TLG 2062 144 :: JOANNES CHRYSOSTOMUS :: In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1–2)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Ne timueritis cum dives factus fuerit homo (homiliae 1–2)

Citation: Vol — pg — (ln)

55

.

499

(1t)

ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΔΑΥΙΔ
2tΤὸ λέγον, «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ,»
3tκαὶ περὶ φιλοξενίας.
4αʹ. Ἡδὺ μὲν γηπόνῳ τὸ ἄροτρον ἑλκύσαι εἰς καθα‐
5ρισμὸν τῆς ἀρούρας, καὶ τὴν αὔλακα ἀνατεμεῖν, καὶ τὰς ἀκάνθας ἀνασπάσαι, καὶ οὕτω τὰ σπέρματα κα‐ ταβαλεῖν, ἀκάνθης οὐκ οὔσης τῆς λυμαινομένης τὸν σπόρον· πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ τὰ θεῖα νοήματα θόρυβον οὐκ ἔχουσαν.
10Διὰ δὴ τοῦτο μετὰ ἡδονῆς ἁπτόμεθα τὸν λόγον, ὅτι τὴν ἄρουραν ταύτην ἐκκεκαθαρμένην ὁρῶμεν. Εἰ γὰρ καὶ τὴν διάνοιαν ὑμῶν οὐ βλέπομεν, ἀλλὰ τὰ ὄμματα ὑμῶν διηνοιγμένα καὶ προανεστηκυῖα ἡ ἀκοὴ σημεῖά μοι δίδωσι τῆς ἔνδοθεν γαλήνης. Εἰς μὲν γὰρ τὸ συν‐
15ειδὸς ὑμῶν εἰσελθεῖν οὐ δύναμαι· τὰ δὲ ὄμματα ἑστη‐ κότα καὶ μετέωρα γινόμενα φωνὴν ἀφίησιν, ὅτι θό‐ ρυβος οὐδεὶς ἔνδον ἐστὶν, ἀλλὰ μᾶλλον βοᾶτε μετὰ προθυμίας· κατάβαλλε τὰ σπέρματα, ὑποδεχόμεθα ὅπερ ἂν καταβάλῃς, διὰ τὴν ἐλπίδα τοῦ καρποῦ·
20πᾶσαν γὰρ φροντίδα βιωτικὴν ἐξεώσαμεν τῆς δια‐ νοίας. Διὰ δὲ τοῦτο καὶ βαθυτέρων ἀεὶ ἅπτομαι νοημάτων, θαῤῥῶν τῇ εὐγενείᾳ τῆς ἀρούρας. Οὐ γὰρ δὴ σοφὸν διδάσκαλον ἡ Γραφὴ ζητεῖ μόνον, ἀλλὰ καὶ συνετὸν ἀκροατήν. Διὰ τοῦτο μακαρίζω μὲν ὑμᾶς,
25μακαρίζω δὲ καὶ ἐμαυτόν. Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων· καὶ, Μακάριοι οἱ πεινῶν‐ τες καὶ διψῶντες τὴν δικαιοσύνην. Οὐκοῦν εἰς ὑμᾶς τοὺς μετὰ προθυμίας παραγενομένους καταβα‐ λοῦμεν τὰ νοήματα. Οἱ μὲν γὰρ ἄλλοι πάντες νῦν
30ἐν ἀγοραῖς καὶ βιωτικαῖς φροντίσι κατασήπονται, ὑμεῖς δὲ τῆς γῆς ὑψηλότεροι γινόμενοι, τὰ νοήματα νοερὰ δέχεσθε· κἀκεῖνοι μὲν τῇ δούλῃ δουλεύουσι, τῆς σαρκὸς ἐπιμελούμενοι, ὑμεῖς δὲ τὴν εὐγενῆ καὶ ἐλευθέραν ψυχὴν καλλωπίζοντες, διατηρεῖτε.
35 Ποῦ γὰρ διατρίβεις, ἄνθρωπε, νῦν; Ἐν ἀγορᾷ. Ἵνα τί συναγάγῃς; Βόρβορον καὶ πηλόν. Ἐλθὲ, λάβε μύρον παρ’ ἐμοῦ. Τί συνάγεις χρήματα ἀπολ‐ λύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολ‐
λυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴνColumn end

55

.

500

νῦν οὖσαν, καὶ αὔριον οὐκ οὖσαν; τί δρέπῃ τὰ ἄνθη, καὶ ἀφίης τὸν καρπόν; τί τρέχεις ὀπίσω τῆς σκιᾶς, καὶ οὐ καταλαμβάνεις τὴν ἀλήθειαν; τί διώκεις τὰ ἀπολλύμενα, καὶ οὐ ζητεῖς τὰ μένοντα; Ὅτι Πᾶσα
5σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξ‐ έπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Γέγονας εὔπορος χρήμασι; Καὶ τί τοῦτο πρὸς τὴν ψυχήν; Εὐπορώτερος χρήμασι, καὶ πενέστερος τῇ
10ψυχῇ, κομᾷς τοῖς φύλλοις, καὶ πένῃ τῷ καρπῷ. Τί ὄφελος; εἰπέ μοι. Ἔλαβες χρήματα, ἃ μέλλεις ἐν‐ ταῦθα καταλιμπάνειν· ἔλαβες ἀρχὴν, ἐξ ἧς ἐπιβουλὴ τίκτεται. Ἐλθὲ, ἀπόλαυσον λόγων φιλοσόφων· δα‐ πάνησόν σου τὰ ἁμαρτήματα, ἀνάλωσόν σου τὰ πα‐
15ρανομήματα, καθαρόν σου ποίησον τὸ συνειδὸς, μετάρσιον ποίησον τὸν λογισμόν· γενοῦ ἄγγελος καὶ ἄνθρωπος. Κατάλιπε τῆς σαρκὸς τὴν φύσιν, καὶ λάβε κοῦφον τὸ πτερὸν τῆς ζωῆς, ἀπάλλαξον σαυτὸν τῶν ὁρατῶν, καὶ κρέμασον σεαυτὸν ἐν τοῖς ἀοράτοις. Ἀνά‐
20βα εἰς τοὺς οὐρανοὺς, χόρευε μετὰ τῶν ἀγγέλων, παράστηθι τῷ βήματι τῷ ἄνω, τῷ ὑψηλῷ· κατά‐ λιπε τὸν καπνὸν, καὶ τὴν σκιὰν, καὶ τὸν χόρτον, καὶ τὴν ἀράχνην· οὐδὲ γὰρ ὄνομα οἶδα ἄξιον τῆς εὐτελείας ταύτης ἐπιθεῖναι. Ταῦτα δὲ λέγω, καὶ λέ‐
25γων οὐ παύσομαι. Ἐλθὲ, καὶ γενοῦ ἄνθρωπος, ἵνα μὴ ἐπιψεύδηταί σου ἡ προσηγορία τῆς φύσεως. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ἄνθρωπός ἐστι, φησὶν, ἀλλ’ ἄνθρωπος μὲν τὸ ὄνομα πολλάκις, οὐκ ἄνθρωπος δὲ τὸ φρόνημα. Ὅταν γὰρ ἴδω σε ἀλό‐
30γως βιοῦντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ βοῦν; Ὅταν ἴδω σε ἁρπάζοντα, πῶς σε καλέσω ἄν‐ θρωπον, ἀλλ’ οὐχὶ λύκον; Ὅταν ἴδω σε πορνεύοντα,
πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ χοῖρον; Ὅταν499

55

.

501

ἴδω σε δολερὸν, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ ὄφιν; Ὅταν ἴδω σε ἰὸν ἔχοντα, πῶς σε καλέσω ἄν‐ θρωπον, ἀλλ’ οὐχὶ ἀσπίδα; Ὅταν ἴδω σε ἀνόητον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ ὄνον; Ὅταν
5ἴδω σε μοιχεύοντα, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ ἵππον θηλυμανῆ; Ὅταν ἴδω σε ἀπειθῆ καὶ ἀσύνετον, πῶς σε καλέσω ἄνθρωπον, ἀλλ’ οὐχὶ λίθον; Ἔλαβες εὐγένειαν παρὰ τοῦ Θεοῦ, τί προδίδως τὴν ἀρετὴν τῆς φύσεως; Τί ποιεῖς; εἰπέ μοι. Ἕτεροι
10τέχνην ἔχουσιν ἄνθρωποι, τὰ ἄλογα, κατὰ τὸ ἐγχω‐ ροῦν, εἰς ἀνθρώπων εὐγένειαν μετατιθέναι· ψιττα‐ κοὺς παιδεύουσι φωνῇ ἀνθρωπίνῃ φθέγγεσθαι, καὶ τῇ τέχνῃ τὴν φύσιν βιάζονται· λέοντας ἡμέρους ἐρ‐ γάζονται, διὰ τῆς ἀγορᾶς ἕλκοντες. Τὸν λέοντα ἥμε‐
15ρον ποιεῖς ζῶον ἀτιθάσσευτον, καὶ σαυτὸν λύκου ἀγριώτερον καθιστᾷς; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν μὲν ἀλόγων ἕκαστον ἓν ἐλάττωμα ἔχει, ὁ λύκος εἰς τὸ ἁρπακτικὸν, ὁ ὄφις εἰς τὸ δολερὸν, ἡ ἀσπὶς εἰς τὸ ἰῶδες· ἐπὶ δὲ ἀνθρώπου πονηροῦ οὐκ ἔνι τοῦτο.
20Οὐδὲ γὰρ ἓν ἐλάττωμα πολλάκις κέκτηται ὁ ἄνθρω‐ πος, ἀλλὰ καὶ ἁρπακτικὸς γίνεται, καὶ δολερὸς, καὶ ἰώδης, καὶ τὰς τῶν ἀλόγων κακίας εἰς τὴν ἑαυτοῦ συνάγει ψυχήν. Πῶς οὖν σε καλέσω ἄνθρωπον, ὃς οὐκ ἔχεις τῆς βασιλείας τὸ σύνθημα, οὐκ ἔχεις τὸ
25διάδημα, οὐκ ἔχεις τὴν πορφύραν; Ποιήσωμεν, φη‐ σὶν, ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, ἄνθρωπε, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν. Ἐὰν ἴδῃς βασιλέα πορφύραν ῥίψαντα καὶ διάδημα καὶ
30μετὰ τῶν στρατιωτῶν συναγελαζόμενον, καὶ προδι‐ δόντα τὴν ἀρχὴν τὴν ἑαυτοῦ, πῶς καλέσεις τὸν τοιοῦ‐ τον βασιλέα; Καὶ σὺ ἄνθρωπος εἶ. Μή μοι οὖν δεί‐ ξῃς, ὅτι ψυχὴν ἀνθρώπου ἔχεις, ἀλλ’ εἰ τὸ φρόνημα ἄνθρωπος εἶ. Ἄρχων εἶ τῶν ἀλόγων, καὶ τῶν ἐν σοὶ
35ἀλόγων παθῶν δοῦλος ἐγένου; βʹ. Καὶ πῶς γένωμαι ἄνθρωπος; φησίν. Εἰ κρατεῖς τῶν λογισμῶν τῆς σαρκὸς, ἐκείνων τῶν ἀλόγων, εἰ ἐξέβαλες πορνείαν, εἰ ἐξέβαλες ἐπιθυμίαν χρημάτων ἄκαιρον, εἰ ἐξέβαλες τὴν πονηρὰν ἐκείνην τύραννον,
40εἰ καθαρὸν σαυτοῦ τὸ χωρίον εἰργάσω. Ἀλλὰ πῶς γίνῃ ἄνθρωπος; Ἐὰν ἔλθῃς ὧδε, ὅπου δημιουργοῦν‐ ται ἄνθρωποι. Ἐὰν λάβω σε ἵππον, ποιῶ σε ἄνθρω‐ πον· ἐὰν λάβω σε λύκον, ποιῶ σε ἄνθρωπον· ἐὰν λάβω σε ὄφιν, ποιῶ σε ἄνθρωπον, οὐ μεταβάλλων τὴν
45φύσιν, ἀλλὰ μετατιθεὶς τὴν προαίρεσιν. Ἀλλὰ τί φησι; Τέκνα ἔχω, οἰκίας προΐσταμαι, γυναικὸς ἐπι‐ μελοῦμαι, πενίᾳ κατέχομαι, ἐπὶ τὴν ἀναγκαίαν σπεύδω τροφήν. Σκήψεις ταῦτα καὶ προφάσεις. Εἰ μὲν γὰρ δι’ ὅλου σε κατεῖχον ἐνταῦθα, καὶ οὐδὲ μι‐

55

.

501

(50)

κρὰν καιροῦ ῥοπὴν τοῖς ἔξω σε συνεχώρουν ἐκδιδόναι πράγμασιν, εἶχες ἂν ἀπολογήσασθαί μοι καὶ εἰπεῖν, ὅτι Τέκνα ἔχω, καὶ οἰκίας προΐσταμαι· καὶ καλῶς ἂν ταῦτα ἔλεγες· μᾶλλον δὲ οὐδὲ τότε ταῦτα λέγειν ἐχρῆν. Ἱκανὸς γάρ σοι ὁ Θεὸς ἐνταῦθα ἀσχολουμένῳ
55πλείονος εὐπορίας τὰ σὰ πάντα διατυπῶσαι. Νῦν δὲ οὐδὲν τούτων σε ἀναγκάζω, οὐδὲ λέγω, Καθ’ ἑκάστην ἡμέραν σχόλαζε, ἀλλὰ δεύτερον τῆς ἑβδομάδος. Τί βαρὺ, τί φορτικόν; Οὐδὲ ὅλην τὴν ἡμέραν, ἀλλὰ μι‐
κρὰν καιροῦ ῥοπὴν ἐλθὲ εἰς τὴν ἐκκλησίαν· δέξαιColumn end

55

.

502

νοερὰ νοήματα, ἵνα μὴ δέξῃ τραύματα· οὐχ ἵνα ἄλλους καταβάλλῃς, ἀλλ’ ἵνα ποιήσῃς τὴν ἀγορὰν ἐκκλησίαν. Ἐλθὲ, λάβε ὅπλον, ἵνα ἐν τῷ ὅπλῳ μὴ δέξῃ τὴν πληγὴν βλαβεράν. Στῆθι ἐπὶ τῆς παρατά‐
5ξεως, μόνον ὡπλισμένος· στῆθι ἐν τόπῳ ἁγίῳ, μό‐ νον καθαρὰ ἔχων τὰ ὄμματα· ἔμβηθι εἰς τὸν λιμένα, μόνον μετ’ ἀκριβείας σαλεύων τὸ πλοῖον. Ταῦτα ἐνταῦθα δύνασαι μαθεῖν· καὶ οὐ θέλεις, ἀλλ’ ἐξέρχῃ ἐν παρατάξει κοσμικῇ γυμνὸς τῶν τοῦ Θεοῦ ἐντολῶν.
10Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάν‐ των τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον· οἷος ἦν ὁ Ἰὼβ, οὔτε ὑπὸ τῆς πενίας βαπτιζόμενος,
15οὔτε ὑπὸ τοῦ πλούτου ἐπαιρόμενος, ἀλλ’ ἐν τῇ ἀνω‐ μαλίᾳ τῶν πραγμάτων ἴσην τὴν ἑαυτοῦ γνώμην δια‐ τηρῶν. Ἐλθὲ, λάβε ὅπλον παρ’ ἐμοῦ. Ποῖον δὲ ὅπλον; Ὃ πολλάκις σοι ἐγγυᾶται τὴν σωτηρίαν. Ἐξέρχῃ, καὶ
20βλέπεις ἄνθρωπον ἐφ’ ἵππου ἐπαιρόμενον χρυσοχαλι‐ νώτου, καὶ πολλοὺς περὶ αὐτὸν τοὺς δορυφόρους· πάλιν εὐτελῆ τινα καὶ ἀπεῤῥιμμένον. Εἶτα εἰσέρχε‐ ταί σοι φθόνος διὰ τὸν πλούσιον· κατέχει σε βασκα‐ νία τοῦ πένητος. Προσέρχεταί σοι ὁ Δαυῒδ, παρίστα‐
25ταί σοι καὶ λέγει· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἔξελθε μετὰ τοῦ προφήτου, καὶ μὴ φο‐ βοῦ. Ἄπελθε ὅπου λέγω σοι μετὰ τοῦ προφήτου, μετὰ τοῦ διδασκάλου, μετὰ τῆς βακτηρίας, μετὰ τοῦ κήρυκος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρω‐
30πος. Ἀλλ’ ἐρεῖς· Τοῦτο παραινοῦντός ἐστι καὶ συμβουλεύοντος, καὶ τὰ δέοντα ἀποφαινομένου· εἰπέ μοι καὶ τὸν τρόπον, δι’ ὃν οὐκ ὀφείλω φοβηθῆναι τὸν ἄνθρωπον. Ὅτι μιμεῖται τὴν φύσιν τοῦ ἀνθρώπου ἡ φύσις τοῦ πλούτου. Καὶ πῶς, ἐγὼ λέγω. Τί ἄνθρω‐
35πος; Ζῶον εὐτελὲς, ἐπίκηρον, ὀλιγοχρόνιον. Τοιοῦτον καὶ ὁ πλοῦτος· μᾶλλον δὲ οὐ τοιοῦτον, ἀλλὰ καὶ ἀσθενέστερον. Οὐ γὰρ μετὰ τοῦ ἀνθρώπου τελευτᾷ πολλάκις, ἀλλὰ καὶ πρὸ τοῦ ἀνθρώπου τελευτᾷ. Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα
40τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο· τε‐ λευτὴ γὰρ πλούτου μεταβολὴ πενίας. Ἐννόησον οὖν πῶς ὀλιγοχρόνιον τὸ κτῆμα. Ὁ μὲν γὰρ κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο, καὶ εἴθε ἀπώλετο μόνον,
45καὶ μὴ συναπώλεσε τὸν κεκτημένον. Οὐκοῦν οὐκ ἂν ἁμάρτοις τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν. Καὶ τὸ δὴ χα‐ λεπώτερον, οὐχ ὅταν αὐτὸν καταλίπῃ, περιβάλλει

55

.

502

(50)

κινδύνοις, ἀλλὰ καὶ πρὶν ἢ καταλίπῃ αὐτὸν, θορυβεῖ αὐτὸν καὶ ταράττει. Μὴ γάρ μοι ἴδῃς τὸν τὰ σηρικὰ περιβεβλημένον ἱμάτια, καὶ μύρον πνέοντα, καὶ θεραπευόμενον ἔξωθεν· ἀλλ’ ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, γύμνωσον αὐτοῦ τὴν διάνοιαν ἔτι πλουτοῦν‐
55τος, καὶ ὄψει ἔνδοθεν θορύβους καὶ ταραχάς. Ὅταν δὲ ἴδῃς ἕτερον πίπτοντα ἐν τῷ ἐκείνου πτώματι, τὴν οἰκείαν συμφορὰν καταμάνθανε. γʹ. Τί γὰρ σφαλερώτερον τῶν ἀνθρωπίνων πραγμάτων; Ὃ πολλάκις εἶπον, ὅτι ποταμίων ῥευ‐
60μάτων μιμεῖται φύσιν, ὁμοῦ τε φαίνεται καὶ παρα‐ τρέχει, ὁμοῦ κατέχεται καὶ ἀποπηδᾷ. Μὴ φοβοῦ,
ὅταν πλουτήσῃ ἄνθρωπος. Τοῦτον λάβε τὸν λόγον,501

55

.

503

τὴν ᾠδὴν τὴν πνευματικήν. Ὅταν γὰρ εἰσέλθῃ ὁ φθόνος, ἐπεισέλθῃ δὲ καὶ ὁ στίχος, ἀπαλλάττει τὸ ῥῆμα τὸ πάθος. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρω‐ πος. Ταῦτά μου τὰ φάρμακα οὐ χρημάτων δεόμενα,
5ἀλλὰ οὐρανῶν. Οὐ γὰρ σῶμα θεραπεύω, ἀλλὰ ψυχὴν ἰατρεύω· οὐ τὴν ὑμετέραν δὲ λέγω μόνον, ἀλλὰ καὶ τὴν ἐμαυτοῦ. Εἰ γὰρ καὶ διδάσκαλός εἰμι, ἀλλ’ ἄν‐ θρωπός εἰμι, τῇ κοινῇ φύσει ὑποκείμενος, κοινὴν καὶ τὴν διδασκαλίαν παρέχων.
10 Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Λάβε τοῦτον τὸν στίχον θησαυρὸν καὶ ὑπόθεσιν· λάβε τὸν στίχον ῥίζαν πλούτου καὶ εὐπορίας. Οὐ γὰρ τὸ πλου‐ τεῖν, ἀλλὰ τὸ μὴ βούλεσθαι πλουτεῖν, τοῦτό ἐστι πλοῦ‐ τος. Ἆρα συνήκατε τὸ λεχθὲν πρὸς ὑμᾶς; Ὁ βουλό‐
15μενος πλουτεῖν, χρείαν ἔχει κτημάτων καὶ χρημά‐ των· ὁ δὲ μὴ βουλόμενος πλουτεῖν, ἀεί ἐστιν ἐν εὐ‐ πορίᾳ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φο‐ βοῦ, εἰπέ μοι, διὰ τί; Ἐπειδὴ γὰρ φοβεροί εἰσιν οἱ
20πλουτοῦντες, ἐκλαλεῖ τὴν ζωὴν ὁ προφήτης, Τί δέ‐ δοικας ἄνθρωπον φύλλοις κομῶντα, καρποῦ δὲ ἀπ‐ εστερημένον; τί δέδοικας ἄνθρωπον εἰς πικρίαν βα‐ δίζοντα; τί δέδοικας ἄνθρωπον ἀεὶ τρέμοντα; τί δέδοικας ἄνθρωπον διηνεκεῖ φόβῳ συζῶντα; Ὁ μὲν
25γὰρ δοῦλός σου οὐ δέδοικέ σε ἀπόντα· ἐκεῖνος δὲ τὸν δεσπότην ἔνδοθεν περιφέρει. Ὅπου ἐὰν ἀπέλθῃ, ὁ ἔρως τῆς φιλοχρηματίας ἕπεται· καὶ πλησίους, καὶ οἰκέτας, καὶ φίλους, καὶ βασκάνους, καὶ εὐεργέτας, ἅπαντας ὁμοῦ ἐχθροὺς ἔχει. Φθόνον γὰρ ἐγείρει μέ‐
30γαν. Ὁ μὲν γὰρ πένης οὐδένα δεδοικὼς διάγει, ἐπει‐ δὴ πλουτεῖ μόνον τῇ φιλοσοφίᾳ καὶ ὑπομονῇ· ὁ δὲ πλούσιος, ἐπειδὴ πλεονεξίᾳ συζῇ, μισεῖται παρὰ πάντων, καὶ ἐν κοινοῖς συλλόγοις πολέμιος περιέρχε‐ ται, κολακευόμενος μὲν τῷ προσώπῳ, μισούμενος
35δὲ τῇ διανοίᾳ. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅταν ἔλθῃ ὁ ἄνεμος, καὶ ῥίψῃ τὰ φύλλα, ὅταν μετα‐ βολὴ τῶν πραγμάτων γένηται, τότε εὑρίσκονται οἱ πεπλασμένοι φίλοι, τότε γνωρίζεται τὰ προσωπεῖα τῶν κολάκων, τότε φανεροῦται ὁ χορὸς τῶν ὑπο‐
40κριτῶν, καὶ ἡ σκῆψις τοῦ δράματος. Ἀνοίγεται τὰ στόματα πάντων λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ παμπόνηρος. Τί λέγεις; οὐχὶ χθὲς αὐτὸν ἐκολάκευες; οὐχὶ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα. Ἦλθεν ὁ καιρὸς, καὶ περιεῖλον τὸ προσ‐
45ωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Τί οὖν δέδοικας, εἰπέ μοι, τὸν ὑπὸ τοσούτων κατηγορούμενον; Καὶ τί τοῦτο; Εἴθε μὴ αὐτὸς ἑαυτοῦ κατηγόρει. Ταῦτα λέγω οὐ πλοῦτον διαβάλλων, μυριάκις εἶπον, ἀλλὰ τοὺς κακῶς τῷ καλῷ κεχρημένους πράγματι. Τὰ γὰρ χρή‐

55

.

503

(50)

ματα σὺν ταῖς πράξεσι καλά. Πῶς καλὰ δέ; Ἐὰν παραμυθῶνται τὴν πενίαν, ἐὰν διορθῶνται πτωχείαν. Ἄκουσον πῶς λέγει ὁ Ἰώβ· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Ἰδοὺ πλοῦτος, καὶ ἁμαρτία οὐκ
55ἦν, ἀλλὰ φιλοπτωχεία. Ἡ οἰκία μου παντὶ ἐλθόντι ἀνέῳκτο. Τοῦτο πλούτου διακονία, πλούτου οὐκ ὀνόματι, ἀλλὰ πράγματι. Οὗτος ὁ πλοῦτος δοῦλος ἐκείνου τοῦ πλούτου· οὗτος μὲν γὰρ ὄνομά ἐστιν ἔρημον πραγμάτων, ἐκεῖνος δὲ ὀνόματος καὶ πρά‐
60γματος ἔχει τὴν ἀλήθειαν. Ποῖος; Ὁ τῶν ἀρετῶν, ὁ τῆς ἐλεημοσύνης. Πῶς; Ἐγὼ λέγω. Ἔστι πλούσιος τὰ πάντων ἁρπάζων, καὶ ἔστι πλούσιος τὰ ἑαυτοῦ τοῖς πένησι παρέχων. Ὁ μὲν ἐν τῷ συνάγειν, ὁ δὲ ἐν
τῷ ἀναλίσκειν πλουτῶν· καὶ ὁ μὲν σπείρει τὴν γῆν,Column end

55

.

504

ὁ δὲ γεωργεῖ τὸν οὐρανόν. Ὅσον ὁ οὐρανὸς τῆς γῆς βελτίων, τοσοῦτον ἐκείνου ἡ εὐπορία τούτου ἀσθε‐ νεστέρα. Οὗτος μυρίους ἔχει τοὺς ἐραστὰς, ἐκεῖνος δὲ πάντας κατηγόρους. Καὶ τὸ δὴ θαυμαστὸν, ἐπὶ
5μὲν τοῦ ἅρπαγος καὶ πλεονέκτου, οὐ μόνον οἱ ἠδικη‐ μένοι, ἀλλὰ καὶ οἱ μηδὲν παθόντες κακὸν μισοῦσιν ἐκεῖνον, συναλγοῦντες τοῖς κακῶς πεπονθόσιν· ἐπὶ δὲ τοῦ ἐλεήμονος, οὐ μόνον οἱ ἐλεηθέντες, ἀλλὰ καὶ οἱ μὴ ἐλεηθέντες φιλοῦσιν αὐτόν. Βέλτιον γὰρ ἡ
10ἀρετὴ τῆς κακίας, ἀδελφοί. Ἡ κακία καὶ τοὺς μὴ ἀδικηθέντας πολεμίους ἔχει· ἡ δὲ ἐλεημοσύνη καὶ τοὺς μὴ εὐεργετηθέντας ἐραστὰς κέκτηται. Λέγουσι γὰρ πάντες· Καλῶς αὐτῷ ὁ Θεὸς ποιήσει[ε]! Τί γὰρ εὐηργετήθης; Οὐκ ἐγὼ, ἀλλ’ ὁ ἀδελφὸς ὁ ἐμός· οὐκ
15ἐγὼ, ἀλλὰ τὸ μέλος τὸ ἐμόν. Τὴν γὰρ εἰς ἐκεῖνον γενομένην εὐποιίαν εἰς ἐμαυτὸν λογίζομαι. Εἶδες ἡλίκον ἡ ἀρετή; πῶς ποθεινόν; πῶς ἐπέραστον; πῶς καλόν; Ὁ ἐλεήμων ὁ κοινὸς λιμὴν, ὁ πατὴρ πάντων, ἡ βακτηρία τῶν γεγηρακότων. Καὶ ἐπὶ μὲν τοῦ
20ἐλεήμονος, ἐάν τι ἀηδὲς πάθῃ, εὔχονται πάντες· Ὁ Θεὸς αὐτὸν ἐλεήσαι, ποιήσαι αὐτῷ καλῶς, παραμεί‐ ναι αὐτῷ τὰ ἀγαθά! ἐὰν δὲ ἔλθῃς ἐπὶ τὸν ἅρπαγα, ἀκούσῃ λεγόντων· Ὁ μιαρὸς, ὁ πονηρὸς, ὁ βέβηλος. Τί ἠδίκησαι; Ἐγὼ μὲν οὐδὲν, ἀλλ’ ὁ ἀδελφὸς ὁ
25ἐμός. Βοαὶ μυρίαι καθ’ ἑκάστην ἡμέραν. Ἐὰν πέσῃ, πάντες ἐπεμβαίνουσι τούτῳ. Τοῦτο ζωή; τοῦτο πλοῦτος; τοῦτο οὐ χαλεπώτερον καταδίκου; Ὁ κα‐ τάδικος δέδεται τὸ σῶμα· οὗτος δὲ τὴν ψυχήν. Ὁρᾷς αὐτὸν δεσμώτην, καὶ οὐκ ἐλεεῖς αὐτόν; Διὰ τοῦτο
30αὐτὸν μισῶ, ὅτι δέδεται, οὐκ ἀνάγκῃ, ἀλλὰ προαιρέ‐ σει· διότι τὴν ἅλυσιν ἐπεσπάσατο. δʹ. Πάλιν σὺ πρὸς τοὺς πλουσίους; ἐροῦσί μοι. Πάλιν ὑμεῖς κατὰ τῶν πενήτων. Πάλιν σὺ κατὰ τῶν ἁρπα‐ ζόντων; Πάλιν ὑμεῖς κατὰ τῶν ἁρπαζομένων. Ὑμεῖς
35οὐ κορέννυσθε ἐσθίοντες καὶ καταδάκνοντες τοὺς πένητας, καὶ ἐγὼ οὐ κορέννυμαι διορθούμενος ὑμᾶς. Ἀεὶ σὺ τούτοις κεκόλλησαι; Ἀεὶ σὺ τῷ πένητι κε‐ κόλλησαι; Ἀπόστηθι σὺ τοῦ προβάτου μου, ἀπό‐ στηθι τῆς ποίμνης μου· μὴ αὐτὴν λυμαίνου. Εἰ δὲ
40λυμαίνῃ μου τὴν ποίμνην, ἐγκαλεῖς ὅτι διώκω σε; Ποιμὴν εἰ ἤμην προβάτων, ἐνεκάλεις ἄν μοι, ὅτι οὐ διώκω ἐπερχόμενον τῇ ποίμνῃ λύκον. Ποιμήν εἰμι λογικῶν θρεμμάτων· οὐ λίθῳ διώκω, ἀλλὰ λόγῳ· μᾶλλον δὲ οὐδὲ διώκω σε, ἀλλὰ καλῶ σε· γενοῦ πρό‐
45βατον, ἐλθὲ, γενοῦ τῆς ἀγέλης μου. Τί λυμαίνῃ τὴν ποίμνην, ὁ ὀφείλων αὐξῆσαι τὴν ἀγέλην; Οὐ διώκω σε, ἀλλὰ λύκον διώκω· εἰ μὴ λύκος εἶ, οὐ διώκω σε. Εἰ δὲ λύκος ἐγένου, σαυτὸν αἰτιῶ. Οὐκ εἰμὶ κατὰ τῶν πλουτούντων, ἀλλ’ ὑπὲρ τῶν πλουτούντων. Ταῦτα

55

.

504

(50)

γὰρ λέγων, ὑπὲρ σοῦ λέγω, κἂν μὴ αἰσθάνῃ. Πῶς ὑπὲρ ἐμοῦ λέγεις; Ὅτι ἀπαλλάττω σε ἁμαρτίας, ἐλευθερῶ σε ἁρπαγῆς, πᾶσι ποιῶ φίλον, πᾶσι πο‐ θεινόν. Ἀεί σοι λέγω· Ἥρπασας; ἐπλεονέκτησας; ἐλθὲ, καὶ μεταβάλλω σε, μεταβάλλω τὴν ἔχθραν εἰς
55φιλίαν, τὸν κίνδυνον εἰς ἀσφάλειαν· ταῦτα ἐνταῦθα, καὶ ἐκεῖ δίδωμί σοι πάλιν τὴν βασιλείαν τῶν οὐρα‐ νῶν, ἵνα μὴ εἰς τὰς ἀπεράντους κολάσεις ἀπέλθῃς, ἵνα ἀπολάβῃς τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν. οὔτε οὖς ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ
60ἀνέβη. Ταῦτα τοίνυν διώκοντός ἐστιν, ἢ συμβουλεύ‐503

55

.

505

οντος; φιλοῦντός ἐστιν, ἢ μισοῦντός σε; Ἀλλὰ σὺ μισεῖς με. Ἀλλ’ ἐγὼ φιλῶ σε. Ἐπίταγμα ἔχω τοῦ Δεσπότου μου· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Οὐκ ἀφίσταμαί σου ἰατρεύων σε. Ὁ Δεσπότης ἡμῶν
5ἐσταυροῦτο, καὶ ἔλεγεν· Ἄφες αὐτοῖς, Πάτερ· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μὴ γὰρ σὲ διώκω; Τὸ πά‐ θος σου ἐλαύνω. Μὴ γὰρ σοὶ πολεμῷ; Τῇ κακίᾳ σου. Καὶ οὐχ ἡγῇ με εὐεργέτην; οὐχ ἡγῇ με κηδεμόνα; οὐχ ἡγῇ με προστάτην πάντων μᾶλλον; Τίς σοι
10περὶ τούτων ἄλλος ἐρεῖ; Ὁ ἄρχων; Οὐδὲν τοιοῦτον· ἀλλὰ περὶ ἐγκλημάτων, περὶ κατηγορίας. Ἀλλ’ ἡ γυνή; Περὶ κοσμίων, περὶ χρυσοῦ. Ἀλλ’ ὁ παῖς; Περὶ κληρονομίας, περὶ διαθήκης, περὶ κλήρου. Ἀλλ’ ὁ οἰκέτης; Περὶ ὑπηρεσίας, περὶ δουλείας,
15περὶ ἐλευθερίας. Ἀλλὰ παράσιτοι; Περὶ συμποσίων, περὶ δείπνων, περὶ ἀρίστων. Ἀλλ’ οἱ ἐν τῷ θεάτρῳ; Περὶ γέλωτος αἰσχροῦ, περὶ ἐπιθυμίας ἀκολάστου. Ἀλλ’ ὁ ἐν τοῖς δικαστηρίοις; Περὶ διαθηκῶν, περὶ κληρονομίας, περὶ ἐλευθερίας, ἃ πράσσει. Ποῦ ἔχεις
20ἀκοῦσαι ταῦτα, εἰ μὴ παρ’ ἐμοῦ; Πάντες σε φο‐ βοῦνται, ἐγὼ δέ σου καταφρονῶ· ἕως ἂν ᾖς τοιοῦ‐ τος, καταφρονῶ σου, ὑπερορῶ σε, καταφρονῶ σου τοῦ πάθους. Ἐγὼ τέμνω, σὺ κράζεις· ἀλλ’ οὐ φο‐ βοῦμαί σου τὴν φωνὴν, ποθῶ δέ σου τὴν σωτηρίαν·
25ἰατρὸς γάρ εἰμι. Ἆρα εἰ ἕλκος ἔχων ἰατρὸν μετεκά‐ λεις, καὶ εἶδες ὅτι ἠκόνησε τὸ σιδήριον, οὐκ ἔλεγες, Τέμε, εἰ καὶ ὀδυνῶμαι, τὴν ἀπὸ τῆς τομῆς σωτηρίαν ἐκδεχόμενος; ἐμὲ δὲ φεύγεις μὴ τέμνοντα, ἀλλὰ λόγῳ τὴν διάνοιάν σου καθαίροντα. Καίτοι ὁ ἰατρὸς
30τί ποιεῖ; Τέμνει πολλάκις, καὶ χεῖρον ποιεῖ τὸ ἕλκος· ἐγὼ δὲ οὐ ποιῶ χεῖρον, ἀλλὰ βέλτιον. Ἐκεῖ μὲν γὰρ φύσις ἐστὶν ἡ ἀπορουμένη, καὶ φαρμάκων ἀδυναμία· ἐνταῦθα δὲ λόγων δύναμις. Ἰατρὸς οὐκ ἐγγυᾶταί σου τὴν σωτηρίαν, ἐγὼ δὲ ἐγγυῶμαί σου τὴν σωτηρίαν·
35ἄκουέ μου. Διὰ τοῦτο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ κατῆλθεν, ἵνα ἡμᾶς ἀναγάγῃ, καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ἐργάσηται. Ἓν φοβοῦμαι μόνον, ἁμαρτίαν· τὰ δὲ ἄλλα ἅπαντα οἰχέσθω, κἂν πλοῦτος, κἂν πενία, κἂν
40δυναστεία, κἂν ὁτιοῦν. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· οὐδένα γὰρ βούλομαι ἀπολέσθαι τῆς ἀγέλης τῆς ἐμῆς. Τί οὖν; δυνατόν ἐστι πλούσιον σωθῆναι; Καὶ πάνυ. Ὁ Ἰὼβ πλούσιος ἦν, ὁ Ἀβραὰμ πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; Βλέπε αὐτοῦ
45καὶ τὴν φιλοξενίαν. Εἶδες αὐτοῦ τὴν τράπεζαν; Βλέπε αὐτοῦ καὶ τὴν φιλοφροσύνην. Τί οὖν ὁ Ἀβραάμ; Πλούσιος ἦν. Μὴ ἐφιλονείκησά σοι; Πλούσιος ἦν ὁ Ἀβραάμ; Ναὶ, πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; Βλέπε αὐτοῦ καὶ τὴν διαγωγήν. Κατὰ δὲ τὸ μεσημ‐

55

.

505

(50)

βρινὸν ὤφθη αὐτῷ ὁ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένῳ· καὶ ἰδοὺ τρεῖς ἄνδρες. Καὶ ἀναστὰς (οὐ γὰρ ἐνόμιζεν, ὅτι Θεὸς ἦν ὁ παρών· πῶς γάρ;) προσεκύνησε, καὶ λέγει· Εἰ κεκρίκατέ με ἄξιον, ἵνα εἰσέλθητε εἰς τὴν σκηνὴν τῶν δοκῶν μου. Εἶδες τί
55ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; Οὐχ ὑπὸ στέγην καθ‐ ήμενος, ἀλλὰ ξένους καὶ ὁδοιπόρους οὐδαμόθεν γνω‐ ρίμους ἐπισπώμενος, καὶ ἀναστὰς προσεκύνησεν ὁ πλούσιος καὶ εὐγενής. Ὁ χρήματα περιελόμενος κα‐ ταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, καίτοι
60τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων, καταλιπὼν ἅπαντας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἥπλωσε φιλοξενίας, μήπου ὁδοιπόρος, μήπου ξένος, καὶ παραδράμῃ τὴν οἰκίαν.
Βλέπε τί ποιεῖ ὁ γέρων. Οὐκ ἐπιτρέπει οἰκέτῃ, καίτοιColumn end

55

.

506

τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων· ᾔδει γὰρ ὅτι ῥᾴθυ‐ μόν ἐστι τὸ γένος τῶν οἰκετῶν· μήπου ἀπονυστάξῃ ὁ οἰκέτης, καὶ παραδράμῃ ὁ ξένος, καὶ ἀπολέσῃ τὴν ἄγραν. Ἴδε ὁ Ἀβραὰμ, ἴδε ὁ πλούσιος. Καταξιοῖς σὺ
5κἂν ἰδεῖν πένητα; κἂν ἀποκριθῆναι; κἂν διαλεχθῆναι; Ἀλλὰ κἄν ποτε δῷς, διὰ δούλου. Ἀλλ’ οὐκ ἦν ὁ δί‐ καιος οὕτως· ἀλλὰ ἐκάθητο θερμὴν τὴν ἀκτῖνα δεχό‐ μενος, δρόσον ἐν καύματι σταζόμενος· σκιὰ ἦν αὐτῷ ἡ ἐπιθυμία τῆς φιλοξενίας· ἐκάθητο τρυγῶν τὸν καρ‐
10πὸν τῆς φιλοξενίας, καὶ τοῦτο πλούσιος. Παράβαλλέ μοι τοὺς πλουσίους τοὺς νῦν. Ἐν μεσημβρίᾳ ποῦ κάθηνται; Ἐν τῷ ᾅδῃ. Ποῦ κάθηνται; Ἐν τῷ θανάτῳ τῆς μέθης. Ποῦ κάθηνται; Ἐπὶ τῆς δημοσίας, ἐῤῥιμ‐ μένοι, μεθύοντες, πεπωρωμένοι τὴν καρδίαν, ἀλόγων
15ἀλογώτεροι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτω. εʹ. Θέλεις μιμήσασθαι τὸν Ἀβραάμ; Μίμησαι οὕτως, οὐ κωλύω, ἀλλὰ καὶ συμβουλεύω· καίτοι μείζονα τοῦ Ἀβραὰμ ἀπαιτούμεθα. Ἐὰν γὰρ, φησὶ, μὴ πε‐ ρισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμμα‐
20τέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τέως δὲ σὺ κἂν τὸν Ἀβραὰμ φθάσον. Καὶ τί εἶχεν ὁ Ἀβραάμ; Φιλόξενος ἦν, καὶ ἀνέστη, καὶ προσεκύνησεν, οὐδὲ εἰδὼς τίνες ἦσαν οἱ παριόντες. Εἰ γὰρ ᾔδει, οὐδὲν θαυμαστὸν ἐποίει,
25ὅτι Θεὸν ἐθεράπευσεν· ἀλλ’ ἡ ἄγνοια τῶν παραγενο‐ μένων μείζονα αὐτοῦ δείκνυσι τῆς φιλοξενίας τὴν προθυμίαν. Καὶ ἐκάθητο καὶ ὑπεδέχετο. Καὶ πῶς; Δαψιλῶς· μόσχον ἔθυσε, καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, καὶ κοινωνὸν ποιεῖ τῆς φιλοξενίας τὴν γυναῖκα, καὶ
30οὐκ ἐν θαλάμῳ κρυπτομένην, ἀλλ’ ὑπὸ τὴν δρῦν ἑστη‐ κυῖαν. Ἡ γὰρ τράπεζα ἐκείνη λοιπὸν διήνοιξεν αὐτῆς τὴν μήτραν, καὶ τὴν πήρωσιν τῆς φύσεως διώρθωσεν. Ἔθυσε μόσχον, καὶ ἔλαβε τὸν Ἰσαάκ· ἐφύρασεν ἄλευρα, καὶ ἔλαβε τὸ σπέρμα αὐτῆς, ὡς
35τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ψάμμον τῆς θα‐ λάσσης. Ἀλλὰ πάντως ἐρεῖς· Δὸς καὶ ἐμοὶ τὸν καρπὸν τοσούτων γνησίων υἱῶν. Ἄθλιε, καὶ ταλαίπωρε, καὶ εὐτελέστατε, τὰ ἐν τῇ γῇ ζητεῖς; Τὸν οὐρανόν σοι δίδωμι, τὴν μετ’ ἀγγέλων χορείαν, τὴν δι’ αἰῶνος
40ἀπόλαυσιν, καὶ θάνατον φθαρτὸν ζητεῖς; Ζωήν σοι δίδωμι τέλος οὐκ ἔχουσαν. Μείζων ἡ ἀμοιβὴ, πλείων ἡ ἀντίδοσις. Πρόσεχε μετ’ ἀκριβείας ὃ λέγω, ἵνα ἴδῃς ἀντιστροφὴν πραγμάτων. Ὅτε γὰρ ἔδει φιλοξενίαν ἐπιδείξασθαι, ὁ Ἀβραὰμ τί λέγει τῇ γυναικὶ αὐτοῦ
45Σάῤῥᾳ; Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδά‐ λεως. Ἀκουέτωσαν γυναῖκες τῶν λεγομένων. Σπεῦ‐ σον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Κοινὸν γὰρ ἡμῖν τὸ θέατρον, καὶ ἑκατέρᾳ τῇ φύσει τὸ διδα‐ σκαλεῖον πρόκειται. Ἀκουέτωσαν γυναῖκες τῶν λε‐

55

.

506

(50)

γομένων· ἀκουέτωσαν καὶ ἄνδρες, καὶ μιμείσθωσαν. Σπεῦσον, φησὶ, καὶ φύρασον τρία μέτρα σεμιδά‐ λεως· καὶ αὐτὸς ἔδραμεν ἐπὶ τὴν ἀγέλην τῶν βοῶν. Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται καὶ τὸν στέφα‐ νον. Κοινὰ τὰ τοῦ γάμου· ἔστω κοινὰ καὶ τὰ τῆς ἀρε‐
55τῆς. Βοηθόν σε ἔλαβον· γενοῦ μοι βοηθὸς καὶ ἐν τοῖς ὑψηλοτέροις πράγμασι· σπεῦσον, σπεῦσον. Ἐπείγει τὴν γυναῖκα, καὶ ἵνα μὴ ἡ μέλλησις εἰς ἀθυμίαν ἐμ‐
βάλλῃ τοὺς ξένους· Σπεῦσον, καὶ φύρασον τρία505

55

.

507

μέτρα σεμιδάλεως. Ἐπίπονον τὸ ἐπίταγμα, φορτικὸν τὸ κέλευσμα· Φύρασον τρία μέτρα σεμιδάλεως. Οὐκ εἶπε· Τί τοῦτο; ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἐνυμ‐ φεύθην σοι, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιή‐
5σῃς, γυναῖκα τὴν πλοῦτον ἔχουσαν τοσοῦτον; Τριακο‐ σίους δέκα καὶ ὀκτὼ δούλους ἔχεις, καὶ ἐκείνοις ἐπι‐ τάξαι οὐχ εἵλου, ἀλλά με εἰς τὴν διακονίαν ταύτην ἐπείγεις; Οὐκ εἶπέ τι τοιοῦτον, οὐκ ἐνενόησεν· ἀλλ’ ἐπειδὴ γυνὴ ἦν τοῦ Ἀβραὰμ, οὐ συνουσίᾳ μόνον σώ‐
10ματος, ἀλλὰ καὶ κοινωνίᾳ ἀρετῆς, διὰ τοῦτο λέγει, Σπεῦσον· καὶ ἁρπάζει τὸ ἐπίταγμα ἐκείνη μετὰ προθυμίας· ᾔδει γὰρ τὸν καρπὸν βρύοντα τῆς φιλο‐ ξενίας. Σπεῦσον, φύρασον. ᾜδει γὰρ τῆς γυναικὸς τὸ ἐπιμελές. Ποῦ αἱ νῦν γυναῖκες; Παραβάλωμεν
15αὐτὰς τῇ Σάῤῥᾳ. Ἆρα τοιαῦτα ἐπιτάγματα δέχονται; τοιαῦτα ἔργα; Ἔκβαλέ μοι τῆς φιλοκόσμου γυναικὸς τὴν χεῖρα, καὶ ὁρᾷς αὐτὴν κεχρυσωμένην ἔξωθεν, ἔνδοθεν δὲ πολιορκίαν κεκτημένην. Πόσων πενήτων, εἰπέ μοι, πλεονεξίαν ἡ χείρ σου βαστάζει; Ἔκβαλέ
20μοι τὴν χεῖρά σου, δεῖξον αὐτήν· τί ἐνδέδυται; Πλεο‐ νεξίαν. Ἔκβαλε τὴν χεῖρα τῆς Σάῤῥας. Τί ἐνδέδυται; Φιλοξενίαν, ἐλεημοσύνην, ἀγάπην, φιλοπτωχίαν. Ὢ καλῆς δεξιᾶς! Βλέπε δεξιὰν καὶ δεξιάν. Ἀλλὰ μία μὲν μορφὴ δεξιᾶς, πολλὴ δὲ διαφορά. Ἐκεῖ πηγαὶ
25δακρύων, ἐνταῦθα στέφανοι καὶ βραβεῖα. Ταῦτα λέγω, ἵνα μήτε γυναῖκες τοιαῦτα παρὰ ἀνδρῶν ζητῶσι, μήτε ἄνδρες ἀνέχωνται γυναικῶν τοιαῦτα ἀπαιτου‐ σῶν. Ἴδε ἡ Σάῤῥα, ἴδε ἡ πλουσία ἐφύρασε τρία μέτρα σεμιδάλεως. Πόσος ὁ πόνος; Ἀλλ’ οὐκ
30ᾔσθετο πόνου διὰ τὴν ἐλπίδα τοῦ καρποῦ καὶ τοῦ κέρ‐ δους. Σπεῦσον, φύρασον τρία μέτρα σεμιδάλεως. Τί ποιεῖς; καλλωπίζῃ, γύναι; Ἵνα τίνι ἀρέσῃς; Τῷ ἀνδρί; Κακὴ μελέτη, εἰ οὕτω μέλλεις ἀρέσκειν τῷ ἀνδρὶ, εἰ οὕτω σπεύδεις ἀρέσκειν σου τῷ ἀνδρί.
35Πῶς οὖν ἀρέσω; Τῇ σωφροσύνῃ. Ἀλλὰ πῶς ἀρέσω; Τῇ ἐπιεικείᾳ, τῇ φιλοσοφίᾳ, τῇ πραΰτητι καὶ τῇ ἀγάπῃ, τῇ ὁμονοίᾳ καὶ τῇ συμφωνίᾳ. Ταῦτά σου τὰ κόσμια, γύναι. Αὗταί σου αἱ ἀρεταὶ ὁμόνοιαν ἐργά‐ ζονται· ἐκεῖνα τὰ κόσμια ἀρέσκειν οὐ ποιεῖ, ἀλλὰ
40καὶ τῷ ἀνδρί σε φορτικὴν παρασκευάζει γίνεσθαι. Ὅταν γὰρ εἴπῃς, Ἅρπασον καὶ φέρε μοι, ἐν ὀλίγῳ μὲν σὺ ἀρέσκεις, ὕστερον δὲ πολέμιον ἔχεις. Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνδρὶ ἀρέσκεις· ἐν τῇ οἰκίᾳ γὰρ αὐτὰ ἀποτίθεσαι, καὶ ἐν τῇ ἐκκλησίᾳ αὐτὰ περιβάλλῃ· εἰ
45τῷ ἀνδρὶ ἤρεσκες, ἐν τῇ οἰκίᾳ ἂν αὐτὰ ἐφόρεις. Ἀλλ’ ὅπερ εἶπον, εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, κεχρυσωμένη τὰς χεῖρας καὶ τὸν τράχηλον. Ἐὰν ἔλθῃ Παῦλος, ὁ φοβερὸς ἐκεῖνος καὶ ποθεινὸς, φοβερὸς τοῖς ἁμαρτά‐ νουσι, καὶ ποθεινὸς τοῖς εὐσεβοῦσι, βοᾷ καὶ λέγει

55

.

507

(50)

ὡσαύτως· Τὰς γυναῖκας κοσμεῖν ἑαυτὰς χρὴ, μὴ ἐν χρυσῷ, μὴ ἐν μαργαρίταις, μὴ ἐν ἱματισμῷ πολυτελεῖ. Εἶτα ἂν εἰσέλθῃ ὁ Ἕλλην, καὶ ἴδῃ ἄνω μὲν φορούσας ταῦτα ἐκείνας, κάτω δὲ Παῦλον ταῦτα λέγοντα, οὐκ ἐρεῖ, ὅτι σκηνὴ καὶ μῦθος ταῦτά ἐστιν;
55Οὐκ ἔστι μὲν σκηνὴ τὰ ἡμέτερα, κἂν οὕτω ταῦτα γίνηται. Ὁ δὲ Ἕλλην βλάπτεται, καὶ λέγει· Εἰσῆλθον εἰς ἐκκλησίαν Χριστιανῶν, καὶ ἤκουσα τοῦ Παύλου λέγοντος, Μὴ ἐν χρυσῷ, μηδὲ ἐν μαργαρίταις, τὴν δὲ διὰ τῶν ἔργων ἐναντία ἐπιδεικνυμένην.
60ϛʹ. Τί σοι ὄφελος τοῦ χρυσίου, γύναι; Ἵνα καλὴ φαίνῃColumn end

55

.

508

καὶ ὡραία; Ἀλλ’ οὐδέν σοι τοῦτο εἰς τὸ κάλλος τῆς ψυχῆς συντελεῖ. Γενοῦ τὴν ψυχὴν εὔμορφος, καὶ ἔσῃ καὶ τὸ σῶμα ποθεινή. Σοφία ἀνθρώπου φωτιεῖ τὸ πρόσωπον αὐτοῦ. Καίτοι ἡ σοφία τῆς ψυχῆς αὐ‐
5τοῦ. Οὐδὲν ποιεῖ πόθον καὶ ἔρωτα, ὡς ἀγάπη. Ἐὰν γὰρ φιλῇ σε ὁ ἀνήρ σου, κἂν ἄμορφος ᾖς, ποθεινὴ αὐτῷ φαίνῃ· ἐὰν δὲ μισήσῃ σε, κἂν εὔμορφος ᾖς, οὐ θέλει σε ὁρᾷν. Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι. Ὅταν γὰρ μέλ‐
10λῃς αὐτὸν ἀπαιτεῖν κόσμια καὶ χρυσὸν, τότε μέλλει σε καὶ αὐτὸς μισεῖν καὶ φεύγειν, ὡς τὸν ἀπαιτητὴν ἐν ἀγορᾷ φανέντα. Ἀλλ’ ἐκεῖνον μὲν δύναται φυγεῖν, σὲ δὲ οὐ δύναται, ἔνδον οὖσαν διηνεκῶς καὶ ἀπαιτοῦ‐ σαν λειτουργίας λόγον οὐκ ἐχούσας. Ταῦτα μὴ μόνον
15ἀκουέτω ἡ ἀκοή σου, ὦ γύναι, ἀλλὰ καὶ μεταβαλλέ‐ σθω σου ἡ διάνοια. Φάρμακά ἐστι δάκνοντα τὰ ῥή‐ ματα τὰ ἐμὰ, δάκνοντα πρὸς καιρὸν, καὶ εὐφραίνοντα διηνεκῶς. Ἰατρός εἰμι, σκαλεύω τὰ τραύματα, ἵνα μὴ παλαιότερα γενόμενα χείρονα τὴν νομὴν ἐργάση‐
20ται. Ἐγὼ μὲν γὰρ ἰατρεύω, τὴν διὰ λόγου ὑγίειαν χαριζόμενος· οἱ δὲ τοῦ παρόντος βίου τὸ ἐπί‐ καιρον καὶ σφαλερὸν καὶ εὐκαταφρόνητον ἐπιδείκνυν‐ ται. Ἀλλ’ ὅπερ ἔλεγον περὶ τοῦ Ἀβραὰμ (οὐ γὰρ ἐπιλήσομαι τῆς ὑποσχέσεως), Σπεῦσον, καὶ φύρα‐
25σον, ταῦτα ἑκάστη γυνὴ ἐγγραφέτω τῇ διανοίᾳ, ταῦτα ἕκαστος ἀνὴρ ἐχέτω ἐν τῷ συνειδότι. Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχα‐ λίνους, καὶ ἡμιόνους καλλωπιζομένας; Ἡμίονος κάτω καλλωπίζεται, ὁ χρυσὸς ἐν στέγῃ κατέχεται· τὰ χρή‐
30ματα ἡμίονοι ἄλογοι περιφέρουσι, χρυσοῦς ἔχουσαι χαλινούς· ἡμίονοι ἄλογοι καλλωπίζονται, ὁ δὲ πένης ἐν λιμῷ τηκόμενος τῇ θύρᾳ σου προσεδρεύει, καὶ ὁ Χριστὸς λιμῷ τήκεται. Ὢ τῆς ἐσχάτης ἀνοίας! Ποία ἀπολογία; ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε
35πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος; Τίς σε ἐξαιρήσεται τῆς ἐκεῖθεν τιμωρίας; Δέδωκα, φησὶν, ἔλεον. Ἀλλὰ μὴ δῷς μόνον ὅσον θέλει ἐκεῖνος, ἀλλ’ ὅσον δύνασαι. Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι,
40ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φο‐ βεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέ‐ καστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε
45μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδί‐ της, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινό‐ μενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν; Τί τότε ἐρεῖς; Τότε ἀναμνησθήσῃ μου τῶν λόγων.

55

.

508

(50)

Ἀλλὰ τί σοι τὸ ὄφελος; Οὐδέν· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος ἀνεμνήσθη καὶ ἐζήτει καιρὸν μετανοίας, ἀλλ’ οὐδὲν ἦν αὐτῷ κέρδος. Πλὴν ἔλεγε, Πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι πάνυ
55ὀδυνῶμαι. Ἀλλ’ οὐκ ἔπεμψε Λάζαρον, οὐχ ὅτι ζη‐ μίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδεί‐ σου πηγὴν, ἀλλ’ ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμί‐ κτως ἔχει πρὸς τὴν ἀπήνειαν. Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ
60στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε.
ζʹ. Ταῦτα λέγω, ἵνα μήτε ὁ πένης δακρύῃ διὰ τὴν πε‐507

55

.

509

νίαν, μήτε ὁ πλούσιος χαίρῃ διὰ τὸν πλοῦτον. Εὔπο‐ ρος εἶ; Ἀπώλετο ὁ πλοῦτος, ἐὰν μὴ εἰς μέσον φέρῃς τὸν προσήκοντα πλοῦτον. Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Εἶτα ἔδραμεν αὐτὸς εἰς τὰς
5βόας, καὶ ἔθυσε μόσχον. Δρομεὺς ἐγένετο ὁ γέρων· οὐ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ’ ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια· ἐνίκησε τὴν φύσιν ἡ προθυμία. Ὁ δεσπότης τριακοσίων δέκα καὶ ὀκτὼ οἰκετῶν, μόσχον βαστάζων, οὐ κατεβαρύνετο
10τῷ ἄχθει, ἀλλ’ ἐκουφίζετο τὴν διάνοιαν τῇ προθυμίᾳ. Ὁ δρόμος τῷ γέροντι προκείμενος, καὶ ὑπηρεσία πολλὴ, καὶ τῇ γυναικὶ πόνος καὶ κάματος. Οὐ γὰρ μόνον φιλοτιμίᾳ χρημάτων, καὶ δαψιλείᾳ τραπέζης, ἀλλὰ καὶ διακονίᾳ καὶ ὑπηρεσίᾳ πολλῇ τοὺς
15ξένους ἐδεξιώσαντο, οὐ δι’ οἰκετῶν, ἀλλὰ διὰ τῶν χει‐ ρῶν καὶ τῶν μελῶν τῶν ἑαυτῶν ὑπηρετοῦντες. Εἶτα παρειστήκει ἡ γυνὴ θεραπαίνης λαβοῦσα σχῆμα, καὶ οἱ ξένοι ἀνέκειντο, οἱ ἀγνῶτες· οὐ γὰρ παύσομαι τοῦτο λέγων. Ἐνόμιζον γὰρ αὐτοὺς πένητας εἶναί
20τινας· ἀλλ’ οὐ προσεῖχον τούτῳ, ἀλλ’ ὅτι ξένους ὑπεδέχοντο. Καὶ παρειστήκεισαν ἀμφότεροι ἐν τῷ καιρῷ ἐκείνῳ, τὸν βότρυν τῆς φιλοξενίας τρυγῶντες τῇ γνώμῃ, τῇ φιλοσοφίᾳ, τῇ διακονίᾳ, τῇ ὑποδοχῇ, τῷ πόνῳ, τῇ ὑπηρεσίᾳ, τῇ ἀγάπῃ, τῇ οἰκονομίᾳ, τῇ
25ἀκριβείᾳ, τῷ μηδὲν παραλιπεῖν. Καὶ εἱστήκει παρὰ τὸ δένδρον ἡ γυνὴ, ἀντὶ θαλάμου τῷ δένδρῳ χρησα‐ μένη, καὶ τὴν σκιὰν τῶν φύλλων ἔχουσα στέγην, καὶ οὐκ ᾐσχύνετο δημοσιεύεσθαι. Εἱστήκει γὰρ τὴν οἰ‐ κείαν κοσμιότητα ἐπιδεικνυμένη, καὶ τῆς διακονίας
30τὸν καρπὸν τρυγῶσα. Τί οὖν ὁ παραγενόμενος; Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Οἶον καρπὸν ἐβλάστησεν ἡ τράπεζα! πῶς κα‐ λόν! πῶς ταχύν! πῶς ὥριμον! πῶς ὁ βότρυς περκά‐ ζων καὶ ἀπηρτισμένος! Καὶ γὰρ τὸ ῥῆμα ἐκεῖνο εἰσ‐
35ῆλθεν εἰς τὴν μήτραν, καὶ ἐδημιούργησε τὸ παιδίον. Τοιοῦτοι τῆς φιλοξενίας οἱ καρποί. Πρόσεχε ὃ μέλλω λέγειν. Μετὰ ταῦτα δὲ, τὸ παιδίον ἐπειδὴ ηὐξήθη, τὸ ἀπὸ τῆς τραπέζης τεχθὲν, ἐπειδὴ ἀνὴρ ἐγένετο ὁ τῆς φιλοξενίας καρπὸς (οὐ γὰρ οὕτως αὐτὸν ἡ μήτρα
40ἐγέννησεν ἐκείνη, ὡς ἐγέννησεν ἡ τράπεζα, πρὸ δὲ πάντων τὸ ῥῆμα τοῦ Θεοῦ), ἐπειδὴ ηὐξήθη καὶ ἀνὴρ ἐγένετο, καὶ ὥρα γάμου λοιπὸν ἦν (πρόσεχε μετ’ ἀκριβείας ὃ λέγω), ἔμελλε λοιπὸν τελευτᾷν ὁ γέρων ὁ μακάριος Ἀβραὰμ ἐκεῖνος, ὁ πατριάρχης· παρῴκει
45δὲ γυναιξὶ διεφθαρμέναις καὶ ἔθνει πονηροτάτῳ, κα‐ λέσας τὸν οἰκέτην τὸν ἑαυτοῦ, φησίν· Ὧδε πονηραί εἰσιν αἱ γυναῖκες τῶν Χαναναίων. Τί οὖν θέλεις; Ἄπελθε εἰς τὴν γῆν, ὅθεν ἐτέχθην ἐγὼ, καὶ ἄγαγε γυναῖκα ἐκεῖθεν τῷ υἱῷ μου. Καινὰ καὶ παράδοξα

55

.

509

(50)

πράγματα. Ἴστε ὑμεῖς, καὶ σφόδρα ἐπίστασθε· ὅταν μὲν γὰρ γυναῖκα βούληταί τις ἀγαγεῖν τῷ υἱῷ, καὶ ὁ πατὴρ διαλέγεται καὶ ἡ μήτηρ, καὶ εἰς ἀλλοτρίας οἰκίας παραγίνονται, καὶ τοῦτον κολακεύουσι, καὶ ἐκεῖνον θεραπεύουσι, καὶ προμνήστριαι πολλαὶ, καὶ
55νυμφαγωγοὶ γίνονται πολλοὶ, καὶ χρημάτων ὑποσχέ‐ σεις, καὶ πᾶσα σπουδὴ τῷ πατρὶ καὶ τῇ μητρὶ δι’ ἑαυτῶν διαλεχθῆναι, καὶ οὐκ αἰσχύνονται, οὐδὲ ἐρυ‐ θριῶσιν, οὐδὲ ἐπιτάττουσιν οἰκέταις· ὅταν δὲ ἔλθῃ ξένος, Ἄπελθε σὺ, κατένεγκε αὐτὸν κάτω, δέξαι αὐτόν.
60Ὁ Ἀβραὰμ δὲ ἀντιστρόφως· ὅτε μὲν ἔδει ποιῆσαιColumn end

55

.

510

πρᾶγμα ὑψηλὸν καὶ φιλόσοφον, δι’ ἑαυτοῦ ποιεῖ· τὴν φιλοξενίαν οὐκ ἐπέτρεψεν οἰκέτῃ, ἀλλὰ τῇ γυναικὶ καὶ ἑαυτῷ· ὅτε δὲ γυνὴ καὶ γάμος ὑφαίνετο, Ἄπελθε λέγει τῷ οἰκέτῃ. Ὧδε τὸ ἐναντίον ποιοῦσιν αἱ γυναῖ‐
5κες. Ἐὰν μὲν θέλωσι χρυσοχόῳ διαλεχθῆναι, οὐκ αἰ‐ σχύνονται, ἀλλ’ ἐξέρχονται αὐταὶ δι’ ἑαυτῶν, καὶ πα‐ ρακαθέζονται, ἵνα μὴ ὁ χρυσὸς κλαπῇ, καὶ ἡ ἐπιθυ‐ μία τῶν χρημάτων ἀφίησιν αὐτὰς καταφρονῆ‐ σαι τῆς εὐσχημοσύνης καὶ τῆς σεμνότητος. Ἀλλ’ ὁ
10Ἀβραὰμ οὐχ οὕτως, ἀλλ’ ὅτε ξένους ἤθελεν ὑποδέ‐ χεσθαι, δι’ ἑαυτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ· ὅτε δὲ τὸν γάμον, διὰ τοῦ οἰκέτου. Τί οὖν μέμνησαι τοῦ Ἀβραάμ; Ὅτι πλούσιος ἦν. Ταῦτα καὶ σὺ ἐννόει τοῦ Ἀβραὰμ, καὶ οὐδέποτε καταφρονήσεις τινός. Ἀλλὰ
15πόθεν ἐξέβην ταῦτα εἰπεῖν; Τὸν προφήτην λαβὼν καὶ τὴν βακτηρίαν ἐκείνην, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἐκεῖνος γὰρ ὁ στίχος ἅπαντα ταῦτα ἔτεκε. Καὶ ἰδοὺ θησαυρὸν εὑρήκαμεν χρυσοῦ γέμοντα. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Λάβε τὴν
20βακτηρίαν ταύτην, τὴν δυναμένην ὑποτρομήσαντα τὰ σώματα ἀνορθῶσαι. Οὐδὲ γὰρ οὕτω βακτηρία ὑπό‐ τρομα ὄντα τὰ σώματα τῶν παλαιῶν καὶ γεγηρακό‐ των ἀνορθοῦν πέφυκεν, ὡς ὁ στίχος οὗτος τῶν νέων καὶ γεγηρακότων ἐν τῇ ἐπιθυμίᾳ καὶ ὑπὸ τῆς ἁμαρ‐
25τίας πολιορκουμένων ὑπότρομον οὖσαν τὴν διάνοιαν ἐγείρει. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Τί δέδοικας ἄνθρωπον, οὐκ ὄντα ἄνθρωπον, ἀλλὰ λύκον; Τί δέδοικας ἄνθρωπον ἀσεβημάτων γέμοντα, καὶ χρυσῷ πολιορκούμενον; Τί δέδοικας ἄνθρωπον ἀπὸ
30τῆς ἀδικίας τὰ ἑαυτοῦ προδεδωκότα, καὶ τὸν πολέμιον ἔνδοθεν πολλάκις ἔχοντα; Ἀλλ’ ἀπεφήνατό μοι ὁ προφήτης λέγων· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄν‐ θρωπος. Εἰπέ μοι λοιπὸν καὶ τὸν τρόπον, δι’ ὃν οὐκ ὀφείλω φοβεῖσθαι τὸν πλούσιον. Ἢ ὅταν πληθυνθῇ
35ἡ δόξα τοῦ οἴκου αὐτοῦ. ηʹ. Ὢ εὐγένεια λέξεως! πῶς ἐν διηγήσει καὶ διδασκα‐ λίᾳ φιλοσοφίαν εἰσήγαγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ! Οὐκ εἶπε, Καὶ ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ,
40ἀλλ’, Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅταν γὰρ εἰσέλθῃς εἰς οἰκίαν τινὸς πλουσίου, καὶ ἴδῃς ἐν τῷ οἴκῳ αὐτοῦ κίονας ὑπεραίροντας τῷ μεγέθει, καὶ χρυσᾶς κεφαλί‐ δας, καὶ μάρμαρα τῷ τοίχῳ προσπεπηγότα, καὶ κρή‐ νας ῥεούσας, καὶ πηγὰς καὶ περιπάτους, καὶ δένδρα
45τῷ ἀνέμῳ καμπτόμενα, καὶ πάντα ψηφίδων γέμοντα, καὶ εὐνούχων χρυσοφορούντων ἀγέλην, καὶ οἰκετῶν πλῆθος, καὶ τάπητας ἐπὶ τοῦ ἐδάφους κειμένους, καὶ τράπεζαν ἐκλάμπουσαν τῷ χρυσῷ, καὶ κοιτῶνας κε‐ κοσμημένους· ταῦτα πάντα δόξα οἴκου ἐστὶν, οὐ δόξα

55

.

510

(50)

ἀνθρώπου. Δόξα γὰρ ἀνθρώπου εὐλάβεια, ἐπιείκεια, ἐλεημοσύνη, πραότης, ταπεινοφροσύνη, εἰρήνη, δι‐ καιοσύνη, ἀγάπη ἀνυπόκριτος πρὸς πάντας. Ταῦτα πάντα δόξα ἀνθρώπου. Τί φοβῇ τὸν πλούσιον. Οὐκοῦν τὴν οἰκίαν αὐτοῦ μᾶλλον φοβοῦ. Ἐκείνη γάρ ἐστιν ἡ
55πλουτοῦσα, οὐχ ὁ οἰκῶν. Ἀλλ’ οὐ φοβοῦμαι ταύτην, φησί. Διὰ τί; Ὅτι ὁ χρυσὸς ἄψυχός ἐστιν ὕλη. Ἀλλὰ τὸν ἄνθρωπον φοβῇ; Ναί. Διὰ τί; μὴ γὰρ αὐτοῦ ἐστιν ὁ πλοῦτος; Τῆς οἰκίας ἡ περιφάνεια. Μάρμαρα ἔχει ὁ τοῖχος. Τί οὖν πρὸς τὸν οἰκοῦντα; Χρυσοῦς ὁ ὄρο‐
60φος. Τί οὖν πρὸς τὸν κεκτημένον; Αἱ κεφαλίδες τῶν509

55

.

511

κιόνων χρυσαῖ. Τί οὖν πρὸς τὴν κεφαλὴν ἐκείνου τὴν ἁμαρτίαις βεβορβορωμένην; Ἀλλὰ καθαρὸν τὸ ἔδα‐ φος; Ἀλλὰ ἀκάθαρτον τὸ συνειδός. Ἀλλὰ ση‐ ρικὰ τὰ ἱμάτια; Ἀλλὰ ῥακίων γέμουσα ἡ ψυχή. Ἡ
5οἰκία πλουσία, ἀλλ’ ὁ κεκτημένος τὴν οἰκίαν πένης. Ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Καὶ ἵνα μάθητε, ὅτι τοῦ οἴκου ἐστὶν ἡ δόξα, καὶ οὐχὶ τοῦ ἀνθρώπου, ἀπὸ τῶν ῥημάτων ὑμῶν ἐλέγχω ὑμᾶς. Εἰσερχόμενος πολλάκις εἰς οἰκίαν τινὸς ὡραίαν οὖσαν,
10ἐξερχόμενος τί λέγεις; Ὡραῖα εἶδον μάρμαρα. Μὴ λέγεις, Ὡραῖον εἶδον ἄνθρωπον; Θαυμαστοὶ οἱ κίονες, θυρίδες καλαί. Μὴ λέγεις, Θαυμαστὸς ὁ οἰκῶν; Πολὺς ὁ χρυσὸς ἐν τῷ ὀρόφῳ. Μὴ λέγεις, Πολλὴ ἡ ἐλεημο‐ σύνη; Πολλαὶ αἱ κρῆναι, καὶ δαψίλεια πολλή. Μὴ λέ‐
15γεις, Πολλὴ ἡ δαψίλεια ἐκείνου τοῦ κεκτημένου; Πανταχοῦ περὶ τοὺς τοίχους, πανταχοῦ περὶ τὰ μάρ‐ μαρα, πανταχοῦ περὶ τὰς κρήνας, πανταχοῦ περὶ τὰς πηγὰς διαλέγῃ. Πάλιν ὁρᾷς ἵππον ἔχοντα χρυσοῦν χαλινὸν, καὶ λέγεις· Καλὸς ὁ χαλινός. Οὐκοῦν τοῦ
20χρυσοχόου τὸ ἐγκώμιον. Θαυμαστὸν τὸ ἱμάτιον. Οὐκ‐ οῦν τοῦ ὑφάντου ὁ ἔπαινος. Καλοὶ οἱ οἰκέται. Οὐκοῦν τοῦ πεπωληκότος ὁ ἔπαινος. Καὶ μένει μὲν ἐκεῖνος ἀστεφάνωτος, τὰ δὲ περὶ αὐτὸν ἐγκωμίων ἀπολαύου‐ σιν. Ἀλλ’ ὅταν ἴδῃς ἄνθρωπον καλὸν, λέγεις· Καλὸς
25ἄνθρωπος, ὡραῖος, ἐπιεικὴς, θαυμαστὸς, ἐλεήμων, φιλόφρων, συντετριμμένος, ἀεὶ ἐν εὐχαῖς προσέχων, ἀεὶ ἐν νηστείαις παραμένων, ἀεὶ ἐν τῇ ἐκκλησίᾳ σχο‐ λάζων, ἀεὶ ἀχώριστός ἐστι τῆς θείας διδασκαλίας. Ταῦτα ἐγκώμια περὶ ἐκεῖνον, ταῦτα στέφανοι. Μάθε
30οὖν τί πλοῦτος ἀνθρώπου, καὶ τί πλοῦτος οἰκίας, καὶ Μὴ φοβοῦ. Ἐὰν γὰρ μάθῃς διαιρεῖν τὸν πλοῦτον κα‐ λῶς, οὐκέτι φοβηθήσῃ. Ὁρᾷς δὲ τὸν νομιζόμενον πλούσιον παρὰ σοὶ πένητα ὄντα καὶ πτωχόν; Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Καὶ ἵνα μάθῃς,
35ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, εἰ ἐνταῦθά σε ἀπα‐
τᾷ, ἐν καιρῷ τῆς τελευτῆς αὐτοῦ βλέπε αὐτόν. ΜὴColumn end

55

.

512

λαμβάνει τι ἐκεῖ ἐκ τούτων ἁπάντων, καὶ ἀπέρχε‐ ται; Εἶτα ἀπέθανε καὶ κεῖται γυμνὸς ὁ τὰ σηρικὰ περιβεβλημένος ἱμάτια. Κεῖται γυμνὸς ἐπὶ τοῦ βά‐ θρου, καὶ οἱ οἰκέται ἀπέρχονται καὶ ἔρχονται, καὶ
5οὐδεὶς αὐτοῦ φροντίζει· οὐ γὰρ ἦσαν αὐτοῦ οἱ οἰκέ‐ ται. Ἀπεδήμησε, καὶ οὐδὲν αὐτοῦ λοιπὸν κεῖται. Ἡ γυνὴ κατακόπτεται, τὰς τρίχας λύει· παρακαλοῦσι πάντες, οὐχ ὑπακούει· τὰ παιδία ἐν ὀρφανίᾳ, ἡ γυνὴ ἐν χηρείᾳ· πάντες ταπεινοὶ, οἰνοχόοι, κρατῆρες, πα‐
10ράσιτοι, κόλακες, εὐνοῦχοι. Λαβεῖν τι ἐξ ἐκείνων τῶν σκευῶν, καὶ ἀπελθεῖν οὐ δύναται· ἀλλὰ τί; Ἀποφέρε‐ ται μόνος. Εὐφημίαις βάλλουσι. Καὶ τί πρὸς αὐτὸν πάλιν; Ἀλλ’ ἡ κενοδοξία αὐτὸν εὐφημεῖ; Διὰ τί; Μὴ γὰρ δύναταί τι λαβεῖν ἀπ’ αὐτῆς; Οὐ δύναται οὐδὲν
15ἐξ αὐτῶν παραστῆναι αὐτῷ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀπ‐ έρχεται εἰς τὸν τάφον ὁ πάντα ἁρπάζων, εἰς τρεῖς πήχεις θάπτεται, καὶ πλέον οὐδέν· καὶ γῆ ἐπάνω τῆς ὄψεως, καὶ τὸ κάλυμμα τῆς θήκης. Καὶ ἀναχωρεῖ ἡ γυνή. Ποῦ ὁ πλοῦτος; ποῦ οἱ δοῦλοι; ποῦ ἡ φαντα‐
20σία; ποῦ ἡ οἰκία ἡ μεγάλη καὶ περικαλλής; Κατα‐ λιμπάνουσιν αὐτόν· ἀφίησιν αὐτὸν καὶ ἡ γυνὴ, κἂν μὴ βούληται· ἡ δυσωδία γὰρ αὐτὴν ἐλαύνει, αἱ πηγαὶ τῶν σκωλήκων αὐτὴν διώκουσι. Τοῦτο ὅλον; Ναί· οὐ‐ δὲν γὰρ ἔχων ἀπῆλθε τῶν αὐτοῦ. Καὶ ἵνα μά‐
25θῃς, ὅτι οὐδὲν ἔχων τῶν αὑτοῦ ἀπῆλθεν, οἱ μακάριοι μάρτυρες ἐπειδὴ τὰ ἑαυτῶν λαμβάνουσιν, οὐκ ἀνα‐ χωροῦμεν τοῦ τάφου αὐτῶν. Καὶ ὧδε μὲν οὐδὲ γυνὴ ἀνέχεται παραμεῖναι· ἐκεῖ δὲ ὁ βασιλεὺς ῥίπτει τὸ διάδημα, καὶ παραμένει τῷ τάφῳ τοῦ μάρτυρος,
30δυσωπῶν καὶ δεόμενος δοθῆναι αὐτῷ λύσιν τῶν δεινῶν, καὶ νίκην κατ’ ἐχθρῶν. Μὴ οὖν φοβοῦ, ὅταν πλου‐ τήσῃ ἄνθρωπος. Τοῦτον λαβόντες τὸν στίχον, ἐξάρ‐ ξωμεν τῷ Κυρίῳ, ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦν‐ τες αὐτῷ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύ‐
35ματι, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

55

.

511

(37t)

ΤΟΥ ΑΥΤΟΥ
38tΠροειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων
39tσυνελθόντων, εἰς τὸ, «Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,» καὶ περὶ ἐλεημοσύνης.
40 αʹ. Βραχὺς ὁ καρπὸς τοῦ καλῶς εἰρηκότος, ἀλλ’ ὥρι‐ μος· λεπτὴ ἡ νευρὰ, ἀλλὰ μεγάλη ἡ ἠχή· ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα. Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέ‐ ρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς
45γεωργίας ἐδήλωσεν, ὕμνους τε συνθεὶς αὐτῷ, καὶ εὐχαριστήσας κατὰ τὸν ἀποστολικὸν νόμον, εἰς δο‐ ξολογίαν τὸν λόγον κατέλυσεν. Εἰ δὲ ταχέως τὴν τρά‐ πεζαν συνέστειλεν, οὐ διὰ πτωχείαν, ἀλλὰ διὰ τα‐ πεινοφροσύνην. Οὐ γὰρ ἀπορῶν πλείονα εἰπεῖν, εἰς

55

.

511

(50)

σιγὴν τὸν λόγον κατέκλεισεν, ἀλλ’ ἡμῖν τῆς διδασκα‐Column end

55

.

512

(37)

λίας παραχωρῶν. Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες, ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν
40ἀποπλύνωμεν. Οὕτω καὶ ναῦται ποιοῦσιν· ἐπειδὰν χειμῶνα διαδραμόντες καὶ πολὺ διαβάντες πέλαγος εἰς λιμένα καταντήσωσι γαληνὸν, ἱστία χαλάσαντες, καὶ κώπην ἀποθέμενοι, καὶ τῆς νηὸς ἀποβάντες, βα‐ λανείοις, καὶ σιτίοις, καὶ πότοις καὶ ὕπνῳ,
45καὶ ἀνέσει τὸ σῶμα ἀνακτησάμενοι, ἀκμαιότερον αὐτὸ πρὸς τὴν λοιπὴν ναυτιλίαν παρασκευάζουσι.
Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τῆς πρώην511

55

.

513

γενομένης ταραχῆς ἀπαλλαγέντες, καὶ τοῦ θορύβου, καὶ τῶν κυμάτων, ὥσπερ εἴς τινα λιμένα εὔδιον, τῶν Γραφῶν τὴν ἀνάγνωσιν τὴν ψυχὴν τὴν ἡμετέραν ὁρ‐ μίσωμεν. Καὶ γὰρ λιμήν ἐστιν ἀκύμαντος, καὶ τεῖχος
5ἀῤῥαγὲς, καὶ πύργος ἄσειστος, καὶ δόξα ἀναφαίρε‐ τος, καὶ ὅπλον ἄτρωτον, καὶ εὐθυμία ἀμάραντος, καὶ ἡδονὴ διηνεκὴς, καὶ πάντα ὅσα ἂν εἴποι τις καλὰ, τῶν θείων Γραφῶν ἡ συνουσία. Αὕτη καὶ ἀθυμίαν ἀπο‐ κρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα
10τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν
15ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική. Καὶ γὰρ τὰς ἀκάνθας ἀνασπᾷ τῶν ἁμαρτημάτων, καὶ καθαρὰν τὴν ἄρουραν ἐργάζεται, καὶ τὰ σπέρματα
20καταβάλλει τῆς εὐσεβείας, καὶ πρὸς ἀκμὴν τὸν καρ‐ πὸν ἄγει. Μὴ δὴ τοσούτων παραμελῶμεν ἀγαθῶν, μη‐ δὲ ἀπολιμπανώμεθα συνάξεων, ἀλλὰ συνεχῶς ἐνταῦθα τρέχωμεν, ἵνα διηνεκῶς θεραπευώμεθα, καὶ μηδεὶς μήτε φθόνῳ βάλληται πλουτοῦντα ὁρῶν, μήτε πενίᾳ
25πιέζηται· ἀλλὰ καταμαθὼν τὴν ἀληθῆ τῶν πραγμά‐ των φύσιν, παρατρεχέτω μὲν τὰς σκιὰς, ἀντεχέσθω δὲ τῆς ἀληθείας. Καὶ γὰρ σκιὰ, εἰ καὶ μείζων τοῦ σώματος εἶναι δοκεῖ, ἀλλ’ ὅμως σκιὰ τυγχάνει· ἄλλως δὲ οὐδέ ἐστι μείζων, ἀλλὰ δοκεῖ, καὶ τότε δοκεῖ,
30ὅταν μακροτέρω τῆς ἀκτῖνος γενώμεθα· οὕτω γοῦν ἡνίκα περὶ σταθερὰν μεσημβρίαν τῆς ἀκτῖνος ὑπὲρ κεφαλὴν ἱσταμένης συνελαύνεται πάντοθεν, καὶ συ‐ στέλλεται, καὶ βραχυτέρα γίνεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν. Ἕως μὲν γάρ τις μακροτέρω
35τῆς ἀρετῆς καθίστησιν ἑαυτὸν, μεγάλα φαίνεται τὰ τοῦ παρόντος βίου πράγματα· ὅταν δὲ ἐν αὐτῷ τῷ φανοτάτῳ φωτὶ τῶν θείων ἑαυτὸν καταστήσῃ Γρα‐ φῶν, τότε καὶ τὸ εὐτελὲς καὶ τὸ βραχὺ καὶ τὸ οὐδα‐ μινὸν τῶν ἐπικήρων τούτων ὁρᾷ πραγμάτων, καὶ
40μανθάνει σαφῶς, ὅτι ποταμίων ὑδάτων οὐδὲν ἄμεινον ταῦτα διάκειται, ὁμοῦ τε φαινόμενα καὶ παρατρέ‐ χοντα. Διά τοι τοῦτο ὁ προφήτης φιλοσοφῶν, τοὺς μι‐ κροψύχους, καὶ ταλαιπώρους, καὶ χαμαὶ συρομένους, καὶ κεχηνότας πρὸς τὴν τοῦ πλούτου φαντασίαν, καὶ
45δεδοικότας, καὶ τρέμοντας τοὺς ἐν τούτοις κομῶντας διορθούμενος, καὶ τῆς τοιαύτης ἀπάγων ἀγωνίας ἡμᾶς, καὶ πείθων ὡς οὐδὲν ὄντων καταφρονεῖν, ἔλεγε· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πλη‐ θυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ὅτι οὐκ ἐν τῷ

55

.

513

(50)

ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Εἶδες ἀκρί‐ βειαν λέξεως καὶ διαίρεσιν σαφεστάτην; Οὐδὲ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ’, Ἡ δόξα τοῦ οἴκου αὐτοῦ, δεικνὺς ὅτι ἕτερον δόξα ἀν‐ θρώπου, καὶ ἕτερον δόξα οἴκου. Τί τοίνυν δόξα ἀνθρώ‐
55που, καὶ τί δόξα οἴκου; Δεῖ γὰρ ταῦτα εἰδέναι σαφῶς, ὥστε μὴ τὰ ὀνείρατα πρὸ τῆς ἀληθείας ἀσπάσασθαι. Οἴκου μὲν οὖν δόξα στοαὶ, περίπατοι, χρυσοῦς ὄροφος, ἔδαφος ψηφίσι καλλωπισθὲν, λειμῶνες, παράδεισοι, ἀνδραπόδων ἀγέλαι, τὰ ἔπιπλα τὰ πολυτελῆ, ὧν οὐ‐
60δὲν πρὸς τὸν ἄνθρωπον. Ἀνθρώπου δόξα, πίστις ὀρθὴ,
ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐνColumn end

55

.

514

εὐχαῖς ἐκτένεια, ἡ τῆς ἐλεημοσύνης φιλοσοφία, σω‐ φροσύνη, κοσμιότης, τὰ λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρό‐ πον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ
5αὐτῶν δόξαν, οὐδ’ ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδρα‐ πόδων, ἢ ἱματίων πολυτέλειαν. Τὸ γὰρ θαυμαστὸν ἅπαν περὶ τὸ κτῆμα ἵσταται, οὐ διαβαῖνον πρὸς τὸν ἔχοντα. Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παρά‐
10δεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις. βʹ. Τοσοῦτον γοῦν ἀπέχει τούτων ἡ φύσις τῶν κτημά‐
15των τοὺς ἔχοντας δόξῃ περιβαλεῖν, ὅτι καὶ λυμαίνεται αὐτὴν μεθ’ ὑπερβολῆς. Καὶ γὰρ ὡς ὠμοὺς καὶ ἀπαν‐ θρώπους καὶ βαναύσους καὶ φιλοσοφίας ἀλλοτρίους, οὕτως ἅπαντες κωμῳδοῦσι τοὺς ἐν τούτοις τὴν περι‐ ουσίαν ἐπιδεικνυμένους· οὐ γάρ ἐστιν ἀνθρώπου δόξα
20ταῦτα, καθὼς εἶπον, ἀλλὰ τοῦ οἴκου· τοὺς μέντοι ἐν σωφροσύνῃ ζῶντας, κοσμιότητι, πραότητι, ἐπιεικείᾳ, τῷ Θεῷ μετ’ ἀκριβείας ἀνακειμένους, αὐτοὺς θαυμά‐ ζομεν, ἐπαινοῦμεν, ἀνακηρύττομεν, ἐπειδήπερ αὕτη ἀνθρώπου μάλιστά ἐστιν ἡ δόξα. Ταῦτα γοῦν εἰδότες,
25μηδένα ζηλωτὸν εἶναι νομίζετε τῶν ἐκεῖνα περιβεβλη‐ μένων, ἃ μηδὲν πρὸς αὐτὸν ἔχει κοινόν. Κἂν ἴδῃς ἐπὶ ὀχήματός τινα καθήμενον, τὰς ὀφρῦς ἀνασπῶντα, ἀνα‐ τεινόμενον, αὐτῶν ἁπτόμενον τῶν νεφελῶν, οὐ τῇ φύσει τοῦ πράγματος (οὐ γὰρ δυνατὸν), ἀλλὰ τῇ
30ἀπονοίᾳ τῆς ψυχῆς, μᾶλλον δὲ τῇ ἀνοίᾳ, μὴ νόμιζε τοῦτον ἔνδοξον, μηδὲ ὑψηλὸν καὶ μέγαν. Ὑψηλὸν γὰρ οὐχ ἡμίονοι ποιοῦσιν ἕλκουσαι, ἀλλ’ ἀρετῆς κορυφὴ πρὸς τὰς ἁψῖδας ἀνάγουσα τῶν οὐρανῶν. Κἂν ἄλλον θεάσῃ ἐφ’ ἵππου καθήμενον, πολλοὺς ἔχοντα τοὺς
35ῥαβδούχους, καὶ σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, μηδὲ τοῦτον μακαρίζῃς διὰ ταῦτα, ἀλλ’ ἀνάπτυξον αὐτοῦ τὴν ψυχὴν, καὶ τότε περὶ αὐτοῦ ψηφίζου ταῦτα, ἅπερ ἡ ἐκείνης ὄψις ὑποβάλλει. Ὡς τά γε νῦν ὁρώμενα κα‐ ταγέλαστα. Τί γὰρ σοβεῖς ἐπὶ τῆς ἀγορᾶς; εἰπέ
40μοι· τί δὲ ἐλαύνεις τοὺς ἀπαντῶντας, καὶ φυγαδεύεις, ἄνθρωπος ὢν, ἄνθρωπον; Τίς ὁ τῦφος; τίς ἡ ἀπόνοια; Μὴ γὰρ λύκος γέγονας, ἢ λέων, ὡς εἰσιὼν εἰς πόλιν ἅπαντας εἰς φυγὴν τρέπειν; Μᾶλλον δὲ λύκος μὲν λύκον οὐκ ἄν ποτε ἐλάσῃ, οὐδὲ λέων λέοντα, ἀλλὰ
45συναγελάζονται, τὴν κοινωνίαν τῆς φύσεως αἰδούμε‐ νοι· σὺ δὲ, ὁ μετὰ τῆς φύσεως καὶ ἕτερα πολλὰ δι‐ καιώματα ἔχων ἡμερότητος, ταπεινοφροσύνης, ἰσονο‐ μίας, τί γίνῃ τῶν θηρίων θηριωδέστερος, καὶ διὰ τὸ ἄλογον τῶν λογικῶν καταφρονεῖς; Καὶ ὁ μὲν Δεσπότης

55

.

514

(50)

σου εἰς οὐρανὸν ἀνήγαγε τὸν ἄνθρωπον, σὺ δὲ οὐδὲ ἀγορᾶς αὐτῷ μεταδίδως; Τί δὲ λέγω εἰς οὐρανόν; Εἰς θρόνον ἐκάθισε βασιλικὸν, σὺ δὲ καὶ τῆς πόλεως ἐξ‐ ελαύνεις; Τί δέ σοι καὶ ὁ χαλινὸς εἶναι βούλεται ὁ χρυ‐ σοῦς, ὁ τὸν ἵππον κατακοσμῶν; ποίας δὲ ἀπολογίας
55τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλω‐ πίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς; Τί δὲ οὐκ ἀν‐
60έχῃ, ἄνθρωπος ὢν, ἀνθρώποις ἀναμίγνυσθαι, ἀλλ’ ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ
ἐννοεῖς ὅτι καὶ ὁ Δεσπότης σου μετὰ τελωνῶν ἤσθιε,513

55

.

515

καὶ μετὰ πόρνης διελέγετο, καὶ μετὰ λῃστῶν ἐσταυ‐ ροῦτο, καὶ τοῖς ἀνθρώποις συνανεμίγνυτο· ἀλλὰ τῷ τύφῳ καὶ τῇ ἀπονοίᾳ τυραννούμενος, ἀπολλύεις καὶ τὸ ἄνθρωπος εἶναι; Ἐντεῦθεν ἡμῖν ἡ πολλὴ τῆς ἐλεημο‐
5σύνης ὑπεροψία, ἐντεῦθεν ὁ τῆς πλεονεξίας ἔρως, ἐν‐ τεῦθεν ἡ ὠμότης καὶ ἀπανθρωπία. Ὅταν γὰρ καὶ χα‐ λινὸν χρυσοῦν τῷ ἵππῳ περιθῇς, καὶ μανιάκην χρυ‐ σοῦν τῷ οἰκέτῃ, καὶ πέταλα χρυσᾶ τῷ λίθῳ, καὶ δέρματα χρυσᾶ παρὰ σοὶ, καὶ ἱμάτια χρυσᾶ, καὶ
10ζώνη[ν] χρυσῆ[ν], καὶ ὑποδήματα, καὶ τοσαύτας τῆς πονηρίας ταύτης σαυτῷ περιθῇς ἀνάγκας, βουλόμενος τὴν ἀκόρεστον ἐπιθυμίαν πληροῦν, καὶ τροφὴν, τῷ πάντων ὠμοτάτῳ θηρίῳ παρέχειν, τῇ φιλαργυρίᾳ λέγω· τότε καὶ ὀρφανοὺς ἀποδύεις, καὶ χήρας γυ‐
15μνοῖς, καὶ κοινὸς περιέρχῃ πολέμιος ἅπασι, μάταιόν τινα ἀνελίττων πόνον, καὶ δρόμον οὐδὲν ἔχοντα πέρας χρηστόν. Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν; τί τὸ κέρδος; τίς ἡ ὠφέλεια τῆς ψυχῆς; τίς ὄνησις σώματος; ποία πρόσοδος οἰκίας,
20Τοὐναντίον μὲν ἅπαν, ἄκαιρος δαπάνη, ἀνάλωμα ἀλογίας γέμον, ἀσελγείας ὑπόθεσις, διδασκαλεῖον κα‐ κίας, βαναύσου βίου καὶ διαῤῥέοντος ἀφορμὴ, φθορὰ ψυχῆς, ὁδὸς ἐπὶ μυρία φέρουσα κακά. Αἱ δὲ κλῖναι αἱ ἀργυρένδετοι, αἱ χρυσόπαστοι, καὶ τὰ ὑποπόδια, καὶ
25οἱ λέβητες οἱ ἐντεῦθεν κατεσκευασμένοι, καὶ ὁ πολὺς γέλως, τί σοι τὸν βίον ὀρθῶσαι δύναται; τί δὲ ἀμείνω σε ἐποίησεν, ἢ τὴν σύνοικον, ἢ ἄλλον τινὰ τῶν κατὰ τὴν οἰκίαν; Οὐκ ἐντεῦθεν λῃσταὶ καὶ τοιχωρύχοι πολλοί; οὐκ ἐντεῦθεν οἰκέται δραπετεύουσιν; Ὅταν
30γὰρ πανταχοῦ βλέποντες ἄργυρον ἴδωσι στίλβοντα, τρέφεται ἐν αὐτοῖς τὸ νόσημα τῆς κλοπῆς. Εἰ γὰρ σὲ τὸν ἐλεύθερον, καὶ ἐπ’ εὐγενείᾳ μέγα φρονοῦντα, ἄργυρος ἐν ἀγορᾷ λάμπων ἐφέλκεται πρὸς τὴν ἐπιθυ‐ μίαν, πολλῷ μᾶλλον τὸν οἰκέτην. Καὶ ταῦτα λέγω
35οὐκ ἀπαλλάττων ἐγκλημάτων τοὺς δραπέτας τῶν οἰκετῶν, καὶ τοὺς τὰ τοιαῦτα κακουργοῦντας, ἀλλὰ παραινῶν ὑμῖν μὴ παρατιθέναι τῶν τοιούτων νοση‐ μάτων αὐτοῖς τὴν τροφήν. Ἀλλὰ ποῦ καταθώμεθα αὐτά; φησίν· εἰς γῆν κατορύξωμεν; Ἄπαγε· ἀλλ’,
40εἰ βούλει τῆς ἐμῆς ἀνασχέσθαι συμβουλῆς, ἐρῶ σοι τρόπον, δι’ οὗ τὸν δραπέτην εὐγνώμονα δυνήσῃ ποιῆ‐ σαι. γʹ. Καὶ γὰρ δραπέτης ἐστὶν ὁ πλοῦτος, σήμερον πρὸς τοῦτον, αὔριον πρὸς τὸν ἕτερον μεταπηδῶν· οὐ δρα‐
45πέτης δὲ μόνον, ἀλλὰ καὶ δραπετοποιὸς, τοὺς φυλάτ‐ τοντας αὐτὸν πολλάκις φυγάδας ποιῶν. Πῶς ἂν οὖν ὁ δραπέτης οὗτος κατασχεθείη; Ἀπ’ ἐναντίας τοῖς ἄλλοις δραπέταις. Οἱ μὲν γὰρ ἄλλοι τηρούμενοι μέ‐ νουσιν, οὗτος δὲ τηρούμενος φεύγει, σκορπιζόμενος

55

.

515

(50)

μένει. Εἰ δὲ καινὸν τὸ εἰρημένον εἶναί σοι δοκεῖ, μάνθανε τοῦτο παρὰ τῶν γηπόνων. Καὶ γὰρ ἐκεῖνοι τὸν σῖτον ἐὰν μὲν ἐν οἴκῳ κατακλείσαντες χώσωσι, σητὶ καὶ σκώληκι παραδόντες ἀπώλεσαν· ἐὰν δὲ σκορπίσωσιν εἰς τὰς ἀρούρας, οὐ μόνον φυλάττουσιν,
55ἀλλὰ καὶ πλείονα ἐργάζονται· οὕτω καὶ ὁ πλοῦτος, μένων μὲν ἐν κιβωτίοις, καὶ ὑπὸ θύραις ὢν καὶ μο‐ χλοῖς, καὶ εἰς γῆν κατορυττόμενος, δραπετεύει ταχέως· ἐὰν δὲ αὐτὸν, ὡς ὁ γηπόνος τὸν σῖτον εἰς τὴν ἄρουραν, οὕτως εἰς τὰς τῶν πενήτων σκορπίσῃς γαστέρας, οὐ
60μόνον οὐ δραπετεύει, ἀλλὰ καὶ πλείων ἐκεῖθεν γίνεται. Ταῦτα τοίνυν εἰδὼς, μὴ παραδῷς αὐτὸν οἰκέτῃ, ἀλλὰ μυρίαις αὐτὸν ποίησον κατέχεσθαι χερσὶ, ταῖς τῶν χηρῶν, ταῖς τῶν ὀρφανῶν, ταῖς τῶν τὰ σώματα λε‐
λωβημένων, ταῖς τῶν τὸ δεσμωτήριον οἰκούντων.Column end

55

.

516

Οὐ γὰρ ἂν δυνηθείη διαδρᾶναι τοσαύτας λαβὰς, ἀλλὰ κατέχεται μετ’ ἀσφαλείας, καὶ πλείων γίνεται. Καὶ τί καταλείψω τοῖς παιδίοις; φησί. Μάλιστα μὲν οὖν οὐ πάντα σοι ἀναγκάζω κενοῦν· εἰ δὲ καὶ πάντα, ταύτῃ
5μᾶλλον τοὺς παῖδας εὐπορωτέρους ποιήσεις, ἀντὶ χρη‐ μάτων τὸν Θεὸν αὐτοῖς καταλιμπάνων ἵλεω, τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν, μυρίους προστάτας καὶ εὐεργέτας καὶ ἐν ἀνθρώποις. Ὥσπερ γὰρ τοὺς πλεον‐ έκτας, κἂν μὴ ἀδικηθῶμεν, μισοῦμεν· οὕτω τοὺς
10ἐλεεῖν εἰδότας, κἂν μὴ αὐτοὶ τῆς φιλοτιμίας ἀπολαύ‐ σωμεν, αἰδούμεθα, καὶ ποθοῦμεν, οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων παῖδας. Ἐννόησον τοίνυν ἡλί‐ κος κόσμος τοὺς παῖδας ὁρωμένους μυρίους ἔχειν ἐραστὰς, καὶ πάντας ταῦτα λέγειν τὰ ῥήματα, εἰ εἰς
15τὴν τῶν δεομένων διατροφὴν ἀναλίσκοιτο ὁ πλοῦ‐ τος· ὁ τοῦ φιλανθρώπου, ὁ τοῦ ἐλεήμονος υἱός. Ἀλλὰ σὺ τὸν μὲν ἀναίσθητον καλλωπίζεις εἰκῆ καὶ μάτην· ἀναίσθητος γάρ ἐστιν ὁ λίθος, κἂν μυρία τάλαντα αὐτῷ περιθῇς χρυσίου· τὸν δὲ αἰσθανόμενον καὶ λιμῷ
20τηκόμενον οὐδὲ τῆς ἀναγκαίας ποιεῖς μεταλαμβάνειν τροφῆς. Ὅταν οὖν τὸ φοβερὸν βῆμα φανῇ, καὶ οἱ τοῦ πυρὸς ποταμοὶ, καὶ τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα, τί ἐρεῖς ὑπὲρ τῆς τοσαύτης βλακείας, ὑπὲρ τῆς τοσαύτης ἀνοίας, καὶ ὠμότητος, καὶ ἀπαν‐
25θρωπίας; ποίαν πρόφασιν εὔλογον; Ὥσπερ γὰρ ἑκά‐ στου τῶν ἄλλων σκοπός τίς ἐστι καὶ λόγος· καὶ ὁ γεωργὸς, ἐὰν ἀπαιτήσῃς αὐτὸν εὐθύνας, ἐρεῖ τίνος ἕνεκεν καὶ βόας ἔζευξε, καὶ αὔλακας ἔτεμε, καὶ ἄρο‐ τρον εἵλκυσε· καὶ ὁ ἔμπορος, τίνος ἕνεκεν τὸ πλοῖον
30καθείλκυσε, καὶ ἐργάτας ἐμισθώσατο, καὶ χρήματα ἐναπέθετο· καὶ ὁ οἰκοδόμος, καὶ ὁ ὑποδηματοῤῥάφος, καὶ ὁ χαλκοτύπος, καὶ ὁ ἀρτοποιὸς, καὶ ἕκαστος τῶν ἡντιναοῦν μετιόντων τέχνην ἀποδίδωσι τὸν λόγον καὶ τὴν αἰτίαν οὕτω καὶ σὺ, ὁ τὴν κλίνην τῷ ἀργύρῳ
35περιβάλλων ὁ τὸν ἵππον καὶ τὸν λίθον χρυσῶν, ὁ τὰ δέρματα τοιαῦτα κατασκευάζων, ἂν ἀπαιτηθῇς εὐθύ‐ νας καὶ λόγον, ποίαν ἐρεῖς αἰτίαν; ποῖον τρόπον; Ἡδίων ὁ ὕπνος ἐκ τῆς τοιαύτης γίνεται κλίνης; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ’ εἰ χρή τι καὶ παράδοξον
40εἰπεῖν, καὶ ἀηδέστερος· φροντὶς γὰρ πλείων, καὶ ἀγω‐ νία μείζων. Ἀλλ’ ἀσφαλεστέρα ἡ οἰκοδομὴ ἀπὸ τοῦ χρυσίου; Ἀλλ’ οὐδὲ τοῦτο. Ἀλλ’ ἀμείνων ὁ ἵππος ἀπὸ τοῦ χαλινοῦ; ἀλλ’ ὁ οἰκέτης; Τοὐναντίον μὲν ἅπαν καὶ ἐνταῦθα. Τίνος οὖν ἕνεκα τοσαύτην ἀπειρο‐
45καλίαν ἐπιδείκνυσθε διὰ πάντων τούτων; Πάντως ἐρεῖτε, ὅτι δόξαν ὑμῖν λαμπροτέραν κατασκευάζοντες. Εἶτα οὐκ ἤκουσας καὶ ἐν προοιμίῳ τοῦ λόγου, ὅτι ταῦτα οὐκ ἔστιν ἀνθρώπου δόξα, ἀλλὰ τοὐναντίον ἅπαν, ἀτιμία καὶ ὄνειδος, καὶ κατηγορία καὶ γέλως;

55

.

516

(50)

Ἐκ τούτων τίκτεται φθόνος καὶ βασκανία, καὶ τὰ μυ‐ ρία δεινά· καὶ ὅσῳ μονιμώτερα τὰ κτήματα, τοσούτῳ καὶ ἡ κατηγορία διαρκής· καὶ αἱ μεγάλαι αὗται καὶ λαμπραὶ οἰκίαι ἑστήκασι φωνὴν ἀφιεῖσαι, καὶ μετὰ τελευτὴν τῶν κτησαμένων, κατηγόρων πικροτάτων·
55καὶ τὸ μὲν σῶμα τῇ γῇ παραδίδοται, ἡ δὲ ὄψις τῶν οἰκημάτων οὐκ ἀφίησι συγκαταχωσθῆναι τῇ σαρκὶ τῆς πλεονεξίας τὴν μνήμην· ἀλλ’ ἕκαστος παριὼν, καὶ πρὸς τὸ ὕψος καὶ μέγεθος ἀφορῶν τῆς λαμπρᾶς
καὶ μεγάλης οἰκίας, ἢ πρὸς ἑαυτὸν, ἢ πρὸς τὸν πλη‐515

55

.

517

σίον ἐρεῖ· Ἐκ πόσων δακρύων αὕτη ᾠκοδομήθη ἡ οἰκία! πόσων ὀρφανῶν γυμνωθέντων! πόσων χηρῶν ἀδικη‐ θεισῶν! πόσων τὸν μισθὸν στερηθέντων! Ὥστε τοὐναντίον σοι συμβαίνει· βουλόμενος δόξης ἀπολαῦ‐
5σαι ἐν τῷ ζῇν, οὐδὲ μετὰ τὸ καταλῦσαι τὸ ζῇν ἀπαλ‐ λάττῃ τῶν κατηγόρων· ἀλλ’ ὥσπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομά σου περιφέρουσα ἡ οἰκία, καὶ τοὺς οὐδὲ ζῶντά σε ἑωρακότας παρασκευάζει μυρίοις βάλλειν ὀνείδεσιν.
10 δʹ. Ἐπεὶ οὖν οὐδὲ τοῦτο ἔχει τὸ κέρδος ἡ περιττὴ αὕτη φιλοτιμία, φεύγωμεν, ἀγαπητοὶ, φεύγωμεν τὸ νόσημα, καὶ μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκεί‐ νοις πάντα κοινὰ, καὶ γῆ, καὶ πηγαὶ, καὶ νομαὶ, καὶ ὄρη, καὶ νάπαι, καὶ οὐδὲν θάτερον θατέρου πλέον ἔχει·
15σὺ δὲ ἄνθρωπος ὢν, τὸ ἡμερώτατον ζῶον, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφὰς, καὶ πολλάκις μυρίων μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινὴ, ἀλλὰ καὶ ἕτερα πολλῷ τῆς φύσεως πλείονα· οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ
20ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων· καὶ τὰ πνευματικὰ πάλιν κοινὰ, καὶ ἡ τράπεζα αὕτη ἡ ἱερὰ, τὸ σῶμα τὸ Δε‐
25σποτικὸν, τὸ αἷμα τὸ τίμιον, τῆς βασιλείας ἡ ἐπαγ‐ γελία, τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὁ καθαρμὸς τῶν ἁμαρτημάτων, ἡ δικαιοσύνη, ὁ ἁγιασμὸς, ἡ ἀπολύτρωσις, τὰ ἀπόῤῥητα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώ‐
30που οὐκ ἀνέβη. Πῶς οὐκ ἄτοπον τοὺς ἐν τοσούτοιςColumn end

55

.

518

κοινωνοῦντας ἀλλήλοις, καὶ φύσει, καὶ χάριτι, καὶ ἐπαγγελίαις, καὶ νομοθεσίαις, τούτους ἐν τοῖς χρήμασιν οὕτως εἶναι πλεονέκτας, καὶ τὴν αὐτὴν μὴ διατηρεῖν ἰσονομίαν, ἀλλὰ τῶν ἀλόγων παρέρχεσθαι τὴν θη‐
5ριωδίαν, καὶ ταῦτα μέλλοντας αὐτῶν μικρὸν ὕστερον ἀφίστασθαι, καὶ οὐκ ἀφίστασθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων, τούτων ἕνεκεν, κινδυνεύειν; Ὁ γὰρ θάνατος τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τὰς εὐθύνας ἄγει λοιπὸν, καὶ τὰς ἀθανάτους κολάσεις. Ἵν’
10οὖν μὴ τοῦτο γένηται, πολλῇ χρησώμεθα τῇ ἐλεημο‐ σύνῃ. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα τῶν ἀρετῶν, ἢ καὶ παραστήσεται μετὰ παῤῥησίας ἐκεῖσε, καὶ ἐξαι‐ ρήσεται τῆς κολάσεως καὶ τῆς τιμωρίας, καὶ οὐδεὶς ἀντιστήσεται τῷ μετὰ ταύτης εἰς τὸν οὐρανὸν εἰσιόντι.
15Καὶ γὰρ κοῦφον αὐτῆς τὸ πτερὸν, καὶ πολλὴ τῆς παῤῥησίας αὐτῆς ἡ ὑπερβολὴ, καὶ πρὸς αὐτὸν ἀνα‐ βαίνει τὸν βασιλικὸν θρόνον, τοὺς αὑτῆς τροφίμους μετ’ ἀδείας εἰσάγουσα. Αἱ εὐχαὶ γάρ σου, φησὶ, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον
20τοῦ Θεοῦ. Τί οὖν μὴ καὶ ἡμεῖς πρὸς τὸ ὕψος ἀναβῶ‐ μεν ἐκεῖνο, ἀπαλλαγέντες τῆς ἀκαίρου ταύτης πλεον‐ εξίας καὶ ἀχρήστου τρυφῆς καὶ φιλοτιμίας; Τὰ πε‐ ριττὰ ποιήσωμεν χρήσιμα, τὸν πολὺν ἐκεῖνον προέμενοι πλοῦτον, καὶ τῇ δεξιᾷ τοῦ δικαστοῦ τοῦτον ἐγχειρί‐
25σαντες, ὃς καὶ φυλάξαι δυνήσεται μετ’ ἀκριβείας, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐντεῦθεν ἥμερος γενή‐ σεται καὶ ἵλεως· κἂν μυρία ὦμεν πεπλημμεληκότες, μεταδώσει συγγνώμης ἡμῖν καὶ ἀπολογίας· ἧς γέ‐ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω‐
30πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ
τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.517