἰ ἔλεγεν, ὅτι Κἀγὼ συνέσομαι αὐτοῖς, καὶ κοι‐ νωνήσω τῆς λειτουργίας διὰ τῶν γραμμάτων. Καὶ οὐκ εἶπε, Τούτους πέμψω ἀπενεγκεῖν τὴν ἐλεημο‐
15σύνην ὑμῶν, ἀλλὰ, Τὴν χάριν ὑμῶν, ἵνα δείξῃ μεγάλα ἐργαζομένους, ἵνα δείξῃ αὐτοὺς κερδαίνοντας. Ἀλ‐ λαχοῦ δὲ καὶ εὐλογίαν καὶ κοινωνίαν καλεῖ· τὸ μὲν, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, τὸ δὲ, ἵνα μὴ ἐπάρῃ· οὐδαμοῦ μέντοι γε ἐλεημοσύνην ὠνόμασεν. Ἐὰν δὲ
20ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύ‐ σονται. Ἐνταῦθα πάλιν εἰς δαψίλειαν αὐτοὺς προ‐ τρέπει. Ἐὰν γὰρ τοσοῦτον ᾖ, φησὶν, ὡς καὶ τῆς ἐμῆς δεῖσθαι παρουσίας, οὐδὲ τοῦτο παραιτήσομαι. Ἀλλ’ εὐθέως μὲν τοῦτο οὐκ ἐπηγγείλατο, οὐδὲ εἶπεν,
25Ἐπειδὰν παραγένωμαι, ἐγὼ ἀποκομίζω· οὐδὲ γὰρ ἂν οὕτως αὐτὸ ηὔξησεν, εἰ ἐξ ἀρχῆς αὐτὸ τέθεικεν· ὕστερον μέντοι καλῶς καὶ εὐκαίρως αὐτὸ προστίθησι. Διὰ δὴ τοῦτο οὐκ εὐθέως ὑπέσχετο, οὔτε καθ‐ άπαξ αὐτὸ ἀπεσιώπησεν, ἀλλ’ εἰπὼν, ὅτι Πέμψω,
30τότε καὶ ἑαυτὸν προστίθησι. Καὶ ἐνταῦθα δὲ πάλιν κυρίους αὐτοὺς ἐποίησεν ἐν τῷ εἰπεῖν· Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι· τοῦτο δὲ ἐπ’ ἐκείνοις ἔκειτο, τὸ πολὺ ποιῆσαι τὸ συλλεγόμενον, καὶ τοσοῦ‐ τον, ὡς δυσωπῆσαι καὶ αὐτὸν ἀναστῆναι. Ἐλεύ‐
35σομαι δὲ πρὸς ὑμᾶς, φησὶν, ὅταν Μακεδονίαν διέλθω. Εἶπε καὶ ἀνωτέρω τοῦτο, ἀλλὰ τότε μὲν μετὰ θυμοῦ· προσέθηκε γοῦν· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα‐ μιν· ἐνταῦθα δὲ προσηνέστερον, ἵνα καὶ ποθήσωσιν
40αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἵνα μὴ λέγωσι· Τί οὖν Μακεδόνας ἡμῶν προτιμᾷς; οὐκ εἶπεν, Ἐπειδὰν ἀπέλθω, ἀλλ’, Ἐπειδὰν διέλθω Μακεδονίαν. Μα‐ κεδονίαν γὰρ διελεύσομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν Παραμενῶ, ἢ καὶ παραχειμάσω. Οὐδὲ γὰρ ὁδοῦ
45βούλομαι ποιήσασθαι πάρεργον ὑμᾶς, ἀλλ’ ἐνδιατρί‐ ψαι καὶ παραμεῖναι. Ὅτε γὰρ ταῦτα ἐπέστελλεν, ἐν Ἐφέσῳ ἦν, χειμῶνος ὄντος. Λέγει τοίνυν, ὅτι Ἕως Πεντηκοστῆς ἐν Ἐφέσῳ ἐπιμενῶ· μετὰ δὲ ταῦτα ἀπελεύσομαι εἰς Μακεδονίαν, καὶ διελθὼν αὐτὴν,

61

.

370

(50)

ἥξω πρὸς ὑμᾶς τοῦ θέρους· πολλάκις δὲ καὶ τὸν χειμῶνα πρὸς ὑμᾶς ποιήσω. γʹ. Τίνος δὲ ἕνεκεν εἶπε, Τυχὸν, καὶ οὐκ ἀπεφή‐ νατο; Ὅτι οὐ πάντα προῄδει Παῦλος, καὶ συμφερόν‐ τως. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται, ἵνα, κἂν μὴ
55γένηται, ἔχῃ καταφυγὴν, τότε ἀδιορίστως προειπεῖν, καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν, ὅπουπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ
ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως369

61

.

371

ἕνεκεν ἀπολογούμενος, καὶ λέγων· Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ. Ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Καὶ τοῦτο ἀγάπης καὶ φιλοστοργίας
5πολλῆς. Οὐ θέλω γὰρ ἄρτι ὑμᾶς ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γάρ τινα χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐνδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνον‐ τας φοβῶν, οὐ μὴν ἐκκεκαλυμμένως, ἀλλὰ προσχή‐
10ματι φιλίας. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεν‐ τηκοστῆς. Εἰκότως ἀκριβῶς αὐτοῖς ἅπαντα λέγει, καθάπερ φίλοις δηλῶν. Καὶ γὰρ τοῦτο φιλίας, τὸ τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν οὐ παρεγένετο, δι’ ἣν μέλλει, καὶ ποῦ διατρίβει. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη
15καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Καὶ εἰ με‐ γάλη, πῶς ἀντικείμενοι; Δι’ αὐτὸ μὲν τοῦτο οἱ ἀντι‐ κείμενοι πολλοὶ, ἐπειδὴ μεγάλη ἡ πίστις, ἐπειδὴ με‐ γάλη καὶ εὐρεῖα ἡ εἴσοδος. Τί δέ ἐστιν, Θύρα μεγάλη; Πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι,
20πολλοὶ ἕτοιμοι προσελθεῖν καὶ ἐπιστρέψαι· εὐρύ‐ χωρός μοι ἡ εἴσοδος, ἀκμαζούσης λοιπὸν τῆς τῶν προσιόντων διανοίας εἰς τὴν τῆς πίστεως ὑπ‐ ακοήν. Διὰ τοῦτο σφοδρῶς ὁ διάβολος ἔπνει, ἐπειδὴ πολλοὺς ἑώρα ἀφισταμένους αὐτοῦ. Διὸ δὴ καὶ ἀμφο‐
25τέρων ἕνεκεν μεῖναι ἐχρῆν, καὶ ἐπειδὴ μέγα τὸ κέρ‐ δος, καὶ ὅτι πολὺς ὁ ἀγών. Καὶ τούτῳ δὲ αὐτοὺς παρεθάῤῥυνε τῷ εἰπεῖν, ὅτι πανταχοῦ λοιπὸν ὁ λόγος ἐνεργεῖται, καὶ βλαστάνει ῥᾳδίως. Εἰ δὲ πολλοὶ οἱ ἐπιβουλεύοντες, καὶ τοῦτο σημεῖον τῆς τοῦ Εὐαγ‐
30γελίου προκοπῆς. Οὐδέποτε γὰρ ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀγριαίνει, ἀλλ’ ἢ ὅταν πολλὰ τῶν σκευῶν αὐ‐ τοῦ ἁρπαζόμενα ἴδῃ. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι μέγα καὶ γενναῖον ἐργάσασθαι βουληθῶμεν, μὴ τοῦτο σκο‐ πῶμεν, ὅτι πολὺν ἔχει πόνον, ἀλλ’ εἰς τὸ κέρδος βλέ‐
35πωμεν. Ὅρα γοῦν καὶ Παῦλον οὐ διὰ τοῦτο ὀκνοῦντα, οὐ διὰ τοῦτο ἀναδυόμενον, ἐπειδὴ ἀντικείμενοι πολ‐ λοὶ, ἀλλ’, ἐπειδὴ μεγάλη ἦν ἡ θύρα, ἐπικείμενον καὶ παραμένοντα. Καὶ γὰρ, ὅπερ ἔφην, σημεῖον τοῦτο ἦν τοῦ γυμνοῦσθαι τὸν διάβολον. Οὐδὲ γὰρ ἔστι, μικρὰ
40καὶ φαῦλα πράξαντας, παροξῦναι τὸ πονηρὸν θηρίον ἐκεῖνο. Ὥστε ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορ‐ θοῦντα, καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς. Τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς, ἔμελλεν ἡσυχάζειν καὶ πράως
45φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυ‐ μάζειν χρή. Καὶ γὰρ ὄφεως παντὸς χαλεπώτερον ἕρπει ὁ διάβολος πᾶσιν ἐπιπηδῶν, καὶ ὥσπερ σκορ‐ πίος τὸ κέντρον ἄρας. διανίσταται. Μὴ δὴ τοῦτο ὑμᾶς

61

.

371

(50)

θορυβείτω· καὶ γὰρ τὸν ἐκ πολέμου καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν
55δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφα‐ νωθῇ, ἵνα πλείονα πληγὴν λάβῃ ἐκεῖνος. Ὅταν γὰρ
60μετὰ τὸ ἀγαθὰ ποιεῖν καὶ δεινὰ πάσχων εὐχαριστῇColumn end

61

.

372

διαπαντὸς, πλήττεται ὁ διάβολος. Μέγα μὲν γὰρ, καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον τὸ δεινὰ πά‐ σχοντα, μὴ ἀφίστασθαι τῆς καλῆς ταύτης ἐργασίας.
5Οὗτός ἐστιν ὁ διὰ τὸν Θεὸν μάλιστα ταῦτα ποιῶν. Ὥστε κἂν κινδυνεύωμεν, ἀγαπητοὶ, κἂν ὁτιοῦν πάσχωμεν, μετὰ πλείονος ἐχώμεθα τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Οὐδὲ γὰρ οὗτος ὁ τῆς ἀντι‐ δόσεως καιρός. Μὴ τοίνυν ἐνταῦθα ἀπαιτῶμεν τοὺς
10στεφάνους, ἵνα μὴ ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλατ‐ τώσωμεν ἡμῶν τὴν ἀμοιβήν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν οἱ μὲν ἑαυτοὺς τρέφοντες καὶ ἐργαζόμενοι, μείζονα τὸν μισθὸν λαμβάνουσιν, οἱ δὲ παρὰ τοῖς μι‐ σθωσαμένοις τρεφόμενοι, ὑποτέμνονται τοῦ μισθοῦ
15οὐ μικρὸν μέρος· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ὁ μὲν μυρία ποιῶν ἀγαθὰ καὶ μυρία πάσχων κακὰ, ἀκέραιον ἔχει τὸν μισθὸν, καὶ πολὺ πλείονα τὴν ἀμοιβὴν, οὐχ ὑπὲρ τῶν ἀγαθῶν ὧν ἐποίησε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν κακῶν ὧν ἔπαθεν· ὁ δὲ ἀνέσεως
20ἐνταῦθα ἀπολαύων καὶ τρυφῆς, οὐχ οὕτως ἔχει λαμ‐ προὺς τοὺς στεφάνους ἐκεῖ. Μὴ τοίνυν ἐνταῦθα ζη‐ τῶμεν τὴν ἀντίδοσιν, ἀλλὰ τότε μάλιστα χαίρωμεν, ὅταν κατορθοῦντες πάσχωμεν κακῶς. Οὐ γὰρ τὸν ἐκ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τὸν τῶν πει‐
25ρασμῶν μισθὸν ἡμῖν ὁ Θεὸς ἐκεῖ ταμιεύεται. δʹ. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἔστωσαν δύο πλούσιοι ἐλεήμονες, καὶ διδότωσαν πένησιν· εἶτα ὁ μὲν ἐπὶ τῷ πλούτῳ μενέτω, καὶ πάσης εὐημερίας ἀπολαυέτω· ὁ δὲ εἰς πενίαν πιπτέτω καὶ νόσους καὶ
30συμφορὰς, καὶ χάριν ἐχέτω τῷ Θεῷ. Τούτων τοίνυν ἀπελθόντων ἐκεῖ, τίς μείζονα λήψεται τὸν μισθόν; οὐκ εὔδηλον ὅτι ὁ νοσῶν καὶ ταλαιπωρούμενος, ὅτι καὶ εὖ ποιῶν καὶ πάσχων κακῶς οὐδὲν ἔπαθεν ἀνθρώπι‐ νον; Παντί που δῆλον. Καὶ γὰρ οὗτός ἐστιν ὁ ἀνδριὰς
35ὁ ἀδαμάντινος, οὗτος ὁ εὐγνώμων οἰκέτης. Εἰ δὲ οὐ δι’ ἐλπίδα βασιλείας δεῖ τι ποιεῖν ἀγαθὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν, ὃ πάσης βασιλείας μεῖζόν ἐστι· τίνος ἄξιός ἐστιν ὁ διὰ τὸ μὴ λαβεῖν ἐνταῦθα τὴν ἀντίδοσιν ἀργότερος περὶ τὴν ἀρετὴν γινόμενος; Μὴ τοίνυν
40θορυβώμεθα, ὅταν ἴδωμεν, ὅτι ὁ δεῖνα χήρας καλῶν, καὶ δοχὰς συνεχεῖς ἐργαζόμενος, ἀπώλεσε τὴν οἰκίαν ἐμπρησθεῖσαν, ἢ ἑτέραν τινὰ τοιαύτην ὑπέμεινε συμφοράν· καὶ γὰρ διὰ τοῦτο λήψεται τὸν μισθόν· ἐπεὶ καὶ ὁ Ἰὼβ οὐχ οὕτως ἐπὶ ταῖς ἐλεημοσύναις
45ἐθαυμάζετο, ὡς ἐφ’ οἷς ἔπαθε μετὰ ταῦτα. Διὰ τοῦτο καὶ οἱ φίλοι ἐξευτελίζονται οἱ τούτου, καὶ οὐδενὸς ἄξιοι λόγου νομίζονται εἶναι, ὅτι τὰς παρούσας ἐζή‐ τουν ἀντιδόσεις, καὶ ἀπὸ τούτων τοῦ δικαίου κατεψη‐ φίζοντο. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀμοιβὴν,

61

.

372

(50)

πένητες καὶ πτωχοὶ γενόμενοι. Καὶ γὰρ ἐσχάτης τοῦτο εὐτελείας, οὐρανοῦ προκειμένου, καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν, τὰ ἐνταῦθα περισκοπεῖν. Μὴ δὴ οὕτω ποιῶμεν· ἀλλ’ ὅπερ ἂν ἐπέλθῃ τῶν ἀδοκήτων ἐπιτα‐ γμάτων, ἡμεῖς ἐχώμεθα τοῦ Θεοῦ διηνεκῶς, καὶ πει‐
55θώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ κιβώτιον πενήτων ποιῶμεν ἐπὶ τῆς οἰκίας, καὶ παρὰ τὸν τόπον, ὃν ἕστηκας εὐχόμενος, ἐκεῖ κείσθω, καὶ ὁσάκις ἂν εἰσ‐ έλθῃς εὔξασθαι, κατάθες πρῶτον τὴν ἐλεημοσύνην, καὶ τότε ἀνάπεμπε εὐχήν· καὶ ὥσπερ οὐκ ἂν ἕλοιο
60χερσὶν ἀνίπτοις εὔξασθαι οὕτω μηδὲ ἐλεημοσύνης χω‐371

61

.

373

ρίς. Καὶ γὰρ τοῦ Εὐαγγέλιον κρέμασθαι παρὰ τὴν κλίνην οὐκ ἔλαττον τὸ ἐλεημοσύνην κεῖσθαι. Εὐαγγέ‐ λιον μὲν γὰρ ἐὰν κρεμάσῃς μηδὲν ποιῶν, οὐδὲν τοσοῦτον ὠφεληθήσῃ· τοῦτο δὲ ἔχων τὸ κιβώτιον,
5ὅπλον ἔχεις κατὰ τοῦ διαβόλου, τὴν εὐχὴν ὑπόπτερον ποιεῖς, ἁγίαν κατασκευάζεις τὴν οἰκίαν, τροφὰς ἔν‐ δον ἔχων ἀποκειμένας τοῦ βασιλέως. Παρὰ τοῦτο καὶ ἡ κλίνη κείσθω τὸ κιβώτιον, καὶ ἀφαντασία‐ στος ἔσται ἡ νύξ· μόνον μηδὲν ἐξ ἀδικίας ἐκεῖ
10βαλλέσθω. Ἐλεημοσύνη γὰρ τὸ πρᾶγμά ἐστιν· ἐλεη‐ μοσύνην δὲ ἀπὸ ὠμότητος οὐκ ἔνι βλαστῆσαί ποτε. Βούλεσθε καὶ τὰς ἀφορμὰς, ὅθεν δεῖ καταβάλλειν, εἴπω, ὥστε καὶ ταύτῃ ποιῆσαι εὔκολον τὴν τοιαύτην φοράν; Ὁ χειροτέχνης, οἷον ὁ ὑποδηματοῤῥάφος, ἢ ὁ
15σκυτοτόμος, ἢ ὁ χαλκοτύπος, ἢ ἕτερος ὁστισοῦν δη‐ μιουργὸς, ἐπειδὰν πωλήσῃ τι τῶν ἀπὸ τῆς τέχνης, ἀπαρχέσθω τῆς τιμῆς τῷ Θεῷ, καταβαλλέτω μικρὸν μέρος αὐτόθι, καὶ μεριζέσθω πρὸς τὸν Θεὸν ἐξ ἐλάτ‐ τονος μοίρας. Οὐδὲ γὰρ μέγα τι αἰτῶ, ἀλλὰ τοσοῦτον
20ὅσον Ἰουδαίων οἱ νήπιοι, καὶ μυρίων γέμοντες κακῶν,Column end

61

.

374

τοσοῦτον οἱ τὸν οὐρανὸν προσδοκῶντες ἡμεῖς βάλλω‐ μεν. Ταῦτα δὲ οὐ νομοθετῶν, οὐδὲ κωλύων τὸ πλέον λέγω, ἀλλ’ ἀξιῶν μὴ ἔλαττον τῆς δεκάτης μοίρας καταθεῖναι. Τοῦτο δὲ μὴ πωλῶν μόνον, ἀλλὰ καὶ ἀγο‐
5ράζων ποίει. Τοῦτον καὶ οἱ τοὺς ἀγροὺς κεκτημένοι τηρείτωσαν τὸν νόμον ἐν ταῖς προσόδοις· τοῦτον πάν‐ τες οἱ τοὺς δικαίους συλλέγοντες πόρους. Πρὸς γὰρ τοὺς τόκους ἀπαιτοῦντας οὐδείς μοι λόγος, οὐδὲ πρὸς στρατιώτας διασείοντας ἄλλους, καὶ πραγματευομέ‐
10νους ἀλλοτρίας συμφοράς· οὐδὲν γὰρ ἐκεῖθεν βούλε‐ ται δέχεσθαι ὁ Θεός· ἀλλὰ πρὸς τοὺς ἐκ δικαίων πό‐ νων συλλέγοντας τὰ ὄντα, ταῦτα λέγω. Καὶ γὰρ ἐὰν ἐν τοιαύτῃ συνηθείᾳ καταστήσωμεν ἑαυτοὺς, ὑπὸ τοῦ συνειδότος κεντούμεθα λοιπὸν, ἄν ποτε τοῦτον ἀπολί‐
15πωμεν τὸν νόμον, καὶ οὐδὲ βαρὺ λοιπὸν τὸ πρᾶγμα ἡγησόμεθα, καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα ἥξομεν, καὶ μελετήσαντες χρημάτων καταφρονεῖν, καὶ τὴν ῥίζαν τῶν κακῶν ἀνασπάσαντες, τόν τε ἐνταῦθα μετὰ ἀδείας βιωσόμεθα βίον, καὶ τῆς μελλούσης τευξόμεθα
20ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ
ἑξῆς.Column end

61

.

373

(22)

ΟΜΙΛΙΑ ΜΔʹ. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
25 αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παράκλησιν ταύτην· ἀλλ’ οὐ Τιμοθέου ἕνεκεν τοῦτο εἴρηται, ἀλλὰ τῶν ἀκουόντων, ἵνα μὴ διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἑαυτοὺς καταβλάψωσιν· ἐκεῖνος μὲν γὰρ ἀεὶ πρὸς κινδύνους ἦν παρεμβεβλη‐
30μένος. Ὡς γὰρ πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ, φησίν. Ἀλλ’ ἵνα μὴ ἀπὸ τῆς εἰς τὸν μαθητὴν θρασύτητος, καὶ εἰς τὸν διδάσκαλον προ‐ έλθωσι καὶ χείρους γένωνται, πόῤῥωθεν αὐτοὺς κατα‐ στέλλει, λέγων· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς·
35τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξανιστᾶται τῶν ἀπ‐ εγνωσμένων ἐκείνων. Καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾷν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλε· καὶ γὰρ ἐπηγγείλατο δι’ αὐτὸ τοῦτο πέμπειν αὐτόν. Ἔπεμψα γὰρ Τιμόθεον ὑμῖν, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς
40ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ἵν’ οὖν μὴ εὐγενείᾳ καὶ πλούτῳ καὶ τῇ τοῦ δήμου συστάσει καὶ τῇ ἔξωθεν σοφίᾳ θαῤῥοῦντες ἐπίθωνται καὶ διαπτύωσι καὶ ἐπι‐ βουλεύσωσιν, ἀλγοῦντες τοῖς ἐλέγχοις τοῖς παρ’ αὐ‐
45τοῦ, ἢ ὑπὲρ ὧν ὁ διδάσκαλος ἐπετίμησε, δίκην αὐτὸν ἀπαιτήσωσιν ἐκεῖνον ἀμυνόμενοι, διὰ τοῦτό φησιν· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Μὴ γάρ μοι τοὺς ἔξωθεν εἴπῃς τοὺς Ἕλληνας καὶ ἀπίστους· τὰ παρ’ ὑμῶν ἀπαιτῶ, ὑπὲρ ὧν καὶ ἡ Ἐπιστολὴ ἅπασα συν‐

61

.

373

(50)

ετέθη, οὓς καὶ ἐν ἀρχῇ καὶ προοιμίοις ἐφόβησε. Διὰ τοῦτο εἶπε· Πρὸς ὑμᾶς. Εἶτα ἀπὸ τῆς διακονίας ἀξιό‐ πιστον αὐτὸν ποιεῖ λέγων· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, φησὶν, εἰ μὴ πλού‐ σιος, εἰ μὴ εὐπαίδευτος, μηδὲ πρεσβύτης, ἀλλὰ τί
55ἐπιτέτακται καὶ ἀνύει· Τὸ γὰρ ἔργον Κυρίου ἐργά‐ ζεται. Τοῦτο δὲ ἀντὶ πάσης αὐτῷ καὶ εὐγενείας καὶ πλούτου καὶ ἡλικίας καὶ σοφίας ἀπόχρη. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προσέθηκε· Καθὼς καὶ ἐγώ·
καὶ ἀνωτέρω, Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶColumn end

61

.

374

(23)

πιστὸν ἐν Κυρίῳ· αὐτὸς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. Ἐπεὶ οὖν καὶ νέος ἦν,
25καὶ μόνος ἐνεχειρίσθη τοσούτου δήμου διόρθωσιν, ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν, εἰκότως ἐπ‐ άγει· Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Καὶ οὐ τοῦτο ἀπαιτεῖ μόνον, ἀλλὰ καὶ τιμὴν πλείονα· διὸ καί φη‐ σι· Προπέμψατε δὲ αὐτὸν μετ’ εἰρήνης· τουτέστιν,
30ἀφόβως, μὴ μάχας καὶ φιλονεικίας ἐμποιοῦντες, μὴ ἔχθρας καὶ ἀπεχθείας, ἀλλ’ ὑποταγὴν καὶ τιμὴν, ὡς διδασκάλῳ προσέχοντες. Ἵνα ἔλθῃ πρός με· ἐκδέ‐ χομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Καὶ τοῦτο φοβοῦντος αὐτοὺς ἦν. Ἵνα γὰρ εἰδότες, ὅτι πάντα
35εἰρήσεται πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται, διὰ τοῦτο προσέθηκεν· Ἐκδέχομαι γὰρ αὐτόν. Ἄλλως δὲ καὶ ἐντεῦθεν ἀξιόπιστον ποιεῖ, εἴ γε μέλλων ἐξιέναι, αὐτὸν περιμένει, καὶ τὴν εἰς ἐκείνους δείκνυσιν ἀγάπην, ὅταν τὸν οὕτω χρήσιμον
40δι’ αὐτοὺς φαίνηται πέμψας. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν. Οὗτος καὶ εὐπαί‐ δευτος δοκεῖ εἶναι, καὶ πρεσβύτερος τοῦ Τιμοθέου. Ἵν’ οὖν μὴ λέγωσι· Τί δήποτε τὸν μὲν ἄνδρα οὐκ ἀπ‐
45έστειλε, τὸν δὲ νέον ἀντ’ ἐκείνου; ὅρα καὶ τοῦτο πῶς παραμυθεῖται, ἀδελφόν τε αὐτὸν καλῶν, καὶ πολλὰ παρακεκληκέναι, λέγων. Ἵνα γὰρ μὴ δόξῃ προτετι‐ μηκέναι αὐτοῦ τὸν Τιμόθεον, καὶ διὰ τοῦτο μὴ ἀπ‐ εσταλκέναι, καὶ πλείονα ἐκκαύσῃ τὸν φθόνον, ἐπήγα‐

61

.

374

(50)

γε· Πολλὰ αὐτὸν παρεκάλεσα, ἵνα ἔλθῃ. Τί οὖν; οὐκ εἶξεν ἐκεῖνος οὐδὲ ἐπένευσεν, ἀλλ’ ἀντέστη καὶ ἐφιλονείκησεν; Οὐ λέγει τοῦτο, ἀλλ’ ἵνα μήτε ἐκεῖνον διαβάλῃ, καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσηται, φησί· Καὶ πάντως οὐκ ἦν θέλημα, ἵνα νῦν ἔλθῃ. Εἶτα ἵνα μὴ
55λέγωσιν, ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, ἐπήγαγεν· Ἐλεύσεται δὲ πρὸς ὑμᾶς, ὅταν εὐκαιρήσῃ. Τοῦτο καὶ ὑπὲρ ἐκείνου ἀπελογήσατο, καὶ αὐτοὺς ἐπιπο‐ θοῦντας αὐτὸν τῇ ἐλπίδι τῆς παρουσίας ἀνέπαυσεν.
Εἶτα δεικνὺς ὅτι οὐκ ἐν τοῖς διδασκάλοις, ἀλλὰ373

61

.

375

καὶ ἐν ἑαυτοῖς ὀφείλουσι τὰς ἐλπίδας ἔχειν τῆς σω‐ τηρίας, φησί· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξω· οὐ γὰρ ἔστιν ἐκεῖ ἑστάναι, ἀλλὰ φέρεσθαι· ὥσπερ οὖν ἐν τῇ πίστει ἑστάναι.
5Ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Ταῦτα δὲ λέγων, δοκεῖ μὲν παραινεῖν, καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. Διὸ λέγει· Γρηγορεῖτε, ὡς καθευδόντων· Στήκετε, ὡς σαλευο‐ μένων· Ἀνδρίζεσθε, κραταιοῦσθε, ὡς μαλακιζομέ‐
10νων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὡς στασια‐ ζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας, τὸ Γρη‐ γορεῖτε, στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας, τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας, τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ
15γινέσθω, ὅπερ σύνδεσμός ἐστι τελειότητος, καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ, Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ εἰρημένα ἅπαντα ἐκ τοῦ ταύ‐
20την ἠμελῆσθαι ἐγίνετο. Εἰ γὰρ αὕτη μὴ ἠμελήθη, οὐκ ἂν ἐφυσήθησαν οὐκ ἂν εἶπον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· εἰ αὐτὴν ἦν, οὐκ ἂν ἔξω ἐδικάσαντο, μᾶλλον δὲ οὐδ’ ἂν ἐδικάσαντο· εἰ αὐτὴ ἦν, οὐκ ἂν ἐκεῖνος τοῦ πατρὸς τὴν γυναῖκα ἔλαβεν,
25οὐκ ἂν τῶν ἀσθενούντων ἀδελφῶν κατεφρόνησαν, οὐκ ἂν αἱρέσεις εἶχον, οὐκ ἂν ἐκενοδόξησαν ἐπὶ τοῖς χαρίσμασι. Διὰ τοῦτό φησι, Πάντα μετὰ ἀγάπης γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας,
30καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. βʹ. Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων· Ἐβά‐ πτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐ‐ τὸν οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλά‐ δος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον
35τῷ Χριστῷ προσελθεῖν. Διὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν, ὅτι πρῶτοι ἐπίστευσαν, ἀλλὰ, Ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο,
40ὥσπερ ἐπὶ καρπῶν, πάντοθεν ἑαυτοὺς ἀξίους παρ‐ έχοντες. Καὶ γὰρ τὴν ἀπαρχὴν ἀμείνω τῶν λοιπῶν εἶναι χρὴ, ὧν ἐστιν ἀπαρχή· ὃ δὴ καὶ τούτοις διὰ τῆς ῥήσεως ταύτης ἐπεμαρτύρησεν ὁ Παῦλος. Οὐδὲ γὰρ ἐπίστευσαν μόνον γνησίως, ὅπερ ἔφην, ἀλλὰ καὶ
45πολλὴν ἐπεδείξαντο τὴν εὐλάβειαν, καὶ ἀκμάζουσαν τὴν ἀρετὴν, καὶ τὴν ἐν ἐλεημοσύναις φιλοτιμίαν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν αὐτῶν τὴν εὐλάβειαν δείκνυσιν, ἐκ τοῦ καὶ τὴν οἰκίαν ἅπα‐ σαν εὐσεβείας πληρῶσαι. Ὅτι δὲ καὶ ἐν ἔργοις ἐκό‐

61

.

375

(50)

μων ἀγαθοῖς, δηλοῖ διὰ τῶν ἑξῆς λέγων· Εἰς διακο‐ νίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἠκούσατε ἡλίκα τῆς φιλοξενίας τὰ ἐγκώμια; Οὐ γὰρ εἶπε, Δια‐ κονοῦσιν, ἀλλ’, Ἔταξαν ἑαυτούς· τοῦτον τὸν βίον εἵλοντο διαπαντὸς, ταύτην μελετῶσι τὴν μελέτην.
55Ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις. Τουτ‐ έστιν, Ἵνα συναντιλαμβάνησθε καὶ εἰς δαπάνην χρη‐ μάτων καὶ εἰς σώματος διακονίαν, ἵνα κοινωνῆτε. Καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅταν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς πλείονας δια‐
60βήσεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Συνεργεῖτε, ἀλλὰ καὶ, Ἐν οἷς ἂν κελεύωσι πείθεσθε, τὴν ἐπιτεταμένην ὑπ‐
ακοὴν ἐνδεικνύμενος. Καὶ ἵνα μὴ δόξῃ αὐτοῖς χαρί‐Column end

61

.

376

ζεσθαι, προσέθηκε· Καὶ παντὶ τῷ κοπιῶντι καὶ συνεργοῦντι. Κοινὸς, φησὶν, ἔστω ὁ νόμος οὗτος· οὐδὲ γὰρ ἰδιαζόντως περὶ ἐκείνων λέγω, ἀλλ’ εἴ τις κατ’ ἐκείνους, καὶ οὗτος ἀπολαυέτω τούτων. Διὰ
5τοῦτο καὶ ἀρχόμενος συνιστᾷν, αὐτοὺς μάρτυρας κα‐ λεῖ, λέγων· Παρακαλῶ δὲ ὑμᾶς, οἴδατε τὴν οἰκίαν Στεφανᾶ. Ἴστε γὰρ, φησὶ, καὶ ὑμεῖς πῶς κάμνουσι, καὶ οὐ παρ’ ἡμῶν δεῖσθε μαθεῖν. Ἐχάρην δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊ‐
10κοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα αὐτοὶ ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τού‐ τους (οὗτοι γὰρ οἱ ἐλθόντες εἰσὶ καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι’ αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ
15περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων), ὅρα πῶς αὐτοὺς κατεπράϋνεν, ἐν ἀρχῇ μὲν τῆς Ἐπιστο‐ λῆς εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν Χλόης· καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγών· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι·
20ἐνταῦθα δὲ, Τὸ ὑμῶν ὑστέρημα ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δεικνὺς ἀντὶ πάντων ἐλθόντας, καὶ ἑλομένους ἀποδη‐ μίαν στείλασθαι τοσαύτην ὑπὲρ αὐτῶν. Πῶς οὖν τοῦτο τὸ ἴδιον κοινὸν γένηται; Εἰ τὸ ὑστέρημα παρα‐
25μυθήσεσθε διὰ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς, ἐὰν τι‐ μήσητε, ἐὰν ἀποδέξησθε αὐτοὺς, ἐὰν τῇ εὐποιίᾳ κοι‐ νωνήσητε· διό φησιν· Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Καὶ ἐπαινῶν τοὺς ἐλθόντας, συμπλέκει καὶ ἐκείνους τῷ ἐγκωμίῳ, τοῖς ἀπεσταλμένοις τοὺς
30ἀπεσταλκότας, λέγων, ὅτι Ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους, ὅτι δι’ ὑμᾶς πατρίδα καὶ οἰκίαν κατέλι‐ πον. Εἶδες σύνεσιν; οὐ Παύλῳ μόνον, ἀλλὰ καὶ ἐκείνοις αὐτοὺς χαρισαμένους δείκνυσι, τῷ τὴν πό‐
35λιν ἅπασαν ἐν αὐτοῖς περιφέρειν· ὃ καὶ τούτους ἀξιοπίστους ἐποίει, καὶ ἐκείνους οὐκ ἠφίει τούτων ἀποσχίζεσθαι, ἅτε δι’ αὐτῶν παραστάντας τῷ Παύ‐ λῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας. Ἀεὶ συνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ
40ἀσπασμοῦ· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα. Παρ’ αὐτοῖς γὰρ ἔμενε, σκηνοποιὸς ὤν. Σὺν τῇ κατ’ οἶκον αὐτῶν Ἐκκλη‐ σίᾳ. Καὶ τοῦτο οὐ μικρὰ ἀρετὴ, τὸ καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ
45πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μό‐ νον τίθησι προσθήκην. Τί δήποτε; Σφόδρα δι‐ εστήκεσαν ἀλλήλων τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύ‐ λου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χρι‐

61

.

376

(50)

στοῦ· τῷ τὸν μὲν πεινᾷν, τὸν δὲ μεθύειν· τῷ μάχας καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν. Καὶ ἀπὸ τῶν χα‐ ρισμάτων δὲ πολὺς ὁ φθόνος ἦν, πολλὴ ἡ ὑπερηφα‐ νία. Ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου
55συνάπτεσθαι. Τοῦτο γὰρ ἑνοῖ, καὶ ἓν τίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑπὸ κρί‐ σεως. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Δεί‐ κνυσι μετὰ πολλῆς σπουδῆς τὴν Ἐπιστολὴν συντεθεῖ‐ σαν· διὸ καὶ τοῦτο προσέθηκεν· Εἴ τις οὐ φιλεῖ
60τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔστω ἀνάθεμα. γʹ. Δι’ ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησε, τοὺς
τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδα‐375

61

.

377

λίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ’ ἀνθρώπων ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπι‐ στοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τῆς κακίας τὴν πηγήν. Ὥσπερ
5γὰρ σφοδρὰ περὶ αὐτὸν ἡ ἀγάπη γενομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅταν ἀσθενεστέρα ᾖ, βλαστάνειν ταῦτα ποιεῖ. Μαραναθά. Τίνος ἕνεκεν τοῦτο εἴρηται; τί δήποτε καὶ Ἑβραΐδι φωνῇ; Ἐπειδὴ πάντων τῶν κακῶν ὁ
10τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν ἦν, ὃ μάλιστα τὴν Κόρινθον διέσπασε· καταστέλλων αὐ‐ τῶν τὸν τῦφον, οὐδὲ Ἑλλάδι κέχρηται γλώσσῃ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν
15ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος. Τί δέ ἐστι Μαραναθά; Ὁ Κύριος ἡμῶν ἦλθε. Τίνος οὖν ἕνεκεν αὐτὸ τοῦτό φησι; Τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον, ἐξ ὧν μάλιστα τὰ σπέρ‐ ματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον,
20ἀλλὰ καὶ ἐκείνους ἐντρέπων, ὡς ἂν εἰ ἔλεγεν· Ὁ κοινὸς πάντων Δεσπότης καταβῆναι τοσοῦτον κατ‐ ηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε, καὶ ἐπιμένετε ἁμαρτάνοντες; καὶ οὐ φρίττετε τῆς ἀγάπης τὴν ὑπερβολὴν, τῶν ἀγαθῶν τὸ κεφάλαιον; Ἐννόησον γὰρ
25τοῦτο μόνον, φησὶ, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπὴν, καὶ πᾶσαν δυνήσῃ κατασβέσαι ἁμαρτίαν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Τοῦτο διδασκάλου, τὸ μὴ μόνον συμβουλαῖς, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάν‐
30των ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι κολακεύων αὐτοὺς εἰς τοῦτο κατέληξε, φησίν· Ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστι· διὸ σφόδρα γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν.
35Καὶ γὰρ ἐπειδὴ διειστήκει τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει, ταῖς τῆς ἀγάπης αὐτοὺς χερσὶ περι‐ λαμβάνει λέγων, Ἡ ἀγάπη μου μεθ’ ὑμῶν, ὡς ἂν εἰ ἔλεγε· Μετὰ πάντων ὑμῶν ἐγώ. Δι’ ὧν δείκνυσιν, ὅτι οὐ θυμοῦ οὐδὲ ὀργῆς ἦν τὰ γραφέντα,
40ἀλλὰ κηδεμονίας, ὅπου γε μετὰ τοσαύτην κατηγορίαν οὐκ ἀποστρέφεται, ἀλλὰ καὶ φιλεῖ καὶ περιλαμβάνει πόῤῥωθεν αὐτοὺς ὄντας, διὰ τῶν Ἐπιστολῶν καὶ τῶν γραμμάτων τούτων αὐτοῖς περιχυθείς. Οὕτω γὰρ τὸν διορθοῦντα δεῖ ποιεῖν· ὡς ὅ γε ὀργῇ μόνον ποιῶν,
45οἰκεῖον πάθος πληροῖ· ὁ δὲ μετὰ τὸ διορθῶσαι τὸν ἁμαρτάνοντα, καὶ τὰ τῆς ἀγάπης ἐπιδεικνύμενος, δείκνυσιν ὅτι κἀκεῖνα φιλοστοργίας ἦν, ὅσα ἐπιπλήτ‐ των ἔλεγεν. Οὕτω δὴ καὶ ἡμεῖς ἀλλήλους παιδεύωμεν, καὶ μήτε ὁ ἐλέγχων ὀργιζέσθω· οὐ γὰρ διορθώσεως

61

.

377

(50)

τοῦτο, ἀλλὰ πάθους· μήτε ὁ ἐλεγχόμενος δυσχεραι‐ νέτω· ἰατρεία γὰρ τὸ γινόμενον, οὐκ ἀπέχθεια. Εἰ δὲ ἰατρῶν παῖδες καίουσι καὶ οὐκ ἐγκαλοῦνται, πολλάκις καὶ διαμαρτάνοντες τοῦ τέλους, ἀλλὰ καὶ ἀλγοῦντες οἱ καιόμενοι καὶ τεμνόμενοι, εὐεργέτας εἶναι νομί‐
55ζουσι τοὺς τὴν ἀλγηδόνα ταύτην διεγείροντας· πολλῷ μᾶλλον τὸν δεχόμενον ἔλεγχον οὕτω διακεῖσθαι χρὴ, καὶ ὡς ἰατρῷ προσέχειν τῷ διορθοῦντι, ἀλλ’ οὐχ ὡς ἐχθρῷ. Καὶ ἡμεῖς δὲ οἱ ἐπιτιμῶντες προσίωμεν μετὰ
πολλῆς τῆς ἡμερότητος, μετὰ πολλῆς τῆς συνέσεως,Column end

61

.

378

κἂν ἴδῃς τὸν ἀδελφὸν πλημμελοῦντα, ὡς ὁ Χριστὸς ἐκέλευσε, μὴ δημοσίευε τὸν ἔλεγχον, ἀλλὰ μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, οὐκ ὀνειδίζων οὐδὲ ἐπεμβαίνων κειμένῳ, ἀλλὰ καὶ ἀλγῶν καὶ τηκόμενος· καὶ ἕτοιμον
5σαυτὸν πάρεχε καὶ πρὸς τὸ ἐλέγχεσθαι, εἴ τι δια‐ μαρτάνοις. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, καθ’ ὑπόθεσιν τὸν λόγον γυμνάσωμεν· μὴ γὰρ δὴ γένοιτο ἐπὶ τῆς ἀληθείας αὐτῆς εὐπορῆσαι παρα‐ δείγματος τοιούτου· Ἔστω τις ἀδελφὸς παρθένῳ
10συνοικῶν, κόσμιος μὲν καὶ σώφρων, πλὴν ἀλλὰ μηδὲ οὕτω διαφευγέτω τὴν πονηρὰν δόξαν. Ἂν τοίνυν ἀκούσῃς θρυλλουμένην τὴν συνοίκησιν ταύτην, μὴ καταφρονήσῃς μηδὲ εἴπῃς· Αὐτὸς γὰρ οὐ κέκτηται νοῦν; αὐτὸς γὰρ οὐκ οἶδε τί τὸ συμφέρον; εἰκῆ φιλοῦ,
15καὶ μὴ μισοῦ εἰκῆ· τί γάρ μοι μέλει ἔχθραν ἀνα‐ δέξασθαι περιττήν; Ταῦτα ληρώδη ῥήματα τῶν θηρίων, μᾶλλον δὲ τῶν δαιμόνων. Οὐ γὰρ ἔστιν εἰκῆ μισεῖσθαι τὸν ἐπὶ διορθώσει τοῦτο ποιοῦντα, ἀλλ’ ἐπὶ μεγάλοις ἀγαθοῖς καὶ στεφάνοις ἀποῤῥήτοις. Εἰ δὲ
20λέγοις, Τί γὰρ, αὐτὸς οὐκ ἔχει νοῦν; ἀκούσῃ παρ’ ἡμῶν, ὅτι οὐκ ἔχει· μεθύει γὰρ τῷ πάθει. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων οἱ ἀδικούμενοι οὐκ ἂν δύναιντο εἰπεῖν ὑπὲρ ἑαυτῶν ζέοντες τῇ ὀργῇ, καίτοι γε οὐκ ἔστιν ἔγκλημα ἡ συμπάθεια αὕτη· πόσῳ μᾶλ‐
25λον οἱ συνηθείᾳ πονηρᾷ κατεχόμενοι; Διὰ τοῦτο λέγω, ὅτι κἂν μυριάκις ᾖ φρόνιμος, οὐκ ἔχει νοῦν ἐγρηγο‐ ρότα. Τί γὰρ τοῦ Δαυῒδ συνετώτερον ἦν, ἀνθρώπου λέγοντος, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι; ἀλλ’ ὅτε τὴν τοῦ στρατιώτου
30γυναῖκα οἶδεν ὀφθαλμοῖς ἀδίκοις, τότε, ὅπερ ἐπὶ τῆς θαλάττης τῆς μαινομένης τοὺς ἐμπλέοντας πάσχειν ἔλεγε, Πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη· καὶ ἑτέρων ἐδεῖτο τῶν διορθωσόντων, καὶ οὐδὲ ᾐσθάνετο οἵων κακῶν ἦν ἐντός. Διὸ καὶ θρηνῶν τὰ ἁμαρτήματα αὐ‐
35τοῦ ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. δʹ. Οὐ τοίνυν ἔχει νοῦν ὁ ἁμαρτάνων· μεθύει γὰρ καὶ ἐσκότωται. Μὴ δὴ ταῦτα λέγε, μηδὲ προστίθει
40ἐκεῖνο, ὅτι Οὐδέν μοι μέλει· Ἕκαστος γὰρ τὸ ἴδιον φορίον βαστάσει. Καὶ γὰρ καὶ σοὶ μέγιστον ἔγκλημα φύεται, ὅτι πεπλανημένον ἰδὼν οὐκ ἀνέστησας. Εἰ γὰρ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ κατὰ τὸν Ἰουδαίων νόμον παρορᾷν οὐ χρὴ, ὁ μὴ ὑποζύγιον μηδὲ ἐχθροῦ ψυχὴν
45ἀπολλυμένην περιορῶν, ἀλλὰ φίλου, ποίαν ἕξει συγ‐ γνώμην; Οὐδὲ γὰρ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ νοῦν ἔχειν ἐκεῖνον· ἐπεὶ καὶ ἡμεῖς πολλὰ πολλάκις παραι‐ νέσαντες, ἑαυτοῖς οὐκ ἠρκέσαμεν, οὐδὲ ἐγενόμεθα χρήσιμοι. Τοῦτο τοίνυν καὶ περὶ ἐκείνου σκόπει τοῦ

61

.

378

(50)

πλημμελοῦντος, ὅτι εἰκὸς αὐτὸν παρὰ σοῦ μᾶλλον, ἢ παρ’ ἑαυτοῦ δέξασθαι συμβουλίαν ἀρίστην, καὶ μὴ λέγε· Τί δέ μοι μέλει τούτων; Φοβήθητι τὸν πρῶτον εἰρηκότα τὸ ῥῆμα τοῦτο· τὸ γὰρ, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; εἰς ταυτὸν φέρει τούτῳ· ἐντεῦθεν τὰ
55κακὰ τίκτεται πάντα, ὅτι τὰ τοῦ σώματος τοῦ ἡμε‐ τέρου ἀλλότρια ἡγούμεθα εἶναι. Τί φής; οὐδέν σοι μέλει τοῦ ἀδελφοῦ; Ἀλλὰ τίνι μελήσει; τῷ ἀπίστῳ,
τῷ ἐπιχαίροντι καὶ ὀνειδίζοντι καὶ ἐναλλομένῳ;377

61

.

379

ἀλλὰ τῷ διαβόλῳ, τῷ ὠθοῦντι καὶ ὑποσκελίζοντι; Καὶ πόθεν τοῦτο; Ὅτι οὐκ ἀνύω, φησὶ, λέγων καὶ συμβουλεύων τὰ δέοντα. Πόθεν δὲ δῆλον ὅτι οὐκ ἀνύσεις; καὶ γὰρ τοῦτο πάλιν ἐσχάτης ἀνοίας, ἐν
5ἀδήλῳ τοῦ τέλους κειμένου, ῥᾳθυμίας ὡμολογημένης ἐγκλήματα δέχεσθαι. Καίτοι ὁ Θεὸς τὰ μέλλοντα προειδὼς, πολλάκις εἶπε, καὶ οὐκ ἤνυσε, καὶ οὐδὲ οὕτως ἀπέστη, καὶ ταῦτα εἰδὼς, ὅτι οὐ μέλλει πείθειν. Εἰ δὲ ὁ προειδὼς ὅτι οὐδὲν πλέον ποιήσει, τοῦ διορ‐
10θοῦν οὐκ ἀφίσταται, τίνα ἕξεις ἀπολογίαν ὁ ἀγνοῶν τὸ μέλλον παντελῶς, καὶ ἐκλυόμενος καὶ ναρκῶν; Καὶ γὰρ πολλάκις ἐπιχειρήσαντες ἤνυσαν πολλοί· καὶ ὅτε μάλιστα ἀπέγνωσαν, τότε μάλιστα ἐπέτυχον. Ἂν δὲ καὶ μηδὲν ποιήσῃς πλέον, τὸ σαυτοῦ πεποίηκας.
15Μὴ τοίνυν ἀπάνθρωπος γίνου, μήτε ἀνηλεὴς, μήτε ὀλίγωρος. Ὅτι γὰρ ὠμότητος ταῦτα τὰ ῥήματα καὶ ῥᾳθυμίας, δῆλον ἐκεῖθεν. Τίνος γὰρ ἕνεκεν, ἑνὸς τῶν μελῶν τοῦ σώματός σου κάμνοντος, οὐ λέγεις· Τί μοι μέλει, καὶ πόθεν δῆλον, ὅτι εἰ ἐπιμελείας τυγ‐
20χάνει, ὑγιαίνει; ἀλλὰ πάντα ποιεῖς, ἵνα κἂν μηδὲν ὠφελήσῃς, μὴ ἔχῃς ἐγκαλεῖν σεαυτῷ, ὅτι τῶν ὀφει‐ λόντων γενέσθαι τι παρελείφθη. Εἶτα τῶν μὲν τοῦ σώματος οὕτω φροντιοῦμεν μελῶν, τῶν δὲ τοῦ Χριστοῦ ἀμελήσομεν; καὶ ποῦ ταῦτα συγγνώ‐
25μης ἄξια; Εἰ γάρ σε μὴ κατακάμπτω λέγων, ὅτι Τοῦ μέλους σου φρόντισον, ἵνα κἂν τῷ φόβῳ γένῃ βελτίων, τοῦ σώματος ἀναμιμνήσκω σε τοῦ Χριστοῦ. Πῶς γὰρ οὐ φρίκης ἄξιον σηπομένην αὐτοῦ τὴν σάρκα ὁρᾷν, καὶ περιορᾷν; Καὶ εἰ μὲν οἰκέτην ἔχοις
30ἢ ὄνον σηπεδόνα ἔχοντα, οὐκ ἂν ἀνάσχοιο περιιδεῖν· τὸ δὲ σῶμα τοῦ Χριστοῦ ψώρας ὁρῶν ἐμπεπλησμένον, παρατρέχεις; καὶ οὐχ ἡγῇ ταῦτα μυρίων ἄξια εἶναι κεραυνῶν; Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, διὰ τὴν ἀπανθρωπίαν ταύτην, διὰ τὴν ῥᾳθυμίαν.
35 Διὸ δὴ, παρακαλῶ, ταύτην ἐκβάλωμεν τὴν ὠμότητα· πρόσελθε ἐκείνῳ τῷ συνοικοῦντι τῇ παρθένῳ, καὶ εἰπὲ μικρὸν ἐγκώμιον τοῦ ἀδελφοῦ, ἀπὸ τῶν ἄλλων ὧν ἔχει πλεονεκτημάτων αὐτὸ συντιθείς· καὶ ὥσπερ ὕδατι θερμῷ περικλύζων τοῖς ἐπαίνοις, οὕτω χάλασον
40αὐτοῦ τὸν ὄγκον τοῦ τραύματος· ταλάνισον καὶ σαυτὸν, κατηγόρησον τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους, δεῖξον ὅτι πάντες ἐν ἁμαρτήμασι τυγχάνομεν, αἴτησον συγγνώμην, εἰπὼν, ὅτι μείζοσι σαυτοῦ πράγμασιν ἐπιχειρεῖς, ἀλλ’ ἡ ἀγάπη πάντα πείθει τολμᾷν. Εἶτα
45συμβουλεύων, μὴ ἐπιτακτικῶς, ἀλλ’ ἀδελφικῶς τοῦτο ποίει· καὶ τούτοις πᾶσι χαλάσας τὴν φλεγμονὴν, καὶ παραμυθησάμενος τὴν ἀλγηδόνα τὴν ἐκ τῆς τομῆς συμβαίνουσαν τοῦ μέλλοντος ἐλέγχου γενέσθαι, καὶ πολλάκις τῇ παραιτήσει χρησάμενος, καὶ παρακα‐

61

.

379

(50)

λέσας μὴ ὀργισθῆναι· ὅταν αὐτὸν καταδήσῃς τούτοις, τότε ἔπαγε τὴν πληγὴν, μήτε δεσμῶν τὸ πρᾶγμα, μήτε ἐκλύων, ἵνα μήτε ἐκεῖθεν ἀποπηδήσῃ, μήτε ἐν‐ τεῦθεν καταφρονήσῃ. Ἄν τε γὰρ μὴ καιρίαν δῷς, οὐδὲν εἰργάσω πλέον· ἂν δὲ σφοδρῶς πλήξῃς, ἀπο‐
55σκιρτῆσαι ἐποίησας. Διὸ δὴ καὶ μετὰ ταῦτα πάντα ἐλέγχειν μέλλων, ἀνάμιξον πάλιν ἐγκώμιον τοῖς ἐλέγχοις· καὶ ἐπειδὴ αὐτὸ καθ’ ἑαυτὸ τὸ γιγνόμενον οὐ δύναται εἶναι ἐγκώμιον (οὐ γὰρ ἄξιον ἐπαίνου τὸ κόρῃ
συνοικεῖν παρθένῳ), ἀπὸ τῆς γνώμης τοῦ συνοικοῦν‐Column end

61

.

380

τος τοῦτο ἐργάζου, καὶ εἰπὲ, ὅτι Οἶδα μὲν ὅτι διὰ τὸν Θεὸν σὺ ποιεῖς, καὶ τὴν ἐρημίαν καὶ τὸ ἀπροστάτευ‐ τον τῆς ἀθλίας ἐκείνης ἰδὼν χεῖρα ὤρεξας. Κἂν μὴ ταύτῃ ποιῇ τῇ γνώμῃ, σὺ οὕτω λέγε, καὶ μετὰ τοῦτο
5προστίθει καὶ ταῦτα, πάλιν παραιτήσει χρώμενος, καὶ λέγων, ὅτι Οὐκ ἐπιτάττων, ἀλλ’ ὑπομιμνήσκων ταῦτά φημι· διὰ τὸν Θεὸν σὺ ποιεῖς, οἶδα κἀγώ· ἀλλ’ ἴδωμεν μὴ τίκτηται ἐκ τούτου κακὸν ἕτερον· κἂν μὲν μηδὲν ᾖ, κάτεχε ἔνδον, καὶ ἔχου τῆς καλῆς ταύ‐
10της σπουδῆς, ὁ κωλύων οὐδείς· ἂν δὲ βλάβη τις ἐν‐ τεῦθεν γίνηται τοῦ κέρδους μείζων, φυλαξώμεθα, παρακαλῶ, μὴ σπεύδοντες μίαν ἀναπαῦσαι ψυχὴν, μυρίας σκανδαλίσωμεν. Καὶ μὴ προσθῇς εὐθέως τὰ κείμενα τοῖς σκανδαλίζουσι κολαστήρια, ἀλλὰ τὴν αὐ‐
15τοῦ προσλάμβανε μαρτυρίαν, λέγων· Οὐ χρείαν ἔχεις μαθεῖν ταῦτα παρ’ ἐμοῦ, οἶδας καὶ αὐτὸς ὅτι ἐάν τις ἕνα τῶν μικρῶν τούτων σκανδαλίσῃ, πόση ἠπείληται δίκη· καὶ οὕτως ἡδύνας τὸν λόγον, καὶ λεάνας τὴν ὀργὴν, ἐπιτίθει τὸ φάρμακον τῆς διορθώ‐
20σεως. Εἰ δὲ προφασίζοιτο πάλιν τὴν ἐρημίαν αὐτῆς, μηδὲ οὕτως ἐλέγξῃς τὴν σκῆψιν, ἀλλ’ εἰπὲ πρὸς αὐ‐ τόν· Μηδέν σε τούτων φοβείτω, ἀπολογίαν ἕξεις ἀρκοῦσαν, τὸ ἑτέρων σκάνδαλον· οὐ γὰρ διὰ ῥᾳθυ‐ μίαν, ἀλλ’ ἐκείνων κηδόμενος, ταύτης ἀπέστης τῆς
25σπουδῆς. εʹ· Καὶ τὰ μὲν τῆς συμβουλῆς ἔστω ἐν βραχεῖ· οὐδὲ γὰρ δεῖται διδασκαλίας πολλῆς· τὰ δὲ τῆς συγγνώ‐ μης πάλιν πολλὰ καὶ ἐπάλληλα· καὶ ἐπὶ τὴν ἀγάπην κατάφευγε συνεχῶς, συσκιάζων τὸ φορτικὸν τῶν εἰ‐
30ρημένων, καὶ τὴν ἐξουσίαν αὐτῷ διδοὺς, καὶ λέγων, ὅτι Ἐγὼ μὲν ταῦτα παραινῶ καὶ συμβουλεύω, τοῦ δὲ πεισθῆναι κύριος αὐτός· οὐδὲ γὰρ καταναγκάζω καὶ βιάζομαι, ἀλλὰ τῇ οἰκείᾳ σου τὸ πᾶν ἐπιτρέπω γνώμῃ. Ἂν οὕτω μεταχειρίζωμεν τὸν ἔλεγχον, δυνη‐
35σόμεθα ῥᾳδίως τοὺς ἁμαρτάνοντας διορθοῦν· ὡς ἅ γε νῦν ποιοῦμεν, θηρίων μᾶλλόν ἐστι καὶ ἀλόγων, ἢ ἀν‐ θρώπων. Ἂν γὰρ αἴσθωνταί τινες νῦν τοιαῦτά τινος ἁμαρτάνοντος, ἐκείνῳ μὲν οὐδὲν διαλέγονται, αὐτοὶ δὲ καθάπερ γραΐδια μεθύοντα ψιθυρίζουσι μετ’ ἀλλή‐
40λων· καὶ οὐδαμοῦ τὸ, Εἰκῆ φιλοῦ, εἰκῆ μὴ μισοῦ, ἐνταῦθα δοκεῖ χώραν ἔχειν αὐτοῖς, ἀλλ’ ὅταν μὲν κακ‐ ηγορῆσαι ἐπιθυμῶσι, καταφρονοῦσι τοῦ μὴ εἰκῆ μισεῖσθαι, μᾶλλον δὲ καὶ τοῦ κολάζεσθαι (οὐδὲ γὰρ μῖσος ἐντεῦθεν μόνον, ἀλλὰ καὶ κόλασις τίκτεται)·
45ὅταν δὲ διορθώσεως δέῃ, τοῦτό τε αὐτὸ καὶ μυρίας ἑτέρας προφέρουσι προφάσεις. Ταῦτα γὰρ τότε ἐν‐ νοεῖν ἐχρῆν, ὅταν κακηγορῇς, ὅταν διαβάλλῃς, τὸ, Εἰκῆ μὴ μισοῦ, καὶ τὸ, Οὐδὲν ἀνύω, καὶ τὸ, Οὐδέν μοι μέλει. Νῦν δὲ, τότε μὲν πολυπραγμονεῖς σφοδρῶς

61

.

380

(50)

καὶ περιέργως, καὶ μίσους καταφρονεῖς καὶ μυρίων κακῶν· ὅταν δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ ἀδελφοῦ φροντίζειν δέῃ, τότε καὶ ἀπράγμων καὶ ἀνεπαχθής τις εἶναι βούλει· καίτοι ἀπὸ μὲν κακηγορίας καὶ τὸ πρὸς ἀνθρώπους καὶ τὸ πρὸς τὸν Θεὸν γίνεται μῖσος,
55καὶ οὐ σφόδρα σοι τοῦτο μέλει· ἀπὸ δὲ τῆς κατ’ ἰδίαν συμβουλῆς καὶ τῶν τοιούτων ἐλέγχων καὶ πρὸς τοῦ‐ τον καὶ πρὸς τὸν Θεὸν ἔσται σοι φιλία. Ἂν δὲ καὶ
αὐτὸς μισῇ, ὁ Θεὸς μένει διὰ τοῦτο μᾶλλον φιλῶν·379

61

.

381

μᾶλλον δὲ οὐδὲ οὕτω μισήσει, ὡς ἡνίκα ἐμίσει κακ‐ ηγοροῦντα· ἀλλὰ τότε μὲν ὡς ἐχθρὸν καὶ πολέμιον ἀποστραφήσεται, νυνὶ δὲ πατρὸς ἡγήσεται παντὸς αἰδεσιμώτερον. Κἂν φανερῶς δυσχεραίνῃ, κατὰ νοῦν
5καὶ ἰδίᾳ πολλὰς εἴσεταί σοι τὰς χάριτας. ϛʹ. Ταῦτα οὖν ἐννοοῦντες, ἐπιμελώμεθα τῶν με‐ λῶν τῶν ἡμετέρων, καὶ μὴ κατ’ ἀλλήλων τὴν γλῶτταν ἀκονῶμεν, μηδὲ λαλῶμεν ῥήματα καταποντισμοῦ, τὴν δόξαν τοῦ πλησίον ὑπορύττοντες, καὶ καθάπερ ἐν
10πολέμῳ καὶ μάχῃ βάλλοντες καὶ βαλλόμενοι. Τί γὰρ ὄφελος νηστείας ἢ ἀγρυπνίας λοιπὸν, ὅταν γλῶττα μεθύῃ, καὶ κυνείων κρεῶν ἀκαθαρτοτέραν σιτῆται τράπεζαν, αἱμοβόρος γενομένη, καὶ προχέουσα βόρ‐ βορον, καὶ ἀμάρας ὀχετὸν τὸ στόμα ποιῇ, μᾶλλον δὲ
15καὶ πολὺ ταύτης βδελυρώτερον; Τὸ μὲν γὰρ ἐκεῖθεν προϊὸν, σῶμα ἐμόλυνε· τὸ δὲ ἐντεῦθεν, ψυχὴν πολ‐ λάκις ἀπέπνιξε. Ταῦτα οὐ τῶν κακῶς ἀκουόντων μά‐ την κηδόμενος λέγω (ἐκεῖνοι γὰρ καὶ στεφάνων εἰ‐ σὶν ἄξιοι, ὅταν φέρωσι γενναίως τὰ λεγόμενα),
20ἀλλ’ ὑμῶν τῶν λεγόντων. Τὸν μὲν γὰρ κακῶς ἀκούοντα μάτην μακαρίζουσιν αἱ Γραφαὶ, τὸν δὲ κα‐ κῶς λέγοντα ἐκβάλλουσι τῶν ἱερῶν μυστηρίων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν περιβόλων· Τὸν γὰρ κα‐ ταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ,
25τοῦτον ἐξεδίωκον· καὶ τῆς τῶν ἱερῶν δὲ βίβλων τὸν τοιοῦτον ἀνάξιον εἶναί φησιν ἀναγνώσεως. Ἵνα τί γὰρ, φησὶν, ἐκδιηγῇ σὺ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόμα‐ τός σου; εἶτα τὴν αἰτίαν τιθείς φησι· Καθήμενος
30κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ἐνταῦθα μὲν οὐ διώρισεν, εἴτε ἀληθῆ, εἴτε ψευδῆ· ἀλλαχοῦ δὲ καὶ τοῦτο ἀπηγόρευσε, δεικνὺς ὅτι κἂν ἀληθῆ λέγῃς, οὐ σοὶ ταῦτα ῥητέα. Μὴ κρίνετε γὰρ, φησὶν, ἵνα μὴ κριθῆτε· ἐπεὶ καὶ ὁ τὸν τελώνην κακηγορῶν κατ‐
35εδικάζετο, καίτοι γε ἀληθῆ κατηγορῶν ἐκείνου. Τί οὖν, ἂν ᾖ τις θρασὺς καὶ μιαρὸς, φησὶν, οὐ διορθω‐ τέον αὐτὸν, οὐδὲ ἐλεγκτέον ἡμῖν; Ἐλεγκτέον καὶ διορθωτέον, οὕτω δὲ ὡς ἔμπροσθεν εἶπον· ἐὰν δὲ ὀνειδίζων τοῦτο ποιῇς, ὅρα μὴ τὸν Φαρισαῖον ἐκεῖνον
40μιμούμενος, τὰ ἐκείνου πάθῃς. Οὐδὲν γὰρ ἐντεῦθενColumn end

61

.

382

γίνεται κέρδος, οὐ σοὶ τῷ λέγοντι, οὐκ ἐκείνῳ τῷ ἀκούοντι οὕτω κατηγορουμένῳ· ἀλλ’ ὁ μὲν ἀναισχυν‐ τότερος γίνεται (ἕως μὲν γὰρ λανθάνει, καὶ αἰδεῖσθαι οἶδεν· ἐπειδὰν δὲ γένηται δῆλος καὶ καταφανὴς, καὶ
5τὸν ἐντεῦθεν ἐκβάλλει χαλινόν)· ὁ δὲ ἀκούων, πάλιν μειζόνως βλαβήσεται. Ἄν τε γὰρ κατορθώματα συν‐ ίδῃ ἑαυτῷ, φυσᾶται ταῖς ἑτέρου κατηγορίαις ὀγκού‐ μενος· ἄν τε ἁμαρτήματα, προθυμότερος εἰς πονη‐ ρίαν καθίσταται. Αὐτός τε ὁ λέγων πάλιν καὶ παρὰ
10τῷ ἀκούοντι πονηρὰν λήψεται δόξαν, καὶ τὸν Θεὸν μειζόνως καθ’ ἑαυτοῦ παροξυνεῖ. Διὸ, παρακαλῶ, πᾶν δυσῶδες ἐκβάλωμεν ῥῆμα· εἴ τι ἀγαθὸν πρὸς οἰκοδομὴν, τοῦτο λέγωμεν. Ἀλλ’ ἀμύνασθαι ἐκεῖνον ἐπιθυμεῖς; Τί οὖν ἀντ’ ἐκείνου σαυτὸν ἀμύνῃ; Ὁ
15γὰρ τοὺς λελυπηκότας ἀμύνασθαι σπουδάζων, οὕ‐ τως ὡς ὁ Παῦλος ἀμύνασθαι ἐκέλευσεν, ἀμύνου· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πό‐ τιζε αὐτόν. Ἐὰν δὲ τοῦτο μὲν μὴ ποιῇς, ἐπιβου‐ λεύῃς δὲ μόνον, κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς. Διόπερ
20ἂν κακῶς ἐκεῖνος λέγῃ, ἐγκωμίοις αὐτὸν ἀμείβου καὶ ἐπαίνοις· οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ, καὶ σαυτὸν ἀπαλλάξεις πονηρᾶς ὑποψίας. Ὁ μὲν γὰρ ἐπὶ τῷ κακῶς ἀκούειν ἀλγῶν, ἀπὸ συνειδότος δοκεῖ τοῦτο πάσχειν πονηροῦ· ὁ δὲ καταγελῶν τῶν
25λεγομένων, μέγιστον ἐκφέρει τεκμήριον τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρόν. Ἐπεὶ οὖν οὔτε τὸν ἀκούοντα, οὔτε ἑαυτὸν, οὔτε τὸν διαβαλλόμενον ὠφε‐ λεῖς, καὶ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, κἂν ἐντεῦθεν γενοῦ σωφρονέστερος. Ἐχρῆν μὲν γὰρ ἀπὸ τῆς βα‐
30σιλείας τῶν οὐρανῶν καὶ τῶν τῷ Θεῷ δοκούντων πεί‐ θεσθαι· ἐπειδὴ δὲ παχύτερον διάκεισαι, καὶ ὥσπερ θηρίον δάκνεις, κἂν ἐντεῦθεν παιδεύθητι, ἵνα τοῖς λόγοις τούτοις σωφρονισθεὶς, δυνηθῷς ἀπὸ τῶν τῷ Θεῷ δοκούντων μόνον ῥυθμίζεσθαι, καὶ γενόμενος
35παντὸς πάθους ἀνώτερος ἐπιτύχοις τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
40αἰώνων. Ἀμήν.381