TLG 2062 150 :: JOANNES CHRYSOSTOMUS :: De prophetiarum obscuritate (homiliae 1–2) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De prophetiarum obscuritate (homiliae 1–2) Citation: Vol — pg — (ln) | ||
56.163(18t) | Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας | |
19t | ἀσαφεῖς εἶναι. | |
---|---|---|
20 | αʹ. Προφητικὴν σήμερον ὑμῖν παραθεῖναι βούλομαι τράπεζαν καὶ πρὸς τὸ πέλαγος τῆς Ἡσαΐου σοφίας ἐπαφεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν | |
25 | νοημάτων, ἰλιγγιάσωμεν· ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν τὴν γῆν ἀφέντες ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσι, καὶ οὐδὲν ἕτερον, ἀλλ’ ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδίνῳ κατέχονται, καὶ περιφέρεσθαι τὸ πλοῖον | |
30 | αὐτοῖς κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ’ οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπει‐ | |
ρίαν τῶν πλεόντων οἱ ἴλιγγοι γίνονται· ἕτεροι γοῦν | Column end | |
56.164(18) | τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ | |
20 | βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλ‐ μην, οὐ δυσχεραίνουσι. Τοσοῦτόν ἐστι μελέτη καλὸν, τοιοῦτόν ἐστιν ἀπειρία κακόν· οὕτως αὕτη καὶ τῶν φο‐ | |
25 | βερῶν καταφρονεῖν πείθει, ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ’ ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν· οἱ δὲ οὐδὲ ἐν μέσοις θορυβοῦν‐ ται τοῖς κύμασι. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται | |
30 | τῆς ἡμετέρας· καὶ γὰρ καὶ ταύτην πολλάκις κατα‐ λαμβάνει κύματα παθῶν τῶν θαλαττίων ἀγριώτερα, | |
οἷον ζάλη θυμοῦ κάτωθεν στρέφουσα τὴν καρδίαν, | 163 | |
56.165 | πνεύματα ἐπιθυμίας πονηρᾶς πολλὴν ἐμποιοῦντα τῇ διανοίᾳ τὴν σύγχυσιν. Ἀλλ’ ὁ μὲν ἄπειρος καὶ ἀμε‐ λέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινο‐ | |
5 | μένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετη‐ κὼς τὰ τοιαῦτα φέρειν γενναίως, καθάπερ κυβερνή‐ την ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, | |
10 | ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φι‐ λοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνε‐ ται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτει· ἀνάγκη θορυβεῖ‐ σθαι, ταράττεσθαι, ἐπειδὰν ἐξέλθωμεν εἰς τὸ πέλα‐ | |
15 | γος, οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ’ ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γὰρ ἔστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ ὅτι Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν | |
20 | τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν ὁ Μελχισε‐ δὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις, ὦ μακάριε Παῦλε; Δυσερ‐ μήνευτός σοι τῷ πνευματικὴν ἔχοντι σοφίαν, τῷ τὰ ἀπόῤῥητα ῥήματα ἀκούσαντι, τῷ πρὸς τρίτον ἁρπα‐ | |
25 | γέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι κατα‐ ληπτός; Ἐμοὶ, φησὶ, δυσερμήνευτος, οὐ παρὰ τὴν οἰκείαν δυσκολίαν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Εἰπὼν γὰρ, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ | |
30 | ἡ φύσις τοῦ λόγου, ἀλλ’ ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸν οὐ δύσκολον ἐποίησεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ τὸν βραχὺν ἡ αὐτὴ αἰτία· διόπερ οὐχὶ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους, καὶ τῆς δυσκολίας | |
35 | ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθά‐ περ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύν‐ τομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ μεταλαβεῖν, τὸ ἕτερον λάβῃ· κἂν | |
40 | ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται· κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τῶν βρωμάτων τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω πολλάκις καὶ ἐπὶ τῆς πνευμα‐ | |
45 | τικῆς ἑστιάσεως χρὴ ποιεῖν. Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον, παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Πλὴν | |
56.165(50) | ἀλλ’ εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισε‐ δέκ· τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ Δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γέ‐ νωνται περὶ τὴν ἀκρόασιν· τῷ δὲ παρασχεῖν τὴν | |
55 | τράπεζαν, χαρισάμενος αὐτῶν τῇ ἐπιθυμίᾳ. βʹ. Τοῦτο δὲ καὶ ἡμεῖς ποιήσωμεν· εἰ καὶ ἄπει‐ | |
ρον τὸ πέλαγος τῶν προφητῶν, καὶ πολλὰ ἐκεῖ τὰ βάθη, | Column end | |
56.166 | κατατολμήσωμεν τῆς θαλάττης κατὰ τὴν ἡμετέραν δύναμιν· μᾶλλον δὲ μὴ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν δεδομένην ἡμῖν χάριν, οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν | |
5 | ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, κἀν τούτῳ Παῦλον μιμούμενοι. Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐ‐ τοὺς τοῦ λόγου τοῦ κατὰ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισε‐ | |
10 | δὲκ, βασιλεὺς δικαιοσύνης· ἔπειτα δὲ καὶ βασι‐ λεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρα οὐκ | |
15 | ἐτάραξεν ὑμῶν τὰς ἀκοὰς περὶ ἀνθρώπου διαλεγόμε‐ νος ὁ Παῦλος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ; Καὶ τί λέγω, περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Χριστοῦ λέ‐ γοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως ἡμῖν παρέχοι ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; εἰ ἀπάτωρ, | |
20 | πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ. Πῶς; Ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω· οὔτε γὰρ ἐπὶ γῆς ἔσχε πατέρα, οὔτε ἐν οὐρανῷ μητέρα. Ἀγενεαλόγητος. | |
25 | Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦν‐ τες· καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὐδὲ τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιει‐ | |
30 | κέστεροι τούτων ἐκείνῃ μὲν παραχωροῦσιν, οὐκέτι δὲ καὶ περὶ ταύτης τῆς κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος. Δείξωμεν οὖν ὅτι περὶ ἑκατέρας γεννήσεως τοῦτο ὁ Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω· καὶ γὰρ καὶ ἐκείνη φρικτὴ, καὶ αὕτη | |
35 | μυστικωτάτη. Διὰ τοῦτο καὶ Ἡσαΐας φησὶ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπε τῆς ἄνω. Τί οὖν ἐροῦμεν Παύλῳ, ἀμφο‐ τέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Πρότερον γὰρ εἰπὼν, Ἀπάτωρ, | |
40 | ἀμήτωρ, τότε ἐπήγαγε τὸ, Ἀγενεαλόγητος, ἵνα μὴ μόνον κατ’ ἐκείνην τὴν γέννησιν, καθ’ ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ’ ἣν ἀπάτωρ ἦν, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς. Διὰ τοῦτο ἀμφοτέρας θεὶς, τότε εἶπε τὸ, Ἀγενεαλόγητος· | |
45 | καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προπύλαια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πῶς εἰς τὰ ἄδυτά τις εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι μὲν γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρὸς, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. | |
56.166(50) | Ὅτι ἐτέχθη ἐκ τῆς παρθένου, ἐπίσταμαι· τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω. Ἑκατέρας γὰρ φύσεως ἡ γέννησις ὁμολογεῖται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὥσπερ ἐνταῦθα ἐπὶ τῆς παρ‐ θένου, οὐκ εἰδὼς ἐγὼ πῶς ἐκ παρθένου ἐγεννήθη, | |
55 | ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν τοῦ τρόπου· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρός· εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, τὸ, Ἐγεν‐ | |
νήθη, ὁμολόγησον. Κἂν λέγῃ σοι ὁ αἱρετικὸς, Πῶς | 165 | |
56.167 | ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρόνημα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατά‐ βηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς παρθένου, καὶ τότε ἐκεῖνα ἐρώτα. Κάτασχε αὐ‐ | |
5 | τὸν, καὶ περίστηθι, καὶ μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν· ἀλλὰ κάτασχε, καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι· μὴ δῷς αὐτῷ διαστολὰς καὶ διαφυγὰς, ἃς βούλεται. Ἐκεῖθεν θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, | |
10 | ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἄγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ τειχίον πάντοθεν, τὰς ἀπὸ τῶν Γραφῶν μαρτυ‐ ρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐγεννήθη ἐκ τῆς παρθένου; οὐκ ἀφίσταμαι οὐδὲ | |
15 | ἀναχωρῶ. Ἀλλ’ οὐκ ἂν ἔχοι τὸν τρόπον εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξει λοιπόν; Πίστει παραδεκτὰ τὰ τοιαῦτα μόνῃ. Εἰ δὲ οὐκ ἀνέχῃ, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς τὸν Νικόδημον ὁ Χριστός· Εἰ τὰ ἐπίγεια | |
20 | εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπου‐ ράνια εἴπω, πιστεύσετε; Περὶ τῆς ἐκ παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὸν οὐρανὸν περιεργάζῃ; Εἴθε μὲν οὖν τὸν οὐρα‐ νὸν, καὶ μὴ τὸν Δεσπότην τῶν οὐρανῶν ἐπολυπραγμό‐ | |
25 | νεις. Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ’, Οὐ πιστεύετε, δεικνὺς ἡμῖν, ὅτι καὶ τὰ ἐπίγεια πίστεως δεῖται. Εἰ δὲ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τόκου διελέγετο πολὺ | |
30 | ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλ’ ἔλεγεν, ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ’ ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεν‐ | |
35 | νήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν, πῶς ἀναγεν‐ νῶμαι ἐκ τῶν ὑδάτων, οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πί‐ στει μόνῃ παραδέχεσθαι δεῖ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας, ἐπὶ | |
40 | τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν; γʹ. Πῶς μὲν οὖν ἀπάτωρ καὶ ἀμήτωρ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγε‐ | |
45 | νεαλόγητος ἑκατέραν τὴν γέννησιν· λοιπὸν δὲ πρὸς τὸ ἐπεῖγον ἀπαγάγωμεν, τὸν λόγον τὸν περὶ τοῦ Μελχισεδὲκ εἰς ἑτέραν ἡμέραν ἀναβαλλόμενοι, καὶ διαναστήσωμεν τὴν ἀκοὴν, προφητικῶν μέλ‐ λοντες ἀκούειν αἰνιγμάτων. Αἰνίγμασι γὰρ ἔοικε τὰ | |
56.167(50) | προφητικὰ, καὶ πολλὴ δυσκολία ἐν τῇ παλαιᾷ Δια‐ θήκῃ, καὶ δυσεπίληπτα τὰ βιβλία· ἡ δὲ Καινὴ σα‐ φεστέρα καὶ εὐκολωτέρα. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα οὕτω διατετύπωται, καίτοι ἡ Καινὴ περὶ μει‐ ζόνων διαλέγεται πραγμάτων, περὶ βασιλείας οὐρα‐ | |
55 | νῶν, καὶ σωμάτων ἀναστάσεως, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν, ἃ καὶ ἀνθρώπινον ὑπερβαίνει νοῦν; Τίς οὖν ἡ αἰτία τοῦ τὰς προφητείας ἀσαφεῖς εἶναι; Πολλὰ | |
προλέγουσιν Ἰουδαίοις αὗται κακά· καὶ ὅτι ἐκβληθή‐ | Column end | |
56.168 | σονται μὲν ἐκεῖνοι, ἡμεῖς δὲ εἰσδεχθησόμεθα· καὶ ὅτι καταλυθήσεται μὲν ὁ ναὸς, καὶ οὐκέτι λοιπὸν ἀναστήσεται, πεσεῖται δὲ τὰ Ἱεροσόλυμα, καὶ πᾶσιν ἔσται βατά· Ἰουδαῖοί τε πλανῆται γενόμενοι, παν‐ | |
5 | ταχοῦ τῆς οἰκουμένης διασπαρήσονται, καὶ τῆς πό‐ λεως ἐκπεσόντες, οὐδὲ τὴν πολιτείαν ἕξουσι λοιπὸν τὴν ἀρχαίαν, ἀλλὰ πάντα αὐτῶν ἀφαιρεθήσεται τὰ πρότερα, καὶ προφητεῖαι, καὶ θυσίαι, καὶ ἱερωσύνη, καὶ βασιλεία. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἄλλα | |
10 | πολλὰ τοιαῦτα προέλεγον οἱ προφῆται, μυρίας τρα‐ γῳδίας τοῖς οἰκείοις ἐγκαταμιγνύντες βιβλίοις. Ἵν’ οὖν οἱ Ἰουδαῖοι μὴ σαφῶς ἀκούσαντες παρὰ τὴν ἀρ‐ χὴν, διαχειρίσωνται τοὺς λέγοντας ταῦτα, τῇ δυσκο‐ λίᾳ τῆς ἑρμηνείας ἀπέκρυψαν τὰς προῤῥήσεις, καὶ | |
15 | πολλὴν ἀσάφειαν κατέχεαν τῶν πραγμάτων, τῇ ἀσαφείᾳ τῶν λεγομένων τοῖς λέγουσι παρασκευάζον‐ τες ἀσφάλειαν. Καὶ πόθεν δῆλον τοῦτο; Δεῖ γὰρ καὶ εὐθύνας ἡμᾶς ἀπαιτεῖσθαι, εἰ καὶ ἐν φίλοις λέγομεν· καὶ γὰρ πολλοὶ ἴσως καὶ τῶν οὐ φίλων πάρεισι. | |
20 | Μανθανέτωσαν τοίνυν ταῦτα κἀκεῖνοι, ἵνα καὶ αὐτοὶ φίλοι γένωνται. Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι κακὰ, καὶ ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται διὰ τὸν Χριστὸν τὴν ἅλωσιν ταύτην τὴν ἀθάνατον, καὶ οὐκ ἔχουσαν μεταβολὴν, εἰ | |
25 | ἤκουσαν φανερῶς παρὰ τῶν προφητῶν ταῦτα, εὐ‐ θέως ἂν τοὺς ταῦτα λέγοντας ἀπέκτειναν. Πόθεν οὖν τοῦτο δῆλον; Πρῶτον μὲν ἀπὸ τῶν τρόπων αὐτῶν· μανικοὶ γὰρ καὶ θηριώδεις ἦσαν. Δῆμός ἐστιν αἱμά‐ των ἀεὶ διψῶν προφητικῶν, αἱ χεῖρες αὐτῶν ἐμελέ‐ | |
30 | τησαν ἐν ταῖς σφαγαῖς τῶν ἁγίων. Ταῦτα ὁ μέγας Ἡλίας αὐτῶν καταβοᾷ λέγων· Κύριε, τοὺς προφή‐ τας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατ‐ έσκαψαν. Ὁ Χριστὸς πάλιν, Ἱερουσαλὴμ, Ἱερου‐ σαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθο‐ | |
35 | βολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Καὶ ὁ Ἡσαΐας συνῳδὰ τούτοις αὐτῶν κατηγορῶν, ἐβόα· Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ πάλιν ὁ Χρι‐ στός· Οἱ πατέρες ὑμῶν ἀπέκτειναν τοὺς προφή‐ τας, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν· | |
40 | πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὁρᾷς πῶς καὶ ὁ Δεσπότης καὶ οἱ δοῦλοι μιαιφονίαν αὐτῶν μαρτυροῦσι; Τί δέ ἐστι· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν; Ἀποκτείνατε, φησὶ, κἀμέ· πρόσθετε τοῖς δουλικοῖς αἵμασι τὴν δεσποτι‐ | |
45 | κὴν σφαγήν. Εἰ γὰρ μυρίους ἔσφαξαν ἀνθρώπους, ἀλλὰ συνδούλους πάντας· ὅτε δὲ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξέτειναν, τότε ἐπληρώθη τὸ μέτρον· καὶ εἰκότως. Ἕως μὲν γὰρ οὐκ ἀπέκτειναν τὸν Δεσπό‐ την, εἶχον ἐλπίδα σωτηρίας, καὶ προσεδόκων ὅτι ὁ | |
56.168(50) | ἀμνὸς τοῦ Θεοῦ ἐλθὼν ἀρεῖ τὴν ἁμαρτίαν τοῦ κό‐ σμου· ἐπειδὴ δὲ τὸν ἰατρὸν διεχειρίσαντο, καὶ εἰς αὐτὸ τὸ ἱλαστήριον ὕβρισαν, καὶ τὸν ἐλθόντα ἀφεῖναι τὰ ἁμαρτήματα ἀπεστράφησαν, πάσης λοιπὸν ἐλπί‐ δος ἐξέπεσον. Διὰ τοῦτο λέγει· Πληρώσατε τὸ μέ‐ | |
55 | τρον τῶν πατέρων ὑμῶν. Ναὶ, φησίν· ἀλλ’ ὅτι μὲν μιαιφόνοι καὶ ἐναγεῖς, ἀποδέδεικται ἐκ πολλῶν μαρτυριῶν· πόθεν δὲ δῆλον, ὅτι τῶν προφητῶν οὐκ | |
ἂν ἐφείσαντο, εἰ ἤκουσαν ὅτι τὰ Ἱεροσόλυμα κατα‐ | 167 | |
56.169 | στραφήσεται, ὅτι ὁ νόμος παυθήσεται, ὅτι ἡ Παλαιὰ ἀλλαγήσεται; Μάλιστα μὲν καὶ ἐκ τῶν εἰρημένων δῆλον· πλὴν ἀλλ’ ἐξ αὐτῶν τῶν Γραφῶν πάλιν ποιή‐ σομαι τὴν ἀπόδειξιν σαφεστέραν. Εἰ γάρ ποτε ἤκου‐ | |
5 | σαν προφήτου λέγοντος, ὅτι τὰ Ἱεροσόλυμα κατα‐ στραφήσεται καταστροφὴν πρόσκαιρον, δέον αὐτοὺς μεταβάλλεσθαι καὶ ἀποκρούεσθαι τοῦ Θεοῦ τὴν ὀρ‐ γὴν, εἰς τὸν προφήτην ἠφίεσαν τὸν θυμόν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτῶν ἀκούσατε τῶν ἱστοριῶν. | |
10 | Ἐπολιόρκουν τὴν πόλιν αὐτῶν οἱ Πέρσαι ποτὲ, καὶ βαρβαρικὸν στρατόπεδον ἔξω περιεκάθητο· καὶ τὰ τῶν κινδύνων οὐκ ἦν ἄδηλα, ἀλλ’ ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε Ἱερουσαλὴμ, ὡπλισμένων ἁπάντων καὶ περιεστώτων ἔξωθεν· ἀλλ’ ὅμως οὕτω φανερῶν ὄντων | |
15 | τῶν δεινῶν, ἐπειδὴ Ἱερεμίας ἐλθὼν εἶπε πρὸς αὐ‐ τοὺς, ὅτι ἡ πόλις παραδοθήσεται εἰς χεῖρας Χαλ‐ δαίων· καίτοι τοῦτο οὐδὲ προφητεία ἦν· οἱ γὰρ ὀφθαλ‐ μοὶ αὐτῶν ἑώρων τὰ συμβησόμενα· ἀλλ’ ὅμως ἐπειδὴ τὰ φανερὰ καὶ πρὸ τῶν ὀφθαλμῶν εἶπεν, οἱ μιαροὶ | |
20 | καὶ ἀναίσθητοι καὶ περὶ τοὺς εὐεργέτας ἀγνώμονες οὕτως ἐμάνησαν, ὡς προδότην αὐτὸν καὶ λυμεῶνα τῆς πόλεως νομίσαι, καὶ εἰπεῖν, ὅτι Ἐκλύει τὰς χεῖρας τοῦ λαοῦ τούτου. Καὶ μὴν ἐστερέου, καὶ μὴν διήγειρε τὴν προθυμίαν αὐτῶν, καὶ πρὸς Θεὸν | |
25 | ἦγε, τὸ ἀῤῥαγὲς καὶ ἀκαταμάχητον αὐτοῖς περιτι‐ θεὶς τεῖχος· ἀλλ’ οὐδὲν τούτων ἐννοήσαντες ἐκεῖνοι, ἐκέλευον αὐτὸν ἀναιρεῖσθαι. Τοιαύτας γὰρ τοῖς εὐερ‐ γέταις ἀεὶ τὰς ἀμοιβὰς ἀπεδίδοσαν, καὶ τοῦ βασι‐ λέως συγγνόντος, οὐδὲ οὕτως ἐνέδωκαν, ἀλλ’ ἐπειδὴ | |
30 | ἀνελεῖν οὐκ ἴσχυσαν. εἰς τὸν τοῦ βορβόρου λάκκον ἐνέβαλον. δʹ. Εἰ δὲ προσκαίρου αἰχμαλωσίας ἀκοὴν οὐκ ἤνεγ‐ καν, πῶς τὴν πρόῤῥησιν τῆς διηνεκοῦς δουλείας ἔμελλον εἰσακούειν; Εἰ Ἱερεμίας εἶπεν, ὅτι Ἀπελεύσεσθε εἰς | |
35 | Βαβυλῶνα, καὶ οὐχ ὑπήνεγκαν ἀκοῦσαι, ἀλλ’ ἐτι‐ μωρήσαντο τὸν εἰπόντα· εἰ ἤκουσαν τῶν προφητῶν εἰπόντων, ὅτι Οὐκ εἰς Βαβυλῶνα, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης διασπαρήσεσθε, καὶ οὐκέτι λοιπὸν ἐπανήξετε, οὐκ ἂν καὶ τὸ αἷμα τῶν λεγόντων ἐξέπιον; | |
40 | Εἰ δὲ δοκεῖ τοῦτο ἔτι στοχασμὸς εἶναι, φανερὰν ὑμῖν ἀπόδειξιν παρέχω, ὅτι οὐκ ἦν ἀσφαλὲς αὐτοῖς λέγειν τὰ μέλλοντα, τὴν ἡμετέραν τιμὴν λέγω, τὴν ἔκπτω‐ σιν τὴν ἐκείνων. Στέφανον γὰρ, εἰπέ μοι, τὴν ἀπαρ‐ χὴν τῶν μαρτύρων, διὰ τί ἐλίθασαν; οὐ ταῦτα ἐγκα‐ | |
45 | λοῦντες αὐτῷ καὶ λέγοντες, ὅτι Ὁ ἀνὴρ οὗτος λα‐ λεῖ βλάσφημα ῥήματα; Εἶπε, φησὶν, ὅτι Ἰησοῦς καταλύσει τὸν ναὸν τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκε Μωϋσῆς, καὶ διὰ τοῦτο αὐτὸν ἐλίθα‐ σαν. Εἰ δὲ τότε οὐκ ἠνείχοντο ταῦτα ἀκούειν, καὶ | |
56.169(50) | ταῦτα τῶν πραγμάτων αὐτοὺς πειθόντων λοιπὸν, πῶς ἂν τῶν προφητῶν ἠνέσχοντο ταῦτα προαναφω‐ νούντων; Ἤκουσας, ἀγαπητὲ, ὅτι διὰ τὸν ναὸν καὶ τὴν μετάθεσιν τῆς πολιτείας αὐτὸν ἐλίθασαν· ἄκου‐ σον πῶς καὶ τῷ Χριστῷ τοῦτο προφέρουσιν ἔγκλημα. | |
55 | Εἶπε γὰρ, φησὶν, οὗτος· Λύσατε τὸν ναὸν τοῦ‐ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶδες | |
πῶς πανταχοῦ ἡ κατάλυσις τοῦ ναοῦ, καὶ ἡ μετά‐ | Column end | |
56.170 | θεσις τῆς πολιτείας τὴν ὀργὴν αὑτοῖς ἐνεποίει; Διὰ τοῦτο ἔλεγον μὲν οἱ προφῆται ταῦτα, οὐκ ἔλεγον δὲ φανερῶς. Διὰ τοῦτο καὶ Παῦλον ἐβούλοντο ἀνελεῖν, ὅτι ἔπειθεν αὐτοὺς μετατίθεσθαι ἀπὸ τῆς πολιτείας | |
5 | Πόθεν τοῦτο δῆλον; Θεωρεῖς, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστα‐ σίαν τοῦ νόμου διδάσκεις. Οἱ πιστοὶ οὐκ ἠνείχοντο διδάσκεσθαι ἀποστασίαν τοῦ νόμου· καὶ οἱ οὐδέπω | |
10 | πιστεύσαντες πῶς ἂν ἠνέσχοντο ἀκοῦσαι, ὅτι παυ‐ θήσεται ὁ νόμος ποτέ; Ὅτι μὲν οὖν τοὺς προφήτας ἀπέκτειναν ἂν οἱ Ἰουδαῖοι, εἴ τι τοιοῦτον σαφῶς προεῖπον, ἐδείξαμεν ἀπὸ τῶν μαρτυριῶν, ἀπό τε τοῦ μακαρίου Ἱερεμίου, καὶ τοῦ πρωτομάρτυρος Στεφά‐ | |
15 | νου, ἀπ’ αὐτοῦ τοῦ Χριστοῦ, καὶ τοῦ ἀποστόλου Παύ‐ λου. Πᾶσι γὰρ τὰ αὐτὰ ἐγκαλοῦντες, οὕτως αὐτοὺς ἀνεῖλον. Ὅτι δὲ καὶ αὐτὰ τὰ βιβλία κατέκαυσαν ἂν τὰ προφητικὰ, εἰ συνεῖδον τὰ λεγομένα, καὶ τοῦτο παραστῆσαι πειράσομαι ἀπό τινος ἱστορίας, κεκρυμ‐ | |
20 | μένης μὲν ὑμῖν, δήλης δὲ ἐσομένης αὐτίκα δὴ μάλα· οὕτω γὰρ αὐτὴν ἀπαγγεῖλαι πειράσομαι. Τίς οὖν ἡ ἱστορία, ἀκούσατε. Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, εἶπε Κύριος πρὸς Ἱε‐ | |
25 | ρεμίαν· Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρη‐ μάτισα πρὸς σὲ ἀπὸ τῆς ἡμέρας Ἰωσίου, ἕως τῆς ἡμέρας ταύτης· τουτέστι, πάντα τὰ κακὰ, ἃ λογί‐ ζομαι ποιῆσαι αὐτοῖς. Ὅρα τί φιλάνθρωπος ὁ Θεὸς καὶ κηδεμονικός. Ἐπειδὴ γὰρ κατὰ μέρος ἀκοῦσαι | |
30 | οὐκ ἠνείχοντο, Συνάγαγε, φησὶν, αὐτὰ πάντα, καὶ αὔξησον τὸν φόβον, ἵνα κἂν οὕτω βελτίους γένων‐ ται. Μνημονεύετε τῆς ὑποσχέσεως· τὸ ζητούμενον ἡμῖν δεῖξαι, ὅτι καὶ τὰ βιβλία ἂν αὐτὰ κατέκοψαν, εἰ ἐνόησαν τὰ σήμερον ἐκβάντα πάντα. Ἴσως ἀκού‐ | |
35 | σονται κακὰ (δεῖ γὰρ ἔχεσθαι τῆς ἱστορίας), ἃ λο‐ γίζομαι ποιῆσαι αὐτοῖς, καὶ ἀποστραφήσονται ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ἴσως, ὁ Θεὸς λέγει; ἀγνοεῖ, εἰπέ μοι, τὰ ἐσόμενα; οὐκ οἶδεν εἰ ἀκούσονται, ὁ εἰδὼς πάντα πρὶν γενέσεως, ὁ ἐτά‐ | |
40 | ζων καρδίας καὶ νεφροὺς, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν; ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; Τίνος δὲ ἕνεκεν ἔλεγεν, Ἴσως ἀκούσονται; Καὶ γὰρ καὶ ταῦτα ἀναγκαῖον ὑμᾶς μανθάνειν, διὰ τοὺς ἐγκαλοῦντας ἄγνοιαν τῷ Μονο‐ | |
45 | γενεῖ. Ἰδοὺ γὰρ καὶ ὁ Πατὴρ ἀγνοοῦντος φθέγγεται ῥήματα· τὸ γὰρ, Ἴσως, ἀγνοοῦντός ἐστιν· ἀλλ’ οὐκ ἀγνοεῖ. Ὁπόταν οὖν καὶ παρὰ τοῦ Υἱοῦ ἀκούσῃς τι τοιοῦτον λέγοντος, τὴν αὐτὴν κατάδεξαι ψῆφον. Υἱὸς γὰρ ὢν, πανταχοῦ τὸν Πατέρα μιμεῖται. | |
56.170(50) | Ἀλλ’ οἱ μὲν τῶν ἀγώνων καιροὶ τούτων ἀναμενέ‐ τωσαν, ἵνα μὴ τῆς προκειμένης ὑποθέσεως ἐκπέσω‐ μεν· εἴπωμεν δὲ, τίνος ἕνεκεν λέγει, Ἴσως ἀκού‐ σονται. Εἰ εἶπεν, ὅτι ἀκούσονται, χωρὶς τοῦ Ἴσως, ψευδὲς ἦν· οὐ γὰρ ἔμελλον ἀκούσεσθαι. Εἰ εἶπε τὸ | |
55 | ἀληθὲς, ὅτι οὐκ ἀκούσονται, περιττῶς ἔπεμπε τὸν προφήτην τοῖς οὐκ ἀκουσομένοις. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ἵνα μὴ ἡ πρόγνωσις αὐτοῦ νομισθείη | |
ἀναγκαστική τις εἶναι τῆς παρακοῆς, διὰ τοῦτο ἐπαμ‐ | 169 | |
56.171 | φιβόλως τέθεικε τὰ ῥήματα, ἵνα μὴ λέγωσί τινες, ὅτι προεῖπεν ὁ Θεὸς, καὶ πάντως ἔδει γενέσθαι· ὃ καὶ περὶ τοῦ Ἰούδα λέγουσι. Προεῖπε, φησὶν, ὅτι προδότης ἔσται, καὶ διὰ τοῦτο προδότης ἐγένετο. Ὢ | |
5 | τῆς ἀνοίας, ὢ τῆς ἀναισχυντίας. Οὐδὲ γὰρ ἡ πρόγνω‐ σις, ἄνθρωπε, τῆς πονηρίας αἰτία· μὴ γένοιτο. Οὐ γάρ ἐστιν ἀναγκαστικὴ τῶν μελλόντων ἔσεσθαι, ἀλλὰ προγνωστικὴ μόνον. Οὐκ ἐπειδὴ προεῖπεν ὁ Χριστὸς, διὰ τοῦτο ἐγένετο ἐκεῖνος προδότης· ἀλλ’ ἐπειδὴ προ‐ | |
10 | δότης ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν ὁ Χριστός. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα λέγωσιν, ὅτι εἶπεν ὅτι οὐκ ἀκούσονται, καὶ ἀπέκλεισεν αὐτοῖς τῆς μετανοίας τὴν ὁδὸν, προλαβὼν ἀνέσπασεν αὐτῶν τὴν πρόφασιν, εἰ‐ πὼν τῷ προφήτῃ, Ἴσως ἀκούσονται. | |
15 | εʹ. Μνημονεύετε τῆς ὑποσχέσεως· διὰ γὰρ τοῦτο συνεχῶς ὑμᾶς ὑπομιμνήσκω, ἵν’ ὅταν ἐπαγάγω τὸ συμπέρασμα, μὴ ἐπιλάθησθε τοῦ ζητηθέντος ἡμῖν ἐν ἀρχῇ κεφαλαίου. Τί δὲ ἦν τοῦτο; Ὅτι εἰ ᾔσθοντο οἱ Ἰουδαῖοι, ὅτι ἔμελλεν αὐτοῖς συμβήσεσθαι τὰ κα‐ | |
20 | τειληφότα αὐτοὺς δεινὰ (ταῦτα δὴ λέγω τὰ νῦν κατ‐ έχοντα αὐτοὺς), αὐτὰ τὰ βιβλία ἂν κατέκοψαν, καὶ οὐκ ἂν ἐφείσαντο οὐδὲ τῶν θείων γραμμάτων. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν ἔλθωμεν. Ταῦτα ἀκούσας ὁ Ἱερε‐ μίας, καλεῖ τὸν μαθητὴν αὐτοῦ Βαροὺχ υἱὸν Νη‐ | |
25 | ρίου, καὶ λέγει πρὸς αὐτόν· Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά. Τί γέ‐ γονε; σὺ ἐπετάγης παρὰ τοῦ Θεοῦ, καὶ τὸν μαθητὴν πέμπεις; ἆρα μὴ δειλιᾷς; ἆρα μὴ ἀγωνιᾷς; ἆρα μὴ δέδοικας; εἰ σὺ δέδοικας, πῶς ὁ μαθητὴς τολμήσει; | |
30 | Ἀλλ’ οὐδὲν τούτων· πρόσκειται γὰρ ἡ αἰτία· εἰπὼν γὰρ, Γράψον καὶ ἀνάγνωθι, ἐπήγαγεν· Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Ὢ μεγαλοψυχίας. Ἐν τῷ δεσμωτηρίῳ ἦν, καὶ τῆς προφητείας οὐκ ἀφίστατο. Προσέχωμεν τῇ ἀνδρείᾳ τοῦ δικαίου, καὶ τῇ τῆς δια‐ | |
35 | νοίας φιλοσοφίᾳ. Οὐκ εἶπε πρὸς ἑαυτόν· Τοσαῦτά μοι δεινὰ συμβέβηκε διὰ τὴν παῤῥησίαν ταύτην· μυ‐ ρίους ἀνήλωσα λόγους, καὶ οὐδὲν ὤνησα, οὐδὲ ἐγένετό μοί τι πλέον, ἀλλ’ ἢ τὸ δεδέσθαι μόνον· καὶ οὔπω με τῶν δεσμῶν ἀπέλυσεν ὁ Θεὸς, καὶ πάλιν πέμπει με | |
40 | πρὸς τοὺς θῆρας ἐκείνους; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ’ ἓν μόνον ἐσκόπει, ὅπως ἀνυσθῇ τὸ ἐπίταγμα τοῦ Δεσπότου· καὶ ἐπεὶ δι’ ἑαυτοῦ οὐκ ἴσχυσε, διὰ τοῦ μαθητοῦ κατεσκεύασεν αὐτό. Ἀνά‐ γνωθι γὰρ, φησὶν, αὐτοῖς, καὶ εἰπὲ πάντα τὰ κακά. | |
45 | Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Καὶ ἔλεγεν Ἱερεμίας, καὶ ἔγραφεν ὁ Βαροὺχ ἐν βιβλίῳ. Νηστείας καιρὸς ἦν, ὅτε ταῦτα ἐγίνετο· ἑορτὴ ἐφειστήκει, πάντας καλοῦσα πρὸς τὴν μητρόπολιν· ἔδει γὰρ κοι‐ νὸν γενέσθαι τὸν σύλλογον, ἐπειδὴ περὶ ἀναγκαίων | |
56.171(50) | πραγμάτων ἔμελλεν ἡ ἐκκλησία ἔσεσθαι. Εἰσῆλθε πρὸς τοὺς ἄρχοντας ὁ Βαροὺχ, καὶ ἀνέγνω εἰς τὰ ὦτα τῶν ἀρχόντων πάντας τοὺς λόγους τούτους· καὶ εἶπε καὶ τὴν αἰτίαν· Ἴσως γὰρ, φησὶ, πεσεῖται τὸ ἔλεος ὑμῶν ἐνώπιον Κυρίου· ἵνα μὴ | |
55 | νομίσωσιν ὅτι ὡς κατήγορος ἔλεγεν, ἀλλὰ μαθόντες ὅτι θεραπεῦσαι αὐτοὺς ἀφῖκται, ἐπιεικέστεροι γένων‐ ται. Τί οὖν ἐκεῖνοι; Δέον χάριτας ὁμολογῆσαι, δέον | |
ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, | Column end | |
56.172 | ἀλλ’ ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμ‐ μένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ. Καὶ πέμψας, φησὶν, ὁ βασιλεὺς τὸν Ἰουδὴν, ἕνα τινὰ τῶν παρεστηκότων αὐτῷ, | |
5 | ἐκέλευσε κομισθῆναι τὸ βιβλίον. Καὶ ἐκάθητο ὁ βασιλεὺς ἐν οἴκῳ χειμερινῷ· μὴν γὰρ ἔννατος ἦν, τουτέστι Νοέμβριος· ἔννατον ἀπὸ τοῦ Ξανθικοῦ ἀρι‐ θμῶν λέγει· δεῖ γὰρ καὶ ταῦτα ἀκριβῶς εἰδέναι. Εἰ γὰρ ἀπὸ τοῦ Δίου ἠρίθμει, οὐκ ἔμελλεν ἔσεσθαι τότε | |
10 | χειμών. Τίνος οὖν ἕνεκεν καὶ τοῦτο πρόσκειται; Ἐκ τῶν μετὰ ταῦτα εἴσῃ σαφῶς. Καὶ ἐσχάρα πυρὸς ἔμπροσθεν αὐτοῦ· ἀνθρακιὰ, φησὶ, διότι ψῦχος ἦν. Ὁρᾶτε πῶς οὐδὲν παραλιμπάνεται τῇ θείᾳ Γραφῇ; Καὶ ἀνθρακιὰ πυρὸς ἔμπροσθεν αὐτοῦ· καὶ περι‐ | |
15 | εστήκεισαν οἱ σατράπαι· ἐκομίσθη τὸ βιβλίον μυρίων γέμον καλῶν (ἡ γὰρ τῶν κακῶν προφητεία κακῶν ἀναίρεσις ἦν), καὶ ἀνεγινώσκετο. Μνημονεύετέ μοι, παρακαλῶ, τῆς ὑποσχέσεως. Καὶ ἐν τῷ ἀναγινώ‐ σκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν τὴν σμίλην | |
20 | ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε τὸ βιβλίον ἅπαν. Εἶδες πῶς οὐ φεί‐ δονται οὐδὲ τῶν βιβλίων; πῶς οὐδὲ τῶν γραμμάτων τῶν θείων ἀπέχονται; Ἐπειδὴ αἰχμαλωσίαν εἶχε τῆς Ἱερουσαλὴμ, κατέκοψε· καὶ οὐχ εὑρὼν τὸν προφή‐ | |
25 | την, εἰς τὰ γράμματα τὴν ὀργὴν ἀφῆκεν. Ὁ τοίνυν τοῖς ἀψύχοις οὕτω πολεμῶν, εἰ τὸν ψυχὴν ἔχοντα εὗρε, τί οὐκ ἂν εἰργάσατο; Καθάπερ γὰρ τὰ χαλεπὰ τῶν θηρίων, ἐπειδὰν ἐπιλάβωνται τῶν πυκτευόντων αὐτοῖς, εἶτα ἐκεῖνοι διαφύγωσι καταλιπόντες ἐν | |
30 | τῷ στόματι τῶν θηρίων ἃ περίκεινται δέρματα, λοι‐ πὸν αὐτὰ περιτρώγουσι παραμυθούμενα τὸν θυμόν· οὕτω δὴ καὶ ὁ βασιλεὺς ἐποίησεν. Οὐχ εὗρε τὸν ἔχοντα τὸ βιβλίον, καὶ αὐτὸ τὸ βιβλίον κατέκοψε· καὶ οὐ κατέκοψε μόνον, ἀλλὰ καὶ ἐνέβαλεν εἰς τὴν ἐσχάραν | |
35 | τοῦ πυρὸς, ἵνα μηδὲ λείψανον μείνῃ τῶν γραμμάτων ἐκείνων. Ἀλλ’ οὐδέπω πᾶσαν ἔγνωτε αὐτοῦ τὴν μα‐ νίαν· εἴσεσθε δὲ σαφῶς, ἐὰν μετὰ ἀκριβείας τῷ διη‐ γήματι προσέχητε. Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν· ἀλλ’ Ἐν τῷ ἀναγι‐ | |
40 | νώσκειν αὐτὸν τρεῖς σελίδας ἢ τέσσαρας, ἐξ‐ έτεμεν αὐτό. Οὐκ ἀνέμεινεν οὐδὲ τὸ τέλος τῆς ἀνα‐ γνώσεως, ἀλλ’ ἐξ αὐτῶν τῶν προοιμίων εὐθέως ἐξ‐ ηγριώθη. Διὰ ταῦτα οὐκ ἦν ἀσφαλὲς τοῖς προφήταις Ἰουδαίοις λέγειν μετὰ σαφηνείας πάντα τὰ ἐσόμενα | |
45 | δεινά. Εἰ γὰρ πρόσκαιρον οὐκ ἤνεγκεν αἰχμαλωσίαν ἀκοῦσαι, τὴν διηνεκῆ πῶς ἂν ὑπέμεινε μαθεῖν; Καὶ οὐδὲ μέχρι τούτου ἔστη ὁ βασιλεύς· ἀλλ’ ἔπεμψε, φησὶ, ζητεῖν πανταχοῦ τὸν προφήτην, ἀλλ’ οὐχ εὗρεν αὐτόν· ἔκρυψε γὰρ αὐτὸν ὁ Θεός. Ἐκεῖνον μὲν τόπῳ | |
56.172(50) | τότε ἔκρυψε, τοὺς δὲ ἄλλους προφήτας τῇ ἀσαφείᾳ τῶν λεγομένων. ϛʹ. Οὐκ ἀπὸ τούτων δὲ μόνον ἡμῖν ἔσται φανερὸν, ὅτι τολμηρὸν ἦν παρὰ Ἰουδαίοις καὶ ψυχῆς ῥιψοκινδύνου, τὴν ἐσομένην τοῖς ἔθνεσι τιμὴν καὶ δόξαν, καὶ τὴν | |
55 | διαδεξομένην ἐκείνους ἀτιμίαν λέγειν, ἀλλὰ καὶ ἐκ τῶν Παύλου ῥημάτων. Οὗτος γοῦν ἰδών τινα προφή‐ την μικρὸν παρανοίξαντά τι τῆς προῤῥήσεως ταύτης, | |
καὶ σαφέστερον τῶν ἄλλων εἰπόντα, καὶ τὰ ἡμέτερα | 171 | |
56.173 | ἀγαθὰ, καὶ τὰ ἐκείνων κακὰ, ἐξεπλάγη καὶ ἐθαύμασε τῆς τόλμης αὐτὸν, οὕτως εἰπών· Ἡσαΐας δὲ ἀπο‐ τολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. | |
5 | Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Καίτοι, εἰ μὴ κίνδυνος ἐκ τῆς προῤῥή‐ σεως ἠκολούθει, τίνος ἕνεκεν εἶπε Παῦλος, Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν; Μεγίστη ὄντως κατηγορία Ἰουδαίων. Οἱ | |
10 | μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπέτυχον· οἱ μὴ ἀκούσαντες ἐπίστευσαν, καὶ οἱ ἀκούσαντες ἐσταύ‐ ρωσαν. Διὰ ταῦτα τολμητὴν ἐκάλεσε τὸν Ἡσαΐαν. Καὶ γὰρ ὄντως μεγίστης τόλμης ἦν, ἐν μέσῳ τῶν κατηγορουμένων ἑστῶτα, ἀφειδῶς ποιεῖσθαι τὰς κατ‐ | |
15 | ηγορίας, καὶ ἐκείνους μὲν τῆς τιμῆς φανερῶς ἐκ‐ βάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις δόξαν. Τὸ δικαστήριον τῶν ἀκουόντων κατηγόρους εἶχε πάντας. Τίς δὲ ἐν δικα‐ σταῖς ἐχθροῖς διαφεύγειν δύναται κίνδυνον; Διὰ τοῦτο, | |
20 | φησὶν, Ἀποτολμᾷ καὶ λέγει. Ἀλλ’ ἔτι τοῦτο ὑμῖν σαφέστερον ἀποδεῖξαι βούλο‐ μαι. Διὰ τοῦτο περὶ Ἰουδαίων καὶ ἡμῶν ἀσαφῶς ἐν ταῖς Γραφαῖς εἴρηται, ἵνα μὴ πρὸ καιροῦ συνῶσι τῶν λεγομένων Ἰουδαῖοι. Καὶ τούτου παράγω μάρτυρα | |
25 | τὸν μεγαλοφωνότατον Παῦλον, τὸν ἄνωθεν φθεγγόμε‐ νον, τὴν σάλπιγγα τῶν οὐρανῶν, τὸ σκεῦος τῆς ἐκλο‐ γῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆ‐ σαι τῷ Χριστῷ. Τοῦτον ὑμῖν παράγω μάρτυρα φα‐ | |
30 | νερῶς λέγοντα, ὅτι διὰ τοῦτο συνεσκίασταί τινα τῶν ἐν τῇ Παλαιᾷ, οὐχὶ πάντα. Εἰ γὰρ πάντα ἀσαφῆ ἔμελλεν εἶναι, περιττῶς εἴρητο τοῖς τότε. Αἱ γὰρ προ‐ φητεῖαι ἔχουσι καὶ πολέμους προσκαίρους τοὺς τότε, καὶ λοιμοὺς, καὶ λιμούς· ἔχουσι δὲ καὶ τὰ σήμερον | |
35 | ἐκβάντα, τῆς Ἐκκλησίας τὴν κλῆσιν, τῆς συναγωγῆς τὴν ἀποβολὴν, τοῦ νόμου τὴν κατάργησιν. Ταῦτα δὲ οὐκ ἐβούλετο αὐτοὺς εἰδέναι· ἐκεῖνα δὲ ἤθελε τὰ ἐν τοῖς καιροῖς συμβαίνοντα τοῖς αὐτῶν. Καὶ τοῦτο αὐτὸ ἀποδεῖξαι πειράσομαι· ὅτι ταῦτα μόνα ἀσαφῆ ἐποίησε | |
40 | γενέσθαι, τὰ περὶ ἡμῶν καὶ τῆς συναγωγῆς, τὰ νῦν ἐκβάντα, καὶ τὴν τοῦ νόμου κατάργησιν· τοῦτο δὲ αὐτοὺς οὐκ ἔδει εἰδέναι ἐκ τότε. Εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθον, ὅτι πρόσκαιρος ὁ νόμος, πάντως ἂν αὐτοῦ κατεφρόνησαν· διὰ τοῦτο αὐτὸν συνεσκίασε μόνον. | |
45 | Ὅτι γὰρ οὐ πᾶσα προφητεία ἀσαφὴς ἦν, ἀλλὰ τοῦτο μόνον περιέσταλτο τὸ μέρος, ἄκουσον τοῦ Παύλου σα‐ φῶς ἀμφότερα ταῦτα ἡμῖν ἐνδεικνυμένου, καὶ ὅτι συνεσκίαστο ὁ νόμος, καὶ ὅτι κατὰ τοῦτο μόνον τὸ μέρος. Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· | |
56.173(50) | Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου, ἀλλ’ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ σή‐ | |
55 | μερον κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χρι‐ στῷ καταργεῖται. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον, τῆς ἱστορίας αὐ‐ τῆς ὑμᾶς ἀναμνήσας. Ἐπειδὴ γὰρ λαβὼν τὰς πλά‐ | |
60 | κας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα | Column end |
56.174 | τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξ‐ έλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι. Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως | |
5 | ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι. Καὶ τῷ δήμῳ μὲν ὁμιλῶν εἶχε τὸ κά‐ λυμμα, πρὸς δὲ τὸν Θεὸν ἐπιστρέφων ἀπετίθει τοῦτο πάλιν. Τοῦτο δὲ συνέβαινεν, ὁμοῦ μὲν ἵνα ἀξιόπιστος ὁ νομοθέτης φαίνηται τοῖς μέλλουσι τὸν δι’ αὐτοῦ | |
10 | κομιζόμενον δέχεσθαι νόμον, ὁμοῦ δὲ ἵνα καὶ ὁ τῆς ἀληθείας ἐν αὐτῷ προδιαγραφῇ τύπος, καὶ διαγρα‐ φῇ τῆς κατὰ Χριστὸν οἰκονομίας ἄνωθεν ἡ αἰτία. Ἐπειδὴ γὰρ ἔμελλόν τινες λέγειν. Τίνος ἕνεκεν οὐ γυμνῇ τῇ θεότητι παρεγένετο ὁ Χριστὸς, ἀλλὰ σάρκα | |
15 | περιεβάλ[λ]ετο; ἄνωθεν διὰ τῆς ὄψεως τοῦ δούλου πᾶσι τούτοις ἀπελογήσατο. Εἰ γὰρ τὴν τοῦ δούλου δόξαν οὐκ ἤνεγκαν ἰδεῖν τὴν ἐπιγενομένην ὕστερον Ἰου‐ δαῖοι, πῶς ἂν γυμνὴν τὴν θεότητα μετὰ ταῦτα ἰδεῖν ὑπέμειναν; | |
20 | ζʹ. Οὐ τοῦτο δὲ μόνον τὸ κάλυμμα ἡμῖν ἐνδείκνυται ἐκεῖνο, ἀλλ’ ὅτι καὶ ταῦτα πάσχουσιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ νόμου, ἅπερ ἔπασχον ἐπὶ τῆς ὄψεως Μωϋσέως τότε. Καθάπερ γὰρ οὐχ ἑώρων τῆς ὄψεως τοῦ νομο‐ θέτου τὴν δόξαν, τοῦ παραπετάσματος ἐκείνου παρ‐ | |
25 | εμβεβλημένου μέσον, οὕτως οὐδὲ τὴν νόμου δόξαν δύνανται νῦν κατιδεῖν. Τοῦτο δὲ καὶ πρὸς αἱρετικοὺς ἀναγκαῖον ἡμῖν. Καὶ γὰρ νομίσαντες κατηγορίαν εἶναι τοῦ νόμου τὰ εἰρημένα, κατεδέξαντο τῆς Ἐπιστολῆς τὸ χωρίον τοῦτο· καὶ ἐπειδὴ ἤκουσαν, ὅτι κάλυμμα | |
30 | ἔχει ὁ νόμος, καὶ ὅτι καταργεῖται, νομίσαντες εἶναι διαβολὴν, ἀφῆκαν τὰ γράμματα, ἵνα τοῖς οἰκείοις ἁλῶσιν ἐπιχειρήμασιν. Αὐτὸ γὰρ τοῦτο δείκνυσι μέ‐ γαν ὄντα τὸν νόμον. Ὥσπερ γὰρ τότε οὐκ ἦν κατηγο‐ ρία Μωϋσέως τὸ κάλυμμα ἔχειν ἐπὶ τῆς ὄψεως, ἀλλ’ | |
35 | ἀσθένεια τῶν Ἰουδαίων, Μωϋσέως δὲ καὶ ἐγκώμιον μέγιστον ἦν, ὅτι τοιαύτην εἶχεν ἐπὶ τῆς ὄψεως δόξαν, ὡς καὶ παραπετάσματος δεηθῆναι πρὸς τοὺς ὁμοδού‐ λους· οὕτω καὶ ἐπὶ τοῦ νόμου συνέβη. Εἰ γὰρ μὴ δόξαν εἶχεν ἀπρόσιτον ὁ νόμος, οὐκ ἂν ἐδεήθη κα‐ | |
40 | λύμματος. Ὅταν οὖν λέγῃ, ὅτι Κάλυμμα ἐπὶ τῆς ἀναγνώσεως τῆς Παλαιᾶς Διαθήκης μένει, τὴν ἀσάφειαν αὐτοῦ φησιν· ὅταν δὲ λέγῃ, Μὴ ἀνακαλυ‐ πτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται, τὸ μέρος, ὅπερ ἐστὶν ἀσαφὲς, ὁ νόμος ἡμῖν ἐπέδειξεν. Οὐ γὰρ | |
45 | ἐκεῖνο ἀσαφὲς ἦν τοῦ νόμου τὸ μέρος, ὅπερ εἰς βίον ἡμῖν συνετέλει καὶ πολιτείαν· ἐπεὶ περιττῶς ἂν ἐδό‐ θη· ἀλλ’ ἐκεῖνα μόνα συνεσκίαστο τὰ μέρη, δι’ ὧν ἐδυνάμεθα μαθεῖν, ὅτι διὰ τοῦ Χριστοῦ καταργεῖται. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἔργον, τὸ | |
56.174(50) | τὸν νόμον αὐτὸν εἰσαγαγεῖν λέγοντα περὶ αὐτοῦ, ὅτι Χριστὸς ἐλθὼν αὐτὸν καταργήσει, καὶ ὅτι ἐν αὐτῷ παυθήσεται. Αὐτὸ οὖν τοῦτο τὸ μέρος τοῦ νόμου τὸ λέγον, ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος, τοῦτο ἀσαφὲς μόνον ἦν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ μέγας Παῦ‐ | |
55 | λος, ἐπήγαγε· Μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χρι‐ στῷ καταργεῖται. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Κά‐ | |
λυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης | 173 | |
56.175 | μένει, ὅλην αὐτὴν ἀσαφῆ καὶ συνεσκιασμένην εἶναι νομίσῃς, τῇ ἐπαγωγῇ ταύτην διώρθωσε τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Πα‐ λαιᾶς Διαθήκης μένει, ἐπήγαγε, Μὴ ἀνακαλυπτό‐ | |
5 | μενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τοῦτο αὐτὸ, φησὶν, οὐκ ἀνεκαλύφθη, ὅτι μέλλει ἐν Χριστῷ καταρ‐ γεῖσθαι· οὐκ ἀνεκαλύφθη δὲ τοῖς μὴ προσελθοῦσι τῇ πίστει· ὡς ὅ γε προσελθὼν, καὶ τῆς τοῦ ἁγίου Πνεύ‐ ματος χάριτος ἀπολαύσας, οὐκέτι μετὰ παραπετά‐ | |
10 | σματος βλέπει τὸν νόμον, ἀλλὰ γυμνὴν αὐτοῦ καθορᾷ τὴν δόξαν. Δόξα δὲ νόμου, τὸ δυνηθῆναι διδάξαι, ὅτι ἐν Χριστῷ καταργεῖται, ἵνα καὶ τοῦτο μάθῃς. Εἶδες τοῦ νόμου τὴν δόξαν; Δόξα δέ ἐστιν ἀληθὴς ἐκείνου, ὅταν σε πρὸς τὸν Χριστὸν παιδαγωγῆσαι δυνηθῇ· | |
15 | παιδαγωγεῖ δὲ, ἐπειδὰν δείξῃ αὐτὸν καταργούμενον. Ὥστε καὶ ἐντεῦθεν καιρία τοῖς αἱρετικοῖς ἡ πληγὴ γέγονεν. Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος καὶ πολέ‐ μιος τοῦ Χριστοῦ, καὶ μὴ παρ’ ἐκείνου δοθεὶς, οὐκ ἔδει Παῦλον δόξαν αὐτοῦ καλέσαι, τῷ δυνηθῆναι παι‐ | |
20 | δεῦσαι τοὺς προσιόντας αὐτῷ, ὅτι διὰ Χριστοῦ καταρ‐ κεῖται. Εἰ πονηρὸς ἦν ὁ νόμος πάλιν, οὐκ ἔδει τὸ κά‐ λυμμα αὐτοῦ ἀφαιρεθῆναι, ἀλλὰ μένειν αὐτὸν καὶ μετὰ τὴν χάριν συνεσκιασμένον. Εἰ δὲ τοῦτο τῆς χά‐ ριτος ἔργον, τὸ διορατικωτέρους ποιεῖν τοὺς προσ‐ | |
25 | ιόντας πρὸς τὴν τοῦ νόμου κατάληψιν, ὥστε ἐκεῖθεν τὰς ἀρχὰς καὶ τὰς ἀφορμὰς πάσας λαμβάνειν τῆς πρὸς τὸν Χριστὸν πίστεως· τί μεῖζον τούτου τεκμή‐ ριον τῆς τοῦ νόμου συγγενείας τῆς πρὸς τὴν χάριν εἴποι τις ἂν, ἀλλ’ ἢ ὅταν μὲν Χριστὸς ἀνοίγῃ τοὺς | |
30 | ὀφθαλμοὺς τῶν αὐτῷ προσιόντων, ὥστε δυνηθῆναι κατιδεῖν τοῦ νόμου τὴν ἀγωγὴν, ἐκείνη δὲ φανεῖσα καὶ γενομένη δήλη, παραπέμψαι μετὰ πολλῆς τῆς εὐκολίας δυνήσεται τοὺς συνιέντας τὰ Χριστοῦ; Ταῦτα γὰρ οὔτε τὸν Χριστὸν τῷ νόμῳ μαχόμενον δεί‐ | |
35 | κνυσιν, οὔτε τὸν νόμον πολεμοῦντα τῷ Ἰησοῦ, ἀλλὰ τοὐναντίον ἅπαν, τὸν μὲν προοδοποιοῦντα τῇ μεγάλῃ ταύτῃ φιλοσοφίᾳ, τὸν δὲ ἐκεῖθεν αὐτοὺς παραλαμβά‐ νοντα καὶ πρὸς ἄκραν ἄγοντα κορυφήν. Ὑπὲρ δὲ τού‐ των ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ, | |
40 | τῷ κατὰ τὸν προσήκοντα καιρὸν ἕκαστα οἰκονομοῦντι, καὶ πολυτρόπως τὴν ἡμετέραν πραγματευομένῳ σω‐ τηρίαν, καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ τῆς τοσαύ‐ της προνοίας ἀξίαν κατὰ δύναμιν ἐπιδειξώμεθα πολι‐ τείαν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· | |
45 | ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς Διαθήκης, καὶ | |
56.175(50) | εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ περὶ τοῦ μὴ κατηγορεῖν ἀλλήλων. αʹ. Χαίρει μὲν βουκόλος, ἐπειδὰν εὐπαθοῦσαν αὐτῷ καὶ σφριγῶσαν ἴδῃ τῶν βοῶν τὴν ἀγέλην· χαίρει δὲ καὶ γηπόνος, θεωρῶν κομῶντα τὰ λήϊα· ἀλλ’ οὔτε | |
55 | γηπόνος ἐπὶ τοῖς ληΐοις, οὔτε βουκόλος ἐπὶ ταῖς βου‐ σὶν οὕτω χαίρουσιν, ὡς ἐγὼ χαίρω νῦν καὶ ἀγάλλομαι, τὴν καλὴν ταύτην ἅλω τῶν πνευματικῶν τούτων δραγμάτων πεπληρωμένην ὁρῶν. Ὅταν γὰρ εἰς ἀκοὰς | |
τοσαύτας καὶ τοιαύτας σπείρηται τῆς εὐσεβείας ὁ | Column end | |
56.176 | λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν. Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον καὶ λιπαρὰν ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν | |
5 | δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγό‐ τητα τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεο‐ ναζούσης· οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ κατα‐ πειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται | |
10 | τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέ‐ γοντος πενίαν ἀποκρυπτούσης. Τοῦτο καὶ ἐπὶ τῆς ἁλείας γίνεται τῶν ἰχθύων. Κἂν γὰρ ἄπειροι τυγχά‐ νωσιν ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπι‐ | |
15 | τυγχάνουσι, τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν. Εἰ δὲ ἐπὶ τῆς ἄγρας ἐκείνης τῶν ἁλιεύεσθαι μελλόντων τὸ πλῆθος τοῦ σαγηνεύοντος πολλάκις παραμυθεῖται τὴν ἀμά‐ θειαν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁλιείας ταύτης τῆς | |
20 | πνευματικῆς τοῦτο συμβήσεται. Καὶ γὰρ ἐκεῖνοι μὲν οἱ ἰχθύες, ὅταν ἴδωσιν ἐμβληθέντα τὰ θήρατρα, εὐθέως ἀποπηδῶσι καὶ ἐξάλλονται· ὑμεῖς δὲ τὸ ἐναν‐ τίον ποιεῖτε· ὅταν ἴδητε ἀναστάντα καὶ τὴν σαγήνην ἁπλώσαντα τῆς διδασκαλίας, οὐ μόνον οὐκ ἀποπη‐ | |
25 | δᾶτε καὶ ἐξάλλεσθε, ἀλλὰ καὶ ἐνδοτέρω βαδίζετε πανταχόθεν συντρέχοντες, καὶ τὸν πλησίον ἕκαστος ὠθῶν καὶ θλίβων, πρότερος αὐτὸς ἐπείγεται ἐμπη‐ δῆσαι καὶ ἐμπεσεῖν εἰς τὰ δίκτυα. Διὰ τοῦτο οὐδέ‐ ποτε κενὴν ἀνεσπάσαμεν τὴν σαγήνην, οὐ διὰ τὴν | |
30 | ἡμετέραν ἐμπειρίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἐπιθυ‐ μίαν. Ἱκανῶς μὲν οὖν ἡμᾶς καὶ πρώην εἱστίασεν ἡ χρυσὸν δόκιμον καὶ καθαρὸν ῥέουσα γλῶττα, καὶ πηγὰς ἔχουσα μέλιτος ἐν τῷ στόματι, ἡ τοῦ μακαρίου, λέγω, Παύλου· μᾶλλον δὲ καὶ κηρίου παντὸς ἀποκρύ‐ | |
35 | πτουσα τὴν ἡδονὴν τῇ τῆς πνευματικῆς διδασκαλίας γλυκύτητι. Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμά‐ ζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπερ‐ | |
40 | οχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους. Τί οὖν ἦν τὸ ὄφλημα ἐκεῖνο; Ἀνάγκη γὰρ | |
45 | ἀναμνῆσαι ὑμᾶς τὴν ἀρχὴν τοῦ δανείσματος, ὥστε σαφεστέραν ὑμῖν ἀπὸ τῆς ὑποθέσεως γενέσθαι τὴν ἐξήγησιν. Ἐζητήσαμεν τότε, τίνος ἕνεκεν ἀσαφεστέρα τῆς Καινῆς ἡ Παλαιὰ Διαθήκη· τάχα γὰρ μέμνησθε· καὶ μίαν τέως εἰρήκαμεν αἰτίαν, τὴν θηριωδίαν τῶν | |
56.176(50) | ἀκουόντων, καὶ μάρτυρα παρηγάγομεν τὸν Παῦλον λέγοντα, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἐδείξαμεν ὅτι καθάπερ Μωϋσῆς εἶχε κάλυμμα ὁ νομοθέτης, οὕτω καὶ ὁ νόμος | |
55 | εἶχε κάλυμμα, τὴν ἀσάφειαν· ἀλλ’ οὔτε τοῦ νομοθέ‐ του ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων. Οὐδὲ γὰρ δι’ ἑαυτὸν εἶχε κάλυμμα ὁ Μωϋσῆς, ἀλλ’ ἐπειδὴ οὐκ ἠδύναντο ὑπενεγκεῖν τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. | |
60 | Ὅτε γοῦν ἐπέστρεφε πρὸς Κύριον, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω καὶ ὁ νόμος, ἐπεὶ οὐδέπω ἠδύνατο μαθεῖν τὰ τέλεια διδάγματα καὶ φιλοσοφίας γέμοντα, τά τε περὶ Χριστοῦ καὶ τῆς Καινῆς Διαθήκης (πάντα | |
γὰρ ἐκεῖνα ἐναπέκειτο, καθάπερ ἐν θησαυρῷ, τῇ | 175 | |
56.177 | παλαιᾷ Γραφῇ), κάλυμμα εἶχεν, ἐκείνοις μὲν συγκαταβαίνων, ἡμῖν δὲ τηρῶν τὸν πλοῦτον ἅπαντα, ἵν’, ὅταν παραγένηται ὁ Χριστὸς, καὶ ἐπιστρέψωμεν πρὸς αὐτὸν, περιαιρεθῇ τὸ κάλυμμα. Ὁρᾶτε τοίνυν | |
5 | εἰς ὅσην ἡμᾶς ἀξίαν ἤγαγεν ἡ τοῦ Χριστοῦ παρουσία, εἰς τὴν τάξιν ἀνάγουσα Μωϋσέως. Ἀλλ’ ἴσως ἐρεῖ τις· Καὶ τίνος ἕνεκεν ἐλέγετο τότε, εἰ μὴ ἔμελλεν αὐτοῖς σαφῆ εἶναι τὰ λεγόμενα; Ἵνα τοῖς μετὰ ταῦτα γένηται χρήσιμα. Προφητείας γὰρ ἀξίωμα τοῦτό ἐστιν, | |
10 | οὐχ ὅταν τὰ παρόντα ἀπαγγείλῃ πράγματα, ἀλλ’ ὅταν τὰ μέλλοντα προαναφωνήσῃ. Προφητεία δὲ ὅταν συν‐ εσκιασμένως λέγηται, μετὰ τὴν τῶν πραγμάτων ἔκ‐ βασιν γίνεται σαφεστέρα, πρὸ δὲ τῆς ἐκβάσεως οὐδα‐ μῶς. Ὥστε, ἐπειδὴ τότε μὲν ἐλέγετο συνεσκιασμένως, | |
15 | ἀσαφῆ ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ πράγματα, διὰ τοῦτο σαφέστερα ἦν τὰ λεγόμενα. Καὶ ἵνα μάθητε, ὅτι προφητεία, κἂν πρὸ πολλοῦ λέγηται τοῦ χρόνου, συνεσκιασμένως δὲ λέγηται, ἀσαφεστέρα γίνεται ἀναμένουσα τὴν ἐκ τῶν πραγμάτων ἔκβασιν, ἀπ’ αὐτῶν | |
20 | τῶν μαθητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν. Λύσατε τὸν ναὸν τοῦτον, τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός. Ἐπειδὴ γὰρ ἐδίωκε τοὺς διὰ τῆς καπηλείας εἰς τὸν ναὸν ἐνυβρίζοντας, λέγουσιν ἐκεῖνοι· Τί σημεῖον δει‐ κνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Καὶ πρὸς τοῦτό φησι· | |
25 | Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Τοῦτο προφητεία τίς ἐστιν· οὔπω γὰρ ἦν ἐκβεβηκὼς ὁ σταυρὸς, οὐδὲ ἡ λύσις τοῦ ναοῦ, οὐδὲ ἡ τριήμερος ἀνάστασις, ἢν αὐτὸς ἐποιήσατο Καὶ | |
30 | ὅρα πῶς τὰ ἀμφότερα μετὰ ἀκριβείας ᾐνίξατο, καὶ τὴν τόλμαν τὴν ἐκείνων, καὶ τὴν οἰκείαν αὐτοῦ δύνα‐ μιν. Ἀλλ’ ὅμως οὐκ ᾔδεισαν τὰ λεγόμενα. Καὶ τὸ μὲν Ἰουδαίους ἀγνοεῖν, οὐδὲν θαυμαστόν· λέγει δὲ, ὅτι οὐδὲ οἱ μαθηταὶ αὐτοῦ συνῆκαν, ἕως ἀνέστη ἐκ τῶν | |
35 | νεκρῶν· Καὶ τότε ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς. βʹ. Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς | |
40 | προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας; Τῇ γὰρ παρουσίᾳ δῆλαι ἔμελλον γίνεσθαι καὶ σαφεῖς. Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρ‐ τίαν οὐκ εἶχον. Διὰ τί οὐκ εἶχον ἁμαρτίαν, εἰ αἱ | |
45 | προφητεῖαι προέλεγον; Ὅτι προέλεγον μὲν, οὐκ ἦσαν δὲ σαφεῖς, οὐδὲ δῆλαι πρὸ τῆς παρουσίας τοῦ προ‐ λεγομένου. Εἰ γὰρ καὶ τότε σαφεῖς ἦσαν αὐτοῖς καὶ δῆλαι, δῆλον ὅτι καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἁμαρ‐ τίαν εἶχον· εἰ δὲ ἁμαρτίαν οὐκ εἶχον, εὔδηλον ὅτι διὰ | |
56.177(50) | τὴν ἀσάφειαν αὐτῶν καὶ τὸ συνεσκιάσθαι τὰ λεγόμενα. Οὐδὲ γὰρ ἀπῃτοῦντο τὴν εἰς τὸν Χριστὸν πίστιν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Τίνος οὖν ἕνεκεν προ‐ ελέγετο τότε; Ἵν’, ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν | |
55 | ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ’ ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προ‐ ανεκηρύττετο χρόνων· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐπι‐ σπάσασθαι πρὸς τὴν πίστιν αὐτούς. Μία μὲν οὖν αὕτη τῆς ἀσαφείας αἰτία, ἣν καὶ διὰ πλειόνων ἀπεδείξαμεν | |
60 | μαρτυριῶν ἐν τῇ προτέρᾳ διαλέξει. Ἵν’ οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν Διαθήκην. Ἄλλο γάρ ἐστι μηδὲν ὅλως | |
65 | εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα ἐπικεί‐ | Column end |
56.178 | μενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν. Τίς οὖν ἐστιν ἡ δευτέρα αἰτία, δι’ ἣν δυσκολωτέρα ἡ Παλαιὰ Διαθήκη τῆς Νέας ἐστίν; Οὐχὶ τῇ ἐγχωρίῳ | |
5 | φωνῇ ἔχομεν τὴν Παλαιὰν Διαθήκην παρ’ ἡμῖν γε‐ γραμμένην· ἀλλ’ ἑτέρᾳ μὲν συνετέθη γλώττῃ, ἑτέρᾳ δὲ ἔχομεν αὐτὴν ἀναγινωσκομένην ἡμεῖς. Τῇ γὰρ Ἑβραίων φωνῇ παρὰ τὴν ἀρχὴν συνεγράφη, ἡμεῖς δὲ αὐτὴν τῇ Ἑλλήνων παρελάβομεν γλώττῃ· ὅταν δὲ | |
10 | γλῶττα ἑρμηνευθῇ εἰς ἑτέραν γλῶτταν, πολλὴν ἔχει τὴν δυσκολίαν. Καὶ ἴσασιν ἀκριβῶς, ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι, πῶς οὐ δυνατὸν πᾶσαν τὴν σαφήνειαν τῆς φωνῆς τῆς ἐν τῇ οἰκείᾳ φύσει κειμέ‐ νης μετενεγκεῖν εἰς τὴν ἑτέραν μεταβάλλοντας γλῶσ‐ | |
15 | σαν. Τοῦτο οὖν αἴτιον τῆς δυσκολίας τῆς ἐν τῇ Παλαιᾷ Διαθήκῃ γέγονε. Πρὸ γὰρ τριακοσίων ἐτῶν τῆς τοῦ Χρι‐ στοῦ παρουσίας, ἐπὶ Πτολεμαίου τοῦ βασιλέως τῶν Αἰγυπτίων, πρὸς τὴν Ἑλλάδα μετηνέχθη γλῶσσαν ἡ Παλαιὰ Διαθήκη, χρησίμως σφόδρα καὶ ἀναγκαίως. | |
20 | Ἕως μὲν γὰρ ἑνὶ ἔθνει τῶν Ἰουδαίων διελέγετο, ἔμενεν ἐν τῇ Ἑβραΐδι φωνῇ. Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος. Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν | |
25 | πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν (καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώ‐ σεως), τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ | |
30 | τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρ‐ εσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι’ αὐτῶν δυ‐ νηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ | |
35 | προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ. Διὰ τοῦτο πρό γε τοῦ χρόνου τῆς παρουσίας τοῦ Χριστοῦ ἡρμη‐ νεύθησαν ἅπασαι· ἐπεὶ εἰ ἔμενον ἐν τῇ Ἑβραΐδι διαλέκτῳ μόνον, ἔλεγε δὲ ὁ Δαυῒδ, Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, | |
40 | καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, πόθεν ἔμελλεν εἰδέναι τὸ λεγόμενον ὁ Σύρος, ἢ ὁ Γαλάτης, ἢ ὁ Μακεδὼν, ἢ ὁ Ἀθηναῖος, ἐν ἀσαφείᾳ μενούσης τῆς Γραφῆς; Πάλιν ὁ Ἡσαΐας ἐβόα· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ | |
45 | κείροντος αὐτὸν ἄφωνος. Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατα‐ καλύψαι θαλάσσας. Καὶ ὁ Δαυῒδ πάλιν ἔλεγεν· | |
56.178(50) | Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. γʹ. Ἐπεὶ οὖν καὶ περὶ τοῦ πάθους, καὶ περὶ τῆς | |
55 | ἀναστάσεως, καὶ περὶ τῆς ἀναλήψεως, καὶ περὶ τῆς ἐκ δεξιῶν καθέδρας, καὶ περὶ τῆς δευτέρας αὐτοῦ | |
παρουσίας, καὶ περὶ πάντων τούτων ἁπλῶς τῶν ἐν τῇ | 177 | |
56.179 | Καινῇ κειμένων προεῖπεν ἡ Παλαιὰ Διαθήκη, ἵνα μὴ ἄγνωστα μένῃ ταῦτα τοῖς ἔθνεσι τοῖς μετὰ ταῦτα μέλλουσιν ἔσεσθαι, καὶ ἀγνοῶσι τῆς προφητείας τὴν ἰσχὺν, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις πρὸ τῆς παρου‐ | |
5 | σίας τοῦ Χριστοῦ ἑρμηνευθῆναι τὰς Γραφὰς, οὐ τοῖς ἐξ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων τοῖς πανταχοῦ τῆς οἰκουμένης διασπαρεῖσι καὶ τὴν Ἑβραΐδα λοι‐ πὸν ἀποβαλοῦσι γλῶσσαν χρησίμους αὐτὰς ποιῶν. Ἰδοὺ γὰρ, ἐπίστευσεν ὁ ἐξ ἐθνῶν, βλέπων τὰ σημεῖα | |
10 | τῶν Ἰουδαίων. Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκα‐ λον οἴκοθεν παρέχειν τὸν προφήτην; Εἰ γὰρ εἰς Ἀθή‐ νας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκο‐ λαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς | |
15 | αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκο‐ λώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο· πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς | |
20 | αὐτῶν. Καὶ διὰ τί, φησὶν, οὐκ ἦν μία φωνὴ, καὶ πά‐ σης ἦμεν ἀπηλλαγμένοι τῆς δυσκολίας; Μία φωνὴ τὸ παλαιὸν ἦν, ὦ ἄνθρωπε, καὶ ὥσπερ μία φύσις ἀνθρώ‐ πων, καὶ μία φωνὴ πάντων ἦν. Οὐκ ἦν ἑτερόγλωσσος ἀπ’ ἀρχῆς, οὐκ ἦν ἑτερόφωνος, οὐκ ἦν Ἰνδὸς, οὔτε | |
25 | Θρᾲξ, οὔτε Σκύθης, ἀλλὰ πάντες μιᾷ διελέγοντο γλώσσῃ. Τί οὖν γέγονε τὸ αἴτιον; φησίν. Ἀνάξιοι τῆς μιᾶς ταύτης φωνῆς ἐφάνημεν ἡμεῖς, οἱ ἀγνώμονες ἀεὶ περὶ τὸν εὐεργέτην. Τί λέγεις; φωνῆς ἀνάξιοι ἐφά‐ νημεν; καὶ τὰ μὲν ἄλογα τὴν οἰκείαν φωνὴν ἔχει | |
30 | πάντα· βληχᾶται πρόβατα, μηκῶνται αἶγες, μυκᾶ‐ ται ταῦρος, χρεμετίζει ἵππος, βρύχεται λέων, ὠρύε‐ ται λύκος, συρίζει δράκων· ἕκαστον τῶν ἀλόγων τὸν οἰκεῖον φθόγγον διετήρησεν, ἐγὼ δὲ μόνος τῆς οἰκείας ἀπεστέρημαι φωνῆς; Καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα, | |
35 | καὶ τὰ χειροήθη καὶ τὰ ἀτιθάσσευτα ζῶα ἔμεινεν ἕκαστον ἔχοντα τὴν ἐξ ἀρχῆς συγκληρωθεῖσαν αὐτοῖς φωνήν· ἐγὼ δὲ ὁ ἄρχων αὐτῶν ἠτίμωμαι; κἀκείνοις μὲν ἀκίνητοι αἱ τιμαὶ, ἐγὼ δὲ ἐξέπεσον τῶν δωρεῶν τοῦ Θεοῦ; Καὶ τί τοσοῦτον ἡμάρτηταί μοι; οὐκ ἤρ‐ | |
40 | κουν αἱ πρότεραι τιμωρίαι; Ἔδωκέ μοι τὸν παρά‐ δεισον, καὶ ἐξέβαλέ με τοῦ παραδείσου· ἔζων βίον ἀταλαίπωρον καὶ πόνων ἀπηλλαγμένον, κατεδίκασέ με ἱδρῶτι καὶ μόχθῳ· ἄσπαρτα καὶ ἀνήροτα πάντα μοι παρεῖχεν ἡ γῆ, ἐκέλευσεν αὐτῇ ἀκάνθας καὶ τρι‐ | |
45 | βόλους ἀνενεγκεῖν, καὶ εἰς αὐτήν με πάλιν ἀπέστρεψε· θανάτῳ με ἐκόλασε· τὸ τῶν γυναικῶν γένος ἐκόλασεν ὑποβαλὼν ὠδῖσι καὶ πόνοις. Οὐκ ἤρκει ταῦτα εἰς τιμωρίαν, ἀλλὰ καὶ τῆς φωνῆς με ἐξέβαλε, καὶ ταύτης ἀπεστέρησε τῆς τιμῆς, ἵνα τοὺς ὁμοφύλους καὶ ὁμο‐ | |
56.179(50) | γενεῖς καθάπερ θηριώδεις ἀποστρέφωμαι, τῆς φωνῆς διατειχιζούσης μοι τὴν συνουσίαν. Διὰ τοῦτο ηὔξησα τὴν ἀντίθεσιν, ἵν’ ὅταν ἐπαγάγω τὴν λύσιν, λαμπρο‐ τέρα γένηται ἡ νίκη. Εἰ ἐβούλετό με, φησὶν, ἐκβαλεῖν τούτων ἁπάντων, τίνος ἕνεκέν μοι αὐτὰ παρὰ τὴν | |
55 | ἀρχὴν ἐδίδου; Βούλεσθε ἀπ’ αὐτοῦ τούτου ἐπαγάγω τὴν λύσιν, ἀπ’ αὐτῆς τῆς ἀντιῤῥήσεως τῆς ψιλῆς; Τοσαύτη γὰρ τῶν ὑπὲρ τοῦ Θεοῦ δικαιωμάτων ἡ περιουσία, ὡς αὐτὴν τοῦ ἀντιλέγοντος τὴν ἀντίῤῥη‐ σιν, μηδὲν παρ’ ἡμῶν προσλαμβάνουσαν, ἀρκέσαι | |
60 | πρὸς τὴν τῶν ἐγκλημάτων λύσιν. Εἰ ἐβούλετό με | |
ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν αὐτά μοι παρὰ | Column end | |
56.180 | τὴν ἀρχὴν ἐδίδου; Καὶ γὰρ κἀγὼ τὸ αὐτὸ λέγω· εἰ ἐβούλετό σε ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν ἐδίδου; Ὥστε ἐπειδὴ οὐκ ἐβούλετό σε ἐκβαλεῖν, διὰ τοῦτο ἔδωκέ σοι ταῦτα παρὰ τὴν ἀρχήν. Τί οὖν ἐγέ‐ | |
5 | νετο; Οὐχ ὁ Θεός σε ἐξέβαλεν, ἀλλὰ σὺ ἀπώλεσας τὰ δοθέντα. Ἐκεῖνον θαύμαζε τῆς φιλανθρωπίας, ὅτι ἐχαρίσατο· σαυτῷ μέμφου τῆς ῥᾳθυμίας, ὅτι τὸ δῶ‐ ρον οὐκ ἐφύλαξας. Ὥστε δῆλον, ὅτι οὐχ ὁ παρακατα‐ θέμενος αἴτιος, ἀλλ’ ὁ τὴν παρακαταθήκην προδοὺς | |
10 | ἐγκλημάτων ὑπεύθυνος. Ὅτι γὰρ ἐφίλει, καὶ φιλάν‐ θρωπος ἦν, καὶ ἐβούλετο χαρίσασθαι, ἔδειξεν, οὐδενὸς δὲ ἀναγκάζοντος, οὐδὲ βίαν ἐπιτιθέντος, οὐ τὰ κατορ‐ θώματά σου θαυμάσας, οὐκ ἔχων σοι πόνων ἀμοιβὴν ἀποδοῦναι· ἀλλ’ εὐθέως πλάσας, εὐθέως εἰς τὴν | |
15 | ἀρχὴν μετήγαγε ταύτην, ἵνα δείξῃ, ὅτι οὐκ ἀντίδοσις ἀμοιβῆς ἡ δωρεὰ, ἀλλὰ γυμνὴ ἡ χάρις ἦν. Εἰ δὲ οὐκ ἐφύλαξας τὰ δοθέντα, σαυτὸν αἰτιῶ, μὴ τὸν δεδωκότα τὴν δωρεάν. Ἆρ’ οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ | |
20 | Δεσπότου; Ἱκανὴ μὲν οὖν καὶ αὕτη ἡ ἀπολογία· ἀλλ’ ἡ ἄπειρος αὐτοῦ ἀγαθότης καὶ ἡ ἄῤῥητος φιλαν‐ θρωπία καὶ ἑτέραν ἡμῖν περιουσίαν δικαιωμάτων παρέχει. Οὐδὲ γὰρ τοῦτο μόνον ἔστιν εἰπεῖν, ὅτι αὐ‐ τὸς μὲν ἔδωκε, σὺ δὲ ἀπώλεσας· ἀπήλλακται μὲν γὰρ | |
25 | καὶ οὕτω τῶν ἐγκλημάτων ὁ δοὺς, μᾶλλον δὲ καὶ με‐ γίστου θαύματός ἐστιν ἄξιος, ὅτι καὶ προειδὼς ὅτι ἀπολεῖς, οὐκ ἀπεστέρησέ σε τῆς δωρεᾶς· πλὴν ἀλλὰ καὶ ἕτερον πολλῷ μεῖζον ἔχω τούτων εἰπεῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ μετὰ τὸ ἀπολέσαι ἐξ οἰκείας | |
30 | ῥᾳθυμίας, πάλιν ἀποδέδωκέ σοι τὰ ἀπολωλότα· μᾶλ‐ λον δὲ οὐ τὰ ἀπολωλότα μόνον, ἀλλὰ καὶ πολλῷ μεί‐ ζονα τούτων. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι τὸν οὐρανόν. Ὁρᾷς πῶς μείζων ἡ ἐμπορία τῆς ζημίας, πῶς πλείων ὁ πλοῦτος; Ἔδωκέ σοι τὸν | |
35 | οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς | |
40 | τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτι‐ μήθης ζωῇ αἰωνίῳ· ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τρι‐ βόλους ἐνεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. δʹ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, μέχρι | |
45 | πόσου κατέβη. Ἐν τοῖς ἀπολλύουσί τινα τῶν οἰκείων κτημάτων, κἂν μείζονα λάβωσι καὶ πολυτελέστερα, ἐκεῖνα τὰ ἀπολωλότα ζητεῖν ἐφίενται, καὶ μὴ πρότερον πληροφορεῖσθαι, ἕως ἂν αὐτὰ ἀπολάβωσιν. Ἐπεὶ οὖν ἀπώλεσας παράδεισον, οὐχὶ τὸν οὐρανόν σοι δέδωκε | |
56.180(50) | μόνον, ἀλλὰ καὶ παράδεισον καὶ οὐρανόν. Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησίν· ἵνα μὴ μόνον τῇ τῶν μειζόνων προσθήκῃ, ἀλλὰ καὶ τῇ τῶν ἀπολω‐ λότων ἀνακτήσει παραμυθήσηται τὴν ὀδυνωμένην ψυχήν. Ἀλλ’, εἰ δοκεῖ, καὶ ἐπ’ αὐτὸ τοῦτο ἔλθωμεν | |
55 | τὸ προκείμενον, καὶ ἴδωμεν πῶς ἀπωλέσαμεν τὴν φωνήν. Οὐδὲ γὰρ μικρὸν εἰς ἀσφαλείας λόγον ἡ ἱστο‐ ρία. Ὁ γὰρ μαθὼν τὸν τρόπον τῆς προτέρας ἀσφα‐ λείας, πρὸς τὰ λοιπὰ ἀσφαλέστερος ἔσται. Ἀναγκαῖον δὲ πάντα πρὸς ὑμᾶς εἰπεῖν· οἷον, ὅτι μία φωνὴ τὸ | |
60 | παλαιὸν πάντων ἀνθρώπων ἦν, ὅτι εἰς πολλὰς ὕστε‐ ρον μετέπεσε· μέχρι πότε μία ἦν, καὶ πότε μετέπεσεν εἰς πολλάς· καὶ πότερον αὐτὴ ἐκείνη ἠφανίσθη, καὶ | |
ἕτεραι εἰσηνέχθησαν, ἢ μενούσης ἐκείνης ἐπεισήχθη‐ | 179 | |
56.181 | σαν αἱ λοιπαί· διὰ τί συνεχύθη, καὶ ἐκ ποίας αἰτίας· εἶτα ποίᾳ τούτων τῶν πολλῶν φωνῶν ἡ Παλαιὰ συν‐ έκειτο Διαθήκη· διὰ γὰρ ἐκείνην πάντα ταῦτα ἐκινή‐ σαμεν· πότερον τῇ ἀρχαίᾳ καὶ πρεσβυτέρᾳ, ἢ ταῖς | |
5 | ὕστερον ἐπεισενεχθείσαις. Ἀλλὰ μὴ δείσητε· κἂν γὰρ μὴ τήμερον ἅπαντα δυνηθῶμεν ἀποδοῦναι, ἀλλὰ πάν‐ τως ὑμῖν ἀποδώσομεν ὕστερον. Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν; Ἵνα προσ‐ | |
10 | δοκῶντες τὴν ἀπόδοσιν, διαπαντὸς κατὰ νοῦν ἡμᾶς ἔχητε. Καὶ γὰρ ὁ χρυσίον τινὶ δανείσας, καὶ ὑπεύθυ‐ νον ἔχων τοῦ ὀφλήματος, καὶ ἐν τραπέζῃ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν κλίνῃ, καὶ πανταχοῦ τὸν ὀφεί‐ λοντα αὐτῷ φαντάζεται καὶ ὀνειροπολεῖ· καὶ ὁ τῶν | |
15 | χρημάτων ἔρως μετὰ τῶν χρημάτων κἀκεῖνον ἐπὶ τῆς τοῦ δεδανεικότος ποιεῖ διαπαντὸς περιφέρεσθαι ψυχῆς. Ἵνα οὖν καὶ ἡμεῖς τῇ ἐλπίδι τῆς ἀποδόσεως ἐσώμεθα διαπαντὸς ἐν ταῖς ὑμετέραις διανοίαις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ὅπου δ’ ἂν ἦτε, διὰ τοῦτο τὰ μὲν | |
20 | ὀφλήματα ὡμολογήσαμεν, τὴν δὲ ἀπόδοσιν ἅπασαν οὐ ποιούμεθα σήμερον, ἵνα τῇ προσδοκίᾳ τῶν λειπομένων ὑπόθεσιν τῆς περὶ ἡμῶν μνήμης παρ’ ὑμῖν καταλείψω‐ μεν. Μεγάλη γὰρ ἡμῶν ἀσφάλεια, τῆς ὑμετέρας ἀγάπης ἀπολαύειν διηνεκῶς, δήμου τοιούτου καὶ τοσούτου. | |
25 | Ὁ γὰρ ἀγάπης ἀπολαύων, καὶ εὐχῆς ἀπολαύσεται πάν‐ τως. Τοῦτο δὲ ἡλίκον ἐστὶν ἀγαθὸν, δῆλον ἐκεῖθεν· Παῦλος ἐκεῖνος, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ ῥήματα ἀκού‐ σας ἄῤῥητα, ὁ πάσας καταπατήσας τὰς ἀνάγκας τῆς φύσεως, ὁ ἐν ἀσφαλείᾳ τελείᾳ λοιπὸν ὢν, ἐδεῖτο καὶ εὐχῆς | |
30 | τῶν μαθητῶν, καὶ ἔλεγε· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων· καὶ πάλιν, Προσ‐ εύχεσθε, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόμα‐ τός μου. Καὶ πανταχοῦ ὁρᾶτε αὐτὸν καὶ αἰτοῦντα τὰς εὐχὰς τῶν μαθητῶν, καὶ εὐχαριστοῦντα αὐτοῖς | |
35 | μετὰ τὸ λαβεῖν. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι διὰ ταπει‐ νοφροσύνην καταφεύγει ἐπὶ τὰς εὐχὰς τῶν μαθητῶν, δείκνυσιν αὐτῶν καὶ τὴν δύναμιν, οὕτω λέγων· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς· ἠλπίκα‐ μεν δὲ ὅτι καὶ ῥύσεται, συνυπουργούντων καὶ | |
40 | ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρι‐ σμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας; Ἐπειδὴ γὰρ | |
45 | καθ’ ἑαυτοὺς εὐχόμενοι ἀσθενεῖς ἐσμεν, ὅταν δὲ συλ‐ λεγῶμεν, ἰσχυροὶ γινόμεθα μᾶλλον, δυσωποῦμεν τὸν Θεὸν τῷ πλήθει καὶ τῇ συμμαχίᾳ. Οὕτω καὶ βασιλεὺς πολλάκις τινὰ παραπέμψας θανάτῳ, ἑνὶ μὲν οὐκ ἐπ‐ ένευσε δεομένῳ περὶ τοῦ καταδικασθέντος, πόλιν δὲ | |
56.181(50) | ὁλόκληρον παρακαλοῦσαν ἐδυσωπήθη, καὶ τὸν ἐπὶ τὸ βάραθρον ἀπαγόμενον διὰ τὸ πλῆθος τῶν παρακαλούν‐ των ἐξήρπασε τῆς καταδίκης, καὶ πρὸς ζωὴν ἐπαν‐ ήγαγε. Τοσαύτη ἡ δύναμις τῆς τοῦ πλήθους ἱκετηρίας ἐστί. Διὰ τοῦτο καὶ ἐνταῦθα συλλεγόμεθα πάντες, ἵνα | |
55 | μειζόνως εἰς οἶκτον ἐπισπασώμεθα τὸν Θεόν. Ἐπειδὴ γὰρ καθ’ ἑαυτοὺς εὐχόμενοι, καθὼς ἔφθην εἰπὼν, ἀσθε‐ νεῖς ἐσμεν, ἀπὸ τοῦ συνδέσμου τῆς ἀγάπης δυσωποῦμεν τὸν Θεὸν δοῦναι ἡμῖν τὰ αἰτούμενα. Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω, οὐδὲ δι’ ἐμαυτὸν μόνον, ἀλλ’ ἵνα ἀεὶ | |
60 | σπεύδητε εἰς τὰς συνάξεις, ἵνα μὴ λέγητε· Τί γὰρ, ἐν τῇ οἰκίᾳ οὐ δύναμαι εὔξασθαι; Δύνασαι μὲν εὔξα‐ | |
σθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν | Column end | |
56.182 | μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλό‐ κληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀνα‐ πέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων. | |
5 | εʹ. Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετο ὁ Πέτρος ποτὲ ἐν τῷ δεσμωτηρίῳ, καὶ ἁλύσεις περιέκειτο πολλάς· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη, καὶ εὐθέως αὐτὸν ἀπήλ‐ | |
10 | λαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύ‐ της γένοιτ’ ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε; Παῦλος γὰρ καὶ Πέτρος πύργοι καὶ στῦλοι τῆς Ἐκκλησίας· καὶ τοῦ μὲν τὰ δεσμὰ ἔλυσε, τοῦ δὲ τὸ στόμα ἀνέῳξεν. Ἵνα | |
15 | δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ’ ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν. Καίτοι γε εἴ τις τῶν πολλῶν ὑμῶν ἐπιτάξειεν εὔχεσθαι | |
20 | καθ’ ἑαυτὸν ὑπὲρ τῆς τοῦ ἐπισκόπου σωτηρίας, ἕκα‐ στος ἂν παραιτήσαιτο, ὡς μεῖζον τὸ φορτίον τῆς αὐ‐ τοῦ δυνάμεως ὅν· κοινῇ δὲ πάντες ἀκούοντες τοῦ δια‐ κόνου τοῦτο κελεύοντος καὶ λέγοντος, Δεηθῶμεν ὑπὲρ τοῦ ἐπισκόπου, καὶ τοῦ γήρως, καὶ τῆς | |
25 | ἀντιλήψεως, καὶ ἵνα ὀρθοτομῇ τὸν λόγον τῆς ἀληθείας, καὶ ὑπὲρ τῶν ἐνταῦθα, καὶ ὑπὲρ τῶν ἁπανταχοῦ, οὐ παραιτεῖσθε ποιεῖν τὸ ἐπίταγμα, ἀλλὰ μετ’ ἐκτενείας ἀναφέρετε τὴν εὐχὴν, εἰδότες τῆς ὑμετέρας συνόδου τὴν δύναμιν. Ἴσασιν οἱ μεμυημέ‐ | |
30 | νοι τὰ λεγόμενα· τῇ γὰρ εὐχῇ τῶν κατηχουμένων οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι πε‐ ράτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούν‐ | |
35 | των αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖ‐ σθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν. Ἀλλὰ γὰρ ἐπὶ τὸ | |
40 | προκείμενον ἐπανίωμεν, ὅτι μία φωνὴ ἦν τὸ παλαιόν. Πόθεν οὖν δῆλον, ὅτι μία φωνὴ ἦν; Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἕν. Ἀσαφὲς τὸ εἰρημένον. Ἡ γῆ χεῖλος ἔχει; Οὐδαμῶς. Τί οὖν φησι, καὶ περὶ τίνος; Οὐ περὶ ταύτης λέγει τῆς γῆς τῆς ἀναισθήτου, τῆς | |
45 | ἀκινήτου· ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο. Δι‐ πλοῦν γὰρ τοῦτο τὸ ζῶον, ὁ ἄνθρωπος, λέγω, ἐκ δύο συγκείμενος οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοη‐ | |
56.182(50) | τῆς, ψυχῆς, λέγω, καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχων. Διὰ μὲν γὰρ τῆς νοητῆς οὐ‐ σίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Ὅταν μὲν οὖν πράττῃ | |
55 | τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ’ ἀφ’ ἑτέρας μεί‐ ζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης. Καὶ ἵνα μάθητε, | |
60 | ὅτι, οὐδὲ ἡ ψυχὴ ἀρκεῖ ἡμῖν εἰς κατορθώματα· καὶ | 181 |
56.183 | τί λέγω, εἰς κατορθώματα; οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων· Ψυχικὸς, φησὶν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ σαρκι‐ κὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν κα‐ | |
5 | λεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ἀλλ’ ὅπερ ἔλεγον, ὅτι κατορθοῦντες μὲν πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ἁμάρτωμεν καὶ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἀνάξιον τῆς ἡμε‐ | |
10 | τέρας εὐγενείας, ἀπὸ τῆς εὐτελοῦς ἡμᾶς καλεῖ φύσεως, γῆν ἡμᾶς ὀνομάζων. Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγο‐ | |
15 | ρεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν. Καὶ ἵνα μάθητε, ὅτι οὕτω καλεῖ ἡμᾶς, ὅταν ἁμάρτωμεν, τὸν Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν οὕτως ἐκάλεσεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ | |
20 | μὴν οὐκ ἦν γῆ μόνον, ἀλλὰ καὶ ἀθάνατον εἶχε ψυχήν. Τίνος οὖν ἕνεκεν γῆν αὐτὸν ἐκάλεσεν; Ἐπειδὴ ἥμαρ‐ τεν. Ὅτε γοῦν ἔπλαττεν αὐτὸν, οὐκ ἐκάλεσεν αὐτὸν οὕτως· ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσαν τῶν | |
25 | ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς. Καὶ ἔσται ὁ φόβος αὐτῶν καὶ ὁ τρόμος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁρᾷς οἷα τὰ προέδρια τῆς φύσεως; οἷαι αἱ τιμαί; οἷα τὰ ἐγκώμια; Ἀλλὰ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν λοιπὸν, Γῆ εἶ, καὶ εἰς γῆν | |
30 | ἀπελεύσῃ. Ἄκουσον δὲ καὶ τοῦ Μαλαχίου τοῦτο αἰνιττομένου, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἰδοὺ γὰρ ἀποστέλλω ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην. Τίνος οὖν ἕνεκεν ἀποστέλλει; Ὥστε ἐπι‐ στρέψαι καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ | |
35 | μέλλει τὸ δικαστήριον ἐφίστασθαι τὸ φοβερὸν ἐκεῖνο καὶ φρικῶδες, ἵνα μὴ ἀναπολογήτους λαβὼν ὑπὸ τὰς εὐθύνας ὁ δικαστὴς κατακρίνῃ τινάς· ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρ‐ ουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους· καὶ | |
40 | γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν· ἀνανεῶν τοίνυν τὴν μνήμην ἡμῶν ἔρχεται ἐκεῖνος ὁ προφήτης. Ἀλλ’ ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν. ϛʹ. Εἰπὼν τοίνυν, Ὅπως ἐπιστρέψῃ καρδίαν πα‐ | |
45 | τρὸς πρὸς υἱὸν, ἐπήγαγε· Μή ποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· πατάσσει δὲ τοὺς ἁμαρτάνοντας. Ὁρᾷς τοὺς ἁμαρτάνοντας γῆν καλουμένους; Πάλιν ἀλλαχοῦ περὶ τοῦ Χριστοῦ διηγούμενος ὁ προφήτης, οὕτως ἔλεγεν· Ἔσται δικαιοσύνῃ περιεζωσμένος | |
56.183(50) | τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ· οὐχ ὅτι πλευρὰ καὶ ὀσφὺς περὶ τὸν Θεόν· ἀσώματον γὰρ τὸ Θεῖον· ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει· καὶ ὅτι οὐδαμοῦ συκοφάνται λοιπὸν, | |
55 | οὐδὲ οἱ ἐπηρεάζοντες, οὐδὲ ἡ διὰ τῶν χρημάτων δια‐ φθορὰ, οὐδὲ ἄγνοια τοῦ δικαίου. Ἐν τούτοις μὲν γὰρ τοῖς δικαστηρίοις καὶ ἀνεύθυνος κολάζεται, καὶ ὑπ‐ εύθυνος διαφεύγει· διέφθαρται γὰρ πολλαχοῦ τὸ δί‐ καιον· ἐπειδὰν δὲ ὁ δίκαιος κριτὴς καὶ ἀπαραλόγιστος | |
60 | παραγένηται, ὁ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐ‐ τοῦ, καὶ ἀληθείᾳ περιειλημμένος τὰς πλευρὰς αὐτοῦ, | |
τῶν δικαίων μετὰ ἀκριβείας ἅπαντες τεύξονται. Καὶ | Column end | |
56.184 | πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ τῆς γῆς λέγει, ἀλλὰ περὶ ἁμαρτωλῶν, ἐπήγαγεν, ὅτι Καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα | |
5 | τοὺς ἁμαρτωλοὺς ἐκάλεσε γῆν; Ταῦτ’ οὖν εἰδὼς, ὅταν ἀκούσῃς, ὅτι Ἡ γῆ πᾶσα ἦν χεῖλος ἓν, τὴν ἀνθρωπίνην πάλιν ἐννόει φύσιν· ἀναμιμνήσκει γὰρ τῆς οἰκείας εὐτελείας ἡμᾶς· καὶ γὰρ μέγα ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι | |
10 | πόθεν συνεστήκαμεν. Ἀρκοῦσα αὕτη διδασκαλία ταπεινοφροσύνης, ἡ τῆς φύσεως ἐπίσκεψις· πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. Διὰ τοῦτο παρῄνει τις λέγων· Πρόσεχε σε‐ αυτῷ· ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, | |
15 | καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. Διὰ τοῦτο ὁ δίκαιος ἐκεῖνος Ἀβραὰμ διαπαντὸς τοῦ‐ τον εἶχε τὸν λογισμὸν ἐν ἑαυτῷ, καὶ οὐδέποτε μέγα ἐφρόνει. Ὁ γοῦν Θεῷ διαλεγόμενος, καὶ παῤῥησίας τοσαύτης ἀπολαύων, καὶ μαρτυρηθεὶς παρ’ αὐτοῦ ἐπὶ | |
20 | ἀρετῇ, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἄλλος βουλόμενος πάλιν τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, οὐ μακροὺς κινεῖ λόγους, ἀλλ’ ἀναμι‐ μνήσκει αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτιμᾷ σφο‐ δρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ | |
25 | σποδός; Τὰ μετὰ τὸν θάνατόν μοι φαινόμενα λέγεις; Κατάστειλον αὐτὸν ζῶντα. Οὐκ οἶδε νῦν, ὅτι γῆ καὶ σποδός ἐστιν. Ὁρᾷ τὴν εὐπρέπειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας. Ἱμάτια περίκειται πολυ‐ | |
30 | τελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν, ἡ φαντασία αὐτὸν ἀπατᾷ καὶ ἐπιλαθέσθαι ποιεῖ τῆς φύσεως. Οἴ‐ δαμεν, ὅτι γῆ ἐσμεν καὶ σποδός· ἀλλ’ ἡμεῖς οἱ σωφρονοῦντες· ἐκεῖνος δὲ οὐκ ἀναμένει τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν, οὐδὲ ἔρχεται πρὸς τὰς σοροὺς καὶ | |
35 | τὰς θήκας τῶν προγόνων, ἀλλὰ πρὸς τὰ παρόντα βλέπει, οὐδὲν τῶν μελλόντων ἐννοεῖ. Δίδαξον αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν. Ἀνάμεινόν με, φησὶ, καὶ οὐ διδάσκω τοῦτο, ἀλλὰ πολλῷ ἄλλο εὐτελέστερον· ἵν’, ὅταν φαντάζηται, ἐπιγινώσκῃ τὴν | |
40 | ἑαυτοῦ εὐτέλειαν· ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐν‐ δόσθια αὐτοῦ. Τί ἐστιν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ; Τάχα ἀσαφὲς τὸ | |
45 | εἰρημένον. Ἐνδόσθια τὰ ἔγκατα λέγει, τὰ σπλάγχνα λέγει, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας, οὐ κατηγορῶν τῆς φύσεως, ἀλλ’ εἰς ταπεινοφροσύνην ἐνάγων· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται. Εἶδες τὸ εὐτελὲς | |
56.184(50) | καὶ ἐπίκηρον τῆς οὐσίας; Μὴ ἀναμείνῃς τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν αὐτοῦ τὴν οὐδένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ | |
55 | μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς, ἐτόλ‐ μησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξ‐ | |
60 | έπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, | 183 |
56.185 | τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα, ἐπὶ τοῦ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτή‐ ριον ἐμβάλλοντα, θανάτῳ παραδιδόντα, ἐπηρεάζοντα, εἰπὲ πρὸς αὐτόν· Τί ὑπερηφανεύεται γῆ καὶ σπο‐ | |
5 | δός; Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ ἔστιν εἰπεῖν. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ | |
10 | χρυσᾶ, ἀλλ’ αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ οὐδὲν ὄψει πλέον ἔχουσαν τῶν πολλῶν· μᾶλλον δὲ, εἰ βούλει, καὶ τὴν ἁλουργίδα, καὶ τὸ διάδημα, καὶ τὰ ἱμάτια, καὶ πᾶσαν περίελθε τὴν φαντασίαν ἐκείνην, καὶ τούτων αὐτῶν ὄψει πάλιν τὴν γῆν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ | |
15 | δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἰδοὺ καὶ γῆς εὐ‐ τελέστερος ἐφάνη ὁ καλλωπισμὸς ἐκεῖνος ἅπας. Ὁρᾷς πῶς καταστέλλει τὸ φύσημα; πῶς καθαιρεῖ πᾶσαν ἀπόνοιαν ἡ ἔννοια τῆς φύσεως αὐτῆς; Ἀρκεῖ μόνον λο‐ γίσασθαι τίνες ἐσμὲν, καὶ πόθεν συνεστήκαμεν, καὶ | |
20 | πᾶσα οἰχήσεται λογισμῶν ἀπόνοια. Διὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν’ ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ τοῦ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ σε πρὸς τὸν | |
25 | τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια. ζʹ. Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμά‐ των, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, | |
30 | ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λο‐ γισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ | |
35 | τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσε‐ ται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν αὐτὴν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ’ ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑ‐ | |
40 | ρήσεις, ἀλλ’ ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ’ οὐκ ἀρκεῖ ταῦτα; Λόγισαί μου ταύτην ἀλλοιουμένην, γη‐ ράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου | |
45 | τὴν κρίσιν. Πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Οὐ κατηγορῶν τῆς φύσεως ταῦτα λέγω· μὴ γένοιτο· οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμ‐ βάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων. Διὰ τοῦτο ὁ Θεὸς τοιαύτην αὐτὴν ἐποίησεν, οὕ‐ | |
56.185(50) | τως εὐτελῆ, ἵνα καὶ τὴν οἰκείαν δύναμιν ἐπιδείξηται, καὶ τὴν κηδεμονίαν τὴν περὶ ἡμᾶς, τῇ τῆς φύσεως μὲν εὐτελείᾳ πρὸς ταπεινοφροσύνην ἐνάγων, καὶ πᾶσαν τὴν ἐπιθυμίαν ἡμῶν καταστέλλων, τὴν δὲ σοφίαν δει‐ κνὺς τὴν ἑαυτοῦ, ὡς καὶ ἐν πηλῷ τοσοῦτον ἰσχύων | |
55 | ἐξασκῆσαι κάλλος. Ὥστε ὅταν ἐξευτελίσω τὴν οὐσίαν, τότε ἐκκαλύπτω τὴν τέχνην τοῦ Δημιουργοῦ. Ὥσπερ γὰρ ἀνδριαντοποιὸν τότε μᾶλλον θαυμάζομεν, οὐχ ὅταν ἐκ χρυσίου καλὸν ἡμῖν δείξῃ τὸν ἀνδριάντα, ἀλλ’ ὅταν ἐκ πηλοῦ τῆς ὕλης ὑποκειμένης ἀπηρτισμέ‐ | |
60 | νην καὶ ἀκριβῆ τὴν εἰκόνα ἐργάζηται οὕτω καὶ τὸν | Column end |
56.186 | ἀριστοτέχνην Θεὸν ἐκπληττόμεθα καὶ δοξάζομεν, ὅτι ἐν σποδῷ καὶ πηλῷ κάλλος ἀμήχανον καὶ σοφίας ἀῤ‐ ῥήτου τινὸς ἐπίδειξιν τοῖς σώμασιν ἡμῶν ἐναπέθετο. Καὶ τοῦτο οὐκ ἐν τῷ σώματι μόνον τῷ ἡμετέρῳ, | |
5 | ἀλλὰ καὶ ἐν πάσῃ τῇ κτίσει ἐποίησεν. Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν· ἵνα διὰ μὲν τὴν τέχνην καὶ τὸ κάλλος θαυμάζῃς τὸν Δημιουργὸν, διὰ | |
10 | δὲ τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν τῆς φύσεως καὶ τῆς οὐσίας μὴ προσκυνήσῃς τὰ γενόμενα. Φαιδρὸς ὁ ἥλιος λάμπων, καὶ πᾶσαν καταυγάζει τὴν οἰκουμένην· ἀλλ’ ἐλθούσης τῆς νυκτὸς ἐκλείπει. Τί γὰρ, φησὶ, φωτεινότερον ἡλίου; Ἀλλὰ καὶ τοῦτο ἐκλείπει· | |
15 | οὐκ ἐν νυκτὶ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ. Καὶ διὰ τοῦτο πολλάκις καὶ ἐν ἡμέρᾳ ἥλιος ἐξέλιπεν, ἵνα θαυ‐ μάζῃς μὲν διὰ τὴν τέχνην τὸν Δημιουργὸν, μὴ προσ‐ κυνήσῃς δὲ διὰ τὴν ἀσθένειαν τὸ γενόμενον. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ἡλίκον ἐστὶ σῶμα; πῶς καλόν; πῶς | |
20 | ἀποστίλβον, καὶ τῶν ἡμετέρων βέλτιον σωμάτων κατὰ τὴν ἐπιφάνειαν; Ἀλλ’ ἄψυχόν ἐστιν. Εἶδες καὶ τῆς τέχνης τὴν ἐπίδειξιν, καὶ τῆς ἀσθενείας τὸν ἔλεγχον; ὁρᾷς ἑκατέρωθέν σοι τὰ ὀχυρώματα κείμενα; Ἵνα γὰρ μὴ καταγινώσκῃς τοῦ Δημιουργοῦ ὡς ἀσθενοῦς, καλὰ | |
25 | ἐποίησεν· ἵνα δὲ μὴ προσκυνῇς τὰ γενόμενα ὡς θεοὺς, ἀσθενῆ ταῦτα ἐκ μέρους εἰργάσατο. Ταῦτα μέμνησθε διηνεκῶς. Διὰ τοῦτο Γραφὰς ἑρμηνεύομεν, οὐχ ἵνα Γραφὰς μάθητε μόνον, ἀλλ’ ἵνα καὶ τὰ ἤθη διορθώσητε. Ἂν | |
30 | γὰρ τοῦτο μὴ γένηται, περιττῶς ἀναγινώσκομεν, περιττῶς ἐξηγούμεθα. Ὥσπερ γὰρ ἀθλητὴς εἰς πα‐ λαίστραν εἰσιὼν ἀλειφόμενος καὶ ἀπολαύων τῶν χει‐ ρῶν τοῦ παιδοτρίβου, ἂν τοῦ ἀγῶνος παραγενομένου ἐλέγξῃ ἐκείνην τὴν τέχνην, περιττῶς εἰσήχθη εἰς τὴν | |
35 | παλαίστραν· οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑπο‐ σκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπό‐ νοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες | |
40 | λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε. Μέμνησθε τοίνυν τῶν λόγων, οὐ τῶν κατὰ τῆς φύσεως τῆς ἡμετέρας, ἀλλὰ τῶν κατὰ τῆς ἐπιθυμίας τῆς ἀκολάστου. Οὐ φύσεως ἔγκλημα τὰ εἰρημένα, ἀλλὰ ἐπιθυμίας τὰ λεγό‐ μενα. Ταύτῃ καταστέλλετε θυμὸν, οὕτω πραΰνατε | |
45 | ἐπιθυμίαν, οὕτω κατασπᾶτε ἀπόνοιαν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. Ἰδοὺ τὸ ζητού‐ μενον ἔτι. Οὐ περὶ ταύτης ὁ λόγος, ἀλλ’ ὅτι πάντες οἱ ἄνθρωποι φωνὴν εἶχον μίαν. Διὰ τί δὲ χεῖλος ἓν ἐκάλεσε τὴν φωνήν; Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ | |
56.186(50) | ῥήματα, γλῶσσαν. Ἀναγκαῖον δὲ καὶ τοῦτο εἰδέναι διὰ τοὺς αἱρετικοὺς, τοὺς κατηγοροῦντας τῆς δη‐ μιουργίας τοῦ Θεοῦ, τοὺς λέγοντας, ὅτι πονηρὸν τὸ σῶμα. Ἐπειδὴ γὰρ τὰ πονηρὰ κινήματα τῆς διανοίας τοῖς μέλεσι τοῦ σώματος ἡ Γραφὴ καλεῖ· οἷόν τι | |
55 | λέγω· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται. Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης· μὴ γένοιτο· ἔργον γάρ ἐστι τοῦ Θεοῦ· ἀλλὰ περὶ τῶν ῥημάτων τῶν φονικῶν, τῶν ἀποκτιν‐ | |
60 | νύντων ἀνθρώπους, τῶν ἐμπιπτόντων ξίφους χαλε‐ | 185 |
56.187 | πώτερον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· καὶ πάλιν· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλά‐ λησε κακά· οὐ περὶ τοῦ μέλους λέγων τοῦ σώμα‐ τος, ἀλλὰ περὶ τῶν ὑπούλων ῥημάτων. Οὕτω καὶ ἐν‐ | |
5 | ταῦθα εἰπὼν, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, οὐ τοῦτο ἐδίδαξεν, ὅτι πάντες ἄνθρωποι εἶχον ἓν χεῖλος, ἀλλὰ χεῖλος τὴν φωνὴν ἐκάλεσεν. Εἰπὼν γὰρ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἐπήγαγε, Καὶ φωνὴ μία πᾶσιν. Οὕ‐ τως ὅταν λέγῃ, Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, | |
10 | οὐ τοῦ λάρυγγος κατηγορεῖ, ἀλλὰ τῶν κακῶν ῥημά‐ των τῶν ἀναβαινόντων ἐκεῖθεν, τῶν νεκρῶν δογμά‐ των. Τάφος γὰρ τοῦτό ἐστι, νεκρῶν δοχεῖον ὀστῶν καὶ σωμάτων. Τοιαῦτα κἀκείνων τὰ στόματα, τῶν κατ‐ ηγορούντων τοῦ Δημιουργοῦ· τοιαῦτα τὰ στόματα τῶν | |
15 | αἰσχρὰ φθεγγομένων ἀνθρώπων, τῶν λοιδορούντων, τῶν δυσώδη καὶ πονηρὰ ῥήματα ἐκ τῆς οἰκείας φάρυγ‐ γος ἐκβαλλόντων. ηʹ. Εὐωδίας αὐτὴν ἔμπλησον, ἄνθρωπε, μὴ δυσωδίας· θησαυρὸν ποίησον βασιλικὸν, μὴ τάφον σατανικόν. Εἰ | |
20 | δὲ τάφος ἐστὶ, κἂν ἀπόκλεισον, ἵνα μὴ προβαίνῃ ἡ δυσωδία. Πονηρὰ ἔχεις ἐνθυμήματα; Μὴ προενέγκῃς αὐτὰ διὰ ῥημάτων· ἔασον κάτω κεῖσθαι, καὶ ταχέως ἀποπνίγονται. Ἄνθρωποί ἐσμεν, πολλὰ πολλάκις πο‐ νηρὰ βουλευόμενοι καὶ ἄτοπα καὶ αἰσχρὰ βουλεύματα· | |
25 | ἀλλὰ μὴ συγχωρῶμεν εἰς ῥήματα τὰ νοήματα προ‐ ελθεῖν, ἵνα πιεζόμενα κάτω ἀσθενέστερα γίνηται καὶ ἀπολλύηται. Καθάπερ γὰρ θηρία τις παντοδαπὰ καὶ ἀνήμερα εἰς λάκκον ἐμβαλὼν, ἂν μὲν ἐμφράξῃ τὸν λάκκον ἄνωθεν, ἀποπνίγει ῥᾳδίως· ἂν δὲ διέξοδόν τινα | |
30 | καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δί‐ δωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ’ ἐκθηριοῖ μειζόνως· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν γίνεται τῶν πονηρῶν, ὅταν τεχθῶσιν ἔνδον, ἂν μὲν ἀποκλείσωμεν αὐτῶν τὴν εἰς τὰ ἔξω πρόοδον, ταχέως | |
35 | αὐτοὺς ἀφανίζομεν· ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν. Διὰ | |
40 | τοῦτο ὁ προφήτης οὐχ ἁπλῶς τάφον ἐκάλεσεν, ἀλλὰ Τάφον ἀνεῳγμένον, αὐτὸ τοῦτο ἐγκαλῶν ὅπερ εἶπον. Οὐδὲ γὰρ ἑαυτὸν αἰσχύνει μόνον ὁ τὰ αἰσχρὰ φθεγ‐ γόμενος ῥήματα, ἀλλὰ καὶ τοὺς πλησίον, καὶ τοὺς συγγινομένους αὐτῷ πολλῆς ἀναπίμπλησι τῆς λύμης. | |
45 | Καὶ καθάπερ εἰ τοὺς τάφους ἀνοίξομεν, λοιμοῦ τὰς πόλεις ἐμπλήσομεν· οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει. Διὰ τοῦτο χρὴ θύραν καὶ μοχλὸν καὶ χαλινὸν ἐπιθεῖναι τῷ στόματι. Ὅτι μὲν | |
56.187(50) | οὖν μία φωνὴ ἦν τότε, ἱκανῶς ἐκ τούτων ἡμῖν ἀπο‐ δέδεικται· λοιπὸν δὲ ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν αἱ πολλαὶ ἐπεισήχθησαν. Ἀλλὰ τέως τὸν ἠθικώτερον γυ‐ μνάσωμεν λόγον· παιδεύσωμεν τὴν ἡμετέραν γλῶτταν χαλινὸν ἔχειν, καὶ μὴ πάντα ἁπλῶς ἐκφέρειν τὰ ἀπὸ | |
55 | τῆς διανοίας· μὴ κακηγορεῖν τοὺς ἀδελφοὺς, μὴ ἀλ‐ λήλους δάκνειν καὶ κατεσθίειν. Τῶν δακνόντων τὰ | |
σώματα χείρους εἰσὶν οἱ διὰ λόγων τοῦτο ποιοῦντες. | Column end | |
56.188 | Ἐκεῖνοι τοῖς ὀδοῦσι δάκνουσι τὸ σῶμα, οὗτος τοῖς λόγοις δάκνει τὴν ψυχὴν, τιτρώσκει τὴν ὑπόληψιν, ἀνίατον ποιεῖ τὸ τραῦμα. Διόπερ μείζονα ἐκδέξεται κόλασιν καὶ τιμωρίαν, ὅσον χαλεπώτερον ἐντίθησι τὸ | |
5 | δῆγμα. Οὐ διὰ τοῦτο δὲ μόνον ἐκπεσεῖται συγγνώμης ὁ κατηγορῶν, ἀλλ’ ὅτι οὔτε δικαίαν οὔτε ἄδικον ἔχει πρόφασιν εἰπεῖν τῆς πονηρίας τῆς ἑαυτοῦ. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ’ ὅμως ἔχουσιν· οἷον, ὁ πόρνος ἐπιθυμίαν πληροῖ, ὁ κλέπτης | |
10 | τὴν πενίαν λύει, ἀνδροφόνος τὸν θυμὸν παύει· ὁ κατηγορῶν οὐδεμίαν ἔχει πρόφασιν εἰπεῖν. Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται; ποίαν ἐπιθυμίαν πληροῖ; Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ βα‐ σκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα | |
15 | αἰτίαν. Διὰ τοῦτο ἀπεστέρηται συγγνώμης ἁπάσης. Βούλει κακηγορεῖν; Δίδωμί σοι χρησίμην ὑπόθε‐ σιν. Βούλει κακῶς λέγειν; Εἰπὲ τὰς ἁμαρτίας σου κακῶς. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶ‐ τος, ἵνα δικαιωθῇς. Εἶδες κακηγορίαν στέφανον ἔχου‐ | |
20 | σαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην; Πάλιν, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ἑαυτοῦ, οὐκ ἄλλου. Ἐὰν ἄλλου κατήγορος γένῃ, ἐκολάσθης· ἐὰν ἑαυτοῦ, ἐστεφανώθης. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ κα‐ λὸν τὸ κατηγορεῖν τὸ ἑαυτοῦ παράπτωμα, Δίκαιος | |
25 | ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, φησί. Καὶ μὴν εἰ δίκαιος, πῶς κατήγορος; εἰ κατήγορος, πῶς δί‐ καιος; Ὁ δίκαιος οὐκ ἔστι κατηγορίας ὑπεύθυνος. Ἀλλ’ ἵνα μάθῃς, ὅτι κἂν ἁμαρτωλὸς ᾖ τις, κατηγορῇ δὲ τῶν ἁμαρτημάτων, διὰ τῆς κατηγορίας δίκαιος | |
30 | γίνεται, διὰ τοῦτο εἶπε, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Τί δέ ἐστιν, Ἐν πρωτολογίᾳ; Πρόσεχε ἀκριβῶς· Ἐν τοῖς δικαστηρίοις δύο μέρη ἐστὶ, τῶν μὲν ἐναγόντων, τῶν δὲ ἐναγομένων· τῶν μὲν κατηγορούντων, τῶν δὲ κατηγορουμένων· τῶν | |
35 | μὲν ὑπευθύνων, τῶν δὲ ἀνευθύνων· καὶ ἡ πρωτολογία τῷ κατηγόρῳ δίδοται, τῷ ἀνευθύνῳ. Ἐνταῦθα δὲ τοὐναντίον. Σὺ ὁ ὑπεύθυνος ἅρπασον τὴν πρω‐ τολογίαν, ἵνα ἀνεύθυνος γένῃ· μὴ ἀναμείνῃς τὸν κατ‐ ήγορον. Εἰ καὶ τῶν ὑπευθύνων εἶ, ἀλλὰ πρὶν ἢ παρ’ | |
40 | ἐκείνου τι τοιοῦτον ἀκούσῃς, αὐτὸς κατηγόρησον τῶν ἡμαρτημένων. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη· ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα, ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμνωμεν. Βούλει μαθεῖν ὅτι ἔθος ἦν τοῖς δικαίοις μὴ ἄλλους κακῶς λέγειν, ἀλλ’ | |
45 | ἑαυτούς; Ἄκουσον τοῦ Παύλου βοῶντος· Χάριν ἔχω ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγή‐ σατο θέμενος εἰς διακονίαν, τὸν πρότερον βλά‐ σφημον ὄντα, καὶ διώκτην, καὶ ὑβριστήν. Ὁρᾷς πῶς ἑαυτὸν κακῶς λέγει; Καὶ πάλιν, Χριστὸς ἦλθεν | |
56.188(50) | εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν ἀλλαχοῦ, Οὐκ εἰμὶ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. θʹ. Εἶδες πῶς πανταχοῦ ἑαυτὸν κακῶς λέγει; Οἶδε | |
55 | γὰρ τῆς κατηγορίας ταύτης τὸ κέρδος, ὅτι δικαιοσύνην | |
ἐργάζεται. Ὅταν μὲν οὖν αὐτὸν ἑαυτοῦ κατηγορεῖν | 187 | |
56.189 | δέῃ, ἀφειδῶς κέχρηται τῇ κατηγορίᾳ· ὅταν δὲ καὶ ἑτέρους ἴδῃ τοῖς ἀλλοτρίοις δικάζοντας κακοῖς, ὅρα μεθ’ ὅσης αὐτοὺς ἐπιστομίζει τῆς αὐστηρότητος, οὑ‐ τωσὶ λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως | |
5 | ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐκείνῳ τήρησον τὸ δικαστήριον, τῷ τὰ ἀπόῤῥητα εἰδότι τῆς διανοίας. Κἂν ἀκριβῶς νομίζῃς εἰδέναι τὰ τοῦ πλησίον, ἔσφαλταί σου ἡ κρίσις. Τίς γὰρ οἶδε, | |
10 | φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Πόσοι τῶν ἀπεῤῥιμμένων καὶ εὐτελῶν ἡλίου φαιδρότερον ἐκλάμπειν ἔχουσι! πόσοι τῶν μεγάλων καὶ περιφανῶν σποδὸς ὄντες καὶ τάφος κεκονιαμένος εὑρεθήσονται! Ἤκουσας πῶς ὁ | |
15 | Παῦλος ἑαυτὸν κακῶς λέγει, μετὰ σφοδρότητος καὶ ὑπερβολῆς ἁμαρτημάτων, ὧν οὐκ ἔμελλεν εὐθύνας ὑπέχειν, συνεχῶς μεμνημένον; Βλάσφημος γὰρ καὶ διώκτης καὶ ὑβριστὴς πρὸ τοῦ βαπτίσματος ἦν, ἐκεῖνα δὲ τὰ ἁμαρτήματα ἔλυσε τὸ βάπτισμα· ἀλλ’ ὅμως αὐ‐ | |
20 | τῶν μέμνηται, οὐκ ἐπειδὴ λόγον ἔμελλεν ὑπὲρ αὐτῶν ὑπέχειν, ἀλλ’ ἵνα δείξῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τίνα ὄντα, οἷον κατεσκεύασεν, ἀπὸ διώκτου ποιήσας ἀπόστολον. Εἰ δὲ ἐκεῖνος τῶν ἀφανισθέντων ἁμαρτημάτων μέμνηται, πολλῷ μᾶλλον ἡμᾶς τῶν | |
25 | μετὰ τὸ βάπτισμα μεμνῆσθαι χρή. Τίς γὰρ ἡμῖν ἀπολογία ἔσται, ἢ ποία συγγνώμη, ὅταν ἐκεῖνος μὲν τῶν ἀνευθύνων μνημονεύῃ συνεχῶς, ἡμεῖς δὲ μηδὲ ὧν μέλλομεν λόγον ὑπέχειν, μηδὲ τούτων ἑαυτοὺς ὑπο‐ μιμνήσκωμεν, ἀλλ’ ἀφέντες τὰ οἰκεῖα, τὰ ἀλλότρια | |
30 | περιεργαζώμεθα κακά; [Ἄκουσον τὸν Πέτρον λέγον‐ τα· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι.] Ἄκουσον πῶς καὶ Ματθαῖος τῆς προτέρας ἑαυ‐ τοῦ κατηγορεῖ ζωῆς, καὶ τελώνην ἑαυτὸν καλεῖ, καὶ οὐδὲ αἰσχύνεται τὸν πρότερον ἐκπομπεύων βίον. | |
35 | Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον φάρμακον | |
40 | τοιοῦτον πρὸς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν, ὡς ἡ συνεχὴς αὐτῶν ἀνάμνησις, καὶ ἡ διηνεκὴς αὐτῶν κατηγορία. Οὕτως ὁ τελώνης τὰ μυρία ἠδυνήθη κακὰ ἀποθέσθαι, ἵνα εἴπῃ· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· οὕτως ὁ Φαρισαῖος τῆς δικαιοσύνης ἁπά‐ | |
45 | σης ἐξέπεσεν, ὅτι ἀφεὶς λογίζεσθαι τὰ αὐτῷ πεπλημ‐ μελημένα, τὴν οἰκουμένην κατεδίκαζε, λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. Διὰ τοῦτο καὶ ὁ Παῦλος παρῄνει λέγων· Ἕκαστος δὲ δοκιμα‐ | |
56.189(50) | ζέτω τὸ ἑαυτοῦ ἔργον, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Βούλει μαθεῖν καὶ ἐν τῇ Παλαιᾷ πῶς οἱ δίκαιοι κατηγόρησαν ἑαυτῶν; Ἄκουε καὶ τούτων ἐκείνοις συνῳδὰ φθεγ‐ γομένων. Ὁ μὲν γὰρ Δαυῒδ ἔλεγεν· Αἱ ἀνομίαι | |
55 | μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Ὁ δὲ Ἡσαΐας ἐβόα· Οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων. Καὶ οἱ τρεῖς παῖδες ἐν καμίνῳ διατρίβον‐ τες, καὶ τὰ σώματα θανάτῳ διὰ τὸν Θεὸν παραδόντες, | |
60 | ἐν τοῖς ἐσχάτοις τῶν ἁμαρτωλῶν ἑαυτοὺς ἠρίθμουν, | |
Ἡμάρτομεν, ἠνομήσαμεν, λέγοντες· καίτοι τί λαμ‐ | Column end | |
56.190 | πρότερον ἐκείνων, τί καθαρώτερον ἦν; Καὶ γὰρ εἰ καί τινας ἦσαν ἁμαρτίας πεποιηκότες, πάσας ἀπ‐ έσμηξε τῆς φλογὸς ἐκείνης ἡ φύσις. Ἀλλ’ οὐ πρὸς τὰ κατορθώματα ἑώρων τὰ οἰκεῖα, ἀλλὰ τὰ ἁμαρτήματα | |
5 | ἀνελογίζοντο. Οὕτω καὶ Δανιὴλ μετὰ τὸν λάκκον τῶν λεόντων, μετὰ τὰς μυρίας τιμωρίας, ἃς ὑπέμεινε, καὶ αὐτὸς ἑαυτοῦ κατηγόρει, τοῦ δὲ πλησίον οὐδείς. Τί δή ποτε; Ὅτι ὁ μὲν ἑτέρους λέγων κακῶς, παρ‐ οξύνει τὸν Δεσπότην. Ὁ δὲ ἑαυτὸν λέγων κακῶς, | |
10 | ἐξιλεοῖ καὶ καταλλάττει· καὶ τὸν δίκαιον δικαιότερον ἀπεργάζεται, καὶ τὸν ἁμαρτωλὸν ἐξαρπάζει τῶν ἐγκλημάτων καὶ συγγνώμης ἄξιον ποιεῖ. Ταῦτ’ οὖν εἰδότες, μὴ τὰ ἀλλότρια, ἀλλὰ οἰκεῖα πολυπραγμο‐ νῶμεν κακά· ἀναπτύξωμεν ἡμῶν τὸ συνειδὸς, ἀνα‐ | |
15 | μνησθῶμεν ἡμῶν τὴν ζωὴν ἅπασαν, ἕκαστον τῶν ἡμαρτημένων ἡμῖν περιεργασώμεθα, καὶ μὴ μόνον μὴ λέγωμεν κακῶς ἑτέρους, ἀλλὰ μηδὲ ἀκούωμεν ἑτέρων λεγόντων κακῶς. Καὶ γὰρ καὶ τούτου ἔγκλη‐ μα κεῖται καὶ τιμωρία μεγίστη· Ἀκοὴν γὰρ, φησὶ, | |
20 | ματαίαν μὴ παραδέξῃ. Οὐκ εἶπεν, Ἀκοῇ ματαίᾳ μὴ πιστεύσῃς, ἀλλὰ, Μηδὲ δέξῃ αὐτήν· ἀπόφραξον τὰ ὦτα, ἀποτείχισον τῇ κατηγορίᾳ τὴν εἴσοδον, δεῖξον ὅτι τοῦ κατηγορουμένου οὐκ ἔλαττον αὐτὸς ὁ ἀκούων ἐχθρὸς εἶ καὶ πολέμιος τῷ κακῶς λέγοντι. Μίμησαι | |
25 | τὸν προφήτην οὕτω λέγοντα· Τὸν καταλαλοῦν‐ τα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Οὐκ εἶπεν, ὅτι Οὐκ ἐπίστευον, οὐδὲ ὅτι Οὐ παρεδεχό‐ μην τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνον, ὡς ἐχθρὸν καὶ πολέμιον. | |
30 | ιʹ. Ἀλλ’ εἰσί τινες, οἳ ψυχρᾷ παραμυθίᾳ ἑαυτοὺς παραμυθοῦνται, οὑτωσὶ λέγοντες· Κύριε, μὴ στήσῃς μοι τὴν ἁμαρτίαν ταύτην, ὅτι ἀκοῆς λόγον ὀφείλω. Τίς χρεία τῆς ἀπολογίας; τίς χρεία τῆς συγγνώμης ταύτης; Σίγησον, καὶ ἀπήλλαξαι τῶν ἐγκλημάτων· | |
35 | μηδὲν εἴπῃς, καὶ καθαρὸς εἶ τῆς ἀγωνίας. Τί σαυτῷ πράγματα πλέκεις, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώ‐ ποις; Τί ποιεῖς ὑπεύθυνον ἑαυτὸν ἐγκλημάτων; τί τὸ φορτίον βαρύτερον δεσμεῖς; Οὐκ ἀρκεῖ σοι περὶ τῶν οἰκείων κακῶν εὐθύνας ὑποσχεῖν, ἀλλὰ καὶ ἑτέρας | |
40 | ἁμαρτίας ἐπισωρεύεις σαυτῷ; Περιττὴ αὕτη ἡ ἀπο‐ λογία· οὐκ ἀκοῆς λόγον ὀφείλεις, ἀλλὰ κατηγορίας λόγον χρεωστεῖς. Ὅταν γὰρ ἀκούσας, οὐ σιγήσῃς, οὐ τῆς ἀκοῆς λόγον μόνον ὀφείλεις, ἀλλὰ καὶ κατηγορίας. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησὶ, καὶ ἐκ | |
45 | τῶν λόγων σου κατακριθήσῃ. Ταῦτα οὐχ ὑπὲρ τῶν κακῶς ἀκουόντων, ἀλλ’ ὑπὲρ τῶν κακῶς λεγόντων δεδοικὼς λέγω καὶ διαμαρτύρομαι. Ὁ μὲν γὰρ κα‐ κῶς ἀκούσας, οὐδὲν ἐπηρέασται, οὐδὲ ἐβλάβη· ἀλλ’ ἂν μὲν ψευδῆ ᾖ τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ μισθὸν | |
56.190(50) | ἔχει· ἂν δὲ ἀληθῆ, οὐδὲν οὐδὲ οὕτως ἐπηρέασται παρὰ τὴν σὴν κατηγορίαν. Οὐδὲ γὰρ ἀπὸ τῆς σῆς λοιδορίας οἴσει τότε τὴν ψῆφον αὐτῷ ὁ δικάζων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ τὰ μέγιστα κερδανεῖ γενναίως φέρων τὴν βλασφημίαν, ὥσπερ οὖν | |
55 | καὶ ὁ τελώνης· ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται. Καὶ ὅτι μὲν ὁ συκοφαντῶν ἀπόλωλεν, οὐδὲ ἀποδείξεως χρεία· ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, | |
60 | καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, | |
ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα | 189 | |
56.191 | τοῦ πλησίον, παντί που δῆλόν ἐστιν. Εἰ γὰρ ἕνα τις σκανδαλίσας, ἀπαραίτητον δώσει τιμωρίαν, ὁ μυρίους σκανδαλίζων διὰ τῆς πονηρᾶς φήμης, πόσην οὐχ ὑποστήσεται κόλασιν; Καὶ γὰρ ὁ Φαρισαῖος οὐκ | |
5 | ἐψεύδετο, ἀλλ’ ἀληθῆ ἔλεγε, τελώνην καλῶν τὸν τελώνην, ἀλλ’ ὅμως δίκην ἔδωκε. Ταῦτ’ οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν τὸ κατηγορεῖν. Οὔτε γὰρ ταύ‐ της χαλεπωτέρα, οὔτε εὐκολωτέρα ἐστὶν ἁμαρτία. Τίνος ἕνεκεν; Ὅτι πάσης παρανομίας ὀξύτερον δρᾶ‐ | |
10 | ται, καὶ ταχέως συναρπάζει τὸν μὴ προσέχοντα. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι καὶ χρόνου δέονται, καὶ δαπάνης, καὶ μελλήσεως, καὶ συνεργῶν, καὶ πολλάκις ἐν τῇ τοῦ χρόνου διατριβῇ διακόπτονται. Οἷόν τι λέγω· Εἵλετό τις φονεῦσαι, εἵλετό τις ἁρπάσαι καὶ | |
15 | πλεονεκτῆσαι· πολλῆς αὐτῷ δεῖ τῆς πραγματείας, καὶ ἐν τῷ μέλλειν πολλάκις ἐξέλυσε τὸν θυμὸν, ἀπέστη τῆς πονηρᾶς ὁρμῆς, κατέλυσε τὴν διεφθαρ‐ μένην γνώμην, οὐ προσέθηκε τὸ ἔργον τῇ βουλῇ· ἐπὶ δὲ τοῦ κακῶς λέγειν οὐχ οὕτως, ἀλλ’ ἐὰν μὴ σφόδρα | |
20 | ὦμεν νήφοντες, συναρπαζόμεθα ῥᾳδίως· καὶ οὔτε χρόνου, οὔτε μελλήσεως, οὔτε δαπάνης, οὔτε πραγμα‐ τείας ἡμῖν δεῖ τινος, ὥστε κακῶς εἰπεῖν· ἀλλ’ ἀρκεῖ μόνον ἑλέσθαι, καὶ εὐθέως εἰς ἔργον ἐξῆλθε τὸ βού‐ λημα. Γλῶσσα γάρ ἐστιν ἡ ὑπηρετουμένη μόνον. | |
25 | Ἐπεὶ οὖν καὶ ὀξύῤῥοπον τὸ κακὸν, καὶ εὐπερίστατος ἡ ἁμαρτία, καὶ χαλεπὴ ἡ κόλασις καὶ ἡ τιμωρία, καὶ κέρδος οὐδὲν, οὐ μικρὸν, οὐ μέγα, μετὰ πολλῆς τῆς ἀκριβείας φεύγωμεν τὸ νόσημα, καὶ τὰ ἀλλότρια περιστέλλωμεν κακὰ, καὶ μὴ ἐκπομπεύωμεν· παρ‐ | |
30 | αινῶμεν τοῖς ἁμαρτάνουσι, καθὼς καὶ ὁ Κύριός φη‐ σιν· Ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. | |
Ὥστε τὸ ἀδημοσίευτον τῶν ἐλέγχων εὐκολωτέραν | Column end | |
56.192 | ποιήσει τὴν θεραπείαν. Μὴ δάκνωμεν, μηδὲ κατ‐ εσθίωμεν τὰ ἀλλότρια τραύματα· μὴ τὰς μυίας μι‐ μησώμεθα, ἀλλὰ τὰς μελίττας ζηλώσωμεν. Αἱ μυῖαι τοῖς τραύμασιν ἐγκαθέζονται, καὶ δάκνουσιν· αἱ μέ‐ | |
5 | λιτται τοῖς ἄνθεσιν ἐφίπτανται. Διὰ τοῦτο αὗται μὲν κηρία πηγνύουσιν, ἐκεῖναι δὲ νοσήματα ἐπάγουσιν, οἷς ἂν ἐπικαθεσθῶσι σώμασι· καὶ αἱ μέν εἰσι βδελυ‐ κταὶ, αἱ δὲ ποθειναὶ καὶ ἐπίδοξοι. Καὶ ἡμεῖς τοίνυν τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐπιπτῆναι τὴν | |
10 | ψυχὴν παρασκευάσωμεν, καὶ συνεχῶς τὴν εὐωδίαν τῶν παρ’ ἐκείνοις κατορθωμάτων ἀνακινῶμεν, τὰ δὲ τραύματα μὴ δάκνωμεν τῶν πλησίον· ἀλλ’ εἰ καί τι‐ νας ἴδωμεν τοῦτο ποιοῦντας, ἐπιστομίζωμεν, τὸν φό‐ βον αὐτοῖς τῆς κολάσεως ἐπιτειχίζοντες, τῆς συγγε‐ | |
15 | νείας αὐτοὺς ἀναμιμνήσκοντες τῆς πρὸς τοὺς ἀδελ‐ φούς. Εἰ δὲ μηδενὶ τούτων εἴκοιεν, μυίας αὐτοὺς καλῶμεν, ἵνα κἂν τὸ ὄνειδος τῆς προσηγορίας ταύτης ἀποστήσῃ τῆς πονηρᾶς μελέτης αὐτούς· ἵνα τῆς κακοσχολίας ταύτης ἀπαλλαγέντες, πᾶσαν τὴν σχολὴν | |
20 | εἰς τὴν ἔρευναν τῶν οἰκείων ἀναλίσκωσι κακῶν. Οὕτω γὰρ οἵ τε πεπτωκότες ἀναστήσονται τῇ μνήμῃ τῶν ἡμαρτημένων αὐτοῖς οὐκ ἐκπομπευομένων, οἵ τε τὰ οἰκεῖα ἀναλογιζόμενοι συνεχῶς κακὰ, ῥᾳδίως αὐτὰ ἀποθήσονται, τῇ μνήμῃ τῶν ἡμαρτημένων πρὸς τὴν | |
25 | τῶν λοιπῶν πρᾶξιν ὀκνηρότεροι γινόμενοι, οἵ τε τὴν ἀρετὴν τῶν ἁγίων ἐπισκοποῦντες συνεχῶς, μέγιστον λήψονται ζῆλον πρὸς τὴν τῶν αὐτῶν μίμησιν· καὶ διὰ τούτων ἁπάντων ὁλοκλήρου τοῦ σώματος τῆς Ἐκκλησίας ἡμῖν κατορθωθέντος, δυνησόμεθα μετὰ | |
30 | τοῦ πληρώματος τούτου εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν εἰσελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
35 | τῶν αἰώνων. Ἀμήν. | 191 |