TLG 2062 143 :: JOANNES CHRYSOSTOMUS :: Expositiones in Psalmos

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Expositiones in Psalmos

Citation: Vol — pg — (ln)

55

.

39

(47t)

ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ Δʹ ΨΑΛΜΟΝ.
48Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.

55

.

39

(50)

αʹ. Οὐχ ἵνα ἁπλῶς μάθωμεν, ὅτι ἠκούσθη, ταῦτα φθέγγεται ὁ Προφήτης· ἀλλ’ ἵνα παιδευθῶμεν πῶς καὶ αὐτοὶ καλοῦντες τὸν Θεὸν ἀκουσθῆναι δυνησόμεθα ταχέως, καὶ πρὸ τοῦ τέλους τῆς εὐχῆς τὴν αἴτησιν λαβεῖν. Οὐ γὰρ εἶπε, Μετὰ τὸ ἐπικαλέσασθαί με εἰσ‐
55ήκουσέ μου, ἀλλ’, Ἐν τῷ ἐπικαλεῖσθαί με. Καὶ γὰρColumn end

55

.

40

καὶ αὐτοῦ τοῦ Θεοῦ τοιαύτη τίς ἐστιν ὑπόσχεσις λέ‐ γοντός που πρὸς τὸν ἐπικαλούμενον· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ δὴ ῥημάτων πλῆθος πείθειν τὸν Θεὸν εἴωθεν, ἀλλὰ καθαρὰ ψυχὴ καὶ ἔρ‐
5γων ἀγαθῶν ἐπίδειξις. Πρὸς γοῦν τοὺς ἐν πονηρίᾳ μὲν ζῶντας, προσδοκῶντας δὲ τῷ μήκει τῶν ῥημάτων δυσωπεῖν αὐτὸν, ὅρα τί φησιν. Ὅταν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἐὰν ἐκτεί‐ νητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου
10ἀφ’ ὑμῶν. Ἄρα πρὸ τῶν ἄλλων ἁπάντων παῤῥησίαν δεῖ τὸν εὐχόμενον ἔχειν, καὶ πάντως ἕψεται τὰ τῆς αἰτήσεως. Διά τοι τοῦτο καὶ ὁ Προφήτης οὐκ εἶπεν, Εἰσήκουσεν ἐμοῦ, ἀλλὰ, Τῆς δικαιοσύνης μου, τὴν πρὸς τὸν Θεὸν αὐτοῦ παῤῥησίαν δεικνὺς, καὶ ὡς μετὰ
15ταύτης αὐτῷ προσῄει διὰ παντός. Μηδεὶς δὲ αὐτὸν μεγαληγορεῖν ἡγείσθω ταῦτα λέγοντα. Οὐ γὰρ ἑαυ‐ τὸν ἐπᾶραι βουλόμενος ταῦτά φησιν, ἀλλὰ διδασκα‐ λίαν τινα καὶ παραίνεσιν κοινὴν πολὺ κέρδος ἔχουσαν εἰσάγων. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐκεῖνος ἠκούσθη,
20ἐπειδὴ Δαυῒδ ἦν, ἐγὼ δὲ οὐκ εἰσακουσθήσομαι, ἐπειδὴ μικρὸς καὶ εὐτελής εἰμι· δείκνυσιν ὅτι οὔτε ἐκείνου ἁπλῶς ἀκούει, οὔτε σοῦ παρακούει εἰκῆ καὶ ὡς ἔτυχεν, ἀλλὰ πανταχοῦ τῶν πραγμάτων ἐστὶν ἀκριβὴς θεωρός. Κἂν ταῦτα ἔχῃς τὰ δυνάμενά σοι
25συνηγορῆσαι, ἀκουσθήσῃ πάντως. Ὥσπερ ἂν μὴ ἔχῃς, οὐδ’ ἂν Δαυῒδ ᾖς, πεῖσαι δυνήσῃ τὸν Θεόν. Καὶ καθά‐ περ οἱ φιλοχρήματοι οὔτε πρὸς ἀξίαν, οὔτε πρὸς ἕτερον οὐδὲν βλέπουσιν, ἀλλ’ ἢ τοὺς ἀργύριον ἔχοντας μόνον, καὶ ὡς πάντα ἀνύσοντες ἀπίασι πρὸς αὐτούς·
30οὕτω καὶ ὁ Θεὸς ἐπειδὴ δικαιοσύνης ἐστὶν ἐραστὴς, ὃς ἂν μετὰ ταύτης ἔλθῃ πρὸς αὐτὸν, οὐκ ἀπελεύσεται κενὸς, ὥσπερ οὖν ὁ ταύτης χωρὶς, καὶ τοῖς ἐναντίοις ἐμφυρόμενος, κἂν μυρία παρακαλῇ, πλέον οὐδὲν ἐργάσεται, τὸ πείθειν οὐκ ἔχων μεθ’ ἑαυτοῦ. Ὥστε
35εἰ βούλει τι παρὰ Θεῷ ἀνύειν, ταύτην προσλαβὼν ἄπιθι. Δικαιοσύνην δὲ ἐνταῦθα μὴ μέρος ἀρετῆς εἶναι νόμιζε, ἀλλ’ ὁλόκληρον καὶ καθολικήν. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, πᾶσαν ἀρετὴν ἔχων ἀνθρωπίνην· οὐ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ
40ἀντεχόμενος. Οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν τὸ πανταχοῦ ἴσον· οὐκ ἐὰν χρυσὸν μὲν ἐξ‐ ίσου ἱστᾷν δύνηται, μόλυβδον δὲ ἐναντίως, ἀλλὰ τὸ ἐν ἁπάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον· καὶ μέτρον πάλιν, τὸ πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν,
45πανταχοῦ ἴσος ὤν. Οὐδὲ γὰρ ἐν χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων. Οὐδ’ ἂν ἔχοι τις εἰπεῖν, ὅτι ἐν χρήμασι μὲν τὴν ἰσοτιμίαν ἔστερ‐ γεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον

55

.

40

(50)

ὑπερέβαινεν, ἀλαζών τις καὶ ὑπεροπτικὸς ὤν. Καὶ γὰρ καὶ τοῦτο ἐκ πολλῆς τῆς ἐπιμελείας ἔφευγε. Διὸ καὶ ἔλεγεν· Εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράπον‐ τός μου ἢ θεραπαίνης κρινομένων πρός με· ἢ οὐχ ὡς ἐγὼ ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο. Ἄρα
55καὶ τοῦτο ἀδικία μεγίστη, τὸ ἀλαζόνα εἶναι καὶ ὑπερήφανον.
βʹ. Ὥσπερ γὰρ πλεονέκτην λέγομεν τὸν τὰ τῶν

55

.

41

ἄλλων βουλόμενον λαβεῖν, καὶ τοῖς οἰκείοις οὐκ ἀρ‐ κούμενον· οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτῇ τῶν ὀφειλομένων αὐτῷ παρὰ τοῦ πλησίον· ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον
5δὲ ἀτιμάζῃ. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν γίνεται ἢ ἐξ ἀδικίας. Ὅτι γὰρ ἀδικία τοῦτο, σκόπει ἐντεῦθεν. Καὶ σὲ ὁ Θεὸς κἀκεῖνον ἐποίησε, καὶ πάντα σοι κοινὰ καὶ ἴσα δέδωκε πρὸς αὐτόν. Πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧσπερ ἔδωκεν ὁ Θεὸς, καὶ
10οὐκ ἀφίης εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασι μόνον, ἀλλὰ καὶ ἐν δόξῃ ποιεῖς αὐ‐ τὸν πένητα; Μίαν ἑκατέροις ὁ Θεὸς οὐσίαν ἐχαρί‐ σατο· τῆς αὐτῆς ἠξίωσε προεδρίας, τῆς ἴσης πλά‐ σεως. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γέ‐
15νους παντός. Πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ’ οὐχ ὁ μακάριος Προφή‐ της τοιοῦτος· διὸ καὶ μετὰ παῤῥησίας ἔλεγεν· Εἰσ‐ ήκουσε τῆς δικαιοσύνης μου. Οὕτω καὶ Παῦλος
20παράγει πολλάκις ἑαυτὸν εἰς τὸ μέσον, οὐκ ἐπαίρων, οὐδὲ φυσῶν, ἀλλὰ τοῖς ἄλλοις ὑπόδειγμα γινόμενος; ὡς ὅταν λέγῃ, Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ. Οὕτω καὶ ὁ Δαυῒδ ἐν καιρῷ καλοῦντι, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, τὴν ἐκ
25τῆς τοῦ Θεοῦ γινομένην ῥοπῆς εἰς μέσον ἄγει λέγων, ὅτι καὶ ἄρκτους ἔπνιγε, καὶ λέοντας ἠγκαλίζετο, οὐκ ἐπαίρων ἑαυτὸν οὐδὲ οὗτος, μὴ γένοιτο, ἀλλ’ οἰκονο‐ μῶν ἑαυτῷ ἐντεῦθεν τὸ ἀξιόπιστον. Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς
30χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατ‐ ορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα; Ὅτι οὐ μικρὸς σύνδεσμος τῆς πρὸς Θεὸν ἀγάπης ἡ εὐχὴ, συνήθειαν ἡμῖν ἐμποιοῦσα τῆς πρὸς αὐτὸν ὁμιλίας, καὶ εἰς φιλοσοφίαν ἄγουσα. Εἰ γὰρ ἀνθρώπῳ
35τις συγγινόμενος θαυμαστῷ, πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς ὁμιλῶν. Ἀλλ’ οὐκ ἴσμεν τῆς εὐχῆς τὸ κέρδος ὡς χρὴ, ἐπειδὴ μηδὲ προσέχομεν αὐτῇ μετὰ ἀκριβείας, μηδὲ χρώ‐ μεθα κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ’ ἀνθρώποις
40μὲν μέλλοντες διαλέγεσθαί τισι τῶν ὑπὲρ ἡμᾶς, καὶ σχῆμα, καὶ βάδισμα, καὶ στολὴν, καὶ πάντα ῥυθμί‐ σαντες εἰς τὸ δέον, οὕτω διαλεγόμεθα· Θεῷ δὲ προσ‐ ιόντες χασμώμεθα, κνώμεθα, περιστρεφόμεθα, ῥᾳ‐ θυμοῦμεν· τῶν γονάτων χαμαὶ κειμένων, ἐπὶ τῆς
45ἀγορᾶς πλανώμεθα. Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες, οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος καρπούμεθα. Ἄνθρω‐
πος γὰρ Θεῷ παιδευθεὶς διαλέγεσθαι, ὡς εἰκὸς τὸνColumn end

55

.

42

τῷ Θεῷ διαλεγόμενον, ἄγγελος ἔσται λοιπόν· οὕτως ἀπολύεται τῶν δεσμῶν τοῦ σώματος ἡ ψυχή· οὕτω μετάρσιος αὐτῷ γίνεται ὁ λογισμός· οὕτω μετοικί‐ ζεται πρὸς τὸν οὐρανόν· οὕτως ὑπερορᾷ τῶν βιωτι‐
5κῶν· οὕτω παρ’ αὐτὸν ἵσταται τὸν θρόνον βασιλικὸν, κἂν πένης ᾖ, κἂν οἰκέτης, κἂν ἰδιώτης, κἂν ἀμα‐ θής. Οὐ γὰρ γλώττης ζητεῖ κάλλος ὁ Θεὸς, οὐδὲ ῥη‐ μάτων συνθήκην, ἀλλὰ ψυχῆς ὥραν· κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσας ἄπεισιν.
10Ὁρᾷς πόση εὐκολία; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τὸν προσιόντα τινὶ καὶ ῥητορικὸν εἶναι χρὴ, καὶ κολακεύσαι τοὺς περὶ τὸν ἄρχοντα πάντας ἱκανὸν, καὶ πολλὰ ἕτερα ἐπινοῆσαι, ὥστε γενέσθαι εὐπαρά‐ δεκτον. Ἐνταῦθα δὲ οὐδενὸς δεῖται, ἀλλὰ γνώμης
15μόνης νηφούσης, καὶ οὐδὲν τὸ κωλύον εἶναι ἐγγὺς τοῦ Θεοῦ. Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Ὥστε τὸ μακρὰν γενέσθαι, ἀφ’ ἡμῶν γί‐ νεται· αὐτὸς γὰρ ἀεὶ πλησίον ἐστί. Καὶ τί λέγω ὅτι ῥητορείας οὐ δεόμεθα; Πολλάκις οὐδὲ φωνῆς δεό‐
20μεθα. Κἂν γὰρ ἐν τῇ καρδίᾳ φθέγξῃ, καὶ καλέσῃς αὐτὸν ὡς χρὴ, ῥᾳδίως ἐπινεύσει καὶ τότε. Οὕτω καὶ Μωϋσέως ἤκουσεν· οὕτω καὶ Ἄννης. Οὐ παρέστηκε στρατιώτης ἀποσοβῶν, οὐ δορυφόρος τὸν καιρὸν δια‐ κόπτων· οὐκ ἔστιν εἰπὼν, Νῦν οὐ δυνατὸν προσ‐
25ελθεῖν, μετὰ ταῦτα παραγενοῦ· ἀλλ’ ὅταν ἔλθῃς, ἕστηκεν ἀκούων, κἂν ἐν καιρῷ ἀρίστου, κἂν ἐν καιρῷ δείπνου, κἂν ἐν αὐτῇ τῇ ἀωρίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάμῳ, κἂν ἔνδον ἐν δικαστηρίῳ ἄρ‐ χοντι παραστῇς, καὶ καλέσῃς αὐτὸν, τὸ κωλύον οὐ‐
30δὲν ἐπινεῦσαι τῇ αἰτήσει, ἂν ὡς χρὴ καλέσῃς. Οὐκ ἔστιν εἰπεῖν Δέδοικα προσελθεῖν, καὶ δεηθῆναι· ὁ ἐχθρός μου παρέστηκεν· ἀλλὰ καὶ τοῦτο ἀνῄρηται τὸ κώλυμα· οὔτε γὰρ ἐχθρῷ προσέχει, καὶ διακόπτει σου τὴν αἴτησιν· ἀλλ’ ἀεὶ καὶ διηνεκῶς ἐντυγχάνειν
35δύνασαι, καὶ δυσκολία οὐδεμία πρόσεστιν· οὔτε γὰρ χρεία τῶν προσαγαγόντων θυρωρῶν, οἰκονόμων, ἐπιτρόπων, φυλάκων, ἢ φίλων, ἀλλ’ ὅταν αὐτὸς δι’ ἑαυτοῦ προσέλθῃς, τότε μάλιστα ἀκούσεταί σου, τότε, ὅταν μηδενὸς δεηθῇς.
40 γʹ. Οὐχ οὕτως οὖν αὐτὸν δυσωποῦμεν δι’ ἑτέρων ἀξιοῦντες, ὡς δι’ ἡμῶν αὐτῶν. Ἐπειδὴ γὰρ τῆς ἡμε‐ τέρας ἐρᾷ φιλίας, καὶ πάντα ποιεῖ, ὥστε ἡμᾶς αὐτῷ θαῤῥεῖν· ὅταν ἴδῃ δι’ ἑαυτῶν τοῦτο ποιοῦντας, τότε μάλιστα ἐπινεύει. Οὕτω καὶ ἐπὶ τῆς Χαναναίας
45ἐποίησε· καὶ Πέτρου μὲν καὶ Ἰακώβου προσιόν‐ των ὑπὲρ αὐτῆς, οὐκ ἐπένευσεν· ἐπιμενούσης δὲ ταύτης, τὸ αἰτηθὲν ταχέως ἔδωκεν. Εἰ γὰρ καὶ μι‐ κρὸν ἔδοξεν ἀναβάλλεσθαι, οὐχ ἵνα ὑπερθῆται τὸ γύ‐ ναιον, ἀλλ’ ἵνα μειζόνως στεφανώσῃ, καὶ μᾶλλον

55

.

42

(50)

αὐτῆς οἰκειώσηται τὴν προσεδρίαν, τοῦτο πεποίηκε.
Μελετήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν Θεῷ·

55

.

43

μάθωμεν πῶς δεῖ ταύτην ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐκ εἰς μουσεῖον ἀπιέναι δεῖ, οὐδὲ χρήματα ἀναλί‐ σκειν, οὐδὲ παιδαγωγοὺς μισθοῦσθαι, καὶ ῥήτορας, καὶ σοφιστὰς, οὐδὲ χρόνον πολὺν δαπανᾷν, ὥστε μα‐
5θεῖν τὴν ῥητορείαν ταύτην· ἀλλ’ ἀρκεῖ θελῆσαι μό‐ νον, καὶ τὰ τῆς τέχνης ἀπήρτισται. Καὶ οὐχ ὑπὲρ σεαυτοῦ δυνήσῃ μόνον ἐν τῷ δικαστηρίῳ τούτῳ λέ‐ γειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων πολλῶν. Καὶ τίς ὁ τῆς δικανικῆς ταύτης σκοπός; Ὁ τῆς εὐχῆς τρόπος.
10 Τὸ νηφούσῃ διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ, τὸ μετὰ πηγῶν δακρύων αὐτῷ προσιέναι, τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ κατεύχε‐ σθαι τῶν ἐχθρῶν, τὸ μηδενὶ μνησικακεῖν, τὸ πάντα
15ἐκβάλλειν ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ συντρίβοντα τὴν καρδίαν οὕτω προσιέναι, τὸ συνεστάλθαι, τὸ πολ‐ λὴν τὴν ἐπιείκειαν μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστα‐ σθαι πραγμάτων, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοι‐
20νὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον. Τὸν γὰρ ὑπὲρ ἑτέρων λέγοντα βασιλεῖ, καὶ τοῖς ἐχθροῖς ἐκείνου κοινολογούμενον, καὶ οἱ ἔξωθεν νόμοι τιμω‐ ροῦσι. Καὶ σὺ τοίνυν, εἰ βούλει καὶ ὑπὲρ σεαυτοῦ καὶ ὑπὲρ ἑτέρων λέγειν, τοῦτο δὴ μάλιστα κατόρθωσον,
25τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρόν. Οὕτω γὰρ ἔσῃ δίκαιος· καὶ δίκαιος ὢν, ἀκου‐ σθήσῃ, τοιαύτην ἔχων συνήγορον. Ἐν θλίψει ἐπλά‐ τυνάς μοι. Οὐκ εἶπε, Παρήγαγες τὰς θλίψεις, οὐδὲ, Ἀνεῖλες τοὺς πειρασμοὺς, ἀλλ’, Ἀφῆκας ἑστάναι, καὶ
30Ἐπλάτυνάς μοι. Τὸ γὰρ εὐμήχανον τοῦ Θεοῦ καὶ τὸ εὔπορον κἀντεῦθεν μάλιστα δείκνυται, οὐκ ἐν τῷ παρ‐ ενεγκεῖν τὰς θλίψεις μόνον, ἀλλὰ καὶ ἐν τῷ μενουσῶν αὐτῶν πολλὴν παρέχειν τὴν ῥᾳστώνην. Τοῦτο καὶ τοῦ Θεοῦ δείκνυσι τὴν ἰσχὺν, καὶ τοὺς ἐμπίπτοντας
35φιλοσοφωτέρους ἐργάζεται, ὅταν καὶ εὐρυχωρία ᾖ παραμυθουμένη τὴν θλιβομένην ψυχὴν, καὶ ἡ θλί‐ ψις μὴ καταλύηται σφίγγουσα ταύτην ῥᾳθυμοῦσαν, καὶ πάσης ἀπαλλάττουσα ὀλιγωρίας. Καὶ πῶς, φησὶν, ἐν θλίψει γένοιτ’ ἂν πλατυσμός; Ὡς ἐν τῇ καμίνῳ
40τῶν τριῶν παίδων, ὡς ἐν τῷ λάκκῳ τῶν λεόντων. Οὐ γὰρ ἔσβεσε τὴν φλόγα, καὶ τότε ἐποίησεν αὐτοὺς ἐν εὐρυχωρίᾳ εἶναι· οὐδὲ ἀπέκτεινε τοὺς λέοντας, καὶ τὸ τηνικαῦτα αὐτὸν κατέστησεν ἐν ἀδείᾳ· ἀλλὰ κἀκεῖ τῆς καμίνου σφοδρῶς ἀναπτομένης, καὶ ἐνταῦθα τῶν
45θηρίων παραμενόντων, οἱ δίκαιοι πολλῆς ἀπέλαυον τῆς ῥᾳστώνης. Ἔστι δὲ καὶ ἑτέρως εὐρυχωρίαν εἰ‐ πεῖν· οἷον ὅταν ὑπὸ τῶν πειρασμῶν ἡ ψυχὴ θλιβο‐ μένη τῶν παθῶν ἀπαλλάττηται, καὶ τῶν νοσημάτων τῶν πολλῶν· τότε γὰρ μάλιστα τῆς εὐρυχωρίας ἀπο‐

55

.

43

(50)

λαύει. Πολλοὶ γὰρ ἐν εὐημερίᾳ μένοντες ἔρωτας ἔχουσιν ἀτοπωτάτους, θλίβοντας αὐτῶν τὴν ψυχὴν, καὶ χρημάτων, καὶ σωμάτων, καὶ ἑτέρων τοιούτων ἀτόπων· εἰς θλίψιν δὲ ἐμπεσόντες πάντων ἐλευθε‐ ροῦνται ἐκείνων, καὶ γίνονται ἐν εὐρυχωρίᾳ. Καὶ
55καθάπερ οἱ ἐν πυρετοῖς ὄντες, ἕως μὲν ἀπολαύουσι τῶν ἐπιθυμιῶν τῶν ἀκαίρων, τραπέζης λέγω πλη‐ θούσης, καὶ ἀκράτου, καὶ τοιούτων ἑτέρων, μειζόνως
στενοχωροῦνται· εἰ δὲ βουληθεῖεν ἑαυτοὺς ὀλίγον θλί‐Column end

55

.

44

ψαντες καρτερῆσαι, πολλῆς ἀπολαύουσι τῆς εὐρυχω‐ ρίας, καὶ τὸ πνῖγον ἀποθέμενοι καθαρᾷ λοιπὸν ἐντρυ‐ φῶσιν ὑγείᾳ· οὕτω καὶ ἐπὶ τῶν πραγμάτων συμβαίνει. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἄνεσιν εἴωθεν, ὡς
5θλίψις τῶν βιωτικῶν ἀπάγουσα πάντων. Πῶς οἴει τοὺς Ἰουδαίους γεγενῆσθαι ἐν θλίψει, καὶ ὅτε ἦσαν ἐν εὐ‐ ημερίᾳ; Ἢ οὐχὶ πυρεττούσης ταῦτα ψυχῆς καὶ ἀλυού‐ σης καὶ ῥιπταζομένης, τὸ λέγειν· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς
10οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ; Ἢ οὐχὶ ἐκεῖνα φιλοσο‐ φούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν πα‐ θῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν
15ῥοπήν; Αὐτὸς δὲ ὁ προφήτης οὗτος, ὅτε ἦν ἐν ἀνέσει, πῶς ἐθλίβη ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας στενοχω‐ ρούμενος καὶ σπαρασσόμενος; ὅτε δὲ ἐν θλίψει γέ‐ γονεν, ἴστε πῶς γέγονεν ἐν ἀνέσει. Οὔτε γὰρ ἥπτετο αὐτοῦ τὸ πῦρ, ἀλλὰ καὶ ἡ φλὸξ ἅπασα κατεσβέσθη.
20Οὐδὲν γὰρ οὕτω ποιεῖ θλίψιν, ὡς τὸ πολιορκεῖσθαι τὴν ψυχὴν ὑπὸ τῶν παθῶν. Αἱ μὲν γὰρ ἄλλαι ἔξωθεν προσπίπτουσιν, αἱ δὲ ἔνδοθεν φύονται, καὶ αὕτη μά‐ λιστά ἐστιν ἡ πολλὴ θλίψις. Κἂν ὁ κόσμος ἡμᾶς λυπῇ, ἡμεῖς δὲ ἑαυτοὺς μὴ λυπῶμεν, οὐδὲν ἔσται
25ἡμῖν δεινόν. Ἄρα ἐν ἡμῖν τὸ θλίβεσθαι, καὶ μὴ θλί‐ βεσθαι. δʹ. Ἵνα δὲ μάθῃς καὶ ἀπὸ τῆς ἀποστολικῆς φωνῆς, πόση ἀπὸ τῆς θλίψεως εὐρυχωρία γίνεται, ἄκουσον αὐ‐ τοῦ τοῦ Παύλου τὸν καρπὸν λέγοντος τῆς θλίψεως·
30Ἡ δὲ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπο‐ μονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλ‐ πὶς οὐ καταισχύνει. Εἶδες εὐρυχωρίαν ἄφατον, εἶδες λιμένα εὐφροσύνης; Ὑπομονὴν, φησὶν, ἡ θλίψις κατεργάζεται. Τί γὰρ ἀνδρὸς καρτερικωτάτου, καὶ
35πάντα δυναμένου ῥᾳδίως φέρειν, ἀνεκτότερον; τί δὲ δοκίμου γένοιτ’ ἂν ἰσχυρότερον; τί δὲ τῆς ἐντεῦθεν τρυφῆς ἴσον; Τρεῖς γὰρ ἡμῖν ἡδονὰς ἐντεῦθεν λέγει τικτομένας, τὴν ὑπομονὴν, τὴν δοκιμὴν, καὶ τὴν ἐλ‐ πίδα τῶν μελλόντων ἀγαθῶν. Περὶ τούτων νῦν φιλο‐
40σοφῶν ὁ Προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐπειδὴ γὰρ εἶπεν, Εἰσήκουσέ μου ὁ Θεὸς, λέγει ἐν ποίῳ τρόπῳ εἰσήκουσεν. Οὐκ ἐν χρήμασιν· οὐδὲν γὰρ ἐζήτει τοιοῦτον· οὐχ ἵνα ἐχθρῶν κρατήσῃ· οὐδὲ γὰρ ταῦτα ᾔτει· ἀλλ’ ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλί‐
45ψεως γενομένῃ. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τί λέγεις; Ἄνω δικαιοσύνης μέ‐ μνησαι, ἐνταῦθα οἰκτιρμοῦ καὶ ἐλέου· καὶ ποῦ ταῦτα ἀκολουθίαν σχοίη; Πολλὴν μὲν οὖν, καὶ σφόδρα τοῖς προτέροις συνημμένην. Κἂν γὰρ μυρία κατορθώσω‐

55

.

44

(50)

μεν, ἀπὸ οἰκτιρμῶν ἀκουόμεθα καὶ φιλανθρωπίας. Κἂν πρὸς αὐτὴν ἀνέλθωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἀπὸ ἐλέους σωζόμεθα. Ἐντεῦθεν μανθάνομεν, ὅτι μετὰ τῆς δικαιοσύνης χρεία καὶ γνώμης συντετριμ‐ μένης. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινο‐
55φροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται· κἂν δίκαιος ὢν μετὰ ἀλαζονείας προσίῃ, πάντων ἐκπεσεῖται τῶν ἀγαθῶν. Ἀμφότερα
τὰ ὑποδείγματα ὁ τελώνης καὶ ὁ Φαρισαῖος ἐδίδαξαν.

55

.

45

Δεῖ τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι. Τίς δὲ ὁ τρόπος τῆς εὐχῆς; Μάθε ἀπὸ τοῦ τελώνου, καὶ μὴ αἰσχυνθῇς τοῦτον λαβεῖν διδάσκαλον, τὸν οὕτω τοῦτο κατορθώ‐ σαντα, ὡς ἀπὸ ψιλῶν ῥημάτων τὸ πᾶν ἀνύσαι.
5Ἐπειδὴ γὰρ ἡ διάνοια αὐτῷ καλῶς παρεσκευασμένη ἦν, ἤρκεσε καὶ ῥῆμα ἓν ἀνοῖξαι αὐτῷ τὸν οὐρανόν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνεί‐ χετο. Ἂν οὕτω καὶ σὺ μέλλῃς εὔχεσθαι, πτεροῦ κου‐
10φοτέραν ἐργάσῃ τὴν εὐχήν. Εἰ γὰρ ὁ ἁμαρτωλὸς δί‐ καιος γέγονεν ἀπὸ τῆς εὐχῆς, ἐννόησον ὁ δίκαιος ἡλίκος ἔσται, εἰ τοιαύτην προσάγειν μάθοι δέησιν. Διὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἁπλῶς ἑαυτὸν τίθησιν, ἀλλὰ τὴν προσευχὴν αὐτοῦ· ἄνω τὴν δικαιοσύνην,
15ἐνταῦθα τὴν προσευχὴν λέγων· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Οὕτω καὶ ὁ Κορ‐ νήλιος ἠκούσθη, ἐπειδὴ ταύτην εἶχε συνήγορον. Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, φησὶν, ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Εἰκότως· τὰ γὰρ ἔργα
20ἐστὶ τὰ ἀκουόμενα, καὶ τὰ κατορθώματα· οὐχ ἁπλῶς δὲ αἱ εὐχαὶ, ἀλλ’ αἱ κατὰ νόμον τοῦ Θεοῦ γινόμεναι εὐχαί. Καὶ τίνες εἰσὶν αὗται; Αἱ ταῦτα αἰτοῦσαι, ἃ τῷ Θεῷ πρέπει διδόναι, αἱ μὴ τἀναντία τοῖς αὐτοῦ νόμοις αὐτὸν παρακαλοῦσαι. Καὶ τίς οὕτω τολμηρὸς,
25φησὶν, ὡς τὸν Θεὸν ἀξιοῦν τἀναντία τοῖς αὐτοῦ νόμοις ποιεῖν; Ὁ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρακαλῶν· τοῦτο γὰρ παρὰ τὸν νόμον τὸν ὑπ’ αὐτοῦ κείμε‐ νον. Αὐτὸς γάρ φησιν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν. Σὺ δὲ αὐτὸν τὸν κελεύοντά σοι συγχωρῆσαι κατὰ τῶν
30ἐχθρῶν καλεῖς; Καὶ τί γένοιτ’ ἂν τῆς ἀνοίας ταύτης χεῖρον; Ἱκέτου σχῆμα καὶ γνώμην καὶ φρόνημα τὸν εὐχόμενον ἔχειν δεῖ· τί τοίνυν ἕτερον προσωπεῖον σεαυτῷ περιτίθης, τὸ τῆς κατηγορίας; Πῶς γὰρ δυ‐ νήσῃ τῶν οἰκείων ἁμαρτημάτων λαβεῖν συγγνώμην,
35ὅταν τῶν τοῖς ἑτέροις πεπλημμελημένων τιμωρὸν τὸν Θεὸν ἀξιοῖς εἶναι; Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γα‐ ληνὴ, χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν. Τοιαύτη γὰρ ἡ μετὰ πραότητος, καὶ μὴ κατ’ ἐχθρῶν γινο‐ μένη· ὡς ἥ γε ἐναντία μεθυούσῃ τινὶ καὶ παραπαιού‐
40σῃ ἔοικε γυναικὶ, συώδει τινὶ καὶ ἀγρίᾳ. Διὸ καὶ ἄβατος αὐτῇ ὁ οὐρανός. Ἀλλ’ οὐχ ἡ μετὰ πραότητος τοιαύτη· ἀλλ’ ἔχει τι λιγυρὸν, καὶ προσηνὲς, καὶ βα‐ σιλικῶν ἄξιον ἀκοῶν, ἡδὺ καὶ παναρμόνιον καὶ ἐμ‐ μελές. Διὸ δὴ οὐκ ἐκβάλλεται τοῦ θεάτρου, ἀλλ’ ἐστε‐
45φανωμένη ἄπεισι· καὶ γὰρ χρυσῆν ἔχει κιθάραν, χρυσῆν τὴν στολήν. Διὸ καὶ τέρπει τὸν δικαστὴν, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ. Διὰ ταῦτα οὐδεὶς αὐτὴν ἀπελαύνει τῶν οὐρανίων ἁψίδων. Ἅπαν γὰρ ἐκεῖνο τὸ θέατρον ἀνίστησι τῇ εὐφροσύνῃ.

55

.

45

(50)

Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχή· αὕτη τῶν ἀγγέλων ἡ γλῶττα, ὅταν μηδὲν πικρὸν, πᾶν δὲ προσηνὲς φθέγ‐ γηται· ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων προσέρχηται τὴν ἱκετηρίαν ποιουμένη, τότε καὶ οἱ ἄγγελοι παρεστήκασι μετὰ πολλῆς ἀκούοντες τῆς
55σιγῆς, καὶ μετὰ τὸ παύσασθαι, κροτοῦντες αὐτὴν, ἐπαινοῦντες, θαυμάζοντες οὐ διαλιμπάνουσι. Τοιαύ‐ την καὶ ἡμεῖς προσαγάγωμεν εὐχὴν, καὶ πάντως ἀκουσθησόμεθα. Καὶ ὅταν προσίωμεν τῷ Θεῷ, μὴ νομίσωμεν εἶναι θέατρον τοιοῦτον, ἀλλ’ ἐκ τῆς οἰκου‐
60μένης ἁπάσης, μᾶλλον δὲ καὶ ἐκ τῶν ἄνω δήμων τῶν
οὐρανίων συνειλεγμένον, καὶ ἐν μέσῳ τὸν ΒασιλέαColumn end

55

.

46

καθῆσθαι, βουλόμενον ἡμῶν ἐπακοῦσαι τῆς εὐχῆς. Καὶ ἐπίδειξιν τὸ πρᾶγμα ποιήσωμεν. Μηδεὶς ἔστω κιθαριστὴς, μηδὲ λυρῳδὸς οὕτως ἐναγώνιος, μέλλων ἐν σκηναῖς εἰσιέναι, καὶ δεδοικὼς μή τι ἀπηχὲς ἀνα‐
5κρούσηται, ὡς ἡμεῖς μέλλοντες εἰσιέναι εἰς τὸ τῶν ἀγγέλων θέατρον. Πλῆκτρον δὲ ἡμῖν ἔστω ἡ γλῶττα, μηδὲν ἀηδὲς φθεγγομένη, ἀλλ’ ἐμμελὲς καὶ παναρ‐ μόνιον μετὰ διανοίας τῆς προσηκούσης· καὶ προσιόν‐ τες τῷ Θεῷ, καὶ παρακαλοῦντες καὶ δεόμενοι, ὑπὲρ
10τῶν ἐχθρῶν ἀνακρουώμεθα τὴν νευράν· οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα. εʹ. Αὕτη ἡ φωνὴ καταισχύνει δαίμονας, αὕτη παῤ‐ ῥησίαν ἡμῖν δίδωσιν· αὕτη καταισχύνει τὸν διάβολον καὶ ἀναχωρεῖν ποιεῖ. Οὐ γὰρ οὕτως ἄνθρωπον φρίτ‐
15τει ὁ δαίμων τὸν ἐκβάλλοντα αὐτὸν καὶ ἐλαύνοντα ἐξ ἑτέρου ἀνθρώπου, ὡς ἄνθρωπον ὀργῆς κρατοῦντα, καὶ θυμοῦ περιγενόμενον· ἐπεὶ καὶ τοῦτο δαίμων ἐστὶ χαλεπὸς, καὶ τούτους μᾶλλον ἢ τοὺς δαιμονῶντας τα‐ λανίζειν χρή. Τὸ μὲν γὰρ δαιμονᾷν εἰς γέενναν οὐκ
20ἐμβάλλει· τὸ δὲ ὀργίζεσθαι καὶ μνησικακεῖν, αὐτῆς ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Ἂν οὕτω ῥυθμί‐ σωμεν τὴν εὐχὴν, δυνησόμεθα μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ Θεῷ, Εἰσάκουσον τῆς προσευ‐ χῆς μου. Ὥστε οὐχ ἑαυτὸν ὠφελήσεις μόνον, καὶ
25προοδοποιήσεις σου τῇ ἱκετηρίᾳ, ἀλλὰ καὶ τὸν ἀκούον‐ τα Θεὸν εὐφρανεῖς, ἄξιόν τι τῶν αὐτοῦ ἐπιταγμάτων αἰτῶν· διὸ καὶ ῥᾳδίως ἐπινεύσει. Τοῦτο ἄξιον τῆς υἱοθεσίας ἐκείνης· τοῦτο μάλιστα τὸν χαρακτῆρα ἐκεῖνον δείκνυσι. Γίνεσθε, φησὶν, οἰκτίρμονες, ὡς
30ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ πάλιν, Εὔ‐ χεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένη‐ σθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Τί τοίνυν ταύτης τῆς εὐχῆς ἴσον; Αὕτη οὐκ ἀγγέλοις, οὔτε ἀρχαγγέλοις, ἀλλ’ αὐτῷ τῷ Βασιλεῖ ὅμοιον ποιεῖ.
35Ὁ δὲ τῷ Βασιλεῖ ὅμοιος γενόμενος κατὰ τὸ ἐγχω‐ ροῦν, ἐννόησον ὅσης ἀπολαύσεται τῆς παῤῥησίας ἐν ταῖς εὐχαῖς. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Πρὸς τίνας ἀποτείνει τὸν λόγον, καὶ ποιεῖται τὴν
40ἐπιτίμησιν, καὶ ἐπάγει τὴν συμβουλήν; τίνας υἱοὺς ἀνθρώπων καλεῖ; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς κακίαν ἐπιῤῥεπεῖς. Τί δή ποτε; ἡμεῖς γὰρ οὐχ υἱοὶ ἀνθρώπων; τῇ φύσει μὲν ἀνθρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ’ υἱοὶ Θεοῦ. Εἰ γοῦν καὶ τὴν εἰκόνα
45τὴν κατ’ ἀρετὴν τὴν πρὸς αὐτὸν διατηρήσαιμεν, ἀκέ‐ ραιον ἡμῖν ἔσται τὸ δῶρον· τοὺς γὰρ γενομένους υἱοὺς Θεοῦ διὰ τῆς χάριτος, καὶ διὰ τῆς πολιτείας ταύτην δεῖ χαρακτηρίζειν τὴν εἰκόνα. Ὅτι δὲ τοὺς βιωτικωτέρους, καὶ πρὸς κακίαν ῥέποντας, υἱοὺς

55

.

46

(50)

ἀνθρώπων καλεῖ, ἄκουσον· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ μὴν τὸ ἐναντίον, φησὶν, εἴρηκας. Οὐδαμῶς· υἱοὺς γὰρ Θεοῦ ἐνταῦθα ἐκάλεσε τοὺς πρὸ τούτου ἐξ ἐναρέτων ὄντας ἀνδρῶν, καὶ τῆς τοῦ Θεοῦ τιμῆς ἀπολελαυκότας, εἶτα
55μεταβαλλομένους, καὶ γεγονότας χείρους, καὶ προδε‐ δωκότας αὐτῶν τὴν τιμήν. Ὥστε γὰρ αὐξῆσαι αὐτῶν τὴν κατηγορίαν, ἀνεμνήσθη αὐτῶν τῆς τιμῆς, μέγι‐ στον εἰς ἐγκλήματος ὑπόθεσιν δεικνὺς ὂν, τὸ τοιούτους ὄντας, καὶ ἐκ τοιούτων, πρὸς τοιαύτην κατενεχθῆναι
60κακίαν. Καὶ πάλιν ὁ Θεός· Ἐγὼ εἶπα, Θεοί ἐστε,

55

.

47

καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Καὶ θέα τοῦ Προφήτου τὴν σύνεσιν. Δείξας πρότερον τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον, καὶ τὸ εὐμήχανον, καὶ τὸ χρηστὸν, καὶ τὸ φιλάνθρω‐
5πον, ὅτι ἐν θλίψει πλατύνει, ὅτι ἐλεῶν ἐπινεύει· εἶτα ἐννοῶν τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει τὸν λόγον πρὸς τοὺς ἐν πονηρίᾳ ζῶντας, μονονουχὶ λέγων, ὅτι Τοιοῦτον ἔχοντες Θεὸν,
10οὕτω χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν, πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε; Καὶ ὅρα τὴν παραίνε‐ σιν, πόσης μετὰ τοῦ θυμοῦ γέμει καὶ τῆς προσηνείας, πόσης τῆς φιλοσοφίας. Τί γάρ φησιν; Υἱοὶ ἀνθρώ‐ πων, ἕως πότε βαρυκάρδιοι; Ἐνταῦθα σφόδρα ἐστὶ
15καθαπτομένου καὶ ἀπὸ τοῦ χρόνου. Εἰ γὰρ τὸ ἐξ ἀρχῆς μὴ συνιδεῖν τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἔγκλημα, ποίαν ἕξει συγγνώμην τὸ μέχρι τοσούτου πρὸς τὴν ἀλήθειαν τυφλώττειν; Τί δέ ἐστι, Βαρυκάρδιοι; Πα‐ χυκάρδιοι, σαρκικοὶ, τῇ γῇ προσηλωμένοι, κακίαν
20διώκοντες, πονηρίαν μετιόντες, ταῖς ἡδυπαθείαις κατασηπόμενοι· τοιοῦτος γὰρ ὁ σαρκικὸς ἄνθρωπος. Καὶ διαβάλλων αὐτῶν τὸν βίον, δείκνυσι τὴν πηγὴν τῆς ἀσεβείας, δηλῶν ὅτι τοῦτο μάλιστά ἐστι τὸ πρὸς τὰ δόγματα αὐτοῖς ἐμποδίζον τὰ ὑψηλά. Οὐδὲν γὰρ
25οὕτω βαρεῖαν καρδίαν ποιεῖ, ὡς ἐπιθυμία πονηρὰ, καὶ ἡ πρὸς τὰ βιωτικὰ συμπάθεια, καὶ τὸ προσηλῶσθαι τῇ γῇ. Τὴν τοιαύτην οὐκ ἄν τις ἁμάρτοι πηλίνην καρ‐ δίαν προσειπών· διὸ καὶ βαρεῖαν αὐτὴν ἐκάλεσε· καὶ τῶν κακῶν αἴτιον τοῦτο ἔφησεν εἶναι, ὅτι ἡνιόχου
30τάξιν ἐπέχουσα, οὐ μόνον οὐ κατέχει τὸν ἵππον ταῖς ἡνίαις, ἀλλὰ καὶ αὐτὴ καταφέρεται συρομένη· καὶ δέον πτεροῦν τὴν σάρκα, καὶ μετάρσιον ἐργάζεσθαι, καὶ πρὸς τὸν οὐρανὸν ἀνάγειν, ἡ δὲ συγκαθέλκεται τῷ βαρυτάτῳ τῶν νοσημάτων φορτίῳ. Ὅταν οὖν ὁ
35ἡνίοχος τοιοῦτος ᾖ, ἢ ὁ κυβερνήτης, ποία σωτηρίας ἐλπίς; Ὥσπερ ὅταν λέγῃ, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; Ὅταν ὁ κυβερνή‐ της μεθύῃ καὶ τῶν κυμάτων καὶ τῶν πνευμάτων τὸ ἄτακτον μιμῆται, πῶς σωθήσεται ἡ ναῦς;
40 ϛʹ. Τί οὖν δύναται κούφην τὴν ψυχὴν ποιεῖν; Βίος θαυμαστὸς, τὸ πρὸς μηδὲν τῶν ἐνταῦθα κεχηνέναι, μηδὲ τοῖς ποσὶν αὐτοῦ προσδεσμεῖν τὰ κάτω φερό‐ μενά τε καὶ φέροντα. Τῶν γὰρ σωμάτων τὰ μὲν κάτω φέρεσθαι εἴωθεν, οἷον λίθοι, καὶ ξύλα, καὶ πάντα τὰ
45τοιαῦτα· τὰ δὲ ἄνω, οἷον πῦρ, καὶ πνεῦμα, καὶ πτε‐ ρῶν φύσις κούφων. Ἂν οὖν τι τῶν κάτω φερόντων τῷ κούφῳ προσδήσῃς, οὐδὲν τῶν πτερῶν ὄφελος, οὐδὲ τοῦ πνεύματος, τοῦ βάρους ὑπερβαίνοντος τὴν συμ‐ μετρίαν, καὶ νικῶντος καὶ περιγινομένου. Οὕτω καὶ

55

.

47

(50)

πόδας ἂν ἔχῃ τις βεβαρημένους, ἢ χυμοῦ πονηροῦ ἐπεισρέοντος, ἢ ἑτέρου τινὸς νοσήματος, οὐδὲν ὄφελος αὐτῷ τοῦ λοιποῦ σώματος ὄντος κούφου. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ καρδίας. Μὴ τοί‐ νυν ποιῶμεν αὐτὴν βαρεῖαν, ἵνα μὴ κατὰ τὰ πλοῖα
55τὰ πολλὴν ἔχοντα τὴν ψάμμον καταποντίζηται. Ἐν
ἡμῖν γὰρ τοῦτο. Οὐ γὰρ τῇ φύσει τοιαύτη ἐστὶν, ἀλλὰ

55

.

48

τῇ φύσει γέγονε κούφη καὶ ἀνωφερὴς, ἡμεῖς δὲ αὐτὴν παρὰ φύσιν βαρεῖαν ποιοῦμεν· διὸ καὶ ὁ Προφήτης ἐγκαλεῖ· εἰ δὲ φυσικὸν ἦν, οὐκ ἂν ἐνεκάλεσεν. Ὥσπερ οὖν κατὰ φύσιν ἡμῖν τὸ βαδίζειν, ἂν δὲ βαρῶμεν τὰ
5γόνατα, παρὰ φύσιν γίνεται τὸ πρᾶγμα, πεπεδημέ‐ νων ἡμῶν· οὕτω καὶ ἐπὶ τῶν ποδῶν τῆς διανοίας, λέγω δὴ τῶν λογισμῶν, συμβαίνειν εἴωθεν. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Ἐν‐ ταῦθα καὶ τὰ εἰδωλικά μοι δοκεῖ λέγειν, καὶ τὸν ἐν
10πονηρίᾳ βίον. Μάταιον γὰρ ἐκεῖνο λέγεται τὸ κενὸν, ὅταν ὄνομα μὲν ᾖ, πρᾶγμα δὲ μὴ ᾖ. Οὕτω παρὰ τοῖς Ἕλλησιν ὀνόματα μὲν θεῶν πολλὰ, πράγματα δὲ οὐδαμοῦ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὄνομα πλού‐ του, πρᾶγμα δὲ οὐδαμοῦ· καὶ ὄνομα δόξης, πρᾶγμα
15δὲ οὐδαμοῦ· ὄνομα δυναστείας, καὶ μένει ψιλὸν τὸ ὄνομα. Τίς οὖν οὕτως ἀνόητος, ὡς ὀνόματα ζητεῖν πραγμάτων ἔρημα, καὶ τὰ διάκενα διώκειν, ἃ φεύ‐ γειν δεῖ; Ἢ οὐ τοιαῦται καὶ αἱ ἡδοναὶ τοῦ βίου, καὶ αἱ εὐπραγίαι; οὐ πάντα ψεύδεται καὶ ἀπατᾷ; Κἂν
20δόξαν εἴπῃς, κἂν πλοῦτον, κἂν δυναστείαν, πάντα ματαιότης. Διὸ καὶ ὁ Ἐκκλησιαστὴς ἔλεγε· Ματαιό‐ της ματαιοτήτων, τὰ πάντα ματαιότης. Διὰ δὴ ταῦτα ὀδυνᾶται ὁ Προφήτης, τοσαύτην ἀλογίαν ὁρῶν ἐν τῷ βίῳ. Ὥσπερ γὰρ ἂν εἴ τις ἰδών τινα φεύγοντα
25φῶς, διώκοντα δὲ σκότος, λέγῃ· Ἵνα τί τοῦτο ποιεῖς τὸ παράλογον; οὕτω καὶ αὐτός· Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἕτερος ἑρμηνευτής φησιν, Ἀλλὰ γνῶτε ὅτι ἐθαυμάστω‐
30σεν. Εἶδες σοφίαν Προφήτου; Πόθεν αὐτοὺς ἀνάγει πρὸς τὴν θεογνωσίαν; Ἀπὸ σαφεστάτου μέρους τινὸς καὶ τρόπου γνωριμωτέρου, ἑαυτὸν εἰς μέσον παρατιθείς. Ἐγὼ δοῦλός εἰμι, φησὶ, τοῦ Θεοῦ τοῦ ἀληθοῦς· ἀπ’
35ἐμοῦ τοίνυν μάθετε αὐτοῦ τὴν δύναμιν, τὴν ἰσχὺν, τὴν κηδεμονίαν. Οὐ μικρὸν γὰρ τοῦτο τὸ κεφάλαιον εἰς θεογνωσίαν ἄγον. Ποιεῖ μὲν γὰρ τοῦτο φανερὸν καὶ ἀπὸ τῶν κτισμάτων ὁ Προφήτης, ὅταν περὶ τῆς προνοίας αὐτοῦ διαλέγηται, ἐπὶ τὸν ἥλιον, καὶ τὸν
40οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα φερόμενος, καὶ ἀπὸ τῆς ἐν τοῖς ὁρωμένοις εὐταξίας τὸν Δημιουργὸν ἀνακηρύττων· κινεῖ δὲ καὶ τὸν ἀπὸ τῶν δούλων αὐτοῦ λόγον, καὶ τῶν ἀπ’ αὐτοῦ συμβαινόντων· ὃ δὴ καὶ ἐπὶ τοῦ Ἀβραὰμ γέγονεν. Ἔλεγον γὰρ αὐτῷ,
45Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἡμῖν ἥκεις βα‐ σιλεύς. Πόθεν οἴδατε; Ἀπὸ τῆς νίκης, ἀπὸ τῶν τροπαίων, ἀπὸ τῶν πολέμων. Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων συνέβη. Τὰ γὰρ θαύματα τὰ ὑπὲρ αὐτῶν γινόμενα, πᾶσαν τὴν γῆν εἰς φόβον ἐνέβαλεν· ὅπερ

55

.

48

(50)

καὶ ἡ πόρνη τότε ἡ Ἱεριχουντία ἔλεγεν, ὅτι Ἐπέ‐ πεσεν ἐφ’ ἡμᾶς ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος. Μία τοίνυν ὁδὸς ἡ διὰ τῶν κτισμάτων· ἑτέρα καὶ σαφε‐ στέρα ἡ διὰ τῶν δούλων· καὶ ταύτην ἄνωθεν ὁ Θεὸς κατέσπειρε καθ’ ἑκάστην γενεὰν τὴν διδασκαλίαν.
55Τοὺς γοῦν Αἰγυπτίους ἐπαίδευσεν ἀπὸ τοῦ Ἀβραὰμ, τοὺς Πέρσας ἀπὸ τοῦ αὐτοῦ πάλιν, τοὺς Ἰσραηλίτας ἀπὸ τῶν ἐκγόνων, καὶ ἑτέρους μυρίους, καὶ διὰ τοῦ
Ἰακὼβ ἑτέρους, τοὺς ἐν τῇ Μέσῃ τῶν ποταμῶν.

55

.

49

Εἶδες ἅπασαν τὴν οἰκουμένην παιδευομένην, εἴγε ἤθελον, ἀπὸ τῶν ἁγίων; Καὶ πρὸ τούτων δὲ ὁ κατα‐ κλυσμὸς, ἡ τῶν γλωσσῶν διάχυσις, ἱκανὰ διανα‐ στῆσαι αὐτῶν τὴν διάνοιαν. Ἵνα γὰρ μὴ διὰ τὸν
5χρόνον εἰς λήθην ἐμπέσῃ τὸ συμβὰν, ὁ τόπος λαμ‐ βάνει τὴν προσηγορίαν, καὶ Βαβυλὼν ἐντεῦθεν λέ‐ γεται, ἀπὸ τῆς συγχύσεως τῶν γλωττῶν, ἵνα ὁ ἀκροα‐ τὴς ἀπὸ τῆς προσηγορίας ὁδηγούμενος, ἐπὶ τὴν ἀρ‐ χὴν ἔλθῃ τῶν συμβάντων, καὶ μάθῃ τοῦ Θεοῦ τὴν
10ἰσχύν. Οὕτω καὶ οἱ τὴν δύσιν οἰκοῦντες πάντες πάντα ἐμάνθανον, κατ’ ἐμπορίαν Αἰγυπτίοις συγγινόμε‐ νοι. Ἄλλως δὲ ἐν ἀρχαῖς καὶ ἐν προοιμίοις οὐδὲ πολλὰ ἔθνη κατὰ τὸ μέρος τῆς οἰκουμένης ἐκεῖνο ἦν· ἀλλ’ ἡ πολυανθρωπία καὶ ἡ πολυοχλία ἐν τοῖς μέρεσι τοῖς
15κατὰ τὴν ἀνατολὴν συνειστήκει. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ ἐκεῖθεν ἐξῆλθε, καὶ τὰ γένη τοῦ Νῶε ἐκεῖ διέτριβε, καὶ μετὰ τὸν πύργον ἐκεῖ ἦσαν, καὶ ἀνεστρέφοντο ἐπὶ πλεῖον κατὰ ἀνατολάς. Ἀλλ’ ὅμως καθ’ ἑκάστην γενεὰν διδασκάλους αὐτοῖς κατέστησεν ὁ Θεὸς, τὸν
20Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τὸν Μελχισεδέκ. Διὸ καὶ ὁ προφήτης οὗτος ἀπὸ τῶν εἰς τοὺς ἁγίους γενομένων ἀνάγει τοὺς ἐν πονηρίᾳ ζῶν‐ τας, λέγων· Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Τί ἐστιν, Ἐθαυμάστωσε; Θαυμα‐
25στὸν ἐποίησεν, ἐπίσημον, λαμπρὸν, περιφανῆ τὸν ἀνακείμενον αὐτῷ. Ἀπὸ τοῦ δούλου τοίνυν καὶ τῶν εἰς αὐτὸν συμβαινόντων μάθετε τοῦ Δεσπότου τὴν δύναμιν. Οὐκ εἶπε, Δέδωκεν ἀγαθὸν, μόνον, ἀλλ’, Ἐθαυμάστωσε, δηλῶν ὅτι δέδωκε μετὰ πολλοῦ τοῦ
30θαύματος, μετὰ πολλῆς τῆς παραδοξοποιίας. Οὕτω καὶ ἐπὶ τοῦ Ἀβραὰμ γέγονεν. Οὐ γὰρ μόνον τὴν γυναῖκα ἔδωκεν ἀνέπαφον, ἀλλὰ καὶ θαυμαστὸν αὐ‐ τὸν παρεσκεύασεν· ὡς μὴ μόνον ἐν τῷ μὴ παθεῖν τι δεινὸν εἶναι αὐτῷ τὴν δωρεὰν, ἀλλὰ καὶ ἐν τῷ λαμ‐
35πρὸν γενέσθαι κατὰ τὴν Αἴγυπτον. Τὸ μὲν γὰρ διὰ τὴν αὐτοῦ δικαιοσύνην ἐγένετο, τὸ μηδὲν ἀηδὲς πα‐ θεῖν· τὸ δὲ διὰ τὴν ἐκείνων ὠφέλειαν, τὸ μετὰ πα‐ ραδοξοποιίας ἐκεῖθεν ἐπανελθεῖν. Τοῦτο ἐπὶ τῶν τριῶν παίδων, τοῦτο ἐπὶ τῶν λεόντων συνέβη, τοῦτο ἐπὶ τοῦ
40κήτους καὶ τοῦ Ἰωνᾶ, καὶ πανταχοῦ μετὰ θαύματος σώζει, οὐχ ἁπλῶς πάντας, ἀλλὰ τὸν ὅσιον. ζʹ. Εἶδες πῶς μετὰ τῆς θεογνωσίας, καὶ βίου ἀκριβοῦς παραίνεσιν ποιεῖται, παιδεύων μὴ μόνον ἐν τῇ χρη‐ στότητι τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων ἔργων
45ἀρετῇ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας; Κύριος εἰσ‐ ακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν, Εἰπὼν ὅτι ἐθαυμάστωσεν, οὐχ ἵσταται μέχρι τούτων, ἀλλὰ καὶ ἕτερον εὐημερίας εἶδος λέγει. Ποῖον δὴ τοῦτο; Τὸ διηνεκῶς ἔχειν τὸν Θεὸν σύμμαχον καὶ

55

.

49

(50)

βοηθὸν, καὶ πανταχοῦ παριστάμενον. Οὐ γὰρ ἅπαξ τοῦτο ποιεῖ καὶ δὶς καὶ τρὶς, ἀλλὰ διηνεκῶς, φησὶν, ἐὰν αὐτὸν καλῶμεν· καὶ ὅρα πάλιν κἀνταῦθα τὸ τά‐ χος. Ὥσπερ γὰρ ἄνω ἔλεγεν, Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου·
55οὕτω καὶ ἐνταῦθα, Ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Πῶς οὖν οὐκ ἀκούονται πολλοὶ, φησί; Διὰ τὸ ἀσύμφορα αἰτεῖν. Ἐνταῦθα γὰρ τὸ μὴ ἀκουσθῆναι τοῦ ἀκουσθῆναι βέλτιον. Ὥστε κἂν ἀκουώμεθα, μὴ
60διὰ τοῦτο χαίρωμεν· ἀλλὰ καὶ ὅταν μὴ ἀκουώμεθα, καὶ διὰ τοῦτο δοξάζωμεν. Ἢ γὰρ ἀσύμφορα αἰτοῦν‐
τες οὐκ ἀκουόμεθα, καὶ τῷ μὴ λαβεῖν κερδαίνομεν·Column end

55

.

50

ἢ ῥᾳθύμως αἰτοῦμεν, καὶ τῇ μελλήσει τῆς δόσεως τὴν προσεδρίαν ἡμῖν ὁ Θεὸς σοφίζεται· καὶ τοῦτο δὲ οὐ μικρὸν κέρδος. Εἰ γὰρ ὑμεῖς, φησὶν, οἴδατε δό‐ ματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ
5μᾶλλον ὁ Θεὸς ἡμῶν, ἐπιστάμενος τὸ δοῦναι, καὶ τὸ πότε δοῦναι, καὶ τὸ τί δοῦναι. Ἐπεὶ καὶ Παῦλος ᾔτησε, καὶ οὐκ ἔλαβεν· ἀσύμφορον γὰρ ᾔτει· καὶ Μωϋσῆς, καὶ οὐδὲ ἐκείνῳ ἐπένευσεν ὁ Θεός. Μὴ τοί‐ νυν ἀποστῶμεν, ὅταν μὴ ἀκουώμεθα, μηδὲ ἀλύωμεν
10καὶ ναρκῶμεν, ἀλλ’ ἐπιμένωμεν τῇ προσεδρίᾳ καὶ τῇ αἰτήσει. Πάντα γὰρ συμφερόντως ὁ Θεὸς ἐργά‐ ζεται. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ὅπερ ἔμπροσθεν εἶπον, τοῦτο καὶ
15νῦν λέγω. Ἐπειδὴ γὰρ πρὸς θεογνωσίαν αὐτοὺς μέλ‐ λει χειραγωγεῖν, ἀπαλλάττει τὴν ψυχὴν τῶν νοσημά‐ των. Οἶδε γὰρ, ὅτι βίος διεφθαρμένος κώλυμα τῆς τῶν ὑψηλῶν δογμάτων ἀκριβείας γίνεται. Ὅπερ οὖν καὶ Παῦλος αἰνιττόμενος ἔλεγεν· Οὐκ ἠδυνήθην
20ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκι‐ κοῖς. Καὶ πάλιν· Ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Καὶ πάλιν· Περὶ οὗ πο‐ λὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, ἐπεὶ νω‐ θροί ἐστε τὴν ἀκοήν. Καὶ ὁ Ἡσαΐας πάλιν· Ζητεῖ
25με ὁ λαὸς οὗτος, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπι‐ θυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ μὴ ἐγκαταλελοιπώς. Καὶ Ὠσηέ· Σπεί‐ ρατε ἑαυτοῖς εἰς δικαιοσύνην, φωτίσατε φῶς γνώ‐ σεως. Καὶ ὁ Χριστὸς διδάσκων ἔλεγε· Πᾶς ὁ φαῦλα
30πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ πάλιν· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Καὶ πάλιν· Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς
35Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ πάλιν· Πολλοὶ δὲ ἐπίστευσαν εἰς αὐτὸν, καὶ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν. Καὶ πανταχοῦ ἴδοι τις ἂν τὸν διεφθαρμένον βίον πρὸς δογμάτων ἀκρίβειαν ἐμπόδιον γινόμενον. Ὥσπερ γὰρ λήμη τῇ
40τῶν ὀφθαλμῶν διειδεῖ κόρῃ προσιζάνουσα ἐπισκοτεῖ καὶ θολοῖ τὸ φωτίζον, οὕτω δὴ καὶ λογισμὸς ὑπὸ πο‐ νηρίας κατειλημμένος σκοτοῖ καὶ πηροῖ τὴν διάνοιαν. Διὸ καὶ ὁ Προφήτης τοῦτο εἰδὼς λέγει· Ὀργί‐ ζεσθε, καὶ μὴ ἁμαρτάνετε. Οὐ γὰρ τὴν ὀργὴν ἀναι‐
45ρεῖ, χρησίμη γάρ· οὐδὲ τὸν θυμὸν ἐκκόπτει, καὶ γὰρ ὠφέλιμος κατὰ τῶν ἀδικούντων γινόμενος καὶ κατὰ τῶν ῥᾳθύμων· ἀλλὰ τὴν ἄδικον ὀργὴν, τὸν ἄλογον θυμόν. Καὶ καθάπερ ὁ Μωϋσῆς εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, ἀπὸ τούτου πρῶτον τῆς νομοθεσίας τὴν ἀρχὴν ποιεῖται,

55

.

50

(50)

λέγων, Οὐ φονεύσεις, οὕτω δὴ καὶ οὗτος· ἀλλὰ καὶ πλεῖον οὗτος, ὅσῳ καὶ μᾶλλον τὰ τῆς εὐσεβείας γνω‐ ριμώτερα ἦν. Ὁ μὲν γὰρ τὸν φόνον ἐκκόπτει· οὗτος δὲ καὶ τὴν μητέρα τοῦ φόνου, τὴν ὀργὴν, καὶ τὴν ῥίζαν, καὶ τὴν πηγὴν οὖσαν τοῦ κακοῦ ἀναστέλλει.
55Διὸ καὶ ὁ Χριστὸς καταστέλλων τὴν ὀργὴν, ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πανταχοῦ
μέτρα. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ὀργι‐

55

.

51

ζόμενος εἰκῆ· ἔστι γὰρ καὶ δικαίως ὀργίζεσθαι· ἐπεὶ καὶ Παῦλος ὠργίσθη τῷ Ἐλύμᾳ, καὶ Πέτρος τῇ Σαπφείρᾳ. Ἀλλ’ οὐκ ἂν εἴποιμι τοῦτο ὀργὴν ἁπλῶς, ἀλλὰ φιλοσοφίαν, καὶ κηδεμονίαν, καὶ οἰκονομίαν.
5Ὀργίζεται καὶ πατὴρ υἱῷ, ἀλλὰ κηδόμενος. Ἐκεῖνός ἐστιν ὁ ὀργιζόμενος εἰκῆ, ὁ ἑαυτὸν ἐκδικῶν· ὁ δὲ τὰ ἑτέρων διορθῶν, οὗτος πάντων ἐστὶν ἡμερώτερος. Ἐπειδὴ καὶ ὁ Θεὸς, ἐπὰν λέγηται ὀργίζεσθαι, οὐχ ἑαυτῷ ἀμύνων ὀργίζεται, ἀλλ’ ἡμᾶς διορθούμενος.
10Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα. Τὸ μὲν γὰρ οὕτως ἐπεξιέναι, θεῖον· τὸ δὲ ἑτέρως, ἀνθρώπινον. Ἀλλ’ ὁ Θεὸς οὐ ταύτῃ ἡμῶν διέστηκε μόνον, ᾗ δι‐ καίως ὀργίζεται, ἀλλ’ ὅτι οὐδὲ πάθος περὶ Θεόν ἐστιν ἡ ὀργή. Μὴ τοίνυν μηδὲ ἡμεῖς ὀργιζώμεθα εἰκῆ.
15Καὶ γὰρ διὰ τοῦτο ἐνετέθη ἡμῖν ἡ ὀργὴ, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ’ ἵνα ἑτέρους ἁμαρτάνοντας κω‐ λύωμεν· οὐχ ἵνα πάθος καὶ νόσημα γένηται, ἀλλ’ ἵνα παθῶν φάρμακον. ηʹ. Ἐννόησον τοίνυν κακίας ὑπερβολὴν, ὅταν τὸ
20φάρμακον δηλητήριον γίνηται, ὅταν δι’ οὗ τὰ ἑτέρων τραύματα διορθοῦν χρὴ, διὰ τούτου τραύματα ἐργα‐ ζώμεθα· ὥσπερ ἂν εἴ τις σίδηρον λαβὼν, ἵνα τὰς ἑτέρων σηπεδόνας ἐκκόπτῃ, ἑαυτὸν εἰκῆ κατακόπτῃ, πανταχῇ τοῦ σώματος ἕλκη ποιῶν· ἢ κυβερνήτης ὢν
25διὰ τῶν οἰάκων καταδύῃ τὸ σκάφος, δι’ ὧν τῶν ἀτά‐ κτων πνευμάτων τὴν ῥύμην ἐκκόπτειν ἔδει. Τοιοῦτόν τι καὶ ἡ ὀργή ἐστιν, ὄργανον χρήσιμον, ἵνα τὸ ὑπνη‐ λὸν ἡμῶν διεγείρῃ, ἵνα τόνον ἐντιθῇ τῇ ψυχῇ, ἵνα σφοδροτέρους ἐργάζηται πρὸς τὰς ὑπὲρ τῶν ἀδικου‐
30μένων ἀγανακτήσεις, ἵνα τιμωροὺς ποιῇ τοῖς ἐπιβού‐ λοις. Διὰ δὴ τοῦτό φησιν, Ὀργίζεσθε, καὶ μὴ ἁμαρ‐ τάνετε. Εἰ δὲ μὴ ἦν δυνατὸν τοῦτο, οὐκ ἂν ἐπέταξε. Τὰ γὰρ ἀδύνατα οὐδεὶς ἐπιτάττει. Εἰσάγων τοίνυν νόμον ἀποστολικὸν, καὶ φιλοσοφίαν εὐαγγελικὴν, καὶ
35τὰ αὐτὰ εἰπὼν ἅπερ καὶ ὁ Χριστὸς, ἑτέραν προστί‐ θησι παραίνεσιν οὕτω λέγων· Ἃ λέγετε ἐν ταῖς καρ‐ δίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Τί ἐστι τὸ εἰρημένον; Δοκεῖ γὰρ ἀσαφὲς εἶναι. Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς
40ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ’ ἡμέ‐ ραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ῥάπτων, ἢ τὸν πλη‐
45σίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμέ‐ νας, ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέ‐ σον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαί‐ τει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν. Τοῦτο γάρ

55

.

51

(50)

ἐστι, τὸ, Κατανύγητε ἀντὶ τοῦ, Νύξατε, κεντήσατε ἅπερ εἴπατε ἐν ταῖς καρδίαις ὑμῶν μεθ’ ἡμέραν· τουτέστιν, Ἃ ἐλογίσασθε πονηρὰ βουλεύματα, ταῦτα ἐν ταῖς κοίταις ὑμῶν, ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης κολάζετε, τιμωρήσασθε· ὅταν μήτε φίλος ἐνοχλῇ,
55μήτε οἰκέτης παροξύνῃ, μήτε πραγμάτων ὄχλος ἐπείγῃ, τότε τῶν μεθ’ ἡμέραν βεβιωμένων ποιεῖσθε λόγον. Καὶ διὰ τί μὴ εἶπε ῥημάτων καὶ ἔργων, ἀλλ’ ἐνθυμημάτων πονηρῶν; Ἐκ περιουσίας τοῦτο παι‐ δεύων. Εἰ γὰρ τὰ πονηρὰ βουλεύματα δεῖ κολά‐
60ζειν, ὥστε μὴ εἰς ἔργον ἐξιέναι· πολλῷ μᾶλλον ὑπὲρ τῶν ἔργων καὶ τῶν ῥημάτων ἐπιστύφειν δεῖ τὴν ψυ‐ χήν. Τοῦτο καθ’ ἑκάστην γενέσθω τὴν ἡμέραν, καὶ
μὴ πρότερον καθυπνώσῃς, ἄνθρωπε, ἕως ἂν ἀναλο‐Column end

55

.

52

γίσῃ τὰ μεθ’ ἡμέραν σοι πεπλημμελημένα· καὶ πάν‐ τως ὀκνηρότερος ἔσῃ τῇ ἐπιούσῃ πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι. Καὶ ὅπερ ἐπὶ τῶν ἀργυρίων ποιεῖς, καὶ οὐκ ἀνέχῃ δύο παρελθεῖν ἡμέρας, καὶ μὴ θεῖναι πρὸς
5τὸν οἰκέτην λόγον, ὥστε μὴ σύγχυσιν γενέσθαι τῇ λήθῃ, τοῦτο καὶ ἐπὶ τῶν πράξεων ποίει καθ’ ἑκάστην ἡμέ‐ ραν· ἐν ἑσπέρᾳ λογοθέσιον ἀπαίτει τὴν ψυχὴν, καὶ καταδίκαζε τὸν ἡμαρτηκότα λογισμὸν, ἀνάρτησον ὡς ἐπὶ ξύλου, καὶ βασάνισον, καὶ παράγγελλε μηκέτι
10τοῖς αὐτοῖς ἐπιχειρεῖν. Εἶδες ἰατρείαν ἀρίστην, πῶς καὶ προφυλακτικοῖς καὶ διορθωτικοῖς κέχρηται φαρ‐ μάκοις; Τὸ μὲν γὰρ παραγγέλλειν μὴ περιπίπτειν εἰς ἁμαρτήματα, προφυλακτικοῦ φαρμάκου χώραν ἐπ‐ έχει· οἷον, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· τὸ δὲ,
15Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, διορθωτικοῦ. Μετὰ γὰρ τὸ ἁμαρ‐ τεῖν, πάλιν ἐπάγει φάρμακα, παρ’ αὐτοῦ τοῦ ἁμαρ‐ τόντος τὴν ἰατρείαν εἰσάγων. Ποιώμεθα τοίνυν τὴν ἰατρείαν ταύτην, οὐδεμίαν δυσκολίαν ἔχουσαν. Εἰ δὲ
20οὐκ ἀνέχεται ἡ ψυχὴ μεμνῆσθαι τῶν πλημμελημά‐ των, αἰσχυνομένη καὶ ἐρυθριῶσα, εἰπὲ πρὸς αὐτήν· Οὐδέν σοι κέρδος ἀπὸ τοῦ μὴ μνημονεύειν, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη. Ἐὰν γὰρ μὴ μνημονεύσῃ κατὰ σαυ‐ τὴν νῦν, τότε πρὸ τῶν ἁπάντων ὀφθαλμῶν κείσεταί
25σοι τὰ ἁμαρτήματα. Ἂν δὲ νῦν ἀναλογίσῃ ταῦτα, κἀκείνων ἀπαλλαγήσῃ ταχέως, καὶ ἑτέροις οὐ περι‐ πεσῇ ῥᾳδίως. Ἡ γὰρ ψυχὴ δεδοικυῖα τὴν ἑσπερινὴν δίκην, μὴ πάλιν ὑπὸ τὴν αὐτὴν ἁλῷ ψῆφον, καὶ κα‐ τατείνηται καὶ μαστιχθῇ, ὀκνηροτέρα γίνεται περὶ
30τὴν ἁμαρτίαν· καὶ τοσοῦτον τὸ κέρδος τοῦ πράγμα‐ τός ἐστιν, ὅτι μῆνα μόνον ἂν συνεχῶς αὐτὸ ποιήσω‐ μεν, ἐν ἕξει λοιπὸν ἀρετῆς ἑαυτοὺς καταστήσομεν. Μὴ δὴ περιίδωμεν τοσοῦτον καλόν. Ὁ γὰρ τοῦτο ἐνταῦθα καθίσας τὸ δικαστήριον, οὐ δώσει πικρὰς
35εὐθύνας ἐκεῖ. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευό‐ μεθα, φησὶν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶ‐ μεν. Ἵν’ οὖν μὴ κατακριθῶμεν, τοῦτο ἐργαζώμεθα. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ
40Κύριον. Εἶδες ἀκολουθίαν συμβουλῆς ἀρίστης; εἶδες παραίνεσιν ἀπηρτισμένην; Κατανύξας γὰρ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ ποιήσας ὀκνηροτέρους πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι πάλιν, καὶ τὸ δικαστήριον ἀνα‐ στήσας τὸ ἀδέκαστον, καὶ τῶν βεβιωμένων εὐθύνας
45ἀπαιτήσας, οὕτως ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἄγει. Οὐδὲ γὰρ ἀρκεῖ μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν. Διὸ καὶ προϊὼν παραινεῖ λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Καὶ γὰρ ἡ ἀργία τῆς ἀρετῆς κό‐

55

.

52

(50)

λασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ κἀκεῖνοι οἱ πεινῶντα μὴ θρέψαντες, μηδὲ διψῶντα ποτίσαντες, μηδὲ γυμνὸν περιβαλόντες, οὐχ ἥρπασαν, οὐκ ἐπλεονέκτησαν, οὐ τὰ ἀλλότρια ἔλαβον· ἀλλ’ ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο,
55διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται κολάσει, καὶ τιμωρίᾳ πέρας οὐκ ἐχούσῃ. Ὅθεν μανθάνομεν, ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ
ἐργασία.

55

.

53

θʹ. Διά τοι τοῦτο καὶ ὁ Προφήτης ἀπαγαγὼν τῆς πο‐ νηρίας διὰ τῆς κατανύξεως, καὶ ποιήσας ἐπιτηδειότε‐ ρον πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ τὸ σκληρὸν τῆς διανοίας καταμαλάξας, ἁπαλήν τε αὐτὴν ἀπὸ τῆς
5κατανύξεως ἐργασάμενος, τὸν περὶ δικαιοσύνης εἰσ‐ άγει λόγον, καί φησι· Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Τί ἐστι, Θύσατε θυσίαν δικαιοσύνης; Δικαιοσύνην μετέρχεσθε, δικαιοσύνην προσφέρετε· τοῦτο μέγιστον τῷ Θεῷ δῶρον, αὕτη
10θυσία δεκτὴ, αὕτη προσφορὰ πολλὴν ἔχουσα τὴν ἀρέ‐ σκειαν, οὐ τὸ πρόβατα θύειν καὶ μόσχους, ἀλλὰ τὸ δίκαια πράττειν. Ὁρᾷς τῆς Ἐκκλησίας τὴν πολιτείαν ἄνωθεν προδιαγραφομένην, καὶ ἀντὶ τῶν αἰσθητῶν ἐκείνων τὰ νοητὰ ζητούμενα. Δικαιοσύνην δὲ ἐν‐
15ταῦθα, καθάπερ ἔμπροσθεν εἶπον, οὐ τὴν μερικὴν ἀρετήν φησιν, ἀλλὰ τὴν καθόλου· καθὸ καὶ δίκαιον ἄνθρωπον καλοῦμεν τὸν ἅπασαν ἐν ἑαυτῷ ἔχοντα τὴν ἀρετήν. Αὕτη ἡ θυσία οὐ χρημάτων δεῖται, οὐ μα‐ χαίρας, οὐ θυσιαστηρίου, οὐ πυρός· οὐκ εἰς καπνὸν
20διαλύεται καὶ τέφραν καὶ κνίσσαν, ἀλλ’ ἀρκεῖται τῇ γνώμῃ τοῦ προσάγοντος αὐτήν. Ταύτῃ οὔτε πενία κώλυμα γίνεται, οὔτε πτωχεία ἐμπόδιον, οὐ τόπος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ’ ὅπου περ ἂν ᾖς, θύειν αὐτὴν δυνήσῃ, αὐτὸς καὶ ἱερεὺς, καὶ θυσιαστή‐
25ριον, καὶ μάχαιρα, καὶ ἱερεῖον γινόμενος. Τοιαῦτα γὰρ τὰ νοερὰ καὶ πνευματικά· πλείονα ἔχει τὴν εὐκο‐ λίαν, οὐδεμιᾶς δεόμενα τῆς ἔξωθεν ἐργωδίας. Καὶ ἐλπίσατε ἐπὶ Κύριον. Ἕτερός φησι· Καὶ πεποίθετε τῷ Κυρίῳ. Ὁ γὰρ διὰ τῆς δικαίας πολιτείας ἵλεων
30αὐτὸν κτησάμενος καὶ εὐμενῆ, μεγίστην ἔχει συμμα‐ χίαν, ἀχείρωτον τὴν βοήθειαν, πολλὴν ἐκεῖθεν τὴν ῥοπήν. Εἶδες τῆς θυσίας τὸν καρπὸν παρὰ θύραις ὄντα; εἶδες εὐθέως βλαστάνοντο ἀθρόον τῶν ἀγαθῶν τὸν θησαυρόν; Ὁ γὰρ τὸν Θεὸν ἔχων σύμμαχον, τίνα
35φοβηθήσεται λοιπόν; Οὐδένα. Καὶ τοῦτο δὲ οὐ μικρὰ ἀρετὴ, τὸ ἐπ’ αὐτῷ θαῤῥεῖν, καὶ ἐπ’ αὐτῷ πεποιθέ‐ ναι. Μετὰ δὲ τῆς δικαιοσύνης καὶ ταύτην ἡμᾶς ἀπαι‐ τεῖ τὴν ἀρετὴν, τὸ ἐπ’ αὐτῷ πεποιθέναι, τὸ ἐπ’ αὐτῷ ἐλπίζειν, τὸ μηδενὶ τῶν βιωτικῶν θαῤῥεῖν, ἀλλὰ πάν‐
40των ἑαυτὸν ἀποστήσαντα, ἐκεῖ προσηλοῦν τὴν διά‐ νοιαν. Τὰ μὲν γὰρ τοῦ παρόντος βίου πράγματα ὀνεί‐ ρασιν ἔοικε καὶ σκιαῖς, καὶ τούτων ἐστὶν ἀδρανέστερα, ὁμοῦ τε φαινόμενα καὶ ἀφιπτάμενα, καὶ ἐν αὐτῷ τῷ παρεῖναι πολλοὺς ἐμποιοῦντα τοὺς θυρύβους τοῖς
45ἔχουσιν· ἡ δὲ ἐπὶ Θεὸν ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα τὸν αὐτῇ μετὰ ἀκρι‐ βείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον. Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐση‐

55

.

53

(50)

μειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύ‐ ριε. Ἀπαρτίσας τὴν περὶ τῶν ἠθῶν παραίνεσιν, καὶ τῇ θεογνωσίᾳ προσαγαγὼν, καὶ πάντα κινήσας τρό‐ πον τὸν δυνάμενον διαναστῆσαι τῶν πεπλανημένων τὴν διάνοιαν, καὶ μάλιστα ἀπὸ τῶν ἀνακειμένων αὐτῷ
55καὶ τῆς εἰς αὐτοὺς προνοίας δείξας αὐτοῦ τὴν κηδε‐ μονίαν, ἀντίθεσίν τινα παρὰ τῶν ἀσθενεστέρων καὶ παχυτέρων εἰσαγομένην τίθησι καὶ λέγει· Πολλοὶ λέ‐ γουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐχ οἱ ὀλίγοι, οἱ γνήσιοι καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες ταῦτα λέ‐
60γουσιν, ἀλλὰ τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸColumn end

55

.

54

ἀνοίᾳ προσηλωμένον. Τί δέ ἐστιν ὅ φησι; Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Εἰσί τινες οἱ λέγοντες, οἱ μὲν τοῦ Θεοῦ διαβάλλοντες τὴν πρόνοιαν, οἱ δὲ ἡδονῆς ὄντες ἐρασταὶ, ἀνέσεως καὶ πλούτου, δόξης καὶ δυναστείας,
5οἳ καὶ ἐρῶντες αὐτῶν τοιαῦτά φασι· Ποῦ τὰ ἀγαθὰ τοῦ Θεοῦ; Ἐγὼ ἐν πτωχείᾳ, καὶ νόσῳ, καὶ ταλαιπω‐ ρίᾳ, καὶ τοῖς ἐσχάτοις δεινοῖς, καὶ ἐπηρείαις, καὶ συ‐ κοφαντίαις· ἕτερος δὲ ἐν εὐημερίᾳ, καὶ τρυφῇ, καὶ δυναστείᾳ, καὶ δόξῃ, καὶ πλούτῳ. Καὶ οἱ μὲν ταῦτα
10μόνον ζητοῦσι τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθὰ παρατρέ‐ χοντες, ἀρετὴν λέγω καὶ φιλοσοφίαν· οἱ δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἐντεῦθεν διαβάλλουσι, λέγοντες· Ποῦ ἡ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ γινομένης, καὶ τῶν
15πλειόνων ἐν πτωχείᾳ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις ὄν‐ των κακοῖς; τί τεκμήριον αὐτοῦ τῆς κηδεμονίας; Ταὐτὸν γὰρ ποιοῦσιν οἱ ταῦτα λέγοντες, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ καὶ καθαρᾷ τὸν ἥλιον ἰδεῖν ἐπιζητοίη, καὶ ἀμφιβάλλοι περὶ τοῦ φωτός. Ὅπερ
20δεικνὺς ὁ Προφήτης, καὶ ταχίστην ἐπάγων τὴν λύσιν, ἔλεγεν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσ‐ ώπου σου, Κύριε. Οὐκ εἶπεν, ἐφάνη· οὐκ εἶπεν, ἔλαμ‐ ψεν, ἀλλ’, Ἐσημειώθη, δηλῶν ὅτι ὥσπερ τὸ ἐν μετ‐ ώπῳ σεσημειωμένον πᾶσι κατάδηλόν ἐστι, καὶ οὐκ
25ἔστιν οὐδένα αὐτὸ λαθεῖν, οὐδὲ ὄψιν φωτὸς γέμουσαν καὶ ἀφιεῖσαν ἀκτῖνας δύναταί τις ἀγνοῆσαι· οὕτω, φησὶν, οὐδὲ τὴν πρόνοιαν τὴν σήν. Ὥσπερ γὰρ φῶς σεσημειωμένον, τουτέστιν, ἐντετυπωμένον καὶ ἐγκε‐ χαραγμένον ἐν προσώπῳ, πᾶσίν ἐστι κατάδηλον· οὕτω
30καὶ ἡ πρόνοια τῆς φιλανθρωπίας τῆς σῆς. Φῶς γὰρ ἐνταῦθα τὴν ἀντίληψίν φησι, τὴν κηδεμονίαν, τὴν συμμαχίαν, τὴν πρόνοιαν. Εἶτα ἀποφηνάμενος τοῦτο, καὶ ἀπόδειξιν ἐπάγει. Ποίαν δὴ ταύτην; Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Διαβαλὼν τὸ
35ἀλόγιστον πλῆθος, ἀπὸ τῶν νοῦν ἐχόντων καὶ ὑγιαι‐ νόντων τὴν ἀπόδειξιν ποιεῖται τῆς τοῦ Θεοῦ προνοίας, καί φησιν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· τουτέστι, Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ μέ‐
40νοντα· χρησταῖς ἐμετεώρησας ἐλπίσι, πρὸς τὴν μέλλουσαν ζωὴν ἐχειραγώγησας· πρὸ τῆς ἀπολαύ‐ σεως τῶν ἀγαθῶν τῇ προσδοκίᾳ τῶν ἀγαθῶν ἀνεπτέ‐ ρωσας. Καλῶς οὕτως εἶπεν. ιʹ. Εἰ γὰρ κληρονομεῖν τις μέλλων χρήματα, ἢ καὶ
45εἰς ἀρχὴν ἰέναι μεγίστην, οὐ κατὰ τὸν καιρὸν τῆς ἀπολαύσεως μόνον, ἀλλὰ καὶ πρὸ τῆς πείρας ὀρθοῦται τῇ προσδοκίᾳ, πάντα τὸν χρόνον τρυφῶν ὑπὸ τῆς ἐλπίδος· ἐννόησον οἷον εἰκὸς εἶναι τὸν τὴν βασι‐ λείαν προσδοκῶντα ζῶσαν καὶ ἀθάνατον, καὶ τὰ ἀγαθὰ

55

.

54

(50)

ἐκεῖνα, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Διὰ τοῦτό φησιν· Ἔδω‐ κας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ὅπερ με‐ γίστης προνοίας ἦν, τότε ἑτοιμάσαι ἐκεῖνα καὶ εὐτρε‐ πίσαι. Εἰ δὲ οἱ παχύτεροι, καὶ σὰρξ ὄντες, καὶ τῇ γῇ
55προσηλωμένοι, τούτοις οὐ προσέχουσιν, οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἡ ταραχὴ καὶ ὁ θόρυβος γίνεται. Καὶ οὐκ εἶπεν ἁπλῶς,
Ἔδωκας εὐφροσύνην, ἀλλ’, Εἰς τὴν καρδίαν μου,

55

.

55

δεικνὺς ὅτι οὐκ ἐν τοῖς ἔξωθεν ἡ εὐφροσύνη, οὔτε ἐν ἀνδραπόδοις, οὔτε ἐν χρυσῷ καὶ ἀργύρῳ, οὐκ ἐν ἱματίοις. οὐκ ἐν τραπέζῃ πληθούσῃ, οὔτε ἐν δυνα‐ στείας μεγέθει, οὔτε ἐν οἰκίας μέτρῳ. Αὕτη γὰρ ἡ
5εὐφροσύνη οὐ καρδίας, ἀλλ’ ὀφθαλμῶν μόνων. Πολλοὶ γοῦν τῶν ταῦτα κεκτημένων ἀβίωτον τὸν βίον εἶναι νομίζουσι, καὶ κάμινον ἀθυμίας ἐν τῇ ψυχῇ περιφέ‐ ρουσιν, ὑπὸ τοῦ πλήθους τῶν φροντίδων περιαντλού‐ μενοι, καὶ τοῖς συνεχέσι πιεζόμενοι φόβοις. Ἀλλ’
10ἐμοὶ, φησὶν, οὐκ ἐν τούτοις ἡ εὐφροσύνη, ἀλλ’ ἐν τῇ καρδίᾳ τῇ νοερᾷ, ἐν τῇ διανοίᾳ τῇ ἀσωμάτῳ, καὶ τὰ ἀσώματα φανταζομένῃ. Ὥστε εἰ τὰ παρόντα σε εὐ‐ φραίνει, καὶ ἀπὸ τούτων τὴν πρόνοιαν μανθάνεις τοῦ Θεοῦ· πολλῷ μᾶλλον ἀπὸ τῶν μελλόντων κατα‐
15μάνθανε, ὅσῳ καὶ ἀμείνω ἐκεῖνα, καὶ μονιμώτερα, καὶ ἀναφαίρετα. Εἰ γὰρ τὸ ἐν πλούτῳ σε εἶναι καὶ εὐημερίᾳ πείθει εἶναι τοῦ Θεοῦ τὴν πρόνοιαν· πολλῷ μᾶλλον τὸ ἐν οὐρανῷ πλουτεῖν εἰς ταύτην σε ἐναγέτω τὴν πειθώ. Εἰ δὲ λέγοις, Καὶ τίνος ἕνεκεν ἐν ἐλπίσι
20ταῦτα ἀπόκειται καὶ ἔστιν ἀφανῆ; ἐκεῖνο ἂν εἴ‐ ποιμι, ὅτι μάλιστα μὲν ἡμεῖς οἱ πιστοὶ τῶν φανερῶν τούτων φανερώτερα εἶναι νομίζομεν τὰ ἐν ἐλπίσι· τοιαύτη γὰρ τῆς πίστεως ἡ πληροφορία. Εἰ δὲ λέγοις πάλιν, Τίνος ἕνεκεν ἐνταῦθα οὐκ ἀπολαμβάνομεν τὰς
25ἀμοιβάς; ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὗτος μὲν ὁ τῶν σκαμμάτων καιρὸς καὶ τῶν ἀγώνων, ἐκεῖνος δὲ τῶν στεφάνων καὶ τῶν βραβείων. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ τοὺς μὲν πόνους καὶ τοὺς ἱδρῶτας τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ συγ‐
30κληρῶσαι βίῳ, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους τῷ ἀθανάτῳ καὶ ἀγήρῳ παρεκτεῖναι αἰῶνι. Ἄλλως δὲ καὶ ἡνίκα μὲν ἀσθενέστερον οἱ πολλοὶ διέκειντο, καὶ τὰ αἰσθητὰ ταῦτα ἔδωκεν αὐτοῖς ἀγαθά. Τῶν γοῦν Ἰουδαίων τὸν δῆμον διὰ τοιαύτης ἦγε πολιτείας. Καὶ
35γὰρ πλοῦτος αὐτοῖς ἐπέῤῥει, καὶ πρὸς γῆρας ἐξετεί‐ νετο ἡ ζωὴ, καὶ πᾶν νόσημα ἐκποδὼν ἦν· καὶ πολε‐ μίων ἀναίρεσις, καὶ εἰρήνη βαθεῖα, καὶ τρόπαια καὶ νῖκαι, καὶ εὐπαιδία καὶ πολυπαιδία πειθομένοις τῷ Θεῷ, καὶ πάντα τὰ τοιαῦτα προσῆν. Ἐπειδὴ δὲ παρ‐
40εγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς τὸν οὐ‐ ρανὸν ἡμᾶς καλῶν, καὶ τῶν ἐνταῦθα πείθων καταφρο‐ νεῖν, καὶ τὸν ἐκείνων ἔρωτα ἐναποτιθέμενος, καὶ ἀποσχίζων ἡμᾶς τῶν βιωτικῶν· εἰκότως ταῦτα συνέσταλται, ἐν δὲ ἐκείνοις ἅπας ὁ πλοῦτος, ἅτε τε‐
45λείων ἡμῶν γενομένων. Ἐπεὶ καὶ ἐπὶ τῶν παιδίων, τοῖς μὲν μικροτέροις ἔτι τοιαῦτα οἱ πατέρες παρέχου‐ σιν, ὑποδήματα καὶ ἱμάτια, καὶ χρυσία, καὶ ψέλλια· ἐπειδὰν δὲ αὐξηθῶσι, ταῦτα ἀφελόντες αὐτῶν, ἕτερα μείζονα διδόασι, τὴν ἐπὶ τοῦ βήματος εὐδοκίμησιν,

55

.

55

(50)

τὴν ἐν τῇ πόλει λαμπρότητα, τὴν ἐν ταῖς βασιλικαῖς αὐλαῖς παῤῥησίαν, ἀρχὰς καὶ δυναστείας, πάσης αὐ‐ τοὺς ἀπάγοντες τῆς παιδικῆς φιλοτιμίας. Οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε· τῶν μικρῶν ἐκείνων καὶ παιδικῶν ἡμᾶς ἀπάγων, τὰ ἀπὸ τῶν οὐρανῶν ἐπηγγείλατο.
55Οὐκοῦν μὴ πρὸς ταῦτα ἐπτόησο τὰ ῥέοντα καὶ παρα‐ τρέχοντα, μηδὲ μικροψύχει. Οὐδὲ τούτων ἄμοιρόν σε ἀφῆκεν. Ἐπειδὴ γὰρ τοὺς σάρκα περικειμένους, καὶ σώματι συστρεφομένους, οὐδὲ τούτων ἐκτὸς εἶναι ἔδει, καὶ ταῦτα πλουσίως ἡμῖν χορηγεῖ. Διὰ δὴ τοῦτο
60καὶ ὁ Προφήτης κινήσας τῆς προνοίας ἐκεῖνο τὸ εἶδοςColumn end

55

.

56

τὸ ὑψηλὸν καὶ φιλόσοφον, καὶ εἰπὼν, Ἔδωκας εὐ‐ φροσύνην εἰς τὴν καρδίαν μου, ἐπάγει καὶ τοῦτο, λέγων· Ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Τοῦτο δὲ εἰπὼν οὐ μικρὸν
5μέρος αὐτοῦ τῆς προνοίας ἐντεῦθεν κινεῖ, τῆς καὶ ἐν τοῖς ὁρωμένοις φαινομένης. Ὅταν γὰρ εἴπῃ, σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ τὴν ἐν τούτοις ἀφθονίαν, καὶ ὑετοὺς λέγει, καὶ ὡρῶν εὐκρασίαν, καὶ γῆς λα‐ γόνας, καὶ ὠδῖνας, καὶ τόκον, καὶ ἀέρος χύσιν, καὶ
10ἡλίου δρόμον, καὶ σελήνης περιόδους, καὶ ἄστρων χο‐ ρείαν, καὶ θέρος, καὶ χειμῶνα, καὶ μετόπωρον, καὶ ἔαρ, καὶ γεωργικὴν τέχνην, καὶ ὀργάνων ἐπιτηδειότητα, καὶ ἑτέρων τεχνῶν ἐσμόν. Ἂν μὴ γὰρ ταῦτα ἅπαντα συνδράμῃ, οὐχ οἷόν τε τοὺς καρποὺς τελεσφορηθῆναι,
15οὔτε εἰς ἀκμὴν ἐλθεῖν. Ὅταν οὖν εἴπῃ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, δίδωσι τῷ σοφῷ ἀφορμὴν καὶ ἀπὸ μέρους τὸ πᾶν νοεῖν, πέλαγος ἀναπετάσας τῆς ἐν τοῖς αἰσθητοῖς φαινομένης τοῦ Θεοῦ προνοίας ιαʹ. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος δημηγορῶν που, καὶ
20περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, ἐντεῦθεν ἐκί‐ νει τὸν λόγον, λέγων· Διδοὺς ὑετοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ἐπειδὴ δὲ ἀπέριττός ἐστιν ὁ Προφήτης, παρεὶς ἅπαντα τὰ ἄλλα εἰπεῖν, ὀπώρας,
25ἀκρόδρυα, γένη φυτῶν, γένη σπερμάτων, γένη βο‐ τανῶν, λειμώνων, ἀνθῶν, παραδείσων, καὶ ὅσα ἄλλα ἐστὶ, τὰ συνεκτικὰ τίθησι, τὰ καὶ πρὸς τὴν ζωὴν ἡμῖν ἀναγκαῖα, ἀπὸ τούτων κἀκεῖνα ποιῶν κατάδηλα. Ἅπερ οὐδὲ ἁπλῶς ἡμῖν δίδωσιν, ἀλλὰ μετὰ πλήθους,
30καὶ καθ’ ἕκαστον ἐνιαυτόν. Εἰ δέ ποτε καὶ συστέλλει, καὶ ἐν τούτῳ πάλιν τὴν πρόνοιαν ἑαυτοῦ δείκνυσιν, ἀφυπνίζων τὴν ῥᾳθυμίαν τῶν πολλῶν, καὶ διεγείρων αὐτοὺς πρὸς τὸ ἐπιζητῆσαι παρ’ αὐτοῦ ταῦτα τὰ ἀγαθά. Εἰ δέ τινες λέγοιεν, ὅτι οὐ τοῦ Θεοῦ τὸ διδόναι ὑετὸν,
35ἀλλὰ τῶν εἰδώλων· ἐρώμεθα αὐτοὺς, πόθεν τοῦτο δῆλον; Ὅτι οἱ ποιηταὶ, φησὶν, εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων. Ἀλλ’ οὗτοι αὐτοὶ εἰρήκασιν, ὅτι καὶ μοι‐ χός ἐστι, καὶ παίδων φθορεὺς, καὶ πατραλοίας, καὶ ἕτερα τούτων οὐκ ἐλάττονα ἐγκλήματα. Ἀλλ’ οὐκ
40ἔστι, φησὶν, ἀληθῆ. Οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ τοῦτο δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ τοῦτο μετ’ ἐκείνων. Ἡμεῖς γὰρ, ἐπει‐ δὰν παρεχώμεθα μάρτυρας τῆς τοῦ Θεοῦ δυνάμεως, πάντα τὰ ὑπ’ αὐτῶν λεγόμενα περὶ αὐτοῦ δεχόμεθα.
45Οὐκοῦν ἀνάγκη σε καὶ μοιχὸν αὐτὸν καταδέξασθαι, καὶ τὰ ἄλλα πάντα ὑπ’ αὐτῶν λεγόμενα περὶ αὐ‐ τοῦ, καὶ ἐκ τούτου μανθάνειν, ὅτι πόῤῥω θείας δυνά‐ μεως τὰ τοιαῦτα ἐγκλήματα, καὶ οὐκ ἂν εἴη θεὸς ὁ τοιοῦτος. Ἀλλ’ ὁ μῦθος αὐτὸς ἑαυτῷ περιπίπτει, καὶ

55

.

56

(50)

τὸ ψεῦδος ὑφ’ ἑαυτοῦ ἐλέγχεται, καὶ μὴ βουλομένων ὑμῶν τοῦτο καταδέξασθαι, καὶ καθόλου τοὺς ποιητὰς ἐκβάλλει. Ὅτι δὲ ἐκβληθέντων ἐκείνων, πάντα οἰχή‐ σεται τὰ ὑμέτερα, δῆλον. Καὶ γὰρ τὰ ὀνόματα αὐτῶν ἐκεῖνοι εὑρήκασι, καὶ ἐπέθηκαν· ὃ καί τις
55τῶν παρ’ ὑμῖν φιλοσόφων εἴρηκεν. Εἰ δὲ ἀφεὶς ἐκεί‐

55

.

57

νους, ἐπὶ τὰς ἀλληγορίας δράμοις, ἐκεῖνό σε ἐρή‐ σομαι· τί ποτέ ἐστιν ὁ Ζεύς; Ἡ ζέουσα, φησὶν, οὐ‐ σία καὶ τὸ ὑπὲρ τὸν ἀέρα μέρος, καὶ ὃ αἰθέρα κα‐ λοῦσι, παρὰ τὸ ζέον καὶ καῖον. Οὐκοῦν οὐκ ἔστι
5λογική τις οὐσία καὶ διακριτικὴ, ἀλλ’ ἄλογος. Ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις οὔτε λόγον ἔχει, οὔτε λογι‐ σμὸν, παντί που δῆλόν ἐστι, καὶ πᾶς τοῦτο οἶδε, κἂν λίθων ἀναισθητότερός τις ᾖ. Ὥστε ἀνῄρηται τέως ὁ Ζεὺς, καὶ ἡ οὐσία αὐτοῦ ἠφάνισται. Εἰ γὰρ ἀήρ ἐστιν
10ὁ Ζεὺς, ὁ δὲ ἀὴρ τοῦτό ἐστιν, ὅπερ εἰρήκαμεν, κἀν‐ τεῦθεν ὁ μῦθος οἰχήσεται. Εἰ δὲ ἀὴρ, οὔτε πατὴρ ἐγέ‐ νετό τινος, οὔτε ἔτεκέ τινα οὐσίαν, οἵαν ἀναπλάττουσι τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσι, καὶ υἱὸν αὐτοῦ λέγουσιν εἶναι· οὔτε γὰρ ἥλιος λογισμόν τινα ἔχει,
15οὔτε διάνοιαν καὶ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστιν ἔργον, ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ παρὰ τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός. Ἄλλως δὲ οὐδὲ τὸ ὕειν τοῦ αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ τῶν ὑδάτων τῶν ὑπὲρ
20τὸν οὐρανὸν ἄνωθεν φερομένων, καθάπερ οἱ προφῆταί φασιν. Εἰ δὲ ἀπιστεῖς τοῖς προφήταις, σημεῖα φανερὰ καὶ δῆλα παρεχόμεθα, ἃ μάλιστα δείκνυσιν αὐτοὺς θεοπνεύστους γενομένους, καὶ οὐδὲν οἴκοθεν διαλε‐ χθέντας ἡμῖν, ἀλλ’ ἀπὸ τῆς θείας ἐκείνης καὶ ὑπερ‐
25ουρανίου χάριτος ἐμπνευσθέντας. Πάντα γὰρ τὰ ὑπ’ αὐτῶν εἰρημένα τέλος ἔχει, καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν ἐξέβη, ἄν τε τὰ παλαιὰ, ἄν τε τὰ καινὰ βούλει μεταχειρίζειν. Τά τε γὰρ περὶ Ἰου‐ δαίων εἰρημένα τοῖς προφήταις ἅπαντα τέλος ἔλαβεν,
30ὧν καὶ ἡ ἔκβασις ἅπασι. δήλη γέγονε· τά τε περὶ τοῦ Χριστοῦ ἐν τῇ Καινῇ, ἃ μάλιστα δείκνυσι θείαν ἑκατέραν οὖσαν τὴν Γραφήν. Εἰ δὲ θεία, καὶ τὰ ἐν αὐτῇ περὶ Θεοῦ εἰρημένα ἀληθῆ πάντα. Μὴ τοίνυν ἀμφίβαλλε περὶ τῆς τοῦ Θεοῦ προνοίας, ἀλλὰ
35θαύμαζε αὐτοῦ τὴν κηδεμονίαν, ὅτι καίτοι πονηρῶν ὄντων καὶ ἀγαθῶν, τὴν οἰκουμένην καὶ τὸν ἥλιον πᾶ‐ σιν ἀνῆκε, καὶ τοὺς ὑετοὺς δίδωσιν. Εἰ δέ τινας ἀφίη‐ σιν εἶναι ἐν πτωχείᾳ καὶ πενίᾳ, διορθῶν αὐτῶν τὴν ψυχὴν ἀφίησι, φιλοσοφωτέραν τὴν γνώμην ἐργαζό‐
40μενος. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι ὁ μὲν πλοῦτος τοῖς μὴ προσέχουσι πονηρίας ἐστὶν ὑπηρέτης· ἡ δὲ πενία φιλοσοφίας ἐστὶ μήτηρ· καὶ ταῦτα δείκνυσι καθ’ ἑκά‐ στην ἡμέραν τὰ πράγματα. Πόσοι τῶν πενήτων τῶν πλουτούντων εἰσὶ συνετώτεροί τε καὶ φιλοσοφώτεροι,
45καὶ τὰ σώματα ὑγιεινότεροι, πενίας αὐτοῖς καὶ τὴν σάρκα καὶ τὴν ψυχὴν διορθουμένης; Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύ‐ ριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ἰδοὺ καὶ ἄλλο προνοίας εἶδος οὐ μικρὸν, τὸ εἰρήνης ἀπο‐

55

.

57

(50)

λαύειν τοὺς ἀνακειμένους Θεῷ. Εἰρήνη γὰρ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οὐδὲν γὰρ οὕτως εἰρήνην ποιεῖν εἴωθεν, ὡς ἡ τοῦ Θεοῦ γνῶσις, καὶ ἡ τῆς ἀρετῆς κτῆσις, τὸν ἔνδοθεν τῶν παθῶν ἐξοικίζουσα πόλεμον, καὶ οὐκ
55ἀφιεῖσα αὐτὸν πρὸς ἑαυτὸν διαστασιάζειν τὸν ἄνθρω‐ πον. Ὡς εἴγε μὴ ταύτης ἀπολαύοι τῆς εἰρήνης, κἂν
ἐν βαθυτάτῃ εἰρήνῃ ᾖ ἔξωθεν, κἂν μηδεὶς πολέμιοςColumn end

55

.

58

αὐτὸν βάλλῃ, τῶν ὑπὸ τῆς οἰκουμένης πολεμουμένων πάντων ἐστὶν ἀθλιώτερος. ιβʹ. Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομά‐ ται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολε‐
5μεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια. Καὶ εἰκότως· ἐκεῖνος μὲν γὰρ ἔξωθεν ὁ πόλεμος, αὕτη δὲ ἔνδον ἐστὶν ἡ μάχη. Ὅτι δὲ τὰ
10ἔνδοθεν τικτόμενα τῶν ἔξωθεν προσβαλλόντων ἐστὶ χαλεπώτερα, καὶ μᾶλλον διαφθείρειν εἴωθε, τοῦτο ἐπὶ πάντων ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ ξύλου φύσιν σκώληξ ἔνδον τικτόμενος μᾶλλον διαφθείρει, καὶ σώ‐ ματος δύναμιν καὶ ὑγείαν τῶν ἔξωθεν φυομένων τὰ
15ἔνδοθεν βλαστάνοντα νοσήματα μειζόνως λυμαίνεται· καὶ πόλεις οὐχ οὕτως οἱ ἔξωθεν πολέμιοι, ὡς οἱ ἐμ‐ φύλιοι καταλύουσιν· οὕτω δὴ καὶ ψυχὴν οὐχ οὕτω τὰ ἔξωθεν προσιόντα μηχανήματα, ὡς τὰ ἔνδοθεν τικτό‐ μενα νοσήματα λυμαίνεσθαι πέφυκεν. Ἀλλ’ ἐάν τις
20τὸν φόβον τοῦ Θεοῦ ἔχων, μετὰ ἀκριβείας τοῦτον καταλύσῃ τὸν πόλεμον, καὶ κοιμήσῃ τὰ πάθη, καὶ τὰ θηρία τὰ ποικίλα ἐκεῖνα τῶν ἀτόπων λογισμῶν ἀπο‐ πνίξας, μὴ ἐμφωλεύειν παρασκευάσῃ, οὗτος καθαρω‐ τάτης καὶ βαθυτάτης ἀπολαύσεται εἰρήνης. Ταύτην
25τὴν εἰρήνην ἐλθὼν ὁ Χριστὸς ἐχαρίσατο· ταύτην καὶ ὁ Παῦλος τοῖς πιστοῖς ἐπηύχετο, καθ’ ἑκάστην ἐπι‐ στολὴν λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν· ὁ γὰρ τὴν εἰρήνην ταύτην ἔχων, οὐ μόνον βάρβαρον καὶ πολέμιον, ἀλλ’ οὐδὲ αὐτὸν τὸν
30διάβολον δέδοικεν· ἀλλὰ πάσης τῆς τῶν δαιμό‐ νων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥω‐ στίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν
35ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖ‐ ναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές· ἔστω τις βάσκανος, καὶ μηδεὶς αὐτῷ πολεμείτω· τί τὸ ὄφελος; Αὐτὸς γὰρ ἑαυτῷ πολεμεῖ, παντὸς ξίφους
40ὀξυτέρους καθ’ ἑαυτοῦ θήγων λογισμοὺς, πᾶσι τοῖς ὁρωμένοις προσπταίων, καὶ καθ’ ἕκαστον τῶν ἐντυγ‐ χανόντων ἀνθρώπων τιτρώσκων ἑαυτὸν, καὶ πρὸς οὐδένα ἡδέως ἔχων, ἀλλὰ κοινοὺς πολεμίους πάντας ὁρῶν. Τί οὖν ὄφελος τῆς ἔξωθεν εἰρήνης τούτῳ, ὅταν
45αὐτὸς λυσσῶν καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων πό‐ λεμον, καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν ὁμογενῶν εὐδο‐ κιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα; Πάλιν ἕτερος

55

.

58

(50)

ὑπὸ χρημάτων ἐπιθυμίας κατεχόμενος, μυρίους πο‐ λέμους καὶ μάχας καὶ στάσεις εἰς τὴν ἑαυτοῦ συν‐ άγει ψυχὴν, καὶ ἐν θορύβῳ καὶ ταραχῇ ὢν, οὐδὲ μικρὸν ἀναπνεῦσαι δύναται. Ἀλλ’ οὐχ ὁ τούτων ἀπηλλαγμένος τῶν παθῶν οὕτω διάκειται, ἀλλ’ ἐν
55γαληνῷ κάθηται λιμένι, ἐντρυφῶν τῇ φιλοσοφίᾳ, καὶ

55

.

59

οὐδεμίαν ὑπομένων ἀηδίαν τοιαύτην. Διὸ δὴ καὶ ταύ‐ της ἀπολαύων τῆς προνοίας ὁ Προφήτης ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· δηλῶν, ὅτι τῷ μὴ ταύτην ἔχοντι τὴν εἰρήνην οὐδὲ ὁ
5κοινὸς λιμὴν ἅπας ἀνέῳκται, ἀλλὰ καὶ οὗτος προσ‐ κέχωσται, ὁ τοῦ ὕπνου καὶ τῆς νυκτός. Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην δια‐ φθείρει, ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν τυραννίδα παντελῶς παρωθούμενα. Οἱ γὰρ φθονεροὶ,
10καὶ βάσκανοι, καὶ πλεονέκται, καὶ ἅρπαγες τοῦτον τὸν πόλεμον πανταχοῦ περιφέροντες, καὶ τοὺς πολε‐ μίους ἔνδον ἔχοντες ἐγκαθημένους, ὅπουπερ ἂν ἀπέλ‐ θωσι, φυγεῖν οὐ δύνανται τὴν μάχην· ἀλλὰ κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ
15θορύβους κυμάτων βιαιοτέρους, καὶ σφαγὰς, καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα πολλῷ τῶν ἐν τοῖς πολεμίοις συμβαινόντων χαλεπώτερα ὑπομένουσιν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καὶ ἐγρηγορὼς τρυ‐ φᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδο‐
20νῆς τὸν ὕπνον δέχεται. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτό; Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν οἰκουμένην δια‐ τεμνόμενος ταῖς φροντίσιν· ἀλλὰ τὰ ἐμαυτοῦ λογιζό‐
25μενος, καὶ τὰ ἐμοὶ διαφέροντα, καὶ ἃ μάλιστά ἐστιν ἀνθρώπῳ προσήκοντα. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τῇ τῶν μελλόντων ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῇ εἰς σὲ πάντα μου τὰ πάθη κατέστειλα. Καθάπερ καὶ
30Παῦλός φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλί‐ ψεως, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βά‐ ρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὐ γάρ ἐστιν οὐδὲν φορτικὸν πρᾶγμα, ὃ μὴ γίνεται ῥᾷ‐
35στον τῇ ἐλπίδι τῆς εὐδοκιμήσεως τῆς κατὰ Θεόν. Διὰ τοῦτό φησιν· Ἐπ’ ἐλπίδι κατῴκισάς με. Καὶ τὸ Κατὰ μόνας δὲ οὐ μικρὰ διδασκαλίας ἀρετή. ιγʹ. Τί δέ ἐστι, Κατὰ μόνας; Τῶν πονηρῶν χωρίς. Τὴν γὰρ εἰρήνην ταύτην κατώρθωσα, φησὶ, πρὸς σὲ,
40καὶ κατὰ μόνας οἰκῶ φεύγων τοὺς διεφθαρμένους. Καὶ μάλα εἰκότως. Καθάπερ γὰρ σώματα πολλάκις ἀπὸ τῆς τῶν ἀέρων τῶν διεφθαρμένων λύμης ἀπόλλυνται· οὕτω δὴ καὶ ψυχὴ πολλάκις ἐδέξατο βλάβην ἀπὸ τῆς τῶν πονηρῶν συνουσίας· καὶ καθάπερ ὀφθαλμὸς
45ὑγιαίνων, ὅταν νοσοῦντα ἴδῃ, πλήττεται, καὶ ὁ ψώρας ἐμπεπλησμένος, μεταδίδωσι καὶ τοῖς ὑγιαίνουσιν· οὕτω δὴ συμβαίνει πολλάκις καὶ ἐπὶ τῆς συνουσίας τῶν πονηρῶν ἀνθρώπων. Διὰ τοῦτο καὶ ὁ Χριστὸς παρῄνει οὐ μόνον φεύγειν τοὺς τοιούτους, ἀλλὰ καὶ

55

.

59

(50)

ἐκτέμνειν, οὕτω λέγων· Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· οὐ δὴ περὶ ὀφθαλμοῦ λέγων· τί γὰρ ἂν ἀδική‐ σειεν ὀφθαλμὸς, διανοίας ὑγιαινούσης; ἀλλὰ περὶ φίλων ἀναγκαίων καὶ ἐν τάξει τῶν μελῶν τούτων
55ἡμῖν ὄντων, καὶ βλαπτόντων ἡμᾶς, ταῦτα ἐνομοθέ‐ τησε, κελεύων καὶ τὴν φιλίαν τῶν τοιούτων ἀτιμά‐ ζειν, ὥστε τὴν σωτηρίαν τὴν ἑαυτῶν ἀσφαλεστέραν ποιεῖν. Διὸ καὶ αὐτὸς πάλιν προϊὼν λέγει· Οὐκ ἐκάθ‐ ισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρα‐
60νομούντων οὐ μὴ εἰσέλθω. Καὶ ὁ Ἱερεμίας δὲ μα‐ καρίζει τὸν κατὰ μόνας καθεζόμενον, καὶ αἴροντα
τὸν ζυγὸν ἐκ νεότητος. Καὶ αἱ Παροιμίαι πολὺν ὑπὲρColumn end

55

.

60

τούτου ποιοῦνται λόγον, πᾶσι παραινοῦσαι καὶ λέ‐ γουσαι μὴ μόνον ἐκκλίνειν, ἀλλὰ καὶ ἀποπηδᾷν ἀπὸ τῶν πονηρὰ συμβουλευόντων, καὶ μηδὲ ἐγχρονίζειν αὐτοῖς. Εἰ γὰρ τὰ φυσικὰ μεταβάλλεται πολλάκις
5ἡμῖν ἀπὸ κακῆς ὁμιλίας· πόσῳ μᾶλλον τὰ τῆς προ‐ αιρέσεως; Τό τε γὰρ χρῶμα κατὰ φύσιν ἡμῖν πρόσ‐ εστι, καὶ τὸ ὑγιαίνειν· ἀλλ’ ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας· καὶ τὸ ὀρέγεσθαι πάλιν σιτίων· καὶ τοῦτο πολλάκις ἀπωλέσαμεν ἀπὸ
10κακίας νοσημάτων· καὶ ἄλλα πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν συμβαίνοντα. Εἰ δὲ τὰ τῆς φύσεως κινεῖται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως, ὅσῳ καὶ εὐκο‐ λωτέραν ἔχει τὴν ἐπὶ θάτερα μεταβολήν. Μὴ δὴ μι‐ κρὸν εἶναι νομίζωμεν τὴν τῶν κακῶν συνουσίαν εἰς
15βλάβην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν τοὺς τοιούτους, κἂν γυναῖκες ὦσι, κἂν φίλοι, κἂν ὁστισοῦν. Ἐπεὶ καὶ τοὺς μεγάλους ἐκείνους τοῦτο ἀπώλεσε, Σολομῶντα λέγω καὶ Σαμψών· καὶ ἔθνος δὲ ὁλόκλη‐ ρον τὸ Ἰουδαϊκὸν οὕτω διέφθαρτο. Οὐ γὰρ οὕτω θη‐
20ρία πλήττειν εἴωθεν, ὡς πονηρία ἀνθρώπων. Ἐκεῖνα μὲν γὰρ φανερὸν ἔχει τὸν ἰόν· οὗτοι δὲ ἀνεπαισθήτως καὶ ἀψοφητὶ καθ’ ἑκάστην ἡμέραν ἐνιᾶσι τὴν λύμην, κατὰ μικρὸν ὑποσύροντες τὸ εὔτονον τῆς ἀρετῆς. Διὰ τοῦτο καὶ τὴν ἀκόλαστον ὄψιν ὁ Θεὸς ἀποτειχίζει,
25λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· διὰ τὸ εὔκολον καὶ εὐπερίστατον τῆς ἀπωλείας Σὺ δὲ, εἰ μὲν πόλιν μέλλεις οἰκεῖν, πολλὰ περὶ ἀέρων πολυ‐ πραγμονεῖς, εἰ μὴ νοσώδεις, εἰ μὴ δύσκρατοι, εἰ μὴ
30αὐχμηροί· ψυχῆς δὲ μέλλων ποιεῖσθαι λόγον, οὐ περι‐ εργάζῃ τὴν συνουσίαν τῶν μελλόντων ὁμιλεῖν αὐτῇ· ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν αὐτὴν ἐπιτρέπεις; Καὶ ποίας τεύξῃ συγγνώμης, εἰπέ μοι, οὕτως αὐτῆς ὑπερορῶν; Πόθεν γὰρ οἴει τοὺς τὰς ἐρήμους κατει‐
35ληφότας θαυμαστούς τινας καὶ λαμπροὺς γίνεσθαι; οὐκ ἐπειδὴ θορύβους καὶ ἀγορὰς φεύγουσι, καὶ τοῦ καπνοῦ τῶν ἐν τῷ μέσῳ πραγμάτων μακρὰν ἑαυτοὺς ἐσκήνωσαν; Τούτους καὶ αὐτὸς ζήλωσον, ἐπὶ μέσης πόλεως ἐρημίας διώκων. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν
40τοὺς πονηροὺς φεύγῃς, ἐὰν τοὺς ἀγαθοὺς διώκῃς. Οὕτω γὰρ πλείονα καρπώσῃ τῶν ἐν ταῖς ἐρήμοις ἀσφάλειαν, οὐκ ἐν τῇ τῶν βλαπτόντων φυγῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν ὠφελούντων κοινωνίᾳ. Ἂν γὰρ φεύγῃς μὲν τοὺς πονηροὺς, διώκῃς δὲ τοὺς ἀγαθοὺς,
45ἑκατέρωθέν σοι τὰ τῆς ἀρετῆς αὐξηθήσεται, καὶ τὰ τῆς κακίας οἰχήσεται. Ἵν’ οὖν τοῦτο γένηται, ταῦτα ποιῶμεν, πειθόμενοι τῷ ψαλμῳδῷ λέγοντι· Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ἐνταῦθα δὲ καταπαύσω τὸν λόγον, ἱκανῶς, οἶμαι,

55

.

60

(50)

τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
53tΕΙΣ ΤΟΝ Εʹ ΨΑΛΜΟΝ.
54Εἰς τὸ τέλος, ὑπὲρ κληρονομούσης, ψαλμὸς τῷ
55Δαυΐδ.
αʹ. Πρότερον ἴδωμεν τίς ἡ κληρονομία, καὶ εἰ αὕτη

55

.

61

καὶ ἡμῖν ἐπιβάλλει· ἔπειτα τὸν χρόνον καθ’ ὃν δίδο‐ ται. Καὶ δὴ ἄτοπον, διαθήκης μὲν χρημάτων ὑμῖν ἀπαγγελθείσης, ὡς προσήκοντος ἡμῖν τοῦ κλήρου, περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ τὰ γράμ‐
5ματα ἐπιζητεῖν, καὶ ἀργύριον καταβάλλειν, καὶ χαρ‐ τίοις προσιέναι, καὶ ἀντιγράφειν τὰ ἐγγεγραμμένα, καὶ πᾶσαν ἐπιδείκνυσθαι σπουδήν· ἐνταῦθα δὲ τῶν διαθηκῶν πνευματικῶν εἰς μέσον προκειμένων, καὶ τῶν βίβλων πασῶν ἀνεῳγμένων, ῥᾳθυμεῖν καὶ ἀνα‐
10πεπτωκέναι, καὶ ταῦτα τῆς κληρονομίας οὐκ οὔσης αἰσθητῆς. Προσίωμεν τοίνυν, καὶ ἀνοίγωμεν τὰ γραμ‐ ματεῖα, καὶ ἐγκύπτωμεν τοῖς ἐγγεγραμμένοις, καὶ ἴδωμεν ἐπὶ τίσιν ἡμῖν ὁ κλῆρος οὗτος καταλέλειπται, καὶ τίς ἡ τοῦ κλήρου φύσις. Οὐ γὰρ ἁπλῶς κατέλι‐
15πεν ἡμῖν τὸν κλῆρον, ἀλλ’ ἐφ’ αἱρέσει τινί. Ποίᾳ δὴ ταύτῃ; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Καὶ πάλιν, Ὃς οὐκ ἄρῃ τὸν σταυρὸν αὐ‐ τοῦ, καὶ ἀκολουθῇ ὀπίσω μου· καὶ ἕτερα πλείονα, ἅπερ τῇ Διαθήκῃ ἐγγέγραπται. Μάθωμεν δὲ καὶ τὸν
20χρόνον, καθ’ ὃν μέλλομεν ταῦτα ἀπολαμβάνειν. Οὐ γὰρ ὁ παρών ἐστιν, ἀλλ’ ὁ μέλλων· μᾶλλον δὲ καὶ ὁ πα‐ ρὼν καὶ ὁ μέλλων. Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· τὸ δὲ ὁλόκληρον τότε. Ἐπειδὴ γὰρ ὁ παρὼν βίος ἐπίκηρος,
25καὶ ἀτελέστερον ἔτι διακείμεθα, ὅπερ ποιοῦσιν οἱ ἔξω‐ θεν νομοθέται, καὶ τελείοις γενομένοις ἐγχειρίζουσι τὴν πατρῴαν οὐσίαν, τοῦτο καὶ ὁ Θεὸς ἐργάζεται. Ἐπειδὰν εἰς ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας καταν‐ τήσωμεν, καὶ πρὸς τὸν ἀκήρατον μεταστῶμεν βίον,
30τότε ἡμῖν ἐγχειρίζει τὸν κλῆρον ἐκεῖνον. Τέως δὲ δι‐ έθετο, καὶ τὰ γράμματα ἡμῖν κατέλιπε, καὶ τίνα πράτ‐ τοντες ἐπιτευξόμεθα τῆς κληρονομίας εἶπεν, ὥστε μὴ ἐκπεσεῖν, μηδὲ ἀποκληρονόμους γενέσθαι. Εἰ δέ τινα θορυβεῖ τὸ μηδέπω τελείους ἡμᾶς εἶναι, καὶ ὑποπτεύει
35τὰ εἰρημένα, ἀκουέτωσαν Παύλου λέγοντος· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρό‐ νουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου· περὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος αἰῶνος διαλεγομένου. Καὶ πάλιν· Μέ‐
40χρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέ‐ λειον, εἰς μέτρον ἡλικίας. Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ, φησὶ, καθάπερ παρὰ τροφῷ τινι, τῇ κτίσει ταύτῃ ἀνατρεφόμεθα· ἐπειδὰν δὲ μέλλωμεν εἰς τὴν δεσποτικὴν ἄγεσθαι οἰκίαν, τὰ ἱμάτια ἀπαμφιεννύμε‐
45νοι τῆς φθορᾶς, καὶ ἀφθαρσίαν ἀναλαμβάνοντες, πρὸς ἑτέραν μεθιστάμεθα λῆξιν. Αὕτη ἡ διαθήκη καὶ ἀποκλήρους πολλοὺς ἠπείλησε ποιεῖν, ἐὰν ἀν‐ άξιοι γένωνται τῶν αἱρέσεων τῶν ἐγγεγραμμένων. Ἀλλ’ ἴδωμεν τίς ἐστιν ὁ κλῆρος λοιπόν. Ἃ μήτε

55

.

61

(50)

ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρ‐ δίαν ἀνθρώπου ἀνέβη. Πῶς τοίνυν ἐμέλλομεν τὴν χρῆσιν τούτων λαμβάνειν ἐν τῷ παρόντι βίῳ, ὧν καὶ ἡ γνῶσις ὑπερβαίνει τὴν διάνοιαν τὴν ἡμετέραν; Διὰ τοῦτο ἡμῖν ἐκεῖ τεταμίευται. Καὶ ὅρα τὴν κηδεμονίαν
55τὴν πολλήν. Τοὺς μὲν πόνους τῇ παρούσῃ συνεκλή‐
ρωσε ζωῇ, ὥστε τῇ βραχύτητι τοῦ χρόνου συγκαταλυ‐Column end

55

.

62

θῆναι τὸ ἐπίμοχθον· τὰ δὲ ἀγαθὰ ἐν τῷ μέλλοντι ἐταμιεύσατο αἰῶνι, ὥστε τῷ ἀγήρῳ συμπαρεκτείνε‐ σθαι τὰς ἀμοιβάς. Ἐκείνην τὴν λῆξιν καὶ βασιλείαν καλεῖ. Εἰ γὰρ καὶ ὑπερβαίνει λόγον, ἀλλ’ ὅμως κατὰ
5τὸ ἐγχωροῦν ἡμῖν ἀκοῦσαι, παρῃνίξατο τὰ μέλλοντα, νῦν μὲν, ὅπερ ἔφθην εἰπὼν, βασιλείαν καλῶν, νῦν δὲ γά‐ μον, νῦν ἀρχὴν, ἀπὸ τῶν φαιδρῶν τῶν παρ’ ἡμῖν ὀνο‐ μάτων παρανοίγων ἡμῖν τὴν περὶ ἐκείνων ἔννοιαν, τὴν αἰώνιον δόξαν, τὴν ἀκήρατον μακαριότητα, τὴν μετὰ
10Χριστοῦ διαγωγὴν, ἧς οὐδὲν ἂν γένοιτο ἴσον. Τίνες δὲ καὶ αἱ αἱρέσεις τῆς Ἐκκλησίας, μᾶλλον δὲ τῆς κλη‐ ρονομίας; Οὐδὲν φορτικὸν ἔχουσαι. Ἃ θέλετε ἵνα, φησὶ, ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ὁρᾷς πῶς οὐδὲν ξένον ἐπεισήγα‐
15γεν, ἀλλ’ ἃ προλαβοῦσα ἡ φύσις ἐνομοθέτησεν; Ἅπερ αὐτὸς, φησὶ, γενέσθαι θέλεις παρὰ τῶν πλησίον εἰς σὲ, ταῦτα καὶ αὐτὸς ἔργασαι. Θέλεις ἐπαινεῖσθαι; Ἐπαί‐ νει. Θέλεις μὴ ἁρπάζεσθαι; Μὴ ἅρπαζε. Θέλεις τι‐ μᾶσθαι; Τίμα. Θέλεις ἐλεεῖσθαι; Ἐλέει. Θέλεις φι‐
20λεῖσθαι; Φίλει. Θέλεις μὴ ἀκούειν κακῶς; Μηδὲ σὺ εἴπῃς. Καὶ ὅρα τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, Ὅσα οὐ θέλετε ἵνα ποιῶσι, μηδὲ ὑμεῖς ποιεῖτε, ἀλλ’, Ἃ θέ‐ λετε. Ἐπειδὴ γὰρ δύο εἰσὶν ὁδοὶ πρὸς ἀρετὴν ἄγου‐ σαι, μία μὲν ἡ ἀπαλλαγὴ τῆς κακίας, ἑτέρα δὲ ἡ
25ἐργασία τῶν ἀρετῶν, ταύτην προτίθησι, διὰ ταύτης κἀκείνην δήλην ποιῶν· καὶ τὴν μὲν ᾐνίξατο τῷ λέ‐ γειν, Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· τὴν δὲ σαφῶς ἐδή‐ λωσεν εἰπὼν, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄν‐ θρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.
30 βʹ. Ἔστι καὶ ἄλλη αἵρεσις. Ποία δὲ αὕτη; Τὸ ἀγα‐ πᾷν τὸν πλησίον, ὡς ἑαυτόν. Τί τούτου γένοιτ’ ἂν εὐ‐ κολώτερον; Τὸ γὰρ μισεῖν ἐπαχθὲς καὶ θορύβους ἐμ‐ ποιοῦν· τὸ δὲ φιλεῖν εὔκολον καὶ ῥᾴδιον. Καὶ γὰρ εἰ μὲν εἶπεν, Ἄνθρωποι ὄντες φιλεῖτε θηρία, δύσκολον ἦν
35τὸ ἐπίταγμα· εἰ δὲ ἀνθρώπους ὄντας ἀνθρώπους φι‐ λεῖν ἐκέλευσεν, ἔνθα καὶ τὸ ὁμοιούσιον καὶ συγγενὲς πολλὴν εἰσφέρει ῥοπὴν, καὶ παρὰ τῆς φύσεως ἡ παρ‐ αίνεσις, ποίαν ἂν ἔχοι δυσκολίαν; Ὅπερ καὶ ἐπὶ λεόντων καὶ λύκων γίνεται· καὶ γὰρ καὶ ἐκεῖ τὸ συγ‐
40γενὲς τῆς φύσεως ἀγωγὸν εἰς φιλίαν ἐστί. Ποίαν οὖν σχοίημεν ἀπολογίαν, λέοντας μὲν ἡμεροῦντες καὶ ἑαυτοῖς συνοικίζοντες, τὸ δὲ ὁμογενὲς μὴ ἐπισπώμε‐ νοι; Οὐχ ὁρᾶτε, ὅτι πολλοὶ διὰ κληρονομίαν γέροντας περιίασιν ἀγρεύοντες, καὶ πάντων τῶν τοῦ γήρως
45ἀνέχονται κακῶν, νέοι ὄντες καὶ σφριγῶντες, ποδαλ‐ γίας καὶ τῶν ἄλλων τῶν ἐν τῷ γήρᾳ νοσημάτων, καὶ κορύζης, διὰ τοῦ προσεδρεύειν διηνεκῶς; Καίτοι χρή‐ ματά ἐστιν ἐκεῖ, καὶ ἄδηλος ἐλπίς· ἐνταῦθα δὲ οὐ‐ ρανὸς, καὶ πρὸ τοῦ οὐρανοῦ τὸ εὐαρεστῆσαι Θεῷ. Τίς

55

.

62

(50)

δὲ ἡ κληρονομοῦσα; Ὑπὲρ τῆς κληρονομούσης γάρ φησιν ἡ προγραφή. Ἡ Ἐκκλησία, καὶ τὸ πλή‐ ρωμα αὐτῆς· περὶ ἧς λέγει ὁ Παῦλος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ ὁ Ἰωάννης· Ὁ ἔχων τὴν νύμφην,
55νυμφίος ἐστίν. Ἀλλ’ ὁ μὲν νυμφίος μετὰ τὰς πρώ‐ τας ἡμέρας καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος· ὁ δὲ ἡμέτερος νυμφίος μένει διηνεκῶς ἡμᾶς ἀγαπῶν, καὶ ἐπιτείνων τὸν πόθον· ὅπερ δηλῶν ὁ Ἰωάννης νυμφίον
καλεῖ, ὅτε ἀκμάζοντες οἱ πόθοι. Οὐ διὰ τοῦτο δὲ μό‐

55

.

63

νον νύμφην ἐκάλεσεν, ἀλλ’ ὅτι καὶ πάντας ἓν σῶμα εἶναι βούλεται καὶ μίαν ψυχὴν, κατὰ τὸν τῆς ἀρετῆς καὶ τὸν τῆς ἀγάπης λόγον· καὶ ὅτι καθάπερ ἡ νύμφη πάντα ποιεῖ πρὸς ἀρέσκειαν τοῦ ἀνδρὸς, οὕτω καὶ
5ἡμᾶς διὰ παντὸς τοῦ βίου τοιούτους εἶναι χρή. Οἵα ἡ νύμφη κατὰ τὴν ἡμέραν ἐκείνην ἐπὶ τῶν παστάδων καθέζεται, ἓν μεριμνῶσα μόνον ὅπως ἀρέσῃ τῷ νυμ‐ φίῳ· οὕτω δὴ καὶ ἡμεῖς ἐπὶ τοῦ βίου τούτου προκαθ‐ ήμενοι ἓν σκοπῶμεν, τοῦ νυμφίου τὴν ἀρέσκειαν, καὶ
10τὴν τῆς νύμφης εὐταξίαν διατηρῶμεν. Ταύτης τῆς νύμφης καὶ ὁ Δαυῒδ μέμνηται λέγων· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύ‐ σῳ περιβεβλημένη, πεποικιλμένη ἐν κροσσωτοῖς χρυσοῖς. Θέλεις αὐτῆς καὶ τὰ ὑποδήματα ἰδεῖν;
15Ἄκουσον Παύλου τοῦ νυμφαγωγοῦ λέγοντος· Ὑπο‐ δησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγε‐ λίου τῆς εἰρήνης. Θέλεις αὐτῆς ἰδεῖν καὶ τὴν ζώνην, καὶ ὡς ὑπὸ ἀληθείας σύγκειται; Ὁ αὐτός σε διδάξει. Περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Θέλεις
20ἰδεῖν αὐτῆς καὶ τὸ κάλλος; Καὶ τοῦτο μαθήσῃ παρ’ αὐτοῦ. Μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα. Ἄκουε καὶ ὁ Ἐκκλησιαστὴς τί περὶ ταύτης λέγει· Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Θέλεις ἰδεῖν καὶ τοὺς πόδας; Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐ‐
25αγγελιζομένων τὴν εἰρήνην, καὶ εὐαγγελιζομένων τὰ ἀγαθά. Καὶ τὸ δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέ‐ μον, ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον αὐτὴν, οὐκ ἦλθε τὴν δόξαν αὐτοῦ ἐπιδεικνύμενος, ἵνα μὴ τῇ ὑπερ‐ βολῇ τοῦ κάλλους ἐκπλήξῃ αὐτὴν, καὶ παράφρονα
30ἐργάσηται, ἀλλ’ ἔρχεται ἱμάτιον περιβεβλημένος, οἷον ἡ νύμφη· μετέχεται γὰρ αἵματος καὶ σαρκὸς παραπλησίως αὐτῇ· καὶ οὐκ αὐτὴν ἄνω καλεῖ, ἀλλ’ αὐτὸς πρὸς αὐτὴν παραγίνεται· τηρῶν κἀνταῦθα τοῦ νυμφίου τὸν νόμον τὸν πρὸς τὴν νύμφην αὐτὸν ἄγοντα.
35Ὅπερ καὶ Μωϋσῆς ἔλεγεν· Ἀντὶ τούτου κατα‐ λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ ὁ Παῦλος· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν.
40Ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς, καὶ εὑρὼν ῥυπῶσαν, αὐχμῶσαν, γυμνὴν, πεφυρμένην αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν, ἐνέδυσεν ἱμάτιον, οἷον εὑρεθῆναι ἕτερον οὐκ ἔνι. Αὐτὸς αὐτῇ γενόμενος περιβολὴ, καὶ λαβὼν αὐτὴν, οὕτως ἀνάγει. Ταύτῃ
45ἡ κληρονομία ἡτοίμασται. Τί οὖν ὑπὲρ αὐτῆς φησιν ὁ Προφήτης; Πολλά· συνήγορος γάρ ἐστιν αὐτῆς, καὶ τὰ πλείονα τῶν αὐτῇ συμβησομένων προεῖπε καὶ προαν‐ εφώνησεν· οἷον περὶ τοῦ νυμφίου, περὶ τῆς νυμφαγω‐ γίας, περὶ τῶν ἀγαθῶν τῶν διαδεξομένων αὐτήν. Διὰ δὴ

55

.

63

(50)

τοῦτο καὶ ἐνταῦθα ὑπὲρ αὐτῆς ποιεῖται τὸν λόγον, καὶ ἀρχόμενος, καθάπερ οἱ συνήγοροι οὗτοι οἱ ῥήτορες, οἱ ἐν τοῖς δικαστηρίοις, λέγει ὑπὲρ τίνος ποιεῖται τὴν δι‐ καιολογίαν, ὅτι Ὑπὲρ τῆς κληρονομούσης. Καὶ τί αἰτεῖ ἡ κληρονομοῦσα, ἀκούσωμεν. Τὰ ῥήματά μου
55ἐνώτισαι, Κύριε. Τὸν νυμφίον Κύριον καλεῖ· καὶ γὰρ τοῦτο νύμφης εὐγνώμονος ἔργον. Εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων τοῦτο συμβαίνει, καὶ κύριον τὸν ἄν‐ δρα καλεῖ ἡ γυνή· πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλη‐ σίας καὶ τοῦ Χριστοῦ, ὅπου καὶ φύσει Κύριός ἐστιν.
60Οὕτω γοῦν αὐτὸν οὐχ ὡς νυμφίον καλεῖ Κύριον μό‐ νον, ἀλλὰ καὶ ὡς Δεσπότην, καὶ ἐπισπᾶται αὐτὸν
πρὸς τὴν δέησιν. Ἐπειδὴ γὰρ κληρονομία αὐτῇ πρό‐Column end

55

.

64

κειται, ἡ κληρονομία δὲ αὕτη, εἰ κατορθώσειε τὰ ἐπιταχθέντα, εἰς ἔργον ἐκβαίνει· παρακαλεῖ καὶ δεῖται σύμμαχον αὐτῇ γενέσθαι, ὥστε ἀνύσαι τὰ προκείμενα, καὶ μὴ ἐκπεσεῖν τοῦ κλήρου. Διὸ καί
5φησι· Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε· καὶ μετὰ παῤῥησίας λέγει τοῦτο, ἐπειδὴ τοιαῦτα αἰτεῖ, ἅπερ καὶ αὐτὸς διδόναι βούλεται· ὡς ἐάν τις τοιαῦτα αἰτῇ ἀνάξια τοῦ παρέχοντος, οὐ δύναται ταύτην αἰτεῖν τὴν χάριν. Ὅταν κατ’ ἐχθρῶν εὔχηται, ὅταν κατὰ τῶν
10λελυπηκότων, ταῦτα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ δια‐ βόλου τὰ ῥήματα. Εἰ γὰρ τὸ ὀμνύναι ἐκ τοῦ διαβόλου ἐστὶ (καὶ γὰρ Τὸ περιττὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν), εὔδηλον ὅτι καὶ τὸ κατ’ ἐχθρῶν εὔχεσθαι. Ἐὰν τοίνυν λέγῃς, Τὰ ῥήματά μου ἐνώτισαι, ἐκεῖνα
15φθέγγου, ἃ ἀνθρώπου ῥήματά ἐστιν ἡμέρου καὶ φιλανθρώπου, καὶ οὐδὲν ἔχοντος διαβολικόν. γʹ. Σύνες τῇ κραυγῇ μου. Κραυγὴν ἐνταῦθα οὐ τὸν τόνον φησὶ τῆς φωνῆς, ἀλλὰ τῆς διανοίας τὴν διάθε‐ σιν. Ἐπεὶ καὶ τῷ Μωϋσεῖ σιγῶντι ἔλεγε· Τί βοᾷς
20πρός με; Οὐκ εἶπε, Τί εὔχῃ πρός με; ἀλλὰ, Τί βοᾷς πρός με; ἐπειδὴ μετὰ σφοδρᾶς διαθέσεως αὐτῷ προσῄει. Ἵνα· γοῦν μάθῃς ὅτι καὶ ἐνταῦθα οὐ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ τὴν σπουδὴν τὴν συντεταμένην, οὐκ εἶπεν, Ἄκουσον
25τῆς κραυγῆς μου, ἀλλὰ τί; Σύνες, τουτέστι, κατά‐ μαθε. Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστά‐ μενον δηλοῖ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Πάλιν τὴν ἔνδον λέγει φωνήν. Οὕτω καὶ Ἄννα ἐβόα.
30Καὶ οὐχ ἁπλῶς εἶπε, Πρόσχες τῇ φωνῇ τῆς εὐχῆς μου, ἀλλὰ, Τῆς δεήσεώς μου. Τὸν γὰρ εὐχόμενον ἱκέτου δεῖ περικεῖσθαι σχῆμα καὶ γνώμην. Ὁ γὰρ ἱκέτης οὐ κατηγόρου ῥήματα ἀναλαμβάνει· ὁ δὲ ἐχθροῦ κατευχόμενος, κατήγορος μᾶλλόν ἐστιν, ἢ
35ἱκέτης. Εἶδες πῶς παρέστησε τὴν εὐχὴν, ἐπειδὴ ἀξίαν αὐτὴν ἐποιεῖτο τοῦ ἀκουσθῆναι; Οὕτω καὶ ἡμεῖς, ὅταν εὐχώμεθα καὶ βουλώμεθα ἀκούεσθαι, πρῶτον αὐτὴν καθιστῶμεν, ἵνα ᾖ εὐχὴ, καὶ μὴ κατηγορία γένηται, καὶ κατὰ τοὺς νόμους τοὺς ἐκείνου, οὕτως
40αὐτὴν εἰσάγωμεν. Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅπερ ὁ Προφήτης συνεχῶς λέγει, μᾶλλον δὲ ὅπερ ἐξαίρετον τῷ Ἀβραὰμ ἦν, καθὼς ὁ Παῦλός φησι· Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν· τοῦτο αὕτη διείληφε, καὶ τῷ πόθῳ
45κατώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ὁ βασιλεὺς, ἀλλ’, Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, τὸν ἔρωτα ἐν‐ δεικνυμένη τὸν αὐτῆς. Εἶτα καὶ τὰς αἰτίας τίθησι, δι’ ἃς ἀξιοῖ αὐτὴν ἀκουσθῆναι. Ποῖαι δέ εἰσιν αὗται; Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Τίς, φησὶν, οὐχὶ

55

.

64

(50)

τῷ Θεῷ προσεύχεται; Πολλοὶ δοκοῦσι μὲν τῷ Θεῷ προσεύχεσθαι· πρὸς δὲ ἀνθρώπων ἐπίδειξιν τοῦτο ποιοῦσιν. Ἀλλ’ οὐχ αὕτη· ἀλλὰ πρὸς Θεὸν αὐτὸν ἀνετείνετο, τὰ ἀνθρώπινα πάντα ἀφεῖσα. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Ὁρᾷς σπουδὴν, καὶ
55κατανενυγμένην ψυχήν; Ἐκ προοιμίων τῆς ἡμέρας, φησὶ, τοῦτο ἔργον ποιοῦμαι. Ἀκουέτωσαν οἱ μετὰ
μυρία ἔργα τότε ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι. Ἀλλ’ οὐχ

55

.

65

αὕτη· ἀλλ’ ἐκ προοιμίων τῆς ἡμέρας τὰς ἀπαρχὰς ἐδίδου τῷ Θεῷ. Δεῖ γὰρ, φησὶ, φθάνειν τὸν ἥλιον ἐπ’ εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Σὺ δὲ ἐπὶ μὲν βασιλέως οὐκ ἂν
5ἀνάσχοιο τὸν ἐλάττονα πρὸ σοῦ προλαβόντα προσκυνῆ‐ σαι· νυνὶ δὲ ἡλίου προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθά‐ νεις ἅπασαν τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ’ ἀνιστάμενος
10καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν πε‐ ριορᾷς ἀκάθαρτον; Οὐκ οἶσθα, ὅτι καθάπερ ὕδατι σῶμα, οὕτω δι’ εὐχῆς ἡ ψυχὴ καθαίρεται; Νίψον τοί‐ νυν πρὸ τοῦ σώματος τὴν ψυχήν. Πολλαὶ λῆμαι προσ‐ ίστανται αὐτῇ κακίας· ταύτας ἀποθώμεθα διὰ τῆς
15δεήσεως. Ἂν γὰρ οὕτω τὸ στόμα τειχίσωμεν, καλὸν θεμέλιον τῆς καθημερινῆς πράξεως καταβαλοῦμεν. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι. Παρα‐ στήσομαί σοι, οὐ τόπῳ, φησὶν, ἀλλ’ ἔργοις. Ὁ γὰρ τοιοῦτος ἐγγὺς γενέσθαι δύναται τοῦ Θεοῦ. Τὸ γὰρ
20ἐγγὺς καὶ τὸ μακρὰν ἐντεῦθεν συμβαίνει· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστι. Παραστήσομαί σοι, καὶ ἐπόψομαι, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Ἕτερος ἑρμη‐ νευτής φησι· Καὶ σκοπήσω, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐδὲ παροικήσει σοι πονηρευό‐
25μενος. Ἐνταῦθα τὰ εἴδωλα αἰνίττεται· ὅτι τούτοις ἔχαιρον, καὶ παρανομίᾳ πάσῃ, καὶ τοῖς ἄλλοις τοῖς ἐν πονηρίᾳ πράγμασιν. Οὐδὲ παροικήσει σοι πο‐ νηρευόμενος. Οὐκ ἔσται σοι, φησὶ, φίλος, οὐκ ἔσται σοι πλησίον. Οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι
30τῶν ὀφθαλμῶν σου. Τὸ μισοπόνηρον τοῦ Θεοῦ ἐν‐ ταῦθα δείκνυσι, διδάσκων τοὺς ἐγγὺς αὐτοῦ γινομέ‐ νους τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὡς οὐκ ἐνὸν ἄλλως γενέσθαι ἐγγύς. Εἰ γὰρ ἀνθρώπῳ χρηστῷ οὐκ ἄν τις δύναιτο γενέσθαι πλησίον, τοῖς τρόποις διεστη‐
35κὼς αὐτοῦ, πολλῷ μᾶλλον τούτῳ. Ὅτι γὰρ δύνανται ἐναρέτων ἀνδρῶν ἐγγὺς γενέσθαι οἱ πονηροὶ, ἄκουσον τί φασι περὶ τοῦ δικαίου· Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος. Οὕτω καὶ Ἰωάννης τὸ δεσμωτήριον οἰκῶν καὶ μὴ ὁρώμενος ἐλύπει τὴν Ἡρωδιάδα· καί‐
40τοι τοσοῦτον αὐτοῦ ἀφειστήκει τὸ γύναιον· μετὰ δὲ τὴν τελευτὴν, καὶ τοῦ τυράννου τότε ἐκείνου τὸ συν‐ ειδὸς κατέσειε. Μηδεὶς τοίνυν τῶν ἐν ἀρετῇ ζώντων ἡγείσθω τι πάσχειν δεινὸν, κἂν ἐπιβουλεύηται παρὰ τῶν πονηρῶν. Οἱ γὰρ πάσχοντες κακῶς οἱ ποιοῦντές
45εἰσιν. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ταῦτα λέγεται, οὐχ ἵνα ἀκούσωμεν μόνον, ἀλλ’ ἵνα καὶ παιδευώμεθα ταῦτα συνεχῶς ἀκούοντες,

55

.

65

(50)

καὶ τῷ τρόπῳ τοῦ νυμφίου ἁρμόζεσθαι, καὶ πλησίον αὐτοῦ γίνεσθαι. Ὡς ἂν μὴ ταῦτα ᾖ, ἐρημούμεθα τῆς ἄνωθεν ῥοπῆς, οὗ οὐδὲν ἂν γένοιτο χεῖρον. δʹ. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος, κἂν βα‐
55σιλεὺς, κἂν ὁστισοῦν. Οὐ γὰρ ἀπὸ τῶν ἀξιωμάτων, ἀλλ’ ἀπὸ τῆς ἀρετῆς τοὺς φίλους ἐγκρίνειν ὁ Θεὸς εἴωθεν. Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν παχυτέρων οὐδὲν ἡγοῦνται τὸ μῖσος εἶναι, ἄκουσον πῶς ἐπήγαγε καὶ κολάσεως φόβον, εἰπών· Ἀπολεῖς πάντας τοὺς
60λαλοῦντας τὸ ψεῦδος· ἐπὶ τὸ παχύτερον τῶν ἁμαρ‐
τανομένων τὸν λόγον μετατιθείς. Οὐ γὰρ μέχριColumn end

55

.

66

τοῦ μίσους στήσεται τὰ τῆς τιμωρίας, καίτοι καὶ τοῦτο ἄφατος κόλασις· ἀλλὰ καὶ πάντας ἀπολεῖ τοὺς λαλοῦντας τὸ ψεῦδος. Καίτοι καὶ τὸ πρότερον χαλεπὸν, καὶ γεέννης χεῖρον, τὸ μισηθῆναι παρὰ Θεοῦ· ἀλλὰ
5πρὸς μὲν τοὺς συνιέναι δυναμένους ἐκεῖνο ἔθηκε· πρὸς δὲ τοὺς παχυτέρους καὶ τοῦτο προσέθηκε. Μὴ τοίνυν θορυβηθῇς, ἄνθρωπε, μηδὲ ταράττου, ἐπειδὰν ἴδῃς τινὰς ψευδομένους, ἁρπάζοντας, πλεονεκτοῦντας, καὶ μηδὲν πάσχοντας δεινόν· ἔσται γὰρ πάντως τοῦτο.
10Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ φύσις· ἀποστρέφεται πο‐ νηρίαν, μισεῖ τε αὐτὴν ἀεὶ, καὶ ἀπεχθάνεται. Τοὺς δὲ λαλοῦντας τὸ ψεῦδος ἐνταῦθα λέγει τοὺς ἐν πονηρίᾳ βιοῦντας, τοὺς τὰ ψευδῆ πράγματα διώκοντας, τοὺς περὶ ἡδονὰς, τοὺς περὶ γαστριμαργίαν, τοὺς περὶ
15πλεονεξίαν ἐπτοημένους. Οἶδε γὰρ πάντα ταῦτα ψεύδη καλεῖν. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Τὸν φονικὸν ἐνταῦθά φησι, τὸν ἐπιβουλεύοντα, τὸν ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος φέροντα, ἕτερα δὲ ἐπὶ τῆς διανοίας, τὸν περικείμενον προσωπεῖον ἐπι‐
20εικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν. Ὁ μὲν γὰρ δῆλος ἐχθρὸς καὶ εὐφύλακτος γένοιτ’ ἄν· ὁ δὲ συγκαλύπτων τὴν πονηρίαν καὶ χρώ‐ μενος τῇ κακίᾳ, δυσφώρατος ὢν, πολλὰ ἐργάζεται τὰ δεινά. Διὰ τοῦτο καὶ ὁ Χριστὸς, ἡνίκα ἂν παρα‐
25γίνοιντο, νήφειν ἐκέλευσεν. Ἔρχονται γὰρ πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἐπειδὴ γὰρ ἀπὸ τοιούτων ἡ Ἐκκλησία συνείλεκτο, Ἑλλήνων, μάγων,
30ἀνδροφόνων, γοήτων, ψευστῶν, ὑπούλων, εἶπε δὲ, ὅτι μισεῖς καὶ ἀποστρέφῃ, δεικνῦσα, ὅτι οὐχ αὕτη κατὰ δικαιοσύνην καὶ κατορθώματα, ἀλλὰ κατὰ φιλαν‐ θρωπίαν ἀπαλλαγεῖσα ἐκείνων εἰς τὰ ἐνδότατα εἰσ‐ ήγετο, ἐπήγαγεν· Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους
35σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἵνα γὰρ μή τις λέγῃ· Πῶς οὖν σὺ ἡ τὰ καὶ τὰ ἐργασαμένη ἐσώ‐ θης; εἶπε τὸν τρόπον τῆς σωτηρίας, ὅτι Διὰ τὴν πολλὴν φιλανθρωπίαν, διὰ τὴν ἄφατον ἀγαθότητα ἐσώθην. Ἀλλ’ εἰσί τινες, οἳ οὐδὲ ἔλεον προσίενται,
40ἀνίατα νοσοῦντες, οἷοι ἦσαν οἱ Ἰουδαῖοι· ἡ γὰρ χάρις καὶ ὁ ἔλεος, κἂν χάρις ᾖ καὶ ἔλεος, ἀλλὰ τοὺς βουλο‐ μένους καὶ χάριν ἔχοντας σώζει, οὐ τοὺς ἀφηνιῶν‐ τας καὶ μὴ βουλομένους δέξασθαι τὴν δωρεὰν, οἷοι γεγόνασιν οἱ Ἰουδαῖοι, περὶ ὧν καὶ Παῦλος ἔλεγεν,
45ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δι‐ καιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Εἶτα ἐπειδὴ εἶπε τὰ τοῦ Θεοῦ, λέγει καὶ τὰ παρ’ ἑαυτῆς· Προσ‐ κυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.

55

.

66

(50)

Ὅταν γὰρ χάριτος ἀπολαύσω, καὶ τὰ παρ’ ἐμαυτῆς εἰσενέγκω, ταύτην εἰσοίσω σοι τὴν θυσίαν, φησί· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Οὐ καθάπερ οἱ πολλοὶ τῶν εὐχομένων, κνώμενοι, χασμώμενοι, ναρκῶντες, ἀλλὰ μετὰ φόβου καὶ τρό‐
55μου, φησίν. Ὁ γὰρ οὕτως εὐχόμενος, πᾶσαν κακίαν ἀποτίθεται, πρὸς πᾶσαν ἀρετὴν χειραγωγεῖται, τὸν Θεὸν ἵλεων καθίστησιν ἑαυτῷ. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. Εἶπε τοὺς ὕμνους τοῦ Θεοῦ, τὸ μισοπόνηρον, τὸ φιλ‐
60άνθρωπον, τὸ κηδεμονικὸν, εἶπε τὴν ἑαυτῆς σωτηρίαν,
εἶπε τὸν τρόπον καθ’ ὃν ἐσώθη, εἶπε τίνα μετὰ τὸ

55

.

67

σωθῆναι αὕτη εἰσήγαγεν· ἀπέστρεψε κακίας, ἐχει‐ ραγώγησε πρὸς ἀρετήν· χρηστὰς ὑπέφηνεν ἐλπίδας καὶ τοῖς ἐν πονηρίᾳ ζῶσιν, εἴ γε βουληθῶσι μετα‐ βληθῆναι, ὡς ἐλέου δυναμένοις τυχεῖν· τρέπει τὸν
5λόγον εἰς αἴτησιν λοιπὸν λέγουσαν· Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· διὰ τούτων παιδεύουσα τὸν ἀκροατὴν πρότερον ὕμνους ἀναφέρειν εἰς τὸν Θεὸν, καὶ εὐχαριστεῖν ἐφ’ οἷς εὖ πέπονθε· καὶ τότε ἅπερ βούλεται αἰτεῖν, καὶ πάλιν εὐχαριστεῖν, ἐφ’ οἷς
10ἂν λάβοι. Ἀλλ’ ἴδωμεν καὶ τίνα ἐστὶν ἃ αἰτεῖ. Μὴ γάρ τι βιωτικόν; μή τι ἐπίκηρον· μή τι τῶν παραῤ‐ ῥεόντων; Μὴ περὶ πλούτου διαλέγεται; μὴ περὶ δόξης; μὴ περὶ δυναστείας; μὴ περὶ τιμωρίας ἐχθρῶν; Οὐδὲν τούτων. Ἀλλὰ τί; Κύριε, ὁδήγησόν
15με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. Ὁρᾷς πῶς οὐδὲν ἐπίκηρον αἰτεῖ, καὶ πῶς δεῖται τῆς ἄνωθεν συμμαχίας; Οἱ γὰρ ταύτην ὁδεύοντες τὴν ὁδὸν, ἐκείνης μάλιστα δέονται τῆς ῥοπῆς. Δικαιοσύνην δὲ ἐνταῦθα τὴν καθολικήν φησιν ἀρετήν. Καὶ καλῶς
20εἶπεν, Ἐν τῇ δικαιοσύνῃ σου. Ἔστι γὰρ καὶ ἀν‐ θρώπων δικαιοσύνη, ἡ ἀπὸ τῶν νόμων τῶν ἔξωθεν, ἀλλ’ εὐτελὴς, καὶ οὐκ ἔχουσα τὸ τέλειον καὶ ἀπηρ‐ τισμένον, καὶ ἐξ ἀνθρωπίνων συγκειμένη λογισμῶν. Ἐγὼ δὲ τὴν σὴν αἰτῶ δικαιοσύνην, τὴν ἀπὸ σοῦ
25κατενηνεγμένην τὴν εἰς τὸν οὐρανὸν χειραγωγοῦσαν, καὶ τὴν συμμαχίαν, ὥστε ταύτην ἐπισπᾶσθαι τὴν δικαιοσύνην. εʹ. Καλῶς δὲ εἶπε καὶ τὸ, Ὁδήγησον. Ὁδὸς γὰρ ὁ παρὼν βίος, δεόμενος τῆς ἄνωθεν χειραγωγίας. Εἰ
30γὰρ εἰς πόλιν μέλλοντες εἰσιέναι, δεόμεθα τοῦ γνωρί‐ ζοντος ἡμῖν τὴν ὁδόν· πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀποδημεῖν μέλλοντες, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥο‐ πῆς, ἵνα καὶ δείξῃ καὶ στηρίξῃ καὶ χειραγωγήσῃ· πολλαὶ γὰρ ἀτραποὶ αἱ ἐκτρέπουσαι. Διὰ τοῦτο ἐχώ‐
35μεθα τῆς δεξιᾶς τοῦ Θεοῦ. Ἕνεκα τῶν ἐχθρῶν μου. Πολλοὶ ἐπανέστησαν, φησὶ, πολέμιοι βουλόμενοί μου παρεκκλῖναι τὰ διαβήματα, καὶ πλανῆσαι, καὶ πρὸς ἑτέραν ὁδὸν ἀγαγεῖν. Ἐπεὶ οὖν τοιαῦται αἱ ἐπιβουλαὶ, τοιαῦται αἱ ἔφοδοι, ὁδήγησόν με αὐτός. Τῆς γὰρ παρὰ
40σοῦ χρείαν ἔχω συμμαχίας. Ἀλλὰ τὸ μὲν ὁδηγηθῆναι, αὐτοῦ γίνεται· τὸ δὲ ἄξιον εἶναι τοῦ κρατηθῆναι ὑπὸ τῆς χειρὸς ἐκείνης, τῆς ἡμετέρας γενέσθω σπουδῆς. Ἂν γὰρ ᾖς ἀκάθαρτος, οὐ κατέχει σε ἡ χεὶρ ἐκείνη· ἂν ᾖς πλεονέκτης, ἂν ἑτέραν τινὰ κηλῖδα ἔχων. Κα‐
45τεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου· τουτέστι, δήλην μοι ποίησον, σαφῆ, γνωρίμην· ὀρθοτόμησον αὐτὴν παρ’ ἐμοί. Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ὁμάλισον ἔμπροσθέν μου τὴν ὁδόν σου· του‐ τέστι, ῥᾳδίαν ποίησον, εὔκολον. Ὅτι οὐκ ἔστιν ἐν

55

.

67

(50)

τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν μα‐ ταία. Ἐμοὶ δοκεῖ καὶ περὶ τῶν ἐν πλάνῃ διαγόντων ταῦτα λέγειν, τό τε στόμα διαβάλλουσα, καὶ τὴν διάνοιαν ὡς ἐρήμην παντὸς ἀγαθοῦ· καὶ περὶ τῶν ἐν πονηρίᾳ ζώντων. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ
55αὐτῶν. Ἤτοι τὸ φονικὸν ἐνταῦθα λέγει, ἢ τὸ νεκρὰ προσφέρειν δόγματα, καὶ δυσώδη. Οὐκ ἄν τις ἁμάρτοι, καὶ τῶν αἰσχρὰ φθεγγομένων ῥήματα τὰ
στόματα οὕτω καλέσας, τάφον ἀνεῳγμένον. Πολὺ γὰρColumn end

55

.

68

τῆς αἰσθητῆς δυσωδίας ἐκείνη χαλεπωτέρα, ἀπὸ σηπεδόνος τικτομένη ψυχῆς· καὶ τῶν πλεονεκτῶν τὰ στόματα τοιαῦτα, ὅταν μηδὲν ὑγιὲς προφέρωσιν, ἀλλὰ φόνους καὶ ἁρπαγάς. Μὴ τοίνυν ἔστω τάφος τὸ στό‐
5μα σου, ἀλλὰ θησαυρός. Πολὺ γὰρ οἱ θησαυροὶ διενη‐ νόχασι τῶν τάφων, ὅτι ἐκεῖνοι μὲν φθείρουσιν ὅπερ ἂν λάβωσιν, οὗτοι δὲ διατηροῦσιν. Ἔχε τοίνυν καὶ σὺ πλοῦτον φιλοσοφίας ἀεὶ μένοντα, ἀλλὰ μὴ δυσωδίαν τινὰ καὶ σηπεδόνα. Καὶ οὐχ ἁπλῶς εἶπε, τάφον, ἀλλ’,
10ἀνεῳγμένον, ὥστε καὶ πλείονα δηλῶσαι τὴν βδελυ‐ γμίαν γίνεσθαι. Δέον γὰρ κρύπτειν τὰ τοιαῦτα ῥή‐ ματα, οἱ δὲ καὶ ἐκφέρουσιν, ὥστε μᾶλλον αὐτῶν τὴν νόσον ἐνδείκνυσθαι. Καὶ ἐπὶ μὲν τῶν νεκρῶν σωμά‐ των τὸ ἐναντίον ποιοῦντες, τῇ γῇ παραδίδομεν· οὗτοι
15δὲ ἐπὶ τῶν ῥημάτων τούτων τὸ ἐναντίον ἐργάζονται, καὶ ὃ δέον κατακρύπτειν κάτω ἐν τῷ βάθει τῆς καρ‐ δίας καὶ ἀποπνίγειν, ἐκφέροντες, καὶ πολλοὺς παρα‐ βλάπτοντες, καὶ προτιθέντες πᾶσιν ὁρᾷν. Ἀλλ’ ἐλαύ‐ νωμεν τοὺς τοιούτους, παρακαλῶ. Εἰ γὰρ τὰ νεκρὰ
20σώματα ἔξω τῆς πόλεως καταθάπτομεν, πολλῷ μᾶλ‐ λον τοὺς τὰ νεκρὰ ῥήματα, καὶ τοὺς τὰ τοιαῦτα ἐκ‐ φέροντας, καὶ οὐδὲ συσκιάσαι βουλομένους πόῤῥω που κατοικίζειν χρή· ἐπειδὴ κοινὴ τῆς πόλεως λύμη τὰ τοιαῦτα στόματά ἐστιν. Ταῖς γλώσσαις αὐτῶν
25ἐδολιοῦσαν. Εἶδες ἕτερον κακίας εἶδος. Οἱ μὲν ἐν τῇ διανοίᾳ κατακρύπτουσι τὸν δόλον, ῥήματα προσηνῆ προσφέροντες· οἱ δὲ τοσαύτῃ κέχρηνται τῇ δεινότητι, ὡς ἐν αὐτοῖς τοῖς ῥήμασι συσκιάζειν τὴν πονηρίαν, καὶ ῥάπτειν δόλους καὶ ἐπιβουλάς. Κρῖνον αὐτοὺς, ὁ
30Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Ὅρα κἀνταῦθα τὴν ἡμερότητα τῆς εὐχῆς. Οὐ γὰρ εἶπε, Κόλασον, ἀλλὰ, Κρῖνον αὐτοὺς, καὶ παῦσον τῆς πονη‐ ρίας· ἀνήνυτα αὐτῶν ποίησον τὰ μηχανήματα· ὅπερ καὶ ὑπὲρ αὐτῶν εὔχεσθαί ἐστι, τοῦ μηκέτι προϊέναι τὰ
35τῆς κακίας αὐτοῖς. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε. Τουτέστιν, Οὐδέν μοι μέλει τῶν εἰς ἐμὲ γενο‐ μένων, ἀλλ’ ὑπὲρ τῶν σῶν ἀλγῶ. Τοῦτο γὰρ μάλιστα φιλοσόφου ψυχῆς, ὑπὲρ μὲν τῶν οἰκείων μὴ ἀμύνε‐
40σθαι, ὑπὲρ δὲ τῶν εἰς Θεὸν γινομένων σφόδρα ἐπεξιέναι. Τούτων τἀναντία πολλοὶ ποιοῦσι, τὰ μὲν τοῦ Θεοῦ παρορῶντες, τὰ δὲ ἑαυτῶν μετὰ πολλῆς ἐκδικοῦντες τῆς σφοδρότητος, ἀλλ’ οὐχ οἱ ἅγιοι οὕ‐ τως, ἀλλὰ σφοδροὶ τιμωροὶ τῶν εἰς Θεὸν γινομένων
45ἦσαν, τὰ δὲ ἑαυτῶν παρεώρων. Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ. Ὅρα τῆς εὐχῆς τὸ κέρδος. Κἀκεῖνοι βελτίους ἔσονται, καὶ στήσονται τῆς πονηρίας· καὶ ἕτεροι πολλῆς ἀπολαύσονται τῆς ἡδονῆς, τήν τε ἐκείνων μετα‐

55

.

68

(50)

βολὴν ὁρῶντες, καὶ τὴν εἰς τὸ βέλτιον μετάθεσιν, καὶ ἑτέρους σπουδαιοτέρους ταύτῃ γινομένους. Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐ‐ τοῖς. Αὕτη γὰρ μάλιστα ἡ χαρὰ διηνεκής· ὡς αἵ γε ἄλλαι τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διάκειν‐
55ται, ὁμοῦ τε φαινόμεναι καὶ παραῤῥέουσαι· ἡ δὲ κατὰ Θεὸν εὐφροσύνη μένει καὶ πέπηγε, διαρκής τέ ἐστι καὶ μόνιμος, οὐδεμιᾷ τῶν ἀδοκήτων περιστά‐ σεων διακοπτομένη, ἀλλ’ ὑψηλοτέρα γινομένη δι’ αὐ‐ τῶν τῶν κωλυόντων. Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστι‐
60γοῦντο, καὶ ἔχαιρον· καὶ ὁ Παῦλος ἐθλίβετο, καὶ ἐσκίρτα· τελευτᾷν ἔμελλε, καὶ κοινωνοὺς ἐκάλει τῆς ἡδονῆς, λέγων· Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω
καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς

55

.

69

χαίρετε καὶ συγχαίρετέ μοι. Τοῖς οὕτως ἡδομένοις ὁ Θεὸς συνοικεῖ. Διὸ καὶ αὕτη οὕτω φησίν· Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐ‐ τοῖς. Τοῦτο αὐτὸ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγε, τὸ
5ἀκατάλυτον τῆς ἡδονῆς ἐμφαίνων· Πάλιν ὄψομαι ὑμᾶς, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς λαμβάνει. Καὶ Παῦλος πάλιν· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγα‐ πῶντες τὸ ὄνομά σου. Τούτοις γὰρ μάλιστα ἔστι
10καυχᾶσθαι μόνοις, τούτοις χαίρειν, τούτοις εὐφραίνε‐ σθαι· ὡς ὅγε ἐπὶ τοῖς βιωτικοῖς καλλωπιζόμενος, οὐδὲν διενήνοχε τῶν ἐν ὀνείρῳ τρυφώντων. ϛʹ. Τί γὰρ, εἰπέ μοι, τῶν ἀνθρωπίνων τοιοῦτόν ἐστιν, οἷον παρέχειν καυχᾶσθαι; Ῥώμη σώματος; Ἀλλ’ οὐκ
15ἔστι προαιρέσεως τὸ κατόρθωμα, διὸ καὶ τοῦ καυχᾶ‐ σθαι ἐστέρηται· ἄλλως δὲ καὶ μαραίνεται καὶ δια‐ πίπτει ταχέως, πολλάκις δὲ καὶ τὸν ἔχοντα ἔβλαψεν, οὐκ εἰς δέον ταύτῃ χρησάμενον. Τοῦτο καὶ ἐπὶ ὥρας καὶ ἐπὶ εὐμορφίας ἔστιν εἰπεῖν, καὶ ἐπὶ πλούτου, καὶ
20ἐπὶ δυναστείας, καὶ ἐπὶ τρυφῆς, καὶ ἐπὶ πάντων τῶν βιωτικῶν. Τὸ δὲ ἐπὶ τῷ Θεῷ καυχᾶσθαι, καὶ τῇ ἀγάπῃ τῇ εἰς αὐτὸν, κόσμος ἁπάντων μείζων, καὶ λαμπρότης ὑπερβαίνουσα μυρία διαδήματα, κἂν δε‐ σμώτης ὁ καυχώμενος ᾖ. Οὗτος ὁ κόσμος οὐ νόσῳ,
25οὐ γήρᾳ, οὐ πραγμάτων περιστάσει, οὐκ ἀνωμαλίᾳ καιρῶν, οὐκ αὐτῷ διατέμνεται τῷ θανάτῳ, ἀλλὰ καὶ τότε διαλάμπει μειζόνως. Ὅτι σὺ εὐλογήσεις δί‐ καιον. Ἐπειδὴ πολλοὶ τῶν οὕτω διακειμένων παρὰ ἀνθρώπων κακίζονται καὶ καταγελῶνται, καὶ μάλιστα
30οἱ ἀρετὴν μετιόντες· ἵνα μηδεὶς τῶν παχυτέρων ἐκ τούτων καταπίπτῃ, ὅρα πῶς ἀνέχει τὴν διάνοιαν αὐ‐ τοῦ λέγων· Ὅτι σὺ εὐλογήσεις δίκαιον. Τί γὰρ βλάβος ἀνθρώπων καταφρονούντων καὶ τῆς οἰκου‐ μένης ἁπάσης, ὅταν ὁ τῶν ἀγγέλων Δεσπότης ἐπαινῇ
35καὶ ἀνακηρύττῃ; Ὥσπερ οὖν αὐτοῦ μὴ εὐλογοῦντος, κἂν ἅπαντες ἐπαινῶσιν οἱ γῆν οἰκοῦντες καὶ θάλασ‐ σαν, οὐδὲν ὄφελος. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως αὐτὸς ἡμᾶς ἀνακηρύξῃ, ὅπως αὐτὸς στεφανώσῃ. Κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πε‐
40νίᾳ, κἂν ἐν νόσῳ, κἂν ἐν τοῖς ἐσχάτοις ὦμεν κακοῖς. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ
45φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβου‐ λευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤ‐ ῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν. Πῶς; Ἐπειδὴ ὁ Θεὸς αὐτὸν ηὐλό‐ γει λέγων· Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς,

55

.

69

(50)

θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγμα‐ τος. Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Πάλιν εἰς εὐχαριστίαν κατέληξεν, εὐχαριστηρίους ἀναφέρων ὕμνους τῷ Θεῷ. Τί δέ ἐστιν ὅπλον εὐδο‐ κίας; Ὅπλον ἄριστον, ὅπλον κατὰ γνώμην Θεοῦ,
55ὅπλον κάλλιστον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Συμ‐Column end

55

.

70

μαχίᾳ καλλίστῃ ἡμᾶς ἐτείχισας. Ἕτερος δὲ λέγων ἑρμηνευτὴς, Στεφανώσεις αὐτὸν, περὶ τοῦ δικαίου εἰρῆσθαι τοῦτο διδάσκει· ὅτι Στεφανώσεις αὐτὸν τὸν δίκαιον, τουτέστιν, ἡ σὴ εὐαρέστησις ἀντὶ ὅπλου γί‐
5νεται, καὶ ὅπλου καλλίστου· ἢ ἐκεῖνο· ὅτι Συμμαχίᾳ καλλίστῃ τειχίζεις τὸν δίκαιον, καὶ οὔτε τὸ κάλλος αὐτοῦ ἀσφαλείας ἐστέρηται, οὔτε ἡ ἀσφάλεια αὐτοῦ δόξης ἐστὶν ἔρημος. Τί γὰρ ἰσχυρότερον ἀνδρὸς, τί δὲ ὡραιότερον τοῦ ὑπὸ τῆς ἄνω δεξιᾶς τειχιζομένου;
10Οὗτος ὁ στέφανος καὶ ἀπὸ ἐλέους πλέκεται, καθάπερ ὁ αὐτὸς Δαυῒδ ἀλλαχοῦ φησι· Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Οὗτος καὶ ἀπὸ δικαιοσύνης, καθάπερ ὁ Παῦλος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἔστι καὶ χάριτος στέφα‐
15νος, ὥσπερ ἕτερος λέγει· Στεφάνῳ δὲ χαρίτων ὑπερ‐ ασπίσει σου. Ἔστι δὲ καὶ στέφανος δόξης, καθάπερ Ἡσαΐας, Ἔσται, λέγων, ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης. Πάντα γὰρ ταῦτα ὁ στέφανος ἔχει, φιλανθρωπίαν, δικαιοσύνην, χάριν, δόξαν, εὐ‐
20πρέπειαν. Θεοῦ γάρ ἐστι τὸ δῶρον, ποικίλην προφέ‐ ρον τὴν χάριν. Ἔστι καὶ ἀφθαρσίας στέφανος, καθάπερ φησὶ Παῦλος· Ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Ὃ τοίνυν ἐνταῦθα λέγει, τοῦτό ἐστιν· Ἀσφαλείᾳ καὶ δόξῃ ἡμᾶς περιέβαλες.
25Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ δῶρα, ἰσχυρὰ, καὶ εὐπρε‐ πείας γέμοντα· τοιοῦτοι οἱ στέφανοι. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐκ ἔνι τοῦτο· ἀλλ’ ὁ μὲν ἐν δόξῃ, οὐκ ἀσφαλὴς πάντως· ὁ δὲ ἐν ἀσφαλείᾳ, οὐκ ἐν δόξῃ πάντως, οὐδὲ ῥᾳδίως ἂν συμβαίη ταῦτα· εἰ δὲ καὶ
30συμβαίη, ταχέως ἀποσύρεται. Οἷόν τι λέγω· οἱ ἐν δυναστείαις ὄντες, λαμπροὶ μὲν καὶ περιφανεῖς, οὐκ ἐν ἀσφαλείᾳ δέ· ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μά‐ λιστα ἐν ἐπισφαλεῖ χωρίῳ καθεστήκασι, διὰ τὸ μέγε‐ θος τῆς δόξης. Οἱ ἀπεῤῥιμένοι καὶ εὐκαταφρόνητοι,
35ἐν ἀσφαλείᾳ μὲν διὰ τὸ μὴ γνωρίζεσθαι, οὐκ ἐν τιμῇ δέ· ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐν ἀτιμίᾳ, διὰ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο· ἀλλ’ ἀμφότερα μετὰ πολλῆς συντρέχει τῆς ὑπερβολῆς, καὶ δόξα καὶ ἀσφάλεια. Ἐννοήσαντες τοί‐
40νυν τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ πρό γε πάντων ὅσον ἐστὶν ἀγαθὸν ἀρέσκειν Θεῷ, ὅπερ καὶ ὅπλον, καὶ δόξα, καὶ ἀσφάλεια, καὶ τὰ μυρία ἀγαθὰ, μεθ’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καὶ μὴ ἀναπέ‐ σωμέν ποτε, μηδὲ γυμνοὶ τῶν ὅπλων φανῶμεν. Τοῦτο
45γὰρ τοῦ πολέμου τούτου τὸ εἶδος οὐκ ἀνέχεται ἄοπλον στρατιώτην ἰδεῖν· ἀλλὰ τότε λύεται ἡ παρασκευὴ, ὅταν λυθῇ τὸ θέατρον· λύεται δὲ τὸ θέατρον, ὅταν ἀπολύηται τοῦ σώματος ἡ ψυχή. Ὥστε ἕως ἂν ἐνταῦθα ὦμεν, πυκτεύειν ἀνάγκη καὶ οἴκοι καθημένους, καὶ

55

.

70

(50)

εἰς ἀγορὰν ἐμβάλλοντας, καὶ ἀριστοποιουμένους, καὶ νοσοῦντας, καὶ ὑγιαίνοντας. Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς νόσου μάλιστα τῆς μάχης ταύτης ὁ καιρὸς, ὅταν ὀδύναι πάντοθεν θορυβῶσι τὴν ψυχὴν, ὅταν ἀλγηδό‐ νες πολιορκῶσιν, ὅταν ὁ διάβολος ἐφεστήκῃ παροξύ‐
55νων εἰπεῖν τι ῥῆμα πικρόν. Τότε δὴ μάλιστα ἀσφαλί‐ ζεσθαι δεῖ, φράττεσθαι τῷ θώρακι, τῇ ἀσπίδι, τῷ κράνει, τοῖς ἄλλοις ὅπλοις, καὶ διηνεκῶς εὐχαριστεῖν τῷ Θεῷ. Ταῦτα χαλεπὰ κατὰ τοῦ διαβόλου βέλη, αὕτη
καιρία κατὰ τοῦ δαίμονος πληγὴ, τότε μάλιστα λαμ‐

55

.

71

προὶ οἱ στέφανοι. Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ (οὐ‐ δὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν) τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ
5πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν. Θυσία γὰρ ἦν τὰ ῥήματα αὐτοῦ, ἅπερ ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν,
10οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογη‐ μένον εἰς τοὺς αἰῶνας. Ὃ δὴ καὶ ἡμεῖς ἀεὶ ποιῶ‐ μεν, ἐν πειρασμοῖς, ἐν περιστάσεσιν, ἐν ἐπιβουλαῖς δοξάζοντες τὸν Θεὸν, καὶ εὐλογοῦντες διηνεκῶς· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
15tΕΙΣ ΤΟΝ ϛʹ ΨΑΛΜΟΝ.
16Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. αʹ. Ὅταν ἀκούσῃς θυμὸν καὶ ὀργὴν ἐπὶ Θεοῦ, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· συγκαταβάσεως γάρ ἐστι
20τὰ ῥήματα. Καὶ γὰρ τὸ Θεῖον ἁπάντων τούτων ἀπ‐ ήλλακται. Διαλέγεται δὲ οὕτως, ὥστε καθάψασθαι τῆς τῶν παχυτέρων διανοίας. Ἐπεὶ καὶ ἡμεῖς ὅταν βαρβάροις διαλεγώμεθα, τῇ ἐκείνων χρώμεθα γλώτ‐ τῃ· κἂν πρὸς παιδίον φθεγγώμεθα, συμψελλίζομεν,
25κἂν μυριάκις ὦμεν σοφοὶ, πρὸς τὴν ἐκείνου συγ‐ καταβαίνομεν ταπεινότητα. Καὶ τί θαυμαστὸν εἰ ῥή‐ μασι τοῦτο ποιοῦμεν, ὅπου γε καὶ ἐν πράγμασι, καὶ χεῖρας δάκνοντες, καὶ θυμὸν ὑποκρινόμενοι, ὥστε διορθῶσαι τὸ παιδίον; Οὕτω δὴ καὶ ὁ Θεὸς
30καθάψασθαι τῶν παχυτέρων βουλόμενος, τοιούτοις κέχρηται ῥήμασιν. Οὐ γὰρ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ φθέγγεσθαι ἐσπούδαζεν, ἀλλὰ πρὸς τὴν ὠφέ‐ λειαν τῶν ἀκουόντων. Ἐπεὶ καὶ τὸ ἀόργητον αὐτοῦ ἀλλαχοῦ πάλιν δεικνὺς, ἔλεγε· Μὴ ἐμὲ αὐτοὶ παρ‐
35οργίζουσι, οὐχὶ δὲ ἑαυτούς; Σὺ δὲ πῶς ἐβούλου αὐτὸν διαλέγεσθαι τοῖς Ἰουδαίοις, ὅτι οὐκ ὀργίζε‐ ται, οὐδὲ μισεῖ τοὺς πονηρούς; καὶ γὰρ τὸ μῖσος πάθος ἐστίν· οὐδὲ ἐφορᾷ τὰ ἀνθρώπινα; καὶ γὰρ τὸ ὁρᾷν ἀπὸ τῶν σωμάτων εἴληπται· οὐδὲ ἀκούει; καὶ
40γὰρ καὶ τοῦτο ἀπὸ τῆς σαρκός. Ἀλλ’ ἀπὸ τούτου πο‐ νηρὸν ἂν δόγμα ἐπήχθη ἕτερον, τὸ ἀπρονόητα εἶναι τὰ πάντα· καὶ φεύγοντες τὰ τοιαῦτα ἀκούειν περὶ Θεοῦ, καὶ τὸ ὅλως εἶναι Θεὸν πολλοὶ ἂν τῶν τότε ἠγνόησαν· τούτου δὲ ἀγνοηθέντος, πάντα ἂν ἀπο‐
45λώλει· ἐκείνου δὲ τοῦ δόγματος εἰσαχθέντος, ταχέως καὶ ἡ διόρθωσις ἐπεγίνετο. Ὁ μὲν γὰρ πεισθεὶς ὅτι ἔστι Θεὸς, κἂν μὴ τὴν ἀξίαν ἔχῃ περὶ αὐτοῦ ὑπό‐ νοιαν, ἀλλὰ παχύτερόν τι ὑποπτεύῃ, τῷ χρόνῳ πει‐ σθήσεται, ὅτι οὐδὲν τοιοῦτον περὶ Θεόν· ὁ δὲ πει‐

55

.

71

(50)

σθεὶς ὅτι οὐ προνοεῖ, οὐδὲ μέλει αὐτῷ τῶν ὄντων, οὐδ’ ὅτι ἐστὶ, τί κερδανεῖ ἀπὸ τοῦ τῆς ἀπαθείας λόγου; Διὰ δὴ τοῦτο ἐκεῖνο αὐτοῖς διαλεχθεὶς πρό‐ τερον, ἐπειδὴ ἐναπέθετο αὐτοῖς τὴν περὶ τοῦ εἶναι αὐτὸν δόξαν, διακαθαίρει πάλιν κατὰ μικρὸν αὐτοὺς,
55ἀνάγων ἐπὶ τοῦτο τὸ δόγμα, τὰ ὑψηλότερα περὶ αὐ‐ τοῦ φθεγγόμενος, καὶ τὸν περὶ τῆς ἀπαθείας αὐτοῦ
κινῶν λόγον. Καὶ γάρ φησιν ἕτερος προφήτης· ΟὐColumn end

55

.

72

πεινάσει, οὐδὲ κοπιάσει. Καὶ ὁ εἰπὼν οὖν, ὅτι ὀργίζεται, ὁ αὐτὸς πάλιν δεικνὺς, ὅτι ἀπαθὲς τὸ Θεῖον, ἐπάγει· Μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν, οὐχὶ δὲ ἑαυτούς; Καὶ ὁ εἰπὼν, ὅτι ἐν τῷ ναῷ ἐστιν, ὁ
5αὐτὸς πάλιν φησὶν, ὅτι Οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος. καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν· τουτέστιν, Οὐ περιέχομαι τόπῳ. Εἰ δὲ μὴ πᾶσιν ἐπεξῆλθε, τῷ συν‐ ετωτέρῳ ἔδωκε νοῆσαι ἀπὸ τῶν εἰρημένων, ὅτι ὁ τῶν τυραννικῶν παθῶν ἀπηλλαγμένος καὶ ὧν ἄνευ
10ζῇν οὐκ ἔστι, πολλῷ μᾶλλον τῶν ἄλλων ἠλευθέρω‐ ται. Διὸ καί φησι· Μὴ ἔσῃ ὡς ἄνθρωπος ὑπνῶν; Καὶ πανταχοῦ τὸν περὶ ἀπαθείας ἀνακινεῖ λόγον. Ὥστε κἀνταῦθα, ὅταν ἀκούσῃς θυμὸν, μὴ πάθος νόμιζε. Εἰ γὰρ ἄνθρωποι φιλοσοφεῖν μελετῶντες,
15κατὰ τὸ ἐγχωροῦν ἀόργητοι διαμένουσι, πολλῷ μᾶλ‐ λον ἡ ἀνώλεθρος οὐσία ἐκείνη καὶ ἄφθαρτος καὶ ἄῤῥητος καὶ ἀκατάληπτος. Οὐχ ὁρᾷς, ὅτι καὶ ἰατροὶ τέμνοντες, ἢ καίοντες, οὐ θυμῷ τοῦτο ποιοῦσιν, ἀλλὰ σκοπῷ τῆς διορθώσεως, οὐκ ὀργιζόμενοι τοῖς
20κάμνουσιν, ἀλλ’ ἐλεοῦντες αὐτοὺς, καὶ τῶν νοσημά‐ των ἀπαλλάττοντες; Ὅταν οὖν εἴπῃ· Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, τοῦτο λέγει· Μὴ ἀπαιτήσῃς με δίκην τῶν ἡμαρτημένων, μηδὲ ἐπεξέλθῃς τοῖς πε‐ πλημμελημένοις. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής
25εἰμι. Ταύτης πάντες δεόμεθα τῆς φωνῆς, κἂν μυ‐ ριάκις ὦμεν μυρία κατωρθωκότες, κἂν πρὸς ἄκραν ἥκοντες δικαιοσύνην. Διὸ καὶ αὐτὸς προϊὼν πάλιν φησίν· Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ τὸ, Ἐὰν ἀνομίας παρατηρήσῃ, τίς ὑποστήσε‐
30ται; καὶ ὁ Παῦλος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ ἕτερος· Τίς καυ‐ χήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤ‐ ῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ῥύπου; Πάντες τοίνυν ἐλέους δεόμεθα, ἀλλ’ οὐ πάντες ἄξιοί ἐσμεν
35τοῦ ἐλεεῖσθαι. Καὶ γὰρ εἰ καὶ ἔλεός ἐστιν, ὅμως τὸν ἄξιον ἐπιζητεῖ· καθάπερ αὐτὸς πρὸς Μωϋσῆν ἔφη· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ὁ μὲν οὖν ἄξιόν τι τοῦ ἐλεηθῆναι ποιήσας, ἐρεῖ· Ἐλέησόν με· ὁ δὲ ἐκβαλὼν ἑαυτὸν
40τοῦ ταύτης τυχεῖν τῆς συγγνώμης, μάτην ἐρεῖ τό· Ἐλέησον. Εἰ γὰρ ἐφ’ ἅπαντας ἔμελλεν ὁ ἔλεος ἔρ‐ χεσθαι, οὐδεὶς ἂν ἐκολάσθη. Ἀλλὰ καὶ οὗτος ἔχει τινὰ κρίσιν, καὶ τὸν ἄξιον ἐπιζητεῖ καὶ τὸν ἐπιτή‐ δειον, ὥστε αὐτοῦ ἀπολαῦσαι.
45 βʹ. Πολλοὶ γοῦν πολλάκις τοῖς αὐτοῖς ἁμαρτήμασιν ὑπεύθυνοι γεγόνασι, καὶ οὐ τὴν αὐτὴν ἔδοσαν δί‐ κην, ἑτέρας ἔχοντες αἰτίας προϊσταμένας αὐτῶν· καὶ, εἰ βούλεσθε, τούτῳ νῦν ἐνδιατρίψωμεν τῷ λό‐ γῳ. Ἥμαρτον Ἰουδαῖοι πάντες, καὶ εἰδωλολάτρησαν·

55

.

72

(50)

ἀλλ’ οὐ πάντες τὴν αὐτὴν ἔδοσαν δίκην· ἀλλ’ οἱ μὲν ἔπεσον, οἱ δὲ συγγνώμης ἀπέλαυσαν. Ἐν γὰρ τοῖς ἁμαρτήμασιν οὐχ ἡ φύσις ζητεῖται μόνον τοῦ γεγε‐ νημένου, ἀλλὰ καὶ ἡ γνώμη, καὶ ὁ καιρὸς, καὶ ἡ αἰτία, καὶ τὰ μετὰ τὴν ἁμαρτίαν· εἰ οἱ μὲν ἐν‐
55έμειναν, οἱ δὲ μετενόησαν, καὶ εἰ ἐκ περιστάσεως, καὶ εἰ κατὰ ἀπάτην, καὶ κατὰ μελέτην. Καὶ πολλά ἐστι τὰ ζητούμενα, καὶ καιροῦ διαφορὰ, καὶ πολι‐ τείας κατάστασις. Οἷόν τι λέγω· ἥμαρτον οἱ ἐν τῇ
Παλαιᾷ, ἁμαρτάνουσι καὶ οἱ ἐν τῇ Καινῇ· οὐ τὴν

55

.

73

αὐτὴν δὲ διδόασιν ἀμφότεροι δίκην, ἀλλ’ οὗτοι χα‐ λεπωτέραν. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθε‐ τήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τοισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ, δο‐
5κεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθή‐ κης κοινὸν ἡγησάμενος; Ὅταν δὲ εἴπῃ, Πόσῳ. δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ἐπιτε‐ ταμένην δείκνυσι τὴν κόλασιν. Ἥμαρτον οἱ πρὸ τοῦ
10νόμου, καὶ οἱ ἐν τῷ νόμῳ. Πάλιν οἱ πρότεροι ἡμε‐ ρωτέραν διδόασι δίκην. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦν‐ ται. Τὸ, Ἀνόμως, οὐχὶ χαλεπώτερον, ἀλλ’ ἡμερώτε‐ ρον. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κρι‐
15θήσονται. Τί δή ποτε; Ὅτι οἱ μὲν τὴν φύσιν ἔχουσι κατήγορον· οἱ δὲ μετὰ τῆς φύσεως καὶ τὸν νόμον· καὶ ὅσῳ πλείονος ἀπέλαυσαν τῆς διδασκαλίας, το‐ σούτῳ μείζονα ὑποστήσονται κόλασιν. Πάλιν καὶ ἀπὸ τῶν ἀξιωμάτων τὸ αὐτὸ ἔστιν ἰδεῖν συμβαῖνον, καὶ
20δῆλον ἀπὸ τῆς θυσίας. Ὑπὲρ παντὸς γοῦν τοῦ λαοῦ τοσαύτη προσεφέρετο θυσία ἁμαρτόντος, ὅση ὑπὲρ τοῦ ἱερέως μόνου· δηλοῦντος τοῦ λόγου, ὅτι ὅσῳ μεῖζον τὸ ἀξίωμα, τοσούτῳ χαλεπωτέρα καὶ ἡ κό‐ λασις ἐν οἷς ἁμαρτάνουσι. Διὰ δὴ τοῦτο ἡ μὲν
25ἁπλῶς πορνεύσασα ἀνῃρεῖτο· ἡ δὲ τοῦ ἱερέως θυ‐ γάτηρ κατεκαίετο. Ἔστι καὶ ἑτέρωθεν ἰδεῖν συγγνώ‐ μην καὶ ἐπίτασιν τιμωρίας γινομένην· οἷον, ὅταν τις ἁμαρτὼν, ἐνταῦθα δῷ δίκην, ἕτερος δὲ τρυφῆς ἀπολαύσῃ. Ὁ μὲν γὰρ μείζονα ἐκεῖ, ὁ δὲ ἐλάττονα
30ὑποστήσεται τιμωρίαν, ἐὰν μὴ ἐνταῦθα πάντα ἀπο‐ λύσηται. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς εἰσάγει τὸν Ἀβραὰμ λέγοντα τῷ πλουσίῳ· Ἀπέλαβες τὰ ἀγαθά σου, οὗτος δὲ τὰ κακά· καὶ νῦν οὗτος παρακα‐ λεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλ’ οὗτος μὲν ὁλόκληρον
35ἀπέθετο τὴν τιμωρίαν, δι’ ἃ ἔπαθε κακῶς· ἕτεροι δὲ οὐχ ὁλόκληρον, ἀλλ’ ἐκ μέρους· διὸ καὶ ἡμερώ‐ τερον κολάζονται. Ἴδοι δ’ ἄν τις καὶ ἀπὸ συνέσεως ἐπιτεταμένης καὶ ἀπὸ ἀφελείας διαφορὰν γινομένην κολάσεως, ὅταν λέγῃ· Ὁ δοῦλος ὁ εἰδὼς τὸ θέλημα
40τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ εἰδὼς, μηδὲ ποιήσας, δαρή‐ σεται ὀλίγας. Καὶ πολλὰ ἕτερα εὕροι τις ἂν τὰ ποιοῦντα διαφορὰν κολάσεως, καὶ διαφορὰν ἐλέους καὶ φιλανθρωπίας. Σκόπει δὲ καὶ ἐπὶ τοῦ πρωτο‐
45πλάστου. Ἥμαρτεν ἡ Εὔα, ἥμαρτε καὶ ὁ Ἀδὰμ, καὶ τὸ ἁμάρτημα ἕν. Ἀμφότεροι γὰρ ἔφαγον ἀπὸ τοῦ ξύλου, οὐκ ἀμφότεροι δὲ τὴν αὐτὴν ἔδοσαν δίκην. Ἔσφαξεν ὁ Κάϊν, καὶ ἔσφαξεν ὁ Λάμεχ· καὶ ὁ μὲν ἠλεεῖτο, ὁ δὲ ἐκολάζετο. Συνέλεξέ τις ἐν σαββάτῳ

55

.

73

(50)

ξύλα, καὶ οὐδεμιᾶς ἔτυχε συγγνώμης· ὁ Δαυῒδ ἐφ‐ όνευσε καὶ ἐμοίχευσε, καὶ ἀπέλαυσε φιλανθρωπίας. Ἐνδιατρίβωμεν τοίνυν τῷ ζητήματι· πολλῷ γὰρ βέλτιον ταῦτα ἀναζητεῖν, ἢ φλυαρίαις καὶ συλλόγοις τοῖς ἐν ἀγοραῖς προσηλῶσθαι. Οἱ γὰρ τὸ εὑρεῖν μό‐
55νον τὰ τοιαῦτα, ἀλλὰ καὶ τὸ ζητεῖν μέγα κέρδος ἐστὶ, κἂν μὴ εὕρωμεν. Ἀναγκασθησόμεθα γὰρ ἐν τούτοις ἀπασχολεῖσθαι, καὶ τὸν καιρὸν πάντα ἐν αὐτοῖς δαπανᾷν. Τίνος οὖν ἕνεκεν (δεῖ γὰρ ἐπὶ τὸν πρότερον ἀναδραμεῖν λόγον), μοσχοποιησάντων ἁπάν‐
60των τῶν Ἰουδαίων, οἱ μὲν ἐκολάζοντο, οἱ δὲ οὐκColumn end

55

.

74

ἐκολάζοντο; Ὅτι οἱ μὲν μετενόησαν, καὶ τὴν φύ‐ σιν αὐτὴν ἠγνόησαν, διὰ τὴν εὐλάβειαν τοὺς οἰκείους κατασφάξαντες· οἱ δὲ ἐνέμενον. Ὥστε τὸ μὲν ἁμάρ‐ τημα ἴσον· τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα. Τίνος δὲ ἕν‐
5εκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχ ἡ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι, καὶ ὑπὸ ὄφεως. Διό‐ περ ἐκεῖνο ἀπάτην ὁ Παῦλος ἐκάλεσε, λέγων· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν
10παραβάσει γέγονε. Τίνος δὲ ἕνεκεν καὶ ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς πα‐ ρανομίας ἦν, τὸ ἐκ προοιμίων εὐθέως παραβῆναι τὸ πρόσταγμα, καὶ ἔδει καὶ τοῖς ἄλλοις φόβον ἐν‐ τεθῆναι πολύν. Τοῦτο καὶ ἐπὶ τῆς Σαπφείρας καὶ
15Ἀνανίου γέγονε. Καὶ ἡμεῖς τοίνυν ὅταν ἁμαρτάνω‐ μεν, σκοπῶμεν εἰ ἄξιοι ἐλέους ἐσμὲν, εἰ ἐποιήσα‐ μέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν, εἰ βελ‐ τίους ἐγενόμεθα, εἰ ἀπέστημεν. Καὶ γὰρ τὸ τὸν μετανοήσαντα σωθῆναι, ἐξ ἐλέους ἐστὶ σωθῆναι. Οὕτω
20γοῦν καὶ οὗτος ἀξιοῖ ἐντεῦθεν σωθῆναι, ἀπὸ τῶν δακρύων, ἀπὸ τῶν θρήνων. Λούσω γὰρ, φησὶ, καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Τουτέστιν, ἀπὸ τῆς κατανύξεως. Ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή
25μου ἐταράχθη σφόδρα. Οὐκ εὐθέως αὐτὰ λέγει, ἀλλ’ ἐπὶ τὸ εὐόλισθον τῆς φύσεως καταφεύγει, λέ‐ γων· Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Οὕ‐ τως εἶπε, δεικνὺς ὅτι οὐκ ἀρκεῖ μόνον τοῦτο· εἰ γὰρ ἤρκει, πάντες ἂν ἐντεῦθεν ἐσώθημεν· πάντες γάρ
30ἐσμεν ἄνθρωποι. γʹ. Ἐμοὶ δὲ, εἰ δεῖ ἀκριβέστερόν τι περὶ τούτου εἰ‐ πεῖν, τάχα οὐδὲ τοῦτο λέγειν δοκεῖ. Ἀλλὰ τὴν ἀσθέ‐ νειαν τὴν ἐκ τῶν πειρασμῶν ἐγγινομένην αἰνίττε‐ ται, οὐ μικρὸν καὶ τοῦτο δικαίωμα εἰς τὸ τυχεῖν
35ἐλέους καὶ φιλανθρωπίας προβαλλόμενος. Τοῦτο γοῦν καὶ προϊὼν ᾐνίξατο, λέγων· Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Οἶδε γὰρ καὶ θλίψις μετ’ εὐχα‐ ριστίας φερομένη, πολλῆς φιλανθρωπίας ὑπόθεσιν παρέχειν, καὶ ἵλεω τὸν Θεὸν ποιεῖν. Ταύτην τοίνυν
40μοι δοκεῖ καὶ ἐνταῦθα αἰνίττεσθαι, λέγων· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Οὐκ εἶπεν, Ἄνες μοι, οὐδὲ, Ἔνδος μοι, ἀλλ’ Ἴασαι. Τὰ γὰρ πρότερα ἀξιοῖ τραύ‐ ματα ἀφανισθῆναι. Ὀστᾶ δὲ ἐνταῦθα τὴν ἰσχὺν ἅπα‐
45σαν λέγει· ταραχὴν δὲ, τὴν πληγὴν, τὴν κόλασιν, τὴν τιμωρίαν. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ὥσπερ οὖν ἐπὶ τῶν ἰατρῶν τρία ταῦτά ἐστι, μᾶλλον δὲ τέσ‐ σαρα, ἢ καὶ πέντε, ὁ ἰατρὸς, ἡ τέχνη, ὁ κάμνων, τὸ

55

.

74

(50)

νόσημα, τῶν φαρμάκων ἡ δύναμις, καὶ παράταξίς τις γίνεται καὶ μάχη· ἂν μὲν γὰρ μετὰ τοῦ ἰατροῦ, καὶ τῆς τέχνης, καὶ τῶν φαρμάκων, καὶ ἡ προαί‐ ρεσις ᾖ τοῦ κάμνοντος, ἐκράτησαν τοῦ νοσήματος· ἂν δὲ ἀφῇ τὸ μετ’ ἐκείνων παρατάξασθαι ὁ κάμνων,
55πρὸς τὴν ἀῤῥωστίαν ἑαυτὸν ἐξάγει· ἢ κἂν μετ’ ἐκεί‐ νης παρατάξηται πρὸς τὸν ἰατρὸν καὶ τὰ φάρμακα καὶ πρὸς τὴν τέχνην, ἀπήνεγκεν ἑαυτόν· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν συμβαίνει· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ πολλῷ παραδοξότερον. Ἐπὶ μὲν γὰρ τῶν ἰατρῶν
60πολλάκις καὶ μετὰ τοῦ νοσήματος, καὶ μετὰ τῆς τέχνης, καὶ μετὰ τῶν φαρμάκων ὁ κάμνων ἵσταται, καὶ οὐδὲν ὤνησε, τῆς φύσεως ἀσθενησάσης, καὶ τῆς τέχνης ἀπορησάσης, καὶ τῆς δυνάμεως δραπετευ‐
σάσης ἔκ τινος ἐπηρείας· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι

55

.

75

τοῦτο, ἀλλ’ ἐὰν στῇς μετὰ τοῦ ἰατροῦ, πάντως δεῖ θεραπευθῆναι τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἀνθρωπίνη τέχνη, ἵνα ἀπορήσῃ, ἀλλὰ θεία δύναμις, ἡ καὶ φύ‐ σεων καὶ νοσημάτων, καὶ πονηρίας, καὶ πάσης
5περιγινομένη κακίας. Διὰ δὴ τοῦτο καὶ οὗτος ὥσπερ ἰατρῷ τῷ Θεῷ προσελθὼν καὶ ἀποδυρόμενος, ἔλεγεν· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Τι‐ νὲς δέ φασιν ἐνταῦθα ταραχὴν ἐκείνην λέγειν, τὴν ἐκ τῆς ἁμαρτίας γινομένην. Καθάπερ γὰρ ὅταν πνεύ‐
10ματα ῥαγδαῖα εἰς πέλαγος ἐμπέσῃ, πάντα ταράττει, καὶ ἡ βυθία ἄνω φέρεται ψάμμος, καὶ οἱ πλέοντες ἐν κινδύνῳ γίνονται· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν ταράττεται ἡ ψυχὴ, κινεῖται τὸ σῶμα, πάντα πληροῦται τοῦ χει‐ μῶνος, καὶ μεστὸν ἡμῖν τὸ σκάφος λοιπὸν ταραχῆς,
15καὶ σκότος πολὺ καὶ πάντα οἴχεται ἀπολιμπάνοντα τὸν οἰκεῖον τόπον, καὶ πολλὴ ἡ σύγχυσις. Τοῦτο μά‐ λιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθε· τοῦτο καὶ ἐν θυμῷ καὶ ἐν συμφοραῖς. Πάντα γὰρ ταῦτα ταράττει καὶ ψυχὴν καὶ ὀστᾶ, καὶ αἱ κόραι διαστρέ‐
20φονται, καὶ οὐδὲ οἱ ὀφθαλμοὶ κατὰ τάξιν βλέπουσιν· ἀλλ’ ὥσπερ ἡνιόχου θορυβηθέντος, ἀτάκτως οἱ ἵπποι φέρονται· οὕτω τοῦ λογισμοῦ διαταραχθέντος, πάντα συγχεῖται, πάντα διαστρέφεται καὶ τὴν ἰδίαν ὁδὸν ἀπόλλυσι. Πῶς δὲ αὕτη γίνεται ἡ ταραχὴ, ἀναγκαῖον
25καὶ τοῦτο εἰπεῖν. Οὐ γὰρ ὥσπερ ἐν θαλάττῃ παρὰ τὴν τῶν πνευμάτων ἐμβολὴν, οὕτω καὶ ἐν τῇ ψυχῇ παρά τινα ἀδόκητον περίστασιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν συμβαίνει. Καὶ γὰρ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι ἡμεῖς αἴτιοι. Οἷόν τι λέγω· τῆς ἐπιθυμίας
30ἐγειρομένης, ἂν μὴ σὺ τὴν φλόγα ἀνάψῃς, οὐ καίεται ἡ κάμινος, ἂν μὴ τροφὴν παράσχῃς τῇ ὕλῃ. Οὐκ ἀνάπτεται δὲ ἡ κάμινος, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ τὰ ἄλλα κάλλη πολυπραγμονή‐ σῃς, ἂν μὴ εἰς θέατρα παρανομίας ἀναβαίνῃς. Ἂν
35γὰρ μὴ πιάνῃς τρυφῇ τὴν σάρκα, ἂν μὴ καταπον‐ τίσῃς οἴνῳ τὸν λογισμὸν, οὐκ αἴρεται ἡ φλὸξ, οὐκ ἀνάπτεται ἡ κάμινος, οὐ γίνεται χαλεπώτερον τὸ θη‐ ρίον, οὐ διατέμνεται καθάπερ ὑπὸ πνευμάτων ἀγρίων τῆς διανοίας τὸ καθαρόν. Ἀρκεῖ οὖν ταῦτα, φησὶ,
40πρὸς τὸ διαφυγεῖν τὴν φλόγα τῆς ἁμαρτίας; Οὐκ ἀρ‐ κεῖ ταῦτα καὶ μόνα, ἀλλὰ καὶ ἕτερα δεῖ προστεθῆναι, εὐχὰς διηνεκεῖς, ἁγίων συνουσίαν, νηστείαν σύμμε‐ τρον, δίαιταν λιτὴν, ἀσχολίας ἀναγκαίας, πρὸ τῶν ἄλλων ἁπάντων τοῦ Θεοῦ τὸν φόβον, τὴν μέλλουσαν
45κρίσιν, τὰς ἀφορήτους κολάσεις, τὰς ἐπαγγελίας τῶν ἀγαθῶν. Διὰ τούτων ἁπάντων δύνασαι χαλινῶσαι τὴν λυττῶσαν ἐπιθυμίαν, καὶ στῆσαι τὴν κυμαινομένην θάλατταν. Καὶ σὺ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ

55

.

75

(50)

ἐλέους σου. Συνεχῶς τὸ, Κύριε, τίθησιν, ὥσπερ τι δικαίωμα προβαλλόμενος συγχωρήσεως καὶ χάριτος· καὶ γὰρ ἡ μεγίστη ἡμῶν ἐλπὶς αὕτη, ἡ ἄφατος αὐ‐ τοῦ φιλανθρωπία, καὶ τὸ τοιοῦτον εἶναι αὐτὸν πρόχει‐ ρον εἰς συγχώρησιν. Τὸ δὲ, Ἕως πότε, οὐκ ἀποδυ‐
55σπετοῦντος, οὐδὲ δυσχεραίνοντος, ἀλλ’ ὀδυνωμένου καὶ ἀλγοῦντος, καὶ οὐ φέροντος τὸν ἀπὸ τῶν πειρα‐
σμῶν ὄγκον.Column end

55

.

76

δʹ. Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Δύο ἐνταῦθα τίθησι, τό τε ἐπιστρέψαι αὐτὸν, καὶ τὸ ῥύσασθαι τὴν ψυχήν μου. Τοῦτο γὰρ μάλιστα τοῖς δι‐ καίοις περισπούδαστον, τὸ κατηλλάχθαι αὐτὸν, καὶ
5ἵλεων εἶναι καὶ εὐμενῆ, καὶ μὴ ἀποστρέφεσθαι. Τού‐ τῳ γὰρ καὶ ἕτερον ἕπεται, τὸ σωθῆναι τὴν ψυχήν· οὐχ ὡς πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν πα‐ χυτέρων, ἓν μόνον ἐπιζητοῦσιν, ὅπως τῆς παρούσης ἀπολαύοιεν εὐημερίας. Ἀλλ’ οὐκ ἐκεῖνοι οὕτως· ἀλλ’
10ὅπως τῆς σωτηρίας τῆς κατὰ ψυχὴν ἀπολαύσαιεν, ἧς οὐδὲν προτιμότερον αὐτοῖς ἦν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξο‐ μολογήσεταί σοι; Ὅρα πόσας τίθησιν αἰτίας σωτη‐ ρίας. Ὅτι ἀσθενής εἰμι, φησὶν, Ὅτι ἐταράχθη τὰ
15ὀστᾶ μου, ὅτι παρὰ τοῦ Κυρίου ταῦτα αἰτῶ, Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· οὐ τοῦτο λέγων, ὅτι μέχρι τοῦ παρόντος τὰ ἡμέτερα· ἄπαγε· οἶδε γὰρ τὸν περὶ τῆς ἀναστάσεως λόγον· ἀλλ’ ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ μετάνοια καιρὸν
20οὐκ ἂν ἔχοι. Ἐπεὶ καὶ ὁ πλούσιος ἐξωμολογεῖτο καὶ μετενόει, ἀλλ’ οὐδὲν ὠφελεῖτο διὰ τὴν ἀκαιρίαν. Καὶ αἱ παρθένοι δὲ ἠβουλήθησαν λαβεῖν ἔλαιον, ἀλλ’ οὐδεὶς αὐταῖς ἔδωκε. Τοῦτο τοίνυν ἀξιοῖ καὶ οὗτος, ἐνταῦθα ἀπονίψασθαι τὰ ἁμαρτήματα, ὥστε ἐπὶ τοῦ φοβεροῦ
25βήματος παῤῥησίας ἀπολαῦσαι. Εἶτα παιδεύων τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι (ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ἄν τε αὐτὸ δὴ τοῦτο, ὃ ἔλεγε, τὰ δὲ
30παρ’ ἡμῶν μὴ προσκέηται, οὐδὲν ἡμῖν ὄφελος), ὅρα τί ἐπήγαγεν· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἀκουέτωσαν οἱ ἐν εὐτελείᾳ ζῶντες, οἵαν ὁ βασι‐
35λεὺς καὶ πορφυρίδα περικείμενος μετάνοιαν ἐπεδεί‐ κνυτο· ἀκούσωμεν, κατανυγῶμεν. Οὐχ ἁπλῶς ἔκα‐ μεν, ἀλλὰ καὶ ἐκοπίασε στενάζων· οὐχ ἁπλῶς ἐδά‐ κρυσεν, ἀλλὰ καὶ ἔλουσε τὴν κλίνην, οὐ μίαν καὶ δευ‐ τέραν καὶ τρίτην ἡμέραν, ἀλλὰ καὶ καθ’ ἑκάστην
40νύκτα· καὶ οὐ τὸ παρελθὸν μόνον λέγει, ἀλλὰ καὶ τὸ μέλλον. Μὴ γὰρ δὴ νομίσητε, ὅτι ταῦτα ποιήσας ἅπαξ, πρὸς ἄνεσιν ἑαυτὸν λοιπὸν ἀφῆκεν, ἀλλὰ διηνεκῶς τοῦτο πράττων διετέλει διὰ πάσης τῆς ζωῆς. Οὐ κάθαπερ ἡμεῖς, οἱ μίαν ἐργαζόμενοι τοῦτο πολ‐
45λάκις ἡμέραν, ἢ οὐδὲ μίαν, εἰς γέλωτα καὶ τρυφὴν καὶ ἄνεσιν ἑαυτοὺς ἐκδίδομεν. Ἀλλ’ οὐκ ἐκεῖνος· ἀλλ’ ἐν δάκρυσι διηνεκέσι διετέλει. Ταύτην δὴ καὶ ἡμεῖς μιμώμεθα τὴν ἐξομολόγησιν. Εἰ γὰρ μὴ βουληθείημεν κλαῦσαι ἐνταῦθα, ἀνάγκη πάντως ἐκεῖ ὀδύρεσθαι καὶ

55

.

76

(50)

κλαίειν· ἐκεῖ μὲν ἀνόνητα, ἐνταῦθα δὲ μετὰ κέρδους· καὶ ἐκεῖ μὲν μετ’ αἰσχύνης, ἐνταῦθα δὲ μετ’ εὐκο‐ σμίας πολλῆς. Ὅτι γὰρ ἀνάγκη τοῦτο γενέσθαι, ἄκουσον τί φησιν ὁ Χριστός· Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ’ οὐχ οἱ ἐνταῦθα
55κλαίοντες οὕτως· ἀλλὰ πολλῆς ἀπολαύσονται τῆς πα‐ ρακλήσεως Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ
παρακληθήσονται. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις,

55

.

77

ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. Ἀκουέ‐ τωσαν οἱ τὰς ἀργυρᾶς κλίνας ἔχοντες, οἵα τοῦ βασι‐ λέως ἦν ἡ κλίνη· οὐ λιθοκόλλητος, οὐ χρυσόπαστος, ἀλλὰ δάκρυσι λελουμένη. Τούτῳ αἱ νύκτες οὐκ ἀνα‐
5παύσεως, ἀλλὰ θρήνων καὶ ὀδυρμῶν νύκτες ἦσαν. Ἐπειδὴ ἐν ἡμέρᾳ πολλαὶ περιέσπων αὐτὸν φροντί‐ δες, ὃν ἅπαντες ἀνέσεως ποιοῦνται καιρὸν, τοῦτον ἐκεῖνος ἐξομολογήσεως ἐποιεῖτο, θερμότερον θρηνῶν τότε. Καλὸν μὲν γὰρ ἀεὶ τὸ κλαίειν, μάλιστα δὲ ἐν
10καιρῷ τῆς νυκτὸς, ὅτε οὐδεὶς ἐκκρούων τῆς θαυμα‐ στῆς ταύτης ἡδονῆς, ἀλλ’ ἔνεστιν ἐμφορηθῆναι τῷ βουλομένῳ μετὰ πάσης ἀδείας. Ἴσασιν οἱ πεῖραν λα‐ βόντες ὃ λέγω, ὅσην εὐφροσύνην ἔχουσιν αὗται τῶν δακρύων αἱ πηγαί. Ταῦτα τὰ δάκρυα τὸ ἄσβεστον
15πῦρ σβέσαι δύνανται, τὸν ποταμὸν ἐκεῖνον τὸν πρὸ τοῦ βήματος ἑλκόμενον. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐδά‐ κρυε τριετίαν νύκτα καὶ ἡμέραν, τὰ ἀλλότρια διορθού‐ μενος πάθη· ἡμεῖς δὲ οὐδὲ τὰ οἰκεῖα, ἀλλὰ γέλωτι καὶ τρυφῇ ἑαυτοὺς ἐκδιδόντες, τὴν νύκτα κάρῳ βα‐
20θεῖ καταχωννύμεθα. Καὶ οἱ μὲν ὕπνῳ θανάτῳ προσ‐ εοικότι προσήλωνται· οἱ δὲ ἀγρυπνίαν θανάτου χα‐ λεπωτέραν ἀγρυπνοῦσι, τόκους καὶ δανείσματα καὶ τὰς ἑτέρων ἀναλογιζόμενοι κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπιβουλάς. Ἀλλ’ οὐχ οἱ νήφοντες, ἀλλὰ τὰς ἑαυτῶν
25γεωργοῦσι ψυχὰς, ὥσπερ ὑετῷ τοῖς δάκρυσι κεχρη‐ μένοι τούτοις, καὶ τὰ σπέρματα τῆς ἀρετῆς αὔξοντες. Πάσῃ κακίᾳ καὶ ἀσελγείᾳ ἄβατός ἐστιν εὐνὴ τοιαῦτα δάκρυα δεχομένη. Ὁ τὰ τοιαῦτα δάκρυα σταλάζων, οὐδὲν ἡγεῖται τὰ ἐπὶ τῆς γῆς, ἀλλὰ πάσης πολιορκίας
30ἀπαλλάττει τὴν ψυχὴν, τοῦ ἡλίου λαμπροτέραν καθί‐ στησι τὴν διάνοιαν. Καὶ μή με νομίσητε πρὸς μονα‐ χοὺς ταῦτα λέγειν μόνον· καὶ γὰρ πρὸς βιωτικοὺς ἡ παραίνεσις, καὶ πρὸς τούτους μᾶλλον, ἢ ἐκείνους· οὗτοι γὰρ μάλιστα οἱ δεόμενοι τῶν τῆς μετανοίας φαρ‐
35μάκων. Ὁ τοιαῦτα θρηνῶν, ἀναστήσεται λιμένος γα‐ ληνοῦ τὴν ψυχὴν ἄμεινον ἔχων, πάντα ἐκβάλλων τὰ πάθη· πολλῆς πεπληρωμένος τῆς εὐφροσύνης εἰς οἶ‐ κον Θεοῦ μετὰ παῤῥησίας ἀπαντήσεται ὁ τοιοῦτος· τῷ πλησίον μεθ’ ἡδονῆς διαλέξεται· οὐ θυμὸς γὰρ
40ἐνδομυχεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐκ ἔρως χρημά‐ των, οὐ φθόνος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Πάντα γὰρ ταῦτα, καθάπερ θηρία ἐμφωλεύοντα, καταδῦναι διὰ τῆς νυκτὸς ὁ στεναγμὸς ἐκεῖνος καὶ τὰ δάκρυα παρεσκεύασεν. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός
45μου. Εἶδες ψυχὴν συντετριμμένην; Εἰπὼν τὴν μετά‐ νοιαν, λέγει πάλιν τὰ πάθη, τὸν θόρυβον τὸν ἐν τῇ διανοίᾳ, τὸν φόβον τὸν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ ἐγ‐ γινόμενον. εʹ. Ὀφθαλμὸν γὰρ ἐνταῦθα τὸν τῆς ψυχῆς φησι, τὸ

55

.

77

(50)

διορατικὸν ἐκεῖνο καὶ λογικὸν, ὅπερ ἡ ἔννοια τῶν οἰ‐ κείων ἁμαρτημάτων ταράττειν εἴωθεν. Ἐπειδὴ γὰρ διὰ παντὸς πρὸ τῶν ὀφθαλμῶν εἶχε τὰ πλημμελή‐ ματα, καὶ τοῦ Θεοῦ τὴν ὀργὴν ἀνελογίζετο, ἐν φόβῳ ὢν, οὐκ ἀναλγήτως ζῶν, καθάπερ οἱ πολλοὶ, ἀλλὰ
55ἀγωνιῶν καὶ τρέμων. Ἡ τοιαύτη ταραχὴ γαλήνης μήτηρ ἐστίν· ὁ τοιοῦτος φόβος ἀδείας ὑπόθεσις. Ὁ οὕτω τεταραγμένος πάντα χειμῶνα ἐκβάλλει· τοιαύτην οὐκ ἔχων τὴν ψυχὴν χαλεπὸν κλυδώνιον ὑπο‐ στήσεται. Καὶ ὥσπερ πλοῖον ἀνερμάτιστον τῇ τῶν
60ἀγρίων πνευμάτων ἐκδοθὲν ῥύμῃ, ταχέως καταπον‐
τίζεται· οὕτω καὶ ψυχὴ ἀναλγήτως ζῶσα, μυρίοιςColumn end

55

.

78

πρόκειται πάθεσι. Διὸ καὶ ὁ μακάριος Παῦλος τοῦτο τὸ πάθος ἐνδεικνύμενος, ἔλεγεν· Οἵτινες ἀπηλγη‐ κότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργα‐ σίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Καὶ καθά‐
5περ κυβερνήτης, ἕως ἂν ταῖς φροντίσι ταῖς ὑπὲρ τῶν πλεόντων ταράττηται, πάντας ἐν γαλήνῃ καθίστησιν, ἂν δὲ ταύτης ἀπαλλαγεὶς καθεύδῃ, ταραχὴν ἐπάγει μεγάλην· οὕτω δὴ καὶ ὁ ἄνθρωπος· ὁ μὲν ἀγωνιῶν καὶ τρέμων καὶ ταραττόμενος, ἐν ἡσυχίᾳ τὴν ἑαυτοῦ
10καθίστησι διάνοιαν· ὁ δὲ ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτὸν παραδοὺς, ὑποβρύχιον τὸ σκάφος ἐργάζεται. Ἐπα‐ λαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Τί ἐστιν, Ἐπα‐ λαιώθην; Ἠσθένησα, φησὶν, ὑπὸ τῶν ἐχθρῶν μου. Καὶ γὰρ ἐναγώνιος ἡμῶν ὁ βίος, καὶ μυρίων ἐχθρῶν
15ἡ ζωὴ ἡμῖν ἐμπέπλησται, οἵτινες καὶ ἰσχυρότεροι γί‐ νονται, ἐπειδὰν ἁμαρτήμασι περιπέσωμεν. Διὸ πάντα χρὴ ποιεῖν, ὥστε διαφυγεῖν αὐτῶν τὰς λαβὰς, καὶ μηδέποτε πρὸς αὐτοὺς καταλλάττεσθαι· αὕτη γὰρ ἡμῖν μεγίστης ἀσφαλείας ὑπόθεσις. Τούτων τῶν
20ἐχθρῶν τὴν φάλαγγα δηλῶν ὁ Παῦλος, ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἐπεὶ οὖν τοιαύτη ἡ τῶν πολεμίων φάλαγξ, ἀεὶ καὶ
25διηνεκῶς ὁπλίζεσθαι χρὴ, καὶ φεύγειν τῶν ἁμαρτη‐ μάτων τὰς ἐφόδους. Οὐδὲν γὰρ οὕτω παλαιοῦν εἴωθεν, ὡς ἁμαρτίας φύσις. Διόπερ καὶ ὁ Παῦλος τὴν ἐντεῦ‐ θεν παλαίωσιν γινομένην ἀποτρίβεσθαι κελεύων, ἔλεγε· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ
30μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ὅταν οὖν ὑπὸ τῆς ἁμαρτίας παλαιωθῇς, ὑπὸ τῆς με‐ τανοίας ἀνακαίνισον σαυτόν. Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ἤκουσε
35Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Οὐ μικρὰ καὶ αὕτη ὁδὸς εἰς ἀρε‐ τὴν ἄγουσα, τὸ φεύγειν τοὺς πονηρούς. Ὅπερ μετὰ τοσαύτης ὑπερβολῆς καὶ ὁ Χριστὸς ἀπαιτεῖ παρ’ ἡμῶν, ὡς τοὺς ἐν τάξει μελῶν ἡμῖν ἀναγκαιοτάτων
40ὄντας φίλους κελεύειν ἐκκόπτειν, ὅταν ἡμᾶς σκανδα‐ λίζωσι, καὶ βλάβην τινὰ ἡμῖν αὐτῶν ἡ συνουσία φέρῃ. Ἐὰν γὰρ, φησὶν, ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτόν· καὶ ἐὰν ἡ χείρ σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτὴν, καὶ βάλε ἀπὸ σοῦ· οὐ περὶ μελῶν
45λέγων, ἄπαγε· ἀλλὰ περὶ φίλων γνησίων, ὧν δεῖ τὰς φιλίας ἀτιμάζειν, ὅταν μήτε αὐτοῖς κέρδος, μήτε ἡμῖν γίνεται, ἀλλὰ βλάβη. Ταύτην δὴ τὴν ἀρετὴν κα‐ τορθώσας καὶ οὗτος οὐ μόνον οὐκ ἐδίωκε τὰς τοιαύτας συνουσίας, ἀλλὰ καὶ παρεκελεύετο τούτοις ἀποπηδᾷν

55

.

78

(50)

ἑαυτοῦ. ϛʹ. Οὗτος τῆς μετανοίας ὁ καρπὸς, τοῦτο τῶν δακρύων τὸ κέρδος. Ἡ γὰρ οὕτω συντριβεῖσα διάνοια, οὐδεμιᾷ λοιπὸν προσπαθείᾳ κατέχεται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· κἂν αὐτὸ διάδημα ᾖ τις περικείμε‐
55νος, βλάπτῃ δὲ ἡμᾶς, ἀτιμάζωμεν αὐτοῦ τὴν φιλίαν. Οὐδὲν γὰρ εὐτελέστερον ἀνδρὸς, καὶ βασιλεύοντος, ὅταν κακίᾳ συζῇ· ὥσπερ οὐδὲν βασιλικώτερον καὶ
δεσμώτου, ὅταν ἀρετὴν ᾖ κεκτημένος. Ὅτι εἰσή‐

55

.

79

κουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Οὐκ εἶπεν, Ὅτι εἰσήκουσε τῆς φωνῆς μου, ἁπλῶς, ἀλλὰ, Τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ὁρᾷς πῶς καὶ τὰ παρ’ ἑαυτοῦ μετὰ πολλῆς εἰσάγει τῆς δαψιλείας, καὶ
5φωνὴν, καὶ κλαυθμὸν, φωνὴν ἐνταῦθα οὐ τὸν τόνον λέγων τῆς κραυγῆς, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ κλαυθμὸν οὐ τὸν ἀπὸ τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς ψυχῆς; Ὁ γὰρ μετάνοιαν εἰσάγων, καὶ παρὰ τοῦ Θεοῦ ἀκουόμενος, εὐκόλως καὶ τοῦτο
10δύναται κατορθῶσαι τὸ ἀγαθὸν, τὸ διακρούεσθαι τῶν πονηρῶν τὰς συνουσίας. Αἰσχυνθήτωσαν καὶ ἐντρα‐ πήτωσαν πάντες οἱ ἐχθροί μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν σφόδρα διὰ τάχους. Αὕτη ἡ εὐχὴ μεγίστην ἔχει ὠφέλειαν, τό τε
15αἰσχυνθῆναι λέγω, καὶ τὸ εἰς τοὐπίσω ἀπελθεῖν. Οἱ γὰρ κακῶς τρέχοντες, εἰ καταισχυνθεῖεν, καὶ εἰς τὰ ὀπίσω ἀπέλθοιεν, στήσονται τῆς πονηρίας. Ὥσπερ γὰρ εἰ ἄνθρωπον ἴδωμεν κατὰ κρημνοῦ φερόμενον, ἀναχαιτίζομεν αὐτὸν τῆς προσωτέρω φορᾶς, λέγον‐
20τες· Ἄνθρωπε, ποῦ φέρῃ; κρημνὸς ἔμπροσθεν ἀπαν‐ τήσεται· οὕτω δὴ καὶ οὗτος ἀξιοῖ τοὺς κακοὺς πάλιν εἰς τοὐπίσω ἀναδραμεῖν. Οὕτω καὶ ἵππον μαινόμενον ἂν μὴ ταχέως τις ἀνακρούσηται, ταχέως ἀπολεῖται. Οὕτω καὶ ἰατροὶ ἰὸν ἑρπετοῦ τινος πολλάκις ἐπινεμό‐
25μενον ἅπαν τὸ σῶμα μετὰ πολλοῦ τοῦ τάχους τῆς προσωτέρω φορᾶς ἱστῶσιν, ἐγκόπτοντες αὐτοῦ τὴν κακίαν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ τὴν ἐν ἡμῖν κακίαν ἀναστέλλωμεν μετὰ πολλοῦ τοῦ τάχους, ἵνα μὴ προϊοῦσα αὔξῃ τὴν νόσον. Καὶ γὰρ ἀμελούμενα,
30μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον, ὥσπερ ἂν ἐξ ἀρχῆς καὶ τὰ μικρὰ ἀνέλωμεν, οὐδὲ τὰ μεγάλα ἕψεται. Σκόπει δέ. Ὁ μελετήσας μὴ ὑβρί‐
35ζειν, οὐδὲ μάχεσθαι εἴσεται· ὁ μὴ εἰδὼς μάχεσθαι, καὶ τὸ φιλεῖν κατορθώσει· ὁ κατορθώσας τὸ φιλεῖν, ἐχθρὸν οὐχ ἕξει· ὁ δὲ ἐχθρὸν οὐκ ἔχων, ἀλλὰ τὴν ἀγά‐ πην ἐπιδεικνύμενος, ἅπασαν κατορθώσει τὴν ἀρετήν. Μὴ δὴ τῶν προτέρων ἀμελῶμεν, ἵνα μὴ πρὸς τὸ μεῖ‐
40ζον αἴρηται τὰ κακά. Ὁ Ἰούδας, εἰ τὸ χρημάτων ἐρᾷν ἐκόλασεν, οὐκ ἂν εἰς ἱεροσυλίαν ἦλθε· ταύτην εἰ κατέσχεν, οὐκ ἂν εἰς τὸν κολοφῶνα τῶν κακῶν ἐξεπήδησε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ τὴν πορνείαν μόνον, οὐδὲ τὴν μοιχείαν, ἀλλὰ καὶ τὴν ἀκόλαστον
45ὄψιν ἀναστέλλει, τὴν ῥίζαν κάτωθεν ἀνασπῶν, ὥστε καὶ εὐκολώτερον εἶναι περιγενέσθαι τῆς πονηρίας. Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων ἐποίει, παχύτερον μὲν καὶ ὡς δι’ αἰνιγμάτων, ἐπειδὴ πρὸς σαρκωδεστέρους ὁ λόγος ἦν, ἐποίει γοῦν ὅμως. Πῶς, καὶ τίνι τρόπῳ;

55

.

79

(50)

Οὐκ ἠφίει ἐν κτήνεσι γίνεσθαί τινα μίξιν ἐκ διαφό‐ ρων γενεῶν, οὐκ ἠφίει αἷμα ἐσθίειν ἀλόγων, οὐκ ἠφίει ἐνέχυρα κατέχειν μετὰ τὴν ἑσπέραν, μεγάλα ἐκ τού‐ των ἀναστέλλων κακά· διὰ μὲν τοῦ προτέρου τὴν ἀῤῥενομιξίαν, διὰ δὲ τοῦ δευτέρου τοὺς φόνους, διὰ
55δὲ τοῦ τρίτου τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν. Ἀλλὰ νῦν πάντα ἀνέδην καὶ μετὰ πολλῆς πράττεται τῆς ἀναισχυντίας· διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν τοίνυν μικρὸν καταδέξῃ πάθος, μὴ τοῦτο ἴδῃς ὅτι μικρὸν, ἀλλ’ ἐννόησον, ὅτι τὸ ἐξ αὐτοῦ
60τρεφόμενον τὰ μέγιστα τίκτει δεινά. Καὶ γὰρ ἐπειδὰν ἴδωμεν ἐν οἰκίᾳ στυππίον ἀναφθὲν μικρὸν, θορυβού‐
μεθα καὶ ταραττόμεθα· οὐ γὰρ τῷ προοιμίῳ προσ‐Column end

55

.

80

έχομεν, ἀλλ’ ἀπὸ τοῦ προοιμίου τὸ τέλος λογιζόμενοι θορυβούμεθα καὶ περιτρέχομεν, ὥστε ὁλόκληρον σβέ‐ σαι τὴν κάμινον. Τούτου τοῦ πυρὸς σφοδρότερον ἐπι‐ νέμεται ψυχὴν ἡ κακία. Διὸ δεῖ προκαταλαβεῖν. Ἐὰν
5γὰρ ῥᾳθυμήσωμεν, δυσκολωτέρα γίνεται ἡ διόρθωσις. Τοῦτο καὶ ἐπὶ πλοίου συμβαῖνον ἴδοι τις ἂν, καὶ τοὺς ναύτας θορυβουμένους, οὐχ ὅταν ἴδωσι τὴν θάλατταν ὑπερέχουσαν, ἀλλὰ καὶ ὅταν μέλλουσαν τοῦτο ποιεῖν. Μὴ τοίνυν ὦμεν ῥᾴθυμοι τοῖς μικροῖς ἁμαρτήμασιν,
10ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναστέλλωμεν τῆς σφοδρό‐ τητος, ἵνα τῶν μειζόνων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
15καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
16tΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ.
17Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ
20 πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. αʹ. Ἔδει μὲν οὕτως ἀκριβῶς τῶν Γραφῶν καὶ τῶν ἱστοριῶν εἰδέναι τὴν γνῶσιν, ὡς μὴ δεῖσθαι ἡμᾶς μακροτέρου λόγου πρὸς τὴν τούτων διδασκαλίαν· ἐπειδὴ δὲ οἱ μὲν ὑπὲρ βιωτικῶν πραγμάτων ἀσχολού‐
25μενοι, οἱ δὲ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, ἀνήκοοι τούτων εἰσὶν, ἀνάγκη πρὸς τὸ μῆκος τὸν λόγον ἐξαγα‐ γεῖν, τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ λέγοντας. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Τίς οὖν ἐστιν ἡ ὑπόθεσις; Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ. Ἄλλος·
30Ψαλμὸς ὑπὲρ ἀγνοίας τῷ Δαυΐδ. Ἄλλος· Ἀγνόημα τῷ Δαυΐδ· καὶ ἀντὶ τοῦ «Χουσὶ,» Αἰθίοπός φησιν Ἀλλὰ καὶ οὕτως ἀσαφῆ τὰ εἰρημένα, τῷ τὴν ἱστορίαν ὑμᾶς ἀγνοεῖν. Ἐπειδὴ δὲ οὐκ ἐγκαλεῖν δεῖ μόνον, ἀλλὰ καὶ διδάσκειν, ἀναγκαῖον ἅψασθαι τοῦ
35διηγήματος. Τίς οὖν ὁ Χουσὶ οὗτος ὁ υἱὸς Ἰεμενεῖ, καὶ τίνες οἱ λόγοι αὐτοῦ, ὑπὲρ ὧν ᾖσε τῷ Θεῷ τὴν ᾠδὴν ταύτην ὁ Δαυῒδ, ἐντεῦθεν ἤδη λεκτέον, εἰς ἀρχὴν ἀνάγοντα τὸν λόγον. Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυῒδ, νέος ἀκόλαστος
40καὶ διεφθαρμένος· οὗτος ἐπανέστη ποτὲ τῷ πατρί· καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πα‐ τρίδος ἐκβαλὼν, αὐτὸς ἀντ’ ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο· ἀλλ’ οὕτως ἦν
45καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄν‐ θρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Καὶ γὰρ πάντα ἀνετρέπετο τότε, φύσεως ὅροι, ἀνθρώπων

55

.

80

(50)

αἰδὼς, ἡ πρὸς Θεὸν εὐλάβεια, φιλανθρωπία καὶ ἔλεος, τροφείων ἀμοιβαὶ, καὶ ἡ πρὸς τὸ γῆρας αἰδώς. Εἰ
γὰρ καὶ μὴ ὡς πατέρα αἰδεσθῆναι ἠβούλετο, ὡς

55

.

81

γεγηρακότα ἐχρῆν· εἰ δὲ καὶ τῆς πολιᾶς ἠμέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι· εἰ δὲ μηδ’ οὕτως, ὡς μηδὲν ἠδικηκότα· ἀλλ’ ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδῶ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε.
5Καὶ ὁ μὲν μακάριος οὗτος, καὶ γεννησάμενος, καὶ ἀναθρεψάμενος. ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ μετανάστης, ἐν ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν πιεζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν
10πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέ‐ δων μετ’ ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τοῦ Δαυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ· καὶ
15ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσατο τέφραν, ἀνῴμωξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν. Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος, οὐδὲ τῆς δυναστείας,
20ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο, τῆς ἀρχῆς μεταπεσού‐ σης, τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου· ὀνήσει δὲ οὐδὲν ἡμᾶς, ἀλλὰ δεῖ τι βουλεύσασθαι καὶ
25σκοπῆσαι, ὅπως ἂν λυθῇ τὰ καταλαβόντα δεινὰ, καὶ ἀπαλλαγήν τινα εὕροιμεν τῶν συμφορῶν. Ταῦτα εἰπὼν, εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχι‐
30τόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ δὲ Ἀχιτόφελ οὗτος τοῦ τυράννου τότε ἐκράτει, δεινὸς μὲν ὢν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι ἐν πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ὁ Δαυῒδ ἐδε‐ δοίκει· οὕτως ἦν δεινὸς ἐν ταῖς γνώμαις ὁ ἀνήρ.
35Ταῦτα ἀκούσας ἐκεῖνος ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπε· Τί δὲ ἂν ἁλῶ; τί δὲ ἂν ἀποκαλυφθῇ μοι τὸ προσωπεῖον; τί δὲ ἂν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχι‐ τόφελ· ἴσως καὶ τοῦτο ἐλέγξει, καὶ ποιήσει κατάφω‐
40ρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐπεπήδησε τοῦ τυράννου, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ταῦτά μοι εἴρηται, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ’ ἵνα καὶ τὰ
45ἀλγεινὰ, καὶ ὅσα πέπονθεν ὁ Δαυῒδ καταμάθωμεν, καὶ ὅσα ἕτερα ἀπὸ τῆς ἱστορίας δυνατὸν καρπώσασθαι κέρδη, καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν. Ἰδοὺ γὰρ, ὃ συνεχῶς ἐπιζητεῖται παρὰ τῶν πολλῶν, διὰ τί δίκαιοι θλίβονται, πονηροὶ δέ εἰσιν ἐν ἀνέσει, τοῦτο ἐνταῦθα

55

.

81

(50)

ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ δίκαιος ἐν συμφοραῖς ἦν· ὁ δὲ μιαρὸς, καὶ πατραλοίας, καὶ τῆς φύσεως αὐτῆς ἐχθρὸς καὶ πολέμιος, ἐν εὐπραγίᾳ καὶ βασιλικαῖς αὐλαῖς· ἀλλ’ οὔτε ἐκεῖνος ἐντεῦθεν ἐκέρδαινέ τι, οὔτε ὁ ἅγιος οὗτος ἐβλάπτετο· ἀλλ’ ὁ μὲν ἐγίνετο μείζοσι
55θλίψεσιν ὑπεύθυνος· ὁ δὲ λαμπρότερον διέλαμπε, καθάπερ χρυσὸς ἐν καμίνῳ, τῇ θλίψει καθαρώτερος γινόμενος. βʹ. Τοῦτο δὴ πρῶτον ἐντεῦθεν μάνθανε, μὴ ταράττε‐
σθαι ἐν ταῖς τοιαύταις δυσημερίαις, ὅταν ἴδῃς ἐπὶColumn end

55

.

82

τῶν δικαίων συμβαινούσας· ἕτερον μετὰ τοῦτο, μὴ μεθίστασθαι πρὸς τοὺς καιροὺς, ἀλλ’ εἰδέναι φιλίας νόμους· τρίτον, τὸ καὶ κινδύνων κατατολμᾷν ὑπὲρ τῆς ἀρετῆς· τέταρτον, τὸ καὶ ἐν τοῖς ἀπόροις εὔελπιν
5εἶναι, τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἀναμένοντα. Ἐπεὶ καὶ ὁ Χουσὶ τότε ἐκεῖνος οὐ τὸ στρατόπεδον εἶδεν, οὐ τοῦ τυράννου τὸν φόβον, οὐ τῶν ἵππων τὸ πλῆθος, οὐ τὰς φάλαγγας τῶν ὁπλιτῶν, οὐ τὸ προκα‐ τειλῆφθαι τὰς πόλεις, οὐ τὴν ἐρημίαν τοῦ Δαυῒδ, οὐ
10τὴν μόνωσιν καὶ τὴν ἀσθένειαν· ἀλλ’ εἰς ἓν μόνον ἰδὼν, τὴν ἄμαχον τοῦ Θεοῦ συμμαχίαν, καὶ τὴν εὔ‐ νοιαν τὴν ἐκείνου, οὕτω τὰ μέρη ἑκάτερα ἔκρινε, καὶ εὗρε τὸ μὲν σαθρὸν, τὸ δὲ ἰσχυρόν. Ὁ μὲν γὰρ ἀδίκως ἐποίει, ὁ δὲ μετὰ τοῦ δικαίου ἑαυτὸν ἐφύλαττε. Στὰς
15τοίνυν, οὐκ ἔνθα πλῆθος ἀνθρώπων, ἀλλ’ ἔνθα ἀρετῆς συμμαχία, οὕτως ἐπεσπάσατο τὸν Θεόν. Ταῦτα λέγω, ἵνα καὶ ἡμεῖς, κἂν ἀσθενεῖς ὦσιν οἱ τὰ δίκαια ἔχοντες, τὰ ἐκείνων θεραπεύωμεν· κἂν ἰσχυροὶ οἱ ἀδικοῦντες, φύγωμεν αὐτῶν τὴν συμμαχίαν. Ἡ μὲν γὰρ κακία,
20κἂν τὴν οἰκουμένην ἔχῃ μεθ’ ἑαυτῆς, πάντων ἐστὶν ἀσθενεστέρα· ἡ δὲ ἀρετὴ, κἂν μεμονωμένη τύχῃ, πάντων ἐστὶ δυνατωτέρα· τὸν γὰρ Θεὸν ἔχει μεθ’ ἑαυτῆς ἱστάμενον. Τίς οὖν σῶσαι δύναται τὸν ὑπὸ Θεοῦ πολεμούμενον; τίς δὲ ἀπολέσαι τὸν ὑπ’ ἐκείνου
25βοηθούμενον; Ταῦτα δὴ πάντα φιλοσοφῶν ὁ Χουσὶ, καὶ γενόμενος εὔελπις, ἀπῆλθεν ἔνθα ἐπέμπετο· καὶ ὡς ἐπέστη, ἰδὼν εἰσελαύνοντα τὸν τύραννον, προσῆλ‐ θεν. Ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον, καὶ τῇ φιλαρχίᾳ με‐ θύων, οὐκ ἐξήτασεν ἀκριβῶς, ἀλλ’ ἐπισκώπτων αὐτὸν
30καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου, οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν, ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς. Πρὸς ὃν ὁ Χουσὶ οὐδὲν διαταραχθεὶς, οὐδὲ διαθορυβηθεὶς, φησί· Ὅτε ἦν ὁ Θεὸς μετ’ αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν· ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἐστιν,
35ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύ‐ ραννον, καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβὲς (κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ· ὃ δὴ κἀκεῖ‐ νος ἔπαθε), καὶ τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς, εὐ‐ θέως αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς
40πρώτους ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει, παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέ‐ ρων ἕτερα εἰσηγουμένων περὶ τοῦ, πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλλομένους· παρελθὼν
45ὁ Ἀχιτόφελ, ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι, καὶ γνώμην εἰσενεγκὼν, ταύτην εἰσηγεῖται τὴν συμβουλὴν λέγων· Τεταλαιπωρημένῳ νῦν καὶ τεταραγμένῳ ἐπι‐ θώμεθα τῷ πατρὶ τῷ σῷ. Καὶ γὰρ μὴ συγχωρή‐ σαντες μηδὲ μικρὸν αὐτὸν στῆναι, οὕτως ἂν ἕλωμεν·

55

.

82

(50)

ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδὲ εἷς ἡμῖν ἔσται πόνος. Ταῦτα ἀκούσας ὁ τύραννος, καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτομολήσαντα ἐν ὑποκρίσει πρὸς αὐτὸν, καὶ μεταδίδωσι καὶ αὐτῷ τοῦ τῆς βουλῆς λό‐ γου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸν
55ἀθρόον ἐλθόντα, τοῦτον οὕτω τιμῆσαι, καὶ νομίσαι ἀξιόπιστον εἶναι, ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμά‐ των ἕνεκεν τοιούτων· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσιν αὐτῷ παῤῥησίας,
60καὶ ἀξιοῖ λέγειν τὸ παριστάμενον. Τί οὖν ὁ Χουσί;

55

.

83

Οὐδέποτε, φησὶ, διήμαρτεν ὁ Ἀχιτόφελ. Εἶδες σύν‐ εσιν ἀνδρός; Οὐκ εὐθέως αὐτοῦ τὴν γνώμην ἐκ‐ βάλλει, ἀλλὰ μετ’ ἐγκωμίου. Θαυμάσας γὰρ αὐτὸν πρῶτον, ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμ‐
5βουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Θαυμάζω πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώμεθα, καθάπερ ἄρκτος παροιστρῶσα, θυμοῦ γέμων ὁ πατήρ σου, καὶ ἀπεγνωκὼς τῆς ἑαυ‐
10τοῦ ζωῆς, καὶ ἐνακμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐ‐ δένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖται τῆς σφοδρότητος ἡμῖν. Εἰ δὲ μι‐ κρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς προ‐ παρασκευῆς, καὶ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ
15καὶ μετ’ εὐκολίας πάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανάξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσαλὼμ, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ. Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ Δαυῒδ, ὥστε στῆναι μικρὸν, καὶ ἀναπνεῦσαι, καὶ
20στράτευμα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην, διά τινων κεκρυμμένων ἀν‐ δρῶν πέμψας ἀπήγγειλεν ἅπαντα τῷ Δαυῒδ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος τὴν φέρουσαν τῷ Δαυῒδ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο.
25Ἐπειδὴ γὰρ μικρὸν ἐνέδωκε, παρασκευασάμενος ὁ Δαυῒδ ἐπέθετο, καὶ τὸ τρόπαιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβεσσαλὼμ αὕτη ἡ γνώμη, οὐκ
30ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε. γʹ. Ταῦτα τοίνυν ἅπαντα μαθὼν ὁ Δαυΐδ, γράφει τὸν ψαλμὸν, εὐχαριστηρίους ὕμνους τῷ Θεῷ ἀναφέρων, καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς στρατήγημα. Διὸ καὶ ἀρ‐
35χόμενος οὕτω πώς φησι· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Οὐκ ἐπὶ τῷ Χουσὶ, οὐδὲ ἐπὶ τῇ ἀνθρωπίνῃ σοφίᾳ, οὐδὲ τῇ συνέσει τῇ ἐκείνου, οὐδὲ ἐπὶ τῇ ἐμῇ γνώμῃ, ἀλλ’, Ἐπὶ σοί. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν, κἂν δι’ ἀνθρώπων ἡμῖν κατόρθωμά
40τι γένηται, ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν δι’ ἡμῶν καὶ τῶν δι’ ἑτέρων ἡμῖν εὐεργετημάτων γινομένων. Ἂν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται δύσκο‐ λον οὐδὲ σκολιόν· ὃ δὴ καὶ ὁ Δαυῒδ ἐποίει, μονονουχὶ λέγων· Οὐκ ἐν τοῖς ῥήμασι τοῦ Χουσὶ τὴν ἐλπίδα τῆς
45σωτηρίας εἶχον, ἀλλ’ ἐν τῇ συμμαχίᾳ τῇ σῇ. Καὶ ὅρα μεθ’ ὅσης διαθέσεως φθέγγεται· ὅπερ αὐτῷ σύνηθες ποιεῖν. Οὐ γὰρ εἶπε, Κύριε ὁ Θεός· ἀλλὰ, Κύριε ὁ Θεός μου· καὶ ἀλλαχοῦ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρ‐ θρίζω. Καὶ γὰρ καὶ μετὰ πάντων αὐτοῦ χρείαν εἶχεν·

55

.

83

(50)

ἰδιαζόντως δὲ, διὰ τὴν ὑπερβολὴν τοῦ πόθου. Οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν δικαίων τοῦτο ποιεῖ, καὶ κοινὸς ἁπάντων ὢν Θεὸς, ἰδιαζόντως ἑαυτὸν τῶν δικαίων εἶναι λέγει. Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὅρα φιλόσοφον γνώμην. Εἰπὼν,
55Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, οὐκ εἶπε, Κόλαζε τὸν πολέμιον, ἄνελε τὸν ἐχθρόν· ἀλλὰ τί; Τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ λέγει, Σῶσόν με, τουτέστι, Μὴ ἀφῇς με κακῶς παθεῖν, ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὅρα πῶς οὐδὲ πάσχων κακῶς, ὀνομαστὶ
60μέμνηται τοῦ πατραλοίου, καὶ ἐν τῇ συμφορᾷ τὴν φύ‐ σιν ἐπιγινώσκων, καὶ ἐν τῷ πολέμῳ τὸν υἱὸν ὁρῶν, καὶ ἐν τοῖς κινδύνοις τῶν σπλάγχνων οὐκ ἐπιλανθανόμε‐
νος. Οὕτω φιλόπαις ἦν καὶ φιλόστοργος· μᾶλλον δὲColumn end

55

.

84

οὕτω φιλόσοφος. Οὐ γὰρ ἡ τῆς φύσεως τυραννὶς, ἀλλ’ ἡ τῆς γνώμης ἡμερότης τοιοῦτον αὐτὸν ἐποίει εἶναι μᾶλλον, καὶ τῷ στρατοπέδῳ τὸ πλέον ἐλογίζετο, ἢ τῷ τυράννῳ· διὰ τοῦτό φησι· Σῶσόν με ἐκ πάντων
5τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὁρᾷς πῶς οὐδὲ ἐκείνων σφοδρῶς μέμνηται; Οὐ γὰρ εἶπεν, Ἐκτῶν πολεμούντων, τῶν τὰ ἐμὰ διαρπαζόντων, τῶν ἐντρυ‐ φώντων τοῖς βασιλείοις τοῖς ἐμοῖς, ἀλλὰ, Τῶν διω‐ κόντων με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν
10μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Καὶ μὴν στρατόπεδα συνέλεξε, καὶ πολλοὺς εἶχε μεθ’ ἑαυτοῦ· πῶς οὖν λέγει, Μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος; Ὅτι οὐδὲ ἐν συμμαχίας ἡγεῖται μέρει τὴν οἰκουμένην ἅπασαν, εἰ μὴ τῆς ἄνωθεν
15ἀπολαύσειεν ῥοπῆς, οὐδὲ ἐν ἐρημίᾳ εἶναι, εἰ καὶ μόνος ἦν, τῆς ἐκείνου μετέχων συμμαχίας. Διὸ καὶ ἔλεγεν· Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύνα‐ μιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Τινὲς δὲ κατὰ ἀναγωγὴν τὴν ῥῆσιν ταύτην
20ἐκλαμβάνοντες, λέοντα καὶ διώκοντας διάβολον καὶ δαίμονας εἶναί φασιν. Ἐπειδὴ γὰρ εἶδε τὸν υἱὸν ἁρπαγέντα ὑπ’ αὐτοῦ καὶ καταποθέντα ἀξιοῖ μηδέ‐ ποτε τοῦτο παθεῖν αὐτὸς, καὶ λέγει καὶ τὴν αἰτίαν, δι’ ἢν ἐκεῖνος τοῦτο ἔπαθε. Τίς δὲ ἡ αἰτία; Διὰ τῆς
25κακίας, φησὶ, τὴν συμμαχίαν τοῦ Θεοῦ ἀπέστησεν ἀφ’ ἑαυτοῦ. Διὰ τοῦτο λέγει, Μὴ ὄντος λυτρουμέ‐ νου, μηδὲ σώζοντος. Ὅτι δὲ λέων ὁ διάβολος λέγε‐ ται παρὰ τῆς Γραφῆς, ἄκουσον λεγούσης αὐτῆς· Ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται ὡς λέων
30ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Καὶ αὐτὸς οὗτος ὁ προφήτης ἀλλαχοῦ· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πολύτροπον γὰρ τὸ θηρίον· ἀλλ’ ἐὰν νή‐ φωμεν, ὁ λέων οὗτος καὶ δράκων πηλοῦ παντὸς εὐτε‐ λέστερος ἔσται, καὶ οὐδὲ ἐξ εὐθείας πρὸς ἡμᾶς παρα‐
35τάξεται, ἀλλὰ κἂν παρατάξηται, καταπατηθήσεται. Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων. Περίεισι μὲν γὰρ μετὰ πολλοῦ τοῦ θυμοῦ, καθάπερ λέων· ἂν δὲ προσβάλλῃ τοῖς τὸν Χριστὸν ἔχουσι, καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου, καὶ τὸ πῦρ τοῦ Πνεύ‐
40ματος, καὶ τὴν λαμπάδα τὴν οὐδέποτε σβεννυμένην, οὐδὲ ἀντιβλέψαι δυνήσεται, ἀλλὰ νῶτα δοὺς οἰχήσε‐ ται, οὐδὲ μεταστραφῆναι τολμῶν. Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ εἰρημένα, σκόπει μοι τὸν Παῦλον. Ἄν‐ θρωπος μὲν γὰρ ἦν καὶ αὐτὸς, ἀλλ’ οὕτως αὐτὸν ἐδε‐
45δοίκει ὁ λέων οὗτος, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ καὶ τὰς σκιὰς φεύγειν. Εἰκότως· τὴν γὰρ Χριστοῦ εὐωδίαν ἐξ αὐτοῦ πνέουσαν καὶ ἀνιοῦσαν οὐκ ἔφερε, καὶ πρὸς τὴν λαμπάδα ἀντιβλέψαι οὐκ ἴσχυσε τῆς ἀρετῆς. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί

55

.

84

(50)

μου. Πανταχοῦ δεῖ τοῦτο παρατηρεῖν, ὅτι οὐχ ἁπλῶς εὔχεσθαι δεῖ μόνον, ἀλλὰ οὕτως εὔχεσθαι, ὥστε καὶ ἀκούεσθαι. Οὐ γὰρ ἀρκεῖ εὐχὴ τὸ προκείμενον ἀνύ‐ σαι, ἐὰν μὴ οὕτως αὐτὴν στείλωμεν ὡς τῷ Θεῷ δο‐ κεῖ. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ηὔξατο, καὶ οὐδὲν ὤνησε,
55καὶ Ἰουδαῖοι πάλιν ηὔχοντο, ἀλλ’ ἀπεστρέφετο ὁ Θεὸς εὐχομένων αὐτῶν· οὐ γὰρ ηὔχοντο, ὡς εὔχεσθαι ἔδει.
Διὰ τοῦτο καὶ εὐχὴν ἐκελεύσθημεν εὔχεσθαι τὴν μά‐

55

.

85

λιστα ἀκούεσθαι δυναμένην. Τοῦτο καὶ ἐν τῇ πρὸ ταύ‐ της εὐχῇ ἐδήλωσεν, οὐχ ἁπλῶς ἀξιῶν ἀκουσθῆναι, ἀλλὰ μετὰ τοῦ τὰ ἑαυτοῦ εἰσενεγκεῖν. Τίνα δὲ ταῦτα ἦν; Τὸ, Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου,
5ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· τὸ, Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· τὸ, Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸ, Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. δʹ. Ταῦτα γὰρ πάντα ἱκανὰ τὸν Θεὸν ἐπισπάσασθαι·
10θρῆνοι, δάκρυα, στεναγμοὶ, καὶ τὸ τῶν πονηρῶν ἀπο‐ πηδᾷν, καὶ τὸ δεδοικέναι καὶ τρέμειν αὐτοῦ τὴν ψῆ‐ φον. Καὶ ἀλλαχοῦ ἔλεγεν, Εἰσήκουσεν ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι. Τὸ γὰρ ἀκούεσθαι οὕτω γίνεται· πρῶτον μὲν οὖν, ἐκ
15τοῦ ἀξίους εἶναι λαβεῖν· ἔπειτα, ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ εὔχεσθαι· τρίτον, ἐκ τοῦ συνεχῶς· τέταρτον, ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν· πέμπτον, ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν· ἕκτον, ἐκ τοῦ τὰ παρ’ ἑαυτῶν εἰσφέρειν ἅπαντα. Ὅρα γοῦν πολλοὺς οὕτως
20ἀκουομένους· τὸν Κορνήλιον ἀπὸ τοῦ βίου· τὴν Συ‐ ροφοινίκισσαν ἀπὸ τῆς προσεδρείας· τὸν Σολομῶνα ἀπὸ τοῦ τρόπου τῆς αἰτήσεως· Ἀνθ’ ὧν γὰρ οὐκ ᾔτησας χρήματα, οὐδὲ ψυχὰς, φησὶν, ἐχθρῶν σου· τὸν τελώνην ἀπὸ τῆς ταπεινοφροσύνης· ἑτέρους ἑτέ‐
25ρωθεν. Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ Παύλου δικαιότερον γέγονεν; Ἀλλ’ ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη. Ὑπὲρ τούτου, φησὶ, τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ
30εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου. Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; Ἀλλ’ οὐδὲ ἐκεῖνος ἠκούετο, λέ‐ γοντος τοῦ Θεοῦ· Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ
35ἕτερόν ἐστι τὸ ποιοῦν μὴ ἀκούεσθαι, ὅταν τοῖς ἁμαρ‐ τήμασιν ἐπιμένοντες εὐχώμεθα. Ὃ καὶ περὶ Ἰου‐ δαίων ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦ‐ σιν; Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ
40ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; Ἀλλ’ οὐκ εἰσακούσο‐ μαί σου. Πάλιν ὅταν κατ’ ἐχθρῶν αἰτῶμεν, οὐ μόνον οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν. Φάρμακον γάρ ἐστιν ἡ εὐχή· ἀλλ’ ἐὰν μὴ εἰδῶμεν, τὸ φάρμακον πῶς ἐπιτιθέναι χρὴ, οὐδὲ τὴν ὄνησιν αὐτοῦ καρπούμεθα.
45Ἴδωμεν τοίνυν τί καὶ οὗτος εὐχόμενός φησι· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο. Τί ἐστιν, Εἰ ἐποίησα τοῦτο; Ὃ πάσχω, φησὶν, εἰ ἐπανέστην πατρὶ, εἰ πα‐ ρηνόμησα οὕτως. Ἀλλ’ οὐδὲ ἐνταῦθα ὀνομαστὶ πάλιν ἀνέχεται τὸν ἀδικήσαντα εἰπεῖν, ἀλλ’ ὑπὲρ τοῦ παι‐

55

.

85

(50)

δὸς αἰσχύνεται καὶ ἐρυθριᾷ. Οἷον ἂν εἴ τις εὐγενὴς ἄνθρωπος τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην ὁρῶν, μηδὲ ὀνομαστὶ τὸ ἁμάρτημα εἰς τὸ μέσον ἀγαγεῖν καταδέχοιτο· οὕτω δὴ καὶ οὗτος· οὐκ εἶπεν· Εἰ κατεξ‐ ανέστην τοῦ γεγεννηκότος, εἰ πατραλοίας ἐγενόμην·
55ἀλλὰ, Εἰ ἐποίησα τοῦτο. Καὶ τί λέγω τοῦτο; φησί.Column end

55

.

86

Ποία γὰρ ἀρετὴ τὸ μὴ γενέσθαι πατραλοίαν, ὅπερ οὐδὲ ἐν τοῖς θηρίοις ἴδοι τις ἄν; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Οὐ λέγω περὶ τῆς ἀδικίας ταύτης· ἀλλ’ οὐδὲ ἑτέρα ἂν εὑρεθείη, φησὶν, οὖσα ἐν χερσί μου
5ἀδικία. Ταῦτα δὲ λέγει, οὐ μεγαληγορῶν, ἀλλ’ εἰς ἀνάγκην ἐμπεσὼν τοῦ τὰ ἑαυτοῦ κατορθώματα εἰπεῖν. Ἀλλ’ οὐδὲ οὕτω που μέγα τοῦτο πρὸς τὸ μέλλον ῥη‐ θήσεσθαι. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδουσί μοι κακὰ, φησί. Προσέχετε μετὰ
10ἀκριβείας. Οὐ γὰρ τὸ τυχόν ἐστι τὸ εἰρημένον. Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν· πολλῷ δὲ μεῖζον, καὶ φιλοσόφου ψυχῆς, τὸ τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν·
15καὶ οὐκ ἦν παράβασις νόμου τὸ γινόμενον· ἀλλ’ οὕτω φιλόσοφος ἦν οὗτος, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαί‐ νειν, καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμι‐ ζεν ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειε τὰ
20προστάγματα. Ὥσπερ οὖν καὶ Παῦλος ἐποίει, κελευό‐ μενος ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μὴ ζῶν, ἀλλ’ ἀδά‐ πανον τιθεὶς τὸ Εὐαγγέλιον· οὕτω τοίνυν καὶ ὁ μα‐ κάριος Δαυῒδ, τοῦ νόμου διδόντος ἀμύνεσθαι τὸν ἀδι‐ κοῦντα, οὐκ ἔμεινεν ἐν τῷ μέτρῳ τούτῳ, ἀλλὰ καὶ
25ὑπερηκόντισεν. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μό‐ νον τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐπὶ δὲ τοῦ Δαυῒδ οὐ μικρὸν τὸ μὴ ἀμύνεσθαι, ἀλλὰ καὶ πολλῷ
30μεῖζον τοῦ νομικοῦ παραγγέλματος. Διό φησιν, Εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ἐπὶ μὲν γὰρ τοῦ παιδὸς καὶ ἡ φύσις ἐκώλυεν· ἀλλ’ εἰ ἑτέρους, φησὶν, ἠδίκησα, ἢ καὶ ἠμυνάμην. Ποίαν οὖν
35σχοίημεν συγγνώμην ἡμεῖς, ποίαν δὲ ἀπολογίαν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέ‐ τρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευομένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ πε‐ ρισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν
40Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὔτε ὁ ἐν τῇ χάριτι τῷ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ πολλὴ γίνεται ἡ διαφορά. Τοῦτο δεικνὺς ὁ
45Παῦλος καὶ ἐπὶ τῆς κακίας, καὶ ἐπὶ τῆς ἀρετῆς, ὅρα κἀκείνους πῶς μειζόνως θαυμάζει, καὶ τούτους μεί‐ ζονος τιμωρίας ἀξίους ἀποφαίνει εἶναι, οὕτω λέγων· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς

55

.

86

(50)

εἰσι νόμος. εʹ. Εἶδες πῶς τοὺς χωρὶς νόμου κατορθοῦντας ἐπαινεῖ καὶ ἀνακηρύττει; Ὅρα πάλιν καὶ τοὺς ἐν τῇ χάριτι
ἁμαρτάνοντας πῶς μείζονος κολάσεως ἀξίους εἶναι

55

.

87

δείκνυσι τῶν ἐν τῷ νόμῳ διαμαρτόντων, οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν
5τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Καὶ πάλιν τοὺς πρὸ τοῦ νόμου ἐλάττονος δεικνὺς τιμωρίας ἀξίους ὄντας τῶν ἐν τῷ νόμῳ παραβάντων, Ὅσοι, φησὶν, ἀνόμως ἥμαρ‐ τον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμε‐
10ρώτερον, οὐκ ἔχοντες τὸν νόμον κατήγορον, ἀλλὰ τὴν φύσιν μόνον· Ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· τουτέστι, βαρύτερον, ἔχοντες μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατή‐ γορον. Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κε‐
15νός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Εἶδες παῤῥησίαν δικαίου, καὶ ἄριστον συνειδός; Εἰ γὰρ μὴ σφόδρα ἑαυτῷ ἐθάῤῥει, οὐκ ἂν τοιαῦτα ἐπη‐
20ρᾶτο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἠδίκησα, εἰ ἠμυνά‐ μην, τὰ καὶ τὰ πάθοιμι· καὶ καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐκφέρει, καὶ οὐκ ἀξιοῖ κατὰ τὸ μέτρον κριθῆναι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ τὴν ἀξίαν διδόναι τὴν δίκην· καὶ
25ὑπεύθυνον ἑαυτὸν ποιεῖ κολάσει, ἧς ὁ νόμος αὐτὸν εἴργει. Καὶ ὅρα ποία αὐτή· Ἀποπέσοιμι, φησὶν, ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ κα‐ ταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν
30μου εἰς χοῦν κατασκηνώσαι. Τουτέστιν, ἄτιμον, ἀνώνυμον ἀπολέσειε, μετὰ τῆς ζωῆς μου καὶ τὴν δό‐ ξαν μου διαφθείρειε. Τί ἐστι, Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι; Ταπεινώσαι, πατήσαι· γενοίμην ἕτοιμος τοῖς ἐχθροῖς, φησί. Τί γένοιτ’ ἂν
35μιαρώτερον τοῦ Ἀβεσσαλὼμ, ὅστις πατέρα, καὶ πα‐ τέρα τοιοῦτον, οὕτως ἥμερον καὶ ἐπιεικῆ, ἐδίωκεν, ἀσελγὴς ὢν καὶ ἀκόλαστος καὶ ὑβριστής; Τί οὖν; οὐκ ἀπέδωκε τοῖς ἀνταποδιδοῦσιν αὐτῷ κακὰ, οὐδὲ ἐμνη‐ σικάκησεν; Οὐδαμῶς. Κἂν ἐξετάσῃς τοῦ Σαοὺλ τὴν
40ἱστορίαν, τότε μάλιστα ὄψει ταύτην τὴν φωνὴν δια‐ λάμπουσαν. Τὸν γὰρ μετὰ μυρίας εὐεργεσίας, καὶ τὰ τρόπαια, καὶ τὰς νίκας ἀδικοῦντα, καὶ ἐπιβουλεύοντα, καὶ ἀνελεῖν καθ’ ἑκάστην ἐπιθυμοῦντα τὴν ἡμέραν, λαβὼν εἰς χεῖρας καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις κα‐
45θεύδοντα, καὶ καθάπερ ἐν δεσμωτηρίῳ συγκεκλεισμέ‐ νον, καὶ δορυφόρων ἔρημον, πολλῶν ἐγκελευομένων σφάξαι καὶ ἀνελεῖν, ἐφείσατο, καὶ τῆς ὀργῆς ἐκρά‐ τησε, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφεὶς αὐτὸν διαφυγεῖν, πολέμιον ἀφήσει ἑαυτῷ καὶ ἐχθρὸν ἀκατάλλακτον.

55

.

87

(50)

Ἀλλ’ ὅμως οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν εἰς τὴν σφαγὴν αὐτὸν ἐξήγαγεν ἐκείνην· ἀλλ’ ἐφιλο‐ σόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλί‐ νου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλ‐
55λον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευ‐
θερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπι‐Column end

55

.

88

βουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν. Καὶ ἐξ ἑτέρων δὲ πλειόνων ἔστιν ἰδεῖν τὴν φιλόσοφον αὐτοῦ διάνοιαν· διὸ καὶ ἐπαρᾶται αὐτῷ πολλὰ καὶ χαλεπὰ, οἷον τὸ ἄπρακτον ἐπανελθεῖν,
5τὸ τοὺς ἐχθροὺς κρατῆσαι μετὰ πολλῆς τῆς παρου‐ σίας αὐτοῦ, τὸ ἀνώνυμον ἀποθανεῖν, τὸ παρὰ πολε‐ μίων τοῦτο παθεῖν, ὃ πολὺ τοῦ θανεῖν χαλεπώτερον εἶναι δοκεῖ· διὸ καὶ μυρία μηχανήματα ποιεῖ, πρὸς τὸ μετὰ τὴν τελευτὴν μνημονεύεσθαι. Ὅρα τοίνυν
10ὅσα ἑαυτῷ ἐπαρᾶται· τὸ ἀνήνυτα πονεῖν, τὸ ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, τὸ ἀποθανεῖν, τὸ μηδὲ κοινῇ τῇ τελευτῇ, τὸ καὶ τὴν μνήμην αὐτοῦ ἐξαλει‐ φθῆναι, τὸ μετὰ ἀτιμίας· οὐκ ἂν τοσαῦτα ἑαυτῷ ἐπαρασάμενος, εἰ μὴ σφόδρα ἐθάῤῥει τῷ συνειδότι.
15Εἰ δὲ ἐχθρὸν εἶχεν, οὐδὲν τοῦτο ἐκείνῳ ἔγκλημα· οὐ γὰρ αὐτὸς παρεῖχε λαβάς. Ποίαν γὰρ λαβὴν ἔδωκε τῷ παιδί; ποίαν τῷ Σαούλ; Οὐχὶ τὸν μὲν ἄξια τιμωρίας πράξαντα, πρὸς καιρὸν σωφρονίσας, ἐπανήγαγε καὶ ἀνεκτήσατο· τὸν δὲ φονῶντα κατ’ αὐτοῦ, πολλάκις
20εἰς χεῖρας λαβὼν διέσωσε; Μὴ τοίνυν τοῦτο σκόπει, εἰ ἐχθροὺς εἶχεν, ἀλλ’ εἰ αὐτὸς αὐτοὺς κατεσκεύασεν. Οὔτε γὰρ ὁ Χριστὸς τοῦτο ἐκέλευσε, τὸ μὴ ἐχθροὺς ἔχειν· τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τὸ μὴ μι‐ σεῖν· τούτου γὰρ ἡμεῖς κύριοι, ἐκείνου δὲ οὐ πάντως.
25Τοῦ δὲ μισεῖσθαι εἰκῆ, οὐκ ἐν ἡμῖν ἡ ἐξουσία κεῖται, ἀλλ’ ἐν τοῖς μισοῦσι. Καὶ γὰρ οἱ πονηροὶ τοὺς ἀγα‐ θοὺς μισεῖν εἰώθασιν εἰκῆ καὶ μάτην. Καὶ γὰρ καὶ τὸν Χριστὸν ἐμίσουν εἰκῆ, καθὼς λέγει· Ἐμίσησάν με δωρεάν. Καὶ οἱ ἀπόστολοι τοὺς ψευδαποστόλους
30εἶχον ἐχθροὺς, καὶ οἱ προφῆται τοὺς ψευδοπροφήτας. Οὐ γὰρ τοῦτο δεῖ σκοπεῖν, ὅπως μὴ σχοίημεν ἐχ‐ θροὺς, ἀλλ’ ὅπως μὴ δικαίως, μηδὲ εὐλόγως· καὶ ὅπως, κἂν μυριάκις μισώμεθα, μὴ μισῶμεν, μηδὲ ἀποστρεφώμεθα· ἔχθρα γὰρ τοῦτό ἐστι, τὸ μισεῖν καὶ
35ἀποστρέφεσθαι. Ὅταν οὖν μισῶμαι καὶ μὴ μισῶ, ἐκεῖνός με ἐχθρὸν, οὐκ ἐγὼ τοῦτον ἔχω. Ὅταν εὔ‐ χωμαι, ὅταν εὐεργετεῖν βούλωμαι, πῶς τὸν τοιοῦ‐ τον ἐχθρὸν ἔχω; Διὰ τοῦτο ὁ Παῦλος ἔλεγεν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων
40εἰρηνεύοντες. ϛʹ. Τὰ ἡμέτερα τοίνυν εἰσφέρωμεν, καὶ αὐτῷ τούτῳ ἀρκοῦντα τὸν ἔπαινον ἕξομεν. Τίνα δέ ἐστι τὰ ἡμέτε‐ ρα; Οἷόν τι λέγω· μισεῖ ὁ δεῖνα καὶ ἐκπολεμεῖ; Σὺ φίλει καὶ εὐεργέτει. Ὑβρίζει καὶ λοιδορεῖται; Σὺ
45εὐλόγει καὶ ἐπαίνει. Ἀλλ’ οὐ λύει τὴν ἔχθραν οὐδὲ οὕτως; Οὐκοῦν πλείονά σοι δίδωσι τὸν μισθόν. Οἱ γὰρ κακοὶ, ὅσῳ ἂν θεραπευόμενοι μὴ καταλύωσι τὸν πόλεμον, λαμπροτέρας ἡμῖν προξενοῦσι τὰς ἀμοιβὰς, καὶ ἑαυτοὺς ἀσθενεστέρους ποιοῦσιν. Ὁ μὲν γὰρ

55

.

88

(50)

μισῶν, καὶ μὴ διαλύων τὴν ἔχθραν, τήκεται, δια‐ φθείρεται, διηνεκεῖ συζῇ πολέμῳ· ὁ δὲ τούτων ἀνώτερος τῶν βελῶν, ἔξω τῶν τρικυμιῶν ἕστηκε, καὶ ἑαυτὸν πρὸ ἐκείνου τὰ μέγιστα ὠφελεῖ, ἐν τῷ σπουδάζειν ἐκείνῳ καταλλάττεσθαι, καὶ μὴ πολεμεῖν,
55ἑαυτὸν ἀπαλλάττων πολέμου καὶ μάχης. Φεύγωμεν τοίνυν πολεμεῖν ἑτέροις, καὶ τὴν ῥίζαν τούτων ἀν‐ έλωμεν, κενοδοξίαν, φιλαργυρίαν. Ἢ γὰρ διὰ χρή‐
ματά τις ἐχθρός ἐστιν, ἢ διὰ δόξαν κενήν. Ἐὰν δὲ

55

.

89

τούτων ὦμεν ἀνώτεροι, καὶ τοῦ ἁλίσκεσθαι ἔχθρᾳ ἐσόμεθα ἀνώτεροι. Κἂν ὑβρίσῃ τοίνυν, φέρε γεν‐ ναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισε. Κἂν πλήξῃ, μὴ ἀντιτείνῃς τὴν δεξιάν· αὐτὸς γάρ ἐστιν ὁ πληττό‐
5μενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν. Εἰ δὲ δοκεῖ σοι ταῦτα δύσκολα εἶναι, ἐννόησον, ὅτι εἰ μαινό‐ μενός σού τις τὸ ἱμάτιον περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιή‐
10σαντα; Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα, ἔνθα μὲν τὸ ἱμά‐ τιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώ‐ τερα πέπονθεν· ἔνθα δὲ ἡ καρδία διαῤῥήγνυται, ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ, οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ, τοῦ μηδ’ ὁτιοῦν ὑπομείναντος;
15Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι τὸ ἱμάτιον τὸ σὸν, ἀλλ’ ὅτι πρότερον τὴν ἑαυτοῦ καρδίαν διέῤῥηξεν. Ὥσπερ γὰρ ἴκτερος οὐκ ἂν γένοιτο, μὴ τῆς χολῆς διαῤῥα‐ γείσης, καὶ τοὺς οἰκείους ὅρους ὑπερβάσης· οὕτως οὐκ ἂν θυμὸς ἄμετρος γένοιτο, μὴ τῆς καρδίας διαῤ‐
20ῥαγείσης. Ὥσπερ οὖν, ἂν ἴδῃς τινὰ ἰκτέρῳ κατεχό‐ μενον, κἂν μυρία ἐργάσηται δεινὰ, οὐκ ἂν ἕλοιο πρὸς σεαυτὸν ἐπισπάσασθαι τὸ νόσημα· οὕτω καὶ ἐπὶ τοῦ θυμοῦ. Μὴ ζηλοῦ, μηδὲ μιμοῦ τὴν κακίαν, ἀλλ’ ἐλέει κἀκεῖνον τὸν οὐ χαλινοῦντα τὸ ἐν αὐτῷ θηρίον,
25ἀλλὰ πρότερον ἑαυτὸν λυμαινόμενον καὶ διαφθεί‐ ροντα. Ὅτι γὰρ ἑαυτοὺς οἱ τοιοῦτοι λυμαίνονται, ἀκούειν ἔστι πολλῶν τῶν τὰς τοιαύτας διαλυόντων μάχας, τοῦτο παραινούντων αὐτοῖς· Σαυτοῦ φεῖσαι· σαυτὸν ἀδικεῖς. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τίκτοντα
30αὐτὴν λυμαίνεται μόνον, πάντα ἄνω καὶ κάτω ποιοῦσα. Μὴ τοίνυν βουλόμενοι ἀμύνεσθαι ἑτέρους, αὐτοὶ τοῦ λιμένος ἐκπέσωμεν. Οὐδὲ γὰρ εἴ τις μέλ‐ λων ναυαγεῖν, καὶ ὑποβρύχιος γίνεσθαι, ὕβρισέ σε ἐπὶ τῆς γῆς καθήμενον, ἤλγησας ἂν, οὐδὲ ἐξελθὼν
35τῆς γῆς ἐκοινώνησας αὐτῷ τοῦ ναυαγίου. Τοῦτο τοί‐ νυν ἀναλογίζου, ὅτι ὁ μὲν ὑβρίζων σε καὶ παροινῶν, ὥσπερ ἰλίγγῳ τινὶ, ἢ καταιγίδι καταποντιζόμενος, ὑποβρύχιος γίνεται, τῷ τοῦ θυμοῦ ναυαγίῳ περιπε‐ σών· σὺ δὲ ὁ φέρων γενναίως, ἐν λιμένι καὶ παρ’
40αἰγιαλὸν τρυφᾷς. Ἐὰν δὲ πρὸς τὸν αὐτὸν ἐξενεχθῇς αὐτῷ ζῆλον, οὐκ ἐκεῖνον, ἀλλὰ σαυτὸν κατεπόντισας. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Τοῦτο οὕτως εἶπε, δει‐ κνὺς ὅτι ἔστι καὶ οὐκ ἐν ὀργῇ ἀναστῆναι· ὡς ὅταν
45λέγῃ· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ἀκούων δὲ τὸ, Ἀνάστα, μηδὲν σωματικὸν ὑποπτεύ‐ σῃς. Ὥσπερ γὰρ τὸ καθῆσθαι ἐπὶ Θεοῦ οὐ σωματι‐ κῶς εἴρηται, οὕτως οὐδὲ τοῦτο. Σὺ γὰρ, φησὶ, καθ‐ ήμενος εἰς τὸν αἰῶνα. Τί οὖν ἐστιν, ὃ διὰ τῆς

55

.

89

(50)

καθέδρας αἰνίττεται; Τὸ ἑδραῖον, τὸ πεπηγὸς, τὸ βέβαιον τῆς φύσεως, τὸ μόνιμον, ὅπερ οὖν καὶ διὰ τῆς ἀντιδιαστολῆς ἐδήλωσεν. Εἰπὼν γὰρ, Σὺ καθ‐ ήμενος εἰς τὸν αἰῶνα, ἐπήγαγεν, Ὑμεῖς δὲ ἀπολ‐ λύμενοι εἰς τὸν αἰῶνα. Ὥσπερ οὖν τὸ καθῆσθαι οὐ
55σωματικὸν, οὕτως οὐδὲ τὸ ἀναστῆναι· ἀλλ’ ἐκεῖ μὲν τὸ ἑδραῖον, ἐνταῦθα δὲ τὸ τιμωρητικὸν, τὸ ἀναλωτι‐
κόν. Ἔστι δὲ ὅπου δηλοῖ τὸ καθῆσθαι καὶ τὸ δι‐Column end

55

.

90

καστικόν· ὡς ὅταν λέγῃ· Ἐκάθισας ἐπὶ θρό‐ νου ὁ κρίνων δικαιοσύνην· καὶ ὁ Δανιήλ· Θρόνοι ἐτέθησαν, καὶ τὸ κριτήριον ἐκάθισεν. Ἔστι καὶ τὸ βασιλικόν· ὡς ὅταν λέγῃ· Ὁ θρόνος σου, ὁ Θεὸς,
5εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ὅθεν καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, τὸ ἰσότιμον ἐνδείκνυται. Τί δέ ἐστι τὸ, Ἐν ὀργῇ σου; Καὶ τοῦτο πάλιν θεοπρεπῶς ἐκληπτέον. Ὀργὴ γὰρ τοῦ Θεοῦ οὐ πάθος, ἀλλὰ τι‐
10μωρία καὶ κόλασις. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἄλλος φησὶν, Ἐν θυμῷ ἐπὶ τοὺς ἐχθρούς σου. Ἕτερος, Ἐν χόλῳ τῶν θλιβόντων με. Ἕτερος, Ἐν ἀνυπερθεσίαις ἐνδεσμούντων. Ὁ δὲ Ἑβραῖος τὸ, Ἐν τοῖς πέρασι, Βεβαρώθ φησιν. Ὅρα
15πάλιν πῶς ἐνταῦθα οὐχ ἑαυτῷ ἀμύνει, ἀλλ’ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ταῦτα λέγει. Οὐ γὰρ ἁπλῶς εἶπε, Κό‐ λασον τοὺς ἐχθρούς μου, ἢ τοὺς ἐχθρούς σου· ἀλλ’, Ὑψώθητι. Καὶ πῶς ὑψοῦται ὁ ὑψηλὸς, καὶ ἀεὶ ὢν ὕψιστος; Τὸ γὰρ ὕψος αὐτοῦ τῆς φύσεως οὔτε ἐλατ‐
20τοῦται, οὔτε προσλαμβάνει τι· τέλειος γάρ ἐστι καὶ ἀνενδεὴς, καὶ ἀεὶ ὡσαύτως ἔχων. Πῶς οὖν, καὶ τίνι τρόπῳ ὑψοῦται; Ὑψοῦται ἐν ταῖς διανοίαις τῶν πολλῶν. Οἷον ἐμακροθύμησε πολλάκις· οἱ δὲ ἐχθροὶ οὐ μα‐ κροθυμίας ἐνόμισαν εἶναι, ἀλλὰ ταπεινώσεως τοῦτο
25καὶ ἀσθενείας. Ὥστε καὶ ταπεινοῦται, ἀλλ’ οὐκ ἐν τῷ πράγματι, ἀλλ’ ἐν τῇ διανοίᾳ ἐκείνων. ζʹ. Καθάπερ γὰρ ὁ ἥλιος ἀμυδρὸς φαίνεται τοῖς ἀσθε‐ νοῦσι τὰς ὄψεις, οὕτω δὴ καὶ ὁ Θεὸς ἀσθενὴς καὶ ταπεινὸς ἐν ταῖς διανοίαις ἐκείνων. Ἀλλ’ ὥσπερ ὁ
30ἥλιος οὕτω νομίζεται, οὐκ ἔστι δὲ ἀμυδρὸς, ἀλλὰ τῆς ἀσθενείας ἐκείνων τὸ πάθος· οὕτω καὶ ὁ Θεὸς, κἂν τοῦτο ὑποπτεύηται, οὐκ ἔστιν ἀσθενὴς, ἀλλὰ τῆς ἐκείνων ἀνοίας τὸ σύμπτωμα. Τί οὖν φησιν ὁ δίκαιος; Ὑψώθητι καὶ παρὰ τοῖς ἐχθροῖς ἡμῶν, ἐπέξελθε
35καὶ δεῖξόν σου τὴν ἰσχὺν, ἵνα οἱ νομίζοντες εἶναί σε ταπεινὸν, ἀφ’ ὧν πάσχουσιν, ἴδωσί σου τὴν δόξαν. Εἶδες αὐτοῦ τὸν σκοπὸν, οὐ τὸ ἑαυτοῦ ζητοῦντος, ἀλλὰ τὸ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐν τοῖς πέρασιν, οἱ μέν φασιν, Ἐν ταῖς κεφαλαῖς, οἱ δὲ, Μηδεὶς διαφύγοι
40τῶν ἐχθρῶν. Μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν τοὺς αὐτοὺς ἐχθροὺς ἔχῃ τῷ Θεῷ καὶ τοὺς αὐτοὺς φίλους· ὥσπερ κακία μεγάλη, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἐχθροὺς ἔχῃ, καὶ τοὺς ἐχθροὺς φίλους. Ὥσπερ οὖν ὁ Θεὸς ἐχθροὺς ἔχειν λέγεται, οὐ μισῶν, οὐδὲ
45ἀποστρεφόμενος αὐτοὺς, ἀλλὰ τὰς πράξεις αὐτῶν τὰς πονηρὰς βδελυττόμενος· οὕτω καὶ ὁ δίκαιος ἐχθροὺς ἔχει, οὐκ ἀμυνόμενος αὐτοὺς, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενος. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Ἄλλος φησὶν,

55

.

90

(50)

Ἐν κρίματι. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Ἄλλος φησὶ, Κυκλωσάτω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον, Κύριε. Ἄλλος φησὶ, Καὶ ἐπάνω αὐτῆς εἰς τὸ ὕψος ὑπόστρεψον. Ἄλ‐ λος, Καὶ ἐπὶ ταύτῃ εἰς ὕψος ἐπίστρεψον. Ὁ δὲ
55Ἑβραῖος τὸ, Ὑπὲρ ταύτης, φησίν, Οὐαλεά. Τί ἐστιν, Ἐν προστάγματι ᾧ ἐνετείλω; Ὥστε βοη‐ θεῖν τοῖς ἀδικουμένοις, καὶ μὴ περιορᾷν, φησὶ, τοὺς ἐπιβουλευομένους. Ὅπερ οὖν ἡμῖν ἐνομοθέτησας, τοῦτο
καὶ αὐτὸς διὰ τῶν ἔργων ἡμῖν ἀπόδος. Τινὲς δὲ καὶ

55

.

91

ἕτερόν φασιν, ὅτι ἐπηγγείλατο ἐχθραίνειν τοῖς ἐχθροῖς αὐτοῦ. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Μηδὲν ἀνθρώπινον μηδὲ ἐνταῦθα ὑπόπτευε. Κἂν γὰρ αἱ λέξεις τοιαῦται, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Τί οὖν ἐστι
5τὸ, Κυκλώσει σε; Ἀντὶ τοῦ, ᾄσεταί σοι, ὑμνήσει σε, εὐφημίαν οἴσει σοι πολλήν. Ἐπειδὴ γὰρ διὰ χορῶν τοῦτο ἐποίουν, κύκλῳ περιιστάμενοι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ, καὶ οὕτω τὰς εὐχαρι‐ στίας ἀνέφερον, ἀπὸ τοῦ σχήματος τῆς στάσεως αὐ‐
10τῶν τὴν εὐφημίαν ᾐνίξατο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπέξελθε, βοήθησον. Τοῦτο γάρ σε καὶ παρὰ τοῖς ἐχθροῖς ὑψηλὸν ποιήσει, καὶ παρὰ τοῦ λαοῦ σου πολλὰς οἴσει τὰς εὐφημίας. Ὅρα πῶς οὐ τὸ αὑτοῦ ζητεῖ, ἀλλὰ τὸ τοῦ Θεοῦ. Πανταχοῦ γὰρ βούλεται
15καὶ παρὰ τοῖς ἐχθροῖς, καὶ παρὰ τοῖς οἰκείοις αὐτὸν δοξάζεσθαι. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ ταύτης, τίνος; Τῆς συναγωγῆς, φησί· τουτ‐ έστι, διὰ ταύτην Εἰς ὕψος ἐπίστρεψον· ὕψωσον ἡμᾶς, ἀνάγαγε ἡμᾶς, ὑψηλὰ ποίησον πράγματα,
20λαμπροτέραν αὐτὴν καὶ περιφανῆ ποίησον, ἐπὶ τὴν προτέραν αὐτὴν εὐπραγίαν ἐπανάγαγε. Ὅρα δὲ παν‐ ταχοῦ ταῖς ἱκετηρίαις ἀναμιγνύντα καὶ διδασκαλίαν. Καὶ γὰρ πρὸ τούτου εἰπὼν, Οἰκτείρησόν με, καὶ εἰσάκουσόν μου, τρέπει τὸν λόγον εἰς συμβουλὴν,
25οὕτω λέγων· Υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρ‐ διοι; Καὶ ἐνταῦθα εἰπὼν, Εἰς ὕψος ἐπίστρεψον, Κύριε, ἐπάγει· Κύριος κρινεῖ λαούς. Ἄλλος δέ φησι, Κύριος δικάσει. Διδάσκει τοὺς νομίζοντας ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαντα φέρεσθαι, ὅτι πρόνοιά
30τις ἐφέστηκε τοῖς πράγμασιν, ἀπαιτοῦσα εὐθύνας τῶν γινομένων. Κρίσιν δὲ ἐνταῦθα τήν τε μέλλουσαν λέ‐ γει, τήν τε παροῦσαν. Ἐκεῖ μὲν γὰρ καθόλου καὶ ἡ σαφὴς ἐκείνη· ἐκ μέρους δὲ καὶ ἐνταῦθα ἀπαιτεῖ δίκας, τούς τε ῥᾳθυμοτέρους διεγείρων, καὶ τοὺς
35ἀπιστοτέρους ἐφελκόμενος εἰς τὴν ἔννοιαν τῆς περὶ τοῦ παντὸς προνοίας. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. Ἄλλος, Κατὰ τὸ δίκαιόν μου. Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί. Συντελε‐ σθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ἄλλος φησὶν,
40Ἀπαρτισθήτω κάκωσις κατὰ τῶν ἀσεβῶν. Καὶ κατευθυνεῖς δίκαιον. Ἄλλος, Καὶ ἑδράσεις δί‐ καιον. Πῶς ὁ λέγων ἀλλαχοῦ, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ἐνταῦθά φησι, Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου; Ὅτι ἕτερον τοῦτο, καὶ ἕτε‐
45ρον ἐκεῖνο. Ἐκεῖ μὲν γὰρ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μὴ κριθῇς σὺ πρὸς ἐμὲ, δηλοῖ, μηδὲ πρὸς ἀντιπαράθεσιν τῶν εὐεργε‐ σιῶν τῶν παρὰ σοῦ τὸν ἐμὸν βίον ἐξετάσῃς. Διὸ καὶ ἐπήγαγεν, Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς

55

.

91

(50)

ζῶν, τουτέστι, πρὸς σὲ κρινόμενος. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν· οὐ γὰρ πρὸς αὐτὸν κρίνεσθαι βούλεται, ἀλλὰ πρὸς ἑαυτόν. Διὸ καὶ, Κατὰ τὴν δικαιοσύνην μου, εἶπε, τουτέστι, κατὰ τὴν δικαιοσύνην τὴν ἐμήν. Δικαιοσύνην δὲ ἐνταῦθα λέγει, τὸ μὴ ἄρξαι χειρῶν
55ἀδίκων· ὅπερ ἔλεγεν ἀνωτέρω, Εἰ ἐποίησα τοῦτο, καὶ τὰ ἑξῆς. Τὸ αὐτὸ δὲ τοῦτο δηλοῖ τὸ, Κατὰ τὴν
ἀκακίαν μου· κατὰ τοῦτο βούλομαι κριθῆναι, φησί.Column end

55

.

92

Πολλὴ καὶ ἐνταῦθα ἡ παῤῥησία τοῦ δικαίου. Ταῦτα δὲ λέγει εἰς ἀνάγκην ἐμπεσών. Ποίαν δὴ ταύτην; Ὅτι πονηρὰν παρὰ πολλοῖς ἀνοήτοις, ἀφ’ ὧν ἔπα‐ σχεν, ἐκτᾶτο δόξαν. Οἱ γὰρ πολλοὶ τῶν ἀνοήτων,
5ἀπὸ τῶν συμφορῶν καὶ τὸν βίον διαβάλλειν εἰώθα‐ σιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονε. Διὸ καὶ ἔλεγον, μηδὲν αὐτῷ συνειδότες πονηρόν· Οὐκ ἄξια ὧν ἡμάρτη‐ κας μεμαστίγωσαι. Καὶ τὸν Παῦλον δὲ πονηρόν τινα καὶ κακοῦργον ᾤοντο εἶναι οἱ βάρβαροι, ἐπειδὴ ἡ
10ἔχις εἴχετο αὐτοῦ τῆς χειρός. Διὸ καὶ ἔλεγον, Σω‐ θέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καὶ ὁ Σεμεεὶ δὲ ἀνδροφόνον ἐκάλει τὸν Δαυῒδ, ἀπὸ τῆς συμφορᾶς ταύτην τὴν πονηρὰν περὶ αὐτοῦ φέρων ψῆφον.
15 ηʹ. Ἵν’ οὖν καὶ ὑμεῖς μὴ τοῦτο πάθητε, φέρε μι‐ κρὸν περὶ τούτων διαλεχθῶμεν. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων· Εἰ ἐφίλει ὁ Θεὸς τοὺς πένητας, οὐκ ἂν εἴασεν εἶναι πένητας· ἑτέρων πάλιν, ὅταν ἴδωσί τινα ἀῤῥωστίᾳ καὶ νόσῳ μακρᾷ παλαίοντα· Ποῦ αἱ
20ἐλεημοσύναι τοῦ δεῖνος; ποῦ δὲ αἱ εὐπραγίαι; Ἵν’ οὖν μὴ τοιαῦτα ἁμαρτάνητε, τὸν περὶ τούτων διευ‐ κρινήσωμεν λόγον. Εἰ γὰρ ἄνθρωπος νοῦν ἔχων, οὔτε μισάγαθος, οὔτε φιλοπόνηρος γένοιτ’ ἂν, πῶς σὺ τολ‐ μᾷς τοιαῦτα λέγειν περὶ Κυρίου, ὅτι τοὺς ἐν πενίᾳ,
25κἂν ἐν ἀρετῇ ὦσι, μισεῖ ὁ Θεὸς, τοὺς δὲ ἐν πλούτῳ, κἂν ἐν κακίᾳ, φιλεῖ, βλάσφημον στόμα ἀνοιγνὺς, καὶ οὐκ ἐννοῶν τῆς ἀτοπίας τὸ μέγεθος; Ἵν’ οὖν μὴ τοιαῦτα ἁμαρτάνῃς, μάθε τί φιλεῖ ὁ Θεὸς καὶ μισεῖ. Τίνα τοίνυν φιλεῖ; Τὸν τὰς ἐντολὰς
30αὐτοῦ τηροῦντα. Τοῦτον γὰρ ἀγαπήσω, φησὶ, καὶ ἐλεύσομαι πρὸς αὐτόν· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ὑγιαίνοντα, ἀλλὰ τὸν ὑπακούοντα τοῖς ἐμοῖς προστάγμασι. Τίνα δὲ μισεῖ καὶ ἀποστρέφεται; Τὸν μὴ ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ. Ὅταν τοί‐
35νυν ἴδῃς τινὰ τὰς ἐντολὰς αὐτοῦ μὴ ποιοῦντα, κἂν ὑγιαίνῃ, κἂν πλούτῳ περιῤῥέηται, ἐν τοῖς μισουμένοις αὐτὸν τίθει· τὸν δὲ ἐνάρετον, κἂν νο‐ σοῦντα ἴδῃς, κἂν πενόμενον, ἐν τοῖς φιλουμένοις ἀρί‐ θμει. Οὐ γὰρ ἐν τούτοις τὰ τῆς φιλίας, ἀλλ’ ἐν ἐκεί‐
40νοις. Ἢ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν βιωτικῶν, τοὺς τῶν βασιλέων φίλους, μάλιστα τούτους προκινδυνεύοντας ἐν πολέμοις, καὶ τραύματα ἔχοντας, καὶ ἀποδημίαν στελλομένους; Οὐκ ἤκουσας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχε‐
45ται; Ἀλλὰ πολλοὶ σκανδαλίζονται, φησὶ, ταῦτα ὁρῶν‐ τες. Οὐ δι’ αὐτοὺς, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐνταῦθα ἡ ἀντίδοσις ἡμῖν τῶν πόνων· ἀλλὰ τὰ μὲν ἐνταῦθα σκάμματα· τὰ δὲ μετὰ ταῦτα ἔπαθλα καὶ στέφανοι. Μὴ ζήτει τοίνυν ἐν καιρῷ τῶν παλαισμά‐

55

.

92

(50)

των καὶ ἐν ἡμέρᾳ παγκρατίου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν· μηδὲ σύγχεε τοὺς καιρούς. Ἀλλ’ ἀσθενέστε‐ ροι πολλοὶ, φησὶν, εἰσίν. Ἀλλὰ καὶ τούτων προενόη‐ σεν ὁ Θεός· καὶ εἴασε πολλοὺς καὶ τῶν δικαίων ἐν εὐπραγίᾳ καὶ ἐνταῦθα, οὐ δι’ ἐκείνους, ἀλλὰ διὰ τοὺς
55ἀσθενεστέρους. Ὥστε εἰ καὶ σκανδαλίζουσί σε οἱ ἐν θλίψει, οἰκοδομείτωσάν σε οἱ ἐν ἀνέσει· καὶ εἰ ὑπο‐
σκελίζουσί σε οἱ ἐν εὐπραγίᾳ τῶν πονηρῶν, ἀνορθού‐

55

.

93

τωσάν σε οἱ ἐν κολάσει καὶ τιμωρίᾳ. Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε; Τί τοίνυν ζητεῖς ἄνεσιν, ἐκείνου ταῦτα εἰπόντος; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, Ὁ κόσμος χαρήσεται,
5ὑμεῖς ἀεὶ λυπηθήσεσθε; Ὥστε εἰκὸς ἦν σκανδαλί‐ ζεσθαι τοὺς ἀνοητοτέρους, εἰ τὰ ἐναντία ἐγένετο ὧν εἶπεν· εἰ δὲ κατὰ ἀκολουθίαν πάντα προβαίνει, τίνος ἕνεκεν σκανδαλίζῃ; Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτω διετύπωσεν ὁ Θεός; Μὴ ἐξέταζε, μηδὲ πολυπραγμόνει.
10Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; Διὰ τοῦτο καὶ ὁ προφήτης ἐπετίμα τοῖς Ἰουδαίοις, ὅτι μυρίων γέμοντες κακῶν, τοῦ Θεοῦ τὰς ὁδοὺς περιεργάζοντο, λέγων· Γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιη‐
15κὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις οἰκέτης προσκε‐ κρουκὼς, καὶ μυρίων ὑπεύθυνος ὢν ἐγκλημάτων, παρεὶς τὸ λῦσαι τὴν ὀργὴν τοῦ δεσπότου, εὐθύνας αὐτὸν ἀπαιτοίη, τί δήποτε τοῦτο πεποίηκε. Μὴ δὴ
20ταῦτα ζήτει, ἀφεὶς τὸ κλαίειν καὶ θρηνεῖν, καὶ τὰ οἰκεῖα ἀπονίπτεσθαι κακά. Ταῦτα λέγω, οὐχ ὡς ἀπο‐ ρῶν τὸν λόγον εἰπεῖν, ἀλλὰ βουλόμενός σε ἀπὸ τῆς πολυπραγμοσύνης ταύτης εἰς τὴν περὶ οἰκείας σωτη‐ ρίας μέριμναν ἐμβαλεῖν. Τίνος οὖν ἕνεκεν οὕτως
25ἐπέταξε; Τοῦ γένους φειδόμενος τοῦ τῶν ἀνθρώπων. Τὸν μὲν γὰρ πόνον ἐνταῦθα συνεκλήρωσεν, ἔνθα βρα‐ χὺς ὁ βίος· τοὺς δὲ στεφάνους εἰς τὸ μέλλον ἐταμιεύ‐ σατο, ἔνθα ἀγήρως καὶ ἀτελεύτητος ὁ αἰών. Καὶ ὁ μὲν πόνος οὗτος ταχέως παραλύεται καὶ παρατρέχει·
30ἐκεῖνα δὲ ἀθάνατα μένει, οὐδέποτε πέρας ἔχοντα. Ἄλλως δὲ καὶ γυμνάζει τὰς ψυχὰς εἰς τὸ τῆς ἀρετῆς φίλτρον. Ὅταν μὲν γὰρ καὶ μετὰ πόνων αὐτὴν αἱρῆ‐ ται, μηδέποτε ἔπαθλον λαμβάνουσα, μελετᾷ διακεῖ‐ σθαι πρὸς αὐτὴν μετὰ πολλῆς τῆς ἀκριβείας· ὅταν δὲ
35καὶ μεθ’ ἡδονῆς τὴν κακίαν φεύγῃ, μηδέποτε κόλα‐ σιν ὑπομένουσα, γυμνάζεται μισεῖν αὐτὴν καὶ ἀπο‐ στρέφεσθαι. Ὥστε ἀπὸ τούτου καὶ ἕξιν λήψεται τῆς ἀπεχθείας τῆς πρὸς τὴν πονηρίαν, καὶ τῆς ἀγάπης τῆς πρὸς τὴν ἀρετήν. Ἔστι καὶ ἕτερος λόγος. Ποῖος
40δὲ οὗτος; Ὅτι μάλιστα πρὸς φιλοσοφίαν ἡ θλίψις ἀλείφει, καὶ ἰσχυροτέρους ποιεῖ. Καὶ μετὰ τούτου πάλιν ἄλλος. Ποῖος δὲ οὗτος; Βούλεται παιδεῦσαι τῶν παρόντων ὑπερορᾷν, καὶ μὴ προσηλῶσθαι, μηδὲ συν‐ δεδέσθαι αὐτοῖς. Διὰ δὴ τοῦτο καὶ θλίψιν συνεκλήρωσε
45καὶ πόνον, καὶ τὰ χρηστὰ αὐτὰ καὶ φαιδρὰ εὐκατά‐ λυτα πεποίηκε. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι, Συντελεσθήτω; Ἐπάγαγε, φησὶ, τιμωρίαν, καὶ στήσεις αὐτοὺς τῆς κακίας. Καθάπερ γὰρ αἱ σηπε‐

55

.

93

(50)

δόνες πικροῖς εἴκουσι φαρμάκοις, καὶ καύσεσι καὶ τομαῖς· οὕτω καὶ ἡ πονηρία ὑπὸ τιμωρίας κωλύεται. θʹ. Ταῦτ’ οὖν εἰδότας, οὐ τοὺς τιμωρουμένους, οὐδὲ τοὺς κολαζομένους δακρύειν χρὴ, ἀλλὰ τοὺς ἁμαρτά‐ νοντας ἀτιμωρητί. Πρῶτον μὲν γὰρ κακὸν, τὸ ἁμαρ‐
55τάνειν· δεύτερον δὲ, τὸ ἁμαρτάνοντας μηδεμιᾶς τυγ‐ χάνειν θεραπείας. Μᾶλλον δὲ καὶ τοῦτο πρῶτον εἴποι τις ἂν δικαίως, καὶ πολλῷ χαλεπώτατον. Ὥσπερ γὰρ οὐ τὸ νοσεῖν χαλεπὸν, ἀλλὰ τὸν νοσοῦντα μὴ θεραπεύε‐ σθαι· οὐδὲ τὸν ἔχοντα σηπεδόνα θρηνοῦμεν ἁπλῶς,
60ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῆ κείμενον, καὶ μὴ τυγχά‐ νοντα ἰατρικῶν χειρῶν· τὸν δὲ τεμνόμενον καὶ καιό‐ μενον, τοῦτον φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ
τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸColumn end

55

.

94

τῆς τομῆς ὑγίειαν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους (καὶ γὰρ πρὸς ὑγίειαν ἕλκονται), ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ θρη‐ νεῖν καὶ πενθεῖν. Καὶ εἰ αἱ τιμωρίαι τῆς πονηρίας
5εἰσὶ κωλυτικαὶ, φησὶ, τίνος ἕνεκεν οὐ καθ’ ἑκάστην ἡμέραν διδόαμεν δίκην τῶν ἡμαρτημένων; Ὅτι εἰ τοῦτο ἐγεγόνει, προανηρπάσθη ἂν τὸ γένος τῶν ἀν‐ θρώπων, καὶ ὁ τῆς μετανοίας καιρὸς ἀνῄρητο. Σκόπει γοῦν ἐπὶ τοῦ Παύλου. Εἰ γὰρ ἐκεῖνος ἔδωκε δίκην τῆς
10διώξεως, καὶ ἀνῃρέθη, πῶς ἂν ἔσχε καιρὸν μετανοῆ‐ σαι, καὶ μετὰ τὴν μετάνοιαν τὰ μυρία ἐργάσασθαι ἀγαθὰ, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν χειραγωγῆσαι; Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς, ὅταν τις πολλὰ περικέηται
15τραύματα, οὐ τοσαύτην ἐπάγοντας θεραπείαν, ὅσην ἀπαιτεῖ τῶν τραυμάτων ἡ φύσις, ἀλλ’ ὅσην φέρει τῆς δυνάμεως ἡ ὑπόστασις, ἵνα μὴ, τὰ τραύματα θερα‐ πεύσαντες, τὸν κάμνοντα ἀπενέγκωσι; Διὰ δὴ τοῦτο ὁ Θεὸς οὔτε πάντας ὁμοῦ κολάζει, οὔτε πάντας κατ’
20ἀξίαν, ἀλλ’ ἠρέμα, καὶ ἐνδιδούς· καὶ πολλάκις ἕνα τιμωρούμενος, δι’ ἐκείνου πολλοὺς ἐσωφρόνισε. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος γίνεται πολλάκις· ἑνὸς ἐκκοπὴ μέλους ἑτέροις πλείοσιν ὑγείαν παρέσχεν. Ὅρα δὲ τοῦ δικαίου τὴν φιλόστοργον ψυχὴν, πῶς πανταχοῦ τὸ
25κοινῇ συμφέρον ζητεῖ, καὶ τῆς κακίας τὴν ἀναίρεσιν, οὐχ ἵνα αὐτὸς δίκην λάβῃ παρὰ τῶν ἐχθρῶν, ἀλλ’ ἵνα οἱ ἐχθροὶ παύσωνται τῆς πονηρίας. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως σταίη τὰ τῆς κακίας, καὶ θρηνῶμεν τοὺς ἐν ταύτῃ ὄντας, κἂν σηρικὰ ὦσι πε‐
30ρικείμενοι ἱμάτια· καὶ μακαρίζωμεν τοὺς ἐν ἀρετῇ, κἂν πενίᾳ ἐσχάτῃ παλαίωσιν, ἀπὸ τῶν ἔξωθεν εἰς τὴν διάνοιαν ἑκατέρων εἰσιόντες. Τότε γὰρ ὀψόμεθα τοῦ μὲν τὸν πλοῦτον, τοῦ δὲ τὴν πενίαν. Τί γὰρ, εἰ λαμπρὰν στολὴν ἔξωθεν περιβέβληται; τί τῶν ἐργα‐
35στηρίων διενήνοχε, καὶ τῶν ξύλων τῶν ἀνεχόντων αὐτά; τί τῶν λαμβανόντων αὐτὰ πωλεῖν οὗτος εὐ‐ πορώτερος; Ἀλλ’ οὐχ ὁ τοῦ δικαίου πλοῦτος τοιοῦτος, ἀλλὰ μόνιμος καὶ πεπηγώς. Εἰ δὲ οὐκ αἰ‐ σθάνονται οἱ πλουτοῦντες ἐν πενίᾳ ὄντες, οὐδὲν θαυ‐
40μαστόν. Οὐδὲ οἱ φρενίτιδι κατεχόμενοι αἴσθησιν τῆς νόσου λαμβάνουσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεει‐ νοὶ, οὐ μακαρισταί. Εἰ γὰρ ᾔσθοντο, κἂν πρὸς τὸν ἰατρὸν ἔτρεχον· νῦν δὲ τῆς κακίας τοῦτο τὸ χαλεπώ‐ τατον, ὅτι ἐν αὐτῇ ὄντες, οὐδ’ ὅτι εἰσὶν ἐν αὐτῇ συν‐
45ορῶσι. Μὴ δὴ τοῦτο ἴδῃς, ὅτι χαίρει πλουτῶν ὁ πλού‐ σιος· ἀλλὰ δι’ αὐτὸ τοῦτο μάλιστα αὐτὸν δάκρυσον, ὅτι οὐδὲ αἰσθάνεται, ἐν ὅσῳ κεῖται κακῷ. Οὐ γὰρ ἀνθρώπινον τὸ ἐπὶ τούτοις ἀγάλλεσθαι, ἀλλ’ ἀλογίας ἐσχάτης. Καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι τοῦτο;

55

.

94

(50)

Τῶν γὰρ πονηρῶν κολασθέντων, φησὶ, προσεκτικώ‐ τεροι οἱ δίκαιοι γίνονται. Ὥστε δύο ἐντεῦθεν τὰ ἀγαθά· ἐκεῖνοί τε γὰρ τῆς πονηρίας ἀφίστανται, καὶ οὗτοι τῇ ἀρετῇ μᾶλλον προσέρχονται. Ὥσπερ γὰρ ὑγιαίνων ἄνθρωπος ἰδών τινα καιόμενον, ἢ τεμνόμε‐
55νον, προσεκτικώτερος περὶ τὴν ὑγείαν γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ γὰρ πολλοὶ τῶν τότε ἐσκανδαλί‐ ζοντο, καὶ τῶν δοκούντων ἑαυτοῖς προσέχειν, ἐπὶ τῇ τῶν πονηρῶν εὐημερίᾳ ἀτελέστερον ἔτι διακείμενοι.
Διὸ καὶ οὗτος ἀλλαχοῦ ἔλεγε· Παρ’ ὀλίγον ἐξεχύθη

55

.

95

τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις. Ἄλλος δὲ πάλιν· Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Καὶ ὁ Ἰὼβ δὲ πολλὰ τοιαῦτα ἐζήτει. Ἀλλὰ τότε μὲν ἀτελέστερον διακείμενοι, ταῦτα ἔφασκον οἱ φάσκον‐
5τες, καὶ ἐζήτουν οἱ ζητοῦντες· νῦν δὲ οὐδεμιᾶς συγ‐ γνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ’
10ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δίκαιος. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἄλλος, Ὁ ἐταστὴς καρδιῶν καὶ νεφρῶν ὁ Θεὸς δίκαιος, ὁ ὑπερασπιστής μου. Καὶ ἕτερος, Ὁ Θεὸς
15δίκαιος. Οἱ Ἑβδομήκοντα δὲ οὕτως εἶπον, Ἐτά‐ ζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Δικαία ἡ βοή‐ θειά μου παρὰ τοῦ Θεοῦ. Εἶπεν ὅτι κρινεῖ τὴν οἰ‐ κουμένην, λέγει λοιπὸν καὶ πῶς κρινεῖ. Εἶπεν ὅτι οὐ μαρτύρων δεόμενος, οὐκ ἐλέγχων, οὐκ ἀποδείξεων,
20οὐ γραμματείων, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· αὐτὸς γάρ ἐστιν ὁ τὰ ἀπόῤῥητα ἐπιστάμενος. Μὴ τοί‐ νυν λεγέτω τις τῶν ἀνοήτων· Καὶ πῶς κρινεῖ τὸν κόσμον τοσοῦτον ὄντα; Ὁ γὰρ ποιήσας οὐκ ὄντα, καὶ γενόμενον κρινεῖ. Νεφροὺς δὲ ἐνταῦθα τὰ ἀπόῤῥητα
25τῆς διανοίας λέγει, τὰ ἐνδότατα, τὰ βαθύτατα, ἀπὸ τῆς θέσεως τοῦ μορίου αἰνιξάμενος. ιʹ. Τί ἐστιν, Ἐτάζων; Ὅπερ ὁ ἄλλος εἶπε, Δοκιμά‐ ζων. Εἰ δὲ καὶ ἀνθρώπιναι αἱ λέξεις, ἀλλὰ θεοπρεπῆ τὰ νοήματα. Ὥσπερ γὰρ ὁ Παῦλος λέγων, Ὁ δὲ
30ἐρευνῶν τὰς καρδίας, τὸ ἐρευνᾷν, ἀντὶ τοῦ σαφῶς εἰδέναι, τίθησιν· οὕτω καὶ οὗτος, τὸ Ἐτάζων, ἀντὶ τοῦ ἀκριβῶς ἐπίστασθαι. Καὶ τὸ βασανίσαι δὲ τὸ γυμνῶσαί ἐστιν, ὅπερ ἀκριβοῦς ἐστιν ἐπιστήμης καὶ γνώσεως· ὡς καὶ Παῦλός φησι· Πάντα δὲ γυμνὰ
35καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Δικαία ἡ βοήθειά μου. Ἄλλος, Δίκαιος ὁ ὑπερασπιστής μου. Τί ἐστι, Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ; Δικαίως ἂν γένοιτό μοι, φησὶ, παρὰ τοῦ Θεοῦ· οὐδὲν γὰρ ἄδικον αἰτῶ.
40Ὥστε εἰ μέλλοιμεν ἀπολαύειν συμμαχίας τῆς ἄνω‐ θεν, τοιαῦτα αἰτεῖν δεῖ, ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει· ἵνα τῇ φύσει τῆς αἰτήσεως τὴν ῥοπὴν ἐπισπα‐ σώμεθα Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Τοῦτο ἔργον αὐτῷ, τοῦτο ἔθος αὐτῷ. Ἐπειδὴ τοίνυν
45καὶ ἐγὼ οὐκ ἦρξα χειρῶν ἀδίκων, οὐδὲ ἀμύνασθαι ἐπιθυμῶ, διὰ τοῦτο δικαία ἂν γένοιτο ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ταῦτα οὖν εἰδότες, μηδὲν τοιοῦτον αἰτῶμεν, ὃ κωλύει τὴν δόσιν. Ὅταν γὰρ κατὰ ἐχθρῶν αἰτῇς, οὐκ ἔστι δικαία ἡ βοήθειά σου· ἐναντία γάρ

55

.

95

(50)

ἐστι τῷ νόμῳ τοῦ παρέχοντος· κἂν πλοῦτον αἰτῇς, κἂν κάλλος αἰτῇς, κἂν ὁτιοῦν τοιοῦτον αἰτῇς βιωτι‐ κὸν, παραῤῥέον, καὶ ἐναντίον τῇ τῆς ψυχῆς φιλοσο‐ φίᾳ. Αἰτῶμεν τοίνυν ὥστε καὶ ἐπιτυχεῖν. Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ
55μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν. Ἄλλος
φησὶν, Ἐμβριμώμενος κατὰ πᾶσαν ἡμέραν. Ὁ δὲColumn end

55

.

96

Ἑβραῖος, Κατὰ πᾶσαν ζωήν. Καὶ ἄλλος, Ἀπειλού‐ μενος, ἐμβριμώμενος, οὐ κολάζων. Ὃ δὲ λέγει τοιοῦ‐ τόν ἐστιν· Εἰ δίκαιος, πάντως βουλήσεται τοὺς ἀδίκους κολάσαι· εἰ ἰσχυρὸς, πάντως δυνήσεται. Καὶ ποῦ,
5φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ κατὰ τὸ δίκαιον κρινεῖ; Πρῶτον μὲν, ἐν τῷ μὴ κατὰ πόδας ἐπάγειν τὴν δίκην, μᾶλλον δὲ πρὸ τούτου, ἐν τῷ πάντα ἀφεῖναι τὰ ἁμαρ‐ τήματα διὰ λουτροῦ παλιγγενεσίας· δεύτερον δὲ ἐν τῷ καὶ μετάνοιαν δοῦναι. Ἂν γὰρ ἐννοήσῃς, ὅτι καθ’
10ἑκάστην ἁμαρτάνομεν ἡμέραν, τότε μάλιστα ὄψει αὐτοῦ τὸ ἄφατον μέγεθος τῆς φιλανθρωπίας. Ὃ δὴ καὶ ἐμφαίνων ἐπήγαγε, λέγων· Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Ἀπορεῖς, ἐπεὶ καὶ δύναται καὶ βούλεται, τίνος ἕνεκεν οὐ κολά‐
15ζει; Μάνθανε, φησὶν, ὅτι μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι δι’ ἀσθένειαν οὐκ ἐπεξέρχεται, δείκνυσι τῆς μελλήσεως τὴν αἰτίαν· ὅτι μεγάλα καὶ ἡ μακροθυμία μέτρα ἔχει. Ἐπειδὴ γὰρ διὰ τοῦτο
20μακροθυμεῖ, εἰς μετάνοιάν σε ἄγων, ὅταν ἀπὸ τοῦ φαρμάκου τούτου μηδὲν κερδάνῃς, καὶ ἐπεξέρχεται. Ἄρα καθ’ ἑκάστην ἡμέραν τοῦ κολάζεσθαί ἐσμεν ἄξιοι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ὡς μέγα τι τέ‐ θεικε τὸ, Μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν.
25Ἀλλ’ ὡς τῶν πραγμάτων μὲν τοῦτο ἀπαιτούντων, τῆς δὲ τοῦ Θεοῦ φιλανθρωπίας ἐπεχούσης τὴν ἀξίαν κόλασιν, τοῦτό φησιν. Εἶδες καὶ ἐνταῦθα πῶς τὸ ἀνε‐ παχθὲς τοῦ Θεοῦ δείκνυσι, καὶ τὴν κόλασιν ὀργὴν λέγει; Οὐδεὶς γὰρ ὀργὴν ἐπάγει ἄλλῳ, ἀλλὰ τὴν μὲν
30ὀργὴν αὐτὸς ἔχει, τὴν δὲ κόλασιν ἐπάγει ἑτέρῳ. Οὐδὲν οὖν ἄλλο, ἢ τὴν κόλασιν δηλοῖ τῷ εἰπεῖν, Καὶ μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν. Καὶ πῶς φησι, Καθ’ ἑκάστην ἡμέραν; Εἰσελθέτω ἕκαστος εἰς τὸ ἑαυτοῦ συνειδὸς, καὶ τότε ὄψεται. Ἵνα γὰρ παρῶ
35τὰ ἀπόῤῥητα ἑκάστου ἁμαρτήματα, ταῦτα δὴ τὰ κοινὰ τίς διαφεύξεται; Ποῖα δὴ ταῦτα; Ποία ἐστὶν ἡμέρα, ᾗ μὴ ῥᾳθύμως εὐχόμεθα καὶ μετὰ πολλῆς ὀλιγωρίας; Ὅτι δὲ τοῦτο ὀργῆς ἄξιον, δῆλον ἐντεῦ‐ θεν. Εἰπὲ γάρ μοι· εἰ δικαστῇ χασμώμενος προσῆλ‐
40θες, καὶ διηλέγχθης, οὐκ ἄν σε εὐθέως δίκην ἀπῄτησε, καὶ εἰς τὴν ὑπερορίαν μετέστησε; Ναὶ, φησίν· ἄνθρωπος γάρ ἐστι. Καὶ τί τοῦτο; Ἄνθρωπος μὲν γὰρ ὑβρισθεὶς, οὐκ ἂν εἴη δίκαιος ἀγανακτεῖν· παρὰ γὰρ τοῦ ὁμοτίμου ὑβρίσθη· ὁ δὲ Θεὸς ὑβριζόμενος.
45δικαίως ἂν ἐπαγάγοι τὴν δίκην. Μείζων γὰρ αὕτη ἡ ἁμαρτία τῆς εἰς ἄνθρωπον. Καὶ ὁ μὲν ἄνθρωπος τὸ ἑαυτοῦ ζητῶν τοῦτο ποιεῖ· ὁ δὲ Θεὸς τὸ σόν. Ὥστε κατὰ τοῦτο, ἄξιον τοῦτο μᾶλλον ἀγανακτήσεως. Οὐ γάρ ἐστιν ἴσον καταφρονεῖν τῶν τὰ ἑαυτῶν ζητούν‐

55

.

96

(50)

των, καὶ τοῦ τὰ σά. Τοῦτο γὰρ μείζονος ὀργῆς ἄξιον, ὅταν μηδὲ αἰτεῖν μέλλων τὰ σοὶ συμφέροντα, νήφῃς, Τίς δέ ἐστιν, ὃς οὐχ ὕβρισε τὸν ἀδελφὸν εἰκῆ; Μὴ γάρ μοι εἴπῃς, ὅτι οἰκέτην ὕβρισεν· Ἐν γὰρ Χριστῷ οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερός ἐστι.
55Τίς πάλιν ὃς οὐ κατηγόρησεν, οὐδὲ ἐψεύσατο; ὃς οὐκ

55

.

97

εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; ὃς οὐκ ἐβάσκη‐ νεν; ὃς οὐκ ἐκενοδόξησεν; ὃς οὐκ ἐφθέγξατο ῥῆμα ἀρ‐ γόν; Πάντα δὲ ταῦτα ὑπὸ κόλασιν κεῖται. Καὶ εἰ μὲν περὶ τὰ βιωτικὰ μὴ ὄντες σπουδαῖοι, μηδὲ ἐν τοῖς
5πνευματικοῖς ἦμεν, συγγνώμης ἂν ἦμεν ἄξιοι· νῦν δὲ καὶ ταύτης ἀπεστερήμεθα τῆς ἀπολογίας. Καὶ γὰρ ἐν ἐκείνοις μὲν ἐγρηγορότες ἐσμὲν, ἐν τούτοις δὲ ἀναπε‐ πτωκότες. Ὥστε δὲ μὴ ἀκούοντας, ὅτι μακρόθυμος, ῥᾳθυμοτέρους γενέσθαι, ἐπήγαγεν· Ἐὰν μὴ ἐπιστρα‐
10φῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἕτερος δέ φησι, Τὴν μάχαιραν αὐτοῦ ἀκονήσει. Τὸ τόξον αὐ‐ τοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Ἄλλος φησὶν, Ἐκ‐ τενεῖ. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἄλλος
15φησὶν, Εἰς τὸ καίειν. ιαʹ. Τί ἐνταῦθα ἐροῦσιν οἱ ἀνθρωπόμορφον τὸν Θεὸν λέγοντες, ἐκ τοῦ λέγεσθαι χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς ἔχειν; Ἆρα τόξα ἄνω, καὶ βέλη, καὶ ἀκόνη, καὶ μάχαιρα, καὶ φαρέτρα; Καὶ μὴν ἄλλος
20φησίν· Ἐν τῷ ἐπιβλέψαι σε, ταραχθήσονται ἐπὶ σοῦ ὄρη. Καὶ αὐτὸς οὗτος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Εἰ δὲ ὁρῶν μόνον τὴν γῆν, καὶ λίθων τήκει φύσιν, πολλῷ μᾶλλον ἐπ’ ἀνθρώπων τοῦτο δυνήσεται. Τίνος οὖν ἕνεκεν ἀπὸ
25τοῦ μόνον ἰδεῖν καταστρέψαι δυνάμενος τὴν οἰκουμέ‐ νην, μᾶλλον δὲ ἀπὸ τοῦ ἐθελῆσαι μόνον (ὁ γὰρ θελή‐ ματι μόνον ποιήσας αὐτὴν, εὔδηλον ὅτι καὶ θελήματι μόνῳ ἀνελεῖν δύναται), λέγεται ῥομφαίαν ἔχειν καὶ τόξον; Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα
30τῆς γῆς, Καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες· καὶ Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ λογισθήσεται· καὶ ὁ ἄγγελος δὲ αὐτοῦ ἐξελθὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε· τί λέγω ἄγγελος; μυῖαι καὶ
35κάμπαι καὶ σκώληκες τὸ τῶν Αἰγυπτίων στρατόπεδον ἀπώλεσαν· ποῦ τόξου αὐτόθι χρεία; ποῦ δὲ μαχαί‐ ρας; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Διὰ τὴν τῶν ἀκουόντων παχύτητα, καὶ ὥστε τοῖς ὀνόμασι τοῖς συντρόφοις τῶν ὅπλων κατασεῖσαι αὐτῶν τὴν διά‐
40νοιαν. Οὗ γὰρ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων ἡμῶν, καὶ οὗ κατὰ πρόσωπον ψύχους αὐτοῦ οὐδαμῶς τις ὑπο‐ στήσεται, πῶς ὅπλων δεῖ τούτῳ; Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, διὰ τὴν παχύτητα καὶ τὴν ἀναισθησίαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται. Τί δέ ἐστι, Καὶ
45στιλβώσει; Ἀκονήσει. Ἆρα οὖν καὶ ἀκόνης χρεία; καὶ ἰὸς περὶ τὴν μάχαιραν; Καὶ τίς ἂν ταῦτα, νοῦν ἔχων, ἀνέξεται οὕτως ἐκλαβεῖν ὡς εἴρηται; Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, τὴν τιμωρίαν διὰ πάντων σχηματίζει, καὶ ἐπὶ τὰ παχύτερα πρόεισιν, ὥστε καὶ τοὺς σφόδρα

55

.

97

(50)

ἀνοήτους συνιδεῖν, ὅτι οὐ δεῖ ταῖς λέξεσι παρακαθῆ‐ σθαι, ἀλλὰ θεοπρεπεῖς ἐννοίας ἐκ τούτων λαμβάνειν. Ὥστε εἴ τις ἀπορεῖ τίνος ἕνεκεν θυμὸς εἴρηται περὶ Θεοῦ καὶ ὀργὴ, πολλῷ μᾶλλον τούτων ἕνεκεν ἀπορή‐
σει. Εἰ δὲ ταῦτα οὐχ ὡς εἴρηται ἐκληπτέον, ἀλλὰColumn end

55

.

98

θεοπρεπῶς, εὔδηλον ὅτι καὶ τὰ περὶ θυμοῦ καὶ ὀργῆς· ἡ δὲ παχύτης τῶν λέξεων, ὥστε καθικέσθαι τῆς τῶν ἀκροατῶν παχύτητος. Διά τοι τοῦτο οὐδὲ τοῖς εἰρη‐ μένοις ἠρκέσθη, ἀλλ’ ἔτι πρόεισιν ἐπὶ τὸ ἀνθρωπι‐
5νώτερον, τὸν φόβον αὔξων. Οὐ γὰρ ῥομφαίαν αὐτὸν ἔχοντα εἰσάγει μόνον, ἀλλὰ καὶ ὁπλιζόμενον. Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν
10ἀκουόντων, λέγων· Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· φοβῶν τὸν ἀκούοντα, ὁμοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν ὀργὴν ἐνδεικνύμενος. Οὐ γὰρ εἶπεν, ἀφῆκεν, οὐδὲ, ἔλαβεν, ἀλλ’, Ἐνέτεινε καὶ ἡτοίμασε· τουτέστιν, Ἕτοιμός ἐστι πρὸς τὴν
15ἄφεσιν. Καὶ τί θαυμάζεις, εἰ ἐν τῇ Παλαιᾷ οὕτως εἴρηται, ὅπουγε καὶ ἐν τῇ Καινῇ Ἰουδαίοις διαλεγό‐ μενος ὁ Ἰωάννης τοιοῦτόν τι λέγει; Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Τί οὖν; δρυτόμον ὁ Θεὸς μιμεῖται ἀξίνῃ κόπτοντα ξύλα; καὶ
20ἀξίνην ἐκληπτέον καὶ ξύλα; Ἄπαγε· ὥσπερ οὐδὲ ἄχυρα καὶ σῖτον, ὅταν λέγῃ· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐ‐ τοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Τίς
25οὖν ἐστιν ἡ ἀξίνη; Ἡ τιμωρία καὶ ἡ κόλασις. Τίνα δὲ τὰ δένδρα; Οἱ ἄνθρωποι. Τίνα δὲ τὰ ἄχυρα; Οἱ φαῦλοι. Τίς ὁ σῖτος; Οἱ χρηστοί. Τί τὸ πτύον; Ἡ διάκρισις. Οὕτω καὶ ἐνταῦθα ῥομφαία, καὶ τόξον, καὶ βέλη, ἡ κόλασις καὶ ἡ τιμωρία ἐστίν. Εἶτα τὴν
30μέλλησιν, καὶ τὸ ἀφεστηκέναι μὲν τὴν τιμωρίαν, μὴ πολὺ δὲ ἀφεστηκέναι, ἀλλ’ ἐπὶ θύραις εἶναι, τῷ τεῖναι καὶ ἑτοιμάσαι παρέστησε. Σκεύη δὲ θανάτου τὰ βέλη φησίν. Ὥσπερ σκεύη γεωργίας, τὰ γεωργίαν ποιοῦντα· καὶ ναυτιλίας, τὰ πλεῖν ἡμᾶς παρασκευά‐
35ζοντα· καὶ ὑφαντικῆς, τὰ ὑφαίνειν ποιοῦντα· οὕτω καὶ θανάτου σκεύη, τὰ θάνατον ἐργαζόμενα. Εἶτα ἑρμηνεύων τίνα ἐστὶ τὰ σκεύη τοῦ θανάτου ἐπάγει, Τὰ βέλη αὐτοῦ, δεικνὺς τὸ τάχος τῆς τιμωρίας, ὅταν βουληθῇ. Τί δέ ἐστι, Τοῖς καιομένοις; Τοῖς
40τιμωρουμένοις, τοῖς κολαζομένοις. Εἶτα οὐκ ἀρκεῖ τὸ πῦρ, ἀλλὰ βελῶν χρεία; Ὁρᾷς ὅτι πάντα μετα‐ φορικῶς εἴρηται καὶ ἐμφαντικῶς, καὶ ὥστε διὰ πάντων αὐξηθῆναι τὸν φόβον; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Ἡτοίμασε τὰς τιμωρίας τοῖς μέλλουσι τιμω‐
45ρεῖσθαι. Ἀλλ’ εἰ μὴ οὕτως εἶπεν, οὐκ ἂν οὕτως ἔπληξε· νῦν δὲ βελῶν, καὶ ῥομφαίας, καὶ τόξου, καὶ ἀφέσεως, καὶ τάσεως, καὶ σκευῶν θανάτου καὶ ἐμπρησμοῦ μνημονεύσας, τῇ ποικιλίᾳ τῶν ὀνομάτων ἐπέτεινε τὴν ἀγωνίαν. Εἶτα παραμυθούμενος πάλιν

55

.

98

(50)

τὸν φόβον, ἐπήγαγε, Τοῖς καιομένοις. Ἵνα γὰρ μὴ νομίσῃ τις τῶν ἀνοητοτέρων, ἐπὶ πάντας αὐτὸν ἄγειν τὴν χεῖρα, καὶ κατὰ πάντων ὡπλίσθαι, ἐπήγαγε, Τοῖς καιομένοις. Ὅπερ καὶ ὁ Παῦλος αἰνίττεται περὶ ἄρχοντος λέγων· Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν
55φορεῖ. Εἰ δὲ ἐπὶ τῶν ἀρχόντων ἡ μάχαιρα τοῦτο ποιεῖ καὶ φοβεῖ, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ τοῦτο δὲ οὐ τῆς τυχούσης φιλανθρωπίας, τὸ διὰ τῶν
ῥημάτων φοβεῖν καὶ ἐξογκοῦν τὴν τιμωρίαν, ὥστε

55

.

99

μὴ γενέσθαι ἐν πείρᾳ τῶν πραγμάτων. Διὰ γὰρ τοῦτο ἐνέτεινε, διὰ τοῦτο ἡτοίμασε, διὰ τοῦτο ἐνέθηκε τὰ βέλη, διὰ τοῦτο πρὸς τὴν τιμωρίαν εὐτρεπίζεται, ἵνα μὴ ἔλθῃ πρὸς τὴν τιμωρίαν.
5 ιβʹ. Καὶ ἐξογκοῖ τὸν λόγον, τῷ μὲν Στιλβώσει τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα τῆς τιμωρίας ἐμφαίνων· τῷ δὲ Ἐνέτεινε, τὴν ἐγγύτητα· τῷ δὲ Ἡτοίμασε, τὸ πάντως ἐσόμενον, εἰ μὴ μεταβάλοιντο· τῷ δὲ Τοῖς καιομένοις, τοὺς ὑπευθύνους ἐνδεικνύμενος, ἵνα διὰ
10πάντων παιδευθέντες, ἀναστείλωσι τὴν πονηρίαν. Εἰ δὲ θυμοῦ ταῦτα ἦν καὶ ὀργῆς, οὐκ ἂν, οἷς ἔμελλεν ἐπιθήσεσθαι, προεῖπεν. Ὁ γὰρ θυμὸς οὐκ ἀνέχεται τοῦτο· ἀλλὰ καὶ τοὐναντίον ποιεῖ, καὶ μάλιστα ὅταν ἐν αὐτῇ λοιπὸν ᾖ τῇ ἀκμῇ, καὶ τῇ κολάσει, καὶ τῇ
15κατασκευῇ τῆς τιμωρίας. Οἱ γοῦν πολέμιοι, καὶ βουλόμενοι τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐ μόνον οὐ λέγουσιν, ἀλλὰ καὶ κρυπτόμενοι ἐπιτίθενται, ὥστε μὴ μαθόντας τοὺς κολάζεσθαι μέλλοντας φυλάξασθαι. Ἀλλ’ οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· καὶ
20προλέγει, καὶ ἀναβάλλεται, καὶ φοβεῖ διὰ ῥημάτων, καὶ πάντα ποιεῖ, ὥστε μὴ ἐπαγαγεῖν ἅπερ ἀπειλεῖ. Τοῦτο καὶ ἐπὶ Νινευϊτῶν ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖ τόξον ἐνέτεινε, καὶ τὴν ῥομφαίαν ἐστίλβωσε, καὶ τὰ βέλη ἡτοίμασε, καὶ τὴν πληγὴν οὐκ ἐπήγαγεν. Ἢ οὐ
25δοκεῖ σοι τὰ ῥήματα τοῦ προφήτου τόξον εἶναι καὶ βέλος καὶ ῥομφαίαν ἠκονημένην, ὅταν λέγῃ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῆ καταστραφήσεται; Ἀλλ’ οὐκ ἀφῆκε τὸ βέλος· οὐδὲ γὰρ διὰ τοῦτο ηὐ‐ τρέπιστο ἵνα ἀφεθῇ, ἀλλ’ ἵνα ἐναποτεθῇ. Οἱ μὲν γὰρ
30στρατιῶται διὰ τοῦτο ὁπλίζονται, ἵνα κολάσωσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ’ ἵνα τῷ φόβῳ σωφρο‐ νεστέρους ποιήσας, ἀνάσχῃ τῆς τιμωρίας τὴν χεῖρα. Μὴ τοίνυν θορυβώμεθα· φιλανθρωπίας γὰρ πολλῆς ὁ τῶν ῥημάτων φόβος, καὶ ὅσῳ ἂν ἀπορητότερα λέγῃ,
35τοσούτῳ ἀπὸ πολλῆς ἡμερότητος ταῦτα φθέγγεται. Ἐπεὶ καὶ πατέρες, ὅταν μὴ βούλωνται κολάζειν τοὺς παῖδας, διὰ τῶν ῥημάτων τὴν ὀργὴν αἴρουσιν· οὕτω καὶ αὐτὸς, ἐπεὶ μὴ βούλεται κολάζειν, ἐξογκοῖ διὰ τῶν ῥημάτων τὸν φόβον. Λέγει καὶ γέενναν ἑτοιμά‐
40σαι, ἵνα μὴ βάλῃ εἰς γέενναν· διά τοι τοῦτο καὶ πολλοὶ λόγοι περὶ τιμωρίας τοῖς Εὐαγγελίοις ἐναπό‐ κεινται, καὶ πλείους, ἢ οἱ περὶ βασιλείας. Ἐπειδὴ γὰρ ἐπὶ τῶν ἀναισθητοτέρων οὐχ οὕτως ἡ τῶν ἀγα‐ θῶν ἐπαγγελία, ὡς ὁ τῶν λυπηρῶν φόβος ἐφέλκεται
45πρὸς ἀρετὴν, καὶ ἀπάγει τῆς κακίας· διὰ δὴ τοῦτο τούτοις πλέον ἐμφιλοχωρεῖ, καὶ συνεχῶς αὐτὰ τί‐ θησι. Μὴ τοίνυν ἀλγῶμεν ἀκούοντες φορτικῶν ῥημά‐ των· πολὺ γὰρ κέρδος ἔχουσιν· ἀλλ’ ἐννοοῦντες αὐ‐ τοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν δικαιοκρισίαν,

55

.

99

(50)

μήτε ἀπογινώσκωμεν τῆς σωτηρίας· μακρόθυμος γάρ ἐστι· μήτε ἀθυμῶμεν· δίκαιος γάρ ἐστιν· ἐν‐ ταῦθα μὲν πολλὴν τὴν μακροθυμίαν ἐνδεικνύμενος, ἐκεῖ δὲ τοὺς μὴ κερδάναντας ἐντεῦθεν τῇ πείρᾳ τῆς κολάσεως παραδιδούς· ὅπερ ἵνα μὴ γένηται, ἀπο‐
55κρουσώμεθα ἐντεῦθεν ἤδη τὴν τιμωρίαν. Ἰδοὺ ὠδί‐ νησεν ἀδικίαν. Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ Ὠδίνη‐ σεν, Ἰέβαλ, Συνέλαβε πόνον. Ἄλλος, Καὶ κυή‐ σας. Καὶ ἔτεκεν ἀνομίαν. Ἄλλος, Ψεῦδος. Δάκ‐ κον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται
60εἰς βόθρον ὃν εἰργάσατο. Ἄλλος, Εἰς διαφθορὰνColumn end

55

.

100

ἣν εἰργάσατο. Εἶπεν ὅτι παρεσκεύασται πρὸς τιμω‐ ρίαν ὁ Θεός· εἶπεν ὅτι ἐπαφίησι τὰς κολάσεις. Ἐσω‐ φρόνισε τούτῳ τὸν ἀκροατὴν, τὴν ἄνωθεν ὀργὴν ἐπι‐ κρεμάσας. Παιδεύει λοιπὸν καὶ ἀπὸ τῶν πραγμάτων
5αὐτῶν, δεικνὺς, ὅτι καὶ πρὸ τῆς τιμωρίας αὐτὴ ἡ κακία κόλασις. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐνδεικνύμε‐ νος ἔλεγε· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλά‐ νης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· καὶ ἄγει εἰς μέ‐ σον τοὺς τὰ ἔσχατα παθόντας ὑπὸ τῆς κακίας
10Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν παχυτέρων τότε μάλιστα σωφρονίζεσθαι, ὅταν τοὺς πεπονθότας ἴδωσι· διὰ τοῦτο καὶ αὐτοὺς εἰς μέσον ἄγει. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ, πολλὰ περὶ γεέννης διαλεχθεὶς καὶ τοὺς ἐκεῖ βαλλομένους εἰς μέσον ἄγει· οἷον, τὸν
15πλούσιον τὸν ἐπὶ Λαζάρου, τὰς παρθένους τὰς μω‐ ρὰς, τὸν τὸ τάλαντον τὸ ἓν κατακρύψαντα· καὶ ἐν τῷ παρόντι βίῳ, τοὺς ἐν τῷ πύργῳ καταχωσθέντας, καὶ ὧν τὸ αἷμα Πιλάτος ἀνέμιξε ταῖς θυσίαις. Οὕτω καὶ Πέτρος πολλὰ περὶ γεέννης διαλεχθεὶς, τότε
20μάλιστα αὐτοὺς ἔπληξεν, ὅτε τοὺς κολασθέντας εἰς μέσον ἤγαγε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὴν τιμωρίαν ἔδειξε τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας· ὅπερ οὖν καὶ Παῦλος ἐποίει ἐπὶ τοῦ μάγου. Καὶ ἑτέρῳ δὲ τρόπῳ κατασκευάζει τὸ τοιοῦτον, ὅτε τῶν ἐν τῇ ἐρήμῳ μέ‐
25μνηται, λέγων οὕτως· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νε‐ φέλην ἦσαν, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτί‐ σθησαν, καὶ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον· ἀλλ’ οὐκ ἐν τοῖς
30πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, ἀλλ’ ἀπ‐ ώλοντο καὶ κατέπεσον. Ἐπειδὴ γὰρ περὶ μελλόν‐ των διελέγετο, γεέννης λέγω, καὶ κολάσεως, καὶ τι‐ μωρίας, ἀπὸ τῶν παρελθόντων καὶ τὴν περὶ ἐκείνων ἀπόδειξιν φέρει, αὐτοὺς τοὺς κολασθέντας εἰς μέσον
35ἄγων, τοὺς ὑπὸ τῶν ὄφεων, τοὺς ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Δαυῒδ, εἴτε περὶ τοῦ Ἀχιτόφελ, εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ λέγων. Τινὲς μὲν οὖν περὶ τοῦ Ἀχιτόφελ φασὶν εἰρῆσθαι. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ λέγειν, Φείσασθέ μοι τοῦ παιδαρίου
40Ἀβεσσαλώμ· καὶ μετὰ τὸ πάθος, Τίς δῴη μοι θά‐ νατον ἀντὶ σοῦ; καὶ ταῦτα νῦν λέγειν· ἀλλ’ ἐκεῖνα μὲν ὑπὸ τῆς φύσεως κατεχόμενος ἔλεγε· νῦν δὲ ὑπὸ τοῦ Πνεύματος ἔνθους γενόμενος. Πλὴν εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ, εἴτε περὶ τοῦ Ἀχιτόφελ εἴρηται, σκο‐
45πητέον τὰ εἰρημένα· οὐ γὰρ πολύς μοι περὶ τῶν προσώπων ὁ λόγος. ιγʹ. Τί οὖν ἐντεῦθεν μανθάνομεν; Δείκνυσιν, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθάπερ αἱ ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὠδίνων δια‐

55

.

100

(50)

κόπτονται, οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς δριμύτη‐ τος. Διὸ καὶ τὸ πικρὸν τῆς ὀδύνης παραστῆσαι βου‐ λόμενος, ὠδῖνα τὸ πρᾶγμα ἐκάλεσεν. Ὅπου γὰρ ἐὰν
55βούληται ἡ Γραφὴ ἀφόρητόν τινα ἡμῖν ὀδύνην ἐνδεί‐ ξασθαι, τῷ ὀνόματι τῆς ὠδῖνος αὐτὴν ὑπογράφει. Διὸ καὶ ἀλλαχοῦ φησιν, Ὠδῖνες ἔλαθον κατοικοῦν‐ τας Φυλιστιεὶμ, τουτέστι, φόβος, τρόμος, πόνος, ὀδύνη. Καὶ πάλιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν,
60Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ἐφ‐
ίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχού‐

55

.

101

σῃ. Ἐνταῦθα δύο αἰνίττεται, καὶ τὸ ἀφόρητον, καὶ τὸ ἀπροσδόκητον. Καὶ ὁ Ἐζεκίας· Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐν‐
5δεικνύμενος. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ προφήτης. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συν‐ ειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι, καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν τὴν ἀρχὴν ἐντεθέν. Κἂν μυρία φιλο‐ νεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον,
10καταδικάζον, καὶ οὐδείς ἐστι τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; Ἀλλ’ ὅμως ἐκεῖνος ἐπιθυμή‐ σας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε.
15Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ
20τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιά‐ σαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην. Οὕτω γοῦν καὶ ἀπὸ τῆς γυναικὸς ἐγένετο κατάφωρος. Ὁ μέντοι προδότης, ὁ πρὸς τοσαύτην ἐξοκείλας πο‐ νηρίαν, ἐπειδὴ τὴν ὀδύνην οὐκ ἤνεγκε τὴν ἀπὸ τοῦ
25κριτηρίου τοῦ συνειδότος, καὶ βρόχον ἀνῆψε, καὶ οὕτω τὸν βίον κατέλυσεν. Ὥσπερ οὖν ὁ ἐν πονη‐ ρίᾳ τοσαῦτα πάσχει, οὕτως ὁ ἐν ἀρετῇ γαλήνης ἀπο‐ λαύει καὶ ἀταράχου διανοίας. Σκόπει δέ. Εἰ βουληθῇ τίς τινα ἀμύνασθαι, ἢ ἄρξαι χειρῶν ἀδίκων, ὅρα
30πόσα πάσχει δεινά. Πληροῦται θυμοῦ, διακόπτεται ὑπὸ ὀργῆς, μυρία κύματα κινεῖ λογισμῶν, ὁδοὺς ἔρ‐ χεται μυρίας, φόβος ἔπεισι καὶ ἀγωνία καὶ τρόμος, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ· καὶ πρὸ τοῦ μέλλοντος
35ἀδικεῖσθαι, ἑαυτὸν ἀπόλλυσιν. Ὁ δὲ ἐκβαλὼν τὴν ὀργὴν, ἁπάντων ἀπήλλακται τούτων· καὶ μάλα εἰκό‐ τως. Τούτου γὰρ αὐτὸς κύριός ἐστι, καὶ τὸ πᾶν ἀπ‐ ήρτισεν· ἐκείνου δὲ οὐκ ἔτι, ἀλλὰ καὶ καιροῦ χρεία, καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, καὶ ὅπλων,
40καὶ μηχανημάτων, καὶ προσκρουσμῶν, καὶ κολα‐ κείας, καὶ δουλείας, καὶ ὑποκρίσεως. Ὁρᾷς πῶς εὔ‐ κολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία; πῶς τὸ μὲν ἀτάραχον, τὸ δὲ θορύβων γέμον; Ταύτην τοίνυν ὑπογράφων ὁ Προφήτης ἔλεγεν·
45Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ἐντεῦθεν δείκνυται, ὅτι οὐ κατὰ φύσιν ἡμῖν ἡ ἀδικία, ἀλλὰ καὶ ἀλλότριόν τι. Διὸ καὶ βαρύνει, καὶ ἕως ἂν ἀπαλλαγῶμεν, ὠδῖσι περιβάλλει. Ἐπεὶ καὶ τὸ ἔμβρυον ἕως ἂν ἀπαρτίζηται, κατὰ φύ‐

55

.

101

(50)

σιν ἔγκειται τῇ γαστρί· διὰ τοῦτο καὶ μένει, καὶ πόνον οὐκ ἔχει. Μετὰ δὲ τὸ τελεσθῆναι, ἐὰν ἔνδον μένῃ, παρὰ φύσιν ἐστὶν ἡ διατριβή· ὅθεν καὶ ὠδῖνες γίγνονται. Διόπερ ἡ φύσις ἐνοχλουμένη βιάζεται ἐξωθήσασθαι, ἅτε ἐργασαμένη τὸ πᾶν καὶ ἀπαρτί‐
55σασα, καὶ οὐκ ἔτι δυναμένη φέρειν. Ἀλλ’ ἐκεῖ μὲν πρῶτον σύλληψις γίνεται, καὶ τότε ὠδίς· ἐνταῦθα δὲ πρῶτον ὠδίνησε, καὶ τότε συνέλαβε καὶ ἔτεκε. Τί οὖν οὖν ἐστιν εἰπεῖν; Ὅτι ἐκεῖ μὲν ἐν καιρῷ τοῦ τόκου ἡ ὠδὶς, ἐνταῦθα δὲ ἐξ ἀρχῆς ἡ ὠδίς. Ὁμοῦ τε γὰρ
60ἐβουλεύσατό τίς τι πονηρὸν, καὶ πρὶν ἢ πῆξαι τῇ
διανοίᾳ, θόρυβος καὶ ταραχὴ κατὰ τὴν διάνοιαν. ἘπὶColumn end

55

.

102

μὲν γὰρ τῆς γυναικὸς τὸ καταβληθὲν ἅπαξ σπέρμα αὐτὸ καὶ διαπλάττεται πρὸς τὴν σύστασιν τοῦ τικτο‐ μένου· ἐπὶ δὲ τῶν δόλους ῥαπτόντων σήμερον οὗτος κατεβλήθη ὁ λογισμὸς, καὶ πάλιν αὔριον ἕτερος· καὶ
5μυρίαι καταβολαὶ τῶν πονηρῶν τούτων πραγμάτων, καὶ καθ’ ἑκάστην ἡμέραν συλλήψεις καὶ ὠδῖνες δια‐ φθείρουσαι τὴν ταῦτα τίκτουσαν διάνοιαν. Οὐ γὰρ τοιοῦτος ὁ τόκος, οἷος ἐπὶ τῶν γυναικῶν· ἀλλ’ ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν, τὴν μήτραν διασπῶσι, καὶ τὰ
10πλευρὰ διακόπτοντα τὰ παιδία πρόεισιν· οὕτω καὶ ἐπὶ τῶν δόλων καὶ ἐπὶ τῆς ἀδικίας. Ἀλλὰ κἂν μυρία φιλονεικήσωμεν, οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὴν ἀλγηδόνα, ἣν ὑπομένουσιν οἱ κακοί. Διὸ καί τίς φησιν· Ὁ δὲ κακὸς μόνος ἀντλήσει τὰ κακά.
15Τί γὰρ χαλεπώτερον καὶ ἀλγεινότερον τοῦ βασκαί‐ νοντος, τοῦ ἐπιβουλεύοντος, τοῦ τῶν ἀλλοτρίων ἐφιε‐ μένου; Δημίου παντὸς χαλεπώτερον τὰ πάθη ταῦτα τὴν ψυχὴν καταξαίνει. ιδʹ. Ὥστε εἰκότως ὠδῖνας ἐκάλεσε τοὺς τοιούτους
20λογισμούς. Ἀλλ’ ὥσπερ αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσι, κἂν μὲν ὑγιεινὰ τὰ σώματα ᾖ, τοιαῦτα εἰκότως καὶ τὰ τικτόμενα· ἂν δὲ διεφθαρμένα, μι‐ μεῖται τῶν γονέων τὴν φύσιν· οὕτω καὶ ἐπὶ τῶν λο‐ γισμῶν. Κἂν μὲν ἀγαθοῖς συγγένῃ, τοιαῦτα ἔσται καὶ
25τὰ ἔκγονα· ἂν δὲ πονηροῖς, καὶ μὴ προσέχῃς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λύμην. Ἄκουσον γοῦν ὁ προφήτης τί φησιν· Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Ἐπὶ δὲ τῶν ἐκ τοῦ διαβόλου· Ὠὰ ἀσπίδων ἔῤῥηξαν,
30καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Φεύγωμεν τοίνυν τοὺς πονηρούς. Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώ‐ κειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν
35ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ’ ἀντ’ ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον; Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν
40πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος. Καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργά‐ σατο. Ὅπερ ἕτερός φησιν· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην
45συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέπεσθαι τὰ δίκτυα, ἵνα καὶ ἐντεῦθεν ἀποστῶσι τῆς κατὰ τοῦ πλησίον μάχης καὶ μηχανῆς. Τοῦτο καὶ ἐπὶ τοῦ Μωϋσέως γέγονεν. Ὁ μὲν γὰρ μέλλων ἀναιρεῖσθαι διεσώθη· ὁ δὲ Φαραὼ

55

.

102

(50)

διὰ τῆς ὁδοῦ, ἧς κατὰ τῶν παίδων ἐμηχανήσατο, δι’ αὐτῆς ἀπώλετο. Κελεύσας γὰρ ἀναιρεῖσθαι τὰ παιδία,
ἠνάγκασε τὴν μητέρα Μωϋσέως ἔκθετον διὰ τὸ δέος

55

.

103

ποιῆσαι τὸ βρέφος· [καὶ ἀπὸ τοῦ ποταμοῦ ἀνελομένη τὴν θήγην ἡ θυγάτηρ τοῦ Φαραὼ, καὶ εὑροῦσα τὸ βρέφος ἀνέθρεψε,] καὶ αὐξηθεὶς ἐκεῖνος πάντας ἀπ‐ ώλεσεν. Ἐντεῦθεν καὶ ἡ εὐμηχανία τοῦ Θεοῦ μάλιστα
5διαλάμπει, καὶ τοῖς, πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Οὕτω καὶ ἐπὶ τοῦ παγκάλου Ἰωσὴφ γέγονεν. Ἐμβαλόντες γὰρ αὐτὸν εἰς δουλείαν οἱ ἀδελφοὶ, ἔπαθον ἅπερ ἔπαθον, καὶ τὸν μὲν ἔβλαψαν οὐδὲν, ἀλλὰ καὶ ὤνησαν· αὐτοὶ δὲ τὴν τραγ‐
10ῳδίαν ἐκείνην ὑπέμειναν. Καὶ πολλὰ τοιαῦτα λέγειν ἐξὸν, σκόπει καὶ ἐπὶ τῶν ἄλλων. Ἐπλεονέκτησέ τις; Ἑαυτὸν ἀπώλεσε. Τὸν μὲν γὰρ πλεονεκτηθέντα πολλάκις καὶ ὤνησε, τὴν δὲ ἑαυτοῦ ψυχὴν προὔδωκεν. Ἠδίκησέ τις; Ἑαυτῷ τὸ ξίφος
15περιέπειρεν. Οὐ γὰρ τὸ παθεῖν κακῶς, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτο μάλιστά ἐστι τὸ πάσχειν κακῶς. Διὰ τοῦτο καὶ Παῦλος παρῄνει μᾶλλον ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν· καὶ ὁ Χριστὸς, ῥαπίζεσθαι καὶ μὴ ἀντιῤῥα‐ πίζειν, ἀλλὰ καὶ παρέχειν ἑαυτὸν εἰς τὸ πάσχειν.
20Τοῦτο μεγίστης ἰσχύος, τοῦτο ὑπομονὴν ἐργάζεται, τοῦτο ἰσχυρὰν τὴν ψυχὴν κατασκευάζει, τοῦτο τῶν παθῶν ἀνώτερον ποιεῖ. Ὁ γὰρ ἀδικῶν ἕτερον, ἢ τύπτων ἢ ὑβρίζων, πρότερον αὐτὸς ὑπὸ τοῦ πάθους χειρωθεὶς, καὶ αἰχμάλωτος γενόμενος, τότε δοκεῖ τὸν
25πλησίον ἀδικεῖν· αὐτὸς δὲ χαλεπώτερα πέπονθε, τὴν ἐσχάτην δουλείαν δουλεύσας. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Καὶ περὶ τοῦ Ἀχι‐ τόφελ καὶ περὶ τοῦ Ἀβεσσαλὼμ ταῦτα εἰρῆσθαί φασιν·
30ἀμφοτέρων γὰρ ἡ κεφαλὴ εἰς τιμωρίαν κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυ‐ σεν· ἐκεῖνος δὲ ὑπὸ τὸ δένδρον ἐλθὼν, καὶ ἐξαρτηθεὶς ὑπὸ τῆς κόμης, πολὺν ἐκρέματο χρόνον. Οὕτω καὶ Ἰούδας ἀγχόνῃ τὸν βίον κατέλυσεν, εἰδὼς ὅτι ἐπὶ
35κακῷ τῆς αὑτοῦ κεφαλῆς πάντα εἰργάσατο. Καὶ ὁ Ἀχιτόφελ νοήσας ὅτι πάντως περιέσται ὁ Δαυῒδ, ἀπελθὼν ἀπήγξατο· καὶ ὁ Ἀβεσσαλὼμ ἄκων ἐκρέ‐ ματο, καὶ οὐκ εὐθέως ἀνῃρεῖτο, ἀλλ’ ὥσπερ ἐν δικα‐ στηρίῳ πρότερον ἀνηρτήθη, καὶ τῷ ξύλῳ προσηλώθη·
40καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστι‐ ζόμενος. Αὐτὸς μὲν γὰρ ἐπεθύμει τὴν δεξιὰν τῷ λαιμῷ βαπτίσαι τῷ πατρικῷ· ὁ δὲ πατὴρ καὶ οὕτω φείσα‐ σθαι αὐτοῦ παρῄνει τοῖς στρατιώταις. Καὶ οὕτως οὐκ
45ἦν κενοδοξίας τὸ λεγόμενον, ὅτι καὶ μετὰ θάνατον ἀποδύρεται. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ’ ὅλον θεῖον ἦν τὸ δικα‐ στήριον, τρίχες καὶ ξύλον αὐτὸν ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε, καὶ ἀντὶ μὲν σχοινίου ἡ κόμη, ἀντὶ

55

.

103

(50)

δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου προσ‐ ήγαγεν αὐτὸν ἡ ἡμίονος. Καὶ σκόπει τὸ παράδοξον. Ταῦτα παθόντος, οὐδεὶς ἐτόλμησε προσελθεῖν τῶν αὐτοῦ, καὶ καθελεῖν αὐτὸν, τοσαύτης γενομένης σχο‐ λῆς. Καὶ τοῦτο δὲ ὁ Θεὸς ᾠκονόμει, ὥστε μήτε καθ‐
55αιρεθῆναι, μήτε δεδεμένον ἀπενεχθῆναι τῷ πατρὶ, ἐπειδὴ τὰ πατρικὰ σπλάγχνα πέρα τοῦ μέτρου τὴν φειδὼ ἐπεδείκνυτο· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι ὁ
καταλλάξας αὐτῷ τὸν πατέρα, οὗτος αὐτὸν ἀνῄρει,Column end

55

.

104

μονονουχὶ κατήγορος σφοδρὸς ἐπιστάς· ἀλλ’ ἀνῄρει μὲν οὗτος, ἐψηφίζετο δὲ ὁ Θεός. ιεʹ. Ὅτι γὰρ ἄνωθεν ἡ ψῆφος κατεφέρετο, ἄκουσον αὐτοῦ τοῦτο πῶς παρέστησε· εἰπὼν γὰρ, Ἐπὶ κορυ‐
5φὴν ἡ ἀδικία αὐτοῦ καταβήσεται, φησίν· Ἐξομο‐ λογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Εὐχα‐ ριστήσωμεν, φησὶν, οὐ ταῖς ἑτέρων χαίρων σφαγαῖς, ἀλλὰ τοῦ Θεοῦ τὴν ψῆφον ἀποδεχόμενος. Καὶ τίς δύ‐
10ναται αὐτῷ εὐχαριστῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ; τίς δὲ αὐτὸν αἰνέσει, ὡς ἔστιν; Οὐδείς. Τί ἐστι, Κατὰ τὴν δικαιοσύνην αὐτοῦ; Ἀντὶ τοῦ, ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ. Καὶ ᾄσω τῷ Κυρίῳ τῷ ὑψίστῳ. Αὐτοῦ γάρ ἐστι τὰ νικητήρια, αὐτοῦ τὰ τρόπαια, οὐκ ἐμά. Καθά‐
15περ γὰρ ἐπὶ τῶν πολέμων, βασιλέως νικήσαντος, χοροὺς στήσαντες ᾄδουσιν, εἰς ἐκεῖνον τὰς εὐφημίας ἀναφέροντες· οὕτω κἀγὼ ποιήσω, φησί. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐξομολογοῦμαι, ἀλλ’ Ἐξομολογήσομαι, δηλῶν, ὅτι οὐδὲ μετὰ τὸ τυχεῖν τῶν ἀγαθῶν ἐπιλαν‐
20θάνεται, οὐδὲ γίνεται ῥᾳθυμότερος, ἀλλὰ νήφει καὶ ἐγρήγορεν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτου δεῖται, ἀλλ’ ἐπειδὴ ἡμῖν τοῦτο χρήσιμον καὶ κερδαλέον. Ὥσπερ γὰρ θυσίας ἔλαβεν, οὐχὶ δεόμενος θυσιῶν (Ἐὰν γὰρ πεινάσω, φησὶν, οὐ μή σοι εἴπω), ἀλλ’ ἐνάγων τοὺς
25ἀνθρώπους εἰς τὴν αὐτοῦ τιμὴν, οὕτω καὶ ὕμνους δέ‐ χεται, οὐ δεόμενος τῆς παρ’ ἡμῶν εὐφημίας, ἀλλ’ ἐπιθυμῶν τῆς ἡμῶν σωτηρίας. Θεῷ γὰρ περισπού‐ δαστον ἡμῶν ἐπίδοσις ἡ κατ’ ἀρετήν. Οὐδὲν δὲ οὕτως ἐπιδιδόναι ποιεῖ εἰς ἀρετὴν, ὡς τὸ
30συνεχῶς ὁμιλεῖν Θεῷ, καὶ διηνεκῶς εὐχαριστεῖν καὶ ψάλλειν τῷ Θεῷ· ψάλλει δὲ τῷ Θεῷ, ἐκπληττόμενος αὐτοῦ τὴν δικαιοκρισίαν, τὴν μακροθυμίαν. Καὶ ποῦ, φησὶν, ἡ μακροθυμία, ἀναιρεθέντος τοῦ τυράννου; Πολλὴ μὲν οὖν καὶ μεγάλη. Καὶ γὰρ ἀφῆκεν αὐτὸν
35πολὺν χρόνον, ὥστε εἰς μετάνοιαν ἐλθεῖν· καὶ τὰ βασίλεια κατασχεῖν ἔδωκεν, ἵνα τὴν οἰκίαν ἰδὼν, εἰς ἣν ηὐξήθη καὶ ἐτράφη, καὶ τὰ τοῦ πατρὸς σύμβολα, εἰς μετάνοιαν ἔλθῃ. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ πάντα ἐκεῖνα αὐτὸν ἐπαγαγεῖν· ἡ
40τράπεζα, καθ’ ἣν ἐκοινώνει τῷ πατρὶ, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι αὐτὸν κατήλλαξαν φόνον τοι‐ οῦτον πεποιηκότα· μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν ὅτι φυγὰς καὶ ἀλή‐ της περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Εἰ δὲ
45μὴ ταῦτα ἐμάλαττεν, ἔδει αὐτὸν τὰ τοῦ Ἀχιτόφελ σωφρονίσαι, τὴν ἀγχόνην, τὸν θάνατον, ὥστε διὰ πάντων ἐλθεῖν εἰς μετάνοιαν. Οὐδὲ γὰρ ἠγνόησε τὰ τοῦ φίλου. Τί δὲ καὶ ἔχων ἐγκαλεῖν τῷ πατρὶ, ταῦτα ἐποίει; Ὅτι ἐξ ὄψεως αὐτὸν πεποίηκεν; Ἀλλ’ ἔδει

55

.

104

(50)

διὰ τοῦτο καὶ θαυμάσαι καὶ ἀποδέξασθαι, ὅτι ἀδελ‐ φοκτόνον γενόμενον ἡμέρως ἤνεγκεν. Ἀλλ’ οὐδὲν ἔχων ἐγκαλεῖν, ἀλλ’ ἐπιθυμίᾳ ἁλοὺς ἀκαίρῳ, καὶ ταῦτα λοιπὸν γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις
τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμεινεν οὐδὲ σμικρόν.

55

.

105

Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας πάντων ἀθλιώ‐ τερον ἕξει βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος, καὶ ἀπὸ τοῦ τροπαίου; ιϛʹ. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; Πόσης ταῦτα
5πενίας οὐ χαλεπώτερα; πόσης νόσου; πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν, ἀλλ’ οὐδὲ ἀπ‐ εδυσπέτησεν, οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμ‐ βάνω τὰς ἀμοιβὰς, ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέ‐ ρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ, πάντων γε‐
10νόμενος ταπεινότερος· ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐξεδόθην. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ’ ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν ἔχων παραμυθίαν ἐν τοῖς γινομέ‐ νοις, τὸ τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεσθαι. Καθάπερ
15καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύο‐ μεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· εἰ δέ τις εἶπε πρὸς αὐτούς· Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ
20ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ (οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν ἡ προσδοκία); ἤκουσεν ἂν, ὅτι Αὕτη μεγίστη ἡμῖν ἀντίδοσις, τὸ διὰ Θεὸν ἀπο‐ θανεῖν· οὕτω καὶ αὐτὸς μεγίστην ταύτην ἡγεῖτο παρα‐ μυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Καὶ
25γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατα‐ σφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ’ ἐκείνης. Οὕτω δὴ καὶ ἡμᾶς δεῖ, μὴ βασιλείας προσ‐ δοκίᾳ, μηδὲ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι’ αὐτὸν τὸν Θεὸν πάντα πάσχειν. Ἀλλ’ οὕτως
30εἰσὶ πολλοὶ καὶ ἔτι ἀναπεπτωκότες, καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς καὶ βασιλείαν ἐπαγγελλόμενος, οὐκ ἀκούεται· ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται. Τί ταύτης τῆς μανίας χαλεπώτερον; Καὶ τί λέγω γέενναν; Καὶ
35πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας. Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα
40ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δε‐ δοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δι‐ καστήρια. Τί τοιοῦτον ἡ σωφροσύνη ἔχει, κἂν μυ‐ ρίους πόνους ἔχῃ; Οὐκ ἀεὶ ἐν ἡδονῇ ὁ σώφρων, ἀεὶ
45δὲ ἐν ὀδύνῃ ὁ μοιχὸς καὶ ἐν σκότῳ; Οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν, τῶν ἡττωμένων ὀργῆς, καὶ τῶν κρατούντων ὀργῆς· τῶν ἁρπαζόντων, καὶ τῶν τὰ ἑαυτῶν διδόντων διὰ τὸν Θεὸν, ἢ μᾶλλον εἰπεῖν προϊέντων. Οἱ μὲν γὰρ ἐν λιμένι κάθηνται· οἱ δὲ εἰς

55

.

105

(50)

τὸν εὔριπον τῶν παρόντων ἐξενεχθέντες κακῶν, καθ’ ἑκάστην περιέρχονται τὴν ἡμέραν. Χωρὶς δὲ τούτων ὅταν ἡλικίαν προβαίνουσαν ὁ πλεονεξίᾳ συζῶν καὶ
ἀκολασίαν οὐκ ἀρκοῦσαν αὐτῷ πρὸς ἀπόλαυσιν ἔχῃ,Column end

55

.

106

καὶ τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, ἐννόησον οἷα πάσχει δεινά. Ἀλλ’ οὐχ ὁ ἐν ἀρετῇ· ἀλλὰ τότε μᾶλλον χαίρει καὶ εὐφραίνεται, ὅταν εἰς γῆρας ἐλάσῃ, οὐ καταμαραινομένης αὐτῷ τῆς ἀπολαύσεως, ἀλλὰ μᾶλ‐
5λον ἀνθούσης. Τοῖς μὲν οὖν μοιχοῖς, καὶ ἀκολάστοις, καὶ πλεονέκταις, καὶ γαστριμάργοις ἔκπτωσις τῆς ἀπολαύσεως ἐκείνων τὸ γῆρας· τοῖς δὲ ἀρετὴν μετιοῦ‐ σιν ἐπίτασις τῆς ἀπολαύσεως τότε γίνεται. Ὥστε καὶ πρὸ τῆς γεέννης, καὶ πρὸ τῶν ἐντεῦθεν ἀνιαρῶν, ἱκα‐
10νὸν καὶ τοῦτο κατασεῖσαι τὴν διάνοιαν. Ταῦτα οὖν ἐν‐ νοοῦντες, φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, φιλῶ‐ μεν τὸν Θεὸν, μὴ διὰ τὰ αὐτοῦ, ἀλλὰ δι’ αὐτόν. Οὕτω κατὰ τὸν παρόντα βίον καὶ τὴν κατ’ ἀρετὴν ὁδεύσο‐ μεν ὁδὸν, στενὴν μὲν οὖσαν τῇ φύσει, εὐρεῖαν δὲ τῇ
15προαιρέσει τῶν ὁδοιπόρων γινομένην· ἧς γένοιτο πάν‐ τας ἡμᾶς εἰς τὸ ἄκρον ἐλθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19tΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ.
20Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου
25 ἐν πάσῃ τῇ γῇ! Ἄλλος, Τί μέγα τὸ ὄνομά σου! αʹ. Ἐν τῷ πρὸ τούτου ψαλμῷ ἔλεγεν· Ἐξομολογή‐ σομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· ἐνταῦθα τὴν ὑπόσχεσιν πληροῖ, ὕμνον ἀναφέρων αὐτῷ. Καὶ ἐν
30ἐκείνῳ μὲν, ὡς ἐξ ἑνός ἐστι προσώπου τὰ λεγόμενα· Κύριε γὰρ ὁ Θεός μου, φησὶν, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐνταῦθα δὲ, ὡς ἐκ πολλῶν. Κύριε γὰρ, φησὶν, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ἀλλὰ παρέχετε σιγὴν, καὶ μετὰ ἀκριβείας ἀκούετε. Εἰ
35γὰρ ἐν θεάτρῳ χορῶν ᾀδόντων σατανικῶν, πολλὴ γίνε‐ ται ἡσυχία, ὥστε τὰ ὀλέθρια ἐκεῖνα δέξασθαι μέλη· καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνιστα‐ μένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ’ αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλε‐
40θρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος· ἐνταῦθα, ἔνθα ὁ μὲν χορὸς ἐξ ἁγίων ἀνδρῶν, ὁ δὲ χοροστάτης ἐστὶν ὁ Προφήτης, τὸ δὲ μέλος οὐχὶ ἐκ σατανικῆς ἐνεργείας, ἀλλ’ ἐκ πνευματικῆς χάριτος. ὁ δὲ ᾀδόμενος, οὐχὶ δαίμων, ἀλλὰ Θεός· πῶς οὐ
45πολλὴν δεῖ παρέχειν τὴν ἡσυχίαν, καὶ μετὰ φρίκης ἀκούειν; Καὶ γὰρ συγχορευταὶ γεγόναμεν τῶν ἄνω δυνάμεων. Καὶ γὰρ καὶ οἱ ἄνω χοροὶ, καὶ τὰ Χερου‐ βὶμ καὶ τὰ Σεραφὶμ τοῦτο ἔργον ἔχουσι, τὸ διηνε‐ κῶς ὑμνεῖν τὸν Θεόν. Ἐκ τούτων τῶν χορῶν καὶ ἐπὶ

55

.

106

(50)

τῆς γῆς ἐφάνησαν μετὰ τῶν ἀγραυλούντων ποιμένων ᾄδοντες. Ἀκούσωμεν τοίνυν καὶ ταύτης τῆς ᾠδῆς. Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς
αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης,

55

.

107

καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦν‐ τες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦ‐ τα. Τοιαύτην τινὰ ᾠδὴν καὶ ὁ μακάριος οὗτος ᾄδει. Νίκην γὰρ διηγεῖται καὶ τρόπαιον, καὶ πολέμων κα‐
5τάλυσιν, οὐχὶ τοιούτων, ἀλλὰ πολλῷ χαλεπωτέρων. Καὶ ὅρα πῶς ἄρχεται· Κύριε, ὁ Κύριος ἡμῶν. Τῶν μὲν γὰρ ἄλλων τῶν οὐ πιστευόντων εἰς αὐτὸν, ἑνὶ τρόπῳ Κύριός ἐστιν, ἡμῶν δὲ διπλῷ· τῷ τε ἐξ οὐκ ὄντων ποιῆσαι, τῷ τε γνωσθῆναι παρ’ ἡμῶν. Καὶ
10ὅρα πῶς ἐκ προοιμίων τίθησι τὸ κεφάλαιον τῆς εὐερ‐ γεσίας. Ἂν γὰρ μάθῃς πῶς σου Κύριος γέγονεν, ὅτι ἀπηλλοτριωμένους καὶ νεκρούς τινας καὶ νεκρωθέν‐ τας ᾠκειώσατο καὶ ἐζωοποίησεν, ὄψει καλῶς ὅτι τὸ κεφάλαιον τῆς εὐεργεσίας τοῦτο.
15 Τοῦτο τοίνυν ἐκπληττόμενος ὁ Προφήτης, φησίν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου! τουτέστι, σφόδρα θαυμαστόν. Πόσον δὲ θαυμαστὸν, οὐκ εἶπεν· οὐδὲ γὰρ μετρῆσαι ἴσχυσεν, ἀλλὰ τὴν ἐπίτασιν παρέστησε καὶ τὴν ὑπερβολήν. Ποῦ οἱ τὴν οὐσίαν περιεργαζόμε‐
20νοι τοῦ Θεοῦ; Εἰ γὰρ τὸ ὄνομα αὐτοῦ εἰπὼν, οὕτως ἐθαύμασεν, ὡς ἐκπλαγῆναι· τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυ‐ ναμένου μαθεῖν; Ὡς θαυμαστὸν τὸ ὄνομά σου! Ἐν
25γὰρ τῷ ὀνόματι τούτῳ θάνατος ἐλύθη, δαίμονες ἐδέ‐ θησαν, οὐρανὸς ἀνεῴχθη, παραδείσου θύραι ἀνεπετά‐ σθησαν, Πνεῦμα κατεπέμφθη, οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ, υἱοὶ, οἱ ἀλλότριοι, κληρονόμοι, οἱ ἄνθρωποι, ἄγγελοι. Τί λέγω, ἄγγελοι; Θεὸς ἄνθρω‐
30πος γέγονε, καὶ ἄνθρωπος Θεός· ὁ οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ τῆς γῆς· ἡ γῆ ἐδέξατο τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον μετὰ τῆς στρατιᾶς ἀγγελικῆς. Τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶ‐ τα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, ὁ
35θάνατος κατεπόθη. Ταῦτα πάντα ἐννοῶν καὶ τὰ τού‐ των πλείονα ὁ Προφήτης ἀνεβόα, λέγων· Ὡς θαυμα‐ στὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυν‐ τοῦντες; Ἡδέως γὰρ αὐτοὺς ἂν ἐροίμην, περὶ τίνος
40ταῦτα λέγονται. Περὶ τοῦ παντοκράτορος, φήσουσιν. Ἀλλ’ οὐκ ἦν αὐτοῦ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· Δι’ ὑμᾶς τὸ ὄνο‐ μά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ οἱ θεραπεύοντες αὐτὸν αἴτιοι τοῦ βλασφημεῖσθαι αὐτὸν
45ἐγίνοντο, ποῦ ἦν θαυμαστόν; Ὅτι μὲν γὰρ τῇ φύσει θαυμαστὸν, δῆλον· παρὰ δὲ ἀνθρώποις τότε οὐ θαυ‐ μαστὸν τοῖς πλείοσιν, ἀλλὰ καὶ εὐκαταφρόνητον. Ἀλλ’ οὐχὶ νῦν οὕτως· ἀλλ’ ὅτε ὁ μονογενὴς Υἱὸς παρεγένετο, πανταχοῦ τὸ ὄνομα αὐτοῦ θαυμαστὸν

55

.

107

(50)

μετὰ τοῦ Χριστοῦ. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ,Column end

55

.

108

μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Ἐν παντὶ τόπῳ θυμίαμα προσ‐ άγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Καὶ ἄλλος· Ἐπληρώθη ἡ σύμ‐
5πασα γῆ τοῦ γνῶναι τὸν Κύριον. Καὶ πάλιν· Ἥξουσι λέγοντες· Ψευδῆ οἱ πατέρες ἡμῶν ἐκτή‐ σαντο εἴδωλα. βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ Υἱοῦ τὰ εἰρημένα πάντα ἐστίν; Αὐτοῦ γὰρ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ ἐγένε‐
10το. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἄλλος, Ὃς ἔταξας τὸν ἔπαινόν σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τῆς γῆς ἐμνημόνευσε, μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν οὐρανόν· ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην
15δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς Δεσπότην. Τοῦτο δὴ καὶ ἐνταῦθα δεικνὺς λέγει, Θαυμαστὸν κάτω, θαυμα‐ στὸν ἄνω. Οὐ γὰρ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι ὑμνοῦσι τὰ γεγενημένα, καὶ ὑπὲρ τῶν εἰς ἀνθρώπους εὐεργεσιῶν χάριτας ὁμολογοῦσιν· ὃ δὴ καὶ ἐποίησαν
20ἐκ προοιμίων, χορὸν στήσαντες ἐπὶ τῆς γῆς. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι καὶ ἄγγελοι ᾄδουσιν, ἢ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βούλεται. Ὅταν γάρ τι μέγα λέ‐ γειν ἐθέλῃ ἡ Γραφὴ, τὰ διαστήματα τῶν στοιχείων τούτων εἰς μέσον ἄγει· ὡς ὅταν λέγῃ· Κατὰ τὸ ὕψος
25τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς. Καὶ πάλιν· Καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Ἐνταῦθα τοίνυν ἐκ‐ πλήττεται τὰ γεγενημένα, πῶς μεγάλα. πῶς ὑπέρ‐ ογκα· τὴν γὰρ οὐσίαν τὴν πάντων κατωτέραν ἀνωτέρω
30πάντων ἔταξεν. Ἐκ στόματος νηπίων καὶ θηλα‐ ζόντων κατηρτίσω αἶνον. Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος. Ἄλλος· Συνεστήσω ἰσχύν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον
35κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας. Τῶν γὰρ παιδίων τὴν ὑμνολογίαν τὴν ἐν τῷ ἱερῷ γενομένην, ταύτην προ‐ αναφωνεῖ νῦν. Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαι‐
40μόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος; Ὅτι ἐκεῖνα μὲν καὶ πρὸ τούτου γέγονε, κἂν μὴ οὕ‐ τως, ἀλλ’ ὅμως γέγονε, καὶ εἶχέ τινα κοινωνίαν, εἰ καὶ μὴ τρόπον. Καὶ γὰρ νεκρὸς ἠγέρθη ἐπὶ τοῦ Ἐλισσαίου, καὶ λεπρὸς ἐκαθαρίσθη καὶ δαίμων ἠλά‐
45θη ἐπὶ τοῦ Δαυῒδ, ὅτε ὁ Σαοὺλ ἐδαιμόνα· χορὸς δὲ παιδίων θηλαζόντων τότε πρῶτον ἐφθέγξατο. Ἵν’ οὖν μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος, λέγων περὶ τῶν ἐν τῇ Παλαιᾷ ταῦτα εἰρῆσθαι, ἐπελέξατο σημεῖον τότε πρῶ‐ τον καὶ μόνον γινόμενον. Ἄλλως δὲ καὶ τύπος ἦν τῶν

55

.

108

(50)

ἀποστόλων τὰ γινόμενα· καὶ γὰρ οὗτοι νήπιοι σφόδρα ὄντες, καὶ τῶν ἰχθύων αὐτῶν ἀφωνότεροι, τὴν οἰκου‐ μένην ἅπασαν ἐσαγήνευσαν. Ὅτι δὲ τοῦτο δύναμις Θεοῦ μάλιστά ἐστιν, ὅρα καὶ ἐν τῇ Παλαιᾷ τοῦτο περὶ τοῦ Πατρὸς αὐτοῦ λέγοντα τὸν προφήτην. Τῷ γὰρ
55Μωϋσεῖ διαλεγόμενος, φησί· Τίς ἐποίησε δύσκωφον

55

.

109

καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Καὶ πάλιν· Διδοὺς γλώσσας τρανὰς μογιλάλοις. Καὶ πάλιν· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Καὶ ἐν ἀρχῇ δέ φησιν· Δεῦ‐
5τε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Μεγάλη τοίνυν καὶ ἰσχυρὰ ἡ ἀπόδειξις. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων, εἰ καὶ παραλόγως, ὅμως ὑπώπτευόν τινα εἶναι ἀναισχυντοῦντες· ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰ‐ πεῖν, αὐτῆς καθ’ ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνι‐
10ζομένης. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Νηπίων, ἵνα μή τις τοὺς ἀκάκους αὐτὸν καὶ τοὺς ἁπλουστέρους λέγειν νομίσῃ· ἀλλ’ ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρί‐ ζων. Οὐχ ἁπλῶς γάρ φησι, Νηπίων, ἀλλὰ, τῶν ὑπο‐
15μαζίων, τῶν μηδέποτε στερεᾶς τροφῆς μεταλαβόντων. Οὐ τοίνυν τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι φωνὴν ἀφῆκαν, καὶ φωνὴν τετρανωμένην, ἀλλ’ ὅτι καὶ μυ‐ ρίων γέμουσαν ἀγαθῶν. Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν. Ἀπὸ τούτου
20καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσ‐ ιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ. Ἂν γὰρ μή τις δέξηται τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, φη‐ σὶν, οὐ δύναται εἰσελθεῖν εἰς αὐτήν. Ἕνεκεν τῶν ἐχθρῶν σου. Λέγει καὶ τὴν αἰτίαν δι’ ἢν τοῦτο γέγονε
25τὸ θαῦμα· τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ’ ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι. Τοῦτο δὲ οὐ διὰ τοῦτο γέ‐ γονε μόνον, ἀλλ’ ὥστε καὶ ἐπιστομισθῆναι τοὺς ἐχθρούς· οὓς καὶ ἕτερος, ἀκριβέστερον αὐτοὺς δη‐
30λῶν, φησί· Διὰ τοὺς ἐνδεσμοῦντάς σε. Αὐτοὶ γὰρ ἦσαν δήσαντες αὐτὸν ἐπὶ τὸν σταυρὸν ἀγόμενον. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἄλλος· Ὥστε παῦσαι ἐχθρὸν, καὶ τιμωροῦντα ἑαυτῷ, τὸν λαὸν τὸν Ἰουδαϊκὸν ἐνταῦθα λέγων. Ἤλαυνον μὲν γὰρ ὡς
35ἐχθρὸν τὸν Χριστὸν, προσεποιοῦντο δὲ τὸν πατέρα ἐκ‐ δικοῦντες τοῦτο ποιεῖν. Διὰ τοῦτο ταύτης αὐτοὺς ἀπο‐ στερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ· καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, πιστεύει εἰς τὸν πέμψαντά με· ἄνω καὶ κάτω
40συνάπτων τῇ πρὸς ἑαυτὸν τιμῇ καὶ ὕβρει τὸν Πατέ‐ ρα. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ Προφήτου. Οὐκ εἶπε, Τοῦ κολάσαι, ἀλλὰ, Τοῦ καταλῦσαι· ὅπερ ὁ ἕτερος σαφέστερον δηλοῖ, λέγων, Τοῦ παῦσαι, τουτέστι, τὴν ἀναισχυντίαν αὐτῶν ἀνελεῖν, οὐ τοῦ διδάξαι·
45ἀδιόρθωτα γὰρ ἐνόσουν. Ὁρῶντες γοῦν τοιοῦτον θαῦ‐ μα, καὶ μηδὲν ἔχοντες ἀντειπεῖν, πρὸς αὐτὸν ἐπ‐ εστρέφοντο λέγοντες· Οὐκ ἀκούεις τί οὗτοι λέγου‐ σι; Δέον λοιπὸν προσκυνῆσαι καὶ θαυμάσαι, οἱ δὲ ἐν ἀμηχανίᾳ ἦσαν πολλῇ, καὶ ὀφείλοντες ἀλλήλοις λέγειν

55

.

109

(50)

ἕκαστος τῷ πλησίον, Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ἀφέντες ἑαυτοὺς τῷ Χριστῷ ἔλεγον. Καὶ τίνος ἕνεκεν
οὐκ ἀγγέλων ἠνέχθη φωνή; Ὅτι ἐκεῖνο μὲν φάν‐Column end

55

.

110

τασμα αὐτοῖς ἔδοξεν ἂν εἶναι· πρὸς τοῦτο δὲ οὐδὲν εἶχον ἀντειπεῖν. Τί δὲ ἔλεγον τὰ παιδία; Οὐδὲν φορ‐ τικὸν, οὐδὲ ἐπαχθὲς, οὐδὲ ἱκανὸν αὐτοὺς πλῆξαι, ἀλλὰ μάλιστα τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα δηλοῦν.
5Εὐλογημένος, ἔλεγον, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. γʹ. Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμέ‐ νης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν· ἀλλ’ ὥσπερ
10σῶμα ἀνάπηρον, πανταχοῦ διαδέδοται, τὰ τραύματα ἐπιδεικνύμενον· καὶ καθάπερ οἱ δικασταὶ πολλοὺς τῶν ἀνδροφόνων ἐπειδὰν ἀνέλωσιν, ἕνα ἀνασκολοπίζουσιν, ἵνα καὶ τελευτησάντων αὐτῶν, ὥσπερ νεωστὶ γεγε‐ νημένον τὸ πάθος σωφρονίζῃ τοὺς ζῶντας· οὕτω δὴ καὶ
15ἐνταῦθα οὐ τελευτήσαντας, ἀλλὰ ζῶντας παράδειγμα πᾶσιν ἐποίησε, διασπείρας αὐτούς· καὶ οἱ μίαν οἰκοῦν‐ τες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι. Κἂν ἐρωτήσῃς τὴν αἰτίαν, οὐδεμίαν ἄλλην εὑρήσεις, ἀλλ’ ἢ τὸ σταυρῶσαι τὸν Χριστόν. Διὰ τί γὰρ οὕτως,
20εἰπέ μοι, τοῦτο μὴ γέγονεν; Ἀλλ’ εἰ καὶ γέγονέ ποτε, εἰς ἔθνος ἓν ἀφωρίσθησαν, καὶ ἐπὶ ἔτεσιν ὀλίγοις· νυνὶ δὲ οὐχ οὕτως, ἀλλ’ ἀπέραντα κολάζονται. Κἂν ἐρωτήσῃς αὐτοὺς, Διὰ τί ἐσταυρώσατε τὸν Χριστόν; λέγουσιν, Ὡς πλάνον καὶ γόητα ὄντα. Οὐκοῦν ὑπὲρ
25τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλα‐ βεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ. Ὁ γὰρ πλάνον καὶ γόητα καὶ ἀντίθεον ἀνελὼν, ἐχθρὸν τοῦ Θεοῦ ἀνεῖλε· ὁ δὲ ἐχθρὸν ἀνελὼν, εὐδοκιμεῖν ἂν εἴη δίκαιος. Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμη‐
30σε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς· ὑμεῖς δὲ, οἱ μᾶλλον ἐκείνου ὀφείλον‐ τες εὐδοκιμεῖν πολλῷ, εἴγε πλάνον ἀνείλετε, ἀλῆται καὶ ἀπόλιδες περιάγετε πανταχοῦ. Ὥστε οὐ δι’ ἄλλο τι ταῦτα πεπόνθατε, ἀλλ’ ἢ ὅτι προστάτην καὶ εὐερ‐
35γέτην καὶ ἀληθείας διδάσκαλον ἐσταυρώσατε. Εἰ γὰρ πλάνος ἦν καὶ ἀντίθεος, καὶ, μὴ ὢν Θεὸς, Θεὸς εἶναι ἐβούλετο, καὶ τὸ τοῦ Πατρὸς σέβας εἰς ἑαυτὸν ἐπ‐ εσπᾶτο, καὶ τοῦ Φινεὲς, καὶ τοῦ Σαμουὴλ, καὶ πάντων ἐκείνων μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι ἔδει, τοσοῦτον
40ὑπὲρ τοῦ νόμου ζηλώσαντας. Νυνὶ δὲ, ἃ μηδέποτε πε‐ πόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφά‐ ζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νό‐ μοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θά‐
45λατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξ‐ ηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερω‐ σύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισού‐ μενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν

55

.

110

(50)

εἰς τὸ κακῶς παθεῖν προκείμενοι. Πάνυ γε· οὐ γὰρ ἐλάβετε τὰ ἔπαθλα, ὅτι τοῦ Θεοῦ τὸν ἐχθρὸν ἐσφάξα‐ τε· μανία ταῦτα καὶ λῆρος. Ἃ γὰρ πάσχετε νῦν, οὐ τῶν ἐχθροὺς τοῦ Θεοῦ ἀναιρούντων ἐστὶν, ἀλλὰ τῶν φίλους διαχρωμένων. Ἀλλ’, ὦ ’τᾶν, ταῦτα οὐ λέγο‐
55μεν, φασί· διὰ τὰς ἁμαρτίας ταῦτα πάσχομεν. Νῦν
ἐξομολογεῖσθε οἱ ἀπειθεῖς; καὶ ποίας ἁμαρτίας; εἰ‐

55

.

111

πέ μοι. Μὴ γὰρ νῦν πρῶτον ἡμαρτήκατε; Νῦν μὲν οὖν καὶ ἐπιεικέστεροι γεγόνατε. Ἀλλὰ μήπω τοῦτο· ἀλλ’ ἐκεῖνο ἂν ὑμᾶς ἐροίμην· Τίνος ἕνεκεν ἀεὶ ἁμαρ‐ τάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ
5Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες; Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες· νῦν
10δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυ‐ μένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συν‐ ήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδεί‐ κνυσθε τὴν ἐπιείκειαν· τί δήποτε οὖν, ὅτε καὶ τὰ ἁμαρτήματα ἐλάττονα, καὶ ἡ σωφροσύνη πλείων,
15μείζων ἡ κόλασις καὶ ἡ τιμωρία; Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρ‐ τημα; Ἕως μὲν γὰρ εἰς τοὺς δούλους ἡμαρτάνετε, ἐτυγχάνετε συγγνώμης, προφήτας ἀναιροῦντες καὶ λιθάζοντες· ἐπειδὴ δὲ εἰς τὸν Δεσπότην τὰς χεῖρας
20ἐξετείνατε, ἀνίατον γέγονεν ὑμῖν τὸ ἕλκος λοιπόν. Διὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ’ οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγ‐ κέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνι‐
25σται, καὶ οὐδὲ ἴχνος παρ’ ὑμῖν· ὅπερ οὐδέποτε γέγο‐ νεν. Ἀλλ’ ἐν ἀρχῇ μὲν, καὶ τοῦ ναοῦ καθῃρημένου, οἱ προφῆται παρέμενον, καὶ Πνεύματος χορηγίαι, καὶ θαύματα· νυνὶ δὲ, ἵνα σαφῶς μάθητε ὅτι ὁ Θεὸς ὑμᾶς ἀπέστραπται διηνεκῶς, καὶ ταῦτα ἀνῄρηται·
30καὶ δουλεία, καὶ αἰχμαλωσία, καὶ πάντων ἔκπτωσις κατέλαβε, καὶ τὸ πάντων χαλεπώτερον, Θεοῦ ἐγκατά‐ λειψις. δʹ. Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦ‐ λον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθω‐
35θέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλή‐ την ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ. Πρότερον δὲ οὐ τοιαῦτα τὰ ὑμέτερα, ἀλλὰ καὶ προφῆται παρ’ ὑμῖν, καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν Βαβυλῶνι, καὶ ἐν ἐρήμῳ· Μωϋσῆς ἐν Αἰγύπτῳ, ἐν
40Βαβυλῶνι Δανιὴλ καὶ Ἰεζεκιὴλ, ἐν Αἰγύπτῳ πάλιν Ἱερεμίας· καὶ θαύματα ἐπὶ θαύμασι, καὶ λαμπρό‐ τερον τὸ ἔθνος ἐγίνετο, τῶν παρ’ ὑμῖν αἰχμαλώτων βασιλέων ὑψηλοτέρων γενομένων. Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν
45προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μείζονα ἡμαρτάνετε, τοσαύτης ἀπελαύετε προ‐ νοίας· ὅτε δὲ, ὥς φατε, καὶ ἐζηλώσατε ὑπὲρ τοῦ νόμου, χείρονα ἐπάθετε; Ἀπὸ γὰρ τούτου ἀδικίαν

55

.

111

(50)

καταγινώσκετε τοῦ Θεοῦ, ὅτι ἁμαρτάνοντας μὲν ἐτίμα, κατορθοῦντας δὲ ἠτίμασεν. Εἰ γὰρ πλάνον ἀνείλετε, ὥς φατε, καὶ κατωρθώσατε· ἢ, εἰ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν καὶ δίκαιος, τιμᾷν ὑμᾶς ἔδει, οὐχὶ κολάζειν· εἰ δὲ κολάζει, εὔδηλον ὅτι τὰ νῦν ἁμαρτή‐
55ματα ὑμῶν χαλεπώτερα. Εἰ δὲ οὔτε ἀσεβεῖτε νῦν,
οὔτε τέκνα θύετε, ὡς πρὸ τούτου, ποῖον ἄλλο ἁμάρ‐Column end

55

.

112

τημά ἐστι δι’ ὃ χαλεπώτερα ἐπάθετε; Ἢ εὔδηλον, ὅτι τὸ τοῦ σταυροῦ τόλμημα ὁ κολοφὼν τῶν κακῶν; Τοῦτο καὶ εἰδωλολατρείας, καὶ μοσχοποιίας, καὶ παιδοκτονίας μᾶλλον ὑμᾶς ἀπώλεσεν. Οὐ γάρ ἐστιν
5ἴσον, υἱὸν σφάξαι τὸν ἑαυτοῦ, καὶ Δεσπότην τὸν ἑαυτοῦ σταυρῶσαι. Διὰ τοῦτο, ὅτε μὲν τοὺς υἱοὺς ἔσφαττες, φιλανθρωπίας ἀπέλαυες· ὅτε δὲ τοῦ Θεοῦ τὸν Υἱὸν καὶ σὸν Δεσπότην, ἀσύγγνωστα λοιπὸν κο‐ λάζῃ.
10 Πόσα ἔτη ἀπὸ τῆς ἐξόδου τῆς κατ’ Αἴγυπτον ἕως τῆς τοῦ Χριστοῦ παρουσίας; Οἶμαι χίλια πεντακόσια εἶναι καὶ πλείονα. Πῶς οὖν ἐν τούτοις ἅπασιν ἁμαρ‐ τάνοντας ὑμᾶς ἔφερε, νῦν δὲ ὑμᾶς ἔῤῥιψεν, ὅτε μά‐ λιστα στεφανῶσαι ἔδει, κἂν πολλὰ ἡμαρτηκότες
15ἦτε; Τὸ γὰρ κατόρθωμα ὑμῶν πολὺ μέγιστον ἦν, εἴγε πλάνον ἐσφάξατε. Μετὰ δὲ τούτου καὶ σάββατα δοκεῖτε φυλάττειν νῦν, καὶ εἴδωλα οὐ προσκυνεῖτε, καὶ τὰ ἄλλα φιλονεικεῖτε διατηρεῖν. Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε,
20τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε. Τί ταύτης τῆς μανίας γένοιτ’ ἂν χεῖρον; τί τῆς ἀνοίας, ὅτι ὑπὲρ ὑμῶν αὐτῶν ἀπολογήσασθαι βουλόμενοι, εἰς τὸν Θεὸν βλα‐ σφημεῖτε; Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς
25φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο; Τοῦτο γὰρ οὐχ ὁ Θεὸς, ἀλλ’ οὐδὲ ἄνθρωπος ὅστις δήποτε νοῦν ἔχων ἀνάσχοιτο ἂν ποιῆσαι. Ἀλλὰ τί φασι πρὸς ταῦτα; Ἐῤῥίφημεν, ἵνα καὶ διδάσκαλοι γενώμεθα τῆς οἰ‐
30κουμένης. Λῆρος ταῦτα, καὶ φλυαρίαι. Τοὺς γὰρ μέλλοντας εἶναι διδασκάλους πρότερον αὐτοὺς κατωρ‐ θωκέναι δεῖ, καὶ τότε πέμπεσθαι εἰς τοῦτο· οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι. Ὅταν δὲ αὐτοὶ δι‐ εστραμμένοι ὦσι, καὶ πάσης γέμοντες κακίας, πῶς
35ἂν εἰς τὸ διδάσκειν ἐξηνέχθησαν; Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος. Εὑρήσομεν γὰρ θηρίων ὄντας χαλεπωτέρους. Καὶ γὰρ πατραλοῖαι, καὶ παι‐ δοκτόνοι, καὶ εἰδωλολάτραι, καὶ πλεονέκται γεγόνασι· καὶ τούτων εἰσὶν αἱ προφητεῖαι πλήρεις. Καὶ τὸ μὲν
40λάγνον ὑμῶν Ἱερεμίας δηλῶν, ἔλεγεν· Ἵπποι θηλυ‐ μανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζε. Τί ταύτης τῆς ἀκαθαρ‐ σίας χεῖρον; Οὐ γὰρ ὡς ἄνθρωποι συνεγίνοντο ταῖς ἀλλήλων γυναιξί· διὸ καὶ τὴν μανίαν αὐτῶν χρεμε‐
45τισμὸν ἐκάλεσε. Καὶ οὐχὶ πορνείαν μόνον, ἀλλὰ καὶ μοιχείαν αὐτοῖς ἐγκαλεῖ, καὶ ταύτην ἀνέδην γινομέ‐ νην, καθάπερ ἐπὶ τῶν ἀλόγων. Ἕτερος δὲ προφήτης φησιν· Εἰσῆλθον πρὸς τὴν γυναῖκα ποιοῦντες παραπετάσματα, υἱὸς καὶ πατὴρ πρὸς τὴν αὐτὴν

55

.

112

(50)

παιδίσκην. Διὰ τοῦτο οὖν διδασκάλους, εἰπέ μοι, ἔπεμψεν ὑμᾶς, ἵνα μάθωμεν πορνείας, καὶ μοιχείας, καὶ ὅτι δεῖ τὴν αὐτὴν εὐνὴν ἔχειν πατέρα καὶ υἱόν; Τί
δὲ ὁ Ἰεζεκιήλ; Οὐδὲ κατὰ τὰ νόμιμα τῶν ἐθνῶν

55

.

113

ἐποιήσατε, φησί. Τοὺς οὖν ἐθνῶν χείρους, τούτους ἔπεμψε διδασκάλους; εἰπέ μοι. Τὰς δὲ μιαιφονίας αὐτῶν τίς ἂν ἐνέγκοι; Υἱοὺς γὰρ καὶ θυγατέρας κατέσφαξαν τοῖς δαιμονίοις, καὶ κατέκαιον αὐτούς.
5Δείκνυσι καὶ τοῦτο ὁ Δαυῒδ λέγων· Καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Διὰ ταῦτα οὖν ἀπέστειλεν, ἵνα μάθῃ τοῦτο τῶν ἀνθρώπων ἡ φύσις, ὅτι υἱοὺς δεῖ κα‐ τασφάττειν, καὶ θυγατέρας; Οὐκ αἰσχύνεσθε, οὐδὲ
10ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες; Καὶ γὰρ ἕτερός φησιν· Αἵματα ἐφ’ αἵματι μίσγουσι· καὶ ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Ἄλλος δὲ, ὅτι Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς
15πάντας Ἕτερος πάλιν· Οἱ ἄρχοντες ὑμῶν ὡς λύ‐ κοι τῆς Ἀραβίας. Ἄλλος πάλιν· Οὐκ ἔστιν ὁ συν‐ ιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. εʹ. Ταῦτα οὖν ἐξήλθετε διδάσκοντες, ἀναισχυντίαν,
20ἄνοιαν, πορνείαν, μοιχείας, φόνους, πᾶσαν κακίας ὁδόν; Οὐ παύεσθε ἀναγκάζοντες ἡμᾶς τὰ κακὰ ὑμῶν ἐκπομπεύειν; Ὑμεῖς Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως· ὑμεῖς οἱ τυφλοὶ, καὶ εἰς βόθυνον ἀλλήλους ἐμβάλλοντες. Τυφλὸς γὰρ τυ‐
25φλὸν, φησὶν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Οἱ καθ’ ἑκάστην προφητῶν ἀπολαύον‐ τες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλ‐ λετε διδάσκαλοι εἶναι; Οὐ παύεσθε τοιαῦτα ληροῦν‐ τες, καὶ ἐπιγνώσεσθε ὑμῶν τὴν κακίαν; Τοῦτο γὰρ
30ὑμᾶς ἀπώλεσεν ἀεὶ, τὸ μὴ βούλεσθαι εἰδέναι μηδὲ τῶν ἁμαρτημάτων ὑμῶν τὴν ὑπόθεσιν. Διὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες·
35οὕτω δὴ καὶ ὁ Θεὸς πανταχοῦ πομπεύων ὑμᾶς, ἐκέλευσεν ὑμῖν ἕπεσθαι τοὺς προφήτας λέγοντας τὴν αἰτίαν τῆς τιμωρίας. Πανταχοῦ γὰρ τῆς οἰκουμένης ὑμῖν εἰσι συνδεδεμένοι, ἔτι δὲ νῦν ἐπιβοῶντες ὑμῖν. Κἂν εἰσέλθῃς εἰς τὰς συναγωγὰς, ἀκούσῃ αὐτῶν
40ταῦτα τὰ ῥήματα συνεχῶς λεγόντων. Καὶ ὁ μὲν Δαυῒδ φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ λῃστρικὸν ὑπο‐ γράφων τοῦ Καϊάφα. ὅτι διὰ τοῦτο ἀπολώλατε. Εἰ‐ πὼν γὰρ, Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἐπ‐
45ήγαγε· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ὁ δὲ Ἡσαΐας εἰπὼν, ὅτι Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἐπήγαγε· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ

55

.

113

(50)

θανάτου αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ ἀμπε‐ λῶνος διαλεγόμενος· Ἔμεινα, ἵνα ποιήσῃ δικαιο‐ σύνην, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ποίαν δὲ κραυγήν; Σταύρωσον, σταύρωσον. Καὶ ἐπάγει· Διὰ τοῦτο καθελῶ τὸν φρα‐
55γμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἐν‐ τελοῦμαι ταῖς νεφέλαις, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Οὐ διὰ τοῦτο τοίνυν διεσπάρητε, ἀλλὰ διὰ τὰ τολμηθέντα ἐν τῷ σταυρῷ· καὶ τοῦτο ἀπὸ τῶν
προφητῶν δῆλον. Καὶ ἵνα μάθητε τοῦ Χριστοῦ τὴνColumn end

55

.

114

δύναμιν, καὶ ἵνα διδαχθῆτε δι’ ἑαυτῶν, ἅπερ οὐκ ἐπαιδεύθητε διὰ τῶν προφητῶν, ὅρα γοῦν καὶ τὰ πράγματα μαρτυροῦντα. Ὅπερ γὰρ ὁ νόμος ὑμᾶς ἐπαίδευσε, τοῦτο ἐκ περιουσίας ἡ τοῦ Χριστοῦ δύ‐
5ναμις ἐποίησεν. Ἕως μὲν γὰρ εἴχετε τὸν νόμον, καὶ ἐφονεύετε, καὶ ἐπαιδοκτονεῖτε, καὶ ἐμοιχεύετε· ἐπειδὴ δὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψε, καὶ τῶν ὑμετέρων πολλὰ ἠλαττώθη κακῶν, καὶ ἐπιεικέστε‐ ρον μετήλθετε βίον, ζήλῳ τῷ πρὸς ἡμᾶς διορθω‐
10θέντες. Διὰ τοῦτο ὑμᾶς διέσπειρεν, ἵνα εἰδῆτε ἡλίκην πο‐ λιτείαν ἐφύτευσεν ἐπὶ τῆς γῆς· καὶ τὸν ναὸν ἔλυσεν, ἀπάγων ὑμᾶς καὶ ἄκοντας τῆς κακίας. Καὶ ἔνθα ὁ ναὸς κατελύθη, ἐκεῖ καὶ ὁ Χριστὸς ἐτάφη, ἵνα διὰ
15τὸν ἐκείνου τάφον ἀπιόντες καὶ τὸ τρόπαιον ἴδωσι τῆς αὐτοῦ δυνάμεως, καὶ τὸν λόγον ἑστῶτα τὸν λέ‐ γοντα· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε. Παντα‐ χοῦ γὰρ αὐτοῦ τὰ τρόπαια, καὶ τὰ ὑπομνήματα τῆς δυνάμεως. Εἰ δὲ, ὥς φατε, ἀσεβὴς ἦν καὶ ἀντίθεος,
20εἰ καὶ μυρία ἡμαρτήκατε, οὐδὲ οὕτω κολασθῆναι ἔδει· εἰ δὲ καὶ ἔδει, οὐ τότε· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ ἐκείνου τίνετε δίκην. Ἢ οὐκ ἠκούσατε τοῦ Θεοῦ λέγοντος, ὅταν ἐν τῇ αἰχμαλωσίᾳ ἦτε, ὅτι Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ δι’ ἐμὲ, ἵνα μὴ τὸ ὄνομά
25μου βεβηλωθῇ; Καίτοι τότε ἐπετέτατο ὑμῶν ἡ κακία. Ἀλλ’ ὅμως, φησὶν, ἵνα μὴ νομίσωσιν οἱ βάρ‐ βαροι ἀσθενῆ με εἶναι, παρίημι τὰ ἁμαρτήματα ὑμῶν, καὶ σώζω ὑμᾶς. Εἶτα τότε μὲν παρανομοῦντας ἔσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ· νυνὶ δὲ
30οὐκ ἂν τοῦτο ἐποίησεν; Εἰ γὰρ καὶ μυρία ἡμαρ‐ τήκατε, οὐδὲν τοιοῦτο ἔδει παθεῖν, εἴγε πλάνος ἦν ὁ Χριστὸς, ἵνα μή τις νομίσῃ δι’ ἐκεῖνον ταῦτα πεπον‐ θέναι, ἀλλὰ καὶ σωθῆναι ἐχρῆν· εἰ δὲ καὶ ἔδει, ὅπερ ἔφθην εἰπὼν, οὐ τότε. Νυνὶ δὲ ὁμοῦ ταῦτα γέγονεν.
35Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλ‐ θον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης· καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις, τὸ, Οὐαὶ ταῖς θηλαζούσαις καὶ ἐν γαστρὶ ἐχούσαις, καὶ πάντα ἐκεῖνα ἐπὶ τῶν ἔργων
40ἐξῄει· καὶ τὸ, Τότε ἔσται θλίψις, οἵα οὐδέποτε γέγονεν, ἐπληροῦτο. Καὶ γὰρ γυναῖκες τέκνα ἤσθιον, καὶ γαστέρας ἀνεῤῥήγνυσαν νεκρῶν οἱ πολέμιοι, καὶ πῦρ πανταχοῦ βαρβαρικὸν διενέμετο, καὶ αἵμα‐ τος πάντα ἦν μεστὰ, καὶ τραγῳδίαι καιναὶ, καὶ ἡ
45οἰκουμένη πᾶσα τῶν Ἰουδαϊκῶν κακῶν ἐμπέπληστο. Ταῦτ’ οὖν ἐννοοῦντες, ἐπίγνωτε τὸν ὑμέτερον Δεσπό‐ την. Οὐχὶ προφήτας ἐσφάξατε; μὴ ἐπάθετέ τι τοιοῦ‐ τον; Οὐ θυσιαστήρια κατεσκάψατε; μὴ συνέβη τις ὑμῖν τοιαύτη συμφορά; Οὐχὶ μόσχον προσεκυνήσατε,

55

.

114

(50)

καὶ τῷ Βεελφεγὼρ ἐτελέσθητε, καὶ τὴν φύσιν ἠγνοή‐ σατε; μὴ ἐλάβετε πεῖραν τοιούτων πολεμίων; Οὐκ ἐν μέσαις ταῖς εὐεργεσίαις ἀγνωμονοῦντες ἐσώ‐ ζεσθε; Πόθεν οὖν ὑμῖν τὰ κακὰ ἀπέραντα; Ἆρ’ οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν Δε‐
55σπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους; Ὅθεν ὑμῖν οὐδὲ λύσις ἐστὶ τῶν κατεχόντων ὑμᾶς κακῶν, οὐδὲ ἔσται. Εἰ γὰρ ἦν, προεῖπον ἂν οἱ προφῆται. Νυνὶ δὲ τὴν αἰχμαλωσίαν εἶπον, τὴν δὲ ἐπάνοδον οὐδαμοῦ,
καίτοι συνεχῶς ταῖς κολάσεσι τὰ χρηστὰ ἀναμιγνύν‐

55

.

115

τες, καὶ χρόνους ὁρίζοντες. Καὶ γὰρ ὁ Ἱερεμίας ἑβδομήκοντα ἔτη ὥρισε, καὶ ὁ Δανιὴλ ὁμοίως τρεῖς ἑβδομάδας καὶ ἥμισυ· καὶ ἐν Αἰγύπτῳ τετρακόσια τριάκοντα ἔτη ἐῤῥήθη ὅτι δουλεύσουσι. Περὶ δὲ τῆς
5αἰχμαλωσίας ταύτης οὐδαμοῦ κεῖται χρόνος, οὐδὲ πέρας, ἀλλ’ ἀφεῖται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον τὰ ὑμέτερα πρόεισι. ϛʹ. Ταῦτα πάντα μετὰ ἀκριβείας ἀναλογιζόμενοι παρ’ ἑαυτοῖς, καὶ τὸν λόγον ἐκ τούτων πλατύνοντες (Δίδου
10γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), τὴν ἀναισχυντίαν αὐτῶν καὶ τὴν ἀγνωμοσύνην ἐλέγχειν δυνήσεσθε. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἄλλος, Ὁρῶ γὰρ τοὺς οὐρανούς. Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ἄλλος,
15Ἡτοίμασας. Ἄλλος, Ἥδρασας. Εἰπὼν, ὅτι Κατ‐ έλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης. Σὺ γὰρ, φησὶν, ὁ σταυρωθεὶς, ὁ ἀναιρεθεὶς, ἀνεφάνης τῆς οἰκουμένης δημιουργός. Διὰ τοῦτό φησι· Ὄψομαι τοὺς οὐρανούς· δηλῶν,
20ὅτι ἔμπροσθεν οὐ πολλοὶ τοῦτο ᾔδεισαν, ὕστερον μέν‐ τοι πάντες εἴσονται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπῆλθεν ἅπαντα τῆς οἰκουμένης τὰ μέρη; Ὅτι τὰ καιριώτερα τῶν ὁρωμένων ἐπελθὼν, οὐδὲν ἔδει τῆς περὶ τῶν ἄλλων διδασκαλίας. Εἰς τοσοῦτον τοίνυν κατελύθησαν
25οἱ ἐχθροὶ, ὡς τὸν παρ’ αὐτῶν ἐλαυνόμενον καὶ ἀναι‐ ρεθέντα ἀναφανῆναι τῶν ὁρωμένων ἁπάντων δημιουρ‐ γόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Τῶν χειρῶν σου, ἀλλὰ, Τῶν δακτύλων σου; Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουρ‐
30γίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες· καίτοι γε οὐκ αὐτὴ τῶν θεμελίων ἡ φύσις, ἄνω κρε‐ μᾶσθαι, ἀλλὰ κάτω κεῖσθαι πέφυκεν· ἀλλ’ ὁ ἀριστο‐ τέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαι‐ νομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε.
35Καὶ διὰ τί μηδὲν περὶ ἀσωμάτων δυνάμεων διαλέγε‐ ται, καὶ ἐκεῖθεν δείκνυσιν αὐτοῦ τὴν δημιουργίαν; Ὅτι τέως τὸ σπουδαζόμενον τοῦτο ἦν, περὶ τῶν φαι‐ νομένων αὐτοὺς μαθεῖν. Διὰ τοῦτο καὶ ὁ Πατὴρ αὐτοῦ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος, οὐ λέγει·
40Ἐγὼ τοὺς ἀγγέλους ἐποίησα, καὶ τὰ Χερουβίμ· ἀλλ’, Ἐγὼ τὸν οὐρανὸν ἐξέτεινα· ἡ χείρ μου ἐθε‐ μελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε· καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγμα‐
45τευόμενος. Παχύτεροι γὰρ ὄντες, ἀπὸ τῶν φαινομένων μᾶλλον ἐνήγοντο, ἢ ἀπὸ τῶν ἀοράτων. Διὰ τοῦτο καὶ Παῦλος εἰσιὼν ἀεὶ καὶ δημηγορῶν, ἀπὸ τῆς φαινο‐ μένης κτίσεως προοιμιάζεται λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καὶ τὴν θά‐

55

.

115

(50)

λασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ ἀπὸ τῶν ὄμβρων τῶν ἐτησίων, καὶ ἀπὸ τοῦ γένους τοῦ τῶν ἀνθρώπων ἀεὶ ποιεῖται τὸν λόγον. Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν· ἐπὶ δὲ τῶν
55ὁρωμένων μόνον ὅτι ἐποίησεν ἀναγκάζομαι ἀποδεῖξαι. Διὸ καὶ εὐκολώτερος ὁ λόγος· τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων. Καὶ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, τὴν χρῆσιν, καὶ τὴν θέσιν, καὶ τὴν εὐ‐ ρυθμίαν ὁρᾷ ὁ ἀκροατής. Ὥστε ἕν μοι τὸ σπουδαζό‐
60μενον, δεῖξαι ὅτι ὁ Θεὸς αὐτὸ εἰργάσατο. Καὶ τίνος ἕνεκεν οὐχὶ τοῦ ἡλίου ἐμνήσθη, ἀλλὰ τῆς σελήνης
καὶ τῶν ἀστέρων; Μάλιστα μὲν οὖν τοῦτο εἰπὼν,Column end

55

.

116

κἀκεῖνο ᾐνίξατο. Ἐπειδὴ γάρ τινες ἀποσχίζουσι τῆς δημιουργίας τοῦ Θεοῦ τὴν νύκτα, διὰ τῆς σελήνης αὐτὴν ἐνέφηνε, δεικνὺς ὅτι καὶ ταύτης δημιουργός ἐστιν. Οὐ μικρὰ δὲ καὶ ἡ τῶν ἀστέρων ποικιλία, καὶ
5ἡ τῶν σεληναίων δρόμων ἀπόδειξις. Τί ἐστιν ἄνθρω‐ πος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, Ἄλλος, Τί ὁ κατ’ ἄνδρα, ὅτι μνημονεύεις αὐτοῦ; Ἄλλος ἀντὶ τοῦ, Ἐπισκέπτῃ αὐτὸν, Ἐπισκέψῃ αὐτὸν, φησίν. Εἰπὼν περὶ τῆς
10δημιουργίας, καὶ ἐκ μέρους τὴν πᾶσαν αἰνιξάμενος, ἐμβάλλει λοιπὸν εἰς τὸν περὶ τῆς προνοίας τῶν ἀνθρώπων λόγον. Κἀκεῖνα μὲν γὰρ τὰ εἰρημένα, διὰ τὸ γένος τὸ ἡμέτερον, ἀλλὰ καὶ τὰ τῆς κηδεμονίας, ἧς ἔχεται· ἡ γὰρ κτίσις ἅπασα διὰ τὸν ἄνθρωπον.
15Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐ‐ χαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος
20παριστῶν. Εἰ γὰρ πρὸ τούτου οὐδὲν ἦν, πολλῷ μᾶλλον ὅτε ὁ Χριστὸς παρεγένετο, μετὰ τοσαῦτα καὶ τηλι‐ καῦτα ἁμαρτήματα. Καὶ δείκνυσιν ὅτι οὐκ ἔξω φει‐ δοῦς ἡ παρουσία τοῦ Χριστοῦ, ἀλλ’ ἐκ πολλῆς φιλαν‐ θρωπίας. Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς
25ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας. οὐδὲν ὄντας. Τοῦτο γοῦν παριστῶν, ἔλεγε· Τί ἐστιν ἄνθρωπος; ἀντὶ τοῦ, Οὐδέν ἐστιν, εὐτελές τί ἐστι. Πρὸς γὰρ τὴν τοσαύτην πρόνοιαν ἀφορῶν, καὶ τὴν τοσαύτην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὰς πραγματείας,
30ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώ‐ πων γένους, σφόδρα ἐκπλήττεται καὶ θαυμάζει, τί δήποτε τοσαύτης ἠξίωσεν αὐτὸν προνοίας. Ἐννόησον γὰρ, ὅτι δι’ αὐτὸν τὰ ὁρώμενα πάντα. Δι’ αὐτὸν τὰ ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας αὐτοῦ οἰκονομηθέντα·
35δι’ αὐτὸν παράδεισος, καὶ ἐντολαὶ, καὶ κολάσεις, καὶ θαύματα, καὶ τιμωρίαι, καὶ εὐεργεσίαι, μετὰ τὸν νόμον· δι’ αὐτὸν ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει; Ταῦτα τοίνυν ἅπαντα ἀναλογιζόμενος λέγει· Τί τοσ‐
40οῦτόν ἐστιν ἄνθρωπος, ὅτι τοσούτων ἠξιώθη; ζʹ. Ἂν γάρ τις ἐννοήσῃ πόσα δι’ αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον. Ἠλάττωσας
45αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. Ἕτερος, Βραχύ τι παρὰ Θεόν. Ἄλλος, Ὀλίγον παρὰ Θεόν. Ὁ δὲ Ἑβραῖος, Οὐθασρηοῦ μὰτ μὴ ἐλωείμ. Ἐνταῦθα τῆς καταδίκης ἀνέμνησε, καὶ τῆς ἁμαρτίας τῆς παλαιᾶς, τὸν θάνατον εἰς μέσον ἀγαγών. Ἀλλὰ καὶ τοῦτον

55

.

116

(50)

ὁ Μονογενὴς ἐλθὼν ἔλυσε. Δόξῃ καὶ τιμῇ ἐστεφάνω‐ σας αὐτόν. Ἄλλος, Δόξῃ καὶ ἀξιώματι στέψεις αὐτόν. Ἔστι μὲν καὶ κατὰ ἱστορίαν, ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλαβεῖν. Λέγει γὰρ αὐτοῦ καὶ τὴν ἀρχὴν, ἣν ἐνεχειρίσθη γενόμενος· λέγει καὶ τὰ μετὰ
55ταῦτα ἀγαθὰ, ὧν μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ
ἀπέλαυσε. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἤκουσεν·

55

.

117

τρόπος ὑμῶν καὶ ὁ φόβος ὑμῶν ἐπὶ πάντα τὰ θη‐ ρία τῆς γῆς. Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Μετὰ δὲ ταῦτα· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλὰ ταῦτα ἀφεὶς, ἀπὸ τῶν ταπει‐
5νοτέρων ὑφαίνει τὸν λόγον, ἐκεῖνα συνιδεῖν καταλιμ‐ πάνων τοῖς ὀξύτερον δυναμένοις ὁρᾷν. Ἡ γὰρ δόξα ἡ μείζων καὶ ἡ τιμὴ, τὰ ἐπὶ τῆς Καινῆς Διαθήκης γε‐ νόμενα, ὅταν κεφαλὴν ἔχῃ τὸν Χριστὸν, ὅταν εἰς τὸ σῶμα αὐτοῦ τελῇ, ὅταν ἀδελφὸς καὶ συγκληρονόμος
10γένηται καὶ σύμμορφος τοῦ σώματος αὐτοῦ, ὅταν μείζονα Μωϋσέως λαμβάνῃ δόξαν, ὥσπερ ὁ Παῦλος ἐδήλωσε, δεικνὺς ὅτι οὐ καθάπερ Μωϋσῆς ἐτίθει κά‐ λυμμα, ἀλλὰ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμεθα. Διὸ καὶ λέγει· Οὐ
15γὰρ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέ‐ ρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ταύτην οὖν φησιν ὁ Προφήτης τὴν δόξαν κατὰ ἀναγωγήν. Τί γὰρ ταύτης ἴσον, ὅταν συγχορεύωμεν ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα, ὅταν μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ
20ἡμῶν φείδηται; Ποίας ἁλουργίδος, ποίου διαδήματος ταῦτα οὐ λαμπρότερα, ὅταν θανάτου καταγελῶμεν, ὅταν πρὸς τὴν τῶν ἀσωμάτων δυνάμεων ἀπάθειαν μεθορμιζώμεθα, οἱ ἠτιμωμένοι πρὸ τούτου, καὶ ἄδο‐ ξοι, καὶ βδελυροί; Ὁ Ἀδὰμ οὔτε κακόν τι, οὔτε ἀγα‐
25θὸν ἐργασάμενος, ἐτιμήθη εὐθέως γενόμενος. Πῶς γὰρ ἂν εἰργάσατο ὁ μὴ ὤν; Ἡμεῖς δὲ μυρία ἐργα‐ σάμενοι δεινὰ, πολλῷ πλείονος ἀπελαύσαμεν τιμῆς. Οὐκέτι, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς γὰρ φί‐ λοι μου ἐστέ. Οὐκέτι ἡμᾶς ἐπαισχύνονται ἄγγελοι,
30ἀλλὰ καὶ διακονοῦσι πρὸς τὴν ἡμετέραν σωτηρίαν. Καὶ γὰρ πρὸς Φίλιππον ἦλθεν ἄγγελος, καὶ πρὸς ἑτέ‐ ρους πολλούς· καὶ εὐηγγελίζοντο ἀνθρώποις. Οὐκ ἐπὶ γῆς δὲ κληρονόμοι, ἀλλὰ κοινωνοὶ τῶν οὐρανίων ἀγα‐ θῶν ἐσμεν, καὶ μέτοχοι τοῦ Χριστοῦ, καὶ εἰς κοινω‐
35νίαν καλούμεθα τοῦ Μονογενοῦς. Ταῦτα πάντα διὰ τῆς δόξης καὶ τῆς τιμῆς αἰνίττεται. Διὸ καὶ ἔλεγε, Δόξῃ καὶ τιμῇ στέψεις αὐτὸν, τὸ μέλλον προανα‐ φωνῶν. Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χει‐ ρῶν σου. Ἄλλος, Ἐξουσιάζειν ἐποίησας αὐτὸν τῶν
40ἔργων τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑπο‐ κάτω τῶν ποδῶν αὐτοῦ. Πρόβατα καὶ βόας ἁπά‐ σας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Ἄλλος, Τὰ ἄγρια. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασ‐
45σῶν. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνο‐ μά σου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ περὶ δημιουργίας διαλεγόμενος, οὐ τῶν ἄνω δυνάμεων ἅπτεται μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ αἰσθητὰ κατάγει τὸν λόγον· οὕτω καὶ περὶ τιμῆς τῆς εἰς ἀνθρώπους γεγενημένης

55

.

117

(50)

διδάσκων, αἰνιξάμενος ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ ἀσώ‐ ματα, ἅπερ ἀπηρίθμησε, νῦν τοῖς αἰσθητοῖς ἐνδια‐ τρίβει πλέον, ἅπερ σαφέστερα ἐκείνων ἦν τοῖς πα‐ χυτέροις. Τίνα δὲ ταῦτα ἦν; Ἡ ἀρχὴ ἡ ἐπίγειος αὐ‐ τῷ δοθεῖσα.
55 Καὶ τὸ δὴ θαυμαστὸν, καὶ ὃ μάλιστα ᾐνίξατο, ὅτι τιμηθέντα αὐτὸν πρὸ τῆς παραβάσεως, οὐδὲ μετὰ τὴν ἁμαρτίαν ἐξέβαλε τῆς τιμῆς. Ἠλάττωσας γὰρ, φησὶν, αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, τουτέστι, Θα‐ νάτῳ κατεδίκασας ἁμαρτόντα· οὐ μὴν ἐπειδὴ θανάτῳ
60κατεδίκασας, ἐγύμνωσας αὐτὸν τῆς δωρεᾶς. Διά τοιColumn end

55

.

118

τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφα‐ τον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶ‐ σθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν.
5Εἰ δὲ μικρόν τι ὑφεῖλε, καὶ τοῦτο τῆς κηδεμονίας αὐτοῦ. Πρὸ μὲν γὰρ τῆς παρακοῆς, καὶ θηρίων ἐκρά‐ τει· μετὰ δὲ τὴν παρακοὴν ὀλίγον δὴ τῆς ἐξουσίας ταύτης ὑπετέμνετο. Κρατεῖ μὲν γὰρ αὐτῶν καὶ νῦν τέχναις τισὶ, μετὰ φόβου δὲ καὶ τρόμου. Οὔτε γὰρ
10πᾶσαν ἀφείλετο τὴν ἀρχὴν, οὔτε πᾶσαν εἴασεν, ἀλλ’ ὅσα μὲν αὐτῷ πρὸς τροφὴν καὶ ἐργασίαν ἦν ἐπιτή‐ δεια, εἴασεν ὑποκεῖσθαι· τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς πα‐ λαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ. Ὥστε
15καὶ ἀπὸ τοῦ μὴ σφόδρα ἡμῖν ὑποτάττεσθαι μέγα κέρδος ἐγίνετο. Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη; τί δὲ πλέον ἀπὸ τοῦ πάρ‐ δαλιν ἔχειν τιθασσόν; Οὐδὲν, ἀλλ’ ἢ ἀλαζονεία μόνον καὶ ἀπόνοια. Διὰ δὴ τοῦτο ταῦτα μὲν εἴασεν ἔξω μέ‐
20νειν τῆς ἀρχῆς, τὰ δὲ χρήσιμα ἡμῖν χειροήθη πε‐ ποίηκε, βοῦν ἀροῦντα, καὶ πρόβατον περιβάλλον τὴν τοῦ σώματος γύμνωσιν, καὶ κτήνη πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἐπιτήδεια, ὄρνιθας καὶ ἰχθύας, ὥστε καὶ τράπεζαν ἡμῖν εἶναι δαψιλεστέραν.
25 ηʹ. Καθάπερ γάρ τις υἱὸν ἀποκληρονόμον ποιῶν, οὐ πάντων ἐκβάλλει, ἀλλὰ μέρους τινὸς, ἵνα σωφρονίσῃ, οὕτω δὴ καὶ ὁ Θεός· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλ’ ἀπ‐ εναντίας. Ὁ μὲν γὰρ ἄνθρωπος ἀποκληρονόμον ποιῶν, τοῦ πλείονος ἐκβάλλει μέρους, τὸ δὲ ἔλαττον ἀφίησιν·
30ὁ δὲ Θεὸς τὸ πλέον ἀφεὶς, ὀλίγου τινὸς ἐξέβαλε, καὶ τοῦτο πρὸς ὠφέλειαν, ἵνα μὴ πάντων εὐκόλως περι‐ γίγνηται τῶν ἄλλων. Ἀλλὰ καὶ τοῦτο τῆς τοῦ Θεοῦ κηδεμονίας· τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων
35(ἐπειδὴ πάντα μετ’ εὐκολίας ἔχων ἐξετραχηλίσθη), ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν· ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν
40ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν. Εἰ δὲ λέγοι τις· Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων; ἐροῦμεν· Πρῶτον μὲν ψυχῆς ταπεινοφροσύνην ἐργά‐
45ζεται, καὶ ἐναγώνιον ποιεῖ τὸν ἄνθρωπον, καὶ τὸν σφόδρα ἀλαζόνα τῆς οἰκείας ἀναμιμνήσκει φύσεως, ὅταν τὸ ἄλογον αὐτῷ φοβερὸν ᾖ. Πολλὰ δὲ καὶ σώ‐ μασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται. Ὁ δὲ ταῦτα ἐρωτῶν, τί δήποτε γέγονε τὰ ἄγρια θηρία.

55

.

118

(50)

ἐρωτήσει καὶ τί ποτε φλέγμα καὶ χολὴ ἐν ἡμῖν; Καὶ γὰρ καὶ ταῦτα, ἂν παροξυνθῇ, θηρίου χαλεπώτερον ἔξεισι, καὶ τῷ σώματι παντὶ λυμαίνεται. Καὶ θυμὸς δὲ ἡμῖν ἔγκειται, καὶ ἐπιθυμία πάλιν· καὶ ταῦτα θηρίων χαλεπώτερον λυμαινόμενα μὴ κατείργοντας
55αὐτὰ καὶ χαλινοῦντας. Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν,

55

.

119

ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περι‐ έβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας; Ἀλλ’ οὐ διὰ τοῦτο ἐροῦμεν· Διὰ τί ταῦτα γέγονεν; Ἀλλὰ καὶ χάριν εἰσόμεθα πάντων ἕνεκεν τῷ Δεσπότῃ. Ὅπερ
5γάρ ἐστιν ἱμὰς τῷ παιδὶ, τοῦτο θηρίον ἀνθρώποις. Εἰ γὰρ τοσούτοις συνεχόμενοι δεινοῖς εἰς τοσαύτην ἀπόνοιαν οἱ πλείους αἴρονται, ἂν καὶ τοῦτον περιέλῃς τὸν χαλινὸν, ἐννόησον ποῦ τὰ τῆς κακίας προβήσεται. Διὰ τοῦτο καὶ τὸ σῶμα ἡμῖν οὕτω κατεσκεύασται,
10ἐπίνοσον, παθητὸν, ὑπὸ μυρίων πολιορκούμενον κα‐ κῶν· καὶ ἡ γῆ μετὰ πόνων τὰ αὑτῆς δίδωσι· καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει. Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ
15πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται. Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ Δε‐ σπότης. Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα,
20καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα; Ἀπὸ μέρους τὸ πᾶν ᾐνίξατο, καὶ τοῖς φιλομαθέσι τὸν περὶ τούτων ἀφῆκε λόγον. Καὶ πάλιν εἰς τὸ αὐτὸ καταλύει τέλος, ὅθεν καὶ ἤρξατο· Κύριε ὁ Κύριος ἡμῶν· καὶ πρὸ τῆς ἀποδείξεως, καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ
25τιθεὶς ῥήματα. Μένωμεν τοίνυν διηνεκῶς καὶ ἡμεῖς τὰ αὐτὰ λέγοντες, θαυμάζοντες αὐτοῦ τὴν κηδεμο‐ νίαν, ἐκπληττόμενοι τὴν σοφίαν, τὴν φιλανθρωπίαν, τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. Καὶ ταῦτα μὲν ἡμῖν εἰς ἑρμηνείαν εἴρηται. Εἰ δὲ βούλεσθε, καὶ ἀγωνιστικώ‐
30τερον τὸν λόγον μεταχειρίσωμεν, καὶ ἐρώμεθα Ἰου‐ δαίους, ποῦ παιδία φωνὴν ᾖσε; ποῦ δὲ κατέλυσεν ἐχθρὸν ἡ τοιαύτη φωνή; πότε δὲ θαυμαστὸν γέγονεν αὐτοῦ τὸ ὄνομα; Ἀλλ’ οὐκ ἂν ἔχοιεν ἕτερον καιρὸν εἰπεῖν, ἢ τοῦτον, ὃς ἡλίου φανότερον δείκνυσι τῆς
35ἀληθείας τὴν δύναμιν. Διὰ τοῦτό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· καίτοι γε Μωϋσῆς ἤδη εἶπεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλὰ πρὸς μὲν Ἰουδαίους ἀρκεῖ καὶ ταῦτα, καὶ
40τὰ ἔμπροσθεν εἰρημένα· ἐπειδὴ δὲ οἱ χωρὶς περιτο‐ μῆς τὰ ἐκείνων μιμούμενοι καὶ ζηλοῦντες, οἱ Παύλου τοῦ Σαμοσατέως, ἐκ τότε φασὶν εἶναι τὸν Χριστὸν, ἐξ οὗ ἀπὸ Μαρίας προῆλθεν, ἐρώμεθα κἀκείνους, πῶς, εἰ ἐκ τότε ἦν ὁ Χριστὸς, τοὺς οὐρανοὺς ἐδη‐
45μιούργησε; Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς. Εἰ δὲ δημιουργὸς τῶν οὐρανῶν, πρότερος ἂν εἴη τῶν οὐ‐ ρανῶν λοιπόν· καὶ οὐκ ἀπὸ Μαρίας ἔσχε τὴν

55

.

119

(50)

ἀρχὴν, ἀλλὰ καὶ πρὸ τῆς Μαρίας ἦν. Καὶ σκόπει τοῦ Προφήτου τὴν σοφίαν. Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα. Διό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὐχ ὅτι δακτύλους ἔχει
55ὁ Θεὸς, ἀλλὰ τῆς ἐλαχίστης ἐνεργείας τὰ ὁρώμεναColumn end

55

.

120

δεικνὺς, τοῖς συντρόφοις ἡμῖν ὀνόμασι τὰ ὑπὲρ ἡμᾶς διδάσκων. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ὁ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· οὐ δράκα καὶ σπιθαμὴν δηλῶν ταῦτα λέγει, ἀλλὰ τὸ
5ἀπέραντον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι βου‐ λόμενος. Πῶς οὖν τολμῶσί τινες ὑπουργὸν λέγειν τὸν Υἱόν; Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι· τί λέγω ὅλην; ἀλλ’ οὐδὲ τὴν ἐλαχίστην, ἀλλὰ τὸ μικρότατον· πῶς
10ἂν εἴη ὑπουργὸς οὗτος; πῶς ὑπουργὸς, εἰ Ἅπερ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ποῦ γὰρ τὸ, Ὁμοίως, εἰ ὁ μὲν ὑπουργὸς, ὁ δὲ δημιουργός; πῶς δὲ αὐτοῦ τὰ ἔργα εἶναί φησι, ποτὲ μὲν λέγων, Κατ’ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ
15ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ἐνταῦθα δὲ, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου; Οὐ γὰρ τῶν ὑπουργῶν, ἀλλὰ τῶν δημιουργῶν τὰ ἔργα· κἂν ὑπουργὸς ᾖ τις, οὐκ ἐκείνῳ λογίζεται τὸ ἔργον, ἀλλὰ τῷ δημιουργοῦντι. Ἄρα καὶ τὰ ἔμ‐
20προσθεν εἰρημένα τῷ Μωϋσεῖ, περὶ τοῦ Υἱοῦ εἴρη‐ ται, τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στό‐ ματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄν‐
25θρωπον ἐπεσκέψατο. θʹ. Ἃ μὲν οὖν περὶ τοῦ Πατρὸς ὁ Μωϋσῆς λέγει, Παῦλος εἰς τὸν Υἱὸν ἐκλαμβάνει, πολλὴν τὴν ἰσότητα δεικνύς. Ὅταν οὖν ἀδιάφορον ᾖ τοῖς ἁγίοις τὰ περὶ τοῦ Πατρὸς λεγόμενα τῷ Υἱῷ λογίζεσθαι, καὶ τὰ
30περὶ τοῦ Υἱοῦ τῷ Πατρὶ (Πάντα γὰρ δι’ αὐτοῦ ἐγέ‐ νετο), ποῦ ὅλως τὸ ὄνομα τοῦ ὑπουργοῦ κεῖται; Οὐδαμοῦ τοῦτο ἴδοι τις ἄν. Ναὶ, φησὶν, εἴρηται, Δι’ αὐτοῦ. Τί οὖν, ὅτι καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ εἴρηται; Καὶ ἄκουσον πῶς. Πιστὸς ὁ Θεὸς, δι’ οὗ
35ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Καὶ πά‐ λιν· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε‐ λήματος Θεοῦ. Καὶ πάλιν· Ὅτι δι’ αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Τίνος δὲ ἕνεκεν αὐτὸν ὑπουργόν φατε; Ἵνα τιμήσωμεν τὸν Πατέρα.
40Καὶ μὴν ὁ Υἱός φησιν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ δὲ μὴ τιμῶν τὸν Υἱὸν, εὔδηλον ὅτι οὐδὲ τὸν Πατέρα. Τί οὖν, φησὶ, Πατέρα τὸν Υἱὸν ἐρῶ; Οὐχί. Οὐ γὰρ εἶπεν· Ἵνα Πατέρα με λέγητε· ἀλλὰ τί; Ἵνα Υἱὸν μένοντα ὡς
45τὸν Πατέρα τιμᾶτε. Ἂν δὲ Πατέρα εἴπῃς τὸν Υἱὸν, πάντα συνέχεας. Μενούσης τοίνυν ταύτης τῆς ἰδιό‐ τητος, τὰ τῆς τιμῆς κοινά ἐστι. Διὰ γὰρ τοῦτο Υἱὸν εἶπε καὶ Πατέρα, ἵνα μὴ συγχέητε τὰς ὑποστά‐ σεις. Εἰ δὲ μὴ ἦν ἡ αὐτὴ οὐσία, πῶς ἂν ἴσην τὴν

55

.

120

(50)

τιμὴν ἀπῄτησε; Τίνος οὖν ἕνεκεν, φησὶ, πολλὰ τα‐ πεινὰ φθέγγεται ὁ Χριστός; Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος,
55καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων· ἄλλως τε καὶ πρὸς τὴν ὑπόνοιαν πολλάκις τῶν ἀκροωμένων φθέγγεται. Τὰ γὰρ ὑψηλότερα, τῆς ἀξίας μόνης ἐστί· μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα κατα‐
δεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς

55

.

121

ἐστι. Τί γὰρ βούλει εἰπεῖν; Μέγας ὁ Θεός; Ἀλλὰ τοῦτο μικρὸν περὶ Θεοῦ λεγόμενον· τὸ γὰρ μέγα, οἷον ἂν ᾖ μέγα, πεπερασμένον ἐστίν· ἀλλ’ ἄπειρος ὁ Θεός. Καὶ τοῦτο μικρὸν, περὶ Θεοῦ λεγόμενον.
5Ὅτι μὲν γὰρ πέρας οὐκ ἔχει, οἶδα· ἀλλ’ οὐδ’ ὅ τι ἐστὶν, οὐδὲ ποῦ, ἐπίσταμαι. Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν. Εἰ τοίνυν τὰ οὕτω μεγάλα
10τὴν ἀξίαν οὐ παρίστησι, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ταῦτα κολοβοῦν πειρώμενοι; Φεύγωμεν τοίνυν αὐτῶν τοὺς συλλόγους, καὶ μαθόντες τοῦ Μο‐ νογενοῦς τὴν προαιώνιον ὕπαρξιν, τὴν δημιουργικὴν δύναμιν, τὴν ἐξουσίαν τὴν αὐθεντικὴν, τὸ ἀπαράλλα‐
15κτον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα, τῆς οἰκονομίας τὴν συγκατάβασιν, τῆς περὶ ἡμᾶς κηδεμονίας τὴν πο‐ λυειδῆ πρόνοιαν (ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα ὁ θησαυρὸς ὁ ἐν τῷ ψαλμῷ κείμενος διδάσκει τοὺς μετὰ ἀκριβείας προσέχοντας), διατηρῶμεν τῶν
20δογμάτων τὴν ἀκρίβειαν, καὶ πολιτείαν ἀξίαν ἐπιδει‐ ξώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φι‐ λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα
25εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
26tΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ.
27»Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλ‐ μὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος,
30 «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν,
35οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ’ ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Διπλοῦν τὸ
40τῆς ἐξομολογήσεως εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν δηλοῖ. Τί δέ ἐστιν, Ἐν ὅλῃ καρδίᾳ μου; Μετὰ προθυμίας ἁπά‐ σης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας,
45ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις. Τοῦτο γὰρ μάλιστα εὐχαρίστου, τοῦτο φιλοσόφου ψυχῆς, τὸ καὶ ἐν τοῖς λυπηροῖς εὐχαριστεῖν, τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ πλείονος μισθοῦ πρόξενον.

55

.

121

(50)

Ἐπὶ μὲν γὰρ τῶν ἀγαθῶν εὐχαριστῶν, χρέος ἀποδέ‐ δωκας· ἐπὶ δὲ τῶν κακῶν, τὸν Θεὸν ὀφειλέτην κατ‐ έστησας. Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν. Ὁ δὲ κακῶς παθὼν, καὶ δοξάζων, ὄφλημα κατεσκεύασεν. Ἀντὶ τῆς εὐχαρι‐
55στίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁColumn end

55

.

122

Θεὸς καὶ τότε καὶ νῦν· ὥστε οὐδὲ αἴσθησιν ληψό‐ μεθα τῶν δεινῶν. Οὐδεὶς γὰρ ὑπὲρ ὧν χάριν οἶδε τῷ Θεῷ, ὑπὲρ τούτων ἀλγεῖ· ὥστε καὶ ἕτερον καρπω‐ σόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν. Ὅταν
5γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχα‐ ριστία εὐφραίνει. Τοῦτο τῷ διαβόλῳ καιρία πληγή· τοῦτο ποιεῖ τὴν διάνοιαν φιλόσοφον· τοῦτο τὴν ἀλη‐ θινὴν περὶ τῶν παρόντων πραγμάτων ἐγκατασκευά‐
10ζει κρίσιν. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὐ τὴν οὖσαν ψῆφον ἔχουσι περὶ τῶν ἐνταῦθα· διὸ καὶ ἀθυμοῦσιν. Οὕτω καὶ οἱ μαινόμενοι φοβοῦνται τὰ οὐ φοβερὰ, καὶ τὰ οὐχ ὑφεστῶτα πολλάκις δεδοίκασι, καὶ τὰς σκιὰς φεύγουσι. Τούτοις ἐοίκασι καὶ οἱ χρημάτων
15ζημίαν δεδοικότες. Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέ‐ σεως. Εἰ γὰρ τὸ πρᾶγμα ἦν λυπηρὸν, πάντας ἔδει ἀλγεῖν τοὺς ἀπεστερημένους· εἰ δὲ μὴ πάντες ἀλγοῦμεν ἀποτυγχάνοντες, οὐκ ἔτι τῆς τοῦ πράγμα‐
20τος φύσεως, ἀλλὰ τῆς ἀτελοῦς διανοίας. Καθάπερ γὰρ ἐν σκότῳ πολλάκις καὶ σχοινίον τις ἔδεισεν, ὄφιν νομίσας, καὶ πάντα ὑποπτεύει, καὶ τοὺς φίλους πολεμίους ἡγεῖται· οὕτω καὶ οἱ ἀλογίᾳ κατεχόμε‐ νοι, ὥσπερ τινὶ σκότῳ βαθεῖ ἁλόντες, οὐκ ἐπιγινώ‐
25σκουσι τῶν πραγμάτων τὴν φύσιν, ἀλλ’ ἐγκυλινδοῦν‐ ται τῷ βορβόρῳ, καὶ τὸν χόρτον οὐχ ἡγοῦνται χόρτον εἶναι· καὶ τῆς φιλαργυρίας ἐμπεπλησμένοι, οὐκ αἰσθάνονται τῆς δυσωδίας· ἂν δὲ ἀποστῶσι, τότε εἴσονται. Καὶ καθάπερ οἱ γυναικὸς ἀμόρφου ἐρῶν‐
30τες, ὅταν παύσωσι τὸ νόσημα, τότε ἐπίστανται τὸ εἰδεχθές· οὕτω καὶ οἱ τῆς φιλαργυρίας ἐρασταί. Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα; Πάλιν τῷ αὐτῷ ὑποδείγματι χρήσομαι. Ὥσπερ ὁ τῆς ἀμόρ‐ φου γυναικὸς ἐρῶν, ἐὰν μὲν διηνεκῶς συγγίνηται
35αὐτῇ, ἀνάπτει τὴν κάμινον, ἐὰν δὲ μικρὸν ἑαυτὸν ἀποστήσῃ, κατὰ μικρὸν ὑποῤῥέει τὸ πάθος· οὕτω καὶ σὺ μικρὸν ἀπόστηθι, ὀλίγον ἔνδος, καὶ τὸ μικρὸν ἔσται πολὺ διάστημα. Μόνον ἄρξαι τοῦ κατορθώμα‐ τος. Ἔχεις οἰκίαν περιττήν; Ἀπόδου, καὶ δὸς τοῖς
40δεομένοις, μὴ ἐκεῖνο λογιζόμενος, ὅτι ἀλλοτριοῖς σου αὐτὴν, ἀλλ’ ὅτι μᾶλλον οἰκειοῖς. Μὴ τὸ ἀνάλωμα, ἀλλὰ τὴν πρόσοδον σκόπει· μὴ ὅτι ἀποστερῇ αὐτῆς ἐνταῦθα, ἀλλ’ ὅτι κύριος αὐτῆς ἐκεῖ γίνῃ. Οὕτω καὶ διηγεῖσθαι τὰ θαυμάσια τοῦ Θεοῦ δυνήσῃ διὰ παντός.
45Τοῦτο γὰρ ἐξ ἀρχῆς ὁ ψαλμὸς λέγει. Ὡς ὅγε φιλο‐ χρήματος οὐ σφόδρα τούτῳ ἐνδιατρίβειν δύναται· διὰ παντὸς γὰρ τόκους μεριμνᾷ, συναλλάγματα, συγγρα‐ φὰς, ὤνια, διαθήκας, τιμὰς ἀγρῶν, τιμὰς οἴκων, κέρδη, καπηλείας, καὶ διηγούμενος καὶ φροντίζων οὐ

55

.

122

(50)

παύεται. Ὅπου δὲ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ταῦτα φθέγγεται, ταῦτα μερι‐ μνᾷ· καὶ καθάπερ οἱ οἰκέται τὰ τῶν δεσποτῶν μερι‐ μνῶσιν, οὕτω καὶ οὗτος τὰ τοῦ Δεσπότου μεριμνᾷ· τί ἐπέταξε; τί ἤνυσται; τί οὐδέπω ἤνυσται, μέλλει
55δέ; Διὰ δὴ τοῦτο παραινῶ, τῆς πολιορκίας ἐκείνης
ἀπαλλαγέντα τούτοις ἐνδιατρίβειν τοῖς διηγήμασι, τὰ

55

.

123

καθ’ ἑκάστην ἡμέραν γινόμενα θαυμάσια τοῦ Θεοῦ διηγούμενον, τὰ ἰδίᾳ καὶ τὰ κοινῇ, τὰ εἰς πάντας καὶ τὰ εἰς ἕνα ἕκαστον. Γέμει γὰρ τὰ ἐν τῷ βίῳ τού‐ των τῶν διηγημάτων· καὶ ὅθεν ἂν ἄρξῃ, λαμπρότε‐
5ρον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρα‐ νοῦ, ἄν τε ἀπὸ τῆς γῆς, ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν· ἂν τὰς παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χά‐
10ριτι, ἂν τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἂν τὰ ἐν αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη ταῦτα δι‐ ηγημάτων. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, τοσαῦτα ἔχοντας διηγεῖσθαι, δι’ ὧν καὶ ἡδονὴ καὶ κέρδος καὶ ὠφέλεια τῆς ψυχῆς ἐγγίνεται, τῷ βορβόρῳ τὸν λο‐
15γισμὸν ἀναφύρειν, περὶ πλεονεξίας καὶ ἁρπαγῆς δι‐ ηγούμενον; βʹ. Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς δια‐ λεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρή‐ σεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν
20γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφό‐ ρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων. Ἀπὸ τούτων πάλιν τέμωμεν τῷ λόγῳ ἑκάστου δένδρου τὸ σχῆμα, τὴν θέσιν, τὸ ὕψος, τὴν εὐωδίαν, τὸν καρπὸν,
25τὸν καιρὸν, τὴν διακονίαν, τὰ ἄλλα πάντα ἀναλογιζό‐ μενοι, αὐτῆς τῆς γῆς τὴν κάρπιμον, τὴν ἄκαρπον· οὐδὲν γὰρ αὐτῆς ἄχρηστον. Καὶ γὰρ ἡ μὲν σίδηρον, ἡ δὲ χαλκὸν, ἡ δὲ χρυσίον, ἡ δὲ ἄργυρον ἤνεγκεν· ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντο‐
30δαπά. Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰ‐ κοδομήν; Ταῦτα πάντα τῆς ἐρήμου καρπός· αὕτη
35καὶ ζῶα καὶ θηρία πάντα τρέφει. Τί ἄν τις εἴποι τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμούς; Καθάπερ γὰρ αἱ τεκοῦσαι γυναῖκες, πηγὴν γάλακτος προχέουσαι, τοῖς ἐκγόνοις παρέχουσι τροφήν· οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα
40τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν. Ἀλλ’ ἐπὶ μὲν τῶν γυναικῶν, τὸ παιδίον δεῖ πρὸς τὴν θηλὴν ἐλθεῖν· ἐνταῦθα δὲ αὐτὴ τοὺς μαστοὺς ἐκτείνει πανταχοῦ ἀπὸ ὑψηλοῦ καταφέρουσα. Ἔχει καὶ ἑτέραν χρῆσιν ἡ ἔρημος. Καὶ γὰρ πρὸς
45τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτε‐ ρον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμέ‐ νην ἀφ’ ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν. Τί ἄν τις εἴποι τοὺς ὄρνιθας τοὺς ᾠδικοὺς,

55

.

123

(50)

τῶν ἁλωσίμων ζώων τὴν διαγωγήν; Ἔχει καὶ ἑτέραν χρείαν ἡ ἔρημος. Πολλάκις γὰρ ἀντὶ τειχῶν ταῖς χώ‐ ραις γέγονε, πρὸς ὕψος ἔχουσα ἀνατεταμένα ὄρη, καὶ φάραγγας, καὶ κρημνούς. Τί ἄν τις εἴποι τὰς βοτάνας τὰς ἐν αὐταῖς τικτομένας, σώμασι κάμνουσι
55πολλὴν εἰσφερούσας τὴν λειτουργίαν; Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία· εἰ πρὸς τὴν ἀρόσιμον ἔλθοις, καὶ τὰ ὕπτια πεδία, ἐννόησον πόσας ὄψει τὰς πηγὰς τῶν διηγημά‐
των. Καθάπερ γὰρ ἐν τῷ σώματι τῷ ἡμετέρῳ τὰ μένColumn end

55

.

124

ἐστιν ὀστᾶ, τὰ δὲ νεῦρα, τὰ δὲ σάρκες· οὕτω καὶ ἐν τῇ γῇ, τὰ μὲν ὄρη, τὰ δὲ φάραγγες, τὰ δὲ λιπαρὰ χωρία· πάντα δὲ ταῦτα χρήσιμα. Τί λέγω τὴν γῆν, τοσοῦτον στοιχεῖον; Ἑνὸς δένδρου μόνου εἰ βουλη‐
5θείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ δι‐ ήγημα· εἰ τῶν ὀρῶν τὴν θέσιν, εἰ τὰ ἄλλα ἅπαντα, εἰ τὸν ἄνθρωπον αὐτὸν ἐπέλθοις τῷ λόγῳ, καὶ τὴν διάπλασιν αὐτοῦ τοῦ σώματος, μυρία πάλιν κἀνταῦθα
10πελάγη εὕροις διηγημάτων. Τούτοις τοίνυν ἐνδιατρί‐ βωμεν, ἐντεῦθεν ἡμῖν ἔσται ἡδονὴ μεγίστη, ἐντεῦθεν κέρδος, ἐντεῦθεν φιλοσοφία ἄφατος. Διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Εὐφρανθήσομαι καὶ ἀγαλλιάσο‐ μαι ἐν σοί. Ἄλλος, Καὶ γαυριάσω. Ψαλῶ τῷ
15ὀνόματί σου, Ὕψιστε. Ἄλλος, ᾌσω τὸ ὄνομά σου. Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ τῷ Θεῷ εὐφραινόμενος, ὡς χρὴ, πᾶσαν ἐκβάλλει βιωτικὴν ἡδονήν. Τί δέ ἐστιν, Εὐφρανθήσομαι ἐν σοί; Τοιοῦτον, φησὶν, ἔχων
20Δεσπότην, τοῦτό μοι ἡδονὴ, τοῦτό μοι ἀγαλλίασις. Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέ‐ ρας ἡδονῆς οὐκ αἰσθάνεται. Τοῦτο γὰρ ἡδονὴ κυρίως· ὡς τάγε ἄλλα πάντα, ὀνόματα μόνον ἐστὶν ἡδονῆς, πράγματος ἔρημα. Αὕτη τὸν ἄνθρωπον μετάρσιον ἐρ‐
25γάζεται· αὕτη τοῦ σώματος ἀπαλλάττει τὴν ψυχήν· αὕτη πρὸς οὐρανὸν πτεροῖ· αὕτη τῶν βιωτικῶν ὑψη‐ λότερον ποιεῖ· αὕτη κακίας ἀπαλλάττει· καὶ μάλα εἰκότως. Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ’ ἑνὸς μόνου εἰσὶ,
30τῆς ἐρωμένης ὄψεως· ὁ Θεὸν φιλῶν, καθὼς φιλεῖν δεῖ, τίνος αἰσθήσεται λοιπὸν ἢ χρηστοῦ τῶν ἐν τῷ βίῳ τούτῳ, ἢ λυπηροῦ; Οὐδενός· ἀλλ’ ἔσται πάντων ἀνώτερος, ἀθάνατα τρυφῶν, ἐπεὶ καὶ ὁ φιλούμενος τοιοῦτος. Οἱ μὲν γὰρ τὰ ἄλλα φιλοῦντες, ταχέως καὶ
35ἄκοντες εἰς λήθην μεταβάλλονται, ἀπολλυμένων τῶν φιλουμένων καὶ μαραινομένων· οὗτος δὲ ὁ ἔρως ἄπει‐ ρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον· καὶ τούτῳ πάλιν ψυχαγωγῶν τὸν φιλοῦντα, τῷ μηδέποτε καταλύεσθαι. Ψαλῶ τῷ ὀνό‐
40ματί σου, Ὕψιστε. Τοῦτο μάλιστα φιλοῦντος ἔθος. Καὶ γὰρ οἱ ἐρῶντες εἰς τοὺς φιλουμένους ᾄσματα ᾄδουσι· κἂν μὴ ὁρῶσιν ἐκείνους, διὰ τῆς ᾠδῆς ἑαυ‐ τοὺς παραμυθοῦνται. Οὕτω δὴ καὶ ὁ Προφήτης ποιεῖ· ἐπεὶ τὸν Θεὸν ἰδεῖν οὐ δυνατὸν, ᾄσματα ποιεῖ εἰς
45αὐτὸν, διὰ τῶν ᾠδῶν αὐτῷ συγγινόμενος, καὶ τὸν πόθον ἀνάπτων, καὶ αὐτὸν δοκῶν ὁρᾷν· μᾶλλον δὲ διὰ τοῦ ᾄδειν καὶ ὑμνεῖν εἰς πόθον ἀνάπτει πολλούς. Ὥσπερ γὰρ οἱ φιλοῦντες ἐγκώμια τῶν φιλουμένων λέγουσι, καὶ τὰ ὀνόματα αὐτῶν περιφέρουσιν· οὕτω

55

.

124

(50)

δὴ καὶ οὗτος, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. γʹ. Ὅρα πῶς ἑαυτὸν τῆς γῆς διήρτησε, καὶ πρὸς ἐκεί‐ νην ἀνεκρέμασεν ὅλην ἑαυτοῦ τὴν οὐσίαν, ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ. Διὰ τοῦτο συνεχῶς αὐτοῦ τὸ ὄνομα περιστρέφει· καὶ γὰρ καὶ τοῦτο τοῦ φιλοῦντος ἔθος.
55Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ

55

.

125

ὀπίσω, ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προ‐ σώπου σου. Ἄλλος, Ἀνατραπέντων τῶν ἐχθρῶν μου ὀπίσω, προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι,
5τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλω‐ πίζεσθαι ταύταις· ἀπό τε γὰρ φίλτρου τοῦτο γίνεται, καὶ αὐτὸ πάλιν ἀνάπτει τὸ φίλτρον. Οὐκ ἂν δέ τις ἁμάρτοι εἰπὼν καὶ νοητοὺς ἐχθροὺς ἐνταῦθα αὐτὸν λέγειν. Ἀποστρέφονται γὰρ καὶ οὗτοι, ὅταν ψυχὴν
10γενναίαν εὕρωσι. Καθάπερ γὰρ εἰς ἀσπίδα ἐμπεσὸν δόρυ, μαλακὴν μὲν οὖσαν διατέμνει, σκληρὰν δὲ καὶ ἀντίτυπον οὐδὲν ἐργάζεται, ἀλλὰ τῆς αἰχμῆς ἀνα‐ καμφθείσης ἐκπίπτει· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει. Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ
15παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος· ἐὰν δὲ σκληρὰν καὶ ἰσχυροτέραν, αὐτός τε ἄπρακτος ἄπεισι, καὶ εἰς ταύτην οὐδὲν εἰργάσατο δεινόν· καὶ δύο γίνεται κέρδη, μᾶλλον δὲ καὶ τρία· αὐτήν τε γὰρ οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ ἰσχυρο‐
20τέραν ἐποίησεν, αὐτός τε ἀσθενέστερος ἐντεῦθεν γέ‐ γονε. Σκόπει δὲ πῶς ἀνακηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀσθενήσουσι, φησὶ, καὶ ἀπολοῦνται ἀπὸ προσ‐ ώπου σου. Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς. Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπι‐
25φάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος. Ὡς ἀλλαχοῦ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτό φησιν. Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς. Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων
30ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ. Εἰ ἡ ἀστραπὴ αὐτοῦ φαινομένη καταπλήττει πάντας, ἐννόησον τὴν δύναμιν τὴν ἀνώλεθρον ἐκείνην, πῶς καταπλήττει, πῶς ἀπόλλυσι τοὺς πονηρούς. Εἶδες ὕμνων εἶδος; εἶδες δοξολογίας τρόπον, καὶ πῶς περὶ τῆς δυνάμεως
35αὐτοῦ διηγεῖται; Οὐ μικρὸν κἀντεῦθεν παιδεύει φιλο‐ σοφίας δόγμα, τῷ εἰπεῖν, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ μόνον ἐν ταῖς θλί‐ ψεσιν, ἀλλὰ καὶ ἐν ταῖς ἀνέσεσιν ἔνηφε. Πολλοὶ μὲν
40γὰρ ὑπὸ τῶν κακῶν ταπεινούμενοι, σπουδαιότεροι γί‐ νονται· ὑπὸ δὲ τῶν ἀγαθῶν, ῥᾳθυμότεροι καὶ χαυνό‐ τεροι· ὃ περὶ τῶν Ἰουδαίων προϊὼν λέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἀλλ’ οὐχ οὗτος τοιοῦτος· ἀλλὰ καὶ ἐν εὐημερίαις νήφει,
45καὶ διεγήγερται. Οὐ μικρὸν εἰς φιλοσοφίαν δὲ τοῦτο. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἄλλος, Ὑπερεδίκασάς μου. Ἐκάθισας ἐπὶ θρό‐ νου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ἄλλος, Ἀπώλεσας. Τὸ

55

.

125

(50)

ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅρα πάλιν τὴν φιλοσοφίαν τοῦ ἀνδρὸς, πῶς οὐκ αὐ‐ τὸς ἀμύνεται τοὺς ἐχθροὺς, ἀλλὰ τῷ Θεῷ παραχωρεῖ τῆς δίκης, τὸ ἀποστολικὸν τηρῶν παράγγελμα· Μὴ ἑαυτοὺς ἐκδικοῦντες. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν,
55ἀλλ’ ὅτι καὶ ἀδίκως ταῦτα ἔπασχεν. Εἰ μὴ γὰρ ἀδί‐ κως ἔπασχεν, οὐκ ἂν ὁ Θεὸς ἐπεξῆλθεν. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἀνθρωπινώτε‐ ρον φθέγγεται, θρόνον καὶ καθέδραν λέγων. Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ
60ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τοῦτο οὐκ ἔστιν εἰπεῖν. Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον·
ὁ δὲ Θεὸς τούτων ἁπάντων ἀπηλλαγμένος, καὶ εἰδὼςColumn end

55

.

126

καὶ βουλόμενος δικαίαν ἐκφέρει τὴν ψῆφον. Τὸ οὖν, Ἐκάθισας ἐπὶ θρόνου, ἐδίκασάς ἐστιν, ἐπεξῆλθες, ἤμυνας. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσε‐ βής. Ὁρᾷς πῶς οὐχ ὅπλων αὐτῷ δεῖ, οὐ μαχαίρας,
5οὐ τόξων καὶ βελῶν, ἀλλ’ ἀνθρωπινώτερον ἐκεῖνα εἴ‐ ρηται· ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας. Ἵνα δὲ μάθῃς αὐτοῦ τὴν ἰσχὺν, ἄκουε καὶ τῶν ἑξῆς· Τὸ ὄνομα αὐτῶν ἐξ‐ ήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐
10νος. Προῤῥίζους ἀπώλεσας, ἀνέσπασας, οὕτως ἠφά‐ νισας, ὡς καὶ τὴν μνήμην αὐτῶν παραπολέσθαι. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ἄλ‐ λος, Τὰ ἐρείπια. Ὁ δὲ Ἑβραῖος, Ἀρβώθ. Καὶ πό‐ λεις καθεῖλες. Τί ἐστι τοῦτο; Ὅτι τὰς μηχανὰς
15αὐτοῦ καὶ τὰς βουλὰς ἀναλώσας, φησὶν, ἔρημον αὐ‐ τὸν τῶν οἰκείων ὅπλων ἐποίησας. Τοιοῦτον γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ· πάντα ἀφανίζει καὶ ἀπόλλυσιν. Ἢ ὅπερ ἕτερος ἑρμηνευτὴς διδάσκει, Ἔρημα, εἰπών· ὅτι οὐ τὰς πόλεις αὐτῶν μόνον, ἀλλὰ καὶ τὰς ἐρήμους ἠφά‐
20νισας, καὶ πόλεις καθεῖλες. Οὕτω γὰρ ὁ δίκαιος ἐπο‐ λέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥο‐ πὴν ἔχων. Διὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ κράτος ἡ νίκη. Ἀπώλετο
25τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχου. Ἄλλος, Σὺν αὐ‐ τοῖς. Ὁ δὲ Ἑβραῖος, Ἔμ. Τί ἐστι, Μετ’ ἤχου; Ἢ τὴν πανωλεθρίαν φησὶν, ἢ τὸ διωλύγιον τῶν κα‐ κῶν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων συμφοραῖς
30καὶ ἕτεροι γένωνται βελτίους. Τὸ περιφανὲς οὖν δη‐ λοῖ τῆς ἀπωλείας. δʹ. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. Ἄλλος, Καθ‐ εδεῖται. Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται· ὡς καὶ Ἱερεμίας δηλοῖ λέγων, Σὺ
35καθήμενος εἰς τὸν αἰῶνα. Καὶ ὁ Ἑβραῖος ἐνταῦθα Ἰησήβ φησι. Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτε‐ λεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον. Ἡ δὲ ἐκείνου οὐσία καὶ ἡ μεγαλω‐
40σύνη ἀτελεύτητος. Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρ‐ τῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ’ ὑπερβολῆς κολάζοντα. Εἰ δὲ χρή τι καὶ κατὰ ἀναγω‐
45γὴν εἰπεῖν, οὐ παραιτητέον. Τὰ μὲν γὰρ ἔστι καὶ θεωρῆσαι· τὰ δὲ οὕτω δεῖ νοεῖν, ὡς εἴρηται μόνον· ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὰ δὲ ἀπεναντίας ταῖς λέξεσιν· ὡς τὸ, Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων, ὁμι‐

55

.

126

(50)

λείτω σοι. Καὶ πάλιν· Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί. Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ. Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ
55ὕδατός τινι μεταδοῦναι· ἀλλ’ ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς
τοῦ γάμου συνουσίας. Καὶ ἐνταῦθα μὲν οὕτως· ἀλλα‐

55

.

127

χοῦ δὲ δεῖ καὶ τὸ κείμενον δέχεσθαι, καὶ τὸ ἐξ αὐτοῦ δηλούμενον· ὡς ἔχει τὸ, Καθὼς τὸν ὄφιν ὕψωσε Μωϋσῆς. Καὶ γὰρ τοῦτο δεῖ πιστεύειν ὅτι ἐγένετο (ἐγένετο γὰρ), καὶ τὸ ἐξ αὐτοῦ, εἰς τύπον τοῦ Χρι‐
5στοῦ. Οὕτω καὶ ἐνταῦθα οὐκ ἄν τις ἁμάρτοι εἰς τὰ Ἰουδαϊκὰ ἐκλαμβάνων τὰ εἰρημένα. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ
10αἰῶνος. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέ‐ λος, καὶ πόλεις καθεῖλες. Ἀπώλετο τὸ μνημόσυ‐ νον αὐτοῦ μετ’ ἤχου. Ἥ τε γὰρ συμφορὰ αὐτῶν τῶν τὸν Χριστὸν σταυρωσάντων πανταχοῦ τῆς οἰκου‐ μένης κατάδηλος, αἵ τε πόλεις αὐτῶν καθῃρέθησαν,
15τοῦ τε διαβόλου ἐξέλιπε τὰ μηχανήματα, τῆς τοῦ Χριστοῦ κηδεμονίας τὰ πάντα καταλαβούσης. Ἀλλὰ ταῦτα τοῖς φιλομαθέσι καταλιπόντες ἁρμόζειν, τῶν προκειμένων ἐχώμεθα. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Ἄλλος, Ἥδρασεν εἰς κρίσιν. Καὶ
20αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρι‐ νεῖ λαοὺς ἐν εὐθύτητι. Εἶδες πῶς κατὰ μικρὸν ἀνά‐ γει τὸν λόγον; Ἐπειδὴ γὰρ θρόνου ἐμνημόνευσε, δεί‐ κνυσι τοῦ θρόνου τὴν φύσιν, οὐκ ἀπὸ ξύλων συγκει‐ μένην, οὐδέ τινος ὕλης, ἀλλ’ ἀπὸ δικαιοσύνης. Ἐν
25γὰρ τῇ δικαιοσύνῃ, φησὶν, ἵδρυται. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προαναφωνεῖ. Ἡ μὲν γὰρ καθόλου κρίσις ἐκεῖ τεταμίευται· ἡ δὲ ἐκ μέρους καὶ ἐνταῦθα· πολλὰ γὰρ καὶ νῦν ἐργάζεται, ὥστε μὴ τοὺς ἀναι‐
30σθήτους ἀπρονόητα εἶναι νομίζειν τὰ ὄντα. Εἰ δὲ μὴ πάντες ἐνταῦθα τοὺς στεφάνους ἀπολαμβάνουσι, μὴ θαυμάσῃς. Ἡτοίμασε γὰρ ἡμέραν, ἐν ᾗ μέλλει κρί‐ νειν τὴν οἰκουμένην· τὸ δὲ παρὸν, στάδιον, καὶ ἀγὼν, καὶ παλαίσματα. Διὰ δὴ τοῦτο οὐ πάντες τὰ
35κατ’ ἀξίαν ἀπολαμβάνουσιν, ἀλλὰ τοῖς τε κατορθοῦσιν ἐκεῖ τεταμίευται τὰ δῶρα, τοῖς τε καταπίπτουσιν αἱ κολάσεις· ἐνταῦθα δὲ ἀνοχὴ καὶ μακροθυμία ὥστε διὰ μετανοίας ἀπονίψασθαι τὰ ἡμαρτημένα· ἀλλ’ οὐκ ἐκεῖ τοῦτο. Ἐπεὶ καὶ ἀνδροφόνος, ἕως μὲν ἂν ᾖ ἐν ταῖς
40ὁδοῖς, κύριός ἐστι μεταβαλέσθαι, καὶ ἀπαλλαγῆναι κολάσεως· ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικα‐ στοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα. Οὕτω καὶ ἐνταῦθα. Ἕως μὲν ἂν ἐν τῷ βίῳ τούτῳ ὦμεν τῷ παρόντι, δυνατὸν διαφυγεῖν τὴν τιμωρίαν μεταβαλο‐
45μένους· ἐκεῖ δὲ ἀπελθόντες, ἀνήνυτα οἰμώξομεν· Ἡτοίμασε γὰρ ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Εἰ δέ τις καὶ τὸ, Ἡτοίμασεν, οὕτως ἐκλάβοι, ὡς εἴρηται, οὐχ ἁμαρτήσεται· πάντα γὰρ παρεσκευασμένα, καὶ τὰ τῶν κολάσεων, καὶ τὰ τῶν στεφάνων, καὶ τὰ τῆς

55

.

127

(50)

ψήφου. Οὐκ ἔστι μέλλησις, οὐδὲ χρόνος, οὐδὲ βραδύ‐ της παρὰ τῷ Θεῷ, ὅταν οἱ ζῶντες οὐ μὴ φθάνωσι τοὺς κοιμηθέντας, ὥσπερ ὁ Παῦλος λέγει, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Κρι‐
55νεῖ λαοὺς ἐν εὐθύτητι. Ὅρα σοφίαν Προφήτου, πῶς λέγει τὰ παρόντα, πῶς τὰ μέλλοντα. Τὰ παρόντα· Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὰ μέλλοντα· Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐ‐ τοῦ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιο‐
60σύνῃ. Τοῦτο δὲ ποιεῖ, ἵνα οἱ ἐκείνοις ἀπιστοῦντες ἀπὸ τῶν παρόντων λάβωσι τὴν ἀπόδειξιν. Καὶ ἐγέ‐
νετο Κύριος καταφυγὴ τῷ πένητι. Ἄλλος, ΤῷColumn end

55

.

128

ἐπιτρίπτῳ. Ἄλλος, Τῷ τεθλασμένῳ. Συνεχῶς ἑαυ‐ τὸν καὶ πένητα καὶ πτωχὸν καλεῖ, καίτοι γε ἐν βασι‐ λείοις ὤν. Οὕτω καὶ ἀλλαχοῦ· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα
5πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις. Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν. Ὅπου ἐὰν ἀπέλθωμεν, ταύτην περιφέρο‐ μεν· ἐκεῖνα δὲ οὐκ ἔτι. Οὐκοῦν τοῦτο ἡμῖν οἰκειότε‐
10ρον, τὰ δὲ ἄλλα πόῤῥωθεν. Ὥσπερ οὖν οἰκεῖον λέ‐ γομεν τὸν πλησίον ἡμῖν ὄντα· οὕτω δὴ καὶ ταύτην τῶν χρημάτων οἰκειοτέραν καλοῦμεν, ἐπειδὴ πλησίον ἡμῖν ἀεί. εʹ. Θέα δέ μοι αὐτοῦ καὶ τὴν εὐγνωμοσύνην, καὶ τὴν
15φιλόσοφον ψυχήν. Καὶ γὰρ ἵππους ἔχων, καὶ στρα‐ τόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν σωτηρίαν ἀνατίθησιν. Οὐ γὰρ εἶπεν, Ἐγένετό μοι στρατόπεδα καταφυγή σου, οὐδὲ χρήματα, οὐδὲ τείχη· ἀλλ’,
20Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Αὐτός με, φησὶν, ἐν ἀσφαλείᾳ κατέστησεν· οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον. Τὰς μὲν γὰρ ἄλλας καταφυγὰς καὶ ἐπιβου‐ λεύεσθαι ἔνι, καὶ ταχέως εὑρεῖν οὐκ ἔνι καὶ ἐξ ἑτοί‐
25μου, ἀλλὰ καὶ χρόνῳ καὶ τόπῳ καὶ μυρίαις κωλύονται περιστάσεσι· ταύτην δὲ πλησίον οὖσαν εὑρίσκεις, μό‐ νον ἐὰν μετὰ ἀκριβείας ἐπιζητήσῃς. Ἔτι γὰρ λα‐ λοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ, Θεὸς ἐγγί‐ ζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Οὐ τοίνυν
30δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι. Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων· ποτὲ δὲ καὶ αὐ‐ τοὺς ποιεῖ λαμπροτέρους καὶ τῶν ἐχθρῶν δυνατωτέ‐ ρους, καὶ ἀμφότερα ἐν καιρῷ τῷ προσήκοντι. Ὅταν
35γὰρ μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν. Εἰ δὲ μὴ σφόδρα τοῦτο ἔχοιεν τὸ κατόρθωμα, μέχρι τοῦ ἑνὸς ἵσταται, ὥστε μὴ τῇ προσθήκῃ τοῦ δευτέρου εἰς ἀπόνοιαν αὐτοὺς ἐλθεῖν. Ἵνα δὲ μάθῃς ὅτι πολλά‐ κις τοῦτο εἰς ἀπόνοιαν αἴρει, ὁ Ἐζεκίας ἐντεῦθεν
40ἐπήρθη· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ’ ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διά‐ νοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπ‐ ήγαγε· Βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Τί ἐστιν, Ἐν εὐκαιρίαις; Εἰς καιρὸν, φησὶν, ἐπικαίρως.
45Διπλῆν λέγει τὴν εὐκαιρίαν, ὅτι καὶ βοηθεῖ, καὶ ὅτι εἰς καιρόν. Εὐκαιρίαν γὰρ ἐνταῦθα τὴν θλίψιν λέγει. Τί δήποτε; Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ, καὶ τοῦ θα‐ νάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν. Τότε ῥᾳθυμία ἀνῄρηται, καὶ

55

.

128

(50)

διάχυσις· τότε σπουδαιότεροι περὶ τὰς ἱκετηρίας γι‐ νόμεθα. Καὶ καθάπερ ὁ χειμὼν ἐπιτήδειος καιρὸς πρὸς γεωργίαν ἐστὶ τῆς γῆς· οὕτως ἡ θλίψις πρὸς ἐπιμέλειαν τῆς ψυχῆς. Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες· τότε
55δὲ μάλιστα, ὅταν ἐν θλίψεσιν ὦμεν. Βοηθός. Ἐνταῦθα
καὶ ἕτερόν τι ᾐνίξατο· ὅτι δεῖ καὶ ἡμᾶς ἐνεργοὺς

55

.

129

εἶναι. Ὁ γὰρ βοηθῶν τῷ ἐργαζομένῳ βοηθεῖ. Οὐ τοί νυν ἡμᾶς ἀναπεπτωκέναι δεῖ, ἀλλὰ καὶ ἱκετηρίαν εἰσφέρειν, καὶ ἐλεημοσύνας, καὶ τὰ παρ’ ἑαυτῶν ἅπαντα. Ἐπεὶ καὶ σύμμαχοι τοῖς πολεμοῦσι βοηθοῦ‐
5σιν, οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ἀργοῦσιν. Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς. Οὕτω καὶ ὁ Ἰὼβ ἐβοηθεῖτο, ἑστὼς καὶ παγκρατιάζων. Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώ‐
10σκοντες τὸ ὄνομά σου. Ἄλλος, Καὶ πεποιθήσου‐ σιν. Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προ‐ τιθεὶς τῆς φιλοσοφίας. Καλῶς εἶπεν, Ἐλπισάτωσαν
15οἱ γινώσκοντες τὸ ὄνομά σου. Οἱ γὰρ εἰδότες σε, φησὶ, καὶ τὴν ἀντίληψίν σου, καὶ τὴν συμμαχίαν, ἱκα‐ νὴν ἄγκυραν ἔχουσι τὴν ἐλπίδα τὴν ἐπὶ σὲ, ἱκανὴν συμμαχίαν, καὶ πύργον ἀῤῥαγῆ, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενον τῶν δεινῶν, ἀλλ’ οὐδὲ παροῦσι τοῖς
20δεινοῖς θορυβεῖσθαι συγχωροῦντα. Ὁ γὰρ τῶν ἀνθρω‐ πίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλα‐ γὴν τῶν δεινῶν, ἀλλ’ οὐδ’ ἐν αὐτοῖς τοῖς δεινοῖς θορυ‐ βεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης
25βοηθούμενος. Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ’ οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο. ᾜδεισαν γὰρ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν. Διά τοι τοῦτο καὶ ἕτερός φησι· Καὶ πεποιθήσουσι, ἀντὶ τοῦ, θαῤῥήσουσι. Πολλῷ γὰρ
30μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφά‐ λεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος. Ἐπειδὴ εἶπεν, ὅτι ἐγένετο βοηθὸς, ὅτι ἐγένετο καταφυγὴ, δείκνυσι καὶ πῶς γίνεται. Πῶς οὖν γίνεται; Ὅταν μένωμεν δι‐
35ηνεκῶς εἰς αὐτὸν ἐλπίζοντες. Εἰ δὲ μὴ εὐθέως λύει τὰ δεινὰ, καὶ τοῦτο ὑπὲρ τῆς σῆς γίνεται δοκιμῆς. Ὥσπερ γὰρ δυνάμενος μὴ ἀφεῖναι ἐπελθεῖν, ἀφίησιν, ἵνα στεῤῥότερον ἐργάζηται· οὕτω καὶ δυνάμενος ἐκ προοιμίων λῦσαι, μέλλει καὶ ἀναβάλλεται πάλιν, ἐπι‐
40τείνων σου τὴν εὐτονίαν, καὶ τὴν ἐλπίδα γυμνάζων, καὶ τὴν πρὸς αὐτὸν διάθεσιν σπουδαιοτέραν ποιῶν, καὶ οὔτε ἀεὶ θλίβεσθαι συγχωρεῖ, ἵνα μὴ ἀποκάμω‐ μεν, οὔτε ἀεὶ ἀνίεσθαι, ἵνα μὴ ἀναπέσωμεν. Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ἄλλος,
45Οὐ γὰρ ἐγκατέλιπες. Οὕτω καὶ ἕτερός φησιν, Ἐμβλέ‐ ψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐπεκαλέσατο αὐ‐ τὸν, καὶ ἐγκατέλιπεν αὐτόν; Καὶ πῶς ζητεῖται ὁ Θεὸς, φησὶν, ὁ πανταχοῦ ὤν; Σπουδῇ καὶ προθυ‐

55

.

129

(50)

μίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων. Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ. ϛʹ. Πῶς οὖν ἔστι ζητεῖν τὸν Θεόν; Ὅταν ἐκεῖ τὴν
55διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶ‐
μεν. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς ψυχῆς,Column end

55

.

130

πρὸς ἐκεῖνο τὸ ζητούμενον ἔρχεται. Καὶ οὐχ ἁπλῶς ζητεῖν χρὴ, ἀλλὰ καὶ ἐκζητεῖν. Ὁ ἐκζητῶν οὐκ αὐτὸς ζητεῖ μόνον, ἀλλὰ καὶ ἑτέρους λαμβάνει βοηθοὺς, ὥστε εὑρεῖν τὸ ζητούμενον. Ἀλλ’ ἐπὶ μὲν τῶν βιωτι‐
5κῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πᾶσα τὸν ζητοῦντα εὑρεῖν. Ἂν γὰρ ἐξέλθωμεν μόνον ἐπὶ τὸ ζητῆσαι, οὐκ ἀφίησιν ἡμᾶς πολλὰ κόπτεσθαι ὁ Θεός· διὰ τοῦτο λέγει· Πᾶς ὁ ζητῶν εὑρίσκει. Ψάλατε τῷ
10Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Ἄλλος, Τῷ καθημέ‐ νῳ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑπο‐ πόδιον, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, οὗτος ἐν
15Σιὼν οἰκεῖ; Ναί· οἴκησιν γὰρ ἐνταῦθα οὐ τὸ περι‐ κλείεσθαι λέγει (ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη), ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον, καὶ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν, διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι·
20ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ’ ἡμῶν, διὰ τὸ οἰ‐ κείως ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν ἡμῖν δὲ οἰκεῖν λέγεται, οὐ περιεχόμενος ὑφ’ ἡμῶν, ἀλλ’ οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν, καὶ Ἐκκλη‐
25σίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτη‐ δεύματα αὐτοῦ. Κήρυκας εἶναι βούλεται τῶν εὐεργε‐
30σιῶν τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέ‐ γοντας, διά τε τοὺς ἀκούοντας. Καὶ γὰρ καὶ τούτοις κέρδος, κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Εἶδες τὰ ἐπιτηδεύματα
35ποῖα λέγει; Τὰς εὐεργεσίας. Ἐνταῦθα καὶ μέγα τι αἰ‐ νίττεται δόγμα· ὅτι οὐκ ἔστι φόνος ἀτιμωρητὶ τολμώμε‐ νος, ἀλλ’ ἐκδικεῖται πάντως· ὃ καὶ ἐν τῇ Γενέσει Μωϋ‐ σῆς δείκνυσι, λέγων· Τὸ αἷμα ὑμῶν ἐκζητήσω. Τοῦτο τῆς ἀπείρου προνοίας δεῖγμα, τῆς ἐκτεταμένης αὐτοῦ
40κηδεμονίας. Εἰ δὲ μὴ κατὰ πόδας ἐκζητεῖ, μὴ θαυμά‐ ζῃς· δίδωσι γὰρ τοῖς ἁμαρτάνουσι μετανοίας ἀφορμήν. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Ὅρα πά‐ λιν τοὺς πένητας εὐδοκιμοῦντας. Οὐχ ἁπλῶς δὲ λέγει τοὺς πένητας, ἀλλ’ ἐκείνους τοὺς πτωχοὺς τῷ
45πνεύματι, καθὼς ὁ Χριστός φησιν. Οὗτοι γὰρ μάλιστα ἀκούονται εὐχόμενοι, οἱ ταπεινοὶ τῇ καρδίᾳ, καὶ συν‐ τετριμμένοι. Δύο δὲ ἐνταῦθα τίθησι, καὶ εὐχὴν, καὶ ταπεινοφροσύνην. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέ‐

55

.

130

(50)

μοντά μου τοὺς λόγους; Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Ὥστε φλεγμονῆς δεῖ μά‐ λιστα ἀπηλλάχθαι τὸν εὐχόμενον, ὃ καὶ Παῦλος ζητεῖ, λέγων· Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καλῶς εἶπε,
55Τῆς κραυγῆς τῶν πενήτων, κραυγὴν λέγων τὴν διά‐ θεσιν τῆς διανοίας, οὐ τὸν τόνον τῆς φωνῆς· τῷ δὲ
εἰπεῖν, Οὐκ ἐπελάθετο, ἐδήλωσεν ὅτι συνεχῶς ἐκά‐

55

.

131

λουν ἐκεῖνοι, καὶ οὐκ ἐκ προοιμίων ἐτύγχανον. Τί τοίνυν ἐστὶν ὃ λέγει; Μὴ νομίσητε ὅτι ἐπελάθετο ὁ Θεὸς, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθε· καὶ γὰρ αὐτοῦ ἴδιον τὸ τὰ τοιαῦτα ζητεῖν, καὶ μηδενὸς παρακαλοῦν‐
5τος· ὅταν δὲ παρακαλῶσι, καὶ ταπεινοὶ οἱ παρακα‐ λοῦντες ὦσι, πολλῷ πλέον. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγα‐
10τρὸς Σιών. Ἄλλος, Τὰς ὑμνήσεις σου. Ἄλλος, Τοὺς ἐπαίνους σου. Ὅρα αὐτὸν διηνεκῶς τῇ εὐχῇ προσηλωμένον. Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν
15παρακαλῶν. Ἀεὶ μὲν γὰρ δεόμεθα τῆς τοῦ Θεοῦ προ‐ νοίας, μάλιστα δὲ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ. Ἕτε‐ ρος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας· καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ. Ὥστε μάλιστα μετὰ τὸ ἀπαλλαγῆναι
20τῶν κακῶν, δεόμεθα τῆς ῥοπῆς ἐκείνης, ἵνα εὐκόλως τὰς εὐημερίας ἐνέγκωμεν. Ἐπεὶ καὶ Ἰουδαῖοι τῶν Αἰγυπτίων ἀπαλλαγέντες, ἐν χαλεπῷ ἦσαν πολέμῳ, τῇ ἀπονοίᾳ καὶ τῇ ῥᾳθυμίᾳ. Τότε γοῦν μάλιστα καὶ ἀπέθανον, μὴ δυνηθέντες στρατηγῆσαι καλῶς. Ἐπειδὴ
25γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε. Καὶ ὁ Δαυῒδ ἐπὶ τοῦ Σαοὺλ ἀπαλλαγεὶς τῶν δεινῶν καὶ τῶν ἄλλων πολεμίων, ἐπειδὴ ἀνέσεως ἀπέλαυσε, χαλεπώτερον
30ὑπέστη πόλεμον, τὸν τῆς ἀκολάστου ἐπιθυμίας, ὃς δὴ καὶ μειζόνως αὐτὸν ἐκόλασε. Διὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν. ζʹ. Καθάπερ γὰρ θηρίον δεδεμένον οὐχ οὕτω φοβού‐ μεθα, ὡς ἀφεθέν· οὕτω δὴ καὶ τὴν κακίαν οὐχ οὕτως
35ἐν θλίψει δεδοικέναι χρή· τότε γὰρ δέδεται τῇ ἀθυμίᾳ καὶ τοῖς ἄλλοις δεσμοῖς· ἀλλὰ μετὰ τὴν ἄνεσιν, τότε χρὴ δεδοικέναι. Διὰ δὴ τοῦτο ὄψει πολλάκις τὰς εὐ‐ πραγίας μείζονα τῶν κακῶν ἐργαζομένας δεινά. Οὕτω καὶ Ἐζεκίας μετὰ τὸ τρόπαιον ἔμελλεν ἀπόλλυσθαι.
40Διὸ καὶ οὗτος ἀλλαχοῦ φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς. Ἴδε γὰρ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· καὶ ἕτερον πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν
45πυλῶν τοῦ θανάτου. Καὶ γὰρ πρὸς τὸν προστάτην καὶ κηδεμόνα καταφεύγω, καὶ ἀεί μοι χεῖρα παρέχοντα. Εἶδες αὐτὸν ἐν τῇ αἰτήσει τῶν μελλόντων εὐχάριστον ὑπὲρ τῶν παρελθόντων γινόμενον, καὶ διπλῆν λέγοντα εὐεργεσίαν; Οὐ γὰρ εἶπεν, Ὁ ἀπαλλάττων με τῶν

55

.

131

(50)

πυλῶν τοῦ θανάτου, ἀλλ’, Ὁ ὑψῶν με. Οὐ γὰρ μέχρι τοῦ λῦσαι τὰ δεινὰ ἵστατο ἡ εὐεργεσία τοῦ Θεοῦ, ἀλλὰ καὶ θαυμαστοὺς ἐποίει, καὶ ἐπιδόξους, καὶ λαμπροτέ‐ ρους, καὶ ὑψηλούς. Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ’, Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν. Ὅπως
55ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύ‐Column end

55

.

132

λαις τῆς θυγατρὸς Σιών. Ὃ ποιεῖν τοῖς ἄλλοις παρ‐ ῄνεσε, τοῦτο καὶ αὐτὸς ποιεῖ· Ἀναγγείλατε γὰρ, φη‐ σὶν, ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν ἐργάσομαι· καὶ οὐκ ἐργάσομαι ἁπλῶς, ἑνὸς
5παρόντος, καὶ δύο, καὶ τριῶν, ἀλλ’ ἐν μέσῳ θεάτρῳ. Ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτό μοι στέ‐ φανος, τοῦτό μοι διάδημα, τὸ διὰ σοῦ στῆσαι τρό‐ παιον, τὸ διὰ σοῦ σωτηρίας ἀπολαῦσαι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ πάντως σωθῆναι ζητήσωμεν, μὴ πάντως
10ἀπαλλαγῆναι τῶν δεινῶν παντὶ τρόπῳ, ἀλλὰ κατὰ Θεόν. Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας. Τοῦτο γὰρ οὐχὶ σω‐ θῆναί ἐστιν, ἀλλ’ ἀπολέσθαι. Ἡ γὰρ μεγίστη σωτηρία
15τὸ διὰ τοῦ Θεοῦ σωθῆναι. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Ἄλλος, Ἐβαπτίσθησαν. Διαφθορὰν τὴν κακίαν λέγει· οὐδὲν γὰρ οὕτω διαφθεί‐ ρει, ὡς κακία. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ πονηροῦ. Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ
20τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός· οὕτω καὶ ὁ πο‐ νηρὸς ὑπὸ τῆς κακίας. Ὥστε καὶ πρὸ τῆς παρὰ τοῦ Θεοῦ τιμωρίας, αὐτὴ ἡ κακία τὸν ἐργάτην ἀπαιτεῖ δίκην. Ἐπειδὴ γὰρ πολλὰ περὶ τῆς ἄνω δίκης δι‐ ελέχθη καὶ περὶ τῆς τοῦ Θεοῦ ῥοπῆς, αὕτη δὲ οὐ κατὰ
25πόδας ἔπεισιν, ἀλλὰ μέλλει πολλάκις καὶ ἀναβάλλε‐ ται, καὶ τοῦτο τοὺς πολλοὺς ῥᾳθυμοτέρους ποιεῖ, δεί‐ κνυσιν ἐπὶ θύραις τὴν τιμωρίαν οὖσαν, καὶ ταύτην τοὺς πονηροὺς ὑπομένειν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐ‐
30τῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Καὶ ὅρα πῶς κυ‐ ρίως κέχρηται ταῖς λέξεσιν. Ἐνεπάγη, φησί· τουτ‐ έστι, κατὰ κράτος κατεσχέθη, ἄφευκτος αὐτῷ γέγο‐ νεν ἡ ἐπιβουλή. Καὶ πάλιν· Ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. Δεσμοῖς ἀλύ‐
35τοις, φησὶν, οἱ πονηροὶ περιπείρονται. Ταῦτα ἐπὶ τῶν ἀποστόλων καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πό‐ λεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκ‐
40πίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπι‐ βουλεύοντες κατελύοντο. Καὶ οἱ τοὺς τρεῖς παῖ‐ δας ἐμβαλόντες εἰς τὴν Βαβυλωνίαν κάμινον, ὑπ’ αὐ‐ τῆς πάλιν ἑάλωσαν· ὃ δὴ καὶ ἐπὶ τοῦ Δανιὴλ γέγο‐ νεν. Ἀλλ’ ἐπὶ μὲν τοῦ Δανιὴλ τοῦτο εἰκότως γέγονεν,
45αὐτοὶ γὰρ αὐτὸν ἐνέβαλον· ἐπὶ δὲ τῶν τριῶν παίδων τί δήποτε, τοῦ βασιλέως ἁμαρτόντος, οἱ πρὸ τῆς κα‐ μίνου ἑστῶτες οὗτοι κολάζονται; Ὅτι καὶ οἱ κατα‐ φλεχθέντες οὗτοι ἦσαν τῷ ἐπιτάγματι τοῦ τυράννου ὑπηρετήσαντες, καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνή‐

55

.

132

(50)

σαντες. Ἐν παγίδι, ᾗ ἔκρυψαν. Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν αὐτῶν τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ αἰσχύνης γέμον ἦν τὸ γινόμενον, διὰ τοῦτο κρύπτου‐ σι, καὶ λανθάνειν πειρῶνται. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἄλλος, Ἐγνώσθη κρῖμα ποιήσας·
55τουτέστι, κολάζων, ἐκδικῶν, ἐπεξιών. Εἶδες ἕτερον
εἶδος εὐεργεσίας ἀπὸ κολάσεως; Οὐ γὰρ δὴ μόνον,

55

.

133

φησὶ, τοὺς κολαζομένους σπουδαιοτέρους ποιεῖ, ἀλλὰ καὶ τῆς αὐτοῦ θεογνωσίας ἐκλάμπειν παρασκευάζει τὸν λόγον· καὶ ἴδοι τις ἂν μᾶλλον αὐτὸν ἐντεῦθεν ἐπιστρέφοντα τοὺς ἀνθρώπους. Ὅτε γοῦν κατὰ τῶν
5κρημνῶν εἴασεν ἐνεχθῆναι τὴν ἀγέλην τῶν χοίρων, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν, τότε μάλι‐ στα ἐξεπλάγησαν. Καὶ ἐν τῇ Παλαιᾷ οἱ Ἰουδαῖοι, Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καθώς φησιν ὁ Προφήτης. Καὶ τί δήποτε τοῦτο οὐ
10συνεχῶς ποιεῖ μᾶλλον; Ὅτι οὐ βούλεται βιαιότερον, ἀλλὰ καὶ προαιρετικώτερον τὰ τῆς ἀρετῆς κατορ‐ θοῦσθαι, καὶ μᾶλλον εὐεργετουμένους ἢ κολαζομένους. Καὶ πόσῳ, φησὶ, βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν ἢ προ‐ αιρέσει κακόν; Οὐκ ἔστιν ἀγαθὸν εἶναι ἀνάγκῃ. Ὁ
15μὲν γὰρ τῷ δεσμῷ γινόμενος καλὸς, οὐκ ἔσται ἀεί ποτε καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς, ἐπαν‐ ήξει πρὸς τὴν κακίαν· ὁ δὲ παιδαγωγούμενος ὥστε προαιρέσει γενέσθαι καλὸς, γενόμενος, πάγιος μένει. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ
20ἁμαρτωλός. Οὐ τῶν χειρῶν τοῦ Θεοῦ εἶπεν, ἀλλὰ τῶν χειρῶν τοῦ ἁμαρτωλοῦ. ηʹ. Εἶδες πῶς ποικίλλει τὸν λόγον, καὶ τὴν ἄνωθεν φέρων τιμωρίαν, καὶ τὴν ἀπὸ τῆς κακίας ἐπάγων δί‐ κην; Πῶς τὴν ἄνωθεν τιμωρίαν; Γινώσκεται Κύ‐
25ριος, φησὶ, κρίματα ποιῶν. Πῶς τὴν ἀπὸ τῆς κα‐ κίας δίκην; Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Καὶ πάλιν τὴν ἀπὸ τῆς πονηρίας· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρ‐ τωλός. Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τι‐
30μωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει· οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν· ἀλλ’ ἑκατέρωθεν ἀσφαλίζεται τὸν λόγον. Διό φησιν· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη. Ἄλλος, Ταρσῶν αὐτοῦ. Μὴ τοί‐
35νυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς· σεαυτῷ γὰρ πλέκεις τὰ δίκτυα. ᾨδὴ διάψαλμα. Ἄλλος, Φθογγὴ ἀεί. Ἄλλος, Μελ‐ ῴδημα ἀεί. Ὁ δὲ Ἑβραῖος, Ἐγγαὼν σέλ. Ἀπο‐ στραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα
40τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἄλλος, Ἀναστρέψουσι. Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ
45ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἄλλος ἑρμηνευτής φησιν· Οὐ γὰρ εἰς τέλος ἡ προσ‐ δοκία τῶν πράων ἐπιλησθήσεται. Καλῶς εἶπεν, Εἰς τέλος, δεικνὺς ὅτι οὐκ ἀεὶ ἄνεσίν τις ἐπιζητεῖ. Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις

55

.

133

(50)

μέλλοι εἶναι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Δίκην δώ‐ σουσιν οἱ πονηροὶ, καὶ τὰ ἔσχατα πείσονται. Οὐ γὰρ ἀνέξεται ὁ Θεὸς διὰ παντὸς τοὺς ἀδικουμένους ἐν ἐπιβουλαῖς εἶναι. Ἐντεῦθεν καὶ τούτους παραμυθεῖ‐ ται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλ‐
55ανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέ‐ ρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας· πένητας οὐχ
ἁπλῶς, ἀλλὰ τοὺς συντετριμμένους τῇ καρδίᾳ. ΟὗτοιColumn end

55

.

134

γὰρ μάλιστά εἰσι καὶ πρὸς ὑπομονὴν ἐπιτήδειοι· μᾶλλον δὲ ἄλληλα συγκατασκευάζει ταῦτα, ἡ ταπει‐ νοφροσύνη τὴν ὑπομονὴν, ἡ ὑπομονὴ τὴν ταπεινοφρο‐ σύνην. Εἰ δέ τις εἴποι· Καὶ πῶς πενία ἡ ταπεινοφρο‐
5σύνη; ἐκεῖνο ἐροῦμεν, ὅτι αὕτη ἐπιτηδειοτέρα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ πλουτῶν ἀλύει, καὶ θορυβεῖται· ὁ δὲ πένης πάντα ῥᾳδίως φέρει, καθάπερ ἐν παλαί‐ στρᾳ τῇ πενίᾳ πολλάκις γυμναζόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι δύσκολον μετὰ πλούτου εἰς τὴν
10βασιλείαν εἰσελθεῖν. Τί ἐστιν, Ἡ ὑπομονὴ τῶν πε‐ νήτων οὐκ ἀπολεῖται εἰς τέλος; Οὐδέποτε, φησὶν, ἀλλὰ πάντως ἀπολήψεται τὸν οἰκεῖον καρπόν. Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ’ ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων. Καὶ γὰρ καὶ
15γεωργὸς ἀναμένει, καὶ ἔμπορος· πολλάκις δὲ ὑπὸ τῆς τῶν ἀέρων ἀνωμαλίας ἀμφότεροι τοῦ καρποῦ τῶν πόνων ἐκπίπτουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πάντως ἀπολαῦσαι τοῦ τέλους. Οὐ μι‐ κρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ
20περὶ τοῦ τέλους. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἄλλος, Μὴ θρασυνέσθω. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Ἄλλος, Καὶ κατὰ πρόσωπόν σου. Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς
25ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας. Τοι‐ αῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ’ ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλή‐
30θους, οὕτω παρακαλεῖν τὸν Θεόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Τί δέ ἐστιν, Ἀνάστηθι, Κύριε; Ἐπέξελθε, φησὶ, βοήθησον, κόλασον τοὺς ἀδικοῦντας. Καὶ καλῶς τοῖς ὀνόμασι γυμνοῖς ἐχρήσατο, εἰπὼν, Ἀνάστηθι, καὶ, Μὴ κραταιούσθω
35ἄνθρωπος· ὥστε δηλῶσαι, ὅτι ὁ εὐτελὴς, ὁ ἀπὸ γῆς, ὁ τέφρα καὶ, σποδός. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τί ἐστι τοῦτο; Δότωσαν δίκην, φησὶ, τῶν ἁμαρτη‐ μάτων. Οὐ γεγόνασι τῇ μακροθυμίᾳ βελτίους· ἀπαί‐ τησον εὐθύνας τῶν τετολμημένων. Κατάστησον,
40Κύριε, νομοθέτην ἐπ’ αὐτοῖς. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διάψαλμα. Ἄλλος, Ἀεί. Τί ἐστι, Κατάστησον νομοθέτην αὐτοῖς; Ἐπεὶ, φησὶ, καθά‐ περ ἐν αὐτονομίᾳ πάντα πράττουσι, μὴ θέλοντες διδόναι δίκην, ἐπέξελθε, καὶ γενέσθω αὐτοῖς ἡ τι‐
45μωρία ἀντὶ νουθεσίας. Τοῦτο καὶ ἕτερος δηλῶν εἶπε, Κατάστησον, Κύριε, φόβημα αὐτοῖς. Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθω‐ σιν, καὶ τὸ μὴ παρανόμως ζῇν. Ἔσται γὰρ ἡ τιμω‐ ρία αὐτοῖς, φησὶν, ἀντὶ νουθεσίας· οὐκ αὐτοῖς δὲ μό‐

55

.

134

(50)

νον, ἀλλὰ καὶ ἑτέροις. Καὶ ἵνα μάθῃς ὅσον τὸ κέρδος, καὶ πῶς καταστέλλει νόσημα, ἄκουε τοῦ ἑξῆς. Γνώ‐ τωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέ‐ γει τοιοῦτόν ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόη‐
55σαν ἑαυτούς. Καὶ καλῶς προσέθηκε τὸ, Ἀεὶ, ἵνα δη‐
λώσῃ, ὅτι οὐκ ἐν ταῖς δυσπραγίαις μόνον, ἀλλὰ καὶ

55

.

135

ἐν ταῖς εὐημερίαις. Ἀλλὰ γάρ, ἂν κολάσῃς αὐτοὺς νῦν, ἔχοντες τὸν φόβον ἀκμάζοντα, καὶ τὴν μνήμην τῶν συμβεβηκότων δεινῶν, κἂν εἰς εὐημερίαν ἔλθω‐ σιν, εἴσονται τὴν ἑαυτῶν φύσιν.
5 θʹ. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτε‐ ρον. Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμέ‐ νης προαιρέσεως. Ἵνα τί, Κύριε, ἀφέστηκας μα‐
10κρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσι; Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν· μὴ γένοιτο. Ἐπεὶ καὶ πολλοὶ τῶν θλιβομένων ὑπὸ τῆς ὀδύνης πρὸ τοῦ προσήκοντος καιροῦ ἀξιοῦσι γενέσθαι τὴν
15κρίσιν· καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γε‐ νομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆ‐ σαι τὴν χεῖρα· ἐπιβλαβῆ μὲν χάριν αἰτοῦντες, τῷ δὲ μὴ φέρειν τὰς ὀδύνας τοῦτο πάσχοντες. Καὶ πολλάκις πρὸς τοὺς ἰατροὺς βοῶσιν, Ἐβασάνισάς με, ἀπώλεσάς
20με, ἀνεῖλές με· ἀλλ’ οὐκ ἔστι ταῦτα τῆς διανοίας ῥή‐ ματα, ἀλλὰ τῆς ὀδύνης. Οὕτω δὴ πολλοὶ καὶ τῶν μικρο‐ ψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέρον‐ τες. Καὶ ὁ Σοφονίας δὲ τοιοῦτόν τινα μεταχειρίζει λό‐ γον. Ἀλλὰ ταῦτα ἐν τῇ Παλαιᾷ, ὅτε σύμμετρα ἦν τὰ
25σκάμματα· τῆς δὲ ἐν τῇ Καινῇ πόῤῥω ταῦτα φιλοσο‐ φίας. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρί‐ ζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἄλλος, Συλληφθήτωσαν. Ὅτι ἐπαι‐ νεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς
30αὐτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται. Παρώξυνε τὸν Κύ‐ ριον ὁ ἁμαρτωλός. Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης· ὅτι πρὸ τῆς κολάσεως καὶ τῆς
35τιμωρίας ὀδυνᾶται ὁ ἀδικούμενος, οὐ φέρων τὴν εὐ‐ ημερίαν τοῦ πονηροῦ. Οὐ μικρὰ δὲ καὶ τοῦτο τιμω‐ ρία. Εἶτα ἀξιοῖ δοῦναι αὐτοὺς δίκην, καὶ αὐτοῖς περι‐ τραπῆναι τὰς ἐπιβουλὰς αὐτῶν· καὶ λέγει κακίας εἶδος ἀφόρητον. Ποῖον δὴ τοῦτο; Ὅτι ἐπαινεῖται ὁ
40ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἐφ’ οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐφ’ οἷς, φησὶν, αἰσχύ‐ νεσθαι, ὑπὲρ τούτων θαυμάζεται, ἐπαινεῖται. Πῶς δ’ ἂν γένοιτο τούτου ἴασις λοιπὸν, ὅταν ἐπαινῆται ἡ κακία; Καὶ γὰρ καὶ νῦν τοῦτο γίνεται. Ὁ δεῖνα θαυ‐
45μάζεται ὡς δυνάστης· ὁ δεῖνα ὡς ἐχθροὺς ἀμυνόμενος· ὁ δεῖνα ὡς φρόνιμος, ἐπειδὴ τὰ πάντων συνήγαγε· καὶ ὅτε ἀπολέσῃ ἑαυτὸν, λέγουσιν· Εὗρεν ἑαυτόν· καὶ ἕτεροι ἄλλα φασί· καὶ οὐδεὶς περὶ πνευματικῶν λόγος αὐτοῖς. Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως,

55

.

135

(50)

οὐδὲ ὁ πενίας ἐραστής· ἀλλ’ ὁ χρηματιστὴς, ὁ κάπη‐ λος, ὁ κόλαξ, ὁ δουλοπρεπεῖς ὑπομένων διακονίας ὑπὲρ οὐδενὸς χρησίμου. Ταῦτα θρηνεῖ ὁ Προφήτης, ὅτι οὕτως ἐκράτησεν ἡ κακία, ὡς καὶ ἐγκαλλωπίζε‐ σθαι, καὶ παῤῥησιάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον,
55ὅτι οὐκ αἰσχύνεται, οὐδὲ μόνον αὐτὸς ἑαυτὸν ἐπαινεῖ ἐπὶ τοῖς γινομένοις, ἀλλὰ καὶ ἑτέρους ἔχει τοὺς ἐπαι‐ νέτας. Τί ταύτης γένοιτ’ ἂν χεῖρον τῆς μανίας; Παρ‐ ώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἄλλος δέ φη‐ σιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυ‐
60μίαν τῆς ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογή‐Column end

55

.

136

σας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς κατὰ μετεωρισμὸν θυ‐
5μοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ
10κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτ‐ έστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς ὁμοφύλους ἐστὶν
15ἐχθρὸς καὶ πολέμιος, τῆς ἀρετῆς ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν, ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμ‐ πέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ
20ὀφθαλμῶν. Ἀλλ’ ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος, Δι’ ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ. Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ
25κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ἄλλος, Ἦρται ἡ κρίσις σου. Εἶδες τῆς κακίας τὸν καρπόν; Σβέννυται αὐτοῦ τὸ φῶς, πηροῦνται οἱ διαλογισμοὶ, αἰχμάλωτος δίδοται τῇ πονηρίᾳ. Ὥσπερ γὰρ ὁ πεπη‐ ρωμένος εἰς βάραθρα πίπτει συνεχῶς, οὕτω δὴ καὶ
30αὐτὸς, ἐπειδὴ τοῦ Θεοῦ τὸν φόβον οὐκ ἔχει πρὸ τῶν ὀφθαλμῶν, διὰ παντὸς ἐν κακίᾳ διατρίβει· οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ’ ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρί‐ σεως, οὐδὲ τῶν εὐθυνῶν· ἀλλ’ ὥσπερ χαλινὸν ἅπαντα
35ταῦτα τὰ βοηθήματα ἐκβαλὼν, καθάπερ πλοῖον ἀν‐ ερμάτιστον πονηροῖς ἐκδίδοται πνεύμασι καὶ κύμα‐ σιν ἀγρίοις, οὐδενὸς ὄντος τοῦ παιδαγωγοῦντος αὐτοῦ τὴν διάνοιαν. Εἶδες τὸν πονηρὸν ἐν αὐτῇ τῇ κακίᾳ τὴν δίκην ὑπέχοντα; Τί γὰρ ἵππου ἀχαλινώτου, τί
40δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμέ‐ νου χαλεπώτερον; ιʹ. Ἀλλὰ τούτων ἁπάντων ἀθλιώτερος ὁ ἐν κακίᾳ ζῶν, τὸ ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ φῶς σβέσας, καὶ αἰχμάλωτος ἐκδοθείς. Πάντων τῶν ἐχθρῶν αὐτοῦ
45κατακυριεύσει. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. Ἄλλος, Πάντας τοὺς ἐχθροὺς αὐτοῦ ἐκφυσᾷ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Οὐ περιτραπήσομαι εἰς γενεὰν καὶ γενεάν. Οὐ γὰρ ἔσομαι ἐν κακώσει.

55

.

136

(50)

Εἶδες τὴν ἀπόνοιαν; εἶδες τὴν ἄφατον ἀπώλειαν; εἶδες τὸν κατὰ μικρὸν αὐξανόμενον ὄλεθρον; εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται; Ἐπαινεῖται ἐν τοῖς ἁμαρτήμασιν, εὐλογεῖται ἐν ταῖς ἀδικίαις. Πρῶτον
55βάραθρον τοῦτο, καὶ ἱκανὸν ἐκτραχηλίσαι τὸν μὴ προσέχοντα. Διὸ δὴ μᾶλλον τοὺς αἰτιωμένους καὶ διορθουμένους ἀποδέχεσθαι χρὴ, ἢ τοὺς ἐπαινοῦντας καὶ ἐπ’ ὀλέ‐ θρῳ κολακεύοντας. Τοὺς γὰρ βλᾶκας οὗτοι διαφθεί‐
60ρουσι, καὶ πρὸς μείζονα ὠθοῦσι κακίαν· καθάπερ καὶ τοῦτον τὸν ἁμαρτωλὸν ἐμφυσήσαντες, ἐπαιδοτρί‐
βησαν εἰς ἄνοιαν. Διὸ καὶ Παῦλος Κορινθίοις τοῦτο

55

.

137

αὐτὸ λέγει ἐπὶ τῷ πορνούσαντι· Καὶ ὑμεῖς πεφυ‐ σιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Πολλὰ τὸν ἁμαρτάνοντα πενθεῖν, οὐκ ἐπαινεῖν δεῖ. Εἶδες διεστραμμένην κακίαν, ὅτι μὴ μόνον οὐκ ἐγ‐
5καλεῖται, ἀλλὰ καὶ εὐφημεῖται; Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονη‐ ρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κρι‐ μάτων αὐτοῦ· ἐντεῦθεν ἐπελάθετο καὶ τῆς οἰκείας φύσεως. Ὁ γὰρ τῶν κριμάτων ἐπιλανθανόμενος τοῦ
10Θεοῦ, καὶ ἑαυτὸν λοιπὸν ἀγνοεῖ τῷ χρόνῳ. Ὅρα γοῦν οἷα λογίζεται· Οὐ μὴ σαλευθῶ εἰς γενεὰν καὶ γενεὰν, ἀλλ’ ἔσομαι ἄνευ κακοῦ. Τί ταύτης ἀνοη‐ τότερον τῆς διανοίας, ἄνθρωπον ὄντα, καὶ ἐπίκη‐ ρον, καὶ τοῖς προσκαίροις συμπεπλεγμένον πράγμα‐
15σι, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον, τοιαῦτα φαντάζεσθαι; Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τῆς ἀνοίας. Ὅταν γὰρ ἀνόητος ἀνὴρ πολλῆς ἀπολαύῃ τῆς εὐ‐ ημερίας, καὶ τῶν ἐχθρῶν κρατῇ, καὶ ἐπαινῆται καὶ θαυμάζηται, πάντων ἀθλιώτερος γίνεται. Τῷ γὰρ
20μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σω‐ φρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμνα‐ στος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται. Ἀλλ’ οὐχ ὁ Ἰὼβ οὕτως· ἀλλὰ καὶ ἐν τῇ εὐημερίᾳ καθ’ ἑκάστην ἡμέραν δυσημερίαν ἤλπιζε· διὸ καὶ
25ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή. Διὸ καὶ ἕτερος ἔλεγε· Μνήσθητι καιροῦ λι‐ μοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείας καὶ ἐνδείας
30ἐν ἡμέρᾳ πλούτου. Ἀλλ’ οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ’ ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας· ὅπερ ἐσχάτης ἀνοίας καὶ διαφθορᾶς ὑπόθεσις, καὶ ἐξωλείας ἐστὶν ἀφορμή. Μὴ δὴ μακάριζε τοὺς πλουτοῦντας, τοὺς
35τῶν ἐχθρῶν περιγινομένους, τοὺς ἐπαινουμένους ἐπὶ τούτοις. Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας, καὶ δόλου. Ὑπὸ τὴν γλῶσσαν
40αὐτοῦ κόπος καὶ πόνος. Ἄλλος, Ἀνωφελές. Ἐγ‐ κάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Ἄλλος, Ἐνεδρεύων παρὰ τὰς αὐλάς. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων
45ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ἄλλος, Ὡς ἐν τῷ περιφρά‐ γματι αὐτοῦ. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. Ἄλλος, Ἐν ἑλκυσμῷ αὐτοῦ. Ἐν τῇ παγίδι αὐτοῦ ταπει‐ νώσει αὐτόν. Ἄλλος, Ἐν τῇ σαγήνῃ. Κύψει καὶ

55

.

137

(50)

πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενή‐ των. Ἄλλος, Ὁ δὲ θλασθεὶς καμφθήσεται, ἐπι‐ πεσόντος αὐτοῦ μετὰ τῶν ἰσχυρῶν αὐτοῦ τοῖς ἀσθενέσιν. Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον; Καθάπερ γὰρ
55θηρίον ὑπογράφων ὁ Προφήτης, οὕτω περὶ αὐτοῦ διαλέγεται, τοὺς δόλους, τὰς ἐνέδρας, τὰς ἐπιβουλὰς ἐκπομπεύων. Τί τούτου γένοιτ’ ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων; Τοῦτον οὖν, εἰπέ μοι, πλούσιον φήσομεν; Οὐκοῦν καὶ
60τὸν κλέπτην, καὶ τὸν τοιχωρύχον. Ἄπαγε, φησί. Τί γὰρ εἰ καὶ μὴ διορύττει δικαστήρια; τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ
φῶς τοῦ δικάζοντος; Τί γὰρ εἰ μὴ καθευδόντωνColumn end

55

.

138

ἐπέρχεται, ἀλλ’ ἐγρηγορότων ἁπάντων; Οὗτος γὰρ ἰταμώτερος. Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ’ ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι. Εἶδες πε‐ νίαν; εἶδες ὠμότητα; Πενίαν, ὅτι τῶν τοῦ πένητος
5ἐπιθυμεῖ· ὠμότητα, ὅτι οὐδὲ τῇ συμφορᾷ ἐπικλᾶται, ἀλλ’ ἢν ἐλεεῖν δεῖ καὶ διορθοῦσθαι πενίαν, ταύτην ἐπιτρίβει. Ἀλλ’ ὅμως οὐκ ἀτιμώρητα ταῦτα ἐργάζε‐ ται· ἀλλ’ ὅταν κρατήσῃ, ὅταν δόξῃ περιγενέσθαι, ὅταν ἀχείρωτος εἶναι νομίσῃ, τότε ἀπολεῖται· ἵνα καὶ
10τοῦ Θεοῦ τὸ εὐμήχανον φαίνηται, καὶ τῶν πενήτων ἡ ὑπομονὴ, καὶ τούτου τὸ ἀδιόρθωτον, καὶ τῆς τοῦ Θεοῦ μακροθυμίας ἡ ἀνεξικακία. Διὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν· ἀλλ’ ὅταν μηδὲν ἀπὸ
15τῆς μακροθυμίας κερδάνῃ, τότε αὐτὸν ἀπὸ τῆς τιμω‐ ρίας νουθετεῖ. Οὗτοι μὲν γὰρ ἀδικηθέντες, οὐδὲν ἐβλά‐ βησαν· ἀλλὰ καὶ βελτίους ἐγένοντο καὶ λαμπρό‐ τεροι ἀπὸ τῆς θλίψεως· ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακή‐
20σας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον· ὅτι ὅταν ἑαυτοῦ ᾖ δυνατώτερος, τότε αὐτοῦ περιγίνεται· οὗτος δὲ ἀδιόρθωτος μείνας, τὴν ἐσχά‐ την δίδωσι δίκην. Οὐ μικρὸς δὲ οὗτος σωφρονισμὸς τοῖς εὐημεροῦσι.
25 ιαʹ. Μὴ τοίνυν, ὅταν κρατήσῃς τῶν ἐχθρῶν, καὶ πάντα σοι ἐξ οὐρίας φέρηται, θάῤῥει ζῶν ἐν πονηρίᾳ, ἀλλὰ τότε μᾶλλον δέδιθι. Καὶ γὰρ αὔξεται τὰ τῆς πο‐ νηρίας, ἀναιρεῖταί σοι τὰ τῆς ἀπολογίας, ἐκκόπτεταί σοι τὰ τῆς συγγνώμης μένοντι πονηρῷ. Εἶπε γὰρ ἐν
30καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός· ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος. Ἴδε πρὸς ὅσον βάραθρον ἀπωλείας κάτεισιν, οἷα δόγματα συνάγει, ἃ διὰ τὸ ἀναίσχυντον ἐξενεγκεῖν μὲν οὐ τολμᾷ, παρ’ ἑαυτῷ δὲ στρέφει, πρὸς τὴν
35ἀλήθειαν μαχόμενος, καὶ τὰ ἡλίου φανερώτερα συσκιάζων διὰ τὴν πήρωσιν τῆς ἑαυτοῦ διανοίας. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἄλλος, Ἔπαρον τὴν χεῖρά σου. Ἕνεκεν τίνος παρώργισεν ὁ
40ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου. Ἄλλος, Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου. Ἄλλος, Ἵνα
45δοθῶσιν εἰς χεῖράς σου. Ὁ μὲν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὡς μὴ διδοὺς δίκην· ὁ δὲ Προφήτης ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ τῆς μακροθυμίας ἀναπληροῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ

55

.

138

(50)

βλέπειν εἰς τέλος· αὐτὸς δὲ ἀπεναντίας· Καὶ βλέ‐ πεις, καὶ κατανοεῖς, καὶ μακροθυμεῖς, ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Τί ἐστιν, Ἕως ἂν αὐτοὶ δοθῶσιν εἰς χεῖράς σου; Ἀνθρωπινώτερον εἴρηκεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἀναμένεις, ἀνεξικακεῖς, ὥστε
55τῇ ὑπερβολῇ τῆς πονηρίας αὐτοὺς παραδοθῆναι. Δυνατὸς μὲν γὰρ εἶ καὶ ἐξ ἀρχῆς ἑλεῖν, καὶ χειρώ‐ σασθαι· ἀλλ’ ἄφατόν σου τῆς ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος, καὶ οὐκ ἐπεξιόντος, ἀλλ’ ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν. Εἰ δὲ μὴ βούλονται, τότε κολάζεις,
60ὅταν μηδὲν ἐκ τῆς μακροθυμίας κερδαίνωσιν. Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον
πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει· Σοὶ ἐγκατα‐

55

.

139

λέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Ἄλλος, Σὺ ἐγένου. Ἄλλος, Σὺ ἔσῃ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τοῦτο ἔργον σὸν, τοῦτο ἐξαίρετον σόν. Οὐκ ἂν δὲ τὸ ἑαυτοῦ εἴασε, καὶ προὔδωκεν. Ὡς γὰρ
5τεχνίτου τὸ οἰκοδομεῖν, καὶ κυβερνήτου τὸ εὐθύνειν τὸ σκάφος, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ σὸν τὸ ὀρφανῶν προΐστασθαι, τὸ πτωχοῖς χεῖρα ὀρέγειν. Οὐδεὶς οὕτω προστάτης τούτων, ἀλλὰ σὺ μόνος. Τὸ γὰρ, Ἐγκαταλέλειπται, τοῦτο παρίστησιν. Οὐδεὶς,
10φησὶν, ἄλλος, ἀλλὰ σὺ μόνος ὀρφανῶν καὶ πτωχῶν προστάτης. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρ‐ τωλοῦ καὶ πονηροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι’ αὐτήν. Ἄλλος, Ἐκ‐ ζητηθήτω ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός.
15Οὐχ ἁπλῶς τὸν ἁμαρτωλὸν ἀξιοῖ συντριβῆναι, ἀλλὰ τὴν ἰσχὺν, τὴν δυναστείαν, τὸ ὑπέκκαυμα αὐτοῦ τῆς πονηρίας· εἶτα ἀξιοῖ εὐθύνας αὐτὸν ὑποσχεῖν, καὶ λόγον δοῦναι τῶν πεπραγμένων, καὶ δεικνὺς τὸ μέγεθος τῆς ἀδικίας φησίν· Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι
20δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ’ ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων. Μηδεὶς οὖν ὀρφανίαν θρηνείτω, μηδεὶς πτωχείαν. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ. Μηδεὶς ἐπὶ
25δυναστείᾳ μεγαλοφρονείτω, μηδὲ φυσάσθω. Ἐπισφα‐ λὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ’ εὐκολίας πολλῆς. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐνταῦθα πρὸς τοὺς θορυβου‐
30μένους καὶ ταραττομένους, διὰ τὸ μὴ δοῦναι δίκην εὐθέως τοὺς ἁμαρτάνοντας, ἀποκρίνεται. Τί, φησὶ, φοβῇ; τί δέδοικας; Μὴ γὰρ πρόσκαιρος ὁ δικαστής; μὴ γὰρ τέλος ἔχει τὰ τῆς βασιλείας αὐτοῦ; Κἂν μὴ νῦν δῷ, δώσει πάντως. Μένει γὰρ ὁ ἀπαιτῶν, καὶ
35βασιλεύει διηνεκῶς. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσ‐ έσχε τὸ οὖς σου. Ἄλλος, Τὴν πρόθεσιν τῆς καρ‐ δίας αὐτῶν ἠκροάσατο τὸ οὖς σου. Ἄλλος, Ἑτοι‐
40μάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἄλλος, Κρῖ‐ ναι ὀρφανῷ καὶ τεθλασμένῳ. Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς
45τῶν πονηρῶν ἐπιμελείας ποιούμενον; Τούτων γὰρ μάλιστα τὸ κακῶς πάσχειν. Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυ‐ νος. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν; Ἐπίτασις τοῦτο ἀναισθησίας καὶ διὰ τοῦτο μά‐

55

.

139

(50)

λιστα αὐτοὺς χρὴ ἐλεεῖν· τοῦτο ἀτελοῦς διανοίας. Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λό‐ γον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα. Τούτοις ἐοίκασιν οἱ πλεονέκται, πενίαν μὲν
55δεδιότες, ὅπερ οὐκ ἔστι φοβερὸν, ἀλλὰ καὶ ἀσφαλείας ὑπόθεσις· πλοῦτον δὲ ἄδικον καὶ πλεονεξίαν περὶ πολλοῦ ποιούμενοι, ὃ πυρός ἐστι παντὸς φοβερώτερον. Παν‐ ταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Ταύτην τοίνυν διὰ παν‐ τὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φο‐
60βῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας. Διὸ καὶ ἐπάγει λέγων· Ἀπο‐
λεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, πανωλεθρίαν αὐτοῖςColumn end

55

.

140

ἀπειλῶν, καὶ ἀξιῶν γενέσθαι βοηθὸν καὶ ἔκδικον τῶν ἀδικουμένων, ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους σωφρονισθῆναι. Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν. Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι
5τίκτεται κακά· ἀπόνοια, ῥᾳθυμία, φθόνος, κενοδοξία, καὶ ἕτερα πολλῷ πλείονα τούτων. Ἀλλ’ ἵνα ἀπαλλαγῆτε τούτων ἁπάντων, τὴν ῥίζαν ἐκκόψατε· μὴ μενούσης γὰρ αὐτῆς, οὐ βλαστάνει τὰ πονηρὰ βλαστήματα. Διὰ τοῦτο καὶ ταῦτα εἴρηται, οὐχ
10ἵνα ἀκούωμεν μόνον, ἀλλ’ ἵνα καὶ διορθώμεθα, καὶ πολλὴν τὴν ἀρετὴν ἐν Χριστῷ Ἰησοῦ ἐπιδειξώμεθα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14tΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ.
15Εἰς τὸ τέλος τῷ Δαυΐδ. Ἄλλος, Ἐπινίκιος τῷ Δαυΐδ. Ἄλλος, Τῷ νικοποιῷ. αʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἄλλος, Ἀναστατοῦ εἰς τὰ ὄρη ὡς στρουθίον
20Ἄλλος, Μετακινοῦ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτει‐ ναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρ‐ δίᾳ. Ἄλλος, Ὡς ἐν ζόφῳ. Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. Ἄλλος, Ὅτι οἱ θεσμοὶ κατελύθη‐
25σαν. Ἄλλος, Ὅτι αἱ διδασκαλίαι συντριβήσονται. Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρού‐ ριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκατα‐ γώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων
30εὑρίσκουσα πόρον. Διὰ ταύτης ἄοπλοι τῶν ὡπλισμέ‐ νων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν. Καὶ τί θαυμαστὸν εἰ πολεμίων ἐκράτησαν, ὅπου γε καὶ αὐτοῦ τοῦ κόσμου
35περιεγένοντο; Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος. Ἡ γὰρ εἰς τὸν Θεὸν ἐλπὶς πάντα μεταῤῥυθμίζει. Ὀδόντες τεθηγμένοι, καὶ δεσμωτήριον στενὸν, φύσεως ἀγριότης,
40καὶ λιμὸς ὁπλίζων τὴν φύσιν, διάφραγμα οὐδαμοῦ, καὶ στόματα τοῦ σώματος πλησίον τοῦ Προφήτου· ἀλλ’ ἡ εἰς τὸν Θεὸν ἐλπὶς χαλινοῦ παντὸς ἰσχυροτέρα, εἰς τὰ στόματα ἐμπεσοῦσα, εἰς τοὐπίσω ταῦτα ἀνεῖλκε. Ταῦτα δὴ καὶ οὗτος φιλοσοφῶν, ἔλεγε πρὸς τοὺς
45κελεύοντας αὐτῷ φεύγειν καὶ δραπετεύειν, καὶ ἀπὸ τῆς τῶν τόπων ἀσφαλείας τὴν σωτηρίαν ἑαυτῷ πορίζεσθαι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Τί λέγεις; Τὸν τῆς οἰκουμένης Δεσπότην ἔχω σύμμαχον· τὸν πανταχοῦ εὐκόλως ἐργαζόμενον

55

.

140

(50)

πάντα, ἐκεῖνον στρατηγοῦντα ἔχω καὶ παριστάμενον· καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν; Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ’ εὐκολίας ἁπάσης; Τί με τὸν ὡπλισμένον ἰσχυρῶς,
55καθάπερ γυμνὸν καὶ ἄοπλον, δραπετεύειν παρασκευά‐ ζεις, καὶ μετανάστην εἶναι κελεύεις; Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβου‐
60λεύων· τὸν δὲ ἔχοντα τὸν τῆς οἰκουμένης Δεσπότην
μεθ’ ἑαυτοῦ ἐξορίζεις, καὶ φυγαδεύεις, καὶ μετανάστην

55

.

141

ποιεῖς, διὰ τὸν παρὰ τῶν ἁμαρτωλῶν πόλεμον; Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἕτερον δικαίωμα ἔχω τοῦ μὴ φεύγειν. Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην
5ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές; Οὐκ ἐννοεῖς τὸ ἀντιπαρα‐ ταττόμενόν μοι στρατόπεδον, πῶς ἀράχνης εὐτε‐ λέστερον; Εἰ γὰρ ὁ τοῦ βασιλέως ἐχθρὸς τοῦ ἐπιγείου, ὅπου ἂν παραγένηται, ἐπισφαλῶς ζῇ καὶ δέδοικε, καὶ
10τρέμει· πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται· οὕτω τὸν ἐχθρὸν καὶ πολέμιον καὶ τὰ ἀναί‐
15σθητα πολεμεῖ καὶ διαπτύει. Διά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι, διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν ἔχουσι, καὶ παρεσκευασμένα αὐτοῖς ἅπαντα· Ἡτοίμασαν γὰρ αὐτὰ, φησὶν, εἰς φαρέτραν· ἀλλ’
20οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα. Οὐδὲ γὰρ εἴ τινα ἐκλελυμένον εἶδον τόξον ἔχοντα, ἔδεισα ἄν. Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης; Οὐ τοίνυν οὐδὲ ἐνταῦθα, τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας ἀπούσης. Ἀλλὰ δόλους ῥάπτουσι, καὶ οὐκ ἐξ εὐθείας
25προσέρχονται. Διὰ τοῦτο μάλιστα αὐτῶν καταγελῶ, ὅτι ἐν σκοτομήνῃ βάλλουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνδρὸς ἐπιβουλεύοντος. Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ’ ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ. Τί οὖν γένοιτ’ ἂν ἀσθενέ‐
30στερον, ὅταν ὑπὸ τῶν οἰκείων μηχανημάτων αἱρῆται; Μετὰ δὲ τούτων ἔστι καὶ ἕτερον εἰπεῖν· ὅτι οὐχ ἁμαρτωλοὶ μόνον τοὺς ὑπὸ Θεοῦ βοηθουμένους καὶ μετὰ δόλου πολεμοῦσιν, ἀλλ’ ὅτι καὶ πρὸς τοὺς ἀνευ‐ θύνους καὶ οὐδὲν αὐτοὺς ἠδικηκότας. Οὐχ ὡς ἔτυχε
35δὲ καὶ τοῦτο αὐτοὺς ἀσθενεῖς ἐργάζεται. Καθάπερ γὰρ οἱ πρὸς κέντρα λακτίζοντες, ἐκεῖνα μὲν οὐδὲν ἔβλαψαν, τοὺς δὲ ἑαυτῶν πόδας ᾕμαξαν· οὕτω δὴ καὶ οὗτοι. Μετὰ δὲ τούτων, καὶ ἑτέρα τις αἰτία κα‐ ταλύουσα αὐτῶν τὴν ἰσχὺν τοῦ πολέμου ἐστί. Ποία
40δὴ αὕτη; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ, φησὶ, καθ‐ εῖλον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σοὶ πολεμοῦσι καὶ μάχονται, τὸν νόμον σου καὶ τὰ προστάγματά σου καθαιροῦντες. Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα. Ἢ τοῦτό φησιν,
45ἢ ὅτι καὶ παραβάται τοῦ νόμου εἰσί. Καὶ αὕτη δὲ οὐ μικρὰ ἀσθενείας ὑπόθεσις, τὸ τὰ σὰ μὴ φυλάξαντας, οὕτως εἰς πόλεμον ἰέναι. Διὰ γὰρ τοῦτο καὶ εὐθέσι πολεμοῦσι, καὶ δόλους ῥάπτουσι, ἐπειδὴ τῶν σῶν οὐκ ἀκούουσι προσταγμάτων.

55

.

141

(50)

βʹ. Διηγησάμενος τοίνυν περὶ τῆς ἀσθενείας τῶν πο‐ λεμίων, καὶ ταύτην δείξας οὐκ ἀπὸ τούτων, ἀφ’ ὧν ἕτεροι, ἀλλ’ ἀφ’ ὧν αὐτῷ πρέπον ἦν (οὐ γὰρ εἶπε, Χρήματα οὐκ ἔχουσιν, οὐδὲ φρούρια, οὐδὲ συμμά‐ χους, οὐδὲ πόλεις, οὐδ’ ὅτι πολέμων εἰσὶν ἄπειροι,
55ἀλλὰ πάντα ταῦτα παραδραμὼν καὶ διαπτύσας ὡς οὐδὲν ὄντα, καὶ εἰπὼν ὅτι παράνομοί εἰσιν, ὅτι πολεμοῦσι τοῖς οὐδὲν ἠδικηκόσιν, ὅτι τὰ τοῦ Θεοῦ καθαιροῦσι), λέγει λοιπὸν καὶ τὴν τῶν δικαίων παράταξιν, κἀντεῦθεν δεικνὺς τὸ ἐκείνων εὐχείρωτον.
60Οὕτω καὶ ἡμεῖς τὸν ἰσχυρὸν καὶ τὸν ἀσθενῆ δοκιμά‐
ζωμεν, ἀλλὰ μὴ ἀφ’ ὧν οἱ καταγέλαστοι τῶν ἀνθρώ‐Column end

55

.

142

πων φοβοῦνται, ἐκ τούτων μᾶλλον φοβώμεθα. Τί γάρ φασι; Δεινός ἐστι, πονηρός ἐστι, χρημάτων ὄγκον περιβέβληται καὶ δυναστείαν. Διὰ τοῦτο μάλιστα αὐ‐ τοῦ καταγελῶ. Ταῦτα γὰρ εἴδη ἀσθενείας ἐστίν. Ἀλλ’
5οἶδεν ἐπιβουλεύειν, φησί. Πάλιν ἕτερον εἶδός μοι λέγεις ἀσθενείας. Τί οὖν ὅτι πολλοὶ περιγίνονται τοιοῦτοι ὄντες; Ἐπειδὴ σὺ καλῶς πυκτεύειν οὐκ οἶδας· ἐπειδὴ καὶ σὺ ὑπὲρ τῶν αὐτῶν παγκρατιάζεις, ἀφ’ ὧν ἐκεῖνοι
10γίνονται ἀσθενέστεροι, περὶ δόξης καὶ δυναστείας. Φεῦγε τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, καὶ ἑτέρωθεν βάλλε τοὺς ἐπιόντας, ἐπιεικείᾳ τὸν ἀλαζόνα, πενίᾳ τὸν πλεονέκτην, ἐγκρατείᾳ τὸν ἀκόλαστον, φιλοφροσύνῃ τὸν φθονερόν· καὶ οὕτως αὐτῶν περιέσῃ ῥᾳδίως. Ἀλλ’,
15ὅπερ ἔφθην εἰπὼν, διηγησάμενος τὴν ἀσθένειαν τῶν ἀντιδίκων, ὅρα πῶς καὶ τοῦ δικαίου λέγει τὴν παν‐ οπλίαν. Ἐπάγει γάρ· Ὁ δὲ δίκαιος τί ἐποίησε; τουτέστιν· Ἐκείνων οὕτω παραταττομένων, ζητεῖς πόθεν ὡπλίσατο ὁ δίκαιος; Ἄκουε· Κύριος ἐν ναῷ
20ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Εἶδες πῶς συντόμως τὴν συμμαχίαν αὐτοῦ διηγήσατο; Τί ἐποίησεν, ἐρωτᾷς; Ἐπὶ τὸν Θεὸν κατέφυγε τὸν ἐν τῷ οὐρανῷ, τὸν πανταχοῦ παρόντα. Οὐ τόξα ἔτεινεν, οὐδὲ φαρέτραν ἡτοίμαζε, καθάπερ ἐκεῖνος, οὐδὲ ἐν
25σκοτομήνῃ παρετάξατο· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, τὴν εἰς τὸν Θεὸν ἐλπίδα πᾶσιν ἐπετείχισε, καὶ τοῦτον αὐτοῖς ἀντέστησε τὸν οὐδενὸς τούτων δεόμενον, οὐ καιρῶν, οὐ τόπων, οὐχ ὅπλων, οὐ χρημάτων, ἀλλὰ νεύματι πάντα ἀνύοντα. Εἶδες συμμαχίαν ἄμαχόν τε
30καὶ εὔκολον, καὶ ῥᾳδίαν; Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετά‐ ζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἄλλος, Τὰ
35βλέφαρα αὐτοῦ δοκιμάζει. Ἄλλος, Κύριος δίκαιος ἐξεταστής. Ἄλλος, Δίκαιον δοκιμάζει καὶ ἀσεβῆ, καὶ ἀγαπῶντα ἄδικα ἐμίσησεν ἡ ψυχὴ αὐτοῦ. Ἄλλος, Ὁ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυ‐ χήν. Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν
40εὐτρεπισμένον, πανταχοῦ παρόντα, πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ παρακαλῶν ᾖ, προνοεῖν, κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδι‐ δόναι τὰς ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι
45τὰς τιμωρίας τῶν ἁμαρτημάτων; Οὐδὲν οὖν ἀγνοεῖ· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκου‐ μένην. Οὐκ ἐπίσταται δὲ μόνον, ἀλλὰ καὶ βούλεται αὐτὰ διορθοῦν. Διὸ καὶ ἕτερος τοῦτο αὐτὸ δηλῶν εἶπε, Δίκαιος. Εἰ γὰρ δίκαιος, οὐκ ἀνέξεται ταῦτα ἁπλῶς

55

.

142

(50)

περιορᾷν γινόμενα. Ἀποστρέφεται τοὺς πονηροὺς, ἐπαινεῖ τοὺς δικαίους. Εἶτα ὅπερ ἐν τῷ προτέρῳ ψαλμῷ ἔλεγε, δεικνὺς ὅτι καὶ αὐτὴ ἡ κακία ἱκανὴ αὐτοὺς ἀναλῶσαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν ἐπήγαγεν· Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ
55ψυχήν. Πολέμιον γὰρ τῇ ψυχῇ πονηρία, ἐχθρὸν καὶ ὀλέθριον, ὥστε καὶ πρὸ τῆς κολάσεως δίκην δίδωσιν ὁ πονηρός. Εἶδες πῶς εὐαλώτους πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν καὶ τοιοῦτον ἔχῃ σύμμα‐ χον, καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων ὅπλων ἁλίσκωνται,
60δι’ ὧν φράττονται, διὰ τούτων δαπανώμενοι, καὶ ἑαυ‐

55

.

143

τοὺς βλάπτοντες; εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν; Οὐ γὰρ δεῖ βαδίσαι που, καὶ δραμεῖν, οὐδὲ χρήματα ἀναλῶσαι, τοῦ Θεοῦ πανταχοῦ παρόντος, καὶ πάντα ὁρῶντος. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,
5πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιο‐ σύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἄλλος, Ὕσει ἐπὶ παρανόμους ἄνθρακας. Ἄλλος, Εὐθύτητας ὄψεται τὸ πρόσωπον αὐτῶν,
10τουτέστι, τῶν δικαίων, ἢ αὐτοῦ τοῦ Θεοῦ. Εἰπὼν τὴν ἀπὸ τῆς κακίας δίκην, ἐπειδὴ ταύτης πολλοὶ κατα‐ φρονοῦσι, λοιπὸν κατασείει τὴν τῶν πονηρῶν διάνοιαν ἀπὸ τῆς ἄνωθεν φερομένης πληγῆς, ἐμφαντικῶς τῷ λόγῳ χρώμενος, καὶ διὰ φοβερῶν ὀνομάτων προϊών.
15Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.
20 γʹ. Τί ἐστιν, Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν; Τοῦτο αὐτοῖς κλῆρος, φησὶ, τοῦτο κτῆμα, τούτῳ ἐνδιατρί‐ ψουσιν, ἐν τούτοις δαπανηθήσονται. Εἶτα καὶ ἡ αἰ‐ τία· ὅτι ὁ πάντα ἐφορῶν οὐκ ἀνέξεται ταῦτα ἀτι‐ μωρητὶ παραδραμεῖν. Ὅπερ καὶ ἕτερος προφήτης
25φησί· Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τοῦτο καὶ οὗτος παρίστησι λέγων· Ὅτι δίκαιος Κύ‐ ριος, καὶ δικαιοσύνας ἠγάπησε. Τοῦτο τοῦ Θεοῦ μάλιστα ἐξαίρετον, ἀποδέξασθαι τὰ δίκαια, τὴν ὀρ‐
30θότητα· καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων. Διὰ δὴ τοῦτο ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
35Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται. Τοιοῦτος ὁ ἐπὶ χρήμασιν ἐλπίζων. Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυ‐
40ρίοις ἑτέροις· οὕτω καὶ ὁ πλουτῶν, καὶ ὑπὸ οἰκείων, καὶ ὑπὸ πολεμίων· καὶ ἐκείνου μᾶλλον ἐπι‐ σφαλέστερον ζῇ, πολλοὺς ἔχων τοὺς ἰξεύοντας, καὶ πρὸ ἐκείνων, πονηρὰς ἐπιθυμίας· καὶ μετανάστης ἐστὶν, ἀεὶ μετὰ τῶν καιρῶν ἱστάμενος, καὶ δημίων
45ὀργὰς δεδοικὼς, καὶ βασιλέως θυμὸν, καὶ κολάκων ἐπιβουλὰς, καὶ φίλων δόλους· καὶ πολεμίων ἐπιστάν‐ των, μᾶλλον πάντων τρέμει, καὶ εἰρήνης οὔσης, ὑφορᾶται τοὺς ἐπιβούλους· οὐ γὰρ ἔχει πλοῦτον μό‐ νιμον καὶ ἀναφαίρετον. Διὰ τοῦτο ἀεὶ πέτεται καὶ

55

.

143

(50)

μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων. Ἀλλ’ οὐχ ὁ δίκαιος τοιοῦτος. Αἱ γὰρ τῶν δικαίων ὁδοὶ ὁμοίως φωτὶ λάμπουσιν. Οὔτε γὰρ ἐπιβουλεύειν αἱροῦνται, οὔτε
55ἀδικεῖν, ἀλλ’ ἀνειμένην ψυχὴν ἔχουσιν. Οὗτοι δὲ ἀεὶ δόλους ῥάπτοντες, ἀεὶ ἐν σκότῳ καὶ φόβῳ εἰσὶ, καθά‐ περ οἱ λῃσταὶ, καὶ οἱ τοιχωρύχοι, καὶ οἱ μοιχοί· καὶ ἐν ἡμέρᾳ σκότος ὁρῶσι, τῆς ψυχῆς αὐτῶν ὑπὸ δέους βαλλομένης. Πῶς οὖν ἂν διασκεδασθείη τὸ
60σκότος τοῦτο; Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας,
ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκιςColumn end

55

.

144

ἁμαρτωλὸς ᾖς. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Οὐκ εἶπε, Δίκαιος, ἀλλὰ, Τίς; Κἂν ἁμαρτωλὸς, φησί. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν,
5ὅτι καὶ ἁμαρτωλοὶ ταύτης ἐχόμενοι τῆς ἀγκύρας, πᾶσίν εἰσιν ἀχείρωτοι. Τοῦτο γὰρ μάλιστα διαθέ‐ σεως τῆς πρὸς τὸν Θεὸν, ὅταν τοσούτοις κακοῖς βεβαρημένος θαῤῥήσῃς αὐτοῦ τῇ φιλανθρωπίᾳ. Ὥσπερ γὰρ ἐπικατάρατος ὁ ἐλπίζων ἐπὶ ἄνθρωπον,
10οὕτω μακάριος ὁ ἐλπίζων ἐπὶ Θεόν. Πάντων τοίνυν ἀποστήσας σαυτὸν, ταύτης ἔχου τῆς ἀγκύρας. Καὶ γὰρ ἐφορᾷ πάντα ὁ Θεὸς, καὶ κρίνει τὰ δίκαια, καὶ οὐ κρίνει μόνον, ἀλλὰ καὶ εἰς ἔργον ἐξάγει. Διὰ τοῦτο εἰπὼν αὐτοῦ περὶ τῆς δικαιοσύνης, ἔδειξε καὶ
15τὴν τιμωρίαν, διὰ τοῦ πυρὸς, διὰ τῆς καταιγίδος· καὶ τοῦτο δὲ ποιεῖ, κηδόμενος ἐκείνων, καὶ διὰ τῆς κολάσεως σωφρονεστέρους ποιῶν. Πάντων οὖν ἕνε‐ κεν προσίωμεν αὐτῷ, καὶ διηνεκῶς μένωμεν πρὸς αὐτὸν ὁρῶντες. Οὕτω γὰρ καὶ πάντων ἐπιτευξόμεθα
20τῶν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22tΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.
23Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νι‐ κοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσε‐
25 μινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώ‐ θησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀν‐ θρώπων.
30 αʹ. Δύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ’ ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀν‐ δρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοι‐ πορία πόνον, πολλῷ δὲ πλέον ὅταν μόνος ὁ ὁδοιπόρος ᾖ, καὶ μηδένα τὸν κοινωνοῦντα τῆς ὁδοιπορίας ἔχῃ·
35οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδὲ γὰρ μικρὸν ἀδελφῶν κοι‐ νωνία καὶ παράκλησις. Διὸ καὶ Παῦλός φησι· Κατα‐ νοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Διὰ δὴ τοῦτο μάλιστα τοὺς παλαιοὺς μακαρίζειν ἄξιον, οὐχ ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ’
40ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων οὐδαμοῦ φαινομένων. Τοῦτο γοῦν καὶ ἡ Γραφὴ αἰνιττομένη ἔλεγε· Νῶε δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Διὰ τοῦτο τὸν Ἀβραὰμ θαυμά‐ ζομεν, διὰ τοῦτο τὸν Λὼτ, διὰ τοῦτο τὸν Μωϋσέα,
45ὅτι καθάπερ ἐν βαθείᾳ νυκτὶ ἀστέρες ἐφαίνοντο, καὶ μεταξὺ τῶν ἀκανθῶν ῥόδα, καὶ ἐν μυρίοις λύκοις πρόβατα, τὴν ἐναντίαν πᾶσιν ὁδεύοντες ὁδὸν, καὶ μὴ διακοπτόμενοι. Εἰ γὰρ ἐπὶ πλήθους αὐτὸ τοῦτο δυσκολίαν φέρει, καὶ πολλῶν τὴν ἐναντίαν ποιουμέ‐

55

.

144

(50)

νων, ὁ μόνος ἀπεναντίας τοῦ πλήθους βαδίζων πολλὰ ὑπομένει πράγματα, καὶ εἰ ἐν ναυτιλίᾳ δὲ χαλεπὸν, τοῦ ῥοθίου τὴν ἐναντίαν φερομένου, πρὸς τὴν ἐναν‐ τίαν τὸ πλοῖον ἰθύνειν· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρε‐ τῆς. Διὰ δὴ τοῦτο καὶ ὁ δίκαιος οὗτος, ἅτε δὴ μόνος
55αὐτῆς ἐπειλημμένος, πάντων τὴν ἐναντίαν βαδιζόν‐

55

.

145

των, ἐπὶ τὴν τοῦ Θεοῦ πρόνοιαν καταφεύγει, λέγων· Σῶσόν με, Κύριε. Οὐδὲν οὖν ἄλλο, ἢ τοῦτο ἐντεῦθεν δηλοῖ· Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης. Τὴν γὰρ
5ἐναντίαν πᾶσιν ὁδεύων ὁδὸν, πολλῆς δέομαι τῆς προ‐ νοίας. Καὶ οὐκ εἶπε, Σῶσόν με, ὅτι οὐ γέγονεν ὅσιος, ἀλλ’, Ὅτι ἐκλέλοιπεν ὅσιος, δεικνὺς ὅτι καὶ οἱ ὄντες ἀπώλοντο, ἐπειδὴ ἐπεκράτησεν ἡ κακία, καὶ περιεγένετο ἡ νόσος. Τοῦτο καὶ Παῦλος φοβεῖται λέ‐
10γων· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Καὶ πάλιν· Φθείρουσιν ἤθη χρηστὰ ὁμι‐ λίαι κακαί. Τί ἐστιν, Ὠλιγώθησαν αἱ ἀλήθειαι; Πολλαί εἰσιν αἱ ἀλήθειαι. Καθάπερ ἐπὶ τῶν χρωμά‐ των, καὶ τῶν ἄλλων εἰδῶν, τὰ μέν ἐστιν ἀληθῆ, τὰ
15δὲ ψευδῆ, καὶ ἔστι πορφύρα ἀληθὴς, καὶ πορ‐ φύρα ψευδὴς, καὶ ἐπὶ κρόκου, καὶ ἐπὶ τῶν λίθων, καὶ ἐπὶ ἀρωμάτων, καὶ ἐπὶ ἑτέρων τοιούτων· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν. Ἀλήθεια γὰρ τὸ ὄντως ὂν, ψεῦδος δὲ τὸ μὴ ὄν. Ἐπεὶ οὖν ταῦτα διέστραπτο καὶ
20ἠμαύρωτο, οὐ τὴν ὑπόστασιν ἀπολέσαντα ἐξ ἑαυτῶν, ἀλλ’ ὑπὸ τῶν ἀνθρώπων φυγαδευθέντα· διὰ τοῦτο οὐκ εἶπε μόνον, ὅτι Ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλ’, Ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, προσέθηκε, τοῦτο αὐτὸ δηλῶσαι βουλόμενος. Σκόπει δέ· Ἔστι κόσμος
25ἀληθής· ἔστι καὶ ψευδής. Τίς οὖν ὁ ἀληθὴς κόσμος; Ὁ περὶ ψυχήν. Τίς δὲ ψευδής; Ὁ περὶ σῶμα. Ἔστι πλοῦτος ἀληθής· ἔστι καὶ ψευδής. Ψευδὴς ὁ τῶν χρη‐ μάτων, ἀληθὴς ὁ τῶν κατορθωμάτων. Ἔστιν εὐ‐ φροσύνη, ἡ μὲν ψευδὴς, ἡ δὲ ἀληθὴς, καὶ κάλλη,
30καὶ δυναστεῖαι, καὶ δόξαι. Ἀλλ’ οἱ πλείους τῶν ἀν‐ θρώπων, τὴν ἀλήθειαν τούτων ἀφέντες, τὰ ψευδῆ διώκουσιν. Ὥσπερ γὰρ ἔστιν ἄνθρωπος ἀληθὴς, καὶ ψευδής· ἀληθὴς μὲν ὁ ζῶν καὶ ἐνεργῶν, ψευδὴς δὲ ὁ γεγραμμένος· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔστιν
35ἰδεῖν. βʹ. Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλά‐ λησαν κακά. Ἄλλος φησὶν, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ λαλεῖ. Δύο κακίας λέγει ἐνταῦθα, καὶ ὅτι
40μάταια ἐλάλησαν, καὶ ὅτι πρὸς τὸν πλησίον· ἢ τὰ ψευδῆ μάταιά φησιν, ἢ τὰ περιττὰ καὶ ἀνόνητα. Τοιοῦτόν τι καὶ ὁ Παῦλός φησι λέγων· Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πάντες ἦσαν διεφθαρμένοι. Διὸ οὐκ εἶπεν, Ὁ δεῖνα, καὶ ὁ
45δεῖνα, ἀλλ’, Ἕκαστος. Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπό‐ λαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας. Ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ, ὅπερ ἕτερος ἑρμηνευτὴς, Ἐν καρδίᾳ ἄλλῃ καὶ ἄλλῃ, εἶπε, διδάσκων ὅτι πολλὴ διπλόη αὐτῶν ἐν καρδίᾳ. Τοῦτο πολεμίων πάντων

55

.

145

(50)

πικρότερον. Οἱ μὲν γάρ εἰσι φανεροὶ καὶ δῆλοι, ὅθεν καὶ εὐφύλακτοι γίνονται· οὗτοι δὲ ἕτερον προσωπεῖον προβαλλόμενοι, καὶ ἕτερον ὄντες, δυσφώρατοι τοῖς ἐπιβουλευομένοις καθίστανται, τῶν τὰ ξίφη κρυπτόν‐ των ὄντες πολλῷ χαλεπώτεροι. Ἐξολοθρεύσει Κύ‐
55ριος πάντα τὰ χείλη τὰ δόλια, καὶ γλῶσσαν μεγαλοῤῥήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν. Ἄλλος, Δυναστεύσομεν. Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστιν. Ἄλλος, Σὺν ἡμῖν πάρεστι. Τίς ἡμῶν κύριός ἐστιν; Ἄλλος, Τίς κυ‐
60ριεύσει ἡμῶν; Εἶδες κηδεμονίαν Προφήτου, πῶς
ὑπὲρ αὐτῶν εὔχεται; Οὐ γὰρ δὴ κατ’ αὐτῶν ἐστι τὸColumn end

55

.

146

εἰρημένον, ἀλλ’ ὑπὲρ αὐτῶν. Οὐ γὰρ εἶπεν αὐτοὺς ἀπολέσθαι, ἀλλὰ τὴν κακίαν ἀφανισθῆναι. Οὐ γὰρ εἶπεν, Ἐξολοθρεύσει Κύριος αὐτοὺς, ἀλλὰ, Τὰ χείλη τὰ δόλια.
5 γʹ. Καὶ πάλιν οὐχὶ τὴν οὐσίαν, ἀλλὰ τὴν γλῶτταν, τὴν ἀπόνοιαν, τὸν δόλον ἀναιρεθῆναι ἀξιοῖ, τὴν ὑπερ‐ ηφανίαν ἐκκοπῆναι. Κωμῳδῶν δὲ αὐτῶν τὴν ἄνοιαν, φησί· Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι. Τίς ἡμῶν κύ‐ ριός ἐστι; Μαινομένων καὶ παραφρόνων τὰ ῥήματα.
10Διὰ δὴ τοῦτο ὁ Παῦλος ἀπεναντίας αὐτοῖς φθεγγό‐ μενος παραινεῖ· Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγορά‐ σθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ Δεσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐν‐
15έπνευσεν. Ἀλλὰ σὺ ἔχεις; Ἀλλ’ οὐ πάνθ’ ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ’ ἵνα σπέρματα εἰς τὸ
20χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ’ ἵνα ταπεινοφροσύνην, ἀλλ’ ἵνα εὐφημίαν, ἀλλ’ ἵνα ἀγάπην ποιήσῃς δι’ αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ’ ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ
25ἵνα πλήττῃς, ἀλλ’ ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν; Ὢ διαβολικοῦ ῥήματος! ὢ ψυχῆς δαιμονώδους!
30Ὁρᾷς, ἄνθρωπε, τὴν φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ Δεσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδε‐ μονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ Δημιουρ‐
35γοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης ψυχῆς. Διὰ τοῦτο τὰ μυρία κακά. Ἀλλ’ οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν Δεσπότην ὁμολογοῦσι, τὸν δὲ
40περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολά‐ σεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλα‐ σιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυ‐ θεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες.
45Διὸ παρακαλῶ καὶ μεμνῆσθαι γεέννης, καὶ διαλέ‐ γεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐν‐ τεῦθεν ἤδη δήλην ἐποίησεν, ἀλλ’ ἵνα τῷ φόβῳ ποιήσῃ

55

.

146

(50)

βελτίους. Διὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται, ἐξαιρεῖν αὐτῆς τὴν μνήμην βουλό‐ μενος. Μὴ τοίνυν ἔκβαλλε τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ
55ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο δείκνυσιν ὁ πλούσιος ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς οὐδὲν ὤνησεν. Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων,
60νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σω‐

55

.

147

τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές. Μάθε πόση τῆς ταπεινοφροσύνης ἡ ἰσχύς. Τῶν πενήτων ἡ δύναμις (πενήτων λέγω, τῶν τὴν διά‐
5νοιαν συντετριμμένων), τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις. Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν καὶ ἄμυναν. Το‐ σοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη
10τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κα‐ κῶς γινομένη. Μεγάλη τοῦ στεναγμοῦ ἡ ἰσχὺς, τὴν ἄνωθεν καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε. Ἔχετε δύναμιν ὑμεῖς, καὶ πλοῦτον, καὶ χρή‐
15ματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ’ ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις
20ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στενα‐ γμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐ‐ γνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μη‐ δὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι
25ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤ‐ ῥησίας, φησὶν, αὐτῶν προστήσομαι φανερῶς καὶ δή‐ λως, ὥστε πάντας μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει; Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν
30τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ Δεσπότου τὴν συμμαχίαν, Φανε‐ ρῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί. Τὰ
35λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμέ‐ νον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομί‐ σητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπ‐
40ηλλαγμένα ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυ‐ ρωμένος οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ. Διό φησιν· Ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ
45Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον, τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως. δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ

55

.

147

(50)

πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕ‐ τως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύ‐ της, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς.
55Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος,
Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περι‐Column end

55

.

148

πατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύ‐ κλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώ‐
5πων. Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλ‐ λον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν
10ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοή‐ θεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀν‐ θρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν
15κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς
20νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπει‐ νωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίους σου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ’ εἰκόνα, φησὶν,
25ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐ‐ τὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φη‐ σὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
30Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶ‐ ναι ἐποίησε καὶ σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι
35ἕτερα στοιχεῖα· ἡμῖν δὲ ἐπέταξε ναὸν αὐτῷ κτίζειν ἡμᾶς αὐτούς. Κἂν τοίνυν οὐ δημιουργῇς οὐρανὸν, ἀλλὰ δημιουργεῖς ναὸν Θεοῦ. Ἐπεὶ καὶ οὐρανὸς διὰ τοῦτο λαμπρὸς, ἐπειδὴ Θεὸν ἔχει κατοικοῦντα ἐν αὐτῷ· μᾶλλον δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε γὰρ,
40φησὶ, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἐν τοῖς οὐ‐ ρανοῖς· καὶ μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε. Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν
45ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν

55

.

148

(50)

λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν Δανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλο‐ σοφοῦμεν. Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ
55ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες
γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε‐

55

.

149

νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ’ ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε
5ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ’ ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ Δεσπό‐
10της αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. Διὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐν‐ νοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν πα‐ ράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τι‐
15μῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
20tΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ.
21Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυΐδ. Ἄλλος, Ἐπινί‐ κιος ᾠδὴ τοῦ Δαυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἄλλος, Ἐκλανθάνῃ μου τέλεον. Ἕως πότε ἀποστρέ‐
25 φεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Ἄλλος, Κρύ‐ πτεις. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλ‐ λος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέ‐ ρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ δια‐
30 νοίᾳ μου καθ’ ἡμέραν. αʹ. Οὐ μικρὸν καὶ τοῦτο ἀγαθὸν, τὸ λαμβάνειν αἴσθη‐ σιν τῆς τοῦ Θεοῦ λήθης. Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Πολλοὶ γοῦν τοῦτο παθόντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, οὐδὲ ὀδύρονται·
35οὗτος δὲ ὁ μακάριος οὐ μόνον αὐτὸ ᾔδει, ἀλλὰ καὶ τὸν χρόνον ἀνελογίζετο. Τὸ γὰρ, Ἕως πότε, δεικνύντος ἐστὶ μακρὸν ὄντα τὸν χρόνον· διὰ τοῦτο καὶ ὀδύρεται καὶ θρηνεῖ. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ βιωτικοῦ τινος ἕνεκεν ἀλγεῖ, οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ
40δόξης, ἀλλ’ ὑπὲρ τῆς εὐνοίας πανταχοῦ. Καὶ πόθεν, φησὶν, ἔγνω ὅτι ἐπελάθετο αὐτοῦ ὁ Θεός; Ἐπειδὴ ᾔδει καὶ πότε ἐμέμνητο, καὶ σαφῶς ἠπίστατο τί μὲν λήθη, τί δὲ μνήμη· οὐ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώ‐ πων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσι παρὰ τοῖς ἀν‐
45θρώποις, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε νομίζουσι μεμνῆσθαι αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε πότε αὐτῶν ἐπιλανθάνεται ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Εἰ γὰρ τὰ

55

.

149

(50)

τῆς φιλίας σύμβολα οὐκ ἐπίστανται, οὐδὲ τὰ τῆς ἔχθρας γινώσκουσι. Πολλῶν γὰρ τῶν ταῦτα ἐχόντων
ἐπιλανθάνεται ὁ Θεὸς, καὶ μάλιστα τούτων· τῶν δὲColumn end

55

.

150

ἐν τοῖς ἐναντίοις ὄντων μέμνηται πολλάκις. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ ἀγαθόν τι ποιεῖν, τὸ νήφειν, τὸ ἐγρηγορέναι, τὸ ἀρετῆς ἐπιμε‐ λεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ὡς τὸ ἐν
5ἁμαρτίαις εἶναι καὶ πλεονεξίαις καὶ ἁρπαγαῖς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός· ἀλλ’ ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ πάντα σοι κατὰ ῥοῦν φέρηται. Ἂν γὰρ τοῦτο ᾖς εἰδὼς, ταχέως ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων.
10Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Τοῦτο ἐπιτεταμένη λήθη. Ἀπὸ γὰρ τῶν ἀνθρω‐ πίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει. Ἀπο‐ στρέφει δὲ πάλιν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ, ὅταν
15ἀνάξια πράττωμεν τῶν ἐπιταγμάτων αὐτοῦ. Ὅταν γὰρ ἐκτείνητε, φησὶ, τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Εἶτα καὶ ἡ αἰτία. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλὰ καὶ τοῦτο πάλιν κηδεμονίας πολλῆς, καὶ ἡ ἐγκατάλειψις,
20καὶ ἡ ἀποστροφὴ τοῦ προσώπου· ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται. Ἐπεὶ καὶ ἐραστὴς μανικὸς τὸν ἐρώμενον ὑπερορῶντα ἀφίησι καὶ ἐγκα‐ ταλιμπάνει, οὐκ ἐκβάλλων αὐτὸν τῆς διανοίας, ἀλλὰ ἐπιστρέψαι αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι.
25Εἰπὼν δὲ τὴν ἀποστροφὴν, λέγει καὶ τὴν λήθην, καὶ τὰ ἐξ αὐτῆς αὐτῷ προσγενόμενα. Τίνα δὴ ταῦτά ἐστιν; Ἃ ἐπάγει λέγων· Ἕως τίνος θήσομαι βου‐ λὰς ἐν ψυχῇ μου; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελ‐ θὼν πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς ἀποστερη‐
30θεὶς πολλοῖς προσπταίει· οὕτω δὴ καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ Θεοῦ, φροντίσι, καὶ μερίμναις, καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν Θεὸν ἐπιστρέψαι πρὸς ἑαυτὸν, τὸ μεριμνᾷν, τὸ φροντίζειν, τὸ τήκεσθαι, τὸ ὀδυνᾶσθαι, τὸ λόγον ποιεῖ‐
35σθαι αὐτοῦ τῆς ἀποστροφῆς. Ὃ καὶ Παῦλος Κορινθίοις γράφων περὶ ἑαυτοῦ φησι· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Οὐ μικρὸν γὰρ τοῦτο, ἀγαπητὲ, κέρδος, τὸ αἰσθάνεσθαι τῆς ἀπο‐ στροφῆς τοῦ Θεοῦ, τὸ ἀλγεῖν, τὸ ὀδυνᾶσθαι. Οὕτω
40γὰρ αὐτὸν ταχέως πρὸς ἡμᾶς ἐπιστρέψομεν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ; Ἐπίβλε‐ ψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνα‐ τον. Ὥσπερ γὰρ ἀντεχομένου τοῦ Θεοῦ, καὶ μεθ’
45ἡμῶν ὄντος, τὰ λυποῦντα ἐκποδὼν ἅπαντα γίνεται· οὕτως ἀποστάντος καὶ ἐπιλαθομένου, καὶ ψυχὴ διακό‐ πτεται, καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμ‐ βαίνουσι, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι. Συγχω‐ ρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δα‐

55

.

150

(50)

κνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελ‐ θεῖν, ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε, φησὶν, ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ὥστε καὶ ἡ ἐγκατάλειψις τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆ‐
55ται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται. Ἐπίβλεψον, φησὶν, ἴδε τὸν ἐχθρὸν ὑψού‐ μενον ἐπ’ ἐμέ· καὶ εἰ μὴ διὰ τὴν ἐμὴν ταλαιπωρίαν,
ἀλλὰ διὰ τὴν ἐκείνου ἀλαζονείαν καὶ ἀπόνοιαν εἰσ‐

55

.

151

άκουσόν μου. Καὶ τί αἰτεῖς; Κρατῆσαι τῶν ἐχθρῶν; Οὐ τοῦτό φησιν, ἀλλὰ, φωτισθῆναι τοὺς τῆς καρδίας ὀφθαλμοὺς, ἀποδιωχθῆναι τὸ σκότος τὸ ἐπιχυθέν μου τῷ διορατικῷ τῆς ψυχῆς, καὶ σκοτίσαν τὸν νοητὸν
5ὀφθαλμόν. Τοῦτο αἰτῶ, Φώτισον τοὺς ὀφθαλμούς μου. Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, ἰδών με κατενε‐ χθέντα εἰς τὸν τῆς ἁμαρτίας θάνατον· Οὕτως ἴσχυ‐ σα πρὸς αὐτόν. Κατεκράτησα αὐτοῦ, ὅπερ ἤθελον ἰδεῖν, γέγονέ μοι. Τί ἐστιν, Ἴσχυσα πρὸς αὐτόν;
10Ὅτι εἰ καὶ μὴ ἁπλῶς ἰσχυρός ἐστιν, ἀλλὰ πρὸς ἐμὲ ἰσχυρὸς γέγονεν. Ἡ ἡμῶν ἧττα ἰσχὺν αὐτῷ περιτί‐ θησιν, ἰσχυρὸν ἀποφαίνει, καὶ κραταιὸν, καὶ ἀκατα‐ μάχητον. βʹ. Ὁρᾷς, ὅτι ὅταν ἁμαρτάνωμεν, οὐ μόνον ἑαυτοὺς
15καταισχύνομεν, ἀπόλλυμεν, εἰς θάνατον ἐμβάλλομεν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς κραταιοὺς καὶ δυνατοὺς, δι’ ὧν ἡττήμεθα, ἀνακηρύττομεν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ αὐτοὺς καθ‐ ιστῶμεν. Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας τὸ
20τοῖς πολεμίοις καθ’ ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυ‐ ποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα. Δέον νικᾷν τὸν ἐχθρὸν (Ἠσθένησαν γὰρ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος, καὶ ἀπώλετο ὁ ἀσεβὴς), δέον νι‐
25κᾷν, ἡττώμεθα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ κρα‐ ταιὸν καὶ ἰσχυρὸν ἀποφαινόμεθα· καὶ οὐδὲ μέχρι τού‐ του ἵσταται ἡμῖν καὶ τὰ τῆς μανίας, καὶ τὰ τῆς ἐσχά‐ της νόσου, ἀλλὰ καὶ τὰ εἰς εὐφροσύνην αὐτοῦ καὶ ἀγαλλίασιν παρασκευαζόμεθα. Ὄντως ἐσχάτη μέθη,
30καὶ κακὸν ἔσχατον ἡ ἁμαρτία. Ἀγαλλιάσονται ἐὰν σαλευθῶ. Τρία δικαιώματα προσάγει εἰς τὸ δυσωπῆ‐ σαι ὁ Προφήτης τὸν Δεσπότην, ὅπως ἐπιβλέψῃ, καὶ ἐπιστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἐπ’ αὐτὸν, καὶ εἰσ‐ ακούσῃ τῆς δεήσεως αὐτοῦ· τὸ κράτος καὶ τὴν ἰσχὺν
35τῶν ἐχθρῶν, καὶ πρὸ τούτου τὸ ὕψωμα καὶ τὴν ἔπαρ‐ σιν αὐτῶν, καὶ τρίτον, τὴν εὐφροσύνην καὶ ἀγαλλία‐ σιν αὐτῶν, μονονουχὶ λέγων, ὡς Εἰ μὴ διὰ τὴν ἐμὴν δέησιν, διὰ τὴν ἐμὴν ταλαιπωρίαν ἐπιστρέφεις μοι τὸ πρόσωπόν σου, Κύριε, ἀλλ’ οὖν διὰ τὴν ἀλαζονείαν
40τῶν ἐχθρῶν, διότι ἐπὶ ἰσχύϊ φρονοῦσι μέγα· διότι ἐπιχαίρουσι τοῖς κακοῖς μου, ἐπιγελῶσί μου τῷ πτώ‐ ματι. Εἰσάκουσόν μου, φώτισον τοὺς ὀφθαλμούς μου. Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρ‐ τίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς
45ἀπενύσταξα θάνατον. Εἰ γὰρ μόνον ἀπὸ τῆς σῆς ἀσφαλείας σαλευθῶ, χαρὰ αὐτοῖς, καὶ μεγαλαυχία, καὶ ἰσχὺς τοῦτο νομίζεται· καὶ τούτῳ μέγα φρονοῦσι, καὶ εἰσὶν ἀνύποιστοι· ἂν δὲ εἰς θάνατον κατενεχθῶ, τί οὐκ ἂν οὗτοι ποιήσειαν; Ὁρᾷς τὸν Προφήτην, πῶς

55

.

151

(50)

ἡγεῖται μεγίστην ζημίαν, καὶ οὐδὲν κολάσεως καὶ τιμωρίας ἔλαττον, τὸ εὐφρᾶναι τὸν κοινὸν ἐχθρὸν, τὸ ἰσχυρὸν αὐτὸν ὀφθῆναι, τὸ ὑψηλὸν δόξαι. Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς
55τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ. Οὕτω ποιῶμεν καὶ ἡμεῖς, καὶ σκοπῶμεν, καὶ ἀγωνιζώμεθα, ὅπως μὴ ὑψώσωμεν τὸν ἐχθρὸν, ὅπως μὴ ἰσχυρὸν δείξωμεν,
ὅπως μὴ εὐφράνωμεν, ἀλλὰ τοὐναντίον, καὶ ταπεινὸν,Column end

55

.

152

καὶ ἐξουθενημένον, καὶ ἀσθενῆ, καὶ κατηφῆ, καὶ σκυ‐ θρωπὸν ἐργασώμεθα. Ἂν γὰρ κατορθοῦντας ἴδοι τοὺς ἁμαρτάνοντας, πάντα ἅμα ταῦτα γίνεται. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Τί οὖν κατορθώσας, ταῦτα
5αἰτεῖς, ἐπιβλέψαι πάλιν εἰς σὲ, εἰσακοῦσαί σου τῆς δεήσεως, φωτισθῆναί σου τῆς διανοίας τοὺς ὀφθαλ‐ μούς; πόθεν δέ σοι ταῦτα; Οἱ μὲν ἄλλοι, φησὶν, εἴ τι καὶ εἰπεῖν ἔχοιεν, λεγέτωσαν· ἐγὼ δὲ ἓν οἶδα, ἓν λέγω, ἐκεῖ μου πᾶσαν ἤρτησα τὴν ἐλπίδα, ἐκεῖνο προβάλ‐
10λομαι, τὸ ἔλεός σου, τὴν φιλανθρωπίαν σου. Ἐγὼ δὲ, φησὶν, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Εἶδες ταπεινο‐ φροσύνην Προφήτου; εἶδες εὐγνωμοσύνην ἀνδρός; Καίτοι μυρία κατορθώματα ἔχων, καὶ δι’ αὐτῶν δυ‐ νάμενος δυσωπῆσαι τὸν Θεὸν, οὐδὲν τούτων λέγει,
15ἀλλ’ ἐπὶ μόνον τὸ ἔλεος τοῦ Θεοῦ καταφεύγει. Ὥστε δῆλον ὅτι καὶ ὅτε ταῦτα λέγει, ὡς τὸ, Εἰ ἐποίησα τοῦτο, Εἰ ἀνταπέδωκα, καὶ τὰ τοιαῦτα, εἰς πολλὴν ἀνάγκην τοῦ εἰπεῖν ἐμπεσὼν, ταῦτα λέγει· ἧς μὴ παρούσης οὐδὲν ἐκείνων φησὶν, ἀλλὰ τὸ ἔλεος καὶ
20τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀντὶ πάσης ἱκετηρίας προβάλλεται. Εἶτα πεποιθὼς, ὅτι τῆς ἐλπίδος οὐ ψευ‐ σθήσεται, ἐπάγει· Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Εἶδες εὐέλπιδα ψυχήν; ᾜτησε, καὶ πρὶν ἢ λάβῃ,
25ὡς λαβὼν εὐχαριστεῖ, καὶ ᾄδει τῷ Θεῷ, καὶ πάντα τὰ προειληφότα διαπράττεται. Πόθεν δὲ οὕτως ἦν εὔελπις; Ἀπὸ πολλῆς εὐγνωμοσύνης, ἀπὸ πολλῆς σπουδῆς τῆς περὶ τὴν αἴτησιν· ᾔδει ὅτι οὕτως αἰτουμένου Θεὸς εἰσακούει, ἀπὸ πολλῆς τῆς ἐν
30τῇ καρδίᾳ θέρμης καὶ κινήσεως. Ὥσπερ οὖν οἱ νωθρῶς καὶ παρειμένως αἰτούμενοι, καὶ λαβόντες, μόλις τῆς δωρεᾶς ἐπαισθάνονται· οὕτως οἱ συνεπι‐ τεταμένῃ προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιού‐ μενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ’ αὐτοὺς σφο‐
35δρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες, ἔχουσι τοῦ δώρου συναίσθησιν, τῆς θείας αὐτοῖς χάριτος τὴν εὐ‐ φροσύνην προεντιθείσης· καὶ εὐχαριστοῦσι διὰ τοῦτο, καὶ τοῦ λαβεῖν ἐγγὺς καθεστήκασιν. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτο, φησὶ, τὴν
40ἐμὴν εὐφραίνει ψυχὴν, τὸ παρὰ σοῦ τῆς σωτηρίας τυχεῖν· τὴν ψυχὴν εὐφραίνει, ὅτι ταύτης εἶ σὺ σω‐ τηρία. γʹ. Εἶδες ἀγαλλίασιν, καὶ ἀγαλλίασιν; ἀγαλλίασιν ἐχθρῶν ἐπὶ πτώματι, καὶ ἀγαλλίασιν ψυχῆς ἐπὶ
45οἰκείᾳ σωτηρίᾳ; Ἐκείνη τοῦ Πονηροῦ, αὕτη τῶν σω‐ ζομένων. Ἐκείνη λύμη καὶ τοῦ δοκοῦντος ἀγαλλιᾶ‐ σθαι, καὶ ἐφ’ ᾧ ἠγαλλιᾶτο· αὕτη σωτηρία καὶ ἀνά‐ κλησις τοῦ ἀγαλλιωμένου. Ταύτην τὴν ἀγαλλίασιν καὶ εὐφροσύνην εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα,

55

.

152

(50)

ἐκείνην δὲ φύγωμεν, καὶ βδελυξώμεθα. ᾌσω τῷ Κυ‐ ρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μνημόσυνον, φησὶ, τῆς εὐερ‐ γεσίας ταύτης ᾠδὴν ἀναθήσω τῷ Κυρίῳ, ὅτι εὐηρ‐ γέτησέ με, ἐταπείνωσε τὸν ἐχθρὸν, αἰσχύνης ἐπλή‐
55ρωσεν, ἀσθενῆ ἐπήλεγξεν, εἰσήκουσε τῆς δεήσεώς μου, ἐπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἐπ’ ἐμὲ, τὴν ἀχλὺν καὶ τὸν ζόφον, δι’ ὧν πρὸς τὸν θάνατον ἐφερό‐ μην, διασκεδάσας· καὶ ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ ἀγαλ‐
λιώμενος, ὥσπερ τι μνημεῖον ἀνεξάλειπτον, τὴν ᾠδὴν

55

.

153

ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων ἀνατίθημι, οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογι‐ σμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον ᾄσω καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου, ἀνεπίληστον ἐν τῇ
5ψυχῇ περιφέρων τῆς εὐεργεσίας τὸ μέγεθος. Ἡ τοι‐ αύτη τοίνυν ψυχὴ οὐ μόνον κακοῖς ἐμπαρεῖσα ῥύεται ῥᾳδίως τῶν κακῶν, ἀλλὰ καὶ ἀσφαλεστέρα γίνεται, εἰς τὸ μηκέτι τοῖς ὁμοίοις περιπεσεῖν. Ὅταν γὰρ ἐπὶ μνήμης ἀεὶ φέρῃ τὴν εὐεργεσίαν, δῆλον ὅτι καὶ τὰ
10δυσχερῆ ἐπὶ μνήμης ἔχει, ὧν ἀπαλλαγεῖσα ἔτυχε τῆς εὐεργεσίας. Ἔχων δὲ καὶ τὴν μνήμην τῶν κακῶν, ἀναλογίζεται ἐπιμελῶς, πόθεν ταῦτα συνέπεσεν αὐτῷ, καὶ διὰ ποίαν αἰτίαν εἰς τὸ τοιοῦτον συνηνέχθη κα‐ κόν· καὶ ἀναλογιζόμενος λοιπὸν τειχίζει πανταχόθεν
15ἑαυτὸν, ἵνα μὴ ἐπὶ τὰς ὁμοίας περιενεχθῇ συμφοράς· οὕτω τε λοιπὸν τὸν ἑαυτοῦ βίον καλῶς ῥυθμίζων, καὶ παιδαγωγῶν, καὶ τῷ ῥυσαμένῳ πολλὴν ἀνομολογεῖ τὴν χάριν· ὥσπερ εὗρε ῥύστην, οὕτω καὶ φύλακα διὰ παντὸς ἔχειν ἐν τοῖς μέλλουσιν ἐξαιτούμενος. Ταύτην
20ζηλώσωμεν καὶ ἡμεῖς, κἄν τινι παρασυρῶμεν ἁμαρ‐ τήματι, ταχέως ἀνανήψωμεν, καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μη‐ κέτι ἁμαρτάνειν. Πῶς οὖν ποιήσεις; Ἔχεις διδάσκα‐ λον τὸν Δαυΐδ. Ἥμαρτες; Μὴ νυστάξῃς ἐπὶ τῇ ἁμαρ‐
25τίᾳ, ἀλλὰ διανάστηθι· ἐννόησον αὐτίκα, ὅτι ἀπέστρε‐ ψεν ὁ Θεὸς τὸ πρόσωπον ἀπὸ σοῦ, ὅτι ἐπελάθετό σου· εἶτα κλαῦσον, στέναξον, λοῦσον καθ’ ἑκάστην νύκτα τὴν κλίνην σου δάκρυσι, ἀποπήδησον ἀπὸ τῶν ἐργα‐ ζομένων τὴν ἀνομίαν. Καὶ ταῦτα γὰρ μαθήματα τοῦ
30Δαυΐδ. Εἰπὲ μετ’ αὐτοῦ· Ἕως πότε, Κύριε, ἐπιλήσῃColumn end

55

.

154

μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσ‐ ωπόν σου ἀπ’ ἐμοῦ; Εἰπὲ μὴ τῇ γλώσσῃ, ἀλλὰ πολὺ πρότερον τῇ καρδίᾳ· εἰπὲ καὶ τὰ ἄλλα δικαιώματα τοῦ Δαυΐδ. Ὅταν εἴπῃς πάντα, ἔλπισον ἐπὶ τὸ ἔλεος
5αὐτοῦ, ἔλπισον, μὴ διακριθῇς. Ὁ γὰρ διακρινόμε‐ νος, φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ τοιοῦτος, ὅτι λήψεταί τι παρὰ Θεοῦ. Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἔλπισον
10οὖν ἐπὶ τὸ ἔλεος αὐτοῦ, μηδὲν διακριθεὶς, καὶ τεύξῃ πάντως τῆς αἰτήσεως· τυχὼν δὲ μὴ γένῃ ἀγνώμων περὶ τὸν εὐεργέτην, καὶ ἀχάριστος, ἀλλὰ ποίησον μνημεῖον τῆς εὐεργεσίας, καὶ ἀνάθες αὐτὸ εὐχάριστον τῷ Δεσπότῃ ᾠδήν. Ἴσως αὐτὸς οὐκ οἶδας
15συνθεῖναι· συγκάλεσον τοὺς πένητας, καὶ χρῆσαι τὰς γλώσσας αὐτῶν, καὶ σοὶ παρασκεύασον. Εὖ ἴσθι ὅτι ἡδίω τῆς Δαυϊδικῆς ᾠδῆς ταύτην ἀκούσεται, ἢν ὑπὲρ σοῦ ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφό‐ ρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω
20καὶ ἡ τῶν πενήτων ἐκ διαφόρων οὖσα, τῷ εἰσακού‐ οντι τῆς φωνῆς τῶν πενήτων Θεῷ ἡδύ τι καὶ ἐρά‐ σμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνη‐ μεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης,
25σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνω‐ μεν, ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

55

.

155

(28t)

ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ.
29«Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς
30 τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ’ ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας. αʹ. Ὑμεῖς μὲν ἡμᾶς ἐθαυμάζετε πρώην, ὅτε τὸν περὶ τοῦ Μελχισεδὲκ ἐκινήσαμεν λόγον, ἐπὶ τῷ μήκει
35τῶν εἰρημένων· ἐγὼ δὲ ὑμᾶς ἐθαύμαζον ἐπὶ τῇ τῆς ἀκροάσεως προθυμίᾳ τε καὶ συνέσει, καὶ ὅτι μακρο‐ τέρου τοῦ λόγου προελθόντος, μέχρι τέλους παρηκο‐ λουθήσατε ἡμῖν· καίτοι γε οὐ μακρὸς ἦν ὁ λόγος μόνον, ἀλλὰ καὶ δυσχέρειαν εἶχε πολλήν. Ἀλλ’ οὔτε
40τὸ μῆκος, οὔτε ἡ δυσκολία τὴν ὑμετέραν ἤλεγξε προ‐ θυμίαν. Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν. Οὐδὲ γὰρ ἐπιτείνειν ἀεὶ δεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν (διαῤῥήγνυται γὰρ ταχέως), οὔτε χαλᾷν
45ἀεὶ καὶ ἀνιέναι· καὶ γὰρ ἐντεῦθεν ἀργοτέρα γίνεται πάλιν. Διὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνι‐ στικωτέρων ἅπτεσθαι λόγων. Ὥσπερ οὖν τότε ἔλεγον, ὅτι οἱ ποιμένες, τῶν λύκων ἐπιόντων τῇ ποίμνῃ, τὴν

55

.

155

(50)

σύριγγα ἀφέντες, τὴν σφενδόνην μεταχειρίζονται· οὕτω νῦν δὴ παρελθουσῶν τῶν ἑορτῶν τῶν Ἰουδαϊ‐ κῶν, οἳ λύκων ἁπάντων εἰσὶ χαλεπώτεροι, τὴν σφεν‐ δόνην πάλιν ἀφέντες, ἐπὶ τὴν σύριγγα ἐπανίωμεν· καὶ τοὺς ἀγωνιστικωτέρους ἀναπαύσαντες λόγους,
55ἑτέρων τινῶν σαφεστέρων ἁψώμεθα, τὴν κιθάραν αὐτὴν τοῦ Δαυῒδ μεταχειριζόμενοι, καὶ τὴν ὑπακοὴν εἰς μέσον ἄγοντες, ἣν ἅπαντες ὑπεψάλαμεν τήμερον. Τίς οὖν ἐστιν ἡ ὑπακοή; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπι‐
60ποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός.Column end

55

.

156

(28)

Μᾶλλον δὲ ἀναγκαῖον εἰπεῖν πρῶτον, τίνος ἕνεκεν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, καὶ
30μετ’ ᾠδῆς μάλιστα αὕτη ἡ προφητεία λέγεται. Τίνος οὖν ἕνεκεν λέγεται μετ’ ᾠδῆς, ἄκουσον· Πολλοὺς τῶν ἀνθρώπων κατιδὼν ὁ Θεὸς ῥᾳθυμοτέρους ὄντας, καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερῶς ἔχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κά‐
35ματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτεμέσθαι, μελῳδίαν ἀνέμιξε τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὐδὲν γὰρ,
40οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκεί‐ μενον θεῖον ᾆσμα. Οὕτω γοῦν ἡμῶν ἡ φύσις πρὸς τὰ
45ᾄσματα καὶ τὰ μέλη ἡδέως ἔχει καὶ οἰκείως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχε‐ ραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι, πολλάκις ἀπιοῦ‐ σαί τε καὶ ἐπανιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι

55

.

156

(50)

ᾄσματα παιδικὰ, οὕτως αὐτῶν τὰ βλέφαρα κατακοι‐ μίζουσι. Διὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ με‐ σημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκεί‐ ναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ
55καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμ‐ πέλους θεραπεύοντες, καὶ ἄλλο ὁτιοῦν ἐργαζόμενοι, πολλάκις ᾄδουσι. Καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνουσαι,
60πολλάκις μὲν καὶ καθ’ ἑαυτὴν ἑκάστη, πολλάκις δὲ

55

.

157

καὶ συμφώνως ἅπασαι, μίαν τινὰ μελῳδίαν ᾄδουσι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ ὁδοιπόροι, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπεύδοντες, ὡς τῆς ψυχῆς,
5εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες, ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς ἐπετείχισεν ὁ
10Θεὸς, ὥστε ὁμοῦ καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη, καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινά· τὰ γὰρ ἀσελ‐ γέστερα καὶ παρανομώτερα τῶν ᾀσμάτων τούτων τοῖς τῆς ψυχῆς μέρεσιν ἐγγινόμενα, ἀσθενεστέραν αὐτὴν
15καὶ μαλακωτέραν ποιοῦσιν· ἀπὸ δὲ τῶν ψαλμῶν τῶν πνευματικῶν πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέ‐ λεια, πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ’ ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκ‐ καθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα
20ψαλλούσῃ ταχέως ἐφιπταμένου ψυχῇ. Ὅτι γὰρ οἱ μετὰ συνέσεως ψάλλοντες τὴν τοῦ Πνεύματος καλοῦσι χά‐ ριν, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι. Ἐπήγαγε δὲ καὶ τὸν τρόπον τῆς πληρώ‐
25σεως. ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν; Μετὰ συνέσεως, φησίν· ἵνα μὴ τὸ στόμα μὲν λαλῇ τὰ ῥήματα, ἡ διάνοια δὲ ἔξω διατρίβῃ πανταχοῦ πλανω‐ μένη, ἀλλ’ ἵνα ἀκούῃ ἡ ψυχὴ τῆς γλώττης.
30 βʹ. Καὶ καθάπερ ἔνθα μὲν βόρβορος, χοῖροι τρέχουσιν· ἔνθα δὲ ἀρώματα καὶ θυμιάματα, μέλιτται κατασκη‐ νοῦσιν· οὕτως ἔνθα μὲν ᾄσματα πορνικὰ, δαίμονες ἐπισωρεύονται· ἔνθα δὲ μέλη πνευματικὰ, ἡ τοῦ Πνεύ‐ ματος ἐφίπταται χάρις, καὶ τὸ στόμα καὶ τὴν ψυχὴν
35ἁγιάζει. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ’ ἵνα καὶ παῖδας καὶ γυναῖκας τὰ τοιαῦτα διδάσκητε ᾄσματα ᾄδειν, οὐκ ἐν ἱστοῖς μόνον, οὐδὲ ἐν τοῖς ἄλλοις ἔργοις, ἀλλὰ μάλιστα ἐν τραπέζῃ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ ἐν συμποσίοις ὁ διάβολος ἐφεδρεύει μέθην
40καὶ ἀδηφαγίαν ἔχων αὐτῷ συμμαχοῦσαν, καὶ γέλωτα ἄτακτον, καὶ ψυχὴν ἀνειμένην, μάλιστα τότε δεῖ καὶ πρὸ τραπέζης, καὶ μετὰ τράπεζαν, ἐπιτειχίζειν αὐτῷ τὴν ἀπὸ τῶν ψαλμῶν ἀσφάλειαν, καὶ κοινῇ μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἀναστάντας ἀπὸ
45τοῦ συμποσίου, τοὺς ἱεροὺς ᾄδειν ὕμνους τῷ Θεῷ. Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμέ‐ νας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰ‐ κῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν

55

.

157

(50)

ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ και‐ ροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννί‐ δος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖ‐ ναι τῆς μελῳδίας· πολλῷ μᾶλλον ἡμᾶς εὐφραινομέ‐
55νους, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας τοῦ Θεοῦ, εὐχα‐ ριστηρίους ὕμνους ἀναπέμπειν αὐτῷ χρὴ, ἵνα κἄν τι γένηται παρὰ τῆς μέθης καὶ τῆς ἀδηφαγίας ἄτοπον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν, τῆς ψαλμῳδίας ἐπεισ‐ ελθούσης, ἀποπηδήσῃ πάντα ἐκεῖνα τὰ ἄτοπα καὶ
60πονηρὰ βουλεύματα. Καὶ καθάπερ πολλοὶ τῶν πλου‐ τούντων τὴν σπογγίαν βαλσάμου πλήσαντες οὕτω τὰς
τραπέζας ἀπομάσσουσιν, ἵνα εἴ τις ἀπὸ τῶν ἐδεσμά‐Column end

55

.

158

των γένηται κηλὶς, παρασυρεῖσα καθαρὰν δείξῃ τὴν τράπεζαν· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ἀντὶ βαλσάμου τὸ στόμα ἐμπλήσαντες μελῳδίας πνευμα‐ τικῆς, ἵνα εἴ τις ἐγένετο κηλὶς ἀπὸ τῆς ἀδηφαγίας
5ἐν τῇ ψυχῇ, διὰ τῆς μελῳδίας ἀποσμήξωμεν ἐκείνης, καὶ λέγωμεν κοινῇ στάντες· Εὔφρανας ἡμᾶς, Κύ‐ ριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιασόμεθα. Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν προσκείσθω, ἵνα μετὰ τῆς ψυχῆς καὶ τὴν
10οἰκίαν αὐτὴν ἁγιάζωμεν. Ὥσπερ γὰρ οἱ μίμους, καὶ ὀρχηστὰς, καὶ πόρνας γυναῖκας εἰς τὰ συμπόσια εἰσ‐ άγοντες, δαίμονας καὶ τὸν διάβολον ἐκεῖ καλοῦσι, καὶ μυρίων πολέμων τὰς αὑτῶν ἐμπιπλῶσιν οἰκίας (ἐν‐ τεῦθεν γοῦν ζηλοτυπίαι καὶ μοιχεῖαι καὶ πορνεῖαι
15καὶ τὰ μυρία δεινά)· οὕτως οἱ τὸν Δαυῒδ καλοῦντες μετὰ τῆς κιθάρας, ἔνδον τὸν Χριστὸν δι’ αὐτοῦ κα‐ λοῦσιν. Ὅπου δὲ ὁ Χριστὸς, δαίμων μὲν οὐδεὶς ἐπεισ‐ ελθεῖν, μᾶλλον δὲ οὐδὲ παρακύψαι τολμήσειέ ποτε· εἰρήνη δὲ, καὶ ἀγάπη, καὶ πάντα ὥσπερ ἐκ πηγῶν
20ἥξει τὰ ἀγαθά. Ἐκεῖνοι ποιοῦσι θέατρον τὴν οἰκίαν αὐτῶν· σὺ ποίησον ἐκκλησίαν τὸ δωμάτιόν σου. Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν. Κἂν μὴ
25εἰδῇς τὴν δύναμιν τῶν ῥημάτων, αὐτὸ τέως τὸ στόμα παίδευσον τὰ ῥήματα λέγειν. Ἁγιάζεται γὰρ καὶ διὰ ῥημάτων ἡ γλῶττα, ὅταν μετὰ προθυμίας ταῦτα λέ‐ γηται. Ἐὰν εἰς ταύτην ἑαυτοὺς καταστήσωμεν τὴν συνήθειαν, οὐδὲ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντές ποτε προ‐
30ησόμεθα τὴν καλὴν ταύτην λειτουργίαν, τοῦ ἔθους καὶ ἄκοντας ἡμᾶς ἀναγκάζοντος καθ’ ἑκάστην ἡμέραν τὴν καλὴν ταύτην ἐπιτελεῖν λατρείαν. Ἐπὶ τῆς μελ‐ ῳδίας ταύτης, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος, κἂν δασύφωνος, κἂν ῥυθμοῦ παντὸς ἄπειρος, οὐδὲν ἔγ‐
35κλημα γίνεται. Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυ‐ γμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμέ‐ νον. Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ’ αὐτὸν δυνήσῃ στῆναι τὸν Δαυΐδ. Ἐνταῦθα
40οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλή‐ κτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν· ἀλλ’ ἐὰν θέ‐ λῃς, σὺ σαυτὸν ἐργάσῃ κιθάραν, νεκρώσας τὰ μέλη τῆς σαρκὸς, καὶ πολλὴν τῷ σώματι πρὸς τὴν ψυχὴν ποιήσας τὴν συμφωνίαν. Ὅταν γὰρ μὴ ἐπιθυμῇ κατὰ
45τοῦ πνεύματος ἡ σὰρξ, ἀλλ’ εἴκῃ τοῖς ἐπιτάγμασι τοῖς ἐκείνου, καὶ εἰς πέρας ἄγῃ ταύτην ἐπὶ τὴν ἀρί‐ στην καὶ θαυμαστὴν ὁδὸν, οὕτως ἐργάσῃ μελῳδίαν πνευματικήν. Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον,

55

.

158

(50)

καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν ἔξεστι κατὰ διά‐ νοιαν. Κἂν γὰρ ἐν ἀγορᾷ βαδίζῃς, κἂν ἐν ὁδοῖς ᾖς, κἂν φίλοις συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν,
55ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουσε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν. Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων,
δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν.

55

.

159

γʹ. Ἔξεστι καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώποις ψάλλομεν, ἀλλὰ Θεῷ τῷ δυναμένῳ καὶ καρδίας ἀκοῦσαι, καὶ εἰς τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Καὶ ταῦτα
5Παῦλος ἐνδεικνύμενος βοᾷ, λέγων· Αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, εἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. Τοῦτο δὲ ἔλεγεν, οὐκ ἐπειδὴ τὸ Πνεῦμα ἐστέναζεν,
10ἀλλ’ ἐπειδὴ οἱ πνευματικοὶ ἄνδρες, οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες, μετὰ κατανύξεως καὶ στεναγμῶν τοῦτο ἐποίουν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά
15τε ψαλμῶν καὶ εὐχῶν. Ἵνα δὲ μὴ τὰ ῥήματα μόνον προσφέρωμεν, ἀλλὰ τὴν δύναμιν αὐτὴν εἰδῶμεν τῶν ῥήσεων, φέρε, τὸ προοίμιον αὐτὸ τοῦ ψαλμοῦ εἰς μέ‐ σον ἀγάγωμεν. Τί οὖν ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕ‐
20τως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ’ εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι. Θερμὸν γάρ τι πρᾶγμα τῆς ἀγάπης ἡ φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ἡ ψυχή. Διὰ
25τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τουτέστι, Στέ‐ γειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς δια‐ νοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω. Οὕτω καὶ ὁ
30μακάριος οὗτος φιλῶν τὸν Θεὸν, καὶ καιόμενος ἐν τῷ φιλεῖν, οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ ποτὲ μέν φησιν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ποτὲ δέ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
35Ἐδίψησέ σε ἡ ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄν‐ υδρος καὶ ἔρημος. Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευ‐ τῶν εἶπεν. Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς
40ποιήσῃ τοῦ ἔρωτος. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ μά‐ θωμεν οὕτως ἐρᾷν. Καὶ μή μοι λεγέτω τις· Καὶ πῶς δύναμαι φιλεῖν τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶν‐ τες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας
45ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ’ αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον, αὔξει τὸν πόθον. Διὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων ὁ Παῦλος, ὅτι κα‐ ταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περι‐

55

.

159

(50)

φάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι· εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ’
55ὁρᾷς τὰ δημιουργήματα, ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρα‐ νὸν, καὶ γῆν, καὶ θάλατταν. Ὁ δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται. Οὐχ ὁρᾷς τὸν Θεὸν,
ἀλλ’ ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίουςColumn end

55

.

160

ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας. Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν. Καὶ γὰρ ἐπ’ ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον, ἀλλὰ καὶ τοὺς ὑπ’ ἐκείνων φιλουμένους
5φιλεῖν εἰώθαμεν. Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω· πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον ἐπι‐
10δείξασθαι σπουδήν. Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χρι‐ στοῦ κατορθῶσαι νῦν. Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ· κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν. Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας· μᾶλλον δὲ πάντα τὰ
15ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων τὸν Θεὸν τρέφειν. Ὅτι γὰρ αὐτὸς τρέφεται τούτων τρεφομένων, ἄκουσον τοῦ Χριστοῦ τί φησι· Πεινῶντα με γὰρ εἴδετε, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατε· γυμνὸν, καὶ περιεβάλετε· καὶ πολλὰς
20ἡμῖν ἔδωκεν ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον. Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ’ ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργε‐ σίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ’ αὐτοῦ. Τούτων
25γὰρ ἕκαστον αὐτὸ καθ’ ἑαυτὸ δύναται ἐμποιεῖν φίλτρον ἡμῖν. Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς, καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην· ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ
30ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ’ ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται. Καὶ πρῶτον, τὸ κάλλος τῆς μακαρίας ἐκείνης καὶ ἀκηράτου φύσεως, ὅτι ἀμήχανον οὕτω πώς ἐστι καὶ ἄμαχον, καὶ πάντα ὑπερβαῖνον λόγον,
35καὶ πᾶσαν ἐκφεῦγον διάνοιαν. Κάλλος δὲ ὅταν ἀκού‐ σῃς, μηδὲν σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφρα‐ στον. δʹ. Ταύτην οὖν ὁ προφήτης ἐκφαίνων ἔλεγε· Καὶ τὰ
40Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέ‐ τοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως, ἀπὸ τοῦ θαύματος, ἀπὸ τῆς εὐπρεπείας
45ἐκείνης, ἀπὸ τῆς δόξης. Καὶ πάλιν ὁ Δαυῒδ κατα‐ νοήσας αὐτὸ τοῦτο τὸ κάλλος, καὶ τὴν δόξαν ἐκπλα‐ γεὶς τῆς μακαρίας ἐκείνης φύσεως, ἔλεγε· Περίζω‐ σαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Διὰ τοῦτο καὶ

55

.

160

(50)

Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν ἰδεῖν, τῷ φίλτρῳ τρωθεὶς τούτῳ, καὶ τῆς δόξης ἐκείνης ἐρῶν. Διὰ τοῦτο καὶ Φίλιππος ἔλεγε· Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος τι τῆς εὐπρεπείας ἐκείνης
55παραστῆσαι δυνησόμεθα. Ἀλλὰ τὰς εὐεργεσίας βούλῃ καταλέξωμεν; Ἀλλ’ οὐδὲ ταύτας λόγος παραστῆσαι δυνήσεται. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ πά‐
λιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε,

55

.

161

καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοί‐ μασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ πάλιν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ‐
5ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος; Τοῦτο γοῦν ἐκπληττόμενος ὁ Ἰωάννης ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Εἰ δὲ βούλει καὶ ἀκοῦσαι
10αὐτοῦ τῶν ῥημάτων, καὶ τὸν πόθον μαθεῖν, ἄκουσον τί φησι διὰ τοῦ προφήτου· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλή‐ σομαί σου. Καὶ καθάπερ οὗτος ἔλεγεν· Ὃν τρόπον
15ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· οὕτω καὶ ὁ Χριστός φησι· Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε. Καὶ πάλιν, Καθὼς
20οἰκτείρει πατὴρ υἱοὺς, οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύ‐ ριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ καθάπερ ὁ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν
25πόθον ἐνδείξηται τὸν ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ὑπο‐ δείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει. Καὶ ὁ μὲν προ‐ φήτης ἔλαφον εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην· ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ
30πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ’ ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ’ ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια. Ἐπεὶ οὐ
35τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλό‐ στοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν· Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων αὐ‐ τῆς, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου. Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης φιλοστοργίας θερμότερος ὁ περὶ
40ἡμᾶς αὐτοῦ πόθος ἐστίν. Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα. Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν,
45ὧν ἀπελαύσαμεν· καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν. Ἀναλογισώμεθα πόσα δι’ ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα

55

.

161

(50)

τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐτα‐ ξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς. Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ. Ἀγγέλους ἀπέστειλε, προφήτας
55ἔπεμψεν, ὕστερον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. Καὶ μετ’ ἐκεῖνα πάλιν καὶ οὗτος παρακαλεῖ καὶ δι’ ἑαυτοῦ καὶ διὰ τοῦ μονογενοῦς Παιδὸς, ἵνα σὺ σωθῇς· καὶ οὐ παύεται Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρα‐
καλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλ‐Column end

55

.

162

λάγητε τῷ Θεῷ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν
5τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἀλη‐ θῶς εὔκαιρον νῦν εἰπεῖν· Τίς λαλήσει τὰς δυνα‐ στείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί
10γὰρ ταύτης ἴσον γένοιτ’ ἂν τῆς τιμῆς, ἀλλ’ ἢ ὅταν ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρου‐ κότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς; Μὴ τὰς κοινὰς δὲ μό‐ νον εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας ἀνάλεγε, οἷον εἴ
15ποτε συκοφαντίᾳ περιπεσὼν ἀπηλλάγης τῆς κατηγο‐ ρίας· εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περι‐ τυχὼν, διέφυγες ἐκείνων τὰς ἐπιβουλάς· εἴ ποτε ζη‐ μίαν ἐπενεχθεῖσαν ἀπεδύσω· εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες.
20 εʹ. Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ· καὶ εἰ ἐβούλετο ὁ Θεὸς πάσας τὰς καθ’ ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ,
25ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ’ ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν. Πόσοι δαίμο‐ νες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ
30ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθά‐ ρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα (καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐερ‐ γεσίας λόγον, μὴ καθ’ ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν
35Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις), δυνησό‐ μεθα φιλεῖν τὸν Θεόν. Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ’ ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ’ ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ’ ἑκάστην ὁ Θεὸς ἐπεξ‐
40ῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον (κατὰ τὸν Προ‐ φήτην τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύ‐ ριε, Κύριε, τίς ὑποστήσεται;)· αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ’ οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων· ἀλλ’ ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπ‐
45έδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον

55

.

162

(50)

εἰς μέσον παρήγαγε. Διψαλέον πώς ἐστιν ἡ ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Διψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον·
55τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον. Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ
εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει· οὕτως, ἂν ἐδαφίσωμεν

55

.

163

ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων
5μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλ‐ λειν τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μό‐ νον, ἀλλ’ ἵνα καὶ δι’ αὐτῶν τῶν ἔργων αὐτοὺς μελε‐
10τῶμεν. Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέ‐ ναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ’ ἵνα ὅταν ὑπο‐ ψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν. Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή
15μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμο‐ λόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐ‐ τοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι. Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ
20ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρ‐ όντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως
25αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Δέδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ
30ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαν‐ τασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς
35σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γέ‐ νηται. Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θη‐
40σαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται. Τοῦτον κα‐ τέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης πε‐ ρικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πα‐
45τέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέ‐ ρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρο‐ νοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκι‐ μήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομί‐

55

.

163

(50)

ζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδο‐ κιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φι‐ λοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν
55οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελά‐ σουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπρα‐ γίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ’ ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ
60αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες. Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτι‐ μίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμει‐ νον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι
65θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν πο‐
θούμενον ταῦτα πάσχειν.Column end

55

.

164

ϛʹ. Διὰ τοῦτο καὶ Παῦλος ἐν καθημερινοῖς θανάτοις ὢν, ἐν δεσμωτηρίοις, ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν
5ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα· νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι, καὶ ἀντ‐ αναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χρι‐ στοῦ ἐν τῇ σαρκί μου· καὶ χάριν τὸ πρᾶγμα καλεῖ,
10ὁμολογῶν οὕτω καὶ λέγων, ὅτι Ἡμῖν οὕτως ἐχα‐ ρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην ἔχειν, καὶ μεθ’ ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα
15λυπηρά. Δυνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσω‐ μεν, ὡς ὁ προφήτης ἐφίλησεν. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων. Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν
20ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός μου, ἐπήγαγε λέγων· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, οὐδ’,
25Ἠγάπησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, ἀλλ’ ἵνα τὴν διάθεσιν ἐνδείξηται, δίψος ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος. Καθάπερ γὰρ οἱ διψῶν‐ τες οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ
30τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης· οὕτω δὴ καὶ ὁ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο, καθάπερ πολλοὶ τῶν ἀνθρώ‐ πων, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ (τοῦτο γὰρ οὐδὲν θαυ‐
35μαστὸν), ἀλλὰ καὶ διηνεκῶς καὶ καθ’ ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν μετ’ εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον. Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων
40εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. Διὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδή‐ λωσεν, εἰπὼν, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, καὶ ἐπαγαγὼν, Τὸν ζῶντα· μονονουχὶ παραινῶν καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ
45πράγματα κεχηνόσι· Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τού‐ των μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρ‐ χεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα,

55

.

164

(50)

τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα. Ἄπιστος αὐτῶν ἡ κτῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ὀξύῤῥοπος ἡ μεταβολή· ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν,
55οὔτε τροπήν τινα δεχόμενος. Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον καὶ διηνεκῆ φιλῶμεν. Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα καταισχυν‐ θῆναί ποτε· οὐκ ἔστιν ἐκπεσεῖν· οὐκ ἔστιν ἔρημον γενέσθαι τοῦ φιλουμένου. Χρήματα μὲν ὁ φιλῶν, ἢ
60τελευτῆς ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυ‐
μνοῦται τῶν ποθουμένων· καὶ δόξης τις ἐρῶν τῆς

55

.

165

παρούσης τὸ αὐτὸ πάσχει· πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων κατασβέννυται θᾶττον, καὶ πάντα ἁπλῶς τὰ βιωτικὰ, πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν ἢ παραγενέσθαι καὶ φανῆναι,
5εὐθέως ἀποπηδᾷ. Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐ‐ ναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆ‐ ρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μετα‐ βολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος· ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους
10ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην. Ἅπερ οὖν εἰδὼς καὶ ὁ μακάριος Δαυΐδ,
15φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπεί‐ γετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν. Εἰπὼν γὰρ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυ‐ ρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ ὀφθήσομαι
20τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅρα καιόμενον τὸν ἄν‐ θρωπον· ὅρα ἐμπιπράμενον. Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν ἀναμένει· οὐ στέγει τὴν ὑπέρθεσιν, ἀλλὰ ἀποστολικὸν ἡμῖν ἐνταῦθα δείκνυσι φρόνημα. Καὶ γὰρ ἐκεῖνος ἔστενεν
25ἐπὶ τῇ μελλήσει τῆς ἐντεῦθεν ἀποδημίας· καὶ οὗτος τὸ αὐτὸ τοῦτο ἔπασχε. Διὰ τοῦτο ἔλεγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Καὶ εἰ μὲν ἰδιώτης τις ἦν καὶ εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἐν πενίᾳ ζῶν, μέγα μὲν καὶ οὕτως τὸ τῆς παρούσης
30καταφρονῆσαι ζωῆς· πλὴν οὐχ οὕτω μέγα καθάπερ νῦν τὸν βασιλεύοντα καὶ τοσαύτης ἀπολαύοντα τρυ‐ φῆς, τοσαύτης μετέχοντα δόξης, νίκας ἀνῃρημένον μυρίας, καὶ πολλοὺς νικήσαντα πολέμους, καὶ λαμ‐ πρὸν ὄντα καὶ ἐπίδοξον πανταχοῦ, πάντων μὲν κα‐
35ταγελᾷν τούτων, καὶ πλούτου καὶ δόξης καὶ τρυφῆς ἁπάσης, κεχηνέναι δὲ πρὸς τὰ μέλλοντα· τοῦτο με‐ γαλοψύχου τινός ἐστι διανοίας, τοῦτο φιλοσόφου ψυ‐ χῆς καὶ πρὸς τὸν οὐράνιον ἐπτερωμένης ἔρωτα. ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ
40θαυμάσωμεν τὰ παρόντα, ἵνα θαυμάσωμεν τὰ μέλ‐ λοντα· μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα. Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύ‐
45τητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος,

55

.

165

(50)

καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατά‐ γνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ
55τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσ‐
60ώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυ‐
μίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐColumn end

55

.

166

κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε. Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βα‐ κτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν. Ἀρκεῖ δὲ ἕκαστος
5στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα· κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά. Οὔτε γὰρ πενίαν, οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλε‐
10σθαι. Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύ‐ σῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν
15παραμυθίαν. Ὅρα γοῦν, ἡ ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε θησαυρόν. Καὶ μή μοι λεγέτω τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή. Εἰ γὰρ
20μόνον ἐπαίδευσας σαυτὸν λέγειν· Ὃν τρόπον ἐπι‐ ποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;
25καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐν‐ θεῖναι. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ ἑκάστη ὑπακοὴ τὸν αὐτὸν ἡμῖν παρέξεται πλοῦτον. Κἂν εἴπῃς πάλιν· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν ὃ λέγεις· οὐ τὸν πλουτοῦντα,
30οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κε‐ κοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλο‐ σοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον
35διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι’ αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐ‐ δὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ
40καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρα‐
45νὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστά‐ σεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέ‐

55

.

166

(50)

ροντας. Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμ‐ πέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλου‐ τοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χα‐
55λεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνή‐ σκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι· οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπο‐ λαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορ‐
60θωμάτων καθ’ ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα
δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλο‐

55

.

167

πονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ’ ὥσπερ
5μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς·
10ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰω‐ νίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
15τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
17tΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.
18 Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ
20πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν. αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει
25δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ’ ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγού‐ μενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας περιτρέχουσι τοὺς χρόνους, τοὺς παρελθόν‐ τας, τοὺς παρόντας, τοὺς μέλλοντας. Τίνες δὲ οὗτοι οἱ
30Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόν‐ τος Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος, καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν
35πολιτείαν ἐξορχήσασθαι τὴν πατρῴαν, διέμειναν οὐδὲν ὑπὸ τῶν πειρασμῶν παραβλαβέντες ἐκείνων· καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον ἐργάσασθαι ἠδύναντο, ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. Οὐ γὰρ ἀεὶ φαινόμενοι
40ἐν τῷ μέσῳ ἐπεπήδων τοῖς κινδύνοις, ἀλλ’ ἔστιν ὅτε καὶ φεύγοντες καὶ λανθάνοντες ὑπεχώρουν. Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γεν‐ ναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαν‐ τες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυ‐
45τοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ’ ἂν ὦσι· καὶ τὴν πόλιν καὶ τὴν χώραν περιιόντες ἅπα‐ σαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακει‐ μένους· πολλοὺς δὲ καὶ τῶν κεκμηκότων καὶ διεφθαρ‐ μένων ἀνεκτῶντο πάλιν, πείθοντες ἐπὶ τὸν πατρῷον

55

.

167

(50)

νόμον ἐπαναδραμεῖν. Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι ἔφασκον, καὶ μηδέποτε τὴν ἐκ τῆς μετανοίας ἀναιρεῖν σωτηρίαν. Ταῦτα δὲ λέγοντες, στρατόπεδα κατέλεγον ἀνδρῶν γενναίων. Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν, καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ
55ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ’ ὑπὲρ νόμου καὶ πο‐Column end

55

.

168

λιτείας ἐμάχοντο πατρῴας· ἐστρατήγει δὲ αὐτοῖς ὁ Θεός. Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες, κατέλυον τοὺς ἐναντίους, οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ’ ἀντὶ πάσης παντευχίας ἀρκοῦσαν
5ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν. Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, κα‐ θάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθ‐ ίεσαν, καθάπερ ἐν ἄλλοις στρατοπέδοις· ἀλλὰ τὸν Θεὸν ἄνωθεν ἐκάλουν παρεῖναι καὶ συμμαχεῖν, καὶ
10χεῖρα ὀρέγειν, δι’ ὃν ἐπολεμοῦντο, ὑπὲρ οὗ τῆς δόξης ἠγωνίζοντο. Ἴδωμεν τοίνυν τί φθέγγεται τὸ τοῦ Θεοῦ τοῦτο στρατόπεδον, τὸ τῇ πνευματικῇ φραττόμενον βοηθείᾳ, μέλλον ἐπιέναι τοῖς πολεμίοις. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἐπειδὴ γάρ τινες τῶν
15συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παρά‐ ταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθέ‐ νειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ
20δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται.
25Οὐ μικρὸν δὲ τοῦτο παρακλήσεως μέρος. Οὐδὲ γὰρ ἂν ἴσχυσεν ὁμοίως ὁ λόγος πρὸς ἐκείνους τετραμμένος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινόμενος. Διὸ δὴ καὶ τοῦτο προϊὼν ἔλεγεν· Οὐκ ἐπὶ τῇ ῥομφαίᾳ αὐτῶν ἐκλη‐ ρονόμησαν γῆν, καὶ ἡ δεξιὰ αὐτῶν οὐκ ἔσωσεν
30αὐτούς. Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πό‐ νους διακειμένους ἦν ἀνακτωμένου, τοὺς κατὰ ἀνθρω‐ πίνην ἀκολουθίαν ζητοῦντας τὴν νίκην. Πᾶσα τοίνυν ἡ εὐχὴ αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖ‐
35θεν ἐλπίδος τὴν νίκην. Διὰ τί δὲ οὐκ εἶπεν, Ἠκούσα‐ μεν, ἁπλῶς, ἀλλ’, Ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν; Ποίῳ γὰρ ἑτέρῳ μέρει τις ἀκούει τοῦ σώματος; Ἆρα μὴ περιττολογία τὰ λεγόμενα; Μὴ γένοιτο· ἀλλὰ κοι‐ νὸν ἔθος τῶν ἀνθρώπων ἐστὶν, ὅταν τινὰ διηγῶνται,
40ὑπὲρ ὧν εἰσι πεπληροφορημένοι, καὶ περὶ μεγάλων τινῶν καὶ ὑπερόγκων ποιῶνται τὴν διήγησιν, πρὸς τοὺς οὔπω μὴ σφόδρα πεπληροφορημένους, προστιθέα‐ σιν ἀεὶ τὰ ὦτα, φάσκοντες τοῖς ὠσὶν ἀκηκοέναι. Οὐκ ἐπὶ ταυτησὶ δὲ τῆς ἐνεργείας μόνον, ἀλλὰ καὶ ἐπὶ
45τῶν ἄλλων τὸ αὐτὸ ποιεῖν εἰώθαμεν, μάρτυρας κα‐ λοῦντες αὐτὰς τὰς αἰσθήσεις. Πιστουμένων τοίνυν ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν. Ἐπεὶ καὶ ἐπὶ ὀφθαλμῶν καὶ χειρῶν τὸ αὐτὸ ποιοῦ‐ μεν, ὡς ὅταν λέγωμεν. Ταῖς χερσὶν ἡμῶν ἐψηλαφήσα‐

55

.

168

(50)

μεν. Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ ὀφθαλμοὶ ἡμῶν· ἃ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. Ὅρα δὲ αὐτῶν ἐκ προοιμίων κἀντεῦθεν τὴν ἀρετήν· τοσαῦτα καὶ τηλικαῦτα παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπε‐
55πτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν· ἀλλ’ ὡς ἔρημοι τῶν δικαιολογιῶν τούτων, καὶ οὐκ ἔχοντες ἐξ οἰκείων κατορθωμάτων παῤῥησίαν, οὕτως
60εἰς τὰ τοῖς προγόνοις ὑπηργμένα παρὰ τοῦ Θεοῦ κα‐ ταφεύγουσι. Τὸ μὲν γὰρ τοὺς οὐκ ἔχοντας παῤῥησίαν ταῦτα ποιεῖν, θαυμαστὸν οὐδὲν, τῆς ἀνάγκης αὐτοὺς εἰς τοῦτο ἑλκούσης· τὸ δὲ ἐκείνους τοὺς δυναμένους μεγάλα φθέγξασθαι ἀπὸ τῶν ἑαυτῶν κατορθωμάτων,
65μὴ ἀπὸ τούτων ἀξιοῦν σώζεσθαι, ἀλλ’ ἀπὸ τῆς τοῦ

55

.

169

Θεοῦ φιλανθρωπίας, ἧς καὶ οἱ πατέρες ἀπέλαυσαν, τοῦτό ἐστι τῆς πολλῆς ταπεινοφροσύνης αὐτῶν ση‐ μεῖον· οὐ μικρὰν δὲ κἀντεῦθεν ἑαυτοῖς προθυμίας κατασκευάζουσιν ὑπόθεσιν. Ἀρκεῖ γὰρ τοῦ Θεοῦ καὶ
5ἡ προσηγορία μόνη μυρίους καταλῦσαι πολέμους. βʹ. Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ἀκούσατε ὅσοι τῶν παίδων ἀμελεῖτε τῶν ὑμετέρων, ὅσοι διαβολικὰ μελίσματα ᾄδοντας περιορᾶτε, τῶν δὲ θείων διηγη‐ μάτων ἀμελεῖτε. Ἀλλ’ οὐχ οὗτοι τοιοῦτοι, ἀλλὰ δι‐
10ηνεκῶς ἐν τοῖς διηγήμασι τῶν τοῦ Θεοῦ κατορθωμάτων τὸν βίον ἀνήλισκον· καὶ διπλοῦν ἐποίουν τὸ κέρδος. Οἵ τε γὰρ εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄν‐ τες, βελτίους ἐγίνοντο· οἵ τε ἐκείνων ἔκγονοι οὐ μι‐ κρὰν θεογνωσίας ὑπόθεσιν ἐκ τῶν διηγημάτων ἐλάμ‐
15βανον τούτων, καὶ πρὸς ἀρετῆς ζῆλον ἐνήγοντο. Βιβλία γὰρ ἦν αὐτοῖς τὰ στόματα τῶν γεγεννηκότων, καὶ πᾶσα σχολὴ, καὶ πᾶσα διατριβὴ ταῦτα εἶχε τὰ διηγήματα, ὧν οὐδὲν τερπνότερον, οὔτε κερδαλεώτερον ἦν. Εἰ γὰρ ἁπλῶς διηγήματα πραγμάτων, καὶ μῦθοι, καὶ πλά‐
20σματα ψυχαγωγεῖν εἰώθασι πολλάκις τοὺς ἀκροατάς· πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργε‐ σίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν ἀκροατὴν, καὶ σπουδαιό‐ τερον ἐποίει. Οἱ γὰρ παρόντες τοῖς γινομένοις, καὶ
25ὄψει παραλαβόντες, ἀκοῇ παρέδωκαν, καὶ ἦν ἡ ἀκοὴ τῆς ὄψεως ὁμοίως πρὸς πίστιν ἴση. Τῶν γὰρ παρόντων καὶ θεωμένων οὐχ ἧττον ἐπίστευον οἱ μὴ παρόντες καὶ θεώμενοι. Οὐ μικρὸν δὲ αὐτοῖς καὶ τοῦτο εἰς πί‐ στιν ἄλειμμα ἦν. Ἴδωμεν δὲ τί διηγήσαντο, καὶ εἰ
30ὑποθέσεως ὁμοίας μέμνηνται. Καὶ γὰρ τὸν μέλλοντά τινος δεῖσθαι, καὶ τῆς αἰτήσεως ἐπιτυγχάνειν, ἐκ τῆς ἑτέροις δοθείσης χάριτος ὅμοια αἰτεῖν ἐκείνῳ χρή. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οἷον, αἰτεῖ τις ἡμᾶς οἰκέτης δωρεάν· ἂν δείξῃ καὶ ἕτερον εἰληφότα τὴν αὐτὴν, μέ‐
35γιστον δικαίωμα τὴν αὐτὴν τοῦ λαβεῖν προβάλλεται, πλὴν ἐὰν μὴ τῇ διαφορᾷ τὸ παράδειγμα βλάπτηται. Διαφορὰν δὲ λέγω προσώπου ἢ πράγματος. Ἐὰν μὲν γὰρ ὁ εἰληφὼς ᾖ τοιοῦτος, οἷος ὁ αἰτῶν, καὶ τὸ αἰτού‐ μενον ὅμοιον, ἕστηκε τὸ ὑπόδειγμα· ἂν δὲ ἐκεῖνος δί‐
40καιος μὲν λαβεῖν, οὗτος δὲ οὐκ ἔτι, μείζονος χρεία τῆς παρακλήσεως. Ἀναγκαῖον δὲ καὶ ἐκ τῶν Γραφῶν ὃ λέγω ποιῆσαι σαφές· Ἡ Χαναναία, ἐπειδὴ ἤκουσεν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, φησὶ, Ναὶ, Κύριε· καὶ γὰρ
45τὰ κυνάρια ἐσθίει ἐκ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Καὶ Παῦλος πάλιν γράφων ἔλε‐ γεν· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, πολλῷ μᾶλλον ἡμεῖς· ἐνταῦθα μεῖζον τὸ δικαίωμα ἀπὸ τῆς τοῦ προσώπου διαφορᾶς ποιῶν. Καὶ πάλιν Φιλήμονι

55

.

169

(50)

γράφων ἔλεγεν· Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀνα‐ πέπαυται διὰ σοῦ, ἀδελφέ· δὼ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ. Ἐνταῦθα ἐκ τοῦ ἴσου τὸ παράδειγμα. Ὅταν γὰρ πρῶτος ᾖ τις εἰληφὼς,
55ὥσπερ τινὰ τῷ δευτέρῳ θύραν ἀνοίγνυσιν, ἂν ᾖ ὅμοιος ὁ μέλλων αἰτεῖν, ἢ τὰ αὐτὰ αἰτοίη. Οὐ μόνον δὲ ἐκ τῶν ἑτέ‐ ροις δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν ἡμῖν αὐτοῖς ἤδη ὑπαρ‐ ξάντων ἡ παράκλησις πολλάκις ἰσχυρὰ γίνεται· ὃ καὶ Παῦλος ἐποίει Φιλιππησίοις γράφων καὶ λέγων· Ὅτι
60καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν χρείαν μοι ἐπέμψατε. Διά τοι τοῦτο πολλοὶ πολλοῖς
διδόντες τοῦτο παρεγγυῶσι, μὴ ἐξειπεῖν ἑτέροις, ἵναColumn end

55

.

170

μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος κατα‐ φυγεῖν εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ καὶ ἑτέροις δοίη. Ἀλλ’ ἄνθρωποι μὲν εἰκότως, ἅτε ἐκ
5τοῦ διδόναι γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα, εἰς τὸ καὶ ἑτέροις παρασχεῖν πρό‐ φασιν τοῦ πάλιν αὐτὸν αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. Διό φησιν ὁ
10Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ τὴν φιλοτιμίαν. Ὅταν γὰρ ἀναλώσῃς τὸν ἀποκείμενον πλοῦτον, τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάτ‐
15τωσας. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός τις τὸν σῖτον οἴκοι κείμενον μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν σκωλήκων αὐτὸν παρέδωκεν· ἂν δὲ
20σκορπίσῃ, πλείονα τὸν ἀμητὸν ἐργάζεται. γʹ. Ἀκούσατε ὅσοι πρὸς τὴν ἐλεημοσύνην ἐστὲ ὀκνη‐ ροί. Ἀκούσατε οἱ τὸν πλοῦτον ὑμῖν ἐλαττοῦντες τῇ φυλακῇ. Ἀκούσατε οἱ τῶν ὄναρ πλουτούντων οὐδὲν διακείμενοι ἄμεινον. Ὀνείρατος γὰρ οὐδὲν ἄμεινον τὰ
25παρόντα· ἀλλ’ ὥσπερ οἱ καθ’ ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βα‐ σιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μη‐ δὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος
30κἂν τὰ πάντων ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πα‐ τρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον διαγινώσκειν καὶ τὸν πένητα. Οὐ γάρ ἐστιν
35ἀλήθεια πραγμάτων, ἀλλ’ ὀνομάτων χάρις καὶ εὐ‐ φημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας, ἀλλ’ οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ’ οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες· οὕτω δὴ καὶ τὸ τῶν πλουσίων ὄνομα περι‐
40φέρεσθαι ἐνταῦθά φημι τῶν οὐδὲν ἐκεῖ κεκτημένων. Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει. Ὥσπερ γὰρ τὸν πηρὸν, εἰ μὴ καθ‐ όλου τετύφλωται, οὐκ ἂν αὐτὸν πολυβλέποντα ἐκά‐
45λεσαν· οὕτω δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ’ αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν.

55

.

170

(50)

Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ’ οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ’ ἐλεημοσύνη ποιεῖ πλούσιον
55Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ
τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν δυνήσεται;

55

.

171

Ὅπερ καὶ Παῦλος δεδοικὼς ἔλεγεν· Εἴπερ καὶ ἐν‐ δυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ποῖα χρήματα τὸν κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰ‐
5κίαι; ποῖοι λίθοι πολύτιμοι; ποῖα βαλανεῖα τὸν ῥύ‐ πον ἀποσμῆξαι δυνήσεται τὸν ἐκ τῶν ἁμαρτημά‐ των; Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ’ ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς
10κρίσεως οὔσης; Ἀλλ’ ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰρ‐ γάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρ‐ χαίαις. Ἔξεστι καὶ ἡμῖν τοῦτο εἰπεῖν κατὰ ἀναγω‐ γὴν τὸ ῥῆμα. Εἰ μὲν καὶ ἐκείνοις οἱ πατέρες διηγή‐
15σαντο, ἀλλὰ καὶ ἡμῖν ἡ τοῦ Θεοῦ χάρις ἔδωκε διὰ τῆς ἐπιφοιτήσεως τοῦ Πνεύματος μαθεῖν τὰ ἐκείνων. Πῶς δὲ ἄν τις κατὰ ἀναγωγὴν αὐτὰ ἐκλάβοι; Εἰς τὰ τῆς καινῆς χάριτος ἕλκων κατορθώματα, ὅτι πρὸς τὸν οὐρανὸν ἀνενέχθημεν, ὅτι βασιλείας ἠξιώ‐
20θημεν, ὅτι Θεὸς ἄνθρωπος γέγονε, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. Ἀλλ’ ἴωμεν ἐπὶ τὴν ἱστορίαν λοι‐ πόν. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Παλαιοῦ τινος διηγήματος μέ‐ μνηται, καὶ ἀρχαῖα παράγει κατορθώματα. Καὶ τί‐
25νος ἕνεκεν οὐ νέου τινὸς μέμνηται καὶ προσφάτου; Ὅτι παρὰ μὲν ἀνθρώποις εἰκότως τῶν προσφάτων ποιούμεθα τὴν διήγησιν, καὶ ἀπὸ τούτων αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης αὐτοῖς ἐξασθενούσης· παρὰ δὲ Θεῷ πάντα γνωστὰ, ὁμοίως καὶ τὰ παλαιὰ
30καὶ τὰ νέα. Ἰδοὺ γὰρ, φησὶ, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Οὐδὲν διαφέρει ἄν τε πα‐ λαιόν τις, ἄν τε νέον εἴπῃ διήγημα, μόνον οἰκεῖον τῷ ὑποκειμένῳ ἔστω. Ποῖον οὖν, φησὶ, διήγημα ἀρ‐ χαῖον λέγειν βούλεται; Ἀκούσωμεν· Ἡ χείρ σου
35ἔθνη ἐξωλόθρευσε, φησὶ, καὶ κατεφύτευσας αὐ‐ τούς· ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἆρα ἐπέγνωτε ποῖον λέγει πόλεμον, ποίαν νίκην, ποῖον τρόπαιον, ἢ τῆς παρ’ ἡμῶν ἔτι δεῖσθε σαφη‐ νείας; Ἤδη μὲν οἶμαι πολλοὺς συνεωρακέναι τὸ λε‐
40γόμενον· διὰ δὲ τοὺς ἀγνοοῦντας ἀναγκαῖον καὶ τὰ παρ’ ἡμῶν προσθεῖναι. Ποίων οὖν τροπαίων μέμνη‐ ται; ποίων κατορθωμάτων; Τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν τῇ ἐρήμῳ, τῶν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· μᾶλλον δὲ τῶν ἐν τῇ ἐπαγγελίᾳ. Οὐ γὰρ οἱ ἐξ Αἰγύπτου
45ἐξελθόντες, οὗτοι καὶ τῆς Παλαιστίνης ἐπέτυχον, ἀλλὰ πάντες ἔπεσον ἐν τῇ ἐρήμῳ. Ὅτε γοῦν οἱ ἐξ ἐκείνων τεχθέντες, καὶ οἱ ἐν τῇ ἐρήμῳ τραφέντες, εἰσῄεσαν εἰς Παλαιστίνην, φησὶν, οὐκ ἐδέησεν αὐ‐ τοῖς ὅπλων· ἀλλ’ αὐτοβοεὶ τὰς πόλεις εἷλον, καὶ δια‐

55

.

171

(50)

βάντες τὸν Ἰορδάνην, τὴν πρώτην αὐτοῖς ἀπαντή‐ σασαν πόλιν τὴν Ἱεριχὼ, καθάπερ χορεύοντες μᾶλ‐ λον ἢ πολεμοῦντες κατήνεγκαν. Κεκοσμημένοι γὰρ ὅπλοις οὐχ ὡς ἐν μάχαις, ἀλλ’ ὡς ἐν πανηγύρει καὶ χορείᾳ ἐξῄεσαν, ἀντὶ καλλωπισμοῦ μᾶλλον ἢ ἀσφα‐
55λείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς
περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρα‐Column end

55

.

172

τοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος. Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν καὶ παράδοξον, χιλιάδας τοσαύτας στρατοπέδων ἐν τάξει καὶ ῥυθμῷ βαινόν‐ των, ἐν ἡσυχίᾳ καὶ κόσμῳ πολλῷ, ὡς οὐδενὸς παρόν‐
5τος, μετὰ τῆς ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων. Αἰσχυνέσθωσαν οἱ θορυβοῦντες ἐν ἐκκλησίᾳ. Εἰ γὰρ ἔνθα σάλπιγγες ἤχουν, τοσαύτη ἦν εὐταξία, ἔνθα αὐτὸς ὁ Θεὸς φθέγγεται, τίνος τεύ‐ ξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς
10ἐκείνων ἀκοῆς τὴν ἀκρίβειαν ἐκκρούοντες; Ἀλλὰ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐμνημόνευσε τῶν ἐξ Αἰ‐ γύπτου; Ἐπειδὴ πάντες ἔπεσον, ἐπειδὴ δίκην ἔδοσαν. Τίνος δὲ ἕνεκεν πάντες ἀπώλοντο; Ἐπειδὴ τὰ με‐ γάλα ἥμαρτον. Ἐντεῦθεν δὲ καὶ ἕτερον ᾠκονόμει, τὸ
15τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν ἀθεά‐ τους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμο‐ νίας, τῆς ἀσεβείας ἁπάσης, καὶ μηδένα διδάσκαλον ἔχειν τῆς τοσαύτης πονηρίας. Οὕτω γὰρ προκατεί‐ χοντο τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόν‐
20τες, ὡς μετὰ τοσαῦτα θαύματα μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι καθαρῶς τῆς πλάνης τὰ λείψανα. Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέ‐ ρων χαλεπωτέρους, ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς; Διὰ δὴ τοῦτο κατεῖχεν αὐτοὺς ἐπὶ
25τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων. δʹ. Καὶ ταῦτα οὐκ οἴκοθεν φθεγγόμενοι λέγομεν, ἀλλ’ ἀπὸ τῶν Γραφῶν ἀποδεικνύοντες. Διὰ γὰρ τοῦ Ἰεζεκιὴλ τοῦτο αὐτὸ ὁ Θεὸς ὀνειδίζει αὐτοῖς, ὅτι εἰς
30τὴν ἔρημον αὐτοὺς ἀγαγὼν καὶ πολλὰ διαλεχθεὶς οὐκ ἠκούετο. Ἀλλὰ τίνος ἕνεκεν ὅπλα αὐτοὺς περικεῖ‐ σθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ; Θαυ‐ μαστότερον γὰρ ἦν, εἰ χωρὶς ὅπλων τοῦτο ἐποίουν. Μάλιστα μὲν οὖν κἂν κελεύῃ τι ποιεῖν ἀνθρώπινον,
35καὶ προσλαμβάνειν τινὰ συμμαχίαν αἰσθητὴν, συγ‐ κατιὼν αὐτῶν τῇ ἀσθενείᾳ τοῦτο ποιεῖ. Τί γὰρ ἠδύνατο ὅπλων περιβολὴ πρὸς τείχους καταβολήν; τί δὲ σαλπίγγων ἠχή; Εἰ μὲν γὰρ πρὸς ἀν‐ θρώπους ὁ πόλεμος ἦν, εἶχέ τίς τινα ῥοπὴν καὶ τοῖς
40ὅπλοις λογίζεσθαι· εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν, τίνος ἕνεκεν ὅπλα περίκεινται; Καὶ ἐπὶ τοῦ Γεδεὼν δὲ πάλιν οἱ εἰλημμένοι τῶν μὴ εἰλημμένων ἦσαν ἴσοι· πάντες γὰρ ἦσαν δῆλοι. Τίνος οὖν ἕνεκεν ταῦτα γίνεται; Ὥστε εἰς πίστιν αὐτοὺς ἄγεσθαι τοὺς ταῦτα
45κελευομένους. Ἡ γὰρ ψυχὴ συντραφεῖσα σώματι, καὶ οὐδὲν ἀσώματον ἰδοῦσά ποτε, καὶ πρὸς τὰ αἰ‐ σθητὰ κεχηνυῖα, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ νοητὰ χειραγωγηθῆναι ἐδεῖτο. Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων

55

.

172

(50)

μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ’ ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρω‐ πίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα. Ἐπεὶ οὖν καὶ ἡ ἐνέργεια τοῦ Θεοῦ νοητόν τί ἐστιν,
55ἵνα μὴ ἀπιστήσωσιν οἱ τότε, τίθησί τι αἰσθητόν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐν ἑπτὰ ἡμέραις καταστραφήσεται ἡ πόλις, ἡσυχαζόντων ὑμῶν, καὶ μηδὲν ἐργαζομένων, ἴσως ἂν πολλοὶ ἠπίστησαν· νυνὶ δὲ καθάπερ ὑποβά‐ θραν τινὰ τῇ διανοίᾳ τῇ ἀνθρωπίνῃ τὰ ἐπιτάγματα
60ταῦτα ὑποτίθησι. Καὶ ἵνα μὴ νομίσητε στοχασμόν
τινα εἶναι τὸ λεγόμενον, ἱστορίαν τινὰ ὑμῖν παλαιὰν

55

.

173

πιστουμένην τὸν λόγον διηγήσασθαι βούλομαι. Νεαι‐ μάν τις ἦν Σύρος. Οὗτος ὑπὸ λέπρας ἁλοὺς, καὶ αἰσχυνόμενος τῷ πάθει, ὡς ὑπὲρ μεγίστων κινδυ‐ νεύων, ἔρχεται εἰς τὴν Παλαιστίνην (δεῖ γὰρ ἐπιτε‐
5μεῖν τὸν λόγον), λύσιν βουλόμενος εὑρεῖν τοῦ κακοῦ παρὰ τοῦ προφήτου. Ἐλθὼν τοίνυν, καὶ πρὸς τῇ θύρᾳ τοῦ ἀνδρὸς στὰς, ἐκάλει τὸν ἰατρόν. Ὁ δὲ ὑπ‐ ήκουσε μὲν, οὐ μὴν ἐξῆλθεν, ἀλλ’ ἀπέστειλε πρὸς αὐτὸν κελεύων βαπτίζεσθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ.
10Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰ‐ σθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον διανοίας, οὐκ ἐπείσθη. Ἀλλὰ τί φησιν; Ἐγὼ ἔλεγον, ὅτι ἐξελεύ‐ σεται καὶ ἐπιθήσει αὐτοῦ τὴν χεῖρα, καὶ ἐπικα‐ λέσεται τὸν Θεὸν αὐτοῦ, καὶ ἀποσυνάξει τὴν λέ‐
15πραν. Ὁρᾷς τὴν ψυχὴν, πῶς αἰσθητοῦ τινος ἐδεήθη σχήματος; Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ τὸ πρόσ‐ ταγμα ἀρκεῖν, ἀλλὰ δεηθῆναι χειρὸς, τῆς ἀσθενείας ἦν τοῦ θεραπευομένου. Πολλὰ δὲ καὶ ἕτερα ἐντεῦθεν ἡμῖν λύεται. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ πανταχοῦ
20λόγῳ ἰᾶται, ἀλλὰ καὶ τῇ χειρί· καὶ γὰρ ἔβαλε τὴν χεῖρα εἰς τὸ στόμα καὶ εἰς τὴν γλῶτταν· καὶ ἀλλα‐ χοῦ μὲν λόγῳ μόνῳ, ἀλλαχοῦ δὲ θελήματι πάντα ποιῶν, τοὺς προσιόντας ἰᾶτο. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίει; Διὰ τὴν ἀσθένειαν τῶν προσιόντων. Καὶ ἵνα
25μάθῃς, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν τοῦτο ἐγίνετο, τοὺς μὴ δεομένους τῶν τοιούτων ἐπῄνει. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύ‐ την πίστιν εὗρον· ἐπειδήπερ αὐτὸν οὐχ εἵλ‐ κυσεν εἰς τὴν οἰκίαν ὁ ἑκατόνταρχος, ἀλλ’ ἔφησεν
30ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα. Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον γίνεται, ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐ‐ δὲν ἀνθρώπινον παρελαμβάνετο· διά τοι τοῦτο καὶ ἐπὶ τοῦ τὴν γυναῖκα ζηλοτυποῦντος παχύτερόν τι πρᾶγμα ἐπετάττετο. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν
35ἐκλαβεῖν τοῦτο (Πάντα γὰρ ταῦτα τύποι συνέβαι‐ νον ἐκείνοις, φησίν· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν), ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλη‐ σίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ
40τῶν ἐναντίων τείχη καταβάλλοντας, καὶ τοὺς λαοὺς ὡπλισμένους τῇ τοῦ Ἰησοῦ παντευχίᾳ. Ὁ δὲ τῶν ἑπτὰ ἡμερῶν ἀριθμὸς τὸ σάββατον ἡμῖν προδιαλύει. Οὐ γὰρ προηγουμένως ἐδόθησαν αἱ τοιαῦται τοῦ νό‐ μου ἐντολαί. Διὰ τοῦτο περὶ μὲν τῶν θυσιῶν φησι·
45Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ πάλιν· Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσι τὰς ἁμαρτίας σου; Καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαρά‐ κοντα; Καὶ πάλιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβὰ

55

.

173

(50)

φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας. Καὶ πάλιν· Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτῷ; Καὶ, Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν. Καὶ πάλιν· Ἀκοὴ ἀγαθὴ ὑπὲρ
55θυσίαν. Καὶ τὰς ἑορτὰς ἐκβάλλων φησί· Μεμίσηκα,
ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ἀπόστησον ἀπ’ ἐμοῦColumn end

55

.

174

ἦχον ᾠδῶν σου, καὶ ψαλμῶν ὀργάνων σου οὐκ ἀκούσομαι. Καὶ, Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου. Καὶ πάλιν· Οὐχ αὕτη ἡ νηστεία, ἣν ἐξελεξάμην. Καὶ
5ὁ Ἰεζεκιὴλ πάλιν ἔλεγε· Δώσω ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐτοῖς. Οὕτω καὶ τὸ σάββατον ἐνταῦθα λύεται. Ἀλλὰ διὰ τί λέγει· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Τοῦτο ὑμῖν καταλιμπάνω λῦσαι δυνήσεσθε δὲ τὰ τοιαῦτα
10εὑρίσκειν, ἂν βίον ἐπιδείξησθε καθαρόν. εʹ. Εἰ γὰρ τὸν Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν τῶν ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον διὰ τὸ ἀναγινώσκειν σπουδαίως ἐποίησε καὶ γνῶναι· πολλῷ μᾶλλον ὑμᾶς τοὺς ἤδη τῆς πίστεως ἀπολαύσαντας,
15βίον ὀρθὸν ἐπιδειξαμένους, διδάξει τὰ σαφέστερα. Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων γνῶσιν (καθάπερ ὁ Παῦλός φησιν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἐπειδὴ ἔρεις ἐν ὑμῖν εἰσι καὶ ζῆλοι· καὶ ὁ Ἡσαΐας πάλιν· Γνῶναι
20μου τὰς ὁδοὺς ἐπιθυμήσουσιν, ὡς λαὸς δικαιοσύ‐ νην πεποιηκὼς), οὕτως ὁ καθαρὸς βίος ὁδηγεῖ καὶ ἡ σπουδὴ ἡ περὶ τὸ ζητεῖν. Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε. Καὶ ἡ παραβολὴ δὲ ἡ τοῦ τοὺς ἄρτους αἰ‐ τοῦντος παρὰ τοῦ καθευδήσαντος ἤδη φίλου, τοῦτο
25δείκνυσι. Διὰ τοῦτο καὶ ὁ Σολομὼν, ἐπειδὴ πνευμα‐ τικὰ ᾔτησε, καὶ ἅπερ οὐκ ᾔτησεν ἔλαβεν. Ὅταν δὲ καὶ προσεδρία, καὶ πνευματικὴ αἴτησις, καὶ βίος καθαρὸς παρῇ, ἐννόησον πόση ἔσται εὐκολία πρὸς τὸ λαβεῖν· καίτοι γε προσεδρία καὶ καθ’ ἑαυ‐
30τὴν ἴσχυσε μόνον· Λέγω γὰρ ὑμῖν, φησὶν, εἰ καὶ μὴ διὰ τὸ εἶναι αὐτοῦ φίλον μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ. Ἀλλ’ ἐπαν‐ ίωμεν ἐπὶ τὸ προκείμενον. Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἡ χείρ
35σου ἔθνη ἐξωλόθρευσε καὶ κατεφύτευσας αὐτούς. Ὅρα πῶς τῇ λέξει κυρίως κέχρηται. Οὐ γὰρ μέχρι νίκης καὶ ἥττης τὰ πράγματα, φησὶν, ἔστησας τότε· ἀλλὰ περαιτέρω πάντα προῄει· καίτοι γε πρὸ τούτου οὐκ ἴσα τὰ τῆς παρατάξεως ἦν. Οἱ μὲν γὰρ κατεῖχον,
40οἱ δὲ ἐπήλυδες ἦσαν· ἀλλ’ ὅμως τοσαύτη γέγονεν ἡ μεταβολὴ, ὡς τοὺς μὲν προῤῥίζους ἀνασπασθῆναι, τοὺς δὲ γενέσθαι πολίτας καὶ οἰκήτορας. Διὰ τοῦτο ἐπ’ ἐκείνων μέν φησιν· Ἡ χείρ σου ἔθνη ἐξωλό‐ θρευσεν· ἐπὶ δὲ τῶν Ἰουδαίων, Κατεφύτευσε.
45Χεῖρα δὲ τὴν δύναμιν αὐτοῦ φησιν. Εἰ δὲ ἐκείνους ἔξωθεν ἐπιόντας, καὶ οὐ πόλιν, οὐκ οἰκίαν ἔχοντας, οὐχ ὅπου ὁρμήσωσι καὶ στῶσιν, οὕτω ταχέως ἀπ‐ έδειξε τῶν ἔνδον οἰκούντων δυνατωτέρους, πολλῷ μᾶλλον ἡμᾶς τῶν πατρῴων ἐκβεβλημένους οὐ περι‐

55

.

174

(50)

όψεται, φησί. Τί δέ ἐστι τὸ, Ἐφύτευσας; Ἔπηξας.

55

.

175

Τὸ γὰρ πεφυτευμένον μόνιμον καὶ πεπηγὸς γίνεται. Τί οὖν; οὐ μετέστησαν, εἰπέ μοι; οὐκ ἀπήχθησαν εἰς ἀλλοτρίους τόπους; Ναὶ, ἀπήχθησαν, ἀλλ’ οὐ παρὰ τὴν ἀσθένειαν τοῦ καταθέντος, ἀλλὰ παρὰ τὴν
5κακίαν τῶν φυτευθέντων. Εἰ γὰρ μὴ τὰ παρ’ αὐτῶν ἐνεπόδισεν, οὐδὲν ἂν ἐκώλυσε μεῖναι ἐπὶ τῆς οἰκίας, Ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Τινὲς περὶ τῶν Αἰγυπτίων τοῦτό φασι λέγεσθαι· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τῶν ἐθνῶν τοῦτο εἰρῆσθαι. Καὶ γὰρ
10κἀκείνους τιμωρίας ἀπῄτησεν ἐν ἑκατέρῳ τὴν ἑαυ‐ τοῦ δύναμιν ἐπιδεικνύμενος, καὶ ἐν τῷ τοὺς πολε‐ μίους ἀναιρεῖν, καὶ ἐν τῷ τοὺς οἰκείους συγκροτεῖν. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν. Ἄλλος φησὶν, Οὐ γὰρ ἐν τῇ μαχαίρᾳ αὐτῶν
15ἐκληρονόμησαν τὴν γῆν. Οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς· ἀλλ’ ἡ δεξιά σου, καὶ ὁ βρα‐ χίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἄλλος φησί· Τὸ φῶς. Ὅτι ηὐδόκησας ἐν αὐτοῖς. Καὶ μὴν ὡπλισμένοι πάντες ἐκράτουν ἐν τοῖς πο‐
20λέμοις· ὡπλισμένοι μὲν, ἀλλ’ οὐκ ἦν ὅπλων τὸ ἔρ‐ γον, ἀλλὰ τοῦ στρατηγοῦντος Θεοῦ. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν; Πῶς δὲ τὸ πρᾶγμα κλη‐ ρονομίαν καλεῖ, τῶν πατέρων, καὶ τῶν πάππων,
25καὶ τῶν ἐπιπάππων οὐ κατεσχηκότων τὴν γῆν, ἀλλ’ ἐν ἑτέρῳ δαπανηθέντων καιρῷ; Ὅτι πρὸς τοὺς πα‐ τέρας ἦν ἡ ὑπόσχεσις. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ, Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Εἰπὼν δὲ δεξιὰν καὶ βρα‐
30χίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων· Καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, τουτέστιν, ἡ ἀντί‐ ληψις, ἡ πρόνοια. Τὸ γὰρ βουληθῆναι, τὸ παρεῖναι ἤρκεσε μόνον αὐτοῖς. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ηὐδό‐
35κησας ἐν αὐτοῖς· τουτέστιν, ὅτι ἠγάπησας αὐ‐ τοὺς, ὅτι ἐβουλήθης. Ὥστε χάριτος ἦν, οὐ κατορ‐ θωμάτων τὰ πράγματα, οὐδὲ ἐξ οἰκείας ἀρετῆς ἐπέτυχον, ἀλλ’ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐν‐
40τελλόμενος τὰς σωτηρίας Ἰακώβ. Ἄλλος, Ἔν‐ τειλαι περὶ τῆς σωτηρίας τοῦ Ἰακώβ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; Πολλὴ μὲν πρὸς τὰ εἰρημένα. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἡμεῖς ἐκείνων ἔγγονοι, καὶ σὺ ὁ Θεὸς ὁ αὐτὸς, ὁ καὶ τότε καὶ νῦν ἐκεῖνα
45ἐργασάμενος. Πόθεν οὖν ἡ τοσαύτη μεταβολή; Οὐ γὰρ δὴ ἄλλος μὲν ἐκεῖνος ὁ Θεὸς, ἄλλος δὲ σὺ, ἀλλὰ σὺ εἶ ὁ αὐτός. ϛʹ. Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ

55

.

175

(50)

ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐ‐ τὸς, καὶ ἡ πρόνοια ἡ αὐτή. Πόθεν οὖν ἡ μεταβολὴ τῶν πραγμάτων; Τί δέ ἐστιν, Ὁ ἐντελλόμενος;
55Ὁ κελεύων, ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρ‐ ίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ’ ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βου‐
60λόμενος. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κε‐ ρατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς
65κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσο‐Column end

55

.

176

μεν τοὺς ἐπανισταμένους ἡμῖν. Ἄλλος φησὶ, Συμ‐ πατήσομεν. Τί λέγω, φησὶν, Ἐν σοί; Ἀρκεῖ τὸ ὄνομά σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ’ ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσό‐
5μεθα, ἀλλ’, Ἐξουδενώσομεν, οὐδὲ ἡγησόμεθα αὐ‐ τούς τι εἶναι, φησὶν, οὐδὲ φοβηθησόμεθα, ἀλλ’ ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμη‐ νευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φό‐
10βου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλ‐ πιῶ. Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ τίνος ἕνεκεν κέχρησαι τούτοις; τί δὲ καθοπλίζῃ, καὶ τόξον καὶ μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι
15μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ’ αὐτὸν ῥίπτω. Οὕτω πο‐ λεμεῖν τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι, οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ
20ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ τῷ ἐλέει τοῦ Θεοῦ. Οὕτω καὶ Δανιὴλ ἔλεγεν· Οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἐπιῤῥίπτομεν ἡμεῖς τὸν ἔλεον ἡμῶν ἔμπρο‐ σθέν σου. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας.
25Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ λέγειν τὰ παλαιὰ, φησὶ, καὶ τὰ τῶν προγόνων; Ἡμεῖς αὐτοὶ πολλὰ τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα. Διὰ γὰρ τοῦτο εἶπε, Κατ‐
30ῄσχυνας, ἐμφαίνων ὅτι οὐχ ἁπλῶς ἡμᾶς ἐξείλου, οὐδὲ ἁπλῶς ἐξήρπασας, ἀλλὰ μετὰ τῆς αἰσχύνης τῶν ἐπιόντων ἡμῖν. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογη‐ σόμεθα εἰς τὸν αἰῶνα.
35 Ἄλλος φησί· Τὸν Θεὸν ὑμνοῦμεν κατὰ πᾶσαν ἡμέραν. Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει. Ὅλην γὰρ τὴν ἡμέ‐ ραν, πᾶσαν λέγει τὴν ζωήν. Οὐ γὰρ παυόμεθα ὑμνοῦν‐ τες καὶ ἐγκαλλωπιζόμενοί σου ταῖς συμμαχίαις.
40Τοῦτο γὰρ ἡμῶν δόξα, τοῦτο καύχημα, ἐν τούτῳ πρὸς ἅπαντας φιλοτιμούμεθα· οὐχ ὅτι πόλιν ἔχομεν με‐ γάλην καὶ θαυμαστὴν, οὐδ’ ὅτι πρῶτοι νικῶμεν, οὐδ’ ὅτι ῥώμῃ σώματος περιγινόμεθα· ἀλλ’ ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα· οὐχ ὅταν βοηθῇς
45ἡμῖν μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαταλιμπάνῃς. Τοῦτο γάρ ἐστιν, Ὅλην τὴν ἡμέραν· καθάπερ καὶ Παῦ‐ λός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἑτέρα δόξα τοιαύτη. Διὸ καὶ πάλιν ἔλεγεν, Οὐ

55

.

176

(50)

μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Οὐδὲν γὰρ ἴσον τούτου τοῦ καυχήματος. Μηδεὶς τοίνυν ἐπὶ πλούτῳ μεγαλοφρονείτω· μηδεὶς ἐπί τινι τῶν βιωτι‐ κῶν, ἀλλ’ ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν Δεσπότην. Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο
55τῶν οὐρανῶν αὐτῶν βέλτιον. Εἰ γὰρ τὸ ἀκούειν τοῦ δεῖνος καὶ τοῦ δεῖνος καύχημα πολλάκις ἤνεγκε παρ’ ἀνθρώποις, ἐννόησον τὸ ἀκούειν τοῦ Θεοῦ ἡλίκην φέ‐
ρει δόξαν. Διὸ καὶ ὁ Παῦλος ἀντὶ μεγάλου ἀξιώματος

55

.

177

τέθεικε τοῦτο λέγων· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν. Διάψαλμα. Ἄλλος, Ἀεί. Ὁ δὲ Ἑβραῖος τοῦτο Σὲλ λέγει. Νυνὶ δὲ ἀπώσω καὶ κατ‐ ῄσχυνας ἡμᾶς. Ἄλλος φησὶ, Καίπερ ἀπώσω.
5Ἄλλος, Καί γε ἀπώσω. Ἄλλος, Ἀλλὰ πρὸς τούτοις ἀπεβάλου. Καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυ‐ νάμεσιν ἡμῶν. Ἄλλος, Καὶ οὐ προέρχῃ ἐν ταῖς στρατεύσεσιν ἡμῶν. Τῷ γὰρ ἀπωσμῷ αἰσχύνη εὐθέως ἕπεται, καὶ τὸ πᾶσι προκεῖσθαι πρὸς τὸ πά‐
10σχειν κακῶς. Δυνάμεις δὲ ἐνταῦθα τὰ στρατόπεδα αὐτῶν καλεῖ, ἐπειδὴ ἐν αὐταῖς ἡ τοῦ βασιλέως δύνα‐ μις, καὶ τοῦτο καλῶς τοῦ Θεοῦ οἰκονομήσαντος, ὥστε σύνδεσμον εἶναι τῷ ἄρχοντι καὶ τοῖς ἀρχομέ‐ νοις. Ὅ τε γὰρ βασιλεὺς δεῖται τῶν ὑπηκόων, καὶ
15οὗτοι τοῦ προστάτου, καὶ ἀλλήλων ἐν χρείᾳ καθεστή‐ κασι πολλῇ. Ὥστε γὰρ μὴ εἶναί τινα ἀπόνοιαν, τὰ μεγάλα πολλάκις τῶν μικρῶν δεῖσθαι ὁ Θεὸς παρ‐ εσκεύασεν. Τοῦτο καὶ ἐπὶ τῶν ἀψύχων ἐποίησε. Πολ‐ λάκις γοῦν κίονα σαλευόμενον ψηφὶς ὑποτεθεῖσα
20ἔστησε, καὶ μυριαγωγὸν πλοῖον μικρὸν πηδάλιον ἰθύνει, καὶ κινδύνων ἀπαλλάττει. Τί δέ ἐστι, Καίπερ ἀπώσω ἡμᾶς; Ὅτι καὶ τοιαῦτα, φησὶ, παθόντες, οὐκ ἀφ‐ ιστάμεθά σου, δοξολογοῦντες, ὑμνοῦντες, ἐν σοὶ καλ‐ λωπιζόμενοι. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω
25παρὰ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἄλλος φησὶν, Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου. Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δει‐ κνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην
30δεδώκασιν ἱκανήν. ζʹ. Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν
35τὴν γῆν. Καὶ πάλιν· Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ. Τοῦτο καὶ ἐνταῦθα δηλοῖ, μονονουχὶ λέγων· Πάντων γεγόναμεν ἀτιμότεροι, ἐπειδὴ τῆς σῆς ἐγυμνώθημεν προνοίας· καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινὰ, ἀλλὰ
40καὶ νομὴ γεγόναμεν τοῖς πολεμίοις, κατ’ ἐξουσίαν ἡμᾶς διανεμομένοις. Τοῦτο γάρ ἐστι· Διήρπαζον ἑαυτοῖς, τουτέστιν, οὐδενὸς ὄντος τοῦ κωλύοντος. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἄλλος φησὶν, Ἐλίκμη‐
45σας ἡμᾶς. Τί ἐστιν, Ὡς πρόβατα βρώσεως; Εὐεπιχειρήτους ποιήσας, εὐτελεῖς δείξας. Ἔστι γὰρ καὶ πρόβατα κτήσεως, τὰ πρὸς γονὴν ἐπιτήδεια· τὰ δὲ, διὰ τὸ γῆρας ἢ τὸ ἄγονον, εἰς βρῶσιν μόνον ἐστὶ χρήσιμα. Καὶ τὸ δὴ χαλεπώτερον, τὸ καὶ εἰς τὰ ἔθνη

55

.

177

(50)

διαιρεθῆναι, ὃ πάντων αὐτοῖς βαρύτερον ἦν, τὸ μηδὲ τὸν νόμον δύνασθαι μετὰ ἀκριβείας φυλάττειν ἐκεῖ, καὶ τῆς πατρῴας ἐκπεπτωκέναι πολιτείας. Καὶ οὐδὲ εἰς ἓν ἔθνος, ἀλλὰ πανταχοῦ, φησὶ, καὶ πρὸς ἓν μόνον ἐσμὲν ἕτοιμοι, τὸ πάσχειν κακῶς, ἀμύνεσθαι δὲ ἢ
55ἀνταίρειν χεῖρας οὐδὲ ἰσχύομεν. Τοῦτο γὰρ ἡ τῶν προβάτων εἰκὼν δηλοῖ. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. Ἄλλος φησὶν, Ἐν οὐχ ὑπάρξει. Ἄλλος, Οὐχ ὑπάρξεως. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλ‐ λάγμασιν ἡμῶν. Ἄλλος φησί· Καὶ οὐ πολλὴν
60ἐποίησας τὴν τιμὴν αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ γὰρ σφόδρα ἀσαφὲς εἶναι δοκεῖ τὸ ῥητὸν,
ἀλλὰ προσέχετε, ἵνα μετὰ συνέσεως ψάλλητε. Τί οὖνColumn end

55

.

178

ἐστι τὸ λεγόμενον; Τὸ εὐτελὲς αὐτῶν καὶ οὐδαμινὸν παρίστησιν. Ὡς οὐδενὸς ὄντας ἀξίους, ὡς εὐώνους καὶ εὐκαταφρονήτους, οὕτως ἡμᾶς εἴασας. Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν. Ἔθος γὰρ
5ἡμῖν τὰ ἄτιμα καὶ τὰ εὐτελῆ καὶ ἄνευ τιμῆς δι‐ δόναι· ὧν δὲ πολὺς ἡμῖν ὁ λόγος, κἂν ἀποδώμεθα, πολλῆς ἀποδιδόμεθα τιμῆς· ὧν δὲ οὐ πολὺς λόγος ἡμῖν, ταῦτα καὶ δωρεὰν παρέχομεν. Τῶν γοῦν οἰκε‐ τῶν τοὺς ἀγνώμονας οἱ μὲν τὰς ἡμισείας τῆς τιμῆς, οἱ
10δὲ τούτους ἀπέδοντο μὴ λαβόντες μηδέν. Εἰ δὲ τὸ ἐλάττονος παραχωρῆσαι τιμῆς δείκνυσι τὴν εὐτέλειαν τοῦ πιπρασκομένου· τὸ μηδὲ τιμῆς λαβεῖν, ἀλλ’ ἄνευ τιμῆς, πολλῷ μᾶλλον. Τοῦτο οὖν φησιν· Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἄνευ τιμῆς ἐκσταίη τῶν αὑτοῦ,
15οὕτω καὶ αὐτὸς ὡς ἀτίμους ἡμᾶς εἴασας, κατεφρό‐ νησας ἡμῶν σφόδρα. Τοῦτο γοῦν καὶ ἐν τῇ ἐπαγωγῇ δηλοῖ εἰπών· Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλά‐ γμασιν ἡμῶν· τουτέστιν, ἐν τῇ ὠνῇ ἡμῶν. Διὸ καὶ ἕτερός φησιν, Ἐν τῇ τιμήσει ἡμῶν· τουτέστιν, ἐν
20τῇ πράσει ἡμῶν. Ἡ γὰρ τιμὴ ἄλλαγμά ἐστι· δίδομεν γὰρ οἰκέτην πολλάκις, καὶ λαμβάνομεν ἀργύριον ἢ χρυσίον. Ἔθου ἡμᾶς ὀνειδισμὸν τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἄλλος λέγει, Πομπὴν τοῖς κύκλῳ ἡμῶν.
25Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. Χα‐ λεπὴ αὕτη τιμωρία καὶ ἀφόρητος, μάλιστα τὸ παρὰ τῶν ἀσεβῶν ὀνειδίζεσθαι, τὸ παρ’ ἐχθρῶν ταῦτα πάσχειν, καὶ κύκλῳ περικεῖσθαι τοὺς ἐπεμβαίνοντας αὐτοῖς, καὶ πανταχόθεν αὐτοὺς περιβεβλῆσθαι ὑπὸ
30τῶν ὀνειδιζόντων. Τί δέ ἐστι παραβολή; Διήγημα, ὄνειδος. Καὶ γὰρ μιαροί τινες καὶ ἀναίσθητοι ἦσαν οἱ κύκλῳ, οὐ μόνον οὐκ ἐλεοῦντες, ἀλλὰ καὶ ὀνειδίζοντες, ὃ δὴ μάλιστα αὐτοὺς ἔδακνεν. Ἐνταῦθα δέ μοι τοὺς Ἄραβας λέγειν δοκεῖ, τοὺς ἐκ γειτόνων αὐτοῖς οἰ‐
35κοῦντας. Κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἄλλος φησὶ, Μετακίνημα. Ὁ δὲ Ἑβραῖος, Μανούδ. Ἢ τοῦτό φησιν, ὅτι Μετεκίνησας ἡμᾶς, ἢ διὰ τοῦ σχή‐ ματος τῆς κινήσεως τῆς κεφαλῆς τοῦ σφόδρα ἐφηδο‐ μένου τὴν παροινίαν ἐνδείκνυται. Ὅλην τὴν ἡμέραν
40ἡ ἐντροπή μου κατεναντίον μου ἐστί. Ἄλλος φη‐ σίν· Ἡ ἀσχημοσύνη μου. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδί‐ ζοντος καὶ καταλαλοῦντος. Ἄλλος φησὶ, Καὶ βλασ‐ φημοῦντος. Ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώ‐
45κοντος. Ταῦτα τῶν τιμωριῶν μᾶλλον αὐτοὺς ἔδα‐ κνεν. Ἐπειδὴ γὰρ ἀεὶ καὶ συνεχῶς εὐημερίας ἀπ‐ ήλαυον, καὶ τῶν πολεμίων ἐκράτουν, τὰ πάντων τότε ἠνοίχθη στόματα, πεσόντων αὐτῶν καὶ ὑποσκελι‐ σθέντων, καὶ οὐδὲ ἀνακῦψαι εἶχον, ἀλλὰ διηνεκῆ τιμω‐

55

.

178

(50)

ρίαν ὑπέμενον. Ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Ἄλλος, Οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου. Ἀπεναντίας τοῖς ἄλλοις, φησὶν, ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν
55ὑπεσκελίσθησαν· ἡμεῖς δὲ, φησὶ, καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ταῦτα δὲ λέγουσιν εὐέλπιδας ποιοῦντες τοὺς ὄντας μετ’ αὐτῶν. Διὸ δὴ τοῦ Δανιὴλ καὶ τῶν τριῶν παίδων λε‐
γόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· οὗτοι λέγουσιν·

55

.

179

Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηρ‐ γετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλί‐
5ναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς. ηʹ. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔλεγον, τοῦτο καὶ νῦν φημι, ὅτι ἐν εὐχῆς τάξει τὰ φρονήματα αὐτῶν ἀλείφουσιν, ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον· Τίνος ἕνεκεν ἀπεγνώ‐ κατε τῆς σωτηρίας; Θεὸν ἔχομεν τὸν προϊστάμενον
10ἡμῶν· εἰ καί τι ἡμῖν ἡμάρτηται, δίκην ἔδομεν ἱκα‐ νήν· ἐν τοῖς πειρασμοῖς ἑστήκαμεν γενναίως· τὸν ἀεὶ καὶ ἁμαρτωλῶν προϊστάμενον ὁδηγὸν ἔχομεν· διὸ πάντοθεν δεῖ τὸ τέλος προσδοκᾷν χρηστόν. Τί δέ ἐστιν, Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου; Τουτέστιν,
15Οὐκ ἠδικήσαμεν περὶ ταῦτα, ἃ ἐπιστεύθημεν, ἀλλ’ ἐφυλάξαμεν μετὰ ἀκριβείας. Καὶ γὰρ μεγίστη ἀδι‐ κία ἐστὶν, ὅταν τὸν νόμον τις παραβαίνῃ τὸν ἀμύ‐ νοντα, τὸν οὐκ ἐῶντα οὐδὲ παρὰ τῶν πλησίον ἀδικεῖ‐ σθαι, καὶ τὴν κακίαν κωλύοντα· ὅταν περὶ τὸν το‐
20σαῦτα παρέχοντα ἀγαθὰ ἀγνωμονῇ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἄλλος φησὶν, Οὐκ ἀπ‐ εχώρησε. Καὶ οὐκ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ἄλλος φησὶν, Οὐδὲ μετεκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς. Ἄλλος, Καὶ οὐκ ἀπεστράφη
25εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ οὐκ ἔκλινε βή‐ ματα ἡμῶν. Ὅπερ ἔμπροσθεν εἴρηκε, τοῦτο καὶ ἐν‐ ταῦθα λέγει, ὅτι ἐν τοσούτῳ κλύδωνι κακῶν οὐδὲ μικρὸν παρεσαλεύθησαν. Καλῶς δὲ οὕτως εἶπεν. Ὥσπερ γὰρ ὁ νόμος εἰς τὰ ἔμπροσθεν ἄγει, οὕτως ἡ
30παρανομία εἰς τὰ ὀπίσω μεθίστησι· καὶ ὥσπερ ὁ νό‐ μος τὴν ὀρθὴν ὁδὸν βαδίζειν κελεύει, οὕτως ἡ παρα‐ νομία πρὸς τὴν ἔρημον καὶ ἄβατον τὸν ἄνθρωπον μεθίστησιν. Ὁδὸν οὖν τὸν νόμον φησὶν ἐνταῦθα. Τὸ δὲ, Ἐξέκλινας, ὅπερ οἱ ἄλλοι λέγουσιν· Οὐδὲ μετ‐
35εκλίθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου· ὁ Ἑβραῖός φησιν· Οὐαθὲτ ἀσουρενοῦ μενὶ ὄραχ· εἰ δὲ κατὰ τοὺς Ἑβδομήκοντα βουληθείη τις ἑρμηνεῦσαι, καὶ οὐ κατὰ τοὺς ἄλλους, τὸ, Ἐξέκλινας τὰς τρί‐ βους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, τοῦτό ἐστιν, ὅτι
40Ἀπῴκισας τοῦ ναοῦ σου, καὶ ἐν ἀλλοτρίᾳ εἶναι πε‐ ποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἄλ‐ λος φησὶν, Ἀοικήτῳ. Ἄλλος, Ἐν τόπῳ Σειρήνων. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Ἄλλος λέ‐
45γει, Ἐπώμασας ἡμᾶς. Αὕτη μοι δοκεῖ ἡ ἀνταπόδο‐ σις πρὸς τὰ ἄνω εἶναι, ἐν οἷς τὰ κακὰ διηγοῦνται λέγοντες, Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος· Ὅτι ἐταπείνωσας ἡμᾶς.

55

.

179

(50)

Εἰ μέντοι πρὸς τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, λάβοι τις αὐτὸ, ἐνταῦθα ἀκολου‐ θίαν ἔχει κατὰ τὴν ἔννοιαν, ἣν εἰρήκαμεν. Δηλοῖ γὰρ πῶς ἐκ τῶν τρίβων αὐτῶν ἀπώσατο αὐτοὺς, τῆς πο‐ λιτείας λέγω καὶ τῶν νομίμων, τὸ εἰς τόπους ἐρή‐
55μους ἀπαγαγεῖν, καὶ μεταξὺ πολεμίων ἀφεῖναι. Τοῦτο γάρ ἐστι τὸ, Ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου· τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ. Καὶ τὸ ἄφυκτον τῶν δει‐
60νῶν διά τε τῆς σκιᾶς καὶ τῆς ἐπικαλύψεως ἐνταῦθα
παρίστησιν, οὐδὲ ἥντινα διάλυσιν εὑρεῖν, οὐδὲ ἀνα‐Column end

55

.

180

πνοὴν μικρὰν δυνάμενα. Εἰ ἐπελαθόμεθα τοῦ ὀνό‐ ματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια
5τῆς καρδίας. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τὸ κακῶς πάσχοντας μένειν τὸν δεσπότην θεραπεύοντας· ταῦτα φιλοσοφίας διδάγματα. Ἐνταῦθα καὶ τοὺς ἀκούον‐ τας παιδεύουσι, μὴ ὑποκρίνεσθαι, ἀλλ’ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν θεραπεύειν. Οἶδε γὰρ, φησὶ, τὰ ἀπόῤῥητα
10τῆς διανοίας. Ταῦτα δὲ λέγουσι φοβοῦντες αὐτοὺς, ὥστε μηδὲν λογίσασθαι ἀνάξιον Θεοῦ. Ὅρα καὶ τὴν ἐπίδοσιν ἀρετῆς πολλήν· ἐπάγει γὰρ λέγων· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλο‐ γίσθημεν ὡς πρόβατα σφαγῆς. Μέγα μὲν γὰρ καὶ
15τὸ μένειν θεραπεύοντας τὸν Θεὸν, καὶ μὴ πρὸς ἕτε‐ ρον ἀποπηδῆσαι· τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν θανάτων καὶ καθημερινῶν κινδύνων ἐπικειμένων δια‐ τηρεῖν τὴν τοιαύτην ἀγάπην. Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ
20κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. Πόσων οὖν ἂν εἶεν ἄξιοι στεφάνων οὗτοι, ὅταν ἐν τῇ Παλαιᾷ φαίνωνται πρὸς τὸ μέτρον φθάσαντες τῶν ἐν τῇ Καινῇ ἀγωνισμάτων; Ὃ γάρ φησιν ὁ Παῦλος,
25Καθ’ ἡμέραν ἀποθνήσκω, τοῦτο καὶ οὗτοι, οὐχὶ τῇ πείρᾳ, οὔτε τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ. Διὰ τί δέ φη‐ σιν, Ἕνεκεν σοῦ; Ὅτι ἐξῆν ἡμῖν, φησὶ, μετατά‐ ξασθαι, καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ’ αἱρούμεθα πάσχειν κακῶς μᾶλλον,
30καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν. Ἐλογίσθημεν ὡς πρό‐ βατα σφαγῆς. Οὕτως ἡμᾶς εὐκόλως, φησὶν, ἀναι‐ ροῦσιν. Ἐνταῦθα δὲ καὶ τὴν ἐπιείκειαν αὐτῶν ἐνδεί‐ κνυται. Ἀλλ’ ὅμως οὕτως εὐκόλως προκείμενοι, μέ‐
35νομεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἄξιον ἐκπλαγῆναι, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ’ ἡμέραν ἀποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπε‐ σεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύ‐
40ριε; Ἄλλος φησὶν, Ἵνα τί ὡς ὑπνῶν εἶ; Ἄλλος, Ἐξυπνίσθητι. Ἄλλος, Ἐξύπνισον. Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἕτερος, Κρύπτεις. Ἐπιλαν‐ θάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
45Ἄλλος, Τῆς κακίας ἡμῶν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Δύνασαι λῦσαι τὰ κακά· οὐδὲ γὰρ παρὰ ἀσθέ‐ νειαν σὴν ταῦτα γίνεται, ἀλλὰ παρὰ τὴν συγχώρη‐ σιν. Ὕπνον γὰρ ἐνταῦθα τὴν ἡσυχίαν φησὶ, καὶ ἀνάστασιν τὴν ἀνταπόδοσιν, καὶ πρόσωπον τὴν ἀν‐

55

.

180

(50)

τίληψιν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν συμ‐ μαχίαν. θʹ. Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην. Οὐκ εἶπε, Τῶν κατορθωμάτων· οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς
55ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ’ ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται, ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ’ ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φη‐ σὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος
60ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα

55

.

181

ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες φιλοσοφεῖν, καὶ πάντα ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ
5ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν· Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν· τουτέστι, τῆς κακώσεως, λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα. Δικαίως δ’ ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστε‐
10τηκότων τὴν ψυχὴν, εἰς χοῦν τεταπεινῶσθαι, καὶ τῶν γαστριμάργων εἰς τὴν γῆν τὴν γαστέρα κεκολ‐ λῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πη‐ λὸν κεχηνὼς, καὶ τὴν ἀσώματον δύναμιν τὴν ἐν αὐτῷ
15καταδουλῶν τῇ σποδῷ, εἰκότως ἂν ταῦτα λέγοιτο πά‐ σχειν. Τί γάρ ἐστιν ἄλλο κάλλος σώματος, ἀλλ’ ἢ χοῦς καὶ πηλὸς, μᾶλλον δὲ καὶ τούτων εἰδεχθέστε‐ ρον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου τοὺς τάφους τῶν ἀνθρώπων, καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν
20γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς. Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς γάρ ἐστιν· ἀλλ’ ὡς σοφὸς δημιουργὸς, καὶ ἐξ εὐτελοῦς ὕλης κάλλος ἀμή‐
25χανον ἐποίησεν ἐπιγενέσθαι, οὐχ ἵνα πορνεύσῃς, ἀλλ’ ἵνα τῆς οἰκείας σοφίας ἀπόδειξίν σοι παράσχηται. Μὴ τοίνυν ὑβρίσῃς τὸν τεχνίτην, μηδὲ τὸ ἔργον αὐτοῦ τῆς σοφίας, ἀσελγείας καὶ πορνείας ὑπόθεσιν ποιοῦ. Μέχρι τοσούτου θαύμαζε τὴν ὥραν, μέχρι τοῦ δο‐
30ξάσαι τὸν τεχνίτην, περαιτέρω δὲ μὴ προέλθῃς, τὸ πάθος ἀλείφων. Καλὸν τὸ ἔργον· οὐκοῦν τὸν ἐργασά‐ μενον προσκυνεῖν, ἀλλ’ οὐχ ὑβρίζειν χρή. Εἴ τις, εἰπέ μοι, χρυσοῦν ἀνδριάντα τινὸς καὶ εἰκόνα βασι‐ λικὴν λαβὼν, κατῄσχυνε βορβόρῳ καὶ ἑτέροις τοιού‐
35τοις, οὐκ ἂν τὴν ἐσχάτην ἔδωκε δίκην; Εἰ δὲ ὁ ἐν τοῖς ἀνθρωπίνοις ἀγνώμων τοσαύτης ὑπεύθυνός ἐστι τιμωρίας, ὁ τὸ ἔργον τοῦ Θεοῦ τοσαύτῃ περι‐ βαλὼν ἀτιμίᾳ, τί πείσεται, καὶ μάλιστα ὅταν καὶ γυναῖκα ἔχων φαίνηται ὁ ταῦτα ποιῶν; Μὴ γάρ
40μοι λέγε τῆς φύσεως τὴν ἐπιθυμίαν. Διὰ τοῦτο γὰρ γάμος ἐπετράπη, ἵνα μὴ πέρα τῶν οἰκείων ὅρων προβαίνῃς. Θέα γὰρ ὅσης ἄξιος ἔσῃ τιμωρίας. Ὁ μὲν γὰρ Θεὸς καὶ τῆς ἀναπαύσεώς σου καὶ τῆς δόξης προενόησεν, ἵνα καὶ ἐκλύσῃς τὴν λύτταν τῆς φύσεως
45διὰ τῆς γυναικὸς, καὶ ἀκινδύνως τοῦτο ποιῇς, καὶ πάσης ἀπαλλαγῇς ἀσχημοσύνης. Σὺ δὲ τὸν οὕτω σου προνοοῦντα ἐκ περιουσίας ὑβρίζεις; Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη νομοθετῆσαι γάμον, πόσην ἂν ὑπέστης βίαν; πόσην κόλασιν; Δέον οὖν σε εὐχαριστεῖν καὶ

55

.

181

(50)

δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, πα‐ ραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρί‐ ζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους
ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνειςColumn end

55

.

182

δόξαν; Οὐκ ἀκούεις Παύλου λέγοντος καὶ νῦν, καὶ ἐν τῷ μέσῳ βοῶντος, Φεύγετε τὴν πορνείαν, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ τὴν ἐκείνου ψυχὴν κινοῦντος; Τί καταμανθάνεις κάλλος ἀλλότριον; τί περιεργάζῃ
5πρόσωπον οὐ σόν; τί φέρῃ κατὰ κρημνῶν; τί τοῖς δικτύοις ἐμβάλλεις σαυτόν; Τείχισόν σου τοὺς ὀφθαλ‐ μοὺς, περίφραξόν σου τὸ ὄμμα, τίθει νόμον τοῖς ὀφθαλμοῖς. Ἄκουσον ἀπειλοῦντος τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος. Τί τῆς
10ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ; ὅταν διηνεκῆ φόβον; ὅταν ἀθάνατον τῷ δράσαντι τιμωρίαν; Πόσῳ βέλτιον μικρὸν ἀνασχόμενον τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμω‐
15ρεῖσθαι; Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως· οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Οἶδα πρὸς τίνας ὁ λόγος ἀποτείνεται, οὐ πρὸς ἅπαντας· ἀλλ’ ἔνθα ἂν εὕρῃ τὸ τραῦμα, ἐκεῖ ἐπάγει τὸ φάρμακον. Τί τὸν γάμον ὑβρίζεις; τί τὴν εὐνὴν ἀδικεῖς; τί τὸ μέ‐
20λος τὸ σὸν ἐπηρεάζεις; τί τὴν δόξαν σου καταισχύ‐ νεις; Ἔκκοψον τὸ πάθος, ἄνελε τὰς τρυφάς. Τρυφὴ καὶ μέθη πηγαὶ πορνείας. Ἂν τῇ ἀνέσει μὴ χρήσῃ εἰς δέον, ἐπάγει σοι θλίψιν. Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι πορνεύσαντες, οἱ μὴ μεταλαβόντες σώματος
25Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς, Μηδὲ πορνεύωμεν, φησὶ, καθώς τινες αὐτῶν ἐπόρ‐ νευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. Ἄλλος,
30Στῆθι ἀντιλαμβανόμενος ἡμῶν, καὶ ῥῦσαι ἡμᾶς διὰ τὸ ἔλεός σου. Ὅρα ποῦ τὸν λόγον κατέκλεισαν· μετὰ μυρία αὐτῶν κατορθώματα, πόθεν ἀξιοῦσι σώ‐ ζεσθαι; Ἀπὸ ἐλέους, ἀπὸ φιλανθρωπίας, διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Τί ἐστιν, Ἕνεκεν τοῦ ὀνόματός σου;
35Ἵνα μὴ αὐτὸ βεβηλωθῇ, ὃ καὶ αὐτὸς πολλάκις λέγει, ὅτι Ποιῶ ἕνεκεν τοῦ ὀνόματός μου. Εἶδες ταπεινο‐ φροσύνην καὶ συντετριμμένην διάνοιαν; Καὶ πόθεν ἀξιοῦσι σωθῆναι; Ἀπὸ φιλανθρωπίας, ἀπὸ ἐλέους· ὡς οἱ ἔρημοι κατορθωμάτων, ὡς οἱ μηδέ τι ἔχοντες
40δικαίωμα σωτηρίας, καίτοι τοσούτοις κομῶντες πό‐ νοις καὶ κινδύνοις, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνέφερον. Τούτους δὴ καὶ ἡμεῖς οἱ ἐν τῇ χάριτι μιμησώμεθα, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
45tΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ.
46Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλ‐ λος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σω‐ σανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν.

55

.

182

(50)

Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλ‐ λος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν,
ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

55

.

183

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ. αʹ. Ἐβουλόμην παρεῖναι νυνὶ Ἰουδαίους ἅπαντας καὶ
5Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦ‐ το, ὅτι καὶ ἐν τοῖς δικαστηρίοις καὶ πανταχοῦ τότε μάλιστα ἀνύποπτος ἡ μαρτυρία τῶν πραγμάτων γί‐ νεται, ὅταν παρὰ τῶν ἐχθρῶν αὕτη φέρηται. Ἵν’ οὖν
10καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρ‐ εχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλλη‐ νες καταισχύνωνται· Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες παρὰ τῶν ἐχθρῶν τὰ βιβλία ἡμῖν φερόμενα. Οὐ γὰρ δήπου πε‐
15πλάσθαι παρ’ ἡμῶν αὐτὰ δυνήσονται λέγειν, οὐχ ἡμῶν, ἀλλὰ τῶν τὸν Χριστὸν σταυρωσάντων τὰ βιβλία παρεχομένων ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως δια‐ λεγόμενα. Ἀλλ’ εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗ‐ τοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας
20ἁψώμεθα. Εἰς γὰρ τὸν Χριστὸν ὁ ψαλμὸς οὗτος ἀναγέ‐ γραπται· διὸ καὶ, Εἰς τὸν ἀγαπητὸν, καὶ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τὴν προγραφὴν ἔχει. Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων μεταβολὴν καὶ μετάστασιν. Ταύτην τὴν ἀλλοίωσιν
25δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Διὸ καὶ ἀρχόμενος οὐχ οὕτω φησίν· Εἶπεν ἡ καρδία μου. Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν λεγομένων, ἀλλ’ οὐράνια καὶ πνευματικὰ δι‐ ηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ’
30ἐκ θείας ἐνεργείας, τῷ ὀνόματι τῆς ἐρυγῆς τοῦτο παρίστησιν. Ἐρευγόμεθα γὰρ οὐχ ὅτε βουλόμεθα· τὸν μὲν γὰρ λόγον τοῦτον φθεγγόμεθα ὅτε θέλομεν, καὶ λέγομεν, καὶ κατέχομεν· τὴν δὲ ἐρυγὴν οὐχ ὁμοίως. Δεικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης σπουδῆς
35ἐστι τὰ λεγόμενα, ἀλλὰ θείας ἐπιπνοίας τῆς κινούσης αὐτὸν, ἐρυγὴν τὴν προφητείαν ἐκάλεσεν. Ὥσπερ γὰρ ἐπὶ τῆς ἐρυγῆς, τῆς τῶν σιτίων ποιότητός ἐστι τὸ γι‐ νόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας. Τοιαῦτα τοίνυν ἠρεύγετο, οἷα καὶ ἐσιτεῖτο. Ὅρα δὲ
40καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ’ ἡδονῆς ἐσθίοντα. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ σώματί μου ὡς μέλι γλυκάζον. Ἐπεὶ οὖν ἐδέχοντο τὴν πνευματικὴν χά‐
45ριν, τοιαῦτα καὶ ἠρεύγοντο. Ὅτι γὰρ οὐ περὶ ἐρυγῆς ὁ λόγος τῆς αἰσθητῆς ταύτης, οὐδὲ περὶ σιτίων, ἄκου‐ σον τί ἐρεύγεται, καὶ τίς ἐστιν ὁ ἐρευγόμενος. Οὐχ ὁ στόμαχος ὁ τὰ σιτία δεχόμενος, ἀλλ’ ἡ καρδία. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου. Καὶ τί

55

.

183

(50)

ἐρεύγεται; Οὐ σῖτον, οὐδὲ ποτὸν, ἀλλὰ τὰ συγγενῆ τῇ τραπέζῃ, Λόγον ἀγαθὸν, τὸν περὶ τοῦ Μονογε‐ νοῦς· οὗτος γὰρ μάλιστα ἀγαθός. Ἦλθον γὰρ, φη‐ σὶν, οὐχ ἵνα κρίων τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Πάντα προσηνῆ, πάντα κολάσεως ἀπ‐
55ηλλαγμένα. Ἐρεύγεται δὲ τοιαῦτα, ἐπειδὴ τὴν καρ‐ δίαν αὐτοῦ ἐξεκάθαρεν. Ὥσπερ γὰρ ἡ γαστὴρ, ὅταν μὲν ῥυπαρῶν γέμῃ χυμῶν, συγγενῆ τούτοις ἐρεύγε‐ ται, ὅταν δ’ ὑγιεινή τις οὖσα τυγχάνῃ, κατάλληλον ποιεῖται τὴν ἐρυγήν· οὕτω καὶ ἡ καρδία τοῦ Προφή‐
60του, ἐπειδὴ ἁμαρτημάτων ἦν ἀπηλλαγμένη, Πνεύμα‐
τος ἐδέξατο χάριν, καὶ λόγον ἐρεύγεται ἀγαθόν.Column end

55

.

184

Ἐντεῦθεν καὶ ἕτερόν τι μανθάνομεν, ὅτι οἱ προφῆται οὐχ ὡς οἱ μάντεις ἦσαν. Ἐκεῖ μὲν γὰρ ὁ δαίμων, ὅταν εἰς τὴν ψυχὴν ἐμπέσῃ, πηροῖ τὴν διάνοιαν, καὶ σκοτοῖ τὸν λογισμὸν, καὶ οὕτως ἅπαντα φθέγγονται,
5οὐδὲν τῶν λεγομένων ἐπισταμένης τῆς διανοίας αὐ‐ τῶν, ἀλλ’ οἷον αὐλοῦ τινος ἀψύχου φθεγγομένου. Τοῦτο καί τις τῶν παρ’ αὐτοῖς φιλοσόφων ἔφη, οὕτως εἰπών· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις λέ‐ γουσι μὲν πολλὰ, ἴσασι δὲ μηδὲν ὧν λέγουσιν.
10Ἀλλ’ οὐ τὸ Πνεῦμα τὸ ἅγιον οὕτω ποιεῖ, ἀλλὰ καρ‐ δίαν ἀφίησιν εἰδέναι τὰ λεγόμενα. Εἰ γὰρ μὴ ᾔδει, πῶς ἔλεγεν, Λόγον ἀγαθόν; Ὁ μὲν γὰρ δαίμων, καθάπερ ἐχθρὸς καὶ πολέμιος, πολεμεῖ τῇ φύσει τῇ ἀνθρωπίνῃ· τὸ δὲ Πνεῦμα ἅγιον, καθάπερ κηδόμε‐
15νον καὶ εὐεργετοῦν, κοινωνεῖν τῆς γνώμης τοὺς δε‐ χομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων διανοίας ἀπο‐ καλύπτει τὰ λεγόμενα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἄλλος, Τὰ ποιήματά μου. Ἔργα ποῖά φη‐ σι; Τὴν προφητείαν. Καθάπερ γὰρ τοῦ χαλκέως ἔρ‐
20γον, τὸ σκέπαρνον ἐργάσασθαι, καὶ τοῦ οἰκοδόμου τὸ οἰκίαν ποιῆσαι, καὶ τοῦ ναυπηγοῦ τὸ ναῦν συγκολ‐ λῆσαι· οὕτω καὶ τοῦ προφήτου τὸ προφητείαν ὑφᾶναι. Ὅτι γὰρ καὶ τοῦτο ἔργον ἐστὶν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος περὶ τῶν ἀποστόλων· Ἄξιος ὁ ἐργάτης
25τοῦ μισθοῦ αὐτοῦ. Καὶ Παῦλος· Μάλιστα οἱ κο‐ πιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Εἰ δὲ μὴ ἔργον ἦν, πῶς κόπον εἶχε; Τί γὰρ τοῦ ἔργου τούτου τιμιώ‐ τερον; τί δὲ χρησιμώτερον; Πασῶν τῶν τεχνῶν ἐστιν ἀνώτερον. Τί οὖν ἐστι τὸ ἔργον, ὃ λέγει τῷ βασιλεῖ;
30Τὸν ὕμνον τοῦτον, τὴν προφητείαν ταύτην. Καὶ οὐκ εἶπε ποίῳ βασιλεῖ, δηλῶν ὅτι τῷ Θεῷ τῶν ὅλων. Ὥσ‐ περ γὰρ ὅταν λέγωμεν τὸν Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προσ‐ τίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων ὁμοίως· ὅταν δὲ τὸν
35ἡμέτερον λέγωμεν, οὐ δεόμεθα προσθήκης, ἀλλ’ ἀρκούμεθα τῷ εἰπεῖν βασιλέα· οὕτω καὶ ὁ Προ‐ φήτης, ἐπειδὴ περὶ τοῦ ὄντως βασιλέως ἔλεγεν, ἀρκεῖ‐ ται τῷ εἰπεῖν, Βασιλεῖ. Ὥσπερ γὰρ παντοκράτορα εἰπόντες, οὐ δεόμεθα προσθήκης, διὰ τὸ μὴ εἶναι
40ἕτερον παντοκράτορα· οὕτω βασιλέα λέγοντες, οὐ δεό‐ μεθα ἑτέρας προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον βα‐ σιλέα Θεόν. Ἄλλως δὲ καὶ ὁ λέγων, βασιλεὺς ἦν. Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ· διὰ τοῦτο οὐκ εἶπε, Βασιλεῖ, ἀλλὰ, Τῷ
45βασιλεῖ, τῇ προσθήκῃ τοῦ ἄρθρου τὴν κυριότητα παριστάς. βʹ. Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης ἦν ἐν‐ νοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν μόνην αὐτὸς ἐδάνεισεν,

55

.

184

(50)

ἐπήγαγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ δὲ κάλαμος ταῦτα γράφει, ἅπερ ἂν ἡ κατέχουσα αὐτὸν κελεύῃ χείρ. Ἕτερος δέ φησιν· Ἡ γλῶσσά μου ὡς γραφεῖον γραφέως ταχινοῦ. Τί βούλεται τὸ, Ταχινοῦ; Ἵνα κἀντεῦθεν τὴν χάριν δεί‐
55ξῃ. Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος, μέλλει καὶ βραδύνει μελετῶν, συντιθεὶς, ἐμποδιζόμενος καὶ ἀγνοίᾳ καὶ ἀμαθίᾳ καὶ μελλήσει, καὶ πολλά ἐστι τὰ λυμαινόμενα τῷ τάχει τοῦ λόγου· ὅταν δὲ Πνεῦμα κι‐
νῇ τὴν διάνοιαν, οὐδὲν τὸ κωλύον· ἀλλ’ ὥσπερ ὕδατος

55

.

185

ῥύμη πολλῷ τῷ ῥοίζῳ φερομένη προέρχεται, οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις μετὰ πολλῆς τῆς ταχύ‐ τητος πρόεισι, πάντα λεῖα, πάντα εὐμαρῆ προφέρου‐ σα. Εἶτα πάλιν αὐτὸ τοῦτο διακαθαίρων, καὶ δεικνὺς
5οὐδὲν ἀνθρώπινον ὃν τῶν λεγομένων, ἐπήγαγεν Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων Τινὲς μὲν οὖν περὶ τῆς γλώττης εἰρῆσθαι τοῦτο λέγουσιν, ὅτι κάλαμος ὡραῖος κάλλει· ἐμοὶ δὲ δοκεῖ λοιπὸν περὶ τοῦ Χριστοῦ λέγειν αὐτόν. Διὸ καὶ ἕτερός
10φησιν ἑρμηνευτής· Κάλλει ἐκαλλωπίσθης ἀπὸ υἱῶν ἀνθρώπων. Εἰς γὰρ αὐτὸν τρέπει τὸν λόγον ὑπὸ πολλῆς θερμότητος, καὶ τῆς περὶ αὐτὸν διαθέσεως, ὡς καὶ Ἰακὼβ ἔλεγεν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀν‐ έβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ἔνθους γὰρ
15γενόμενος, αὐτῷ λοιπὸν διαλέγεται, καὶ πρὸς αὐτὸν ἀποτείνει τὸν λόγον. Τοῦτο δὲ οὐ κατὰ σύγκρισίν φη‐ σιν· οὐ γὰρ εἶπεν, Ὡραιότερος, ἀλλ’, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλο τοῦτο, φη‐ σὶ, τὸ κάλλος παρ’ ἐκεῖνο. Καὶ σκόπει πῶς τὸν περὶ
20τῆς οἰκονομίας πρῶτον κινεῖ λόγον. Ὅτι δὲ περὶ τῆς οἰκονομίας ἐστὶ τοῦτο, δῆλον ἐκ τῶν ἑξῆς. Εἰπὼν γὰρ, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπήγαγεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χείλη δὲ ὁ Θεὸς οὐκ ἔχει, ἀλλὰ τῆς οἰκονομίας ἐστὶν ὁ λό‐
25γος. Ἕτερος δὲ ἑρμηνευτὴς εἰπὼν, Ἀνεχύθη χάρις τοῖς χείλεσί σου, σαφέστερον τοῦτο ἐποίησε. Τί δέ ἐστιν, Ἀνεχύθη, ἢ ὡς ἂν εἴποι τις, Ἡ ἔνδον οὖ‐ σα ἀνέβλυσεν, ἐπήγασε; Πῶς οὖν ἕτερος προφήτης λέγει· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ
30κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Οὐ περὶ ἀμορφίας λέγων, μὴ γένοιτο, ἀλλὰ περὶ τοῦ εὐκαταφρονήτου. Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν ἁπάντων διῆλθεν, οὔτε μητέρα βασιλίδα
35ἐπιγραψάμενος, οὔτε ἐν καιρῷ τῶν σπαργάνων ἐπὶ κλίνης τεθεὶς χρυσῆς, ἀλλ’ ἐν φάτνῃ, οὔτε ἐν οἰκίᾳ τραφεὶς πολυτελεῖ, ἀλλ’ ἐν εὐτελεῖ τέκτονος δωματίῳ. Καὶ λαβὼν μαθητὰς πάλιν, οὐ ῥήτορας καὶ φιλοσό‐ φους καὶ βασιλέας ἔλαβεν, ἀλλ’ ἁλιέας, καὶ τελώνας·
40καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ’ ἑτέρων τρε‐ φόμενος, ὑβριζόμενος, καταφρονούμενος, ἐλαυνόμε‐ νος, διωκόμενος. Ταῦτα δὲ ἐποίει, ἐκ πολλῆς τῆς περι‐
45ουσίας τὸν τῦφον πατῶν τὸν ἀνθρώπινον. Ἐπεὶ οὖν οὔτε φαντασίαν τινὰ καὶ κόμπον περιεβέβλητο, οὔτε ἀκολούθους εἶχε καὶ δορυφόρους, ἀλλ’ ἔστιν ὅτε καὶ μόνος περιῄει, ὡς εἷς τῶν πολλῶν, διὰ τοῦτο ἐκεῖνος μέν φησιν· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος,

55

.

185

(50)

οὔτε κάλλος· οὗτος δέ φησιν, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὴν χάριν δηλῶν, τὴν σοφίαν, τὴν διδασκαλίαν, τὰ θαύματα. Εἶτα ὑπογρά‐ φων τὴν ὡραιότητα, φησίν· Ἐξεχύθη χάρις ἐν χεί‐ λεσί σου. Ὁρᾷς ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος;
55Τίς δέ ἐστιν αὕτη ἡ χάρις; Δι’ ἧς ἐδίδασκε, δι’ ἧςColumn end

55

.

186

ἐθαυματοποίει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα, φησὶ, καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ’ αὐ‐ τὸν, οὗτός ἐστιν ὁ βαπτίζων. Πᾶσα γὰρ ἡ χάρις
5ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον. Οὐ γὰρ ἐν μέτρῳ δίδω‐ σιν ἐκείνῳ τὸ Πνεῦμα· Ἡμεῖς μὲν γὰρ ἐκ τοῦ πλη‐ ρώματος αὐτοῦ ἐλάβομεν· ὁ δὲ ναὸς ἐκεῖνος ὁλό‐ κληρον τὴν χάριν ἔλαβε. Τοῦτο καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγεν· Ἀναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα σοφίας
10καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦ‐ μα γνώσεως καὶ εὐσεβείας. Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ἀλλ’ ἐκεῖ μὲν ὁλόκληρος ἡ χάρις· ἐπὶ δὲ τῶν ἀνθρώπων μικρόν τι, καὶ ῥανὶς ἀπὸ τῆς χάριτος ἐκείνης. Διὰ τοῦτο οὐκ εἶπε, Δίδωμι τὸ Πνεῦ‐
15μα, ἀλλ’, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. γʹ. Τοῦτο γοῦν καὶ ἐξέβη. Πᾶσα γὰρ ἡ οἰκουμένη ἐκ τοῦ Πνεύματος ἐδέξατο ἐκείνου. Ἤρξατο μὲν γὰρ ἐκ Παλαιστίνης τὸ δῶρον· προῆλθε δὲ εἰς Αἴγυπτον, εἰς
20Φοινίκην, τὴν τῶν Σύρων, τὴν Κιλίκων, τὸν Εὐφρά‐ την, τὴν Μέσην τῶν ποταμῶν, τὴν Καππαδοκῶν, τὴν Γαλατῶν, τὴν Σκυθῶν, τὴν Θρᾳκῶν, τὴν Ἑλλάδα, τὴν Γάλλων, τὴν Ἰταλῶν, τὴν Λιβύην ἅπασαν, τὴν Εὐρώπην, τὴν Ἀσίαν, εἰς αὐτὸν τὸν Ὠκεανόν. Καὶ
25τί δεῖ τὰ πολλὰ λέγειν; Ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπῆλθεν ἡ χάρις αὕτη· καὶ ἡ σταγὼν αὕτη, καὶ ἡ ῥανὶς τοῦ Πνεύματος τὴν οἰκουμένην ἅπασαν ἐνέπλησε τῆς γνώσεως. Διὰ ταύτης τὰ σημεῖα ἐγίνε‐ το, τὰ ἁμαρτήματα πάντων ἐλύετο. Ἀλλ’ ὅμως ἡ ἐν
30τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δω‐ ρεᾶς ἐστι καὶ ἀῤῥαβών. Δοὺς γὰρ, φησὶ, τὸν ἀῤῥα‐ βῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος μερίζεται. Ὅρα δὲ τὴν πηγὴν, ὅση τίς ἐστιν· ᾯ μὲν
35γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἐν τῷ αὐτῷ Πνεύ‐ ματι, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεις
40πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν. Καὶ τοσαῦτα χαρίσματα ἐν τοσούτοις ἔθνεσιν ἡ ἐν τῷ βαπτίσματι χάρις ἐπὶ τὴν γῆν ἅπασαν ἐξέτεινε· καὶ πάντα ταῦτα ἡ ῥανὶς τοῦ Πνεύματος ἐργάζεται. Ὅτι γὰρ ῥανὶς ἦν, ἐδήλωσε τῷ εἰπεῖν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
45μου, καὶ τῷ ἀῤῥαβῶνα καλέσαι. Διὰ γὰρ τούτου δῆ‐ λον, ὅτι μικρόν τι τοῦ παντὸς ἐδόθη. Διὰ τοῦτο καὶ Ἰωάννης τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐκ τοῦ πληρώ‐ ματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ἐκ τοῦ ὑπερ‐ βλύζοντος, ὡς ἂν εἴποι τις, ἐκ τοῦ περιττεύοντος, ἐκ

55

.

186

(50)

τοῦ ὑπερεκχεομένου πάντες ἐλάβομεν. Ἐννόησον τοί‐ νυν Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις· καὶ οὐδὲ οὕτω περιγράφεται, οὔτε ἀναλίσκεται, ἀλλὰ πάντας μὲν ἐμπίπλησι πλούτου καὶ χάριτος, αὐτὴ δὲ οὐδα‐
55μοῦ δαπανᾶται. Εἶτα ἐπειδὴ πολυώνυμόν τί ἐστι τὸ ὄνομα τοῦ πνεύματος (καὶ γὰρ καὶ ἄγγελος, καὶ ψυ‐ χὴ, καὶ ἄνεμος τοῦτο καλεῖται, καὶ ἕτερα πλείονα),
ἐπήγαγεν, Ἀπὸ τοῦ Πνεύματός μου. Ὥσπερ οὖν

55

.

187

ἀνθρώπου πνεῦμα συγγενές ἐστι τοῦ ἀνθρώπου, οὕ‐ τω καὶ τὸ τοῦ Θεοῦ, ἀλλ’ ἐν ἰδίᾳ ὑποστάσει μένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα
5τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐ συγ‐ χέων τὰς ὑποστάσεις, μὴ γένοιτο, ἀλλὰ τὴν εὐγέ‐ νειαν τοῦ Πνεύματος δηλῶν. Ὅση γοῦν ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος
10πρὸς τὸν Πατέρα ἡ συγγένεια. Ὥσπερ οὖν καὶ ὁ Υἱὸς Λόγος λέγεται, ἀλλ’ οὐκ ἀνυπόστατος, ἀλλὰ διὰ τοῦτο τὸ πρὸς τὸν Πατέρα συγγενὲς ἵνα μάθωμεν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα λέγεται, ἀλλ’ οὐκ ἀνυπόστατον. Καὶ ὥσπερ ἐπειδὴ γνήσιός ἐστιν Υἱὸς
15τοῦ Πατρὸς, διὰ τοῦτο υἱοθεσίαν ἡμῖν χαρίζεται· οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει. Ἐπεὶ καὶ ἄνθρωπος, ἐπειδὴ φύσει ἄνθρωπός ἐστι, διὰ τοῦτο γράψαι δύναται εἰκόνα ἀνθρώπου. Διὰ τοῦτο εὐλό‐
20γησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἄλλος λέγει, Ἐπὶ τούτῳ. Ὁρᾷς πῶς δι’ ὅλου πρὸς αὐτὸν ἀποτείνεται ἐκ δια‐ θέσεως; Διὰ τοῦτο καὶ ἀλλαχοῦ οὐχ ἁπλῶς προφη‐ τεύει, ἀλλ’ ἐν σχήματι ἐγκλήματος, ὡς ὅταν λέγῃ·
25Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κε‐ νά; οὕτω δὴ καὶ ἐνταῦθα λέγων, Διὰ τοῦτο εὐλόγη‐ σέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Οὐδὲν γὰρ περὶ τῆς γεννήσεως αὐτοῦ διαλεχθεὶς, οὐδὲ περὶ ἀνατρο‐ φῆς, οὐδὲ περὶ τῶν ἄλλων, ἐντεῦθεν ἐμβάλλει τὸν περὶ
30αὐτοῦ λόγον. Τί δήποτε; Ὅτι τὸ μὲν ἅπαντα κατὰ ἀκολουθίαν λέγειν, τῶν εὐαγγελιστῶν ἐστι· διὸ καὶ ἐκείνοις αὐτὰ ἐτήρησε· καὶ γὰρ τῆς ἐκείνων δι‐ ηγήσεως ἦν· προφητείας δέ ἐστιν ἔργον, μέρη τινὰ ἀπολαμβάνειν καὶ περὶ τούτων διαλέγεσθαι. Διὰ δὴ
35τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν· ὀλίγα τινὰ γὰρ εἰς τὴν ἱστορίαν ἐμβάλλοντες καὶ συσκιά‐ ζοντες ἀναχωροῦσι. Διὰ τοῦτο καὶ οὗτος, Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα· οὕτως εἰπὼν, ὅτι τοσαύτης χάριτος ἔγεμεν αὐτοῦ τὰ ῥήματα. Σκόπει
40γοῦν τὴν δύναμιν τῆς χάριτος· Παρεπορεύετό ποτε παρὰ τὴν θάλασσαν, καὶ εὑρίσκει Ἰάκωβον καὶ Ἰωάννην, καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ καὶ τὸν πατέρα ἀφέντες καὶ τὰ δίκτυα, ἠκολούθησαν αὐ‐
45τῷ. Εἶτα ἄλλοτε πᾶσι τοῖς μαθηταῖς λέγων· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; λέγει αὐτῷ Πέτρος· Κύριε, ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύ‐ καμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ πρὸς τίνα ἀπελευσόμε‐

55

.

187

(50)

θα; Τί λέγω τοὺς μαθητάς; Αὐτοὶ οἱ Φαρισαῖοι ἀπο‐ στείλαντες ὑπηρέτας, ἤκουον λεγόντων· Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Καὶ ἕτεροι πάλιν ἔλεγον, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Καὶ ἐξεπλήσσοντο, φησὶν, ὅτι
55ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. δʹ. Εἰ δὲ βούλει μαθεῖν καὶ σὺ τὴν χάριν, ἄκουε τῶν ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν
δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲColumn end

55

.

188

μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν, φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ’ ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέ‐ σθαι· τοσαύτη ἦν αὐτοῦ ἡ χάρις. Καίτοι τί ψυχῆς οἰκειότερον; Ἀλλὰ καὶ αὕτη καταπεφρόνηται διὰ τὸ
5πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ, τῆς χείλη ἐχούσης, περὶ τῆς δεχομένης τὴν χά‐ ριν, περὶ τῆς δεχομένης τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς
10εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νε‐ κροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς
15γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ τὸ, Καθὼς, ἀπαραλλαξίας ἐστίν. Ἀλλ’ ἐνταῦθα περὶ τῆς οἰκονο‐ μίας ὁ λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν λέγοντος· Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τὴν ψυχήν
20μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τού‐ του αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός; Ἀλλὰ θέλων δεῖξαι τὸ μέγεθος τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐν‐
25ταῦθα ἡ αἰτία δήλη. Διὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰ‐ κονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν
30τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ’ ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονο‐ μίαν δηλῶν μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόν‐ τες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει.
35Καὶ ἄλλος προφήτης φησί· Πατάξει τὴν γῆν λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι χειλέων ἀνελεῖ ἀσεβῆ· τὰ αὐτὰ τῷ Παύλῳ φθεγγόμενος λέγοντι· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόμα‐ τος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς πα‐
40ρουσίας αὐτοῦ. Ἵν’ οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων (μὴ γένοιτο), ἀλλὰ
45τὴν ἕνωσιν δεικνύς. Διὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότη‐ τες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ

55

.

188

(50)

καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶ‐ τος Ἀδὰμ μυρίας ἐνεπλήσθη κατάρας· οὗτος δὲ ἀπ‐ εναντίας ἐκείνῳ πολλῆς τῆς εὐλογίας. Ἐκεῖνος ἤκου‐ σεν, Ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου· καὶ ὁ μετ’ ἐκεῖνον πάλιν, καὶ, Ἐπικατάρατος ὁ ποιῶν
55τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· καὶ, Ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύ‐ λου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε
ὁ Χριστὸς, γενόμενος κατάρα. Ὥσπερ γὰρ ἐταπείνω‐

55

.

189

σεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθά‐ νατον ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ κατάρας εὐλογίαν χαρίζηται; Οὐ γὰρ αὐτὸς ἐδεή‐
5θη εὐλογίας, ἀλλὰ σοὶ ταύτην δίδωσιν. Ὥσπερ γὰρ ὅταν εἴπω, ὅτι ἐταπεινώθη, οὐ μεταβολὴν λέγω, ἀλλὰ τῆς οἰκονομίας τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλο‐ γίας, ἀλλὰ πάλιν τῆς οἰκονομίας δείκνυμι τὴν συγκα‐
10τάβασιν. Ηὐλογήθη τοίνυν ἡ ἀνθρωπίνη φύσις. Χρι‐ στὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ’ ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν
15μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ἄλλος φησὶ, Τὸν ἔπαινόν σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ
20σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥη‐ μάτων; Περὶ γὰρ διδασκάλου διαλεγόμενος (τοῦτο γάρ ἐστι τὸ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου), ἐξαίφνης ἡμῖν βασιλέα καθωπλισμένον ὑπογράφει, καὶ οὐκ ἐν τάξει προφητείας, ἀλλ’ ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ
25εἶπε· Περιζώσεται τὴν ῥομφαίαν αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ κάλλει σου. Εἶτα τοξότην· Τὰ βέλη
30γάρ σου, φησὶν, ἠκονημένα, δυνατέ. Καὶ πάλιν νικητὴν καὶ τροπαιοῦχον· Λαοὶ ὑποκάτω σου, φησὶ, πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Καὶ τοῦτον δὲ αὐτὸν πάλιν εἰσάγει μύροις χριόμενον τὸν ὁπλίτην, καὶ βασιλέα, καὶ τοξότην, καὶ νικητήν·
35Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. εʹ. Τίς οὖν κοινωνία ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ, τόξοις καὶ ὡραϊσμῷ; Τὰ μὲν γάρ ἐστιν εἰρήνης σύμβολα, τὰ δὲ
40μάχης καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος; ὁ προϊὼν ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων τῶν ἐχθρῶν, καὶ τοσαύτας ἐργα‐ ζόμενος σφαγάς; Πῶς λύσομεν τὴν ἀπορίαν ταύτην;
45Ἂν γνῶμεν ἀκριβῶς ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα λέγεται. Καὶ γὰρ καὶ αὐτὸν εἰσάγει ὁ Προφή‐ της ἀλλαχοῦ ὁπλιζόμενον, ὡς ὅταν λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν

55

.

189

(50)

αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Καὶ πάλιν ἀλλαχοῦ· Ἐνδύσεται θώρακα δικαιοσύνην. Ὅρα δὲ καὶ αὐθεντίαν τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, οὐ παρά τινος κελευ‐ σθεὶς, ἀλλ’ αὐτὸς ἀφ’ ἑαυτοῦ· οὕτω καὶ ἐνταῦθα, Τὰ
55βέλη τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σουColumn end

55

.

190

πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδη‐ γήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν, φησὶν, ἐνέργειαν δέχῃ, ἀλλ’ αὐτὸς ἑαυτῷ ἀρκεῖς.
5Ἄκουε δὲ καὶ αὐτοῦ λέγοντος τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Κατα‐
10βήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγη‐ γερμένοι ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες, λύητε παρ’ ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν
15αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργί‐ ζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει, οὐ πάθος αὐτῷ
20περιάπτουσα, ἀλλὰ διὰ τῆς λέξεως ταύτης τὴν ἐνέρ‐ γειαν αὐτοῦ τὴν κολαστικὴν παριστῶσα, καὶ τῶν πα‐ χυτέρων καθαπτομένη· οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι’ ἑαυτῶν, ἀλλὰ δι’ ἑτέρων ὀργάνων τιμωρούμεθα, θέλων δεῖξαι τὴν
25τιμωρητικὴν αὐτοῦ δύναμιν, διὰ τῶν γνωρίμων ἡμῖν ὀνομάτων ἐδήλωσεν, οὐχ ἵνα ὅπλα περὶ Θεὸν νοήσω‐ μεν, ἀλλ’ ἵνα ἐμφαντικώτερον τὴν κόλασιν αὐτοῦ ἀκούσωμεν. Ἀλλὰ πολλοὶ, φησὶν, ἐντεῦθεν ἐβλάβη‐ σαν. Ἀλλ’ εἰκῆ καὶ μάτην καὶ ὑπὸ τῆς οἰκείας ἀνοίας·
30μάλιστα μὲν γὰρ ἀκούοντες Θεὸν, ὤφειλον συνιέναι, ὅτι τροπικώτερον εἴρηται· νυνὶ δὲ οὐ διὰ ῥημάτων ἑτέρων αὐτοὺς παιδεῦσαι τὸ ἀπαθὲς τοῦ Θεοῦ ἠμέλη‐ σεν ἡ Γραφή. Ἄκουσον γοῦν ἀλλαχοῦ πῶς αὐτοῦ δείκνυσι τὴν εὐκολίαν τῆς τιμωρίας, λέγων· Ἀνα‐
35στήτω ὁ Θεὸς, διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐ‐ τοῦ. Μὴ χρεία ὅπλων; μὴ χρεία ῥομφαίας; Ἀρκεῖ μόνον, φησὶν, ἡ ἀνάστασις. Ἀλλὰ καὶ τοῦτο πάλιν παχύ· διὸ πολλαχοῦ λέγει· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ πάλιν· Ἀπὸ
40προσώπου αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Ἀλλὰ καὶ τοῦτο παχύ. Ἄκουσον τὸ ὑψηλότερον· Πάντα, ὅσα ἠθέλη‐ σεν, ἐποίησεν· ἀρκεῖ γὰρ αὐτῷ τὸ θελῆσαι μόνον. Σκόπει δὲ πῶς καὶ ἐν αὐτοῖς τοῖς παχυτέροις τούτοις δείκνυσι τὸ ἀνενδεὲς τοῦ Θεοῦ. Οὐ γὰρ πρότερον ὅπλων
45ἐμνημόνευσεν, ἕως ὅτε δυνατὸν αὐτὸν ἐκάλεσε· καὶ πάλιν καταλέξας τὰ ὅπλα, ὅλην τὴν νίκην τῇ δεξιᾷ αὐτοῦ ἐλογίσατο, τουτέστι, τῇ φύσει αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ. Ὅπερ καὶ ἄλλος προφήτης δηλῶν ἔλεγεν· Ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· οὐχ

55

.

190

(50)

ἵνα ὦμον νοήσῃς (μὴ γένοιτο), ἀλλ’ ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας. Περίζωσαι τὴν ῥομ‐ φαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιό‐ τητί σου καὶ τῷ κάλλει σου. Τί οὖν ἐνταῦθα λέγει; Διὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν
55αὐτοῦ δείκνυσι, δι’ ἧς τὴν οἰκουμένην κατώρθωσε, δι’ ἧς τὸν πόλεμον ἔλυσε, καὶ τὸ τρόπαιον ἔστησε. Καὶ γὰρ πόλεμος ἦν χαλεπὸς, πολέμων ἁπάντων ὁ
πικρότατος, οὐ βαρβάρων πολεμούντων, ἀλλὰ τῶν

55

.

191

δαιμόνων ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην δια‐ φθειρόντων ἅπασαν. Διὰ δὴ τοῦτο καὶ ὁ Ἡσαΐας ἔλεγε· Καὶ τῶν ἰσχυρῶν μεριεῖται σκῦλα· καὶ πάλιν· Πνεῦμα Κυρίου ἐπ’ ἐμέ· οὗ ἕνεκεν ἔχρισέ
5με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κη‐ ρῦξαι αἰχμαλώτοις ἄφεσιν. Διὰ δὴ τοῦτο καὶ Παῦ‐ λος πανταχοῦ τῶν ἐπιστολῶν προγράφων ἔλεγε· Χά‐ ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Καὶ πάλιν· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας
10τὰ ἀμφότερα ἕν. Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν νομίσῃς αἰσθητὴν, ἄκουε τῶν ἑξῆς. Εἰπὼν γὰρ, Περίθου τὴν μάχαιράν σου, ἐπήγαγε, Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου· τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ, καὶ τὸ
15κάλλος αὐτοῦ, καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα, καὶ ἡ με‐ γαλωσύνη. καὶ ἡ μεγαλοπρέπεια. Οὐδενὸς γὰρ δεῖται ἡ οὐσία ἐκείνη εἰς τὸ κατορθῶσαι τὰ προκείμενα· ἀνενδεὴς γάρ ἐστι. Παρακαλεῖ τοίνυν ὁ προφήτης, ὑπὲρ τῆς οἰκουμένης εἰς πόλεμον αὐτὸν ἐξάγων. Εἶτα
20ἀπὸ τῶν ὑψηλῶν πάλιν ἐπὶ τὰ παχύτερα κατάγει τὸν λόγον. Εἰπὼν γὰρ μάχαιραν καὶ μηρὸν, ἀνῆλθεν εἰς τὴν ὡραιότητα· καὶ πάλιν ἐκεῖθεν κάτεισιν ἐπὶ τὰ σωματικώτερα, καί φησιν· Καὶ ἔντεινε, καὶ κατευ‐ οδοῦ, καὶ βασίλευε. Εἰπὼν δὲ, Ἔντεινε, τὸ τόξον
25ἡμῖν ἐδήλωσε καὶ τὸ βέλος. Εἶτα δεικνὺς πάλιν, ὅτι οὐχ ὅπλων αὐτῷ δεῖ, ἐπήγαγε, Καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἕτερος δὲ ἑρμηνευτής φησι, Πρόκοπτε. Βασιλείαν δὲ ἐνταῦθα λέγει, ἣν ἐλθὼν κατώρθωσεν ἐν ὑστάτοις καιροῖς, τὴν κατ’ οἰκείωσιν καὶ γνῶσιν.
30 ϛʹ. Ταῦτα δὲ τὰ ῥήματα τοῦ πόθου μάλιστά ἐστι τοῦ προφητικοῦ, ὁρῶντος ἤδη τὰ κατορθώματα, καὶ τὴν οἰκουμένην πρὸς ἀλήθειαν χειραγωγουμένην. Διὰ τοῦτο τρόπῳ παρακελευομένῳ κέχρηται τῷ σχήματι τῆς λέξεως. Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν δια‐
35θερμαινόμενοι πρὸς τοὺς μείζους ὦσι, ταύταις κεχρῆ‐ σθαι ταῖς λέξεσιν. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Ἐπιῤῥήματι ἀληθείας χρῆται. Ὁρᾷς πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν; Ὁ γὰρ
40ὅπλων μνημονεύσας, καὶ ῥομφαίας, καὶ τόξων, πῶς πραότητος ἐνταῦθα μέμνηται; Ποία γὰρ κοινωνία πραότητι καὶ πολέμῳ, ἐπιεικείᾳ καὶ μάχῃ; Πολλὴ μὲν οὖν, ἐάν τις ἀκριβῶς ἐξετάσῃ. Ἐπεὶ καὶ Δαυῒδ καὶ Μωϋσῆς πρᾶοι ἦσαν. Διὸ περὶ μὲν ἐκείνου φησὶν
45ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· περὶ δὲ Μωϋσέως, ὅτι Ἦν πραότατος Μωϋσῆς πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς· ἀλλ’ ὅμως φαίνονται οὗτοι οἱ πάντων πραότατοι, μάλιστα πάντων ἀμυνόμενοι. Ἀλλ’ εἰ βούλεσθε, πρό‐

55

.

191

(50)

τερον τὴν πραότητα αὐτῶν εἴπωμεν· Πολλάκις λαβὼν ὁ μακάριος οὗτος τὸν Σαοὺλ, καὶ γενόμενος κύριος ἀνελεῖν, οὐκ ἐπήγαγε τὴν χεῖρα· ἀλλὰ καὶ ἑτέρων ἐγκελευομένων, ἐφείσατο, καὶ τὸν θυμὸν ἐχάλασε. Καὶ τοῦ Σεμεεὶ δὲ τοιαῦτα ὑβρίζοντος, καὶ τῇ συμ‐
55φορᾷ τότε ἐπεμβαίνοντος ἐκείνου, καὶ τῶν στρατηγῶνColumn end

55

.

192

ἀξιούντων διαβῆναι καὶ ἀποτεμεῖν τὸν ὑβριστὴν τοι‐ αῦτα ἐμπαροινοῦντα, οἷα φθέγγεται ῥήματα πάσης σοφίας γέμοντα! Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκό‐ λαστον νεανίσκον, πῶς παρακατατίθεται τοῖς ἑαυτοῦ
5στρατηγοῖς λέγων· Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ; Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελ‐ φοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι; λέγων. Τί δὲ Μωϋσῆς; Ὑπὲρ
10τῶν λιθασάντων αὐτὸν, ὑπὲρ τῶν ἀνελόντων, τό γε εἰς αὐτοὺς ἧκον, ἄκουσον τί φησιν· Εἰ μὲν ἀφῇς αὐ‐ τοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλει‐ ψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ἑτέρων δὲ πάλιν αὐτὸν εἰς ζῆλον κινούντων, καὶ παροξυνόντων εἰς
15ἀγανάκτησιν, τὰ φιλόσοφα ἐκεῖνα ἐφθέγξατο ῥήματα λέγων· Τίς δώῃ πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ὑπὲρ δὲ τῆς ἀδελφῆς πάλιν λοιδορησάσης αὐ‐ τὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν! Καὶ πολλαχόθεν ἑτέ‐ ρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς
20ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας διαλέγεται τοῖς Ἰουδαίοις. Ἀλλ’ ὅμως οὗτος ὁ πρᾶος τὸν Δαθὰν καὶ Ἀβειρὼν καὶ Κορὲ ἠξίωσε καταποθῆναι, ἡνίκα τῇ ἱερωσύνῃ ἐπανέστησαν, ὑπὸ τῆς γῆς, καὶ τοὺς ἄλλους ἐμπρη‐
25σθῆναι, ὅτε προσήνεγκαν πῦρ ἀλλότριον. Καὶ ὁ Δαυῒδ δὲ τὸν Γολιὰθ κατήνεγκεν ὁ πρᾶος, καὶ τὸ στρατόπε‐ δον ἤλασε, καὶ τὴν νίκην ἤρατο. Τοῦτο γὰρ μάλιστά ἐστι πράου, τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι, τοῖς δὲ ἀδι‐ κουμένοις ἀμύνειν· καθάπερ καὶ ὁ Χριστὸς ἐποίησεν.
30Εἰς γὰρ τὸν σταυρὸν ἀναβὰς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ θρηνῶν πάλιν τὴν Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελή‐ σατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ ῥα‐
35πιζόμενος, οὐκ ἀντεῤῥάπισεν, ἀλλ’ ἀπολογεῖται τῷ ῥαπίζοντι· καὶ δαιμονῶν καλούμενος, δαίμονας ἐξ‐ έβαλε· καὶ πλάνος καὶ ἀντίθεος καλούμενος, εἰς βασι‐ λείαν αὐτοὺς ἐχειραγώγει. Καὶ τοῖς μαθηταῖς ἐκέλευε πανταχοῦ μαστιγοῦσθαι, διώκεσθαι, ἐλαύνεσθαι, καὶ
40τὴν ἐλάττω καταδέχεσθαι τάξιν· γὰρ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, φησὶν, ἔστω ὑμῶν διάκονος. Καὶ τὸ ὑπόδειγμα οἴκοθεν ἐπῆγε λέγων· Καθάπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον
45ἀντὶ πολλῶν. Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην ἀναιρεῖ καὶ τοῦτο μά‐ λιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους ἐλευθεροῦν, τὸ τοὺς ἐπιβου‐ λεύοντας δαίμονας ἀναστέλλειν, τοὺς δὲ ἐπηρεασθέντας

55

.

192

(50)

ἀπαλλάττειν τῶν δεινῶν. Τί δέ ἐστιν, Ἕνεκεν ἀλη‐ θείας, καὶ πραότητος, καὶ δικαιοσύνης; Εἶπε τὸν πόλεμον, εἶπε τὴν παράταξιν, ἔδειξε τὸν ὁπλίτην· λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέ‐ γει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν.
55Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι βασιλεύοντες πο‐ λεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας,
ἢ κενοδοξίας· αὐτὸς δὲ δι’ οὐδὲν τούτων, ἀλλ’ ἕνεκεν

55

.

193

ἀληθείας, ἵνα αὐτὴν ἐν τῇ γῇ φυτεύσῃ· καὶ πραότη‐ τος, ἵνα θηρίων ὄντας χαλεπωτέρους, πράους ἐργάση‐ ται· καὶ δικαιοσύνης, ἵνα ὑπὸ τῆς ἀνομίας τυραννου‐ μένους, δικαίους ποιήσῃ, πρῶτον μὲν ἀπὸ χάριτος,
5δεύτερον δὲ καὶ ἀπὸ κατορθωμάτων. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἄλλος, Καὶ φωτίσει σε ἐπὶ φοβερὰ ἡ δεξιά σου. Ἄλλος, Καὶ ὑποδείξει σοι φοβερὰ ἡ δεξιά σου. ζʹ. Εἶδες πῶς πάλιν παρήνοιξεν ἡμῖν τοῦ τὰ τοιαῦτα
10κατορθοῦντος τὸ ἀξίωμα; Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας τὸν ἀκροατὴν ἤγαγεν· οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν,
15λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραό‐ τητα καὶ δικαιοσύνην· εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης. Ποῖον δὲ τοῦτον; Καὶ ὁδηγήσει σε, φησὶ, θαυμαστῶς ἡ δεξιά σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ φύσις, αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ δύ‐
20ναμις εἰς τὸ καὶ ἰδεῖν τὰ πρακτέα, καὶ τέλος αὐτοῖς ἐπιθεῖναι. Καὶ καλῶς ἕτερος εἶπε, Φοβερὰ ἡ δεξιά σου· πολὺ γὰρ φοβερὰ τὰ κατωρθωμένα καὶ φρίκης γέμοντα. Θάνατος ἐλύθη, ᾅδης ἀνεῤῥάγη, παράδεισος ἀνεῴχθη,
25ὁ οὐρανὸς ἀνεπετάσθη, δαίμονες ἐπεστομίσθησαν, ἀνεμίγη τὰ κάτω τοῖς ἄνω, Θεὸς ἄνθρωπος γέγονεν, ἄνθρωπος ἐπὶ βασιλικοῦ κάθηται θρόνου· ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν ἀποῤῥήτων ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ
30παρουσίας κατώρθωσε. Διὰ δὴ τοῦτο εἶπεν, Ὁδηγή‐ σει σε ἐπὶ τὰ φοβερὰ ταῦτα ἡ δεξιά σου, δεικνὺς ὅτι ἀρκεῖ ἑαυτῇ ἡ φύσις, φησὶ, καὶ ἡ δύναμις εἰς τὸ καὶ εὑρεῖν καὶ ἀνύσαι τὰ προκείμενα. Οἱ δὲ Ἑβδομή‐ κοντα φασίν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά
35σου· τουτέστιν, Οὐ μόνον τὰ κατωρθωμένα δεῖ θαυμά‐ ζειν, ἀλλ’ ὅτι καὶ παραδόξως κατωρθώθη. Διὰ θανάτου γὰρ θάνατος ἐλύθη, διὰ κατάρας κατάρα ἀνῃρέθη, καὶ εὐλογία ἐδόθη· διὰ βρώσεως ἐξεβλήθημεν πρώην, διὰ βρώσεως εἰσήχθημεν πάλιν. Παρθένος ἡμᾶς ἐξέβαλε
40παραδείσου, διὰ παρθένου ζωὴν εὕρομεν αἰωνίαν. Δι’ ὧν κατεκρίθημεν, διὰ τούτων ἐστεφανώθημεν. Ταῦτα τοίνυν ἐννοῶν ὁ Προφήτης ἔλεγεν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Μή τι ὅπλων χρεία; μή τι ῥομφαίας, μή τι τόξων καὶ βελῶν; Εἶδες πῶς
45αὐτάρκης αὐτὴ ἑαυτῇ ἡ φύσις, ἡ δύναμις; Ἀλλ’ ὅρα πάλιν αὐτὸν, καθάπερ ἄριστον χορευτὴν, πάλιν ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ παχύτερα καταβαίνοντα. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Λαοὶ ὑποκάτω σου πε‐ σοῦνται, ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως.

55

.

193

(50)

Ἄλλος φησὶ, Κατὰ καρδίας οἱ ἐχθροὶ τοῦ βασι‐ λέως. Ὅρα πάλιν, ὅτε βελῶν ἐμνημόνευσε, πῶς τὸ ῥῆμα τοῦ δυνατοῦ προσέλαβεν, ἵνα μάθῃς, ὅτι οὐ βελῶν δεῖται, ἀλλ’ αὐτὸς ἑαυτῷ ἀρκεῖ. Ἡ δὲ ἀκολουθία αὕτη
55ἐστί· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ
τῶν ἐχθρῶν τοῦ βασιλέως. Τὸ δὲ, Λαοὶ ὑποκάτωColumn end

55

.

194

σου πεσοῦνται, παρέγκειται μέσον. Ἐνταῦθα τοίνυν διπλῆ εἶναί μοι δοκεῖ ἡ ἐξήγησις· ἢ γὰρ τὴν ἅλωσίν φησι τὴν Ἰουδαϊκὴν, καὶ τὸν τῆς πόλεως ἀν‐ δραποδισμὸν καὶ τὴν πανωλεθρίαν, ἢ κατὰ ἀναγωγὴν
5τὴν τοῦ λόγου δύναμιν βέλη καλεῖ. Καὶ γὰρ βελῶν ὀξύτερον τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, καὶ τῶν πρὸ τούτου ἐχθρῶν τοῦ βασιλέως τῆς καρδίας ἥψατο, οὐχ ἵνα ἀνέλῃ, ἀλλ’ ἵνα ἐπισπάσηται· ὅπερ καὶ ἐπὶ Παύλου γέγονεν. Οὐ γὰρ ἄν τις ἁμάρτοι τὸ ῥῆμα
10ἐκεῖνο βέλος εἰπὼν, ὅπερ ἐξ οὐρανοῦ ἀκοντισθὲν ἥψατο τῆς καρδίας τοῦ πρὸ τούτου ἐχθροῦ, καὶ φίλον ἐποίησε. Λαοὶ ὑποκάτω σου πεσοῦνται. Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα; τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; τὴν διδασκαλίαν; τὴν κατήχη‐
15σιν; Ἡ γὰρ πρόσπτωσις αὕτη, καὶ τὸ ὑποκάτω αὐ‐ τοῦ, πᾶσιν ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ἀπαλλά‐ ξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν. Οὕτω καὶ ἕτερος προφήτης δείκνυσιν αὐτὸν ᾑμαγμένον, οὕτω
20λέγων· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύ‐ θημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ’ ἱμάτια. Παχύτερον μὲν τὸ ῥῆμα, πλὴν τούτου λεπτότερον· ὅμως καὶ ἐν τῇ πα‐ χύτητι, κἀκεῖ κατὰ μικρὸν πρὸς τὰ ἀσώματα ἀνάγει
25τὸν λόγον. Ἐπειδὴ γὰρ ἐρωτᾷ ὁ προφήτης, πόθεν ἐρυθρὰ τὰ ἱμάτια, φησί· Ληνὸν ἐπάτησα μονώτα‐ τος, τὴν εὐκολίαν δεικνὺς τῆς νίκης, καὶ τὸ μηδένα σχεῖν τὸν συνεργοῦντα αὐτῷ, ἀλλ’ ὅτι αὐτὸς ἑαυτῷ ἤρκεσεν. Ὥσπερ γὰρ ἐνταῦθά φησιν, Ὁδηγήσει σε
30θαυμαστῶς ἡ δεξιά σου· οὕτω καὶ ἐκεῖ, Ληνὸν ἐπάτησα μονώτατος. Ὃν τρόπον γὰρ τῷ ληνοβάτῃ ῥᾴδιον καταπατεῖν τοὺς βότρυς· οὕτω τῷ Θεῷ, ἐργά‐ σασθαι ἅπερ ἠθέλησε· μᾶλλον δὲ οὐδὲ οὕτως, ἀλλὰ καὶ πολλῷ πλεῖον. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν
35αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετ‐ όχους σου. Ἄλλος, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώ‐
40νιος, καὶ ἔτι. Ὁ δὲ Ἑβραῖός φησι τὸ, Ὁ Θεὸς, ὁ Θεός σου, Ἐλωεὶμ Ἐλωάχ. Τί ἐνταῦθα εἴποι ὁ Ἰουδαῖος; Περὶ τίνος γὰρ τὰ λεγόμενα; Τί δὲ ὁ αἱ‐ ρετικός; Εἰ γὰρ δὴ λέγοι περὶ τοῦ Πατρὸς λέγεσθαι, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
45πῶς ἁρμόσει αὐτῷ τὸ ἑξῆς· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου; Οὐ γὰρ δὴ ὁ Πατήρ ἐστιν ὁ Χριστὸς, οὐδὲ αὐτὸς κέχρισται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Μονογενοῦς ὁ λόγος, περὶ οὗ καὶ τὰ ἔμπροσθεν εἴρηται· ὅπερ καὶ ὁ Ἡσαΐας ἔλεγεν, ὅτι Τῆς βασι‐

55

.

194

(50)

λείας αὐτοῦ οὐκ ἔσται τέλος. ηʹ. Ἀλλ’ ἴσως ἄν τις ἐκεῖνο ζητήσειε, τί δήποτε νῦν περὶ τῆς θεότητος διαλέγεται, πρότερον περὶ τῆς οἰ‐ κονομίας ποιησάμενος τὸν λόγον; Ὅτι καὶ ὁ Ματθαῖος οὕτω ποιεῖ. Ἀπὸ γὰρ τῆς σαρκὸς ἄρχεται, καὶ προοι‐
55μιάζεται οὕτω· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Ὁμοίως καὶ Λουκᾶς καὶ Μάρκος· ὁ Ἰωάννης δὲ μόνος ἑτέρως. Πρότερον γὰρ περὶ τῆς θεότητος εἰπὼν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ πολλὰ περὶ αὐτῆς διαλε‐
60χθεὶς, τότε εἶπε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ δὲ καὶ ἀπεναντίας τοῖς ἄλλοις ἐχρήσατο τῇ γραφῇ τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ οὕτω μεγάλην πρὸς αὐτοὺς τὴν συμφωνίαν ἐπέδειξε.
Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐν τῷ ἐναντίῳ συμ‐

55

.

195

φωνίαν εἶναι; Οὐκ οἶσθα, ὅτι καὶ τὸ ἐσθίειν τῷ μὴ ἐσθίειν ἐναντίον ἐστὶ, καὶ τὸ πίνειν τῷ μὴ πίνειν, τὸ δοῦναι τῷ μὴ δοῦναι; Πολλάκις δὲ καὶ ἰατρὸς πολλὰ τοιαῦτα ποιεῖ, οὐχ ἑαυτῷ μαχόμενος, ἀλλὰ καὶ σφό‐
5δρα συμφωνῶν· πρὸς γὰρ ἓν ὁρᾷ τέλος, τοῦ κάμνον‐ τος τὴν ὑγείαν. Τοῦτο δὴ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν γέγονεν. Ἐπεὶ καὶ τὸ θέρος ἀπεναντίας τοῦ χειμῶ‐ νός ἐστιν, ἀλλὰ πρὸς ἓν βλέπει τέλος, τὴν τῶν καρ‐ πῶν ἀκμὴν, καὶ εὐθηνίαν. Καὶ ὁ κόσμος ἅπας ἐξ
10ἐναντίων συνέστηκεν, ἀλλὰ πολλὴν εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδείκνυται τὴν συμφωνίαν. Καὶ πρὸς τὸν Ἰωάννην δὲ ἀπεναντίας ὁ Χριστὸς ἦλθεν. Ὁ μὲν γὰρ ἤσθιεν· ὁ δὲ οὐκ ἤσθιεν. Ἦλθε γὰρ Ἰωάννης, φησὶ, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον
15ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης. Ἀλλ’ εἰ καὶ ἐναντία ἦν τὰ γινόμενα, ἀλλ’ ὅμως πρὸς ἓν ἔβλεπε τέλος, τῶν μελλόντων σαγηνεύεσθαι τὴν σωτηρίαν. Οὕτω δὴ καὶ ἡ τάξις
20αὕτη ἡ περὶ τῆς θεότητος καὶ περὶ τῆς οἰκονομίας, εἰ καὶ ἀπεναντίας τοῖς ἄλλοις γέγονε παρὰ Ἰωάννου, ἀλλ’ ὅμως σφόδρα συμφώνως αὐτοῖς. Καὶ πῶς, ἐγὼ λέγω. Ὅτι παρὰ μὲν τὴν ἀρχὴν οὐδέπω τοῦ λόγου σπαρέντος, ἀκόλουθον ἦν τῷ τῆς οἰκονομίας ἐνδια‐
25τρίβειν λόγῳ, καὶ περὶ τὴν τῆς σαρκὸς γυμνάζειν διδασκαλίαν, ἀπὸ τῶν παχυτέρων καὶ αἰσθητῶν προοι‐ μιαζομένους· ἐπειδὴ δὲ ἐπάγη τὰ τῆς γνώσεως, καὶ ἐδέξαντο τὸ κήρυγμα, λοιπὸν εὔκαιρον ἦν ἄνωθεν ἄρ‐ χεσθαι. Διὰ τοῦτο καὶ οἱ προφῆται, εἴ ποτε περὶ
30αὐτοῦ διαλέγονται, ἀπὸ τῆς οἰκονομίας ποιοῦνται τὴν ἀρχὴν, καὶ τὰ προοίμια. Ὅρα γοῦν ὁ Μιχαίας πῶς κάτωθεν ἄρχεται· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐ‐ δαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις
35ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ’ ἡ σάρξ. Ἀλλ’ οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ
40ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον· φησὶ
45γάρ· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλον‐ τος αἰῶνος. Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου, καὶ τῆς

55

.

195

(50)

κατὰ σάρκα οἰκονομίας, ὥσπερ διά τινων βαθμῶν ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτί‐ σεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.
55Διὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυ‐ μάζεις, εἰ ἐπὶ τῶν δογμάτων οὕτως ἐχρήσατο τῇ οἰκονομίᾳ, ὅπου γε καὶ ἐπὶ τῶν παραγγελμάτων καὶ
60ἐπὶ τῶν ἐντολῶν αὐτὸ τοῦτο ποιεῖ; Διὰ δὴ τοῦτο καὶColumn end

55

.

196

ὁ προφήτης οὕτως ἐνταῦθα κέχρηται τῷ λόγῳ, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα ἀναβαίνων (τὰ γὰρ χείλη τῆς σαρκός ἐστι), καὶ ἀπὸ τῆς θεότητος πάλιν ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς
5τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρό‐ νος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· θρό‐ νον ἐνταῦθα οὐ θρόνον ἁπλῶς λέγων, ἀλλὰ τὴν βασι‐ λείαν. Ἐνταῦθα μὲν αἰώνιον λέγει, ἀλλαχοῦ δὲ ὑψη‐ λόν· Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ
10θρόνου ὑψηλοῦ. Καὶ πάλιν· Ὅτι ὑψηλός σου ὁ θρόνος. Καὶ ἄλλος δὲ προφήτης βλέπει καθήμενον ἐπὶ θρόνου δόξης· ὁ δὲ Δαυῒδ καὶ φιλανθρωπίας τὸν θρόνον δείκνυσιν· Ἔλεος γὰρ, φησὶ, καὶ κρίσις κατ‐ όρθωσις τοῦ θρόνου αὐτοῦ.
15 θʹ. Ταῦτα δὲ πάντα περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος (τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος), ὅτι ἔνδοξος, ὅτι ὑψηλὴ, ὅτι κραταιὰ καὶ ἰσχυρά. Πά‐ λιν ὅτι ἄναρχος, ὅταν λέγῃ· Ἡ βασιλεία σου, βασι‐ λεία πάντων τῶν αἰώνων. Ὥσπερ οὖν ὁ θρόνος τῆς
20βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βα‐ σιλείας, καὶ τῆς δικαστικῆς ἐξουσίας. Διό φησι· Ῥά‐ βδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Κα‐ θαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν ἐκεῖ τὸ ὀρθὸν, οὐδὲν ἐκεῖ ἐπισκιαζόμενον. Ἀκουέτωσαν οἱ μαινόμε‐
25νοι, καὶ παραπλῆγες· μᾶλλον δὲ οἱ τούτων χείρους. Τίνες δέ εἰσιν οὗτοι; Οἱ τῇ τοῦ Θεοῦ προνοίᾳ ἐγκα‐ λοῦντες, καὶ λέγοντες· Διὰ τί τὸ καὶ τὸ οὕτω γέγονε; Πῶς γὰρ οὐκ ἄτοπον τέκτονι μὲν παρακαθήμενον, καὶ διακλῶντα ξύλα, καὶ διαπρίζοντα θεώμενον, μὴ
30ἀπαιτεῖν λόγον, μηδὲ εὐθύνας· καὶ ἰατρὸν τέμνοντα καὶ καίοντα σάρκα, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μήτε τῶν παρεστώ‐ των τινὰ, μηδὲ αὐτὸν τὸν πάσχοντα περιεργάζεσθαι τὰ γινόμενα· καὶ κυβερνήτην τείνοντα σχοινίον, καὶ χα‐
35λῶντα ἱστία, καὶ πάλιν ἀνιέντα καὶ βαπτίζοντα τοῖχον νηὸς, μὴ πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι καθ’ ἕκαστον τῶν δημιουργῶν τούτων, ἀλλ’ ἡσυχάζειν καὶ σιγᾷν, καίτοι γε πολλάκις αὐτῶν διαμαρτανόντων περὶ τὴν τέχνην· τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλαν‐
40θρωπίαν, τὴν κηδεμονίαν τὴν ἀπέραντον ταύτην πε‐ ριεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ ποίας ταῦτα οὐ μανίας; Καὶ βοηθῆσαι μὲν, καὶ προέσθαι χρήματα ὑπὲρ ἀδικουμένων, καὶ πενομένων, οὐκ ἂν ῥᾳδίως ἕλοιντο· ἐξετάζουσι δὲ δι’ ὅλου, διὰ τί ὁ δεῖνα πένης,
45διὰ τί ὁ δεῖνα πτωχὸς, διὰ τί ὁ δεῖνα πλούσιος. Πο‐ νηρὲ δοῦλε καὶ ἀνόητε, οὐ κύπτεις κάτω, οὐδὲ κατα‐ γινώσκεις σαυτοῦ, οὐδὲ ἐπιτίθης χαλινὸν τῇ γλώσσῃ, οὐδὲ καταστέλλεις τὴν διάνοιαν, οὐδὲ ἀφεὶς τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ

55

.

196

(50)

τὸν βίον στρέφεις τὸν σόν; Διάκυψον εἰς τὰ πεπρα‐ γμένα σοι, εἰς τὸ πέλαγος τῶν ἁμαρτημάτων, καὶ εἰ περίεργος εἶ καὶ πολυπράγμων, ἀπαίτησον ἑαυτὸν εὐθύνας τῶν ῥημάτων, τῶν πραγμάτων, ὧν κακῶς εἶπες, ὧν κακῶς ἐποίησας· νῦν δὲ σαυτὸν μὲν ἀνεξ‐
55έταστον ἀφεὶς, καίτοι γε τῆς ῥᾳθυμίας ταύτης κόλα‐ σιν φερούσης, τῆς δὲ πολυπραγμοσύνης σωτηρίαν, τῷ Θεῷ κάθῃ δικάζων, καὶ προστιθείς σου τοῖς ἁμαρ‐
τήμασιν. Οὐκ ἀκούεις τοῦ Προφήτου πρὸς αὐτὸν λέ‐

55

.

197

γοντος, Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος βασιλείας σου; Καὶ ἑτέρου πάλιν· Τὸ κρίμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται. Εἰ δὲ οὐκ οἶσθα ἀκριβῶς πάντα τὰ τοῦ Δεσπότου σου, καὶ διὰ τοῦτο αὐτὸν δόξασον, διὰ τοῦτο
5μάλιστα αὐτὸν προσκύνησον, διὰ τὸ ἄφατον αὐτοῦ τῆς μεγαλωσύνης, διὰ τὸ ἀκατάληπτον αὐτοῦ τῆς προνοίας, διὰ τὸ ποικίλον αὐτοῦ καὶ σοφὸν τῆς κηδεμονίας. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας,
10τὰ τρόπαια, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀλη‐ θείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύ‐ νης, δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, δια‐ λέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθω‐ κότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι
15δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων ἐραστὴς, ὅτι μισοπόνηρος. Ἐπειδὴ τοιοῦτός ἐστιν, φησὶ, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. Μηδεὶς τοίνυν ἀπιστείτω, φησίν. Ὁ γὰρ κατορθώσας τοσαῦτα, καὶ δυνάμενος καὶ βουλόμενος ταῦτα κατώρθωσε. Τὰ τῆς θεότητος
20ὑψηλὰ γοῦν αὐτοῦ εἰπὼν, πάλιν ἐπὶ τὴν σάρκα κατ‐ άγει τὸν λόγον, καί φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἄλλος φησὶν, Ἐπὶ τούτῳ ἤλει‐ ψέ σε. Ἐπὶ τῷ κατορθῶσαι τὰ εἰρημένα, φησὶν, ἀνομίαν ἐκβαλεῖν, δικαιοσύνην φυτεῦσαι, ποιῆσαι
25ἅπερ ἐποίησας. Σὺ δὲ μὴ θορυβηθῇς ἀκούων, ὅτι ταῦτα τῷ Πατρὶ λογίζεται. Οὐ γὰρ αὐτὸν ἀποστερῶν τῶν κατορθωμάτων ταῦτά φησιν, ἀλλὰ τὰ τοῦ Παιδὸς τῷ Πατρὶ ἀνατιθεὶς, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς αὐτοῦ φησιν εἶναι· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ
30σὰ ἐμά. Ἐπεὶ καὶ περὶ τῆς ἀναστάσεως ὁ μὲν Παῦ‐ λος διαλεγόμενος λέγει, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὁ δὲ Ἰωάννης φησί· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἔλαιον ἀγαλλιάσεως; Καὶ μὴν ἐλαίῳ ὁ
35Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι ἁγίῳ. Διὰ τοῦτο προσέθηκε, Παρὰ τοὺς μετόχους σου· τοῦτο αὐτὸ δηλῶν, ὅτι οὐδεὶς οὕτως ὡς αὐτός. Πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτως δὲ οὐδὲ εἷς· ὥσπερ πολλοὶ ἀμνοὶ, αὐτὸς δὲ ἐξαίρετος· οὕτω πολλοὶ υἱοὶ,
40αὐτὸς δὲ ὁ Μονογενής. Πάντα γὰρ τὰ αὐτοῦ ἐξαίρετα, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονο‐ μίας· πνεύματι γὰρ οὐδεὶς ἐχρίσθη τοιούτῳ. Εἰ δὲ ἔλαιον αὐτὸ καλεῖ, μὴ θαυμάσῃς· προφήτης γὰρ ὢν, αἰνιγματωδέστερον διαλέγεται. Καὶ καλῶς εἶ‐
45πεν, Ἀγαλλιάσεως, ἵνα δείξῃ, ὅτι εὐφροσύνης. γὰρ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Ἄλλος δὲ, Ἐλαίῳ ἀγλαϊσμοῦ, εἶπεν. Ὁ δὲ Ἑβραῖος, Σασὼν, τουτέστι, καλλωπισμοῦ, δόξης, κόσμου. Εἰ δὲ καὶ εὐφροσύνης, καὶ τοῦτο ἀληθές. Ὥσπερ οὖν

55

.

197

(50)

ῥομφαίαν ἀκούσας, οὐ ῥομφαίαν νοεῖς, καὶ βέλη καὶ τόξα, οὐ τόξα καὶ βέλη, ἀλλὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν τὰ τοιαῦτα κατορθώσασαν, ἅπερ προεῖπον· οὕτω καὶ ἔλαιον ἀκούσας, μὴ ἁπλῶς ἔλαιον νόμιζε, ἀλλὰ τὴν χρῖσιν νόει. Καὶ γὰρ τὸ ἔλαιον σύμβολον τοῦ Πνεύ‐
55ματος ἦν, καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον τὸ
Πνεῦμα ἦν.Column end

55

.

198

Τούτου τοίνυν τοιούτου ὄντος μηδὲν ἀμφί‐ βαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ’ οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν· ὥσπερ ὅταν λέγῃ· Μὴ ἅπτεσθε
5τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ’ αὐτόν. Μετόχους δὲ ἐνταῦθα πάντας καλεῖ τοὺς πνευματι‐ κοὺς, καθάπερ Ἰωάννης φησίν· Ἡμεῖς πάντες ἐκ τοῦ
10πληρώματος αὐτοῦ ἐλάβομεν· περὶ δὲ αὐτοῦ, Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός. Καὶ πάλιν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ἐκεῖ δὲ οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ’ ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διὸ καὶ ἔφησεν· Οὐκ ἐκ μέτρου δί‐
15δωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου. Ἄλλος, Εἰς τὸν ἱματισμόν σου. Ἄλλος, Πάντα τὰ ἱμάτιά σου. ιʹ. Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον
20τῆς χρίσεως δηλοῦν. Οὐ γὰρ ἐκ τούτων τῶν μύρων τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ’ ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ τῶν ὑλῶν τὴν διαφορὰν τῆς ἐνεργείας ἐδήλωσε. Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων σου, δείκνυσιν,
25ὅτι καὶ τὰ ἱμάτια αὐτοῦ τῆς χάριτος ἔγεμεν. Οὕτω γοῦν ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρου‐ νοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν (οὐδὲν γὰρ κωλύει
30πάλιν τὰ αὐτὰ λέγειν) τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ
35σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν ἐλεφαντίνων, ὅθεν εὔφρανάν σε, ἐν τῷ τιμᾷν σε. Ἄλλος, Ἐν τοῖς ἐνδόξοις σου. Εἰπὼν ἃ κατώρθωσε, λέγει καὶ τὴν ἀπὸ τῶν κατορ‐ θωμάτων αὐτοῦ ἀκολουθήσασαν τιμήν· ὅτι ἐν ναοῖς
40μέλλει προσκυνεῖσθαι πολυτίμοις. Τὸ γὰρ παλαιὸν αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν ἐλεφαντίνων. Διὸ καὶ ἄλλος προφήτης ἔλεγεν· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαν‐ τίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ
45ἰδιωτῶν ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν πραγμάτων γινόμενα. Βουλόμε‐ νος γὰρ ὁ προφήτης δεῖξαι τοῦ κηρύγματος τὴν ἰσχὺν, λέγει πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας, ἄν‐

55

.

198

(50)

δρας ἰδιώτας, πλουσίους, αὐτοὺς τοὺς τὰ διαδήματα περικειμένους, καὶ τὰς συνοικούσας αὐτοῖς, ὡς παν‐ ταχοῦ ναοὺς ἐγείρειν τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν εἰς τοῦτον ἐξέβη τὸν λόγον, πλατύτερον αὐτὸν ὑφαίνει, τοὺς θεραπευτὰς αὐτοῦ καὶ ἱκέτας ὑπογράφων. Καὶ
55πῶς λαοὶ ὑπέπεσον δεικνὺς, πῶς τῆς καρδίας αὐτῶν

55

.

199

ἥψατο, πῶς τῶν ἐχθρῶν περιεγένετο, πῶς ἡ δεξιὰ αὐτοῦ κατευώδωσεν αὐτῷ, πῶς ἀλήθειαν καὶ πραό‐ τητα καὶ δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μετα‐ φορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν
5Ἐκκλησίαν ὑπογράφων, καὶ ἅπερ μετὰ ταῦτα οἱ ἀπόστολοι εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ
10βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βε‐ βαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ
15φησιν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Εἶδες τιμῆς ὑπερβολήν; εἶδες ὄγκον ἀξιώματος; τὴν πεπατημένην, τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν, ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμά‐ λωτος, ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς,
20εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν λειτουργικῶν παρέστηκε δυνάμεων. Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότι‐ μος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν
25ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ’, Ἐν Χριστῷ· τουτέστι, διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησὶν, ἐστὶν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς ἄνω καθημένης,
30καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἑστήκαμεν. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποι‐ κιλμένη. Ἄλλος, Ἐν διαδήματι χρυσοῦ ἐκ Σου‐ φείρ. Ὥσπερ ἐπὶ τοῦ βασιλέως οὐ τόξα καὶ βέλη νοοῦ‐
35μεν, οὕτω μηδὲ ἐπὶ τῆς νύμφης ἱμάτια νόει· ἀλλὰ διὰ τῶν αἰσθητῶν θεοπρεπῆ νοήματα ἐκλάμβανε. Ἵνα γὰρ μηδέν τι τοιοῦτόν τις ὑποπτεύσῃ, ἐπήγαγε λέγων· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Καὶ μὴν τὰ ἱμάτια μάλιστα πάντων
40ἔξωθεν, καὶ χάριν τῶν ὁρωμένων ἐστὶν, ἀλλ’ ὅταν ᾖ σω‐ ματικά· ὅταν δὲ περὶ πνευματικῶν ὁ λόγος ᾖ, ἔνδον στρέφε τὸ ὄμμα τῆς διανοίας. Τοῦτο τὸ ἱμάτιον ὁ βασιλεὺς ὕφηνε, καὶ ἐνέδυσεν αὐτὴν διὰ τοῦ βαπτί‐ σματος. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί‐
45σθητε, Χριστὸν ἐνεδύσασθε. Πρὸ γὰρ τούτου γυμνὴ ἦν καὶ ἀσχημονοῦσα, προκειμένη πᾶσι τοῖς παραπορευομένοις ὁδόν· ἀφ’ οὗ δὲ τὸ ἱμάτιον ἐνεδύ‐ σατο τοῦτο, πρὸς τὸ ὕψος ἀνηνέχθη ἐκεῖνο, καὶ τῆς ἐκ δεξιῶν στάσεως ἠξιώθη. Καλῶς δὲ αὐτὸ καὶ ποικί‐

55

.

199

(50)

λον φησίν. Οὐ γὰρ μονοειδὲς τὸ ἱμάτιον. Οὐ γὰρ ἐκ χάριτός ἐστι σωθῆναι μόνον, ἀλλὰ χρεία καὶ πίστεως, καὶ μετὰ τὴν πίστιν καὶ ἀρετῆς. Ἀλλὰ νῦν οὐ περὶ ἱματίων ὁ λόγος. Οὐδὲ γὰρ τῷ Πνεύματι τοσαύτη σπουδὴ ἦν, ὥστε ἱμάτια γυναικὸς διαγράφειν χρυσᾶ.
55Εἰ γὰρ ταῖς καλλωπιζομέναις γυναιξὶν ὁ Ἡσαΐας ἐγ‐ καλεῖ, καὶ πανταχοῦ τὰ τῆς τρυφῆς ἐκβέβληται· πῶς ἂν ἐνταῦθα ἐπῄνεσε γυναῖκα καλλωπιζομένην; Ἄκου‐ σον, θύγατερ; καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ
60πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ‐Column end

55

.

200

λους σου. Ἄλλος φησὶν, Ἵνα ἐπιθυμήσῃ. Ὅτι αὐ‐ τός ἐστι Κύριός σου. Ἄλλος, Αὐτὸς γὰρ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ. Ἄλλος, Καὶ προσκύνει αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις.
5Ἄλλος, Ἡ δὲ θυγάτηρ κραταιὰ δῶρα οἴσει. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ιαʹ. Ὁρᾷς πῶς οὐδὲν αἰσθητόν; πῶς οὐδὲν σωματικὸν, ἀλλὰ πάντα νοερά; Πῶς γὰρ ἡ νύμφη θυγάτηρ τοῦ
10αὐτοῦ ἐστι; πῶς δὲ ἡ θυγάτηρ νύμφη; Ἐπὶ μὲν τῶν σωματικῶν οὐκ ἔνι τοῦτο ἀλλ’ ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο· ἐπὶ δὲ τοῦ Θεοῦ ἀμφότερα ἔνι. Αὐτὸς γὰρ αὐτὴν ἀνεγέννησε διὰ τοῦ βαπτίσματος, αὐτὸς αὐτὴν καὶ ἡρμόσατο. Ἄκουσον, θύγατερ, καὶ ἴδε.
15Δύο αὐτῇ παρέσχε, καὶ διδασκαλίαν τὴν διὰ τῶν ῥη‐ μάτων, καὶ ὄψιν τὴν διὰ τῶν θαυμάτων, καὶ τὴν διὰ τῆς πίστεως· καὶ τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο. Ἄκουσον τοίνυν τῶν ῥημάτων τῶν ἐμῶν, ἴδε μου τὰ θαύματα καὶ τὰ ἔργα, καὶ ἀνέχου τῶν παραινέσεων.
20Καὶ ὅρα ποῖον παράγγελμα ποιεῖται πρότερον. Ἐπι‐ λάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ἐπειδὴ γὰρ ἐξ ἐθνῶν αὐτὴν ἡρμόσατο, τοῦτο αὐτῇ πρότερον παραγγέλλει, ἀποξῦσαι τὴν συνήθειαν ἐκεί‐ νην, ἀποστῆσαι τῆς μνήμης, ἐκβαλεῖν αὐτὰ τῆς δια‐
25νοίας, μὴ μόνον αὐτὰ φυγεῖν, ἀλλὰ μηδὲ μεμνῆσθαι αὐτῶν παραινῶν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅταν δὲ εἴπῃ καὶ λαὸν καὶ οἶκον, πάντα τὰ ἐκεῖ πραττόμενα λέγει παρ’ αὐ‐ τῶν, καὶ βίον καὶ δόγματα. Καὶ ἐπιθυμήσει ὁ βασι‐
30λεὺς τοῦ κάλλους σου. Ὁρᾷς ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος· ἂν γὰρ ταῦτα ποιήσῃς, τότε ἔσῃ καλὴ, τότε ὁ βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους. Καὶ μὴν σωματικὸν κάλλος ταῦτα οὐκ ἐργάζεται. Καὶ γὰρ ἐν ἀπίστοις ὁρῶμεν κάλλος σωματικὸν, καὶ γυναῖκας
35εὐμόρφους Ἑλληνίδας οὔσας. Ἀλλ’ ἵνα μάθῃς. ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος, ἐκ τῆς ὑπακοῆς αὐτοῦ συνίστασθαι τοῦτό φησιν· ἡ ὑπακοὴ δὲ οὐ τὸ σωματικὸν κάλλος συνίστησιν, ἀλλὰ τὸ ψυχικόν. Ἐὰν γὰρ ταῦτα ποιήσῃς, φησὶ, τότε ἔσῃ καλὴ, τότε ἐπέ‐
40ραστος τῷ νυμφίῳ. Ὅτι αὐτός σου ἐστὶ Κύριος. Ἰδοὺ ὁ πατὴρ καὶ νυμφίος καὶ δεσπότης ἀνεφάνη. Ἐπει‐ δὴ γὰρ ἐπέταξεν ἀποστῆναι πατρῶν, ἐπιλαθέσθαι λαῶν, ἐκβαλεῖν τὴν συνήθειαν, δείκνυσι τῶν ἐπιταγμάτων τὸ δικαίωμα μέγιστον ὂν, καὶ πολλὴν οὖσαν τὴν ἀκο‐
45λουθίαν τοῦ λόγου, καὶ ὀφεῖλον τοῦτο γενέσθαι. Εἰ γὰρ καὶ πατήρ σου αὐτὸς, καὶ νυμφίος αὐτὸς, καὶ κύριος αὐτὸς, δίκαιον ἂν εἴη πάντων ἐκείνων ἀποστᾶσαν, τούτῳ ἑαυτὴν ἀναθεῖναι. Καὶ οὐκ εἶπεν, Ὅτι αὐτός σού ἐστι πατήρ· ἀλλ’, Ὅτι αὐτός σού ἐστι Κύριος,

55

.

200

(50)

ἵνα τούτῳ μάλιστα αὐτῆς καθίκηται· ὅτι καὶ ὁ κύριος καὶ δεσπότης καὶ πατήρ σου εἵλετο γενέσθαι καὶ νυμ‐ φίος· μᾶλλον δὲ καὶ αὐτὸ τὸ γενέσθαι κύριον πολλῆς κηδεμονίας ἐστὶ καὶ φιλανθρωπίας, τὸ τὴν δαιμόνων δούλην, καὶ ὑπὸ τῆς πλάνης πατουμένην, ταύτην
55ἑλέσθαι ἑαυτῷ. Οὐ μόνον δὲ δούλην, ἀλλὰ καὶ θυγα‐ τέρα καὶ νύμφην ἐποίησεν. Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐ γὰρ πρὸς ἀλλότριόν τινα ἔρχῃ, ἀλλὰ πρὸς τὸν ποιήσαντά σε, καὶ πάντων ἐκείνων οἰκειότερον, καὶ κηδόμενόν σου καὶ φροντί‐
60ζοντα. Αὐτὸς γάρ σου κύριος καὶ πατὴρ, καὶ πάντα
αὐτός σοι δέδωκε. Καὶ προσκυνήσουσιν αὐτῷ· καὶ

55

.

201

θυγάτηρ Τύρου ἐν δώροις. Ποία αὕτη ἀκολουθία; Καὶ σφόδρα ἀρίστη· προτροπῆς γὰρ εἶδος τοῦτο μέγιστον. Πρόσελθε, φησί· καὶ γὰρ μεγάλη αὐτοῦ ἡ ἰσχύς· καὶ πάντες αὐτῷ ὑπακούσονται. Καὶ ἀφεὶς τὴν οἰκουμέ‐
5νην εἰπεῖν ὁ Προφήτης, τὴν γείτονα λέγει πόλιν τὴν ἐν ἀσεβείᾳ τότε κατεχομένην, τὴν ἀκρόπολιν τοῦ δια‐ βόλου, τὴν ὄνομα μέγα ἔχουσαν ἐπὶ πολυτελείᾳ, ἀπὸ τοῦ μέρους τὸ ὅλον αἰνιττόμενος. Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀσέβειαν πᾶσαν οὕτω κα‐
10λέσαι καὶ τὴν ἀσωτίαν· οἶδε γὰρ ἀπὸ πόλεων τρό‐ πους χαρακτηρίζειν, ὡς ὅταν λέγῃ· Ἀκούσατε λό‐ γον Κυρίου, ἄρχοντες Σοδόμων· ἐνωτίσασθε νό‐ μον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας. Καὶ μὴν πρὸς Ἰουδαίους διελέγετο· ἀλλ’ ἐπειδὴ τὰ Σοδόμων ἔπρατ‐
15τον, ἀπὸ τῶν ὀνομάτων τῶν Σοδόμων καλεῖ αὐτούς. Καὶ τί θαυμάζεις, εἰ ἀπὸ πατρίδος αὐτοὺς οὕτω κα‐ λεῖ, ὅπου γε καὶ πατέρας αὐτοῖς τοιούτους δίδωσι λέ‐ γων· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία; Καὶ οὐδὲ ἐνταῦθα ἵστησι τὴν κατηγορίαν,
20ἀλλὰ καὶ ἐπὶ θηρία ἐξάγει τὸν λόγον, ἐν μὲν τῇ καινῇ οὕτω λεγούσῃ Γραφῇ· Ὄφεις γεννήματα ἐχι‐ δνῶν· καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Ὠὰ ἀσπίδων ἔῤῥη‐ ξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ἀλλαχοῦ· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι; Οὕτω δὴ
25καὶ ἐνταῦθα τοὺς ἐν ἀσεβείᾳ καὶ ἀσελγείᾳ βεβιωκότας Τυρίους ἐκάλεσεν. Ἀλλὰ καὶ τούτων περιέσομαι, φησὶ, καὶ κρατήσω, καὶ οὕτω κρατήσω, ὡς καὶ προσ‐ κυνεῖν αὐτοὺς, καὶ οὐχ ἁπλῶς προσκυνεῖν, ἀλλὰ καὶ δῶρα προσφέρειν καὶ ἀπαρχὰς, ὅπερ μέγιστον εἶδος
30λατρείας ἐστὶ, καὶ τῆς μεθ’ ὑπερβολῆς ὑπακοῆς σημεῖον. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλού‐ σιοι τοῦ λαοῦ. Τί ἐστι, Λιτανεύσουσι; Τιμήσουσι, δοξάσουσιν οἱ μεγάλοι καὶ ὑψηλοὶ νῦν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοῦτο γίνεται, τοὺς ἐν ἀρετῇ ζῶντας
35τιμῶσι, θεραπεύουσιν ἅπαντες, κἂν πλούτῳ καὶ ἀξιώμασιν ὦσι κομῶντες. Πάσης γὰρ εὐπορίας μεί‐ ζων ἀρετή. ιβʹ. Καὶ τὴν Ἐκκλησίαν ὁρᾶτε παρὰ πάντων τιμω‐ μένην. Καὶ καλῶς εἶπε, Τὸ πρόσωπόν σου, τουτέστι,
40τὴν δόξαν σου, τὸ κάλλος σου, τὴν εὐμορφίαν σου. Εἶτα ἐπειδὴ τοῦ προσώπου ἐμνήσθη, καὶ ἱματίων, καὶ κάλλους, ἵνα μή τις τῶν παχυτέρων αἰσθητόν τι νοήσῃ, ἐπήγαγε λέγων, Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Πρὸς τὴν διάνοιαν εἴσελθε,
45φησὶ, τὸ κάλλος καταμάνθανε τῆς ψυχῆς· περὶ ἐκεί‐ νων διαλέγομαί σοι, κἂν ἱματισμὸν εἴπω, κἂν κάλ‐ λος εἴπω, κἂν χρυσίον εἴπω, κἂν κρόσσους, κἂν διά‐ χρυσα εἴπω, κἂν ὁτιοῦν τοιοῦτον ἕτερον, περὶ διανοίας ὁ λόγος, περὶ ψυχῆς ἡ διδασκαλία, περὶ ἀρετῆς τὸ λε‐

55

.

201

(50)

γόμενον, περὶ τῆς ἔνδον δόξης. Διὰ δὴ τοῦτο πάλιν θαῤῥούντως ἐπὶ τὰς σωματικὰς εἰκόνας ἄγει τὸν λό‐ γον, ἅπαξ διορθωσάμενος τὸν παχὺν ἀκροατὴν τοῖς εἰρημένοις. Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλη‐ μένη, πεποικιλμένη. Ἄλλος, Διὰ συσφιγκτήρων
55χρυσῶν ἠμφιεσμένη ποικίλα· πάλιν τῷ ὀνόματι τοῦ χρυσίου τὴν ἀρετὴν καλέσας. Οὕτω καὶ Παῦλός φησι· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· τὴν ἀρετὴν καὶ τὴν κακίαν ταῖς προσ‐
60ηγορίαις τῶν ὑλῶν τούτων ἡμῖν παριστάς. Ἵνα γὰρColumn end

55

.

202

μὴ ταῦτα νομίσῃς τὸ ἔσωθεν κείμενον, οὐκ ἀφίησί σε τὰ ἔξω φαντάζεσθαι, ἀλλ’ ἕλκει τὴν διάνοιαν ἔνδον. Ὥσπερ γὰρ σῶμα φαίνεται καλὸν τούτοις περιβεβλη‐ μένον· οὕτω ψυχὴ καλλωπίζεται ἀρετὴν ἐνδεδυμένη.
5Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐ‐ τῆς. Ἄλλος, Ἀκολουθήσουσιν. Ἄλλος, Ἀνενεχθή‐ σονται. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.
10 Εἶδες τὰ ἱμάτια τὰ κροσσωτά; εἶδες τὴν χρυσῆν στολὴν, τῆς παρθενίας τὸ ἄνθος; Τοῦτο τῆς Ἐκκλη‐ σίας τὸ ἱμάτιον. Καὶ θέα μοι τοῦ Προφήτου τὴν ἀκρί‐ βειαν. Ἐπειδὴ γὰρ οὐκ εὐθέως, τῆς Ἐκκλησίας συστάσης, τὸ τῆς παρθενίας ἤνθησε καλὸν, ἀλλ’ ὕστε‐
15ρον καὶ μετὰ χρόνον τινὰ, διὰ τοῦτο καὶ αὐτὸς μετὰ ταῦτα τίθησιν αὐτὸ, μετὰ τὸ ἐπιλαθέσθαι αὐτὴν τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς, καὶ ἐνδύσασθαι τὸν κόσμον ἐκεῖνον, καὶ λάμψαι τῷ κάλλει. Διό φησιν· Ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται.
20Αἱ πλησίον, οὐ τόπῳ ἁπλῶς, ἀλλὰ καὶ τρόπῳ, καὶ τοῖς δόγμασιν αὐτῇ συνᾴδουσαι· ὡς τάς γε τῶν αἱρε‐ τικῶν οὐκ ἄν τις εἴποι παρθένους· οὐ γάρ εἰσι πλη‐ σίον τῆς βασιλίδος. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὅρα τὸ ἀποστολικὸν ἐνταῦθα δια‐
25λάμπον, καὶ τὴν ἀπόφασιν ἐκείνην διαδεικνυμένην καὶ ἐν τῷ Προφήτῃ. Ποίαν δὴ ταύτην; Ὅτι Θλίψιν τῇ σαρκὶ ἕξουσιν αἱ γαμούμεναι. Ὥσπερ δὲ ἐκεῖναι θλίψιν, οὕτως αὗται ἀγαλλίασιν καὶ εὐφροσύ‐ νην. Ἡ μὲν γὰρ τέκνα, καὶ ἄνδρα, καὶ οἰκίαν, καὶ
30οἰκέτας, καὶ συγγενεῖς, καὶ κηδεστὰς, καὶ γαμβροὺς, καὶ ἔγγονα, καὶ πολυπαιδίαν, καὶ ἀπαιδίαν μεριμνᾷν ἀναγκάζεται (οὐδὲ γὰρ καιρὸς νῦν τὰς νιφάδας ὑπο‐ γράφειν τοῦ γάμου)· ἡ δὲ παρθένος ἐσταυρωμένη, καὶ τῶν παρόντων ἀπαλλαγεῖσα, καὶ τῶν βιωτικῶν
35φροντίδων ἀνωτέρα γενομένη, καὶ τὸν εὔριπον δια‐ δῦσα, καὶ πρὸς τὸν οὐρανὸν καθ’ ἑκάστην βλέπουσα τὴν ἡμέραν, ἀπολαύει τῆς χαρᾶς τοῦ Πνεύματος, ἐντρυφᾷ τῇ ἀγαλλιάσει. Οὐ τὰ παρόντα δὲ μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὰ μέλλοντα αἰνίττεται, ὅταν
40φαιδρὰς καὶ λαμπρὰς ἔχουσαι λαμπάδας ἀπαντῶσι, τὸν νυμφίον ὑποδεχόμεναι. Ναὸν δὲ ἐνταῦθα βασιλέως, τὰ βασίλεια, καὶ νυμφῶνα τὰς παστάδας λέγει. Ἀντὶ τῶν πατρῶν σου ἐγεννήθησαν υἱοί σου. Ἄλλος, Ἔσονταί σοι υἱοί σου. Ἐπειδὴ ἄνω λαοῦ καὶ πα‐
45τρῶν ἐμνήσθη, λέγων, Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· δεικνὺς ὅτι πολλῆς ἀπολαύσεται καὶ κατ’ αὐτὸ τὸ μέρος εὐημερίας, τοῦτο ἐπήγαγεν. Ἔστι γὰρ μήτηρ μυρίων παίδων ἡ στεῖρα. Ὥστε εἰ καὶ γονέων ἀπεσπάσθης, ἀλλ’ οἱ τῶν παίδων

55

.

202

(50)

χοροὶ οὕτως ἐπίδοξοι, οὕτω λαμπροὶ καὶ περιφανεῖς ἔσονται, ὡς πᾶσαν ἐμπλῆσαι τὴν οἰκουμένην. ιγʹ. Ἐμοὶ δὲ δοκεῖ τοὺς ἀποστόλους λέγειν, τοὺς διδα‐ σκάλους ἐν αὐτῇ γενομένους. Εἶτα ὑπογράφων αὐτῶν τὴν δύναμιν καὶ τὴν ἰσχὺν, καὶ τὴν δόξαν, φησί· Κα‐
55ταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἆρα ταῦτα ἑρμηνείας δεῖται; Οὐκ ἔγωγε οἶμαι, ὥσπερ οὖν οὐδὲ ὁ ἥλιος, ὅτε φαιδρός ἐστι· τὰ δὲ εἰρημένα τούτου φανερώτερα· καὶ γὰρ τὴν οἰκουμένην ἅπασαν ἐπέδραμον οἱ ἀπόστολοι, καὶ πάντων ἀρχόντων ἄρ‐
60χοντες ἐγένοντο κυριώτεροι, βασιλέων δυνατώτεροι. Οἱ μὲν γὰρ βασιλεῖς ζῶντες κρατοῦσι, τελευτήσαντες
δὲ καταλύονται· οὗτοι δὲ τελευτήσαντες μᾶλλον κρα‐

55

.

203

τοῦσι. Καὶ τὰ μὲν τῶν βασιλέων νόμιμα εἴσω τῶν οἰκείων ὅρων ἔχει τὴν ἰσχὺν, τὰ δὲ τῶν ἁλιέων προσ‐ τάγματα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Ὁ Ῥω‐ μαίων βασιλεὺς οὐκ ἂν δύναιτο νομοθετεῖν Πέρσαις,
5οὐδὲ ὁ Περσῶν Ῥωμαίοις· οἱ δὲ Παλαιστινοὶ οὗτοι καὶ Πέρσαις, καὶ Ῥωμαίοις, καὶ Θρᾳξὶ, καὶ Σκύ‐ θαις, καὶ Ἰνδοῖς, καὶ Μαύροις, καὶ πάσῃ τῇ οἰκου‐ μένῃ νόμους ἔθηκαν· καὶ οὐχὶ ζώντων αὐτῶν ἐκρά‐ τησαν μόνον, ἀλλὰ καὶ τελευτησάντων· καὶ μυριά‐
10κις ἂν ἕλοιντο οἱ νομοθετηθέντες τὴν ψυχὴν ἀφεῖναι, ἢ τῶν νόμων ἀποστῆναι ἐκείνων. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν, Ἀναμνήσω
15τὸ ὄνομά σου καθ’ ἑκάστην γενεάν. Διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε διηνεκῶς. Ἄλλος, Ἐπὶ τούτῳ λαοὶ ἐξομολογήσονταί σοι. Εἶπε τὸ μέγεθος τῆς ἀρχῆς ἀπὸ τοῦ μήκους τῆς γῆς, ἀπὸ τοῦ πλάτους τῆς οἰκουμένης, ἀπὸ τοῦ πλήθους τῶν ἐθνῶν τῶν
20ὑποταγέντων. Λέγει καὶ ἑτέρωθεν αὐτῆς τὸ ἀξίωμα, ὅτι οὐ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται μόνον, ἀλλὰ καὶ πανταχοῦ τοῦ αἰῶνος. Ἀθάνατος γὰρ ἔσται, φησὶν, ἡ μνήμη σου, ἀνάγραπτος ἐν ταῖς βίβλοις ταῖς ἡμετέραις, ἀνάγραπτος ἐν ταῖς πολιτείαις, ἀνάγρα‐
25πτος ἐν τοῖς προστάγμασιν. Ὅρα πῶς καὶ τῆς οἰκείας προφητείας τὸ διαρκὲς προφητεύει. Εἰπὼν γὰρ, Μνη‐ σθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, τοῦτο ἐδήλωσε. Κἂν ἐγὼ τελευτήσω, φησὶν, ἀλλ’ ᾄσομαι εἰς σὲ καὶ τελευτῶν. Τὸ μὲν γὰρ σῶμα
30διαλυθήσεται· τὰ δὲ γράμματα μένει, καὶ ὁ νόμος διαρκής. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι. Ὅθεν ἤρξατο, ἐνταῦθα κατέλυσεν, εἰς τὸν Χριστόν. Διὰ τοῦτο. Ποῖον; Ὅτι τοσαῦτα κατώρθωσας, ὅτι τοιούτους ἄρχοντας ἐπέστησας, ὅτι κακίαν ἤλασας,
35ὅτι ἀρετὴν ἐφύτευσας, ὅτι τὴν φύσιν ἡρμόσω τὴν ἡμετέραν, ὅτι τὰ ἀπόῤῥητα ταῦτα εἰργάσω ἀγαθά· πᾶσά σοι ἡ οἰκουμένη ὕμνον ἀνοίσει, οὐκ ἐν βραχεῖ χρόνῳ, οὐδὲ ἐν δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἔτεσιν, οὐδὲ ἐν μέρει τῆς οἰκουμένης, ἀλλὰ γῆ καὶ θάλαττα,
40οἰκουμένη τε καὶ ἀοίκητος διὰ παντὸς τοῦ αἰῶνος ᾄσονται, χάριν ὁμολογοῦντες ἐπὶ τοῖς ἀγαθοῖς τοῖς γεγενημένοις. Ὑπὲρ δὴ τούτων ἁπάντων καὶ ἡμεῖς εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν
45καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
46tΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.
47Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυ‐ φίων. Ἄλλος, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Ἄλ‐ λος, Ὑπὲρ νεοτήτων ᾆσμα.

55

.

203

(50)

Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ἄλλος, Ἐν θλίψεσιν εὑρισκόμενος. Διὰ τοῦτο οὐ φο‐ βηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
55 αʹ. Τῇ συνήθει κέχρηται φιλοσοφίᾳ ὁ προφήτης, τῶν μὲν βιωτικῶν ἀπάγων πραγμάτων, εἰς δὲ τὴν ἐλπίδα τὴν ἄνωθεν ἀνάγων τὸν ἀκροατήν. Μὴ γάρ μοι ὅπλα
καὶ τείχη καὶ τάφρους εἴπῃς, φησὶ, μηδὲ περιουσίανColumn end

55

.

204

χρημάτων, καὶ πολεμικῶν ἐμπειρίαν, καὶ πλῆθος ἵππων, μηδὲ τόξα, καὶ βέλη, καὶ θώρακας, μηδὲ συμ‐ μάχων πλήθη, καὶ στρατιωτῶν φάλαγγας, μηδὲ σώ‐ ματος ἰσχὺν, καὶ πολεμίων πεῖραν. Πάντα ταῦτα
5ἀράχνης καὶ σκιᾶς ἀδρανέστερα. Ἀλλ’ εἰ βούλει τὴν ἄμαχον ἰδεῖν δύναμιν, τὴν καταφυγὴν τὴν ἀχείρωτον, τὸ φρούριον τὸ ἄσυλον, τὸν πύργον τὸν ἄσειστον, ἐπὶ τὸν Θεὸν κατάφευγε, ἐκείνην ἐπισπῶ τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν, Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύ‐
10ναμις· δεικνὺς ὅτι ποτὲ μὲν φεύγοντες νικῶμεν, ποτὲ δὲ ἱστάμενοι καὶ πολεμοῦντες. Καὶ γὰρ ἀμφό‐ τερα ταῦτα δεῖ ποιεῖν, καὶ ὁμόσε χωρεῖν, καὶ ἐκκλί‐ νειν. Τοῦτο καὶ Παῦλος ἐποίει, ποτὲ μὲν ὑποχωρῶν, ποτὲ δὲ ἐπεμβαίνων τοῖς ἐναντιουμένοις τῷ λόγῳ τῆς
15ἀληθείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίει διδάσκων ἡμᾶς· τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ εἰδέναι μετὰ ἀκριβείας καιρῶν ἐπιτηδειότητα, καὶ εὔχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμὸν κατὰ τὸ λόγιον ἐκεῖνο τὸ εὐαγγελικόν· παραγενομένου δὲ, μὴ μαλακίζεσθαι, ἀλλ’ ἑστάναι
20γενναίως. Βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὃ πολλάκις εἶπον, καὶ νῦν λέγω. Οὐ κω‐ λύει τὰς θλίψεις ἐπελθεῖν, ἀλλὰ παραγενομένων παρ‐ ίσταται, χρησίμους ἡμᾶς ἐργαζόμενος καὶ δοκίμους. Τὸ δὲ Σφόδρα τῷ Βοηθὸς προσνεμητέον. Καὶ γὰρ
25οὐχ ὡς ἔτυχε βοηθεῖ, ἀλλὰ μετὰ τῆς ὑπερβολῆς, πλείονα παρέχων τὴν ἀπὸ τῆς συμμαχίας παράκλη‐ σιν τῆς ἀπὸ τῶν θλίψεων ὀδύνης. Οὐ γὰρ ὅσον ἀπαι‐ τεῖ τῶν δεινῶν ἡ φύσις, τοσαύτην ἡμῖν παρέχει τὴν συμμαχίαν, ἀλλὰ πολλῷ πλείονα. Διὰ τοῦτο οὐ φοβη‐
30θησόμεθα, φησὶν, ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Ὁρᾷς πῶς πλείονα παρέχει τὴν βοήθειαν, καὶ ἐκ πολ‐ λῆς τῆς περιουσίας; Οὐ γὰρ εἶπεν, Οὐ μόνον οὐχ ἁλω‐ σόμεθα, οὐδὲ πεσούμεθα, ἀλλ’ Οὐδὲ ὃ κοινὸν τῆς φύ‐ σεώς ἐστι πεισόμεθα, τὸ φοβηθῆναι καὶ δεῖσαι. Πόθεν
35δὲ τοῦτο γίνεται; Ἐκ τοῦ τὴν συμμαχίαν ἐκ περιου‐ σίας ἐπιέναι. Γῆν δὲ ἐνταῦθα, καὶ ὄρη, καὶ καρδίαν θαλασσῶν, οὐ τὰ στοιχεῖά φησιν, ἀλλὰ τῷ ὀνόματι τούτων τοὺς ἀφορήτους κινδύνους αἰνίττεται. Κἂν πάντα ἴδωμεν συγκεχυμένα, φησὶ, κἂν ταραχὴν ἀφό‐
40ρητον, κἂν ταῦτα συμβαίνοντα, ἃ μηδέποτε γέγονε, κἂν αὐτὴν, ὡς ἂν εἴποι τις, τὴν κτίσιν συῤῥηγνυμένην ἑαυτῇ, καὶ τοὺς τῆς φύσεως κινουμένους ὅρους, καὶ πάντα ἐκ βάθρων ἀνασπώμενα, καὶ τὰ πρῶτα στοι‐ χεῖα συγχεόμενα, καὶ τοσαύτην γινομένην τὴν ταρα‐
45χὴν, οὐ μόνον οὐχ ἁλωσόμεθα, ἀλλ’ οὐδὲ δείσομεν. Τὸ δὲ αἴτιον, ὅτι ὁ πάντων τούτων Δεσπότης βοηθεῖ, καὶ χεῖρα ὀρέγει, καὶ παρίσταται. Εἰ δὲ τούτων γινομέ‐ νων οὐκ ἂν ἐνδοίημεν, οὐδὲ καταμαλακισθείημεν· πολλῷ μᾶλλον ἐπιόντων τῶν ἐχθρῶν, καὶ τῶν πολε‐

55

.

204

(50)

μίων παραταττομένων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κρα‐ ταιότητι αὐτοῦ. Ἄλλος φησίν· Ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων, καὶ σειομένων ὀρέων ἐν τῷ ἐνδοξασμῷ αὐτοῦ. Εἰπὼν, ὅτι οὐ δείσομεν συῤ‐
55ῥηγνυμένων ἁπάντων, λοιπὸν περὶ τῆς δυνάμεως αὐ‐ τοῦ διαλέγεται, ὅτι ἄμαχος αὐτοῦ ἡ ἰσχύς. Καὶ εἰκό‐
τως φησὶν, οὐ δεδοίκαμεν, καὶ ὅπερ ἀεὶ ποιεῖ, νῦν

55

.

205

μὲν ἀπὸ τῆς κτίσεως, νῦν δὲ ἀπὸ τῶν τοῖς ἀνθρώποις συμβαινόντων ἀνακηρύττει αὐτοῦ τὴν ἰσχὺν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σείει πάντα, σαλεύει,
5μετατίθησιν, ὅταν βούληται· οὕτως αὐτῷ ῥᾴδια καὶ εὔκολα πάντα. Ἐμοὶ δὲ δοκεῖ τὰ πλήθη ἐνταῦθα αἰ‐ νίττεσθαι τῶν ἀνδρείων, καὶ τοὺς ὑψηλοὺς τῶν πολε‐ μίων, καὶ τὸν ἄπειρον λαὸν τῶν ἐναντίων. Τοσαύτη γὰρ αὐτοῦ ἡ δύναμις, φησὶν, ὡς ἁπλῶς νεῦσαι, καὶ
10ταῦτα πάντα γίνεσθαι. Πῶς οὖν δυνάμεθα φοβεῖσθαι τοιοῦτον ἔχοντες Δεσπότην; Διάψαλμα. Ἄλλος, Ἀεί. Τοῦ ποταμοῦ τὰ ὁρμήματα. Ἄλλος, Διαιρέσεις. Ὁ δὲ Ἑβραῖος, Φαλαγαῦ. Εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
15Ἄλλος φησὶ, Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σα‐ λευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸς πρωῒ πρωΐ. Ἄλλος φησὶ, Περὶ τὸν ὄρθρον. Ἄλλος, Τὸ νεῦσαι πρωΐαν. Εἰπὼν περὶ τῆς δυνάμεως αὐτοῦ
20καὶ τῆς ἰσχύος, καὶ ὅτι ῥᾴδια αὐτῷ πάντα, εἰς τὴν τῆς Ἰουδαϊκῆς προνοίας ὑπόθεσιν μετατίθησι τὸν λό‐ γον, τὰ δεδομένα αὐτοῖς ἀγαθὰ διὰ βραχέων λέξεων παριστάς. Οὗτος γὰρ, ὁ οὕτω δυνατὸς, ὁ οὕτως ἰσχυ‐ ρὸς καὶ φοβερὸς, καὶ πάντα ἄγων καὶ φέρων, ὁ πάντα
25σείων καὶ κινῶν, καὶ μετατιθεὶς καὶ μεθιστὰς, μυ‐ ρίων τὴν πόλιν ἡμῶν ἐνέπλησεν ἀγαθῶν. Ποταμὸς γὰρ ἐνταῦθα τὸ δαψιλὲς τῆς χορηγίας τῶν ἄνωθεν δωρεῶν, καὶ τὸ ἀκώλυτον καὶ τὸ ἐκκεχυμένον παρ‐ ίστησιν, ὡσανεὶ ἔλεγε· Καθάπερ ἐκ πηγῶν ἡμῖν ἅπαντα
30ἐπιῤῥεῖ τὰ ἀγαθά. Ὥσπερ γὰρ ποταμὸς εἰς μυρία σχιζόμενος μέρη, τὴν ὑποκειμένην ἄρδει χώραν· οὕ‐ τως ἡ τοῦ Θεοῦ πρόνοια πανταχόθεν ἐπιῤῥεῖ, δαψιλῶς φερομένη, καὶ ῥοιζηδὸν ἐπιοῦσα, καὶ πάντα πληροῦσα. Οὐκ ἀσφάλειαν δὲ παρέχει μόνον ἡμῖν, οὐδὲ βοήθειαν
35ἀῤῥαγῆ, ἀλλὰ καὶ πνευματικὴν χαράν· διό φησιν· Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ τοῦτο δὲ εὐεργεσίας αὐτὸ μέρος οὐ μικρὸν, τὸ σκήνωμα αὐτοῦ καλέσαι τὸν τόπον. βʹ. Καὶ οὐχ ἁπλῶς τέθεικε τὸ, Ὁ Ὕψιστος. Ὁ οὖν
40οὕτως ὑψηλὸς, ὁ μηδενὶ τόπῳ περιεχόμενος, ἡ ἄφρα‐ στος οὐσία, κατηξίωσε σκήνωμα αὐτοῦ καλέσαι τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντοθεν αὐτὴν συνέχει. Τοῦτο γὰρ ἔστιν, Ἐν μέσῳ αὐτῆς, ὡς καὶ ἀλλαχοῦ λέγει· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι. Πάντοθεν αὐτὴν
45συγκροτεῖ· διὰ τοῦτο οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλ’ οὐδὲ σαλευθήσεται. Καὶ τὸ αἴτιον, ὅτι ταχίστης ἀπολαύει τῆς συμμαχίας, ἑτοίμου καὶ παρεσκευα‐ σμένης οὔσης· τοῦτο γάρ ἐστι τὸ Πρωΐ· οὐ μελλού‐ σης, οὐδὲ βραδυνούσης, ἀλλὰ νεαρᾶς ἀεὶ καὶ ἀκμα‐

55

.

205

(50)

ζούσης, καὶ ἐν καιρῷ τῷ προσήκοντι. Ἐταράχθη‐ σαν ἔθνη. Ἄλλος, Συνήχθησαν ἔθνη. Ἔκλιναν βασιλεῖαι. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Δείκνυσιν αὐτοῦ τῆς βοηθείας ἐν‐ ταῦθα τὴν δύναμιν. Οὐ γὰρ δὴ τῶν τυχόντων ἐπιόν‐
55των, ἀλλὰ βασιλέων, ἐθνῶν πάντοθεν συνιόντων, κυκλούντων, πολιορκούντων πόλιν μίαν, οὐ μό‐ νον οὐδὲν ἔπαθεν ὑπ’ αὐτῶν δεινὸν, ἀλλὰ καὶ περιε‐ γένετο, καὶ ἐκράτησε, καὶ περιέτρεψε τοὺς ἐπιόντας. Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φω‐
60νὴν αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, ΑὐτοβοεὶColumn end

55

.

206

τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώ‐ τερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ’ ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψη‐
5λοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορι‐ κῶς εἴρηται, καὶ τροπικώτερον, καὶ συγκαταβατικώ‐ τερον (ὁ γὰρ Θεὸς οὐδενὸς τούτων δεῖται), ἐπήγαγεν, Ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δει‐
10κνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν. Ἀν‐ τιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶ
15τοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων δήμους, εἰς τὰ ἔθνη τῶν ἀρ‐ χαγγέλων, εἰς τὰς δυνάμεις τὰς ἄνω. Τί γάρ μοι λέ‐ γεις στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους
20ἀπολλυμένους; φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας, ὅσα στρατόπεδα τῶν ἀοράτων δυνάμεων ὑφ’ ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύ‐ μενος· ὅπερ καὶ ἀλλαχοῦ φησι· Δυνατοὶ ἰσχύϊ,
25ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ γὰρ εἷς ἄγγελός ποτε ἐξελθὼν, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε. Τί οὖν εἰ δυνατὸς μέν ἐστιν, οὐ βούλεται δὲ ἡμῖν χεῖρα ὀρέξαι; Ἀλλὰ μηδὲ τοῦτο δείσῃς, φησί· διὰ τοῦτο ἐπήγαγεν, Ἀντιλήπτωρ ἡμῶν. Οὐκοῦν
30καὶ βούλεται καὶ δύναται· μὴ τοίνυν φοβοῦ. Τί οὖν εἰ ἡμεῖς ἀνάξιοι; Ἀλλὰ πατρῴαν πρὸς αὐτὸν ἔχομεν φιλανθρωπίαν. Διὸ καὶ τοῦτο προστιθεὶς ἔλεγεν, Ὁ Θεὸς Ἰακὼβ, ὡσανεὶ ἔλεγεν· Ἀεὶ τοῦτο τὸ ἔθος αὐτῷ, φησὶν, ἄνωθεν, καὶ ἐξ ἀρχῆς. Διάψαλμα. Ἄλ‐
35λος, Ἀεί. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον (ἄλλος λέγει, Συνέκλασε), καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἄλλος, Καὶ
40ἁμάξας ἐμπρήσει ἐν πυρί. Εἰπὼν περὶ τῆς γῆς, περὶ τῆς θαλάσσης, περὶ τῶν ὀρῶν, περὶ τῆς πνευ‐ ματικῆς χορηγίας τῆς εἰς αὐτοὺς γεγενημένης, περὶ τῆς συμμαχίας, πάλιν ἐκτείνει τὴν ὑπόθεσιν πρὸς τοὺς θεατὰς, ἐπὶ τὰ τρόπαια αὐτοὺς καλῶν ἐξ ἡδο‐
45νῆς πολλῆς, καὶ τῆς πρὸς τὸν Δεσπότην διαθέσεως, καὶ τὰς νίκας ἀναγορεύων, ἃς ὑπὲρ αὐτῶν εἰργάσατο. Καὶ καλῶς εἶπε, Τέρατα, οὐκ εἶπε, νίκας καὶ τρό‐ παια. Οὐ γὰρ κατὰ ἀκολουθίαν ἐγίνετο τὰ γινόμενα, οὐδὲ ὅπλοις καὶ δυνάμει σωμάτων τὰ τῆς μάχης ἐκρί‐

55

.

206

(50)

νετο, ἀλλὰ Θεοῦ νεύματι, τῶν πραγμάτων δηλούν‐ των, ὅτι αὐτὸς ἦν ὁ στρατηγῶν. Ἐπειδὴ γὰρ οἱ ἀσθενεῖς τοὺς δυνατοὺς ἐνίκων, οἱ ὀλίγοι τοὺς πολ‐ λοὺς, οἱ κεκρατημένοι τοὺς κρατοῦντας, καὶ παρ’ ἐλπίδα τὰ πράγματα ἐγίνετο, εἰκότως αὐτὰ τέρατα
55καλεῖ, ἅτε παραδόξως συμβαίνοντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένα. γʹ. Τοῦτο δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ κατὰ ἀναγωγὴν ἐκλαβὼν, καὶ εἰς τὸν παρόντα καιρόν. Καὶ γὰρ πόλε‐
μον χαλεπὸν κατέλυσε τὸν τῶν δαιμόνων, καὶ παντα‐

55

.

207

χοῦ τῆς οἰκουμένης τὴν εἰρήνην ἐξέτεινε, καὶ τὸν αἰσθητὸν δὲ αὐτῶν πόλεμον συγκατέβαλεν. Ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ἔλεγε· Συντρίψουσι τὰς μαχαί‐ ρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς
5δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μά‐ χαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ παρουσίας πάντες ἄνθρωποι ὅπλα ἐτίθεντο, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουρ‐ γίας ἦν, καὶ πόλεις πρὸς τὰς πόλεις ἐμάχοντο, καὶ
10διόλου τὰ τῶν πολέμων συνεκροτεῖτο· νῦν δὲ τὸ πλέον τῆς οἰκουμένης ἐν εἰρήνῃ, πάντων ἐν ἀδείᾳ καὶ τέχνας μετιόντων, καὶ γῆν ἐργαζομένων, καὶ θάλατταν πλεόντων· ὀλίγον δέ ἐστι τὸ στρατιωτικὸν πρὸ τῶν ἄλλων ἁπάντων τεταγμένον. Καὶ τούτου δὲ
15ἂν ἡ χρεία κατελύθη, εἰ τὰ προσήκοντα ἐπράττομεν, καὶ μὴ ἐδεόμεθα τῆς ἀπὸ τῶν θλίψεων ὑπομνήσεως. Πῦρ δὲ ἐνταῦθα τὴν ὀργὴν αὐτοῦ καλεῖ, καὶ πρᾶγμα συμβεβηκὸς λέγει, ὅτι τὰ ὅπλα αὐτῶν κατέκαυσαν, κατὰ κράτος νικήσαντες, καὶ τὰ ἅρματα, ὅπερ Ἰε‐
20ζεκιήλ φησι· καὶ ὅσοι φιλομαθεῖς, ἴσασι τὴν ἱστο‐ ρίαν. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσι, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἄλλος φησὶν, Ἰάθητε καὶ γνῶτε. Ἄλλος, Ἐάσατε, ἵνα γνῶτε. Ὁ δὲ Ἑβραῖός φησιν, Οὐαρ‐
25φοῦ οὐαδοῦ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τὰ ἔθνη δια‐ λέγεσθαι, μονονουχὶ τοῦτο λέγων· Ἔγνωτε μὲν αὐτοῦ τὴν ἰσχὺν, φησὶ, καὶ τὴν δύναμιν τὴν πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένην· δεῖ δὲ ὑμῖν σχολῆς, δεῖ δὲ ὑμῖν ὑγιαινούσης ψυχῆς. Καὶ τὸ Ἐάσατε δὲ τὸ αὐτὸ
30δηλοῖ· ἄφετε τὴν πλάνην, ἀπαλλάγητε τῆς προτέρας ἀναστροφῆς, ἀναπνεύσατε ἐκ τῆς ἀχλύος τῶν κατ‐ εχόντων ὑμᾶς πονηρῶν πραγμάτων, ἵνα ἀπὸ τῆς τῶν θαυμάτων διδασκαλίας χειραγωγούμενοι καὶ τὴν ψυχὴν σχολάζουσαν ἔχοντες, ἐπιγνῶτε τὸν τῶν ὅλων
35Θεόν. Οὐδὲ γὰρ ἀρκεῖ τὰ θαύματα μόνον, ἐὰν μὴ καὶ ψυχὴ εὐγνώμων ᾖ. Ἐπεὶ καὶ ἐπὶ τῶν Ἰουδαίων ἐγέ‐ νετο θαύματα, καὶ οὐδὲν πλέον ἐγένετο πρὸς τὴν σω‐ τηρίαν ἐκείνων. Ὥσπερ γὰρ οὐκ ἀρκοῦσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, ἐὰν μὴ καὶ ὁ ὀφθαλμὸς καθαρὸς ᾖ,
40καὶ ὑγιαίνων· οὕτω δὴ οὐδὲ ἐνταῦθα τὰ θαύματα μόνον ἀρκεῖ. Διὸ δὴ περὶ ἐκείνων διαλεχθεὶς, παραι‐ νεῖ τοῖς μέλλουσιν αὐτῶν καρποῦσθαι τὴν ὠφέλειαν, ἀναπνεῦσαι ἐκ τῶν κατεχόντων αὐτοὺς κακῶν, ὥστε μαθεῖν τὸν Θεὸν τὸν ἐπὶ τῶν ὅλων. Σχολάσατε, καὶ
45γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, οὐ τὰ εἴδωλα, οὐδὲ τὰ ξόανα. Σχολάσατε τοίνυν, καὶ πολλὰς ὑμῖν παρέξομαι τὰς ἀποδείξεις. Τοῦτο γάρ ἐστι τὸ, Ὑψω‐ θήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· τουτέστι, Διὰ τῶν ἔργων ὑμῖν δειχθήσομαι μέγας καὶ

55

.

207

(50)

ὑψηλός. Ἔχει μὲν γὰρ τὸ οἰκεῖον ἡ φύσις ὕψος, ἡ ἀκήρατος ἐκείνη καὶ ἄφραστος. Ἐπειδὴ δὲ τοῦτο ὑμεῖς οὐ συνορᾶτε, καὶ διὰ τῶν ἔργων ὑμῖν αὐτὸ ἐπι‐ δείξω. Οὐ μόνον δὲ ἐν τῇ Παλαιστίνῃ, οὐδὲ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ παρ’ ὑμῖν τοῖς ἔθνεσιν. Οὕτω
55γοῦν ὑψοῦται, κρατῶν αὐτῶν καὶ περιγινόμενος, θαύ‐ ματα ἐργαζόμενος ἐν Βαβυλῶνι, θαύματα ἐν Αἰγύπτῳ, θαύματα ἐν ἐρήμῳ, θαύματα πανταχοῦ τῆς οἰκουμέ‐ νης, ὡς πανταχόθεν αὐτοὺς διδασκαλίαν ἔχειν τῆς αὐ‐ τοῦ γνώσεως. Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν,
60ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Οὗτος τοίνυν ὁColumn end

55

.

208

Θεὸς, ὁ πανταχοῦ μέγας, ὁ πανταχοῦ ὑψηλὸς, οὗ‐ τος ἀεὶ μεθ’ ἡμῶν ἕστηκε. Μηδὲν οὖν φοβεῖσθε, μηδὲ ταράσσεσθε, οὕτως ἔχοντες ἄμαχον Δεσπότην· ᾧ πρέ‐ πει πᾶσα τιμὴ καὶ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ
5ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7tΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ.
8Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ.
10Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέ‐ γας ἐπὶ πᾶσαν τὴν γῆν.
15 αʹ. Τῆς αὐτῆς ὑποθέσεως καὶ οὗτος ὁ ψαλμὸς ἔχεται, νίκας λέγων καὶ τὰ τρόπαια τὰ κατὰ τῶν πολεμίων συμβεβηκότα, καὶ τὴν οἰκουμένην πᾶσαν καλῶν εἰς τὴν ὑπὲρ τῶν γεγενημένων εὐφημίαν. Ἀλλ’ ἴσως τισὶν ἀνάξιον εἶναι δοκεῖ τῆς τοῦ θείου Πνεύματος
20παραινέσεως τὸ προοίμιον, καὶ ἡ τοιαύτη παρακέλευ‐ σις, κρότοι, καὶ πάταγοι, καὶ ὀλολυγαί. Οὐ γὰρ τοῖς ἐν τῷ σεμνῷ τούτῳ διδασκαλείῳ συνιοῦσι προσήκει ἴσως ταῦτα, ἐρεῖ τις, ἀλλὰ τοῖς μὲν ἐν σκηνῇ καὶ συμποσίοις ἠσχολημένοις, τὸ κροταλίζειν, καὶ ταῖς
25χερσὶ πατάσσειν· ἀνδράσι δὲ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος παιδευομένοις ἡσυχία καὶ εὐταξία πρέπει. Τί τοίνυν βούλεται ὁ λόγος ἐμφῆναι, καὶ τίνα τὸν ἀλαλαγμὸν, καὶ τίνα τὸν κρότον φησί; Καὶ γὰρ καὶ σύνηθες τοῦτο τοῖς ἐν παρατάξει πολέμου καὶ μάχης
30ποιεῖν, ἀλαλάζειν λέγω, καὶ μέγα κροτεῖν πρὸς τὸ καταπλήττεσθαι τοὺς πολεμίους· γαληνιαίας δὲ ψυ‐ χῆς τοῦτο ἀλλότριον. Ὁ δὲ ψαλμὸς ἀμφότερα δια‐ κελεύεται, καὶ κροτεῖν, καὶ ἀλαλάζειν. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἕτερον, ἀλλ’ ἡδονὴν ἐνδεί‐
35κνυται καὶ νίκης σύμβολον. Ἐπεὶ καὶ ἑτέρωθι ὁ Προ‐ φήτης τοὺς ποταμοὺς εἰσάγει κροτοῦντας· Πο‐ ταμοὶ, φησὶ, κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· ὁ δὲ Ἡσαΐας, καὶ δένδρα τοῦτο ποιοῦντα εἰσάγει, αὐτὸς δὲ οὗτος πάλιν, καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς, οὐχ
40ἵνα τοῦτο νοήσωμεν, ὅτι τὰ ὄρη σκιρτᾷ, καὶ οἱ βου‐ νοὶ, οὐδ’ ἵνα ποταμοὺς κροτοῦντας, ἢ χεῖρας ἔχοντας (τοῦτο γὰρ ἐσχάτης ἀνοίας), ἀλλ’ ἵνα τὴν ὑπερβο‐ λὴν τῆς ἡδονῆς μάθωμεν. Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀν‐ θρώπων ἔστιν ἰδεῖν. Καὶ διὰ τί μὴ εἶπε, Χάρητε,
45καὶ σκιρτήσατε, ἀλλὰ Κροτήσατε, καὶ, Ἀλαλάξατε; Τὴν μεθ’ ὑπερβολῆς ἡμῖν ἡδονὴν ἐνδεικνύμενος. Ὥσπερ γὰρ Χριστὸς, ὅταν λέγῃ, Σὺ δὲ ὅταν νη‐ στεύῃς ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσ‐ ωπόν σου νίψαι, οὐκ ἀλοιφὴν κελεύει γενέσθαι

55

.

208

(50)

(οὐδεὶς γὰρ ἡμῶν τοῦτο ποιεῖ), ἀλλὰ τὴν ἡδονὴν ἐν‐ δείκνυσθαι, καὶ τὸ φαιδρὸν τῆς διανοίας (κελεύει γὰρ γεγηθότα νηστεύειν, μὴ σκυθρωπάζοντα), οὕτω δὴ καὶ ἐνταῦθα οὐ τοῦτο ἐπετάγημεν ὥστε κροτεῖν τὰς χεῖρας, ἀλλ’ ἥδεσθαι, καὶ εὐφραίνεσθαι ψάλλοντες.
55Δικαίως δ’ ἄν τις τὸν ψαλμὸν κατὰ ἀναγωγὴν μᾶλλον ἐκλάβοι, τῆς ἱστορίας ἀνώτερος γενόμενος. Εἰ γὰρ καὶ τὴν ἀρχὴν καὶ τὸ προοίμιον ἀπὸ τῶν αἰσθητῶν ἔχει, ἀλλ’ ὅμως ἐπὶ τὰ νοητὰ χειραγωγεῖ τὸν ἀκροατήν.
Ὅπερ γὰρ καὶ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν

55

.

209

ἐρῶ· τὰ μὲν ὡς εἴρηται ἐκληπτέον, τὰ δὲ ἀπεναντίας τοῖς κειμένοις, οἷον ὡς ἔχει ἐπ’ ἐκείνου· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται. Οὐ γὰρ δὴ λύκους καὶ ἄρνας ἐκληψόμεθα, οὐδὲ ἄχυρα, καὶ βοῦν, καὶ ταῦ‐
5ρον, ἀλλὰ τὰ τῶν ἀνθρώπων ἤθη διὰ τῆς τῶν ἀλόγων εἰκόνος χαρακτηρίζομεν· τὰ δὲ κατὰ διπλῆν ἐκδοχὴν, τά τε αἰσθητὰ νοοῦντες, καὶ τὰ νοητὰ ἐκδεχόμενοι· ὥσπερ ἐπὶ τῆς ἀναγωγῆς τοῦ υἱοῦ τοῦ Ἀβραάμ. Ὅτι γὰρ ὁ υἱὸς ἀνηνέχθη ἴσμεν, καὶ ἕτερόν τι ἐγκε‐
10κρυμμένον τῷ νοήματι ἐκλέγομεν διὰ τοῦ υἱοῦ, τὸν σταυρόν. Καὶ ἐπὶ τοῦ προβάτου δὲ τοῦ ἐν Αἰγύπτῳ, πάλιν ὁμοίως τοῦ πάθους τὴν εἰκόνα χαρακτηρίζομεν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖν χρή. Οὐδὲ γὰρ περὶ Ἀράβων ἁπλῶς ὁ λόγος, καὶ τῶν γειτόνων, ἀλλὰ
15πάντα τὰ ἔθνη καλεῖ. Ὅτι Κύριος ὕψιστος, φοβε‐ ρὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀν‐ ίστησι τοίνυν ἐκ προοιμίων τὸν ἀκροατὴν, πρὸς το‐ σοῦτον ὄγκον Εὐαγγελίων καλῶν, καὶ πρὸς τὴν τῆς οἰκουμένης πανήγυριν, καὶ θείαν τινὰ καὶ πνευματι‐
20κὴν ἑορτὴν, καὶ τὴν ἐκ τῶν οὐρανῶν κατενεχθεῖσαν μυσταγωγίαν. Διὰ δὴ τοῦτο, Κροτήσατε, φησί· του‐ τέστι, χάρητε, σκιρτήσατε. Καὶ γὰρ καὶ ὁ εὐαγγε‐ λικὸς λόγος τοῦτο παρακελεύεται λέγων, Σκιρτή‐ σατε· οὐ πάντως παρακελευόμενος ἐξάλλεσθαι, καὶ
25πηδᾷν (τοῦτο γὰρ ἀνελεύθερον), ἀλλὰ τῆς χαρᾶς τὸ ἐπιτεταμένον δηλῶν. Καὶ γὰρ πολλῆς ἡδονῆς ἄξιον τὸ γινόμενον. Ὅσην γὰρ ὁ ἥλιος ἐφορᾷ γῆν, ὁ εὐαγ‐ γελικὸς λόγος ἐπέδραμε, καὶ πᾶσα ἐσώθη ἡ οἰκου‐ μένη, καὶ τῆς λατρείας τῆς Ἰουδαϊκῆς οἱ πρὸ τού‐
30του τῇ πλάνῃ κατεχόμενοι μείζονα ἐπεδείξαντο φιλο‐ σοφίαν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Τὰς μιαρὰς ἐκείνας πρὸ τούτου, φησὶν, τὰς ἐνα‐ γεῖς, τὰς αἵματι μολυνομένας καθ’ ἑκάστην ἡμέραν διὰ τῶν ἀκαθάρτων θυσιῶν, δι’ ὧν παῖδας ἐσφάξατε,
35καὶ τὰ αἰσχρὰ ἐτολμήσατε, καὶ κατὰ τῆς φύσεως αὐ‐ τῆς ἐχωρήσατε, διὰ τούτων κροτήσατε νῦν. Ἀλαλά‐ ξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Διὰ τῆς γλώτ‐ της ἐκείνης, δι’ ἧς ἐγεύσασθε τῶν ἐναγῶν, δι’ ἧς τὰ βλάσφημα ἐξηνέγκατε ῥήματα, διὰ ταύτης ἀλαλάξατε
40τὴν ἐπινίκιον ᾠδήν. Καὶ γὰρ ἔθος τοῖς στρατοπέδοις, ὅταν κλίνῃ τῶν ἐναντίων τὸ στρατόπεδον, μηκέτι τῇ συστάδην κεχρῆσθαι μάχῃ, ἀλλ’ ὁμοφώνῳ βοῇ καὶ ἀλαλαγμῷ τὰς ἤδη καταβληθείσας αὐτῶν κατασείειν ψυχάς· ὅπερ ἐστὶ νίκης λαμπρᾶς καὶ τροπαίου μέγι‐
45στον τεκμήριον, ὅταν μὴ χερσὶν ὁ πόλεμος κρίνηται, ἀλλ’ ἡ βοὴ καὶ ἀντὶ χειρῶν, καὶ ἀντὶ ὅπλων ἀρκῇ. βʹ. Τὸ μὲν οὖν ἔργον ἅπαν τοῦ Χριστοῦ γέγονε· τὸν γὰρ χαλεπὸν τοῦτον αὐτὸς κατέλυσε πόλεμον, δήσας

55

.

209

(50)

τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας. Φιλάν‐ θρωπος δὲ ὢν, τοὺς οὐδὲν πονήσαντας, τούτους ποιεῖ τῆς νίκης καὶ τῶν τροπαίων ἀπολαύειν, καὶ τὴν ἐπι‐ νίκιον παρασκευάζει ἀναφέρειν φωνὴν, καθάπερ τοὺς κατωρθωκότας αὐτοὺς καὶ κρατήσαντας. Διὸ καὶ βοῶ‐
55μεν ἅπαντες, οὐκ ἄσημόν τινα φωνὴν, ἀλλὰ καὶ σφόδρα εὔσημον· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ πάλιν, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Τοῦτο γὰρ ἐν τῷ ψαλμῷ τούτῳ εἴρη‐ ται. Καὶ πάλιν ἀλλαχοῦ· Ἀνέβης εἰς ὕψος, ᾐχμα‐
60λώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώ‐Column end

55

.

210

ποις. Ἀνήνεγκάν ποτε καὶ Ἰουδαῖοι ἐπινίκιον φω‐ νὴν, ὅτε τῶν Αἰγυπτίων τὸ στρατόπεδον κατεποντί‐ ζετο, λέγοντες· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἀλλ’ ἡ ἡμετέρα πολλῷ μείζων, οὐκ Αἰ‐
5γυπτίων, ἀλλὰ τῶν δαιμόνων καταποντισθέντων· οὐ τοῦ Φαραὼ ἀλλὰ τοῦ διαβόλου νικηθέντος· οὐ τῶν ὅπλων ληφθέντων τῶν αἰσθητῶν, ἀλλὰ τῆς κακίας ἀναιρεθεί‐ σης· οὐκ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀλλ’ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας· οὐκ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐξιόν‐
10των, ἀλλ’ εἰς τὸν οὐρανὸν μεθορμιζομένων· οὐ μάννα ἐσθιόντων, ἀλλὰ σῶμα σιτουμένων δεσποτικόν· οὐχ ὕδωρ πινόντων ἀπὸ πέτρας, ἀλλ’ αἷμα ἀπὸ πλευρᾶς. Διὰ τοῦτό φησι· Κροτήσατε χεῖρας, ὅτι λίθων ἀπαλλα‐ γέντες καὶ ξύλων, ὑπερέβητε τοὺς οὐρανοὺς, καὶ
15τοὺς οὐρανοὺς τῶν οὐρανῶν, καὶ πρὸς αὐτὸν ἔστητε τὸν θρόνον τὸν βασιλικόν. Ἀλαλάξατε τοίνυν τῷ Θεῷ, τουτέστιν, Ἐκείνῳ τὴν εὐχαριστίαν ἀνενέγ‐ κατε, ἐκείνῳ τὴν νίκην, ἐκείνῳ τὸ τρόπαιον. Οὐκ ἀν‐ θρώπινος ὁ πόλεμος οὐδὲ αἰσθητὴ ἡ μάχη, οὐδὲ ὑπέρ
20τινος τῶν βιωτικῶν ὁ ἀγὼν, ἀλλ’ ὑπὲρ τῶν οὐρανῶν αὐτῶν, καὶ τῶν ἐν οὐρανοῖς. Αὐτὸς τὸν πόλεμον ἐστρατήγησε τοῦτον, καὶ ἡμῖν τῆς νίκης μετέδωκεν. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ποῦ νῦν εἰσιν οἱ τοῦ Μονογε‐
25νοῦς τὴν δόξαν καθαιροῦντες; Ἰδοὺ βασιλεὺς μέγας ὁ Υἱὸς λέγεται, ὃ περὶ τοῦ Πατρὸς εἴρηται· Μὴ ὀμόσῃς γὰρ, φησὶ, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρό‐ νος αὐτοῦ ἐστι· μήτε εἰς τὰ Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως. Καὶ ἀλλαχοῦ πάλιν·
30Θεὸς ἰσχυρὸς, ἐξουσιαστής· ὅπερ ἐστὶ βασιλεύς. Ὅταν τοίνυν ἀκούσῃς ὅτι ἀνεσκολοπίσθη σου ὁ Δε‐ σπότης, ὅτι ἐκρεμάσθη ἐν τῷ σταυρῷ, ὅτι ἐτάφη, ὅτι κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, μὴ καταπέσῃς, μηδὲ ἀδημονήσῃς· ὕψιστος γάρ ἐστι, καὶ
35ὕψιστος φύσει. Τὸ δὲ ὑψηλὸν φύσει οὐκ ἄν ποτε με‐ τασταίη τοῦ ὕψους, οὐδ’ ἂν γένοιτο ταπεινόν· ἀλλὰ καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ μένει τὸ ὕψος καὶ δια‐ δείκνυται. Ἐπεὶ καὶ ἀποθανὼν, τότε μάλιστα τὴν κατὰ τοῦ θανάτου ἰσχὺν ἔδειξε. Τὸ φῶς ἐν τῇ σκο‐
40τίᾳ φαίνει, φησὶ, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλα‐ βεν· οὕτω δὴ καὶ τὸ ὕψος αὐτοῦ ἐν τῇ ταπεινότητι ἐφάνη. Ὅρα γοῦν αὐτὸν ἐν τῷ ᾅδῃ ὄντα, καὶ τὰ ὑψηλὰ ἅπαντα σείοντα. Ὁ γὰρ ἥλιος τότε τὰς ἀκτῖνας ἀπ‐ έστρεψε, πέτραι ἐσχίζοντο, τὸ καταπέτασμα ἐῤῥήγ‐
45νυτο, ἐκλονεῖτο ἡ γῆ, Ἰούδας ἀπήγχετο, Πιλάτος καὶ ἡ τούτου γυνὴ ἐδειματοῦτο, αὐτὸς ὁ δικάζων ἀπελο‐ γεῖτο. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ἐδέθη καὶ ἐμαστι‐ γώθη, μὴ συγχυθῇς· ἀλλ’ ὅρα αὐτὸν καὶ ἐν τῷ δεσμῷ τὴν ἰσχὺν ἐπιδεικνύμενον. Εἶπε, Τίνα ζητεῖτε; καὶ

55

.

210

(50)

πάντας ἔῤῥιψεν ὑπτίους. Εἶδες πῶς φοβερὸς, φωνῇ μόνῃ καὶ νεύματι τοσαῦτα ἐργαζόμενος; Ὅταν οὖν ἴδῃς αὐτὸν νεκρὸν, ἐννόησον τὸν λίθον αἰρόμενον, τοὺς ἀγγέλους τοὺς μετὰ φόβου παραμένοντας τῷ τάφῳ, τὸν ᾅδην λυόμενον, τὸν θάνατον τηκόμενον, τοὺς δε‐
55σμώτας ἀπολύοντα· καὶ τότε ὄψει αὐτοῦ τὸ φοβερόν. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἀτιμίας τοσαῦτα ἐπεδείξατο, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ᾅδῃ, τίνα οὐκ ἐπιδείξηται ἐν τῷ καιρῷ τῆς μελλούσης παρουσίας; Ἄκουσον τῶν δαιμόνων ἐν τῷ καιρῷ τῆς ταπεινώσεως τί λέγουσι,
60τῶν ἀφριζόντων, τῶν δεσμὰ διαλυόντων, τῶν ἄβατον
ποιούντων τὴν ὁδόν· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;

55

.

211

Ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς; Εἰ τοί‐ νυν ταῦτα τότε, ὅταν παραγένηται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλεύωνται, καὶ ὁ ἥλιος μεταστραφῇ εἰς σκότος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς, τί
5ἐροῦσι; Διὰ τοῦτό φησιν· Ὕψιστος, φοβερός. Μᾶλλον δὲ, τί ἄν τις ἄξιον εἴποι, τὴν ἡμέραν ἐκείνην διηγούμενος, ὅταν πέμπῃ τοὺς ἀγγέλους πανταχοῦ τῆς οἰκουμένης, ὅταν πάντα σείηται, ὅταν ἡ γῆ κλο‐ νῆται τὴν παρακαταθήκην τῶν νεκρῶν ἀποδιδοῦσα,
10ὅταν τὰ μυρία σώματα ἐγείρηται, ὅταν ὁ οὐρανὸς συστέλληται, καθάπερ τι καταπέτασμα συστελλόμε‐ νον· ὅταν τὸ βῆμα τιθῆται τὸ φοβερὸν, ὅταν οἱ πο‐ ταμοὶ τοῦ πυρὸς ἕλκωνται, ὅταν αἱ βίβλοι ἀνοίγων‐ ται, ὅταν ἑκάστῳ τὰ ἐν σκότῳ πεπραγμένα εἰς μέσον
15ἄγῃ· ὅταν αἱ ἀφόρητοι κολάσεις ἐκεῖναι καὶ τιμω‐ ρίαι, ὅταν αἱ ἀπειληφόροι δυνάμεις, ὅταν αἱ ῥομφαῖαι ἐσπασμέναι, ὅταν αἱ πρὸς τὴν γέενναν ἀπαγωγαί· ὅταν πάντα τὰ ἀξιώματα λύηται, καὶ βασιλέων, καὶ στρατηγῶν, καὶ ὑπάτων, καὶ ὑπάρχων· ὅταν τοσοῦ‐
20τος δῆμος ἀγγέλων παρῇ, ὅταν τάγματα μαρτύρων, προφητῶν, ἀποστόλων, ἱερέων, μοναχῶν, ὅταν τὰ ἔπαθλα ἐκεῖνα τὰ ἀπόῤῥητα, ὅταν βραβεῖα, ὅταν οἱ στέφανοι, ὅταν τὰ ἀγαθὰ τὰ ὑπερβαίνοντα τὸν νοῦν;
25 γʹ. Τίς παραστήσει τοῦτο λόγος; Εἰ γὰρ τὴν κτί‐ σιν ἐπιὼν ὁ Προφήτης, ἀπέκαμε, καὶ ἀπεπήδησε, λέ‐ γων· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· καὶ ἓν εἶδος ἀνερευνῶν προνοίας ὁ Παῦλος ἐβόησεν εἰπών· Ὢ βάθος πλούτου· τί ἄν τις εἴποι, τὴν ἡμέραν ἐκεί‐
30νην ὑπογράφων; Ταῦτα ἅπαντα προϊδὼν ὁ Προφή‐ της, ἔλεγε· Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, τὴν οἰκουμενικὴν σω‐ τηρίαν ἐμφαίνων. Ἦν μὲν οὖν καὶ πρὸ τούτου βασι‐ λεὺς μέγας, ἀλλ’ ἠγνοεῖτο. γὰρ κόσμος δι’ αὐ‐
35τοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νυνὶ δὲ καὶ τοῦτο κατώρθωσε, ὡς καὶ κατὰ τὴν οἰκείω‐ σιν ἡμῶν γενέσθαι βασιλεὺς μέγας. Πῶς γὰρ οὐ μέ‐ γας, ὁ πένητας ἁλιεῖς, ἀγραμμάτους, ἰδιώτας ἕνδεκα τὸν ἀριθμὸν, ἀσήμους, ἀπόλιδας, ἰχθύων ἀφωνοτέ‐
40ρους, μονοχίτωνας, ἀνυποδέτους, γυμνοὺς, πανταχοῦ τῆς οἰκουμένης ἀποστείλας, καὶ ὥσπερ ἐξ ἐπιτάγμα‐ τος πάντας λαβών; Τοῦτο ἀληθῶς βασιλεὺς μέγας· ὁ τὴν οἰκουμένην τῆς πλάνης ἐκκαθάρας, καὶ τὴν ἀλήθειαν ἐπαναγαγὼν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, καὶ
45τοῦ διαβόλου τὴν τυραννίδα καθελών· ὁ καὶ πρὸ τῶν ὑπηκόων μέγας βασιλεὺς, οὐκ ἐν τοῖς δούλοις ἔχων τῆς ἀρχῆς τὴν ἰσχὺν, οὐκ ἐν σχήματι καὶ ἱματίοις, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει. Ἐγὼ γὰρ, φησὶν, εἰς τοῦτο γεγένημαι. Τοῦτο βασιλεὺς μέγας· ὁ μὴ ἐπείσακτον

55

.

211

(50)

ἔχων τὴν τιμὴν, ὁ μηδενὸς δεόμενος ἵνα ᾖ βασιλεὺς, ὁ πάντα ποιῶν ὅσα βούλεται. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὁ λόγος ἔργον ἐγένετο. Θέλω, καθαρίσθητι. Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν, ἔξελθε ἀπ’ αὐτοῦ. Σιώπα,
55πεφίμωσο. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμέ‐ νον τῷ διαβόλῳ. Δεῦτε, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσ‐ μου. Ὁρᾷς πανταχοῦ τὴν ἐξουσίαν; ὁρᾷς τὴν δύ‐ ναμιν; Οὕτω γὰρ εἷλε τοὺς ὑπακούσαντας, ὡς πεῖσαι
60τὴν ψυχὴν προέσθαι μᾶλλον, ἢ τὸ ἐπιταχθὲν παρελ‐
θεῖν. Ὁ μὲν γὰρ βασιλεὺς παρ’ αὐτῶν τῶν ὑπηκόωνColumn end

55

.

212

ἔχει τὰς τιμάς· οὗτος δὲ τοῖς ὑπηκόοις παρέχει τὴν τιμήν. Διὰ δὴ τοῦτο, τοῦτο μὲν ὄνομα μόνον ἐστὶν, ἐκεῖνο δὲ πρᾶγμα. Βασιλεὺς μέγας, ὃς τὴν οἰκουμέ‐ νην ἅπασαν οὐρανὸν ἐποίησε, καὶ βαρβάρους φιλοσο‐
5φεῖν παρεσκεύασε, καὶ ἀγγέλους μιμεῖσθαι προὔτρε‐ ψεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὢ τοῦ θαύματος! Τοὺς σταυρώσαντας, τούτους ἔπεισε προσκυνεῖν, τοὺς ὑβρίζοντας, τοὺς βλασφημοῦντας, τοὺς λίθοις προσηλωμένους, τούτους
10ἐδίδαξε καὶ ψυχὰς προέσθαι κατὰ τὸ αὐτῷ δοκοῦν. Οὐ γὰρ τῶν ἀποστόλων ἦν τὸ κατόρθωμα, ἀλλὰ τοῦ προοδοποιοῦντος αὐτοῖς, καὶ τὴν αὐτῶν κινοῦντος ψυχήν. Πῶς γὰρ ὁ ἁλιεὺς ἢ ὁ σκηνοποιὸς τοσαύτην ἂν μετέθηκαν οἰκουμένην, ἀλλ’ ἢ τὰ ἐκείνου ῥήματα πάν‐
15τα ταῦτα καθῄρει τὰ κωλύματα; Καὶ γόητας, καὶ τυράννους, καὶ ῥήτορας, καὶ φιλοσόφους, καὶ πάντας τοὺς ἀνθισταμένους καθάπερ κόνιν ἀποσοβοῦντες, καὶ καπνὸν διαλύοντες, οὕτως ἔσπειραν τῆς ἀληθείας τὸ φῶς, οὐχ ὅπλοις, οὐδὲ χρημάτων περιουσίᾳ, ἀλλὰ
20λόγῳ κεχρημένοι ψιλῷ· μᾶλλον δὲ οὐκ ἦν ψιλὸς ὁ λόγος, ἀλλ’ ἔργου παντὸς δυνατώτερος. Πῶς οὖν; Ἐκάλουν τὸ ὄνομα τοῦ σταυρωθέντος, καὶ ὁ θάνατος ἐδραπέτευε, καὶ δαίμονες ἐφυγαδεύοντο, νοσήματα ἐλύετο, λῶβαι σωμάτων διωρθοῦντο, κακία ἀπηλαύ‐
25νετο, κίνδυνοι ἠφανίζοντο, καὶ στοιχεῖα μετεβάλ‐ λοντο. Ὅταν οὖν λέγωσιν ἡμῖν, Διὰ τί μὴ ἐβοήθησεν ἑαυτῷ ἐπὶ τοῦ σταυροῦ; τοῦτο λέγωμεν, ὅτι τοῦτο θαυμα‐ στότερον ἦν. Οὐ γὰρ ἦν ἴσον ἐκ τοῦ σταυροῦ κατελ‐
30θεῖν, καὶ μετὰ τὸ σταυρωθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ τοσούτους ἀναστῆσαι νεκρούς. Ὅτι γὰρ καὶ τότε ἑκὼν ἔμενεν, ἐκ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὁ γὰρ ἑτέροις ἐπελθόντα τὸν θάνατον ἐκβαλὼν, πολλῷ μᾶλλον ἐξ ἑαυτοῦ, πρὶν ἢ ἐπελθεῖν, διακρούσασθαι ἠδύνατο· καὶ
35ὁ ἑτέροις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ παρα‐ σχεῖν ἠδύνατο· ὅπερ καὶ ἐποίησε μετὰ τρεῖς ἡμέρας ἐγερθεὶς ἐκ πολλῆς τῆς περιουσίας. Καὶ τοῦτο διὰ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὅταν γὰρ τὸ ὄνομα αὐτοῦ ἐπὶ σωμάτων ἀλλοτρίων φαίνηται τοσαύτην ἔχον
40ἰσχὺν, ὡς καλούμενον φυγαδεῦσαι τὸν θάνατον, οὐ‐ δεὶς ἀμφιβάλλειν δύναιτ’ ἂν, ὅτι καὶ ἐν τῷ οἰκείῳ πολλὴν ἂν τὴν ἰσχὺν ἐπεδείξατο, καὶ τὸν θάνατον ὑπ‐ έταξεν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ὅρα τοῦ Προφήτου τὴν σοφίαν, πάντα
45μετὰ ἀκριβείας λέγοντος. Ὃ γὰρ μετὰ ταῦτα ἔλεγον οἱ ἀπόστολοι Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνά‐ μει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; τοῦτο ἄνωθεν ὁ Προφήτης λέγει. Τὸ δὲ, Ὑπὸ τοὺς πόδας, τὸ ὑποτεταγμένον δηλοῖ, μᾶλλον δὲ τὴν πολ‐

55

.

212

(50)

λὴν ὑποταγήν. Καὶ εἰ βούλει μαθεῖν τῆς ὑποταγῆς τὴν ἐπίτασιν, ἄκουσον· Ὅσοι κτήτορες, φησὶ, χω‐ ρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἕτεροι δὲ μετὰ τῶν χρη‐
55μάτων, καὶ τὴν ψυχὴν προΐεντο. Οἵτινες γὰρ, φησὶν, ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπ‐ έθηκαν. Καὶ περὶ ἑτέρων δὲ γράφων ἔλεγεν, Ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν
ἐδώκατέ μοι. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν

55

.

213

ὁ Παῦλος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυ‐ πηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον,
5ἀλλ’ ἐκδίκησιν· οὕτως αὐτοὺς ἔτρεμον καὶ ἐδεδοί‐ κεισαν. Καὶ ὁ Λουκᾶς πάλιν γράφων ἔλεγε· Καὶ τῶν λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Καὶ πάλιν· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί
10τε πραότητος; δʹ. Εἶδες αὐθεντίαν καὶ ἐξουσίαν; Ταῦτα δὲ πάντα τὸ ῥῆμα ἐκεῖνο ἐποίει, ὅπερ εἴρηκε πέμπων αὐτοὺς, ὅτι Ἐγὼ μεθ’ ὑμῶν εἰμι. Αὐτὸς τὰ κωλύ‐ ματα καθῄρει ἔμπροσθεν αὐτῶν πορευόμενος· αὐτὸς
15ἅπαντα ἐξευμάριζε, καὶ τὰ δύσκολα ἐποίει ῥᾴδια. Καίτοι πάντα πολέμων ἔγεμε, πάντα κρημνῶν καὶ σκοπέλων, καὶ οὐδὲ ὅπου ἐρεῖσαι πόδα ἐνῆν, οὐδὲ στῆ‐ ναι· πάντες οἱ λιμένες προσκεχωσμένοι ἦσαν, πᾶσα οἰκία ἀποκεκλεισμένη, πάντων τὰ ὦτα ἐμπεφρα‐
20γμένα· ἀλλ’ ὅμως ὁμοῦ τε εἰσῄεσαν, καὶ ἐφθέγγοντο, καὶ πάντα κατέλυον τῶν πολεμίων τὰ ὀχυρώματα, ὡς καὶ αὐτὰς τὰς ψυχὰς προΐεσθαι, καὶ μυρίους λοιπὸν ἀνέχεσθαι κινδύνους ὑπὲρ τῶν εἰρημένων. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν
25καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν. Ἄλλος, Τὸν ἐν‐ δοξασμὸν Ἰακώβ. Ὅρα προφητείας ἀκρίβειαν. Ἀνω‐ τέρω μὲν οὖν ἔλεγεν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη. Καὶ γὰρ Ἰουδαῖοι πρῶτον προσῆλθον, πρῶτον τρισχίλιοι, εἶτα πεντακισχίλιοι, καὶ μετὰ ταῦτα τὰ
30ἔθνη. Καὶ γὰρ αὐτὸς πάλιν ἔλεγε· Καὶ ἄλλα ἔχω πρόβατα, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἵνα μὴ ἀκούσας τὸ, Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, διαπορῇ τις, καὶ ταλαιπωρῆται, καὶ λέγῃ· Πῶς οὖν Ἰουδαῖοι
35νῦν ἀπιστοῦσι; τῇ ἐπιδιορθώσει τὴν ἀπορίαν ἔλυσε. Μάλιστα μὲν γὰρ, τὸ αὐτοῦ μέρος, κἀκείνους ἐξελέ‐ ξατο, καὶ τὸ εἰς αὐτὸν ἧκον, οὐδένα ἀφῆκεν. Εἰ δὲ καὶ τὸ τέλος ἐπιζητοίης, ἄκουε τῶν ἑξῆς· ἐπάγει γάρ· Τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἐν‐
40ταῦθα γάρ μοι τοὺς πιστοὺς δοκεῖ λέγειν, ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐχ οἷον δὲ ὅτι ἐκπέπτω‐ κεν ὁ λόγος τοῦ Θεοῦ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ’ ἐν Ἰσαὰκ κληθή‐ σεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα
45τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καλλονὴ δὲ τοῦ λαοῦ εἰκότως ἂν οἱ πιστοὶ λέγοιντο. Τί γὰρ ὡραιό‐ τερον ἐκείνων τῶν πιστευσάντων; Κληρονομίαν δὲ αὐτοῦ καλεῖ τὸ ἔθνος, οὐχ ὡς τῶν

55

.

213

(50)

ἄλλων ἀμελήσας ποτὲ, ἀλλὰ τὴν ἐπίτασιν τῆς περὶ αὐτοὺς ἀγάπης καὶ τὴν οἰκείωσιν, καὶ τῆς προνοίας τὴν προσθήκην ἐπιδεικνύμενος. Καὶ ἵνα μάθῃς τὴν ἀκρίβειαν τὴν προφητικὴν, ὅρα πῶς τῇ τῶν πολλῶν κέχρηται λέξει, ᾗ ἐπὶ τῶν ὠνίων οἱ πολλοὶ χρῶνται.
55Πολλοὶ γὰρ πολλάκις ὠνούμενοί τι, καλλονὴν ἐκεῖνα λέγουσι τὰ τῶν ἄλλων ὑπερέχοντα. Δεικνὺς τοίνυν ὅτι οὐ πάντες σωθήσονται, φησὶ, Τὴν καλλονὴν Ἰακώβ. Ταῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις δείκνυται διὰ μυρίων παραβολῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ.
60Οὐκ εἶπεν, ἀνεβιβάσθη, ἀλλ’, Ἀνέβη· δεικνὺς ὅτι οὐχ
ἑτέρου τινὸς χειραγωγοῦντος ἀνέβη, ἀλλ’ αὐτὸς ταύ‐Column end

55

.

214

την ὁδεύων τὴν ὁδόν. Ὁ μὲν γὰρ Ἠλίας οὐδὲ τοσαύ‐ την ἐλθὼν ὅσην ὁ Χριστὸς, ὑφ’ ἑτέρας ἤγετο δυνά‐ μεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης φύσεως δύνασθαι ξένην ὁδεύειν ὁδόν. Ὁ δὲ Μονογενὴς ἀνέβη οἰκείᾳ ἐξουσίᾳ. Διὰ
5δὴ τοῦτο καὶ ὁ Λουκᾶς οὕτως ἔλεγε· Καὶ ἦσαν ἀτενίζοντες πορευομένου αὐτοῦ εἰς τὸν οὐρανόν. Οὐκ εἶπεν, ἀναλαμβανομένου αὐτοῦ, οὐδὲ βασταζο‐ μένου· πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον ἦν. Εἰ δὲ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθη‐
10τὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, τί θαυμαστὸν, εἰ καὶ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμνε; Ποῦ δὲ Ἐν ἀλαλαγμῷ; Τίς ἠλάλαξεν, ὅτε ἀνέβη; Καίτοι σιγῇ τοῦτο ἐγένετο, καὶ ἕνδεκα παρόν‐ των μαθητῶν μόνον. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὰς
15λέξεις ἐκλαμβάνειν, ἀλλ’ εἰδέναι τὸ ἐξ αὐτῶν ση‐ μαινόμενον; Ὅπερ γὰρ ἐν προοιμίῳ τοῦ ψαλμοῦ ἔλε‐ γον, ὅτι ἕτερόν τι ὁ ἀλαλαγμὸς δηλοῖ, τὴν νίκην, τὸ τρόπαιον· ὃ τοίνυν ἐνταῦθά φησιν, Ἐν ἀλαλαγμῷ, τοῦτό ἐστιν, ὅτι ἐν νίκῃ ἀνέβη, περιγενόμενος θανά‐
20του, καταῤῥίψας τὴν ἁμαρτίαν, τοὺς δαίμονας τρο‐ πωσάμενος, τὴν πλάνην ἐκβαλὼν, πάντα μεταβαλὼν πρὸς τὸ βέλτιον, πρὸς τὴν ἀρχαίαν πατρίδα, μᾶλλον δὲ πρὸς πολλῷ βελτίονα, τὴν φύσιν ἀναγαγὼν τὴν ἡμετέραν. Οὐδεὶς γὰρ αὐτῷ παραγενομένῳ ἀντέστη,
25οὐχ ἁμαρτίας τυραννὶς, οὐ θανάτου δύναμις, οὐ κατ‐ άρας ἰσχὺς, οὐ φθορᾶς, οὐ κακίας ἐπίτασις, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ πάντα ταῦτα ὥσπερ ἀρά‐ χνην διαῤῥήξας, καὶ δαιμόνων φάλαγγας καὶ διαβόλου νεῦρα, καὶ ἅπαντα ταῦτα διαλύσας, ἀνῆλθε κατορθώ‐
30σας ἅπερ ἐβούλετο. εʹ. Διὸ καὶ ὁ Παῦλος αὐτοῦ τὸ τρόπαιον διηγούμενος, ἔλεγεν· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξου‐ σίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καὶ πάλιν· Ἐξαλείψας τὸ καθ’
35ἡμῶν χειρόγραφον ἐν τοῖς δόγμασιν, ὃ ἦν ὑπ‐ εναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσ‐ ηλώσας αὐτὸ τῷ σταυρῷ. Κύριος ἐν φωνῇ σάλ‐ πιγγος. Πάλιν τὸ αὐτὸ δηλοῖ, τουτέστιν ἐν νίκῃ λαμ‐ πρᾷ. Ἐνταῦθα. δὲ ἕτερόν τι νοητέον, τὸ περιφανὲς,
40τὸ σαφὲς, τὸ διωλύγιον. Καίτοι γε τότε οὐδεὶς ἔγνω, τούτου γενομένου, ἀλλ’ οὕτως ἐγένετο σαφὲς, ὡς σάλ‐ πιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἐκεῖνο γὰρ τὸ λάθρᾳ γενόμενον τότε οὐδεὶς σχεδὸν τῶν οἰ‐ κούντων τὴν οἰκουμένην ἠγνόησεν, ἀλλ’ οὕτως αὐ‐
45τὸ ἐξεκάλυψε τῶν πραγμάτων ἡ φύσις, ὡς σάλπιγ‐ γος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Οὐ γὰρ δὴ οὕτω σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θέαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φωνὴ τὴν ἀνάβασιν ἔδειξε, βροντῆς ἁπάσης ἰσχυ‐

55

.

214

(50)

ρότερον κατάδηλον τὸ πρᾶγμα ποιήσασα. Οὐδὲ γὰρ ἂν βροντὴ οὕτω τὴν οἰκουμένην ἐκάλεσεν, ὡς ἡ τῶν πραγμάτων ἐπίδειξις τούς τε ὄντας τότε, τούς τε μετὰ ταῦτα ἐσομένους. Ἡ μὲν γὰρ βροντὴ τοῖς πα‐ ροῦσίν ἐστι κατάδηλος· αὕτη δὲ πάσαις γενεαῖς σάλ‐
55πιγγος λαμπρότερον, καὶ βροντῆς σαφέστερον ἐπι‐ δείκνυται τὸ γεγενημένον. Οὐκ ἂν δέ τις ἁμάρτοι σάλπιγγας τὰ στόματα τῶν ἀποστόλων εἰπὼν, οὐχὶ χαλκηλάτους σάλπιγγας, ἀλλὰ χρυσίου τιμιωτέρας, καὶ λίθων πολυτελεστέρας. Διὰ
60τί οὖν οὐκ εἶπε, σάλπιγγος, ἀλλ’, Ἐν φωνῇ σάλ‐

55

.

215

πιγγος; Τὸ ὁμόψυχον αὐτῶν δηλῶν, καθάπερ καὶ ὁ Παῦλος λέγει· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία· ἐσάλ‐
5πιζον δὲ, οὐκ εἰς πόλεμον καλοῦντες, ἀλλὰ τὰ νικη‐ τήρια εὐαγγελιζόμενοι. Καθάπερ γὰρ ἐπὶ τῶν στρα‐ τοπέδων, ὅταν εἰς πόλεμον εἰσίωσι, μετὰ τῶν ση‐ μείων προηγοῦνται αἱ σάλπιγγες, διανιστῶσαι τοὺς παρόντας, οὐ τῇ ὄψει, ἀλλὰ καὶ τῇ ἀκοῇ, οὕτω καὶ
10τότε ἐγένετο· τῶν ἀποστόλων εἰσιόντων εἰς ἑκάστην πόλιν, ἤχουν αἱ σάλπιγγες, καὶ πρὸς τὴν ἀκρόασιν ἅπαντες ἔτρεχον. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβα‐
15σίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Διηγησάμενος τοίνυν τὸ μέγεθος τοῦ κατορθώματος, καλεῖ τὴν οἰκουμένην ἐπὶ τὴν εὐφημίαν μετὰ πολλῆς τῆς σπουδῆς· διὸ καὶ διπλασιασμῷ κέχρηται· καὶ οὐχ ἁπλῶς καλεῖ ψάλ‐ λειν, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Τί ἐστι, Ψά‐
20λατε συνετῶς; Καταμαθόντες, φησὶ, τὰ γεγενημένα, ἐννοήσαντες τὸ μέγεθος τῶν κατορθωμάτων. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι διὰ τοῦ εἰπεῖν, Συνετῶς· τὸ μὴ φωνῇ μόνον, ἀλλὰ καὶ ἔργοις ψάλ‐ λειν· τὸ μὴ γλώττῃ μόνον, ἀλλὰ καὶ βίῳ. Ἐβασί‐
25λευσε γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Ἄλλος φη‐ σὶν, Ἐπάνω τῶν ἐθνῶν. Καὶ ποίαν βασιλείαν ἐν‐ ταῦθά φησιν; Οὐκ ἐκείνην τὴν κατὰ τὸν τῆς δημιουρ‐ γίας λόγον, ἀλλὰ ταύτην τὴν τῆς οἰκειώσεως. Ἐβα‐ σίλευσε μὲν γὰρ καὶ πρὸ τούτου πάντων, ἅτε δημιουρ‐
30γὸς καὶ ποιητὴς ὤν· νυνὶ δὲ καὶ ἑκόντων καὶ χάριν εἰδότων· ὅπερ μεγίστης εὐφημίας ἄξιον καὶ πολλοῦ τοῦ θαύματος, ὅτι ὁ πρὸ τούτου ὑβριζόμενος ὑπὸ Ἰουδαίων, τοσαύτην παρεσκεύασε γενέσθαι τὴν με‐ ταβολὴν, ὡς πανταχοῦ τῆς οἰκουμένης ᾄδεσθαι· καὶ
35οἱ μήτε προφήτας ἀναγνόντες, μήτε νόμῳ συντρα‐ φέντες, ἀλλὰ καὶ θηριώδεις τὸν τρόπον ὄντες, ἀθρόον μετεβάλλοντο, καὶ πάντα ἐκεῖνα ῥίψαντες τὰ τῆς πλά‐ νης, ὑπετάγησαν, οὐχὶ δύο καὶ τρία καὶ τέσσαρα ἔθνη καὶ δέκα, ἀλλ’ οἱ πανταχοῦ τῆς οἰκουμένης οἰκοῦντες.
40 Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τί ἐστι, Κάθηται ἐπὶ θρόνου; Βασιλεύει, κρατεῖ. Καὶ καλῶς εἶπεν, Ἁγίου. Οὐ γὰρ δὴ βασιλεύει μόνον, ἀλλὰ καὶ ἁγίως βασιλεύει. Τί ἐστιν, Ἁγίως βασι‐ λεύει; Καθαρῶς. Ἄνθρωποι μὲν γὰρ ἐπὶ τὴν ἀρχὴν
45ἐρχόμενοι ταύτην, αὐτῇ τῇ δυνάμει πρὸς ἀδικίαν κέχρηνται. Ἐκείνη δὲ ἀνέπαφος ἡ ἀρχὴ παντὸς τοιού‐ του, καθαρὰ καὶ ἁγία. Οὐδὲ γὰρ ἀπάτη, οὐδὲ ἄλλο τι τῶν τοιούτων τὸ δικαστήριον ἐκεῖνο διαφθείρει καὶ παραλογίζεται, ἀλλ’ ἔστι καθαρὸν, εἰλικρινὲς, πά‐

55

.

215

(50)

σης ἐπέκεινα καθαρότητος ἀπαστράπτον, διαλάμπον ἀφάτῳ τῇ δόξῃ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ϛʹ. Ἐνταῦθα δείκνυσι τὴν ἐπίτασιν τοῦ Εὐαγ‐
55γελίου, ὅτι οὐκ ἰδιωτῶν ἥψατο μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὸ διάδημα ἐχόντων, καὶ τῶν ἐπὶ τοῦ θρόνου καθημένων τοῦ βασιλικοῦ. Εἶτα δεικνὺς αὐτὸν ὄντα Καινῆς καὶ Παλαιᾶς ἕνα Θεὸν, φησί· Μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἀντὶ τοῦ, αὐτὸς οὗτος ὁ καὶ τῶν προπατό‐
60ρων Θεὸς, ὁ καὶ τὸν νόμον ἐκείνοις δεδωκώς. Διὸ καὶ Ἱερεμίας ἔλεγε· Διαθήσομαι ὑμῖν διαθήκην και‐ νὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πα‐
τράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆςColumn end

55

.

216

χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, δεικνὺς ὅτι καὶ Καινῆς καὶ Παλαιᾶς εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτης. Καὶ ὁ Βαροὺχ πάλιν ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐ‐
5τόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, δεικνὺς ὅτι ὁ τὸν νόμον δεδωκὼς, αὐτός ἐστιν ὁ σαρ‐
10κωθείς· καὶ ὁ σαρκωθεὶς αὐτὸς καὶ τὸν νόμον δέδωκε. Τοῦτο καὶ ὁ προφήτης λέγει· Συνήχθησαν μετὰ τοῦ Θεοῦ, φησὶν, Ἀβραάμ. Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ, Μετὰ τοῦ Θεοῦ, Ἒμ Ἐλωῒ Ἀβραάμ. Καὶ πῶς τοῦτο γέγονεν; Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς
15σφόδρα ἐπήρθησαν. Τίνες δὲ οἱ κραταιοὶ τοῦ Θεοῦ, ἀλλ’ ἢ οἱ ἀπόστολοι, εἰ πιστοὶ πάντες; Ἐπειδὴ γὰρ τοσοῦτον ἔλαμψεν ἡ δύναμις αὐτῶν, φησὶν, ἐκράτη‐ σαν ἁπάντων. Καὶ καλῶς αὐτοὺς κραταιοὺς ἐκάλεσε. Πῶς γὰρ οὐ κραταιοὶ, οἱ πρὸς ἅπασαν τὴν οἰκουμέ‐
20νην παραταξάμενοι, πρὸς τοὺς δαίμονας, πρὸς τὸν διάβολον, πρὸς δήμους, πρὸς πόλεις. πρὸς ἔθνη, πρὸς τυράννους, πρὸς τιμωρίας, πρὸς κολάσεις, πρὸς τή‐ γανα, πρὸς καμίνους, πρὸς συνήθειαν, πρὸς φύσεως τυραννίδα, καὶ πάντα καθελόντες, καὶ ὑψηλότεροι
25πάντων γενόμενοι, καὶ μηδενὶ χειρωθέντες; πῶς οὐ κραταιοὶ, καὶ μετὰ τελευτὴν τοσαύτην ἐπιδεικνύμε‐ νοι τὴν ἰσχύν; πῶς οὐ κραταιοὶ, ὧν τὰ ῥήματα ἀδά‐ μαντός ἐστι στεῤῥότερα καὶ οὐδεὶς αὐτὰ χρόνος ἤλεγ‐ ξεν, ἀλλὰ καὶ καθ’ ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν,
30τοῦ εὐαγγελικοῦ κηρύγματος πάντῃ καὶ πανταχοῦ διατρέχοντος εἰς τὰ τῆς οἰκουμένης πληρώματα; Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλαν‐ θρώπῳ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
35tΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ.
36 ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Ἕτερός φησι,
40 Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ’ ἀρχῆς ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς. αʹ. Καὶ ἐνταῦθα ἀπαλλαγὴν πολέμων, καὶ μάχης ἐλευθερίαν δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς
45Βαβυλωνίων, καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμ‐ αλωσίας, τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς σφό‐

55

.

216

(50)

δρα. Τὸ μὲν Μέγας, λέγουσι, τὸ δὲ πόσον, οὐκέτι· οὐδεὶς γὰρ τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ
ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δοξάζειν αὐτὸν

55

.

217

δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ’ ὑπερβολῆς ἁπάσης· αἰνεῖν δὲ αὐτὸν, καὶ διὰ τὸ μέγεθος τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον, καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ
5γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγά‐ λου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ’ ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων
10τοῦτο ἐπέγνωμεν. Ἢ διὰ τοῦτο οὖν εἶπε τὸ, Ἐν πό‐ λει τοῦ Θεοῦ ἡμῶν, ἢ θέλων δηλῶσαι ὅτι διὰ τῶν εἰς αὐτὴν γινομένων θαυμάτων ἐδείχθη αὐτοῦ ἡ με‐ γαλωσύνη καὶ ἡ δόξα, ὅτι δὴ τοὺς αἰχμαλώτους, τοὺς ἀπεῤῥιμμένους, τοὺς εὐκαταφρονήτους, τοὺς
15καθάπερ ἐν τάφῳ τῇ πολεμίᾳ κατεχομένους γῇ, τού‐ τους ἀθρόον οὕτως ἐκλάμψαι παρεσκεύασεν, ὡς τῶν κρατησάντων περιγενέσθαι, καὶ ἐπανελθεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν ἐπαναγαγεῖν, καὶ τὸ πα‐ λαιὸν τῆς πατρίδος ἀποδοῦναι σχῆμα. Δείκνυσι μὲν
20γὰρ αὐτὸν, φησὶ, καὶ τὸ μέγεθος τῶν κτισμάτων τῶν ὁρωμένων· ἀλλ’ ἐπειδὴ οἱ πλείους ἀνοητότερον δι‐ έκειντο τὸ παλαιὸν, προστίθησι καὶ τὴν ἀπὸ τῶν πο‐ λεμίων, καὶ τὴν ἀπὸ τῆς νίκης γνῶσιν, τὰ παράδοξα ταῦτα τρόπαια συνεχῶς ἱστὰς, καὶ τὴν ἐπὶ τὸ βέλτιον
25μεταβολὴν ἐργαζόμενος, καὶ παρ’ ἐλπίδα καὶ προσδο‐ κίαν ἅπασαν τὰ τοιαῦτα θαυματουργῶν. Πόλιν δὲ αὐτοῦ καλεῖ ταύτην, οὐ τὰς ἄλλας ἀποστερῶν αὐτοῦ τῆς προνοίας, ἀλλὰ δεικνὺς τούτους πλέον τι τῶν ἄλλων ἔχοντας κατὰ τὸν τῆς γνώσεως λόγον. Ἐκεῖναι
30μὲν γὰρ κατὰ τὸν τῆς δημιουργίας μόνον λόγον αὐ‐ τοῦ ἂν λέγοιντο· αὕτη δὲ καὶ κατὰ τὸν τῆς οἰκειώ‐ σεως, καὶ διὰ τὸ πάντα αὐτόθι τὰ θαύματα γίνεσθαι. Τότε μὲν οὖν ἡ πόλις ἐλέγετο τοῦ Θεοῦ· νῦν δὲ πάντες ἡμεῖς τοῦ Θεοῦ λεγόμεθα. Οἱ γὰρ τοῦ Χριστοῦ,
35φησὶ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες ἀρετῆς ἐπίτασιν; Διὰ τοῦτο καὶ ὄρος ἐλέγετο τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἐκεῖ ἐθεραπεύετο. Εὐριζῶν ἀγαλλιάματι πάσης τῆς γῆς. Πολλὴ ἡ ἀσάφεια τοῦ ῥητοῦ, διὸ προσέχειν δεῖ.
40Τῷ μὲν γὰρ ἁπλῶς ἀναγινώσκοντι πολλὴν τὴν ἀπο‐ ρίαν ποιεῖ, ὁ δὲ μετὰ ἀκριβείας αὐτὰ ἐπιὼν, ὄψεται τὴν ἀκολουθίαν καὶ τὴν σειρὰν ἀκριβῆ τῶν νοημάτων. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Μέγας Κύριος ἐν πό‐ λει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐριζῶν,
45τουτέστι καλῶς ῥιζῶν, καλῶς πηγνὺς, καλῶς βεβαιῶν αὐτὴν ἐν χαρᾷ καὶ εὐφροσύνῃ πάσης τῆς οἰκουμένης. Τοῦτο καὶ ἄλλος αἰνιττόμενος, Ἀφωρισμένῳ ἀγλαΐ‐ σματι πάσης τῆς γῆς, εἶπεν. Ἀγλάϊσμα γὰρ αὐτὴν πάσης τῆς οἰκουμένης καὶ εὐφροσύνην ἐποίησεν.

55

.

217

(50)

Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς εὐσεβείας, καὶ τῆς θεο‐ γνωσίας αἱ ῥίζαι καὶ αἱ ἀρχαί. Τοιαύτην τοίνυν οὖσαν αὐτὴν ἐῤῥίζωσε, καὶ καλῶς ἔπηξεν ἐπὶ κόσμῳ τῆς οἰκουμένης, ἐπὶ ἀγαλλιάματι, ἐπὶ χαρᾷ πάσης τῆς γῆς. Τὸ γὰρ διδασκαλεῖον τῆς γῆς
55τὰ Ἱεροσόλυμα τότε ἦν, καὶ οἱ βουλόμενοι χαρᾶς ἀπολαύειν, καὶ καλλωπίζεσθαι, καὶ κοσμεῖσθαι, ἐντεῦθεν τὰ δέοντα ἐμάνθανον. Διὸ καὶ τοῦτο δηλῶν οὐ ῥιζῶν εἶπεν, ἀλλ’, Εὐριζῶν. Εἰ δὲ βούλει αὐτὸ καὶ κατὰ ἀναγωγὴν λαβεῖν, ὄψει τῶν
60πραγμάτων τὴν ἀλήθειαν. Ἐντεῦθεν γὰρ τὸ ἀγαλ‐
λίαμα πανταχοῦ τῆς οἰκουμένης γέγονεν· ἐντεῦθεν ἡColumn end

55

.

218

εὐφροσύνη καὶ ἡ χαρά· ἐντεῦθεν αἱ πηγαὶ τῆς φιλο‐ σοφίας, ἔνθα Χριστὸς ἐσταυρώθη, ὅθεν οἱ ἀπόστολοι ἐξώρμησαν· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ ῥίζας δὲ ἀθανά‐
5τους ἡ χαρὰ αὕτη ἔχει. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἄλλος φησὶν, Ὄρη Σιὼν οἱ μηροὶ τοῦ βοῤῥᾶ. Ὁ δὲ Ἑβραῖος, Ἂρ Σιὼν ἰερχθὴ σαφούν. Τίνος ἕνεκεν, εἰπέ μοι, τοῦ βοῤῥᾶ μνημονεύει νῦν, καὶ τοῦ τόπου τὴν θέσιν ἡμῖν ὑπογράφει; Ἐπειδὴ
10ἐντεῦθεν συνεχῶς ὁ πόλεμος αὐτοῖς ἀνεῤῥιπίζετο, τῶν βαρβάρων ἐπιόντων, καὶ συνεχῶς οἱ προφῆται τοῦτο λέγουσι, τὸν ἀπὸ βοῤῥᾶ καλοῦντες, καὶ λέβητα ἐκεῖ‐ θεν καιόμενον ὑπογράφουσιν· οὕτω γὰρ ἡ Περσῶν χώρα κεῖται πρὸς τὴν Παλαιστίνην. Θαυμάζων τοίνυν
15τὸ γεγενημένον, τοῦτο ἐπήγαγε, δηλῶν, ὅτι ταύτην τὴν συνεχῶς ἐκεῖθεν ἐνοχλουμένην ἀχείρωτον ἐποίη‐ σας. Ὥσπερ γὰρ ἂν εἴ τις λέγοι περὶ σώματος, ὅτι Τὸ μέρος ἐκεῖνο τὸ ἀσθενὲς ἰσχυρότερον εἰργάσω, τοῦτο δὴ καὶ αὐτὸς ἐνταῦθα αἰνίττεται λέγων· Ὅθεν
20οἰμωγαὶ καὶ δάκρυα, ὅθεν ὑπόθεσις τῶν συμφορῶν, ταῦτα ἡδονῆς τὰ μέρη ἐμπέπλησται, ταῦτα εὐθυμίας. Ὅθεν ἀπειλαὶ καὶ φόβοι καὶ κίνδυνοι, ἐντεῦθεν χαρὰ καὶ εὐφροσύνη, καὶ οὐδεὶς λοιπὸν ἐκεῖνο δέδοικε τὸ μέρος τῆς κτίσεως τὸ βορειότερον, οὐδεὶς κάμνει, οὐ‐
25δεὶς ὑφορᾶται, ἀλλὰ πάντες ἐν εὐφροσύνῃ, σοῦ ῥιζώσαντος αὐτὴν ἐν ἡδονῇ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γι‐ νώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἄλλος, Ἐγνώσθη. Ἄλλος, Ὁ Θεὸς ἐν τοῖς βασιλείοις αὐ‐
30τῆς γνωσθήσεται εἰς ὀχύρωμα. Ἄλλος, Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς ἐγνώσθη εἰς τὸ ἐξελέσθαι αὐτήν. βʹ. Ἀνακηρύττει αὐτῆς τὸ ἀξίωμα, τὴν εὐφημίαν, τὸν στέφανον, λέγων, Ἡ πόλις τοῦ βασιλέως τοῦ
35μεγάλου. Εἶτα δεικνὺς πῶς ἐστι πόλις τοῦ βασιλέως τοῦ μεγάλου, ἐπάγει, Ἐν ταῖς βάρεσιν αὐτῆς γινώ‐ σκεται, τὴν πολλὴν πρόνοιαν ἐνδεικνύμενος, ὅτι ὅλην δι’ ὅλου σώζει, οὐχ ὁλοκλήρου μόνον αὐτῆς κηδό‐ μενος, ἀλλὰ καὶ καθ’ ἑκάστην οἰκίαν ἐπιδεικνύμενος
40αὐτοῦ τὴν πρόνοιαν. Ἡμῖν μὲν γὰρ καὶ χωρὶς τούτου γνώριμος, τοῖς δὲ ἐχθροῖς καὶ ἐντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἔδειξε. Καὶ γὰρ ἐπὶ τοῦ Ἐζεκία νέφος βαρ‐ βάρων ἐπελθὸν, καὶ πᾶσαν αὐτὴν καθάπερ ἐν σαγή‐ νῃ κυκλώσαντες, ἀπῆλθον τὸ πλέον αὐτῶν καταλι‐
45πόντες νεκρούς. Καὶ ἕτεροι δὲ πολλοὶ πολλάκις εἰς αὐτὴν εἰσελθόντες, αἰσχυνθέντες ἀνεχώρησαν. Ταῦτα δὲ πάντα τῇ τοῦ Θεοῦ προνοίᾳ κατωρθώθη, φησὶ, καὶ λαμπρὰν αὐτὴν ἐποίησεν. Οὐ τῷ λαμπρὰ δὲ μό‐ νον, ἀλλὰ καὶ τῷ οὕτω λαμπρὰ γενέσθαι, μεγάλη γέ‐

55

.

218

(50)

γονεν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Ἄλλος φησὶν, Ἰδοὺ οἱ βα‐ σιλεῖς συνετάξαντο. Αὐτοὶ ἰδόντες οὕτως, ἐθαύ‐ μασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπ‐ ελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν
55πνεύματι βιαίῳ. Ἄλλος φησὶ, Δι’ ἀνέμου βιαίου. Ἄλλος, Καύσωνος. Συντρίψεις πλοῖα Θαρσεῖς. Ἄλλος, Κατεάξεις. Ὁ δὲ Ἑβραῖός φησι, Θαρσεῖς. Ἐνταῦθα πόλεμον διηγεῖται χαλεπὸν καὶ συγκεκρο‐ τημένον πάντοθεν, καὶ νίκην λαμπροτέραν. Ἐπειδὴ
60γὰρ εἶπεν, ὅτι ἀντιλαμβάνεται αὐτῆς καὶ πολλὴν ἐπι‐
δείκνυσι πρόνοιαν, δείκνυσι λοιπὸν καὶ πῶς ἀντελαμ‐

55

.

219

βάνετο. Μυρίων γὰρ ἐθνῶν ἐπελθόντων (τοῦτο γὰρ διὰ τοῦ πλήθους τῶν βασιλέων δηλοῖ), καὶ οὐχ ἁπλῶς ἐπελθόντων, ἀλλὰ συγκεκροτημένων καὶ συντεταγμέ‐ νων, τοιαῦτα γέγονε πράγματα, ὡς αὐτοὺς θαυμαστὰς
5γενομένους τῶν παραδόξων αὐτῶν ἀπελθεῖν. Οὕτω γὰρ ὁ πόλεμος ἐτροποῦτο, ὡς νάρκης, καὶ φρίκης ἐμπλη‐ σθέντας αὐτοὺς ἀναχωρεῖν· καὶ μετὰ πολλῆς τῆς ἀγω‐ νίας ἀπεπήδων οἱ πολλοὶ τοὺς ὀλίγους δείσαντες, οἱ συντεταγμένοι τοὺς διῃρημένους, καὶ ὠδινούσης γυ‐
10ναικὸς οὐδὲν ἄμεινον διέκειντο. Ὅθεν δῆλον, ὡς οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην ὁ πόλεμος κατωρθοῦτο, ἀλλὰ Θεὸς ἦν ὁ τὴν μάχην στρατηγῶν, ὁ καὶ τὰ φρονήματα αὐτῶν οὐ μόνον καταβάλλων, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτῶν κατασείων, καὶ ὠδῖνας αὐτοῖς ἐν‐
15τιθεὶς, καὶ ἄῤῥητον φόβον τινὰ αὐτοῖς ἐργαζόμενος. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ στόλου πολλοῦ ναυτι‐ κοῦ συνελθόντος, πνεῦμα ἐμπεσὸν χαλεπὸν συντρίψειε πάντα τὰ πλοῖα, καὶ καταδύσειε τὰς τριήρεις, καὶ πολλὴν ἀθρόον ἐμβάλοι τὴν ταραχήν. Ἐνταῦθα γάρ
20μοι διὰ τοῦ ὑποδείγματος τούτου τό τε εὔκολον τῆς νίκης δοκεῖ δηλοῦν, καὶ τῆς ταραχῆς τὴν ὑπερβο‐ λήν. Καὶ γὰρ ναυτικῷ χρησάμενοι στόλῳ, καὶ οὗτοι παραγενόμενοι ἐκ μακρᾶς τινος καὶ ἀλλοτρίας χώρας, ὥσπερ τινὶ πνεύματι βιαίῳ τῇ ὀργῇ τοῦ Θεοῦ πάντες
25ἀπώλοντο. Διὸ καὶ τὸν τόπον δηλῶν ὅθεν ἦλθον, ἐπήγαγε τὸ, Θαρσεῖς. Οὕτω γὰρ καὶ ὁ Ἑβραῖος ἐδή‐ λωσε διὰ τῆς λέξεως, ἣν καὶ παρεθήκαμεν ὑμῶν χά‐ ριν εἰς τὴν ἀνάγνωσιν τοῦ ῥητοῦ. Ἢ τοῦτο τοίνυν ἔστιν εἰπεῖν, ἢ ἐκεῖνο ὃ ἔμπροσθεν εἶπον, ὅτι ὥσπερ
30τὰ πλοῖα Θαρσεῖς ἄνεμος χαλεπὸς ἐμπεσὼν συνέτρι‐ ψε πολλάκις, οὕτω δὴ τὰ πλήθη ἐκεῖνα συνετάραξεν ὁ Θεός. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς τὸ ἀνώτερον ἐξηγεῖται, τὸ, Εὐρι‐
35ζῶν; Οὐ γὰρ εἶπεν, εὐριζώσας, ἀλλ’, Εὐριζῶν, του‐ τέστι, διηνεκῶς προορῶν, διηνεκῶς κηδόμενος, δι‐ ηνεκῶς τειχίζων. Εἰπὼν γὰρ τὰ συμβάντα τότε, ἐπὶ τὰ παλαιὰ διηγήματα ἀνάγει τὸν λόγον, δεικνὺς ὅτι ταῦτα ἐκείνων συγγενῆ. Ἃ γὰρ εἴδομεν, φησὶν, ἐπὶ
40τῶν ῥημάτων, ταῦτα ἐπὶ τῶν ἔργων ἑωράκαμεν, τὰς νίκας, τὰ τρόπαια τοῦ Θεοῦ, τὴν κηδεμονίαν, τὰ πα‐ ράδοξα θαύματα. Οὐ γὰρ διέλιπεν ὁ Θεὸς ἀεὶ ταῦτα ἐργαζόμενος. Ὥστε αὐτοῦ ἐστι καὶ κινδύνων ἀπαλ‐ λάττειν, καὶ πρὸς θεογνωσίαν χειραγωγεῖν. Καὶ καλῶς
45ὁ προφήτης ἐμνημόνευσε τῶν πρὸ πολλοῦ τοῦ χρόνου γενομένων. Ἐπεὶ γὰρ καὶ ἀπὸ τῶν παλαιῶν διηγη‐ μάτων, καὶ ἀπὸ τῶν νεαρῶν παιδεύεσθαι ἔργων, ὥστε τοὺς παχυτέρους αὐτῶν ἀπὸ τῶν γινομένων καὶ τοῖς ἤδη γεγενημένοις πιστεύειν, καὶ διπλοῦν καρποῦσθαι

55

.

219

(50)

τὸ κέρδος, καὶ τὴν ἀκοὴν αὐτοῖς ἀντὶ ὄψεως γίνεσθαι. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Ὑπ‐ ελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ἕτερος, Εἰκάσαμεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ὁ δὲ Ἑβραῖος, Ἠχαλὰχ δεμ‐
55μηνοῦ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. γʹ. Ἐπειδὴ εἶπεν, Ἃ ἠκούσαμεν, ταῦτα καὶ εἴδομεν,
λέγει καὶ τί ἤκουσε, καὶ τί εἶδε. Τί οὖν ἤκουσε, καὶColumn end

55

.

220

τί εἶδε; Ὅτι ἰσχυροτέραν καὶ ἀῤῥαγῆ ἡ τοῦ Θεοῦ χά‐ ρις τὴν πόλιν ἐργάζεται. Τοῦτο γὰρ αὐτῇ θεμέλιος, τοῦτο ἰσχὺς, τοῦτο ἀχείρωτον αὐτὴν ποιεῖ, οὐκ ἀνθρω‐ πίνη συμμαχία καὶ βοήθεια, οὔτε ὅπλων ἰσχὺς, οὐδὲ
5πύργοι καὶ τείχη· ἀλλὰ τί; Ὁ Θεὸς αὐτὴν διακρατεῖ. Τοῦτο γὰρ μάλιστα παιδεύεσθαι αὐτοὺς ἔδει, καὶ πρὸς τοῦτο αὐτοὺς ὁ Προφήτης ἐνάγει διηνεκῶς. Ὑπελά‐ βομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Τί ἐστιν, Ὑπελάβομεν; Ἠλπίσαμεν, προσεδοκήσα‐
10μεν, ἔγνωμεν τὴν φιλανθρωπίαν τὴν σήν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐθεμελίωσεν, ἐῤῥίζωσεν, ἐτείχισε, δεικνὺς ὅτι ἡ τοσαύτη πρόνοια οὐ κατὰ τὴν ἀξίαν τῶν ἀπο‐ λαβόντων, ἀλλὰ κατὰ τὴν ἀγαθότητα τοῦ ποιοῦντος γίνεται, καὶ ἅμα θέλων τὸν τῦφον αὐτῶν καταστεῖλαι,
15οὕτως εἶπε, μονονουχὶ τοῦτο λέγων· Σοῦ τοῦ ἐλέους ἐστὶ ταῦτα τὰ κατορθώματα, τῆς δόξης τῆς σῆς, τῆς ἀγαθωσύνης τῆς σῆς. Διὸ καὶ ἐπήγαγε· Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ἡ αἴνεσίς σου, φησὶ, κατορ‐
20θώματα οὕτω μεγάλα ποιεῖ καὶ θαυμαστὰ, οὕτως ὑψηλὰ καὶ ἔνδοξα. Οὐ γὰρ κατὰ τὸ μέτρον τῶν εὐερ‐ γετουμένων τὴν κηδεμονίαν ἐπεδείκνυσο, οὐδὲ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὸ μέγεθος τὸ σόν. Ἡ αἴνεσις τοίνυν, τουτέστιν, ἡ εὐφημία ἡ ἀπὸ τῶν ἔργων, τὰ
25κατορθώματα ἐποίησεν ἐξάκουστα. Ἐγίνετο μὲν γὰρ ἐν τῇ Παλαιστίνῃ, διὰ δὲ τὸ μέγεθος καὶ τὸν ὄγκον αὐτὰς τῆς οἰκουμένης κατελάμβανε τὰς ἐσχατιὰς, καὶ οἱ πόῤῥωθεν ὄντες πάντα ἐμάνθανον. Τά γ’ οὖν ἐν Αἰγύπτῳ γενόμενα, ἡ Ἰεριχουντία πόρνη τῶν παρ‐
30όντων ἀκριβέστερον ᾔδει. Πάλιν τὰ ἐν Παλαιστίνῃ συμβάντα καὶ οἱ τὴν τῶν Περσῶν χώραν οἰκοῦντες ἀνεκήρυττον· τὰ ἐν αὐτῇ τῇ Περσίδι πάλιν οἱ πρὸς τὰ πέρατα τῆς γῆς ὄντες ἐγίνωσκον. Διὰ δὴ τοῦτο καὶ ὁ βασιλεὺς διὰ γραμμάτων ἔπεμπε πανταχοῦ τῆς
35οἰκουμένης, ἀνακηρύττων τὰ ἐν τῇ καμίνῳ. Διὰ τοῦτο καὶ οὗτος εἰπὼν, Καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, ἐπήγαγε· Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ὅπερ μὲν ἔθος αὐτῷ ποιεῖν συνεχῶς, ἀπὸ τῶν εἰς ἀνθρώπους γινομένων ἀναβαίνειν ἐπὶ τὰ προσόντα
40αὐτοῦ τῇ φύσει, τοῦτο καὶ ἐπὶ τοῦ παρόντος ποιεῖ· οὐχ ἵνα ἐπιγινόμενα καὶ ἀπογινόμενα νοήσωμεν, μὴ γένοιτο· ἀλλ’ ἐπειδὴ ἀσθενεῖ ὁ λόγος καὶ ἡ γλῶττα ἡ ἀνθρωπίνη, δεῖ θεοπρεπῆ τινα ἔννοιαν προστιθέναι τῷ λόγῳ.
45 Τὰ προσόντα οὖν τῇ φύσει τοῦ Θεοῦ ταῦτα λέγει, τὰ συνουσιωμένα αὐτῷ. Τίνα δὲ ταῦτά ἐστι; Δικαιο‐ σύνης πλήρης, φησὶν, ἡ δεξιά σου. Δείκνυσι γὰρ, ὅτι οὐ τῆς ἀξίας ἦν τῶν εὐεργετουμένων τὰ γινόμενα, ἀλλὰ τῆς οὐσίας τῆς αὐτοῦ, ἐπειδὴ αὐτὴ αὐτοῦ ἡ οὐ‐

55

.

220

(50)

σία δικαιοσύνῃ χαίρει, φιλανθρωπίᾳ εὐφραίνεται. Τοῦτο ἔργον αὐτοῦ, τοῦτο ἔθος αὐτῷ, καὶ διὰ τοῦτο τοσαύτης ἀπήλαυον εὐεργεσίας. Ὥσπερ γὰρ τοῦ πυ‐ ρὸς τὸ θερμαίνειν, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ αὐτοῦ τὸ εὐεργετεῖν, οὐχ οὕτω δὲ, ἀλλὰ καὶ πολλῷ
55μᾶλλον. Διὸ καὶ οὕτως εἶπε, Δικαιοσύνης πλήρης ἡ δεξιά σου, τὸ δαψιλὲς, τὸ συνουσιωμένον αὐτῷ δηλῶν. Εὐφρανθήτω ὄρος Σιὼν, καὶ ἀγαλλιάσθω‐ σαν αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κρι‐
μάτων σου, Κύριε. Ἄλλος φησὶ, Διὰ κρίσεις σου.

55

.

221

Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ἄλλος, καὶ περιέλθετε. Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Ἕτερος, Ἀριθμήσατε τοὺς πύργους αὐτῆς. Ἄλλος, Ἐπαινέσατε. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν
5δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ἕτε‐ ρος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς. Ἕτερος, Διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἄλ‐ λος, Γενεᾷ μεταγενεστέρᾳ. Ὅτι οὗτος ὁ Θεὸς ἡμῶν
10εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τί δήποτε ταῦτα παρακελεύεται, περι‐ ιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαῖς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν, τὰς οἰκίας
15καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ’ ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; Ὅπως ἂν διηγήσησθε, φησὶν, εἰς γε‐ νεὰν ἑτέραν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε
20ἡδονῆς, χάρητε, σκιρτήσατε. Ἀλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς τὴν ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον γέγονεν, ἐπειδὴ πρόῤῥιζος ἀνεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς
25μεταβολὴν, ὡς λέγειν, Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, διαπεφωνήκαμεν, παρανηλώμεθα, καὶ οὐ προσεδό‐ κων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἵαν ἀπέβαλον, ἀλλὰ πολλῷ βελτίονα καὶ λαμπροτέραν, καὶ περιφανεστέραν, καὶ μείζονα, καὶ
30εὐπορωτέραν, καὶ δυνατωτέραν, καὶ εὐρυτέραν ἐν ταῖς οἰκοδομαῖς, ἐν τοῖς ὠνίοις, ἐν τῇ δυνάμει, ἐν τῇ τῆς ὑποστάσεως περιουσίᾳ. Ἔσται γὰρ, φησὶν, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου, ὑπὲρ τὴν ἔμ‐ προσθεν. Παραινεῖ τῷ λαῷ, καὶ μονονουχὶ ταῦτα λέ‐
35γει· Ἰδοὺ ἡ πόλις αὕτη, ἡ ἀπεγνωσμένη, ἡ ἀπηλ‐ πισμένη, ἡ ἐρείπιον οὖσα, πῶς ἐπὶ λαμπρότερον ἐπανῆλθε σχῆμα; Αὐτὰ οὖν ταῦτα καταμάθετε, τὴν οἰκοδομὴν αὐτῆς, τὴν λαμπρότητα, τὴν περιφάνειαν, ἵνα κἀντεῦθεν μαθόντες τοῦ Θεοῦ τὴν ἰσχὺν, πῶς τὴν
40ἀπεγνωσμένην μείζονα ἐποίησε, διηγῆσθε τοῖς ἐγγό‐ νοις ὑμῶν τὴν δύναμιν τοῦ Θεοῦ, τὸ διαρκὲς αὐτοῦ τῆς προνοίας· ὅτι διαπαντὸς ἔμενεν ἡμῶν κηδόμενος, καὶ προϊστάμενος καὶ ποιμαίνων. Ταῦτα γὰρ τὰ δι‐ ηγήματα καὶ τοῖς μετὰ ταῦτα πολλῆς ἔσται φιλοσο‐
45φίας ὑπόθεσις, καὶ θεογνωσίας ἀκριβεστάτης ἀφορμὴ, καὶ ἀρετῆς ἐπιμέλεια. Διὰ ταῦτα αὐτὴν περιιέναι κε‐ λεύει, ἵνα ἀκριβεῖς διδάσκαλοι τῶν ἐγγόνων γένωνται τῶν ἑαυτῶν. δʹ. Διὸ δὴ καὶ ἡμεῖς ἀεὶ καὶ διηνεκῶς ἀποσκοποῦντες,

55

.

221

(50)

ἐν νῷ ἔχωμεν τὴν πόλιν ἡμῶν Ἱερουσαλὴμ, αὐτῆς τὰ κάλλη διαπαντὸς φανταζόμενοι, ἥτις ἐστὶ μητρόπολις τοῦ βασιλέως τῶν αἰώνων, ἐν ᾗ πνεύματα δικαίων, χοροὶ πατριαρχῶν, ἀποστόλων, καὶ πάντων ἁγίων·
ἔνθα πάντα ἀστασίαστα, καὶ μὴ παρερχόμενα· ἔνθαColumn end

55

.

222

τὰ ἄφθαρτα καὶ ἀθέατα κάλλη, ἃ μόνοις πρόσεστι κληρονομῆσαι τοῖς παντελῶς λήθην ποιησαμένοις τῶν φθαρτῶν τούτων καὶ προσκαίρων βιωτικῶν μελημά‐ των, πλούτου λέγω, καὶ τρυφῆς, καὶ τῶν ἐπιβλαβῶν
5ἡδονῶν τοῦ διαβόλου. Τὴν δὲ φιλαδελφίαν καὶ τὴν φιλοξενίαν πρὸς τοὺς δεομένους καθ’ ἑκάστην τὴν ἡμέραν αὐξοῦντες, ἀγάπην τὴν πρὸς τὸν πλησίον, καὶ τὴν ἐκ τῆς καρδίας συγχώρησιν τοῦ λελυπηκό‐ τος, ἵν’ οὕτω καλῶς καὶ θεαρέστως βιοτεύοντες, κλη‐
10ρονόμοι γενοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κρά‐ τος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
14tΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ.
15Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκού‐ σατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦν‐ τες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος,
20Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πέ‐ νης. Ἄλλος, Ὁμοῦ. αʹ. Μεγάλα τινὰ καὶ ἀπόῤῥητα μέλλει διαλέγεσθαι
25νῦν ἡμῖν ὁ Προφήτης. Οὐδὲ γὰρ ἂν τοὺς πανταχοῦ τῆς γῆς ἐκάλεσεν εἰς ἀκρόασιν, οὐδ’ ἂν τὸ τῆς οἰκουμέ‐ νης ἐκάθισε θέατρον, εἰ μὴ μέγα τι, καὶ λαμπρὸν, καὶ τοῦ μεγέθους τοῦ συλλόγου ἄξιον ἐρεῖν ἡμῖν ἔμελ‐ λεν. Οὐκέτι γὰρ ὡς Ἰουδαίοις προφητεύων τοῖς τὴν
30Παλαιστίνην οἰκοῦσι διαλέγεται, ἀλλ’ ὥσπερ τις ἀπόστολος καὶ εὐαγγελιστὴς πρὸς ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν ἀποτείνει τὸν λόγον. Ὁ μὲν γὰρ νό‐ μος ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης τὸ ἔθνος ἐπαίδευεν· ὁ λόγος δὲ τοῦ κηρύγματος πανταχοῦ τῆς γῆς ἐξ‐
35ηχεῖτο, καὶ ἑαυτὸν ἐξέτεινε, τοσαύτην ἐπελθὼν χώ‐ ραν, ὅσην καὶ ὁ ἥλιος ἔπεισιν. Ἐκεῖνα μὲν γὰρ παι‐ δαγωγία τις ἦν καὶ εἰσαγωγὴ, καὶ διακονία κατακρί‐ σεως καὶ θανάτου· ταῦτα δὲ χάρις καὶ εἰρήνη. Ἐπεὶ οὖν ἅπαν τὸ γένος εἰς τὴν ἀκρόασιν συνεκάλεσε, δεῦρο
40δὴ καὶ ἡμεῖς παραγενώμεθα, καὶ ἴδωμεν τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων προστάτης. Κἂν βάρβαροί τινες ὦσι, κἂν σοφοὶ, κἂν ἰδιῶται, κελεύεις αὐτοὺς παραγενέσθαι; Ναὶ, φησί. Διὰ δὴ τοῦτο ἀρχόμενος εἶπεν, Πάντα τὰ
45ἔθνη· καὶ πάλιν ἐπέτεινε λέγων· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, τὴν ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας! πῶς ἐστι πᾶσιν ἁρ‐ μόδιος, καὶ κοινή. Διὰ γάρ τοι τοῦτο οὐδὲ ἁπλῶς κα‐ λεῖ μόνον ἅπαντας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς σπου‐

55

.

222

(50)

δῆς, καὶ ἀκριβείας προσέχειν τοῖς λεγομένοις κελεύει. Οὐ γὰρ εἶπεν, Ἀκούσατε μόνον ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ἐνωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς ἀκοῦ‐
σαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ

55

.

223

λέγεται κυρίως, ὅταν τις οὖς πρὸς οὖς διαλέγηται, συντείνων τε ἑαυτὸν, καὶ ἐκεῖνον κελεύων προσέχειν τοῖς λεγομένοις. Ἐνωτίσασθε, πάντες οἱ κατοι‐ κοῦντες τὴν οἰκουμένην. Καὶ εἴ τινες οὐκ εἰς ἔθνη
5καταλέγονται, ἀλλ’ εἰσὶ μιγάδες, ἢ νομάδες διεσπαρ‐ μένοι, καὶ τούτους ἐπὶ τὴν ἀκρόασιν καλῶ. Καὶ θέα σύνεσιν δημηγόρου. Πρῶτον αὐτῶν διανέστησε τὴν διάνοιαν, καὶ μετεώρους ἐποίησε πρὸς τὴν ἀκρόασιν, τῷ πάντας ἀθρόον καλέσαι. Εἶτα καλέσας, καταστέλ‐
10λει τὸν τῦφον αὐτῶν, ἵνα μὴ τῷ πλήθει πρὸς ἀπό‐ νοιαν αἴρωνται. Τοιούτων γὰρ μάλιστα ἀκροατῶν χρεία, ὅταν φιλόσοφά τις μέλλῃ φθέγγεσθαι ῥήματα, συντετριμμένων, καὶ κατεσταλμένων, ἀπονοίας καὶ φυσήματος ἀπηλλαγμένων. Πῶς οὖν αὐτῶν κατέστειλε
15τὴν διάνοιαν; Ἀναμνήσας τῆς φύσεως. Εἰπὼν γὰρ, Ἔθνη, ἐπήγαγεν· Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶπε τὴν οὐσίαν, ἐξ ἧς ἡ ἀρχὴ τῆς γενέ‐ σεως ἡμῶν, ἀνέμνησε τῆς κοινῆς ἁπάντων ἡμῶν μη‐ τρός. Καὶ τίνος ἕνεκεν εἶπεν, Οἱ υἱοὶ τῶν ἀνθρώπων;
20Ἐπειδὴ εἶπε, Γηγενεῖς, ἵνα μή τις νομίσῃ κατὰ τοὺς ἔξω μυθολόγους, ἀπὸ γῆς ἐξ ἀρχῆς βλαστῆσαι τοὺς ἀνθρώπους, καθάπερ τινὲς ἐμυθολόγησαν, σπαρ‐ τούς τινας ἐπεισάγοντες, διὰ τοῦτο ἐπήγαγεν· Οἱ υἱοὶ τῶν ἀνθρώπων. Πατέρες γὰρ ὑμῖν εἰσιν οἱ ἄν‐
25θρωποι, ἀρχὴ δὲ ὑμῖν κἀκείνοις γενέσεως ἡ γῆ. Τί τοίνυν ὑπερηφανεύεται γῆ καὶ σποδός; Ἐννόησόν σου τὴν μητέρα, καὶ κατάστειλον τὸν τῦφον· καταπά‐ τησον τὸ φρόνημα· ἐννόησον, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πᾶσαν ἀπόνοιαν ἔκβαλε. Τοιούτου γὰρ
30ἀκροατοῦ δέομαι. Διὰ τοῦτό σε περιστέλλω, ἵνα σε ἐπι‐ τήδειον λάβω πρὸς τὴν τῶν λεγομένων ὑποδοχήν. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Εἶδες Ἐκκλησίας εὐγέ‐ νειαν. Πῶς γὰρ οὐκ εὐγένειαν, ὅταν μὴ τοῖς ἀξιώμασι διείργῃ τὸν ἀκροατὴν, ἀλλ’ ἐξ ἴσου τῆς διδασκαλίας
35τὸ πᾶν προχέηται, καὶ τῷ πλουσίῳ καὶ τῷ πένητι κοι‐ νὴν παρέχῃ τὴν τράπεζαν; Ἐπειδὴ γὰρ εἶπε τὸ πάντας ἑνοῦν, τὸ γηγενεῖς εἶναι, καὶ υἱοὺς τῶν ἀνθρώπων, καὶ τὸ κοινὸν τῆς φύσεως ἔδειξε· τότε καὶ τὴν ἐκ τῶν βιωτικῶν δοκοῦσαν διαφορὰν εἶναι καὶ ἀνωμαλίαν εἰσ‐
40άγων, καὶ ταύτην ἐκβάλλει τῷ λόγῳ, κοινῇ πάντας κα‐ λῶν (κοινὴ γὰρ ἡμῶν ἡ φύσις), κοινῇ πάντας καλῶ· κοινὴ γὰρ ἡμῶν πόλις ἡ οἰκουμένη. Ἀλλ’ ἐπενοήσατέ τινα διαφορὰν ἀπὸ πλούτου καὶ πενίας, καὶ ἀνωμα‐ λίαν εἰσηγάγετε. Ἀλλὰ καὶ ταύτην ἐκβάλλω πάλιν,
45οὐχὶ πλουσίους μὲν προσιέμενος, πένητας δὲ ἀτιμά‐ ζων, οὐδὲ πένητας μὲν καλῶν, πλουσίους δὲ ἐκβάλ‐ λων, ἀλλὰ καὶ τούτους κἀκείνους, καὶ οὐχ ἁπλῶς τούτους κἀκείνους, τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους, ἢ τοὺς μὲν ὑστέρους, τοὺς δὲ πρώτους·

55

.

223

(50)

ἀλλ’ ἐπὶ τὸ αὐτό. Κοινὸς ὁ σύλλογος ἔστω, κοινὸς ὁ λόγος, καὶ κοινὴ ἡ ἀκρόασις. Κἂν πλούσιος ᾖς, ἐκ τοῦ αὐτοῦ γέγονας πηλοῦ, τὴν αὐτὴν εἴσοδον ἔσχες τῷ πένητι, τὴν αὐτὴν γένεσιν. Καὶ σὺ ἀνθρώπου υἱὸς,
κἀκεῖνος.Column end

55

.

224

βʹ. Ὅταν τοίνυν τὰ καίρια καὶ κύρια ἴσα ὑμῖν ᾖ καὶ ὁμότιμα, τί διὰ τὰς σκιὰς καὶ ὀνείρατα σεαυτὸν φυ‐ σᾷς, ἐκ τῶν οὐδὲν ὄντων τὰ κοινὰ διαιρῶν; Κοινὰ τὰ τῆς φύσεως, κοινὰ τὰ τῆς γενέσεως, τὰ τῆς οἰκειώ‐
5σεως. Τί τοίνυν τὴν ἔξωθεν περιβολὴν ἐπεισάγεις εἰς διαιρέσεως ἀφορμήν; Οὐκ ἀνέχομαι. Διὰ τοῦτο καλῶ σε μετὰ τοῦ πένητος, λέγων· Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐκ ἔστιν ἰδεῖν ἐπὶ τὸ αὐτὸ πλούσιον καὶ πένητα· οὐκ ἐν
10δικαστηρίοις, οὐκ ἐν βασιλικαῖς αὐλαῖς, οὐκ ἐν ἀγο‐ ραῖς, οὐκ ἐν τραπέζαις· ἀλλὰ τὸν μὲν ἐν τιμῇ, τὸν δὲ ἐν καταφρονήσει· τὸν μὲν ἐν παῤῥησίᾳ, τὸν δὲ ἐν αἰσχύνῃ· ἡ γὰρ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσακουόμενοι. Ἐλάλησε
15πλούσιος, καὶ ἐδικαίωσαν αὐτόν· πτωχὸς ἐλάλησε, καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἀλλ’ οὐκ ἐνταῦθα. Οὐδὲ γὰρ ἐπὶ τῆς Ἐκκλησίας ἀνέχομαι τῆς πλεονεξίας καὶ τῆς ἀλογίας, ἀλλὰ κοινὴν ἅπασι προτίθημι τὴν διδασκαλίαν. Ὅρα σύνεσιν διδασκάλου, πῶς καὶ πρὶν
20ἢ τῆς δημηγορίας ἄρξασθαι, ἀπὸ τῆς κλήσεως μό‐ νης μέγιστον ὅρον διδασκαλίας ἐξήνεγκεν. Ὁμοῦ γὰρ πάντας καλέσας, οὔτε ἐκεῖνον ἀφῆκε φυσηθῆναι, οὔτε τοῦτον ἐξευτελίζεσθαι, ἀλλ’ ἔδειξεν, ὅτι οὐδὲ ὁ πλοῦτος καλὸν, ὥσπερ οὐδὲ ἡ πενία κακὸν, ἀλλὰ τῶν
25περιττῶν ἐστι, καὶ ἔξωθεν προσκειμένων. Ὥστε οὐ‐ δέν μοι διαφέρει, κἂν τοῦτο ᾖς, κἂν ἐκεῖνο· οὔτε γὰρ πλούσιον ὁρῶ σε ὄντα πλέον ἔχειν, οὔτε πένητα ἔλαττον. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τί δήποτε ἄν‐ θρωπος ὢν, καὶ τῆς αὐτῆς μετέχων φύσεως, τοσού‐
30του σαυτὸν ἀξιοῖς, ὡς νομίζειν τῆς οἰκουμένης ἐπι‐ τήδειον εἶναι γενέσθαι διδάσκαλον, καὶ τοὺς ἐκ τῶν τερμάτων τῆς γῆς συγκαλεῖν; τί τοῦ τηλικούτου θεάτρου ἄξιον ἔχων εἰπεῖν; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐκάλεσε τὴν οἰκουμένην, ποιῶν ἀξιόπιστον τὸν λόγον,
35ἄκουσον τί λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος, Καὶ μινυρίσει ἡ καρδία μου σύνεσιν. Ὁ δὲ Ἑβραῖος Οὐαγὶθ τοῦτο εἶπεν. Εἶδες πῶς εὐθέως ἀν‐ ήγαγε τὸν λόγον; Οὐ περὶ χρημάτων διαλέξομαι, φη‐
40σὶν, οὐ περὶ ἀξιωμάτων, οὐ περὶ δυναστείας οὐ περὶ ῥώμης σώματος, οὐ περὶ ἄλλου τινὸς τῶν ἐπικήρων· σοφίαν μέλλω λέγειν μετὰ ἀκριβείας, οὐχ ἁπλῶς ἐκ τοῦ παραχρῆμα ἐπελθοῦσάν μοι. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἄλλος, Κλινῶ παρα‐
45βολῇ τὸ οὖς μου. Ὁ δὲ Ἑβραῖος Λαμασᾶλ φησιν. Ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἄλλος, Αἴνιγμά μου. Ὁ δὲ Ἑβραῖος Ἰδαθεὶ τοῦτο εἶπε.
Καὶ ποία αὕτη πρὸς τὰ εἰρημένα ἀκολουθία; Ἀντὶ

55

.

225

γὰρ διδασκάλου ἀκροατὴν ὁρῶ νῦν. Ἐκάλεσας μὲν γὰρ ὡς ἀκουσομένους τί χρήσιμον· μετὰ δὲ τὸ παρα‐ γενέσθαι καὶ συναγαγεῖν ἅπαντας, καὶ ἐπαγγείλασθαί τι σοφὸν ἐρεῖν, οὐδὲν οὐδέπω φθεγξάμενος, ἀφεὶς τοῦ
5διδασκάλου τὴν τάξιν, εἰς τοῦ ἀκροατοῦ μεταβαίνεις χώραν. Κλινῶ γὰρ, φησὶν, εἰς παραβολὴν τὸ οὖς μου. Τίνος ἕνεκεν τοῦτο ποιεῖ; Σφόδρα συνετῶς, καὶ ἀκολούθως τοῖς εἰρημένοις. Ἐπειδὴ γὰρ εἶπε, Λαλήσω σοφίαν, ἵνα μή τις ἀνθρώπινον τὸ λεγόμενον εἶναι
10νομίσῃ, καὶ μελέτην καρδίας, ἵνα μὴ αὐτοῦ εὕρημα ὑποπτεύσῃ, δείκνυσι διὰ τούτων, ὅτι θεῖα τὰ λεγόμενα, καὶ ὅτι οὐδὲν ἴδιον φθέγγεται, ἀλλ’ ἅπερ ἤκουσε, ταῦτα λέγει. Ἔκλινα γὰρ, φησὶ, τὸ οὖς μου τῷ Θεῷ, ἤκουσα παρ’ ἐκείνου, καὶ τὰ ἄνωθεν κατενεχθέντα
15εἰς τὴν διάνοιαν τὴν ἐμὴν, ταῦτα λέγω. Διόπερ καὶ ὁ Ἡσαΐας ἔλεγε· Κύριος δίδωσί μοι γλῶσσαν παι‐ δείας τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον· προσ‐ έθηκέ μοι ὠτίον ἀκούειν. Καὶ ὁ Παῦλος πάλιν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.
20Ὁρᾷς καὶ ἐκεῖνον ἀκροατὴν γινόμενον πρότερον, καὶ τότε διδάσκαλον; Διὸ καὶ ἕτερος ἑρμηνευτὴς ἔλεγε, Καὶ μινυρίσει ἡ καρδία μου. Τί ἐστι, Μινυρίσει; ᾌσεται, ψαλμόν τινα ἐρεῖ πνευματικόν. Εἰ δὲ μελέ‐ την λέγει, μὴ θορυβηθῇς· ἃ γὰρ ἔλαβεν ἀπὸ τοῦ
25Πνεύματος, ταῦτα διηνεκῶς ἐμελέτα, καὶ παρ’ ἑαυτῷ ἀνεκίνει, καὶ τότε ἀνακινήσας, εἰς τοὺς ἄλλους ἐξ‐ έφερε. Τί δέ ἐστιν, Εἰς παραβολήν; Πολυσήμαντόν τί ἐστι τὸ ὄνομα. Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ· Ἔθου
30ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κε‐ φαλῆς ἐν τοῖς λαοῖς. Ἔστι παραβολὴ καὶ αἰνιγμα‐ τώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ’ ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, οἷα τὰ τοῦ Σαμψὼν,
35ἃ ἔλεγεν· Ἐξῆλθεν ἀπὸ ἐσθίοντος βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ ὁ Σολομὼν, Νοήσει τε παραβολὴν, καὶ σκοτεινὸν λόγον. Λέγεται παρα‐ βολὴ καὶ ἡ ὁμοίωσις· Ἄλλην παραβολὴν παρέθη‐ κεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν
40οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Πα‐ ραβολὴ λέγεται καὶ τροπολογία· Υἱὲ ἀνθρώπου, εἰπὲ τὴν παραβολὴν ταύτην αὐτοῖς. Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος· ἀετὸν λέγων τὸν βασιλέα. Παραβολὴ λέγεται καὶ τύπος, καὶ εἰκὼν, καθάπερ δεί‐
45κνυσι καὶ ὁ Παῦλος λέγων· Πίστει προενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος, καὶ τὸν μονογενῆ προσ‐ έφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο· τουτέστιν, ἐν τύπῳ καὶ ἐν εἰκόνι.

55

.

225

(50)

γʹ. Τί οὖν ἐνταῦθα βούλεται αὐτῷ ἡ παραβολή; Ἐμοὶ δοκεῖ τὸ διήγημα λέγειν. Εἰ δὲ αἰνιγματώδη ποιεῖ τὸν λόγον καὶ πολλὴν ἔχοντα τὴν δυσκολίαν, μηδὲ οὕτως θορυβηθῇς· ἵνα γὰρ διεγείρῃ τὸν ἀκροατὴν, τοῦτο ποιεῖ, ἄλλως δὲ καὶ ἐπειδὴ πολλοὺς ἡ εὐκολία
55εἰς ῥᾳθυμίαν ἄγει, διὰ τοῦτο ἐν παραβολῇ φθέγγεται. Ἐπεὶ καὶ ὁ Χριστὸς πολλὰ ἐν παραβολαῖς ἐλάλει, κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς ἐπέλυε ταύτας. Ἡ γὰρ παραβολὴ τὸν ἄξιον καὶ οὐκ ἄξιον διαιρεῖ· ὁ μὲν γὰρ ἄξιος ἐκζητεῖ τὰ λεγόμενα εὑρεῖν, ὁ δὲ ἀνάξιος παρα‐
60τρέχει· ὅπερ καὶ τότε ἐγίνετο. Οἱ μὲν γὰρ Ἰουδαῖοι
οὐδὲ ὑπὸ τῆς δυσκολίας διεγειρόμενοι πρὸς τὴν ἐρώ‐Column end

55

.

226

τησιν εἵλκοντο· οὕτω καθάπαξ οὐ προσεῖχον τοῖς λε‐ γομένοις. Ἱκανὸν δὲ τοῦτο πρὸς ζήτησιν διεγεῖραι, ὅταν ᾖ τι συνεσκιασμένον. Διὸ καὶ ὁ Χριστὸς ἐποίει τότε τοῦτο, καὶ ἐν παραβολαῖς ἐλάλει, ἐρεθίζων καὶ
5διεγείρων αὐτοὺς πρὸς ἐπιθυμίαν ἀκροάσεως ἀναπε‐ πτωκότας καὶ καθεύδοντας· ἀλλ’ οὐδὲ οὕτω προσεῖχον· οἱ δὲ μαθηταὶ προσέκειντο, καὶ ἀγνοοῦντες ἐνέμενον δι’ αὐτὸ τοῦτο μάλιστα, ὅτι ἠγνόουν. Διὸ καὶ κατ’ ἰδίαν ἔλυεν αὐτοῖς τὰς παραβολάς. Διὰ τοῦτο καὶ
10οὗτός φησι· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀν‐ οίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης, διὸ καὶ ἀλλαχοῦ φησι· Φθέγξομαι προβλήματα ἀπὸ κατα‐ βολῆς κόσμου. Διὰ τοῦτο καὶ σοφίαν ἐτόλμησε κα‐
15λέσαι, θαῤῥῶν τῇ θείᾳ ἀποκαλύψει· διὰ τοῦτο καὶ Ἐν ψαλτηρίῳ φησὶ, τὸ πνευματικὸν ἐμφαίνων τῆς διδασκαλίας, τὴν ἄνωθεν κατοχὴν αὐτοῦ γενομένην, καὶ ἐν ᾄσματος τάξει ποιεῖται τὴν συμβουλὴν, ἡδύ‐ νων τὸν λόγον. Εἶδες οἷον τὸ προοίμιον κατεσκεύασεν;
20Ἐκάλεσε τὴν οἰκουμένην, ἐξέβαλε τὴν ἀνωμαλίαν τὴν ἐν τῷ βίῳ, ἀνέμνησε τῆς φύσεως, κατέστειλε τὰ φρο‐ νήματα, ὑπέσχετο μέγα τι καὶ γενναῖον ἐρεῖν, εἶπε μηδὲν οἴκοθεν φθέγγεσθαι, ἀλλ’ ἃ παρ’ ἐκείνου ἤκουσε, πολλὴν ᾐνίξατο ἐν τῷ λόγῳ τὴν ἀσάφειαν εἶναι, προσ‐
25εκτικωτέρους ποιῶν· πνευματικὴν ὑπέσχετο σοφίαν ἡμᾶς διδάξαι, ἣν διὰ παντὸς ἐμελέτα. Προσέχωμεν τοίνυν, καὶ μὴ παρατρέχωμεν. Εἰ γὰρ σοφὸς ὁ λόγος, καὶ παραβολὴ, καὶ πρόβλημα, διεγηγερμένης χρεία διανοίας. Τίς οὖν ἐστιν ἡ συμβουλὴ, καὶ τί τὸ πρό‐
30βλημα, καὶ τίς ἡ παραβολὴ, καὶ τίς ἡ σοφία, ἣν ἄνω‐ θεν ἤκουσεν; Ἵνα τί φοβοῦμαι, φησὶν, ἐν ἡμέρᾳ πονηρᾷ; Ἄλλος, Ἐν ἡμέραις πονηροῦ. Ἄλλος, Κακοῦ. Ὁ Σύρος, Ῥᾶ. Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἄλλος, Τῶν ἰχνέων μου. Ὁ δὲ
35Ἑβραῖος, Ἀὼν ἀκουββαεὶ ἰσουββουνεί. Εἶδες πῶς πρόβλημα, καὶ αἴνιγμα, καὶ σκοτεινὸς ὁ λόγος, καὶ πολλὴ ἡ ἀσάφεια; Ἀλλ’, εἰ δοκεῖ, πρότερον μά‐ θωμεν, ποίαν λέγει πονηρὰν ἡμέραν. Ποίαν τοίνυν εἴωθε καλεῖν ἡ Γραφὴ ἡμέραν πονηράν; Τὴν τῶν
40συμφορῶν, τὴν τῶν κολάσεων, τὴν τῶν περιστάσεων. Ὃ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὁ συνιὼν ἐπὶ πτω‐ χὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Τοιαύτη δέ ἐστιν ἡ μέλλουσα τοῖς ἁμαρ‐ τωλοῖς, ἡ φοβερὰ ἐκείνη, καὶ ἀφόρητος. Εἶδες πρῶ‐
45τον φιλοσοφίας ὅρον τῆς ἀνωτάτω, καὶ πῶς διευκρινεῖ σοι ὁ λόγος, ποῖα μὲν ἄξια φόβου, ποῖα δὲ καταγνώ‐ σεως; Ἂν γὰρ μὴ ταύτην τις τὴν ἀρίστην ποιήσηται διαίρεσιν, καθάπερ ἐν σκότῳ βαθεῖ καὶ συγχύσει πρα‐ γμάτων περιφερόμενος, ἀπορεῖται.

55

.

226

(50)

Ἂν μὴ διέλωμεν τίνα μὲν φοβεῖσθαι δεῖ, τίνα δὲ διαπτύειν, πολλὴ κατὰ τὸν βίον ἔσται ἡ πλάνη, πολὺς ὁ κίνδυνος. Καὶ γὰρ ἐσχάτης ἀνοίας φοβεῖσθαι τὰ μὴ ἄξια φόβου, καταγελᾷν δὲ ἃ φοβεῖσθαι δίκαιον. Τούτῳ καὶ οἱ ἄνδρες τῶν παίδων διεστήκασιν, ὅτι ἐκεῖνοι
55μὲν ἅτε ἐν ἀτελεῖ διανοίᾳ ὄντες, προσωπεῖα δεδοί‐ κασι, καὶ ἀνθρώπους σάκκον περικειμένους· τὸ δὲ ὑβρίσαι πατέρα ἢ μητέρα, οὐδὲν εἶναι ἡγοῦνται· καὶ πυρὶ μὲν ἐπιπηδῶσι, καὶ λύχνοις καιομένοις, φόρους
δέ τινας δεδίττονται, οὐδὲν ἔχοντας δεινόν· οἱ δὲ ἄν‐

55

.

227

δρες οὐδενὶ τούτων ἐπιστρέφονται. Ἐπεὶ οὖν πολλοὶ παίδων εἰσὶν ἀνοητότεροι, διαίρεσιν ποιεῖται ταύτην, καὶ λέγει τίνα χρὴ φοβεῖσθαι, οὐ τὰ πολλοῖς δοκοῦντα φοβερὰ, πενίαν λέγω, καὶ ἀδοξίαν, καὶ νόσον (ταῦτα
5γὰρ οὐ μόνον τοῖς πολλοῖς φοβερὰ, ἀλλὰ καὶ ἐπαχθῆ, καὶ φορτικά· ἀλλ’ οὐδὲν τούτων τίθησιν), ἀλλ’ ἁμαρ‐ τίαν μόνην· τοῦτο γάρ ἐστιν· Ἡ ἀνομία τῆς πτέρ‐ νης μου κυκλώσει με. Τοῦτο οὖν ἐστιν αἰνιγματώδης λόγος, τοῦτο καινὸς καὶ παράδοξος τρόπος. Σφόδρα
10γὰρ καινὸν καὶ παράδοξον τοῖς πολλοῖς εἶναι δοκεῖ τὸ λέγειν, μὴ δεῖν τι φοβεῖσθαι τῶν ἐν τῷ βίῳ λυπη‐ ρῶν. Τί οὖν φοβοῦμαι, φησὶν, ἐν τῇ ἡμέρᾳ τῇ πο‐ νηρᾷ; Ἓν μόνον, μήποτε ἡ ἀνομία τῆς ὁδοῦ μου καὶ τοῦ βίου μου κυκλώσῃ με. Οἶδε δὲ καὶ πτέρναν καλεῖν
15τὴν ἀπάτην ἡ Γραφή. Ὁ ἐσθίων γὰρ μετ’ ἐμοῦ, φησὶν, ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ πτερνισμόν. Καὶ πάλιν ὁ Ἡσαῦ ἔλεγεν περὶ τοῦ Ἰακώβ· Δεύτερον τοῦτο ἐπτέρνικέ με. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, ἀπατηλὸν, καὶ ἱκανὸν συναρπάσαι. Ταύτην, φησὶ,
20δέδοικα τὴν ἀπατῶσάν με ἁμαρτίαν, τὴν κυκλοῦ‐ σάν με. δʹ. Διὸ καὶ ὁ Παῦλος αὐτὴν εὐπερίστατον καλεῖ, τὴν συνεχῶς περιβάλλουσαν δηλῶν, τὴν εὐκόλως, τὴν ῥᾳ‐ δίως. Ἐν μὲν οὖν τούτοις τοῖς δικαστηρίοις πολλὰ
25δεδοίκασιν οἱ ἄνθρωποι, καὶ χρημάτων περιουσίαν, καὶ δυναστείαν, καὶ ἐπήρειαν, καὶ ἀπάτην· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἣ ἁμαρτία μόνον φοβερὸν, παν‐ ταχοῦ κυκλοῦσα τοὺς ἁλισκομένους, καὶ στρατοπέδων χαλεπώτερον. Δεῖ μὲν οὖν πάντα πράττειν, ὥστε μὴ
30κυκλοῦσθαι ὑπ’ αὐτῆς, ἀλλ’ ἐπειδὰν ἴδωμεν βουλομέ‐ νην αὐτὴν ἡμᾶς περιβαλεῖν, διαφεύγειν αὐτῆς τὰς λαβὰς, ὅπερ οἱ γενναῖοι τῶν στρατιωτῶν ποιοῦ‐ σιν· ἂν δὲ καὶ ἁλῶμεν, διακόπτειν ταχέως αὐτὴν, ὅ‐ περ καὶ ὁ Δαυῒδ ἐποίησε, διατεμὼν αὐτῆς τὴν ἰσχὺν
35διὰ τῆς μετανοίας. Ἐκυκλώθη μὲν γὰρ ὑπ’ αὐτῆς, ἀλλὰ ταχέως αὐτὴν διέφυγεν. Ὁ τοῦτο δεδοικὼς, οὐ‐ δὲν ἄλλο φοβηθήσεταί ποτε, ἀλλὰ καταγελάσει τῶν ἐν τῷ παρόντι βίῳ χρηστῶν, ὑπερόψεται τῶν λυπηρῶν, τοῦ φόβου μόνον ἐκείνου κατασείοντος αὐτοῦ τὴν διά‐
40νοιαν. Οὐδὲν γὰρ, οὐδὲν τῶν ἄλλων φοβερὸν τῷ τοῦ‐ τον κεκτημένῳ τὸν φόβον, οὐδὲ αὐτὸ τὸ κεφάλαιον τῶν φοβερῶν, ὁ θάνατος, ἀλλ’ ἢ τοῦτο μόνον. Πῶς; Ὅτι γεέννῃ παραδίδωσιν, ὅτι πρὸς τὰς ἀθανάτους παραπέμπει τιμωρίας. Τοῦτο πάλιν κατορθωθὲν ἅπα‐
45σαν εἰσάγει τὴν ἀρετήν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, μὴ φυσᾶσθαι τοῖς χρηστοῖς, μὴ ταπεινοῦσθαι τοῖς λυπηροῖς, μηδένα τῶν παρόντων ποιεῖσθαι λόγον, πρὸς τὰ μέλλοντα ὁρᾷν, τὴν ἡμέραν ἀναμένειν ἐκεί‐ νην, τοιούτῳ φόβῳ συζῇν. Ὁ τοιοῦτος ἄγγελος ἔσται

55

.

227

(50)

τοῦτο μόνον δεδοικὼς, τῶν δὲ ἄλλων μηδέν· οὐδὲ γὰρ φοβηθήσεταί τι τῶν ἄλλων, ἂν τοῦτο μόνον ᾖ δεδοι‐ κὼς, ὡς δεδοικέναι χρή· ὥσπερ οὖν ὁ μὴ τοῦτο δεδοι‐ κὼς, πολλοῖς ὑποκείσεται φοβεροῖς. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλού‐
55του αὐτῶν καυχώμενοι. Ἄλλος, Ἀλαζονευόμενοι.
Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;Column end

55

.

228

Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; εἴποι τις ἄν. Πολλὴ μὲν οὖν, καὶ συνεχὴς, καὶ σφόδρα τῶν ἔμπροσθεν ἐκκρεμαμένη. Ἐπειδὴ
5γὰρ περὶ δικαστηρίου ὁ λόγος αὐτῷ, καὶ τῶν φοβε‐ ρῶν ἐκείνων εὐθυνῶν, καὶ τῆς ἀδεκάστου ψήφου· πολ‐ λοὶ δὲ ἐν δικαστηρίοις τοῖς ὧδε τὸ δίκαιον διέφθειραν, καὶ δικαστὰς ὠνήσαντο, καὶ διέφυγον τὴν δίκην· ἀνακηρύττων ἐκείνης τῆς ψήφου τὸ ἀδέκαστον, καὶ
10τὸν φόβον αὔξων, ὃν πρότερον εἴρηκε, ταῦτα ἐπήγαγε δεικνὺς, ὅτι καλῶς εἶπεν ἕνα φόβον φοβεῖσθαι τὸν ἀπὸ τῆς ἁμαρτίας, ἄλλον δὲ μηδένα. Οὐ γὰρ ἔστιν ἐκεῖ χρήμασι φθεῖραι τὸ δίκαιον, οὐδὲ καταβαλόντα δῶρα ἐξαρπάσαι τῆς γεέννης ἑαυτόν· οὐδὲ προστα‐
15σία καὶ συνηγορία σώζει, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. Κἂν γὰρ πλούσιος ᾖς, κἂν δυνάστης, κἄν τινι γνώριμος, πάντα ταῦτα εἰκῆ καὶ μάτην· ἀπὸ τῶν ἔργων ἕκαστος ἐκεῖ καὶ κολάζεται καὶ στεφανοῦται. Ἐπεὶ καὶ ὁ ἐπὶ τοῦ Λαζάρου σφόδρα πλούσιος ἦν,
20ἀλλ’ οὐδὲν αὐτὸν ὁ πλοῦτος ὤνησε· καὶ αἱ παρθένοι γνωρίμους εἶχον τὰς παρθένους, ἀλλ’ οὐδὲν αὐτὰς ἡ οἰκείωσις ὠφέλησεν· ἓν γάρ ἐστι τὸ ζητούμενον ἐκεῖ μόνον. Ὑμεῖς τοίνυν, φησὶν, οἱ τῷ πλούτῳ θαῤῥοῦντες, καὶ δυναστείαν περιβεβλημένοι, εἰκῆ καὶ μάτην φυ‐
25σᾶσθε· οὐδὲ γὰρ διαβήσεται μεθ’ ὑμῶν εἰς ἐκεῖνο τὸ δικαστήριον ἡ τῶν χρημάτων περιουσία, οὐδὲ ἡ τῆς δυναστείας ἰσχύς· ἀλλ’ οὐδὲ οἰκειότης καὶ συγγένεια οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὑμᾶς ἐξαιρήσεται. Οὐκ ἔστιν ἐκεῖ καταβαλόντα χρήματα, οὐδὲ ἐξιλα‐
30σμὸν, οὐδὲ τιμὴν ψυχῆς, σωθῆναί ποτε. Τί οὖν ὅτι φησὶν ἡ Γραφὴ, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ ἀδί‐ κου μαμωνᾶ, ὅπως εἰσδέξωνται ὑμᾶς εἰς τὰς αἰω‐ νίους σκηνάς; Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἐναντίον, οὐδὲ μαχόμενον τοῖς προτέροις, ἀλλὰ καὶ
35σφόδρα συμφωνοῦν. Φίλους γὰρ ἐνταῦθα δεῖ ποιεῖν ἐν τῷ παρόντι βίῳ, χρήματα καταβάλλοντας, τὰ ὄντα δαπανῶντας εἰς τοὺς δεομένους. Οὐδὲν οὖν ἄλλο ἐν‐ ταῦθα ἢ ἐλεημοσύνην δαψιλῆ αἰνίττεται. Ὡς ἐὰν ἀπέλ‐ θῃς ἐκεῖ, μηδὲν τούτων ἐργασάμενος, οὐδείς σου προ‐
40στήσεται. Οὐδὲ γὰρ ἡ φιλία ἐκείνων ἡμῖν προΐσταται, ἀλλὰ τὸ ἐκ τοῦ μαμωνᾶ γενέσθαι φίλους· διὰ τοῦτο προσέθηκε, Φίλους ἐκ τοῦ μαμωνᾶ, ἵνα μάθῃς, ὅτι αὐτά σου τὰ ἔργα φείσεται, ἡ ἐλεημοσύνη, ἡ φιλαν‐ θρωπία, ἡ εἰς τοὺς δεομένους φιλοτιμία. Ἐπεὶ ὅτι γε
45οὔτε συγγένεια, οὔτε οἰκειότης ὠφελεῖ τι χωρὶς ἔργων, ἄκουσον τί φησιν ὁ προφήτης· Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ῥύσονται. Καὶ τί λέγω ἐν τῷ μέλλοντι, ὅπου γε καὶ ἐν τῷ παρόντι βίῳ οὐδὲν ὤνησε φιλία; Πόσα

55

.

228

(50)

οὖν ἀπωδύρατο καὶ ἐθρήνησεν ὁ Σαμουὴλ, καὶ τὸν Σαοὺλ οὐκ ἐξήρπασε; πόσα δὲ ὁ Ἱερεμίας ηὔξατο, καὶ τοὺς Ἰουδαίους οὐδὲν ὤνησεν, ἀλλὰ καὶ ἐπετι‐ μήθη εὐχόμενος; Καὶ τί θαυμάζεις, εἰ Ἱερεμίας οὐδὲν ὀνίνησιν, ὅπου γε οὐδὲ τὸν Μωσέα λέγει, εἰ κατ’
55ἐκεῖνο καιροῦ ἦν, δύνασθαι σῶσαι τοὺς τότε Ἰου‐ δαίους, ἐπειδὴ τὰ τῆς κακίας ἐκράτησε, καὶ οὐδὲν οἴκοθεν εἰσήνεγκαν;
εʹ. Πόσα περὶ Ἰουδαίων ὁ Παῦλος ἐθρήνει, λέγων,

55

.

229

Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν; Τί οὖν ἴσχυσεν αὐτοῦ ἡ δέησις; Οὐδέν. Καὶ τί λέγω δέησις, ὅπου γε καὶ ἀνάθεμα ηὔχετο εἶναι
5ὑπὲρ αὐτῶν; Τί οὖν; περιτταί εἰσιν αἱ τῶν ἁγίων εὐχαί; Οὐδαμῶς, ἀλλὰ καὶ σφόδρα ἰσχὺν ἔχουσαι, ὅταν αὐταῖς καὶ σὺ βοηθῇς. Οὕτως ἀνέστησε τὴν Ταβιθὰν ὁ Πέτρος, οὐκ εὐχῇ μόνον, ἀλλὰ καὶ τῇ ἐκείνης ἐλεη‐ μοσύνῃ· οὕτως ἑτέρων προέστησαν εὐχόμενοι οἱ ἅγιοι.
10Καὶ τοῦτο μὲν ἐνταῦθα, ἔνθα τὰ σκάμματα, καὶ τὰ παλαίσματα· ἐκεῖ δὲ οὐδὲν τούτων, ἀλλ’ ἀπὸ τῶν ἔργων ἡ σωτηρία μόνον. Σφόδρα δέ μοι καὶ κωμῳδεῖ τοὺς πλουτοῦντας ἐνταῦθα, καὶ τοὺς πεφυσημένους. Οὐδὲ γὰρ εἶπεν, Οἱ ἔχοντες χρήματα, οὐδὲ, Οἱ δύνα‐
15μιν κεκτημένοι, ἀλλ’, Οἱ πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν, καὶ ἐπὶ τῇ δυνάμει αὐτῶν καυχώμενοι, καταγελῶν αὐτῶν καὶ καθαπτόμενος, ὅτι σκιαῖς πεποίθασι, καὶ ἐπὶ καπνῷ μέγα φρονοῦσι. Καὶ καλῶς εἶπε, Τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς
20αὐτοῦ οὐ δώσει· τιμὴ γὰρ ψυχῆς οὐδὲ ὁ κόσμος ὅλος. Διὸ καὶ ἔλεγε· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ ὁ κόσμος ὅλος ψυχῆς τιμὴ, ἄκουσον καὶ περὶ ἑτέρων ἁγίων τί φησιν
25ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχού‐ μενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ διὰ τὴν ψυχὴν ὁ κόσμος. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιτο πα‐ τὴρ τὴν οἰκίαν ἀντὶ τοῦ παιδὸς, οὕτως οὐδὲ ὁ Θεὸς
30τὸν κόσμον ἀντὶ τῆς ψυχῆς· ἀλλ’ ἔργων χρεία, καὶ κατορθωμάτων. Βούλει μαθεῖν, ὅση τῶν ἡμετέρων ψυχῶν ἡ τιμή; Μέλλων αὐτὴν ὁ Μονογενὴς λυτροῦ‐ σθαι, οὐ κόσμον ἔδωκεν, οὐκ ἄνθρωπον, οὐ γῆν, οὐ θάλατταν, ἀλλὰ τὸ αἷμα αὐτοῦ τὸ τίμιον. Διὸ καὶ ὁ
35Παῦλος ἔλεγε· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦ‐ λοι ἀνθρώπων. Εἶδες τιμῆς μέγεθος; Ὅταν τοίνυν τὴν τοσούτου ἀγορασθεῖσαν ἀπολέσῃς, πῶς λοιπὸν αὐτὴν σὺ ὠνήσασθαι δυνήσῃ; Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Εἶδες τὸ πολυτελὲς
40τῆς τιμῆς; εἶδες τὸ ἀξίωμα τῆς ψυχῆς; Μὴ τοίνυν αὐτῆς καταφρόνει, μηδὲ αἰχμάλωτον ποίει. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Ἕτερος ἑρμηνευτής φησι, Καὶ ἐπαύσατο εἰς τὸν αἰῶνα. Ἄλλος, Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ,
45ζῶν εἰς αἰῶνα διατελέσει. Ἐπειδὴ γὰρ εἶπε περὶ τῶν πλουτούντων, ἐπειδὴ εἶπε περὶ τῶν δυναστῶν, καὶ ἔδειξεν, ὅτι οὐδὲν ἐκεῖθεν κέρδος ἐστὶ, λέγει λοιπὸν περὶ τῶν ἐν ἀρετῇ βεβιωκότων, περὶ τῶν ἐν πόνῳ καὶ ταλαιπωρίᾳ, ἀλείφων τοὺς ἀθλητὰς τῆς

55

.

229

(50)

φιλοσοφίας. Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι κόπον ἔσχε καὶ μόχθον· ἀλλ’ ἐννόησον τὸν καρπὸν, ὅτι ἄν‐ θρωπος ἀθάνατος γίνεται, ὅτι ζωὴ ἀθάνατος διαδέ‐ ξεται, ζωὴ τέλος οὐκ ἔχουσα. Πόσῳ τοίνυν βέλτιον, μικρὸν ἐνταῦθα πονέσαντας, αἰώνιον καρποῦσθαι
55ἄνεσιν, ἢ χαρισάμενον ἑαυτῷ μικρὸν διαπαντὸς ἐν ὀδύναις εἶναι; Εἶτα δεικνὺς ὡς οὐκ ἐκεῖ μόνον τὰ τῶν βραβείων καὶ τὰ τῶν στεφάνων, ἀλλὰ καὶ ἐντεῦθεν
τὰ προοίμια τῶν ἐπάθλων, ἐπάγει λέγων· ΟὐκColumn end

55

.

230

ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνή‐ σκοντας. Μὴ γάρ μοι λέγε· Τὰ μέλλοντα λέγεις μό‐ νον. Ἐνταῦθά σοι δίδωμι τὰ ἐνέχυρα τῶν στεφάνων, μᾶλλον δὲ αὐτὸν τὸν ἀῤῥαβῶνα, καὶ τὰ ἔπαθλα. Πῶς,
5καὶ τίνι τρόπῳ; Ὅτι ὁ φιλοσοφῶν, καὶ ταῖς τῶν μελλόντων ἐλπίσιν ὀρθούμενος, οὐδὲ τὸν θάνατον ἡγήσεται θάνατον· ἀλλ’ ὁρῶν πρὸ τῶν ὀφθαλμῶν κείμενον τὸν τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν ὁ τοιοῦτος, τοὺς στεφάνους ἀναλογιζόμενος, τὰ βραβεῖα,
10τὰ ἀπόῤῥητα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, τὴν ζωὴν ἐκείνην, τὴν μετ’ ἀγγέλων χορείαν. Ὥσπερ οὖν ὁ γηπόνος τὸν σῖτον διαλυόμενον ὁρῶν, οὐ καταπίπτει, οὐδὲ κατηφὴς γίνεται, ἀλλὰ τότε μάλιστα χαίρει καὶ γέγηθεν, εἰδὼς ὅτι ἡ διά‐
15λυσις ἐκείνη βελτίονος γίνεται γενέσεως ἀρχὴ, καὶ πλείονος ὑπόθεσις φορᾶς· οὕτω καὶ ὁ δίκαιος κατορ‐ θώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ’ ἑκάστην προσδοκῶν τὴν ἡμέραν, ὅταν ἴδῃ τὸν θάνατον πρὸ τῶν ὀφθαλμῶν κείμενον, οὐκ ἀλύει, καθάπερ οἱ
20πολλοὶ, οὐ θορυβεῖται, καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους. Τίνας δὲ λέγει σοφούς; Οὐ τοὺς ὄντως σοφοὺς, ἀλλὰ τοὺς νομιζομένους σο‐
25φούς. Ἐμοὶ δὲ δοκεῖ τοὺς τῶν ἔξωθεν σοφοὺς λέγειν, κωμῳδῶν αὐτοὺς καὶ ἐντεῦθεν, ὅτι δοκοῦντες εἶναι σοφοὶ, ἐμωράνθησαν, οὐδὲν περὶ ἀναστάσεως φιλοσο‐ φήσαντες. Ὅταν οὖν ἴδῃ τοὺς φιλοσόφους ἐκείνους ἀπολλυμέ‐
30νους, θρηνουμένους, δακρυομένους, μετὰ οἰμωγῆς ἐκπεμπομένους, τότε αὐτὸς οὐδὲν πείσεται τοιοῦτον, ἀλλὰ ἀνώτερος ἔσται τῶν τοιούτων βελῶν, ταῖς χρη‐ σταῖς ἐλπίσιν ὀρθούμενος, καὶ εἰδὼς ὅτι ἡ διαφθορὰ αὕτη οὐκ ἔστι τῆς οὐσίας ἀναίρεσις, ἀλλὰ τῆς θνητό‐
35τητος δαπάνη, καὶ τῆς φθορᾶς ἀνάλωμα. Ὁ γὰρ θάνατος οὗτος οὐ τὸ σῶμα ἀπόλλυσιν, ἀλλὰ τὴν φθορὰν δαπανᾷ· ὡς ἥ γε οὐσία μένει μετὰ πλείονος ἀνιστα‐ μένη τῆς δόξης, ἀλλ’ οὐχὶ πάντων. Ἡ μὲν γὰρ ἀνά‐ στασις κοινὴ πάντων ἔσται, ἡ δὲ μετὰ δόξης ἀνάστα‐
40σις τῶν ὀρθῶς βεβιωκότων. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Καὶ οἱ τάφοι αὐτῶν, οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ
45τῶν γαιῶν αὐτῶν. Ἄλλος φησὶ, Τὰ ἐντὸς τῶν οἰκιῶν αὐτῶν εἰς τὸν αἰῶνα. Ἄλλος, Τὰς κατα‐ σκηνώσεις αὐτῶν εἰς γενεὰν, ὀνομάσαντες ἐπ’ ὀνόμασιν αὐτῶν τὰς γαίας· ὁ δὲ Ἑβραῖος, Ἀληαδα‐ μὼθ, τοῦτο εἶπεν.

55

.

230

(50)

ϛʹ. Εἶδες πῶς οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν ἐνταῦθα συμβαινόντων, ἀπάγει κακίας καὶ πλεονεξίας, καὶ χειραγωγεῖ πρὸς ἀρετὴν, καταλύων τὴν περὶ τὰ χρήματα μανίαν, καὶ τοὺς πρὸς τὰ παρ‐ όντα ἐπτοημένους ἀνοήτους καλῶν, καὶ διὰ τῶν
55πραγμάτων τοῦτο ἀποδεικνύς; Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, ἀνθρώπου πονοῦντος, καὶ ταλαιπωρουμένου, καὶ τοσαῦτα συνάγοντος, ὥστε ἑτέρους ἐντρυφᾷν τοῖς αὐτοῦ πόνοις; τί δὲ τῆς ματαιοπονίας ταύτης χεῖρον, ὅταν αὐτὸς μὲν ἀπέλθῃ τοὺς ἱδρῶτας ἀνασχόμενος,
60καὶ τοὺς καμάτους ὑπομείνας, ἑτέροις δὲ παρέχῃ τὴν

55

.

231

ἀπόλαυσιν, καὶ οὐδὲ οἰκείοις τισὶ καὶ γνωρίμοις, ἀλλὰ καὶ πολλάκις ἐχθροῖς καὶ πολεμίοις; Διὰ τοῦτο οὐκ εἶπεν, Ἑτέροις, ἀλλ’, Ἀλλοτρίοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτὸ ἄφρων
5καὶ ἄνους ἀπολοῦνται; Μετὰ τῶν ἔμπροσθεν εἰρημέ‐ νων, φησί. Ἐνταῦθά μοι τὸν περὶ τῶν ἀσεβῶν δοκεῖ κινεῖν λόγον, τῶν πρὸς τὰ παρόντα ἐπτοημένων, καὶ οὐδὲν περὶ τῶν μελλόντων φιλοσοφούντων, ἀνοήτους καὶ ἐντεῦθεν καλῶν. Εἰ γὰρ μηδὲν ἡγῇ μετὰ ταῦτα
10εἶναι, τίνος ἕνεκεν σαυτὸν κόπτεις καὶ ταλαιπωρῇ, μυρία συνάγων πανταχόθεν χρήματα, καὶ τοὺς μὲν πόνους ὑπομένων, τῆς δὲ ἀπολαύσεως οὐ μετέχων; Καὶ οἱ τάφοι αὐτῶν, οἰκία αὐτῶν εἰς τὸν αἰῶνα. Τοῦτο κατὰ τὴν ὑπόνοιαν ἐκείνων φησί. Σκηνώματα
15αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί ταύτης τῆς ἀνοίας γένοιτ’ ἂν χεῖρον, τὸ τοὺς τάφους οἰκίαν νομίζειν διηνεκῆ, τὸ φιλοτιμεῖσθαι περὶ ταῦτα; Πολλοὶ γοῦν πολλάκις τοὺς τάφους τῶν οἰκιῶν
20λαμπροτέρους εἰργάσαντο. Ἢ γὰρ τοῖς πολεμίοις πονοῦσι καὶ ταλαιπωροῦνται, ἢ τῷ σκώληκι καὶ τῇ κόνει, εἰς οὐδὲν δέοντα ταῦτα ἀναλίσκοντες. Τοιαύτη γὰρ τῶν οὐδὲν περὶ τῶν μελλόντων ἐλπιζόντων ἡ φρόνησις. Ἀλλ’ ἐνταῦθά μοι στενάξαι ἔπεισιν, ὅτι
25πολλοὶ καὶ τῶν τὰ μέλλοντα ἐλπιζόντων, κατὰ τοῦτο ἐκείνους μιμοῦνται, τοὺς οὐδεμίαν περὶ τῶν μελλόν‐ των ἔχοντας ἐλπίδα, τάφους οἰκοδομοῦντες, καὶ λαμπρὰ σήματα ποιοῦντες, καὶ χρυσίον κατορύττον‐ τες, καὶ εἰς ἑτέρους τὰ ὄντα παραπέμποντες, κατὰ
30τοῦτο ἐκείνων χείρους ὄντες. Ὁ μὲν γὰρ οὐδὲν προσ‐ δοκῶν μετὰ ταῦτα, εἰ καὶ αὐτὸς ἀλόγως, ἀλλ’ ὅμως διὰ τὸ μηδὲν προσδοκᾷν, περὶ τὰ παρόντα φιλοπο‐ νεῖται· σὺ δὲ ὁ τὴν μέλλουσαν ζωὴν εἰδὼς, ἄνθρωπε, καὶ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα, κατὰ τὴν ῥῆσιν
35ἐκείνην τὴν εὐαγγελικὴν, ὅτι Τότε οἱ δίκαιοι ἐκλάμ‐ ψουσιν ὡς ὁ ἥλιος, ποίαν ἂν σχοίης συγγνώμην; τίνα ἀπολογίαν; ποίαν δὲ οὐκ ἂν ὑποσταίης δικαίως κόλασιν, πάντα ἐνταῦθα καταδαπανῶν εἰς τὴν κόνιν, εἰς τὴν τέφραν, εἰς τὰ σήματα, εἰς τοὺς πολεμίους,
40εἰς τοὺς ἐχθρούς; Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἰδοὺ καὶ ἑτέρας ἀνοίας εἶδος, τὸ περιτιθέναι τὰς προσηγορίας αὐτῶν οἰκοδομήμασι, καὶ ἀγροῖς, καὶ λουτροῖς, καὶ μεγίστην ἐντεῦθεν καρποῦσθαι παραμυθίαν νομίζειν, καὶ τὴν σκιὰν
45διώκειν ἀντὶ τῆς ἀληθείας. Εἰ γὰρ μνήμης ἐρᾷς διηνεκοῦς, μὴ ὀνόματα περιθῇς οἰκοδομήμασιν, ἄνθρωπε, ἀλλ’ ἀνάστησον τρόπαια κατορθωμάτων, ἃ καὶ ἐν τῷ παρόντι σοι βίῳ τὸ ὄνομα διατηρεῖ, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν ἀθάνατον κατασκευάζει

55

.

231

(50)

σοι τὴν ἀνάπαυσιν. Εἰ μνήμης ἐρᾷς καὶ ἐπιθυμεῖς, ἐγώ σε διδάσκω τὴν ἀληθῆ καὶ σαφεστάτην ὁδόν· ἀρετῆς ἐπιμελοῦ. Οὐδὲν γὰρ οὕτως ἀθάνατον ὄνομα ποιεῖ, ὡς ἀρετῆς φύσις. Καὶ τοῦτο δηλοῦσιν οἱ μάρ‐ τυρες, δηλοῖ τῶν ἀποστόλων τὰ λείψανα, δηλοῖ τῶν
55ἐν ἀρετῇ βεβιωκότων ἡ μνήμη. Πόσοι βασιλεῖς πό‐ λεις ἀνέστησαν, λιμένας κατεσκεύασαν, καὶ τὰ ὀνό‐ ματα ἐπιθέντες ἀπῆλθον; ἀλλ’ οὐδὲν ἀπώναντο, ἀλλὰ σεσίγηνται, καὶ λήθῃ παραδέδονται. Ὁ δὲ ἁλιεὺς
Πέτρος οὐδὲν τούτων ἐργασάμενος, ἐπειδὴ ἀρετὴνColumn end

55

.

232

μετῆλθε, καὶ τὴν βασιλικωτάτην κατέλαβε πόλιν, ὑπὲρ τὸν ἥλιον λάμπει καὶ μετὰ τελευτήν. Ὃ δὲ σὺ ποιεῖς, καταγέλαστον καὶ αἰσχύνης γέμον. Οὐ γὰρ μόνον σε λαμπρὸν ταῦτα οὐκ ἐργάσεται τὰ μνημεῖα,
5ἀλλὰ καὶ καταγέλαστον, καὶ τὰ πάντων ἀνοίξει στό‐ ματα. Αἱ γὰρ οἰκοδομαὶ τῷ χρόνῳ δυναμένην σου τὴν πλεονεξίαν λήθῃ παραδοθῆναι, ὥσπερ στῆλαι, καὶ τρόπαιά σου τῆς πλεονεξίας ἑστήκασι πανταχοῦ. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη
10τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐνταῦθά μοι λοιπὸν ἀποδύρεσθαι ὁ Προφήτης δοκεῖ, ὅτι τὸ ζῶον τὸ λογικὸν, τὸ καὶ τὴν βασιλείαν τὴν ἐπὶ γῆς ἐγχειρισθὲν, πρὸς τὴν τῶν ἀλόγων εὐ‐ τέλειαν ἐξέκλινε, ματαιοπονοῦν, ἐναντία τῇ σωτηρίᾳ
15τῇ ἑαυτοῦ κατασκευάζον, κενοδοξίαν διῶκον, πλεον‐ εξίαν μετιὸν, ἀνήνυτα πονοῦν. Τιμὴ γὰρ ἀνθρώπου ἀρετὴ, καὶ τὸ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ πρὸς ἐκείνην τὴν ζωὴν ἅπαντα πραγματεύεσθαι, καὶ τὸ τῶν παρόντων ὑπερορᾷν. Ἡ μὲν γὰρ τῶν ἀλόγων
20ζωὴ μέχρι τοῦ παρόντος συγκέκλεισται βίου· ἡ δὲ ἡμετέρα πρὸς ἑτέραν ὁδεύει βελτίω, καὶ τέλος οὐκ ἔχουσαν. Ἀλλ’ οὗτοι οἱ περὶ τῶν μελλόντων οὐδὲν εἰδότες, τῶν ἀλόγων χείρους εἰσίν· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ βίῳ διεφθαρμένῳ συζῶντες, ὄφεις γινό‐
25μενοι καὶ σκορπίοι καὶ λύκοι διὰ τῆς πονηρίας, καὶ βόες διὰ τῆς ἀνοίας, καὶ κύνες διὰ τῆς ἀναισχυν‐ τίας. ζʹ. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τῶν περὶ τάφους καὶ μνήματα ἀσχολουμένων, καὶ πρὸς ὀνομάτων προσ‐
30ηγορίας ἑτέρων κεχηνότων; Οὐδὲν γὰρ μνήμην ποιεῖ, ἀλλ’ ἀρετὴ μόνη, οὐκ οἰκία, οὐκ ἀνδριὰς, οὐ παι‐ διὰ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ μὲν γὰρ τῆς τοῦ τέκτονος σοφίας ἐστὶν ἔργον, ὁ δὲ τῆς τοῦ ἀνδριαν‐ τοποιοῦ, τὸ δὲ τῆς φύσεως ἔργον· σοῦ δὲ οὐδαμοῦ
35μνήμη. Διὰ δὴ τοῦτο ἄλογον αὐτὸν ὁ Προφήτης καλεῖ· ἐπειδὴ πρὸς τὸν τῆς ἀνοίας ὑποθεὶς ζυγὸν ἑαυτὸν, ἄγεται τοῦ ἀλόγου χεῖρον. Ἐκεῖνο μὲν γὰρ χρήσιμον, καὶ πρὸς γεωργίαν ἐπιτήδειον· οὗτος δὲ τῇ ἀνοίᾳ ἑαυτὸν ὑποβαλὼν, καὶ ἐκείνου χείρων γέγονε κατὰ
40τοῦτο. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω τὸ παχὺ τῆς δια‐ νοίας αὐτῶν, τὸ γεῶδες, τὸ χαμαίζηλον, τὸν ἀνόνητον περὶ τὰ χρήματα πόνον, αὐξῆσαι βουλόμενος καὶ τὴν κατηγορίαν τῶν τοιούτων, καὶ τὰς παρὰ τοῦ Θεοῦ τίθησιν εὐεργεσίας, ὅπερ πολλαχοῦ ποιεῖν εἰώθασιν
45οἱ προφῆται. Ἐπεὶ καὶ ὁ Ἡσαΐας μέλλων αὐτῶν κατ‐ ηγορεῖν, πρῶτον λέγει τὴν παρὰ τοῦ Θεοῦ τιμὴν εἰς τοὺς Ἰουδαίους γεγενημένην, οὕτω γράφων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἐνταῦθα τοίνυν διὰ μιᾶς λέξεως τὰ ὑπηργμένα τῷ γένει

55

.

232

(50)

τῶν ἀνθρώπων παρὰ τοῦ Θεοῦ δηλῶν, Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, φησί. Καὶ ποίαν λέγει τιμήν; Ἄκουσον αὐτοῦ ἐν ἑτέρῳ ψαλμῷ λέγοντος· Ἠλάττω‐ σας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εἶτα ἐξηγούμενος τὴν
55τιμὴν, ἐπάγει· Πάντα ὑπέταξας ὑποκάτω ποδῶν
αὐτοῦ, πρόβατα, καὶ βόας ἁπάσας· ἔτι δὲ καὶ τὰ

55

.

233

κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Καὶ γὰρ μεγίστη τοῦτο τιμὴ, τὸ πάντων τῶν ὁρωμένων αὐτῷ τὰ σκῆπτρα ἐπιτρέ‐
5ψαι, καὶ ταῦτα μηδέπω κατωρθωκότι μηδέν. Οὐδέπω γὰρ αὐτὸν πλάσας, ἔλεγε· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα, καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. Εἶτα ἑρ‐ μηνεύων τὸ, Κατ’ εἰκόνα, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς
10γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. Καὶ τὸν βραχὺν τοῦτον, καὶ τρίπηχυν, καὶ τοσούτῳ τῶν ἀλό‐ γων ἐλάττονα κατὰ τὴν τοῦ σώματος ἰσχὺν, τῇ τοῦ λόγου συγγενείᾳ ὑψηλότερον πάντων ἐποίησε, λο‐ γικὴν ψυχὴν αὐτῷ χαρισάμενος, ὅπερ ἐστὶ μάλιστα
15τιμῆς τεκμήριον. Διὰ γὰρ τούτου καὶ πόλεις ᾠκοδό‐ μησε, καὶ θάλασσαν ἔτεμε, καὶ γῆν ἐκαλλώπισε, καὶ τέχνας μυρίας ἐξεῦρε, καὶ τῶν ἀγριωτέρων ἀλόγων περιεγένετο, καὶ τὸ δὴ πάντων μέγιστον καὶ πρῶ‐ τον, τὸν ποιήσαντα αὐτὸν ἐπέγνω Θεὸν, καὶ πρὸς
20ἀρετὴν ἐχειραγωγήθη, καὶ ἔγνω τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Θεῷ προσεύχεται τῶν ὁρωμένων μόνος, ἀποκαλύψεων ἀπέλαυσε, καὶ τοῦτο μόνος πάλιν· πολλὰ τῶν ἀποῤῥήτων ἔγνω, τὰ ἐν τοῖς οὐρανοῖς ἐπαιδεύθη· δι’ αὐτὸν γῆ, δι’ αὐτὸν οὐρανὸς, δι’ αὐτὸν
25ἥλιος, καὶ ἀστέρες· δι’ αὐτὸν σελήνης δρόμοι, καὶ ὡρῶν καὶ τροπῶν διαφοραί· δι’ αὐτὸν καρπῶν γε‐ νέσεις, καὶ φυτὰ, καὶ ἀλόγων γένη τοσαῦτα· δι’ αὐ‐ τὸν ἡμέρα καὶ νύξ· δι’ αὐτὸν ἀπόστολοι καὶ προφῆται ἐπέμφθησαν, δι’ αὐτὸν ἄγγελοι πολλάκις ἀπεστάλη‐
30σαν. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδὲ γὰρ δυνατὸν ἅπαντα ἐπελθεῖν. Δι’ αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἐσταυρώθη, καὶ ἐτάφη, καὶ τὰ φρικώδη θαύματα ἐκεῖνα μετὰ τὴν ἀνάστασιν δι’ αὐτὸν γέγονε. Δι’ αὐτὸν νόμος, δι’ αὐτὸν ὁ παρά‐
35δεισος, δι’ αὐτὸν ὁ κατακλυσμός. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τιμῆς εἶδος, καὶ δι’ εὐεργεσίας καὶ τιμω‐ ρίας αὐτὸν διορθοῦν. Δι’ αὐτὸν μυρίαι κατὰ τὸν ἔμ‐ προσθεν χρόνον ἅπαντα οἰκονομίαι. Καὶ αὐτὴ δὲ ἡ κρίσις ἡ μέλλουσα ἔσεσθαι τῆς εἰς αὐτὸν τιμῆς ἕνεκα
40γίνεται. Διὸ καὶ ὁ Ἰώβ φησι, Τί ἐστιν ἄνθρωπος, ὅτι ἤγαγες αὐτὸν εἰς κρίσιν; ὥσπερ ἀλλαχοῦ ὁ αὐτὸς ψαλμῳδὸς οὗτός φησι· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; Δι’ αὐτὸν πάλιν ὁ Μονογενὴς ἥξει τὰ μυρία διδοὺς ἀγαθά. Τὰ μὲν γὰρ ἔδωκεν
45ἤδη διὰ τοῦ βαπτίσματος, καὶ τῶν μυστηρίων, καὶ τῆς ἄλλης μυσταγωγίας παρασχεθέντα ἀγαθὰ, καὶ θαυμάτων ἑτέρων τὴν γῆν ἐνέπλησε· τὰ δὲ ὑπ‐ έσχετο δώσειν, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ κληρονόμους αὐτοῦ ποιήσειν,

55

.

233

(50)

καὶ παρασκευάζειν συμβασιλεύειν αὐτῷ. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύ‐ σομεν. Ταῦτ’ οὖν ἅπαντα λογιζόμενος ὁ Προφήτης, εἰκότως ἀλόγοις παραβάλλει τοὺς τὴν τοσαύτην εὐ‐ γένειαν τῇ κακίᾳ παραδεδωκότας, καὶ πρὸς τὰ ἐκεί‐
55νων αὐτομολήσαντας πάθη. Ποιοῦσι δὲ αὐτὰ καὶ ἕτεροι προφῆται, τῇ συγκρίσει τὸν ἀναίσχυντον ἀκροατὴν ἐντρέψαι βουλόμενοι. Καὶ ὁ μέν φησιν, Ἵπποι θηλυμανεῖς ἐγένοντο· ὁ δὲ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυ‐
60ρίου αὐτοῦ, χαλεπώτερον τοῦ Δαυῒδ οὕτω λέγων. Ὁ
μὲν γὰρ Δαυΐδ φησι, Παρασυνεβλήθη τοῖς κτή‐Column end

55

.

234

νεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ἐκεῖνος δὲ, ὅτι καὶ τούτων ἀλογώτεροι γεγόνασιν· ἐκεῖνα γὰρ ἔγνω τὸν κτησάμενον, Ἰσραὴλ δέ με οὐκ ἔγνω, φησί. ηʹ. Καὶ ἀλλαχοῦ δὲ ἕτερός τις σοφὸς ἀνὴρ χείρονα
5δεικνὺς καὶ μυρμήκων τὸν νωθῆ, καὶ ἀναπεπτωκότα, καὶ ὑπὸ ἀργίας διαφθειρόμενον, ἐκεῖ πέμπει μαθησόμενον φιλοπονεῖν, Ἴθι, λέγων, πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐ‐ τοῦ. Ἐκεῖνος γὰρ, γεωργίου μὴ ὑπάρχοντος αὐτῷ,
10μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, καὶ πολλὴν ποιεῖται ἐν τῷ ἀμήτῳ τὴν παράθεσιν. Καὶ πρὸς τὴν μέλιτταν πάλιν ἰέναι κελεύει· Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἀρχὴ
15γὰρ γλυκασμάτων ὁ καρπὸς αὐτῆς, ἧς τοὺς πό‐ νους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσ‐ φέρονται. Ἕτερος δέ φησιν· Οἱ ἄρχοντές σου ὡς λύκοι τῆς Ἀραβίας. Καὶ ἄλλος, Ἐκάθισας ἐν τῇ ἐρήμῳ, ὡς κορώνη. Ὁ δὲ τοῦ Ζαχαρίου, Ὄφεις,
20γεννήματα ἐχιδνῶν, λέγει, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Καὶ ἄλλος δὲ πάλιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Ἀλλαχοῦ δὲ ὁ αὐτὸς οὗτος προφήτης φησί· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ πά‐
25λιν, Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τοσοῦτον, καὶ τηλικοῦ‐ τον, καὶ τοσαῦτα διαδήματα ἔχοντα, πρὸς τὴν τῶν ἀλόγων καταβάλλει δυσγένειαν. Διὸ καὶ ἐν τῷ παρόντι ψαλμῷ δύο κακίας ἐπιλεξάμενος εἴδη, καὶ
30τὰ ἄλλα τοὺς ἀκροατὰς ἀφεὶς συλλογίζεσθαι, οὕτω στίζει τοὺς ἁλόντας. Τί γὰρ ἀνθρώπου γένοιτ’ ἂν ἀλογώτερον, εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ τῆς ἑαυ‐ τοῦ κεφαλῆς τὴν οἰκουμένην περιτρέχοντος, καὶ συν‐ άγοντος ἄπειρα χρήματα, οὐχ ἑαυτῷ, ἀλλ’ ἑτέροις
35ἀγνοουμένοις, πολλάκις δὲ καὶ ἐχθροῖς καὶ ἐπιβού‐ λοις; Καὶ καλῶς εἶπε· Καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Τί γὰρ ἀνοητότερον, ὅταν οὗ‐ τοι μὲν τοὺς πόνους καὶ τὰς ἁμαρτίας ὑπομένωσι τὰς ἐκ τῆς συλλογῆς, ἑτέροις δὲ τῆς ἀπολαύσεως
40παραχωρῶσιν; Εἶτα μετὰ τῆς φιλοχρηματίας καὶ τὴν κενοδοξίαν εἰς μέσον ἄγων, στίζει μετὰ πολλῆς τῆς σφοδρότητος, λέγων· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί τούτων ἀλο‐ γώτερον πάλιν, οἳ λίθοις, καὶ ξύλοις, καὶ ἀψύχῳ
45ὕλῃ τὴν ἑαυτῶν ἐγχειρίζουσι μνήμην, καὶ τὴν οἰ‐ κείαν ἐμπιστεύουσι δόξαν; Καὶ γὰρ ὁλοκλήρους οὐ‐ σίας ἀνέτρεψαν, καὶ χήρας ἀπέδυσαν, καὶ ὀρφανοὺς ἥρπασαν, ὥστε τῷ σκώληκι λαμπρὰν ποιῆσαι τὴν οἰκίαν, καὶ τῷ σητὶ καὶ τῇ φθορᾷ λαμπροὺς οἰκοδο‐

55

.

234

(50)

μῆσαι περιβόλους, τῷ νομίζειν ὑπὸ τούτων ἀθάνατον ἔσεσθαι αὐτῶν τὴν μνήμην, τῶν οὐδὲ τὰ σώματα μι‐ κρὰν καιροῦ ῥοπὴν κατασχεῖν δυνηθέντων. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ποία αὕτη ὁδὸς, εἰπέ μοι; Ἡ περὶ τὰ τοιαῦτα σπουδὴ, ἡ ματαιοπο‐
55νία, ἡ πολλὴ τῶν χρημάτων μανία, ἡ ἀκόρεστος τῆς δόξης μέθη· καὶ πρὸ τῆς κολάσεως, φησὶ, τῆς μελ‐ λούσης ἐνταῦθα αὐτοῖς σκάνδαλον καὶ ἐμπόδιον γί‐ νεται. Οὐ μικρὸν οὖν σκάνδαλον, οὐ μικρὸν ἐμπό‐ διον, οὐ μικρὸν κώλυμα αὕτη ἡ ὁδὸς πρὸς τὴν τῆς
60ἀρετῆς ἐργασίαν. Διό φησιν, Αὕτη ἡ ὁδὸς σκάν‐
δαλον αὐτοῖς. Καὶ καλῶς εἶπε σκάνδαλον αὐτοῖς τὴν

55

.

235

ὁδόν. Ἑαυτοὺς δεσμοῦσιν, ἑαυτοὺς συμποδίζουσι. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐ‐ δοκήσουσι. Τὸ χαλεπώτατον, καὶ τῶν λοιπῶν αἴ‐ τιον τῶν κακῶν, τοῦτό ἐστιν, ὅπερ εἴρηκεν. Οἱ γὰρ
5τοιαῦτα ἁμαρτάνοντες, καὶ πλημμελοῦντες καὶ οὕ‐ τως ἀνοηταίνοντες, μακαρίζουσιν ἑαυτοὺς, καὶ θαυ‐ μάζουσι, καὶ ζηλωτοὺς ἑαυτοὺς εἶναί φασι, καὶ ἀρέ‐ σκονται τοῖς πραττομένοις· κακία δὲ ἐπαινουμένη καὶ παρ’ αὐτῶν τῶν ἐργαζομένων ἐννόησον ἡλίκην
10λαμβάνει τῆς πονηρᾶς ἐπιθυμίας προσθήκην. Εἰ γὰρ κακιζομένη, εἰ γὰρ ὑβριζομένη, εἰ γὰρ ἐλεγχο‐ μένη, εἰ γὰρ ὑπὸ τοῦ συνειδότος τῶν ὁπωσδήποτε νηφόντων μαστιγουμένη, ξαινομένη, μισουμένη, οὕτως ἀναισχύντως ἀνθεῖ, καὶ καθ’ ἑκάστην αὔ‐
15ξεται τὴν ἡμέραν· ὅταν μὴ μόνον τὰ κωλύοντα αὐτὴν μὴ ᾖ, οἷον ἡ κατηγορία, τοῦ συνειδότος ὁ ἔλεγχος, τὸ ἐπιλαμβάνεσθαι τῶν γινομένων, τὸ με‐ τανοεῖν ἐν τοῖς πραττομένοις, τὸ καταδύεσθαι, τὸ ἐγκαλύπτεσθαι, τὸ στένειν, τὸ θρηνεῖν, ἀλλὰ τοὐ‐
20ναντίον ἅπαν, καὶ ἐπαινῶσιν ἑαυτοὺς οἱ ἐργαζόμε‐ νοι, καὶ ἐγκώμια ἑαυτῶν ὑφαίνωσι, καὶ τῶν ἄλλων βελτίους κατὰ τοῦτο αὐτὸ εἶναι νομίζωσι, καὶ μετὰ τὸ πρᾶξαι ἐπαινῶσι τὰ γεγενημένα (τοῦτο γάρ ἐστι, Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκή‐
25σουσι)· ποῦ οὐκ ἂν ἐκτραπεῖεν; Οὕτω γάρ εἰσι παραπλῆγες, οὕτω παραπαίουσιν, ὡς καὶ μετὰ τὴν πλήρωσιν τῆς ἐπιθυμίας, ὅτε μάλιστα ὁρῶντας τὴν παρανομίαν αἰσχύνεσθαι ἔδει, γαυροῦνται, κορυφοῦν‐ ται, ἀρέσκονται τῷ γεγενημένῳ. Τοιοῦτον γὰρ ἡ
30ἁμαρτία· πρὸ μὲν τοῦ πραχθῆναι, συσκιάζει ἑαυτῆς τὸ εἰδεχθὲς, τῇ μέθῃ τῆς ἡδονῆς περιστέλλουσα αὑ‐ τῆς τὸ βδελυρόν· ἐπειδὰν δὲ πραχθῇ, καὶ ἡ μὲν ἡδονὴ τῆς ἐπιθυμίας κατὰ μικρὸν ἀναχωρήσῃ, ἡ δὲ τοῦ συνειδότος κατηγορία ἐπέλθῃ, γυμνοὺς μαστί‐
35ζουσα τοὺς λογισμοὺς, τότε μάλιστα φαίνεται αὐτῆς τὸ βλαβερόν. Οὗτοι δὲ οὐδὲ μετὰ τὸ πληρῶσαι, ἀλλ’ ὅταν ἴδωσι τὸν πλοῦτον ὀγκωθέντα, τοὺς τάφους ἐγηγερμένους, τὰς ματαίας οἰκοδομὰς ἀπηρτισμένας, δέον τότε γοῦν κατανυγῆναι καὶ στενάξαι, οἱ δὲ καὶ
40μετὰ ταῦτα, μετὰ τὸ ἔργον, μετὰ τὴν πλήρωσιν, τότε ἔτι μειζόνως νοσοῦσιν. Ἐπεὶ οὖν τὰ παρ’ αὐ‐ τῶν οἴχεται, ἕπεται λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ. θʹ. Ὥσπερ γὰρ οἱ κατακρίνοντες ἑαυτοὺς ἐφ’ οἷς ἁμαρτάνουσι, προλαμβάνοντες ἀποκρούονται τὴν παρὰ
45τοῦ Θεοῦ ψῆφον, καθάπερ καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· οὕτως οἱ νοσοῦντες ἀμετανόητα, καὶ ἁμαρτάνοντες, μὴ κατα‐ γινώσκοντες δὲ ὧν ἐπλημμέλησαν, μετὰ πολλῆς τῆς σφοδρότητος ἐπισπῶνται τὴν παρὰ τοῦ Θεοῦ τιμω‐

55

.

235

(50)

ρίαν ἑαυτοῖς. Ἐπεὶ οὖν καὶ οὗτοι ἢ τὰ ἀλλότρια ἁρ‐ πάζοντες, ἢ τὰ οἰκεῖα μάτην καὶ εἰκῆ δαπανῶντες, ἅπερ εἰς πένητας ἀναλίσκειν ἐχρῆν, εἰς τάφους, καὶ σκώληκας, καὶ σῆτας δαπανῶσι, καὶ οὐ μετανοοῦσιν ἐπὶ τῶν γεγενημένων, ἀλλὰ ἀνίατα μένουσι νοσοῦν‐
55τες, ἄκουσον τί γίνεται λοιπόν. Τί δὴ οὖν γίνεται; Τιμωρίᾳ τῇ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ ἐπήγαγεν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θάνατος ποι‐ μανεῖ αὐτούς· οὐ τὸ ἥμερον ἐνταῦθα διὰ ὀνόματος τῶν προβάτων δηλῶν (τί γὰρ ἐκείνων ἀγριώτερον
60γένοιτ’ ἂν, τῶν παρορώντων μὲν γυμνὰ σώματα
πενήτων, καὶ γαστέρας τηκομένας λιμῷ, καλλωπι‐Column end

55

.

236

ζόντων δὲ οἴκους φθορᾷ, καὶ σκώληκι, καὶ σητί;), ἀλλὰ τὸ εὔκολον αὐτῶν τῆς ἀπωλείας, τὴν ἐξ ἐπι‐ δρομῆς πανωλεθρίαν, τὸ εὐχείρωτον τοῖς ἐπιβου‐ λεύουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνθρώπου κακίᾳ
5συζῶντος. Ὅπερ καὶ οὗτοι πείσονται· καὶ οὕτω κα‐ τακοπήσονται, οὕτως ἀπολοῦνται ἄρδην, καὶ εἰς τὸν ᾅδην ἀπελεύσονται ῥᾳδίως, εὐκόλως, συντόμως, ἀπο‐ νητὶ, ὡσανεὶ πρόβατα κατακοπτόμενα. Τοῦτο θάνατος, μᾶλλον δὲ πρᾶγμα θανάτου πολὺ χαλεπώτερον. Μετὰ
10γὰρ τὴν τοιαύτην τελευτὴν ἀθάνατος αὐτοὺς διαδέξεται θάνατος, διὰ τοῦτο οὐδαμοῦ εἰς κόλπους Ἀβραὰμ, οὐδὲ εἰς ἄλλο χωρίον φαίνονται ἀπιόντες, ἀλλ’ εἰς τὸν ᾅδην, τὸ τῆς τιμωρίας, τὸ τῆς κολάσεως, τὸ τῆς πανωλε‐ θρίας ὄνομα. Καὶ ἡ ἐνταῦθα αὐτῶν τελευτὴ εὐτελὴς,
15καὶ εὐκαταφρόνητος, καὶ ἡ ἐκεῖ διατριβὴ κολάσεως γέμουσα. Οὕτω καὶ ἡμῖν ἔθος λέγειν περὶ τῶν εὐ‐ κόλως ἀπολλυμένων· Ὡς πρόβατον ὁ δεῖνα ἐσφάγη. Ἐπειδὴ γὰρ ὡς ἄλογα ἔζων, καὶ ὡς ἄλογα ἀπόλ‐ λυνται, οὐκ ἔχοντες περὶ τῶν μελλόντων ἐλπίδα χρη‐
20στήν· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ἐπὶ κακῷ· Θάνατος ποιμανεῖ αὐτούς. Ἐνταῦθά μοι τὸν θάνατον δοκεῖ λέγειν, τὴν ἀπ‐ ώλειαν τὴν ἐκεῖ, τὴν τιμωρίαν, καθάπερ καὶ ἀλλαχοῦ φησι· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀπολεῖται·
25οὐ τὴν τοῦ εἶναι ἀναίρεσιν, ἀλλὰ τὴν τιμωρίαν πα‐ ραδηλῶν. Καὶ ἐπιμένει τῇ μεταφορᾷ τῆς λέξεως. Ἐπειδὴ γὰρ εἶπε πρόβατα, ἔδειξεν αὐτῶν καὶ τὸν ποιμένα. Τίς δὲ οὗτος; Ὁ σκώληξ ὁ ἰοβόλος, τὸ σκότος τὸ ἀτελεύτητον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ βρυγμὸς τῶν
30ὀδόντων. Ὅρα τοίνυν αὐτοὺς πάντοθεν κολαζομένους. Ἐν τῇ ζωῇ, ὅτι πρὸς ἀρετὴν ἐνεποδίσθησαν, ὅτι κα‐ κίας ἐγένοντο δοῦλοι, καὶ αἰχμάλωτοι, καὶ περιττὸν ἐπόνησαν πόνον καὶ καταγέλαστον· ἐν τῇ τελευτῇ, ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπώλοντο· ἐν τῷ καιρῷ
35τῷ μετὰ τὴν τελευτὴν, ὅτι διαπαντὸς ὑπὸ τῆς ἀπ‐ ωλείας κατέχονται. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἐπειδὴ πολλοὶ τῶν παχυτέρων, καὶ πρὸς ἀναισθησίαν λίθων ἐκβεβηκότων, οὐκ ἔχουσι περὶ τῶν μελλόντων ἐλπίδα σαφῆ, οὔτε τετρανωμέ‐
40νην, ἀλλὰ πρὸς τὰ παρόντα κεχήνασι καὶ πρὸς τὰ ὁρώμενα, καταπλήττει τοὺς τοιούτους αἰνιγματω‐ δῶς. Εἶτα διὰ βραχέων τὰ μέλλοντα αἰνιξάμενος, πάλιν ἐπὶ τὴν ἐν τῷ παρόντι βίῳ γινομένην αὐτῶν εὐτέλειαν καὶ τιμωρίαν μετατίθησι τὸν λόγον, δεικνὺς
45αὐτῶν τὸ ἀσθενὲς, τὸ εὐτελὲς, τὸ εὐκαταφρόνητον, καὶ ὅτι κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς ἀρετὴν μετιοῦσίν εἰσιν. Διό φησι, Κατακυριεύ‐ σουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ, τουτέστι, ταχέως,

55

.

236

(50)

διηνεκῶς, καὶ οὐδὲ χρόνου δεήσονται, οὐδὲ πόνου, οὐδὲ μελλήσεώς τινος. Τοιαύτη γὰρ ἡ τῶν πραγμά‐ των φύσις, τῇ ἀρετῇ τὴν κακίαν δουλεύειν, καὶ τρέ‐ μειν αὐτὴν, καὶ δεδοικέναι, κἂν μυρία ἐπιτρίμματα αὕτη ἔχῃ, καὶ πολλὰς τὰς ὑπογραφὰς, ἐκείνη
55δὲ γυμνὴ ᾖ, καθ’ ἑαυτὴν ἀγωνιζομένη. Καὶ μὴν τοὐναντίον ὁρῶμεν, φησὶ, τούτους ἐκείνων κρατοῦν‐ τας. Ἀλλὰ μὴ τὸ σφάλμα τῆς τῶν πολλῶν διανοίας ἴδωμεν· τοῦτο γὰρ πεπλανημένης ὑπολήψεώς ἐστι ψῆφος· ἀλλ’ αὐτὴν τῶν πραγμάτων τὴν ὀρθὴν κρίσιν
60διευκρινήσωμεν, καὶ ὄψει τοῦτον κρατοῦντα τὸν λό‐
γον. Ἔστω γάρ τις πονηρὸς δεσπότης, καὶ οἰκέτης

55

.

237

χρηστός· μᾶλλον δὲ, εἰ βούλει, ἐφ’ ἕτερον μεῖζον ὑπόδειγμα τὸν λόγον ἀνάγωμεν· Ἔστω βασιλεὺς πο‐ νηρὸς, καὶ ἰδιώτης χρηστὸς, ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· τίς ὁ
5κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσό‐ μεθα τοῦτο; Ἐπιταττέτω τῷ ἰδιώτῃ ὁ βασιλεὺς πο‐ νηρόν τι πρᾶγμα καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴ‐ ξει, οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπι‐
10τάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθα‐ νεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικώς· ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Καὶ ἵνα μὴ ἐπὶ παραδείγματος ἀδιορίστου τὸν λόγον προαγάγωμεν, ἡ τοῦ Πεντε‐
15φρῆ γυνὴ ἡ Αἰγυπτία οὐχὶ βασιλὶς ἦν; οὐχὶ πάσης Αἰγύπτου ἐκράτει; οὐχὶ σύνοικον εἶχε βασιλέα; οὐ πολλὴν περιεβάλλετο δυναστείαν; Τί δὲ ὁ Ἰωσήφ; οὐ δοῦλος; οὐκ αἰχμάλωτος; οὐκ ἀργυρώνητος οἰκέτης; οὐ μετὰ πάσης τῆς παρατάξεως αὐτῆς ὡπλίσατο
20κατὰ τοῦ νεανίσκου, οὐχ ἑτέρῳ τὸν πόλεμον ἐγχει‐ ρίσασα, ἀλλ’ αὐτὴ πρὸς τὴν παράταξιν ἐλθοῦσα; Τίς οὖν ἐν δουλείᾳ τότε ἦν, τίς δὲ ἐν ἐλευθερίᾳ; ἡ δεομένη, καὶ παρακαλοῦσα, καὶ ἱκετεύουσα, καὶ οὐδὲ ἀνθρώπου, ἀλλὰ πονηροτάτου πάθους αἰχμάλωτος
25γενομένη· ἢ ὁ καταφρονῶν καὶ διαδήματος, καὶ σκή‐ πτρου, καὶ ἁλουργίδος, καὶ τῆς φαντασίας ἐκείνης ἁπάσης, καὶ ἀνακόπτων αὐτῆς τὰ μηχανήματα; Οὐχ ἡ μὲν ἀπῆλθε παρακρουσθεῖσα, καὶ ἑτέρῳ πάλιν πάθει γενομένη δούλη, τῷ θυμῷ τῷ ἀλόγῳ, τῇ μιαι‐
30φονίᾳ· ὁ δὲ ἐξῆλθε μυρίους στεφάνους ἐπὶ τῆς κε‐ φαλῆς ἔχων, καὶ ἐν αὐτῇ τῇ δουλείᾳ τὴν ἐλευθερίαν μειζόνως διαλάμπουσαν δεικνύς; ιʹ. Οὐδὲν γὰρ οὕτως ἐλεύθερον ὡς ἀρετὴ, οὐδὲν οὕτω δοῦλον ὡς κακία. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησί τις·
35Σοφὸς οἰκέτης κρατήσει δεσποτῶν ἀφρόνων, Ὥσπερ γὰρ αἰχμάλωτος, κἂν μυρίον ἔχῃ πλοῦτον, δι’ αὐτὸ τοῦτο μάλιστα πᾶσίν ἐστιν εὐάλωτος· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, ἀράχνης ἐστὶν εὐτελέστερος. Τί δὲ ἐν πολέμῳ; οὐχὶ τούτους ὁρῶμεν
40κρατοῦντας; Τί δὲ ἐν πράγμασι καὶ βουλαῖς; οὐ τὰ τούτων ἕστηκε, κἂν μηδεὶς ὁ πειθόμενος ᾖ; Τί δὲ ἐν τοῖς μετὰ ταῦτα; οὐχ ὁ μὲν πλούσιος, καθάπερ προσ‐ αίτης, σταγόνα ᾔτει, καὶ οὐκ ἐπετύγχανεν; ὁ δὲ πέ‐ νης, ἐπειδὴ σπουδαῖος καὶ ἐνάρετος ἦν, οὐκ ἐν μεγί‐
45στῃ εὐπραγίᾳ ἦν, τὴν αὐτὴν τῷ Ἀβραὰμ λῆξιν ἔχων; Τί δὲ ἐπὶ τῶν ἀποστόλων; οὐχὶ δεσμούμενοι, μαστιγούμενοι, μυρία πάσχοντες δεινὰ, τῶν ταῦτα ποιούντων περιεγίνοντο; Ἐννόησον γοῦν εἰς ὅσην αὐ‐ τοὺς ἀπορίαν ἐνέβαλον, ὡς ἐκείνους λέγειν· Τί ποιή‐

55

.

237

(50)

σομεν τοῖς ἀνθρώποις τούτοις; Καίτοι δεδεμένους εἶχον, καὶ ἐν μέσῳ δικαστηρίων συνειλημμένους· καὶ οἱ μὲν ἐν τάξει δικαστῶν, καὶ ἀρχόντων, οἱ δὲ ἐν τάξει δικαζομένων εἱστήκεισαν, ἀλλ’ ὅμως οὗτοι τού‐ των ἐκράτησαν. Καὶ πανταχοῦ, εἴ τις μετὰ ἀκριβείας
55ἐπεξίοι τῷ λόγῳ, τὸν ἐνάρετον ὄψεται τοῦ πονηροῦ κρατοῦντα, τὴν κυρίως κράτησιν, οὐ ταύτην τὴν τῶν πολλῶν καὶ ψευδῆ, τὴν πεπλανημένην καὶ ῥᾳ‐ δίως ἐλεγχομένην, ἀλλ’ ἐκείνην τὴν πεπηγυῖαν καὶ
ἀκίνητον. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐνColumn end

55

.

238

τῷ ᾅδῃ· τουτέστιν, ἀσθενήσει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον ἐνταῦθα εὐχείρωτοι ἔσονται, μηδενὸς ἀμύνοντος, μηδενὸς χεῖρα ὀρέγοντος, πᾶσι προκεί‐ μενοι, ἀλλὰ καὶ τὸ χαλεπώτερον, οὐδὲ ἐκεῖ ἕξουσί
5τινα τὸν παριστάμενον, καὶ βοηθοῦντα, καὶ χεῖρα ὀρέγοντα, καὶ παραμυθούμενον αὐτῶν τὴν τιμωρίαν. Οὕτω γοῦν οὔτε αἱ παρθένοι αἱ φρόνιμοι μωραῖς βοηθῆσαι ἴσχυσαν, οὐχ ὁ Ἀβραὰμ τῷ πλουσίῳ, οὐ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, υἱοῖς καὶ θυγατράσι. Τὸ
10γὰρ, Παλαιωθήσεται, ἀσθενήσει ἐστὶν, ἀφανισθήσε‐ ται· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν. Οὗ μάλιστα ἐπεθύμουν, δι’ ὃ πάντα ἐποίουν καὶ ἐπραγματεύοντο, ὥστε καὶ μετὰ τελευτὴν δόξης ἀπο‐
15λαῦσαι πολλῆς, διὰ τῶν χρημάτων, διὰ τῶν οἰκοδομη‐ μάτων, διὰ τῶν τάφων, διὰ τῶν ὀνομάτων τῶν ἐπι‐ κειμένων τοῖς τάφοις· καὶ τούτου, φησὶν, ἐκπεσοῦν‐ ται, ὃ μάλιστα αὐτοὺς ἐλύπει ζῶντας καὶ ταῦτα μανθάνοντας. Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ κατηγορίαι
20τῶν ἀπελθόντων εἰσί. Κἂν γὰρ τὸ σῶμα τῇ γῇ κρύ‐ πτηται, ἀλλ’ ὅμως οἱ λίθοι φωνὴν ἀφιᾶσι, καθ’ ἑκά‐ στην αὐτῶν κατηγοροῦντες ἡμέραν τῆς ὠμότητος, τῆς ἀναισχυντίας, τοὺς κοινοὺς ἐχθροὺς ἀνακηρύττοντες, τοὺς παριόντας ἀεὶ εἰς ἀρὰς ἐπισπώμενοι, καὶ ἐγκλή‐
25ματα, καὶ διαβολάς. Ποία οὖν αὕτη δόξα, καταλιμ‐ πάνειν κατήγορον μὴ σιγῶντα, ἀλλὰ διὰ τῆς ὄψεως τὰ πάντων ἀνοίγοντα στόματα, καὶ πρὸς τοὺς ὁρῶντας ἅπαντας καὶ παριόντας σφοδροτάτην ποιούμενον τὴν ἐντυχίαν κατὰ τῶν οἰκοδομησαμένων; Τί ταύτης τῆς
30ἀνοίας γένοιτ’ ἂν ἴσον, ὅταν ποιῶσιν ἀφ’ ὧν κολά‐ ζονται, ἀφ’ ὧν καταισχύνονται, ἀφ’ ὧν κατηγοροῦν‐ ται, ἀφ’ ὧν καὶ μετὰ τελευτὴν παρὰ πολλῶν ἀνορύτ‐ τονται· ἀφ’ ὧν αὐτοῖς ἀραὶ, καὶ διαβολαὶ, καὶ ἐγκλή‐ ματα μυρία, καὶ παρὰ τῶν ἠδικημένων, καὶ τῶν
35οὐκ ἠδικημένων; Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Εἰπὼν τῶν πονηρῶν τὰ ἐπίχειρα, τῆς ἁμαρτίας τὰ ὀψώνια, λέγει καὶ τὰ τῶν χρηστῶν ἔπαθλα· ὃ καὶ αὐ‐ τῷ καὶ ἑτέροις προφήταις ποιεῖν ἔθος, ὥστε ἑκατέ‐
40ρωθεν ῥυθμίζειν τὸν ἀκροατὴν, καὶ ἐκ τῆς κολάσεως τῶν ἁμαρτημάτων, καὶ ἐκ τῶν ἐπάθλων τῆς ἀρετῆς. Τὰ μὲν οὖν ἐκείνων τοιαῦτα, φησίν· ἀτιμία, ματαιοπονία, ἄνοια, γέλως, αἰσχύνη, πανωλεθρία, θάνατος, τιμωρία, κόλασις διηνεκὴς, τὸ εὐεπηρέαστον,
45τὸ καὶ δόξης καὶ ἀσφαλείας ἐκπεπτωκέναι, καὶ ζῶν‐ τας καὶ τελευτῶντας, τὸ διαβάλλεσθαι, τὸ κατηγορεῖ‐ σθαι, τὸ μηδεμίαν εὑρίσκειν παραμυθίαν κακῶν. Τὰ δὲ ἡμέτερα τοὐναντίον ἅπαν, ἀπαλλαγὴ κολάσεως, ἐλευθερία ψυχῆς, ἀσφάλεια, δόξα, τιμή. Ταῦτα γὰρ

55

.

238

(50)

πάντα ᾐνίξατο, εἰπών· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· ᾅδην ἐνταῦθα τὴν κόλασιν λέγων, τὰς ἀφορήτους ἐκείνας ὀδύνας. Ἐννόησον δὲ καὶ ἡλίκα τὰ τῆς τιμῆς, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἐπαγομένῳ. Ὅταν γὰρ
55λαμβάνῃ με, φησὶ, τότε αὐτὸν ἀκριβέστερον ὄψομαι ἢ νῦν. Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, τότε δὲ πρόσωπον κατὰ πρόσωπον. Τῆς δὲ ψυχῆς λυτρουμένης, καὶ τὸ σῶμα κοινωνήσει τῶν
ἀγαθῶν. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ

55

.

239

ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Τούτων οὕτως ἐχόντων, φησὶ, τί δέδοικας τὰ παρόντα; τί σε λυπεῖ πενία; τί φοβῇ τὸν εὔπορον; Ἤκουσας τὰ περὶ τῆς ἀναστάσεως, καὶ τῆς τῶν ἀγαθῶν λήξεως, καὶ
5τῆς τῶν πονηρῶν τιμωρίας; Τί τοίνυν δέδοικας λοιπὸν τὰς σκιάς; Τὰ μὲν γὰρ μόνιμα καὶ πεπη‐ γότα, ἐκεῖνα· ταῦτα δὲ, ἄνθεσι μαραινομένοις ἔοικε. Διὸ καὶ πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὴν ἀκρόπολιν τῶν κακῶν ἐπήδησε, τοῦ πλούτου τὴν ἐπιθυμίαν· ταύτης
10γὰρ καταβληθείσης, καὶ τὰ ἄλλα συγκαταλύεται. ιαʹ. Καὶ πῶς μὴ φοβηθῶ, φησὶ, τοσαῦτα δυναμένους; Πρόσκαιρος ἡ δυναστεία, μονόωρος ἡ ἰσχὺς, παρ‐ οδεύεται ἡ εὐημερία, σκιὰς μιμεῖται καὶ ὀνείρατα τὰ χρήματα, καὶ ὁ πλοῦτος, καὶ ἡ τοσαύτη τιμή· διὸ
15καὶ ἐπήγαγεν· Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ· τὴν αἰτίαν τιθεὶς τοῦ μὴ δεδοικέναι τὰ πρόσκαιρα. Ἦλθεν ὁ θάνατος, φησὶ, τὴν ῥίζαν ἔτεμε, καὶ ἡ κόμη μετὰ τῶν φύλλων ἅπασα κατηνέχθη,
20καὶ πᾶσιν εὐχείρωτος ἡ οἰκία. Καθάπερ οὖν πρόβατα καὶ αἶγες ἐπιτίθενται δένδρῳ κειμένῳ μετὰ τὴν το‐ μὴν, οὕτω δὴ καὶ ἐπὶ τῶν οὕτω πλουτούντων πολ‐ λοὶ τῶν ἐχθρῶν, πολλοὶ τῶν φίλων, πολλοὶ τῶν εὐερ‐ γετηθέντων τὰ ἐκείνων λυμαινόμενοι εὑρίσκονται·
25καὶ ὁ τοσαῦτα περιβεβλημένος, καὶ τοσούτους οἰνο‐ χόους, μαγείρους, κρατῆρας ἀργυροῦς καὶ χρυσοῦς ἔχων, πλέθρα γῆς τόσα καὶ τόσα, οἰκίας, ἀνδράποδα, ἵππους, ἡμιόνους, καμήλους, στρατόπεδα οἰκετῶν, ἄπεισι μόνος, καὶ οὐδεὶς αὐτῷ συναπέρχεται, ἀλλ’
30οὐδὲ αὐτὰ λαμβάνων ἄπεισι τὰ ἱμάτια. Καὶ γὰρ ὅσῳ‐ περ ἂν λαμπρὰ περικέηται, τοσούτῳ δαψιλεστέραν ἄπεισι παρασκευάζων τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείονα τοῖς τυμβωρύχοις ἐπιθυμίαν, καὶ μείζονα κατὰ τοῦ ἀθλίου σώματος τὴν ἐπιβουλήν. Δι’ ὧν γὰρ
35καλλωπίζει μειζόνως, διὰ τούτων ὑβρίζεσθαι σφοδρό‐ τερον αὑτὸν κατασκευάζων, τὰς χεῖρας τῶν ἀνορυτ‐ τόντων τὰς θήκας ἐφ’ ἑαυτὸν ὁπλίζων καὶ καλῶν. Καὶ τί τοῦτο; φησίν· ἀλλ’ ἐνταῦθα μεγάλα κομπάζει, καὶ φυσᾷ μέχρι τῆς τελευτῆς. Μάλιστα μὲν πολλοὶ
40οὐδὲ μέχρι τῆς τελευτῆς· ἀλλ’ ἐπιβούλων τινῶν ἐπι‐ φυέντων αὐτοῖς, μυρίων καταδίκων χαλεπώτερα ἔπα‐ θον, καὶ τὰ χρήματα ἀφαιρεθέντες, καὶ ἀτιμίᾳ περι‐ βληθέντες, καὶ δεσμωτήριον οἰκήσαντες. Καὶ γὰρ ὁ χθὲς ἐν ὀχήματι, σήμερον ἐν ἁλύσει· ὁ χθὲς ὑπὸ κο‐
45λάκων θεραπευόμενος, ὑπὸ δημίων κυκλοῦται νῦν· ὁ μύρων ὄζων, αἵματι περιῤῥεῖται· ὁ κατακείμενος ἐπὶ στρωμνῆς ἁπαλῆς, ἐπ’ ἐδάφους ἔῤῥιπται σκλη‐ ροῦ· ὁ παρὰ πάντων θεραπευόμενος, παρὰ πάντων καταφρονεῖται. Ἀλλὰ καὶ μέχρι τελευτῆς τὰ πρὸς

55

.

239

(50)

κηδείαν αὐτῷ λαμπρὰ καὶ περιφανῆ. Καὶ τί πρὸς ἐκεῖνον τὸν οὐκ αἰσθανόμενον; Πλείων ἡ δυσωδία, μείζων ἡ βδελυγμία, σφοδρότερος ὁ φθόνος· καὶ γὰρ τελευτήσαντι διηνεκὴς τοῖς παιδίοις ὁ πόλεμος ἀπὸ τῆς πολυτελείας ἐκείνης. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ
55ῥήματος, καὶ τὴν ἐπίτασιν τῆς φιλοσοφίας. Οὐ γὰρ μόνον αὐτὸν ἐκ τοῦ μὴ συναποδημεῖν πλήττει, ἀλλὰ καὶ ἐνταῦθα αὐτὸν πάσης γυμνοῖ τῆς φαντασίας, καὶ οὐδὲ πλοῦτον ὄντα δείκνυσιν, οὐδ’ ὅταν ἀπολαύῃ αὐ‐ τοῦ ὁ κεκτημένος. Οὐ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ
60δόξα αὐτοῦ, ἀλλ’, Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. ΤαῦταColumn end

55

.

240

γὰρ ἅπαντα, ἅπερ ἀπηριθμησάμην, πηγαὶ, καὶ πε‐ ρίπατοι, καὶ βαλανεῖα, χρυσίον καὶ ἀργύριον, ἵπποι καὶ ἡμίονοι, καὶ τάπητες καὶ ἱμάτια, τοῦ οἴκου δόξα, οὐ τοῦ τὸν οἶκον οἰκοῦντος ἀνθρώπου.
5 Ἀνθρώπου γὰρ δόξα ἡ ἀρετὴ, ὅθεν καὶ συναποδη‐ μεῖ τῷ κεκτημένῳ. Αὕτη δὲ οἴκου δόξα μένει· μᾶλλον δὲ οὐδὲ μένει, ἀλλὰ μετὰ τοῦ οἴκου καὶ συγκαταλύεται, οὐδὲν τὸν ἐν αὐτῷ ἀναστραφέντα ὠφελήσασα· οὐδὲ γὰρ ἦν αὐτοῦ. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογη‐
10θήσεται. Εἰπὼν περὶ τοῦ πλούτου αὐτοῦ καὶ τῆς δόξης, ἐπὶ τὸν τῶν εὐφημιῶν διαβαίνει λόγον. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα τοῖς πλουσίοις περισπούδαστον, αἱ ἐν ἀγορᾷ κολακεῖαι, αἱ παρὰ τοῦ δήμου θεραπεῖαι, αἱ δημοτελεῖς εὐφημίαι, τὰ ὑποκρί‐
15σεως γέμοντα ἐγκώμια, καὶ μέγα εἶναι δοκεῖ τὸ καὶ ἐν θεάτροις, τὸ καὶ ἐν συμποσίοις, τὸ καὶ ἐν δικαστη‐ ρίοις κροτεῖσθαι, παρὰ πάντων ἀνακηρύττεσθαι, ζη‐ λωτοὺς εἶναι νομίζεσθαι, ὅρα καὶ τοῦτο πῶς καθαιρεῖ πάλιν ἀπὸ τοῦ χρόνου. Ἐν γὰρ τῇ ζωῇ αὐτοῦ, φησὶ,
20τουτέστιν, αὗται αἱ θεραπεῖαι, καὶ τὸ εὖ λέγεσθαι αὐτὸν, μέχρι τοῦ παρόντος βίου· μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο συγκαταλύεται, ὡς πρόσκαιρον, καὶ ἐπί‐ κηρον. Ἀλλὰ καὶ ἡνίκα ἂν γίνηται ἐκ παροχῆς τῶν εὐφημούντων, μετὰ τελευτὴν εἰς τοὐναντίον μεθίστα‐
25ται, ὅταν τὸ τοῦ φόβου προσωπεῖον περιαιρεθῇ. Ἐξ‐ ομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Ὅρα πῶς καὶ τὰς εὐεργεσίας αὐτῶν διαβάλλει. Σὺ μὲν γὰρ κο‐ λακεύεις καὶ θεραπεύεις, ὑποκρινόμενος πρόσκαιρόν τινα θεραπείαν καὶ ὑποκρίσεως γέμουσαν· ἐκεῖνος
30δὲ κἂν χάριτάς σοι ὁμολογήσῃ, ὠνούμενος παρὰ σοῦ τὸ τὰ ἀρέσκοντα αὐτῷ ποιεῖν, καὶ πολλοῦ τοῦτο ὠνού‐ μενος, τότε εὐχαριστήσει σοι, φησί. Τὸ γὰρ, Ἐξομο‐ λογήσεται, τοῦτό ἐστιν, ὅταν ἀγαθύνῃς αὐτῷ. Οὐκ εἶπεν, Ὅταν τι χρήσιμον ἐργάσῃ, ὅταν εὐεργετήσῃς,
35ἀλλ’, Ὅταν τὰ ἀρεστὰ αὐτῷ, καὶ κατὰ γνώμην ᾖ, καὶ κατὰ νοῦν ὑπηρετήσῃς· δεικνὺς, ὅτι ἑκα‐ τέρωθεν ἡ βλάβη, ἀπό τε τῆς πεπλασμένης κολακείας, καὶ ἀπὸ τῆς ἐπιβλαβοῦς διακονίας. Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψε‐
40ται φῶς. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Εἰσελεύσεται, ἤγουν μιμήσεται τὸν τῶν πατέρων ζῆλον, καὶ ἐκ πονηρῶν ὢν, πονη‐ ρίαν διαδέξεται· ἢ ἀντὶ τοῦ, Εἰ μὴ πράξας τι ἀγαθὸν,
45εὑρεθήσεται ἐκ τοῦ πλούτου οὐδὲν ὠφελούμενος· κα‐ ταλείψεται δὲ τοὺς πρὸ αὐτοῦ κειμένους ἐν κόνει ἄχρι τῆς κρίσεως, οὐδὲ φῶς ἰδεῖν δυνάμενος κατὰ τὸν τῆς φύσεως νόμον. Εἶτα πάλιν ἐπαναλαμβάνει τὰ προει‐ ρημένα λέγων· Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συν‐

55

.

240

(50)

ῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή‐ τοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ τοιοῦτος, φησὶν, ὁ οὕτως ἀποθανὼν, ὁ μὴ διοικήσας δεόντως τὰ χρήματα, οὐδὲν διοίσει ἀλόγου, ὡς μὴ ἐπιγνοὺς ἣν ἐδέξατο τιμὴν ἐκ Θεοῦ, ἀφομοιωθεὶς τοῖς κτήνεσιν, οἷς τὸ πέρας
55ἐστὶ τῆς ζωῆς θάνατος μόνον· ὧν ῥυσθείημεν οἵ τε μανθάνοντες ταῦτα καὶ οἱ διδάσκοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59tΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.
60Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός· Ὁ Θεὸς ἔστη ἐν

55

.

241

συναγωγῇ θεῶν. Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κα‐ κολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες οἱ υἱοὶ τοῦ
5Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου, λιθοβοληθήσε‐ ται. Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω τοῦ οὐρα‐
10νοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα λέγει θεούς; Τοὺς ἄρχοντας. Διὸ καὶ ἐπάγει· Θεοὺς οὐ κα‐ κολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Λέγει καὶ τοὺς ἐκ προγόνου τινὸς ἐναρέτου
15γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες, καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ
20ὀνόματι τοῦ Θεοῦ. Λέγει καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν τὸν δῆμον δι’ οἰκείαν φιλανθρωπίαν. Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος
25Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγ‐ γνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ’ αὐτῷ τιμωρία χα‐
30λεπωτάτη· λέγονται καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως αὐτοὺς καλε‐ σάντων. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι
35προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τί‐ νων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων, ἀλλ’ ὡς παρὰ τοῖς πεπλανημένοις ὑποπτευομένων. Ἐπεὶ γὰρ ἔτι παχύτεροι ἦσαν οἱ Ἰουδαῖοι, καὶ οὐ πάντη εἰδωλολατρείας ἀπηλλαγμέ‐
40νοι, ἀλλὰ κεχηνότες πρὸς τὰ εἴδωλα, καὶ λείψανα πολλὰ τῆς παρανομίας ἔχοντες, καὶ ἐντεῦθεν αὐτῶν καθαιρεῖ τὰ φρονήματα, δεικνὺς ὅτι κἀκείνων Δε‐ σπότης ἐστί. Καὶ γὰρ καὶ τῶν δαιμόνων Δεσπότης ἐστὶν, αὐτῶν τῶν οὐσιῶν λέγω· αἱ γὰρ γνῶμαι παρ’
45αὐτῶν εἰσιν εἰσενηνεγμέναι καὶ ἡ πονηρία πᾶσα. Δοκεῖ δέ μοι καὶ οὗτος ἔχεσθαι τοῦ προτέρου ψαλ‐ μοῦ. Καὶ γὰρ καὶ ἐνταῦθα ἔλεγχος καὶ κατηγορία τῶν πεπλημμεληκότων γέγραπται· ἀλλ’ ἐκεῖ μὲν τὴν οἰ‐ κουμένην ἐκάλει πᾶσαν εἰς ἀκρόασιν, ἐνταῦθα δὲ αὐτὰ

55

.

241

(50)

τὰ στοιχεῖα τὰ καθ’ ὅλης ἐκτεταμένα τῆς οἰκουμένης. Ἄλλο θέατρον ὧδε καὶ ἄλλο ἀκροατήριον· ἐκεῖ τὰ ἔθνη, οἱ γηγενεῖς, ὁ πλούσιος, ὁ πένης· ἐνταῦθα ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ αὐτὸν εἰσάγει τὸν Θεὸν δικα‐ ζόμενον, καὶ τοιούτους κινεῖ λόγους παρ’ αὐτοῦ δι‐
55καιολογουμένου πρὸς τὸν δῆμον τῶν Ἰουδαίων. ΔιὸColumn end

55

.

242

καὶ πλείονος ἡμῖν δεῖ τῆς προσοχῆς. Ποιεῖ δὲ τοῦτο καὶ ἕτερος προφήτης, καὶ εἰσάγει τὸν Θεὸν δικαζό‐ μενον, καὶ ἐν τάξει δικαστῶν τίθησι τὰς φάραγγας καὶ τὰ θεμέλια τῆς γῆς. Ἀκούσατε γὰρ, φησὶ, φά‐
5ραγγες καὶ θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ διαλε‐ χθήσεται. Καὶ πάλιν· Κριθήσεται πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ πολλαχοῦ τῶν Γρα‐ φῶν ἴδοι τις ἂν τοῦτο τὸ σχῆμα, ὅπερ ἐστὶ μάλιστα
10πληκτικώτατον, καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἄξιον. Καὶ γὰρ τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγαθότητα, τοσοῦτον καταβαίνοντος, ὥστε κρίνεσθαι μετὰ ἀνθρώ‐ πων. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐ‐ τοῦ. Ἔχει μέν τι καὶ προφητικὸν, ἔχει δὲ καὶ ἱστο‐
15ρικὸν, τὸ εἰρημένον· γέγονε μὲν γὰρ καὶ ἐπὶ τῆς Πα‐ λαιᾶς ἐκεῖθεν αὐτοῦ ἡ εὐπρέπεια. Καὶ γὰρ ὁ ναὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων τὸ πλῆθος, καὶ θυσίαι, καὶ ὁλοκαυτώσεις, καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμ‐
20ῳδίαι, καὶ πάντα ἐκεῖθεν, καὶ τῶν μελλόντων ἐκεῖ‐ θεν ὁ τύπος προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλή‐ θεια παραγέγονεν, ἐκεῖθεν πάλιν τὴν ἀρχὴν ἔλαβεν. Ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν· ἐκεῖθεν τὰ μυρία κατορθώματα. Διὰ δὴ τοῦτο καὶ περὶ τοῦ νόμου φη‐
25σὶν ὁ Ἡσαΐας τῆς Καινῆς Διαθήκης γράφων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον, καὶ τὴν πόλιν τὴν παρακειμένην αὐτῷ, τὴν μητρόπολιν
30τῶν Ἰουδαίων. Ἐκεῖθεν γὰρ καθάπερ ἐκ βαλβῖδός τινος εὐσκελεῖς ἵπποι οἱ ἀπόστολοι εἰς τὴν οἰκουμέ‐ νην ἀφέθησαν ἅπασαν· ἐκεῖθεν τὰ σημεῖα ἤρξαντο ποιεῖν· ἐκεῖ γέγονεν ἡ ἀνάστασις, ἐκεῖ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς σωτηρίας τῆς ἡμε‐
35τέρας· ἐκεῖ τὰ ἀπόῤῥητα δόγματα κηρύττεσθαι ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη ὁ Πατὴρ, ἐγνω‐ ρίσθη ὁ Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις. Καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμνα‐ ζον οἱ ἀπόστολοι, τῶν δωρεῶν, καὶ δυνάμεων, καὶ
40τῶν μελλόντων ἀγαθῶν τῆς ἐπαγγελίας. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης, ὡραιότητα αὐτοῦ καλεῖ. Κάλλη γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ ἡ φιλανθρω‐ πία, καὶ ἡ εἰς ἅπαντας εὐεργεσία. Ὁ Θεὸς ἐμφα‐ νῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.
45Ὁρᾷς πῶς προϊὼν ἀπογυμνοῖ τὸν λόγον, καὶ ἀπο‐ καλύπτει τὸν θησαυρὸν, καὶ φαιδροτέραν ἀφίησι τὴν ἀκτῖνα, λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πότε γὰρ οὐκ ἐμφανῶς παραγέγονε; Πότε; Τῇ προτέρᾳ πα‐ ρουσίᾳ· ἀψοφητὶ γὰρ ἦλθε τοὺς πολλοὺς κρύπτων,

55

.

242

(50)

καὶ μέχρι πολλοῦ λανθάνων. Τί λέγω τοὺς πολλοὺς, ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτὸν, οὐδὲ ὁ δοκῶν εἶναι πατὴρ μέγα τι ἐφαντάζετο περὶ αὐτοῦ;
55 βʹ. Καὶ τί λέγω ἀνθρώπους; Καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· οὐδὲ γὰρ ἂν, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν
μετὰ τοσοῦτον χρόνον ἐπὶ τοῦ ὄρους, Εἰ Υἱὸς εἶ τοῦ

55

.

243

Θεοῦ, καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον τοῦτο ἐποίει. Διὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν ἀρξαμένῳ αὐτὸν ἐκκαλύπτειν· Ἄφες ἄρτι· τουτέστι, Σίγα νῦν· οὐδέπω γὰρ καιρὸς τοῦ ἐκκαλυφθῆναι τὸ ἀπόῤῥητον τῆς οἰκονομίας· ἔτι
5λανθάνειν τὸν διάβολον βούλομαι· σίγα τοίνυν, φησίν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν. Καὶ κατελθὼν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τότε γὰρ ὡς ποιμὴν ἦλθε ζητῶν τὸ πεπλανημένον πρόβατον, καὶ τὴν ἀφηνιῶσαν ἄγραν
10θηρεῦσαι βουλόμενος· διὸ καὶ συνεσκίαζεν ἑαυτόν. Καὶ γὰρ ὥσπερ ἰατρὸς οὐκ εὐθέως φοβερὸς τῷ κά‐ μνοντι γίνεται, οὕτω δὴ καὶ αὐτὸς ἐκ προοιμίων οὐκ ἠβουλήθη δῆλον ἑαυτὸν ποιῆσαι, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Διὸ τὴν ἀψοφητὶ ταύτην αὐτοῦ γινομένην
15παρουσίαν δηλῶν ὁ αὐτὸς οὗτος προφήτης λέγει προϊών· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν στάζουσα ἐπὶ τὴν γῆν. Οὐδὲ γὰρ κτυπῶν ἦλθεν, οὐ ταράττων, οὐ κλονῶν τὴν γῆν, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ τινάσσων τὸν οὐρανὸν, οὐ δήμους
20ἀγγέλων ἐπιφερόμενος, οὐ μέσον τὸ στερέωμα διαῤ‐ ῥηγνὺς, καὶ οὕτω καταβαίνων ἐπὶ τῶν νεφελῶν· ἀλλ’ ἀψοφητὶ διὰ μήτρας παρθενικῆς, ἐννεαμηνιαίῳ κυοφορούμενος χρόνῳ, ὡς τέκτονος υἱὸς ἐν φάτνῃ τί‐ κτεται, ἐν σπαργάνοις εὐτελέσιν ἐπιβουλεύεται, φεύ‐
25γει μετὰ τῆς μητρὸς εἰς Αἴγυπτον. Εἶτα μετὰ τελευ‐ τὴν τοῦ τοιαῦτα παρανομήσαντος, τότε ἐπάνεισι, καὶ περιπολῶν διετέλει ὡς εἷς τῶν πολλῶν κατὰ τὸ σχῆμα, καὶ ἱμάτιον εὐτελὲς ἦν αὐτῷ, καὶ τράπεζα εὐτελε‐ στέρα, καὶ βάδισις διηνεκὴς, καὶ οὕτω διηνεκὴς, ὡς
30καὶ κόπον ἀπὸ τῆς βαδίσεως γίνεσθαι. Ἀλλ’ οὐ τότε οὕτως ἥξει, ἀλλ’ οὕτω φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν τοῦ προαγγέλλοντος αὐτοῦ τὴν παρουσίαν. Διὰ τοῦτο καὶ αὐτὸς δηλῶν αὑτοῦ τὸ περιφανὲς ἔλεγεν· Ἐὰν ἀκούσητε, ὅτι Ἰδοὺ ἐν τοῖς ταμιείοις, μὴ εἰσέλ‐
35θητε· ὅτι Ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐκπορεύεται ἀπὸ ἀνατολῶν ἡλίου, καὶ φαίνεται ἕως δυσμῶν· οὕτως ἔσται ἡ παρου‐ σία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, αὐτὴ ἑαυτὴν δει‐ κνύουσα καὶ ἀνακηρύττουσα. Καὶ γὰρ ἐπὶ τῆς ἀστρα‐
40πῆς τοῦτο συμβαίνει, καὶ οὐ δεόμεθα τοῦ ἀπαγγέλ‐ λοντος, ἀλλ’ ὁμοῦ τε ἐφάνη, καὶ γνωρίμη πᾶσι γέγονε, καὶ κατὰ ταὐτὸν πᾶσιν. Οὕτω καὶ ὁ Παῦλός φησιν· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ σάλπιγγι κα‐
45ταβήσεται ἀπ’ οὐρανοῦ. Καὶ ὁ προφήτης δὲ οὕτως αὐτὸν ἑώρα ἐπὶ τῶν νεφελῶν φερόμενον, καὶ πο‐ ταμὸν ἔμπροσθεν συρόμενον, καὶ τὸ βῆμα τὸ φο‐ βερὸν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους. Τότε γὰρ, τότε δικαστηρίου καιρὸς καὶ κρίσεως· διόπερ

55

.

243

(50)

οὐκέτι ὡς ἰατρὸς, ἀλλ’ ὡς δικαστὴς φαίνεται. Ὁ γοῦν Δανιὴλ καὶ τὸν θρόνον αὐτοῦ βλέπει, καὶ τὸν ποταμὸν πρὸ τοῦ βήματος ἑλκόμενον, καὶ πάντα ἀπὸ πυρὸς αὐτῷ δείκνυται, τὸ ἅρμα, οἱ τροχοί. Ἀλλ’ οὐχ ὅτε παρὰ τὴν ἀρχὴν καὶ ἐν τῇ πρώτῃ παρουσίᾳ παρ‐
55εγένετο, ἔδειξέ τι τοιοῦτον, οὐ πῦρ, οὐ ποταμὸν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ φάτνη καὶ κατ‐ αγώγιον, καὶ καλύβη, καὶ μήτηρ πενιχρά. Ἄλλως δὲ καὶ τὸ ἄτρεπτον αὐτοῦ δείκνυσιν ἐντεῦθεν καὶ ἀναλ‐ λοίωτον. Ἐπειδὴ γὰρ ἔφησε τὸν ἐπὶ τοῦ θρόνου καθ‐
60ήμενον τρίχα ἔχειν λευκὴν ὡσεὶ ἔριον, καὶ ἱμάτιον ὡς χιόνα, ἵνα μὴ τρίχας νομίσῃς, μήτε ἱμάτιον, ἀλλὰ τὸ
καθαρὸν καὶ τὸ διαυγὲς πῦρ πανταχοῦ εἶναι, λέγει·Column end

55

.

244

Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Οὕτω καὶ οὗτος ὁμοῦ τε τὸ ἀναλ‐ λοίωτον, καὶ ἄτρεπτον, καὶ φωτεινὸν, καὶ ἀπρόσιτον διὰ τούτων ἐνδείκνυται τῶν εἰκόνων. Καὶ οὐχ ἵσταται
5μέχρι τοῦ πυρὸς, ἀλλὰ τὸ σφοδρὸν τῆς τιμωρίας πα‐ ραστῆσαι βουλόμενος, ἐπάγει λέγων· Καταιγὶς σφο‐ δρά. Καταιγὶς δὲ λέγεται ἢ βῶλος χιόνος ἀφόρητος τὸ ἐμπῖπτον ἅπαν παρασύρουσα καὶ καταστρέφουσα, ἢ ῥαγδαία πνευμάτων ῥύμη τὸ αὐτὸ δὴ ἐργαζομένη,
10καὶ ἀφόρητος οὖσα τοῖς ἐντυγχάνουσι. Δεῖξαι τοίνυν βουλόμενος τὸ ἀφόρητον τῆς κολάσεως ἐκείνης, ταύτας παρήγαγε τὰς εἰκόνας. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Πάλιν τῶν στοιχείων μέμνηται, δι’ ὧν τὰ μυρία γέ‐
15γονεν ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων, οὐ μόνον πρὸς τὴν τοῦ σώματος ζωὴν καὶ συγκρότησιν, ἀλλὰ καὶ αὐτῆς τῆς θεογνωσίας τὴν ὑπόθεσιν. Τά τε γὰρ κάλλη καὶ τὰ μεγέθη, καὶ οἱ τρόποι τῶν θέσεων, καὶ αἱ οὐσίαι, ἐξ ὧν ταυτὶ συνέστηκε τὰ στοιχεῖα,
20καὶ τὰ ἐξ αὐτῶν γενόμενα, τά τε καθολικῶς διὰ παν‐ τὸς τοῦ χρόνου, τά τε ἰδικῶς πολλάκις συμβαίνοντα, ἅπαντα ταῦτα καὶ τὰ σώματα τρέφει καὶ συγκροτεῖ, καὶ πρὸς τὴν γνῶσιν τοῦ ποιήσαντος χειραγωγεῖ. Διὸ καὶ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ
25κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶ‐ ται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, τουτέστι, διὰ τῆς σοφίας τῆς ἐν τοῖς κτίσμασι φαινομένης, ὡς
30οὐ μικρᾶς, ἀλλὰ καὶ σφόδρα μεγίστης καὶ σαφεστά‐ της οὔσης διδασκαλίας. Καὶ τὰ καθ’ ἡμέραν δὲ δι’ αὐτῶν γινόμενα, εἰ καὶ κατὰ φύσεως ἀκολουθίαν γί‐ νεσθαι δοκεῖ, ἀλλ’ οὖν καὶ αὐτὰ τὸν Δημιουργὸν ἀνα‐ κηρύττει. Καὶ γὰρ τῆς φύσεως Δεσπότης ὁ Δημιουρ‐
35γός. γʹ. Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατ‐
40εργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρ‐ τον, διὰ νόμου κριθήσονται. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν δια‐
45θήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει καταδικάζειν, ὁσίους ἐν‐ ταῦθα καλεῖ; Τὴν κατηγορίαν αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν τινας πεπλημμεληκότας, καὶ βουλώ‐

55

.

244

(50)

μεθα αὐτῶν σφοδρότερον καθάψασθαι, μετὰ τῶν ἀξιω‐ μάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον, ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱερά‐ τευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον, καὶ μέγα
55ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλη‐ μάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθή‐ κην αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες, μοιχεύον‐
60τες, αἵματα ἐφ’ αἵμασι ἀναμιγνύντες, ἐνόμιζον με‐ γάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν δια‐
θήκην, εἰ πρόβατα θύσαιεν καὶ μόσχους, ὀνειδίζων

55

.

245

αὐτοῖς ἐντεῦθεν, καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν τὸ καταθύειν ἀλόγων σώματα. Καὶ ἀναγγελοῦσιν
5οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς, τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακη‐ ρύττοντα αὐτὴν κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν
10ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ, φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ’ ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κρι‐ τὴς, ἀντὶ τοῦ, δίκαιος, εἴληπται, καθὰ καὶ Παῦλος
15αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα παρανομήσαντες ἐπὶ τῆς
20Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατ‐ ήγορον ἔχοντες, οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς αὐτούς. Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι’ ἣν οὐκ ἐπίστευσαν; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρα‐
25καλῶ, ἵνα δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον γὰρ αὐτοὺς παρ’ ἡμῶν ἡττηθέντας νῦν διορ‐ θωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κα‐ τακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν
30ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχον‐ τες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ’ ἕτερά τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ’, Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος
35τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ δικαίως, προσκυνεῖσθαι
40αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν εἰ μὴ Θεὸς ὢν ὄντως, ἐποίει ἑαυτὸν Θεὸν, τουτέστιν, ἐδεί‐ κνυ καὶ ἐπέφαινε. Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη; τίς δὲ ἀστέρα ἔδειξε
45τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν, οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν ἐπιγνοῦσαν τὸν Δεσπότην; Ἡ φύ‐ σις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀν‐ θίσταται λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ

55

.

245

(50)

μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γά‐ μου χωρὶς μητέρα ποιεῖν· ἀλλ’ ἐξέστη καὶ παρεχώ‐ ρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς ἐπέγνω Δεσπό‐ την. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ
55γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα ὄντος, καὶ Μάγοι προσ‐ εκύνουν, ἐκ τοσούτου διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον ἐπὶ φάτνης ἔκειτο ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θερα‐ πείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν. Ἀλλὰ
60ταῦτα μὲν ἴσως οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητή‐ σουσι σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ’
οὐδὲ τούτων ἀπορήσομεν. Τοιοῦτον γὰρ ἡ ἀλήθεια·Column end

55

.

246

περιῤῥεῖται τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς, ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προ‐ φήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος
5ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Εἰ μὴ παρῆς, ὅτε σάρκα περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ Δεσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός σοι διαλέξεται οὕτω λέγων· Οὗ‐
10τος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδω‐ κεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
15 δʹ. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὄψει τοὺς προφή‐ τας, ὧν τὰ βιβλία εἰκῆ μέχρι σήμερον περιστρέφεις καὶ ἐνοχλεῖς, ταύτης ἕνεκεν τῆς ὑποθέσεως σαφῶς ἀνακηρύττοντας ἅπαντα. Ἀλλ’ οἱ μὲν πρὸς τούτους ἀγῶνες καὶ εἴρηνται πολλάκις ἡμῖν, καὶ ῥηθήσονται·
20τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Καὶ ἀναγγε‐ λοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθά μοι τὴν δικαιοσύνην λέγειν δοκεῖ, τὴν πολλὴν αὐτοῦ κηδεμονίαν, τὴν φι‐ λανθρωπίαν τὴν εἰς αὐτοὺς ἐκείνους, τὴν εἰς πάντας
25ἀνθρώπους πολυειδῆ τινα οἰκονομίαν καὶ πολύτροπον, τὴν διὰ τῆς κτίσεως, τὴν διὰ τοῦ νόμου, τὴν διὰ τῆς χάριτος, τὴν διὰ τῶν ὁρωμένων, τὴν διὰ τῶν ἀορά‐ των, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἀγγέλων, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν κολάσεων, τὴν
30διὰ τῶν εὐεργεσιῶν, τὴν διὰ τῶν ἀπειλῶν, τὴν διὰ τῶν ἐπαγγελιῶν, τὴν διὰ τῆς τάξεως τῆς κατὰ τὸν χρόνον. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Ὅρα πάλιν ἐπιείκειαν καὶ πραότητα ἐξ αὐτοῦ τοῦ προοιμίου. Ὡς
35γὰρ ἂν εἰ ἄνθρωπος πρὸς ἄνθρωπον εἴποι θορυβοῦντα καὶ ταράττοντα, Ἐὰν ἀκούῃς, λαλῶ· ἐὰν προσέχῃς, ἐρῶ· οὕτω καὶ πρὸς τοὺς δούλους ὁ Δεσπότης, Ἐὰν ἀκούῃς μου, φησὶν, ἐρῶ. Καὶ γὰρ ἦσαν ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, καὶ οὐδὲ ἐπὶ μικρὸν μετὰ ἡσυχίας
40παρεῖχον τῇ τῶν νόμων ἀναγνώσει τὴν ἀκρόασιν. Καὶ τοῦτο δηλῶν τις προφήτης ἔλεγεν ὁ ἐν Περσίδι διατρί‐ βων· Ἔσομαι αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυ‐ φώνου· καὶ συνεχῶς ἔλεγον τοῖς προφήταις μὴ προ‐ φητεύειν, μᾶλλον δὲ καὶ διεκρούοντο αὐτοὺς, καὶ
45ἐνοχλεῖσθαι ἐδόκουν. Καὶ βασιλεὺς τοῦτο φαίνεται ἀπειλῶν προφήτῃ τινὶ καὶ προστάσσων, ὥστε μὴ ὀχλαγωγεῖν. Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς κεῖται, ἀλλὰ ἐπεὶ πρὸς ἀναισθή‐ τους ἐλάλει, καὶ πεπωρωμένους, καὶ κεκωφωμένους,

55

.

246

(50)

τὸν περὶ τῆς δεσποτείας αὐτοῦ κινεῖ λόγον, ἀρχὴν ἀρίστην τῇ μετὰ ταῦτα διηγήσει διδοὺς ἐντεῦθεν, καὶ δεικνὺς ὅτι ὀφείλουσιν αὐτῷ τὴν ἐλευθερίαν, καὶ χρέος ἂν εἶεν δίκαιοι καταθεῖναι ὡς Δεσπότῃ δοῦλοι, ὡς Δημιουργῷ ἔργα, ὡς τὰ μέγιστα εὐεργετηθέντες, καὶ
55τοσαύτην τιμηθέντες τιμήν. Οὐκ ἐπὶ ταῖς θυσίαις

55

.

247

σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐν‐ ώπιόν μου ἐστὶ διαπαντός. Οὕτω γὰρ οἱ λοιποὶ κατηγοροῦσιν αὐτῶν προφῆται, ἐπειδὴ τὸ πλέον τῆς ἀρετῆς παρορῶντες μέρος, ἐν τούτοις τὰς ἐλπίδας
5τῆς σωτηρίας εἶχον. Καὶ γὰρ εἰς ἀπολογίαν ἔμελλον αὐτὸ προβάλλεσθαι, ὅτι Θυσίας σπένδομεν, ὅτι Προσ‐ φέρομεν ὁλοκαυτώσεις. Ἀλλ’ οὐκ ἐπὶ τούτοις εἰσ‐ ῆλθον δικασόμενος, φησὶν, οὐδὲ ὑπὲρ τούτων ἐγκα‐ λέσων, ὅτι παρώφθη ταῦτα. Ὁ δὲ Ἡσαΐας καὶ εὐτο‐
10νώτερον αὐτῶν καθικνεῖται λέγων· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί. Ὁλοκαύτωμα κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καίτοι πολλοὶ περὶ θυσιῶν
15εἰσιν εἰρημένοι λόγοι· ἀλλ’ οὐ προηγουμένως αὐτοῦ βουλομένου ταῦτα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνοντος. Καὶ Ἱερεμίας δέ φησιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάντες δὲ, ὡς εἰπεῖν, οἱ προφῆ‐
20ται οὐδὲν μέγα εἶναι τοῦτό φασι. Διὸ καὶ αὐτὸς ἀρχόμε‐ νος οὕτως ἔφη· Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ· κἀν‐ τεῦθεν δηλῶν, ὅτι ἀνάξιος αὐτοῦ τῆς τοιαύτης θερα‐ πείας ὁ τρόπος. Καὶ γὰρ τὸν Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσης, ἀλλὰ
25διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερᾶς θε‐ ραπεύεσθαι δεῖ. Ἀλλ’ οὐχ οἱ δαίμονες τῶν ἔξωθεν οὕτως, ἀλλὰ καὶ ἐπιζητοῦσι ταῦτα. Τοῦτο καί τις παρ’ Ἕλλησι ποιητὴς φαίνεται δεικνὺς, λέγων· ... Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
30Ἀλλ’ οὐχ ὁ Θεὸς ἡμῶν οὕτως. Ἐκεῖνοι μὲν γὰρ αἱ‐ μάτων διψῶντες ἀνθρωπίνων, καὶ κατὰ μικρὸν αὐ‐ τοὺς εἰς ταύτας τὰς μιαιφονίας ἐνάγειν βουλόμενοι, ταῦτα ᾔτουν συνεχῶς· αὐτὸς δὲ καὶ τῆς τῶν ἀλόγων ἀποστῆσαι σφαγῆς κατὰ μικρὸν ἐθέλων, ἐχρήσατο
35τῇ συγκαταβάσει ταύτῃ, καὶ συνεχώρησε θυσίας, ἵνα ἀνέλῃ θυσίας. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μό‐ σχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ
40τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν. Ὅρα πῶς κατὰ μικρὸν ἀνάγει τῶν χαμαιζήλων τὴν διάνοιαν, διανοίγων αὐτῶν τὴν πεπωρωμένην γνώμην, καὶ δεικνὺς ὅτι οὐ δεόμενος ταῦτα ἐπέταξεν, οὐδὲ ἀποδεχόμενος ἐνομοθέτησεν. Εἰ γὰρ ἐβουλόμην οὕτω
45θεραπεύεσθαι, φησὶ, τὴν ὑφήλιον πᾶσαν ἔχων, καὶ αὐτὸς πάντων γενόμενος δημιουργὸς, δαψιλεῖς ἂν παρεσκεύασά μοι γενέσθαι θυσίας. Εἶτα καὶ κωμ‐ ῳδῶν αὐτοὺς καὶ διασύρων, ὥστε καὶ πληκτικωτέραν γενέσθαι τὴν κατηγορίαν, ἐπήγαγεν· Ἐὰν πεινάσω,

55

.

247

(50)

οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Ἐπειδὴ γὰρ αὐτὸς μὲν αὐτὰ συνεχώρησεν, ἵνα κατὰ μικρὸν αὐτοὺς ἀπαγάγῃ τού‐ των, αὐτοὶ δὲ ἐναπέμειναν τῇ εὐτελείᾳ, οὐδὲν μέγα ἐκ τῆς συγκαταβάσεως ταύτης καρπωσάμενοι, διὰ
55τοῦτο παχύτερόν πως καὶ ἀνθρωπινώτερον διαλεγό‐ μενός φησιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· τουτ‐ έστιν, Οὔτε πεινῶ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κο‐ πιάσει· οὔτε εἰ τούτοις ἐβουλόμην θεραπεύεσθαι,
ἠπόρουν ἀπείρων θυσιῶν καὶ ὁλοκαυτωμάτων. ΚαὶColumn end

55

.

248

γὰρ πρόκειταί μοι πάντα μετὰ πολλῆς τῆς ἀφθονίας, καὶ Κύριος αὐτῶν ὢν καὶ Δεσπότης, τὰ ἐμὰ βούλομαι παρὰ σοῦ λαβεῖν, ἵνα τούτῳ σε τῆς ὁδοῦ τῷ τρόπῳ πρὸς τὴν ἐμὴν ἐπισπάσωμαι φιλίαν, καὶ τῆς τῶν
5ματαίων ἀποστήσω συνηθείας. εʹ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον ἀγαγών φησι· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Ταῦτα γὰρ οὔτε ἀνθρώποις ποιεῖν ἐπέταξα, φησὶν, ἀλλὰ καὶ μεγίστην ὥρισα κόλασιν τοῖς τὸ αἷμα
10ἐσθίουσι. Πῶς οὖν ἤμελλον αἵματος δεήσεσθαι ὁ τοὺς δούλους ἀπάγων τοὺς ἐμοὺς τῆς τοιαύτης θοίνης; Ἐκβαλὼν τοίνυν ταῦτα ἅπαντα, καὶ δείξας ἀνάξια αὐτοῦ, καὶ πολλὴν τῇ κατηγορίᾳ τὴν κωμῳδίαν ἀνα‐ μίξας, οὐκ ἔστησε τὸν λόγον μέχρι τούτου, ἀλλὰ δείκνυ‐
15σιν ἑτέρας θυσίας τρόπον, ὅπερ ἐστὶν ἰατρείας ἀρίστης εἶδος, τῶν οὐδὲν ὠφελούντων ἀπάγοντα, τὰ δυνάμενα διορθοῦν ἐπιτιθέναι τοῖς τραύμασι. Μετὰ γὰρ τὸ ταῦτα ἀπαρτίσαι, λέγει· Θῦσον τῷ Θεῷ. Καὶ πῶς θύσω, φησίν; Αἵματος χωρίς. Τοῦτο γὰρ μάλιστα θυσία
20Θεῷ πρέπουσα. Διὰ τοῦτο εἰπὼν, Θῦσον τῷ Θεῷ, ἐπήγαγε, Θυσίαν αἰνέσεως· τουτέστιν, εὐχαριστίας, ὕμνων ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν Δεσπότην. Ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε λέ‐
25γων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώ‐ πων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αἶνος γὰρ οὐδὲν ἕτερον ἢ ἔπαινός ἐστι, δόξα καὶ εὐφημία. Ἔστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν
30Δεσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες τὴν θυσίαν. Ταύτην καὶ ὁ Παῦλος ἐπιζητεῖ τὴν θυσίαν, λέγων· Πα‐ ραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Καὶ ἀλλαχοῦ πάλιν ὁ αὐτὸς προ‐ φήτης· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς,
35μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Οὕτως ἔθυε καὶ Ἰὼβ μετὰ τὰς πληγὰς ἐκείνας τὰς ὑπὲρ φύσιν, εὐχαριστῶν, καὶ ταῦτα φθεγγόμενος τὰ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς
40τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Τὰς ἱκετηρίας ἐνταῦθά φη‐ σιν, ὥστε διηνεκῶς τῇ δεήσει προσκαρτερεῖν, καὶ ἅπερ ἂν ἐπαγγελλώμεθα μετὰ τάχους ἀποδιδόναι. Καὶ καλῶς
45εἶπεν· Ἀπόδος. Μετὰ γὰρ τὴν ἐπαγγελίαν χρέος τὸ πρᾶγμα γίνεται. Οὕτως Ἄννα ἀπέδωκε τὸν υἱὸν, ὡς ὄφλημα μέγιστον. Καὶ σὺ τοίνυν κἂν ἐλεημοσύνην ἐπ‐ αγγέλλῃ, κἂν σώφρονα βίον, κἂν ἕτερόν τι τοιοῦτον, σπεῦδε πρὸς τὴν ἔκτισιν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε,

55

.

248

(50)

κἂν μὴ ἐπαγγέλληται, χρεωστεῖ αὐτῷ τὰ τῆς ἀρετῆς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καίτοι τὴν παραβολὴν τοῦ δούλου ἔλεγε τοῦ ἐλαχίστην διακονίαν, οὐχὶ κατακλιθῆ‐ ναι, κελευομένου, ἀλλὰ παρελθεῖν καὶ διακονεῖν. Καὶ
55ἕτερος δέ τίς φησιν· Μὴ χρονίσῃς ἀποδοῦναι εὐχήν σου. Ἐπηγγείλω; Ἀπόδος, μή ποτε θάνατος ἐπελθὼν διακόψῃ. Καὶ τί πρὸς ἐμέ; φησίν· οὐ γὰρ κύριος ἤμην τῆς ζωῆς. Διὰ τοῦτο γὰρ ἐχρῆν μὴ χρονίσαι, τὸ ἄδηλον ἐννοοῦντα τῆς ἐξόδου, καὶ ὅτι κύριος οὐκ εἶ τῆς ζωῆς
60καὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ὥστε ἡ δοκοῦσα ἀπολογία κατηγορία ἐστίν. Οὐδὲ γὰρ τοῦ θανάτου λοιπὸν τὸ μὴ ἀποδοῦναι γέγονεν, ἀλλὰ τῆς σῆς μελλήσεως καὶ ἀνα‐
βολῆς. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου,

55

.

249

καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ὁρᾷς ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀντίδοσιν διδομένην; Τί τοί‐ νυν τῆς τοιαύτης φιλανθρωπίας ἴσον γένοιτ’ ἂν, ὅταν καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν διδῷ, καὶ μισθοὺς
5πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδο‐ μένους; Καὶ διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ’ ἡμῶν; Μείζονα τὴν οἰ‐ κείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι,
10καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. Διὰ τοῦτό φησι· Δός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής. Ὥστε κἂν ἐπιεικὴς γένῃ,
15κἂν μέτριος, κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ’ ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς σοι καὶ στε‐ φάνους ὁρίζει μεγίστους. Καὶ πρὸ τῶν στεφάνων δὲ ἐκείνων οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς, ἀγαθῷ συντρε‐
20φόμενος συνειδότι, καὶ χρησταῖς πτερούμενος ἐλπίσιν. Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμ‐ φορῶν, οὔτε τὰς τῶν περιστάσεων, ἀλλ’ ὅτι κἂν ἁμαρ‐ τία πολεμῇ, κἂν διάβολος πολιορκῇ, ἐπιθυμίας εἰσάγων πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξ‐
25ελοῦμαί σε, καὶ δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ’ ἡμῶν δόξης δεόμενός φησι τοῦτο (πῶς γὰρ ὁ τῆς δόξης Θεός;), ἀλλ’ ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν μεγί‐
30στην λαμβάνειν. ϛʹ. Οὐχ ἁμαρτήσεται δὲ τοῦ πρέποντος εἰπών τις ἐνταῦθα ἡμέραν θλίψεως αὐτὸν λέγειν, καὶ τὴν μέλλου‐ σαν ἡμέραν· ἡ γὰρ θλίψις ἐκείνη ἄπαυστος. Ἐνταῦθα μὲν γὰρ καὶ θάνατος ἐπιὼν λύει τὰς συμφορὰς, καὶ φί‐
35λοι παρακαλοῦντες, καὶ τέλος προσδοκώμενον, πολλά‐ κις δὲ καὶ πραγμάτων μεταβολὴ ἐλπιζομένη, καὶ χρό‐ νου μῆκος ἐμάλαξε τῆς ψυχῆς τὸ πάθος, καὶ ἡ τῶν πλησίων δυσημερία. Τὸ γὰρ ἔχειν κοινωνοὺς τῶν ὀδυ‐ νηρῶν, καὶ πολλὰ τοιαῦτα ὁρᾷν ὑποδείγματα, μέγα
40πολλοῖς εἰς παραμυθίαν εἶναι ἔδοξεν. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὔτε γάρ τις παρακαλῶν πάρεστιν, ἀλλ’ ἐν ἐρημίᾳ φίλων ἅπαντές εἰσιν. Οὐ χρόνου μῆκος μαλάσσει τὴν ὀδύνην (πῶς γὰρ ἐπικειμένης τῆς φλογὸς δι’ ὅλου;)· οὐκ ἐλπὶς ἀπαλλαγῆς· αἰωνία γὰρ ἡ κόλα‐
45σις· οὐ θανάτου προσδοκία· ἀθάνατος γὰρ ἡ τιμωρία, καὶ τὰ σώματα δὲ τὰ κολαζόμενα ἀθάνατα· ἀλλ’ οὐδὲ τοῦτο ὃ δοκεῖ πολλοῖς παραμυθίαν φέρειν, τὸ ἑτέρους ὁρᾷν ἐν κολάσει. Πρῶτον μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολα‐ ζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπι‐

55

.

249

(50)

σκιάζοντος τὰς ὄψεις· ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς παραμυθίας. Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώ‐ σατο λόγον, οὐδὲ οἱ τοὺς ὀδόντας βρύχοντες. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ
55δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν, καὶ παρὰ προφήταις ἑτέροις
κείμενον· καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶColumn end

55

.

250

αὐτὸς, ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον λαβὼν μὴ διδάσκῃ. Ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν,
5δεικνὺς, ὅτι οὐδὲν μέγα καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιού‐ των, λέγει· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; ὃς ἐν νόμῳ
10καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Διὰ τοῦτο καὶ περὶ ἑαυτοῦ ἔλεγε· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκι‐ μος γένωμαι· καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων, αὐτῶν δὲ ἐρήμων
15ὄντων τῆς ἀρετῆς. Καὶ ἑτέρως δὲ τὸν λόγον τοῦτον με‐ ταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου
20δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ προφήτης· Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με. Καὶ πάλιν· Εἰς μά‐ την ἐγενήθησαν σχοῖνος ψευδὴς γραμματεῦσι. Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ χελιδὼν, καὶ ἀγροῦ
25στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματά μου. Οὗτος δὲ οὐ μό‐ νον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν ταύτης αὑτὸν τῆς προεδρίας. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστη‐
30ρίων ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται, πῶς ἂν ἐν κοινῷ διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου. Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι τιμωρίας· ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ
35κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ τῇ μετανοίᾳ διορθώσασθαι τὸ πλημμεληθέν. Καὶ ἐν ταῖς βασιλικαῖς δὲ αὐλαῖς οὐδεὶς ἂν γένοιτο ἑρμηνεὺς βασιλικῆς φωνῆς ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς. Τίνος γὰρ ἕνεκα διηγῇ δι‐ καιώματα, καὶ διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον
40ποιεῖς, τοῦ βίου σου τοῖς λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων, ὡς ἀπάγεις διὰ τῶν πραγμάτων. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαι‐ νεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥη‐
45μάτων ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν. Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐχέτω τοίνυν σου λαμπρὰν φωνὴν ὁ βίος, ταῦτα διδάσκουσαν· κἂν τὸ στόμα ἀποφράξῃς, σάλπιγγος λαμπρότερον

55

.

250

(50)

ἠχήσεις, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας. Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ. οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων. Ὅπερ οὖν ἐστιν
55ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς σῆς ἡ ἀρετή. Ἂν δὲ κατεῤῥυπωμέ‐ νος, καὶ μυρίους κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου διδασκα‐ λικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ
60σαυτοῦ κατηγορήσεις. Καὶ ἀναλαμβάνεις τὴν διαθή‐ κην μου διὰ στόματός σου; Καλῶς εἶπε· Διὰ στό‐
ματος. Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρ‐

55

.

251

πῶν, καὶ τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ κατακρίσει τοῦ λέγοντος. Ἂν δὲ τὴν διάνοιάν τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα. Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ ὀπίσω. Παι‐
5δείαν ἐνταῦθά φησι τὴν τοῦ νόμου διδασκαλίαν, τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνου‐ σαν, καὶ τὴν ἀρετὴν καταφυτεύουσαν. Πῶς οὖν αὐτὴν μεταχειρίζεις, καὶ εἰς ἑτέρους σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς
10λόγους μου εἰς τὰ ὀπίσω. ζʹ. Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρω‐ σας. Τῶν γὰρ οὐ πρακτέων, καὶ τῶν μὴ τοιούτων φυ‐ σικῶς ἔγκεινται ἡμῖν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω,
15καὶ οὐκ εἶχες ἐν μνήμῃ. Εἰ ἐθεώρεις κλέπτην, συν‐ έτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτί‐ θεις. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρ‐ τητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται
20καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ, Δίκαιος δὲ ἑαυτοῦ κατ‐ ήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημέ‐ νων αὐτῷ· ἵνα οὖν μηδεὶς ἔχῃ λέγειν, ὅτι Εἰ πάντες ἐν
25ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ’ εἶδος ἁμαρτιῶν εἴδη. Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ καὶ ὁ Ἠλεὶ ἔλεγεν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος,
30προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ἐν τῷ νόμῳ δὲ τὰ μὲν ἦν ἀνίατα, ὡς καὶ θανάτῳ κολάζεσθαι· τὰ δὲ εἶχέ τινα ταχίστην παραμυθίαν· οὕτω καὶ ὁ Χρι‐ στὸς ἐν τῇ Καινῇ· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φη‐
35σὶν, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο, φησίν. Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης. Καίτοι γε ἀλλαχοῦ εἰπόν‐ τος τοῦ Πέτρου· Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός
40μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ; καὶ ἀκούσαντος· Ἕως ἑβδομηκοντάκις ἑπτά· ἐνταῦθα δὲ μετὰ δύο παραινέ‐ σεις μέγα δείκνυσι τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει παραμεῖναι πάλιν. Τί οὖν; ἐναντία ταῦτα ἐκεί‐ νων; Ἄπαγε· ἀλλὰ τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν
45μετανοῇ, λέγει. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ μηδὲ ἡμαρ‐ τηκέναι ὁμολογοῦντι, μηδὲ μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν. Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας. Καὶ γὰρ ὑπο‐

55

.

251

(50)

γράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κα‐ κίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ
55κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν
τὴν εἰκόνα, ἀλλ’ ἀκριβῶς καὶ καθ’ ἕκαστον ἐξετάζον‐Column end

55

.

252

τες. Εἰ ἐθεώρεις κλέπτην, φησὶ, συνέτρεχες αὐτῷ. Τοῦτο πάντων αἴτιον τῶν κακῶν· τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ μόνον μὴ ἐπιτιμῶσί τινες,
5ἀλλὰ καὶ συνήδωνται τοῖς ἁμαρτάνουσι. Τοῦτο τοῦ ἁμαρτάνειν οὐκ ἔλαττον. Ἄκουσον γοῦν Παύλου λέγον‐ τος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδο‐ κοῦσι τοῖς πράσσουσιν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι
10τοῖς κακοῖς. Ὁ μὲν γὰρ ἔχει τὴν ἀνάγκην εἰπεῖν, τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι αἱ προφάσεις· σὺ δὲ πόθεν ἐπαινεῖς τὸ γεγενημένον, οὐδὲ τὴν ἐξ αὐ‐ τοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ με‐ ταγνώσεται· σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας,
15καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις τὴν τοσαύ‐ την παραμυθίαν, πάντοθεν ἑαυτῷ προσχωννὺς τὸν λι‐ μένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου. Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας, καὶ τὸν ὀφείλοντα ἐπιτι‐ μῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζον‐
20τα, καὶ μὴ συσκιάζοντα μόνον, ἀλλὰ καὶ συμπράττον‐ τα, τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέν‐ τος; Ὡς γὰρ τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ διανοίας μόνον ταύτας περὶ τῶν πρακτέων φέρουσι τὰς ψήφους, ἀλλὰ καὶ ἐκ τῆς ἑτέρων προαιρέσεως δια‐
25φθειρόμενοι· κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ ἡμαρτηκὼς, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι· ὅταν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ καὶ πράως φέροντας, καὶ συν‐ εφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος διαφθείρας λοιπὸν
30δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρ‐ τάνειν; Διὸ χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγι‐ νώσκειν ἑαυτοῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ
35πονηροῦ· κἂν μὴ πράττῃ τὰ καλὰ, ἐπαινεῖν τὰ καλά. Ὁδὸς γὰρ ἐπὶ τὴν ἐργασίαν ἡ προθυμία. Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκό‐ τως αὐτὸν μεθ’ ὑπερβολῆς στίζει πάσης. Εἰ γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ, καὶ ἐπαινουμένη
40ἡ ἀρετὴ μόλις ἐκκαλεῖται πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυ‐ τῆς· τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον· εἰ δὲ ἐπὶ τῶν μα‐ θητῶν χαλεπὸν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκά‐ λων.
45 ηʹ. Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρο‐ νήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ’ ὁ μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναί‐ σθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ

55

.

252

(50)

θρήνου τῶν κοινῇ πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς, λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφό‐ δρα. Καὶ πάλιν· Πενθήσει ὁ Κάρμηλος, πενθήσει οἶνος, πενθήσει ἄμπελος. Καὶ τὰ μὲν ἄψυχα πενθεῖ, καὶ στένει, καὶ συναγανακτεῖ τῷ Δεσπότῃ· σὺ δὲ ὁ
55λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς, οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων, ἀλλὰ καὶ κοινωνεῖς; Καὶ
ποίαν ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς ἐκδίκου

55

.

253

δεῖται· μὴ γὰρ βοηθούντων χρῄζει; ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ καθ’ ἑτέρου ἀγανακτήσει σωφρονέ‐ στερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν σου δεί‐
5ξῃς. Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς περιπεσεῖν· κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύ‐
10τῃ, αὐστηροτέρας αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐ‐ θύνας, καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευά‐ ζων. Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν’ εἰδῇς ὅτι ὁ ἐπὶ τῷ τοιούτῳ
15συγγνώμην οὐκ ἔχων, πολλῷ μᾶλλον ἐφ’ ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τού‐ του ἔλαττον. Καί τις τῶν ἁμαρτημάτων τούτων σύγ‐
20κρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐ‐ τοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνω‐ στον, πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ
25σοῦ ἀγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσ‐ ερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανο‐ μῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων, κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώ‐ ματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως
30αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶ‐ πε, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας, ὅπου γε καὶ
35κοινωνὸν αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως
40κοινωνεῖς καὶ μεριστὴς γίνῃ; Διὰ δὴ τοῦτο καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι κολάζουσι, καὶ οἱ παραδιδόντες δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο,
45καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ γεγενημένου οὐκ ἔλαττον, ἢ τῇ μοιχευθείσῃ. Οἱ γὰρ τὰ παραπε‐ τάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα τὴν ἐξ‐ ουσίαν τοῖς κρυπτομένοις δεδώκασιν· οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ

55

.

253

(50)

αὐτὸν τὸν μοιχεύσαντα. Εἰ γὰρ προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν ἂν τὴν ἄγραν ἐσόβησαν. Καὶ καθάπερ ἐκεῖνοι μάλιστά εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντο‐
55θεν ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε
ἄλλο τι συγχωροῦντες γενέσθαι τὸ δυνάμενον σοβῆ‐Column end

55

.

254

σαι τὴν θήραν· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν παρακαθίσῃς τῇ κειμένῃ παρὰ τοῦ διαβόλου παγίδι, καὶ εἰδὼς μέλ‐ λοντα ἐμπίπτειν τὸν μοιχὸν μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς.
5 Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας· Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ· τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι. Διὸ καὶ ὁ Παῦ‐ λος ἔλεγε· Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ
10ἑτέρου. Ἵνα, φησὶν, εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἵνα γὰρ
15μὴ λέγῃ· Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ· μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλ‐ λειν; τὸ χαρίζεσθαι ἡδονῇ ἀδίκῳ; τὸ περιορᾷν δηλη‐ τήριον φάρμακον πίνοντα; Πλὴν ἀλλ’ οὐδὲ τοῦτο δυ‐
20νήσῃ λέγειν. Ὅτι γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ’ ὕπνου καὶ νωθείας καὶ ῥᾳθυμίας, πῶς τὸν ἀδικοῦντα ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημ‐ μεληκότι; Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτει‐
25νομένην. Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδι‐ κηκότα κολάζεις. Καθήμενος γὰρ κατὰ τοῦ ἀδελ‐ φοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μη‐ τρός σου ἐτίθεις σκάνδαλον.
30 θʹ. Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει. Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας, τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος, τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς
35γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις μό‐ νον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις σκάνδαλον. Εἰ δὲ τὸν φυσικῶν κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν κακῶς, πολλῷ
40μᾶλλον τὸν πνευματικῶν. Μὴ τοίνυν μήτε τὸν μέλλον‐ τα ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικη‐ κότα διάβαλλε καὶ λοιδόρει. Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας· τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας· φθόνου δὲ, τὸ τὸν ἑστῶτα κατα‐
45βάλλειν. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν κατήγορον αἰ‐ νίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο ποιούμενον. Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ὁ μὲν Κάϊν τὸν ἀδελ‐ φὸν ἀνελὼν, ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν·

55

.

254

(50)

οὗτοι δὲ μυρίους, δι’ ὧν κακῶς λέγουσι, καταβάλλου‐ σι, καὶ ἑαυτοὺς πρώτους. Οὐ γὰρ τὸν κατηγορούμε‐ νον μόνον, ἀλλὰ καὶ ἑτέρους βλάπτουσι· μᾶλλον δὲ ἐκείνους μόνον τοὺς παραδεχομένους. Ὁ γὰρ κακῶς ἀκούων ψευδῶς, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μι‐
55σθὸν ἔχει μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ’ ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος· οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν (τοῦτο γὰρ
60ἀμήχανον· καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα,

55

.

255

Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες ἄν‐ θρωποι), ἀλλ’ ὅπως ἡμεῖς μὴ παράσχοιμεν λαβάς. Καὶ γὰρ ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς, πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσι, δόξης ἐρῶν ἀν‐
5θρωπίνης, διακονούμενος ἐν οἷς οὐ δεῖ, ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν παρ’ αὐτῶν χάριν. Πάλιν ὁ καταφρονῶν τοῦ παρὰ πάντων ἀκούειν κα‐ κῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν. Ὥσπερ γὰρ ἀμήχα‐ νον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως
10ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολ‐ λὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λα‐ βάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθά‐ περ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων
15ἐκείνων ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέ‐ γῃ τις κακῶς ἐπὶ πράγματι, οὗ τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ τοῦτο δεῖ καταφρονεῖν τοῦ κατ‐ ηγόρου διὰ τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν μετὰ τῆς πρεπούσης ἀσφαλείας, ὥστε ἀνελεῖν καὶ
20τὴν ἄλογον πρόφασιν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρό‐ τητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν. Οὐ
25γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς σκανδαλίζε‐ σθαι, παρεῖδε καὶ κατεφρόνησεν· ἀλλ’ ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ αὐτῶν τῶν σκανδαλι‐ ζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φά‐
30γω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ’ ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν γὰρ γίνοιτο βλάβη μείζων τῆς σωτηρίας, κατα‐
35φρόνει τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου καὶ κανὼν, παι‐ δεύων πότε δεῖ καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε δὲ μή· οἷόν τι λέγω· Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει τὸν νόμον, καὶ διὰ τοῦτο μυ‐
40ριάδες ἀπεπήδων πολλαὶ, καὶ περὶ τὴν πίστιν ἐχώ‐ λευον. Τί οὖν ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον βου‐ λόμενος (μείζων γὰρ ἦν ἡ σωτηρία τῶν τοσούτων μυριάδων), καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον, ἐκώλυσεν, ὅπερ
45μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα κατεφρόνησε τῶν σκανδαλιζομέ‐ νων· μεῖζον γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐ‐

55

.

255

(50)

τοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρω‐ πον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐ‐ τούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ, ὅμως ἐπειδὴ ὁ και‐
55ρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευ‐
θεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸνColumn end

55

.

256

ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στα‐ τῆρα· τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόν‐
5τισε, καὶ τὸν νόμον ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκό‐ τως συγκαταβαίνει πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ’ ἵνα δι‐
10ορθώσωμαι, φησίν. ιʹ. Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ’, ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ’ ἰδίαν λαβόντα διορθοῦν. Αἱ γὰρ δημοσίᾳ γινόμεναι κατηγορίαι, πολλάκις καὶ ἀναισχυντοτέρους ποιοῦσι· καὶ ἕως μὲν ἂν ἴδωσιν οἱ
15πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαί‐ νουσιν. Ἀλλ’ ἠδικήθης τι παρ’ αὐτοῦ. Τί τοίνυν καὶ
20σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ’ ἑαυτοῦ τὸ ξίφος ὠθεῖ. Εἰ γὰρ βούλει καὶ σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα· οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ τοὺς κατηγό‐ ρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν δὲ κακῶς λέ‐
25γῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν δεχόμενος. Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπου‐ δῆς. Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν βούλει, γί‐ νεται δὲ τοὐναντίον· διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγο‐ ρίας τοῦτο συμβαίνει· ἀλλὰ τοὐναντίον ἅπαν· καὶ σαυ‐
30τὸν μὲν μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆ‐ ναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν. Ὅταν γὰρ ἀντικρούσῃ τις εἰς
35δικαστήριον, τὸ πᾶν διαλύεται τέως· οὕτω δὴ καὶ ἐν‐ ταῦθα οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ τῆς ἔχθρας ὑπόνοια. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πη‐ λοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε,
40καὶ ἴων, καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι (τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτοι), ἀλλ’ ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία κατ’ ἐκείνας, καὶ γίνου πᾶσι προσηνής. Τὸν
45μὲν γὰρ κακήγορον ἅπαντες ἀποστρέφονται, ὡς σα‐ πρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν αἵματι, καὶ κάν‐ θαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα. Καὶ τί

55

.

256

(50)

λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐν‐ νόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὸ κριτή‐ ριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθή‐ κην ἁμαρτημάτων περιττῶν προσθήσεις. Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν ῥῆμα, ὃ ἐὰν λαλήσωσιν οἱ
55ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Κἂν ἀληθῆ, φησὶν, ᾖ, οὐδὲ οὕ‐ τως ἀπαλλαγήσῃ καταγνώσεως, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς καὶ τὰ ὀνείδη. Ἐννόησον γοῦν τὸν Φαρισαῖον. Οὐκ ἦν τελώνης, ἀλλὰ τελώνου γέγονεν
60ἁμαρτωλότερος, ἐπειδὴ τὸν τελώνην ἐκάκισεν. Οὐκ ἦν

55

.

257

Φαρισαῖος ὁ τελώνης, ἀλλὰ τοῦ Φαρισαίου γέγονε δι‐ καιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε. Ταῦτα ἐποίη‐ σας, καὶ ἐσίγησα. Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσο‐ μαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ
5πρόσωπόν σου τὰς ἁμαρτίας σου. ιαʹ. Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον ἄπειρον; Σι‐ γὴν γὰρ ἐνταῦθα τὴν μακροθυμίαν λέγει. Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ’ ἠνειχόμην,
10καὶ ἔφερον, χώραν σοι διδοὺς εἰς μετάνοιαν. Σὺ δὲ οὐ μόνον οὐδὲν ἐκέρδανας ἐντεῦθεν, ἀλλὰ καὶ πρὸς μεί‐ ζονα ἐξώκειλας κακίαν. Οὐ γὰρ δὴ μόνον οὐ μετεβά‐ λου, οὐδὲ μόνον οὐ κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς γεγενημένοις σαυτοῦ· ἀλλ’ ἤδη καὶ ἐμὲ τὸν
15μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομέ‐ νοις. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ
20Θεοῦ. Ποῖα; Τὰ εἰρημένα, φησί. Τί ἐστι, Σύνετε; Νοήσατε. Τί γὰρ συνεσκιασμένον εἴρηται; τί δὲ πολ‐ λῆς χρῇζον ἐρεύνης; Μάλιστα μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολι‐ τείαν. Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον,
25τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν· ἄλλως δὲ ἐπειδὴ πολλῷ τῷ φορυτῷ τῶν ἁμαρτημάτων ἦσαν καταχω‐ σθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν λήμην ἀποκαθᾶραι τὴν προλαβοῦσαν τῆς πονηρᾶς
30συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην ἐλθεῖν τῶν γε‐ γενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν. Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συν‐ ήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα.
35Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ὢ φι‐ λανθρωπίας ἀφάτου! Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως τὴν φιλοστοργίαν ἐκείνην νικώ‐ σης ἀγαθότητος. Ὁ γὰρ τοσαύτην ἐμφήνας κατηγο‐ ρίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλί‐
40ζεται. Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου, καὶ ἀπό‐ φασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπό‐ φασιν πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παρα‐ διδοὺς, ἀλλ’ ὡς ὀφείλοντας διορθωθῆναι τῇ παραινέσει
45καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Οὐσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. Δείξας τὸ φιλάνθρωπον, παραινέσας, συμβουλεύσας,

55

.

257

(50)

ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρα‐ τον, καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρό‐ πον, δι’ οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών· Θυσία αἰνέσεως δοξάσει με. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ
55λύσει τὴν καταδίκην, ἀλλὰ καὶ δοξάσει με. Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος, ὅταν ὁ Θεὸς δι’ αὐτὸν δοξάζηται. Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σω‐ τήριον τοῦ Θεοῦ. Εἶδες μισθὸν ἄφατον; εἶδες φιλ‐
ανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸνColumn end

55

.

258

δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως σωτήριον τοῦ Θεοῦ τοῖς κατορθοῦσι. Πειθώμεθα τοίνυν τῷ ἐπαγ‐ γελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας αἰ‐ νέσεως τοῦτον δοξάζωμεν. Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτη‐
5ρίαν φέρει, διὰ τῆς θυσίας ταύτης· ἧς γένοιτο πάν‐ τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
10tΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ.
11Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ’ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ
15ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ
20δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλ‐ θοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ,
25καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μετα‐ ναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτω‐ σαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς
30 πόνους αὐτοῦ. αʹ. Πολλῆς ἐνταῦθα συνέσεως ἡμῖν χρεία. Τὰ γὰρ ῥήματα κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν, πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ. Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ διὰ
35τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ θυμὸν ζέοντα καὶ διακαῆ τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖ‐ δας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμω‐ ρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ
40κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύ‐ χεται. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Τουτέστιν, ὑπὸ κατηγόροις γένοιτο πονηροῖς ἀνθρώποις καὶ ἐπι‐ βούλοις, καὶ μὴ περιγένοιτο αὐτῶν. Τοῦτο γάρ ἐστιν,
45Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμέ‐ νος. Καὶ οὐκ ἠρκέσθη ταύτῃ τῇ τιμωρίᾳ, ἀλλὰ μετὰ τῆς καταδίκης ταύτης εὔχεταί τινα ἕτερον μετ’ ἐκεῖ‐ νον τὴν ἐκείνου λαβεῖν τιμὴν, λέγων, Τὴν ἐπισκο‐ πὴν αὐτοῦ λάβοι ἕτερος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται,

55

.

258

(50)

ἀλλὰ καὶ τὸν μόνον καταλελειμμένον λιμένα προσχών‐ νυσι, μηδὲ ὑπὸ τοῦ Θεοῦ τινὸς φιλανθρωπίας τυχεῖν ἀξιῶν καὶ λέγων· Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Καὶ μέντοι καὶ θάνατον ἄωρον ὑπο‐ μεῖναι ἀξιοῖ. Γενηθήτωσαν γὰρ, φησὶν, αἱ ἡμέραι
55αὐτοῦ ὀλίγαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, καίτοι καὶ τὸ ταῦτα μόνα εἰπεῖν ἤρκει, ὁ δὲ καὶ ἐπιτίθησιν, ὅπερ σφόδρα ἐστὶν ἐκκεκαυμένης ψυχῆς, τὸ μὴ μιᾷ μηδὲ δευτέρᾳ ἀρκεσθῆναι τιμωρίᾳ, ἀλλὰ τοσαύτας ἐπαχθῆναι αἰτεῖν. Τὰ δὲ ἐντεῦθεν ἔτι πολλῷ τούτων
60χαλεπώτερα. Καὶ γὰρ ὀρφανίαν, καὶ χηρείαν τῶν

55

.

259

λειπομένων κατεύχεται. Καίτοι γε ταῦτα ἀπελ‐ θόντος ἐξ ἀνάγκης γενέσθαι συμβαίνει· ἀλλ’ ὅμως καὶ ταῦτα ἐν τάξει τίθησιν ἀρᾶς, τῷ θυμῷ ζέων. Καὶ οὐδὲ μέχρι τῆς ὀρφανίας ἵσταται, ἀλλὰ καὶ μετὰ
5τοιαύτας συμφορὰς πρόεισι περαιτέρω, τὸ δεινὸν αὔξων, πλανήτας καὶ μετανάστας ἀξιῶν γενέσθαι τοὺς ἐκείνου. Σαλευόμενοι γὰρ μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, φησὶ, καὶ ἐπαιτησάτωσαν. Τουτ‐ έστι, μὴ στῶσι πλανώμενοι, μηδὲ τῆς ἀναγκαίας
10εὐπορήσωσι τροφῆς, μηδὲ παύσωνται τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, ἐλαυνόμενοι, διωκόμενοι κατὰ πᾶσαν τὴν γῆν, καὶ μηδαμοῦ χώραν τοῦ στῆναι εὑ‐ ρίσκοντες. Μετὰ δὲ τούτων καὶ πενίαν αὐτῶν κατεύ‐ χεται, καὶ πενίαν ἐσχάτην καὶ ἀφόρητον, ὥστε μηδὲ
15τῆς παρὰ τῶν συγγενῶν ἐπικουρίας τυχεῖν, ἀλλὰ περιιέναι, παρὰ ξένων καὶ ἀγνώστων προσαιτοῦντας ταύτην. Καὶ ἄκουε πῶς τοῦτο δηλῶν παρατίθησι. Μετὰ γὰρ τὸ εἰπεῖν· Μεταναστήτωσαν οἱ υἱοὶ αὐ‐ τοῦ, καὶ ἐπαιτησάτωσαν, ἐπάγει· Ἐκβληθήτωσαν
20ἐκ τῶν οἰκοπέδων αὐτῶν, καὶ ἐξερευνησάτω δα‐ νειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπα‐ σάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Τοῦτο ἑτέρας συμφορᾶς εἶδος, τὸ εἰς διαρπαγὴν δοθῆναι τὰ αὐτῶν, καὶ δανειστῶν φέρειν ἐπιβουλὰς, καὶ παντὶ
25τρόπῳ ἐπηρεάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ἐν τοσούτοις κακοῖς ἔρημον εἶναι προστάτου· καὶ τοῦτο κατεύχεται λέγων· Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλή‐ πτωρ. Τὰ γὰρ κακὰ αὐτὰ καθ’ ἑαυτὰ ἀφόρητα· ὅταν δὲ μηδὲ τὸν προϊστάμενον ἔχῃ, πολλῷ χαλεπώτερα.
30Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Βαβαί! πόσον θυμοῦ μέγεθος, ὅταν μηδὲ τὸ ἄωρον τῆς ὀρφανίας ἐλέους τυγχάνῃ, καὶ οὐ μόνον ἐλέους, ἀλλὰ καὶ ἀπωλείᾳ ἐσχάτῃ περιβάλληται! Γενηθήτω γὰρ, φησὶ, τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν. Ἐν
35γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Εἶδες λό‐ γον θυμοῦ γέμοντα, καὶ οὐδαμοῦ ἱστάμενον; Καὶ ζῆσαι μετὰ συμφορᾶς αὐτοὺς εὔχεται ποικίλης καὶ παντοδαπῆς, καὶ πανωλεθρίᾳ παραδοθῆναι, καὶ ἀνω‐ νύμως ἀπολέσθαι. Καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς
40συμφορᾶς τῶν παίδων, ἐπάγει πάλιν· Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Τοῦτο γὰρ μάλιστα
45θυμοῦ, τὸ κατακερματίζειν ἃς εἶπε καθόλου συμφο‐ ρὰς, καὶ συνεχῶς τὰ αὐτὰ περιστρέφειν. Εἰπὼν γὰρ, Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, ἐπ‐ ήγαγε· Καὶ μὴ ἐξαλειφθείη. Καίτοι τὸ αὐτό ἐστιν· ἀλλ’ ὅμως ὁ θυμὸς καὶ ἀμφότερα παρεσκεύασεν

55

.

259

(50)

αὐτὸν εἰπεῖν· ὃ δὲ βούλεται εἰπεῖν τοῦτό ἐστιν· Ἀπό‐ κτεινον αὐτὸν, σφάξον, ἄνελε. Εἶδες ἀρᾶς πλῆθος; Ἀλλ’, εἰ βούλει, πάλιν ἄνωθεν αὐτὰ συλλογίσομαι. Περιπέσοι πονηροῖς ἀνθρώποις, φησὶ, κατηγορηθείη, κρατηθείη παρ’ αὐτῶν, καταδικασθείη, ἄωρον ὑπο‐
55σταίη θάνατον, ἐκβληθείη τῆς τιμῆς, καὶ μηδὲ εἰς ἐκγόνους, ἀλλ’ εἰς ἑτέρους τινὰς ταύτην μεταφερο‐ μένην ἴδοι· ἡ γυνὴ αὐτοῦ ἀπόλοιτο, καὶ τὰ παιδία πενίαν, ὀρφανίαν, βίον προσαιτῶν ὑπομείναιεν, καταδικασθεῖεν, ἐλαθεῖεν πάντοθεν, μηδένα σχοῖεν
60βοηθὸν, ἐκπέσοιεν καὶ τῆς εὐνοίας τοῦ Θεοῦ, μηδεὶς αὐτοῖς γένοιτο λιμὴν, μηδὲ καταφυγή· ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ ἀπὸ τῆς γῆς, ἀνώνυμος ἀπόλοιτο, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ δίκην δοῖεν, ὧν ἥμαρτον· καὶ μετ’ αὐτὸ ἐξώλεις καὶ προώλεις ἀπόλοιντο.
65βʹ. Ἆρα οὐκ ἐκπλήττει τὸν ἀκροατὴν τὰ εἰρημένα,Column end

55

.

260

Ἆρα οὐκ ἐπιθυμεῖς ἀκοῦσαι τίς οὗτος ὁ καταδικα‐ σθεὶς οὕτως; Εἰ γὰρ ἄνθρωπον ἀκούοντες λοιδορού‐ μενον τοὺς παρεστῶτας ἐρωτῶμεν, φράσαι τίς ὁ ταῦτα ἀκούων· πολλῷ μᾶλλον τοῦ προφήτου ταῦτα
5καταρωμένου ἀκούοντες, ἀναγκαῖον μαθεῖν, καὶ μετὰ φόβου μαθεῖν, καὶ συνεσταλμένης τῆς διανοίας, τίς ὁ εἰς ὀργὴν οὕτω χαλεπὴν ἐμπεσὼν, τίς ὁ λυπήσας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τοσαῦτα καὶ τηλικαῦτα ἀκοῦσαι παθῶν εἴδη. Οὐκοῦν, εἰ δοκεῖ, τὸν ψαλμὸν ἄνωθεν
10εἴπωμεν μετὰ πολλῆς τῆς προσοχῆς. Καὶ μηδεὶς θορυβείσθω. Καὶ γὰρ μετὰ ἀκριβείας ἁπάσης ποιή‐ σομαι τὴν ἐξήγησιν, ὡς ἂν οἷός τε ὦ. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ ζητούμενον· ἀλλ’ ἓν μὲν καὶ πρῶτον, τίνος ἕνεκεν αὐτοῦ ἁμαρτόντος, τούτου δὴ τοῦ κατα‐
15βοωμένου, οἱ παῖδες κολάζονται μετ’ αὐτοῦ, καὶ ἡ γυνὴ, καὶ οἱ γονεῖς. Δεύτερον δὲ, τίς ὁ καταρώμενος. Τρίτον δὲ, πῶς ὁ τῶν ἀποστόλων κορυφαῖος περὶ τοῦ Ἰούδα τὸν ψαλμὸν εἰρῆσθαι δείκνυσι· μᾶλλον δὲ οὐ τὸν ψαλμὸν ἅπαντα, ἀλλὰ τοῦ ψαλμοῦ τὸ μέρος.
20Γέγραπται γὰρ, φησὶν, ἐν τῇ βίβλῳ τῶν Ψαλ‐ μῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ ἐν τοῖς σκηνώμασιν αὐτοῦ μὴ ἔστω ὁ κατοι‐ κῶν. Ἀλλὰ πάλιν τοῦτο ἕτερον ἡμῖν ζήτημα παρέχει· οὐ γὰρ ἐν τούτῳ γέγραπται τῷ ψαλμῷ
25ἀμφότερα· διόπερ οὐκ εἶπε τόνδε τὸν ψαλμὸν, ἀλλὰ τὸ βιβλίον ἅπαν. Καὶ γὰρ τὸ, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, ἐν ἑτέρῳ· καὶ ἐν τούτῳ· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἀλλ’ ὅμως ὁ Πέτρος ἀμφότερα συνήγαγεν εἰς μαρτυρίαν μίαν. Ὃ
30καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ, ὡς ὅταν λέγῃ· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἐξ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Τί δὲ ἄν τις εἴποι τὸ εἰρημένον; προφητείαν, ἢ ἀράν; Προφητείαν
35ἐν εἴδει ἀρᾶς. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοιοῦτόν τι εὑ‐ ρήσομεν· ὅπερ καὶ ὁ Ἰακὼβ ἐποίησεν. Ἐπειδὴ γὰρ τοὺς ἀκούοντας ἐκ τῶν ἑτέροις συμβαινόντων ὠφε‐ λεῖσθαι χρὴ, πολλὰς τῶν προφητειῶν τούτῳ σχημα‐ τίζουσι τῷ τρόπῳ, ὥστε καὶ τῷ εἴδει τῆς προφορᾶς
40τῆς κατὰ τὴν πολιτείαν αὐξηθῆναι τὸν φόβον. Οὐ γάρ ἐστιν ἴσον εἰπεῖν, ὅτι ὁ δεῖνα τὸ καὶ τὸ πείσεται, καὶ ἐν τάξει χολῶντος καὶ ὀργιζομένου τὸ αὐτὸ τοῦτο προσενεγκεῖν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα ἀποφαίνο‐ μαι, ἀπὸ τῶν προφητικῶν ὑμῖν ῥημάτων τοῦτο ποιή‐
45σω δῆλον. Ὁ γὰρ Ἰακὼβ, ὅτε ἔμελλε τελευτᾷν, Δεῦτε, φησὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐρῶ, τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν· καὶ μέλλων προφη‐ τεύειν, ἐκ προοιμίων εὐθέως ὥσπερ τινὶ θυμῷ ζέων ἀπὸ ἀρᾶς ἄρχεται τῆς προφητείας, οὕτω λέγων·

55

.

260

(50)

Ῥουβὶμ πρωτότοκός μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκ‐ ζέσῃς· τὴν μέλλουσαν αὐτοῦ ἀπώλειαν ἐν τάξει ἀρᾶς προφητεύων. Οὕτω πάλιν ὅταν ἀγαθὰ λέγῃ, ἐν τάξει εὐχῆς διηγεῖται, Δῴη σοι Κύριος, λέγων, ἐκ τῆς
55δρόσου τοῦ οὐρανοῦ, καὶ ἐκ τῆς πιότητος τῆς γῆς. Καίτοι καὶ τοῦτο προφητεία. Ἀλλ’ ὅτι μὲν οὐκ ἔστιν ἀνθρωπίνου πάθους, δῆλον. Καὶ γὰρ καὶ ἐπὶ Χαναὰν ὁ πατὴρ αὐτοῦ τοῦτο αὐτὸ ποιεῖ, λέγων· Ἔσται Χαναὰν παῖς αὐτοῦ· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς,
60προλαμβάνων τοὺς ἀδικουμένους, ἐπεξέρχεται τοῖς

55

.

261

ἀδικοῦσι. Καὶ ὁ Χριστὸς δὲ τοιούτῳ τινὶ κέχρηται τρόπῳ, προφητείας εἴδει μᾶλλον ἀνακαλῶν καὶ θρη‐ νοῦντα μιμούμενος, καὶ λέγων· Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά. Καὶ πάλιν, ὡς ὅταν λέγῃ· Ἱε‐
5ρουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προ‐ φήτας. Περὶ τίνος οὖν ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα, τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ Δαυῒδ, τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προ‐ φητείας πάλιν τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑ‐
10ρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα εἰς ἄλλον λεγόμενα. Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ
15ἀρᾶσθαι κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐ‐ λογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν γενησομένων ἦσαν Καὶ γὰρ ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν.
20 Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβη‐ σόμενα ἀπαγγέλλουσα καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ’ ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα
25μάθωμεν ἡλίκον κακόν ἐστι τοῖς ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ καὶ ἀδικίᾳ κατ’ αὐτῶν κε‐ χρῆσθαι. Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ δι‐ δασκαλία τῶν συμβησομένων τοῖς τοὺς πλησίον ἀδι‐ κοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου καὶ γνώ‐
30μης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιού‐ των κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας κα‐ λεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ
35συνεζηκότας, κἂν μὴ τῇ φύσει παῖδες ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν. Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι; Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν ἐπεσπά‐
40σαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέ‐ γων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε. Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πα‐ τέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον. Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ
45μὴ κακῶς αὐτὸν ἀναγάγοι· καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ’ ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί. γʹ. Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθω‐ μεν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς μου

55

.

261

(50)

μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ’ ἐπέξελθε τοῖς γεγε‐ νημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν. Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ’
55ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύ‐ κλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσ‐ ηυχόμην.
Εἶδες πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπι‐Column end

55

.

262

βουλῆς; εἶδες μελέτην; Καὶ γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως, καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται οἱ μετιόντες. Ἕτερον γάρ ἐστι, συναρπαγέντα καὶ ἀπα‐
5τηθέντα ὑποσκελισθῆναι· ἕτερον, ἔργον ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον, ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ, καὶ
10ἄξιον τοῦ φιλεῖσθαι, καὶ χρηστὰς ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο. Ἐγὼ δὲ προσηυχόμην. Εἶδες φιλοσοφίαν; εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν, οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ’ ἐπὶ σὲ κατέφευγον· τὴν σὴν
15ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν, τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανά‐ του ἐξήνεγκε ψῆφον καθ’ ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν ἔχεται
20τῆς προτέρας ὑποθέσεως. Καὶ γὰρ καὶ τοῦτο προφη‐ τείας εἶδος, μεταξὺ διακόπτειν, καὶ ἱστορίαν τινὰ ἐμβάλλειν, καὶ μετὰ τὸ ταύτην διεξελθεῖν πάλιν ἐπὶ τὰ πρότερα ἐπανιέναι. Συνεσκίασται γὰρ διὰ τὴν ἀγνωμοσύνην τῶν Ἰουδαίων ἡ προφητεία. Αἰνίττεται
25γοῦν τινα, ὅπερ ἔφθην εἰπὼν, ἱερωσύνῃ ἐπιβουλεύ‐ σαντα μετὰ τοὺς χρόνους τοὺς ἐκ τῆς ἐπανόδου τῆς ἐκ Βαβυλῶνος. Καὶ οἱ φιλοπονώτεροι ἴσασι τοῦτο, τὴν ἱστορίαν ἐπελθόντες. Καὶ προφητεύει μεγάλα τῷ τοιούτῳ κακὰ, ἐρημίαν προστατῶν· καὶ πάντα ἀξιοῖ
30προσχώννυσθαι αὐτῷ λιμένα, καὶ μηδεμιᾶς τυχεῖν μακροθυμίας, μηδὲ φιλανθρωπίας, μηδὲ συγγνώμης. Ταῦτα δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ συνεχῶς λέγων οὐ παύσομαι, δοκεῖ μὲν εἶναι ἀρᾶς· προφητεία δέ ἐστι, δεικνύουσα πῶς παροξύνεται ὁ Θεὸς, ὅταν ἱερωσύνη
35ἐπιβουλεύηται. Εἶτα κατὰ λέξιν τὰς συμφορὰς ἐπεξ‐ έρχεται, καί φησιν· Ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆ‐ σαι ἔλεον. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανα‐ τῶσαι. Τοῦτο ἐσχάτης ὠμότητος, τοῦτο πολλῆς
40ἀπανθρωπίας, ὅταν μὴ μόνον τις ἐπιβουλεύῃ, ἀλλὰ καὶ τὸν ἱκανὸν ἐπικλάσαι πρὸς ἔλεον καὶ πρὸς συμ‐ πάθειαν ἐπικάμψαι. Ὁ γὰρ τοιοῦτος πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐξώκειλε, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερος γέγονε. Τοῖς μὲν γὰρ θηρίοις κατὰ φύ‐
45σιν τὸ θηριῶδες· οὗτος δὲ λόγῳ τιμηθεὶς, τῇ πονηρίᾳ τὴν εὐγένειαν προέδωκε. Κἀκεῖνα μὲν πρὸς τὸ ὁμό‐ φυλον καὶ συγγενὲς ἔχει τινὰ φιλίαν καὶ ἡμερότητα· οὗτοι δὲ οὐδὲ τὸ κοινὸν τῆς φύσεως ᾐδέσθησαν, ἀλλ’ ὃν ἔδει ἐλεεῖν καὶ ἀνέχειν καὶ ἀνορθοῦν, τοῦτον ὤθουν

55

.

262

(50)

καὶ ἀνέτρεπον. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυν‐ θήσεται ἀπ’ αὐτοῦ. Ἐπειδὴ πολλὰς κατηύξατο αὐ‐ τοῦ συμφορὰς, δείκνυσιν οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρ’
ἐκείνου τὴν ἀρχὴν τούτων γενομένην καὶ τὴν αἰτίαν,

55

.

263

τοῦ διὰ τῶν ἔργων ἀποκρουσαμένου μὲν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν, ἐπισπασαμένου δὲ τὴν θεήλατον πληγήν. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ
5ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Ἐνταῦθα καὶ τὸ σφοδρὸν τῆς πληγῆς, καὶ τὸ μόνιμον τῆς τιμωρίας ἐνδείκνυται, δηλῶν ὅτι πᾶσιν ἀνθρώποις τὰ κακὰ οἴκοθεν καὶ παρὰ τῆς οἰκείας γνώμης, οἳ διὰ τῶν ἔργων καὶ τῶν πράξεων τὰ μὲν ἀγαθὰ διακρούονται,
10ταῖς δὲ τιμωρίαις ἑαυτοὺς ἐπεμβάλλουσι. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο δέ φησι, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ ὀργὴν, τὴν μετελευσομένην τοὺς τοιούτους. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὕτως αὐτοὺς τὰ
15κακὰ καθέξει, ὡς μηδὲ μεταβολήν τινα σχεῖν· ἀλλ’ ἐναποστηριχθήσεται ἐν αὐτοῖς, καὶ μενεῖ βέβαια. Εἶτα δεικνὺς, ὅτι πονηρίαν κολάζει, καὶ κακίαν διορ‐ θοῦται, καὶ ὅτι οὐ κατ’ ἐκείνου μόνου, ἀλλὰ κατὰ πάντων τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων ἡ
20τοιαύτη κείσεται ψῆφος; ἐπήγαγε· Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ. Τουτέστιν, αὕτη ἡ τιμωρία, αὕτη ἡ δίκη τῶν ἀνθισταμένων μοι, τῶν ἐπιβουλευόντων, τῶν πολεμούντων, Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Ἄρα
25καὶ ῥημάτων εἰσὶν εὐθῦναι, καὶ εὐθῦναι πικρόταται. δʹ. Ἀπαρτίσας τοίνυν τὸν περὶ ἐκείνου λόγον, ἐπὶ τὸν Θεὸν καταφεύγει πάλιν ὑπὲρ τῆς εἰς αὐτὸν ἀντιλή‐ ψεως. Οὐδὲ γὰρ μέχρι τῆς τιμωρίας τῶν ἐπιβουλευόν‐ των ἵσταται, ἀλλὰ δεικνὺς ὅτι οἱ κακῶς πάσχοντες
30καὶ τιμωρὸν ἔχουσιν ὑπὲρ ὧν ἀδικοῦνται, καὶ αὐτοὶ πολλῆς τυγχάνουσι τῆς ἀντιλήψεως, ἐπάγει λέγων· Καὶ σὺ, Κύριε, ποίησον μετ’ ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός σου. Ὅρα εὐγνωμοσύνην, ὅρα ταπεινοφρο‐ σύνην. Καίτοι γε ἱκανὴν εἶχεν εἰς συνηγορίαν ἀφορ‐
35μὴν τὸ κακῶς παθεῖν (καὶ γὰρ καὶ τοῦτο πολλαχοῦ τῶν Γραφῶν ἔστιν ἰδεῖν, ὅτι οἱ κακῶς πάσχοντες ἀδί‐ κως παρὰ ἀνθρώπων, πλείονα ἔχουσι παῤῥησίας ἀφορμὴν πρὸς τὸ τυχεῖν τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς), ἀλλ’ οὗτος ἀφεὶς τοῦτο εἰπεῖν, ἐπὶ τὴν φιλανθρωπίαν
40μόνην τοῦ Θεοῦ καταφεύγει καὶ λέγει· Ποίησον μετ’ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου· μονονουχὶ τοῦτο λέγων· Οὐκ ἐπειδὴ ἄξιός εἰμι, ἀλλὰ διὰ σεαυτὸν, ὅτι φιλάνθρωπος εἶ καὶ ἐλεήμων. Διὸ καὶ ἐπάγει· Ὅτι χρηστὸν τὸ ἔλεός σου. Καὶ καλῶς εἶπεν,
45Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τὸ γὰρ τῶν ἀνθρώπων οὐ τοιοῦτον πολλαχοῦ· ἔστι γὰρ ὅπου καὶ ἐπὶ βλάβῃ τούτῳ κέχρηνται, καὶ ἐπὶ διαφθορᾷ· ἀλλ’ ὁ Θεὸς πανταχοῦ πρὸς τὸ συμφέρον. Ῥῦσαί με, ὅτι πτω‐ χὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρα‐

55

.

263

(50)

κται ἐντός μου. Ὁρᾷς αὐτὸν πάλιν ἀξιοῦντα σωθῆ‐ ναι, οὐχ ὡς ἄξιον, οὐδὲ ὡς δίκαιον, ἀλλ’ ὡς ἀνατρα‐ πέντα παντελῶς, ὡς κατειργασμένον, ὡς μυρία πα‐ θόντα κακά; Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Τοιαύτη γὰρ τῶν συμφορῶν ἡ δύναμις· οὐ
55σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ ψυχὴν θορυβεῖ. Ὡς σκιὰ, ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὸ σφοδρὸν τῆς ἐπιβου‐ λῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφα‐
τον, καὶ τὴν παρ’ ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖςColumn end

55

.

264

τοιούτοις σπουδήν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον. Ὁρᾷς οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς, καὶ τὴν πρὸς αὐτὸν κακουχίαν; Καὶ ἐγὼ ἐγενήθην
5αὐτοῖς ὄνειδος· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοιαῦται τῶν πονηρῶν αἱ γνῶμαι· οὐ μόνον οὐκ ἐνδιδόασιν, ὅταν ἴδωσι τὸν δίκαιον ἐπιτείνοντα τὴν εὐλάβειαν, ἀλλὰ καὶ ὀνειδίζουσι καὶ κωμῳδοῦσι, καὶ ἐπεμβαίνουσι. Τί οὖν οὗτος; Ἐπὶ τὴν ἄμαχον
10συμμαχίαν, ἐπὶ τὴν ἀχείρωτον βοήθειαν καταφεύγει, λέγων· Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶ‐ σόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐ‐ τήν. Τί ἐστιν, Ὅτι ἡ χείρ σου αὕτη; Ὅτι σὴ ἡ
15συμμαχία. Ὅτι σὴ, φησὶν, ἡ βοήθεια. Οὐ γὰρ δὴ σωθῆναι βούλομαι μόνον, ἀλλὰ καὶ ἐκείνους μαθεῖν παρὰ τίνος ἐσώθην, ὥστε διπλοῦν μοι γενέσθαι τὸ τρόπαιον, διπλοῦν τὸν στέφανον, ἐπιτεταμένην τὴν δόξαν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.
20Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦ‐ λός σου εὐφρανθήσεται. Ἐντεῦθεν φιλοσοφίαν τινὰ παιδεύει τὸν ἀκροατήν. Δείκνυσι γὰρ ὅτι κἂν μυρίαις βάλλωσι ταῖς ἀραῖς, εὐλογοῦντος τοῦ Θεοῦ, οὐδὲν ἔσται βλάβος ἀπ’ ἐκείνων, ἀλλ’ εἰς αὐτοὺς περιτρα‐
25πήσεται τὰ τῆς αἰσχύνης, τὰ τῶν ὀνειδῶν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται ἐπὶ σοί. Καλῶς εἶπεν, Ἐπὶ σοὶ, δηλῶν ὅτι ἐκεῖθεν ἡ εὐφροσύνη, ὅθεν ἡ χορηγία τῶν ἀγαθῶν. Λοιπὸν οὐδέν με τῶν μοχθη‐ ρῶν θορυβῆσαι δυνήσεται, τῆς εὐφροσύνης μοι τῆς
30παρὰ σοῦ μενούσης ἀκεραίου. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλλέσθω‐ σαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ὅρα πάλιν πῶς ἀξιοῖ μὴ κολάσει παραδοθῆναι αὐτοὺς μόνον, ἀλλ’ αἰσχύνῃ, ἀλλ’ ἐντροπῇ, ὥστε διδασκαλίαν αὐτοῖς
35γενέσθαι διορθώσεως, καὶ ὑπόθεσιν τῆς ἐπὶ τὸ βέλ‐ τιον μεταβολῆς. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφό‐ δρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰ‐ νέσω αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
40Ἀντὶ δὴ τούτων πάντων ἀμοιβὰς ἀνατίθησι τῷ Θεῷ τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸν αἶνον, τὸ παρὰ πᾶσιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρου κήρυκα γίνεσθαι τῶν αὐτῷ ὑπαρξάντων ἀγαθῶν. Τοῦτο γὰρ θυσία, τοῦτο προσ‐
45φορὰ, τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διαπαντὸς ἐπὶ μνήμης φέρειν, καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν, καὶ πολλοὺς ποιεῖν ἀκουστὰς τῶν εὐεργεσιῶν αὐτοῦ. Οὕτω γὰρ ὅ τε ἀπολελαυκὼς τῆς εὐεργεσίας, εὐγνωμοσύνης λήψεται ἀμοιβὴν, καὶ

55

.

264

(50)

πλείονα ἐπισπάσεται παρὰ τοῦ Θεοῦ τὴν ῥοπήν· οἵ τε ἀκούοντες ἀπὸ τῶν ἑτέροις γινομένων σπουδαιότε‐ ροι κατασταθήσονται, καὶ πρὸς ἀρετῆς ζῆλον μεγί‐ στην λήψονται τὴν ἑτέρων εὐεργεσίαν ὑπόθεσιν.
54tΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ.
55Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. αʹ. Διαναστῶμεν, παρακαλῶ, καὶ συντείνωμεν ἑαυ‐ τούς. Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως,
60ἀλλὰ πρὸς ποικίλα καὶ διάφορα ἑστηκώς. Καὶ γὰρ
πρὸς Ἰουδαίους, καὶ πρὸς Παῦλον τὸν Σαμοσατέα,

55

.

265

καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάτ‐ τεται. Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολ‐
5λῶν καὶ ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε μετὰ ἀκριβείας θεωρῆσαι τὰ παλαίσματα. Ἐν μὲν γὰρ τοῖς ἔξωθεν ἀγῶσι κἂν παροφθῇ τι τῶν παλαισμάτων τῶν ἐν αὐ‐ τοῖς, οὐδὲν ἔβλαψε τὸν θεατήν· οὐ γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται.
10Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλο‐ μεν, οὐ τὴν τυχοῦσαν ὑποστήσῃ ζημίαν. Ἵν’ οὖν μὴ τοῦτο πάθῃς, διανάστησόν σου τὴν διάνοιαν, μετέω‐ ρον ποίησον τὴν ἀκοήν. Ἰουδαίους βάλλομεν πρώτους,
15καὶ πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. Καὶ γὰρ λεγόντων ἡμῶν, ὅτι σαφῶς περὶ τοῦ Χριστοῦ ταῦτα εἴρηται, ταῦτα μὲν οὐ καταδέχονται, ἕτερα δέ τινα πλάττουσιν. Οὐκοῦν πρῶτον αὐτῶν τὸν λόγον
20ἀπελέγξωμεν, καὶ τότε τὸν ἡμέτερον ἀποδείξωμεν. Καὶ τέως ἐρώμεθα νῦν αὐτοὺς, τίς ὁ κύριος τοῦ δι‐ καίου τούτου; Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου. Οὐ γὰρ ἑνὸς προσώπου μέμνηται ἐνταῦθα, ἀλλ’ ἑνὸς πρὸς ἕνα ἕτερον διαλεγομένου. Τίνα οὖν φασι
25τὸν λέγοντα; Τὸν Θεόν. Τὸν δὲ ἀκούοντα; Τὸν Ἀβραάμ. Ἕτεροι δὲ τὸν Ζοροβάβελ, καὶ ἄλλοι ἕτε‐ ρον· καθάπερ οἱ μεθύοντες, καὶ μηδὲν σύμφωνον φθεγγόμενοι, μᾶλλον δὲ καθάπερ οἱ ἐν σκότῳ βαδί‐ ζοντες, καὶ προσαράσσοντες ἀλλήλους. Τί οὖν, εἰπέ
30μοι, Ζοροβάβελ κύριος τοῦ Δαυΐδ; Καὶ πῶς ἂν ἔχοι λόγον, ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς Δαυῒδ κέ‐ κληται; Καὶ τὰ ἐπιόντα δὲ δηλοῖ, ὅτι οὐδὲν περὶ τοῦ Ζοροβάβελ ἐνταῦθα εἴρηται, οὐδὲ περὶ τοῦ Δαυΐδ· οὐδεὶς γὰρ αὐτῶν ἱερωσύνῃ τετίμηται· ἐνταῦθα δὲ
35περί τινος εἴρηται ἱερωσύνην ἔχοντος ξένην τινὰ καὶ παράδοξον. Σὺ γὰρ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλλὰ τέως τὸ παρὸν ἀναπτύξωμεν. Καὶ γὰρ καὶ ἕτερά τινα λέγουσι τούτων ἑωλότερα, περὶ τοῦ λαοῦ λέγοντες ταῦτα εἰρῆσθαι·
40ἀλλ’ οὔτε ἱερεὺς ὁ λαὸς γέγονεν, οὔτε τὰ ἕτερα τὰ εἰρημένα δυνηθείη ποτὲ αὐτῷ ἁρμόσαι. Διόπερ καὶ τοῦτο ὡς ἕωλον παραδραμόντες, καὶ οὔτε κατασκευῆς δεόμενον εἰς ἀνατροπὴν, ἕτερον ὅπερ λέγουσιν εἰς μέσον ἀγάγωμεν. Τί γάρ φασιν ἄλλοι πάλιν; Ὅτι ὁ
45παῖς τοῦ Ἀβραὰμ ταῦτα λέγει περὶ τοῦ κυρίου τοῦ ἑαυτοῦ. Καὶ τί τούτου γένοιτο ἂν πάλιν ἑωλότερον; Τί γὰρ ἐνταῦθα βούλεται ὁ παῖς τοῦ Ἀβραάμ; Ποῦ δὲ ἱερεὺς ὁ κύριος αὐτοῦ γέγονεν, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ’ αὐτοῦ

55

.

265

(50)

εὐλογίας ἐζήτει; Πῶς δὲ ἂν ἔχοι λόγον περὶ τοῦ Ἀβραὰμ εἰρῆσθαι τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; πῶς δ’ ἂν ἢ τῷ Δαυῒδ, ἢ τῷ Ζοροβά‐ βελ, ἢ τῷ λαῷ ταῦτα ἁρμόσειεν; Ὑπὲρ γὰρ ἀνθρω‐ πίνην φύσιν τὸ εἰρημένον. Τὸ δὲ, Κάθου ἐκ δεξιῶν
55μου, ποίαν ἂν σχοίη ἑρμηνείαν, ἐκείνων τῶν προσ‐ ώπων ὑποκειμένων; Οὐδὲ μίαν. Πῶς δὲ τῷ Ἀβραὰμ εἶπε, Κάθου ἐκ δεξιῶν μου, ὅς γε καὶ τὸ παρεστάναι τοῖς ἀγγέλοις μεγίστης ἄξιον ἡγεῖται τιμῆς εἶναι; Ἀλλὰ τίς αὐτῶν ὁ σοφὸς λόγος; Καὶ πῶς, φησὶ,
60Κύριον εἰσάγεις ἕτερον, ὅταν ἡ Γραφὴ διαῤῥήδην λέγῃ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι, καὶ αὐτῷ
μόνῳ λατρεύσεις, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι Θεός;Column end

55

.

266

Πρὸς τίνα οὖν, εἰπέ μοι, ἐστὶ τὸ λεγόμενον; Μάλιστα μὲν ἐκεῖνα πρὸς τὴν σὴν ἀγνωμοσύνην εἴρηται, ὦ Ἰουδαῖε. Διὰ τί γὰρ τῷ Ἀβραὰμ οὐδὲν ἐλέχθη τοιοῦ‐ τον, οὐδὲ τῷ Ἰσαὰκ, οὐδὲ τῷ Ἰακὼβ, οὐδὲ τῷ Μωϋσεῖ,
5ἀλλὰ σοὶ μόνῳ, ὅτε ἐξελθὼν ἐξ Αἰγύπτου ἐμοσχοποίεις; τίνος ἕνεκεν, εἰπέ μοι; Εἰ δὲ αὐτὸς ἀπορεῖς, παρ’ ἐμοῦ τὴν αἰτίαν μάν‐ θανε. Ἐπειδὴ γὰρ ἐξελθὼν ἐμοσχοποίησας, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθης, καὶ πρὸς δῆμον θεῶν ἧς ἐπτοη‐
10μένος, τὴν ἄνομον ἐκείνην πολυθεΐαν εἰσάγων, ἀνα‐ στέλλων σου τὸ νόσημα, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν τὸ Εἷς ἔθηκεν, οὐ πρὸς ἀθέτησιν τοῦ Μο‐ νογενοῦς. Ἐπεὶ τίνος ἕνεκεν ἐν προοιμίοις εἴρηται εὐ‐ θέως· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’
15ὁμοίωσιν ἡμετέραν; Καὶ πάλιν, Δεῦτε καὶ καταβάν‐ τες συγχέωμεν τὰς γλώσσας αὐτῶν. Καὶ πάλιν ὁ Δαυῒδ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ δὲ ὁ Μωϋσῆς λέγει, Κύριος ὁ Θεός σου Κύριος εἷς
20ἐστιν· ἡ ὑμετέρα ἀσθένεια γέγονεν αἰτία τούτων. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τῶν δογμάτων τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῶν πραγμάτων ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἐλάττονα τὸν λόγον ἦγεν ὁ Θεὸς, τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ συγκαταβαίνων; Διὸ καὶ γυναῖκα τὴν μὲν
25ἐκβάλλειν, τὴν δὲ εἰσάγειν ἐπέτρεπεν, ἀπ’ ἀρχῆς οὐχ οὕτω νομοθετήσας. Καὶ περὶ βρωμάτων πολλὴν ἐποιή‐ σατο τὴν διάκρισιν, καίτοι γε ἐξ ἀρχῆς τὰ ἐναντία εἰπὼν, ὅτι Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα. Καὶ περὶ τόπου πολλοὺς τέθεικε νόμους, οὐ
30συγχωρῶν πανταχοῦ τὰς εὐχὰς ἐπιτελεῖν, καίτοι γε οὐδὲ τοῦτο ἐξ ἀρχῆς ἐνομοθέτησεν. Ἀλλὰ καὶ ἐν τῇ Περσῶν γῇ τῷ Ἀβραὰμ ὤφθη, καὶ ἐν Παλαιστίνῃ, καὶ πανταχοῦ· καὶ τῷ Μωϋσεῖ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου.
35 βʹ. Τί οὖν; ἑαυτῇ, φησὶ, μάχεται ἡ Γραφή; Ἄπαγε· ἀλλὰ κατὰ καιρὸν πρὸς τὸ συμφέρον ἕκαστα οἰκονο‐ μεῖ, τὴν ἀσθένειαν ἑκάστης γενεᾶς διορθούμενος. Διὰ δὴ τοῦτο πρὸς σὲ μὲν εἴρηται· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Ὅτι δὲ καὶ Υἱὸν ἔχει, προαπέθεντο
40οἱ προφῆται ταῖς βίβλοις, καὶ οὔτε σαφῶς σφόδρα εἰ‐ ρήκασιν, ὥστε μὴ λυμήνασθαί σου τὴν ἀσθένειαν· οὔτε ἀπέκρυψαν, ὥστε μετὰ ταῦτά σοι δοῦναι ἀνα‐ νῆψαι, καὶ ἐκ τῶν οἰκείων βίβλων ἀναλέξασθαι τῆς ἀληθείας τὰ δόγματα. Οὕτω μάλιστα καὶ τοὺς προ‐
45φήτας δυνησόμεθα δεῖξαι προφήτας ὄντας, ὅταν πρὸς Ἕλληνας διαλεγώμεθα, καὶ ἀξιόπιστον σφόδρα τὴν Παλαιὰν ἀποδείξομεν. Ἐπεὶ ἐὰν τοῦτο ἀνέλῃς, πῶς ἀποῤῥάψεις τοῦ Ἕλληνος τὸ στόμα; Τί γὰρ ἐρεῖς; τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, καὶ τὰ εἰς σὲ προφητευ‐

55

.

266

(50)

θέντα; Ἀλλ’ οὐ σφόδρα καταδέξεται. Ἂν δὲ τὰ περὶ τοῦ Χριστοῦ εἰρημένα ἐν τῇ Παλαιᾷ διηγήσῃ, καὶ δείξῃς τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυροῦσαν τῇ τῆς προφητείας ἐκβάσει, οὐδὲ ἀντιστῆναι δυνήσεται. Εἰ δὲ ἐπιλάβοιο τῶν ἡμετέρων, ὦ Ἰουδαῖε, πῶς ὑπὲρ
55τῆς Παλαιᾶς ἀπολογήσῃ; Κἄν τις εἴπῃ σοι, πόθεν ἀληθῆ τὰ Μωϋσέως, τί ἐρεῖς; Ὅτι ἐπιστεύσαμεν αὐ‐
τοῖς. Οὐκοῦν πολλῷ μᾶλλον καὶ τὰ ἡμέτερα· καὶ γὰρ

55

.

267

καὶ ἡμεῖς ἐπιστεύσαμεν· καὶ ὑμεῖς μὲν ἓν ἔθνος ἐστὲ, ἡμεῖς δὲ πᾶσα ἡ οἰκουμένη, καὶ ὑμᾶς οὐκ οὕτως ἔπει‐ σε Μωϋσῆς, ὡς ἡμᾶς ὁ Χριστός· καὶ τὰ μὲν ὑμέτερα πέπαυται, τὰ δὲ ἡμέτερα ἕστηκεν. Ἀλλ’ ἀπὸ τῶν
5προῤῥήσεων; Ἀλλὰ πλείω τὰ παρ’ ἡμῖν. Οὐκοῦν τὰ ἡμέτερα ἐὰν ἀνέλῃς, καὶ τὰ σὰ συσκιάζεις. Ἀλλ’ ἀπὸ τῶν σημείων; Ἀλλ’ ὑμεῖς οὐδὲν ἔχετε δεῖξαι Μωϋ‐ σέως σημεῖον· γέγονε γὰρ καὶ παρῆλθεν· ἡμεῖς δὲ τοῦ Χριστοῦ πολλὰ καὶ διάφορα ἔτι καὶ νῦν γινόμενα,
10καὶ τὰς προῤῥήσεις ὑπὲρ τὸν ἥλιον λαμπούσας. Ἀλλ’ ἀπὸ τῶν νόμων; Ἀλλὰ ταῦτα φιλοσοφώτερα. Ἀλλὰ τί; τῶν Αἰγυπτίων κωλυόντων ἐξήλθετε; Ἀλλ’ οὐκ ἔστιν ἴσον τῆς οἰκουμένης πολεμούσης περιγενέσθαι, καὶ Αἰγυπτίων μόνων κρατῆσαι. Καὶ ταῦτα λέγω, οὐ
15μάχην εἰσάγων τῇ Παλαιᾷ πρὸς τὴν Καινήν· ἄπαγε· ἀλλὰ τὴν Ἰουδαίων ἀγνωμοσύνην ἐπιστομίσαι βουλό‐ μενος. Καὶ γὰρ ἐκεῖνα καὶ ταῦτα ὑπὸ τοῦ Θεοῦ τοῦ αὐ‐ τοῦ δέδοται καὶ γεγένηται· ἀλλ’ ἐκεῖνο κατασκευάσαι θέλω, ὅτι ὁ Ἰουδαῖος ἀνελὼν τὰς προφητείας τὰς περὶ
20Χριστοῦ, τὸ πλέον τῶν προφητειῶν λυμαίνεται μέ‐ ρος, καὶ οὐκ ἂν ἔχοι δεῖξαι σαφῶς τὴν εὐγένειαν τῆς Παλαιᾶς, εἰ μὴ τὴν Καινὴν παραδέξαιτο. Ὅτι δὲ οὐ περὶ ἀνθρώπου τὰ εἰρημένα, καὶ ἐκ τοῦ λέγεσθαι, Κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ Κύριον ὀνομάζεσθαι
25ὁμοίως τῷ λέγοντι Κυρίῳ, καὶ ἐκ τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγενῆσθαι αὐτὸν, καὶ ἐκ τοῦ ἱερέα αὐτὸν εἶναι κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ἐκ τοῦ λέγεσθαι, Μετὰ σοῦ ἡ ἀρχή σου, τοῖς νοῦν ἔχουσι κατάδηλόν ἐστι.
30 Εἰ δὲ ἕτερος ἡμῖν Ἰουδαῖος ἀνακύπτει πάλιν πρόσ‐ ωπον Χριστιανοῦ περιφέρων, Παῦλος ὁ Σαμοσατεὺς, λέγω, δυνατὸν μὲν καὶ πρὸς τοῦτον καὶ ἀπὸ τῆς Καινῆς λέγειν. Πλὴν ἀλλ’ ἵνα μὴ δόξωμεν τὰ παρ‐ όντα ἀφέντες ἐφ’ ἕτερον μέρος παρατάξεως ἰέναι,
35καὶ τοῦτον ἐντεῦθεν βάλλωμεν. Τί οὖν καὶ οὗτος λέ‐ γει; Ὅτι ἄνθρωπος ἦν, φησὶ, ψιλὸς, καὶ ἐξ οὗ γέ‐ γονεν ἐκ Μαρίας, ἐξ ἐκείνου τὴν ὕπαρξιν μόνον ἔχει. Τί οὖν, εἰπέ μοι, πρὸς ἐκείνην τὴν ῥῆσιν ἐρεῖς τὴν λέγουσαν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε;
40Δεῖ δὲ τὰ ἄλλα, ἅπερ πρὸς Ἰουδαίους εἴρηται, καὶ πρὸς τοὺς ἀπὸ τούτου εἰπεῖν. Καὶ τούτου οὐχ ἡμεῖς αἴτιοι, ἀλλ’ αὐτοὶ οὗτοι οἱ πολλὴν τὴν συγγένειαν τῶν δογμάτων πρὸς αὐτοὺς ἔχοντες· ὅθεν καὶ τοῖς αὐτοῖς ὅπλοις κατὰ τούτων χρησόμεθα. Τοὺς γὰρ
45ὁμοίως πολεμοῦντας τοῖς αὐτοῖς βέλεσι βάλλειν δεῖ. Τί οὖν βούλεται ἡ κοινωνία τοῦ θρόνου; Ἐνταῦθα γὰρ τὸ ὁμότιμον δείκνυται, ὃ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπιστομίσαι ἱκανόν. Διὰ τοῦτο καὶ ὁ Χρι‐ στὸς πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι υἱὸς τοῦ Δαυΐδ

55

.

267

(50)

ἐστιν, ἐπήγαγε λέγων· Πῶς οὖν Δαυῒδ ἐν Πνεύ‐ ματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Προϊὼν δὲ καὶ τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον σαφέστερον ἑρμηνεύων ὁ Παῦλος, καὶ Μαρκίωνι καὶ Μανιχαίῳ,
55καὶ πᾶσι τοῖς τὰ τοιαῦτα νοσοῦσι καιρίαν δίδωσι πλη‐ γὴν, λέγων· ἑρμηνεύει γὰρ μετὰ τῆς αὐτῷ προσηκού‐ σης συνέσεως, πῶς γέγονεν ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπ‐ ανίωμεν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ
60δεξιῶν μου. Εἶδες τὸ ὁμότιμον; Ὅπου γὰρ θρόνος,Column end

55

.

268

βασιλείας σύμβολον· ὅπου θρόνος εἷς, τῆς αὐτῆς βασιλείας ἰσοτιμία. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ
5τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτω καὶ Δανιὴλ ὁρᾷ τὴν μὲν κτίσιν ἅπασαν παρεστῶσαν, ἀγγέλους τε καὶ ἀρχαγγέλους, τὸν δὲ Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφε‐ λῶν, καὶ φθάνοντα ἕως τοῦ Παλαιοῦ τῶν ἡμε‐
10ρῶν. Εἰ δὲ τὸ οὕτως εἰπεῖν σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ ἀπαλλαττέ‐ σθωσαν τοῦ σκανδάλου. Ὥσπερ γὰρ ἡμεῖς μείζονα αὐτὸν τοῦ Πατρὸς οὐ λέγομεν, ἐπειδὴ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν τὴν ἐντιμοτάτην· οὕτω μηδὲ σὺ ἐλάττω
15λέγε καὶ καταδεέστερον, ἀλλ’ ὁμότιμον καὶ ἴσον. Τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες οἱ ἐχθροί; Ἄκουσον Παύλου λέγοντος· Ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ
20αὐτοῦ, εἶτα τὸ τέλος. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. γʹ. Εἶδες προφητικῶν καὶ ἀποστολικῶν ῥημάτων συμφωνίαν; Καὶ γὰρ ἐκεῖ μέν φησιν, Ἕως ἂν θῶ τοὺς
25ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν‐ ταῦθα δὲ, Ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐ‐ τοῦ. Ἀλλ’ οὔτε ἐκεῖ τὸ Ἕως, οὔτε ἐνταῦθα τὸ Μέχρις, χρόνων ὅροι εἰσίν. Ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο, τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώ‐
30νιος, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν; Ὁρᾷς, ὅτι οὐ ταῖς λέξεσι δεῖ προσέχειν ἁπλῶς, ἀλλὰ πρὸς τὰ νοήματα ἀνιέναι; Σὺ δὲ ἀκούων τοῦ Προφή‐
35του λέγοντος, ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μηδὲν ἐνταῦθα θορυβηθῇς. Οὐδὲ γὰρ ὡς ἀτονοῦντος τοῦ Παιδὸς ταῦτα εἴρηται. Ὁ γὰρ Παῦλος αὐτὸν τι‐ θέναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ λέγει· Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς
40ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· Ὅταν παραδῷ τὴν βασι‐ λείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Τουτέστιν, ὅταν κατορθώσῃ τὴν βασιλείαν, παύσει πᾶσαν ἐξουσίαν. Τοῦτο γάρ
45ἐστι τὸ Καταργήσει. Τὸ πᾶν δὲ αὐτοῦ λέγων εἶναι, οὐκ ἀποχωρίζει αὐτοῦ τὸν Πατέρα, ὥσπερ οὐδὲ τοῦ Πατρὸς διαιρεῖ τὸν Υἱόν. Καὶ γὰρ τὰ ἐκείνου, τούτου· καὶ τὰ τούτου, ἐκείνου. Διὸ καί φησι· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὅταν τοίνυν ἀκούσῃς,

55

.

268

(50)

ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τὸν Υἱὸν τοῦ κατορθώματος· ἄν τε μανθάνῃς, ὅτι ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τούτων. Κοινὰ γὰρ τὰ κατορθώματα, ὥσπερ καὶ πάντα τὰ ἔργα κοινά. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ
55Κύριος ἐκ Σιών. Ῥάβδον δυνάμεως τὴν δύναμιν αὐτήν φησι. Τῆς δὲ Σιὼν μέμνηται, ἐπειδὴ ἐκεῖθεν ἀρχὴν ἔλαβε τὰ
κατορθώματα. Ἐκεῖ γὰρ καὶ τὸν νόμον ἔδωκεν, ἐκεῖ

55

.

269

τὰ θαύματα εἰργάσατο· ἐκεῖθεν ἀρξάμενον τὸ κήρυ‐ γμα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαβεῖν, ἄκουσον Παύ‐ λου λέγοντος· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ
5πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ἡ ῥάβδος ποτὲ μὲν κολαστική ἐστι καὶ εὐεργετικὴ, ποτὲ δὲ παρακλητικὴ, καὶ βασιλείας σύμβολον. Καὶ ὅτι ἑκάτερά ἐστιν,
10ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Καὶ πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ ὁ Παῦ‐ λος· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν
15ἀγάπῃ πνεύματί τε πραότητος; Εἶδες πῶς ἐστι παιδεύσεως· βλέπε πῶς καὶ βασιλείας. Λέγει γὰρ Ἡσαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσ‐ σαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτῆς ἀναβήσεται· καὶ ὁ Δαυΐδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα
20τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Τὴν μὲν δύναμιν ἐνταῦθα ῥάβδον ἐκάλεσε, μεθ’ ἧς οἱ μαθηταὶ τὴν οἰκουμένην περι‐ έτρεχον, ἤθη διορθοῦντες, καὶ ἐξ ἀλόγου τινὸς κακίας ἐπὶ λογικὴν ἄγοντες τὴν τῶν ἀνθρώπων φύσιν.
25Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶχε καὶ Μωϋσῆς ῥάβδον, ἀλλ’ ἐνέργειαν Θεοῦ δεξάμενος, δι’ ἧς ἐνήργει ἐν ἅπασι. Κἀκείνη μὲν πο‐ ταμοὺς διεῖλεν, αὕτη δὲ τῆς οἰκουμένης τὴν ἀσέβειαν ἔῤῥηξεν. Οὐκ ἄν τις δὲ ἁμάρτοι καὶ τὸν σταυρὸν
30ῥάβδον δυνάμεως εἰπών. Αὕτη γὰρ ἡ ῥάβδος γῆν καὶ θάλατταν ἐπέστρεψε, καὶ δυνάμεως πολλῆς ἐνέπλησε. Μετὰ ταύτης ἐξῆλθον τῆς ῥάβδου πανταχοῦ τῆς οἰ‐ κουμένης οἱ ἀπόστολοι, καὶ πάντα ἐκεῖνα εἰργάσαντο. Ταύτην ἐπιφερόμενοι πάντα ἤνυον, λαβόντες τὴν ἀρ‐
35χὴν ἀπὸ Ἱερουσαλήμ. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ὅρα προφητείαν ὑπὲρ τὸν ἥλιον διαλάμπουσαν. Τί δέ ἐστι τὸ, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; Ἀντὶ τοῦ, ἐν μέσοις Ἕλλησιν, ἐν μέσοις Ἰουδαίοις. Οὕτω γὰρ αἱ Ἐκκλησίαι κατ‐
40εφυτεύθησαν ἐν μέσαις ταῖς πόλεσιν· οὕτως ἐκρά‐ τησαν καὶ περιεγένοντο. Τοῦτο τεκμήριον τῆς λαμ‐ πρᾶς νίκης, τὸ ἐν μέσοις τοῖς πολεμίοις ἀναστῆσαι τὰ θυσιαστήρια, τὸ καθάπερ πρόβατα ἐν μέσῳ θη‐ ρίων, καὶ ἄρνας μεταξὺ λύκων εἶναι. Τοῦτο γὰρ καὶ
45πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· ὅπερ οὐκ ἔλαττον τοῦ προ‐ τέρου θαύματος. Τοῦ γὰρ ἐν μέσοις ἀπειλημμένους κρατῆσαι οὐκ ἔλαττον τὸ ἐν τάξει προβάτων ὄντας λύκων περιγενέσθαι· ἀλλὰ καὶ πολλῷ μεῖζον, καὶ δώ‐

55

.

269

(50)

δεκα τὸν ἀριθμὸν ὄντας τὴν οἰκουμένην ἐπισπάσασθαι. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐκ εἶπε, Νίκα ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ, Κυρίευε, ἵνα δείξῃ οὐκ ἐκ παρατάξεως τὸ τρόπαιον γινόμενον, ἀλλ’ ἐξ ἐπιταγῆς τὴν δεσποτείαν. Οὕτω γὰρ ἐκράτουν
55οἱ ἀπόστολοι, τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς, ὥσπερ ἐξ ἐπιτάγματος πάντα ποιοῦντες. Ὅθεν καὶ πᾶσα αὐ‐ τοῖς οἰκία ἀνέῳκτο, καὶ δούλου παντὸς εὐπειθέστερον οἱ πιστεύοντες ὑπήκουον, τά τε ὄντα ἀποδιδόμενοι, καὶ τὰς τιμὰς παρὰ τοὺς πόδας τιθέντες τῶν ἀποστό‐
60λων, οὐδὲ εἰς τὴν χρείαν τολμῶντές τι λαβεῖν· οὕτωColumn end

55

.

270

τε αὐτοὺς ἐμεγάλυνον, ὅτι οὔτε ἐτόλμων κολλᾶσθαι αὐτοῖς. δʹ. Οὐ μόνον δὲ ἐπὶ τῶν πιστῶν τοσαύτην εἶχον ἰσχὺν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπίστων. Τί γὰρ, εἰπέ μοι, δούλου
5τεκμήριον; ἆρ’ οὐ τὸ ποιεῖν ὅπερ ὁ δεσπότης αὐτοῦ ἐπιτάττει; Τί δεσπότου δὲ σημεῖον; ἆρ’ οὐ τὸ ταῦτα ἀνύειν ἐν τοῖς δούλοις, ἅπερ αὐτὸς βούλεται; Τίνες οὖν οἱ ἀνύσαντες ἅπερ ἤθελον ἐπὶ τῶν τότε βασιλέων καὶ τῶν ἀρχόντων; ἆρ’ οὐχ οἱ ἀπόστολοι; Εὔδηλον
10ὅτι. Οἱ μὲν γὰρ βασιλεῖς καὶ οἱ ἄρχοντες ἐβούλοντο κατέχειν ἐν ἀσεβείᾳ τὴν οἰκουμένην, καὶ δαίμοσι λα‐ τρεύειν ἐπέταττον· οἱ δὲ ἀπόστολοι τοὐναντίον, καὶ τὸ θέλημα τούτων ἐγίνετο. Εἰ δὲ λέγεις μοι τὸ δεσμωτή‐ ριον, καὶ τὰς μάστιγας, καὶ τὰς βασάνους, μείζονάς
15μοι λέγεις τὰς δεσποτείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι καὶ τούτων γινομένων τὸ θέλημα τὸ τούτων ἐγίνετο. Οὐ γὰρ νόμῳ τῷ τῶν πολλῶν δεσποτῶν, ἀλλ’ ἀρετῇ ταύτην ἀνεδήσαντο τὴν δεσποτείαν, τὴν οὐδενὸς τῶν ἔξωθεν δεομένην, ἀλλ’ ἐν τῷ παρὰ πάντων ἐπι‐
20βουλεύεσθαι λάμπουσαν. Ἐκείνους μὲν γὰρ τοὺς δε‐ σπότας ἐπιβουλεύσαντες δοῦλοι πολλάκις ἠφάνισαν, ἐπειδὴ ἀτελὴς ἦν τις καὶ ἀσθενεστάτη· ταύτην δὲ σβέσαι οὐκ ἴσχυσαν, ἀλλ’ ἐπιβουλεύοντες μειζόνως ἔδειξαν διαλάμπουσαν. Τίς οὖν λαμπρότερος ἂν εἴη
25δεσπότης, ὁ μυρίων δεόμενος βοηθημάτων, ἵνα κρατῇ τῶν οἰκετῶν, ἢ ὁ πάντων ἀπηλλαγμένος ἐκείνων, καὶ μετ’ ἐξουσίας ἄγων καὶ φέρων τοὺς ὑποκειμένους; Εὔδηλον ὅτι οὗτος. Οἱ μὲν γὰρ δεσπόται τὴν δεσπο‐ τείαν ταύτην τὴν τῶν πολλῶν, ἂν μὴ τοὺς νόμους
30ἔχωσι βοηθοῦντας, καὶ τὸ ἐν πόλεσιν οἰκεῖν, πολλάκις μετὰ τῆς δεσποτείας καὶ τὴν ζωὴν ἀπώλεσαν· Παῦλος δὲ καὶ ἐν ἐρημίαις καὶ πανταχοῦ τὴν κυριότητα ἐπ‐ εδείκνυτο. Βούλει καὶ βασιλέων ἰδεῖν αὐτὸν λαμπρότε‐ ρον; Εἰσήγαγε νόμους πανταχοῦ τῆς οἰκουμένης, καὶ
35τοὺς τῶν βασιλέων ἀφέντες νόμους οἱ ἄνθρωποι τοῖς ἐκείνου γράμμασιν ἐπείθοντο. Ἄλλως δὲ καὶ οἱ μὲν σωμάτων, οἱ δὲ ψυχῶν ἐκράτουν. Τίς οὖν οὕτω δοῦλος δεσπότῃ, ἀρχόμενος βασιλεῖ μετ’ εὐνοίας ὑπήκουσεν, ὡς οἱ πιστοὶ τῷ Παύλῳ ἐπιστέλλοντι μόνον; Τί ἄν τις
40εἴποι τὸν πόθον, τὸν ζῆλον τὸν ὑπὲρ αὐτοῦ, ὅπου γε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι ἕτοιμοι ἦσαν; τίς τοι‐ ούτους ἐκτήσατο δούλους ποτέ; Ἅπερ ταῦτα πάντα ἐννοῶν ὁ Προφήτης, πῶς μὲν τοὺς πιστοὺς ὑπέταξαν, πῶς δὲ τοῖς ἀπίστοις ἦσαν φοβεροὶ, κατὰ κράτος αὐ‐
45τοὺς ἐλαύνοντες, καὶ πῶς δι’ αὐτῶν ὁ Χριστὸς ἐπ‐ εκράτει, οὐκ εἶπεν ἁπλῶς, Κυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ Κατακυρίευε, τὴν ἐπιτεταμέ‐ νην δεσποτείαν δηλῶν. Καὶ ταῦτα ὁρῶντες οἱ πολέ‐ μιοι οὐδὲν ἴσχυον ποιεῖν, καίτοι τοὺς νόμους μεθ’

55

.

270

(50)

ἑαυτῶν ἔχοντες, καὶ δημίους, καὶ ἐξουσίαν ἅπασαν. Ἀλλ’ ἦσαν οὗτοι δυνατώτεροι διὰ τὸν ἐνοικοῦντα ἐν αὐτοῖς. Οὗτος κατεκυρίευσε δι’ αὐτῶν· οὐχ ἁπλῶς ἐκυ‐ ρίευσεν, ἀλλὰ κατεκυρίευσε· καὶ γὰρ σφόδρα ἐκρά‐ τει. Διὰ γοῦν τὸν ἐν αὐτοῖς, καὶ πυρὸς κατετόλμων καὶ
55σιδήρου, καὶ θηρίων, καὶ τῶν ἄλλων ἁπάντων. Καὶ γὰρ εἰς πάντα ἦν μετ’ αὐτῶν ὁ Χριστὸς, οἳ καθάπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασι, καὶ πάντων ἀπαλ‐
λαγέντες τῶν ἐν τῷ βίῳ λυπηρῶν, οὕτως ἔχαιρον, καὶ

55

.

271

οὕτως ἐσκίρτων, ὑπὸ τῆς τοῦ Χριστοῦ δεσποτείας κατεχόμενοι, μὴ χρημάτων φειδόμενοι, μὴ σωμάτων, μὴ τῆς παρούσης ζωῆς. Καὶ ταῦτα μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ’ ἡ ἄμαχος τοῦ Χρι‐
5στοῦ δύναμις οὐ μόνον τῆς ἔχθρας αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δουλείαν καὶ εἰς τοσαύτην οἰκείωσιν ἤγα‐ γεν. Ὥστε κἂν λέγηται ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος τοῦ Παιδός· τοῦ γὰρ
10Μονογενοῦς τὸ κατόρθωμα γέγονεν ἅπαν· ἀλλ’ ἵνα, ὅπερ ἔφθην εἰπὼν, τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν ἕνα νοῇς, φυλαττομένης ἑκάστῳ τῆς ἰδιότητος, καὶ ἵνα μὴ δύο νοήσῃς ἀγεννήτους. Ὅτι γὰρ αὐτοῦ πᾶν ἐστι τὸ κατόρθωμα, ἀπὸ τῶν ἤδη κατωρθωμένων
15ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰ‐ ρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί. Ἀλλ’ ὅτι μὲν τοὺς ἐχθροὺς φίλους αὐτὸς ἐποίησε, καὶ
20Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασι‐ λείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ, πρὸς αὐτὸν τὸν Πατέρα λέγων· Ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πα‐
25τρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας, καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ’ οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ
30καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ‐ τοῦ. Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής ἐστι, καὶ πανταχοῦ ὁρῶμεν
35αὐτὸν κολάζοντα τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες αὐτοὶ ὁμολογοῦσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων αὐ‐ τοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέ‐ γηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορ‐
40θώματα; Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. Οὐ τοίνυν ἀνθρωπίνως ἐκλαμβάνειν τὰ
45τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδε‐ κτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. γὰρ μὴ τι‐ μῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα. εʹ. Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. Διὸ καὶ τὴν πανωλεθρίαν αὐτοῖς ἐπ‐

55

.

271

(50)

ήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβού‐ λοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι’ αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν ποτε ἐπιστρέ‐
55ψωσιν. Ἐπειδὴ δὲ ἀνίατα ἐνόσουν, τὸν κολοφῶνα ἐπ‐ ήγαγε τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς πα‐ λαιᾶς, ὑπ’ αὐτῆς γοῦν τῶν πραγμάτων τῆς ἀνάγκης πρὸς τὴν ἀλήθειαν χειραγωγηθῶσι, τόν τε ὑβρισμέ‐
60νον ὁρῶντες πανταχοῦ προσκυνούμενον, καὶ τὰ αὐτῶνColumn end

55

.

272

λελυμένα ἅπαντα. Ὅταν δὲ μηδὲ οὕτω γένωνται βελ‐ τίους, τότε λοιπὸν, ἅτε πάσης ἀπηλλαγμένοι συγ‐ γνώμης, εἰς τὴν ἀθάνατον ἐμπεσοῦνται κόλασιν. Ὑπο‐ πόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν,
5ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑπο‐ πόδιον ἕν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
10ὑποπόδιον τῶν ποδῶν σου, ἵνα μὴ νομίσῃ τις ἀσθενῆ τὸν Υἱὸν εἶναι, καὶ ἐνεργείας δεῖσθαι, καθά‐ περ τινὰ τῶν ἀποστόλων, ἄκουσον πῶς καὶ τῆς ὑπο‐ νοίας αὐτῆς ἐπάγει τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Τί ἐστι, Μετὰ
15σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη, ἀλλ’ ἐν σοὶ οὖσα διαπαντός· ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ὁμοίως ἔλεγεν· Οὗ ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τουτέστιν, ἐν αὐτῷ, ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἐν τῇ φύσει αὐτοῦ, ὅπερ ἐπὶ τῶν βασι‐
20λέων οὐκ ἔνι. Ἡ γὰρ ἀρχὴ αὐτῶν ἐν τῷ πλήθει τῶν στρατοπέδων· ὅπερ ἐπὶ τῶν ἀποστόλων οὐκ ἦν. Καὶ γὰρ καὶ αὐτῶν ἡ ἀρχὴ ἐνεργείας ἔξωθεν εἰσαγομένης αὐτοῖς ἐγίνετο· αὐτὸς δὲ ἐν τῇ φύσει τὴν ἀρχὴν εἶχεν, ἐν τῇ οὐσίᾳ, οὐ μετὰ τὸ γεννηθῆναι προσλαβὼν ὕστε‐
25ρον, οὐδὲ ἐπείσακτον κτησάμενος, ἀλλ’ οὕτω γεννη‐ θείς. Διὸ καὶ περὶ βασιλείας ἐρωτώμενος ἔλεγεν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Οὐ ταῦτα δὲ μόνον τὰ εἰρημένα δηλοῖ τὸ, Μετὰ σοῦ ἡ ἀρχὴ,
30ἀλλὰ καὶ ἕτερα, οἷον τὸ μὴ ἐν ἄλλῳ αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀλλὰ καὶ διηνεκῆ καὶ ἀθάνατον. Ἀνθρώπους μὲν γὰρ καὶ ζῶντας ἐπιλιμπάνει πολλάκις· εἰ δὲ μὴ ζῶντας, ἀλλ’ ἀποθανόντας πάντως· μᾶλλον δὲ ἡνίκα ζῶσιν, οὐδὲ μετ’ αὐτῶν ἐστιν· ἀλλ’ ὅπερ ἔφθην εἰ‐
35πὼν, ἐν στρατοπέδοις καὶ σωματοφύλαξι, καὶ χρη‐ μάτων περιουσίᾳ, καὶ τειχῶν περιβολαῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐ μόνον τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἐν αὐτῷ ἐστι καὶ διηνεκῶς· καὶ ὥσπερ τὴν οὐσίαν αὐτοῦ ἀδύνατον μὴ εἶναι, οὕτω καὶ τὴν
40βασιλείαν. Ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἡμέραν δυνάμεως εἴποι τις ἂν τήν τε ἤδη γενομένην, τήν τε ἐσομένην ἡμέραν. Ἑκατέρα γὰρ μεγίστης δυνάμεως ἀπόδειξις. Ἢ οὐ δοκεῖ σοι δυνάμεως μέγιστον εἶναι τεκμήριον, ὅταν διὰ θανάτου θάνατος καταργῆται,
45ὅταν χαλκαῖ πύλαι συντρίβωνται, ὅταν ἁμαρτία ἀφα‐ νίζηται, ὅταν κατάρα λύηται, ὅταν τὰ παλαιὰ πάντα ἀνατρέπηται κακὰ, καὶ ἕτερα ἐπεισάγηται νέα καλά; Τί γὰρ τῆς δυνάμεως ταύτης ἴσον, ἄν τε τὰ θαύματα ἐξετάσῃς, ἄν τε τὰ κατορθώματα; Νεκροὶ ἠγείροντο,

55

.

272

(50)

λεπροὶ ἐκαθαίροντο, δαίμονες ἠλαύνοντο, θάλαττα ἐχαλινοῦτο, ἁμαρτήματα ἐλύετο, παραλυτικοὶ ἐσφίγ‐
γοντο, παράδεισος ἠνοίγετο, πέτραι ἐῤῥήγνυντο, κα‐

55

.

273

ταπέτασμα ἐσχίζετο, ἀκτῖνες ἡλίου ἀπεστρέφοντο, καὶ σκότος τὴν οἰκουμένην κατελάμβανε, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγείρετο, λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανῄει πατρίδα, οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο,
5ἡ φύσις ἡ καταπεπατημένη ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐ‐ ρανοῦ πρὸς τὰ ὑψώματα ἀνήγετο, καὶ τὸ δὴ τούτου μεῖζον, ἐπὶ θρόνου ἐκαθέζετο βασιλικοῦ, παρεστώτων ἀγγέλων αὐτῇ καὶ τῶν δυνάμεων· κακία πᾶσα ἠλαύ‐ νετο, ἀρετὴ ἐπανήγετο, Πνεύματος χάρις ἐδίδοτο,
10ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ φιλοσόφων ἀπέῤ‐ ῥαπτον στόματα, ῥητόρων ἀπέστρεφον γλῶτταν, δαι‐ μόνων κατέλυον τυραννίδα· βωμοὶ, καὶ ναοὶ, καὶ ἑορταὶ, καὶ πανηγύρεις Ἑλληνικαὶ διελύοντο· κνῖσα καὶ καπνὸς, καὶ τὰ ἐναγῆ θύματα πάντα κατὰ κράτος
15ἠλαύνετο, μάντεις καὶ μητραγύρται, καὶ οἰωνοσκό‐ ποι, καὶ ἅπαν τοῦ διαβόλου τὸ ἐργαστήριον ἐδραπέ‐ τευον, Ἐκκλησίαι πανταχοῦ τῆς οἰκουμένης ἐβλά‐ στανον, παρθένων χοροὶ συνίσταντο, μοναζόντων τάγματα, μετὰ τῶν πόλεων καὶ ἡ ἔρημος εὐσεβείας
20ἐπληροῦτο, καὶ χοροὶ δικαίων καὶ ἁγίων ἀνδρῶν ἱστά‐ μενοι ταῖς ἄνω δυνάμεσι τῶν ἀγγέλων ἀντήχουν ἐν τῇ μελῳδίᾳ, καὶ μαρτύρων δῆμοι, καὶ ὁμολογητῶν πλήθη πανταχοῦ τῆς οἰκουμένης ἐφυτεύετο, ἀρετὴ μετὰ πολλῆς κατωρθοῦτο τῆς εὐκολίας, βαρβάρων
25ἔθνη φιλοσοφεῖν ἐπαιδεύετο, καὶ οἱ θηρίων ἀγριώτε‐ ροι πρὸς τὴν τῶν ἀγγέλων πολιτείαν τὴν ἅμιλλαν ἐπεδείκνυντο, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ὁ λόγος ἐπέτρεχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μετὰ σοῦ
30ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. ϛʹ. Εἰ δὲ βούλει καὶ τὴν μέλλουσαν ἡμέραν ἰδεῖν, καὶ μαθεῖν πῶς καὶ ἐκείνη ἡμέρα δυνάμεως αὐτοῦ ἐστιν, ἐννόησον ἡλίκον ἐστὶν ἰδεῖν τὸν οὐρανὸν συστελλόμε‐ νον, καὶ ἅπασαν τὴν φύσιν τὴν καταφθαρεῖσαν ἀν‐
35ισταμένην, καὶ τῷ νεύματι παρισταμένους ἅπαντας, διάβολον καταισχυνόμενον, δαίμονας κάτω κύπτοντας, δικαίους στεφανουμένους, ἕκαστον εὐθύνας διδόντα τῶν πεπλημμελημένων, τὰ βραβεῖα λαμβάνοντα τῶν κατορθωμάτων, ἑτέρας ζωῆς κατάστασιν γινομένην.
40Οὐκέτι γὰρ θάνατος, καὶ νόσος, καὶ γῆρας, οὐκέτι πενία, καὶ ἐπήρειαι, καὶ ἐπιβουλαὶ, οὐκέτι οἰκήματα, καὶ πόλεις, καὶ τέχναι, καὶ ναυτιλίαι, οὐκέτι ἱματίων περιβολὴ, καὶ σῖτα, καὶ ποτὰ, καὶ ὄροφοι, καὶ κλῖναι, καὶ τράπεζαι, καὶ λυχνίαι, οὐκέτι ἐπιβουλαὶ, καὶ
45μάχαι, καὶ δικαστήρια, οὐκέτι γάμοι, καὶ ὠδῖνες, καὶ τόκοι· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις ἀποσοβου‐ μένη καταλύεται, καὶ ἑτέρα τις ἀμείνων ζωῆς κατά‐ στασις δίδοται, ἀφθαρσίας, ἀθανασίας, δυνάμεως πολλῆς τῷ σώματι χαριζομένης. Ἅπερ καὶ ὁ Παῦλος

55

.

273

(50)

δηλῶν, ἔλεγε· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς τοῖς εἰρημένοις, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ παρόντα, ἀπὸ τῶν παρόντων εἰς τὰ περὶ τῶν μελλόντων λάμβανε τὴν ἀπόδειξιν. Ἔπελθε τῷ λόγῳ τὴν οἰκουμένην ἅπασαν, τὴν γῆν, τὴν θάλασ‐
55σαν, τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν οἰκουμένην, τὴν ἀοίκητον, τὰς ἐν τῇ γῇ πόλεις, τὰς ἐν τῇ θαλάσσῃ νήσους, τὰ ὄρη, καὶ τὰς νάπας, καὶ ἰδὼν
πανταχοῦ τὴν δύναμιν τοῦ Χριστοῦ διαλάμπουσαν,Column end

55

.

274

καὶ πάντας τὸ τίμιον ὄνομα ἀνακηρύττοντας, ἀναλο‐ γίζου πρὸς ἑαυτὸν, ὅτι ὁ τοσαῦτα δυνηθεὶς, οὗτος καὶ τὰ μέλλοντα ἐπηγγείλατο. Εἰ δὲ καὶ ἀπὸ μέρους ἐθέλοις λαμβάνειν ἀπόδειξιν,
5ἐννόησον τίνος ἕνεκεν ἡ οἰκουμένη συντρέχει ἅπασα τάφον ἰδεῖν σῶμα οὐκ ἔχοντα· ποία δύναμις ἕλκει τοὺς ἀπὸ τῶν περάτων τῆς γῆς, ὥστε ἰδεῖν ποῦ μὲν ἐτέχθη, ποῦ δὲ ἐτάφη, ποῦ δὲ ἐσταυρώθη· ἐννόησον αὐτὸν τὸν σταυρὸν, ὅσης δυνάμεώς ἐστι σημεῖον. Ὁ γὰρ σταυ‐
10ρὸς οὗτος πρὸ τούτου θάνατος ἦν ἐπάρατος, θάνατος ἐπονείδιστος, θάνατος ὁ πάντων αἴσχιστος. Ἀλλ’ ἰδοὺ νῦν τῆς ζωῆς αὐτῆς τιμιώτερος γέγονε, καὶ διαδημά‐ των λαμπρότερος, καὶ πάντες ἐπὶ μετώπου αὐτὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ καὶ
15ἐγκαλλωπιζόμενοι τούτῳ. Οὐ μὲν ἰδιῶται μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι ἐπὶ τοῦ μετ‐ ώπου ὑπὲρ τὰ διαδήματα αὐτὸν βαστάζουσι, καὶ μάλα εἰκότως· μυρίων γὰρ διαδημάτων ἀμείνων. Τὸ μὲν γὰρ διάδημα καλλωπίζει κεφαλὴν, ὁ δὲ σταυρὸς
20ἀσφαλίζεται διάνοιαν. Τοῦτο δαιμόνων ἀμυντήριον, τοῦτο τὸ διάδημα νοσημάτων ψυχῆς ἀναιρετικόν· τοῦτο ὅπλον ἀχείρωτον, τοῦτο τεῖχος ἄμαχον· τοῦτο ἀσφάλεια ἀκαταγώνιστος· οὐ βαρβάρων ἐφόδους, οὐ πολεμίων μόνον καταδρομὰς, ἀλλὰ καὶ αὐτῶν τῶν
25ἀγρίων δαιμόνων διαλύον τὰς φάλαγγας. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἕτερος. Ἐν ἁγίου εὐπρε‐ πείᾳ. Ἄλλος, Ἐν δόξῃ ἁγίων. Ἔτι περὶ τῆς ἡμέρας διαλέγεται τῆς τε παρούσης τῆς τε μελλούσης. Λαμ‐ πρότητα δὲ ἐνταῦθα τὸ κάλλος φησὶ τῶν ἁγίων. Τί
30μὲν λαμπρότερον Παύλου; τί δὲ περιφανέστερον Πέ‐ τρου; οἳ τὴν οἰκουμένην περιέτρεχον, ὑπὲρ τὸν ἥλιον λάμποντες, τὰ σπέρματα τῆς εὐσεβείας καταβάλλον‐ τες; Ὡς γὰρ ἐξ οὐρανῶν ἄγγελοι καταβάντες, οὕτως ἦσαν πᾶσιν ἀπρόσιτοι. Τοῦτο δεικνὺς ὁ τὸ βιβλίον
35τῶν Πράξεων συνθεὶς, ἔλεγεν, ὅτι Οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς. Καὶ γὰρ τὰ ἱμάτια αὐτῶν πολλῆς ἔγεμε χάριτος, καὶ αἱ σκιαὶ τῶν σωμάτων πολλὴν ἐπεδείκνυντο δύναμιν. Εἰ δὲ ἐνταῦθα τοιοῦτοι, ἐννόη‐ σόν μοι κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἄφθαρτα
40σώματα λάβωσιν, ὅταν ἀθάνατα, ὅταν ὑπὲρ πᾶσαν ὁρωμένην λαμπρότητα ἀποστίλβοντα, τίνες ἔσονται οὗτοί τε καὶ οἱ τούτοις ἐοικότες προφῆται καὶ ἀπόστο‐ λοι, καὶ δίκαιοι, καὶ μάρτυρες, καὶ ὁμολογηταὶ, καὶ πάντες οἱ κατὰ τὴν ἀρίστην πολιτείαν διαπρέψαντες
45ἐν τῇ πίστει τῇ εἰς τὸν Χριστόν. Ἐννόησόν μοι τοὺς δήμους ἐκείνους, τὰς λαμπάδας, τὰς ἀκτῖνας, τὴν δόξαν, τὴν εὐπρέπειαν, τὴν φαιδρότητα, τὴν παν‐ ήγυριν. Τίς ταῦτα παραστήσει; Λόγος μὲν οὐδείς· ἡ δὲ πεῖρα μόνη σαφῶς διδάξει τοὺς ἀξίους ταύτης

55

.

274

(50)

γενέσθαι τῆς θεωρίας, τὴν λαμπρότητα ἐκείνην. Ταυ‐ τὸν γὰρ οἶμαι συμβαίνειν, οἷον εἰ πολλοὶ ἥλιοι ὑπὲρ τὸν οὐρανὸν ἔλαμψαν, ἢ εἰ συνεχεῖς ἀστραπαί· μᾶλ‐ λον δὲ ὅπερ ἂν εἴπω, φιλονεικῶν παραστῆσαι τὸ κάλ‐ λος ἐκεῖνο, οὐ δυνήσομαι κατ’ ἀξίαν εἰπεῖν. Τὰ
55γὰρ παραδείγματα ἅπαντα ταῦτα σωματικά· ἡ δὲ λαμπρότης, καὶ ἡ δόξα, ἡ τότε μέλλουσα ἐκλάμπειν ἐκεῖ, ὑπὲρ ἅπαν τοιοῦτον κάλλος διαλάμψει. Οὐ γὰρ
ἄφθαρτα ἔσται τὰ σώματα μόνον, οὐδὲ ἀθάνατα, ἀλλὰ

55

.

275

καὶ δόξαν ἄῤῥητον ἐνδύσεται τότε. Ἐν ταῖς λαμπρό‐ τησι τῶν ἁγίων. Ἵνα μὴ φοβερὸν ὄντα δείξῃ μόνον, δείκνυσιν αὐτοῦ καὶ τὸ ἥμερον καὶ τὸ εὐεργετικὸν, λέγων· Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ τοῦτο
5τῆς ἐκείνου δυνάμεώς ἐστι, τὸ λαμπροὺς οὕτως ἐκεί‐ νους ποιῆσαι· ὅπερ καὶ Παῦλος δηλῶν ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ.
10 ζʹ. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἄφατον, ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑποτάξαι αὐτῷ τὰ πάντα. Μὴ ζήτει πῶς, φησὶ, καὶ τίνι τρόπῳ. Δυ‐ νατὰ γὰρ αὐτῷ πάντα, ὅσα βούλεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἀλλ’, Ἐν
15ταῖς λαμπρότησιν; Ὅτι πολλὰ καὶ διάφορα τὰ βρα‐ βεῖα. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή‐ νης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέ‐ ρος διαφέρει ἐν δόξῃ· οὕτως ἔσται, φησὶ, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Καὶ ὁ Χριστός· Ἐν τῇ
20οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι. Διὰ τοῦτο ἡ λαμπρότης ἐκείνη τέλος οὐκ ἔχει. Οὐδὲ γὰρ εἴκει νυκτὶ, οὐδὲ παραχωρεῖ σκότῳ, ἀλλ’ ἄφατος οὖσα καὶ μεγάλη, καὶ πολὺ ταύτην τὴν ὁρωμένην ὑπερ‐ βαίνουσα, ἔτι καὶ τοῦτο ἔχει μέγιστον, τὸ πέρας μὴ
25δέχεσθαι, ὅπερ ἀφάτου δυνάμεώς ἐστι τοῦ βασιλέως, τὸ τὰ σώματα τὰ φθαρτὰ καὶ ἐπίκηρα εἰς τοσαύτην ἄγειν ἰσχὺν καὶ δύναμιν. Εἶτα ἐπειδὴ μεγάλα τινὰ εἶπε, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε τὸν ἀκροατὴν, δεί‐ κνυσιν ὅτι εἰκότως ταῦτα γίνεται, ἐπειδὴ τηλικοῦτος
30ὁ κατορθῶν. Τίς δὲ ὁ κατορθῶν; Ὁ ὁμοούσιος τῷ Πατρί. Τοῦτο γὰρ δηλῶν ἐπήγαγεν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀλλ’ οἱ πρὸς τὴν ἑαυτῶν γνώμην διαστρέφοντες τὰ εἰρημένα, περὶ τῆς κατὰ σάρκα ταῦτα γεννήσεως
35εἰρῆσθαί φασι. Πῶς οὖν, Πρὸ ἑωσφόρου; εἰπέ μοι. Τὴν νύκτα οὕτως εἶπε, καθ’ ἣν ἐτίκτετο, ὅτι πρὸ τοῦ ὄρθρου ἐτέχθη. Ἀλλ’ οὐ τοῦτο ἦν τὸ ζητούμενον εἰ‐ πεῖν, οὐδὲ ἱστορίας χάριν ἔλεγεν· ἄλλως δὲ οὐδὲ ἔχουσι δεῖξαι, ὅτι ὅπερ οἱ εὐαγγελισταὶ ἐδίδαξαν, τοῦτο εἶ‐
40πον ἂν οἱ προφῆται οἱ συνεσκιασμένως τὰ πλείω φθεγγόμενοι. Ἐνταῦθα τοίνυν τὸ, Πρὸ ἑωσφόρου, οὐ πρὸ τῆς ἀνατολῆς λέγει τοῦ ἑωσφόρου, ἀλλὰ πρὸ τῆς φύσεως, πρὸ τοῦ γενέσθαι ἑωσφόρον. Οἶδε γὰρ ταῦτα ἡ Γραφὴ διαιρεῖν, ὅταν πρὸ φύσεως λέγῃ, καὶ ὅταν
45πρὸ ἐνεργείας· οἷον ὅταν λέγῃ· Δεῖ φθάνειν τὸν ὄρθρον ἐπ’ εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Ἐνταῦθα γὰρ τὸν ὄρθρον λέγει. Οὐ γὰρ εἶπε, Πρὸ ἡλίου, ἀλλὰ, Πρὸ ἀνατολῆς· οὐ, Πρὸ τῆς φύσεως· οὐδὲν γὰρ πρὸ τῆς φύσεως τοῦ

55

.

275

(50)

ἡλίου γέγονεν· ἀλλὰ, Πρὸ ἀνατολῆς τοῦ ἡλίου, ἵνα τὸν ὄρθρον ἐμφήνῃ. Ἀλλαχοῦ δὲ ὅτε πρὸ τῆς φύσεως αὐτοῦ λέγει, οὐ λέγει, Πρὸ ἀνατολῆς, ἀλλὰ, Πρὸ τοῦ ἡλίου· ὡς ὅταν λέγῃ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
55Ὥσπερ οὖν ἕτερον τὸ, Πρὸ ἡλίου, καὶ ἕτερον τὸ, Πρὸ ἀνατολῆς ἡλίου· τὸ μὲν γὰρ τὴν ἐνέργειαν τοῦ ἡλίου, καὶ τὸν ὄρθρον δηλοῖ, τὸ δὲ τὴν φύσιν· οὕτω δὴ καὶ ἐνταῦθα εἰ ἐβούλετο τὴν νύκτα δηλῶσαι, οὐκ ἂν εἶπε, Πρὸ ἑωσφόρου, ἀλλὰ, Πρὸ ἀνατολῆς
60ἑωσφόρου. Ἄλλως δὲ καὶ ὁ Χριστὸς τὸν ψαλμὸν τοῦ‐
τον οὐκ εἰς τὴν κατὰ σάρκα οἰκονομίαν, ἀλλ’ εἰς τὴνColumn end

55

.

276

κατὰ Πνεῦμα γέννησιν ἔλαβεν. Εἰπὼν γὰρ τοῖς Ἰου‐ δαίοις, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστιν; ἐπειδὴ εἶπον, Τοῦ Δαυῒδ, ἐπήγαγε τὸν ψαλμὸν, λέγων· Πῶς οὖν Δαυΐδ φησιν, Εἶπεν ὁ
5Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Εἰ οὖν Κύριος αὐτοῦ ἐστι, πῶς ὑμεῖς λέγετε, ὅτι υἱὸς αὐτοῦ ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλα‐
10χοῦ φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν, καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶ‐ νος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος
15μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος, ἀλλ’ ἀπείρως ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ θεοπρεπῶς δέχου τὴν ἔννοιαν. Καὶ ὅρα Προφήτου σοφίαν. Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέν‐
20νησα σε· ἀλλὰ πρότερον δείξας αὐτοῦ τὰ κατορθώ‐ ματα, καὶ διὰ τῶν ἔργων ἀνακηρύξας αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ τὴν ἀξίαν. Οὕτω καὶ αὐτὸς ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε,
25τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμε‐ νος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ’ ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυ‐ ριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός
30ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται. Τὸ μὲν γὰρ, Κάθου ἐκ δεξιῶν μου, καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐ‐
35τοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης ἐμνημόνευσε τῆς ῥήσεως.
40Καὶ καθάπερ λέγων χεῖρα, οὐχ ἵνα ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεν‐ νήσεως παραστήσῃ. ηʹ. Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δι‐
45καστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν λαλιὰν ποιεῖ‐ ται, ὅπερ σφοδροτάτης ἀγάπης ἦν καὶ χαρᾶς ὑπερ‐ βαλλούσης, καὶ ψυχῆς σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσε‐ ται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν

55

.

276

(50)

Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει, ποτὲ μὲν περὶ τῆς θεότητος, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος διαλεγόμενος; ὅπερ καὶ οἱ εὐαγγελισταὶ ποιοῦσιν, ἵνα ἑκατέρωθεν ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν
55τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ μυστήρια, ὅτι κἀκεῖ‐ νος ἄρτον καὶ οἶνον προσήνεγκε τῷ Ἀβραὰμ, καὶ
διὰ τὸ ἐλευθέραν εἶναι τοῦ νόμου ταύτην τὴν ἱερωσύ‐

55

.

277

νην, καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς
5Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται ἔχων, οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον τὸν τρόπον, ἀλλὰ τῷ καθ’ ὅλου μὴ εἶναι ἐπ’
10αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον,
15μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ’ ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ, τὴν δὲ ἀλήθειαν ἐπὶ τοῦ Χριστοῦ καταμάνθανε. Ὅρκον δὲ ὅταν ἀκούσῃς, μὴ ὅρκον νόμιζε. Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ
20ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν ἡμέ‐ ραν τῆς δυνάμεως, λέγει καὶ τὰ παρόντα λοιπόν. Καὶ ὅρα οἵαν ποιεῖται τάξιν τῷ λόγῳ, τὸν σκληρὸν ἀκροα‐
25τὴν καταμαλάσσων. Πρότερον γὰρ φοβήσας τῷ λόγῳ τῆς κρίσεως, καὶ τὸ δυσένδοτον αὐτοῦ μαλάξας, οὕτω καὶ τὸν περὶ τῶν παρόντων εἰσάγει λόγον. Διὰ τοῦτο καὶ τοιαύτην ποιεῖται τὴν μίξιν. Σκόπει δέ· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτο
30τῶν μελλόντων· εἶτα τὰ παρόντα· Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· εἶτα τὰ μέλλοντα· Μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Εἶτα πάλιν τὰ παρόντα,
35οὐκέτι τιμωρίαν ἔχοντα, ἀλλ’ εὐεργεσίαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο γὰρ ἁμαρτίας ἀναίρεσις, καὶ καταλλαγὴ πρὸς Θεόν. Εἶτα ἐπιμείνας αὐτοῖς ὅσον ἠβούλετο, πάλιν τῆς οἰκονομίας ἅπτεται, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον
40μετασχηματίζων, καὶ λέγων· Κύριος ἐκ δεξιῶν σου. Καίτοι ἄνω ἔλεγεν, ὅτι αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ὁρᾷς πῶς οὐχ ἁπλῶς χρὴ ταῖς λέξεσι παρακαθῆσθαι; Τί ἐστι, Κύριος ἐκ δεξιῶν σου; Ἐπειδὴ τῆς οἰκονομίας ἥψατο, ἐπὶ τὴν σάρκα τὸν
45λόγον τρέπει τὴν βοήθειαν δεχομένην. Ὁρᾶται γὰρ ἀγωνιῶν, καὶ ἱδρῶν, καὶ οὕτως ἱδρῶν, ὡς καὶ θρόμ‐ βους καταῤῥεῖν, καὶ ἐνισχυόμενος. Τοιαύτη γὰρ τῆς σαρκὸς ἡ φύσις. Συνθλάσει ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Οὐκ ἄν τις ἁμάρτοι τοῦτο καὶ περὶ τῶν

55

.

277

(50)

παρόντων λέγων τῶν ἐπανισταμένων τῇ Ἐκκλησίᾳ, καὶ περὶ τῶν μελλόντων δώσειν εὐθύνας, ὑπὲρ ὧν ἥμαρτον καὶ ἠσέβησαν. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τί ἐστι, Κρινεῖ ἐν τοῖς ἔθνεσι; Δικάσει, φησὶ, κατακρινεῖ τοὺς δαίμονας.
55Καὶ ὅτι ἔκρινεν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω. Καὶ ἀλλαχοῦ· Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ αἰσθητικωτέρᾳ τῇ λέξει κέχρηται, μὴ προσπταίσῃς.
60Ἔθος γὰρ τῇ Γραφῇ τοῦτο. Συνθλάσει κεφαλὰς ἐπὶColumn end

55

.

278

γῆς πολλῶν. Εἰ μὲν κατὰ ἀναγωγὴν βούλοιο τοῦτο δέχεσθαι, τὴν ἀπόνοιαν εἴποι τις ἂν ὅτι καθελεῖ· εἰ δὲ καὶ αἰσθητῶς, τὴν συμφορὰν τὴν Ἰουδαϊκὴν, οὓς ἀπώλεσεν ἄρδην μετὰ πολλῆς τῆς σφοδρότητος.
5 Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Ἐνταῦθα δείκνυσι τὸ ταπεινὸν τῆς διαίτης, τὸ εὐτελὲς τῆς διαγωγῆς, ὅτι δὴ οὐ σοβῶν, οὐδὲ δορυφόρους ἔχων, οὐδὲ φαντασίαν τινὰ περικείμενος αἰσθητὴν ταῦτα ἔπραττεν, ἀλλὰ λιτὸν βίον μετιὼν, καὶ τοιοῦτον, ὡς ἐκ χειμάῤῥου
10πίνειν. Οἵα γὰρ ἦν αὐτῷ ἡ τράπεζα, τοιοῦτον καὶ τὸ ποτόν. Ἡ τράπεζα ἄρτοι κρίθινοι, τὸ ποτὸν ὕδωρ ἀπὸ τοῦ χειμάῤῥου. Τὴν γὰρ φιλόσοφον ταύτην δίαιταν ἦλθε διδάξων, γαστρὸς κρατεῖν, φαντασίαν πατεῖν, τῦφον ἀποστρέφεσθαι. Εἶτα δεικνὺς τῆς ζωῆς τὸ
15κέρδος, τοῦτο ἐπήγαγε· Διὰ τοῦτο ὑψώσει κεφαλήν. Τῆς γὰρ ταπεινοφροσύνης καὶ τοῦ σκληροῦ βίου οὗτος ὁ καρπός. θʹ. Ταῦτα δὲ οὐ περὶ τῆς θεότητος εἴρηται, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς πινούσης ἐκ χειμάῤῥου, τῆς ὑψωθεί‐
20σης. Οὐ μόνον γὰρ οὐδὲν αὐτὴν παρέβλαψεν αὕτη ἡ εὐτέλεια, ἀλλὰ καὶ πρὸς ὕψος ἀνήγαγεν ἄφατον. Καὶ σὺ τοίνυν, ὦ ἀγαπητὲ, ἔχων τὰ ὑποδείγματα, τὸν μὲν φλεγμαίνοντα καὶ φαντασίας γέμοντα βίον ἀτίμαζε· τὸν δὲ εὐτελῆ καὶ ἐσχεδιασμένον δίωκε, εἴ γε βούλει
25λαμπρός τις εἶναι καὶ μέγας. Καὶ γὰρ ὁ Δεσπότης σου διὰ τοῦτο ἦλθεν, ἵνα ταύτην σε διδάξῃ τὴν ὁδόν. Διά τοι τοῦτο καὶ ὁ προφήτης εἰπὼν τὰ κατορθώ‐ ματα, ἐπήγαγε τοῦτο αὐτὸ, μονονουχὶ λέγων· Ἀκού‐ σας νίκην καὶ τρόπαια, μὴ ἔλπιζε ὅπλα καὶ στρατιώ‐
30τας, καὶ ἅρματα, καὶ ἵππους, καὶ ἱππέας, καὶ ὁπλί‐ τας, καὶ θορύβους, καὶ ταραχὰς ἰδεῖν. Οὕτω τα‐ πεινός ἐστιν ὁ ταῦτα κατορθῶν, οὕτω συνεσταλμένος, ὡς ἐκ χειμάῤῥου πίνειν ὕδωρ· ἀλλ’ ὅμως οὗτος ὁ τοιοῦτος ταῦτα ἅπαντα ἀνύσει. Ἀκουέτωσαν οἱ τὰς
35Συβαριτικὰς ἔχοντες τραπέζας, καὶ τὰ ἐδέσματα, καὶ πᾶν εἶδος καρυκείας ἐπινοοῦντες, καὶ ποικίλα μαγείρων γένη πανταχόθεν συλλέγοντες, καὶ ναύτας καὶ κυβερνήτας καὶ κωπηλάτας καταλέγοντες, ἵνα ξένα τινὰ γένη καὶ οἴνου καὶ μύρων καὶ τῆς ἄλλης
40βλακείας κομίσωσι, καὶ πρὸς αὐτὸ ἑαυτοὺς καταπον‐ τίσωσι τὸ βάραθρον, καὶ πάντων γένωνται ταπεινό‐ τεροι. Οὔτε γὰρ ὑψηλὸν εἴωθε ποιεῖν τὸ πλειόνων δεῖσθαι, οὔτε ταπεινὸν τὸ ὀλίγων εἶναι ἐν χρείᾳ. Καὶ εἰ βούλεσθε, ἑκατέρων τὴν εἰκόνα ἀναπλάσωμεν, καὶ
45ἔστω τις πολλοὺς ἔχων τοὺς πανταχόθεν χορηγοῦντας, καὶ ναύτας καὶ κυβερνήτας, καὶ χειροτέχνας καὶ οἰκέτας, καὶ ὑφάντας καὶ ποικιλτὰς, καὶ βουκόλους καὶ ποιμένας, καὶ ἱπποκόμους καὶ ἱπποφορβοὺς, καὶ πολλὴν ἐν ἅπασιν ἐχέτω τὴν θεραπείαν· ἕτερος δὲ

55

.

278

(50)

μηδενὸς τούτων ἀπολαυέτω, ἀλλ’ ἄρτου μόνου καὶ ὕδατος καὶ ἱματίου ψιλοῦ· τίς ἐν τούτοις ὁ ὑψηλός; τίς δὲ ὁ ταπεινός; Οὐκ εὔδηλον, ὅτι ὁ τὸ ἱμάτιον μό‐ νον ἔχων; Οὗτος μὲν γὰρ καὶ αὐτοῦ τοῦ βασιλεύον‐ τος καταφρονῆσαι δυνήσεται· ἐκεῖνος δὲ πάντων τῶν
55ταῦτα παρεχόντων δοῦλός ἐστιν, ὑποκύπτων, κολα‐ κεύων, θεραπεύων ἅπαντας, δεδοικὼς μή τις αὐτὸν καταλιπὼν εἰς τὰ καίρια βλάψῃ· οὐδὲν γὰρ οὕτω ποιεῖ δοῦλον, ὡς τὸ πολλῶν δεῖσθαι· ὥσπερ οὖν ἐλεύ‐
θερον, ὡς τὸ τῆς χρείας εἶναι μόνης. Τοῦτο καὶ ἐπ’

55

.

279

ἀλόγων ἴδοι τις ἄν. Τί γὰρ ὄφελος ὄνῳ βαλλομένῳ μεγέθει φορτίων, κἂν μυριάκις αὐτῶν ἀπολαύῃ; τί δὲ βλάβος ἑτέρῳ τούτων ἀπηλλαγμένῳ πάντων, ἂν τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς; Διὰ τοῦτο καὶ ὁ Χριστὸς
5ὑψηλοὺς τοὺς ἑαυτοῦ κατασκευάζων μαθητὰς, ἅτε μέλλοντας τῇ οἰκουμένῃ διαλέξεσθαι πάσῃ, πασῶν αὐτοὺς ἀπήλλαξε φροντίδων, πτερωτοὺς ἐργαζόμενος, καὶ ἀδάμαντος εὐτονωτέρους. Οὐδὲν γὰρ οὕτως ἰσχὺν ἐντίθησι ψυχῇ, ὡς τὸ τούτων ἀπηλλάχθαι· οὐδὲν
10οὕτως ἀσθενῆ ποιεῖ, ὡς τὸ τούτοις ἐνέχεσθαι. Ὥσπερ γὰρ οὐκ ἔστι λύπην εὑρεῖν ἐνταῦθα ταχέως, οὕτως ἐκεῖ ἡδονήν. Ὁ μὲν γὰρ πολλοὺς ἔχει δεσπότας καὶ δεσποίνας ἀνημέρους τινὰς καὶ ἀπανθρώπους· ὁ δὲ δουλεύει μὲν οὐδενὶ, κρατεῖ δὲ ἁπάντων, μετὰ πολ‐
15λῆς τῆς ἀδείας, καὶ τῆς ἀκτῖνος ἀπολαύων, καὶ τῷ ἀέρι ἐντρυφῶν, καὶ τὸν διενοχλοῦντα οὐκ ἔχων. Οὐ θυμὸς σπαράσσει τοῦτον, οὐ φθόνος, οὐ βασκανία, οὐ φροντίδες τήκουσιν, οὐ ζηλοτυπίαι, οὐ κενοδοξία, οὐ τῦφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ’ ὥσπερ τις
20λιμὴν εὐδιεινὸς κυμάτων ἀπηλλαγμένος, οὕτως αὐτῷ τὰ τῆς ψυχῆς διάκειται, καὶ πρὸς τὸν οὐρανὸν εὐκόλως ὁδεύει, οὐδενὶ τῶν παρόντων κατεχόμενος. Ἵν’ οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύωμεν τῆς ἀδείας, καὶ τῆς κατὰ τὸν παρόντα βίον εὐθυμίας, καὶ τῆς
25εὐκολίας τῆς κατὰ τὴν ἀποδημίαν, τοῦτον διώκωμεν τὸν βίον, ὥστε καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦ‐ σαι, τῶν ὑπερβαλλόντων ἅπαντα λόγον, καὶ νοῦν, καὶ διάνοιαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
30Ἀμήν.
31tΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ.
32Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης, συν‐ τεταμένως, ἀπαλλαγεὶς τῶν βιωτικῶν φροντίδων, καὶ
35μετάρσιος γενόμενος, καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος. Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς ἐν ῥήμασι, οὐδὲ ἐν γλώττῃ καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν ἔλεγεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης
40τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν, εὐχαριστήσω. Καὶ γὰρ ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν, καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν
45ἔργον αὐτοῦ διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο θυσία, τοῦτο προσφορὰ, τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ

55

.

279

(50)

διαβόλου· ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περι‐ ετράπη, ἀλλ’ ἔμενεν εὐχαριστῶν τῷ Δεσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ καὶ ἡνίκα πένης
55ἐγένετο· οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο, ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατ‐ έσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς αὐτὴν
τοῦ σώματος τὴν φύσιν. Τοῦτο γὰρ μάλιστα εὐχα‐Column end

55

.

280

ρίστου γνώμης ἐν ταῖς θλίψεσι καὶ ταῖς δυσημερίαις πολλὴν εἰδέναι τῷ Θεῷ τὴν χάριν, καὶ διαπαντὸς μένειν εὐχαριστοῦντα· ὅπερ οὖν καὶ αὐτὸς αἰνιττό‐ μενος διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γὰρ πολλοὶ
5τῶν ἀνθρώπων ἐν εὐθυμίᾳ μὲν ὄντες εὐχαριστοῦσι, τὰ ἐναντία δὲ πάσχοντες δυσχεραίνουσιν· εἰσὶ δὲ οἳ καὶ τῶν γινομένων ἐπιλαμβάνονται· δεικνὺς ὅτι οὐ παρὰ τὴν φύσιν τῶν συμβαινόντων, ἀλλὰ παρὰ τὴν διεστραμμένην γνώμην τοῦτο γίνεται, ἐπήγαγε
10λέγων· Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου. Τοῦτο εἶπε δεικνὺς, ὅτι δικαστοῦ χρεία ἀδεκάστου καὶ συλλόγου μὴ διεφθαρμένου, καὶ δῆλα ἔσται τὰ ἔργα τοῦ Θεοῦ, ὅτι μέγαλα, ὅτι πολλοῦ θαύματος ἀνάμεστα. Ἔστι μὲν γὰρ καὶ καθ’
15ἑαυτὰ μεγάλα, οὐ δείκνυται δὲ μεγάλα, ἐὰν μὴ κριτὴν ὀρθὸν ἔχῃ. Ἐπεὶ καὶ ὁ ἥλιος καθ’ ἑαυτὸν φαιδρὸς καὶ διαυγὴς, καὶ τὴν οἰκουμένην διαλάμπει πᾶσαν ἀλλὰ τοῖς κατὰ ὄψεις νοσοῦσιν οὐκ ἔστι τοιοῦτος. Ἀλλ’ οὐ τοῦ ἡλίου τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων
20ἀσθενείας τὸ ἐλάττωμα. Ὅταν τοίνυν ἴδῃς τινὰ κατηγοροῦντα τῶν ἔργων Θεοῦ, μὴ τὰ ἔργα διάβαλλε διὰ τὴν ἐκείνου κακίαν, ἀλλὰ τῆς ἐκείνου ἀνοίας λάμβανε μέγιστον δεῖγμα ἀπὸ τῆς τοῦ Θεοῦ προ‐ νοίας. Ὥσπερ γὰρ ὁ τὸν ἥλιον λέγων σκοτεινὸν, οὐ
25τὸ ἄστρον διέβαλεν, ἀλλὰ τῆς αὐτοῦ πηρώσεως ἐξ‐ ήνεγκεν ἔλεγχον ἀκριβῆ· καὶ ὁ τὸ μέλι πικρὸν ὀνομά‐ ζων, οὐ τὴν γλυκύτητα τὴν ἐκείνου συνεσκίασεν, ἀλλὰ τῆς νόσου τῆς ἑαυτοῦ κατηγορίας συνεστήσατο τὴν ψῆφον· οὕτω δὴ καὶ ὁ τῶν ἔργων τοῦ Θεοῦ ἐπι‐
30λαμβανόμενος. Καὶ ὥσπερ οὗτος ἐκεῖνα μὲν οὐ λυμαί‐ νεται, οὐδὲ τὴν περὶ αὐτῶν ὑπόληψιν, τῆς δὲ ἀνοίας τῆς ἑαυτοῦ μεγίστην ἐκφέρει κατηγορίαν· οὕτω δὴ καὶ περὶ τῶν ἔργων τοῦ Θεοῦ οἱ μὴ κρίσιν ὀρθὴν ἔχοντες, οὐκ ἴσασιν οὐδὲ τὰ θαύματα τὰ γενόμενα· ὡς εἴ τις
35ἀδέκαστον ἔχοι ψυχὴν καὶ μὴ διεστραμμένην, ἕκα‐ στον καὶ τῶν δοκούντων εἶναι δυσχερῶν ἐκπλαγήσε‐ ται. Τί γὰρ οὐ θαυμαστὸν, εἰπέ μοι, τῶν γινομένων; Καὶ εἰ βούλει, παραδραμόντες τὰ ἄλλα πάντα ἔλθω‐ μεν ἐπὶ τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς ἐπαχθῆ καὶ
40φορτικὰ, τὸν θάνατον, τὴν νόσον, τὴν πενίαν, καὶ ὅσα τοιαῦτα. Εἰ γάρ τις εὐθεῖαν ἔχοι καρδίαν, καὶ ταῦτα σφόδρα ἀποδέξεται καὶ θαυμάσεται. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἀλλ’ ὅμως τοσαύτη τοῦ Θεοῦ ἡ περιουσία, καὶ ἡ φιλανθρωπία, καὶ τῆς κηδε‐
45μονίας ἡ ὑπερβολὴ, ὡς καὶ τούτῳ εἰς δέον χρήσασθαι τῷ γένει τῷ ἡμετέρῳ. Τί γὰρ, εἰπέ μοι, βαρὺ ὁ θά‐ νατος ἔχει; Οὐκ ἀπαλλαγὴ πόνων ἐστίν; οὐ λύσις φροντίδων; Οὐκ ἀκούεις τοῦ Ἰὼβ αὐτὸν ἐγκωμιάζον‐ τος, καὶ λέγοντος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, οὗ

55

.

280

(50)

ἡ ὁδὸς ἀπεκρύβη; Οὐκ ἐκκοπὴ κακίας; Ἄν τε γὰρ πονηρὸς ᾖ τις, διεκόπη τὰ τῆς κακίας αὐτοῦ τελευ‐ τήσαντος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκέτι προστίθησιν ἁμαρτίαν· ἄν τε ἀγαθὸς ὢν ἀπέλθῃ, ἐν ἀσφαλεῖ κείσεται τὰ τῆς
55ἀρετῆς αὐτῷ πάντα, καὶ ἐν ἀσύλῳ θησαυρῷ. Τοὺς δὲ ζῶντας, εἰπέ μοι, οὐ ποιεῖ σωφρονεστέρους καὶ ἐπιει‐ κεστέρους; Οὐχ ὁρᾷς ὅτι πολλάκις ἐν ἐκφορᾷ παρα‐ γενόμενοι οἱ πλουτοῦντες, καὶ τετυφωμένοι καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ὅταν ἴδωσι τὸ σῶμα κείμενον κω‐
60φὸν καὶ ἀκίνητον, καὶ παιδία ἐν ὀρφανίᾳ, καὶ γυναῖκα ἐν χηρείᾳ, καὶ φίλους ἐν κατηφείᾳ, καὶ οἰκέτας με‐
λανειμονοῦντας, καὶ ἅπαν τῆς οἰκίας σκυθρωπὸν τὸ

55

.

281

σχῆμα, πῶς συστέλλονται; πῶς ταπεινοῦνται; πῶς συντρίβονται; Καὶ γὰρ μυρίας ἀπολαύσαντες διδα‐ σκαλίας, καὶ μηδὲν κερδάναντες, ἀπὸ τῆς ὄψεως ἐκεί‐ νης ἀθρόον φιλοσοφοῦσι, τό τε εὐτελὲς καὶ ἐπίκηρον
5τῆς ἀνθρωπίνης καταμανθάνοντες φύσεως, καὶ τὸ σαθρὸν καὶ ἄστατον τῆς αὐτῶν δυναστείας, καὶ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτῶν προορῶντες μεταβολάς. βʹ. Εἰ γὰρ θανάτου ὄντος, τοσαῦται ἁρπαγαὶ, τοσαῦ‐
10ται πλεονεξίαι, καὶ καθάπερ οἱ ἰχθύες καταπίνουσι τοὺς καταδεεστέρους οἱ δυνατώτεροι· εἰ μὴ θάνατος ἦν, πότε ἂν ἔστησαν πλεονεξίας; Εἰ γὰρ εἰδότες, ὅτι οὐκ ἀπολαύσονται ὧν ἁρπάσωσιν, ἀλλὰ ἑκόντες καὶ ἄκοντες ἐκστήσονται ἑτέροις, οὕτω μαίνονται καὶ λυτ‐
15τῶσιν· εἰ τοῦτο εἶχον ἐν ἀσφαλείᾳ, πότε ἂν αὐτοῖς ἐσβέσθη τὰ τῆς ἐπιθυμίας τῆς πονηρᾶς; Τί δέ; τοῦ μαρτυρίου οἱ στέφανοι οὐ διὰ θανάτου πλέκονται; Τί δὲ ὁ Παῦλος; οὐ μυρία ἔστησε τρόπαια, λέγων· Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν;
20Οὐ γὰρ ὁ θάνατος κακὸς, ἀλλ’ ὁ πονηρὸς θάνατος κα‐ κός. Διὰ τοῦτό φησι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἀλλαχοῦ δέ φησι· Θά‐ νατος ἁμαρτωλῶν πονηρός· τοῦτο λέγων πονη‐ ρὸν, τὸ μετὰ τοῦ πονηροῦ συνειδότος ἀπελθεῖν, καὶ
25πολλαῖς πλημμελημάτων φροντίσι βεβαρημένον καὶ πιεζόμενον. Ὡς ὅ γε καθαρὸν ἔχων συνειδὸς, ἐπὶ τὰ βραβεῖα τρέχει, πρὸς τὸν στέφανον ἀναχωρεῖ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ’ ἡ τῶν ἀνθρώπων γνώμη, αὕτη τὸν θόρυβόν ἐστιν ἡ
30ποιοῦσα, ἄκουσον ὁ Παῦλος πῶς ἐπιζητεῖ τοῦτο, νῦν μὲν λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· νῦν δὲ τὸ αὐτὸ δηλῶν ἀλλαχοῦ· Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ
35θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἰ δὲ θάνατος οὐ φορτικὸν, ἀλλὰ καὶ ποθεινὸν τοῖς ὀρθῶς βιοῦσι, πολλῷ μᾶλλον πενία καὶ τὰ ἄλλα ἅπαντα. Ἐξεζη‐
40τημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἄλλος, Ἐξηκριβωμένα. Ἐνταῦθά μοι περὶ τῶν κτισμάτων δοκεῖ διαλέγεσθαι, ἀνακηρύττων τοῦ Θεοῦ τὴν σοφίαν· ἀνωτέρω δὲ ἔργα ἔλεγεν (εἰ καὶ ἡμεῖς διὰ τοὺς μι‐ κροψύχους καὶ ἑτέρας διανοίας εἰς ταῦτα ἡψάμεθα),
45τὰ τεράστια, τὰ θαύματα, ἃ πολλάκις ἐπετέλεσε τὸ τῶν ἀνθρώπων οἰκονομῶν γένος. Τί δέ ἐστιν, Ἐξεζη‐ τημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ; Ἠκριβω‐ μένα, φησὶ, καθάπερ καὶ ἕτερος ἑρμηνευτὴς εἶπε, παρεσκευασμένα, ἀπηρτισμένα, γεγενημένα, πεπλη‐

55

.

281

(50)

ρωμένα, ἀρκοῦντα τὰ θελήματα αὐτοῦ ποιεῖν, ἱκανὰ μαρτυρεῖν τὴν δύναμιν αὐτοῦ, οὐ χωλεύοντα, οὐδὲ ἐνδεῶς ἔχοντα εἰς τὸ ἀνῦσαι αὐτοῦ τὰ ἐπιτάγματα, ὅπερ καὶ ἀλλαχοῦ φησι· Πῦρ, χάλαζα, χιὼν, κρύ‐ σταλλος, πνεύματα καταιγίδος τὰ ποιοῦντα τὸν
55λόγον αὐτοῦ· τουτέστι, τὰ προστάγματα αὐτοῦ. Οὕτω καὶ ὁ Προφήτης ἔλεγεν· Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Οὐ μόνον δὲ πρὸς ἅπερ ἐστὶ κατεσκευασμένα ταῦτα ἀνύει· ἀλλὰ κἂν τἀναν‐
60τία ἐπιτάξῃ, καὶ ἐνταῦθα πολλὴ ἡ ὑπακοή. Τῇ γοῦν θαλάττῃ ἐπέταξε, καὶ οὐ μόνον οὐ κατεπόντισεν, ὅπερ αὐτῆς ἔργον ἦν, ἀλλὰ στορέσασα αὐτῆς τὰ κύ‐ ματα, πέτρας ἀσφαλέστερον τὸν Ἰουδαίων δῆμον δι‐
εβίβασεν, Ἡ κάμινος οὐ μόνον οὐκ ἔκαιεν, ἀλλὰ καὶColumn end

55

.

282

δρόσον παρεῖχε διασυρίζουσαν. Τὰ θηρία οὐ μόνον οὐ κατήσθιεν, ἀλλὰ καὶ σωματοφυλάκων ἐπεῖχε χώραν ἐπὶ τοῦ Δανιήλ. Τὸ κῆτος οὐ μόνον οὐ κατέπινεν, ἀλλὰ καὶ σώαν τὴν παρακαταθήκην διετήρει. Ἡ γῆ
5οὐ μόνον οὐκ ἐβάστασεν, ἀλλὰ καὶ θαλάττης χαλεπώ‐ τερον κατεπόντισεν, ὅτε ἠνοίχθη καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· καὶ πολ‐ λὴν ἑτέραν ἴδοι τις ἂν τερατουργίαν ἐν τοῖς οὖσι γε‐ νομένην· ἵνα μάθωσιν οἱ σφόδρα ἀνοηταίνοντες, καὶ
10φύσιν θεοποιοῦντες, ὅτι οὐ τυραννίδι φύσεως τὰ πρά‐ γματα ἄγεται, ἀλλὰ βουλῇ Θεοῦ πάντα εἴκει καὶ πα‐ ραχωρεῖ. Αὕτη γάρ ἐστιν ἡ τῆς φύσεως δημιουργὸς, καὶ πρὸς τὸ αὑτῇ δοκοῦν πάντα τὰ ὄντα μεταῤ‐ ῥυθμίζουσα, καὶ νῦν μὲν ἀκινήτους αὐτῶν διατη‐
15ροῦσα τοὺς ὅρους, νῦν δὲ, ἐπειδὰν βουληθῇ, ῥᾳδίως αὐτοὺς ἀνασπῶσα, καὶ πρὸς τὸ ἐναντίον μεταβάλ‐ λουσα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐ‐ τοῦ. Εἰς τὰ προστάγματα αὐτοῦ, φησὶν, εἰς τὰ ἐπι‐ τάγματα αὐτοῦ· οὐ μόνον δὲ εἰς τὰ ἐπιτάγματα
20αὐτοῦ, ἀλλὰ καὶ εἰς τὸ γινώσκεσθαι αὐτὸν παρὰ τῶν ἀνθρώπων, ὅπερ καὶ προηγούμενον αὐτοῦ θέ‐ λημα, καὶ διὸ μάλιστα ταῦτα ἐποίησεν. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὕτως ἐστὶν ἀπηρτισμένα, ὡς τοῖς προσέχουσι καὶ νοῦν ἔχουσιν
25ἀκριβεστάτην καὶ σαφῆ καὶ τρανοτάτην τὴν περὶ αὐ‐ τοῦ γνῶσιν ἐντιθέναι τῇ διανοίᾳ τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ πρὸς τοῦτο μάλιστα τὸ θέλημα αὐτοῦ ἐξ ἀρχῆς αὐτὰ κατεσκεύασε, τῷ μεγέθει, τῷ κάλλει, τῇ θέσει, τῇ ἐνεργείᾳ, τῇ διακονίᾳ, τοῖς ἄλλοις ἅπασιν
30ἀνακινῶν τὴν ψυχὴν τοῦ θεατοῦ, καὶ τὴν διάνοιαν διεγείρων εἰς τὸ ζητῆσαι τὸν δημιουργὸν καὶ ἀριστο‐ τέχνην Θεὸν, καὶ προσκυνῆσαι τὸν ποιήσαντα αὐτὰ, καὶ ἀντὶ βιβλίων καὶ γραμμάτων γενέσθαι ἅπαν τὸ σῶμα τῆς κτίσεως.
35 γʹ. Οὐκ εἰς θεογνωσίαν δὲ μόνον, ἀλλὰ καὶ εἰς πολι‐ τείαν ἡμῖν μεγίστην εἰσάγει διδασκαλίαν τὰ κτίσματα. Ὅ τε γὰρ πλεονέκτης, ἐπειδὰν ἴδῃ τὴν ἡμέραν τῇ νυκτὶ παραχωροῦσαν, καὶ τὸν ἥλιον τῇ σελήνῃ, αἰδε‐ σθήσεται τῶν στοιχείων τὴν εὐταξίαν, κἂν δυνατώτε‐
40ρος ᾖ, τῶν καταδεεστέρων οὐκ ἐπιθυμήσει πραγμά‐ των· ὅ τε μοιχὸς καὶ ἀκόλαστος, ἐπειδὰν ἴδῃ τὴν θάλατταν μαινομένην, εἶτα χαλινουμένην ὑπὸ τὸν αἰγιαλὸν, πάλιν τῶν ἀτάκτων ὑδάτων αἰδούμενος τὴν εὐταξίαν, ταχέως καταστεῖλαι δυνήσεται τὴν ἑαυτοῦ
45κορυφουμένην ἐπιθυμίαν, καὶ τῷ φόβῳ τοῦ Χριστοῦ χαλινῶσαι τὴν εἰς τὸ πρόσω φορὰν, καὶ διαλῦσαι τὸν ἀφρὸν ἅπαντα τῆς ἀκολάστου ταύτης ὁρμῆς, καὶ εἰς σωφροσύνην ἐπαναγαγεῖν. Καὶ περὶ ἀναστάσεως δὲ εἰς τὴν χέρσον ἀπιδὼν εὐκόλως δυνήσεται φιλοσοφεῖν,

55

.

282

(50)

καὶ τὸν περὶ αὐτῆς δέξασθαι λόγον. Ὅταν γὰρ ἴδῃ τὴν γῆν δεχομένην κόκκον σίτου στερεὸν, εἶτα πρό‐ τερον διαλύουσαν καὶ σήπουσαν, καὶ πολλῷ βελτίονα τίκτουσαν· ὅταν ἴδῃ τὴν ἄμπελον ἐν χειμῶνι γυμνὴν φύλλων, καὶ ἑλίκων, καὶ βοτρύων, καὶ αὐτὸ ξηρὸν
55ξύλον, ὡς τὰ ὀστᾶ τὰ ξηρὰ, εἶτα ἔαρος ἐπιστάντος τὴν εὐμορφίαν ἅπασαν ἀπολαμβάνουσαν· ἐν τοῖς σώ‐ μασι τῶν φυτῶν καὶ τῶν σπερμάτων τῶν μετὰ τὸ διαφθαρῆναι ἀνισταμένων, δυνήσεται καὶ περὶ τῆς ἑαυτοῦ σαρκὸς φιλοσοφεῖν. Τὸ φιλόπονον δὲ πάλιν
60ἀπὸ τοῦ μύρμηκος εἴσεται, καὶ τὸ φιλόκαλον ἀπὸ τῆς
μελίττης, καὶ τὸ κοινωνικὸν, καθάπερ ἡ Παροιμία

55

.

283

φησίν· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζή‐ λωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σο‐ φώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην
5ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύ‐ θητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Καίτοι οὖσα τῇ ῥώμῃ
10ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ γὰρ αὐτή σοι πάλιν ἡ μέλιττα διαλέξεται, ὥστε μὴ θαυμά‐ ζειν ἁπλῶς τὰ κάλλη τῶν σωμάτων, ὅταν ψυχῆς ἀρετὴ μὴ ᾖ, μηδὲ ἐξευτελίζειν τὴν ἀμορφίαν, ὅταν ἡ ψυχὴ κεκαλλωπισμένη τύχῃ. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ὁ
15παροιμιαστὴς ἔλεγε· Μικρὰ ἐν πετεινοῖς ἡ μέλισ‐ σα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Ἐννόησόν μοι τοὺς ὄρνιθας, καὶ δέξῃ ἐκεῖθεν φιλο‐ σοφίαν. Διά τοι τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέ‐ ψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρου‐
20σιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐρά‐ νιος τρέφει αὐτά. Εἰ γὰρ τὰ ἄλογα οὐ μεριμνῶσι περὶ τροφῆς, ποίαν ἕξεις ἀπολογίαν μηδὲ τοσαύτην ἐπιδεικνύμενος ὑπεροψίαν τῶν παρόντων, ὅσην οἱ ὄρνιθες; Εἰ δὲ καὶ καλλωπισμοῦ βούλει καταφρονῆ‐
25σαι, παιδεύσει σε τὰ ἄνθη τοῦ ἀγροῦ, μὴ εἶναί σε φιλόκοσμον. Ὅπερ καὶ αὐτὸ δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ὅτι οὐ νή‐ θουσιν, οὐδὲ κοπιῶσιν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων. Ὅταν τοίνυν
30ἐθέλῃς σπουδάζειν περὶ κάλλη ἱματίων, ἐννόησον ὅτι ὅσα ἂν φιλονεικήσῃς, παρὰ τῷ χόρτῳ τὰ νικητή‐ ρια, καὶ οὐ δυνήσῃ πρὸς ἐκεῖνον ἁμιλληθῆναι· καὶ κατάλυσον τὴν ἄλογον ταύτην μανίαν. Καὶ ἕτερα πολλὰ, καὶ ἀπὸ τῶν ἀλόγων, καὶ ἀπὸ τῶν ἀνθῶν, καὶ
35ἀπὸ τῶν σπερμάτων ἔστι φιλοσοφεῖν. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐ‐ τοῦ. Τουτέστιν, ἕκαστον τῶν ἔργων αὐτοῦ· οὐ γὰρ δὴ περὶ ἑνὸς ἔργου ταῦτά φησιν. Ἕτερος δὲ ἑρμη‐ νευτὴς εἶπεν· Ἔπαινος καὶ ἀξίωμα ἡ ἐργασία
40αὐτοῦ· οὗτος δὲ, Ἐξομολόγησις, τουτέστιν, εὐχα‐ ριστία καὶ δόξα. Ἕκαστον γὰρ τῶν ὁρωμένων ἱκανὸν εἰς εὐχαριστίαν τὸν θεατὴν παραπέμψαι, εἰς ὕμνον, εἰς εὐφημίαν, εἰς δοξολογίαν. Οὐκ ἔστιν εἰπεῖν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; ἀλλὰ καὶ τὸ σκότος καὶ ἡ
45ἡμέρα, καὶ ὁ λιμὸς καὶ ἡ εὐθηνία, καὶ ἡ ἔρημος καὶ ἡ ἀοίκητος, καὶ ἡ λιπαρὰ καὶ ἡ βαθύγειος, καὶ ζωὴ καὶ θάνατος, καὶ πάντα τὰ ὁρώμενα τοῖς μετὰ ἀκρι‐ βείας αὐτὰ καταμανθάνουσιν ἱκανὰ καὶ δυνατὰ πρὸς εὐχαριστίαν διεγεῖραι. Τοῦτο γοῦν δηλῶν διά τινος

55

.

283

(50)

προφήτου ὁ Θεὸς ἔλεγεν, ἀντ’ εὐεργεσίας τὰς τιμω‐ ρίας τιθείς· Κατέστρεψα αὐτοὺς, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα· ἐπάταξα αὐτοὺς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ. Καὶ πάλιν δι’ ἄλλου· Ἀν‐ ήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου
55δουλείας ἐλυτρωσάμην αὐτούς· εἰς εὐεργεσίας τὰς τιμωρίας μεταλαμβάνων. Οὕτω καὶ ταῦτα· καὶ γὰρ καὶ ταῦτα εὐεργετοῦντα, διορθοῦντα, παιδεύοντα, παιδαγωγοῦντα, ἐκκόπτοντα τὴν κακίαν ἐστίν. Ἄν‐ θρωποι μὲν γὰρ τὰ μὲν εὐεργετοῦντες ποιοῦσι, τὰ δὲ
60μισοῦντες καὶ ἀποστρεφόμενοι· ὁ δὲ Θεὸς φιλῶν ποιεῖ πάντα, οἷον εὐεργετῶν ἔθετο ἐν τῷ παραδείσῳ, καὶ εὐεργετῶν πάλιν ἐξέβαλε τοῦ παραδείσου· εὐερ‐
γετῶν τὸν κατακλυσμὸν εἰργάσατο, καὶ εὐεργετῶνColumn end

55

.

284

τὸ πῦρ ἐκεῖνο τὸ τῶν Σοδόμων κατήνεγκε. Καὶ ὅπερ ἂν εἴποι τις τῶν γενομένων, ἕκαστον εἰς εὐεργεσίαν ποιεῖ. Εὐεργετῶν καὶ τὴν γέενναν ἠπείλησε· καὶ καθά‐ περ οἱ πατέρες οὐ θεραπεύοντες μόνον τὰ παιδία,
5ἀλλὰ καὶ τύπτοντες πατέρες εἰσὶ, καὶ οὐκ ἔλαττον τύπτοντες, ἢ θεραπεύοντες· οὕτω δὴ καὶ ὁ Θεός. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παι‐ δεύει πατήρ; Καὶ ὁ Σολομών· Ὃν γὰρ ἀγαπᾷ Κύ‐ ριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν πα‐
10ραδέχεται. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. δʹ. Τοῦτο δοκεῖ μοι ἐνταῦθα εἰπεῖν διὰ τοὺς σκανδαλι‐ ζομένους πρὸς τὰ συμπίπτοντα δυσχερῆ τισι παρ’ ἐλπίδας, μονονουχὶ παραινῶν αὐτοῖς καὶ λέγων· Μὴ
15θορυβοῦ συκοφαντουμένους ἀνθρώπους ὁρῶν, ἐπ‐ ηρεαζομένους, παρὰ τὴν ἀξίαν κακῶς πάσχοντας· μέ‐ νει γὰρ δικαστήριον ἀδέκαστον, μένει ψῆφος καθαρὰ, τὸ κατ’ ἀξίαν ἑκάστῳ παρέχουσα. Εἰ δὲ νῦν αὐτὴν ἐπιζητοίης, ὅρα μὴ κατὰ σαυτοῦ πρώτου τὴν ψῆφον
20ἐξενέγκῃς. Εἰ γὰρ ἔμελλε καθ’ ἕκαστον τῶν ἁμαρτη‐ μάτων ὁ Θεὸς ἐπάγειν τιμωρίαν, καὶ ἐφ’ ἑκάστου τῶν πλημμελούντων τὴν δικαίαν ἐπιφέρειν ψῆφον, πάλαι ἂν προανηρπάσθη τὸ τῶν ἀνθρώπων γένος. Καὶ τί λέγω τὸν δεῖνα καὶ τὸν δεῖνα; Τὸν γὰρ κορυφαῖον
25τῶν ἐν ἀνθρώποις ἁπάντων εἰς μέσον ἀγαγὼν, τοῦτο δεῖξαι πειράσομαι, Παῦλον ἐκεῖνον τὸν κήρυκα τῆς οἰκουμένης, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν εἰς παράδεισον ἀπενεχθέντα, τὸν τῶν φρικτῶν κοινωνή‐ σαντα μυστηρίων, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφ‐
30αγωγὸν τοῦ Χριστοῦ, τὸν ἀγγελικὴν ἐπιδειξάμενον πολιτείαν, τὸν τοσαύτην ἀρετὴν ἐπελθόντα. Εἰ γὰρ μὴ ἐβουλήθη μακροθυμῆσαι αὐτῷ, μηδὲ ἀνασχέσθαι αὐτοῦ, ἀλλ’ ἡνίκα ἡμάρτανε καὶ ἐβλασφήμει καὶ ἐδίωκε, κατὰ πόδας ἐπαγαγεῖν αὐτῷ τὴν δικαίαν
35ψῆφον, πάλαι ἂν αὐτὸν τῆς μετανοίας προεξήρπασε. Διὸ καὶ αὐτὸς ταῦτα εἰδὼς, ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγή‐ σατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ’
40ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται τὴν πᾶ‐ σαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόν‐ των αὐτῷ πιστεύειν εἰς ζωὴν αἰώνιον. Τί δέ; τὴν πόρνην εἰ ἐκόλασε, πότε ἂν μετεβλήθη; Τί δέ; τὸν τελώνην Ματθαῖον εἰ ἐν τῷ καιρῷ τῆς τελωνείας πρὸ
45τῆς μεταβολῆς δίκην ἀπῄτησε, οὐκ ἂν προεξήρπασεν αὐτὸν τῆς μετανοίας; Οὕτω καὶ τὸν λῃστὴν, οὕτω καὶ τοὺς μάγους, οὕτω καὶ ἕκαστον τῶν ἁμαρτανόν‐ των. Διά τοι τοῦτο ἀνέχει τὴν ὀργὴν, καὶ τὴν κατ’ ἀξίαν ἀντίδοσιν, καλῶν τοὺς ἀνθρώπους εἰς μετάνοιαν.

55

.

284

(50)

Εἰ δὲ μένοιεν ἀδιόρθωτοι, πάντως ὑποστήσονται τὴν δικαίαν ψῆφον. Διόπερ ὁ Προφήτης τούς τε ἀδικουμέ‐ νους παραμυθούμενος, τούς τε ἀδικοῦντας σωφρονί‐ ζων, ἐπήγαγε τὸ, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὃ δὲ βούλεται διὰ τούτου εἰπεῖν, τοιοῦ‐
55τόν ἐστι· Μήτε σὺ, ὁ ἀδικούμενος, ἐὰν καταλύσῃς τὸν βίον ὡς οὐ τῶν δικαίων τευξόμενος, ἀπελπίσῃς· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν πάντως ἀπολήψῃ τῶν πόνων τὰς ἀμοιβάς· μήτε σὺ πάλιν, ὁ πάντα ἁρπάζων καὶ πλεονεκτῶν καὶ συγχέων, ἂν ἐν εἰρήνῃ
60καταλύσῃς τὸν βίον, θαῤῥήσῃς· πάντων γὰρ

55

.

285

δώσεις λόγον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, τῆς πονηρίας ἀποτίσεις τὰς ἀμοιβάς. Θεὸς γάρ ἐστιν ἀεὶ μένων, καὶ δικαιοσύνην μένουσαν ἔχων ἀεὶ, οὐδὲν ἀπὸ τοῦ θανάτου διακοπτομένην, οὐδὲ πρὸς τὴν ἀμοι‐
5βὴν τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, οὐδὲ πρὸς τὴν ἀντίδοσιν τῶν κολάσεων τῶν διὰ τὴν πονηρίαν. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ. Τί ἐστι, Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ; Οὐ διέλιπε θαυματουργῶν, φησὶ, διηνεκῶς. Τοῦτο
10γάρ ἐστι τὸ, Μνείαν ἐποιήσατο· οὐκ ἐπαύσατο, οὐκ ἀπέστη διὰ πάσης γενεᾶς θαύματα ἐργαζόμενος, καὶ τοὺς παχυτέρους διεγείρων διὰ τῶν τεραστίων. Ὁ μὲν γὰρ ὑψηλὸς καὶ φιλόσοφος οὐδὲν δεήσεται τῶν ση‐ μείων· Μακάριοι γὰρ οἱ μὴ εἰδότες, καὶ πιστεύσαν‐
15τες. Ἐπειδὴ δὲ αὐτὸς οὐ τούτων κήδεται μόνων, ἀλλὰ καὶ τῶν παχυτέρων, καθ’ ἑκάστην σχεδὸν γενεὰν θαυματουργῶν οὐ παύεται. Ἱκανὴ μὲν γὰρ θαυμα‐ τουργία πᾶσα τῶν ὁρωμένων ἡ κτίσις· ἀλλ’ ὅμως διεγείρων τῶν πολλῶν τὴν ῥᾳθυμίαν ἐν μέσῳ τῷ θεά‐
20τρῳ τούτῳ πολλὰ ἐπεδείκνυτο τεράστια, καὶ ἰδίᾳ καὶ κοινῇ, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, τὸ ἐπὶ τῆς συγ‐ χύσεως τῶν γλωσσῶν, τὰ ἐπὶ τῶν Σοδόμων, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰακὼβ, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐξόδῳ τῶν Ἰουδαίων, τὰ
25ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς Παλαιστίνης, τὰ ἐν Βαβυλῶνι, τὰ μετὰ τὴν ἐπάνοδον, τὰ ἐπὶ τῶν Μακ‐ καβαίων, τὰ μετὰ τὴν Χριστοῦ παρουσίαν, τὰ ἐν αὐτῇ τῇ παρουσίᾳ, τὰ μέχρι σήμερον γινόμενα, ἡ κατάπτωσις τῶν Ἱεροσολύμων, ἡ οἰκοδομὴ τῆς Ἐκ‐
30κλησίας, ὁ λόγος ὁ πανταχοῦ τρέχων, ὁ διὰ κυμάτων ἀρθεὶς, ὁ διὰ πολέμων αὐξηθεὶς, οἱ τῶν μαρτύρων δῆμοι, τὰ ἄλλα ἅπαντα. Πολλὰ δὲ ἄν τις καὶ ἰδικὰ ἴδοι καὶ ἐν οἰκίᾳ γενόμενα θαύματα, καὶ ἐν πόλεσιν. Ἀλλὰ τέως τὰ καθολικὰ, καὶ ἅπασι δῆλα καὶ γνώριμα,
35ἃ καθ’ ἑκάστην γίνεται γενεὰν, ἴδωμεν. Πόσα ἐπὶ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος γέγονε, τῆς Ἐκκλησίας πολεμουμένης; πόσα ἐπὶ Μαξιμίνου; πόσα πρὸ τῶν ἐκείνων βασιλέων; Εἰ δὲ βούλεσθε καὶ τὰ ἐπὶ τῆς γενεᾶς συμβάντα τῆς ἡμετέρας, οἷον οἱ
40σταυροὶ οἱ κατὰ τῶν ἱματίων χαραγέντες ἀθρόον, τοῦ Ἀπόλλωνος τὸ ἱερὸν τὸ σκηπτῷ κατενεχθὲν, τοῦ ἁγίου μάρτυρος Βαβύλα τοῦ ἐν Δάφνῃ ἡ μετάθεσις, καὶ ἡ φανερὰ νίκη ἡ κατὰ τοῦ δαίμονος, τοῦ ταμίου τῶν βασιλικῶν χρημάτων ὁ παράδοξος θάνατος, αὐτὴ
45ἡ τοῦ βασιλέως ἀναίρεσις, αὐτοῦ τοῦ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος, καὶ ἡ τοῦ θείου τοῦ ἐκεί‐ νου ἀπώλεια, τῶν σκωλήκων αἱ πηγαὶ, ἕτερα μυρία, ὁ λιμὸς, ὁ αὐχμὸς, ἡ τῶν ὑδάτων σπάνις, ἡ μετ’ αὐτοῦ ταῖς πόλεσιν ἐμπεσοῦσα, καὶ ἕτερα μυρία

55

.

285

(50)

πανταχοῦ. εʹ. Καὶ ἐν Παλαιστίνῃ τὰ τότε συμβάντα ἔγνωτε. Καὶ γὰρ ἡνίκα τὸν ναὸν ἐκεῖνον τὸν τῇ ψήφῳ τοῦ Θεοῦ καθ‐ αιρεθέντα ἀνοικοδομεῖν ἐβούλοντο Ἰουδαῖοι, πῦρ ἐκ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας ἤλασε, καὶ
55μαρτυρεῖ τὸ ἔργον ἀτέλεστον μεῖναν. Οἰκτίρμων καὶColumn end

55

.

286

ἐλεήμων ὁ Κύριος τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Ἀπαγγείλας αὐτοῦ τὰς εὐεργεσίας, τὰς διὰ τῶν θαυμάτων, τὰς διὰ τῶν ἔργων, τὴν κηδεμονίαν τὴν ὑπὲρ ἡμῶν γεγενημένην, καὶ τούτῳ πάλιν αὔξει
5τὸν λόγον, δεικνὺς ὅτι τοσαῦτα καὶ τηλικαῦτα ποιή‐ σας ὑπὲρ τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων, καὶ παντὶ τρόπῳ παιδεύσας αὐτοὺς, καὶ παιδεύων εἰς τὴν θεο‐ γνωσίαν καὶ τὴν ἄκραν φιλοσοφίαν, καὶ διακρατῶν αὐτῶν τὴν ζωὴν, οὐ κατὰ ὀφειλὴν τοῦτο ἐργάζεται
10(ὅπερ μεγίστη χάρις ἐστὶν), ἀλλὰ δι’ ἔλεον καὶ φιλ‐ ανθρωπίαν, οὐχ ὡς αὐτὸς δεόμενος αὐτῶν, ἀλλὰ δι’ ἀγαθότητα μόνην. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τίνος ἕνεκεν τοὺς φοβουμένους ἐνταῦθα τέθει‐ κεν; Οὐ γὰρ δὴ μόνους αὐτοὺς τρέφει. Καὶ γὰρ ἐν
15τῷ Εὐαγγελίῳ φησὶν, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πῶς οὖν εἶπε, Τοῖς φοβουμένοις αὐ‐ τόν; Τροφὴν ἐνταῦθα δοκεῖ μοι λέγειν οὐ τὴν σωμα‐ τικὴν, ἀλλὰ τὴν τῆς ψυχῆς. Διὰ τοῦτο καὶ περὶ τῶν
20φοβουμένων διαλέγεται μόνον· αὕτη γὰρ τούτοις ἐστὶν ἀφωρισμένη. Ὥσπερ γὰρ τρέφεται σῶμα, οὕτω τρέ‐ φεται καὶ ψυχή. Καὶ ὅτι τρέφεται ἄκουε· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ταύτην
25οὖν λέγει τὴν τροφὴν, ἣν ἐξαιρέτως ἔδωκε τοῖς φο‐ βουμένοις αὐτὸν, τὴν διὰ τοῦ λόγου διδασκαλίαν, τὴν παίδευσιν, τὴν φιλοσοφίαν ἅπασαν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Πάλιν καταστέλλων τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, καὶ τὸν τῦφον αὐτῶν
30ὑποτεμνόμενος, μᾶλλον δὲ δεικνὺς, ὅτι τῶν ἀγαθῶν, ὧν ἀπήλαυσαν, οὐ διὰ τὴν ἀξίαν ἀπήλαυσαν τὴν οἰ‐ κείαν, ἀλλὰ διὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τοὺς πα‐ τέρας, καὶ τὰς συνθήκας τὰς πρὸς ἐκείνους γεγενη‐ μένας, φησί· Μνησθήσεται εἰς τὸν αἰῶνα διαθή‐
35κης αὐτοῦ· ὅπερ καὶ Μωϋσῆς παρήγγειλεν αὐτοῖς εἰσιοῦσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγειν καὶ ἐν‐ νοεῖν. Ἐὰν γὰρ οἰκοδομήσῃς, φησὶ, πόλεις λαμ‐ πρὰς, καὶ περιβάλῃ πλοῦτον χρημάτων, μὴ εἴπῃς, ὅτι Διὰ τὴν δικαιοσύνην μου ταῦτα γέγονεν, ἀλ‐
40λὰ διὰ τὰς συνθήκας τὰς πρὸς τοὺς πατέρας σου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο παντὶ τρόπῳ καὶ διαπαντὸς ὁ Θεὸς ἐκκόπτει αὐτὴν συνεχῶς. Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. Ἀπὸ τῶν καθολικῶν ἐπὶ
45τὰ μερικὰ μετάγει τὸν λόγον· ἀπὸ τῶν κατὰ τὴν οἰ‐ κουμένην γενομένων, ἐπὶ τὰ Ἰουδαίοις συμβάντα. Μάλιστα δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ ταῦτα κα‐ θολικῶν ἐπέχει τάξιν. Τὰ γὰρ εἰς αὐτοὺς γινόμενα, τοῖς ἄλλοις διδασκαλίαι ἐγίνοντο, καὶ οἱ πόλεμοι, καὶ

55

.

286

(50)

τὰ τρόπαια; καὶ αἱ νῖκαι ἀντὶ κηρύγματος ἤρκουν τοῖς προσέχουσιν. Οὐ γὰρ ἀκολουθίᾳ ἀνθρωπίνῃ, ἀλλὰ ὑπὲρ λόγον ταῦτα συνέβαινε. Ποία γὰρ ἀκολουθία ἐκείνη, σαλπιζόντων αὐτῶν τὰ τείχη καταβάλλεσθαι, καὶ γυναῖκα στρατηγοῦσαν νικᾷν καὶ περιγίνεσθαι, καὶ
55παιδίον μικρὸν βαρβαρικοὺς πολέμους καταλύειν ἀπὸ λίθου βολῆς μιᾶς; Καὶ ἕτερα δὲ ἄλλα παρά‐ δοξα τοιαῦτα συνέβαινεν. Οὕτω τῶν πολεμίων ἐκρά‐ τησαν, οὕτω τῆς Παλαιστίνης ἐξέβαλον. Ὅταν οὖν λέγῃ, Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐ‐
60τοῦ, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐπέδειξεν αὐτοῦ τὴν δύ‐

55

.

287

ναμιν, οὐχ ἁπλῶς ἐκβάλλων τὰ ἔθνη, ἀλλὰ τρόπῳ τοιούτῳ, δι’ οὗ μάλιστα ἠδύνατο εἰδέναι σαφῶς, ὡς εἰ καὶ τὰ πρότερα ἤρκει, ὅτε θεήλατος ἦν ἡ πληγὴ κατ’ ἐκείνων γινομένη, καὶ αὐτοῦ στρατηγοῦντος τὰ
5τῶν πολεμίων ἐκρίνετο πράγματα. Οὐ γὰρ δὴ διὰ ῥη‐ μάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐπαίδευε, δι’ ὑποδημάτων, διὰ ἱματίων, διὰ τροφῆς, διὰ φωτὸς νυκτερινοῦ καὶ ἡμερινοῦ, διὰ νεφέλης, διὰ πολέμων, διὰ εἰρήνης, διὰ τροπαίων, διὰ γεωργίας, διὰ ὑετῶν,
10καὶ πάντα φωνὴν ἠφίει τὸν Δεσπότην ἀνακηρύττοντα, καὶ τὴν πεπωρωμένην αὐτῶν διάνοιαν κατανύττοντα, καὶ οὐδεὶς χρόνος ἐνέλιπεν, ἐν ᾧ μὴ συνεχῆ σημεῖα αὐτοῦ ἐπεδείκνυτο. Ἔργα χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις. Ἐπειδὴ περὶ τῆς δυνάμεως αὐτοῦ δι‐
15ελέχθη, διαλέγεται καὶ περὶ τῆς δικαιοκρισίας, ὅτι οὐ μόνον δύναμιν ἐν οἷς ἐποίει τότε ἐπεδείκνυτο, ἀλλὰ καὶ πολλὴν τὴν δικαιοσύνην. Οὐδὲ γὰρ ἁπλῶς ἐξ‐ έβαλε τὰ ἔθνη, ἐπειδὴ Ἰουδαίους εἰσαγαγεῖν ἐβούλετο, ἀλλὰ μετὰ τοῦ δικαίου. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλε‐
20γεν ὁ Μωϋσῆς· Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Ταῦτα δὲ οὐκ ἐπὶ Ἰου‐ δαίων ἔστιν εἰπεῖν μόνον, καὶ τῶν ἐκείνοις συμβαι‐ νόντων, ἀλλὰ πάλιν καθολικὸς ὁ λόγος ἐστί. Πάντα γὰρ τὰ ὑπ’ αὐτοῦ γενόμενα ἀλήθεια καὶ κρίσις·
25κρίσις, τουτέστι δικαιοσύνη. Οἶδεν δὲ ἀλήθειαν πολ‐ λάκις ἡ Γραφὴ καὶ τὴν φιλανθρωπίαν λέγειν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, ὅτι μετὰ τῆς δικαιοσύ‐ νης καὶ φιλανθρωπίας τὰ πάντα ἀνέμιξεν. Εἰ γὰρ δὴ μόνον τῷ τοῦ δικαίου ἐκέχρητο λόγῳ, πάντα ἂν
30ἀπολώλει. ϛʹ. Διὸ καὶ οὗτος ὁ προφήτης ἀλλαχοῦ λέγει· Μὴ εἰσ‐ έλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ὅτι οὐ δι‐ καιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Καὶ πάλιν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστή‐
35σεται; Πάντα τοίνυν τὰ ὑπ’ αὐτοῦ γινόμενα ἑκατέρων γέμει τούτων. Ἄν τε γὰρ τὸ δίκαιον ἀπαιτῇ μόνον, πάντα ἂν διεφθάρη· εἰ δὲ φιλανθρωπίᾳ μόνῃ κέχρη‐ ται, οἱ πλείους ἂν ἐγίνοντο ῥᾳθυμότεροι. Διὰ τοῦτο ποικίλλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἑκατέροις
40τούτοις εἰς τὴν διόρθωσιν αὐτῶν κέχρηται. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Ὅπερ πολλαχοῦ ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἀπὸ τῆς σοφίας τῆς ἐν τῇ ποικίλῃ δημιουργίᾳ καὶ τῆς κηδεμονίας ἐπὶ τὴν νομοθεσίαν μεταβαίνων, καὶ τοῦτο πάλιν κινῶν τῆς
45προνοίας τὸ μέρος. Οὐ γὰρ δὴ μόνον τῷ κτίσαι κτίσιν τοσαύτην καὶ τηλικαύτην, ἀλλὰ τῷ τὸν νόμον θεῖναι τὸ τῶν ἀνθρώπων διώρθωσε γένος. Διὸ καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ψαλμῷ ἀμφότερα ταῦτα τὰ μέρη δι‐ ελὼν, ἀρχόμενος μὲν ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται

55

.

287

(50)

δόξαν Θεοῦ· πρὸς δὲ τὸ μέσον ἐλθὼν, καὶ τὸν περὶ τῆς κτίσεως ἀπαρτίσας λόγον ἐπήγαγεν· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν περὶ τῶν τεραστίων
55καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ἔργων, εἰς τὴν περὶ τῶν ἐντολῶν ὑπόθεσιν μεταχειρίζει τὸν λόγον οὕτω λέγων· Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιη‐ μέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Οὐχ ἁπλῶς εἶπε,
60Πᾶσαι, ἀλλὰ πολὺ γένος ἐντολῶν ἀνακινῶν, ταύτην
τέθεικε τὴν λέξιν. Καὶ γὰρ ἐντολαί εἰσιν αἱ τῆς κτί‐Column end

55

.

288

σεως, ἃς διατηρεῖ πᾶσα ἡ κτίσις, ἥλιος καὶ σελήνη, ἡμέρα καὶ νὺξ, καὶ ἀστέρες, καὶ γῆς καὶ φύσεως δρόμος. Ἐντολαί εἰσιν αἱ τῇ φύσει δοθεῖσαι ἐξ ἀρχῆς, ὅτε τὸν ἄνθρωπον ἔπλαττε, περὶ ὧν φησιν ὁ Παῦλος·
5Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐντολαί εἰσι καὶ αἱ γραπταί. Καὶ αὗται πᾶσαι μεμενήκασιν. Εἰ
10δέ τινες κατελύθησαν, οὐκ ἐπὶ τὸ χεῖρον, ἀλλ’ ἐπὶ τὸ βέλτιον μεταῤῥυθμισθεῖσαι. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ κατελύθη, ἀλλ’ ἐπετάθη· καὶ τὸ, Οὐ μοιχεύσεις, οὐκ ἠφανίσθη, ἀλλὰ μεῖζον γέγονε. Διὸ καὶ ἔλεγεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφή‐
15τας, ἀλλὰ πληρῶσαι. Ὁ γὰρ μὴ ὀργιζόμενος, πολ‐ λῷ μᾶλλον τοῦ φόνου ἀφέξεται· καὶ ὁ μὴ βλέπων ἀκο‐ λάστοις ὀφθαλμοῖς, μακρότερον τῆς μοιχείας ἐσκή‐ νωται. Ὁ τοίνυν νόμος τοῦτο μάλιστα ἔχει τὸ ἐξαί‐ ρετον, τὸ ἀθάνατον, τὸ διηνεκὲς, καὶ ὁ τῆς κτίσεως,
20καὶ ὁ φυσικὸς, καὶ ὁ τῆς φιλοσοφίας, καὶ τῆς Καινῆς Διαθήκης. Διό φησιν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρ‐ ελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσον‐ ται· τὸ ἀκίνητον αὐτῶν δηλῶν. Πάντα γὰρ ὅσα ἂν βούληται μένειν ὁ Θεὸς, μένει διηνεκῶς, καὶ οὐδέν
25ἐστι τὸ κινοῦν αὐτά. Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Τί ἐστιν, Ἐν ἀληθείᾳ καὶ εὐθύτητι; Οὐδὲν αὐταῖς, φησὶ, σκολιὸν, οὐδὲν στραγγαλιῶδες, οὐδὲν ἀσαφὲς, οὐδὲν πρὸς χάριν τινὰ, ἢ ἀπέχθειαν, ἀλλὰ πάντα πρὸς τὸ συμφέρον καὶ λυσιτελές· οὐ καθά‐
30περ οἱ ἀνθρώπινοι νόμοι, πολὺ μὲν ἔχοντες τὸ ἐπί‐ κηρον, πολὺ δὲ τὸ ἀσαφὲς, πολὺ δὲ τὸ ἀνθρώπινον. Καὶ γὰρ ἀπὸ ἀνθρωπίνων παθῶν πολλοὶ πολλάκις ἐτέθη‐ σαν. Καὶ γὰρ τὸν ἐχθρὸν ἀμυνόμενος, ἢ φίλῳ χαρί‐ ζεσθαι βουλόμενος, οὕτω τὰ γράμματα συνέθηκεν.
35Ἀλλ’ οὐχ οἱ θεῖοι τοιοῦτοι, ἀλλ’ ἡλίου φαιδρότεροι μένουσι, τὸ συμφέρον τῶν νομοθετουμένων ἐπι‐ ζητοῦντες, καὶ πρὸς ἀρετὴν αὐτοὺς ἐπανάγοντες, καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν, οὐ πρὸς τὰ ψευδῆ ταῦτα, πλοῦτον λέγω καὶ δυναστείαν (ταῦτα
40γὰρ ψευδῆ· τὰ δὲ τοῦ Θεοῦ ἀλήθεια), οὐχ ὅπως γέ‐ νοιντο εὐπορώτεροι, οὐδ’ ὅπως τῶν παρόντων ἐπιτύ‐ χοιεν, ἄλλ’ ὅπως τῶν μελλόντων ἀπολαύσαιεν, διδά‐ σκοντες. Περὶ τῶν ἀληθῶν πραγμάτων καὶ ὀρθῶν, καὶ οὐδὲν ἐχόντων διεστραμμένον, ἅπαντα εἶπον ἐκεῖ‐
45νοι οἱ νόμοι. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Τί ἐστι, Πισταί; Βέβαιαι, μένουσαι. Κἂν γὰρ παραβα‐ θῶσιν, αἱ τιμωρίαι ἕπονται, καὶ αὗται οὐ σαλεύον‐ ται· εἰ δὲ ἄνθρωποι παραβῶσιν, ἀλλ’ ὁ Θεὸς αὐτὰς ἐκδικεῖ. Μὴ τοίνυν λέγε, ὅτι πρὸς ἀπειλὴν εἴρηται τὰ

55

.

288

(50)

εἰρημένα, ἢ ὑπερβολικῶς. Οὐδεὶς νομοθετῶν πρὸς ἀπειλὴν λέγει μόνον, ἀλλὰ καὶ πρὸς σωφρονισμόν. Εἰ δὲ οὐ σφόδρα πιστεύεις ὑπὲρ τῶν μελλόντων, ἀπὸ τῶν παρελθόντων λάμβανε τὴν ἀπόδειξιν. Ὁ γοῦν ἐπὶ τοῦ Νῶε κατακλυσμὸς, καὶ ἡ ἐπὶ τῶν Σοδό‐
55μων πυρπόλησις, καὶ ἡ ἐπὶ τοῦ Φαραὼ ἀπώλεια, καὶ ἡ τῶν Ἰουδαίων πανωλεθρία, καὶ αἱ αἰχμαλωσίαι, καὶ οἱ πόλεμοι, ἆρα ἀπειλῆς εἰσιν, ἢ πείρας πραγμά‐ των; Εἰ δὲ τὰ ἐν τῷ τύπῳ γέγονε, πολλῷ μᾶλλον τὰ ἐν τῇ ἀληθείᾳ, ὅσῳ καὶ μείζων ἡ πονηρία τῶν αὐ‐
60τοῖς τετολμημένων μετὰ τοσαύτην θεραπείαν καὶ διόρ‐

55

.

289

θωσιν. Λύτρωσιν ἀπέστειλε ὁ Κύριος τῷ λαῷ αὐ‐ τοῦ. Κατὰ μὲν τὴν ἱστορίαν, τὴν τῶν Ἰουδαίων ἐλευθερίαν φησί· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν τῆς οἰ‐ κουμένης, ὃ καὶ τὸ ἑξῆς δηλοῖ· Ἐνετείλατο εἰς τὸν
5αἰῶνα διαθήκην αὐτοῦ. Τὴν Καινὴν ἐνταῦθα λέγει· ἐπειδὴ γὰρ ἐντολῆς ἐμνήσθη καὶ νόμου, οὗτος δὲ παρεβάθη, καὶ εἰργάσατο ὀργὴν, φησὶν, ὅτι Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, καθάπερ καὶ αὐτὸς ἔλε‐ γεν· Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα
10σώσω τὸν κόσμον. Ἐπειδὴ γὰρ παραβαινόμενος ὁ νόμος ἐκόλαζεν· Ὁ γὰρ νόμος ὀργὴν, φησὶ, κατ‐ εργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβα‐ σις· καὶ, Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ
15χάριτι· διὰ τοῦτο οὕτως εἶπε· Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. ηʹ. Ἀλλ’ ὅμως οὐδὲ ἡ λύτρωσις ἁπλῶς, ἀλλὰ μετὰ τὴν λύτρωσιν καὶ νόμος, ἵνα τῆς χάριτος ἀξίαν ἐπιδειξώ‐ μεθα τὴν πολιτείαν. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα
20αὐτοῦ. Ἐπειδὴ γὰρ ἐνενόησεν ἅπαντα τὰ ἀνακηρύτ‐ τοντα αὐτοῦ τὴν κηδεμονίαν, τὴν πρόνοιαν, τὴν ἐν τῇ Παλαιᾷ, τὴν ἐν τῇ Καινῇ, τὴν ἐν τοῖς ἔργοις, τὴν διὰ τῶν ἐντολῶν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν τεραστίων, ἔνθους γενόμενος, καὶ ἐκπλαγεὶς αὐτοῦ
25τὴν μεγαλωσύνην, εἰς δοξολογίαν καταλύει τὸν λόγον, ὕμνον ἀναφέρων εἰς τὸν ταῦτα πεποιηκότα. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· τουτέστιν, ἐκπλή‐ ξεως γέμον, θαύματος πολλοῦ. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ, πόσῳ μᾶλλον ἡ οὐσία; Πῶς δὲ τὸ ὄνομα αὐτοῦ ἅγιον
30καὶ φοβερόν; Δαίμονες αὐτὸ τρέμουσι, νοσήματα αὐτὸ δέδοικε, τούτῳ κεχρημένοι τῷ ὀνόματι οἱ ἀπό‐ στολοι τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν. Τούτῳ ὁ Δαυῒδ ἀντὶ ὅπλου χρησάμενος, τὸν βάρβαρον ἐκεῖ‐ νον κατήνεγκε· τούτῳ τὰ μυρία κατωρθώθη πρά‐
35γματα· τούτῳ τὴν ἱερὰν μυσταγωγούμεθα μυσταγω‐ γίαν. Ἐννοῶν τοίνυν ὅσα ἐργάζεται θαύματα τὸ ὄνομα αὐτοῦ, ὅσας εὐεργεσίας, πῶς τοὺς ἐναντίους διαλύει, πῶς τοὺς οἰκείους ἀσφαλίζεται, καὶ πράγματα ἀνα‐ λογιζόμενος ὑπερβαίνοντα φύσεως ἀκολουθίαν, καὶ
40νικῶντα λογισμὸν ἀνθρώπων, φησίν· Ἅγιον καὶ φο‐ βερὸν τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἅγιον, ἁγίων δεῖται στομάτων πρὸς ὑμνολογίαν, ἁγίων καὶ καθαρῶν. Ἀρχὴ σοφίας φόβος Κυρίου. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τί ἐστιν, ἀρχή; Πηγὴ,
45ῥίζα, ὑπόθεσις. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἶπε περὶ τοῦ τῆς οἰκουμένης Δεσπότου, καὶ τοσαύ‐ της ἐκπλήξεως ἐνεπλήσθη, ἐπάγει τοῦτο ἀκο‐ λούθως, λοιπὸν δεικνὺς, ὅτι ὁ τοῦτον φοβούμενος πά‐ σης ἐμπίμπλαται σοφίας, καὶ συνετὸς γίνεται. Εἶτα

55

.

289

(50)

ἵνα μή τις νομίσῃ μέχρι τῆς γνώσεως εἶναι τὰ τῆς σοφίας, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Οὐ γὰρ ἀρκεῖ πίστις, ἂν μὴ προσῇ καὶ πολιτεία τῇ πίστει συμβαίνουσα. Πῶς δὲ ἀρχὴ σοφίας φόβος Κυρίου; Πάσης ἀπαλλάττει πονηρίας,
55πᾶσαν ἀρετὴν κατορθοῖ. Σοφίαν δὲ οὐ τὴν ἐν ῥήμα‐ σιν, ἀλλὰ τὴν ἐν πράγμασι λέγει. Ἐπεὶ καὶ οἱ ἔξωθεν σοφίαν τοῦτο ὡρίσαντο, θείων καὶ ἀνθρωπίνων πρα‐ γμάτων διάγνωσιν. Ταύτην δὲ τὴν τέχνην ὁ τοῦ
Θεοῦ φόβος διδάσκει, πονηρίαν ἀνελὼν, ἀρετὴν φυ‐Column end

55

.

290

τεύων, τῶν παρόντων ὑπερορᾷν παρασκευάζων, πρὸς τὸν οὐρανὸν μεθιστάς. Τί δὲ τῆς τοιαύτης ψυχῆς σοφώ‐ τερον; Οὐ τὸν ἀκροατὴν δὲ ἐνταῦθα ζητεῖ μόνον, ἀλλὰ καὶ τὸν ποιητήν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς
5ποιοῦσιν αὐτήν· τουτέστι, τοῖς ποιοῦσι τὴν σοφίαν, καὶ διὰ τῶν ἔργων ἐπιδεικνυμένοις, σύνεσις ἀγαθή. Σύνεσις, εἶπεν, ἀγαθὴ, ὅτι ἔστι καὶ σύνεσις πονηρὰ, ὡς ὅταν λέγῃ· Σοφοί εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ἀλλ’ αὐτὸς τὴν
10ἐπὶ τῆς ἀρετῆς σύνεσιν ζητεῖ. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐ νος. Ποία αἴνεσις; εἰπέ μοι. Ἡ εὐχαριστία, ἡ δοξο‐ λογία, ἡ διὰ τῶν ἔργων γενομένη ἀθάνατος, καὶ πρὸ τούτων, αὐτὴ ἡ τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένη.
15Ἀθάνατος μὲν γὰρ ὁ Θεὸς, καὶ καθ’ ἑαυτὸν σφόδρα αἰνετός· αἰνετὸς δὲ καὶ ὅταν ἐννοήσῃς τὴν μεγαλω‐ σύνην αὐτοῦ καὶ τὰ ἄλλα πάντα· αἰνετὸς καὶ διὰ τῶν ἔργων, ὅταν ἴδῃς αὐτοῦ τὴν σοφίαν διὰ τῶν ὁρωμέ‐ νων. Ταῦτα δὲ λέγει εἰς εὐχαριστίαν προτρέπων,
20καὶ δεικνὺς οὐδεμιᾶς συγγνώμης ὄντας ἀξίους, οὐδὲ τῆς τυχούσης, τοὺς δυσχεραίνοντας πρὸς τὰ γενό‐ μενα. Ὅταν γὰρ ἡ αἴνεσις αὐτοῦ, καὶ ἡ εὐχαριστία, καὶ ἡ δοξολογία οὕτως ᾖ φανερὰ, καὶ δήλη, καὶ σα‐ φὴς, καὶ ἀκίνητος, καὶ πεπηγυῖα, καὶ μονίμη, ὡς
25καὶ ἀθάνατος εἶναι, ἀπέραντος καὶ ἀτελεύτητος, ἐκεῖνοι δὲ ταύτην ἀγνοοῦντες τἀναντία φθέγγωνται· οὐδὲν ἕτερον ἢ πρὸς τὰ ἡλίου σφόδρα σαφέστερα ἀντι‐ λέγουσι, καὶ ἑκόντες τυφλώττουσιν. Οὐδὲ γὰρ πρόσ‐ καιρός ἐστιν, ἵνα ἀγνοήσωσιν, οὔτε ἀμαυρά τις καὶ
30ἀσαφὴς, ἀλλὰ καὶ δήλη, καὶ διηνεκὴς καὶ ἀθάνατος ἀεὶ μένουσα, καὶ τέλος οὐδέποτε ἔχουσα.
32tΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ.
33Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. αʹ. Σφόδρα μοι δοκεῖ τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ
35ἕπεσθαι τὸ προοίμιον, καὶ ὥσπερ ἓν σῶμα εἶναι συν‐ εχὲς καὶ συνημμένον Ἐκεῖ μὲν γάρ φησιν, Ἀρχὴ σοφίας φόβος Κυρίου· ἐνταῦθα δὲ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι παιδεύων τοῦ Θεοῦ τὸν φόβον.
40Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφησεν εἶναι· ἐνταῦθα δὲ μακάριον· τὸ δὲ ὄντως μακάριον τοῦτο, ὡς τά γε ἄλλα πάντα ματαιότης καὶ σκιὰ, καὶ ψιλὰ πρά‐ γματα· κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν σώματος ὥραν, κἂν χρημάτων περιβολήν. Φύλλοις
45γὰρ ἔοικε καταπίπτουσι, καὶ σκιαῖς παρατρεχούσαις, καὶ ὀνείρασιν ἀφιπταμένοις. Τὸ δὲ ὄντως μακάριον τοῦτο. Εἶτα, ἐπειδὴ καὶ δαίμονες δεδοίκασιν αὐτὸν, καὶ φρίττουσιν, ἵνα μὴ νομίσῃς τοῦτο μόνον ἀρκεῖν εἰς σωτηρίαν, ὅπερ ἄνω πεποίηκε, τοῦτο καὶ ἐνταῦθα

55

.

290

(50)

ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπὼν, Ἀρχὴ σοφίας φό‐ βος Κυρίου, ἐπήγαγε· Σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνουσαν πολιτείαν ἀναρτῶν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως,
55ὃν καὶ δαίμονες ἔχουσιν· ἀλλὰ καὶ τοῦτο προστίθησιν λέγων Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο δὲ εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἠκριβωμέ‐ νην, καὶ ψυχὴν φιλόσοφον. Καὶ οὐκ εἶπε, Τὰς ἐντολὰς αὐτοῦ ποιήσει, ἀλλὰ, Θελήσει, ἕτερόν τι πλέον ἐπιζη‐
60τῶν. Ποῖον δὴ τοῦτο; Τὸ μετὰ προθυμίας αὐτὰς ποιεῖν· τὸ ἐραστὰς αὐτῶν εἶναι σφοδρούς· τὸ μετα‐
διώκειν αὐτῶν τὰ ἐπιτάγματα· τὸ φιλεῖν αὐτὰς, μὴ

55

.

291

διὰ τὸν μισθὸν τὸν ὑπὲρ αὐτῶν κείμενον, ἀλλὰ διὰ τὸν θέντα αὐτάς· τὸ μεθ’ ἡδονῆς μετιέναι τὴν ἀρε‐ τήν· τὸ μὴ φόβῳ γεέννης, μηδὲ ἀπειλῇ κολάσεως, μηδὲ ἐπαγγελίᾳ βασιλείας, ἀλλὰ διὰ τὸν νομοθετή‐
5σαντα. Καὶ ἀλλαχοῦ τοῦτο ποιεῖ, φησὶ, δεικνὺς τὴν ἡδονὴν, ἣν ἔχει περὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ὡς γλυκεῖα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Τοῦτο καὶ Παῦλος ἐπιζητεῖ, αἰνιγματωδῶς οὕτω λέγων· Ὥσπερ παρεστήσατε
10μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Τουτέστι, Μεθ’ ὅσης σπουδῆς, μεθ’ ὅσης ἐπιθυ‐ μίας τὴν κακίαν ἐδιώκετε, καίτοι μηδὲν ἔπαθλον
15ἔχουσαν, ἀλλὰ κόλασιν μᾶλλον, καὶ τιμωρίαν· μετὰ τοσαύτης διώξατε τὴν ἀρετήν. Ἀλλ’ ὅμως, καὶ τοῦτο σύμμετρον ἔφησεν ἀπαιτεῖν μέτρον. Μέλλων γὰρ ταῦτα λέγειν, οὕτως ἔφη· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· δεικνὺς ὅτι οὐ
20πολλῷ ἥττονα ἐπιθυμίαν ἐπιδείκνυσθαι χρὴ περὶ τὴν ἀρετὴν, ἢ περὶ τὴν κακίαν ἐπεδειξάμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἰ γὰρ μὴ τὴν αὐτὴν ἐπιδείξωνται ἀρε‐ τὴν, τίνα ἂν ἔχοιεν ἀπολογίαν ἢ συγγνώμην οἱ μηδὲ μετὰ τῆς αὐτῆς ἐπιθυμίας πρὸς ταύτην ἰόντες; Διὰ
25δὴ τοῦτο καὶ ὁ προφήτης εἶπεν οὗτος· Ἐν ταῖς ἐντο‐ λαῖς αὐτοῦ θελήσει σφόδρα· ὁ γὰρ φοβούμενος αὐτὸν ὡς χρὴ, τὰ ἐπιτάγματα αὐτοῦ μετὰ πολλῆς δέχεται τῆς ἐπιθυμίας. Διόπερ ὁ περὶ τὸν νομοθέτην ἔρως προσηνῆ ποιεῖ τὸν νόμον, κἂν δυσκολίαν δοκῇ
30ἔχειν τινά. Καὶ μηδεὶς καταγνῷ τοῦ λόγου, εἰ τοιού‐ τῳ κέχρημαι παραδείγματι· καὶ γὰρ καὶ Παῦλος ἐχρήσατο αὐτῷ οὕτως εἰπών· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε δοῦλα τῇ δικαιοσύνῃ. Ὁ τοίνυν
35πόρνης ἐρῶν, κἂν ὑβρίζηται, κἂν λοιδορῆται, κἂν τύπτηται, κἂν ἀσχημονῇ, κἂν τῆς πατρίδος ἐκβάλλη‐ ται, καὶ τῆς πατρῴας οὐσίας, κἂν τῆς εὐνοίας τοῦ πατρὸς, κἂν ἕτερα χαλεπώτερα πάσχῃ, μεθ’ ἡδονῆς αὐτὰ φέρει διὰ τὸν ἔρωτα τὸν ἀκόλαστον.
40 Εἰ δὲ ἐκεῖνα μεθ’ ἡδονῆς δέχονται, πῶς οὐ πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ διατάγματα, τὰ σωτηριώδη καὶ δόξης γέμοντα, καὶ πολλὴν ἡμῖν παρέχοντα φιλο‐ σοφίαν, καὶ ψυχὴν βελτίονα ἐργαζόμενα, μετὰ πολλῆς δεῖ δέχεσθαι τῆς ἡδονῆς, καὶ μηδὲν δύσκολον ἐν αὐ‐
45τοῖς εἶναι νομίζειν; Τὴν γὰρ δυσκολίαν οὐχ ἡ τῶν ἐπιταγμάτων φύσις, ἀλλ’ ἡ τῶν πολλῶν ῥᾳθυμία ποιεῖν εἴωθεν. Ὡς εἴ τις μετὰ προθυμίας αὐτὰ δέ‐ χοιτο, κοῦφα καὶ ῥᾷστα αὐτὰ ὄψεται ὄντα. Διὸ ὁ Χριστὸς ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ

55

.

291

(50)

φορτίον μου ἐλαφρόν ἐστι. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ ἡ ῥᾳθυμία τῶν πολλῶν καὶ τὰ εὔκολα δύσκολα ἀποφαίνει, ἡ δὲ σπουδὴ καὶ τὰ δύσκολα ῥᾷστα· ὅτε τοῦ μάννα ἀπ‐ ήλαυον οἱ Ἰουδαῖοι, καὶ ἐδυσχέραινον καὶ θάνατον
55ηὔχοντο· λιμῷ δὲ παλαίων ὁ Παῦλος ἔχαιρε, καὶ ἐσκίρτα. Κἀκεῖνοι μὲν ἔλεγον· Ἡ ψυχὴ ἡμῶν κα‐
τάκενος ἐπὶ τῷ μάννα. Ἐξήγαγες ἡμᾶς ἀπο‐Column end

55

.

292

κτεῖναι παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ὁ δὲ Παῦλος ἔλεγε· Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου. Ποίοις παθήμασι;
5Τῷ λιμῷ, τῇ δίψῃ, τῇ γυμνότητι, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Πῶς δ’ ἂν τοῦτο γένοιτο; Ἂν μετὰ ἀκριβείας καὶ φοβώμεθα καὶ ἀγαπῶμεν τὸν Θεόν· ἂν ἐννοῶμεν αὐ‐ τῆς τῆς ἀρετῆς τὴν φύσιν. Καὶ γὰρ πρὸ τῶν ἄλλων
10ἐπάθλων ἐν ἑαυτῇ τὰς ἀμοιβὰς ἔχει. Ὅταν γὰρ μὴ μοιχεύῃς, μηδὲ φονεύῃς, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς ἡδονῆς, μὴ καταγινωσκόμενος ὑπὸ τοῦ συνειδό‐ τος, μὴ τοὺς οἰκείους αἰσχυνόμενος, καθαροῖς ὀφθαλ‐ μοῖς πρὸς ἅπαντας βλέπων. Ἀλλ’ οὐχ ὁ μοιχὸς
15τοιοῦτος, ἀλλὰ πάντας τρέμει καὶ δέδοικε, καὶ αὐτὰς τὰς σκιὰς ὑφορᾶται, βʹ. Πάλιν ὁ πλεονέκτης καὶ βάσκανος τὰ αὐτὰ πείσεται. Ὁ δὲ τούτων ἀπηλλαγμένος τὰ ἐναντία. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα
20οἶδε πολλάκις ἡ Γραφὴ λέγειν οὐ τὸ κατὰ φύσεως ἀκο‐ λουθίαν τικτόμενον, ἀλλὰ τὸ κατὰ κοινωνίαν ἀρετῆς. Διὸ καὶ Παῦλος ἑρμηνεύων τὸ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ’ ὅτι
25σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ πάλιν, Ἐν τῷ σπέρ‐ ματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ὅτι γὰρ οὐ περὶ Ἰουδαίων εἴρηται, τὰ πράγματα δηλοῖ· οἱ γὰρ αὐτοὶ κατάρας γέμοντες, πῶς ἂν ἄλλοις εὐλο‐
30γίας γένοιντο αἴτιοι; ἀλλὰ περὶ τῆς Ἐκκλησίας φησὶ, τῆς κατὰ τὴν κοινωνίαν τῆς πίστεως σπέρμα χρηματιζούσης αὐτῷ. Τοιοῦτοι τοίνυν οἱ ἐνάρετοι, καὶ τὸν Θεὸν φοβουμένων παῖδες Δυνατὸν ἐν τῇ γῇ τὸ σπέρμα αὐτοῦ.
35 Διὰ τί εἶπεν, Ἐν τῇ γῇ; Ἵνα δείξῃ, ὅτι καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ πρὸ τῆς πείρας τῶν ἀγαθῶν τῶν ἐκεῖ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἡ ἀρετὴ κέκτηται καὶ πρὸ τῶν ἐπάθλων. Ὅτι γὰρ ὁ τοιοῦτος σπέρμα δυνατὸν ἔσχε, καὶ ὁ ἀρε‐
40τὴν περιβεβλημένος πάντων ἐστὶ δυνατώτερος, ἐδί‐ δαξαν οἱ ἀπόστολοι, ἔδειξαν οἱ προφῆται. Ὁμοίως καὶ ὁ Κύριος περὶ τούτων ἐμφαίνων, φησίν· Ὅστις ἀκούει μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιω‐ θήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν
45οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βρο‐ χὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνε‐ μοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Πόσαι δήμων ἐπαναστάσεις, πόσοι τυράννων θυμοὶ, πόσα

55

.

292

(50)

ξίφη, πόσα δόρατα, πόσα βέλη, πόσαι κάμινοι, πόσοι θηρίων ὀδόντες, πόσοι κρημνοὶ, πόσα πελάγη, πόσαι ἐπιβουλαὶ, πόσαι συκοφαντίαι, πόσα μηχανήματα κατὰ τῶν ἀποστόλων ᾔρετο! ἀλλ’ ὅμως οὐδὲν αὐτοὺς ὑπεσκέλισεν, ἀλλὰ πάντων ὑψηλότεροι τούτων ἐγέ‐
55νοντο, ὑπὲρ τοὺς καλάμους τῶν ἐπιβουλευόντων πε‐ τόμενοι, καὶ τοὺς ἐπιβουλεύοντας εἰς τὴν ἑαυτῶν μετατιθέντες τάξιν. Οὐδὲν γὰρ ἀρετῆς δυνατώτερον· αὕτη καὶ πέτρας στεῤῥοτέρα, καὶ ἀδάμαντος ἰσχυ‐ ροτέρα· ὥσπερ οὖν κακίας οὐδὲν εὐτελέστερον, οὐδὲ
60ἀσθενέστερον, κἂν μυρία τις ᾖ περιβεβλημένος χρή‐

55

.

293

ματα, κἂν πολλὴν ἔξωθεν ἔχων δυναστείαν. Εἰ δὲ ἐν τῇ γῇ τοσαύτη ἡ ἰσχὺς, ἐννόησον, ἐν τοῖς οὐρανοῖς πόσης ἀπολαύσονται τῆς δυνάμεως οἱ τοιοῦτοι. Γε‐ νεὰ εὐθέων εὐλογηθήσεται. Εἶδες αὐτὴν διαλάμπου‐
5σαν, καὶ μυρίους κήρυκας καὶ ἐπαινέτας ἔχουσαν καὶ θαυμαστάς; Ἀλλ’ οὐχ ἁπλῶς τοὺς τυχόντας, ἀλλὰ τοὺς συνετούς. Οὐδὲ γὰρ δυνήσεταί τις αὐτὴν συν‐ ιδεῖν τῶν χαμαιζήλων ἀνθρώπων, ἀλλ’ οὗτοι μάλιστα αὐτὴν ἐπαινέσονται, οὗτοι θαυμάσονται, καὶ ἀνακη‐
10ρύξουσιν, οἱ μὴ διεστραμμένην ἔχοντες τὴν διάνοιαν. Ἐννόησον οὖν ἡλίκον ἐστὶ τὸ κτῆμα, ὥστε μηδὲ τῶν ἀγγέλων ἀποδέειν, μηδὲ τῶν ἀποστόλων, μηδὲ τῶν μεγάλων καὶ θαυμαστῶν· καὶ γὰρ εἰ τοὺς ἐγκωμιά‐ ζοντας αὐτὴν τοιούτους εἶναι χρὴ, σκόπει καὶ λογί‐
15ζου ἡλίκην αὐτὴν εἶναι εἰκός. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Πάλιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ διαβαίνει. Οἶδε γὰρ καὶ πλοῦτον καλεῖν ἡ Γραφὴ τὸν ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς· ὡς ὅταν λέγῃ· Ἀγα‐ θοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς. Οὗτος γὰρ
20ἀληθὴς ὁ πλοῦτος, ὡς ὅ γε ἕτερος ὄνομα πλούτου ψιλὸν, πράγματος ἔρημον. Εἰ δὲ καὶ τοῦτον λέγει τις, οὐδὲ οὕτως ἀποστησό‐ μεθα τοῦ λόγου. Τί γὰρ ἂν ἦν καὶ ἐν χρήμασι τῶν ἀποστόλων πλουσιώτερον, οἷς καθάπερ ἐκ πηγῶν
25ἅπαντα ἔῤῥει; Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον καὶ ἐτίθουν τὰς τι‐ μὰς παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὁρᾷς πλούτου φιλοτιμίαν; Τὰ πάντων ἐκέκτηντο, τῆς φροντίδος αὐτῶν ἀπηλλαγμένοι, καὶ ὥσπερ οἰ‐
30κονόμοι μᾶλλον αὐτῶν ὄντες ἢ δεσπόται. Οἱ γὰρ ἔχοντες, τοῦ ἔχειν ἀφιστάμενοι, οὕτως αὐτὰ τοῖς ἀποστόλοις ἐκόμιζον, αὐτοὶ μὲν αὐτὰ ἐξαργυρίζοντες καὶ χρήματα ποιοῦντες, τὴν δὲ διανομὴν ἐπιτρέπον‐ τες ἐν τῇ ἐξουσίᾳ τῇ ἐκείνων γίνεσθαι. Διὰ τοῦτο
35ἔλεγεν ὁ Παῦλος· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἐν τοσούτῳ πλούτῳ ὄντες, ὑψηλότεροι τῆς περιουσίας ἦσαν· καὶ γὰρ τὸ πλῆθος αὐτοὺς οὐ κατεῖχε τῶν χρη‐ μάτων. Τοῦτο μάλιστα πλοῦτος, τὸ μὴ δεῖσθαι πλού‐
40του. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐνταῦθα λοιπὸν οὐδὲ ἑρμηνείας δεῖται. Εἶχον μὲν γὰρ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ. Εἵπετο καὶ αὕτη κατὰ τὸν θεῖον λόγον τὸν λέγοντα· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
45Τί γὰρ ἐκείνων σεμνότερον; Ὡς ἀγγέλους τοῦ Θεοῦ ἐδέχοντο, τὰ χρήματα φέροντες, παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν· λοιπὸν καὶ αὐτῶν τῶν τὸ διάδημα περικειμένων λαμπρότεροι ὑπῆρχον. Ποῖος μὲν μετὰ τοσαύτης εἰσῄει βασιλεὺς περιφανείας, μεθ’ ὅσης ὁ

55

.

293

(50)

Παῦλος ἐθαυμάζετο πανταχοῦ φθεγγόμενος, καὶ λύων θανάτους, καὶ ἐλαύνων νοσήματα, δραπετεύειν ποιῶν δαίμονας, καὶ διὰ τῶν ἱματίων τῶν ἑαυτοῦ τοιαῦτα ἐργαζόμενος; Οὗτος τὴν γῆν οὐρανὸν ἐποίει, καὶ πρὸς τὴν ἀρετὴν ἅπαντας ἐχειραγώγει.
55γʹ. Εἰ δὲ ἐν τῇ γῇ τοιαῦτα, ἐννόησον ἐν οὐρανοῖς
ἡλίκης δόξης ἀπολαύσονται. Τί δέ ἐστιν, Ἐν τῷ οἴκῳColumn end

55

.

294

αὐτοῦ; Μετ’ αὐτοῦ, φησίν. Ὁ δὲ ἔξωθεν πλοῦτος οὐ μετὰ τοῦ ἔχοντος, ἐπειδὴ οὐδὲ ἐν ἀσφαλείᾳ κεῖται, ἀλλὰ ἐν ταῖς τῶν συκοφαντῶν χερσὶν, ἐν ταῖς τῶν κολάκων, ἐν ταῖς τῶν ἀρχόντων, ἐν ταῖς τῶν οἰκετῶν·
5διὰ τοῦτο πανταχοῦ αὐτὸν διασπείρει, μὴ θαῤῥῶν αὐτὸν ὅλον ἐν τῷ οἴκῳ κατέχειν· διὰ τοῦτο φυλακαὶ, καὶ προφυλακαὶ, καὶ πλέον οὐδὲν, πάντα δυναμένου διαδιδράσκειν ἐκείνου. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν·
10Ἡ ἐλεημοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἤτοι τὴν ἀρετὴν τὴν καθόλου φησὶν ἐνταῦθα, ἤτοι τὴν ἀντικειμένην τῇ ἀδικίᾳ, ἢ καθὼς ἕτερος ἑρ‐ μηνευτὴς ἔφη, τὴν φιλανθρωπίαν τὸν ἔλεον λέγει. Τοιοῦτον γὰρ ἡ τῆς ἐλεημοσύνης δύναμις, ἀθάνατον
15πρᾶγμα καὶ ἀκήρατον, καὶ οὐδέποτε σβεσθῆναι δυ‐ νάμενον. Ἀλλὰ τὰ μὲν ἀνθρώπινα ἅπαντα διασύρε‐ ται, ὁ δὲ τῆς ἐλεημοσύνης καρπὸς ἀμάραντος δια‐ μένει διηνεκῶς, μηδεμιᾷ δυσκολίᾳ καιρῶν ἐλεγχόμε‐ νος. Κἂν γὰρ τὸ σῶμα διαλυθῇ, ἐκείνη οὐ συγκατα‐
20λύεται τῷ βίῳ, ἀλλὰ προαποδημεῖ μονὰς αὐτῷ προ‐ ευτρεπίζουσα, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι Ἐν τῷ οἴκῳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥστε καὶ τούτῳ κρατεῖ τῶν ἀνθρωπίνων, τῷ διηνεκεῖ καὶ μονίμῳ, ὅπερ οὐδὲν ἔχει τῶν βιωτικῶν. Ἄν τε
25γὰρ κάλλος εἴπῃς, νόσῳ μαραίνεται, καὶ γήρᾳ δαπα‐ νᾶται· ἄν τε δυναστείαν εἴπῃς, πολλάκις μεταβάλλε‐ ται· ἄν τε πλοῦτον, ἄν τε ἄλλο ὁτιοῦν τῶν λαμπρῶν καὶ περιφανῶν τῶν κατὰ τὸν παρόντα βίον, ἢ ζῶντας ἀπέλιπεν, ἢ τελευτήσαντας γυμνοὺς καὶ ἐρήμους εἴα‐
30σεν. Ἀλλ’ οὐχ ὁ τῆς δικαιοσύνης καρπὸς τοιοῦτος· οὐ χρόνῳ δαπανᾶται, οὐ θανάτῳ διακόπτεται, ἀλλὰ τότε μᾶλλον ἀσφαλέστερος γίνεται, ὅταν πρὸς ἐκεῖνον κατα‐ πλεύσῃ τὸν ἀκύμαντον λιμένα. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Τὸν μακαρισμὸν ὑπογρά‐
35φων τοῦ φοβουμένου τὸν Θεὸν, λέγει καὶ τὰ ἐν τῷ παρόντι συμβαίνοντα πράγματα, οἷον ὅτι ἀθάνατα αὐτοῦ τὰ κτήματα, ὅτι δόξης ἀπολαύσεται, καὶ πάν‐ των ἀνώτερος ἔσται, ὅτι τοὺς ἐοικότας αὐτῷ κατὰ τὴν ἀρετὴν, καὶ τέκνα αὐτοῦ γινομένους, ἀχειρώτους
40ὄψεται, ὅτι ἐν τῇ τῶν πραγμάτων δυσκολίᾳ πολλῆς τεύξεται τῆς ἀδείας. Τοῦτο γάρ ἐστιν, Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Τοῖς γὰρ οὕτω διακειμέ‐ νοις, τοῖς ὀρθὰ βαδίζουσι, ἐν μέσῳ σκότους φῶς ἀνα‐ τεῖλαι παρασκευάσει. Τί ἐστιν, Ἐν σκότει; Κἂν ἐν
45θλίψει καὶ στενοχωρίᾳ καὶ πειρασμῷ καὶ κινδύνοις γένωνται, φησὶ (ταῦτα γὰρ σκότος καλεῖ), πολλὴν αὐτοῖς εὐθέως ποιήσει ἔσεσθαι τὴν ἡδονήν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ θέλω δὲ ἀγνοεῖν ὑμᾶς περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ,

55

.

294

(50)

ὅτι καθ’ ὑπερβολὴν ἐβαρύνθημεν, ὥστε ἐξαπορη‐ θῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Εἶδες τὸ σκότος; Ἀλλ’ αὐ‐ τοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκα‐ μεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐν ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων
55θανάτων ἐῤῥύσατο ἡμᾶς. Εἶδες τὸ φῶς πῶς ἀνέτειλε; Σκόπει δὲ αὐτὸ καὶ ἐπὶ τῶν τριῶν παίδων. Προσδο‐ κῶντες γὰρ ἐμπίπρασθαι, δρόσου καθαρωτάτης ἀπ‐ ήλαυσαν. Καὶ ἐπὶ τοῦ Δανιὴλ δὲ καὶ τῶν ἄλλων προ‐ φητῶν. Εἰ δὲ καὶ κατὰ ἑτέραν τις ἀναγωγὴν ταῦτα
60ἐκλαβεῖν θέλει, ἐπὶ τῆς οἰκουμένης ὄψεται τοῦτο γε‐
γονός. Κατέχοντος γὰρ τοῦ σκότους γῆν καὶ θάλατταν,

55

.

295

καὶ πλάνης πανταχοῦ κεχυμένης, κάτωθεν ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος. Ἐπειδὴ γὰρ οὐρανὸν ἀφέντες οἱ τότε ἄνθρωποι Θεὸν ἐπὶ γῆς ἐζήτουν, ἐκεῖθεν αὐτοῖς ἐφάνη συγκαταβὰς τοῖς ἀσθενοῦσιν, ἵνα
5ἀναγάγῃ πρὸς ὕψος ἄπειρον. Ἐλεήμων, καὶ οἰκτίρ‐ μων, καὶ δίκαιος Κύριος ὁ Θεός. Ἐπειδὴ εἶπεν, ὅτι Ἡ δικαιοσύνη αὐτοῦ μένει, καὶ παρεμυθήσατο ἐκείνῳ τῷ τρόπῳ, πολλοὶ δὲ τῶν ἐλεημόνων, καὶ τῶν τὸν ὀρθὸν βιούντων βίον, τῶν ἐναντίων ἐνταῦθα ἀπολαύου‐
10σιν, ἑτέραν ἐπεισάγει παραμυθίαν λέγων· Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος ὁ Κύριος· διπλῆν κατα‐ σκευὴν ἐργαζόμενος ἐντεῦθεν. Εἰ γὰρ ἐλεήμων ἐστὶ, καὶ τοὺς ἁμαρτάνοντας πολλάκις συγγνώμης ἀξιοῖ, πολλῷ μᾶλλον τοὺς κατορθοῦντας οὐ περιόψεται
15ἀστεφανώτους ἀπελθόντας. Ἀλλὰ κἂν ἐνταῦθα μὴ ἀποδῷ, ἀποδώσει πάντως ἐκεῖ. Εἶτα καὶ, Δίκαιος, ἐπ‐ άγει· εἰ δὲ δίκαιός ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀποδώσει, κἂν ἐνταῦθα μὴ ἀποδῷ· ὅπερ μάλιστα καὶ τῆς ἀναστάσεώς ἐστιν ἀπόδειξις μεγίστη.
20Ὅταν γὰρ πολλοὶ τῶν ἐναρέτων φαίνωνται μυρία παθόντες δεινὰ, καὶ τῶν πονηρῶν πολλῆς ἀπολαύσαν‐ τες ἀδείας, ποῦ τὸ κατ’ ἀξίαν ἕκαστος ἀπολήψε‐ ται, εἰ μὴ μέλλοι ἀνάστασις εἶναι καὶ ἑτέρα ζωὴ, καὶ κρίσις, καὶ ἀντίδοσις; Εἶτα ἐπειδὴ δικαιοσύνης μνη‐
25σθεὶς, ἐφόβησε τὸν ἀκροατὴν ὡς μέλλοντα εὐθύνας ὑπέχειν τῶν ἡμαρτημένων, ταχέως ἐπάγει τὸ φάρ‐ μακον λέγων· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κι‐ χρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. δʹ. Ὅρα πόσα τίθησι τὰ ἔπαθλα τῷ φιλανθρώπῳ· ὅτι
30μένει διηνεκῶς ὁ καρπὸς, ὅτι πειρασμῶν ἀπαλλαγή‐ σεται, ὅτι τὸν Θεὸν ζηλώσει· καὶ γὰρ ὁ Θεὸς οἰκτίρ‐ μων· ὅτι τῶν οἰκείων ἁμαρτημάτων λήψεται συγ‐ γνώμην. Τοῦτο γάρ ἐστιν, Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· τουτέστι, τεύξεται συνηγορίας, τεύ‐
35ξεται ἀπολογίας, οὐκ ἔσται αὐτῷ κατάκρισις τότε, τῆς ἐλεημοσύνης διατιθείσης αὐτῷ τὴν ἀπολογίαν καλῶς. Ἕτερος δὲ ἑρμηνευτής φησιν, Οἰκονομῶν τὰ πράγμα‐ τα αὐτοῦ μετὰ κρίσεως. Τουτέστι, πολλῆς ἀπολαύ‐ σεται εὐημερίας, οὐχ ὑποστήσεταί τι τῶν ἀτόπων, ἅτε
40ἄριστος οἰκονόμος γενόμενος. Ὡς ὅ γε ὠμὸς καὶ ἀπάν‐ θρωπος, καὶ μὴ ἐλεῶν, σφόδρα ἀνοικονόμητος. Τί γὰρ ἂν γένοιτο τούτου χαλεπώτερον, ἢ ὅταν περὶ ψυχῆς κινδυνεύειν μέλλων χρημάτων φείδηται, κἀκείνης ἀμελῇ; Διά τοι τοῦτο καὶ ἐκεῖνον τὸν οἰκονόμον ὁ
45Χριστὸς ἐπῄνεσε τὸν ἡνίκα ἔμελλε κινδυνεύειν τὰ γραμματεῖα διαλύσαντα, καὶ χρεωκοπίαν ἐργασάμε‐ νον. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τῷ παρόντι κινδυ‐ νεύοντας βίῳ πάντα τὰ ἑαυτῶν προΐεσθαι, ὥστε ἐξωνεῖσθαι τὸν κίνδυνον, ἐπικινδύνῳ δὲ μέλλοντας

55

.

295

(50)

παραδίδοσθαι κολάσει, μὴ τοιαύτῃ κεχρῆσθαι οἰκονο‐ μίᾳ; Διὰ δὴ τοῦτο φρόνιμον οἰκονόμον φησὶ τὸν ἐλεήμονα, ὀλίγου πολλὰ ἀγοράζοντα, χρημάτων τὸν οὐρανὸν ὠνούμενον, ἱματίου τὴν βασιλείαν, ἄρτου καὶ ψυχροῦ ποτηρίου τὰ μέλλοντα ἀγαθά. Τί γὰρ
55ταύτης τῆς οἰκονομίας γένοιτ’ ἂν ἴσον, ὅταν τὰ ἀπολ‐Column end

55

.

296

λύμενα διδούς τις καὶ ῥέοντα καὶ φθειρόμενα, τὰ μέλλοντα καὶ ἀκίνητα ταῦτα λαμβάνῃ, καὶ δι’ ἐκεί‐ νων καὶ τῆς κατὰ τὸν παρόντα βίον ἀσφαλείας ἀπο‐ λαύῃ; Διὰ τοῦτό φησιν, Οἰκονομήσει τοὺς λόγους
5αὐτοῦ ἐν κρίσει. Ἢ, ὡς ἕτερός φησιν, Οἰκονομῶν τὰ πράγματα τὰ αὐτοῦ μετὰ κρίσεως. Ποίᾳ ἐν κρίσει, ἢ ἐν τῇ μελλούσῃ ἡμέρᾳ; Ἢ ὅτι εὖ διαθήσει τὰ κατ’ αὐτὸν ἅπαντα, καὶ οὐδὲν ἐν αὐτοῖς ἔσται συγκεχυμέ‐ νον, ἀλλὰ πάντα ἐν τάξει κείμενα, πάντα ἀκολουθίᾳ
10καὶ ὁδῷ βαδίζοντα, οὐδὲν τεταραγμένον ἐν αὐτοῖς οὐδὲ θορυβῶδες, τῆς ἐλεημοσύνης ἅπαντα ἐξευμαρι‐ ζούσης αὐτῷ. Ὃ καὶ σαφέστερον ποιῶν ἕτερος ἑρμη‐ νευτὴς, Οἰκονομῶν τὰ πράγματα αὐτοῦ μετὰ κρί‐ σεως, εἶπεν. Ἐλεήμων γὰρ οὗτος ὁ μετὰ κρίσεως οἰκο‐
15νομῶν τὰ ἑαυτοῦ· ὡς ὅ γε ἕτερος ἄκαρπος, ἀνοικο‐ νόμητος. Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Τί τῆς οἰκονομίας ταύτης ἴσον, ὅταν τοιαύτην ὁδὸν εὕρῃ τὴν ἀπαλλάττουσαν αὐτὸν τῶν ἀδοκήτων περιστά‐ σεων, καὶ τῶν τοῦ βίου κλυδωνίων ἔξω ποιοῦσαν ὁρμίζε‐
20σθαι, καὶ ἄνθρωπος ὢν μηδὲν ἀνθρώπινον ὑπομένῃ, ἢ ὑπομένῃ μὲν, μὴ περιτρέπηται δέ; Τὸ γὰρ δὴ θαυμα‐ στὸν τοῦτό ἐστιν, ὅταν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ μὴ κλίνηται, μηδὲ ὑποσκελίζηται. Τί οὖν; οὐκ ἐσαλεύ‐ θησαν πολλοὶ τῶν ἐλεημόνων; Οὐδαμῶς. Εἰ γὰρ καὶ
25πένητες ἐγένοντο, καὶ πρὸς ἐσχάτην πτωχείαν μετ‐ ηνέχθησαν, καὶ συμφοραῖς περιέπεσον, ἀλλ’ ὅμως οὐ περιετράπησαν ἐννοοῦντες τὰ εἰργασμένα αὐτοῖς, καὶ τὴν εὔνοιαν τοῦ Θεοῦ, καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπα‐ σάμενοι, καὶ ἰσχυράν τινα καὶ ἀσφαλῆ ἄγκυραν, τὸ
30χρηστὸν λέγω συνειδὸς, ἔχοντες. Διά τοι τοῦτο οὐκ εἶ‐ πεν, ὅτι οὐκ ἐπιβουλευθήσονται, ἀλλ’ ὅτι οὐ σαλευθή‐ σονται. Ὃ δὴ καὶ ἐπ’ ἐκείνου ἔλεγεν ὁ Χριστὸς, τοῦ τὴν οἰκοδομὴν ποιοῦντος ἐπὶ τῆς πέτρας, οὐχ ὅτι οὐχ ὑποστήσεται χειμῶνα, ἀλλ’ ὅτι καὶ ὑπομένων χειμῶνα
35οὐ περιτραπήσεται. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν μὴ ἐν ἐρημίᾳ τῶν πειρασμῶν τὸ ἀσφαλὲς αὐτῷ ᾖ, ἀλλὰ καὶ πυκνότητι τῶν μηχανημάτων ἀπε‐ ρίτρεπτος μένῃ διηνεκῶς. Καὶ γὰρ ἀμήχανον ψυχὴν πλουτοῦσαν ἐλεημοσύνῃ ὑπὸ ἀηδίας παθῶν βαπτισθῆ‐
40ναί ποτε. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ὅρα αὐτὸν οὐκ ἐν τῷ καιρῷ τῆς ζωῆς, ἀλλὰ καὶ με‐ τὰ τὴν τελευτὴν διδάσκοντα πολλοὺς καὶ κατηχοῦντα. Πῶς οὖν οὗτος ἐν τῷ ζῇν πείσεταί τι πονηρὸν, ὅταν καὶ τελευτῶν ἑτέροις διδάσκαλος γένηται εὐθυμίας;
45Ἵνα γὰρ μάθωσι καὶ οἱ σφόδρα ἄπιστοι, ὅτι ἀθάνατος αὐτοῦ ὁ καρπὸς ἐν οὐρανοῖς μένει, ἐνταῦθα δίδωσι τὴν πεῖραν· καὶ γὰρ τοῦ σώματος αὐτοῦ καταχωσθέν‐ τος, καὶ τῇ γῇ παραδοθέντος, ἡ μνήμη πανταχοῦ περιφέρεται.

55

.

296

(50)

Τοιαύτη τῆς ἀρετῆς ἡ δύναμις· οὐκ εἴκει τῷ χρόνῳ, οὐ μαραίνεται τῷ πλήθει τῶν ἡμερῶν. Τοῦτο δὲ γί‐ νεται διὰ τὴν τῶν πονηρῶν σωτηρίαν. Ἐκεῖνοι μὲν γὰρ οὐ δέονται τῆς παρὰ ἀνθρώπων εὐφημίας· οἱ δὲ ἐν κακίᾳ ζῶντες δέονται τῶν ἐκείνων ἐγκωμίων, ὥσ‐
55τε ἀπὸ τῆς εὐφημίας τῶν ἑτέροις κατορθουμένων

55

.

297

σπουδαιότεροι γενέσθαι, καὶ τῆς κακίας ἀπαλλαγῆναί ποτε. Ποῦ τοίνυν εἰσὶν οἱ τοὺς τάφους τοὺς πολυτε‐ λεῖς οἰκοδομοῦντες, καὶ τὰς λαμπρὰς οἰκίας ἐγείρον‐ τες; Ἀκουέτωσαν τί ποιεῖ μνημόσυνον διηνεκές. Οὐ
5λίθων οἰκοδομὴ, οὐδὲ περιβολὴ τοίχων καὶ πύργοι, ἀλλ’ ἔργων ἀγαθῶν ἐπίδειξις. Ταῦτα δὲ τίθησι διὰ τοὺς σφόδρα ἀπίστους καὶ τοῖς μέλλουσιν οὐ προσ‐ έχοντας, ἵνα ἀπὸ τῶν παρόντων καὶ φαινομένων ἐπι‐ σπασάμενος αὐτοὺς, καὶ πρὸς τὰ μέλλοντα χειραγω‐
10γήσῃ· ἄλλως τε καὶ δείκνυσιν ὅτι ἡ ἀρετὴ, ὃ πολλάκις εἶπον, καὶ πρὸ τῶν ἐπάθλων ἐκείνων ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἔχει. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσε‐ ται. Ἄλλος, Ἀγγελίαν κακὴν οὐ φοβηθήσεται. Ὥσπερ ἄνω οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλει θήσε‐
15ται, ἀλλ’ ὅτι ἐπιβουλευόμενος οὐ σαλευθήσεται· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι οὐκ ἀκούσεται πο‐ νηρὰν ἀγγελίαν, ἀλλ’ ὅτι ἀκούων οὐ φοβηθήσεται. εʹ. Καὶ πῶς οὐ φοβηθήσεται; Κἂν πόλεμον ἴδῃ προσ‐ ιόντα, κἂν σεισμὸν τὰς πόλεις καταλύοντα, κἂν λῃστὰς
20καὶ τοιχωρύχους τὰ πάντα ὑφαιρουμένους, κἂν βαρ‐ βάρους ἐπιτρέχοντας, κἂν νόσον θάνατον ἀπειλοῦσαν, κἂν δικαστοῦ θυμὸν, κἂν ὁτιοῦν ἕτερον, οὐ δέδοικε. Προαπέθηκε γὰρ αὑτοῦ τὸν πλοῦτον ἐν ἀσύλῳ χωρίῳ, καὶ οὐ μόνον οὐ τρέμει τελευτῆς ἐπιούσης, ἀλλὰ καὶ
25ἐπείγεται ταχέως ἐπιδημῆσαι, ἔνθα τὰ τῆς ἐμπορίας αὐτῷ. Ὅπου γὰρ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Εἰ γὰρ ἔμποροι χρημάτων, πολλὰ προπέμψαντες οἴκαδε φορτία, καθ’ ἑκάστην ἐπείγονται τὴν ἡμέραν ἰδεῖν τὸν αὑτῶν πλοῦτον·
30πολλῷ μᾶλλον οὗτος, ὁ ἐν τοῖς οὐρανοῖς τὴν περι‐ ουσίαν προαποθέμενος ἅπασαν, θελήσει τῶν παρόν‐ των ἀποῤῥαγεὶς πρὸς τὰ μέλλοντα κατεπείξεσθαι. Οὐδὲν τοίνυν αὐτὸν εἰς φόβον ἐμβαλεῖν δύναιτ’ ἄν. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον.
35Ἕτερός φησιν, Ἑδραία καρδία αὐτοῦ, ταὐτὸ δη‐ λῶν, καὶ ἑρμηνεύων τὸ ἕτοιμον. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐδέν ἐστι τὸ παρασαλεῦον αὐτὸν, καὶ τοῖς παροῦσι προσηλοῦν, ἀλλ’ ὅλος δι’ ὅλου πρὸς τὸν Θεὸν ἀνατέταται, καὶ τὴν ἐλπίδα ἀναμένει ἐκείνην, καὶ πέ‐
40πηγε τῇ προσδοκίᾳ ταύτῃ διηνεκῶς ἐρηρεισμένος, καὶ οὐδενὶ τῶν παρόντων μαλακιζόμενος, ἢ περισπώμε‐ νος. Τοιαῦται γὰρ αἱ τῶν πραγμάτων φροντίδες σχίζουσι τὴν διάνοιαν, καὶ διατέμνουσι τὴν γνώμην. Ἀναγκαῖον τοίνυν πάλιν εἰπεῖν ἐκεῖνο τὸ εὐαγγελι‐
45κόν· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ σαλευθῇ. Εἶδες τὸν οἰκοδομοῦντα τὴν οἰκίαν ἐπὶ τὴν πέτραν; Τί γὰρ δύναται δεδοικέναι ὁ γυμνὸς καὶ εὔ‐ ζωνος, καὶ μηδεμίαν μηδενὶ παρέχων λαβήν; τί δύ‐

55

.

297

(50)

ναται δεδοικέναι ὁ τὸν Θεὸν ἵλεω ἔχων καὶ εὐμενῆ; Ὥστε ἑκατέρωθεν αὐτῷ τὰ τῆς ἀσφαλείας, ἔκ τε τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς κάτωθεν εὐκολίας· καὶ οὐδὲν αὐτὸν παρασαλεῦσαι δύναται, οὐ ζημία χρημάτων, οὐκ ἐπήρειαι, οὐ συκοφαντίαι. Οὐ γὰρ ἔχει ἔνθα βλα‐
55βῇ, ἐντεῦθεν μεθορμισάμενος εἰς τὸν οὐρανὸν, εἰς χωρίον πονηρίᾳ πάσῃ καὶ ἐπιβουλῇ ἄβατον. Καὶ γὰρ ἴστε σαφῶς, ὅτι πᾶσαι αἱ ἐπιβουλαὶ περὶ χρήματα καὶ χρημάτων ἕνεκεν, καὶ περὶ ταῦτα τῶν ἀνθρώπων ἡ πᾶσα σπουδή. Ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐ‐
60τοῦ, Τίς δὲ τοῦ τοιούτου ὁ ἐχθρὸς, ἀλλ’ ἢ οἱ πονηροὶColumn end

55

.

298

δαίμονες, καὶ αὐτὸς ὁ διάβολος; Ἐσκόρπισεν, ἔδω‐ κε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἐλεημοσύνης ἐμνήσθη καὶ τοῦ κιχρᾷν καὶ τοῦ οἰκτείρειν· ἐλεημοσύνης δὲ μέτρα
5πολλά· ὁ μὲν γὰρ ἔλαττον, ὁ δὲ πλεῖον δίδωσιν· ἴδω‐ μεν ποῖον ἐλεήμονά φησι, τὸν ἐκ τοῦ περισσεύματος παρέχοντα, ἢ τὸν τὰ ὄντα κενοῦντα. Εὔδηλον ὅτι τὸν τὰ ὄντα κενοῦντα, τὸν ἀφειδῶς κεχρημένον τῷ πρά‐ γματι· οἷον ὁ Παῦλος ζητεῖ λέγων· Ὁ σπείρων
10ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Ὅρα δὲ πῶς καὶ ὁ Προφήτης ἄριστα ταῖς λέξεσι κέχρηται. Οὐ γὰρ εἶπε, Διέδωκε, διένειμεν, ἀλλ’, Ἐσκόρπισεν, ὁμοῦ καὶ τὴν δαψίλειαν τοῦ παρέχοντος δηλῶν, καὶ σπόρον τὸ πρᾶγμα ὀνομάζων. Τοιοῦτον γὰρ οἱ σπεί‐
15ροντες· σκορπίζουσι τὰ ἀποκείμενα, καὶ τὰ δῆλα προ‐ διδόασιν, ἵνα τὰ μέλλοντα λάβωσι. Τοῦτο συλλογῆς κρεῖττον· καὶ γὰρ οὕτω σκορπίζειν πολλῷ τοῦ συλλέ‐ γειν βέλτιον. Σκορπίζεται χρήματα, καὶ συλλέγεται δικαιοσύνη· σκορπίζεται τὰ μὴ μένοντα, ἵνα πορισθῇ
20τὰ μένοντα. Τοῦτο καὶ γηπόνοι ποιοῦσιν. Ἀλλ’ ἐκεῖ‐ νοι μὲν ἐπ’ ἀδήλοις· γῆ γάρ ἐστιν ἡ ὑποδεχομένη· σὺ δὲ εἰς τὴν χεῖρα τοῦ Θεοῦ, ὅθεν οὐδὲν ἔστιν ἀπολέσαι. Ὅταν οὖν ἴδῃς, ὅτι τὸ χρυσίον καλὸν, καὶ ὀκνήσῃς ἐκβαλεῖν, ἐννόησον τοὺς σπείροντας, ἐννόησον τοὺς
25δανείζοντας, ἐννόησον τοὺς ἐμπόρους, οἳ ἀπὸ δαπάνης ἄρχονται καὶ ἀναλωμάτων, καὶ ταῦτα ἕκαστος τούτων ἀδήλοις ἐγχειρίζων τοῖς πράγμασι· καὶ γὰρ καὶ κύ‐ ματα καὶ κόλποι γῆς, καὶ γραμματεῖα τῶν ὀφειλόν‐ των, πάντα ἄδηλα. Καὶ γὰρ πολλάκις ἐν τῷ κεφαλαίῳ
30τὴν ζημίαν ὑπέμειναν οἱ δανείσαντες· ὁ δὲ τὸν οὐρα‐ νὸν γεωργῶν, οὐδὲν τούτων δέδοικεν, ἀλλὰ καὶ περὶ τοῦ κεφαλαίου καὶ περὶ τοῦ τόκου θαῤῥεῖν ἔχει, εἴ γε τὸ τοιοῦτον τόκον δεῖ καλεῖν, ἀλλ’ οὐχὶ καὶ τοῦ κεφα‐ λαίου πολλῷ πλέον. Τὸ μὲν γὰρ κεφάλαιον χρήματα·
35ὁ δὲ τόκος οὐρανῶν βασιλεία. Εἶδες δανείσματος φύ‐ σιν, τοῦ κεφαλαίου πολλῷ μείζονα ἔχουσαν τὸν τόκον; Καὶ ταῦτα μὲν ἐν τῷ μέλλοντι· ἐν δὲ τῷ παρόντι ἐλευ‐ θερίας ἀπολαύσῃ πολλῆς. Τὸ ἀνεπιβούλευτον ἕξεις, τῶν συκοφαντῶν καὶ τῶν ἐπιβουλευτῶν τὴν ἐπιθυ‐
40μίαν σβέσεις· ἐν ἀδείᾳ βιώσῃ τὸν ἅπαντα βίον, οὔτε ταῖς φροντίσι τῶν ὄντων ἀποτεινόμενος, ἀλλὰ ταῖς ἐλπίσι τῶν μελλόντων πτερούμενος. Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὃ μάλιστα ποθεινὸν ἀνθρώ‐ ποις, τοῦτο συνεχῶς τίθησι, τὸ λαμπρὸν καὶ ἐπίσημον,
45ὃ καὶ ἐκεῖ αὐτοὺς διαδέξεται, καὶ ἐνταῦθα αὐτοῖς μετὰ πολλῆς ἔσται τῆς περιουσίας. Οὐδεὶς γὰρ οὕτω λαμ‐ πρὸς καὶ ἐπίδοξος, ὡς ὁ ἐλεήμων. ϛʹ. Καὶ εἰ βούλει, λάβε τοὺς ἐν ταῖς ἱπποδρομίαις καὶ ἐν τοῖς θεάτροις εἰκῆ τὰ αὑτῶν δαπανῶντας· ἄγε εἰς

55

.

298

(50)

μέσον τὸν ἐλεήμονα, καὶ τότε ὄψει ὅσος ἑκατέροις ὁ καρπός· πῶς τοῦτον μὲν ἅπαντες κροτοῦσι διηνεκῶς, καὶ θαυμάζουσι, κοινὸν πατέρα καὶ λιμένα ἡγούμε‐ νοι· ἐκεῖνον δὲ τὴν ἡμέραν ἐκείνην κροτήσαντες μό‐ νον ἀκαίρῳ τινὶ καὶ ἀλογίστῳ ὁρμῇ, μετὰ ταῦτα δια‐
55βάλλουσιν, ὡς ἀπάνθρωπον, ὡς ὠμὸν, ὡς κενόδοξον, ὡς ἀσελγείας διάκονον καὶ πονηρίας ὑπηρέτην. Ἀλλὰ καὶ ἐν τοῖς συλλόγοις, εἴποτε τοιοῦτοι γίνονται λόγοι, ἐκείνων μὲν τὰ ἀναλώματα στίζεται, καὶ διαβάλλον‐ ται αἱ δαπάναι· τούτων δὲ οὐδείς ἐστιν οὕτως ἀν‐
60αίσχυντος καὶ μιαρὸς, ὃς κἂν μυριάκις ὠμότατος ᾖ

55

.

299

καὶ ἀπάνθρωπος, οὐκ ἔσται ἐπαινέτης καὶ θαυμα‐ στής. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ παρὰ τοῖς μὴ μετιοῦσιν αὐτὴν ἐπαινετή· ὥσπερ οὖν ἡ κακία καὶ παρὰ τοῖς μετιοῦσι βδελυρὰ, καὶ κατηγορίας ἀνάμε‐
5στος. Διά τοι τοῦτο ἐκείνους μὲν οὐδὲ οἱ λαμβάνοντες ἐπαινοῦσι, πόρναι, καὶ ἡνίοχοι, καὶ ὀρχησταὶ, ἀλλὰ καὶ κακῶς ἐροῦσι· τοῦτον δὲ οὐχ οἱ λαβόντες πένη‐ τες μόνον, ἀλλὰ καὶ οἱ μὴ τῆς φιλοτιμίας ἀπολαύ‐ σαντες θαυμάσονται καὶ φιλήσουσιν ἅπαντες. Ἁμαρ‐
10τωλὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. Τοιοῦτον ἡ ἀρετή· ἐπαχθὲς καὶ φορτικὸν τῇ κακίᾳ. Καὶ γὰρ καθάπερ τὸ πῦρ ἐκκαίει τὰς ἀκάνθας, οὕτω δὴ καὶ ἡ φιλ‐ ανθρωπία τοὺς ἀπανθρώπους καὶ ὠμοὺς παροξύνει·
15ἔλεγχος γὰρ αὐτῶν ἐστι καὶ κατηγορία τῆς κακίας. Ἀλλ’ ὅρα αὐτὸν οὐδὲ ἐν τῇ τηκεδόνι τολμῶντα κατ‐ ηγορῆσαι καὶ ἀντιβλέψαι τῷ φαιδρῷ τῆς ἀρετῆς ὄμ‐ ματι, ἀλλὰ καὶ τὴν διάνοιαν τηκόμενον, καὶ τὴν ὀδύ‐ νην διὰ τῶν ὀδόντων ἐπιδεικνύμενον, ῥῆμα δὲ ἐξ‐
20ενεγκεῖν οὐ τολμῶντα, ἀλλὰ τηκόμενον καὶ κατατει‐ νόμενον. Τοιοῦτον γὰρ ἡ κακία· κἂν εἰς αὐτὰ ἀναβῇ τὰ σκῆπτρα, καὶ ἐγγὺς τῶν τὰ διαδήματα περικειμένων στῇ, πάντων εὐτελεστέρα καὶ δειλοτέρα, καὶ θορύβῳ
25τινὶ καὶ ταραχῇ ἔοικε, καὶ θαλάττῃ μαινομένῃ, κἂν μυρίαν ᾖ περιβεβλημένη δυναστείαν· ὥσπερ οὖν ἡ ἀρετὴ τοὐναντίον. Κἂν γὰρ εἰς ἐσχάτην ᾖ πενίαν, κἂν παρ’ αὐτῷ τῷ δεσμωτηρίῳ, τῶν βασιλευόντων ἐστὶ λαμπροτέρα, καὶ πολλῆς ἀπολαύει τῆς ἀδείας,
30καὶ ἐν γαλήνῃ κάθηται καὶ ἀκυμάντῳ λιμένι, οὐ μό‐ νον οὐδὲν πάσχουσα παρὰ τῶν πονηρῶν, ἀλλὰ καὶ ἐν τῷ σιγᾷν ἀμύνασθαι αὐτοὺς δυναμένη, καὶ τὴν ἐσχά‐ την τῆς πονηρίας ἀπαιτοῦσα δίκην. Τί γὰρ ἂν γένοιτο ἀνθρώπου ἀθλιώτερον τοῦ ἐν πονηρίᾳ ζῶντος, ὅταν
35πρὸς τῷ δουλεύειν τοῖς χρήμασι καὶ τοῖς ἑτέρων κατ‐ ορθώμασι δάκνηται, καὶ τὴν ἑτέρων εὐδοκίμησιν οἰ‐ κείαν ἡγῆται τιμωρίαν εἶναι, καὶ δίκην αὐτὸς ἑαυτὸν ἀπαιτῇ, καταξαίνων ἑαυτοῦ τὸ συνειδὸς, κατατείνων ἑαυτοῦ τὴν διάνοιαν, δήμιος αὐτὸς ἑαυτοῦ γινόμενος;
40Εἶδες ἀρετῆς δύναμιν καθ’ ὑπερβολήν; εἶδες κακίας ἀσθένειαν καὶ ἀθλιότητα; Ἀλλ’ οὐκ ἐν τούτῳ μόνῳ ἕστηκεν αὐτοῦ τὰ τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐν ἑτέροις πλείοσιν· ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἐπήγαγε, λέγων· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Τί ἐστιν, Ἐπι‐
45θυμία ἁμαρτωλῶν ἀπολεῖται; Οὐδαμοῦ, φησὶν, ἵσταται. Ἐπειδὴ γὰρ τὰ ἐπιθυμήματα αὐτοῦ τοιαῦτα ῥευστὰ καὶ παρατρέχοντα, καὶ ἡ ἐπιθυμία μιμεῖται τὰ πράγματα, σβεννυμένη καὶ ἀπολλυμένη, καὶ ῥίζαν οὐδεμίαν ἔχουσα. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ τοῦ ἁμαρ‐

55

.

299

(50)

τωλοῦ, ἐννόησον τὰ ἐν τῷ μέλλοντι αἰῶνι ἡλίκα. Ἵνα οὖν μὴ ταῦτα πάθωμεν, ταύτην φυγόντες τὴν ὁδὸν, ἐκείνην ἑλώμεθα, καὶ βαδίζωμεν διηνεκῶς τὴν ἀσφα‐ λῆ, τὴν ἀχείρωτον, τὴν ἡδονῆς γέμουσαν, τὴν δόξης ἐμπεπλησμένην, τὴν οὐρανὸν ἡμῖν προξενοῦσαν, τὴν
55πρὸς πάντα τοῦ Θεοῦ τὴν εὔνοιαν ἡμῖν παρεχομένην, τὴν φιλοσοφεῖν παρασκευάζουσαν, τὴν τοσαῦτα ἔχουσαν ἀγαθὰ, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσε‐ ται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ .....
60tΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ.
61Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.
αʹ. Πολὺς ἐν ταῖς Γραφαῖς τῶν αἴνων τούτων ὁ λό‐Column end

55

.

300

γος· οὐδὲ γὰρ τὸ τυχὸν πρᾶγμά ἐστιν, ἀλλὰ θυσία τις καὶ προσφορὰ ἀρέσκουσα τῷ Θεῷ· Θυσία γὰρ, φησὶν, αἰνέσεως δοξάσει με. Καὶ πάλιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν
5αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ πολλαχοῦ καὶ αἱ ἱεραὶ Βίβλοι παρακελεύονται, καὶ οἱ σωζόμενοι ἀντὶ μεγάλων εὐχαριστηρίων τοῦτο προσφέρουσι. Καὶ ποίαν τοῦτο δυσκολίαν ἔχει; φησί· τίνι δὲ οὐ ῥᾴδιον
10καὶ τῶν τυχόντων αὐτὸ ἀνύειν, καὶ αἰνεῖν τὸν Θεόν; Ἂν ἀκριβῶς καταμάθῃς, ὄψει καὶ τὸν πόνον τὸν ἐν τῷ πράγματι, καὶ τὸ κέρδος τὸ ἐξ αὐτοῦ. Πρῶτον μὲν γὰρ καὶ παρὰ δικαίων ὁ τοιοῦτος ἐπιζητεῖται ὕμνος, καὶ δεῖ πρότερον τὸν βίον κατορθοῦντα, οὕτως ᾄδειν
15ὕμνους τῷ Θεῷ. Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Δεύτερον δὲ, ὅτι οὐχὶ διὰ ῥημάτων μό‐ νον ἔστιν αἰνεῖν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, καὶ τοῦτον μάλιστα ἐπιζητεῖ ὁ Θεὸς τὸν αἶνον, ταύτην τὴν δόξαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμ‐
20προσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτως αἰνεῖ τὰ Χερουβίμ. Διὰ τοῦτο καὶ ὁ προφήτης ἀκούσας τῆς μελῳδίας ἐκείνης τῆς μυ‐ στικῆς, ταλανίζει ἑαυτὸν, λέγων· Οἴ μοι, ὅτι ἄν‐
25θρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Διὰ τοῦτο καὶ παρακελευόμενος αἴνους ἀναφέρειν, ἀπὸ τῶν ἄνω δυνάμεων ἄρχεται λέγων οὕτως· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι
30αὐτοῦ. Ὥστε ἄγγελον δεῖ γενέσθαι, καὶ οὕτως αἰνεῖν. Μὴ τοίνυν ἁπλῶς τὸν αἶνον τοῦτον εἶναι νομίσωμεν· ἀλλὰ πρὸ τοῦ στόματος ἡμῶν ὁ βίος αὐτὸν ἠχείτω, καὶ πρὸ τῆς γλώττης ἡ πολιτεία βοάτω. Οὕτω καὶ σιωπῶντες δυνάμεθα τὸν Θεὸν ὑμνεῖν· οὕτω καὶ
35φθεγγόμενοι σύμφωνον τῷ βίῳ τὴν μελῳδίαν ἐργασό‐ μεθα. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν ἀπὸ τοῦ ψαλμοῦ, ἀλλ’ ὅτι καὶ εἰς συμφωνίαν πάντας ἄγει, καὶ ὁλό‐ κληρον τὸν χορὸν ἵστησι. Οὐ γὰρ ἑνὶ καὶ δύο δια‐ λέγεται, ἀλλ’ ὁλοκλήρῳ δήμῳ. Καὶ καθάπερ ὁ Χρι‐
40στὸς ἐνάγων ἡμᾶς εἰς ὁμόνοιαν καὶ ἀγάπην, ἐν ταῖς εὐχαῖς κοινὴν ἐπέταξε ποιεῖσθαι τὴν εὐχὴν, καὶ ἀπὸ τῆς Ἐκκλησίας πάσης ὡς ἐξ ἑνὸς προσώπου λέγειν, Πάτερ ἡμῶν· καὶ, Τὸν ἄρτον ἡμῶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλή‐
45ματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν· καὶ μὴ εἰσ‐ ενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ Πονηροῦ· πανταχοῦ τῷ πληθυντικῷ κεχρημένος ὀνόματι, καὶ κελεύων ἑνὶ ἑκάστῳ, κἂν καθ’ ἑαυτὸν εὔχηται, κἂν κοινῇ, καὶ ὑπὲρ τῶν ἀδελ‐

55

.

300

(50)

φῶν εὐχὴν ἀναφέρειν· οὕτω καὶ ὁ Προφήτης κοινῇ πάντας εἰς τὴν συμφωνίαν καλεῖ τῆς εὐχῆς, καὶ λέγει· Αἰνεῖτε τὸ ὄνομα Κυρίου. Τί οὖν βούλεται ἡ προσθήκη τοῦ ὀνόματος; Μάλιστα μὲν τῆς διαθέσεως παραστατικόν ἐστι τοῦ λέγοντος· αἰνίττεται δέ τι καὶ
55ἕτερον. Ποῖον δὴ τοῦτο; Ὥστε τὸ ὄνομα αὐτοῦ δοξά‐ ζεσθαι δι’ ἡμῶν, ὥστε αἰνετὸν φαίνεσθαι καὶ διὰ τοῦ βίου τοῦ ἡμετέρου· ἔστι γὰρ φύσει τοιοῦτον· βούλε‐ ται δὲ καὶ διὰ τῆς πολιτείας ἡμῶν τὸν αἶνον τοῦτον
διαλάμπειν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν, ὅρα τὸ

55

.

301

ἑξῆς· ἐπάγει γὰρ, Εἴη, φησὶ, τὸ ὄνομα Κυρίου εὐ‐ λογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Τί λέγεις; οὐ γάρ ἐστιν εὐλογημένον, ἐὰν μὴ σὺ εὔξῃ; Ὁρᾷς ὅτι οὐ περὶ τῆς εὐλογίας λέγει τῆς αὐτῷ προσ‐
5ούσης, καὶ τῇ φύσει αὐτοῦ συγκεκληρωμένης, ἀλλὰ τῆς διὰ τῶν ἀνθρώπων γινομένης; Περὶ ταύτης καὶ ὁ Παῦλος γράφων λέγει· Δοξάσατε δὲ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Αὐτὸς τοίνυν καὶ ὑψηλός ἐστι, καὶ μέγας, καὶ αἰνετὸς καθ’
10ἑαυτόν· γίνεται δὲ καὶ παρὰ ἀνθρώποις τοιοῦτος, ὅταν οἱ δουλεύοντες αὐτῷ τοιοῦτον ἐπιδεικνύωνται βίον, ὡς πάντας τοὺς ὁρῶντας αὐτοὺς εὐλογεῖν τὸν Δεσπότην. Τοῦτο καὶ ἐν τῇ εὐχῇ ἐκέλευσεν ἡμᾶς ὁ Χριστὸς ἀεὶ λέγειν εὐχομένους· Ἁγιασθήτω τὸ ὄνομά σου· του‐
15τέστι, καὶ διὰ τοῦ βίου τοῦ ἡμετέρου δοξασθήτω. Ὥσπερ γὰρ βλασφημεῖται, κακῶς πολιτευομένων ἡμῶν, οὕτω δοξάζεται, καὶ εὐλογεῖται, καὶ ἁγιάζε‐ ται, ἀρετῆς ἐπιμελουμένων. Ὃ τοίνυν λέγει τοῦτό ἐστι· Διαπαντὸς καταξίωσον ἡμᾶς ἐνάρετον βίον ζῇν,
20ὡς εὐλογητὸν εἶναι τὸ ὄνομά σου καὶ δι’ ἡμῶν. Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὁρᾷς τὴν καινὴν ἤδη προανακρουό‐ μενον αὐτὸν πολιτείαν, καὶ παρανοίγοντα τῆς Ἐκ‐ κλησίας τὴν εὐγένειαν; Οὐκ ἔτι γὰρ ἐν Παλαιστίνῃ,
25οὔτε ἐν Ἰουδαίᾳ, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης. Πότε δὲ τοῦτο γέγονεν, ἢ ὅτε τὰ ἡμέτερα ἤνθησεν; Ὡς τό γε παλαιὸν οὐ μόνον οὐκ ηὐλογεῖτο ἐν Πα‐ λαιστίνῃ, ἀλλὰ καὶ ἐβλασφημεῖτο διὰ τοὺς ἐν αὐτῇ κατοικοῦντας Ἰουδαίους. Δι’ ὑμᾶς γὰρ τὸ ὄνομά
30μου βλασφημεῖται, φησὶν, ἐν τοῖς ἔθνεσι. Νυνὶ δὲ πανταχοῦ τῆς οἰκουμένης ὑμνεῖται. Ὅπερ οὖν καὶ ἄλλος προφήτης δηλῶν ἔλεγεν· Ἐπιφανήσεται Κύ‐ ριος, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ
35τόπου αὐτοῦ. Καὶ ἕτερος πάλιν· Διότι καὶ ἐν ἡμῖν συγκλεισθήσονται θύραι, καὶ οὐκ ἀνάψεται τὸ θυσιαστήριόν μου δωρεάν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ‐
40άγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. βʹ. Ὁρᾷς πῶς κατέστειλε τὰ Ἰουδαϊκὰ, καὶ ἔπαυσε, καὶ πανταχοῦ τῆς οἰκουμένης τῆς Ἐκκλησίας τὴν πολιτείαν ἐξέτεινε, καὶ λατρείαν προανεκήρυξεν; Ὁ γὰρ ταῦτα λέγων προφήτης μετὰ τὴν ἐπάνοδόν
45ἐστι τὴν ἐκ Βαβυλῶνος· καὶ διὰ τοῦτο ταῦτα προεφή‐ τευσε τότε, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ἐκεῖνον λέγει τὸν συγκλεισμὸν καὶ ἐκείνην τὴν ἐρή‐ μωσιν τὴν ἐν Βαβυλῶνι. Μετὰ γὰρ τὸ λυθῆναι ἐκεῖνα, καὶ ἐπὶ τὴν προτέραν αὐτοὺς ἐπανελθεῖν πολιτείαν,

55

.

301

(50)

ταῦτα ὁ ἄγγελός φησι, δηλῶν τὴν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν, μεθ’ ἣν οὐκ ἔσται λοιπὸν τῆς ἐρημίας ἐκείνης μεταβολή τις. Διεδέξατο γὰρ τὰ τῆς Ἐκκλησίας πράγματα. Διό φησιν, ὅτι Μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, τουτέστιν, εὐλογη‐
55μένον, διὰ τοῦ βίου αὐτῶν αἰνούμενον· ὥσπερ καὶ ἐνταῦθα ἔλεγεν, Εὐλογημένον τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Ὁρᾷς πάλιν
τὰ ἔθνη δεχόμενα αὐτοῦ τὴν λατρείαν, καὶ οὐχ ἁπλῶςColumn end

55

.

302

ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πάντα τὰ κατὰ τὴν οἰκουμέ‐ νην; Τί ταύτης τῆς προφητείας σαφέστερον; Πῶς δὲ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη; Ὅτι μεγαλύνομεν αὐτὸν, οὐ προστιθέντες αὐτῷ ὕψος; Ἄπαγε· ἀλλὰ τοῖς δόγ‐
5μασι, τῇ λατρείᾳ, τῇ προσκυνήσει, τοῖς ἄλλοις ἅπα‐ σιν, οὐδὲν ταπεινὸν ἐννοοῦντες, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ’ ὑψηλότερα πολλῷ καὶ μείζονα. Τοιαύτη γὰρ αὕτη ἡ πολιτεία· ὅσον οὐρανὸς τῆς γῆς ὑψηλότερος, τοσοῦ‐ τον αὕτη τῆς παλαιᾶς. Διό φησιν· Ὑψηλὸς ἐπὶ
10πάντα τὰ ἔθνη ὁ Κύριος. Καὶ γὰρ μετὰ τοῦ ὑψοῦν αὐτὸν διὰ τῆς λατρείας, κἀκεῖνο ἴσμεν, ὅτι καὶ ταῦτα συγκατάβασίς ἐστιν. Ὥστε κἂν τῶν ἐν τῇ παλαιᾷ ὑψηλότερα, ἀλλὰ τῆς ἀξίας αὐτοῦ καταδεέστερα. Καὶ ταῦτα Παῦλος δηλῶν, καὶ ἑκατέρας τῆς γνώσεως
15τῆς τε νῦν κατεχούσης, τῆς τε τότε ἐσομένης ἐν τῷ μέλλοντι τὸ διάφορον παριστὰς ἔλεγεν· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογι‐ ζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν, καὶ
20ἐκ μέρους προφητεύομεν. Καὶ, Βλέπομεν ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι τοσοῦτον ἀφέστηκεν ἡ γνῶσις αὕτη τῆς τότε, ὅσον τὸ νήπιον τοῦ ἐλθόντος ἀνδρὸς εἰς ἡλικίαν τελείαν. Ἐπὶ τοὺς
25οὐρανοὺς ἡ δόξα αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ αἴνου καὶ ὕψους διελέχθη τοῦ διὰ τῆς πολιτείας τῆς ἀνθρω‐ πίνης γενομένου, καὶ παρῄνεσεν οὕτως ὑψοῦν τὸν Θεὸν, οὕτως αἰνεῖν, οὕτω μεγαλύνειν, εἰς μείζονα προτρεπόμενος ἀρετὴν, δείκνυσι ποῦ τοῦτο γίνεται
30μάλιστα. Ποῦ τοίνυν τοῦτο γίνεται; Ἐν τοῖς οὐρα‐ νοῖς. Ἐκεῖ γάρ ἐστιν ἡ δόξα αὐτοῦ. Μάλιστα γὰρ ἄγγελοι δοξάζουσιν αὐτὸν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ὑπακοῆς τῶν διακονουμέ‐ νων ἀνθρώπων δοξάζουσι, μετὰ ἀκριβείας τὰ θελή‐
35ματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ ἀνύοντες. Διό φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Διὸ καὶ ἐν τοῖς Εὐαγγελίοις ἐκέλευεν ὁ Χριστὸς εὔχε‐ σθαι, καὶ λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τουτέστιν, ὥσπερ ἄγγε‐
40λοι αὐτὸν ἁγιάζουσι, πονηρίας μὲν πάσης ἀπηλλα‐ γμένοι, ἀρετὴν δὲ μετιόντες μετὰ ἀκριβείας· οὕτω δὴ καταξιωθείημεν καὶ ἡμεῖς αὐτὸν ἁγιάζειν. Τοῦτο καὶ οὗτος δηλῶν, ἐπήγαγεν· Ἐπὶ τοὺς οὐρα‐ νοὺς ἡ δόξα αὐτοῦ. Μὴ γὰρ δὴ μόνον ἐν τῇ γῇ
45ἴδῃς τὰ κτίσματα ταῦτα τὰ ὁρώμενα, μηδὲ τὴν κατὰ τὸν οὐρανὸν εὐταξίαν, ἀλλ’ ἀνάβηθι τῷ νῷ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοερὰ, ἐπὶ τὰ κάλλη τῶν οὐσιῶν ἐκείνων, ἐπὶ τὴν φαιδρότητα τῆς πολιτείας ἐκείνης· καὶ τότε εἴσῃ πῶς ἐν τοῖς οὐρανοῖς ἡ δόξα αὐτοῦ.

55

.

302

(50)

Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατ‐ οικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν; Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ’ ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἔσται καταδεές. Οὕτως, ὅπερ ἔλεγον, οὐ χρὴ μέχρι τῶν ῥημάτων ἵστασθαι, ἀλλ’
55ἀναβαίνειν τῇ διανοίᾳ. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ

55

.

303

ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ πα‐ ρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· Ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· ὁ κατέχων τὸν γῦρον τῆς
5γῆς; Ἀλλ’ ἐπειδὴ πρὸς Ἰουδαίους αὐτῷ ἦν ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, κατὰ μικρὸν ἀνάγων αὐτῶν τὴν διάνοιαν, καὶ πτερῶν τὴν γνώμην, καὶ ἀναβιβάζων ἠρέμα. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶ‐ πεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ
10ἐφορῶν· ἀλλὰ πρότερον εἰπὼν, Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; τότε ἐπήγαγεν, Ὁ ἐν ὑψηλοῖς κατοι‐ κῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· εἶπε δὲ ἐκεῖνο δηλῶν, τίνος ἕνεκεν τὸ δεύτερον εἶπε. Διὰ γὰρ τὴν ἀσθένειαν τὴν Ἰουδαϊκὴν τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ
15θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκε‐ κλεισμένους. Διὰ δὴ τοῦτο κατὰ μικρὸν τὴν σύγκρισιν ποιεῖται, καίτοι ἀσυγκρίτως ἁπάντων ὁ Θεὸς ὑπερ‐ έχει· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅπερ ἔφθην εἰπὼν (οὐ γὰρ παύσομαι συνεχῶς τὸ αὐτὸ λέ‐
20γων), ῥυθμίζει τὸν λόγον. Οὐ γὰρ ἐζήτει, ὅπως ἄξιόν τι τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως, ἀλλ’ ὅπως ἐκείνοις χωρητὸν γένηται. Διὰ δὴ τοῦτο κατὰ μικρὸν αὐτοὺς ἀνάγει, καὶ ὅμως οὐδὲ οὕτως ἐναπομένει τῇ ταπει‐ νότητι, ἀλλὰ διανοίγνυσι πάλιν ὑψηλότερα νοήματα
25ἕτερα. Ἐπειδὴ γὰρ εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, πάλιν ἐπὶ τὸ ὑψηλότερον ἄγων τὸν λόγον, φησίν· Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· δεικνὺς ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος, πόῤ‐
30ῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν, καὶ πᾶσι παριστάμενος. γʹ. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Εἶτα ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροα‐ τὴν καὶ τῷ οὐρανῷ προσηλώσας, πάλιν μεῖζόν τι
35φαντάζεσθαι παρασκευάσας, ἐφ’ ἕτερον ἔρχεται τῆς δυνάμεως αὐτοῦ δεῖγμα, λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Με‐ γάλης γὰρ δυνάμεως καὶ σφόδρα ἀφάτου, καὶ τὰ μι‐ κρὰ ἐπαίρειν. Ἀλλαχοῦ μέντοι καὶ τὸ ἐναντίον τίθη‐
40σιν· ὅτι καὶ τὰ μεγάλα ταπεινοῖ, λέγων οὕτως· Διαι‐ ρῶν σύντριμμα ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. Ἐνταῦθα μέντοι γε εἴρηται, ὅτι τοὺς μικροὺς ἐπᾶραι δύναται. Ἔστι μὲν οὖν καὶ καθολικὸς ὁ λόγος. Εἰ δέ τις καὶ κατὰ ἀνα‐
45γωγὴν αὐτὸν ἐκλαβεῖν βουληθείη, ὄψεται τοῦτο ἐπὶ τῶν ἐθνῶν γινόμενον, ὄψεται τοῦτο ἐπὶ τῶν ἀνθρώ‐ πων ἡμῶν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ’ ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε μετὰ τῆς ἀπαρχῆς ἡμῶν εἰς οὐ‐

55

.

303

(50)

ρανὸν, καὶ συνεκάθισεν εἰς τὸν πατρικὸν θρόνον. Καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. Κοπρίαν ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ
55ῥᾴδια καὶ εὔκολα. Εἶτα ἐφ’ ἕτερον ἔρχεται μεῖζον. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ τὰ πράγματα μεταθεῖναι δύναται, οὐδὲ τὴν εὐτέλειαν εἰς ἀξίωμα μεταστῆσαι μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως μεταθεῖναι τοὺς ὅρους, καὶ στεῖραν ποιῆσαι μητέρα. Διόπερ ἐπήγα‐
60γεν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ
τέκνοις εὐφραινομένην. Ὅπερ γέγονεν ἐπὶ τῆς Ἄν‐Column end

55

.

304

νης, ὅπερ γέγονεν ἐπὶ μυρίων ἑτέρων. Εἶδες ὕμνον ἀπηρτισμένον; εἶδες ὕμνον πεπληρωμένον; Εἶπε τὰ μέλλοντα κατορθοῦσθαι τῇ οἰκουμένῃ, πῶς ὁ Ἰουδαϊ‐ σμὸς παύεσθαι μέλλει, πῶς καινὴ τῆς Ἐκκλησίας
5πολιτεία διαλάμπειν, πῶς θυσία πανταχοῦ προσάγε‐ σθαι. Εἶτα ἀξιόπιστον ποιῶν καὶ τοῖς παχυτέροις τὸν λόγον, ἀπὸ τῶν ἤδη γινομένων καὶ περὶ τῶν μελλόν‐ των βεβαιοῦται. Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἀπιστή‐ σῃς, ἄνθρωπε, ὅτι τοσαύτη ἔσται μεταβολὴ, καὶ τὰ
10ἀπεῤῥιμμένα ἔθνη εἰς δόξαν ἥξει μεγίστην. Οὐχ ὁρᾷς καθ’ ἑκάστην ἡμέραν ταῦτα γινόμενα; τοὺς ταπει‐ νοὺς ὑψουμένους, καὶ μετὰ ἀρχόντων καθημένους; οὐχ ὁρᾷς τὴν φύσιν πηρουμένην καὶ διορθουμένην, στείρας μητέρας γινομένας; Τοιοῦτόν τι καὶ περὶ
15τῆς Ἐκκλησίας συνέβη· στεῖρα ἦν, ἀλλ’ ἐγένετο μή‐ τηρ τέκνων πολλῶν. Διὸ καὶ λέγει ὁ Ἡσαΐας· Εὐ‐ φράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόη‐ σον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τοῦτο
20καὶ ἐπὶ τῆς Ἐκκλησίας ἐσόμενον προαναφωνῶν. Διὰ δὴ τοῦτο καὶ οὗτος ἐνταῦθα τὸν λόγον κατέλυσε, τὴν προφητείαν ἀξιόπιστον καὶ ἐντεῦθεν ἀποφήνας, ἀπὸ τῶν ἤδη γενομένων, ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ. Πάντα γὰρ ὅσα ἂν δόξῃ τῷ Θεῷ, ῥᾴδια ποιῆσαι. Καὶ
25γὰρ φύσιν μεταθεῖναι δύναται, καὶ ταπεινότητα με‐ ταβαλεῖν εἰς ὕψος, καὶ διορθῶσαι τρόπους. Ταῦτ’ οὖν εἰδότες ἅπαντα, τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ πάσης ἀπολαυσόμεθα δόξης, καὶ πρὸς ἄφατον ὕψος ἀναβησόμεθα, τῆς ῥοπῆς ἀπολαύοντες τοῦ Θεοῦ· ᾧ
30ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
33tΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ.
34Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ
35 λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐ‐ τοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. αʹ. Μεγάλην ἐνταῦθα τοῦ Θεοῦ τὴν πραότητα μαρτυ‐ ρεῖ καὶ ἡμερότητα. Ποίαν δὴ ταύτην; Ὅτι πρῶτον ἀποδείξεις παρεχόμενος τῆς οἰκείας δυνάμεως, τότε
40ἀπαιτεῖ τὴν προσκύνησιν. Τοῦτο γὰρ δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Τότε γὰρ ἔδειξε τὴν δύναμιν αὐτοῦ, φησὶ, διὰ τῶν ἐν Αἰγύπτῳ σημείων, διὰ τῶν ἐν τῇ ἐρήμῳ· τότε καὶ τὸν λαὸν ᾠκειώσατο. Τοῦτο καὶ ἐπὶ
45τοῦ Ἀδὰμ ἐποίησε. Πρότερον γὰρ τὸν κόσμον ποιή‐ σας, καὶ δείξας αὐτοῦ καὶ τῆς σοφίας καὶ τῆς δυνά‐ μεως τὴν ἰσχὺν, οὕτω τὸν ἄνθρωπον ἔπλασε, καὶ τὴν προσκύνησιν ἀπῄτησεν. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σημεῖα πρῶτον παρασχόμενος πολλὰ καὶ

55

.

304

(50)

παντοδαπὰ, τότε τὴν πίστιν ἀπῄτει. Διά τοι τοῦτο τοῖς μὲν ἐξ ἀρχῆς προσιοῦσιν, ἅτε οὐκ ἔχουσιν αὐτοῦ ἐνέχυρα, οὐδὲ ἀπόδειξιν τῆς θεότητος, οὐκ ἔλεγε, Πι‐ στεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; ἀλλὰ μόνον τὰ σημεῖα ἐπεδείκνυ. Ἐπειδὴ δὲ πανταχοῦ τῆς Παλαι‐
55στίνης ὑπομνήματα τῆς ἑαυτοῦ δυνάμεως ἐναπέθετο, σώματα πεπηρωμένα διορθῶν, κακίαν ἐξελαύνων, περὶ βασιλείας διαλεγόμενος, τοὺς σωτηριώδεις εἰσ‐ άγων νόμους, τότε καὶ τὴν πίστιν ἀπῄτει παρὰ τῶν προσιόντων. Ἄνθρωποι μὲν γὰρ πρότερον ἄρχειν
60ἐθέλουσι, καὶ τότε εὐεργετεῖν ἐπιχειροῦσιν· ὁ Θεὸς δὲ ἀπὸ τῶν εὐεργεσιῶν ἄρχεται. Καὶ τί λέγω τὰς ἄλλας εὐεργεσίας, ὅπου γε καὶ τὸν σταυρὸν αὐτὸν
ὑπέμεινε, καὶ τότε τῆς οἰκουμένης ἐκράτησε, διὰ τῶν

55

.

305

ἔργων ἐπιδειξάμενος τὴν κηδεμονίαν; Τοῦτο γοῦν καὶ ὁ ψαλμὸς ἐνταῦθα δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρ‐ βάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Τουτ‐
5έστιν, ἐν τῇ ἐξόδῳ, ἐν τῇ ἀπαλλαγῇ, ἐν τῇ ἐλευθερίᾳ, τῆς Αἰγύπτου. καὶ οὐχ ἁπλῶς εἶπεν, Αἰγύπτου, ἀλλὰ προσέθηκε, Λαοῦ βαρβάρου· τῷ ὀνόματι τῶν πο‐ λεμίων τὴν κηδεμονίαν ἐνδειξάμενος τοῦ Θεοῦ. Τῶν γὰρ χαλεπῶν ἐκείνων, καὶ ἀνημέρων, καὶ βαρβαρι‐
10κώτερον διακειμένων Αἰγυπτίων οὐκ ἂν ἠδυνήθησαν ἀπαλλαγῆναι, εἰ μὴ τῆς κραταιᾶς ἀπήλαυσαν χειρὸς καὶ τῆς δεξιᾶς τῆς ἀμάχου. Καὶ γὰρ θηρίων ἦσαν ἀγριώτεροι, καὶ πέτρας σκληρότεροι, μυρίαις παιό‐ μενοι πληγαῖς, καὶ οὐκ ἐνδιδόντες. Εἰπὼν τοίνυν τὸν
15λαὸν βάρβαρον, ἔδειξε τοῦ Θεοῦ τῆς δυνάμεως τὴν ὑπερβολὴν, ὅτι τὸν οὕτω βάρβαρον, τὸν οὕτως ὠμὸν νῦν μὲν ἔπεισε, νῦν δὲ καὶ ἄκοντα κατηνάγκασεν ἀφεῖναι τοὺς δούλους, καὶ φιλονεικοῦντας ὕστερον τῇ θαλάττῃ παρέδωκε, καὶ οὕτω τὸν λαὸν ἠλευθέρωσε
20τὸν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ; Ἀντὶ τοῦ, λαὸς αὐτῷ λατρεύων, λαὸς αὐτῷ ἀνακεί‐ μενος, λαὸς αὐτῷ ᾠκειωμένος. Ἁγίασμα δὲ κυρίως ἐλέγετο ὁ ναὸς, τὰ ἄδυτα, τὰ Ἅγια τῶν ἁγίων, καθά‐
25περ καὶ Ζαχαρίας εἰσάγει τινὰς ἐρωτῶντας, καὶ λέγοντας· Εἰσῆλθεν ὧδε τὸ ἁγίασμα· ἢ νηστεύσο‐ μεν; περὶ τῆς ἐπανόδου τῆς κιβωτοῦ καὶ τῶν ἄλλων ἁπάντων δηλῶν. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Πρὸ γὰρ τούτου ἀκάθαρτός τις ἦν καὶ ἐναγὴς ἡ
30χώρα· ἐπειδὴ δὲ ἐπανῆλθεν ὁ λαὸς, ἐγένετο ἡ πόλις ἁγίασμα αὐτοῦ· τουτέστιν, ἁγίασμα ἤγετο διὰ τῆς ἐποπτείας, διὰ τῶν θυσιῶν, διὰ τῆς λατρείας, διὰ τῆς ἄλλης ἁγιστίας. Ἰσραὴλ ἐξουσία αὐτοῦ. Τί ἐστιν, Ἰσραὴλ ἐξουσία αὐτοῦ; Ὑπὸ τὴν ἀρχὴν αὐ‐
35τοῦ, φησί. Καίτοι πᾶσα ἡ οἰκουμένη ὑπὸ τὴν αὐτοῦ ἀρχὴν ἦν, ἀλλ’ οὗτοι καὶ κατ’ οἰκείωσιν ἑτέραν. Ἐπειδὴ καὶ προφητείας ἐδέχοντο, καὶ διελέγετο αὐ‐ τοῖς, καὶ τὰ κατ’ αὐτοὺς ᾠκονόμει μειζόνως. Εἶτα καθ’ ἕτερον δὲ τρόπον καὶ λαὸς αὐτοῦ ἐχρημάτιζε.
40Καὶ γὰρ τῷ νεύματι τῷ ἐκείνου πολλάκις καὶ εἰς πολέμους ἐξῄεσαν, καὶ πολλὰ τῶν ἄλλων ἔπραττον. Βαρβαρικῶν γὰρ αὐτοὺς ἀπαλλάξας χειρῶν, καὶ τυ‐ ραννίδος, καὶ δουλείας, καὶ κινδύνου ἐσχάτου, καὶ παρανόμου γνώμης, γέγονεν αὐτῶν βασιλεύς. Τοῦτο
45γοῦν καὶ ἀλλαχοῦ δικαιολογούμενος καὶ δεικνὺς, ὅτι πρότερον τὰ παρ’ ἑαυτοῦ ἐπιδειξάμενος ἀπῄτει τὰ παρ’ ἐκείνων, ἔλεγε· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραὴλ, ἢ γῆ κεχερσωμένη; Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἄκαρπος, φησὶν, ὑμῖν ἐγενόμην; οὐ μυρία

55

.

305

(50)

ἀγαθὰ εἰς ὑμᾶς ἐπεδειξάμην; οὐ τὴν φύσιν αὐτὴν μετέβαλον; οὐ τὰ στοιχεῖα πρὸς τὴν ὑπηρεσίαν ὑμῶν ἐῤῥύθμισα; οὐ διαγωγὴν ὑμῖν ἐχαρισάμην ἀνθρω‐ πίνων ἀπηλλαγμένην πόνων; Διὰ τοῦτό φησι· Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰσραήλ; Τουτέστιν, οὐ
55μυρίους ἤνεγκα καρπούς; ἐλευθερίαν ἀπ’ Αἰγύπτου, ἀπαλλαγὴν βαρβάρων, θαυμάτων ἐπίδειξιν, τὴν ἐν ἐρήμῳ διαγωγὴν, τὴν τῆς Παλαιστίνης κληρονομίαν, τὴν τῶν ἐθνῶν κράτησιν, τὰ συνεχῆ τρόπαια, τὰς ἐπαλλήλους νίκας, τὰ θαύματα τὰ παράδοξα, τὰ τε‐
60ράστια τὰ συνεχῆ, τῆς γῆς τὴν εὐετηρίαν, τοῦ γέ‐
νους ὑμῶν τὴν ἐπίδοσιν, τὴν πανταχοῦ τῆς οἰκου‐Column end

55

.

306

μένης δόξαν, ἕτερα μυρία; Εἶδες καρποὺς τοῦ Θεοῦ; Διὰ τοῦτο ἐπήγαγε· Μὴ γῆ ἐγενόμην κεχερσω‐ μένη; Τουτέστιν, Οὐ μυρίους ἐδρέψασθε παρ’ ἐμοῦ καρπούς; οὐκ ηὐλόγησα τὴν εἴσοδον ὑμῶν καὶ τὴν
5ἔξοδον ὑμῶν, τὰ ποίμνια ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν, τὸν ἄρτον ὑμῶν, καὶ τὸ ὕδωρ ὑμῶν; οὐκ ἐν ἀσφαλείᾳ κατέστησα; οὐ πᾶσιν ἀχειρώτους εἰρ‐ γασάμην, οὐ φοβεροὺς καὶ ἀμάχους; οὐ καθάπερ ἀπὸ πηγῶν πάντα ἡμῖν ἐπέῤῥει τὰ ἀπὸ τῆς γῆς, τὰ
10ἀπὸ τοῦ οὐρανοῦ; Τὸν γὰρ ἄρχοντα ταῦτα μάλιστα δείκνυσι, τὸ προνοεῖν τῶν ὑπηκόων, τὸ κήδεσθαι καὶ φροντίζειν. βʹ. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς, οὐκ εἶπε, Τιμᾶται καὶ θεραπεύεται, ἀλλὰ, τὴν ψυ‐
15χὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Τοῦτο ἀρχὴ, τοῦτο ποιμαντικὴ ἐπιστήμη, τὸ τὰ αὑτοῦ παρ‐ ορᾷν, καὶ τὰ τῶν ἀρχομένων μεριμνᾷν. Ὅπερ γάρ ἐστιν ἰατρὸς, τοῦτό ἐστιν ἄρχων· μᾶλλον δὲ καὶ ἰατροῦ πλέον. Ὁ μὲν γὰρ ἰατρὸς τῇ τέχνῃ τὴν σω‐
20τηρίαν περιποιεῖται· ὁ δὲ ἄρχων καὶ ἐν τοῖς ἰδίοις κινδύνοις. Ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε, ῥαπισθεὶς, σταυρωθεὶς, τὰ μυρία παθών. Διὸ καὶ Παῦλος ἔλεγε· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ κα‐ θὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων
25σε ἐπέπεσον ἐπ’ ἐμέ. Δύο τοίνυν μᾶλλον δὲ καὶ τρεῖς καὶ μυρίας τίθησιν ἐνταῦθα εὐεργεσίας, ὅτι βαρβάρων ἀπήλλαξεν, ὅτι τῆς ἀλλοτρίας ἠλευθέρω‐ σεν, ὅτι δουλείας ἐξέβαλεν, ὅτι πόνους ἔλυσε καὶ τα‐ λαιπωρίας, ὅτι μυρία θαύματα εἰργάσατο· εἶτα ὅτι
30καὶ ἁγίασμα αὑτοῦ αὐτοὺς κατηξίωσε γενέσθαι καὶ ὑπηκόους. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εὐεργεσίας εἶδος, τὸ ἐν τάξει τῶν ὑπηκόων αὐτοὺς καταλέγειν. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ὅρα τὸν λόγον κορυφούμενον, καὶ
35τὴν εὐεργεσίαν αὐξανομένην. Τί γὰρ δεῖ λέγειν, φησὶ, περὶ βαρβάρων καὶ ἐθνῶν, ὁπότε καὶ ἡ κτίσις ὑπεξίστατο, καὶ παρεχώρει, καὶ πρὸς τὰ ἐναντία μεθίστατο, τὸν στρατηγοῦντα ὁρῶσα, καὶ τῷ δημ‐ αγωγῷ παραχωροῦσα; Πάντα γὰρ τότε τῷ δήμῳ τῷ
40τῶν Ἑβραίων ὑπεξίστατο καὶ παρεχώρει, ἵνα μά‐ θωσιν, ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας ἦν τὰ γινό‐ μενα, ἀλλὰ θείας καὶ ἀποῤῥήτου δυνάμεως τὰ θαυ‐ ματουργούμενα ἅπαντα. Καὶ ὅρα τὴν ἔμφασιν τῆς λέξεως, πῶς ἀρίστως αὐτὴν τέθεικεν. Οὐ γὰρ εἶπεν·
45Ἀνεχώρησεν, οὐδὲ, Ὑπεξέστη· ἀλλὰ τί· Ἡ θάλασσα εἶδε, καὶ ἔφυγε· τὸ τάχος τῆς ἀναχωρήσεως τῇ φυγῇ παραστῆσαι βουλόμενος, τὸ μέγεθος τῆς ἐκ‐ πλήξεως, τὸ εὔκολον τῆς ἐνεργείας τοῦ Θεοῦ. Καὶ ἵνα μή τις νομίσῃ ἐκ περιόδου τινὸς καὶ συν‐

55

.

306

(50)

τυχίας τοῦτο γίνεσθαι, ἐξ ἐκείνου οὐκ ἔτι γέγονεν, ἀλλ’ ἅπαξ, ὅτε ὁ Θεὸς ἐκέλευσε, καὶ ἐπὶ διαφόρων προσώπων. Καὶ γὰρ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη καθάπερ λογική τις καὶ ἔμψυχος, τοῦ Θεοῦ κελεύον‐ τος, οὕτω τοὺς μὲν ἔσωσε, τοὺς δὲ ἀπώλλυε, τοῖς
55μὲν τάφος, τοῖς δὲ ὄχημα γινομένη. Τοῦτο καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου ἴδοι τις ἄν. Καὶ γὰρ τὸ πῦρ, τὸ ἁπλῶς καὶ ὡς ἔτυχε φερόμενον, πολλὴν εὐ‐ ταξίαν ἐπεδείκνυτο, ὅτε ὁ Θεὸς ἐπέταξε, οὓς μὲν ἔν‐
δον εἶχε διασῶζον, τοὺς δὲ ἔξωθεν περικαθημένους

55

.

307

ἁρπάζον καὶ ἀναλίσκον. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Εἶδες καὶ ἐν διαφόροις καιροῖς, καὶ ἐν διαφόροις χωρίοις τὰ θαύματα γινόμενα; Ἵνα γὰρ μάθωσιν, ὅτι πανταχοῦ ἡ δύναμις ἐκτέταται τοῦ
5Θεοῦ, καὶ οὐ περικλείεται τόπῳ, καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ, καὶ πανταχοῦ παρ‐ εγίνετο θαυματουργῶν, καὶ νῦν μὲν ἐν θαλάττῃ, νῦν δὲ ἐν ποταμοῖς, καὶ τότε μὲν ἐπὶ Μωϋσέως ὕστερον δὲ ἐπὶ τοῦ Ἰησοῦ· καὶ πανταχοῦ διὰ σημείων παρ‐
10επέμποντο, ἵνα τὴν ἀναίσθητον αὐτῶν γνώμην, καὶ τὴν σκληρὰν διάνοιαν τοῖς θαύμασι μαλασσομένην, εὐήνιον καὶ ἐπιτηδειοτέραν καταστήσωσι πρὸς τὴν τῆς θεογνωσίας ὑποδοχήν. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Ἐνταῦθα
15ζήτημα οὐ μικρὸν ἡμῖν ἀνακύπτει. Καὶ γάρ τινες διαποροῦντές φασιν· Ὅτι μὲν τὰ πρότερα γέ‐ γονεν ἴσμεν· καὶ γὰρ ἱστορία παρέδωκεν, ὅτι καὶ ἡ Ἐρυθρὰ θάλασσα ἐσχίσθη ἐν τῇ ἐξόδῳ, καὶ ὅτι ὁ Ἰορ‐ δάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἡνίκα ἡ κιβωτὸς παρ‐
20ῄει· ὅτι δὲ ὄρη ἐσκίρτησαν καὶ βουνοὶ, οὐδαμοῦ τοῦτο ὁρῶμεν γεγραμμένον. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὴν ἡδονὴν ὑπερβολικῶς παραστῆσαι βουλό‐ μενος καὶ τῶν θαυμάτων τὸ μέγεθος ὁ Προφήτης, εἰσάγει καὶ τὰ ἄψυχα αὐτὰ μονονουχὶ χορεύοντα καὶ
25πηδῶντα, ἅπερ ἐπὶ τῶν εὐφραινομένων γίνεται. Διὰ τοῦτο καὶ ἡ προσθήκη τῆς εἰκόνος τὸ, Ὡς κριοὶ, καὶ ὡς ἀρνία προβάτων. Καὶ γὰρ ἐκεῖνα τὰ ἄλογα ἡνίκα εὐφραίνηται, τοῖς πηδήμασι τὴν ἡδονὴν δηλοῖ. Ὥσπερ οὖν ἐν ταῖς συμφοραῖς ἄλλος φησὶν, ὅτι καὶ ἄμπελος
30ἐπένθησε, καὶ οἶνος· οὐχ ὡς τῆς ἀμπέλου πενθούσης (πῶς γὰρ ἂν πενθήσει ἄμπελος;), ἀλλὰ τὴν ὑπερβολὴν τῆς κατηφείας ἐνδείξασθαι βουλόμενος, καὶ τῶν ἀψύχων αὐτῶν σχεδὸν ἁπτομένων ὑπερβολικῶς λέ‐ γει· οὕτω δὴ καὶ ἐνταῦθα τὴν κτίσιν εἰσάγει κοι‐
35νωνοῦσαν τῆς ἡδονῆς, ἵνα τὸ μέγεθος δείξῃ τῆς εὐ‐ φροσύνης. Τοῦτο καὶ ἡμῖν ἔθος λέγειν, ὅτε τὸ ἐν‐ ταῦθα φαιδρὰ γέγονεν, ἐπειδάν τινα ἴδωμεν ἔντιμον παραγενόμενον· Ἐνέπλησας τὴν οἰκίαν χαρᾶς· οὐ περὶ τῶν τοίχων διαλεγόμενοι, ἀλλὰ τὴν ὑπερβολὴν
40τῆς εὐφροσύνης παριστῶντες. Τί σοι ἐστὶ, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡς ἀρνία προβάτων; Κατὰ ἐρώτησιν τὸν λόγον προάγει, καὶ τοῖς στοιχείοις διαλέγεται,
45ἀπὸ τῆς αὐτῆς γνώμης ἀφ’ ἧς ἔφησεν αὐτὰ σκιρτᾷν. Ὥσπερ γὰρ οὐκ αἴσθησιν αὐτοῖς διδοὺς ταῦτα ἔλεγεν, ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς ἐνδεικνύμενος καὶ τῶν κατορθωμάτων τὸ μέγεθος· οὕτω καὶ τὴν ἐρώτησιν αὐτοῖς προσάγει· οὐχ ὡς

55

.

307

(50)

ἀποκρίνασθαι δυναμένοις, καὶ αἴσθησιν ἔχουσιν, ἀλλ’ ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον καὶ δεῖξαι τὸ παράδοξον. γʹ. Ὡς γὰρ καινοῦ τινος γενομένου, καὶ οὐ κατὰ ἀκο‐ λουθίαν συμβάντος, τὴν ἐρώτησιν ἐπάγει, καὶ προσ‐
55τίθησι τῇ ἀποκρίσει. Τίς δὲ ἦν αὕτη; Ἀπὸ προσ‐ ώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ἐνταῦθα πάλιν σάλον τὴν ἔκπληξιν λέγει, τὸ θαῦμα, τὴν ἔκστασιν, ὥστε δεῖξαι τὸ μέ‐ γεθος τῶν γεγενημένων.
60Εἶτα δεικνὺς ὅσον ἐστὶν ἀνδρὸς ἀρετὴ, ἀπὸ τοῦColumn end

55

.

308

δούλου τὸν Δεσπότην ἐκάλεσεν. Ὃ καὶ Παῦλος ἀντὶ μεγίστης τιμῆς ἔφη τοῖς ἁγίοις δεδόσθαι ἐκείνοις, ὅτι δὴ τῶν βιωτικῶν ἀπηλλάγησαν ἁπάντων. Οὐδὲ γὰρ τὴν τιμὴν μόνον τίθησιν, ἀλλὰ καὶ τὴν αἰτίαν τῆς
5τιμῆς προστίθησιν, ἵνα τὸν ἀκροατὴν διδάξῃ τὴν ὁδὸν, δι’ ἧς δύναται ταύτης ἀπολαῦσαι τῆς προεδρίας. Τίς δέ ἐστιν αὕτη; Τὸ ἀπὸ τῶν δούλων καλεῖσθαι τὸν Δε‐ σπότην. Διὸ καὶ ἔλεγε· Δι’ ἢν αἰτίαν οὐκ ἐπαισχύ‐ νεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πῶς
10δὲ ὁ Θεὸς αὐτῶν ἐκαλεῖτο· Λέγων· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Εἶτα καὶ τὴν αἰτίαν τῆς τοιαύτης κλήσεως ἀνωτέρω τιθεὶς, εἶπε· Καὶ οὗτοι πάντες ἀπέθανον, μὴ κο‐ μισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐ‐
15τὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαν‐ τες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν. Αὕτη ἡ αἰ‐ τία, διὸ καὶ ἐπήγαγε· Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύ‐ νεται αὐτοὺς ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξένοι καὶ
20παρεπίδημοι εἶναι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ παρόντα, ἀλλ’ ἀποῤῥήξαντες ἑαυτοὺς τῶν βιωτικῶν, οὕτως ἐν ἀλλοτρίᾳ διέτριβον. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Ποίαν ἔχοιεν ἂν, εἰπέ μοι, συγ‐
25γνώμην οἱ σκληροὶ καὶ δυσένδοτοι, ὅταν ἡ πέτρα καὶ ἡ ἀκρότομος καὶ σκληρὰ καὶ δυσένδοτος εἴκῃ τῷ προστάγματι τοῦ Θεοῦ, ἄνθρωπος δὲ, ὁ λόγῳ τε‐ τιμημένος, καὶ πάντων ἡμερώτερος, ἐκείνης ἀναι‐ σθητότερος γίνηται; Ἀκρότομον γὰρ ἐνταῦθά φησι
30τὴν σιδήρῳ οὐ ῥᾳδίως εἴκουσαν, ἀλλ’ ἐκ τῶν ἄκρων μόλις ἀποθραυομένην. Ἀλλ’ ὅμως καὶ ἐκείνη εἰς τὴν ἐναντίαν διελύθη φύσιν, καὶ πηγὰς ἀφῆκεν ὑδάτων. Ὁ γὰρ τῆς φύσεως δημιουργὸς, καὶ τοὺς ὅρους αὐ‐ τοὺς μεταθεῖναι δύναται, καὶ τὰ ἐναντία ἐπιδείξα‐
35σθαι· ὃ πολλαχοῦ πολλάκις ἐποίησε, δεικνὺς ὅτι αὐ‐ τός ἐστιν ὁ ἐξ οὐκ ὄντων τὰ πάντα ποιήσας. Εἰπὼν τοίνυν τὰς παλαιὰς εὐεργεσίας, τὰ θαύματα, τὰ τε‐ ράστια, πῶς ἀπήλλαξε βαρβαρικῆς δουλείας, πῶς εἰς ἐλευθερίαν ἐχειραγώγησε, καὶ τὰ στοιχεῖα μετέβαλε,
40καὶ πάντα ἡδονῆς ἐνέπλησε, καὶ ὑπὲρ τῶν παρόντων δεῖται, ἐπὶ τὸν αὐτὸν καταφεύγων λιμένα. Εἶτα ἐπειδὴ κἀκεῖνο γεγένηται, οὐ διὰ τὴν ἀξίαν τῶν εὐερ‐ γετουμένων, ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ διὰ τὸ ὄνομα αὐτοῦ· ὅπερ ἔλεγεν, Ἵνα μὴ βεβη‐
45λωθῇ τὸ ὄνομά μου, ἀλλὰ πάντες μάθωσι διὰ τῶν γινομένων τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τοῦτο διδασκαλίας ὑπόθεσις γένηται· τοῦτο καὶ νῦν προβάλλεται τὸ δικαίωμα, λέγων· Εἰ καὶ ὑπὸ τοῦ βίου προδεδόμεθα, καὶ ἀπὸ τῶν ἔργων ἐσμὲν ἀπαῤ‐

55

.

308

(50)

ῥησίαστοι, διὰ τὸ ὄνομά σου ποίησον, ὃ καὶ Μωϋσῆς τότε ἔλεγεν. Ὃ καὶ οὗτός φησι, συνῳδὰ ἐκείνῳ φθεγ‐ γόμενος· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνό‐ ματί σου δὸς δόξαν. Μὴ δι’ ἡμᾶς, φησὶν, ἵνα ἡμᾶς λαμπροτέρους ποιήσῃς καὶ ἐπισήμους, ἀλλ’ ἵνα αὐτὸς
55πανταχοῦ κατάδηλόν σου τὴν δύναμιν ἐργάσῃ. Ἀλλ’ ὥσπερ τὸ ὄνομα αὐτοῦ δοξάζεται, ἀντιλαμβανομένου καὶ βοηθοῦντος· οὕτω πάλιν δοξάζεται ἐν ἀρετῇ βιούντων ἡμῶν καὶ λαμπόντων κατὰ τὴν πολιτείαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν
60ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ

55

.

309

δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ὥσπερ τοίνυν δοξάζεται ἐν ἀρετῇ ὄντων ἡμῶν, οὕτω πάλιν βλασφημεῖται ἐν κακίᾳ διατριβόντων. Τοῦτο γοῦν καὶ διὰ τοῦ προφήτου δηλῶν, ἔλεγε· Τὸ ὄνομά
5μου δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἀλλ’ ἐπειδὴ οὐδαμόθεν ἑτέρωθεν ἔχει τὴν συνηγορίαν τὴν ὑπὲρ αὐτῶν ποιήσασθαι, ἐπὶ τοῦτο καταφεύγει, καθάπερ καὶ Μωϋσῆς. Ἀλλ’ οὐκ ἀεὶ αὐτὸ ποιεῖ ὁ Θεὸς, τῆς σωτηρίας κη‐
10δόμενος τῶν ἀνθρώπων. Εἰ γὰρ ἀεὶ τοῦτο ποιεῖν ἔμελλε, πολλοὶ τῶν ῥᾳθύμων χείρους ἂν ἐγένοντο, μέγιστον ἐνέχυρον ἔχοντες τοῦ μὴ πάσχειν κακῶς, τὸ διὰ τὴν δόξαν αὐτοῦ διηνεκῶς σώζεσθαι. Ἀλλ’ οὐ γί‐ νεται τοῦτο. Οὐ γὰρ οὕτω μέλει τῆς δόξης αὐτοῦ αὐτῷ,
15ὡς τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων. Εἰ γὰρ ἄνθρω‐ ποι καταφρονοῦσι τούτου, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ δεόμενός τινος τῶν παρ’ ἡμῶν· ἀλλ’ ὅπερ ἔφην, ὁ Προφήτης, ἐπειδὴ συνηγόρου τάξιν ἔχει, ἀπὸ τῶν ἐνόντων τὴν συνηγορίαν ποιεῖται, καὶ διπλασιάζει τῷ
20λόγῳ, λέγων· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν· σφόδρα τὸ ἀνάξιον τῶν σωζομένων δεικνύς· Ἀλλ’ ἢ τῷ ὀνό‐ ματί σου δὸς δόξαν. Ἡμεῖς μὲν γὰρ μυρίων ἄξιοι κακῶν· ἀλλ’ ὅπως τὸ ὄνομά σου μὴ βεβηλωθῇ. Ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Ἕτερος ἑρμη‐
25νευτής φησι, Διὰ τὸ ἔλεός σου. Ὁρᾷς πῶς αὐτὸ καὶ αὐτὸς οἶδε σαφῶς, ὅτι πολλάκις τούτου καταφρο‐ νῶν ὁ Θεὸς πρὸς ἓν ὁρᾷ μόνον, τὴν τῶν ἁμαρτανόν‐ των διόρθωσιν. Διὰ τοῦτο ἐπήγαγεν· Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τουτέστι, διὰ τὸ ἔλεός σου
30βοήθησον ἡμῖν, εἰ καὶ τῆς δόξης οὐ μέλει σοι τῆς παρὰ τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου. Ἔστι γὰρ, ἔστι καὶ κολάζοντα δόξαν λαβεῖν, οὐκ ἐλεοῦντα μόνον. Ἀλλὰ μὴ οὕτω, φησὶν, ἀλλὰ διὰ τὸ ἔλεός σου. Ἐχρῆν μὲν γὰρ παρ’ ἡμῶν
35τῷ ὀνόματί σου δίδοσθαι δόξαν διὰ τοῦ βίου καὶ τῆς πολιτείας· ἐπειδὴ δὲ τοῦτο προδεδώκαμεν, διὰ τῆς ἀντιλήψεως ποίησον, διὰ τοῦ ἐλέου καὶ τῆς φιλανθρω‐ πίας. Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν;
40 δʹ. Πολλῶν καὶ νῦν εὐχομένων ἀκούω ταῦτα λεγόν‐ των· ἀλλὰ δέος, μήποτε ἄλλως εἴπωσι τὸ, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; ὅταν ἁρπάζωσι πολλοὶ, καὶ ἀδικῶσι, καὶ μυρία ποιῶσι δεινά. Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ
45πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐνταῦθα τὴν πλά‐ νην τῶν ἀνοήτων διορθοῦται. Ἐπειδὴ γὰρ πολλοὶ ἀγνοοῦσιν εἶναι Θεὸν, τὸ τοιοῦτον δόγμα διορθούμενος, φησίν· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Εἰ δὲ ἐν τῷ οὐρανῷ, πολλῷ

55

.

309

(50)

μᾶλλον ἐπὶ τῆς γῆς. Τί δέ ἐστιν, Ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν; Ἢ τὰς δυνάμεις τὰς ἄνω φησὶ, καὶ τοὺς δήμους τοὺς ἀπείρους ἐκεί‐ νους, ἢ τὰ ἐπιτάγματα, ἃ μετὰ εὐκολίας ἀνύεται. Εἰ δὲ ἡ γῆ πολλὴν ἔχει τὴν σύγχυσιν καὶ τὴν ἀταξίαν,
55μὴ θαυμάσῃς. Ἀπὸ τῆς τῶν ἀνθρώπων κακίας, καὶ τῆς πονηρίας τῶν μετιόντων, ἀλλ’ οὐ παρὰ τὴν ἀτο‐
νίαν τοῦ Θεοῦ τοῦτο γίνεται. Ὅτι γὰρ ἰσχυρὸς καὶColumn end

55

.

310

δυνατὸς, τὰ ἐν τῷ οὐρανῷ δηλοῖ πραττόμενα. Εἰ δὲ ἐν τῇ γῇ οὐχ οὕτως, οἱ ἀναξίους ἑαυτοὺς καθιστῶντες αἴτιοι. Καὶ ἑτέρως δ’ ἄν τις τοῦτον μεταχειρίσειε τὸν λόγον, ὅτι πολλὰ καὶ διὰ μακροθυμίαν οὐδέπω
5τὴν κατ’ ἀξίαν λαμβάνει ἀντίδοσιν. Διὰ τοῦτο καὶ πονηροὶ δικαίων περιγίνονται, οὐ βουλομένου τοῦ φι‐ λανθρώπου Θεοῦ παρὰ πόδας ἕκαστον τὰς εὐθύνας ἀπαιτεῖν τῶν πεπλημμελημένων· ἐπεὶ πάλαι ἂν τὸ γένος ἀνηρπάσθη τὸ ἡμέτερον. Τοῦτο τοίνυν ἐνταῦθά
10φησιν, ὅτι δυνατὸς μέν ἐστι καὶ ἰσχυρὸς, καὶ οἷός τε ἐπεξελθεῖν· καὶ δῆλον ἐκ τῶν ἐν τῷ οὐρανῷ γενομέ‐ νων· οὐ ποιεῖ δὲ τοῦτο, πανταχοῦ τῇ μακροθυμίᾳ χρώμενος, καὶ εἰς μετάνοιαν ἕλκων τοὺς ἐν πονηρίᾳ ζῶντας. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυ‐
15σίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψον‐ ται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ πε‐
20ριπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐν μὲν τῷ ἑκατοστῷ πέμπτῳ ψαλμῷ τὴν μανίαν αὐτῶν διηγούμενος ἔλεγεν, ὅτι Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις· ἐν δὲ
25τῷ παρόντι τὴν ἀναισθησίαν, ὅτι ταῖς ἀψύχοις ὕλαις προστετήκασι. Καὶ πάντα αὐτῶν ἔπεισι τὰ μέλη, πλατυτέραν τὴν κωμῳδίαν ἐργαζόμενος. Εἶτα καὶ ἐπάγων φησίν· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦν‐ τες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς.
30Καίτοι γε τοῦτο ἀρετὴ, τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἐν‐ ταῦθα κατάρα γέγονεν. Ἐννόησον οὖν τίνες ἂν εἶεν, ὅταν ἡ πρὸς αὐτοὺς ὁμοίωσις ἀντὶ ἀρᾶς προφέρηται τῆς ἐσχάτης. Καὶ καλῶς οὕτω τὸν λόγον ἐσχημάτισε, κωμῳδῶν αὐτοὺς εἰς ἐσχάτην ἄνοιαν, καὶ καταγε‐
35λάστους δεικνύς. Πῶς γὰρ οὐ καταγέλαστον, εἰπέ μοι, τὸ προσδε‐ δέσθαι ξοάνῳ τύπον ἔχοντι τῆς ἐσχάτης ἀσχημοσύ‐ νης; Τίς γὰρ ἂν ἕλοιτο γυμνὴν γυναῖκα ἰδεῖν; Ὁ δὲ δαίμων καὶ γυμνῷ τύπῳ παρεδρεύει. Καὶ νῦν μὲν
40πορνείας εἰκόνες τὰ ξόανα, νῦν δὲ μανίας τῆς κατὰ τῶν ἀῤῥένων. Τί γὰρ ἂν ὁ ἀετὸς βούλεται; τί δὲ ὁ Γανυμήδης; τί δὲ ὁ διώκων τὴν παρθένον Ἀπόλλων; τί δὲ τὰ ἕτερα μυσαρὰ σχήματα; Πανταχοῦ ἀσέλγεια, πανταχοῦ ἀκολασία, πανταχοῦ μίξεων ἀθέσμων καὶ
45ἐρώτων λυσσώντων τύποι. Καὶ γὰρ τὰ ξόανα, καὶ αἱ ἑορταὶ, καὶ αἱ πανηγύρεις, καὶ αἱ τελεταὶ, ἔλεγχοι καὶ ὑπομνήματα καὶ διδασκαλίαι τῶν ἀτόπων εἰσίν. Οὐ μόνον δὲ τῶν αἰσχρῶν, ἀλλὰ καὶ φόνων τῶν πρὸς ἀνθρώπους. Ὅθεν καὶ ἀποτροπιάζονται τοὺς δαίμο‐

55

.

310

(50)

νας. Οὐδὲν γὰρ ἕτερον παρ’ ἐκείνοις, ἢ ἀσέλγεια, καὶ μέθαι ἀκόλαστοι, καὶ ὠμότης, καὶ ἀπανθρωπία, καὶ μιαιφονίαι, καὶ τὰς ἑορτὰς ὅλας ἐντεῦθεν συνιστα‐ μένας ἴδοι τις ἄν. Κωμῳδήσας τοίνυν τῶν εἰδώλων τὴν ἀναισθησίαν, καὶ τὴν ἄνοιαν τῶν πεποιθότων αὐ‐
55τοῖς, μετάγει τὸν λόγον ἐπὶ τὸν τοῦ Θεοῦ ὕμνον λέ‐ γων· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν
60ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν
ἐστι. Διὰ γὰρ τούτων καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀνα‐

55

.

311

κηρύττει, καὶ τὴν ἀσύγκριτον αὐτοῦ καὶ κατὰ πάντων ὑπεροχήν. Τὰ γὰρ εἰς τὸν δῆμον τὸν Ἰουδαϊ‐ κὸν γινόμενα εἰς μέσον ἄγων, διπλῆν δείκνυσιν αὐτοῦ τὴν εὐεργεσίαν, μᾶλλον δὲ καὶ τριπλῆν. Πρῶτον μὲν,
5ὅτι δαιμόνων αὐτοὺς ἀπήλλαξεν· ἔπειτα, ὅτι ἑαυτὸν ἐγνώρισεν· καὶ τρίτον, ὅτι καὶ βοήθειαν αὐτοῖς τὴν παρ’ ἑαυτοῦ παρέσχε. Διαιρεῖ δὲ τὸν λόγον εἴς τε τὸν Ἰσραὴλ, καὶ τὸ ἱερατικὸν γένος, καὶ τοὺς ἐξ ἐθνῶν προσιόντας αὐτῷ.
10Οὐ γάρ ἐστιν ἴσον ἱερεὺς καὶ ἰδιώτης, ἀλλ’ ἔχει τι πλέον οὗτος· διὸ καὶ τὴν διαίρεσιν εἰκότως ποιεῖται. Καὶ γὰρ μείζων εἰς αὐτοὺς ἡ τιμὴ ἐγένετο. εʹ. Εἶτα δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἰουδαϊκὰ αὐτοῦ κατ‐ εκέκλειστο ἡ πρόνοια, καὶ τῶν προσηλύτων ἐμνήσθη,
15τῶν ἐκ τῶν ἐθνῶν προσιόντων, τήν τε βοήθειαν, καὶ τὴν εὐλογίαν εἰς ἅπαντας γεγενῆσθαι λέγων. Κύριος μνησθεὶς ἡμῶν, εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐ‐ λόγησε τοὺς φοβουμένους τὸν Κύριον. Τί ἐστιν,
20Εὐλόγησε; Μυρίων, φησὶν, ἐνέπλησεν ἀγαθῶν. Εὐ‐ λογεῖ μὲν γὰρ ἄνθρωπος Θεὸν, ὡς ὅταν λέγῃ, Εὐλό‐ γει, ἡ ψυχή μου, τὸν Κύριον. Ἀλλ’ ὁ τὸν Θεὸν εὐ‐ λογῶν, αὐτὸς κερδαίνει, λαμπρότερον ἑαυτὸν καθ‐ ιστὰς, οὐκ ἐκείνῳ τι χαριζόμενος· ὁ δὲ Θεὸς εὐλογῶν,
25ἡμᾶς λαμπροτέρους ποιεῖ, οὐκ αὐτός τι προσλαμβά‐ νει. Ἀνενδεὲς γὰρ τὸ Θεῖον· ὥστε ἑκατέρωθεν ἡμέ‐ τερόν ἐστι τὸ κέρδος. Πῶς δὲ εὐλόγησεν αὐτούς; Ἄρτον αὐτοῖς ἐξ οὐρανοῦ ἔδωκεν, ὕδωρ ὤμβρησεν ἐκ πέτρας, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους ἐφύλαξε,
30τὰ βουκόλια αὐτῶν ἐπλήθυνε καὶ τὰ ποίμνια αὐτῶν, λαὸν περιούσιον ὠνόμασε, καὶ βασίλειον ἱεράτευμα, νόμον ἔδωκε, προφήτας ἔπεμψε. Ταῦτα καὶ ἀλλαχοῦ κηρύττων, Οὐκ ἐποίησε, φησὶν, οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Καὶ
35ἄλλος· Ποῖον ἔθνος οὕτω σοφὸν, ᾧ ἐγγίζει Κύριος ὁ Θεός; Τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ ἓν γένος, φησὶν, ἔρημον εὐλογίας ἦν, ἀλλ’ εἰς πάντας ἐκτέτατο ταῦτα. Προσθείη Κύριος ἐφ’ ὑμᾶς· ἐφ’ ὑμᾶς, καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εἶδες ἕτερον εὐλο‐
40γίας εἶδος, τὸ ἐπιδοῦναι τὸ γένος; Διὰ δὴ τοῦτο ἐν τάξει κολάσεως τὸ ἐναντίον ἕτερος προφέρων φησί· Καὶ ἐσμικρύνθημεν, καὶ ἐσμὲν ὀλιγοστοὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ταύτης τῆς εὐλογίας καὶ ἐν Αἰγύπτῳ ὄντες ἀπήλαυον, καίτοι
45μυρίων ὄντων τῶν διακωλυόντων, τῶν ἔργων, τῆς ταλαιπωρίας, τῆς τῶν ἐνεστηκότων ὠμότητος· ἀλλ’ οὐδὲν τοῦ Θεοῦ τὸν λόγον διέκοπτεν, ἀλλ’ οὕτω προῄει τὰ τῆς εὐλογίας, ὡς ἐν διακοσίοις ἔτεσιν ἑξακοσίας γενέσθαι χιλιάδας. Ἀλλὰ τότε μὲν ἐν τούτοις τὰ τῆς

55

.

311

(50)

εὐλογίας, νυνὶ δὲ ἐν πολλῷ βελτίοσιν ἐπὶ τῆς Καινῆς. Διό φησι Παῦλος· Εὐλογητὸς ὁ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου‐ ρανίοις ἐν Χριστῷ. Καὶ πάλιν· Τῷ δὲ δυναμένῳ
ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτού‐Column end

55

.

312

μεθα ἢ νοοῦμεν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ. Διὰ δὴ τοῦτο καὶ οἱ προφῆται τὸ παλαιὸν εὐεργεσίας ζητοῦντες, ταύτην τὴν εὐλογίαν παρεῖχον. Ὁ γὰρ Ἐλισσαῖος τὴν ὑποδεξαμένην τῇ τοῦ παιδὸς
5δόσει ἀμείβεται. Ἐπὶ δὲ τῆς Καινῆς οὐ ταῦτα, ἀλλὰ πολλῷ μείζονα. Ἡ γοῦν πορφυροπῶλις οὐ ταῦτα ᾔτει παρὰ τῶν ἀποστόλων, ἀλλὰ τί; Εἰ οὐ κεκρίκατέ με ἀναξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ’ ἐμοί.
10 Εἶδες πόσον τὸ μέσον, καὶ τίνα μὲν ᾔτουν οἱ ἐν τῇ Παλαιᾷ, τίνα δὲ οἱ ἐν τῇ Καινῇ; Καὶ πάλιν ὁ Χριστός· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐ‐ ρανοῖς. Καὶ ὁ Παῦλος· Ὁ δὲ Θεὸς πληρώσαι ὑμᾶς πάσης χάριτος καὶ ἐλπίδος ἐν τῷ πιστεύειν, εἰς
15τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύμα‐ τος ἁγίου. Εἶδες εὐλογίας δύναμιν τὰ ἀπόῤῥητα χα‐ ριζομένην ἀγαθὰ, καὶ οὐδὲν ἔχουσαν γήϊνον; Καὶ πάλιν ὁ Παῦλος· Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἀλλ’ ἐν τῇ Παλαιᾷ,
20ὅτε παχύτερον τὰ τῶν ἀνθρώπων διέκειτο, ἀπὸ τῶν αἰσθητῶν τὰ τῆς εὐλογίας ὑφαίνετο, καὶ ἡ πολυπαι‐ δία μέγιστον πρᾶγμα εἶναι ἐνομίζετο. Ἐπειδὴ γὰρ ἐκ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, παραμυθούμενος τὸ γένος ὁ Θεὸς, καὶ δεικνὺς, ὅτι οὐ μόνον οὐκ ἀνα‐
25λώσει, οὔτε πανωλεθρίᾳ παραδώσει, ἀλλὰ καὶ πολλῷ πλείους ἔσονται τοῦ προτέρου, φησίν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Ἐπειδὴ δὲ ἐγνώσθη ὕπνος ὢν ὁ θάνατος, εἰσήγετο τὸ τῆς παρθενίας καλόν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι
30ἐν ἐγκρατείᾳ, ὡς καὶ ἐμαυτόν. Καὶ πάλιν· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Καὶ ὁ Χριστός· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλως δὲ καὶ ἐν ἀρχῇ τοῦτο ᾐνίξατο, ὅτι ἀρετῆς, οὐ πολυπαιδίας χρεία.
35Καὶ ἄκουε πῶς. Λέγει γάρ τις σοφός· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων, εἰ μή ἐστι μετ’ αὐτῶν φόβος Θεοῦ· καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς, ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον, ἢ ἔχειν τέκνα ἀσεβῆ· καὶ κρείσσων εἷς ποιῶν τὸ
40θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀλλ’ οἱ ἀναί‐ σθητοι Ἰουδαῖοι, καὶ πρὸς τὴν σάρκα κεχηνότες ἀεὶ, καὶ ἀρετῆς ἀμελοῦντες, ἔλεγον· Τί ζητεῖ ὁ Θεὸς, ἀλλ’ ἢ σπέρμα; Δεικνὺς τοίνυν αὐτοῖς, ὅτι οὐ τοῦτο ζητεῖ, μυριάκις αὐτοὺς ἀπώλεσεν, ἀρετῆς ἐρήμους
45ὄντας. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ. Καλῶς προσ‐ έθηκε, Τῷ Κυρίῳ. Τοῦτο γὰρ μάλιστα εὐλογία, Εἰσὶ γὰρ καὶ παρὰ ἀνθρώποις εὐλογούμενοι, ἀλλ’ ἀν‐ θρώπινα τὰ ἐκείνων. Ἡ δὲ μεγίστη εὐλογία αὕτη. Ἄνθρωποι μὲν γὰρ εὐλογοῦσι, τουτέστι, ἐγκωμιά‐

55

.

312

(50)

ζουσιν, ἐπαινοῦσι τοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις ὄντας. Ἀλλ’ αὕτη ἡ εὐλογία πρόσκαιρος, καὶ ἡνίκα ἂν παρῇ, οὐδὲν ἔχουσα κέρδος· ἡ δὲ τοῦ Θεοῦ διηνεκὴς, καὶ ἐν τοῖς μεγίστοις παρέχουσα τὴν
ὠφέλειαν. Τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

55

.

313

ϛʹ. Εἶδες ὅση τῆς εὐλογίας ἡ ἰσχύς; Τὰ γὰρ ῥήματα αὐτοῦ ἔργα γίνεται. Τὸν γοῦν οὐρανὸν τὸ ῥῆμα αὐτοῦ πεποίηκε. Τῷ λόγῳ γὰρ, φησὶ, Κυρίου οἱ οὐ‐ ρανοὶ ἐστερεώθησαν. Ἐκείνῳ τῷ λόγῳ σε εὐλογεῖ,
5τῷ τοσαῦτα δυναμένῳ. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Τί λέγεις; ἐξελέ‐ ξατο τὸν οὐρανὸν οἴκημα ἑαυτῷ, καὶ τὰ ὑπερῷα λα‐ βὼν, ἡμῖν ἀφώρισε τὰ ἐνταῦθα; Ἄπαγε· οὐκ ἔστι
10τοῦτο, ἀλλὰ συγκαταβάσεως ὁ λόγος. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ ἕτερον ἕστηκε τὸ παρὰ τοῦ Θεοῦ λεγόμε‐ νον; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἐκεῖνο γὰρ ἐναντίον τούτῳ, εἰ κατὰ τὴν πρόχειρον αὐτὸ προφορὰν ἐκδεξώμεθα, καὶ μὴ
15τὴν ἀποκειμένην αὐτοῖς σκοπήσωμεν θεωρίαν. Τί οὖν ἐστιν ὅ φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων; Συγκα‐ ταβατικῷ κέχρηται λόγῳ, οὐκ ἀποκλείων ἐν τῷ οὐ‐ ρανῷ τὸν Θεόν. Οὐδὲ γὰρ τὸ, Οὐρανὸς θρόνος αὐτοῦ,
20καὶ ἡ γῆ ὑποπόδιον· ὥσπερ οὐδὲ τὸ, Οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, ἀξίως αὐτοῦ εἴρηται· ἀλλὰ καὶ αὐτὸ συγκατάβασις. Πάντα γὰρ αὐτὸς περιέχει, πάντα φέρει, οὐ δεόμενος τόπου, ἀλλ’ αὐτὸς ἅπαντα συγ‐ κρατῶν· ἀλλὰ λέγεται ὁ οὐρανὸς αὐτοῦ οἶκος, διὰ τὸ
25καθαρὸν εἶναι χωρίον πονηρίας. Ὥσπερ οὖν ἐνταῦθα οὐκ ἐκλογὴ ὁ οὐρανός· οὕτως οὐδὲ ὅταν λέγῃ, Ἔστη‐ σεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἢ ὅτι Ἐξελέξατο τὸν οἶκον Ἰακώβ. Οὐδὲ γὰρ ἐνταῦθά φησι τοῦτο, ὅτι οἱ μὲν Ἰουδαῖοι αὐτοῦ, οἱ δὲ ἄλλοι ἄν‐
30θρωποι οὐκ ἔτι· ἀλλ’ ἔρημοι τῆς προνοίας αὐτοῦ εἰσι, καὶ τῆς δημιουργίας ἀπεστέρηνται. Κοινὸς γὰρ ἁπάντων Θεός ἐστι· κέχρηται δὲ τῷ λόγῳ τούτῳ, δεικνὺς τὸν πό‐ θον τὸν περὶ αὐτοὺς, ἐπειδὴ ὁπωσοῦν τῶν ἄλλων ἐδό‐ κουν εἶναι ἀμείνους. Ὅτι γὰρ οὐκ αὐτοὺς ἐξελέξατο
35μόνους, ἀλλὰ πάντων ἦν κηδεμὼν, δείκνυσι μὲν καὶ τὰ πρὸ Μωϋσέως, οὐκ ἔλαττον δὲ καὶ τὰ ἐπ’ αὐτοῦ· καὶ μετὰ τοῦτον τὰ καθέκαστον γινόμενα. Τόν τε γὰρ ἥλιον, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα κοινῇ πᾶσιν ἔδωκε, τόν τε φυσικὸν νόμον πᾶσιν ἐνέσπειρε.
40Τόν τε Ἀβραὰμ, Πέρσην ὄντα, καὶ ἐφίλει, καὶ μετετί‐ θει· τούς τε γὰρ Αἰγυπτίους, τούς τε ἐν τῇ Χαναὰν, τούς τε ἀπὸ Περσίδος ἐλθόντας δι’ αὐτοῦ διώρθωσε· πάλιν διά τε τοῦ παιδὸς τοῦ ἐκείνου καὶ τοῦ ἐκγόνου πολλοὺς τῶν ἐκεῖ γειτόνων βελτίους ἐποίει, τὸ γοῦν
45ἑαυτοῦ μέρος. Ἐπειδὴ δὲ καὶ Μωϋσῆς ἐτέχθη, μετὰ ταῦτα διὰ τῶν εἰς τοὺς Ἰουδαίους γινομένων τοὺς Αἰ‐ γυπτίους πρὸς θεογνωσίαν ἐχειραγώγει, καὶ τοὺς ἐν Παλαιστίνῃ, καὶ μετὰ ταῦτα τοὺς ἐν Βαβυλῶνι. Οὕτως ὅταν λέγῃ, Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τοῦτο

55

.

313

(50)

λέγει, ὅτι διὰ τοῦτο ἐπαναπαύεται τοῖς ἐκεῖ, ἐπειδὴ πάσης εἰσὶ πονηρίας ἀπηλλαγμένοι. Καὶ σὺ δὲ, ἂν μὴ τῇ γῇ προσηλωμένος ᾖς, ἀλλ’ ἄγγελος γένῃ, ταχέως
εἰς τὸν οὐρανὸν καὶ τὸν πατρῷον οἶκον ἀναβήσῃ, καὶColumn end

55

.

314

πρὸ τῆς ἀναστάσεως δὲ ἐντεῦθεν ἤδη μετέστης, καὶ τὸ ἀξίωμα ἔχεις. Καθάπερ γὰρ πολλοὶ τῶν εἰς τὴν μεγάλην σύγκλητον τελούντων, καὶ ἐν ἀγρῷ διατρίβον‐ τες ἀξίωμα ἔχουσι· οὕτω καὶ σὺ ἐὰν βουληθῇς ἐν οὐ‐
5ρανῷ πολιτεύεσθαι, καὶ ἐνταῦθα διατρίβων, ἀπολαύσῃ τῆς ἀξίας ἐκείνης. Οὐχὶ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Νεκροὺς οὐ τοὺς
10τετελευτηκότας φησὶν, ἀλλὰ τοὺς ἐν ἀσεβείαις ἐναπο‐ θανόντας, ἢ τοὺς ἐν ἁμαρτήμασι κατασαπέντας. Ἐπεὶ καὶ Ἀβραὰμ τετελευτηκὼς ἦν, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλ’ ὅμως οὕτως ἔζων, ὡς τὴν ἐκείνων μνήμην ποιεῖ‐ σθαι τοὺς ζῶντας. Ὁ γοῦν Μωϋσῆς ὑπὲρ τοῦ ὑπ’ αὐτοῦ
15δημαγωγουμένου λαοῦ προσευχόμενος, δι’ αὐτῶν δυ‐ σωπεῖ τὸν Θεὸν, εἰς ἱκετηρίαν αὐτοὺς προσλαβών. Καὶ οἱ τρεῖς δὲ παῖδες διὰ τούτους ἀξιοῦσι σώζεσθαι· διὸ καὶ λέγουσι· Μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, δι’ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ
20Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου. Εἰ δὲ τοσαύτην εἶχον ἰσχὺν, πῶς ἦσαν νεκροί; Καὶ πάλιν ὁ Χριστός· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Διὰ τοῦτο Παῦλος τοὺς ἀπο‐ θανόντας, οὐ νεκροὺς καλεῖ, ἀλλὰ τοὺς κοιμηθέντας,
25γράφων· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων. Ὁ γὰρ δίκαιος κἂν τελευτήσῃ, οὐ τέθνηκεν, ἀλλὰ καθεύδει. Ὁ γὰρ μέλλων εἰς ζωὴν βελ‐ τίονα παραπέμπεσθαι, καθεύδει· ὁ δὲ μέλλων εἰς θά‐ νατον ἀθάνατον ἀπάγεσθαι, καὶ ζῶν τετελεύτηκε, καὶ
30νεκρός ἐστιν. Ἐκεῖνοι εἰς ᾅδην καταβαίνουσιν· οὗτοι εἰς οὐρανὸν ἀναβήσονται, καὶ μετὰ Χριστοῦ ἔσονται. Διὰ δὴ τοῦτο καὶ ὁ Προφήτης οὐχ ἁπλῶς εἶπεν, Οἱ ζῶν‐ τες, ἀλλ’, Ἡμεῖς οἱ ζῶντες, καὶ τὸ καθ’ ἑαυτὸν θείς. Καὶ διὰ τί μὴ εἶπεν, Οἱ ζῶντες, ἀλλὰ προσέθηκεν,
35Ἡμεῖς; Ὅτι καὶ Παῦλος οὕτως εἶπεν, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσομεν εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Καθάπερ ἐκεῖ τὸ, Ἡμεῖς, προσκείμενον, οὐκ ἀφίησι τὸ εἰρημένον περὶ πάντων λέγεσθαι, ἀλλὰ περὶ τῶν πιστῶν, καὶ ἐκείνῳ
40κατὰ τὴν πολιτείαν ἐοικότων· οὕτω καὶ ἐνταῦθα τὸ, Ἡμεῖς οἱ ζῶντες, τοὺς κατὰ τὸν Δαυῒδ λέγει, καὶ τοὺς ἐν ἀρετῇ ζῶντας. Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς καὶ τὴν ἐπαγωγὴν τοῦτο δηλοῦσαν; Τοῦτο, ποῖον; Ὅτι περὶ τῶν κατ’ ἀρετὴν ζώντων λέγει. Οὐ‐
45δεὶς γοῦν τὸν αἰῶνα ζῇ τὴν ζωὴν ταύτην, ἀλλ’ ἐκεῖνοι μόνοι, οἳ καὶ διαπαντὸς ζῶσι τὴν μετὰ δόξης ζωήν. Καὶ γὰρ καὶ οἱ ἁμαρτωλοὶ ζῶσιν· ἀλλ’ ἐν κολάσει καὶ τι‐ μωρίᾳ, καὶ τῷ βρύχειν τοὺς ὀδόντας· οὗτοι δὲ ἐν λαμ‐ πρότητι καὶ περιφανείᾳ, ἔργον ἔχοντες τὸ μετὰ τῶν

55

.

314

(50)

ἀσωμάτων δυνάμεων τοὺς μυστικοὺς ἀναφέρειν τῷ Θεῷ ὕμνους. Ἵνα οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύσωμεν τῆς χαρᾶς, ταύτην διώξωμεν τὴν ζωὴν, ἵνα καὶ ἐπ’ ἐκείνην ἔλθωμεν τὴν λῆξιν, ἣν οὔτε λόγος, οὔτε νοῦς,
οὔτε ἕτερον οὐδὸν παραστῆσαι δυνήσεται, ἀλλ’ αὐτὴ

55

.

315

μόνη ἡ πεῖρα δείκνυσιν αὐτῆς τὴν μακαριότητα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
5αἰώνων. Ἀμήν.
6tΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ.
7Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. αʹ. Καὶ τίς οὐκ ἀγαπᾷ ἀκουόμενος; φησί. Πολλοὶ τῶν
10βιωτικῶν ἀνθρώπων. Οὐ γὰρ δὴ βούλονται ταῦτα ἀκοῦσαι, ἃ αὐτοῖς συμφέρει, ἀλλ’ ἀξιοῦσι μὲν τὰ μὴ συμφέροντα αὐτοῖς γίνεσθαι· εἶτα ἐπειδὰν γένηται, ἀλύουσι, καὶ δυσανασχετοῦσι. Τὰ γὰρ συμφέροντα ἐκεῖνά εἰσιν, ἃ ὁ Θεὸς οἶδε καὶ ἐπίσταται εἶναι συμφέ‐
15ροντα ἡμῖν, κἂν πενίαν εἴπῃς, κἂν λιμὸν, κἂν νόσον, κἂν ὁτιοῦν ἕτερον τοιοῦτον. Ἃ δὲ Θεὸς δοκιμάσῃ συμ‐ φέροντα εἶναι καὶ δῷ, ταῦτά ἐστι τὰ λυσιτελῆ. Ἐπεὶ καὶ Παύλῳ ἄκουσον τί φησιν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.
20Τοῦτο γὰρ ἦν αὐτῷ συμφέρον, διωγμοὶ, καὶ θλίψεις, καὶ στενοχωρίαι. Ἀκούσας δὲ, ὅτι τοῦτο συνέφερεν, ἔλεγε· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Ὥστε οὐ τῶν τυχόντων ἐστὶ χαίρειν, ὅταν ὁ Θεὸς αὐτῶν ἐπακούῃ, τὰ συμφέροντα παρέχων. Πολλοὶ
25γοῦν τὰ ἀσύμφορα βούλονται, καὶ τούτοις ἐνευφραί‐ νονται· ὁ δὲ Προφήτης οὐχ οὕτως, ἀλλὰ τί; Ἠγάπη‐ σεν, ὅτι εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, τὰ συμφέροντα δι‐ δούς. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Πάλιν ἀνθρωπί‐ νοις ῥήμασι τοῦ Θεοῦ τὸ νεῦμα παρίστησι. Καὶ ἕτερον
30δέ τι αἰνίττεται διὰ τοῦ ῥήματος τούτου, λέγων, ὅτι Οὐκ ἐγὼ ἄξιος ἀκουσθῆναι, ἀλλ’ αὐτὸς κατέβη πρός με. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Τί ἐστιν, Ἐν ταῖς ἡμέραις μου; Οὐκ ἐπειδὴ, φησὶν, ἠκούσθην, ἀποπηδήσω, καὶ ῥᾳθυμότερος ἔσομαι, ἀλλὰ τὰς ἡμέ‐
35ρας μου πάσας τοῦτο ἔργον ποιήσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾄδου εὕροσάν με. Θλίψιν καὶ ὀδύνην εὗρον· καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εἶδες ὅπλον ἰσχυρόν; εἶδες παραμυθίαν πάντα λύουσαν τὰ δεινά; εἶδες ψυ‐
40χὴν διαθερμαινομένην τῷ πόθῳ τοῦ Δεσπότου; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἤρκεσέ μοι εἰς ἀπαλλαγὴν τῶν πε‐ ριεχόντων κακῶν τὸ καλέσαι τὸν Θεόν. Τί οὖν ἡμεῖς καλοῦμεν πολλάκις, καὶ οὐκ ἀπαλλαττόμεθα τῶν δει‐ νῶν; Ὅτι οὐ καλοῦμεν ὡς καλεῖν δεῖ. Ὅτι γὰρ αὐτὸς
45ἕτοιμος ἀεὶ παρέχειν, ἄκουσον τί φησιν ἐν τοῖς Εὐαγγε‐ λίοις· Τίς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐ‐ τοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ· ἢ ἰχθὺν ἐὰν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς, πονη‐ ροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ τοῖς τέκνοις ὑμῶν

55

.

315

(50)

διδόναι· πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. Ὁρᾷς πόση αὐτοῦ ἡ ἀγαθότης, ὅταν ἡ ἡμετέρα πρὸς ἐκείνην συγκρι‐ νομένη πονηρία φαίνηται; Ἐπεὶ οὖν τοιοῦτος ὁ ἡμέτε‐ ρος Δεσπότης, πρὸς αὐτὸν ἀεὶ καταφεύγωμεν, καὶ βοηθὸν
55μόνον τοῦτον καλῶμεν, καὶ ἕτοιμον εἰς τὸ σώζειν εὑρή‐ σομεν. Εἰ γὰρ οἱ ναυαγίῳ περιπεσόντες, καὶ ἐπὶ σανί‐ δος φερόμενοι, τοὺς πόῤῥωθεν ἐξ εὐθείας καλοῦντες
πείθουσι φιλανθρωπεύεσθαι, καίτοι γε οὐδὲν κοινὸνColumn end

55

.

316

πρὸς αὐτοὺς ἔχοντας, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς γνωρι‐ ζόμενοι μόνον· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος, καὶ φυσικὴν τὴν χρηστότητα ἔχων, τοὺς ἐν συμφοραῖς ὄν‐ τας ἐξελεῖται, εἰ μόνον ἐπ’ αὐτὸν καταφεύγειν βουλη‐
5θῶσι, καὶ γνησίᾳ καλεῖν αὐτὸν διανοίᾳ, τὰς ἀνθρωπί‐ νας ἀφέντες ἐλπίδας. Ὅταν τοίνυν ἀδοκήτῳ τινὶ περι‐ πέσῃς κακῷ, μὴ καταπέσῃς, ἀλλ’ εὐθέως ἀνάστησόν σου τὸ φρόνημα, καὶ πρὸς τὸν ἀκύμαντον κατάδραμε λιμένα, καὶ τὸν ἀχείρωτον πύργον, τὴν τοῦ Θεοῦ βοή‐
10θειαν. Διὰ τοῦτο γάρ σε εἴασε περιπεσεῖν, ἵνα αὐτὸν καλέσῃς. Ἀλλ’ οἱ πολλοὶ τότε μάλιστα ἀναπεσόντες καὶ τὴν οὖσαν εὐλάβειαν ἐκβάλλουσι, δέον τοὐναντίον ποιεῖν. Ἐπειδὴ γὰρ σφόδρα ἡμᾶς φιλεῖ, διὰ τοῦτο ἀφίησι θλίβεσθαι, ἵνα ἀκριβέστερον αὐτῷ συναπτώμε‐
15θα. Ἐπεὶ καὶ μητέρες τὰ ἀφηνιῶντα παιδία προσ‐ ωπείοις διαφόροις ἐκδειματοῦσαι ἀναγκάζουσιν εἰς τοὺς οἰκείους καταφεύγειν κόλπους, οὐ λυπῆσαι αὐτὰ βουλόμεναι, ἀλλὰ τὴν προσεδρείαν αὐτῶν σοφιζόμεναι· οὕτω καὶ ὁ Θεὸς ἀεὶ βουλόμενος ἡμᾶς ἑαυτῷ συνάπτειν,
20καθάπερ τις ἐραστὴς σφοδρὸς, μᾶλλον δὲ παντὸς ἐρα‐ στοῦ σφοδρότερος ὢν, εἰς χρείας ἀφίησί σε τοιαύτας καταστῆναι, ἵνα διηνεκῶς εὐχῇ σχολάζῃς, καὶ διηνεκῶς αὐτὸν καλῇς, καὶ τῶν ἄλλων ἀφέμενος τὰ αὐτοῦ μερι‐ μνᾷς. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἕτερος ἑρ‐
25μηνευτής· Ἀξιῶ δὴ, Κύριε, ἐξελοῦ τὴν ψυχήν μου. Ἄλλος· Ὦ δὴ Κύριε, περίσωσον τὴν ψυχήν μου. Εἶδες φιλόσοφον ψυχήν; πῶς τὰ βιωτικὰ πάντα ἀφεὶς, ἓν μόνον ζητεῖ, τὸ τὴν ψυχὴν διαμεῖναι ἀσινῆ,
30καὶ μηδὲν παθεῖν τῶν παραβλαπτόντων αὐτήν; Ταύ‐ της γὰρ εὖ διακειμένης, τὰ λοιπὰ πάντα ἕψεται, ὥσπερ οὖν οὐκ εὖ ἐχούσης, τῆς λοιπῆς ἡμῖν οὐδὲν ὄφε‐ λος εὐημερίας. Διὸ πάντα δεῖ καὶ ποιεῖν καὶ λέγειν, ὥστε ταύτην διασώζεσθαι. Τοῦτο γάρ ἐστιν ὃ αἰνίττε‐
35ται λέγων· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Καθά‐ περ γὰρ ἐκεῖνος τὸ λοιπὸν σῶμα προΐεται, ὥστε τὴν κεφαλὴν διασῶσαι· οὕτω καὶ σὲ τὰ ἄλλα πάντα ἐκδιδό‐ ναι χρὴ ὑπὲρ τῆς σωτηρίας τῆς ψυχῆς. Οὐδὲ γὰρ πε‐ νία, οὐ νόσος, οὐκ αὐτὸ τὸ πάντων κεφάλαιον δοκοῦν εἶ‐
40ναι τῶν δεινῶν, ὁ θάνατος, παραβλάψαι δυνήσεται τὸν ἐμπεσόντα, σωζομένης ἐκείνης· ὥσπερ οὐδὲ ἀπὸ τῆς ζωῆς πλέον τι ἕξεις, ἀπολωλυίας καὶ διεφθαρμένης. Διὰ δὴ τοῦτο τὸν ὑπὲρ ταύτης ποιεῖται λόγον, πάντα τὰ ἄλλα ἀφεὶς, καὶ ἀξιοῖ ἡμέρους αὐτῇ γενέσθαι
45τὰς εὐθύνας, καὶ τῶν ἀφορήτων ἀπαλλαγῆναι κολά‐ σεων. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Εἶδες πῶς παιδεύει τὸν ἀκροατὴν μήτε ἀπογινώσκειν, μήτε ἀναπεπτωκέναι; Μονονουχὶ γὰρ τοῦτο λέγει· Μήτε ἀπογνῷς· ἐλεήμων γὰρ ὁ Θεός·

55

.

316

(50)

μήτε ἀναπέσῃς, καὶ γὰρ καὶ δίκαιος. Τούτου μὲν οὖν
τὴν ῥᾳθυμίαν ἐκκόπτει· ἐκείνου δὲ τὴν ἀπόγνωσιν

55

.

317

ἀναιρεῖ, ἑκατέρωθεν τὴν σωτηρίαν ἡμῶν πραγματευό‐ μενος. βʹ. Εἶτα δεικνὺς τὸ πρὸς τὴν φιλανθρωπίαν ἐπιῤῥεπέ‐ στερον, ἐπάγει πάλιν λέγων· Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
5Καὶ καλῶς εἶπεν· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν θεῶν, ὧν πρώην ἐμνήσθη. Ἐκείνοις μὲν γὰρ τὸ σφάζειν καὶ ἀναιρεῖν, καὶ ἀκήρυκτα πολεμεῖν ἔργον· τούτῳ δὲ τὸ φιλανθρωπεύεσθαι, καὶ συγγινώσκειν, καὶ κινδύνων ἐξαρπάζειν διηνεκῶς· ἃ δὴ μάλιστα μετὰ
10τῶν ἄλλων δείκνυσι τοὺς μὲν δαίμονας ὄντας καὶ ἀλι‐ τηρίους, τὸν δὲ κηδεμόνα καὶ προστάτην καὶ Θεὸν ἀληθινόν. Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐνταῦθα μέγιστον εἶδος προνοίας αὐ‐
15τοῦ ἀνακινεῖ. Ἐπειδὴ γὰρ εἶπεν· Ἐλεήμων καὶ δί‐ καιος, καὶ ἐλεεῖ, μεγίστης αὐτοῦ φιλανθρωπίας ἔργον δείκνυσι. Ποῖον δὴ τοῦτο; Τὸ τῶν νηπίων. Ἡμεῖς μὲν γὰρ καὶ λόγον ἔχομεν τὰ μὲν φυλάττεσθαι, τὰ δὲ ἑλέ‐ σθαι παιδεύοντα, καὶ τὰ ἐπερχόμενα διακρούεσθαι
20κακὰ, καὶ τὰ παρόντα διαλῦσαι, καὶ ἰσχὺν κεκτήμεθα, καὶ τέχνας ἐπιστάμεθα· τὰ δὲ παιδία τούτων ἔρημα πάντων, ὡς ἀπροστάτευτα· ἀλλὰ διὰ πάντων ἔχει τοῦ Θεοῦ τὴν πρόνοιαν, ἧς εἰ μὴ συνεχῶς ἀπήλαυον, πάντα ἂν ἀπολώλει. Καὶ γὰρ καὶ ὄφις ἂν ἠφάνισεν ἐν σπαρ‐
25γάνοις ἔτι ὂν τὸ παιδίον, καὶ κατοικίδιος ὄρνις, καὶ πολλὰ τῶν ἑρπόντων ἕτερα τῶν κατὰ τὰς οἰκίας. Οὐδὲ γὰρ ἀρκεῖ οὔτε τροφὸς, οὔτε μήτηρ, οὔτε ἕτερος οὐδεὶς ἀπηρτισμένην ἐπιδείκνυσθαι περὶ αὐτὰ πρόνοιαν, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύῃ ῥοπῆς. Τινὲς δέ φασι καὶ περὶ
30τῶν ἐμβρύων καὶ μήπω τῆς γαστρὸς ἐξελθόντων τοῦ‐ τον εἰρῆσθαι τὸν λόγον. Ἐταπεινώθην, καὶ ἔσωσέ με. Οὐκ εἶπεν· Οὐκ εἴασεν εἰς κινδύνους ἐμπεσεῖν· ἀλλὰ, Μετὰ τὸ ἐμπεσεῖν διέσωσεν. Ἐπειδὴ γὰρ εἶπε τὴν καθόλου αὐτοῦ πρόνοιαν, καὶ ἐπὶ τοῦ οἰκείου προσώπου
35προάγει τὸν λόγον, ὅπερ ἔθος αὐτῷ ἀπό τε τῶν καθολι‐ κῶν, ἀπό τε τῶν μερικῶν ταῦτα συνιστᾷν. Μὴ τοίνυν μηδὲ σὺ ζήτει τὸν ἀδείας γέμοντα βίον· οὐ γάρ ἐστί σοι λυσιτελές. Εἰ γὰρ τοῖς προφήταις οὐκ ἦν συμφέρον, πολλῷ μᾶλλον σοί. Ὅτι γὰρ οὐκ ἦν συμφέρον, ἄκουσον
40τί φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Διπλῆ ἡ εὐχαριστία ἐνταῦθα, ὅτι εἴασεν ἐμπεσεῖν εἰς κινδύνους, καὶ ὅτι ἐμπεσόντα οὐ κατέλιπεν. Ἀμφότερα δέ πως εὐεργεσίας εἶδος, καὶ τοῦ δευτέρου τὸ πρότερον οὐκ ἔλαττον, ἀλλ’,
45εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ κινδύνους διέλυσε, τὸ δὲ τὴν ψυχὴν φιλοσοφω‐ τέραν εἰργάσατο. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὅτι ἐῤῥύσατο τὴν ψυχήν μου ἀπὸ θανάτου, τοὺς

55

.

317

(50)

ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ μὲν τῆς ἱστορίας λόγος δεινὴν ἀπαλλαγήν φησι, καὶ ἄνεσίν τινα καὶ ἐλευθερίαν. Εἰ
δέ τις κατὰ ἀναγωγὴν αὐτὸν ἐκλάβοι, δυνήσεται τὴνColumn end

55

.

318

ἐντεῦθεν ἀποδημίαν λύτρωσιν λέγειν, καὶ ἀνάπαυσιν ταύτην καλεῖν. Ἀπαλλαγὴ γάρ ἐστι πάντων τῶν ἀδοκή‐ των δεινῶν. καὶ οὐκ ἔτι τῇ ἀδηλίᾳ λοιπὸν ὑπόκειται, ἐν ἀσφαλείᾳ γεγονὼς, ὁ μετὰ χρηστῆς καταλύσας ἐλπίδος.
5Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας ὁ θάνατος εἰσενήνεκται, ἀλλ’ ὅμως εἰς εὐεργεσίαν ἡμῶν αὐτῷ ὁ Θεὸς ἐχρήσατο. Διὰ δὴ τοῦτο οὐκ αὐτῷ μόνον ἠρκέσθη, ἀλλὰ καὶ τὸν βίον ἐπίμοχθον ἐποίησεν, ἵνα μάθῃς, ὅτι οὐδὲ τὸ πρότερον συνεχώρησεν ἂν, εἰ μὴ σφόδρα χρήσιμον ἦν παρὰ τὴν
10αὐτοῦ σοφίαν τοῦτο γενόμενον. Διὰ δὴ τοῦτο εἰπών· ᾟ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ, οὐκ ἠρκέσθη τῷ ἐπιτιμίῳ· τὸ γὰρ ἐπιτίμιον τοῦτο ἦν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· νῦν δὲ καὶ ἕτερον δείκνυσι λέγων· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον
15σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύ‐ παις φάγῃ αὐτήν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα. Οὐ γὰρ ἱκανὸν ἦν ἐκεῖνο αὐ‐ τοὺς σωφρονίσαι. Πολλοὺς γοῦν ὁρῶμεν ταύτῃ μάλιστα
20γινομένους βελτίους. Ὁ γὰρ θάνατος ἀναισθησίᾳ παρα‐ δίδωσιν, ἐπειδὰν ἐπέλθῃ· ταῦτα δὲ ζῶντας βελτίους ἐργάζεται. Εἰ δὲ φοβερὸν τὸ πρᾶγμα εἶναι δοκεῖ, παρὰ τὴν ἀσθένειαν τῶν οὕτω διακειμένων. Ὅτι γὰρ τῆς ἀσθενείας ἦν ὁ φόβος, ἄκουσον Παύλου, καὶ εὐχομένου
25τοῦτο, καὶ χαίροντος, ὡς ὅταν λέγῃ· Τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖττον· καὶ πάλιν· Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι· ἐπὶ δὲ τοῖς ἐναντίοις ἀλγοῦντος· Οὐ μόνον γὰρ, φησὶν, ἀλλὰ
30καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκ‐ δεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· καὶ πάλιν· Οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι. γʹ. Εἶδες πόσον ἐστὶ φιλοσοφία καλόν; Ἃ τοῖς ἄλλοις
35ἄξια δακρύων εἶναι δοκεῖ, ταῦτα τούτῳ εὐχῆς· καὶ ἃ τοῖς ἄλλοις ἄξια εὐφροσύνης καὶ ἡδονῆς, ταῦτα τούτῳ στεναγμῶν. Ἢ οὐκ ἄξια στεναγμῶν τὸ ἐπ’ ἀλλο‐ τρίας εἶναι, καὶ πόῤῥωθεν τῆς ἡμετέρας ἀπῳκίσθαι πατρίδος; Ἢ οὐκ ἄξιον εὐφροσύνης τὸ ταχέως κατα‐
40δραμεῖν ἐπὶ τὸν εὔδιον λιμένα, καὶ ἀπολαβεῖν τὴν ἄνω πόλιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός; Καὶ τί πρὸς ἐμὲ, φησὶ, τὸν ἁμαρτωλόν; Ὁρᾷς ὅτι οὐχ ὁ θάνατός ἐστιν ὁ ποιῶν τὴν λύπην, ἀλλὰ τὸ πο‐ νηρὸν συνειδός; Παῦσαι οὖν τοῦ εἶναι ἁμαρτωλὸς,
45καὶ ἔσται σοι ποθεινὸς ὁ θάνατος. Τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Εἰκότως οὕτως εἶπεν· οὐ γάρ ἐστιν ἐκεῖ λύπη, οὐδὲ ἀθυμία, οὐδὲ θρῆνος. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τοῦτο τοῦ προτέ‐ ρου μεῖζον. Πῶς; Ὅτι οὐ μόνον λύπης ἐσμὲν ἀπηλλα‐

55

.

318

(50)

γμένοι, ἀλλὰ καὶ τοῦ ὑποσκελίζεσθαι καὶ ἐπιβουλεύε‐ σθαι. Ἐπὶ τῆς πέτρας ἕστηκε γὰρ ὁ ἀπελθὼν μετὰ κατορθωμάτων· τοῦ λιμένος ἐπείληπται· πάντα ἀν‐ ῄρηται τὰ κωλύματα λοιπόν· οὐδαμοῦ θόρυβος, οὐδὲ
ταραχή· ἀλλ’ ἐν εὐδοκιμήσει διηνεκεῖ μένει ὁ οὕτως

55

.

319

ἐντεῦθεν ἀναχωρήσας. Εὐαρεστήσω ἐνώπιον Κυ‐ ρίου ἐν χώρᾳ ζώντων. Ἕτερος, Ἔμπροσθεν Κυ‐ ρίου. Ἄλλος, Ἐμπεριπατήσω. Τοῦτο καὶ ὁ Παῦλος δείκνυσι λέγων· Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέ‐
5λαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Καὶ καλῶς εἶπεν, Ἐν χώρᾳ ζώντων. Ἐκείνη γὰρ ὄντως ζωὴ, ἀπηλλαγμένη θανάτου, ἀμιγῆ τὰ ἀγαθὰ ἔχουσα. Ὅταν καταργή‐ σῃ, φησὶ, πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν καὶ
10δύναμιν, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τούτων δὲ καταργηθέντων, οὐδὲν τῶν λυπηρῶν μέ‐ νει, οὐ φροντὶς, οὐ πόνος· ὥστε πάντα χαρὰ, πάντα εἰρήνη, πάντα ἀγάπη, πάντα εὐθυμία, καὶ πάντα εὐφροσύνη, πάντα ἀληθῆ καὶ εἰλικρινῆ καὶ πεπηγότα·
15οὐδὲν γάρ ἐστιν ἐκεῖ τῶν τοιούτων ὀλισθημάτων, οὐ θυμὸς, οὐ λύπη, οὐ χρημάτων ἔρως, οὐ σωμάτων πόθος, οὐ πενία, οὐ πλοῦτος, οὐκ ἀτιμία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ταύτης τοίνυν καὶ ἡμεῖς ἐπι‐ θυμῶμεν τῆς ζωῆς, καὶ πάντα πρὸς τοῦτο πράττω‐
20μεν. Διὰ γὰρ τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἐλθέτω ἡ βασιλεία σου, ἵνα ἀεὶ πρὸς ἐκείνην βλέ‐ πωμεν τὴν ἡμέραν. Ὁ γὰρ ἐκείνῳ τῷ ἔρωτι κατ‐ εχόμενος, καὶ ταῖς ἐλπίσι τῶν ἀγαθῶν τρεφόμενος ἐκείνων, οὐδενὶ τῶν παρόντων βαπτίζεται δεινῶν,
25ὑπ’ οὐδενὸς τῶν ἐνταῦθα καθέλκεται λυπηρῶν· ἀλλ’ ὥσπερ οἱ πρὸς πόλιν βασιλικὴν ὁδεύοντες οὐδενὶ τῶν παρὰ τὴν ὁδὸν κατέχονται, οὔτε λειμῶσιν, οὔτε παρα‐ δείσοις, οὔτε φάραγξιν, οὔτε ἐρημίαις, ἀλλ’ ἑκατέ‐ ρων ἀλογοῦντες πρὸς ἓν μόνον ὁρῶσι τὴν ἐκδεξο‐
30μένην αὐτοὺς πατρίδα· οὕτω καὶ ὁ καθ’ ἑκάστην τὴν ἡμέραν ἐκείνην ἀναπλάττων ἑαυτῷ τὴν πόλιν, καὶ τὸν πόθον αὐτῆς τρέφων, οὐδὲν τῶν δεινῶν ἡγήσεται δεινὸν, οὐδὲ τῶν φαιδρῶν καὶ περιφανῶν φαιδρὸν καὶ περιφανές. Τί λέγω, οὐχ ἡγήσεται; Ἀλλ’ οὐδὲ ὄψεται
35ταῦτα, ἑτέρους κτώμενος ὀφθαλμούς· τοιούτους, οἵους ὁ Παῦλος ἐκέλευε, λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἶδες τὴν ὁδὸν πῶς ἑτέρᾳ λέξει παρέστησεν;
40Ἐκείνων τοίνυν ἀντεχώμεθα, ἵνα αὐτῶν ἐπιτύχωμεν, καὶ τῆς ἀκηράτου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
45Ἀμήν.
46tΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ.
47Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. αʹ. Ταύτης μνησθεὶς τῆς ῥήσεως καὶ ὁ μακάριος Παῦ‐

55

.

319

(50)

λος, οὕτω πώς φησιν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦ‐ μα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπί‐ στευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἀναγκαῖον τοίνυν πρῶτον εἰπεῖν πῶς ὁ Ἀπόστολος αὐτῇ ἐχρήσατο, καὶ περὶ τίνος ὁ
55λόγος ἦν αὐτῷ. Οὕτω γὰρ ἀπὸ τούτου καὶ τὸ προφη‐ τικὸν ἔσται δῆλον ἡμῖν. Ἄλλως δὲ καὶ διδασκαλία αὕτη ἀρίστη, μὴ τὴν
συνάφειαν περικόπτειν τοῦ λόγου, μηδὲ μέρος λαβόν‐Column end

55

.

320

τας προσκαθῆσθαι ἐκείνῳ, ἀλλ’ ἄνωθεν τοῦ διηγή‐ ματος ποιεῖσθαι τὴν ἀρχήν. Περὶ τίνος τοίνυν δια‐ λεγόμενος ὁ Παῦλος ταύτης ἐμνήσθη τῆς προφητικῆς φωνῆς; Περὶ ἀναστάσεως καὶ τῆς τῶν μελλόντων
5ἀγαθῶν ἀπολαύσεως, ἃ καὶ λόγον ὑπερβαίνει πάντα, καὶ νοῦν καὶ διάνοιαν. Ἐπεὶ οὖν λόγον ὑπερέβαινε πάντα, καὶ ἑρμηνευθῆναι ταῦτα οὐχ οἷόν τε ἦν, πί‐ στεως δὲ πρὸς τὸ παραδέχεσθαι χρεία, ἵνα μὴ ταράτ‐ τηται ὁ Ἰουδαῖος, μηδὲ ἀπατᾶσθαι νομίζῃ, ὡς ψυ‐
10χραῖς φυσώμενος ἐλπίσι, προφητικῇ ῥήσει τὴν ἀγνω‐ μοσύνην αὐτοῦ διορθοῦται μονονουχὶ λέγων, ὅτι Οὐ καινόν τι πρᾶγμα ἐπιζητῶ, πίστιν, ἀλλὰ παλαιὸν ἀγαθόν. Καὶ γὰρ ὁ Παῦλος οὕτως· ὁ δὲ προφήτης μέλλων καὶ αὐτὸς περί τινων ἀγαθῶν ἐν τῷ παρόντι
15προφητεύειν τοῖς Ἰουδαίοις συμβησομένων, καὶ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὑπερβαινόντων, ἵνα μηδεὶς ἀπιστεῖν ἔχῃ, οὕτως ἀπήρξατο τοῦ ψαλμοῦ λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Ἐπειδὴ γὰρ ἀπολώλει τὰ Ἱεροσόλυμα, καὶ ἐρείπιον ὁ ναὸς ἐγεγόνει, καὶ
20πάντες αἰχμάλωτοι γενόμενοι καὶ δεθέντες εἰς τὴν ἀλλοτρίαν ἀπήχθησαν, βάρβαροι δὲ τὴν ἐκείνων γῆν ἀντ’ ἐκείνων κατέσχον, ἐκελεύσθησαν ἀμπέλους φυ‐ τεῦσαι, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ γάμους ἐπιτελέ‐ σαι, ταῦτα εἰς ἀπόγνωσιν τοὺς Ἰουδαίους ἐνέβαλε,
25καὶ λοιπὸν ἐλογίζοντο πρὸς ἑαυτοὺς, ὅτι Εἰ πόλιν ἔχον‐ τες, καὶ ὅπλα, καὶ πύργους, καὶ χρημάτων περιου‐ σίαν τοσαύτην καὶ ναὸν, καὶ βωμὸν, καὶ ἁγιστείαν, καὶ λατρείαν, καὶ τὴν ἄλλην ἅπασαν πολιτείαν, παρ‐ εδόθημεν, ἐγενόμεθα αἰχμάλωτοι, εἰς δουλείαν ἀπ‐
30αγόμεθα· νῦν ἐν ἀλλοτρίᾳ ὄντες καὶ πάντων ἠρημω‐ μένοι, γυμνοί τε καὶ δοῦλοι γενόμενοι, πῶς δυνησό‐ μεθα τὴν οἰκείαν ἀπολαβεῖν; Ἐπεὶ οὖν πολλοὶ τῶν ἀσθενεστέρων ταῦτα ἀναλογιζόμενοι ἐθορυβοῦντο, καὶ ἐταράττοντο, καὶ τοῖς προφήταις οὐ προσεῖχον τὴν
35ἐπάνοδον λέγουσι· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς πᾶ‐ σιν ἐντεῦθεν, ὅτι πίστεως χρεία εἰς τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα. Διαλέγονται μὲν οὖν αὐτοῖς καὶ ἑτέρως ἕτε‐ ροι, οἷον ὁ Ἡσαΐας οὕτω λέγων· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς
40τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε. Καὶ πάλιν· Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ ἡγίασα, καὶ ἐπλήθυνα αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ βάρβαρος
45ἦν ὁ Ἀβραάμ; οὐχὶ ἄγονος, καὶ τῇ ἡλικίᾳ προβεβη‐ κώς; οὐχὶ γυναῖκα εἶχε καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν πρὸς παιδογονίαν ἄχρηστον; οὐ πανταχόθεν ἀπέγνωστο τὰ κατ’ αὐτόν; Τί οὖν; οὐχὶ ἀπ’ ἐκείνου τοῦ ἑνὸς, τοῦ ἀγόνου, τοῦ γεγηρακότος τὴν οἰκουμέ‐

55

.

320

(50)

νην ἐπλήρωσα πᾶσαν; Τί τοίνυν θορυβεῖσθε; Εἰ γὰρ ἐκ τοῦ ἑνὸς δυνατὸς ἐγενόμην τὴν οἰκουμένην πληρῶ‐ σαι, πολλῷ μᾶλλον ἐξ ὑμῶν τῶν ὀλίγων τὰ Ἱεροσό‐ λυμα πληρώσω. Διὰ τοῦτό φησιν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε· τὸν
55Ἀβραὰμ οὕτω καλῶν· καὶ τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· τὴν Σάῤῥαν οὕτως ὀνομάζων. Καθά‐ περ γὰρ ὁ λάκκος οἴκοθεν οὐκ ἔχει βρύον ὕδωρ, ἀλλ’ ἐκ τῶν ἄνωθεν ὑετῶν δέχεται· οὕτω καὶ ἐκείνη αὐτὴ
ἔρημος οὖσα δυνάμεως γεννητικῆς, ἄνωθεν τὴν ἐπι‐

55

.

321

τηδειότητα ταύτην ἔλαβε· καὶ ὥσπερ ἡ πέτρα καρπὸν οὐκ ἤνεγκέ ποτε, οὕτως οὔτε ὁ Ἀβραὰμ οἷός τε ἦν· ἀλλ’ ἐγὼ ὑμᾶς ἐκεῖθεν ἐξεκόλαψα, καὶ ἀπὸ τοῦ ἑνὸς τοσαύτας ἐνέπλησα χώρας. Διὰ τοῦτο καὶ τὸν Ἰεζε‐
5κιὴλ εἰς τὸ πεδίον ἐξάγει, καὶ δείκνυσιν αὐτῷ σωρὸν ὀστῶν, καὶ προφητεύων ἀνίστησι, τὰ ὀστᾶ δεικνὺς αὐτοῖς, καὶ λέγων, ὅτι Εἰ τοὺς νεκροὺς ἐγεῖραι δύ‐ ναμαι, πολλῷ μᾶλλον ὑμᾶς τοὺς ζῶντας ἀναγα‐ γεῖν. Ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ προφήτης οὗτος
10πῶς; Ἐπίστευσα, διὸ ἐλάλησα. Τουτέστι· Πίστεως χρεία πρὸς τὰ ἐπαγγελλόμενα· καὶ γὰρ ἐγὼ ταῦτα ἐννοῶν, καὶ ἀναλογιζόμενος, καὶ τὴν πίστιν εἰσαγα‐ γὼν, πάντα θόρυβον ἐξήγαγον. Ὁ τοίνυν Παῦλος τοῦτό φησιν, ὅτι καὶ ἐν τοῖς ἡμετέροις τοῖς αἰσθητοῖς καὶ
15ὁρωμένοις ἀγαθοῖς πίστεως χρεία. Εἰ δὲ ἐν τοῖς αἰ‐ σθητοῖς, πολλῷ μᾶλλον ἐν τοῖς νοεροῖς. Εἰ γὰρ ἵνα καταδέξωνται, ὅτι τὴν πόλιν ἀπολήψονται τὴν αὑτῶν, πίστεως αὐτοῖς ἐδέησε· πολλῷ μᾶλλον ἡμῖν τοῖς τὸν οὐρανὸν ἀναμένουσιν. Ὅταν γὰρ μέγα τι ᾖ, καὶ τὴν
20διάνοιαν ὑπερβαῖνον, καὶ λογισμῶν ἀνώτερον, ταύτην δεῖ παραλαμβάνειν, ἀλλὰ μὴ τῇ ἀνθρωπίνῃ ἀκολουθίᾳ τὰ πράγματα ἐξετάζειν. Ἡ γὰρ τοῦ Θεοῦ θαυματουρ‐ γία πάντων τούτων ἀνωτέρα. Ὥστε καὶ διὰ τοῦτο ἐπιστομίζοντας τοὺς λογισμοὺς πρὸς τὴν πίστιν ἀνα‐
25τρέχειν δεῖ, καὶ δοξάζειν τὸν Θεόν. Ὁ γὰρ λογισμοῖς φιλονεικῶν τὰ ἐκείνου εὑρίσκειν, οὐ δοξάζει αὐτὸν, τῇ τῶν οἰκείων λογισμῶν ταπεινότητι τὰς ἀφάτους οἰκονομίας αὐτοῦ ὑποβαλεῖν βουλόμενος. βʹ. Διὸ περὶ τοῦ Ἀβραὰμ διαλεγόμενος ὁ Παῦλος,
30ἐπειδὴ μὴ τοῦτο ἐποίησεν, ἀλλ’ ἐπιτιμήσας τοῖς λογι‐ σμοῖς, πρὸς τὴν δύναμιν εἶδε τοῦ ἐπαγγειλαμένου, ὅτι τοῦτο μάλιστα ἐδόξασε τὸν Θεὸν, λέγει· Εἰς γὰρ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν
35τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπηγγείλατο, δυνατός ἐστι καὶ ποιῆσαι. Τί δέ ἐστιν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμ‐ μένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν;
40 Μέγα τι μυστήριον ἡμῖν ἐνταῦθα ἀποκαλύπτει. Ποῖον δὴ τοῦτο; Ὅτι τοῦ αὐτοῦ Πνεύματος ἡ Καινὴ καὶ ἡ Παλαιὰ, καὶ τὸ αὐτὸ Πνεῦμα, τὸ ἐν ἐκείνῃ φθεγξάμενον, καὶ ἐνταῦθα ἐλάλησε, καὶ ὅτι ἡ πίστις πάντων ἐστὶ διδάσκαλος, καὶ ταύτης ἄνευ οὐδὲ λαλῆσαί
45τι δυνάμεθα. Καὶ ἡμεῖς γὰρ, φησὶ, πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἂν γὰρ ταύτην ἀνέλῃς, οὐδὲ διανοῖξαι τὸ στόμα δυνατόν. Καὶ διὰ τί μὴ εἶπεν, Ἔχοντες δὲ τὴν αὐτὴν πίστιν, ἀλλ’, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως; Ταῦτά τε τὰ εἰρημένα δηλῶν, καὶ δει‐

55

.

321

(50)

κνὺς, ὅτι τῆς τοῦ Πνεύματος χρεία χορηγίας εἰς τὸ ἀναβῆναι πρὸς τὸ ὕψος τῆς πίστεως, καὶ τῶν λογι‐ σμῶν τὴν ἀσθένειαν ἀτιμάσαι. Διὸ καὶ ἀλλαχοῦ ὁ
αὐτός φησιν· Ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦColumn end

55

.

322

Πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἄλλῳ χαρίσματα ἰαμά‐ των. Ἀλλ’ ἴσως εἴποι τις ἂν, ὅπερ οὖν καὶ ἀληθές
5ἐστιν, ὅτι ἑτέραν πίστιν φησὶ, δι’ ἧς θαύματα ἐγίνετο. Οἶδα καὶ ἐγὼ, ὅτι ἑτέρα ἐκείνη, περὶ ἧς καὶ οἱ ἀπό‐ στολοι ἔλεγον· Πρόσθες ἡμῖν πίστιν· ἑτέρα δὲ αὕτης καθ’ ἣν πάντες ἐσμὲν πιστοὶ, σημεῖα μὲν οὐ ποιοῦν‐ τες, τὴν δὲ γνῶσιν ἔχοντες τῆς εὐσεβείας· ἀλλὰ καὶ
10ἐνταῦθα τῆς τοῦ Πνεύματος χρεία βοηθείας. Καὶ γὰρ περί τινος ὁ Λουκᾶς γράφει, ὅτι Διήνοιξε τὴν καρ‐ δίαν αὑτῆς, τοῦ προσέχειν τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου. Καὶ ὁ Χριστός· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Οὐκοῦν εἰ τοῦ
15Θεοῦ ἐστι τοῦτο, τί ἁμαρτάνουσιν οἱ ἀπιστοῦντες, μήτε τοῦ Πνεύματος βοηθοῦντος, μήτε τοῦ Πατρὸς ἕλκοντος, μήτε τοῦ Υἱοῦ ὁδηγοῦντος; Καὶ γὰρ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο δὲ λέγει δεικνὺς, ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πα‐
20τρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει, ὁ Υἱὸς χειραγωγεῖ, τὸ Πνεῦμα φωτίζει, τί ἁμαρτάνουσιν οἱ μήτε ἑλκυσθέν‐ τες, μήτε χειραγωγηθέντες, μήτε φωτισθέντες; Ὅτι μὴ παρέχουσιν ἀξίους ἑαυτοὺς τοῦ ταύτην δέξασθαι τὴν ἔλλαμψιν. Ὅρα γοῦν ἐπὶ τοῦ Κορνηλίου τοῦτο
25συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἐκάλεσεν, ἐπειδὴ προλαβὼν, ἑαυτὸν ἄξιον παρεσκεύασε. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πί‐ στεως διαλεγόμενος ἔλεγε· Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει
30κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκύσαι καὶ ἐπαγαγέσθαι· ἀλλ’ ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ, καὶ τότε τὴν παρ’ ἑαυτοῦ συμμαχίαν εἰσάγει. Διὸ καὶ ἀλλαχοῦ φησι Παῦλος· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ δὴ ἠναγκάσθη τὰ τῆς ἀρε‐
35τῆς καὶ τῆς σωτηρίας ἡμῶν. Ἀλλ’ εἰ καὶ τὸ πλέον αὐτοῦ ἐστι, σχεδὸν δὲ καὶ τὸ πᾶν, ὅμως ἀφῆκέ τι καὶ ἡμῖν μικρὸν, ὥστε καὶ εὐπρόσωπον γενέσθαι τῶν στεφάνων τὴν πρόφασιν. Διὰ δὴ τοῦτο Παῦλος εἰπών· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως,
40τουτέστι, τὸ καὶ ἐν τῇ Παλαιᾷ λαλῆσαν, ἐπήγαγε· Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πολλῷ γὰρ μᾶλλον ἐνταῦθα πίστεως χρεία, ἢ ἐκεῖ, διά τε τὴν φύσιν τῶν ἐπαγγελιῶν ἀόρατόν τε οὖσαν καὶ νοερὰν, διά τε τὴν τάξιν τῶν καιρῶν. Οὐ γὰρ ἐν τῷ
45παρόντι βίῳ, ἀλλ’ ἐν τῷ μέλλοντι ἦν τὰ ἔπαθλα. Μᾶλλον δὲ καὶ ὑπὲρ τῶν παρόντων πίστεως χρεία· καὶ γὰρ αὐτὰ τὰ διδόμενα πίστεως ἐδεῖτο καὶ ἐν τῷ δίδοσθαι, ἥ τε τῶν μυστηρίων κοινωνία, τοῦ τε βαπτίσματος ἡ δωρεά. Οὕτω πάντα λόγον ὑπερέβαινε

55

.

322

(50)

τῶν ἀγαθῶν ἡ δύναμις. Εἰ τοίνυν ἐν τοῖς παχυτάτοις ἐκείνοις καὶ αἰσθητοῖς πίστεως ἔδει, πολλῷ μᾶλλον ἐνταῦθα. Ἀλλ’ ἡ μὲν ἀποστολικὴ λέξις τὴν προσ‐ ήκουσαν ἑρμηνείαν εἴληφεν· ὥρα λοιπὸν πάλιν καὶ ἐπὶ
τὴν προφητικὴν ἐλθεῖν, καὶ εἰπεῖν τί φησιν ὁ μακά‐

55

.

323

ριος οὗτος. Τί οὖν φησιν; Ἐπίστευσα, διὸ ἐλάλησα. Καίτοι οὐδὲν ἐλάλησεν οὐδέπω, ἀλλὰ τὸ ἤδη λαληθὲν λέγει κατὰ διάνοιαν αὐτῷ. Τί ἐστι τὸ ἤδη λαληθέν; Ἐννοήσας, φησὶ, τὴν συμφορὰν, καὶ τὴν τραγῳδίαν
5τὴν Ἰουδαϊκὴν, καὶ τὴν πανωλεθρίαν ἐκείνην, καὶ τὴν εἰς τέλος ἐρήμωσιν, οὐκ ἀπέγνων τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, ἀλλὰ καὶ ἤλπισα ταύτην, καὶ ἀπήγγειλα αὐτὴν, καὶ ἐλάλησα. Καὶ γὰρ ἐν τοῖς ἔμ‐ προσθεν ψαλμοῖς πολλὰ περὶ αὐτῆς διελέχθην· ἐλά‐
10λησα δὲ καὶ ἀπήγγειλα ἀπὸ τῆς πίστεως παιδευό‐ μενος. γʹ. Ἕτερος γοῦν οὐ σφόδρα ταύτην πεπαιδευμένος ὅρα πῶς χωλεύει καὶ θορυβεῖται. Εἰ γὰρ Δαυῒδ λέγει τὸν ψαλμὸν ἐκεῖνον, ἀλλ’ οὐκ ἐξ οἰκείου προσώπου,
15ἀλλὰ τῶν χωλευόντων τὰ πάθη διηγούμενος οὕτως ἔλεγεν· Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐ‐ θέσι τῇ καρδίᾳ! Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθη‐ σαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· οὐ περὶ ποδῶν λέγων καὶ διαβημάτων, ἀλλὰ
20περὶ λογισμῶν χωλευόντων. Καὶ τὴν αἰτίαν ἐπάγει, λέγων· Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τουτέστι, τοὺς βαρβάρους εὐδοκιμοῦντας ὁρῶν, τὰ δὲ Ἰουδαίων τεταπεινωμένα. Καὶ τί τῆς χωλείας λέγει τὸ εἶδος; Καὶ εἶπον· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν
25μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Καὶ πόθεν τοιαῦτα προήχθη εἰπεῖν, λέγει· Ὅτι ἰδοὺ οὗ‐ τοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Εἶτα ὅρα πῶς ἑαυτὸν ἀνακτᾶ‐ ται· Εἰ ἔλεγον, διηγήσομαι Οὕτω· Τοῦτο κόπος,
30φησὶν ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκοπούμην, ἐτα‐ λαιπωρούμην ἐν τοῖς λογισμοῖς. Τοιοῦτον γὰρ ὁ λογι‐ σμός. Εἶτα ἐλογιζόμην, ὅτι πρᾶγμα ἐπίπονον ποιῶ.
35Ταῦτα ἀναζητῶν, οὐδὲν δυνήσομαι σαφῶς εἰδέναι, ἕως ἂν ἀπολάβω πατρίδα. Ὁρᾷς ὅσον κακόν ἐστι λογισμοῖς ἐπιτρέπειν τὰ πράγματα τῆς πίστεως, καὶ μὴ τῇ πίστει; Εἰ γὰρ ἐκεῖνος ἦν πεπηγὼς ἐν τῇ πίστει, οὐκ ἂν ταῦτα ἐφθέγ‐
40ξατο, οὐκ ἂν ἐθορυβήθη, οὐκ ἂν ἐταράχθη, οὐκ ἂν ἐσαλεύθησαν οἱ πόδες αὐτοῦ, οὐκ ἂν παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματα αὐτοῦ. Ἀλλ’ οὐχ ὁ Προφήτης οὕτως, ἀλλ’ ἐπὶ τῆς πέτρας ἑστηκὼς οὐκ ἐθορυβεῖτο, οὐκ ἐταράττετο, ἀλλ’ ὁρῶν τὰ μὲν τῶν Ἰουδαίων
45οὕτω διακείμενα, τὰ δὲ τῶν βαρβάρων ἐναντίως, καὶ περὶ τῆς ἐπανόδου λαμπρᾷ τῇ φωνῇ καὶ πεπληροφο‐ ρημένῃ διανοίᾳ ἐκήρυττε συνεχῶς καὶ ἐν πολλοῖς τοῖς ψαλμοῖς, καὶ σφόδρα ἐθάῤῥει, οὔτε τῇ δυνάμει τῶν βαρβάρων προσέχων, οὔτε τῇ εὐτελείᾳ τῇ Ἰουδαϊκῇ,

55

.

323

(50)

ἀλλὰ τῇ δυνάμει τοῦ ταῦτα ἐπαγγειλαμένου Θεοῦ. Διό φησιν· Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἕτερός φησιν, Ἐγὼ μέντοι ἐκακώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Ἕτερος· Καὶ εἶπον
55ἀδημονῶν, Πᾶς ἄνθρωπος διαψεύδεται. Ἐντεῦθεν
πάλιν τὰ τῆς πίστεως λαμπρὰ δείκνυται, ὅτι οὐδὲ τὸColumn end

55

.

324

μέγεθος τῆς συμφορᾶς εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλε. Τοιοῦτον γὰρ ἡ πίστις· ἱερά τίς ἐστιν ἄγκυρα, πάν‐ τοθεν ἀνέχουσα τὴν ἔχουσαν αὐτὴν διάνοιαν, καὶ τότε μάλιστα διαδείκνυται, ὅταν ἐκ τῶν ἀπόρων ἀναπείθῃ
5τὸν ἔχοντα αὐτὴν χρηστὰς ἀναμένειν ἐλπίδας, τῶν λογισμῶν ἐκβάλλουσα τὸν θόρυβον. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἐγὼ δὲ ἐκακώθην σφόδρα, φησί· τουτέστιν, Ἐκακώθην, ἀλλ’ οὐκ ἀπέγνων, οὐδὲ ἀν‐ έπεσον. Εἶτα δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἐκακώθη, καὶ
10τὴν ἐπίτασιν προστίθησι λέγων· Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Τί ἐστιν, Ἐν τῇ ἐκστάσει μου; Ἐν τῇ ὑπερβολῇ τῆς συμφορᾶς, φησὶν, ἐν τῷ μεγέθει τῶν κακῶν. Τοσοῦτος γὰρ ἐπῆλθεν ἡμῖν πειρασμὸς, ὡς καὶ ἔκ‐
15στασιν καὶ κάρον ἐνθεῖναι. Ἔκστασιν γὰρ ἐνταῦθα τὴν ἀναισθησίαν τὴν ἐκ τῶν κακῶν γινομένην λέγει. Ἐπεὶ καὶ ἐπὶ τοῦ Ἀδὰμ, ὅταν λέγῃ, ὅτι ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν, ἀναισθησίαν τινὰ λέγει. Καὶ γὰρ ἔκ‐ στασις λέγεται τὸ ἔξω αὐτοῦ γενέσθαι. Ἐπεβέβλητο
20δὲ αὐτῷ τότε, ὥστε μὴ αἰσθάνεσθαι τῆς πλευρᾶς ἀφαιρουμένης, μηδὲ ἀλγῆσαι τῷ γενομένῳ. Οὕτω κλέπτων ὁ Θεὸς τῆς ὀδύνης τὴν αἴσθησιν, ἵνα μὴ μισήσῃ τὸ ἐξ αὐτοῦ γινόμενον, ἅτε ἀλγήσας, ἐπέβα‐ λεν ἐπ’ αὐτὸν ἔκστασιν. Καὶ ἀλλαχοῦ πάλιν, Ἔπε‐
25σεν ἐπ’ αὐτοὺς ἔκστασις, φησί. Κάρον τινὰ καὶ ἐκεῖ δηλοῖ, καὶ τὸ ἔξω αἰσθήσεως γενέσθαι. Καὶ παν‐ ταχοῦ ἡ ἔκστασις τοῦτο ἐμφαίνει. Γίνεται δὲ ἢ τοῦ Θεοῦ ἐργαζομένου, ἢ τῆς ὑπερβολῆς τῶν κακῶν κάρον ἐμποιούσης. Οἶδε γὰρ καὶ συμφορὰ ποιεῖν ἔκστασιν καὶ
30κάρον. Ἐνταῦθα οὖν ἔκστασιν λέγει, τὸ μέγεθος τῶν κακῶν τῶν κατειληφότων. Τί δέ ἐστιν ὅ φησι, Πᾶς ἄν‐ θρωπος ψεύστης; Οὐδεὶς οὖν ἀληθής; Πῶς οὖν ὁ Ἰὼβ ἀναγέγραπται Ἄνθρωπος ἀληθινὸς, δίκαιος, θεοσεβής; Τί δὲ καὶ περὶ τῶν προφητῶν ἐροῦμεν; Εἰ γὰρ
35καὶ ἐκεῖνοι ψεῦσται, καὶ ἐψεύσαντο ἃ εἰρήκασι, πάντα οἴχεται. Τί δὲ ὁ Ἀβραάμ; τί δὲ οἱ δίκαιοι πάντες, Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὴν λέξιν ἁπλῶς ἐκδέχεσθαι, καὶ μὴ τὰ νοήματα περισκοπεῖν; Τί οὖν ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης; Ὃ ἀλλαχοῦ φησιν, Ἄν‐
40θρωπος ματαιότητι ὡμοιώθη. Ὃ καὶ ἕτερος προφή‐ της εἶπε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀν‐ θρώπου ὡς ἄνθος χόρτου· τουτέστιν, εὐτελέστατον πρᾶγμα, παραῤῥέον, σκιᾷ ἐοικὸς, ὀνείρατι, εἰκόνι τινί.
45 δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς εἰκάζων ταῦτα λέγω, ἕτερος ἑρμηνευτὴς εἶπε, Διάψευσμα, καὶ ἄλ‐ λος, Διαψεύδεται, καὶ ἕτερος, Ἐκλείπει. Πολὺ δὲ τοῦτο ἐκείνου διέστηκε. Τὸ μὲν γὰρ ψεύδεσθαι κα‐ κίας ἐστὶ τῆς κατὰ ψυχήν· τὸ δὲ ἐκλείπειν καὶ διαῤ‐

55

.

324

(50)

ῥεῖν, καὶ παραῤῥεῖν, καὶ ὄναρ εἶναι καὶ ἄνθος καὶ σκιὰν, τῆς κατὰ φύσιν εὐτελείας. Ταὐτὸν γὰρ λέγει, ὡς ὅταν εἴπῃ· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ πάλιν, ὡς ὅταν λέγῃ οὗτος ὁ προφήτης, Τί ἐστιν
55ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; πανταχοῦ τῆς φύσεως τὸ εὐτελὲς δηλῶν, τὸ οὐδαμινόν. Καὶ γὰρ
ἐπὶ ληΐων λέγομεν· Τὰ λήϊα διεψεύσατο, τουτέστιν,

55

.

325

οὐδὲν ἐκόμισεν ἄξιον τῆς ἐλπίδος· καὶ, Ὁ ἐνιαυτὸς δι‐ εψεύσατο, ταὐτὸ δὴ πάλιν δηλοῦντες. Ἐπεὶ οὖν καὶ ὁ ἄνθρωπος πρᾶγμα οὐδαμινὸν καὶ εὐτελὲς, μάλιστα δὲ καὶ ἐπὶ τῆς συμφορᾶς τὰ τοιαῦτα φιλοσοφεῖν εἰώθαμεν,
5καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἐπισκέπτεσθαι· διὰ δὴ τοῦτο καὶ οὗτος ἐν ἀθυμίᾳ γενόμενος, καὶ τὴν φύσιν ὁρῶν ἐλεγχομένην, καὶ τὴν εὐτέλειαν καὶ οὐδένειαν αὐτῆς πανταχόθεν διαδεικνυμένην, Πᾶς ἄνθρωπος ψεύστης, φησί· τουτέστιν, οὐδὲν ἄνθρωπος. Διὸ καὶ
10ἀλλαχοῦ ἔλεγε· Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάν‐ των ὧν ἀνταπέδωκέ μοι; Ὅρα πῶς δείκνυσι τὴν εὐεργεσίαν μεγάλην οὐκ ἀπὸ τῶν γεγενημένων, ἀλλὰ καὶ ἀπὸ τοῦ εἰς τοιοῦτον γεγενῆσθαι, ἑτέροις μὲν
15ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ ἐν τῷ ψαλμῷ διηγούμενος. Καθάπερ γὰρ καὶ ἐκεῖ ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώ‐ που, ὅτι ἐπισκέπτῃ αὐτόν; οὕτω καὶ ἐνταῦθα. Τότε διπλᾶ τὰ τῆς εὐεργεσίας δείκνυται, ὅταν καὶ
20φύσει μεγάλα ᾖ, καὶ εἰς οὐδαμινόν τινα γίνηται· ὅπερ εὐεργεσίας καὶ χάριτος ἐπίτασις. Τοῦτο οὖν αὐτὸ βουλόμενος παραστῆσαι, φησί· Τί ἀνταποδώσω τῷ Κυρίῳ· δηλῶν ὅτι τὸν ἄνθρωπον, τὸν ὄντα διά‐ ψευσμα, τὸν οὐδαμινὸν, τὸν εὐτελῆ τοσαύτης ἠξίωσε
25δωρεᾶς. Περὶ πάντων ὧν ἀνταπέδωκέ μοι. Τοῦτο εὐχαρίστου γνώμης, τὸ περιέρχεσθαι καὶ ζητεῖν, ἀνθ’ ὧν εὖ ἔπαθεν ἀποδοῦναί τι τῷ εὐεργέτῃ, καὶ τὸ πάντα καταβαλόντα μηδὲν ἄξιον νομίζειν διδό‐ ναι. Ὅπερ ἐκ προοιμίων τῆς ἀντιδόσεως αἰνιξάμενος,
30καταθήσειν προϊὼν ἐπαγγέλλεται. Διπλῆν γὰρ τὴν εὐχαριστίαν ἐνδείκνυται, τῷ τε δοῦναι ἅπερ οἷός τε ἦν, καὶ τῷ ταῦτα διδοὺς μηδὲν ἄξιον νομίζειν διδόναι. Τί οὖν ἐστιν, ὅπερ μέλλει διδόναι; Ἄκουε αὐτοῦ λέγοντος· ἐπάγει γάρ· Ποτήριον σωτηρίου λήψο‐
35μαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Οἱ μὲν οὖν κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαμβάνοντες, τῶν μυστηρίων τὴν κοινωνίαν φασίν. Ἡμεῖς δὲ τῆς ἱστορίας τέως ἐχόμενοι, σπονδὰς αὐτὸν λέγειν ἐν‐ ταῦθα, καὶ θυσίας, καὶ εὐχαριστηρίους ὕμνους λέ‐
40γομεν. Καὶ γὰρ διάφοροι τὸ παλαιὸν ἦσαν θυσίαι· θυσία γὰρ αἰνέσεως ἦν, ὑπὲρ ἁμαρτημάτων, καὶ ὁλοκαυτώματα, ὑπὲρ σωτηρίας, καὶ εἰρηνικαὶ, καὶ ἕτεραι πλείους. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐκ ἔχω μὲν ἄξιόν τι καταθεῖναι, ὃ δὲ ἔχω τίθημι. Θυσίαν γὰρ
45εὐχαριστήριον τῷ Θεῷ προσοίσω, καὶ ὑπὲρ τῆς σωτη‐ ρίας αὐτὸν ἀναμνήσω. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐν‐ ταῦθα τὰς ἐπαγγελίας, εὐχὰς λέγει, τὰς ὑποσχέσεις. Καὶ γὰρ ἐν τοῖς δεινοῖς τούτοις ἐπὶ τὸν Θεὸν κατ‐

55

.

325

(50)

έφευγε, καὶ ὀφειλέτην ἑαυτὸν καθίστη ἐπαγ‐ γελλόμενος, εἰ διαφύγοι τὰ δεινὰ, ταύτας καταβαλεῖν τὰς θυσίας. Ἐπεὶ οὖν λέλυται, φησὶν, ἡ συμφορὰ, Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου
55ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἕτερος, Ἔντιμος. Καὶ ποία αὕτη ἀκολουθία; τί δὲ τοῖς ἔμπροσθεν ἔχει συνῳδόν; Εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, πολὺ τοῦτο εὑρήσει. Ἐπειδὴ γὰρ εἶπε· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; δει‐
60κνὺς αὐτοῦ τὰς εὐεργεσίας, φησὶν, ὅτι οὐχ ἡ ζωὴ
μόνον, ἀλλὰ καὶ ὁ θάνατος τῶν ὁσίων τῷ Θεῷ περι‐Column end

55

.

326

σπούδαστος, οὐχ ἁπλῶς νόμῳ φύσεως παραγινόμενος, ἀλλὰ καὶ κατὰ γνώμην αὐτοῦ πολλαχοῦ γινόμενος. Ἢ οὐκ ἀκούεις Παύλου λέγοντος· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς, καὶ τούτῳ πε‐
5ποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν; Καὶ τί θαυμάζεις, εἰ καὶ ὁ θάνατος, ὅπου οὔτε ἡ γέννησις ἐνίων νόμῳ φύσεως γίνεται, ὡς ἡ τοῦ Ἰσαὰκ, ὡς ἡ τοῦ Σαμουήλ; Διόπερ οὐδὲ τέκνα σαρ‐ κὸς αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα ἐπαγγελίας. Οὕτω
10καὶ Μωϋσῆς οὐχ ἁπλῶς ἀπέθνησκεν, ἀλλὰ τοῦ Θεοῦ προστάξαντος· οὐδὲ Ἰωάννης, ἀλλ’ αὐτοῦ συγχωρή‐ σαντος. Καίτοι γε μισθὸς ἐγένετο πόρνης· ἀλλὰ καὶ οὕτω τίμιος γέγονε. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ οὕτω τελευτήσας ἔντιμος ἦν· ὑπὲρ
15γὰρ ἀληθείας κατέλυσε τὸν βίον, καὶ οὕτως ἦν ἔντι‐ μος, ὅτι καὶ αὐτὸς ὁ φονεύσας ἐδεδοίκει αὐτόν. Ὅτι δὲ ἐδεδοίκει αὐτὸν, ἄκουε τοῦ εὐαγγελιστοῦ τί φησι περὶ τοῦ Ἡρώδου· Ἔλεγε γὰρ, ὅτι αὐτὸς ἀνέστη ἐκ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνερ‐
20γοῦσιν ἐν αὐτῷ. Ὅρα πῶς καὶ ἐπὶ τοῦ Ἄβελ τίμιος ἦν ὁ θάνατος. Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. εʹ. Σκόπει καὶ ἐπὶ τοῦ Λαζάρου, πῶς μετὰ τελευτὴν ἄγγελοι αὐτοῦ προηγοῦντο. Σκόπει καὶ πρὸς τῶν
25μαρτύρων τοὺς τάφους τὰς πόλεις συντρεχούσας, τοὺς δήμους ἀναπτομένους τῷ πόθῳ. Τοῦτο οὖν ἐστιν, ὅ φησιν, ὅτι πολὺς λόγος, καὶ πολλὴ σπουδὴ τῷ Θεῷ καὶ ἐπὶ τῇ τελευτῇ τῶν ὁσίων. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τελευτῶσιν, ἀλλ’ ὅταν αὐτὸς συγχωρήσῃ οἰ‐
30κονομικῶς. Διὰ τοῦτο ἔλεγεν, Ἐναντίον Κυρίου, τοῦτο ἐμφῆναι βουλόμενος· Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Οὐ τὴν κοινὴν λέγει δουλείαν, ἀλλὰ τὴν κατὰ πολλὴν διάθεσιν καὶ στοργὴν, διαθερμαινόμενος τῷ πόθῳ,
35ὅπερ ἐστὶ μέγιστος στέφανος, καὶ διαδήματος παντὸς λαμπρότερον. Διὸ καὶ ὁ Θεὸς ἀντὶ μεγίστης εὐφημίας τίθησι, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύ‐ τηκε. Καὶ υἱὸς τῆς παιδίσκης σου. Τουτέστιν, ἄνωθεν καὶ ἐκ προγόνων ἀνακείμεθά σου τῇ δουλείᾳ.
40Ὅπερ αὐτὸ ἀντὶ μεγίστου τέθεικε κόσμου καὶ ὁ Παῦ‐ λος ἐπὶ τοῦ Τιμοθέου λέγων· Ὑπόμνησιν ἔχων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶ‐ τον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητέρι σου Εὐνείκῃ. Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοὶ, καὶ ὅτι ἀπὸ
45βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Καὶ πάλιν περὶ ἑαυτοῦ· Ἑβραῖος ἐξ Ἑβραίων. Καὶ πάλιν· Ἑβραῖοί εἰσι, κἀγώ. Ἰσραηλῖταί εἰσι, κἀγώ. Εἶχον γάρ τι πλέον τῶν προσηλύτων οἱ ἐκ προγόνων καὶ ἄνωθεν τοῦτο ὄντες. Διὰ τοῦτο καὶ οὗτός φησι· Καὶ υἱὸς τῆς

55

.

326

(50)

παιδίσκης σου. Διέῤῥηξας τοὺς δεσμούς μου. Οὐκ εἶπεν, Ἐσάλευ‐ σας, ἀλλ’, ἔῤῥηξας, δηλῶν ὅτι οὕτως, ὡς καὶ ἀχρή‐ στους γενέσθαι. Ἐνταῦθα δεσμοὺς τὰς θλίψεις φησὶ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους. Ἔστι γὰρ καὶ δε‐
55σμὸς καλὸς, ὃν ἐπισφίγγεσθαι βέλτιον, ὡς ὅταν

55

.

327

λέγῃ· Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης· καὶ, Ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ἔστι καὶ ἀπ‐ εναντίας τούτου σύνδεσμος, ὡς ὅταν λέγῃ· Σειραῖς τῶν ἁμαρτιῶν αὐτοῦ ἕκαστος σφίγγεται. Τοῦτο καὶ
5ὁ Χριστὸς αἰνιττόμενος, Ἀβραὰμ θυγατέρα οὖσαν, ἔλεγε, ταύτην οὕτως ὑπὸ τοῦ Σατανᾶ δεδεμένην οὐκ ἔδει λυθῆναι; Καὶ ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, Δέδωκά σε εἰς διαθήκην ἐθνῶν, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Τούτους τοίνυν διέῤῥηξε τοὺς
10δεσμοὺς, οὐκ ἔλυσε· πλέον γὰρ τούτου ἐκεῖνο. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν βούλοιτο ἐκλαβεῖν, τοὺς τῶν ἁμαρτιῶν δεσμοὺς τούτους λέγων, οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος, καὶ πάντα τὸν παλαιὸν ἄνθρωπον. Ἔστι καὶ ἕτερος δεσμὸς κάλλιστος, ὃν ἀεὶ ὁ Παῦλος
15περιφέρων ἔλεγε· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Ὑπὲρ οὗ καὶ δέδεμαι ἐν ἁλύσει. Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὅρα πῶς ἄνω, καὶ κάτω, καὶ πανταχοῦ ταύτην τίθησι τὴν ἀντίδοσιν τῷ Θεῷ· ἄνω λέγων, Ποτήριον σωτηρίου λήψομαι,
20καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· ἐνταῦθα, Σοὶ θύσω θυσίαν αἰνέσεως, τουτέστιν, Εὐχαριστήσω, ὑμνήσω. Καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Εἶδες πῶς ἐστι θυσία αἰνέσεως; Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
25ἐν αὐλαῖς οἴκου Κυρίου; ἐν μέσῳ σου Ἱερουσα‐ λήμ. Τοῦτο δὲ ἐποίει, οὐκ ἐπίδειξιν ποιούμενος, οὐδὲ πρὸς φιλοτιμίαν βλέπων, ἀλλὰ πάντας εἰς τὸν οἰκεῖον ἄγων ζῆλον, καὶ κοινωνοὺς λαβεῖν τῆς εὐχαριστίας βουλόμενος. Ὃ δὴ πάντες οἱ ἅγιοι ποιοῦσιν, οὐ τοὺς
30ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν κτίσιν αὐτὴν ἅπασαν, ἡνίκα ἄν τι πάθωσι χρηστὸν, πρὸς τὴν κοινωνίαν τῆς εὐφημίας καλοῦντες. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περι‐ σπούδαστον, ὡς τὸ εὐχαρίστους εἶναι, καὶ μὴ μό‐ νον ἐν ταῖς εὐημερίαις, ἀλλὰ καὶ τῶν πραγμάτων
35ἐναντίως διακειμένων. Τοῦτο μάλιστα θυσία· τοῦτο μεγίστη προσφορά. Οὕτως ὁ Ἰὼβ ἀνεκηρύττετο, οὕ‐ τως ὁ Παῦλος, οὕτως ὁ Ἰακώβ· οὕτως ἕκαστος τῶν δικαίων τὴν εὐγνωμοσύνην αὐτοῦ, καὶ τὴν εἰς Θεὸν εὐχαριστίαν ἐν τῇ δυσκολίᾳ τῶν καιρῶν μάλιστα
40ἐπιδεικνύμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ διαπαντὸς μένωμεν εὐχαριστοῦντες, ἵνα καὶ τῶν αἰω‐ νίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ,
45καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
46tΕΙΣ ΤΟΝ ΡΙϛʹ ΨΑΛΜΟΝ.
47Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μέ‐

55

.

327

(50)

νει εἰς τὸν αἰῶνα. αʹ. Παντί που δῆλον, ὅτι προφητεία ἐστὶ τῆς Ἐκκλη‐ σίας τῶν πιστευόντων τὰ εἰρημένα, καὶ τοῦ κηρύγμα‐ τος προαναφώνησις τοῦ τὴν οἰκουμένην κατειληφότος ἅπασαν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία μόνον ἔθνη,
55ἀλλὰ γῆν καὶ θάλασσαν ἅπασαν ὁ ψαλμὸς καλεῖ. ὅπερ δὴ γέγονεν, ὅτε ἡ τοῦ Χριστοῦ παρουσία ἐπ‐ έλαμψεν. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς σωτηρίας, ὅτι οὐκ ἐξ οἰκείων κατορθωμάτων, οὔτε ἀπὸ βίου καὶ παῤῥησίας, ἀλλ’ ἀπὸ φιλανθρωπίας μόνης ἐσώθησαν.
60Ἐκραταιώθη γὰρ, φησὶ, τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς·Column end

55

.

328

τουτέστιν, ἐπάγη, ἰσχυρὸν γέγονε, πέτρας στεῤῥό‐ τερον. Καὶ γὰρ καθ’ ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Καὶ ἡ ἀλήθεια αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τότε γὰρ μάλιστα τὰ τῆς ἀληθείας ἔλαμψε. Διὸ καὶ οὕτως
5εἶπεν, ἐπειδὴ τὰ τῆς Παλαιᾶς τύπος ἦν καὶ σκιά. Τοῦτο καὶ ὁ εὐαγγελιστὴς δηλῶν ἔλεγεν· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
9tΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ.
10Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. αʹ. Ἡ μὲν ῥῆσις τοῦ ψαλμοῦ, ἣν ὑποψάλλειν ὁ λαὸς εἴωθε, τοιαύτη τίς ἐστιν· Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφραν‐
15θῶμεν ἐν αὐτῇ· καὶ πολλοὺς διανίστησι, καὶ κατὰ τὴν πανήγυριν ἐκείνην τὴν πνευματικὴν καὶ κατὰ τὴν οὐράνιον ἑορτὴν μάλιστα τοῦτο ὑπηχεῖν ὁ λαὸς εἴωθεν. Ἡμεῖς δὲ, εἰ βούλεσθε, ἄνωθεν καὶ ἐξ ἀρχῆς ἅπαντα ἐπέλθωμεν τὸν ψαλμὸν, οὐκ ἀπὸ τοῦ στίχου τῆς ὑπ‐
20ηχήσεως, ἀλλ’ ἀπ’ αὐτοῦ τοῦ προοιμίου τὴν ἐξήγησιν ποιούμενοι. Τὸν μὲν γὰρ στίχον οἱ Πατέρες, ἅτε ἦχον ὄντα καί τι ὑψηλὸν ἔχοντα δόγμα, τὸ πλῆθος ὑπ‐ ηχεῖν ἐνομοθέτησαν, ἐπειδὴ τὸν ἅπαντα ἠγνόουν ψαλ‐ μὸν, ἵνα κἂν ἐντεῦθεν ἀπηρτισμένην λάβωσι διδα‐
25σκαλίαν. Ἡμᾶς δὲ ἅπαντα αὐτὸν ἐπελθεῖν ἀνάγκη, εἰ καὶ τὰ μέσα αὐτοῦ πολλὴν ἔχει τὴν προφητείαν. Ἐνταῦθα γὰρ εἴρηται· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γω‐ νίας. Ὅπερ καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, αἰ‐
30νιγματωδέστερον μὲν (ἔτι γὰρ ἔζεον τῷ θυμῷ, καὶ οὐκ ἐβούλετο αὐτὸν ἀνάψαι· Κάλαμον γὰρ συντε‐ τριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει), εἶπε δ’ οὖν ὅμως. Ἀλλ’ ἀπὸ τῶν προοιμίων ἡμεῖς ἁψώμεθα τοῦ ψαλμοῦ, καθάπερ ἔφθημεν εἰ‐
35πόντες. Τί τοίνυν ἐστὶ τὸ προοίμιον; Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐννοήσας γὰρ τὴν εὐεργεσίαν τῆς οἰκου‐ μένης ὁ Προφήτης, καὶ τὴν φιλανθρωπίαν τὴν διαρκῆ, ἣν διὰ πάντων ἐπεδείξατο, πάντας εἰς τὴν κοινωνίαν
40τῆς εὐχαριστίας καλεῖ, τὸ μέγιστον κεφάλαιον τῶν ἀγαθῶν αὐτοῦ προτιθεὶς εἰς μέσον. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί λέγεις; Οἶκος Ἰσραὴλ, ὁ μυρίας αἰχμα‐ λωσίας ὑπομείνας, ὁ ἐν Αἰγύπτῳ δουλεύσας, ὁ πρὸς
45τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπαχθεὶς, ὁ ἐν Παλαι‐ στίνῃ μυρία ταλαιπωρήσας; Ναὶ, φησίν. Οὗτοι γὰρ μάλιστα μάρτυρές εἰσι τῶν ἀγαθῶν αὐτοῦ, καὶ πλειό‐ νων ἀπήλαυσαν, ἢ ἕτεροι. Καὶ αὐτὸ δὲ τοῦτο, ὅπερ ἔπαθον, πολλῆς εὐεργεσίας τεκμήριον. Εἰ δέ τις

55

.

328

(50)

ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα αὐτοὺς εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ’ οὐ παρὰ τὸν παραγε‐ νόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν·
55Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ· καὶ τοῖς μαθηταῖς· Εἰς ὁδὸν
ἐθνῶν μὴ ἀπέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς

55

.

329

τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πρὸς τὴν Χαναναίαν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι αὐτὸν τοῖς κυνα‐ ρίοις. Καὶ γὰρ πάντα ἐποίει καὶ ἐπραγματεύετο
5ὑπὲρ τῆς ἐκείνων σωτηρίας. Εἰ δὲ ἀνάξιοι τῆς εὐερ‐ γεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρα‐ νομίαις, καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ. Εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐνταῦθα κεχωρισμένως
10τοὺς ἱερέας εἰς ὑμνῳδίαν καλεῖ, δεικνὺς ὅση τίς ἐστιν ὑπερέχουσα ἡ ἱερωσύνη. Καὶ γὰρ ὅσῳ μείζους ἦσαν οὗτοι τῶν ἄλλων, τοσούτῳ καὶ πλείονος ἀπήλαυον τῆς τιμῆς παρὰ τοῦ Θεοῦ, οὐ μόνον κατὰ τὸν τῆς ἱερω‐ σύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ
15ἡνίκα πῦρ κατηνέχθη, δι’ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἠνοίχθη, καὶ ῥάβδος ἐβλάστησε, καὶ μυρία ἕτερα γέγονε δι’ αὐτοὺς, μᾶλλον δὲ ὑπὲρ αὐτῶν θαύματα. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μάλιστα
20γὰρ οὗτοί εἰσιν οἱ δυνάμενοι τὴν φιλανθρωπίαν ἰδεῖν τὴν αὐτοῦ, καὶ διὰ πάντων τὴν ἀγαθότητα καταμαν‐ θάνειν. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Διηνεκὲς, φησὶν, οὐ διακοπτόμενον, ἀλλὰ διὰ πάντων λάμπον καὶ διαδεικνύμενον. Εἰ δὲ μὴ πολλοὶ
25βλέπουσι, διὰ τὴν ἀσθένειαν τῶν οἰκείων οὐ βλέπουσι λογισμῶν. Ἐπεὶ καὶ τὸν ἥλιον οἱ τὰς ὄψεις νοσοῦντες διὰ τοῦτο μάλιστα οὐχ ὁρῶσιν· ὥσπερ οὐδὲ οἱ ὑγιαί‐ νοντες ἀεὶ δύνανται πρὸς αὐτὸν ἀτενίζειν, διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος· οὕτως οὐδὲ τοῦ Θεοῦ
30μαθεῖν δυνατὸν πᾶσαν μετὰ ἀκριβείας τὴν πρόνοιαν, διὰ τὸ σφόδρα ὑπερβαίνειν τῶν ἀνθρωπίνων λογισμῶν τὸ μέγεθος τῆς συνέσεως αὐτοῦ καὶ τῆς σοφίας. Ἔστι δὲ καὶ πάθη τὰ πολλὰ τοῖς ἀνοήτοις ἐπισκο‐ τοῦντα πρὸς τὸ μηδ’ ὅλως αὐτὴν ἰδεῖν. Πρῶτον μὲν
35τὸ φιλήδονον· διόπερ καὶ τὰ πᾶσι σαφῆ παρατρέ‐ χουσι. Μετὰ τούτων δεύτερον ἡ ἄνοια καὶ τὸ διεστραμ‐ μένον τῆς γνώμης. Πῶς γὰρ οὐκ ἄτοπον πατέρα μὲν ὁρῶντα τύπτοντα παιδίον ἀποδέχεσθαι, καὶ ἐπαινεῖν, καὶ ταύτῃ μάλιστα πατέρα νομίζειν· πρὸς δὲ τὸν Θεὸν,
40εἰ βουληθείη δίκην ἀπαιτῆσαι τῶν πεπραγμένων, δυσ‐ χεραίνειν καὶ ἀλύειν; Τί δὲ τῆς διαστροφῆς ταύτης χεῖρον γένοιτ’ ἂν, οἳ καὶ ἐπὶ τοῖς ἐναντίοις δυσχεραί‐ νουσι, νῦν μὲν ἀλύοντες, ὅτι μὴ ἐπεξέρχεται· νῦν δὲ ὅτι ἐπεξέρχεται; Ὅταν μὲν γὰρ ἴδωσιν ἁρπάζοντας,
45καὶ πλεονεκτοῦντάς τινας, βούλονται δίκας αὐτοὺς διδόναι· ὅταν δὲ ἑαυτοὺς ἁμαρτάνοντας, οὐδ’ ὅλως· ὅπερ ἐστὶ διεφθαρμένης γνώμης. Τρίτον πρὸς τούτοις, τὸ μηδὲ εἰδέναι αὐτοὺς, τί ποτε καλὸν, καὶ τί ποτε κακὸν, ἀλλ’ ἐσφάλθαι περὶ τὴν τῶν πραγμάτων κρί‐

55

.

329

(50)

σιν, διὰ τὸ φιλοπόνηρον καὶ πρὸς κακίαν ἐπιῤῥεπές. Τέταρτον, τὸ μηδὲ λογίζεσθαι τὰ οἰκεῖα ἁμαρτήματα. Πέμπτον, τὸ ἄφατον εἶναι καὶ πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων. Ἕκτον, τὸ μὴ βούλεσθαι τὸν Θεὸν ἅπαντα ἁπανταχοῦ ἐπιδείκνυσθαι, ὡς ἀρκούν‐
55των καὶ τῶν ἐκ μέρους γινομένων.
βʹ. Δεῖ τοίνυν ἐν ἅπασι μὲν μὴ φιλονεικεῖν μανθάνεινColumn end

55

.

330

τοῦ Θεοῦ τὴν διοίκησιν (ἀμηχάνοις γὰρ φιλονεικοῦμεν πράγμασι, καὶ σφόδρα ὑπερβαίνουσι πᾶσαν φύσιν κτιστήν)· τοὺς δὲ μέλλοντας ἐκ μέρους αὐτὴν εἰδέναι, τῶν παθῶν ἀπηλλάχθαι χρὴ τῶν προειρημένων, καὶ
5ἡλίου φανοτέραν αὐτὴν ὄψονται, εἰ καὶ μὴ πᾶσαν, καὶ μαθόντες ἀπὸ τοῦ μέρους, καὶ ὑπὲρ ἁπάσης εὐ‐ χαριστήσουσιν. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Εἶδες ἀγαθότητα καὶ φιλανθρωπίαν; Οὐκ εἶπεν, ὅτι Ἄξιος
10ἤμην· οὐκ εἶπεν, ὅτι Κατορθώματα ἐπεδειξάμην, ἀλλ’, ὅτι Ἐπεκαλεσάμην, μόνον, καὶ ἤρκεσεν ἡ εὐχὴ λῦσαι τὴν συμφορὰν, ὅπερ καὶ ἐπ’ Αἰγυπτίων φησίν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ κατ‐ έβην τοῦ ἐξελέσθαι αὐτούς. Οὐκ εἶπεν, ὅτι Εἶδον
15τὴν ἀρετὴν τοῦ λαοῦ μου, οὔτε τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν· ἀλλὰ, Τὴν θλίψιν, καὶ τῆς κραυγῆς αὐ‐ τῶν ἤκουσα. Ὁρᾷς πατέρα εὔσπλαγχνον ἀπὸ τῶν συμφορῶν βοηθοῦντα μόνον; Καὶ μὴν οὐχ ἅπας ὁ ἐν θλίψει καὶ σώζεσθαι ἄξιος, οὐδὲ παρὰ ἀνθρώποις.
20Πολλοὺς γοῦν τῶν οἰκετῶν μαστιζομένους ὁρῶντες καὶ ὀδυνωμένους, οὐκ ἀνίεμεν, τὸ τῶν ἁμαρτημάτων μέγεθος ἐννοοῦντες· ὁ δὲ Θεὸς ἀπὸ τῆς θλίψεως μό‐ νης ἀνῆκεν· οὐ τῆς θλίψεως δὲ μόνον ἀνῆκεν, ἀλλὰ καὶ ἀδείας πολλῆς μετέδωκεν. Ἐπήκουσε γάρ μου,
25φησὶν, εἰς πλατυσμόν. Καὶ ἡ θλίψις δὲ διὰ τοῦτο συνεχωρήθη, ὥστε ἀκριβεστέρους ποιῆσαι τοὺς θλι‐ βομένους καὶ φιλοσοφωτέρους. Ὁ Κύριος ἐμοὶ βοη‐ θὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἶδες ὕψωμα διανοίας; εἶδες φρόνημα οὕτως ὑπὲρ
30τὴν ἀνθρωπίνην ἀναβαῖνον ἀσθένειαν, ὡς ἁπάσης ὑπεριδεῖν τῆς φύσεως; Ταῦτα μὴ μόνον ὑποψάλλωμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα. Οὐκ εἶπεν, Οὐδὲν πείσομαι, ἀλλ’, Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Τουτέστι, Κἂν πάθω, οὐ δέδοικα·
35ὅπερ καὶ ὁ Παῦλός φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; Καὶ μὴν μυρίοι ἦσαν οἱ κατ’ αὐτῶν· ἀλλ’ οὐδὲν αὐτοὺς ἠδίκει. Πῶς γὰρ οὐκ ἐσχάτης ἂν ᾖ μικροψυχίας, τὸν Δεσπότην ἔχοντας εὐμενῆ δεδοι‐ κέναι τοὺς συνδούλους; Ἀλλ’ οὐχ οὗτος τοιοῦτος,
40ἀλλ’ ἀνώτερος καὶ ὑψηλότερος πάντη τῶν τοιούτων φόβων. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μηδὲ ἀποστε‐ ρῶμεν τῆς τοῦ Δεσπότου συμμαχίας ἑαυτοὺς τῷ δε‐ δοικέναι τὰ ἀνθρώπινα. Τοῦτο γὰρ ὑβριζόντων ἐστὶν εἰς τὴν τοῦ Θεοῦ βοήθειαν. Διὸ λέγεται καὶ ὁ Ἐζεκίας
45παθεῖν ἅπερ ἔπαθεν, ἐπειδὴ τοῦ ἡλίου ἀναποδίσαν‐ τος, καὶ πάλιν ἀναβάντος οὓς κατέβη ἀναβαθμοὺς, καὶ σημείου γενομένου ἱκανοῦ πάντας ἐκπλῆξαι
ἐλθόντας τοὺς ταῦτα μαθεῖν βουλομένους, οὐκ ἀπὸ

55

.

331

τῶν παρὰ τοῦ Θεοῦ συμβάντων, ἀλλ’ ἀπὸ τῶν ἀνθρω‐ πίνων καταπλῆξαι ἐβούλετο, δεδοικὼς αὐτῶν τὴν ἔφοδον· διὸ καὶ τοὺς θησαυροὺς αὐτοῖς ἐδείκνυεν, ἐν τοῖς θησαυροῖς τὰς ἐλπίδας ἔχων. Διὸ δὴ καὶ ὁ Θεὸς
5παροξυνθείς φησι, Λήψονται ταῦτα πάντα· τουτ‐ έστι, Παρ’ οἷς ἤλπισας, οἷς θαῤῥεῖς. Τοῦτο καὶ ὁ Ἰσραὴλ ἐγκαλεῖται, ὅτι δὴ χρήμασι ἐθάῤῥουν καὶ ἵπποις. Διὸ καὶ παρῄνει αὐτοῖς ὁ προφήτης, τοῖς ἐν‐ αντίοις ἐξιλεοῦσθαι τὸν Θεὸν, καὶ λέγειν· Ἐφ’ ἵπποις
10οὐκ ἀναβησόμεθα. Ὁ Θεός σε τιμᾷ, καὶ σὺ σαυτὸν ἀτιμάζεις; ὁ Θεός σε τιμᾷ, τὴν παρ’ αὑτοῦ συμμα‐ χίαν ὑπισχνούμενος, καὶ σὺ πρὸς ἀνθρωπίνας κατα‐ φεύγεις ἐλπίδας, καὶ ἀψύχῳ ὕλῃ τοῖς χρήμασι τὴν ἐλπίδα σου τῆς σωτηρίας πιστεύεις; Οὐ γὰρ δὴ σῶ‐
15σαι ζητεῖ μόνον, ἀλλὰ καὶ ἐντίμως τοῦτο ποιῆσαι. Σφόδρα σε φιλεῖ, καὶ διὰ τοῦτό σε πάντων ἀπάγων, ἑαυτῷ προσηλοῖ, καὶ πάντα περικόπτων, πρὸς ἑαυτὸν ἄγει, μονονουχὶ τοῦτο λέγων δι’ ὧν ποιεῖ· Ἐν ἐμοὶ τὰς ἐλπίδας ἔχε, καὶ ἐμοὶ πρόσεχε διηνεκῶς. Κύριος
20ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ὁρᾷς οὐκ αὐτὸν ἀμυνόμενον, οὐδὲ ἐπεξελθόντα, ἀλλὰ τῷ Θεῷ ἀμύνασθαι παραχωροῦντα τοὺς ἐχθρούς; Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ
25ἐλπίζειν ἐπ’ ἄρχουσιν. Οὐ κατὰ σύγκρισιν ταῦτα προάγει, ἀλλ’ ἔθος τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀσυγκρίτων διὰ τὴν ἀσθένειαν τῶν τότε ἀκουόντων. Οὐκ ἄρα συγκρίνων τοῦτό φη‐ σιν, ἀλλὰ συγκαταβαίνων ἐκείνοις. Διὰ δὴ τοῦτο καὶ
30ἕτερος προφήτης ἔλεγεν· Ἐπικατάρατος πᾶς ὁ ἐλ‐ πίζων ἐπ’ ἄνθρωπον· οὐδὲν γὰρ ταύτης εὐτελέστε‐ ρον τῆς ἐλπίδος· καὶ γὰρ καὶ αὐτῆς τῆς ἀράχνης εὐτελεστέρα ἐστί· μᾶλλον δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἐπισφαλής. Καὶ ἴσασιν ὅσοι πολλάκις ἐπ’ ἀνθρώ‐
35ποις θαῤῥήσαντες, αὐτοῖς ἐκείνοις συγκατηνέχθησαν. Ἡ δὲ εἰς τὸν Θεὸν ἐλπὶς οὐκ ἰσχυρὰ μόνον ἐστὶ, ἀλλὰ καὶ ἀσφαλὴς, οὐκ ἔχουσά τινα μεταβολήν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἕτε‐ ρος δέ τις σοφὸς, Ἐμβλέψατε, φησὶν, εἰς ἀρχαίας
40γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη. Ἀλλ’ ἐγὼ, φησὶν, ἤλπισα, καὶ κατ‐ ῃσχύνθην. Εὐφήμει, ἄνθρωπε, μὴ ἀντιφθέγγου τῇ θείᾳ Γραφῇ· εἰ καὶ κατῃσχύνθης, ἐκ τοῦ μὴ ὡς ἐχρῆν ἐλπίσαι, ἐκ τοῦ ἐνδοῦναι, ἐκ τοῦ μὴ ἀναμεῖναι τὸ
45τέλος, ἐκ τοῦ μικροψυχῆσαι. Ἀλλὰ μὴ τοῦτο ποίει· ἀλλ’ ὅταν ἴδῃς τὰ δεινὰ ἐπικείμενα, μὴ καταπέσῃς. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλπίσαι, τὸ ἐν μέσῳ ἐμβε‐ βηκότα τοῖς χαλεποῖς ὀρθοῦσθαι. γʹ. Τί τῶν βαρβάρων ἐκείνων, τῶν Νινευϊτῶν λέγω,

55

.

331

(50)

ἀθλιώτερον ἦν; ἀλλ’ ὅμως ἐν αὐτῇ ἑστῶτες τῇ πα‐ γίδι, καὶ προσδοκῶντες, ὅτι πεσεῖται ἡ πόλις, οὐδὲ οὕτως ἀπέγνωσαν, ἀλλὰ μετάνοιαν ἐπεδείξαντο
τὴν ἀκριβῆ· διὸ καὶ τοῦ Θεοῦ τὴν ἀπόφασιν εἰς τὸ πά‐Column end

55

.

332

λιν ὑποστρέψαι παρεσκεύασαν. Εἶδες πόση τῆς ἐλπίδος ἡ ἰσχύς; Τί δὲ αὐτὸς ὁ προφήτης; οὐκ ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὢν, τοῦ ναοῦ καὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ἐπανόδου ἐμέμνητο; Καὶ σὺ τοίνυν, κἂν εἰς αὐτὸν
5ἐμβῇς τὸν θάνατον, καὶ τοσούτων ἐπικρεμασθῇ κινδύ‐ νων μέγεθος, μὴ ἀπογνῷς. Δυνατὸν γὰρ τῷ Θεῷ καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν. Διὸ καί τις σοφὸς ἔλεγεν· Ἀπὸ πρωῒ ἕως ὀψὲ μεταβολαὶ πολλαὶ, καὶ πάντα ταχινὰ ἐνώπιον αὐτοῦ. Οὐκ εἶδες τὸν περιστάτην ἐν
10ἀφθονίᾳ λιμώττοντα; οὐκ εἶδες τὴν χήραν λιμῷ εὐ‐ θηνουμένην; Ὅταν εἰς ἀπορίαν τὰ πράγματα ἐμπέ‐ σῃ, τότε μάλιστα ἔλπιζε. Τότε γὰρ μάλιστα ὁ Θεὸς ἐπιδείκνυται τὴν ἑαυτοῦ δύναμιν, οὐκ ἐκ προοιμίων, ἀλλ’ ὅταν τὰ παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ. Οὗτος
15γὰρ τῆς τοῦ Θεοῦ βοηθείας ὁ καιρός. Διὰ δὴ τοῦτο οὔτε τοὺς παῖδας ἐκ προοιμίων ἥρπασεν, ἀλλὰ μετὰ τὴν κάμινον· οὔτε τὸν Δανιὴλ πρὶν ἢ ἐμπεσεῖν, ἀλλὰ μετὰ τὰς ἑπτὰ ἡμέρας. Μὴ δὴ πρόσεχε τῇ φύσει τῶν πραγμάτων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, ἀλλὰ τῇ δυ‐
20νάμει τοῦ Θεοῦ τῇ τὰ ἀπεγνωσμένα εἰς ἐλπίδας ἀγούσῃ χρηστάς. Τοῦτο δὴ καὶ ὁ Ψαλμῳδὸς δεικνὺς, καὶ τὸ εὔ‐ πορον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι θέλων, ὅτι καὶ εἰς αὐτὰ τὰ δεινὰ ἐμπεσόντας, καὶ καταποθέντας ἀνιμήσασθαι δύναται, οὐκ ἐκ προοιμίων μόνον, ἄκου‐
25σον τί ἐπήγαγε· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με. Εἶ‐ δες ἄφευκτον κίνδυνον; Οὐ γὰρ ἐκ παρατάξεως ἦν ἡ μάχη, οὐδὲ ἐξ εὐθείας ἑστώτων, ἀλλ’ ἔνδον ἀπείληπτο, καὶ ὡς σαγήνῃ τινὶ περιεβέβλητο, καὶ ὥσπερ ὑπὸ δι‐ κτύων συνείχετο, οὐχ ὑφ’ ἑνὸς, καὶ δύο, καὶ τριῶν, ἀλλ’
30ὑπὸ τῶν ἐθνῶν ἁπάντων· ἀλλ’ ὅμως πάντα διεῤῥήγνυ‐ το τὰ δεσμὰ ταῦτα τῇ εἰς Θεὸν ἐλπίδι. Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλω‐ σάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύ‐
35θησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εἶδες πῶς διαγράφει τῶν δεινῶν τὸ μέγεθος; Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐκύκλωσαν, ἀλλ’, Ὡσεὶ μέλισσαι, καὶ ὡς πῦρ ἐν ἀκάνθαις· διὰ μὲν τῶν μελισσῶν τὸ σφοδρὸν τῆς προθυμίας, διὰ δὲ τῶν
40ἀκανθῶν τὸ ἀφόρητον τοῦ θυμοῦ, καὶ τὸ ἄσβεστον τῆς ὀργῆς αἰνιττόμενος. Τίς γὰρ ὑφέξει πῦρ ἀκάνθαις ἐμ‐ πεσόν; Ἀλλ’ ὅμως, φησὶν, οὕτω σφοδρῶς, οὕτω ταχέως ἀναφθέντας καὶ ἐν μέσῳ περιλαβόντας οὐ μόνον δι‐ έφυγον, ἀλλὰ καὶ ἠμυνάμην. Τοῦτο ὅρα καὶ ἐπὶ τῆς
45ὕλης αὐτῆς γινόμενον. Καὶ γὰρ πῦρ βάτον ἔκαιε, καὶ οὔτε ἡ βάτος ἐκαίετο, οὔτε ἐκεῖνο ἐσβέννυτο, ἀλλ’ ἀμφότερα ἔμε[ι]νεν ὁμιλοῦντα ἀλλήλοις, καὶ οὐκ ἀναλι‐ σκόμενα. Καίτοι τί σαθρότερον βάτου; τί δὲ πυρὸς
καυστικώτερον; Ἀλλ’ ὅμως ἡ θαυματουργὸς τοῦ Θεοῦ

55

.

333

δύναμις παραδοξοποιοῦσα ἀμφότερα εἴασε μένειν. Τοι‐ οῦτον δέ τι παράδοξον καὶ τότε συνέβαινε. Ὡς πῦρ γὰρ ἐπέδραμον, ὡς μέλισσαι μετὰ προθυμίας ἐπέθεντο, ἔν‐ δον εἶχον ἀπειλημμένον, καὶ οὐδὲν ποιῆσαι ἴσχυσαν. Τὸ
5γὰρ ὅπλον τὸ ἀχείρωτον, ἡ συμμαχία ἡ ἀκαταμάχητος, τοῦ Θεοῦ τὸ ὄνομα πάντας αὐτοὺς ἀπήλασεν. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Εἶπε τὸ μέγεθος τῶν δεινῶν, ἀπὸ τοῦ πλήθους, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς προθυμίας, ἀπὸ τῆς ὀργῆς τῶν
10ἐπιόντων· λέγει καὶ ἀφ’ ὧν αὐτὸς ἔπαθεν. Οὕτω μου ἐπεκράτησε τὰ δεινὰ, φησὶν, ὡς καὶ μικροῦ ἐγγὺς γε‐ νέσθαι τοῦ πεσεῖν καὶ κατενεχθῆναι. Οὕτω γὰρ ἀνετρά‐ πην ὠσθεὶς, ὡς μέλλειν καταπίπτειν· ἀλλ’ ὅτε λοιπὸν ἔμελλον ἐπὶ γόνυ φέρεσθαι, καὶ κατακλίνεσθαι, καὶ
15πάντα ἀπέγνωστο τὰ ἀνθρώπινα, τότε τὴν ἑαυτοῦ συμμαχίαν ἐπεδείξατο. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς, ἵνα μη‐ δεὶς τὴν ἑαυτοῦ δόξαν νοσφίζηται. Τοῦτο καὶ ἐν τῇ ἱστορίᾳ τῶν Κριτῶν ἐπὶ τοῦ Γεδεὼν ἐποίησε. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου, νυκτὸς οὔσης, τὸ τρόπαιον ἔστη‐
20σεν. Εἰ γὰρ καὶ μηδὲν συντελέσας εἰς τὴν νίκην ἐκεῖ‐ νος καὶ τὸν πόλεμον, ὅμως ἀπενοήθη· εἰ παρέστη μό‐ νον τῇ παρατάξει, εἰ πίπτοντας εἶδε τοὺς ἀναιρουμέ‐ νους, οὐκ ἂν μειζόνως τοῦτο ἔπαθεν; Ὅταν τοίνυν ἀπογνωσθῇ ἐξ ἀνθρωπίνης ἐλπίδος τὰ πράγματα, τότε
25ἐπάγει τὴν παρ’ ἑαυτοῦ συμμαχίαν. Τοῦτο καὶ ἐπὶ τοῦ Γολιὰθ ἐποίησε· τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπό‐ κριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι
30τοὺς νεκρούς. Ἰσχύς μου, καὶ ὕμνησίς μου ὁ Κύ‐ ριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ὡσεὶ ἔλεγε· Δύ‐ ναμίς μου αὐτὸς ἐγένετο καὶ βοήθεια. Τί δέ ἐστιν ὅ φη‐ σιν, Ὕμνησίς μου; Ἡ δόξα μου, ὁ αἶνός μου, ὁ κόσμος μου, ἡ περιφάνειά μου. Οὐ γὰρ δὴ μόνον ἀπαλλάττει
35τῶν κινδύνων, ἀλλὰ καὶ λαμπροὺς ποιεῖ καὶ περιφα‐ νεῖς· καὶ πανταχοῦ τοῦτο ἔστιν ἰδεῖν, μετὰ δόξης τὴν σωτηρίαν διδομένην. Καὶ ἕτερον δέ τι διὰ τούτου αἰνίτ‐ τεται. Ποῖον δὲ τοῦτο; Ὅτι τοῦτό μοι, φησὶ, διηνεκὴς ᾠδὴ, τοῦτό μοι διηνεκὴς φωνὴ, ὁ ὕμνος ὁ εἰς αὐτὸν,
40τοῦτό μοι ἔργον, διηνεκῶς αὐτὸν ἀνυμνεῖν. δʹ. Ἀκουέτωσαν οἱ ταῖς σατανικαῖς ᾠδαῖς κατασ‐ ηπόμενοι, οἵαν ὑπομένουσι βλάβην, ποίας δ’ ἂν καὶ τύχοιεν συγγνώμης, τούτου διηνεκῶς τὸν σωτῆρα ἀνυμνοῦν‐ τος, ἐκεῖνοι διηνεκῶς ἐν ταῖς τῶν δαιμόνων ᾠδαῖς
45ἐγκαλινδούμενοι. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὅταν γὰρ ὁ Θεὸς κατορθώσῃ τὸ πᾶν, οἱ τῆς νίκης ἀπολαύοντες χαίρουσι, σκιρτῶσι, δι‐ πλῇ γαννύμενοι, καὶ τῷ σωθῆναι, καὶ τῷ διὰ Θεοῦ σωθῆναι. Τοῦτο ποιεῖται εὐφροσύνην, ὁ τὸ τρόπαιον

55

.

333

(50)

στήσας. Εἶτα δεικνὺς καὶ τῆς συμμαχίας τῆς τοιαύτης τὴν ἀφορμὴν, ἐπήγαγεν· Ἐν σκηναῖς δικαίων. Οὐκ εἶπεν, Ἐν οἰκίαις, ἀλλ’, Ἐν σκηναῖς, τὸ ἐσχεδιασμένον τῆς οἰκήσεως αὐτῶν παραστῆσαι βουλόμενος. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Ἀβραὰμ, ὅτε ἐπανῆλθε, τῶν βαρβάρων
55περιγενόμενος, λαμπρὸς ἀπὸ τῶν κατορθωμάτων γε‐ γονώς. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Παύλου, ὅτε ἐπανῄει τῶν δαιμόνων περιγενόμενος, καὶ τὴν πλάνην κατα‐ λύων, καὶ τὰ κατορθώματα διηγούμενος. Δεξιὰ Κυ‐
ρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.Column end

55

.

334

Ὅρα τῆς ἀγαλλιάσεως τὴν ὑπόθεσιν. Τοῦτο γὰρ καὶ νῦν λέγει, ὅπερ ἔμπροσθεν ἔλεγε, δεικνὺς ὅτι ὁ Θεὸς ταῦτα κατώρθωσεν. Ὁρᾷς, οὐκ ἐν ἀπαλλαγῇ μόνον τῶν δεινῶν, ἀλλὰ καὶ ἐν κτήσει περιφανείας γινομένην
5αὐτοῦ τὴν εὐεργεσίαν· Εἰπὼν γάρ· Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, ἐπήγαγε· Δεξιὰ Κυρίου ὕψωσέ με, ἵνα τὴν αὐτῷ γενομένην δόξαν δηλώσῃ. Τὸ γὰρ, Ὕψωσέ με, ἀντὶ τοῦ, ἐδόξασεν, ἐστίν. Οὐ γὰρ μόνον δυνατοὺς ἐποίησεν, ἀλλὰ καὶ ἐνδόξους.
10 Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσο‐ μαι τὰ ἔργα Κυρίου. Οἱ μὲν κίνδυνοι, φησὶ, θάνατον ἠπείλουν· ἐγὼ δὲ, Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Τουτέστι, τοιαύτη ἡ τοῦ Δεσπότου παραδοξοποιία, ὅτι καὶ ἐξ αὐτῶν ἥρπασε τῶν θανάτων, καὶ πρὸ τῆς Και‐
15νῆς ἐν τοῖς παραδόξοις κινδύνοις τῆς ἀναστάσεως τὴν εἰκόνα προδιαγράφων. Ἔδωκε γὰρ ἡμῖν καὶ ἐξ ἀρχῆς αἰνίγματα, ὅτε τὸν Ἐνὼχ μετέστησεν. Εἰ γὰρ ἀπιστεῖς, ὅτι οὐ δυνατὸν διαναστῆναι σώματα, ἀπὸ τούτου πί‐ στευε. Πῶς γὰρ ἤρκεσεν εἰς χρόνον τοσοῦτον τὸ σῶμα
20ἐκεῖνο; Οὐ γάρ ἐστιν ἴσον οἰκίαν διεφθαρμένην ἀναστῆ‐ σαι, καὶ τὴν σαθρὰν καὶ παλαιὰν οὖσαν διακρατῆσαι ἐπὶ χρόνον τοσοῦτον. Οὐκ ἐννοεῖς ὅτι οὐκ ὄντα ἐποίη‐ σεν; Οὐκοῦν πολλῷ μᾶλλον ἀναστῆσαι δύναται. Ἔχεις καὶ ἑτέραν εἰκόνα τῆς ἀναστάσεως, λέγω τὴν Ἠλίου
25ἁρπαγὴν, ὃς οὐδέπω καὶ τήμερον ἐτελεύτησε. Πάντα ῥᾴδια καὶ εὔκολα τῷ Θεῷ. Οὐκ ἀδυνατήσει, φησὶ, παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Καὶ ὁ Προφήτης· Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Οὐχ ὁρᾷς ὅτι καὶ σοὶ δύσ‐ κολα τὰ τοῦ τέκτονος ἔργα; Ἀλλ’ ὅμως παραχωρεῖς
30τῇ τέχνῃ. Εἶτα τῇ μὲν συνδούλου τέχνῃ παραχωρεῖς· τοῦ δὲ Δεσπότου τὴν σοφίαν εὐθύνας ἀπαιτεῖς, καὶ οὐ καταδέχῃ τῇ πίστει τὸ γινόμενον; Καὶ πόσης ταῦτα ἄξια ἀνοίας; Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Εἴ τις καὶ κατὰ ἀναγωγὴν ἐκλάβοι τὸ εἰρημένον, οὐχ ἁμαρ‐
35τήσεται. Εἰ γὰρ καὶ περὶ τῆς ἀναστάσεως τοῦτο εἴρη‐ ται (τὸ γὰρ, Οὐκ ἀποθανοῦμαι, δηλοῦντός ἐστιν, ὅτι οὐδὲ ὁ θάνατος θάνατος), ἀλλ’ ὅμως καὶ καθ’ ἕτερον τρόπον νοεῖται. Οὐκ ἀποθανοῦμαι γὰρ, φησὶ, τὸν ἕτερον θάνατον, ὃν καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν·
40Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ. Καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Τοῦτο μάλιστα ζωὴ, τὸ καὶ αὐτὸν αἰνεῖν, καὶ εἰς ἅπαντας ἐξαγγέλλειν τὰ θαύματα αὐτοῦ. Ποῖα ἔργα; εἰπέ μοι. Ταῦτα ἃ
45μέλλει διηγεῖσθαι, ἐπάγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Εἶδες τὴν παραδοξοποιίαν; εἶδες τὸ χρήσιμον; Οὐ γὰρ δὴ μόνον ὅτι ἀπηλλάγη εὐχαριστεῖ, ἀλλ’ ὅτι καὶ ἐνέπεσε χάριν οἶδε μεγίστην, καὶ λέγει τὸ κέρδος τοῦ πειρα‐

55

.

334

(50)

σμοῦ. Ποῖον δὴ τοῦτο; Παιδεύων ἐπαίδευσέ με ὁ Κύ‐ ριος, φησί. Τοῦτο τῶν κινδύνων τὸ χρήσιμον, ὅτι βελ‐ τίονα εἰργάσατο. Εἶδες ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν, καὶ τὸ ἀφεῖναι ἐναποληφθῆναι τοῖς δεινοῖς, καὶ τὸ πάλιν ἀπαλλάξαι; Τῷ γὰρ θανά‐
55τῳ, φησὶν, οὐ παρέδωκέ με. Καὶ καλῶς εἶπεν ἕτερος
ἑρμηνευτής· Τῷ δὲ θανάτῳ οὐκ ἔδωκέ με, ἵνα δηλώ‐

55

.

335

σῃ ὅτι ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τὸ πᾶν ἔκειτο. Ὥστε διπλῆν ἐκέρδανε σωτηρίαν, τήν τε τῶν δεινῶν, τήν τε τῆς κα‐ κίας ἀπαλλαγήν. Διὸ καὶ Παῦλος ἔλεγεν Ἑβραίοις γράφων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ,
5καὶ οὐχ υἱοί. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τοῖς παιδευομένοις αἱ πύλαι ἀνοίγονται, τοῖς ἀποτιθε‐ μένοις τὰ ἁμαρτήματα. εʹ. Ὁ παιδευθεὶς μετὰ παῤῥησίας δύναται λέγειν·
10Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Καὶ γὰρ καὶ κατὰ ἀναγωγὴν ἐκληπτέον τὸ εἰρημένον, καὶ πύλας τὰς τῶν οὐρανῶν νοητέον, αἳ τοῖς πονηροῖς εἰσι κεκλει‐ σμέναι, πρὸς ἃς δεῖ κρούειν διὰ τῆς ἀρετῆς, δι’ ἐλεη‐ μοσύνης, διὰ δικαιοσύνης. Αὕτη ἡ πύλη τοῦ Κυρίου·
15δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Εἰσὶ πύλαι θανάτου, εἰσὶ πύλαι ἀπωλείας, εἰσὶ πύλαι ζωῆς, εἰσὶ πύλαι στε‐ ναὶ καὶ τεθλιμμέναι. Διὰ δὴ τοῦτο ἐπειδὴ πολλαὶ, λέγει τὸ παράσημον τῆς τοῦ Κυρίου πύλης, ἐπάγων· Αὕτη ἡ πύλη τοῦ Κυρίου. Ἐκεῖναι γὰρ οὐχὶ τοῦ
20Κυρίου. Καὶ τὸ παράσημον ποῖον αὐτῆς; Τὸ δι’ αὐτῆς τοὺς παιδευομένους εἰσιέναι, τοὺς θλιβομένους. Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη· εἰ δὲ τεθλιμμένη, οἱ θλιβό‐ μενοι δι’ αὐτῆς βαδιοῦνται· ὥσπερ ἡ πρὸς ἀπώλειαν πλατεῖα καὶ εὐρύχωρος.
25 Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μου εἰς σωτηρίαν. Οὐχ ἁπλῶς εἶπεν, Ἐπ‐ ήκουσας, ἀλλὰ πρότερον παιδεύσας, καὶ βελτίω ποιή‐ σας. Διὸ καὶ εὐχαριστεῖ, οὐχ ὑπὲρ ὧν ἠκούσθη, ἀλλ’ ὑπὲρ ὧν ἐπαιδεύθη. Διὰ γὰρ τοῦτο ἠκούσθη, καὶ παν‐
30ταχοῦ πολὺ τοῦτο παρ’ αὐτῷ τὸ τῆς εὐχαριστίας εἶδος. Ὅπερ γὰρ εἶπον, καὶ λέγων οὐ παύσομαι, τοῦτο μά‐ λιστα θυσία καὶ προσφορά. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Ὅτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον, παντί που
35δῆλον. Καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ταύτην παρ‐ άγει τὴν προφητείαν λέγων· Οὐδέποτε ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; Εἰ δὲ μὴ δοκεῖ ἐξ αὐ‐ τῆς ἠρτῆσθαι τῆς ἱστορίας τὸ εἰρημένον, ἀλλὰ μέσην
40τὴν ἀκολουθίαν διακόψασα ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδὲν, οὐδὲ καινόν· οὕτω γὰρ αἱ πλείους τῶν προφητειῶν ἐξεφωνήθησαν ἐν τῇ Παλαιᾷ, διὰ τὸ δεῖν αὐτὰς συσκιάζεσθαι τέως, ὥστε μὴ καὶ τὰ βιβλία αὐτὰ ἐξαλειφθῆναι. Ἐπεὶ καὶ ἡ περὶ τῆς γεννήσεως
45αὐτοῦ προφητεία δοκεῖ μὲν ἀπὸ τῆς ἱστορίας ἠρτῆσθαι, οὐδὲν δὲ κοινὸν ἔχει πρὸς ἐκείνην· οἷον τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Λίθον ὃν

55

.

335

(50)

ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. Οἰκοδομοῦντας λέγει τοὺς Ἰουδαίους, τοὺς νομοδιδασκάλους, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ πάλιν· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ
55πλανᾷ τὸν ὄχλον. Ἀλλ’ ὅμως οὗτος ὁ ἀποδοκιμασθεὶς οὕτως ἐφάνη δόκιμος, ὡς γενέσθαι κεφαλὴν γωνίας. Οὐ γὰρ ἅπας λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ’ ὁ δοκι‐
μώτατος, καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συν‐Column end

55

.

336

δῆσαι δυνάμενος. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοῦτο ἐστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων καὶ ἐξουθενηθεὶς, οὕτως ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ καὶ δύο συνδῆσαι τοίχους.
5Ποίους δὴ τοίχους; Τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνων πιστεύοντας· καθάπερ καὶ ὁ Παῦλος λέγει· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν
10ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ πάλιν· Ἐποικοδομη‐ θέντες τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου Ἰησοῦ Χριστοῦ. Τὸ δὲ εἰρημένον πολλὴ κατηγορία τῶν Ἰουδαίων, ὅτι οἰκοδο‐
15μοῦντες τὸν ἐπιτήδειον λίθον οὐκ ἔκριναν, ἀλλὰ καὶ ὡς ἀδόκιμον ἔῤῥιψαν, τοιαύτην δυνάμενον οἰκοδομὴν ὑφῆναι. Εἰ δὲ βούλει τοὺς δύο τοίχους μαθεῖν, ἄκουσον καὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με
20δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Τοῦτο καὶ ἄνωθεν ὡς ἐν τύπῳ γέγονεν. Ὁ γὰρ Ἀβραὰμ γέγονεν ἑκατέρων πατριάρχης, τῶν τε ἐν ἀκροβυστίᾳ, τῶν τε ἐν περιτομῇ· ἀλλ’ ἐκεῖνο μὲν ὡς ἐν τύπῳ, τοῦτο δὲ ἐν ἀληθείᾳ. Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
25τουτέστι, συνέδησεν ἑκάτερα τὰ ἔθνη. Παρὰ Κυρίου ἐγένετο αὕτη. Τί ἐστι· Παρὰ Κυρίου ἐγένετο αὕτη; Οὐκ ἦν ἀνθρώπινον, φησὶ, τὸ γενόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν, οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην πλέξαι γωνίαν. Οὐδεὶς γοῦν ἴσχυσεν, οὐ
30δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα μόνον· καὶ γὰρ τοῦτο ἰδικῶς αὐτοῦ τὸ ἔργον. Ἕτερος δὲ ἑρμηνευτής· Παρὰ Κυρίου ἐγένετο τοῦτο, φησί· τουτέστι, τὸ ἔργον τὸ θαυμαστὸν καὶ παράδοξον, τὸ τῆς γωνίας. Καὶ ἔστι
35θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Τίς δέ ἐστι θαυμαστή; Ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέ‐ βειαν. Καὶ γὰρ ἐκ τῶν Ἰουδαίων πολλαὶ μυριάδες ἐπί‐ στευσαν· καὶ οἱ ἀπόστολοι δὲ ἐξ Ἰουδαίων. Καλῶς δὲ εἶπεν· Ἐν ὀφθαλμοῖς ἡμῶν· οὐ γὰρ πᾶσίν ἐστι τὸ
40θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειεν, ὅτι ἔνθα ἐσταυρώθη Χριστὸς, ἐκεῖ προσκυνεῖται Χριστός· καὶ οἱ μὲν σταυρώσαντες ἐν ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες ἐν δόξῃ; Καὶ γὰρ πᾶσαν τὴν οἰκουμένην διέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀλη‐
45θείᾳ ἅπαντας. Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετά‐ ζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον καὶ σαφέστε‐ ρον τοῖς πιστεύουσι. Διὰ τοῦτο εἶπεν· Ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμέ‐

55

.

336

(50)

ραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γενόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγων, οὐ τὸν δρόμον λέγει τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτω καὶ ἡμέραν ἀγα‐ θὴν, τὰ ἐν αὐτῇ κατορθώματα. Ὃ δὲ λέγει τοιοῦτόν
55ἐστι· Τὰ τοῦ Θεοῦ κατορθώματα, τὰ ἐν αὐτῇ γενόμενα, ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὸ
τελέσαι τὰ γεγενημένα.

55

.

337

ϛʹ. Τί τοίνυν τῆς ἡμέρας ταύτης ἴσον γένοιτ’ ἂν, ἐν ᾗ καταλλαγῇ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ χρό‐ νιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας
5ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ πα‐ ράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πα‐ τρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἁμαρτία ἐλύθη, καὶ οἱ διὰ τοῦ νόμου κολασθέντες χωρὶς τοῦ νόμου
10σωτηρίας ἐπέτυχον, καὶ πᾶσα ἡ γῆ καὶ θάλασσα τὸν Δεσπότην ἐπέγνω τὸν ἑαυτῆς, καὶ μυρία ἕτερα γέγονεν, ἅπερ οὐκ ἔστι νῦν ἐπελθεῖν τῷ λόγῳ; Διὰ δὴ τοῦτο ὁ Προφήτης ἅπαντα ταῦτα ἐννοήσας, τῷ Θεῷ τὸ πᾶν ἀνατίθησι, δηλῶν, ὅτι τοῦ Θεοῦ ἔργα ἐστὶ τὰ
15γεγενημένα. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευματικὴν, τὴν νοε‐ ρὰν, τὴν τῆς διανοίας. Ἀγαλλιασώμεθα καὶ εὐ‐ φρανθῶμεν ἐν αὐτῇ, ὅτι τοσούτων ἐπετύχομεν ἀγα‐
20θῶν. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν κατόρθωμα, τὸ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τὸ σκιρτᾷν, τὸ εὐφραίνε‐ σθαι, τὸ μετὰ ἡδονῆς δέχεσθαι τοῦ Θεοῦ τὰς εὐερ‐ γεσίας. Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐημερίαν, καὶ τὴν
25τῶν πραγμάτων μεταβολὴν, καὶ τὴν πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσιν εἶ‐ πεν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον δὴ τοὺς ἀπολαύοντας, ὥστε καὶ ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους ἐπιδείξασθαι τῆς
30χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε μετὰ τὸ τυχεῖν μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν. Εὐλογη‐ μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Οὐ γὰρ δὴ μέχρι τῶν γεγενημένων ἵσταται τὰ ἡμέτερα, ἀλλ’ ἐφ’ ἕτερα πρόεισι μείζονα, τὴν ἀνάστασιν, τὴν βασι‐
35λείαν, τὴν μετὰ Χριστοῦ λῆξιν, ἅπερ ἅπαντα παρα‐ στῆσαι βουλόμενος, ἐπήγαγεν· Εὐλογημένος ὁ ἐρ‐ χόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ὁ Χριστὸς Ἰουδαίοις ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμε‐
40νος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο αὐτὸ προεβάλλετο, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι ἀντίθεός ἐστι, λέγει αὐτοῖς· Ὑμεῖς μοι μαρτυρή‐ σετε, ὅτι οὐκ ἀντίθεος ἐγὼ, ὅταν ἴδητε ἐπὶ τῶν νε‐ φελῶν ἐρχόμενον, καὶ ταύτην ἀφῆτε τὴν φωνὴν λέ‐
45γοντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ‐ ρίου, ἐν εὐφημίας ῥήμασι τῆς ἀπολογίας ἑαυτοὺς ἐκβάλλοντες. Ἡ γὰρ ἐπιφάνεια τῶν γινομένων τότε ταύτην παρασκευάσει τὴν φωνὴν ἀφεῖναι, ὁμοῦ μὲν εὐφημοῦντας, ὁμοῦ δὲ τὴν κατηγορίαν πικροτέραν

55

.

337

(50)

ποιοῦντας τὴν καθ’ ἑαυτῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸν δῆμον ἅπαντα λέγει τὸν πιστὸν, τὸν εὐλογίας ἀπολαύοντα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Καὶ γὰρ πανταχοῦ φαίνονται οἱ προφῆται μακαρίζοντες τοὺς μέλλοντας
55πιστεύειν. Τίνος ἕνεκεν εὐλογήσατε, καὶ πόθεν ὁ μακαρισμός; Ὅτι ὁ Θεὸς ἐπέφανεν ἡμῖν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παι‐ δεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως
60καὶ εὐσεβῶς ζήσωμεν, ἀπεκδεχόμενοι τὴν μακα‐ ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοίνυν ὁ Προφήτης τὴν σάρκωσιν θαυμάζει, ὅτι Θεὸς ὢν, καὶ
Κύριος, καὶ τῆς οὐσίας ἐκείνης, κατηξίωσεν ἐπιφά‐Column end

55

.

338

νειαν. Ἐπιφάνειαν δὲ εἶπε τὴν οἰκονομίαν, τὸ εἰς μή‐ τραν ἐλθεῖν παρθενικὴν, τὸ ἄνθρωπον γενέσθαι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι. Διὰ δὴ τοῦτο, Εὐ‐ λογήκαμεν ὑμᾶς, φησὶν, ὅτι τοιαύτης ἀπηλαύσατε
5δωρεᾶς. Τοῦτο καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ εἴδετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά‐ ζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ἕτερος
10ἑρμηνευτής φησι· Συνδήσατε ἐν πανηγύρει πυκά‐ σματα. Ἄλλος, Δήσατε ἑορτὴν ἐν πιμελέσιν. Ἐπὶ τὴν ἱστορίαν ἐξέβη πάλιν ἀπὸ τῆς προφητείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἑορτάσατε, πανηγυρίσατε. Τί δέ ἐστι, Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι;
15Κατὰ μὲν τὸν ἕνα ἑρμηνευτὴν, Θύσατε θυσίας λι‐ παράς· κατὰ δὲ τὸν ἕτερον, Στεφανώματα καὶ κλάδους ἀνάψατε τῷ ναῷ. Τὸ δὲ Ἑβραϊκὸν τοῦτο οὕτως εἶπεν, Ἐσροὺ ἂγ βαὰδ ὀθθίμ. Ἄν τε οὖν τοῦτο, ἄν τε ἐκεῖνο ᾖ, ἑορτὴν δηλοῖ, καὶ φαιδρὰν
20ἡμέραν, καὶ πανήγυριν. Ἀπὸ γὰρ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ μετήγαγε πάλιν τὸν λόγον, καὶ τῆς ἐπαν‐ όδου τούτων ἐμνημόνευσε. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι,
25ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο δοξάζειν αὐ‐ τὸν, διὰ τὴν μεγαλωσύνην αὐτοῦ, διὰ τὴν ἀπόῤῥη‐ τον δόξαν. Τοῦτο γὰρ αἰνίττεται μετὰ τὸ εἰπεῖν τὰς
30εὐεργεσίας, ἃς εὐηργετήθη, οὕτως ἐπαγαγών. Λέγει γάρ· Καὶ χωρὶς τούτων καὶ εὐχαριστήσω, καὶ ἐξ‐ ομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, οὕτως ἀκατά‐ ληπτον· τὸ γὰρ, Ὑψώσω, δοξάσω ἐστίν. Ἐξομο‐
35λογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οὐκ αὐτὸς ταύτην ἀναφέρειν τὴν θυσίαν μόνον ἀρκεῖται, ἀλλὰ καὶ κοινωνοὺς πολλοὺς καλεῖ τῆς εὐφημίας καὶ τῆς εὐχαριστίας, καὶ τὴν Θεοῦ φιλανθρωπίαν ἀνακηρύττει, πανταχοῦ τὸ διαρ‐
40κὲς αὐτῆς ὑμνῶν καὶ τὸ μέγεθος. Ταῦτα δὴ οὖν καὶ ἡμεῖς εἰδότες, μένωμεν διαπαντὸς εὐχαριστοῦντες τῷ φιλανθρώπῳ Θεῷ, καὶ ταύτην ἀναφέρωμεν τὴν θυσίαν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσω‐ μεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐
45σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
48tΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ.
49ᾨδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει,

55

.

338

(50)

ᾨδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. αʹ. Τῶν μὲν ἄλλων ψαλμῶν ἑκάστῳ ἰδία τίς ἐστιν ἐπιγραφὴ, ἐνταῦθα δὲ ὁμοῦ πολλοὶ συνελθόντες μίαν
55ἔλαβον προσηγορίαν, ᾨδὴ τῶν ἀναβαθμῶν, ἢ ὡς ἕτερος εἶπεν ἑρμηνευτὴς, τῶν ἀναβάσεων. Τινὲς δὲ
αὐτοὺς καὶ ἀναβαθμοὺς καλοῦσι. Καὶ τίνος, φησὶν,

55

.

339

ἕνεκεν οὕτως εἰσὶν εἰρημένοι; Κατὰ μὲν τὴν ἱστο‐ ρίαν, ὅτι δὴ περὶ τῆς ἀνόδου διαλέγονται τῆς ἐκ Βαβυλῶνος, καὶ τῆς αἰχμαλωσίας μνημονεύουσι τῆς ἐκεῖσε· κατὰ δὲ τὴν ἀναγωγὴν, ὅτι εἰς τὴν κατ’
5ἀρετὴν ὁδὸν χειραγωγοῦσι· τινὲς γὰρ οὕτως αὐτοὺς ἐξέλαβον. Καὶ γὰρ ἡ ἐκεῖ φέρουσα ὁδὸς ἀναβαθμοῖς ἔοικε, κατὰ μικρὸν ἀνάγουσα τὸν ἐνάρετον καὶ φιλό‐ σοφον ἄνδρα, καὶ πρὸς τὸν οὐρανὸν αὐτὸν ἱστῶσα τοῦτον. Ἄλλοι δὲ τὴν τοῦ Ἰακὼβ κλίμακα
10διὰ τούτων αἰνίττεσθαί φασι, τὴν ἀπὸ γῆς ἐστηρι‐ γμένην πρὸς οὐρανὸν δειχθεῖσαν αὐτῷ. Οὕτω γὰρ καὶ τὰ ἄβατα τῶν χωρίων, καὶ ὑψηλότερα, βατὰ γί‐ νεται, βάθρων καὶ κλιμάκων ὑποτεθειμένων ἡμῖν. Ἀλλ’ ἐπειδὴ τοὺς ἀνελθόντας, ἐπειδὰν εἰς ὕψος
15ἀνενεχθῶσιν, ἀνάγκη ἰλιγγιᾷν, διὰ τοῦτο οὐχὶ ἀναβαί‐ νοντας μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἄκρον γινομέ‐ νους ἀσφαλίζεσθαι χρή. Μία δὲ ἀσφάλεια, ὅταν μὴ ὅσον ἀνέβημεν ἴδωμεν, καὶ ἀπονοηθῶμεν, ἀλλ’ ὅσον ἀναβῆναι λείπει κατοπτεύσωμεν, καὶ πρὸς ἐκεῖνο
20τεινώμεθα. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγε· Τῶν ὄπι‐ σθεν ἐπιλανθανόμενοι, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι. Ἀλλ’ ὁ μὲν τῆς ἀναγωγῆς λόγος οὗτος· ἡμεῖς δὲ λοιπὸν, εἰ δοκεῖ, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν, καὶ ἴδωμεν τοὺς τῆς αἰχμαλωσίας ἀπαλλα‐
25γέντας. Πῶς οὖν ἀπηλλάγησαν τῆς αἰχμαλωσίας; Τῷ πόθῳ τῶν Ἱεροσολύμων· ὡς οἵ γε μὴ τοῦτον κατορθώσαντες, οὐδὲν ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐκέρδαναν, ἀλλ’ ἐναπέμειναν τῇ δουλείᾳ καὶ ἐναπ‐ έθανον· οὓς καὶ ἡμεῖς ἂν ζηλώσωμεν, τὸ αὐτὸ πεισό‐
30μεθα. Ἂν γὰρ μὴ τῷ τῶν οὐρανίων ἔρωτι κατασχε‐ θῶμεν, καὶ τῷ πόθῳ τῆς ἄνω Ἰερουσαλὴμ, ἀλλὰ τῷ παρόντι βίῳ προσηλωθῶμεν διαπαντὸς, ἐγκαλιν‐ δούμενοι τῷ πηλῷ τῶν βιωτικῶν φροντίδων, οὐ δυνη‐ σόμεθα τὴν πατρίδα ἀπολαβεῖν.
35 Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Εἶδες τῆς θλίψεως τὸ κέρδος; εἶδες τῆς φιλανθρωπίας τὸ ἕτοιμον; Τῆς θλίψεως τὸ κέρ‐ δος, ὅτι πρὸς εὐχὴν αὐτοὺς ἤγαγε καθαράν· τῆς φιλανθρωπίας τὸ πρόχειρον, ὅτι καλοῦσιν εὐθέως
40ἐπένευσεν· ὃ καὶ τοῖς ἐν Αἰγύπτῳ ἐποίησε πρότερον. Διὸ καὶ λέγει· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατ‐ έβην τοῦ ἐξελέσθαι αὐτούς. Καὶ σὺ τοίνυν, ἀγα‐ πητὲ, ἐν θλίψει γινόμενος, μὴ ἀπογίνωσκε, μηδὲ ῥᾴ‐
45θυμος γίνου, ἀλλὰ τότε μάλιστα διανάστηθι· ἐπειδὴ καὶ τότε καθαρώτεραι αἱ εὐχαὶ, καὶ πλείων ἡ εὔ‐ νοια ἡ παρὰ τοῦ Θεοῦ· καὶ πάντα τὸν βίον οὕτω ζῆθι, ὡς ἐπίπονον εἶναί σοι τὴν ζωὴν, εἰδὼς, ὅτι Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθή‐

55

.

339

(50)

σονται· καὶ ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσ‐ ελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Μὴ τοίνυν τὸν ὑγρὸν καὶ διαλελυμένον ἀγαπήσῃς βίον, μηδὲ τὴν εὐ‐ ρύχωρον θελήσῃς βαδίζειν (οὐ γὰρ φέρει αὕτη πρὸς τὸν οὐρανὸν ἡ ὁδὸς), ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην. Εἰ
55δὲ βούλει περὶ τὰς ἄνω διατριβὰς καταντῆσαι, φεῦγε τὰς ἡδονὰς, καταπάτει τὴν φαντασίαν τοῦ βίου, πλοῦ‐ τον καὶ δόξαν καὶ δυναστείαν ἀτίμαζε· πενίαν δὲ καὶ συντριβὴν διανοίας καὶ ἐξομολόγησιν καὶ δακρύων πηγὰς κτῆσαι, καὶ πάντα τὰ σωτηρίαν δυνάμενα
60προξενεῖν μέτελθε. Ταῦτα γὰρ καὶ ἀσφαλέστερον τὸν κεκτημένον καθίστησι, καὶ τὰς εὐχὰς ὑψηλο‐
τέρας ἐργάζεται. Ἂν οὕτω σεαυτὸν κατασκευάσῃς,Column end

55

.

340

καὶ μετὰ τοιαύτης διανοίας καλέσῃ καὶ σὺ τὸν Θεὸν, πάντως ἀκούσεταί σου. Διὰ γὰρ τοῦτο καὶ ὁ Προ‐ φήτης εἶπεν, ὅτι Ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, ἵνα μάθῃς ἀναβαίνειν κατὰ μι‐
5κρὸν, καὶ τὰς εὐχὰς ἐπτερωμένας ἐργάζεσθαι, ἵνα μὴ δυσχεραίνῃς μηδὲ ἀλύῃς ἐν ταῖς θλίψεσιν, ἀλλὰ δρέπῃ τὸ ἀπ’ αὐτῶν κέρδος. Εἰ γὰρ ὁ προφήτης Ἐλισσαῖος ἄνθρωπος ὢν, προσιοῦσαν τὴν γυναῖκα οὐκ ἀφίησι τὸν μαθητὴν ἀπώσασθαι, Ἄφες, λέγων,
10αὐτὴν, ὅτι κατώδυνός ἐστιν ἡ ψυχὴ αὐτῆς· οὐ‐ δὲν ἕτερον ἐμφαίνων ἐκ τούτου, ἢ ὅτι ἀπολογίαν ἔχει μεγάλην, καὶ συνηγορίαν τὴν θλίψιν· πολλῷ μᾶλλον ὁ Θεὸς οὐ διακρούσεταί σε μετὰ κατωδύνου ψυχῆς προσ‐ ιόντα. Διὰ τοῦτο καὶ ὁ Χριστὸς μακαρίζει τοὺς
15πενθοῦντας, καὶ τοὺς γελῶντας ταλανίζει. Διὰ τοῦτο καὶ τῶν μακαρισμῶν ἀρχόμενος, ἐντεῦθεν τὸ προοί‐ μιον ἐποιήσατο, λέγων, Μακάριοι οἱ πενθοῦντες. Εἰ τοίνυν βούλει τοὺς ἀναβαθμοὺς ἀναβαίνειν τού‐ τους, περίκοψον τὸ διαλελυμένον καὶ χαῦνον τοῦ βίου,
20σύσφιγξον σεαυτὸν τῷ ἐπιπόνῳ τῆς πολιτείας, ἀπό‐ στησον τῶν γηΐνων πραγμάτων. Αὕτη πρώτη ἀνάβα‐ σις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὁμοῦ καὶ κλίμακα ἀναβαίνειν, καὶ τῆς γῆς ἔχεσθαι. βʹ. Ὁρᾷς πόσον τὸ ὕψος τοῦ οὐρανοῦ· οἶσθα τοῦ χρό‐
25νου τὴν βραχύτητα· οἶσθα τὸ ἄδηλον τοῦ θανάτου. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πολλῇ τῇ σφοδρότητι ταύτης ἅψαι τῆς ἀποδημίας, ἵνα ἐν μιᾷ ἡμέρᾳ καὶ δύο καὶ τρεῖς καὶ δέκα καὶ εἴκοσι ἀναβαί‐ νῃς ἀναβαθμούς.
30 Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί‐ κων, καὶ ἀπὸ γλώσσης δολίας. Ὅρα ἐνταῦθα τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διαλάμπον· Εὔ‐ χεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Τούτου γὰρ τοῦ πειρασμοῦ οὐδὲν ἴσον, ἀγαπητὲ, τοῦ δολερῷ περι‐
35πεσεῖν ἀνθρώπῳ· ὁ τοιοῦτος καὶ θηρίου χαλεπώτε‐ ρος. Τὸ μὲν γὰρ ὅπερ ἐστὶ φαίνεται· οὗτος δὲ παρα‐ πετάσματι πολλάκις ἐπιεικείας τὸν ἰὸν ἀπέκρυψεν, ὡς καὶ δυσφώρατον γενέσθαι τὴν ἐνέδραν, καὶ βα‐ ράθρῳ περιπεσεῖν ἀφυλάκτως τὸν ἐμπίπτοντα. Διὰ
40τοῦτο συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούτων ἐπιβούλων ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλ‐ λον τοὺς ἀπατεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα, τὰ περὶ
45τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἀπάγοντα. Διὰ δὴ ταῦτα καὶ ὁ Προφήτης οὗτος τὴν ψυχὴν αὐ‐ τοῦ ἀξιοῖ ῥυσθῆναι· ἐκεῖ γὰρ ἐνίησι τὰ βέλη. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἕτερος ἑρμηνευτής φησι· Τί παρέξει σοι,

55

.

340

(50)

ἢ τί προσθήσει γλῶσσα δολία; Ὁ δὲ ἕτερος· Τί δῴη σοι, ἢ τί προσθείη σοι γλῶσσα κατ’ ἐπιθέ‐ σεως; Οὐδὲν οὖν ἕτερον παρίστησι τὸ εἰρημένον, ἢ ὅτι μεγάλη αὕτη ἡ πονηρία, καὶ χαλεπὸν τῆς κα‐ κίας τὸ εἶδος. Διὰ δὴ τοῦτο ὁρᾷς καὶ τὸν Προφήτην
55θυμούμενον, ὀργιζόμενον, καὶ λέγοντα· Τί δο‐ θείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν
δολίαν; Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ποία ἂν εὑρεθείη

55

.

341

τῆς κακίας ταύτης ἀξία τιμωρία, Ὅπερ καὶ Ἰου‐ δαίοις Ἡσαΐας ἔλεγε· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; τοῦτο δὴ καὶ αὐτός· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
5τοῦτο τοίνυν φησὶν, ἢ ὅτι καὶ αὐτὸ τοῦτο τιμωρία, καὶ πρὸ τῆς δίκης σαυτὸν ἀπαιτεῖς δίκην, οἴκοθεν τὴν κακίαν τίκτων. Μεγίστη γὰρ ψυχῆς τιμωρία κακία, καὶ πρὸ τῆς δίκης. Τίς οὖν ἂν γένοιτο ἀξία τῷ τοιούτῳ δίκη; Ἐνταῦθα μὲν οὐδεμία, ἡ δὲ παρὰ
10τοῦ Θεοῦ πληγή. Ἄνθρωπος μὲν γὰρ οὐκ ἂν κατ’ ἀξίαν ἀμύναιτο· ὑπερβαίνει γὰρ πᾶσαν τιμωρίαν ἡ πονηρία· ὁ Θεὸς δὲ ἐπάξει τὴν πληγήν. Διὸ καὶ ἐμ‐ φαίνων τοῦτο, ταχέως ἐπήγαγε λέγων· Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς
15ἐρημικοῖς. Πάλιν βέλη ἐνταῦθα τὰς τιμωρίας καλεῖ. Ὁ δὲ ἕτερος ἑρμηνευτὴς, Τὰ βέλη τοῦ δυνατοῦ ἠκόνηται, εἶπε, μετὰ ἀνθράκων ἐστοιβασμένων. Καὶ ἕτερος δὲ, Σὺν ἀνθρακίαις ἀρκευθίναις, τῇ μεταφορᾷ τῶν ὀνομάτων αὔξων τῆς τιμωρίας τὸν
20φόβον. Τό τε γὰρ, Ἐστοιβασμένων, τό τε, Ἀρκευ‐ θίναις, τὴν αὐτὴν ἔχει ἔννοιαν. Ἐκεῖ μὲν τὸ πλῆθος παρίστησιν· ἐνταῦθα δὲ τὴν ποιότητα καὶ τὴν σφο‐ δρότητα τῆς τιμωρίας. Ὅπερ οὖν καὶ οἱ Ἑβδομήκοντα δηλοῦντες, Σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς,
25ἐξέδωκαν, τουτέστιν ἐρημοποιοῖς, δαπανῶσι, κατανα‐ λίσκουσιν. Ἀπὸ γὰρ τῶν παρ’ ἡμῖν φοβερῶν ὑλῶν καὶ τοῦ Θεοῦ τὰς τιμωρίας σχηματίζουσιν αἱ Γραφαὶ, βέλη καὶ πῦρ αὐτὰς καλοῦσαι. Ἐνταῦθα δέ μοι τοὺς βαρβάρους αἰνίττεσθαι δοκεῖ. Διὸ καὶ τοῦτο δηλῶν
30ἕτερος ἑρμηνευτὴς ἔλεγε· Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χείλους ψευδοῦς. Τοιαῦτα γὰρ αὐτῶν τὰ ῥήματα, τοιοῦτοι οἱ δόλοι καὶ αἱ ἐπιβουλαὶ, πλάνης γέμοντα ἅπαντα καὶ πολλῆς τῆς κακίας. Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατ‐
35εσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Ἕτερος ἑρμηνευτής φησιν· Οἴμοι ὅτι παροικῶν παρείλ‐ κυσα. Ἄλλος, Ὢ ἐμοὶ, προσηλύτευσα ἐν μα‐ κρυσμῷ. Ταῦτα μὲν οὖν οὗτοι θρηνοῦσιν ὑπὲρ τῆς αἰχμαλωσίας τῆς ἐν Βαβυλῶνι· ὁ δὲ Παῦλος ὑπὲρ
40τῆς ἐνταῦθα διατριβῆς λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι Καὶ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στε‐ νάζομεν. Καὶ γὰρ παροικία ὁ παρὼν βίος. Καὶ τί
45λέγω παροικίαν, ὅπου γε καὶ τῆς παροικίας ἐστὶν εὐτελέστερον πρᾶγμα; Ὅθεν αὐτὴν καὶ ὁδὸν ἐκάλε‐ σεν ὁ Χριστὸς, λέγων· Στενὴ ἡ πύλη, καὶ τεθλιμ‐ μένη ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωήν. Καὶ γὰρ τοῦτο ἀρίστη διδασκαλία μάλιστα καὶ ἡ πρώτη,

55

.

341

(50)

τὸ εἰδέναι ὅτι πάροικοί ἐσμεν κατὰ τὸν παρόντα βίον. Διὸ καὶ οἱ παλαιοὶ τοῦτο ὡμολόγουν, καὶ διὰ τοῦτο μάλιστα ἐθαυμάσθησαν. Τοῦτο καὶ Παῦλος δηλῶν, ἔλεγε γράφων· Διὰ ταύτην τὴν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν καλεῖ‐
55σθαι. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξέ‐ νοι καὶ παρεπίδημοι εἶναι. Τοῦτο ἀρετῆς ἁπάσης ῥίζα καὶ ὑπόθεσις. Ὁ γὰρ τῶν ἐνταῦθα ξένος τῶν ἄνω πολίτης ἔσται. Ὁ τῶν ἐνταῦθα ξένος οὐκ ἐμφι‐
λοχωρήσει τοῖς παροῦσιν· οὐκ οἰκίας ἐπιμελήσεται,Column end

55

.

342

οὐ χρημάτων, οὐ τροφῆς, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· ἀλλ’ ὥσπερ οἱ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πάντα ποιοῦσι καὶ πραγματεύονται πρὸς τὴν ἐπὶ τῇ πατρίδι ἀποκατάστασιν, καὶ καθ’ ἑκάστην ἐπεί‐
5γονται τὴν ἡμέραν τὴν ἐνεγκοῦσαν ἰδεῖν· οὕτω καὶ ὁ τῶν μελλόντων ἐρῶν, οὔτε τοῖς λυπηροῖς ταπεινω‐ θήσεται παροῦσιν, οὔτε τοῖς χρηστοῖς ἐπαρθήσεται, ἀλλ’ ἑκάτερα παραδραμεῖται, καθάπερ ὁδὸν βαδίζων, Διά τοι τοῦτο καὶ ἐν τῇ προσευχῇ κελευόμεθα λέ‐
10γειν, Ἐλθέτω ἡ βασιλεία σου, ἵνα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς ἡμέρας ἐκείνης στρέφοντες, καὶ πρὸ ὀφθαλμῶν αὐτὴν ἔχοντες, μηδὲ ὁρῶμεν τὰ παρ‐ όντα. Εἰ γὰρ Ἰουδαῖοι τῶν Ἱεροσολύμων ἐπιθυ‐ μοῦντες θρηνοῦσι τὰ παρελθόντα, καὶ μετὰ τὸ ἀπαλ‐
15λαγῆναι, τίνα ἂν σχοίημεν ἡμεῖς συγγνώμην, ποίαν δὲ ἀπολογίαν, μὴ σφοδρῷ κατεχόμενοι τῷ πόθῳ τῆς ἄνω Ἱερουσαλήμ; γʹ. Ὅρα γοῦν πῶς δὲ οὗτοι θρηνοῦσι τὴν μετ’ ἐκεί‐ νων διατριβὴν, Κατεσκήνωσα, λέγοντες, μετὰ τῶν
20σκηνωμάτων Κηδάρ· πολλὰ παρῴκησεν ἡ ψυχή μου. Ἐνταῦθα γὰρ οὐ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν θρηνοῦσι μόνον, ἀλλὰ καὶ τὴν μετὰ βαρβάρων δι‐ αγωγήν. Ὃ δὴ καὶ ἄλλοι προφῆται ἐποίουν ὑπὲρ τοῦ παρόντος βίου θρηνοῦντες, καὶ λέγοντες· Οἴμοι
25ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς εὐλαβὴς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ αὐτὸς δὲ οὗτος, λέγων· Σῶσόν με, Κύριε, ὅτι ἐκλέ‐ λοιπεν ὅσιος. Οὐ γὰρ ταύτῃ μόνον ἐπίπονος ὁ βίος, ὅτι πολλὴν ἔχει τὴν ματαιότητα, καὶ ἀκαί‐
30ρους φροντίδας, ἀλλ’ ὅτι καὶ πολλὴ τῶν πονηρῶν ἡ φορά. Οὐδὲν δὲ ἐπαχθέστερον καὶ δυσκολώτερον τῆς πρὸς τοὺς τοιούτους ὁμιλίας. Οὐ γὰρ οὕτω καπνὸς καὶ αὐχμὸς βαρύνειν τοὺς ὀφθαλμοὺς εἴωθεν, ὡς ἡ τῶν
35πονηρῶν ὁμιλία τὰς ψυχὰς ἀλύειν παρασκευάζει. Οὐχ ὁρᾷς καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ δυσχε‐ ρὲς ἐνδεικνύμενον τῆς τοιαύτης διαγωγῆς; Καὶ γὰρ ὅταν λέγῃ, Ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο αἰνιττόμενος λέγει, Κατεσκή‐
40νωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Βάρβαρον τοῦτο τὸ γένος ἐστὶ, θηριωδέστερον πρὸς τοὺς κε‐ κρατημένους διακεῖσθαι, σκηναῖς καὶ καλύβαις κε‐ χρημένων καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐκπε‐ πτωκότων. Ἀλλὰ τούτων πολλῷ χαλεπώτεροι οἱ
45ἅρπαγες, οἱ πλεονέκται, οἱ ἐν ἀσελγείαις, οἱ ἐν τρυ‐ φαῖς ζῶντες. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Καὶ μὴν οὐ πολλά· ἑβδομήκοντα γὰρ ἔτη μόνον ἦν· ἀλλ’ οὐ τῷ πλήθει αὐτὰ πολλὰ καλεῖ, ἀλλὰ τῇ δυσκολίᾳ τῶν πραγμάτων. Κἂν γὰρ ὀλίγα ᾖ, πολλὰ τοῖς θλι‐

55

.

342

(50)

βομένοις φαίνεται. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων. Ταῦτα λέγων οὐ τῆς παρούσης ζωῆς κατηγορῶ· μὴ γένοιτο· καὶ γὰρ τοῦτο ἔργον Θεοῦ· ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόν‐
55των ὑμᾶς ἀλείφων, καὶ ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν διακεῖσθαι· οἳ κἂν μυ‐ ρία ζήσωσιν ἔτη, ὀλίγα ταῦτα εἶναί φασιν. Ὧν τί γένοιτ’ ἂν ἀλογώτερον; τί δὲ παχύτερον, εἰ οὐρανοῦ
60προκειμένου, καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν,
μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, πρὸς τὰς

55

.

343

σκιὰς κεχήνασι, καὶ τὸν εὔριπον τοῦ παρόντος δια‐ περᾷν βούλονται βίου, κύμασι διηνεκέσι, καὶ χει‐ μῶνι, καὶ ναυαγίοις ἐγκαλινδούμενοι; Ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως, ἀλλ’ ἔσπευδε καὶ ἠπείγετο, καὶ ἓν
5αὐτὸν μόνον κατεῖχεν, ἡ τῶν ἀνθρώπων σωτηρία. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Εἶδες πῶς δείκνυσι τὸ φορτικὸν τῆς ἐκεῖ διατριβῆς; Οὐ γὰρ εἶπε, Μετὰ τῶν οὐκ ἐχόντων εἰρήνην, ἀλλὰ, Μετὰ
10τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. Εἶδες τῆς θλίψεως τὸ κέρδος; εἶδες τῆς αἰχμαλωσίας τὸν καρπόν; Ἀλλὰ νῦν, τίς ἡμῶν δυνήσεται τοῦτο εἰπεῖν; Ἀγαπητὸν γὰρ μετὰ τῶν εἰρηνικῶν εἰρηνικὸν εἶναι· οὗτος δὲ καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην ἦν
15εἰρηνικός. Πῶς οὖν τοῦτο καὶ ἡμεῖς κατορθώσομεν; Ἂν ὡς πάροικοι διατρίβωμεν· πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ὑπό‐ θεσιν ἄγω τὸν λόγον· ἂν ὡς ξένοι, ἂν μηδενὶ τῶν παρ‐ όντων ὦμεν κατεχόμενοι. Οὐδὲν γὰρ οὕτω ποιεῖ μά‐
20χην καὶ πόλεμον, ὡς ὁ τῶν παρόντων ἔρως, ὡς ἢ δόξης, ἢ χρημάτων, ἢ τρυφῆς ἐπιθυμία. Ὅταν δὲ καὶ πάντα διακόψῃς τὰ σχοινία ταῦτα, καὶ μηδενὶ τούτων περιίδῃς τὴν ψυχὴν κατεχομένην, τότε ὄψει πόθεν ὁ πόλεμος ἔχει τὴν ἀρχὴν, πόθεν ἡ ἀρετὴ ὑπό‐
25θεσιν λήψεται. Διὰ τοῦτο μεταξὺ λύκων πρόβατα εἶ‐ ναι κελεύει, ἵνα μὴ λέγῃς, Τὰ καὶ τὰ ἔπαθον, καὶ διὰ τοῦτο ἠγριώθην. Κἂν μυρία, φησὶ, πάθῃς, μένε πρό‐ βατον ὂν, καὶ οὕτω περιέσῃ τῶν λύκων. Πονηρός ἐστιν ὁ δεῖνα καὶ διεφθαρμένος, ἀλλ’ ἔχεις τοσαύτην
30δύναμιν, ὡς καὶ πονηρῶν περιγενέσθαι. Τί προβάτου ἡμερώτερον; τί δὲ λύκου ἀγριώτερον; Ἀλλ’ ὅμως τοῦτο ἐκείνου περιέσται· καὶ τοῦτο ἐπὶ τῶν ἀποστό‐ λων ἐδείχθη. Οὐδὲν γὰρ πραότητος δυνατώτερον, οὐ‐ δὲν μακροθυμίας εὐτονώτερον. Διά τοι τοῦτο ὁ Χρι‐
35στὸς κελεύει πρόβατα εἶναι μεταξὺ λύκων. Εἶτα οὕ‐ τως εἰπὼν, ὥσπερ οὐκ ἀρκούσης τῆς ἡμερότητος ταύ‐ της, τῆς τοῦ προβάτου λέγω, ὃν βούλεται μαθητὴν δεῖξαι, καὶ ἕτερόν τι προστίθησιν· Ἔσεσθε ἀκέραιοι ὡς αἱ περιστεραί· δύο ζώων ἡμέρων καὶ ἀφελῶς
40διακειμένων μίξας πραότητα· τοσαύτην ἡμᾶς ἀπαιτεῖ τὴν ἐπιείκειαν, ὅταν μεταξὺ ἀγρίων ὦμεν. Καὶ μή μοι λέγε, Πονηρός ἐστι, καὶ οὐ δύναμαι φέ‐ ρειν. Τότε γὰρ μάλιστα ἐπιδείκνυσθαι χρὴ τὴν πραό‐ τητα, ὅταν πρὸς ἀγρίους ἔχωμεν, ὅταν πρὸς ἀνημέ‐
45ρους· τότε αὐτῆς ἡ ἰσχὺς δείκνυται, τότε αὐτῆς τὸ ἔργον καὶ τὸ κατόρθωμα καὶ ὁ καρπὸς διαλάμπει. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ὅτε ἐλάλουν αὐ‐ τοῖς, ἐπολέμουν· ἢ τοῦτο αἰνιττόμενος, Μετὰ τῶν

55

.

343

(50)

μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικὸς, ἢ, ὅτι Ἐπεὶ ἐλάλουν αὐτοῖς, αὐτοὶ ἐπολέμουν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐν αὐτῷ τῷ καιρῷ τῆς διαλέξεως, ὅτε μάλιστα τὴν ἀγάπην ἐνεδεικνύμην, φησὶν, ὅτε μά‐ λιστα καὶ ῥήματα φιλικὰ ἱέμην, τότε ἠγρίαινον,
55τότε δόλους ἔῤῥαπτον, καὶ οὐδὲν αὐτῶν ἐκράτει· ἀλλ’ ὅμως ἐγὼ τὴν οἰκείαν ἐπεδεικνύμην ἀρετὴν, καὶ ἐκεί‐ νων ταύτῃ διακειμένων. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν βάλλωσι, κἂν παίωσι φιλοῦντας, κἂν ἐπι‐ βουλεύωσι, τὰ παρ’ ἑαυτῶν ἐπιδείκνυσθαι, ἐκείνης
60τῆς παραβολῆς μεμνημένους τῆς κελευούσης, ὡς πρό‐Column end

55

.

344

βατα καὶ περιστερὰς εἶναι ἐν μέσῳ λύκων, ἵν’ ἐκεί‐ νους τε βελτίους ἐργασώμεθα, καὶ αὐτοὶ τῶν ἐν οὐρα‐ νοῖς ἀγαθῶν ἀπολαύσωμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
5Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
7tΕΙΣ ΤΟΝ ΡΚʹ ΨΑΛΜΟΝ.
8ᾨδὴ τῶν ἀναβαθμῶν. Ἄλλος, ᾎσμα εἰς τὰς ἀναβάσεις.
10Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἕτερος, Αἴρω ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. αʹ. Ὅρα ψυχὴν ἀπορουμένην καὶ ἀμηχανοῦσαν, ὡς ἐν τοῖς κακοῖς οὖσαν, καὶ βουλομένην τυχεῖν παραμυθίας
15πρὸς τὸν Θεὸν ἀφορῶσαν. Τοῦτο πάλιν κατόρθωμα, τῶν πειρασμῶν, καὶ κέρδος πτεροῦν αὐτὴν καὶ δι‐ εγεῖρον, καὶ τὴν ἄνωθεν ποιοῦν ἐπιζητεῖν ῥοπὴν, καὶ τῶν βιωτικῶν ἀποτέμνον ἁπάντων. Εἰ γὰρ Ἰουδαῖοι, οἱ παχεῖς καὶ τῇ γῇ προσηλωμένοι, ἀπὸ τῆς ἐν αἰ‐
20χμαλωσίᾳ ταλαιπωρίας οὕτως ἐγίνοντο σπουδαῖοι, καὶ πρὸς τὸν οὐρανὸν ἔβλεπον· πολλῷ μᾶλλον ἡμεῖς δί‐ καιοι ἂν εἴημεν τοῦτο ποιεῖν ἐν ταῖς περιστάσεσι, καὶ πρὸς τὸν Θεὸν καταφεύγειν, οἱ πλείονα ἐκείνων ἀκρίβειαν ἀπαιτούμενοι. Ἐπειδὴ γὰρ ἐκεῖνοι τότε
25ἐν μέσοις ἦσαν ἀπειλημμένοι τοῖς πολεμίοις, καὶ οὐ πόλις αὐτοῖς ἦν, οὐ τεῖχος, οὐ πύργος, οὐχ ὅπλα, οὐ συμμαχία ἀνθρωπίνη, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ αἰχμάλωτοι καὶ δοῦ‐ λοι μεταξὺ δεσποτῶν ὁμοῦ καὶ πολεμίων ἀν‐
30εστρέφοντο· τῷ μεγέθει δὲ τῶν συμφορῶν πιεζόμε‐ νοι πρὸς τὴν ἄμαχον κατέφυγον χεῖρα, καὶ τῶν ἀνθρω‐ πίνων ἐρημωθέντες, ἀπὸ τῆς ἐρημίας ταύτης ἐπὶ τὸ φιλοσοφεῖν ἤρχοντο. Διὸ καὶ ἔλεγον· Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά
35μου. Τὰ παρὰ τῶν ἀνθρώπων πάντα ἐγκαταλέλει‐ πται, πάντα φροῦδα, πάντα ἐκποδών· μία λοιπὸν ὑπο‐ λέλειπται σωτηρία, φησὶν, ἡ παρὰ τοῦ Θεοῦ. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τὸν Θεὸν πανταχοῦ
40ἐπιζητοῦντας; ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ, ἀπὸ τῶν ὀρῶν, ἀπὸ τῆς ἐρημίας, πανταχοῦ αὐτὸν φαντα‐ ζομένους; εἶδες αὐτῶν τὴν διάνοιαν ὑψηλοτέραν γινομένην, καὶ τὴν πανταχοῦ πρόνοιαν αὐτοῦ ἐκτε‐ ταμένην ἀνακηρύττοντας; Οὐ γὰρ ἁπλῶς προσέθηκε,
45Τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν· ἀλλὰ συλλογιζόμενος αἰνιγματωδῶς τοῦτο καὶ λέγων· Εἰ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε, δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθῆσαι, καὶ πανταχοῦ, καὶ ἐν βαρβάρῳ χεῖρα ὀρέξαι, καὶ τῆς πατρίδος ἐκπεσόντας διασῶσαι.

55

.

344

(50)

Εἰ γὰρ τὰ στοιχεῖα ταῦτα λόγῳ μόνῳ παρήγαγε, πολλῷ μᾶλλον ἡμᾶς τῶν βαρβάρων ἀπαλλάξαι δυνή‐ σεται. Ὁρᾷς πῶς φιλοσοφοῦσιν οἱ λίθων ὄντες ἀναι‐ σθητότεροι, ἐπὶ τῆς ἀλλοτρίας διατρίβοντες; Οὐκέτι γὰρ ναοῦ μέμνηνται, ἀλλ’ οὐρανοῦ καὶ γῆς. Ὅρα πῶς
55καὶ τὴν δημιουργίαν ἀνακηρύττουσι καὶ τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν πρόνοιαν. Οἱ γὰρ πρὸ τούτου τῷ
ξύλῳ λέγοντες, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σύ με

55

.

345

ἐγέννησας, νῦν τὸν δημιουργὸν τῆς οἰκουμένης ἐπι‐ γινώσκουσιν. Ἡ βοήθειά μου παρὰ Κυρίου, οὐ παρὰ ἀνθρώπων, οὐδὲ παρὰ ἵππων, οὐ παρὰ χρημάτων, οὐ παρὰ συμμάχων, οὐδὲ παρὰ περιβόλων. Ἡ βοή‐
5θεια ἡμῶν παρὰ Κυρίου· αὕτη ἀχείρωτος ἡ συμμα‐ χία, αὕτη ἄμαχος ἡ βοήθεια· οὐκ ἄμαχος δὲ μόνον, ἀλλὰ καὶ ῥᾳδία καὶ εὔκολος. Οὐ γὰρ ὁδὸν μακρὰν βαδίσαι δεῖ, οὐ θυρωροὺς κολακεῦσαι, οὐ χρήματα δαπανῆσαι, οὐ πρεσβείαν στείλασθαι, ἀλλ’ οἴκοι μέ‐
10νοντα δυνατὸν ταύτην ἐπισπάσασθαι τὴν ῥοπὴν, μό‐ νον ἂν ἀποστήσας τις ἑαυτὸν τῶν ἀνθρωπίνων, ἐκεί‐ νης ἐξέχηται τῆς ἐλπίδος, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα, καὶ ὑψηλὰ βλέπῃ. Διὰ γὰρ τοῦτο καὶ μόνῳ τῷ ζώῳ τούτῳ τὴν διά‐
15πλασιν ὄρθιον ἐποίησεν ὁ Θεὸς, καὶ τοὺς ὀφθαλμοὺς ἐν ὕψει κατέθετο τῆς σαρκὸς, διδάσκων καὶ ἀπὸ τῶν αἰσθητῶν, ὅτι δεῖ πρὸς τὸ ὕψος ὁρᾷν. Μόνον γὰρ τοῦτο τὸ ζῶόν ἐστιν οὕτω διαπεπλασμένον· τὰ δὲ ἄλλα πάντα κάτω βλέπει, καὶ πρὸς γῆν νένευκεν. Οὗτος
20δὲ πρὸς τὸν οὐρανὸν τέταται, ἵνα τὰ ἐκεῖ περισκοπῇ, καὶ ἐν ἐκείνοις φιλοσοφῇ, καὶ ἐκεῖνα φαντάζηται, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα τῆς ψυχῆς. Διὰ δὴ τοῦτο καί τις σοφὸς ἔλεγε, Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κε‐ φαλῇ αὐτοῦ· τουτέστι, τῶν κάτω πάντων ἀπήλλα‐
25κται, καὶ οὐρανοπολεῖ, καὶ μετέωρα φαντάζεται. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ὁρᾷς πόσην ἀπαιτεῖ παρ’ ἡμῶν σπουδὴν ὁ λόγος; Ἐπειδὴ γὰρ βοηθείας ἐμνήσθησαν, καὶ τὴν ἄνωθεν ῥοπὴν καλοῦσι, παραινεῖ καὶ συμβου‐
30λεύει, μονονουχὶ τοῦτο λέγων· Εἰ βούλει ταύτης ἀπο‐ λαῦσαι, τὰ παρὰ σαυτοῦ εἰσένεγκε. Τί δέ ἐστιν ὃ πα‐ ραινεῖ; Ἄκουε· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου· τουτέστι, μὴ περιτραπῇς, μὴ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα, οὐκ ἐγκαταλιμπά‐
35νοντα, οὐκ ἀφιέντα. Ὥστε παρ’ ἡμῖν αἱ ἀρχαὶ, καὶ τούτου ἡμεῖς κύ‐ ριοι. Ἐπειδὴ δὲ κύριοι, ὅταν βουλώμεθά τινος ἐπι‐ τυγχάνειν, δεῖ καὶ ἡμᾶς τὰ παρ’ ἑαυτῶν εἰσφέρειν (οὕτω γὰρ καὶ ὁ Θεὸς βούλεται), μικρὰ μὲν ὄντα καὶ
40εὐτελῆ, δεῖ δὲ ὅμως εἰσφέρειν, οὐκ ἀργοῦντας, οὐδὲ ὑπνοῦντας καὶ ῥέγχοντας, οὐδὲ ἀναπεπτωκότας, ἀλλ’ ἐνεργοῦντας, καὶ σπουδάζοντας διασώσειν. Διὰ τοῦτο καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐμισθώσατο. Καίτοι τί τοσοῦτον ἔμελλον ποιεῖν περὶ ἑνδεκάτην ὥραν; Ἀλλ’
45ἵνα ἀφορμὴν ἔχῃ τὴν ἐργασίαν, ἵνα πρόφασιν τῶν στεφάνων. Διό φησι· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε. Ἐὰν τὰ παρὰ σοῦ παράσχῃς, καὶ τὰ ἐκείνου ἕψεται. Ἐκ τούτου καὶ τοιοῦτό τι δείκνυται, ὅτι καὶ τὰ παρ’ ἡμῶν ἂν εἰσφέ‐

55

.

345

(50)

ρωμεν, ὅμως καὶ οὕτω τῆς παρ’ αὐτοῦ δεόμεθα ῥο‐ πῆς, ἵν’ ἐν ἀσφαλείᾳ ὦμεν, ἵνα ἀπερίτρεπτοι μένωμεν. βʹ. Τίς δὲ δίδωσιν εἰς σάλον τὸν πόδα; Ὁ πράγμασιν ἐπιβαίνων ὀλισθηροῖς καὶ οὐκ ἔχουσιν ἰσχυρὰν βά‐ σιν, οἷός ἐστιν ὁ τῶν χρημάτων ἔρως, οἷος ὁ τῶν
55βιωτικῶν πόθος. Διὰ τοῦτο συνεχῶς περιτρέπονται
καὶ καταπίπτουσι, καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπι‐Column end

55

.

346

κρεμῶσιν ἑαυτοῖς κίνδυνον. Οὐ γάρ ἐστιν ἐκεῖνά ποτε ἀσάλευτα, οὐδέ ποτέ ἐστιν ἀκίνητα, ἀλλ’ ἀεὶ μεταβάλ‐ λεται, καὶ μεθίσταται, καὶ τῶν κυμάτων μᾶλλον τα‐ ράττεται, καὶ τῶν ποταμίων ῥευμάτων ταχύτερον
5διαβαίνει, καὶ ψάμμου πάσης ἐστὶν ἀσθενέστερα καὶ διαῤῥεῖ. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Ἂν οὕτω διακείμενος ᾖς, φησὶν, Οὐ νυστάξει, οὐδὲ ὑπνώσει, τουτέστιν, οὐκ ἐγκαταλείψει, οὐ προήσεται, οὐκ ἀφήσει γυμνὸν καὶ
10ἔρημον. Τοῦτο αἰνίξασθαι θέλων, ἀλλ’ οὐχ ἁπλῶς, τέθεικεν, Ὁ φυλάσσων τὸν Ἰσραήλ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ τοῦτο ἔργον αὐτοῦ διηνεκὲς, τὸ ἄνω‐ θεν καὶ ἐκ προγόνων τῶν σῶν ἐν ἀσφαλείᾳ σε καθ‐ ιστᾷν, οὐ προήσεται τὸ ἔργον τὸ αὑτοῦ, καὶ ὃ σύνηθες
15αὐτῷ πράττειν οὐκ ἐγκαταλείψει, ἐὰν μὴ σὺ δώῃς εἰς σάλον τὸν πόδα σου. Καὶ οὐ μόνον οὐκ ἐγκαταλείψει, ἀλλὰ καὶ προστήσεται μετὰ πολλῆς τῆς ἀσφαλείας. Διὸ καὶ ἐπήγαγε λέγων· Κύριος φυλάξει σε· Κύ‐ ριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. Ἕτε‐
20ρος, Παρὰ τὴν χεῖρα τὴν δεξιάν σου. Παραστάτης, φησὶν, ἔσται σου, σύμμαχος, βοηθός. Ὁρᾷς πῶς καὶ ἐνταῦθα βούλεταί σε ἐνεργὸν εἶναι; Ἀπὸ μεταφορᾶς δὲ τῶν ἐν παρατάξει ἑστώτων, παρὰ τὴν χεῖρά σου στήσεται τὴν δεξιὰν, ὥστε ἀχείρωτον εἶναι, ὥστε
25ἐνεργὸν, ὥστε ἰσχυρὸν, ὥστε δυνάστην, ὥστε τρό‐ παιον ἱστᾷν, ὥστε τὴν νίκην αἴρεσθαι, ἐπειδὴ μάλιστα αὕτη ἐστὶ, δι’ ἧς ἅπαντα ἐνεργοῦμεν. Οὐκ ἔσται δέ σοι παραστάτης μόνον, οὐδὲ σύμμαχος, ἀλλὰ καὶ σκέπη. Πάλιν λέγω· διὰ τῶν παρ’ ἡμῖν πραγμάτων
30τοῦ Θεοῦ τὰς βοηθείας χαρακτηρίζει, τὴν ὁλόκληρον αὐτοῦ φυλακὴν καὶ τὴν ἐγγυτάτην συμμαχίαν διὰ τῆς δεξιᾶς καὶ τῆς σκέπης παρίστησιν. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Καὶ τοῦτο γέγονεν ἡνίκα ἐξ Αἰγύπτου ἐπανῄεσαν, καὶ
35ἐν τῇ ἐρήμῳ διέτριβον. Ἐνταῦθα δὲ τὴν πολλὴν ἄδειαν λέγει. Εἰκὸς δὲ καὶ τότε ἐπανιόντας τοιαύτης τινὸς ἀπολαῦσαι παραδοξοποιίας ἑτέρῳ τινὶ τρόπῳ. Ἐκ περιουσίας τοίνυν αὐτοῦ τὴν πρόνοιαν δεῖξαι βου‐ λόμενος, ὅτι οὐ μόνον τῶν δεινῶν ἀπαλλάττει, ἀλλ’
40οὐδὲ τὰ τῶν ἀνθρώπων ἀφίησί σε παθεῖν, τοῦτο ἐπ‐ ήγαγε. Δαψιλὴς γὰρ αὐτοῦ τῆς βοηθείας ἡ χορηγία, ἄφατος ἡ φιλανθρωπία, οὐ πρὸς τὸ μέτρον τῆς χρείας τῆς ἡμετέρας παρέχουσα τὴν παρ’ ἑαυτοῦ βοήθειαν, ἀλλ’ ὑπερβαίνουσα ταῖς ἀντιδόσεσι καὶ τὰς αἰτήσεις
45ἡμῶν· Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ· φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Ὁ γὰρ μηδὲ τὰ μικρὰ ταῦτα λυπῆσαί σε συγχωρῶν, ἀλλὰ μέχρι τοσούτου τὴν πρόνοιαν ἐκτείνων τὴν ἑαυτοῦ καὶ τὴν κηδεμονίαν, πολλῷ μᾶλλον ἀφ’ ἑτέρων ἀχείρωτόν σε

55

.

346

(50)

καταστήσει. Ἕκαστον μὲν τῶν ἐπιόντων λυπηρῶν εἴκει καὶ παραχωρεῖ τῷ νεύματι τοῦ Θεοῦ, ἅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι. Ἀλλ’ εἰ καὶ τούτου πολλάκις ἀπήλλαξε τοῦ κακοῦ, ἑτέρου οὐκ ἠδυνήθη· ἢ ἠδυ‐ νήθη μὲν, οὐκ ἠβουλήθη δέ· ἀλλ’ ἡ τοῦ Θεοῦ παντο‐
55δύναμος καὶ κραταιὰ χεὶρ, κἂν ὁτιοῦν ἐπέλθῃ, λῦσαι

55

.

347

δυνήσεται καὶ ἀπαλλάξαι πάντων, καὶ ἐλεύθερον ἀπο‐ καταστῆσαι. Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου. Ἕτερος ἑρμηνευτής φησι, Τὴν προσέλευσίν σου. Εἶδες διηνεκῆ συμμαχίαν παντα‐
5χοῦ παροῦσαν, εἰσιόντι, ἐξιόντι; Τί ταύτης ἴσον γέ‐ νοιτ’ ἂν τῆς ἀγάπης; τί τῆς φιλανθρωπίας; Ἐν‐ ταῦθα μέντοι τὸν βίον ἅπαντα αἰνίττεται· ἐν τούτοις γὰρ ὁ βίος ἅπας, ἐν εἰσόδοις καὶ ἐξόδοις. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγεν· Ἀπὸ τοῦ νῦν καὶ
10ἕως τοῦ αἰῶνος. Οὐ πρὸς μίαν ἡμέραν, φησὶν, οὐδὲ πρὸς δύο, καὶ τρεῖς, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ διηνεκῶς· ὅπερ ἐπ’ ἀνθρώπων οὐκ ἔνι· ἀλλὰ πολλαὶ αἱ μεταβολαὶ, συνεχεῖς αἱ μεταπτώσεις, ἀθρόοι αἱ μεταστάσεις· ὁ σήμερον φίλος, αὔριον ἐχθρός· ὁ
15σήμερον βοηθὸς, αὔριον ἐγκαταλιμπάνει. Πολλάκις δὲ οὐκ ἐγκαταλιμπάνει μόνον, ἀλλὰ καὶ πολεμεῖ καὶ ἐπιβουλεύει πολεμίου παντὸς χαλεπώτερον· ἀλλὰ τὰ τοῦ Θεοῦ ἀκίνητα, διηνεκῆ, ἀθάνατα, μόνιμα, πέρας οὐκ ἔχοντα. Ἵνα οὖν αὐτῶν ἐπιτυγχάνωμεν,
20καὶ τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, ὥστε πολλῆς ἀπο‐ λαῦσαι τῆς ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
24tΕΙΣ ΤΟΝ ΡΚΑʹ ΨΑΛΜΟΝ.
25Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυ‐ ρίου πορευσόμεθα. αʹ. Ἀλλὰ νῦν πολλοὶ καὶ δυσχεραίνουσιν ἐπὶ τῷ ῥή‐ ματι· κἂν μέν τις εἰς ἱπποδρομίας, ἢ εἰς θέατρα παρονομίας ἀναβαίνων καλέσῃ, πολλοὶ οἱ συντρέ‐
30χοντες· ἂν δὲ ἐπὶ τὸν εὐκτήριον οἶκον, ὀλίγοι οἱ μὴ ὀκνοῦντες. Ἀλλ’ οὐχ οἱ Ἰουδαῖοι οὕτως· οὗ τί γένοιτ’ ἂν χαλεπώτερον, ὅταν καὶ ἐκείνων φαίνωνται ῥᾳθυμότεροι οἱ Χριστιανοί; Πόθεν δὲ οὗτοι οὕτως; Πάλιν λέγω· ἀπὸ τῆς αἰχμαλωσίας ἐγένοντο βελτίους.
35Ἐντεῦθεν οἱ πρὸ τούτου ναυτιῶντες, καὶ τὸν μὲν ναὸν ἀφιέντες, καὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, ὄρεσι δὲ καὶ νάπαις καὶ βουνοῖς ἑαυτοὺς διδόντες καὶ πολλῇ τῇ ἀσεβείᾳ, τὴν ἐπιθυμίαν ἔστησαν τῆς λατρείας ἐκείνης, καὶ πρὸς τὴν ἐπαγγελίαν αὐτὴν
40διαθερμαίνονται, καὶ ὀρθοῦνται, καὶ ἵστανται, καὶ γάννυνται τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐν λιμῷ κατέστη‐ σαν καὶ δίψει, οὐ λιμῷ ἄρτου, καὶ δίψει ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον Κυρίου, κολασθέντες τῇ τι‐ μωρίᾳ ταύτῃ μετὰ πλείονος τῆς ἐπιθυμίας ταῦτα
45ἐπιζητοῦσιν, ὧν πρώην ἐξέπεσον. Οὕτω καὶ τὸ ἔδαφος αὐτὸ περιέπλεκον λέγοντες, ὅτι Εὐδόκησαν οἱ δοῦ‐ λοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι· καὶ πάλιν, Πότε ἥξω, καὶ ὀφθή‐ σομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πάλιν, Μνη‐

55

.

347

(50)

σθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμονιεὶμ, ἀπὸ ὄρους μικροῦ· καὶ πάλιν· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου. Τί ἐμνήσθης, εἰπέ μοι; Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυ‐ μαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ. Τουτέστιν, ὅτι
55Διηρχόμην τὰς χορείας, τὰς πανηγύρεις, τὴν λα‐ τρείαν ἐκείνην. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἕτερος, Εὐφράν‐ θην εἰπόντων μοι· Εἰς τὸν οἶκον Κυρίου ἤλθομεν Ἔστησαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου,
60Ἱερουσαλήμ. Εἶδες ἡδονῆς ὑπερβολήν; Ὡς τῶν
πραγμάτων ἀπολαύοντες αὐτῶν, καὶ πρὸς τὰ ῥήματαColumn end

55

.

348

αὐτὰ ἔχαιρον, πολλῷ τῷ πόθῳ περιπλεκόμενοι τὸν εὐκτήριον οἶκον καὶ τὴν πόλιν. Οὕτως ὁ Θεὸς ἀεὶ ποιεῖν εἴωθεν. Ὅταν γὰρ ἔχον‐ τες τὰ ἀγαθὰ μὴ αἰσθανώμεθα, ἐκβάλλει αὐτὰ τῶν
5χειρῶν τῶν ἡμετέρων, ἵν’ ὅπερ οὐκ ἐποίησεν ἡ ἀπό‐ λαυσις, τοῦτο ποιήσῃ ἡ στέρησις· ὅπερ οὖν καὶ αὐ‐ τοὶ πεπόνθασιν ἀντεχόμενοι τῆς πόλεως, ἀντεχόμενοι τοῦ ναοῦ, εἰδότες αὐτῷ χάριν πολλὴν ὑπὲρ ὧν τὴν πατρίδα ἀπέλαβον. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς
10πόλις. Ἕτερος, Τὴν ᾠκοδομημένην ὡς πό‐ λιν. Ἢ τοίνυν κατὰ τοὺς Ἑβδομήκοντα τοῦτό ἐστιν, ὅτι οἰκοδομηθήσεται ἡ Ἱερουσαλὴμ ὡς πόλις, τὸν πρὸ τοῦ οἰκοδομηθῆναι χρόνον δηλοῦντος τοῦ λόγου· ἢ κατὰ τὸν ἕτερον ἑρμηνευτὴν, Ἀπελάβομεν τὴν Ἱερου‐
15σαλὴμ, Τὴν ᾠκοδομημένην ὡς πόλιν, τὰ μετὰ τὴν αἰχμαλωσίαν γενόμενα ἐμφαίνοντα. Ἐπειδὴ γὰρ τότε ἐρημία πολλὴ πανταχοῦ τῆς πόλεως ἦν καὶ ἐρείπια, τῶν πύργων καταβεβλημένων, τῶν τειχῶν ἐῤῥιμμέ‐ νων, καὶ λείψανα μόνον ἔμενε τῆς ἀρχαίας πατρί‐
20δος, ἐπανελθόντες, καὶ ἰδόντες τὴν ἐρημίαν, ἀνακα‐ λοῦνται τὴν παλαιὰν ἐκείνην εὐημερίαν, καὶ τὰ ἐγ‐ κώμια αὐτῆς διηγοῦνται, λέγοντες, ὅτι Ἡ λαμπρὰ καὶ περιφανὴς, καὶ ἔχουσα ἐκκλησίαν, καὶ ἄρχοντας, καὶ βασιλεῖς, καὶ ἀρχιερεῖς, καὶ πολλῷ κομῶσα τῷ
25κόσμῳ, τὸ κατηφὲς τοῦτο σχῆμα περιβέβληται νῦν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Τότε γὰρ οὔπω πόλις ἦν. Δῆλον καὶ ἐξ οὗ ἐπάγει, λέγων· Ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Τὸ γὰρ συγκεκροτημένον αὐτῆς λέγει
30τῶν οἰκοδομῶν, καὶ τὸ ἀσφαλὲς, καὶ τὸ πεπυκνωμέ‐ νον, καὶ ὅτι οὐδὲν ἔρημον εἶχε κατὰ τὸ μέσον, ἀλλὰ πάντοθεν ἦν πεπυκνωμένη, ἀπηρτισμένη, συγκεκρο‐ τημένη, συνεχής τις οὖσα καὶ συνημμένη οὕτω πρὸ τῆς αἰχμαλωσίας. Διὸ καί τις ἑρμηνευτής φησι,
35τοῦτο δηλῶν, Συνάφειαν ἔχουσα. Εἶτα μετὰ τοῦτο καὶ ἕτερον ἐγκώμιον αὐτῆς φησιν· Ἐκεῖ γὰρ ἀν‐ έβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυ‐ ρίου. Τούτῳ γὰρ μάλιστα ἐκοσμεῖτο ἡ πόλις· οὐχ
40οὕτω τῷ μεγέθει καὶ τοῖς οἰκοδομήμασιν, ὡς τῷ πάντας ἐκεῖ συλλέγεσθαι, εἴτε βουλή τις, εἴτε ἐκ‐ κλησία ἐγίνετο, εἴτε περί τινων σκέψις ἦν προκει‐ μένη. Ἐπειδὴ γὰρ ὁ ναὸς αὐτόθι ἦν, καὶ ἡ ἁγιαστία πᾶσα ἐπετελεῖτο, καὶ ἱερεῖς, καὶ Λευῖται, καὶ τὸ
45ἀνάκτορον, καὶ τὰ ἄδυτα, καὶ τὰ προπύλαια, καὶ θυσίαι, καὶ βωμὸς, καὶ ἑορταὶ, καὶ πανηγύρεις, καὶ εὐχαὶ, καὶ ἀκροάσεις, καὶ ἁπλῶς εἰπεῖν τῆς πολι‐ τείας τὸ σχῆμα ἐκεῖ συγκεκροτημένον ἦν, ἔδει τὰς φυλὰς ἐκεῖ συλλέγεσθαι μάλιστα τρίτον τοῦ ἐνιαυτοῦ

55

.

348

(50)

ἐν ταῖς ἐπισήμοις καὶ δημοτελέσιν ἑορταῖς, ἐν τῷ Πάσχα, ἐν τῇ Πεντηκοστῇ, ἐν τῇ Σκηνοπηγίᾳ. Οὐ γὰρ ἐξῆν ἀλλαχοῦ. Λέγων τοίνυν αὐτῆς τὸ ἐγκώμιον, φη‐ σίν· Ἐκεῖ ἀνέβησαν αἱ φυλαί. Καὶ ἕτερος, Ἐκεῖ ἀνέβησαν σκῆπτρα. Καὶ οὐχ ἁπλῶς, Φυλαὶ,
55ἀλλὰ, Φυλαὶ Κυρίου. Πᾶσαι αἱ φυλαὶ ἦσαν Κυρίου, ἀλλ’ οὐκ ἐξῆν αὐταῖς οὐδὲ οὕτως ἐν τῇ οἰκείᾳ πα‐ τρίδι ταῦτα ἐπιτελεῖν, ἀλλὰ τούτῳ τετίμητο ἡ μη‐ τρόπολις, πάντας συνάγουσα καὶ ἕλκουσα πρὸς ἑαυτήν.
60βʹ. Τοῦτο δὲ ἐγίνετο εἰς θεογνωσίας ὑπόθεσιν, ἵνα μὴ

55

.

349

πανταχοῦ πλανώμενοι ἀφορμὰς ἔχωσι καὶ ἐξόδους ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν. Διὰ τοῦτο ἐκεῖ θύε‐ σθαι, ἐκεῖ εὔχεσθαι, ἐκεῖ πανήγυριν ἔχειν ἐκέλευσε, τῇ στενοχωρίᾳ τοῦ τόπου τὴν πεπλανημένην αὐτῶν
5διάνοιαν ἀποτειχίζων, ἀναστέλλων τε καὶ ἀναχαιτί‐ ζων ἐπὶ τὴν ἀσέβειαν φερομένην. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγε· Φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τί ἐστι, Μαρτύριον τῷ Ἰσραήλ; Μαρτυρία μεγίστη, ἔλεγχος, ἀπόδειξις τῆς τοῦ Θεοῦ
10προνοίας, τὸ μηδεμίαν αὐτοῖς καταλιμπάνεσθαι ἀπο‐ λογίαν ἀποσκιρτῶσιν, ἀποπηδῶσι, καὶ πρὸς τὰ εἴδωλα αὐτομολοῦσι. Τῆς γὰρ αὐτοῦ προνοίας, τῆς δυνάμεως, τῆς σοφίας τοῦτο μέγιστον τεκμήριον ἦν. Καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, τῶν παλαιῶν κατορθωμάτων
15διηγήματα καὶ ἱστορίας ἔχων. Ἐκεῖ καὶ εἰς ἀγάπην συνεσφίγγοντο ἀλλήλοις ἐπιμιγνύμενοι. Καὶ γὰρ τῶν ἑορτῶν αἱ ὑποθέσεις τῆς πρὸς ἀλλήλους ἐπιμιξίας ἀφορμὴ καὶ ὑπόθεσις αὐτοῖς ἐγίνοντο, καὶ πλείων ὁ φόβος, καὶ ἀκμάζουσα ἡ εὐλάβεια, καὶ μυρία κατ‐
20εσκευάζετο καλὰ ἐκ τοῦ συνεῖναι εἰς τὴν πόλιν αὐ‐ τούς. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Τουτέστι, τοῦ εὐχαριστῆσαι, τοῦ λατρεῦσαι, τοῦ εὔ‐ ξασθαι, τοῦ προσενεγκεῖν, τοῦ θῦσαι, ἅπερ αὐτοὺς εἰς εὐλάβειαν ἐνῆγε, καὶ τὴν τῆς πολιτείας ἀκρίβειαν
25ἀσφαλεστέραν καθίστη. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἰδοὺ καὶ ἕτε‐ ρον λέγει τῆς πόλεως προτέρημα. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτόθι τὰ βασίλεια. Τοῦτο γάρ ἐστιν, Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον
30Δαυΐδ. Ἕτερος, Τοῦ οἴκου Δαυΐδ. Ἡ γὰρ διπλῆ ἀρχὴ, ἥ τε τῶν ἱερέων, ἥ τε τῶν βασιλέων, ἐκεῖ τὸ ἓν ζεῦγμα εἶχεν, ὥσπερ διπλῷ τινι στεφάνῳ καὶ διαδήματι τῆς πόλεως καλλωπιζομένης διὰ τούτων ἁπάντων. Αὐτόθι οἱ κριταὶ, ἐφ’ οὓς καὶ τὰ ὑπερβαί‐
35νοντα τοὺς πολλοὺς ἀνεφέρετο. Εἰ γάρ τις ἐγένετο ψῆφος ἐν ταῖς ἄλλαις πόλεσιν ἀπορίαν τινὰ ἔχουσα, ὥσπερ ἐν ταῖς ἐφέσεσιν, ἐπὶ τὴν τῶν κριτῶν τῶν ἐν Ἱεροσολύμοις γνῶσιν τὴν ψῆφον ἀνέφερον, κἀκεῖθεν ἡ λύσις ἐγίνετο. Ἀλλὰ τὰ μὲν παλαιὰ τοιαῦτα· τὰ
40δὲ νῦν πολλῷ τούτων ἀνιαρότερα. Καὶ γὰρ ἐρημία παντελὴς, καὶ κατασκαφὴ, καὶ πυρπόλησις, ὀλίγα λείψανα τῶν οἰκοδομημάτων ὄντα, κατηφὲς τὸ σχῆμα, καὶ ὑπόμνημα μόνον ἔχον τῆς προτέρας εὐημερίας, καὶ αἴνιγμα. Διὰ δὴ τοῦτο οὐ κατακλείει εἰς τὰ
45σκυθρωπὰ τὸν λόγον, ἀλλ’ ἐπὶ τὴν ἐλπίδα τῶν φαι‐ δροτέρων ἐπανάγει λέγων· Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τί ἐστιν, Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ; Ἀντὶ τοῦ, Ἀξιώσατε, παρακαλέσατε. Ἕτερος δέ φησιν, Ἀσπά‐

55

.

349

(50)

σασθε τὴν Ἱερουσαλήμ. Τουτέστι, Δεήθητε, ὥστε αὐτὴν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐημερίαν, ὥστε ἀπαλλαγῆναι τῶν πυκνῶν πολέμων, ὥστε ἀδείας ἀπολαῦσαι λοιπόν. Ἢ τοῦτο τοίνυν λέγει, ἢ προφη‐ τεύει. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερου‐
55σαλήμ. Τουτέστιν, εἰρήνη αὐτὴν καταλήψεται. Καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Ἕτερος, Ἠρεμήσουσιν.
Ἄλλος, Εὐπαθήσαιεν ἀγαπῶντές σε. ἘνταῦθαColumn end

55

.

350

πολλὴ ἡ περιουσία τῆς εὐπραγίας, ὅταν μὴ μέχρις αὐτῆς ἱστῆται τὰ ἀγαθὰ, ἀλλὰ καὶ οἱ φιλοῦντες αὐτὴν τούτων ἀπολαύωσιν· ὅπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις τὸ ἐναντίον ἐγίνετο. Οἱ γὰρ μισοῦντες αὐτὴν
5καὶ πολεμοῦντες, οὗτοι μάλιστα ἴσχυον, καὶ δυνατώ‐ τεροι τῶν ἄλλων ἦσαν, καὶ λαμπρότεροι, καὶ μετ’ εὐκολίας τὰ τρόπαια ἵστων. Ἀλλ’ οἱ φιλοῦντές σε νῦν, ἐν πολλῇ ἔσονται τῇ ἀδείᾳ. Οἱ συμπεφραγμένοι σου. Τούτους δὲ ἢ τοὺς μέλλοντας συμπράττειν λέγει, ἢ
10καὶ αὐτοὺς τοὺς πολίτας. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου. Ἕτερος, Ἐν τῷ προτειχίσματί σου. Ἄλλος, Ἐν τῷ περιβόλῳ σου. Τί ἐστιν, Ἐν τῇ δυνάμει σου; Ἐν τῇ ὑποστάσει σου, ἐν τοῖς οἰκοῦσί σε, ἐν τῇ εὐθηνίᾳ σου. Ἐπειδὴ γὰρ φθοροποιὸν ὁ
15πόλεμος, καὶ τοῦτο αὐτὴν ἀπώλεσεν, ἐπεύχεται αὐτῇ εἰρήνην. Καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕτερος, Ἐν τοῖς βασιλείοις σου. Ἄλλος, Εὐπά‐ θεια. Ἄλλος, Ἠρεμία. Οὐ γὰρ δὴ μόνον αὐτοῖς ἀπ‐ αλλαγὴν κακῶν προφητεύει, ἀλλὰ καὶ προσθήκην
20μυρίων ἀγαθῶν, εἰρήνην, εὐπορίαν, εὐετηρίαν. Τί γὰρ ὄφελος εἰρήνης, ὅταν πενίᾳ, καὶ πτωχείᾳ, καὶ λιμῷ συζῶσι; τί δὲ ὄφελος εὐθηνίας, ὅταν πόλεμος ἐπίκειται; Διὰ δὴ τοῦτο ἀμφότερα αὐτοῖς ταῦτα προφητεύει τὰ καλὰ, ὡς καὶ ἐν εὐθηνίᾳ εἶναι, καὶ
25ταύτην ἔχειν ἐν ἀσφαλείᾳ διὰ τῆς εἰρήνης. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. Ἢ τοὺς ἐκ γειτόνων φησὶ, τοὺς ἐφησθέντας αὐτοῖς ἐπταικόσι, καὶ εὔχεται γενέσθαι εἰρήνην, ὥστε κἀκείνους ταπει‐ νωθῆναι καὶ γνῶναι τοῦ Θεοῦ τὴν ἰσχύν· ἢ ἀδελφοὺς
30τοὺς τὴν πόλιν οἰκοῦντας καλεῖ. Ἕνεκα τοίνυν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου γενέσθω εἰρήνη, ὥστε ὀψὲ γοῦν ποτε ἀναπνεῦσαι, βελτίους ἀπὸ τῶν συμφορῶν γενομένους. Ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν
35ἐξεζήτησα ἀγαθά σοι. Ἄλλος, Λαλήσω εἰρήνην ἐν σοί. Ἐπειδὴ εἶπεν, Ἕνεκεν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, δεικνὺς ὅτι οὐ διὰ τὴν ἀξίαν τὴν ἐκείνων, ἀλλ’ ἵνα αὐτοὺς μᾶλλον εὐεργετήσῃ τοῦτο εὔχεται, ἐπήγαγεν· Ἕνεκα τοῦ οἴκου Κυρίου
40τοῦ Θεοῦ ἡμῶν τουτέστι, διὰ τὴν δόξαν τὴν αὐτοῦ εὔχομαι τὴν εἰρήνην, ὥστε πάλιν αὐτοῦ τὴν λατρείαν ἐπανελθεῖν, καὶ πλείονα γενέσθαι διδασκαλίαν. Οἱ μὲν γὰρ ἐπὶ τῆς αἰχμαλωσίας ἐτέχθησαν, οἱ δὲ μάρτυρες καὶ τῆς καθόδου καὶ τῆς ἐπανόδου γεγό‐
45νασι. Καὶ τῆς λατρείας ἐπιτελουμένης, ἅπαντα ταῦτα παρὰ τῶν πρεσβυτέρων ἐμάνθανον, τὴν παλαιὰν εὐ‐ πραγίαν, τὴν εὐημερίαν, ὅτι ἐν τούτοις ὄντες ἐξέπε‐ σον. Ὁρᾷς πῶς αὐτῶν καταστέλλει τὴν ἀπόνοιαν, ἵνα μὴ ὡς ἀξίαν δεδωκότες δίκην, νομίζωσιν ἀπειλη‐

55

.

350

(50)

φέναι τὰ ἀγαθὰ, ἀλλὰ μάθωσιν, ὅτι διὰ τὴν τοῦ Θεοῦ δόξαν πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, καὶ μα‐ θόντες μένωσι μετὰ ἀσφαλείας πολλῆς, καὶ μὴ ἁμαρτάνοντες πάλιν τῶν αὐτῶν λάβωσι πεῖραν; Ταῦτ’ οὖν εἰδότες καὶ ἡμεῖς μάλιστα μὲν μὴ
55πταίωμεν· εἰ δ’ ἄρα ποτὲ περιπέσωμεν ἁμαρτήμασι, σπουδάζωμεν ἀνίστασθαι ταχέως, καὶ μὴ παλινδρο‐ μεῖν εἰς τὰ πρότερα, ἵνα μὴ τὰ τοῦ παραλύτου ἀκούσωμεν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Διὰ γὰρ τοῦτο οὕτως
60εἶπε, τούς τε ἐν ἀρετῇ ὄντας παιδεύων διατηρεῖν

55

.

351

αὐτὴν μετὰ ἀσφαλείας, τούς τε ἁμαρτημάτων ἀπ‐ αλλαττομένους πρὸς τὴν ἀρίστην μένειν μεταβολὴν, ὥστε κοινῇ πάντας τῶν ἐπουρανίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλ‐
5ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΕΙΣ ΤΟΝ ΡΚΒʹ ΨΑΛΜΟΝ.
9Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοι‐
10 κοῦντα ἐν τῷ οὐρανῷ. Ὁρᾷς πανταχοῦ τῆς αἰχμαλωσίας τὸ κέρδος δια‐ λάμπον. Οἱ γὰρ τοῖς βιωτικοῖς ἀεὶ προσηλωμένοι, καὶ Ἀσσυρίοις καὶ Αἰγυπτίοις θαῤῥοῦντες, καὶ περι‐ βολῇ τειχῶν, καὶ πλήθει χρημάτων, πάντων ἐκείνων
15ἀποῤῥήξαντες ἑαυτοὺς, ἐπὶ τὴν ἄμαχον καταφεύγουσι χεῖρα, καὶ τῆς ἐλπίδος ἐκείνης ἐκκρέμανται, καὶ ὑψηλὴν κτῶνται διάνοιαν, καὶ τῆς γῆς ἀπαλλαγέντες, καὶ τοῦ περὶ ναὸν ἠσχολῆσθαι, ἐπειδὴ κατέστρεψαν αὐτῶν τὸν ναὸν, ἀπὸ τοῦ οὐρανοῦ καλοῦσι λοιπὸν τὸν
20Θεόν. Οἰκεῖν δὲ ἐν οὐρανῷ λέγεται, οὐχ ὡς τόπῳ περι‐ κλειόμενος, ἄπαγε· πάντα γὰρ αὐτὸς πληροῖ· ἀλλ’ ὡς ταῖς ἐκεῖ δυνάμεσιν ἐπαναπαυόμενος μᾶλλον· ἐπεὶ καὶ ἐν ἀνθρώποις ἐνοικεῖν λέγεται· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Γενόμενοι τοίνυν
25ἐν τῇ βαρβάρων χώρᾳ, οὐ μικρὰ δόγματα ἐπαιδεύ‐ θησαν· τό τε πάντων κεχωρίσθαι τῶν βιωτικῶν, τό τε εἰδέναι σαφῶς, ὅτι πανταχοῦ καλούμενος ὁ Θεὸς ἐπινεύει ῥᾳδίως. Ἐπειδὴ γὰρ ἔμελλε τῆς και‐ νῆς λοιπὸν πολιτείας ἡ ἀκτὶς ἀνίσχειν, ἄρχεται τὰ
30μέλλοντα προανακρούεσθαι ὁ Προφήτης, τὴν τῶν τόπων παρατήρησιν παραλύων ἠρέμα πως καὶ δι’ αἰνιγμάτων· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ
35ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰ‐ κτειρήσαι ἡμᾶς. Ὅρα ἐπίτασιν εὐλαβείας ἐνταῦθα πάλιν· οὐ γὰρ πρὸς βραχὺ μόνον ἐλπίζουσιν, ἀλλὰ διηνεκῶς προσηλωμένοι καὶ κεχηνότες. Διὰ δὴ τοῦτο καὶ τὸ παράδειγμα εἰς μέσον ἤγαγον, τοῦτό τε
40αὐτὸ αἰνιττόμενοι, ὅτι οὐδαμόθεν αὐτοῖς ἄλλοθεν ἐλπὶς βοηθείας, οὐδὲ συμμαχίας, οὐδὲ πρὸς οὐδὲν ἕτερον βλέπουσιν, ἐπεὶ καὶ ἡ παιδίσκη καὶ ὁ οἰκέτης μίαν ταύτην ἀφορμὴν ἔχουσι καὶ διατροφῆς καὶ ἐνδυμάτων, καὶ τῆς ἄλλης διαγωγῆς, τὸ πρὸς τοὺς
45κυρίους βλέπειν· καὶ οὐκ ἀφίσταται, ἀλλ’ ἕως ἂν λάβῃ παραμένει, κἂν λάβῃ, χάριν οἶδε· καὶ διηνε‐ κῶς τοῦτο ἔργον αὐτοῖς. Τοῦτο τοίνυν θέλων δηλῶ‐ σαι, ὅτι καὶ πρὸς αὐτὸν ὁρῶσι, καὶ διηνεκῶς τοῦτο ποιοῦσι, καὶ οὐδεμίαν ἔχουσιν ἑτέραν ἐλπίδα, καὶ ὅτι

55

.

351

(50)

προσήλωνται τῇ προσδοκίᾳ τῇ ἀπὸ τῆς συμμαχίας ἐκείνης, καὶ ὅτι τὰ αὐτῶν πάντα αὐτοῦ, τῆς παιδί‐ σκης καὶ τῶν δούλων ἐμνημόνευσεν. Ὅρα πῶς οἱ πρότερον παρακαλούμενοι πρὸς Θεὸν τρέχειν, καὶ ναυτιῶντες καὶ ἀναπίπτοντες, οὗτοι νῦν οὕτως ἐγέ‐
55νοντο τῇ συμφορᾷ βελτίους, ὡς μὴ βούλεσθαι ἀπο‐ στῆναι αὐτοῦ, ἀλλὰ παραμένειν καὶ δουλεύειν, καὶ τὰ παρ’ αὐτοῦ ζητεῖν, Ἕως οἰκτειρήσαι ἡμᾶς. Οὐκ εἶπεν, ἕως ἂν ἀποδῷ τὸν μισθὸν, οὐδὲ, ἕως ἂν ἀποδῷ τὴν ἀμοιβὴν, ἀλλ’, Ἕως ἂν ἐλεήσῃ. Καὶ σὺ
60τοίνυν παράμενε διηνεκῶς, ἄνθρωπε, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς· κἂν μὴ λάβῃς, μὴ ἀποστῇς, καὶ πάντως λήψῃ. Εἰ γὰρ τὸν ἄρχοντα ἐκεῖνον τὸν
ὠμὸν προσεδρεία χήρας ἐπέκαμψε, τίνα ἂν ἔχῃςColumn end

55

.

352

συγγνώμην σὺ οὕτω ταχέως ἀποπηδῶν, καὶ ἀκηδιῶν. καὶ ναρκῶν; Οὐχ ὁρᾷς πῶς αἱ παιδίσκαι τῶν κυρίων ἐκκρέμανται, οὐ διάνοιαν, οὐκ ὄμμα ἀφιεῖσαι ἔξω πλανᾶσθαι; Οὕτω καὶ σὺ ποίει· ἕπου τῷ Θεῷ
5μόνον, καὶ πάντα ἀφεὶς τὰ ἄλλα, τῶν ἐκείνου γίνου, καὶ λήψῃ πάντως ἅπερ ἂν αἰτῇς συμφερόντως. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπι‐ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Εἶδες συντετριμμένην
10διάνοιαν; Ἀπὸ ἐλέους σωθῆναι ἀξιοῦσι· καὶ οὐδὲ ἀπὸ ἐλέους, κατὰ τὴν ἀξίαν· ἀλλ’ ὅτι πολλὴν ἔδοσαν δίκην, καθάπερ καὶ ὁ Δανιήλ φησιν, ὅτι Ἐσμι‐ κρύνθημεν παρὰ πάντα τὰ ἔθνη ἐπὶ τῆς γῆς· τοῦτο δὴ καὶ οὗτοι λέγοντες δι’ ὧν ἱκετεύουσι· Τὴν
15ἐσχάτην ὑπεμείναμεν τραγῳδίαν· πατρίδος ἐξεπέ‐ σομεν, ἐλευθερίας· βαρβάρων ἐγενόμεθα δοῦλοι, ὀνειδιζόμενοι διετελέσαμεν, λιμῷ καὶ ταλαιπωρίᾳ καὶ δίψῃ κατειργάσθημεν, διαπτυόμενοι, καταπα‐ τούμενοι πάντα τὸν χρόνον ἀνηλώσαμεν· διὰ δὴ
20ταῦτα ἄνες ἡμῖν καὶ ἐλέησον. Τί δέ ἐστιν, Ἐπι‐ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν; Καὶ αὐτὴ, φησὶν, ἐξελύθη ἡμῶν ἡ ψυχὴ, ἐταριχεύθη τῷ μεγέθει τῶν κακῶν. Ἔστι γὰρ πολλοὺς πάσχειν μὲν δεινὰ, φέρειν δὲ γενναίως. Ἀλλ’ ἡμεῖς, φησὶ, καὶ τοῦτο
25ἀπωλέσαμεν, ἀλύομεν ταλαιπωρούμενοι, κοπτόμεθα. Ἐπειδὴ γὰρ δεόντως ταῖς τιμαῖς οὐκ ἐχρήσαντο, τοῖς ἐναντίοις αὐτοὺς ὁ Θεὸς διορθοῦται, καὶ τοῦτο αὐτὸν πανταχοῦ ἔστι ποιοῦντα ἰδεῖν. Οὕτω καὶ τὸν Ἀδὰμ, ἐπειδὴ τῇ οἰκήσει τοῦ παραδείσου οὐκ ἐχρή‐
30σατο πρὸς τὸ συμφέρον, τῇ ἐκβολῇ αὐτὸν διώρ‐ θωσε· καὶ τὴν γυναῖκα τῇ ὁμοτιμίᾳ γενομένην φαυ‐ λοτέραν, τῇ δουλείᾳ καὶ τῇ ὑποταγῇ βελτίω κατ‐ έστησε. Καὶ τούτους δὲ αὐτοὺς τοὺς Ἰουδαίους τῇ ἐλευθερίᾳ καὶ τῇ ἐπὶ τῆς οἰκείας ἀδείᾳ χείρους γε‐
35γενημένους, καὶ ἀποσκιρτήσαντας, καὶ ἐκδιαιτη‐ θέντας, τοῖς ἐναντίοις διορθοῦται. Οὗτοι καὶ ἐλέους τυχεῖν ἱκετεύοντες, πρὸς τὸν Θεὸν λέγουσιν· Ἐπι‐ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
40Ἕτερος, Πολλῶν ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλα‐ λούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Ἄλλος, Τοῦ μυκτηρισμοῦ τῶν ὑπερ‐ φερῶν. Ἄλλος, Ἐξουδενώσεως αὐτῶν εὐθηνούν‐ των. Οὗτοι μὲν οὖν τοῦ αὐτοῦ ἔχονται νοήματος·
45τραγῳδοῦσι γὰρ τὴν ταλαιπωρίαν διὰ τοῦ λέγειν, ὅτι Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν τῶν ἐξευτελιζόντων· οἱ δὲ Ἑβδομήκοντα ἕτερόν φασιν, ὅτι Μετασταίη ταῦτα εἰς ἐκείνους, καὶ τῶν αὐτῶν ἀπολαύσαιεν ὧν ἐποίησαν, καὶ καταχθείη τὸ φύσημα αὐτῶν, καὶ ἡ

55

.

352

(50)

φλεγμονή. Ὃ δὴ καὶ γινόμενον πολλάκις ἴδοι τις ἄν· καὶ γὰρ συνεχῶς αὐτὸ ποιεῖν ὁ Θεὸς εἴωθε, τοὺς μεγάλα φυσῶντας καταστέλλων, καὶ τοὺς φλεγμαί‐ νοντας ταπεινῶν· ὥστε αὐτοὺς ἀπαλλαγῆναι τῆς ἐπὶ τὴν κακίαν φερούσης ὁδοῦ. Οὐδὲν γὰρ ὑπερηφανίας
55χεῖρον. Διὰ τοῦτο πειρασμοὶ καὶ θλίψεις, καὶ σῶμα θνητὸν, καὶ αἱ πολλαὶ τῶν πραγμάτων περιστάσεις· διὰ τοῦτο πάθη καὶ νοσήματα, ἵνα μυρίοι χαλινοὶ περίκεινται τῇ ψυχῇ ῥᾳδίως ἐπαιρομένῃ, καὶ πρὸς
ὄγκον ὑψουμένῃ. Μὴ τοίνυν θορυβοῦ πειραζόμενος,

55

.

353

ἀγαπητὲ, ἀλλ’ ἀναμνησθεὶς τοῦ Προφήτου τοῦ λέγον‐ τος, Ἀγαθόν μοι, ὅτι ἐταπείνωσας με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου, πρὸς φάρμακον δέχου τὴν συμφορὰν, καὶ εἰς δέον κέχρησο τῷ πειρασμῷ, καὶ
5δυνήσῃ πλείονος τυχεῖν ἀνέσεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΕΙΣ ΤΟΝ ΡΚΓʹ ΨΑΛΜΟΝ.
10 Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι μέγας ὁ ἀπὸ τῆς αἰχμαλωσίας καρ‐ πὸς, καὶ ἱκανὸς πρὸς φιλοσοφίαν ἐναγαγεῖν τοὺς προσ‐ έχοντας. Ἴδε γὰρ οἱ πρὸς εἴδωλα τρέχοντες, καὶ τοῦ
15Θεοῦ καταφρονοῦντες, καὶ πρὸς ἀσέβειαν ἐξοκείλαν‐ τες, τί λέγουσι νῦν μετὰ τὴν αἰχμαλωσίαν, καὶ πῶς τὴν ἑαυτῶν σωτηρίαν ἀνατιθέασι τῷ Θεῷ; Καὶ ὁ Προφήτης δὲ καθάπερ χοροστάτης ἄριστος τὰ αὐτὰ συνεχῶς αὐτοῖς παρακελεύεται λέγειν. Μετὰ γοῦν τὸ
20πρῶτος εἰπεῖν, καὶ ἐκείνοις παρεγγυᾷ ὥσπερ μαθη‐ ταῖς διδάσκαλος λέγειν· Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώ‐ πους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ γὰρ ἦσαν ἄοπλοι καὶ γυμνοὶ, καὶ αἰχμάλωτοι καὶ
25δοῦλοι, καὶ ἄρτι τῶν κακῶν ἀπηλλαγμένοι, καὶ πόλιν ἀτείχιστον ἔχοντες, μᾶλλον δὲ οὐδὲ πόλιν, καὶ πᾶσι μετὰ τὴν ἐπάνοδον προέκειντο θήρα ἕτοιμος· ἀλλ’ ἀντὶ τείχους καὶ πύργου ὁ Θεὸς αὐτοῖς γέγονε. Τοῦτο καὶ ἡμεῖς νῦν λέγωμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν,
30ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Τί γὰρ ἂν οὐκ ἐποίησεν ὁ ἐχθρὸς ἡμῶν διάβολος, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν; Ἄκουσον τῷ Σίμωνι τί φησιν ὁ Χριστός· Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιά‐ σαι σε ὡς τὸν σῖτον, καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ,
35ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου; Πονηρὸν γὰρ τὸ θηρίον καὶ ἀκόρεστον, καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεεν. Εἰ γὰρ ἐπὶ τοῦ μακαρίου Ἰὼβ μικράν τινα λαβὼν ἐπιτροπὴν, πρόῤῥιζον αὐτοῦ τὴν οἰκίαν ἀνέσπασε, τὸ σῶμα αὐτοῦ διελωβήσατο,
40τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα σκώληκας ἐπιζέσαι ἐποίησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν, εἰ μὴ μυρίοις κατείχετο χαλινοῖς, πῶς οὐκ ἂν
45ἅπαντας ἐλυμήνατο; Διὰ τοῦτο καὶ οὗτος λέγει· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Καὶ γὰρ σφόδρα ὀλίγοι ἦσαν, καὶ εὐτελεῖς, καὶ πολλοὶ αὐτοῖς ἐνεπέθεντο ἐπανελθοῦσι. Κἀν τούτῳ δὲ τοῦ Θεοῦ ἡ σοφία ἐδείκνυτο, τῷ μὴ

55

.

353

(50)

ἀθρόον αὐτοῖς δοῦναι τὴν ἀσφάλειαν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Τοῦτο δὲ ἐποίει τηρῶν αὐτοὺς ἐν τῇ θεογνωσίᾳ, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας προσγινομέ‐ νην αὐτοῖς διόρθωσιν οὐκ ἀφεὶς διαῤῥυῆναι. Ἐπειδὴ γὰρ εἴωθεν ἡ τῶν κακῶν ἀπαλλαγὴ ῥᾳθυμοτέρους
55ποιεῖν, καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν ἀφίησιν αὐτοὺς συνεχῶς πειράζεσθαι, ἵν’ ἔχωσι διηνεκῆ γυμνα‐ σίαν φιλοσοφίας τοὺς πειρασμούς. Διά τοι τοῦτο οὔτε ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι
60γένωνται, ἀλλὰ ταῖς ἐναλλαγαῖς ποικίλλει τὴν σωτη‐Column end

55

.

354

ρίαν αὐτῶν. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Εἶδες πῶς παρίστησι τὸ θηριῶδες τῶν ἐπιόντων; Καὶ γὰρ εἰσὶν καὶ ἄνθρωποι τοιοῦτοι, θηρίων ὠμότητα ἐπι‐ δεικνύμενοι, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερον
5τοῖς ὁμοφύλοις κεχρημένοι. Τὸ μὲν γὰρ θηρίον ἅπαξ ἐμπεσὸν τὸν θυμὸν ἀφῆκε, καὶ ἀνεχώρησεν, ἢ δια‐ κρουσθὲν οὐκ ἔτι ἐπῆλθεν· ἄνθρωποι δὲ πολλάκις ἀποτυχόντες, πολλάκις ἐπιτίθενται, αὐτῶν ἐπιθυ‐ μοῦντες ἀπογεύσασθαι τῶν σαρκῶν. Τοιοῦτον ὁ θυ‐
10μὸς, λογισμὸν οὐκ ἔχων· οὕτω ζεῖ τὸ πάθος καὶ ἀνακαχλάζει. Πῶς οὖν ἂν σβεσθείη τὸ νόσημα; Ἂν τὰ καθ’ ἑαυτοὺς λογισώμεθα, εἰ θάνατον ἐννοήσωμεν καὶ τοὺς καθ’ ἑκάστην ἀπιόντας ἡμέραν, εἰ τὴν φύσιν αὐτὴν διασκεψώμεθα, ὅτι γῆ καὶ σποδός ἐσμεν. Εἰ
15δὲ τὸ κάλλος τῆς ὄψεως ἔτι ἀπατᾷ σου τὴν διάνοιαν, βάδισον πρὸς τὰ μνήματα καὶ τὰς θήκας τῶν πατέ‐ ρων, καὶ ἴδε τοὺς κειμένους, πῶς εἰσιν εἰς χοῦν δια‐ λελυμένοι, καὶ πολλὴν ἐκ τῆς ὄψεως ἀφορμὴν εἰς τὸ συστέλλεσθαι δέξῃ. Ἀλλὰ μὴ καταγνῷς βαρύτητα
20τοῦ λόγου. Καθάπερ γὰρ οἱ πυρέττοντες, ἐπειδὰν ἀπαλλαγῶσι τῶν νοσημάτων, ἀέρος δέονται καθα‐ ροῦ· οὕτω δὴ καὶ οἱ μαινόμενοι τοῖς πάθεσιν, ἂν εἰς τὰ μνήματα παραγένωνται, ὥσπερ ὑγιεινοῦ τινος χωρίου ἐπιλαβόμενοι, πολλὰ τῶν νοσημάτων ἐξορί‐
25ζουσι. Καὶ γὰρ ἀρκεῖ τῆς λάρνακος ἡ ὄψις καὶ τὸν σφόδρα ἀπονενοημένον κατενεγκεῖν. Ἀπὸ τούτων πα‐ ράπεμψον τὴν διάνοιαν εἰς τὴν μέλλουσαν ἡμέραν τὴν φοβερὰν, εἰς τὰ βασανιστήρια ἐκεῖνα καὶ τὰς εὐ‐ θύνας, εἰς τὰς κολάσεις τὰς οὐκ ἐχούσας παραμυθίαν,
30ἔνθα οὐδείς σοι παραστήσεται· τούτοις πᾶσι κατέπᾳδε τὰ πάθη. Σκόπει δὲ καὶ τῶν ἀνθρώπων τοὺς ἐν τῷ παρόντι βίῳ ἀπὸ πλούτου πρὸς πενίαν μεταπίπτον‐ τας, ἀπὸ δόξης εἰς ἀτιμίαν· καὶ εἰ βούλει ὀργίζε‐ σθαι, μὴ τῷ συγγενεῖ, ἀλλὰ τῷ πονηρῷ δαίμονι·
35ἔχεις ἔνθα ἀναλώσεις τὸ πάθος· ἐκείνῳ μηδέποτε καταλλαγῇς, ἐκείνῳ ἀνάλωσον τὴν ὀργὴν καὶ δαπάνησον, ἐκείνῳ στῆσον παγίδα, μηδέποτε ἐμπλη‐ σθῇς αὐτῷ πολεμῶν. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν
40ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Χείμαῤῥον ἐνταῦθα καὶ ὕδωρ τὴν ἄφατον τῶν πολε‐ μίων λέγει· ὕδωρ γάρ ἐστιν ἀτάκτως φερόμενον, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τῆς βίας παρασῦρον τὸ
45προστυγχάνον. Οὐ τὴν φορὰν δέ φησιν ἐνταῦθα τῶν κακῶν, ἀλλὰ καὶ τὴν πάροδον. βʹ. Μὴ τοίνυν καταπέσωμεν, ὅταν ἐπίῃ δεινά. Χεί‐ μαῤῥός ἐστιν οἷα ἂν ᾖ, νέφος ἐστὶ παρατρέχον. Ὅπερ ἂν εἴπῃς λυπηρὸν, ἔχει τέλος· ὅπερ ἂν εἴπῃς δεινὸν,

55

.

354

(50)

πρὸς πέρας ἀπαντᾷ. Εἰ γὰρ μὴ τέλος εἶχεν, οὐκ ἂν ἤρκεσεν ἡ φύσις. Ἀλλὰ πολλοὺς παρασύρει, φησίν. Ἀλλ’ οὐ παρὰ τὴν οἰκείαν ῥύμην, ἀλλὰ παρὰ τοὺς ῥᾳθύμους, καὶ ῥᾳδίως ὑποσκελιζομένους. Ἵνα οὖν μὴ παρασυρῶμεν, καὶ πρὸς τὰ βαθύτερα αὐτοῦ βαδίζω‐
55μεν, διασκεψώμεθα τοὺς τόπους αὐτοῦ, ἐπιλαβώμεθα
τῆς ἱερᾶς ἀγκύρας, ὥστε μηδὲν ὑπομεῖναι ναυάγιον.

55

.

355

Καὶ γὰρ ὁ χειμάῤῥους μέχρι καιροῦ φοβερός ἐστι, καὶ πάλιν ἀμέτρως ταπεινοῦται. Ἄρα τὸ ὕδωρ ἂν κα‐ τεπόντισεν ἡμᾶς. Ἕτερος ἑρμηνευτής φησι, Τότε ἂν τὰ ὕδατα παρέκλυσεν ἡμᾶς, ὡς φάραγξ παρελ‐
5θόντα κατὰ τῆς ψυχῆς ἡμῶν. Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ἕτερός φησι, Τότε παρῆλθον ὑπὲρ τὴν ψυχὴν ἡμῶν ὡς τὰ ὕδατα ὑπερ‐ ήφανοι. Εἶδες πόση τοῦ Θεοῦ ἡ συμμαχία; πῶς ἐν τοσούτοις κακοῖς οὐκ ἀφῆκεν αὐτοὺς ὑποβρυχίους
10γενέσθαι; Διὰ γὰρ τοῦτο ἀφίησιν αὔξεσθαι τὰ δεινὰ οὐχ ἵνα ἡμᾶς καταδύσῃ. ἀλλ’ ἵνα δοκιμωτέρους ἐργά‐ σηται, καὶ τῆς αὐτοῦ δυνάμεως μείζονα παράσχηται τὴν ἀπόδειξιν. Ὑπερηφάνους δὲ ἐνταῦθα τοὺς πολε‐ μίους φησὶν, οἳ παντὸς χειμάῤῥου σφοδρότερον καὶ
15παντὸς ὕδατος ἀφορήτου προσβάλλοντες, οὐδὲν αὐτοὺς παρέβλαψαν. Τὸ δὲ αἴτιον ἡ τοῦ Θεοῦ συμμαχία, ἡ ἄνωθεν ῥοπὴ, ἡ ἀχείρωτος βοήθεια. Διὰ δὴ τοῦτο καὶ αὐτὸς εἰπὼν τὴν ἀπαλλαγὴν τῶν κακῶν, λέγει καὶ τὸν τὴν ἀπαλλαγὴν παρεσχηκότα, καὶ μετὰ εὐφημίας.
20Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρου‐ θίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Εἶδες πῶς καὶ τὴν οἰκείαν ἀσθένειαν παρίστησι, καὶ τὴν ἐκείνων ἰσχύν; Οἱ μὲν γὰρ ὡς θηρία καὶ
25λέοντες ἐπῄεσαν, αὐτῶν ἕτοιμοι τῶν σαρκῶν ἀπο‐ γεύσασθαι, καὶ τῇ δυνάμει καὶ τῷ θυμῷ καθ‐ ωπλισμένοι· οἱ δὲ στρουθίου παντὸς ἀσθενέστερον δι‐ έκειντο. Τότε γὰρ μάλιστα διαδείκνυται τοῦ Θεοῦ τὰ θαύματα, ὅτε οἱ ἀσθενεῖς τῶν δυνατῶν κρατοῦσιν. Οὐ
30ταύτῃ δὲ μόνον ἀφόρητος ἦν ἡ ἐπιβουλὴ, ὅτι οἱ μὲν δυνατοὶ καὶ φοβεροὶ, καὶ θυμοῦ πολλοῦ γέμοντες, καὶ παρεσκευασμένοι τῶν σαρκῶν ἀπογεύσασθαι· οἱ δὲ ἀσθενεῖς, καὶ ὀλίγοι, καὶ εὐεπιχείρητοι· ἀλλ’ ὅτι καὶ ἐν μέσοις ἀπειλημμένοι τοῖς δεινοῖς, εἰς αὐτὰ
35ἐμβεβηκότες τὰ δυσχερῆ, πάντοθεν πολέμους ἔχοντες περικειμένους· ἀλλ’ ὁ εὔπορος καὶ πανταχόθεν δυνά‐ μενος διασώζειν, καὶ μετὰ τὸ ἐμπεσεῖν εἰς τὰ δεινὰ, μετὰ πολλῆς ἡμᾶς, φησὶν, ἀπήλλαξε τῆς εὐκολίας. Ὅπερ οὖν παραστῆσαι βουλόμενος, οὕτως εἶπεν·
40ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἶτα δεικνὺς καὶ πῶς, ἐπήγαγεν· Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τὴν δύναμιν τοῦ
45προστάτου; εἶδες τὴν ἰσχύν; Καὶ αὐτὰς τὰς ἀφορμὰς τῆς ἐπιβουλῆς ἀνεῖλε. Τοῦτό τις καὶ κατὰ ἀναγωγὴν ἂν ἐκλάβοι ἐπὶ τοῦ διαβόλου, καὶ τοῦ γένους τοῦ τῶν ἀνθρώπων. Δείκνυσι γὰρ πῶς ἐξήρπασε, πῶς ἐξέλυσεν αὐτοῦ τὰς ἐπιβουλάς·

55

.

355

(50)

τοῦτο γὰρ γέγονεν ἀφ’ οὗ πρὸς τοὺς μαθητὰς εἶπε· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκ ἔτι γὰρ ἐξ εὐθείας ἡ μάχη, οὐδὲ ἐξίσης ἡ παράταξις, ἀλλ’ ὁ μὲν κεῖται πρηνὴς καταπεπτωκὼς, σὺ δὲ ἕστηκας
55ὄρθιος, ἄνωθεν βάλλων· ὁ μὲν ἐκνενευρισμένος, σὺ δὲ ἰσχυρός. Πόθεν οὖν νικᾷ πολλάκις; Ἀπὸ τῆς νωθείας τῆς ἡμετέρας, ἀπὸ τῆς ῥᾳθυμίας τῶν κα‐ θευδόντων. Ὥστε εἰ βουληθείης ἐναντίον στῆναι, οὐ τολμᾷ παρατάξασθαι. Εἰ δὲ καθεύδοντος πε‐
60ριγίνεται, τοῦτο οὐ τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς σῆς ὀλιγωρίας. Τίς γὰρ οὐκ ἂν κρατήσειε τοῦ καθεύ‐
δοντος, κἂν ἁπάντων ἀσθενέστερος ἦ; Ἐδέθη ὁ ἰσχυ‐Column end

55

.

356

ρὸς, τὰ σκεύη αὐτοῦ διηρπάγη, ἡ δύναμις αὐτοῦ κατελύθη, τὸ καταγώγιον ἀνεῤῥάγη, αἱ ῥομφαῖαι αὐτοῦ ἐξέλιπον. Τί πλέον τούτων βούλει; τίνος ἕνεκεν αὐτὸν φοβῇ; τίνος ἕνεκεν δέδοικας. Πατεῖν ἐκελεύσθης
5τὸν ἐκνενευρισμένον· πόθεν τρέμεις; εἰπέ μοι· πόθεν ἀγωνιᾷς; Οὐκ ἐννοεῖς οἷον ἔχεις βοηθόν; Οὐδὲ γὰρ μόνον ὁ ἐχθρὸς γέγονεν ἀσθενέστερος, ἀλλὰ καὶ ἡ βοήθειά σου μείζων. Τῆς σαρκὸς τὰ σκιρτήματα κατε‐ στάλη, τῆς ἁμαρτίας τὸ φορτίον ἠφανίσθη, Πνεύ‐
10ματος ἔλαβες χάριν, ἀλείμματος δύναμιν. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ
15νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα πε‐ ριπατοῦσι. Τὴν σάρκα εὐήνιον ἐποίησεν, ὅπλα σοι ἐχαρίσατο, θώρακα δικαιοσύνης, ζώνην ἀληθείας, κράνος σωτηρίας, ἀσπίδα πίστεως, μάχαιραν Πνεύ‐ ματος, ἀῤῥαβῶνα δέδωκε, τῷ σώματι αὐτοῦ τρέφει
20σε, τῷ αἵματι αὐτοῦ ποτίζει σε, σταυρόν σοι ἐνεχεί‐ ρισεν ὡς δόρυ, δόρυ μηδέποτε καμπτόμενον· ἐκεῖνον ἔδησε, χαμαὶ ἔῤῥιψεν. Ὥστε ἀναπολόγητός σου λοιπὸν ἡ ἧττα, καὶ συγγνώμην οὐκ ἔχεις βαλλόμενος. Μυρίας γὰρ ἔχεις πρὸς τὸ νικᾷν ἀφορμάς. Ἡ παγὶς
25συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν. Ὁρᾷς οἷον ἔχεις στρατηγόν; οἷον βασιλέα; τὸν τοῦδε τοῦ παντὸς δημιουργόν; τὸν λόγῳ τοσαῦτα σώματα παρενέγκαντα, τοσοῦτον ὄγκον,
30τοσοῦτον μέγεθος; Μὴ καταπέσῃς, στῆθι γενναίως· οὐδὲν κωλύει τὸ τρόπαιόν σου στῆναι λαμπρόν. Ταῦτ’ οὖν εἰδότες, ἀγαπητοὶ, νήφωμεν, ἀγωνιζώμεθα, μὴ καθεύδωμεν, ἀλλὰ τὰ ὅπλα ἀποσμήξαντες, καὶ τὴν προθυμίαν νευρώσαντες, βάλλωμεν διηνεκῶς τὸν
35πολέμιον, ἵνα λαμπρὰν τὴν νίκην ἀράμενοι, μετὰ πολλῆς τῆς δόξης ἀπολαύσωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
40Ἀμήν.
41tΕΙΣ ΤΟΝ ΡΚΔʹ ΨΑΛΜΟΝ.
42 Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών. αʹ. Τί βούλεται τοῦ Σιὼν ἡ προσθήκη; διὰ τί γὰρ οὐκ εἶπεν ἁπλῶς, Ὡς ὄρος, ἀλλὰ τοῦ ὄρους ἐκείνου
45μέμνηται; Παιδεύων ἡμᾶς μὴ ταπεινοῦσθαι ἐν ταῖς συμφοραῖς, μηδὲ καταποντίζεσθαι, ἀλλὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἐκκρεμαμένους, πάντα φέρειν γεν‐ ναίως, καὶ πολέμους, καὶ μάχας, καὶ ταραχάς. Ἐπεὶ καὶ τὸ ὄρος τοῦτό ποτε γενόμενον ἔρημον, καὶ γυ‐

55

.

356

(50)

μνὸν τῶν ἐνοικούντων, ἐπὶ τὴν προτέραν πάλιν ἐπαν‐ ῆλθεν εὐημερίαν, τὴν ἀρχαίαν ἀπολαβὸν εὐπραγίαν, τῇ τῶν οἰκείων ἐπανόδῳ, ταῖς τῶν θαυμάτων ἐπι‐ δείξεσιν· οὕτω καὶ ὁ γενναῖος ἀνὴρ κἂν μυρία πάθῃ
δεινὰ, οὐ περιτραπήσεται. Μὴ τοίνυν τὸν ἀκίνδυνον

55

.

357

ζήτει βίον, καὶ ἀπράγμονα, καὶ ἀταλαίπωρον, ἀλλὰ τὸν κινδύνοις μὴ παρασυρόμενον. Οὐ γάρ ἐστιν ἴσον ἐν λιμένι καθήμενον, καὶ πελάγιον σαλεύοντα τὴν τέχνην ἐπιδείκνυσθαι. Ὁ μὲν γὰρ νωθὴς γίνεται, καὶ
5χαῦνος καὶ ἄτονος· ὁ δὲ, πολλὰς μὲν πέτρας ὑφάλους, πολλὰς δὲ σπιλάδας, πολλὰς δὲ ἀνέμων βίας, καὶ τὰ ἄλλα τὰ ἀπὸ τῆς θαλάττης ὑπομείνας δεινὰ, καὶ ἐν πᾶσι τούτοις διενεγκὼν, ἰσχυροτέραν ἑαυτοῦ καθίστησι τὴν ψυχήν. Διὰ γὰρ τοῦτο εἰς τὸν παρόντα ἐξηνέ‐
10χθης βίον, οὐχ ἵνα ἀργῇς, οὐδ’ ἵνα ἀναπεπτωκὼς ᾖς, οὐδ’ ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ’ ἵνα παθὼν λαμ‐ πρότερος γένῃ. Μὴ δὴ τὴν ἄνεσιν ζητῶμεν, μηδὲ τὸν τρυφῆς γέμοντα βίον. Οὐ γὰρ ἀνδρὸς γενναίου, ἀλλὰ σκώληκος ἡ ἐπιθυμία, ἀλόγου μᾶλλον ἢ λόγον ἔχον‐
15τος. Ἀλλ’ εὔχου μὲν μάλιστα μὴ ἐμπεσεῖν εἰς πειρα‐ σμόν· εἰ δέ ποτε ἐμβαίης. μὴ δυσχέραινε, μὴ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ’ ὅπως γένοιο λαμπρό‐ τερος, ἅπαντα ποίει. Οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους πῶς τῆς σάλπιγγος καλούσης
20πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς στεφάνους, πρὸς τοὺς κατωρθωκότας τῶν προ‐ γόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος γινόμενος σφοδρό‐ τερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος. Οἶδε καὶ τὰ
25στοιχεῖα τοὺς ὄντως ἀνδρείους αἰδεῖσθαι. Οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι. Κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνῃ, πάντων ἐπι‐ λανθάνεται, ὅταν ἴδῃ δίκαιον, καὶ κρατεῖ τοῦ πάθους. Τούτοις τοίνυν φράττου τοῖς ὅπλοις, καὶ μηδὲ πῦρ
30δείσεις, κἂν εἰς οὐρανὸν ἴδῃς τὴν φλόγα ἀναβαίνου‐ σαν. Στρατηγὸν ἔχεις γενναῖον, καὶ πάντα δυνάμε‐ νον, καὶ νεύματι μόνῳ λύοντα τὰ δεινά. Πάντα ἐκείνου, καὶ οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ θηρία, καὶ πῦρ· πάντα αὐτῷ ῥᾴδια καὶ μεταθεῖναι, καὶ
35μεταστῆσαι πρὸς εὐκολίαν. Πόθεν οὖν δέδοικας; εἰπέ μοι. Οὐδαμόθεν ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ νωθείας καὶ τῆς οἰκείας ῥᾳθυμίας. Οὐχὶ θάνατός ἐστι τῶν κακῶν ὁ κολοφών; Ἀλλὰ καὶ οὗτός ἐστι τῆς φύσεως τὸ ὄφλημα. Διὰ τί μὴ πραγματεύῃ τὸ χρέος; Εἰ γὰρ ἀνάγκη
40ἐλθεῖν τὴν ὁδὸν ταύτην καὶ ἑκόντα καὶ ἄκοντα, διὰ τί μὴ μετὰ ἐμπορίας; Ἀλλὰ μετὰ βασανιστήρια οὐ πρόσκαιρα, ἀλλὰ μείζονα τῆς ὀδύνης παρέχοντα τὴν ἡδονήν. Εἰ δὲ ταῦτά σοι δοκεῖ χαλεπὰ εἶναι, ἐν‐ νόησον τοὺς ἄνευ μισθοῦ φθορᾷ μακρᾷ παραδεδομέ‐
45νους, τοὺς λιμῷ διηνεκεῖ παλαίοντας, τοὺς νοσήματα ἔχοντας ἀνίατα καὶ μακρὰ, δι’ ἃ καὶ πολλάκις ηὔ‐ ξαντο καταλῦσαι τὸν βίον, πολλοὶ δὲ καὶ ἐπὶ βρόχον καὶ ἐπὶ ξίφος ὥρμησαν. Σοὶ δὲ οὐρανὸς πρόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, καὶ οὐ φρίττεις, καὶ

55

.

357

(50)

οὐ δέδοικας καταμαλακιζόμενος, καὶ ταῦτα τοιοῦτον ἔχων σύμμαχον; Οὐκ ἀκούεις τοῦ Προφήτου λέγον‐ τος, Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών; Ὄρος γὰρ εἶπε τὸ ἀπερίτρεπτον δηλῶν τῆς εἰς Θεὸν ἐλπί‐ δος, τὸ πεπηγὸς, τὸ ἀχείρωτον, τὸ ἄμαχον. Ὥσπερ
55γάρ τις κἂν μυρία προσαγάγῃ μηχανήματα, ὄρος οὔτε ἀνασπάσαι, οὔτε σαλεύσαι δυνήσεται· οὕτως ὁ προσβάλλων τῷ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχοντι, κεναῖς οἴκαδε ἀναχωρήσει χερσίν. Ὄρους γὰρ πολὺ ἀσφαλέστερον ἡ ἐλπὶς ἡ ἐπὶ τὸν Θεόν. Οὐ σαλευθή‐
60σεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ἕτε‐Column end

55

.

358

ρος ἑρμηνευτής φησιν, Ἀπερίτρεπτον εἰς τὸν αἰῶνα οἰκούμενον περὶ Ἱερουσαλήμ. Τί οὖν; οὐκ ἐσαλεύ‐ θησαν, φησὶν, οἱ παῖδες οἱ τρεῖς, καὶ ὁ Δανιήλ; Ἄπαγε· τῆς μὲν γὰρ πατρίδος ἐξέπεσον, καὶ αἰχμα‐
5λωσίαν ὑπέστησαν, σάλον δὲ οὐδένα οὐδέποτε· ἀλλ’ ἐν τοσούτῳ θορύβῳ πραγμάτων, καὶ τοσούτῳ πλήθει κυμάτων ὄντες, ὡς ἐπὶ πέτρας ἑστῶτες καὶ λιμένι προσορμίζοντες γαληνῷ, οὕτως οὐδὲν ἔπασχον ἀηδές. Μὴ δὴ σάλον κάλει τὴν τῶν πραγμάτων περίστα‐
10σιν. Οὐ γὰρ τοῦτο σάλος, ἀλλ’ ἡ τῆς ψυχῆς ἀπώ‐ λεια, καὶ τὸ τῆς ἀρετῆς ἐκπεσεῖν· ὅπερ ἐν τοῖς κινδύνοις οἱ νήφοντες οὐχ ὑπομένουσιν, ἀλλ’ ἀσφαλε‐ στέραν κέκτηνται τὴν φιλοσοφίαν τὴν ἑαυτῶν, καὶ διαλάμπουσι μειζόνως. Εἰ δὲ βούλει καὶ κατὰ ἀνα‐
15γωγὴν ἐκλαβεῖν τὸ εἰρημένον, ὅτι Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλὴμ, ὑπόγρα‐ ψον τὴν ἐκεῖ λῆξιν τὴν ἐπὶ τῆς ἄνω μητροπόλεως. Οἱ γὰρ ἐκείνην ἀπολαβόντες πάσης εἰσὶν ἀπηλλα‐ γμένοι περιστάσεως· οὐκ ἔστι λοιπὸν ἐκεῖ τὰ ὑπο‐
20σκελίζοντα, οὐκ ἐπιθυμία, οὐδὲ ἡδοναὶ, οὐδὲ ἁμαρ‐ τίας περίστασις, οὐ λύπη καὶ ἀγωνία καὶ κίνδυνος, ἀλλὰ πάντα ταῦτα ἐκποδών. Ἱερουσαλὴμ, ὄρη κύ‐ κλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Λέγει μὲν διὰ τούτων
25καὶ τὴν ἀπὸ τῆς θέσεως συμμαχίαν τῇ πόλει προσ‐ οῦσαν· ἀλλ’ οὐκ ἀφίησι τούτοις θαῤῥεῖν, ἀλλ’ ἐπὶ τὴν ἄμαχον ἀνάγει βοήθειαν, τὸν Θεόν. βʹ. Εἰ γὰρ καὶ τὰ ὄρη αὐτὴν τειχίζει, φησὶν, ἀλλ’ ἐκείνης δεῖται τῆς ἀσφαλείας· καὶ τοῦτο αὐτὴν
30ἀχείρωτον ἐργάζεται, Διὸ καὶ ἕτερος ἑρμηνευτής φησι, Κύριος δὲ περὶ τὸν λαὸν αὐτοῦ. Τουτέστι, μὴ θαῤῥεῖτε τῇ περιβολῇ τῶν ὀρῶν. Τὸ γὰρ ποιοῦν αὐτὴν ἀχείρωτον, τοῦτό ἐστιν, Ὅτι οὐκ ἀφήσει Κύ‐ ριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
35τῶν δικαίων. Αἰτίαν λέγει τῆς τοῦ Θεοῦ βοηθείας εὔλογόν τινα, ὥστε καὶ θαῤῥῆσαι ἐκείνους. Ποίαν δὴ ταύτην; Οὐκ ἂν ἀνάσχοιτο, φησὶ, τὰ ἀγαθὰ τῶν δι‐ καίων ἐν ταῖς χερσὶν εἶναι τῶν ἁμαρτωλῶν. Τοῦτο εἶπεν, ὁμοῦ τε θαῤῥεῖν αὐτοὺς παρασκευάζων περὶ
40τῆς συμμαχίας τῆς τοῦ Θεοῦ, καὶ πείθων μένειν ἐν ἀρετῇ, εἴ γε βούλοιντο διηνεκῶς ἀπολαύειν τῆς ἐκείνου βοηθείας, καὶ τῶν ἀγαθῶν τῶν ἰδίων εἶναι κύριοι. Δείκνυσι γὰρ διὰ τούτων, ὅτι καὶ ἡ κτῆσις καὶ ἡ ἀσφάλεια ἐν τῇ γνώμῃ κεῖται τῇ αὐτῶν. Ῥάβδον
45δὲ ἁμαρτωλῶν ἐνταῦθα τὴν βασιλείαν τὴν τῶν πολε‐ μίων καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἀνέξεται κρατεῖν τῆς τῶν δικαίων κληρονομίας. Εἰ γὰρ καὶ πρὸς καιρὸν τοῦτο πεποίηκεν, ἀλλ’ ὑπὲρ διορθώσεως καὶ νουθεσίας καὶ σωφρονισμοῦ. Ὅπως ἂν μὴ ἐκτείνωσιν

55

.

358

(50)

οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἕτερος, Διὰ τοῦτο οὐκ ἐκτείνουσιν οἱ δίκαιοι εἰς ἀνομίαν χεῖρας αὐτῶν. Διὰ τοῦτο· ποῖον; Διὰ τὸ εἰρημένον, ὅτι προστήσεται, ὅτι ἀμυνεῖ, ὅτι διακρούσεται, ὅτι ἀποστήσει τοὺς πολεμίους ἀπὸ τῶν κτημάτων αὐτῶν.
55Ὡσεὶ ἔλεγε· τῷ τε πειρασμῷ σωφρονισθέντες, τῇ τε χορηγίᾳ τῶν ἀγαθῶν γενόμενοι βελτίους, ἐν ἀρετῇ διατελέσουσιν ὄντες, καὶ οὐχ ἅψονται πονη‐ ρίας ἑκατέρωθεν παιδευόμενοι. Ὥστε δὴ τὸ πᾶν διὰ τοῦτο ἐγίνετο, ὥστε τὴν ψυχὴν αὐτῶν ἀμείνω γενέ‐
60σθαι, τῇ τε ἐπαγωγῇ τῶν δεινῶν διορθουμένην, τῇ
τε δόσει τῶν ἀγαθῶν προθυμοτέραν καθισταμένην.

55

.

359

Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Ἕτερος, Ἀγαθο‐ ποίησον. Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκ‐ κλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ὁρᾷς παρ’
5ἡμῶν πανταχοῦ τὰς ἀρχὰς γινομένας, καὶ τοῦ τῶν χρηστῶν ἀπολαύειν, καὶ τοῦ κολάσεις ὑπομένειν; Ἀλλ’ εἰ καὶ παρ’ ἡμῶν αἱ ἀρχαὶ, ἀλλ’ ὅμως καὶ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολλὴ δείκνυται ἡ λαμ‐ πηδών· ἐκ γὰρ πολλοῦ τοῦ περιόντος νικᾷ ταῖς ἀν‐
10τιδόσεσιν ἡμᾶς· καὶ ἐπὶ μὲν τῶν ἁμαρτημάτων σύμμετρον ἐπάγει τὴν τιμωρίαν, ἐπὶ δὲ τῶν κατορ‐ θωμάτων ὑπερβαίνουσαν παρέχει τὴν ἀντίδοσιν. Εὐ‐ θεῖς δὲ ἐνταῦθα καλεῖ τοὺς ἀδόλους, τοὺς ἀπλάστους, τοὺς οὐδὲν ἔχοντας συνεσκιασμένον καὶ ὕπουλον.
15Τοιοῦτον γὰρ τὸ εὐθὲς, ὃ μάλιστα ὁ Θεὸς ἐπιζητεῖ πανταχοῦ. Τοιοῦτον ἡ ἀρετὴ, λεία τις καὶ εὔκολος, ὥσπερ οὖν ἡ πονηρία διεστραμμένον, ποικίλον, ἀδιε‐ ξόδευτον· καὶ τοῦτο ἔστιν ἀπὸ τῶν πραγμάτων ἰδεῖν αὐτῶν. Ὁ γοῦν βουλόμενος ψεύσασθαι, καὶ δόλους
20ῥάψαι, ἐννόησον ὅσοις ἐπιχειρεῖ, ὅσης δεῖται τῆς ποι‐ κιλίας, ποίων λόγων πεπλασμένων, πόσης δεινότη‐ τος. Ὁ δὲ τὴν ἀλήθειαν λέγων, οὐ πόνου, οὐ δυσκο‐ λίας, οὐχ ὑποκρίσεως, οὐ μηχανημάτων, οὐδενὸς δεῖται τοιούτου, αὐτῆς καθ’ ἑαυτὴν ἐκείνης διαλαμ‐
25πούσης. Καθάπερ γὰρ τὰ μὲν ἄμορφα τῶν σωμάτων πολλῶν ἔξωθεν δεῖται τῶν τεχνασμάτων καὶ τῶν ἐπικαλυμμάτων τὴν ἀπὸ τῆς φύσεως ἀμορφίαν συ‐ σκιαζόντων· τὰ δὲ φύσει καλὰ αὐτὰ καθ’ ἑαυτὰ ἀγω‐ νιζόμενα λάμπει· οὕτω καὶ ἐπὶ τοῦ ψεύδους καὶ τῆς
30ἀληθείας ἔστιν εὑρεῖν, καὶ τῆς κακίας, καὶ τῆς ἀρε‐ τῆς. Ὅθεν δῆλον, ὅτι καὶ πρὸ τῆς κολάσεως ἡ κακία τὴν κόλασιν ἐπάγει, καὶ πρὸ τῆς ἀντιδόσεως ἡ ἀρετὴ τὴν ἀμοιβὴν δίδωσιν. Ὥσπερ γὰρ ἐκείνη ἐν ἑαυτῇ τὰ ἔπαθλα ἔχει καὶ πρὸ τῶν στεφάνων· οὕτω καὶ
35αὕτη ἐν ἑαυτῇ τὴν τιμωρίαν ἔχει καὶ πρὸ τῆς κολά‐ σεως. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον ἁμαρτίας εἰς τιμωρίας λόγον; Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος τῶν ἡταιρηκότων μνημονεύσας, τῶν τὴν ὥραν τὴν ἑαυτῶν ἀποδιδομένων, καὶ τῆς φύσεως τοὺς νόμους
40ἀνατρεπόντων, ταύτην ἔφησε τιμωρίαν μεγίστην εἶναι καὶ πρὸ τῆς κολάσεως. Ἄρσενες γὰρ, φησὶν, ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· ἀντιμισθίαν τῆς ἁμαρ‐
45τίας αὐτῶν τὴν ἀσέλγειαν καὶ τὴν πρᾶξιν καλῶν. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Εἰς εὐχὴν τὸν λόγον κατέ‐ κλεισε. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· μετὰ τῆς παραινέσεως καὶ τῆς συμβουλῆς τὴν εὐχὴν προστι‐ θέασι, μεγίστην συμμαχίαν εἰσάγουσαι τοῖς ἀκούουσιν.

55

.

359

(50)

Εἰρήνην δὲ ἐνταῦθα, οὐ ταύτην μόνην τὴν αἰσθη‐ τὴν, ἀλλὰ καὶ τὴν ταύτης ὑψηλοτέραν, καὶ ὅθεν καὶ αὕτη τίκτεται, λέγει, καὶ εὔχεται ὥστε μὴ στασιά‐ ζειν τὴν ψυχὴν αὐτὴν πρὸς ἑαυτὴν τῶν παθῶν τὸν πόλεμον ἐπεισάγουσαν. Ταύτην δὴ καὶ ἡμεῖς τὴν εἰ‐
55ρήνην ζητῶμεν, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν δυ‐
νηθῶμεν τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ΚυρίουColumn end

55

.

360

ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3tΕΙΣ ΤΟΝ ΡΚΕʹ ΨΑΛΜΟΝ.
4Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν
5Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Ἕτερος ἑρμηνευτής φησιν, Ὅταν ἐπιστρέψῃ Κύ‐ ριος τὴν αἰχμαλωσίαν, ἐσόμεθα παρακεκλη‐ μένοι. αʹ. Τὸ τῆς αἰχμαλωσίας ὄνομα ἁπλοῦν μέν ἐστιν
10κατὰ τὴν προφοράν· ἔχει δὲ πολλὰς ἐννοίας. Ἔστι γὰρ καὶ καλὴ αἰχμαλωσία, ὡς ὅταν λέγῃ Παῦλος, Αἰχμα‐ λωτίζοντες πᾶν νόημα εἰς Χριστόν· ἔστι καὶ κακὴ, ὡς ὅταν λέγῃ· Αἰχμαλωτεύοντες γυναικάρια σε‐ σωρευμένα ἁμαρτίαις. Ἔστιν ἡ νοητὴ, περὶ ἧς
15φησι· Κηρῦξαι αἰχμαλώτοις ἄφεσιν. Ἔστιν ἡ αἰσθητὴ, ἡ παρὰ τῶν πολεμίων. Χαλεπωτέρα δὲ ἡ προτέρα. Οἱ μὲν γὰρ νόμῳ πολέμου τινὰς λαβόντες, καὶ φείδονται πολλάκις τῶν εἰλημμένων· κἂν ἐπι‐ τάξωσι ὑδροφορεῖν, ξυλοκοπεῖν, καὶ ἱπποφορβοὺς
20ποιήσωσιν, οὐδὲν εἰς τὴν ψυχὴν παρέβλαψαν· ὁ δὲ ὑπὸ τῆς ἁμαρτίας ληφθεὶς αἰχμάλωτος, ἀφειδῆ καὶ βάρβαρον δέσποιναν κτᾶται, εἰς τὰ ἀτιμότατα αὐτὸν τῶν ἔργων καταφέρουσαν. Οὐ γὰρ οἶδε φείδεσθαι, οὐδὲ ἐλεεῖν αὕτη ἡ τυραννίς. Ἄκουσον γοῦν πῶς τὸν ἄθλιον
25καὶ ταλαίπωρον Ἰούδαν λαβοῦσα αἰχμάλωτον οὐκ ἐφείσατο, ἀλλ’ ἐποίησεν ἱερόσυλον, προδότην, καὶ μετὰ τὸ τὴν ἁμαρτίαν ἀνῦσαι, εἰς τὸ θέατρον αὐτὸν ἤγαγε τῶν Ἰουδαίων, καὶ ἀπεκάλυψε τὸ πλημμέλη‐ μα, καὶ οὐδὲ οὕτως ἀφῆκε καρπώσασθαι τὸ ἐκ τῆς
30μετανοίας κέρδος, ἀλλὰ προαπήγαγε τῆς μετανοίας, ἐπὶ βρόχον ἀγαγοῦσα. Τύραννος γάρ ἐστι χαλεπὴ, πονηρὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ καταισχύνουσα τοὺς ὑπακούοντας. Διὸ, παρακαλῶ, φεύγωμεν μετὰ πολλῆς τῆς σπουδῆς τὴν δεσποτείαν αὐτῆς, καὶ πο‐
35λεμῶμεν αὐτῇ, καὶ μηδέποτε καταλλαττώμεθα, καὶ ἐλευθερωθέντες μένωμεν ἐπὶ τῆς ἐλευθερίας. Εἰ γὰρ οὗτοι βαρβάρων ἀπαλλαγέντες ἐγένοντο παρακεκλη‐ μένοι, πολλῷ μᾶλλον ἡμᾶς ἁμαρτίας ἐλευθερωθέν‐ τας χαίρειν δεῖ καὶ σκιρτᾷν, καὶ ἀθάνατον ταύτην δια‐
40τηρεῖν τὴν ἡδονὴν, ἀλλὰ μὴ λυμαίνεσθαι μηδὲ θολοῦν αὐτὴν πάλιν τοῖς αὐτοῖς ἐπιχειροῦντας κακοῖς. Ἐγε‐ νήθημεν ὡσεὶ παρακεκλημένοι. Τοῦτο μὲν οἱ ἄλλοι ἑρμηνευταί φασιν· Ὡσεὶ ἐνυπνιαζόμενοι. Ὁ δὲ Ἑβραῖος, Χαωλεμίμ. Τί δέ ἐστι, Παρακεκλημένοι;
45Ἀναπαύσεως ἐπλήσθημεν, φησὶν, εὐφροσύνης, ἡδο‐ νῆς. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι

55

.

360

(50)

μεθ’ ἡμῶν. Οὐ μικρὰ συντελεῖ πρὸς βελτίω μετα‐ βολὴν τὸ χαίρειν ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αἰχμαλωσίας. Καὶ τίς οὐ χαίρει, φησὶν, ἐπὶ τούτῳ; Οἱ πατέρες οἱ τούτων, ὅτε ἀπηλλάγησαν τῆς Αἰγύπτου, καὶ ἐκ τῆς δουλείας ἐκείνης πρὸς ἐλευθερίαν μετέστησαν, ὑπὸ
55ἐσχάτης ἀγνωμοσύνης ἐν αὐτοῖς ἐγόγγυζον τοῖς ἀγαθοῖς, ἐδυσχέραινον, ἐχαλέπαινον, ἀλύοντες διετέ‐ λουν. Ἀλλ’ οὐχ ἡμεῖς, φησίν· ἀλλὰ χαίρομεν καὶ σκιρτῶμεν. Λέγουσι δὲ καὶ τὴν αἰτίαν τῆς χαρᾶς.
Οὐ μόνον, φησὶ, διὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν χαί‐

55

.

361

ρομεν, ἀλλ’ ὅτι καὶ ἐντεῦθεν πάντες εἴσονται τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν περὶ ἡμᾶς. Τότε γὰρ, φησὶν, ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ
5ποιῆσαι μεθ’ ἡμῶν. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς πρόκειται, ἀλλ’ ἕνεκα τοῦ ἐμφῆναι τὴν πολλὴν αὐ‐ τῶν ἢν ἔσχον χαράν. Τὸ μὲν γὰρ τῶν ἐθνῶν ἐστι ῥῆμα, τὸ δὲ αὐτῶν πάλιν. Καὶ ὅρα. Οὐκ εἶπον, ἔσω‐ σεν ἡμᾶς· οὐδὲ, ἀπήλλαξεν ἡμᾶς· ἀλλ’, Ἐμεγάλυνε,
10τὸ παράδοξον τὸ θαύματος γέμον διὰ τῆς προσηγο‐ ρίας τοῦ μεγαλῦναι παραστῆσαι βουλόμενοι. Ὁρᾷς, ὅτι ὅπερ συνεχῶς ἔλεγον, διὰ τοῦ ἔθνους τούτου ἡ οἰκουμένη ἐπαιδεύετο, καὶ ἀπαγομένων αὐτῶν καὶ ἐπαναγομένων; Ἡ γὰρ ἄνοδος ἀντὶ κήρυκος ἐγέ‐
15νετο. Καὶ γὰρ αὐτῶν ἡ φήμη περιῄει πανταχοῦ, κα‐ τάδηλον πᾶσι ποιοῦσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ὅτι μεγάλα καὶ παράδοξα ὡς ἀληθῶς ἦσαν τὰ περὶ αὐτοὺς γεγενημένα θαύματα. Αὐτὸς γὰρ αὐτοὺς ὁ κατέχων Κῦρος ἀφῆκεν, οὐδενὸς δεηθέντος, ἀλλὰ
20τοῦ Θεοῦ τὴν ἐκείνου διάνοιαν μαλάξαντος· καὶ οὐκ ἀφῆκεν ἁπλῶς, ἀλλὰ καὶ μετὰ δώρων καὶ ξενίων. Ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Πῶς ἀρχόμενος τοῦ ψαλμοῦ, Ἐν τῷ ἐπιστρέ‐
25ψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, εἶπεν· ἐν‐ ταῦθα δὲ, Ἐπίστρεψον; Ὡς περὶ μέλλοντος δια‐ λεγόμενος. Μάλιστα γὰρ ὁ ἕτερος ἑρμηνευτὴς εἰς τοῦτο ἡμᾶς προσάγει, οὐκ εἰπὼν, Ἐν τῷ ἐπιστρέ‐ ψαι· ἀλλ’, Ὅταν ἐπιστρέψῃ· ὅτι ἀρχὴν τότε τὸ
30πρᾶγμα ἐλάμβανεν, καὶ οὐκ ἐν προοιμίοις τὸ πᾶν κατωρθώθη, ἀλλὰ πολλαὶ γεγόνασιν αὐτῶν ἀναβά‐ σεις· καὶ γὰρ πρώτη, καὶ δευτέρα, καὶ τρίτη γέγονε. βʹ. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ὅτι εὔχεται ὁλόκληρον γενέσθαι τὴν ἀπαλλαγήν. Καὶ γὰρ πολλοὶ τῶν Ἰου‐
35δαίων ἐναπομεῖναι ἐβούλοντο τῇ χώρᾳ τῶν βαρβά‐ ρων· διὸ καὶ μετ’ ἐπιτάσεως τοῦτο γενέσθαι πο‐ θῶν, φησίν· Ἐπίστρεψον τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστι, μετὰ πολλῆς τῆς ῥύμης, μετὰ πολλῆς τῆς σφοδρότητος ὠθῶν καὶ
40κατεπείγων. Διὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ τοῦτο δηλῶν, Ὡς καταῤῥοίας, εἶπεν. Ἄλλος, Ὡς ὀχετούς. Ἄλλος, Ὡς ἀφέσεις. Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Τοῦτο εἴρηται μὲν περὶ τῶν Ἰουδαίων, πολλαχοῦ δ’ ἂν ἔχοι χώραν καὶ ἀλλα‐
45χοῦ λέγεσθαι. Τοιοῦτον γὰρ ἡ ἀρετή· τῶν πόνων λαμπρὰς ἔχει τὰς ἀμοιβάς· καὶ δεῖ ἡμᾶς πρότερον κάμνειν καὶ ταλαιπωρεῖσθαι, καὶ τότε ζητεῖν ἄνεσιν. Τοῦτο γὰρ πανταχοῦ καὶ ἐν τοῖς βιωτικοῖς συμβαῖνον ἴδοι τις ἄν. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἐπὶ ταῦτα

55

.

361

(50)

τὸν λόγον ἤγαγεν, ἐπὶ σπόρον λέγω, καὶ ἀμητόν. Ὥσπερ γὰρ ὁ σπείρων πόνου δεῖται, καὶ ταλαιπω‐ ρίας, καὶ ἱδρώτων, καὶ χειμῶνος· οὕτως ὁ τὴν ἀρε‐ τὴν μετιών. Οὐδὲν γὰρ οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἄνθρωπος. Διὰ δὴ τοῦτο στενὴν καὶ τεθλιμμένην
55ἐποίησεν ὁδὸν ὁ Θεός. Μᾶλλον δὲ οὐ τὰ τῆς ἀρετῆς
μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ πράγματα ἐπίπονα κατεσ‐Column end

55

.

362

κεύασε, καὶ αὐτὰ πολλῷ πλέον. Ὅ τε γὰρ σπείρων, ὅ τε οἰκοδομῶν, ὁ ὁδοιπόρος, ὁ δρυοτόμος, ὁ χειρο‐ τέχνης, πᾶς ἄνθρωπος, εἰ μέλλοι τι καρποῦσθαι χρή‐ σιμον, πόνου δεῖται καὶ ταλαιπωρίας· καὶ καθάπερ
5τὰ σπέρματα ὑετῶν δεῖται, οὕτως ἡμεῖς δακρύων· καὶ καθάπερ ἡ γῆ τοῦ τέμνεσθαι χρείαν ἔχει καὶ ἀναῤῥήγνυσθαι, οὕτω καὶ ἡ ψυχὴ ἀντὶ δικέλλης δεῖται πειρασμῶν καὶ θλίψεων, ἵνα μὴ φέρῃ βοτάνας πονη‐ ρὰς, ἵνα τὸ σκληρὸν αὐτῆς μαλάττηται, ἵνα μὴ
10σκιρτᾷ. Καὶ γὰρ καὶ γῆ μὴ ἐργαζομένη μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲν ὑγιὲς ἐκφέρει. Ὃ τοίνυν φησὶν ὁ Προφήτης, τοῦτό ἐστιν· ὅτι μὴ δεῖ μόνον ἐπὶ τῇ ἀνόδῳ χαίρειν, ἀλλὰ καὶ ἐπὶ τῇ αἰχμαλωσίᾳ, καὶ ὑπὲρ ἀμφοτέρων χάριτας τῷ Θεῷ ὁμολογεῖν. Ἐκεῖνο
15μὲν γὰρ σπόρος· τοῦτο δὲ ἀμητός. Ὥσπερ οὖν οἱ σπείροντες, φησὶ, πονοῦντες ἀπολαύουσι τῶν προσ‐ όδων μετὰ ταῦτα· οὕτω καὶ ὑμεῖς, ἡνίκα μὲν ἀπῄ‐ ειτε, τοὺς σπείροντας ἐμιμεῖσθε, ταλαιπωρούμενοι, κοπτόμενοι, θλιβόμενοι, τὸν χειμῶνα, τὸν πόλεμον
20φέροντες, τὴν συννέφειαν, τὸν κρυμὸν, δάκρυα ἐκ‐ χέοντες. Ὅπερ γάρ ἐστι τοῖς σπέρμασιν ὁ ὑετὸς, τοῦτο τοῖς θλιβομένοις τὰ δάκρυα. Ἀλλ’ ἰδοὺ, φησὶ, τῶν πόνων ἐκείνων ἀπελάβετε τὴν ἀμοιβήν. Ὅταν οὖν λέγῃ· Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον,
25βάλλοντες τὰ σπέρματα αὐτῶν, ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν· οὐ περὶ σίτου διαλέγεται, ἀλλὰ περὶ πρα‐ γμάτων, παιδεύων τὸν ἀκροατὴν, μὴ ἀλύειν ἐν ταῖς θλίψεσιν. Ὥσπερ γὰρ ὁ σπείρων οὐκ ἀλύει, κἂν πολλὰ
30τὰ φορτικὰ ᾖ, ἀφορῶν πρὸς τὰ λήϊα τὰ κομῶντα· οὕτως οὐδὲ τὸν θλιβόμενον δυσχεραίνειν χρὴ, κἂν πολλὰ ᾖ τὰ λυπηρὰ, τὸν ἀμητὸν ἀναμένοντα, τὴν πρόσοδον τὴν ἀπὸ τῆς θλίψεως γινομένην ἐννοοῦντα. Ταῦτ’ οὖν καὶ ἡμεῖς εἰδότες, καὶ ὑπὲρ θλίψεως καὶ
35ὑπὲρ ἀνέσεως εὐχαριστῶμεν τῷ Δεσπότῃ. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ἕκαστον ἅπαν τέλος ὁρᾷ, ὥσπερ ὁ σπόρος καὶ ὁ ἀμητός· καὶ φέρωμεν τὰς θλίψεις γενναίως, καὶ εὐχαρίστως, καὶ τὰς ἀνέσεις μετὰ δοξολογίας· ὥστε καὶ τῶν μελ‐
40λόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
43tΕΙΣ ΤΟΝ ΡΚϛʹ ΨΑΛΜΟΝ.
44Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην
45ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυ‐ λάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν ἐγείρεσθε μετὰ τὸ καθῆσθαι. αʹ. Οὗτος ὁ ψαλμὸς εἰς τὴν κατάστασιν τῶν πραγμά‐

55

.

362

(50)

των τῶν μετὰ τὴν ἐπάνοδον εἴρηται. Ἐπειδὴ γὰρ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ ἐκ τῆς βαρβάρου χώρας ἐπανελθόντες, ἐρείπιον δὲ καταλαβόντες τὴν πόλιν, καὶ τὰ τείχη μετὰ τῶν πύργων ἐῤῥιμμένα χα‐ μαὶ ἐπεχείρουν ἐγείρειν, πολλοὶ δὲ πολλαχόθεν ἐπιτι‐
55θέμενοι διεκώλυον τὸ ἔργον, φθονοῦντες τῇ τῶν Ἰου‐ δαίων εὐημερίᾳ, καὶ δεδοικότες αὐτῶν τὴν εὐπρα‐ γίαν· εἶτα τούτων γινομένων ὁ χρόνος ἐτρίβετο, καὶ τοσοῦτος ἐτρίβη χρόνος, ὡς ὑπὲρ τὰ τεσσαράκοντα ἔτη ἀναλωθῆναι ἐν τῇ τοῦ ναοῦ οἰκοδομῇ· ὅπερ οὖν
60καὶ οἱ Ἰουδαῖοι δηλοῦντες ἔλεγον· Τεσσαράκοντα
καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· οὐ περὶ

55

.

363

τῆς προτέρας λέγοντες οἰκοδομῆς τῆς τοῦ Σολομῶν‐ τος, ἀλλὰ περὶ ταύτης τῆς ὕστερον, τῆς μετὰ τὴν τῶν Περσῶν ἀπαλλαγήν. Ἐπεὶ οὖν πολὺς ἐτρίβετο χρόνος, καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τῶν τειχῶν
5οἰκοδομουμένων (ἡ γὰρ τῆς πόλεως οἰκοδομία καὶ πολλῷ πλείονα ἀνάλωσε), παιδεύων αὐτοὺς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγειν ὁ Προφήτης, ταῦτα διεξέρχεται, δεικνὺς ὅτι πάντα εἰκῇ καὶ μάτην γίνεται, ἐὰν μὴ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπάσωνται. Οὐ γὰρ δὴ
10μόνον τὸ αἰχμαλωσίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ τὸ ἀναστῆσαι τεῖχος ἀπαλλαγέντας ἀδύνατον ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς. Καὶ τί λέγω τειχῶν ἀνάστασιν καὶ πόλεως οἰκοδομήν; Ἀλλ’ οὐδὲ γενομένην αὐτὴν, καὶ ἀπαρτισθεῖσαν φυλάξαι τις δύναιτ’ ἂν, ἐκείνης ἠρη‐
15μωμένος τῆς συμμαχίας. Ταῦτα δὲ ἔλεγε, διὰ πάντων αὐτοὺς πάλιν ἐπὶ τὴν αὐτοῦ πείθων καταφεύγειν ῥο‐ πὴν, ὥστε μὴ τῇ ἀνέσει γίνεσθαι ῥᾳθυμοτέρους. Διὰ γὰρ τοῦτο οὐδὲ ἀθρόον ἔδωκεν αὐτοῖς τὰ ἀγαθὰ, ἀλλὰ ἠρέμα καὶ κατὰ μικρὸν, ἵνα μὴ πρὸς τὴν προτέραν
20παλινδρομήσωσι πονηρίαν τῇ ταχίστῃ τῶν κακῶν ἀπαλλαγῇ. Ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν συνεχῶς αὐτοὺς ὑπεμίμνησκεν ἐν τῇ τῶν πολεμίων ἐφόδῳ διηνεκῶς ἀφυπνίζων αὐτῶν τὴν ῥᾳθυμίαν. Εἴρηται μὲν οὖν καθολικῶς ὁ λόγος, τὴν ἀρχὴν δὲ ἀπὸ
25τῆς ὑποθέσεως ταύτης εἴληφε. Δεῖ γὰρ αὐτὸν ἐφ’ ἅπασιν ἁρμόζειν, οὐχ ἵνα αὐτοὶ ῥᾳθυμῶμεν, οὐδὲ ἵνα ὕπτιοι κείμεθα, ἀλλ’ ἵνα τὰ παρ’ ἑαυτῶν εἰσφέρον‐ τες, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτωμεν, τῆς ἐλπίδος τῆς ἐκείνου διαπαντὸς ἐν ἅπασιν ἐκκρεμάμενοι. Ὥσπερ
30γὰρ οὐκ ἔνι, τοῦ Θεοῦ μὴ βοηθοῦντος, εἰς τέλος τὰ πράγματα ἀγαγεῖν· οὕτως, ἂν ὁ Θεὸς βοηθῇ, ἀργοῦντας αὐτοὺς καὶ ἀναπεπτωκότας οὐκ ἔνι τοῦ τέλους ἐπιτυχεῖν. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγεί‐ ρεσθε μετὰ τὸ καθῆσθαι. Ἕτερος δὲ ἑρμηνευτής
35φησι, Βραδύνουσι καθῆσθαι. Ἄλλος, Χρονίζουσι τοῦ καθῆσθαι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· κἂν ἀγρυπνῆτε, κἂν ὑπὸ τὴν ἕω διεγείρησθε, κἂν βραδύ‐ νητε πρὸς τὸ ἀναπαύεσθαι, τὸν πάντα καιρὸν εἰς πό‐ νον καὶ ταλαιπωρίαν δαπανῶντες, ἂν μὴ τῆς ἐκεῖθεν
40ἀπολαύσητε ῥοπῆς, τὰ ἀνθρώπινα πάντα οἰχήσεται, καὶ τῆς σπουδῆς ταύτης οὐδὲν ἔσται πλέον. Οἱ ἐσθίον‐ τες ἄρτον ὀδύνης. Τοῦτο λέγει, δεικνὺς ὅτι ἐπίπονον ἔζων βίον, ὁπλῖται καὶ οἰκοδόμοι γινόμενοι. Τῇ μιᾷ μὲν γὰρ, φησὶ, χειρὶ κόφινον ἐβάσταζον ἢ λίθον, τῇ
45δὲ μιᾷ μάχαιραν, εἰς τὸ οἰκοδομεῖν καὶ πολεμεῖν ἑαυτοὺς διαιροῦντες, καὶ μετὰ ἀσπίδων τοὺς χάλικας συνεφόρουν. Ἐπειδὴ γὰρ ἄτειχος ἦν ἡ πόλις καὶ γε‐ γυμνωμένη, τὰς ἀθρόους καὶ παρ’ ἐλπίδα τῶν πολε‐ μίων ἐφόδους καθ’ ἑκάστην ὑποπτεύοντες ὥραν,

55

.

363

(50)

ὡπλισμένοι τὰ τείχη ὕφαινον, καὶ ξίφη, καὶ ἀσπί‐ δες, καὶ μάχαιραι παρέκειντο, καὶ πόῤῥωθεν σκοποί τινες τὴν ἄδηλον αὐτῶν ἀπαγγέλλοντες ἔφοδον, καὶ σαλπίζοντες, εἴποτε ᾔσθοντο αὐτοὺς πόῤῥωθεν ἐπιόν‐
τας. Ἀλλὰ κἂν ταῦτα ποιῆτε, φησὶ, καὶ ἄρτον ὀδύ‐Column end

55

.

364

νης ἐσθίητε, πάντα εἰκῇ καὶ μάτην ἔσται, ἂν μὴ τὴν ἄνωθεν ἐπισπάσησθε συμμαχίαν. Εἰ δὲ ἐκεῖνοι, πόλιν ἵνα ἀναστήσωσι καὶ τείχη, τοσαύτης ἐδέοντο τῆς ἄνω‐ θεν συμμαχίας· πολλῷ μᾶλλον ἡμεῖς τὴν ἐπὶ τὸν οὐ‐
5ρανὸν φέρουσαν ὁδεύοντες ὁδόν. Ὅταν δῷ τοῖς ἀγα‐ πητοῖς αὐτοῦ ὕπνον. Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Ποία αὕτη ἀκολουθία; Πολλὴ μὲν καὶ συνημμέ‐ νη τοῖς προτέροις. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· ἐὰν μὴ τὰ παρ’ ἑαυτοῦ ὁ Θεὸς παράσχῃ, πάντα εἰκῇ· ὅταν
10δὲ τὰ παρ’ ἑαυτοῦ παράσχῃ, τότε καὶ ὕπνος ἡδὺς, τότε καὶ ἄνεσις, καὶ ζωὴ κινδύνων ἀπηλλαγμένη, καὶ ἀσφαλείας γέμουσα. βʹ. Ὅταν οὖν δῷ αὐτοῖς ὕπνον, ὅταν ἀναπαύσῃ αὐτοὺς, ὅταν ἀποκρούσηται τοὺς ἐπιόντας, οὐ μόνον οἰκοδομή‐
15σουσι τότε τὴν πόλιν, οὐ μόνον φυλάξουσιν, ἀλλὰ καὶ τὰ πολλῷ μείζονα λήψονται· πατέρες γὰρ ἔσονται παίδων πολλῶν, καὶ τὰ τῆς εὐτεκνίας αὐτοῖς ἐπιδώ‐ σει. Ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ἕτερος, Μισθὸς ὁ καρπὸς τῆς γαστρός. Τί ἐστι τοῦτο;
20Μισθὸν, φησὶ, λήψονται τὴν εὐπαιδίαν. Εἰ γὰρ καὶ τῆς φύσεως ἔργον τὸ γινόμενον· ἀλλ’ ὅταν ὁ Θεὸς τὰ παρ’ ἑαυτοῦ παράσχῃ, καὶ αὕτη πλέον δραμεῖται. Καὶ γὰρ καὶ αὕτη τῆς ἄνωθεν δεῖται ῥοπῆς, καὶ κο‐ μάσει τῷ πλήθει τὰ Ἱεροσόλυμα. Οὐκ ἐν τούτοις δὲ
25ἔσται τὰ τῆς εὐημερίας μόνον, οἷον ἐν τῇ οἰκοδομίᾳ, ἐν τῇ φυλακῇ, ἐν τῇ εὐτεκνίᾳ· ἀλλὰ καὶ ἕτερα τούτοις προσέσται. Καὶ δεικνὺς ποῖα ταῦτα, ἐπάγει λέγων· Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων. Ἕτερος, Τῶν πεδητῶν. Ὃ δὲ
30λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἔσονται ἐν ἀσφαλείᾳ τειχῶν μόνον, οὐδὲ ἐν πόλει ὀχυρᾷ, οὐδὲ ἐν εὐθηνίᾳ τῶν παί‐ δων, ἀλλὰ καὶ φοβεροὶ τοῖς πολεμίοις, καὶ οὕτω φο‐ βεροὶ ὡς τὰ βέλη. Οὐχ ἁπλῶς δὲ, Βέλη, ἀλλ’, Ἐν χειρὶ τῶν δυνατῶν. Αὐτὰ γὰρ καθ’ ἑαυτὰ οὐ φοβερὰ
35τὰ βέλη, ἀλλ’ ὅταν ὑπὸ δυνατοῦ κατέχηται, θάνατον ἀπειλοῦντα τοῖς ἐπιοῦσιν. Οὕτως οὖν ἔσονται φοβεροὶ οὗτοι. Οὗτοι, ποῖοι; Οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Τουτέστι, τῶν ποτε ἠσθενηκότων, τῶν πεπεδημένων. Ἀναμιμνήσκει γὰρ αὐτοὺς συνεχῶς καὶ τῆς προτέρας
40δυσημερίας ἐν τῷ καιρῷ τῆς εὐημερίας, ἵνα πάντοθεν αὐτῶν ὀρθώσῃ τὴν διάνοιαν, καὶ ἐξ ὧν ἔπαθον, καὶ ἀφ’ ὧν ἀπηλλάγησαν, καὶ ἐξ ὧν ἀπολαύσουσι. Μα‐ κάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐ‐ τοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν
45λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ. Ἕτερός φησι· Μακάριος, ὃς πληρώσει τὴν φαρέτραν αὐτοῦ ἐξ αὐτῶν. Τουτέστιν, ὅτι καὶ τοῦτο αὐτοῖς προσέσται, δύναμις σώματος, φόβος ἀνύποιστος, εὐπαιδία, ἀσφά‐ λεια, πόλεως κάλλος, νίκη καὶ τρόπαια ἐν πολέμοις.

55

.

364

(50)

Διὸ καὶ μακαρίζει αὐτοὺς τοὺς μέλλοντας ἀπολαύειν ταύτης τῆς εὐημερίας. Ἔσονται γὰρ, φησὶ, καθ‐ ωπλισμένοι. Ἀλλ’ οὐκ ἐν τούτοις ἱστῶ τὸν μακα‐ ρισμὸν, ἀλλὰ ὅτι οὐκ αἰσχυνθήσονται. Οὐ καταισχυν‐ θήσονται γὰρ, φησὶν, ὅταν λαλῶσι τοῖς ἐχθροῖς
55αὐτῶν ἐν πύλῃ. Τί ποτε τοῦτό ἐστι; Τὸ μέγιστον τρόπαιον, ἡ μεγίστη λαμπρότης, ἡ φαιδρότης, ἡ μακαριότης. Οὐ μέλλουσι γὰρ ὀνειδίζεσθαι ὡς οὐκ ἀπολαύσαντες τῆς τοῦ Θεοῦ προνοίας, ἢ ὡς ἀσθενῆ Θεὸν ἐσχηκότες, ἢ ὡς δυνατὸν μὲν, ἐκ δὲ τῶν οἰ‐
60κείων ἁμαρτημάτων τὴν πρόνοιαν τὴν αὐτοῦ δια‐ κρουσάμενοι· ἀλλὰ διὰ πάντων κομῶντες, διὰ τῆς
πόλεως, διὰ τῶν τειχῶν, διὰ τῆς φυλακῆς, διὰ τῶν

55

.

365

παίδων, διὰ τῶν ὅπλων, διὰ τῆς δυνάμεως, οὐκ ἐγ‐ καλυφθήσονται τοὺς πολεμίους ὁρῶντες, ἀλλὰ μετὰ πολλῆς ἀπαντήσονται τῆς ἀνδρειότητος, καλλωπι‐ ζόμενοι, μέγα φρονοῦντες, κοσμούμενοι, διὰ πάντων
5τούτων τοῦ Θεοῦ τὴν ὑπὲρ αὐτῶν ἀντίληψιν ἐπιδει‐ κνυμένου. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν, καὶ τῆς μακαριότητος ἡ κορωνὶς, τὸ δύνασθαι λοιπὸν ἐπὶ τῇ τοῦ Θεοῦ συμμαχίᾳ κοσμεῖσθαι. Διὸ δὴ καὶ ἐνταῦθα τὸν λόγον κατέλυσε, παιδεύων ἅπαντας πρὸ τῶν ἄλλων
10ἁπάντων ἐκεῖνον τὸν κόσμον ἐπιζητεῖν, καὶ ἐπὶ τούτῳ φαιδρύνεσθαι. Τοῦτον τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν, ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς
15τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
16tΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ.
17 Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. αʹ. Ὅρα αὐτὸν ἐντεῦθεν ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦτο αὐτοὺς ἐμακάρισεν, ὅτι οὐ
20καταισχύνονται, τοῦ τὸν Θεὸν ἔχειν βοηθὸν, καὶ μεθ’ ἑαυτῶν· οὕτω καὶ ἐνταῦθα ἐντεῦθεν προοιμιά‐ ζεται, λέγων· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Καὶ πάλιν καθολικὸν ποιεῖται τὸν λόγον, ἀπ’ ἐκείνων λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες·
25κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης, κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων κω‐ λύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός φησι. Τὸν μὲν γὰρ ἄλλον τὸν ψευδῆ καὶ πεπλασμένον, καὶ ὃν πολλοὶ ζηλοῦσι, πολλὰ συνελθόντα μόλις ποιεῖ· κἂν μὴ
30πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό τις μακάριος παρ’ ἀνθρώποις· οἷόν τι λέγω· ἐάν τις ᾖ πλούσιος, οὐκ ἀρ‐ κεῖ τοῦτο αὐτῷ πρὸς μακαρισμὸν, ἀλλὰ δεῖ καὶ ὑγίειαν προσεῖναι. Κἂν γὰρ πλούσιος μὲν ᾖ, τὸ σῶμα δὲ πεπηρωμένος, χωλεύει τὰ τῆς μακαριότητος αὐτῷ,
35καὶ τῶν πενομένων ἐστὶν ἀθλιώτερος. Πολλοὶ γοῦν πλουτοῦντες, καὶ νόσῳ παλαίοντες, τοὺς διὰ τῶν στε‐ νωπῶν χωροῦντας πένητας μακαρίζουσι, καὶ ἀθλίους ἑαυτοὺς εἶναι νομίζουσι μετὰ τῶν μυρίων ταλάντων. Πάλιν ἂν ὑγιαίνῃ μὲν τὸ σῶμα, καὶ πλούσιος ᾖ, δόξης
40δὲ μὴ ἀπολαύῃ, ἕτερον κώλυμα πάλιν. Καὶ γάρ εἰσί τινες χρήματα μὲν κεκτημένοι πολλὰ, καὶ τὸ σῶμα ἀσινὲς ἔχοντες, τὰ δὲ ἀνήκεστα πάσχοντες ὑπὸ τῶν εἰς στρατείαν τελούντων, καὶ δυναστείαν περιβεβλη‐ μένων. Τῷ γὰρ μηδεμιᾶς μετέχειν τιμῆς καὶ ἀθλιω‐
45τέρους πάντων ἑαυτοὺς εἶναι νομίζουσιν, ὑποκύπτον‐ τες, ὧν πολλάκις δούλους ἔχουσιν εὐπορωτέρους. Πά‐ λιν ἂν δόξα μὲν ᾖ, καὶ πλοῦτος, καὶ ὑγίεια σώματος, ἀσφάλεια δὲ μὴ παρῇ, ἐπιβουλευόντων μυρίων, φθονούντων, βασκαινόντων, μισούντων, κατηγορούν‐

55

.

365

(50)

των, συκοφαντούντων, πάντων ἀθλιώτερος ἔσται, λα‐ γωοῦ βίον ζῶν ὁ τοιοῦτος, καὶ τὰς σκιὰς ὑποπτεύων, καὶ πάντας τρέμων καὶ δεδοικώς. Ἂν δὲ καὶ τούτων ἀπαλλαγῇ, φιλῆται δὲ παρὰ πάντων, καὶ κατὰ ῥοῦν αὐτῷ φέρηται πάντα, καὶ δόξα, καὶ πλοῦτος, καὶ
55ἀσφάλεια, καὶ τιμὴ (ὅπερ ἀμήχανον συνδραμεῖν, ἀλλ’ ὅμως κείσθω τῷ λόγῳ), κἂν ἅπαντα τοίνυν ταῦτα ἐπιῤῥέῃ, καὶ μηδὲν ᾖ τὸ διακόπτον, ἀλλὰ καὶ εὔνοια
δήμου, καὶ δόξης μέγεθος, καὶ χρημάτων περιουσία,Column end

55

.

366

καὶ σώματος ὑγίεια, καὶ ἀσφάλεια πᾶσα, καὶ τὸ ἀχεί‐ ρωτον αὐτῷ συντρέχῃ, μοχθηρὰν πολλάκις συνοικί‐ σας ἑαυτῷ γυναῖκα, καὶ διεστραμμένην, ἀθλιώτερος πάντων τῶν οὐδὲν ἐκείνων ἐχόντων γίνεται. Ἐὰν δὲ
5καὶ αὐτὴ χρηστή τις ᾖ, καὶ κατὰ νοῦν αὐτῷ καὶ κατὰ γνώμην συμβαίνῃ, παιδία κτησάμενον φαῦλα ἀθλιώ‐ τερον πάντων εἶναι ἀνάγκη τὸν τοιοῦτον· ἢ μηδ’ ὅλως κτησάμενον θρηνεῖν καὶ ὀδύρεσθαι. Καὶ ὅπου‐ περ ἂν ἴδῃ τις τῶν ἀνθρώπων, πολλοὺς ὄψεται τοὺς
10κρημνούς. Καὶ τί δεῖ τἄλλα λέγειν; Πολλάκις οἰκέτης μοχθηρὸς πάντα ἀνέτρεψε καὶ συνέχεε, καὶ οὐδὲν οὕτω σφαλερὸν, ὡς τὸ ἐν ἀνθρώποις κομᾷν. Ἀλλ’ οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων ἀπηλλαγμένος, ἐν γαλήνῃ κάθηται καὶ
15λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα. Διὰ δὴ τοῦτο πάντα ἐκεῖνα παραδραμὼν ὁ προφήτης τοῦτον μακαρίζει μόνον. Ἐκεῖνος μὲν γὰρ ὁ μακαρισμὸς, ἂν μὴ πάντα συνδράμῃ, οὐκ ἄν ποτε σταίη· μᾶλλον δὲ καὶ ὅταν συνδράμῃ, τότε σαλεύεται παρ’ αὐτῶν
20ἐκείνων τῶν τικτόντων αὐτόν. Καὶ γὰρ πλοῦτος ἀπώλε‐ σε, καὶ γυνὴ πολλάκις εὔμορφος κατέλυσε, καὶ οἰκε‐ τῶν γένος προέδωκε, καὶ παῖδες γενόμενοι πατραλοῖαι κατέστησαν· καὶ ὅπερ ἔφθην εἰπὼν, πολλὰ παν‐ ταχόθεν ἔχει τὰ σφαλερά. Ἐνταῦθα δὲ κἂν πάντα
25συῤῥέῃ τἀναντία, οὐ μόνον οὐδὲν παραβλάπτει τὸν μακαρισμὸν τοῦτον, ἀλλὰ καὶ ἰσχυρότερον αὐτὸν καθ‐ ίστησι καὶ ἀνδρειότερον. Κἂν γὰρ πενία, κἂν ἀτιμία, κἂν πήρωσις σώματος ᾖ, κἂν γυναικὸς μοχθηρία, κἂν παῖδες μοχθηροὶ, κἂν ὁτιοῦν εἴπῃς, οὐχ ὑποσκε‐
30λίζει τοῦτον τὸν μακαρισμὸν, οὐδὲ παρασαλεύει. Οὐ γὰρ ἐξ ἐκείνων ἔχει τὴν γένεσιν, ἵνα καὶ ὑπ’ ἐκείνων σείηται τῶν παρασυρομένων, ἀλλ’ ἄνωθεν τὴν ῥίζαν κέκτηται· διὸ καὶ ἀχείρωτος μένει. Καὶ εἰ βούλεσθε, ἐπ’ αὐτῶν τῶν πραγμάτων μεταχειρίσωμεν τοῦτον.
35Οὐχὶ δοῦλος ἦν Ἰωσήφ; οὐχὶ ξένος; οὐχὶ ἄπολις; οὐχὶ βαρβάρων οἰκέτης, πρότερον μὲν Σαρακηνῶν, ὕστερον δὲ ἀγριωτέρων τῶν Αἰγυπτίων; οὐχὶ μοιχὸς ἐνομίζετο; οὐ κατηγορεῖτο; οὐκ ἐσυκοφαντεῖτο; οὐ δεσμωτήριον ᾤκει; οὐχ ἅλυσιν περιέκειτο; Καὶ τί
40τούτων αὐτὸν ἔβλαψεν; Ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα μακάριος ἦν. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ὅτι οὐδὲν οὐ μόνον παραβλάπτε‐ ται ὁ μακαρισμὸς ἐντεῦθεν οὗτος, ἀλλὰ καὶ λαμπρό‐ τερος καὶ φαιδρότερος γίνεται. Εἰ γὰρ μηδὲν τούτων
45ἔπαθεν, οὐκ ἂν οὕτω μακάριος ἦν. βʹ. Βούλει καὶ τοὺς σφοδρότερον ἐν κακίᾳ διατρίψαν‐ τας εἴπω, εἶτα ἀθρόον μεταβαλομένους, καὶ πᾶσαν ἐκείνην τὴν κακίαν ἀποδυσαμένους; Τί τοῦ λῃστοῦ γέγονεν ἀθλιώτερον; Ἀλλ’ ἀθρόον μακαριώτερος

55

.

366

(50)

ἐφάνη πάντων. Καίτοι μυρίους εἰργάσατο φόνους· καὶ γὰρ σταυρῷ κατεδικάζετο, καὶ τὴν ἐπὶ θάνατον ἤγετο, καὶ πάντες αὐτοῦ κατηγόρουν, καὶ ὁ χρόνος ἅπας ἀνάλωτο, καὶ ὁ βίος δεδαπάνητο ἐν πονηρίᾳ· ἀλλ’ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ τὸν Θεὸν ὡς χρὴ φοβη‐
55θῆναι ἐφοβήθη, μακάριος γέγονε. Οὕτω καὶ ἡ πόρνη, καίπερ τὴν ὥραν ἐμπορευομένη, καὶ πᾶσιν εἰς ὕβριν προκειμένη, καὶ διὰ τοῦτο πάντων οὖσα ἀθλιωτέρα, μακαρία κατέστη, τὸν Θεὸν ὡς δεῖ φοβηθεῖσα. Οὐδὲν γάρ ἐστι κακὸν, ὃ μὴ σβέννυσιν ὁ τοῦ Θεοῦ φόβος·
60ἀλλὰ καθάπερ τὸ πῦρ οἷον ἂν λάβῃ σίδηρον δι‐
εστραμμένον, ἢ ἰοῦ πολλοῦ γέμοντα, καὶ λαμπρὸν

55

.

367

ἀποδείκνυσι καὶ φαιδρὸν, ἀποσμήχων, καὶ τε‐ λείως τὴν διαστροφὴν ἀνορθοῖ· οὕτω καὶ ὁ τοῦ Θεοῦ φόβος καὶ ἐν βραχεῖ χρόνῳ πάντα ἐργάσεται, καὶ τοὺς ὑπ’ αὐτοῦ βαφέντας οὐδενὶ τῶν ἀνθρωπίνων ἀφίησιν
5ὑποσκελίζεσθαι. Οὐκ ἀσθενὴς ἦν ὁ Τιμόθεος; οὐχὶ διηνεκῶς ἐν νόσοις καὶ ταλαιπωρίαις; Τί οὖν ἐκείνου μακαριώτερον γέγονε; τί δαὶ ὁ Ἰώβ; εἰπέ μοι· οὐκ ἐν πενίᾳ κατέστη; οὐκ ἐν ἀπαιδίᾳ; οὐκ ἐν πληγῇ σώ‐ ματος χαλεπωτάτῃ; οὐκ ἐν ὀνείδεσιν; οὐκ ἐν ὕβρε‐
10σιν; οὐκ ἐν λοιδορίαις; οὐκ ἐν λιμῷ; οὐκ ἐν ἅπασι τοῖς ἀνθρωπίνοις κακοῖς; Ἀλλ’ ὅμως ἁπάντων καὶ οὗτος μακαριώτερος γέγονεν. Οὐ μόνον γὰρ οὐδὲν τούτων αὐτὸν ὑπεσκέλισεν, ἀλλὰ καὶ στερεώτερον εἰργάσατο. Καὶ γυνὴ δὲ μετὰ πάντων ἐκείνων ἐπ‐
15έκειτο αὐτῷ ὀνειδίζουσα, καὶ ὅμως διὰ πάντων ἔλαμ‐ ψε. Ταῦτα οὖν ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, φησὶν, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Ἵνα γὰρ μὴ νομίσῃς ἀρκεῖν σοι τὸν φόβον, προσέθηκε τὸ, Οἱ πο‐
20ρευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, δηλῶν ἀμφότερα, ὅτι Οἱ φοβούμενοι καὶ πορευόμενοι. Πολλοὶ γὰρ πίστιν ἔχοντες ἀκριβῆ, βίον δὲ διεφθαρμένον, ἀθλιώ‐ τεροι πάντων γεγόνασιν. Ἵνα οὖν μὴ δόξῃ ἐντεῦθεν ὁ λόγος ἐλέγχεσθαι, ἐπήγαγεν· Οἱ πορευόμενοι ἐν
25ταῖς ὁδοῖς αὐτοῦ. Τίνες δὲ αἱ τοῦ Θεοῦ ὁδοὶ, ἀλλ’ ἢ ἡ κατὰ ἀρετὴν πολιτεία; Διὰ ταύτης γὰρ ἔστιν εἰς τὸν οὐρανὸν ἀνιέναι, καὶ τῆς μητροπόλεως ἐπιλαμ‐ βάνεσθαι, καὶ αὐτὸν ὁρᾷν τὸν Θεὸν, ὡς ἀνθρώπῳ δυ‐ νατὸν ὁρᾷν. Ὁδοὶ δὲ αὐτοῦ λέγονται, ἐπειδὴ δι’ αὐ‐
30τῶν ἔστιν ἀπελθεῖν πρὸς τὸν Θεόν. Καὶ οὐκ εἶπεν, ὁδὸς, ἀλλ’ ὁδοὶ, δεικνὺς ὅτι πολλαὶ αὐταὶ καὶ διάφοροι. Διὰ γὰρ τοῦτο πολλὰς αὐτὰς ἔτε‐ με, τῇ ἀφθονίᾳ τῶν ὁδῶν εὔκολον ποιῶν ἡμῖν τὴν εἴσοδον. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἐν παρθενίᾳ
35λάμπουσιν, οἱ δὲ ἐν γάμῳ διαπρέπουσιν, ἄλλοι χη‐ ρείᾳ κοσμοῦνται· καὶ οἱ μὲν τὰ πάντα ἀπεδύσαντο, οἱ δὲ τὰ ἡμίση· καὶ οἱ μὲν δι’ ὀρθοῦ βίου, οἱ δὲ διὰ με‐ τανοίας· διὰ γὰρ τοῦτο πολλὰς ἔτεμεν ὁδοὺς, ἵνα εὐκό‐ λως ὁδεύῃς. Οὐκ ἴσχυσας μετὰ τὸ λουτρὸν καθαρὸν
40διαφυλάξαι σου τὸ σῶμα; Δύνασαι διὰ μετανοίας σαυτὸν ποιῆσαι καθαρὸν, δύνασαι διὰ χρημάτων, δι’ ἐλεημοσύνης. Ἀλλ’ οὐκ ἔχεις χρήματα; Ἀλλ’ ἐπισκέ‐ πτεσθαι δύνασαι τὸν ἀῤῥωστοῦντα, ἀπιέναι πρὸς τὸν δεδεμένον, ψυχροῦ ποτήριον διδόναι, καὶ ὁμωρόφιον
45ποιεῖν τὸν ξένον, δύο παρέχειν ὀβολοὺς, ὡς ἡ χήρα, καὶ στενάζειν ἐπὶ τοῖς ὀδυνωμένοις. Καὶ γὰρ καὶ τοῦτο ἐλεημοσύνη. Ἀλλ’ ἔρημος εἶ καὶ πένης καθ’ ὅλου, καὶ ἀσθενὴς τὸ σῶμα, καὶ οὐδὲ βαδίσαι δύνασαι; Φέρε πάντα εὐχαρίστως ταῦτα, καὶ μέγαν ἐκαρπώσω τὸν

55

.

367

(50)

μισθόν. Ἐπεὶ καὶ τοῦ Λαζάρου τοῦτο ἦν τὸ κατόρ‐ θωμα. Οὐδὲ γὰρ ἀπὸ χρημάτων ἐκεῖνος ἐπ‐ εκούρησέ τινι. Πῶς γὰρ ὁ μηδὲ τῆς ἀναγκαίας εὐπο‐ ρῶν τροφῆς; Οὐκ εἰς δεσμωτήριον εἰσῆλθε. Πῶς γὰρ ὁ μηδὲ ὀρθοῦσθαι δυνάμενος; Οὐκ ἄῤῥωστον ἐπεσκέ‐
55ψατο. Πῶς γὰρ ὁ προκείμενος ταῖς γλώσσαις τῶν κυ‐ νῶν; Ἀλλ’ ὅμως καὶ τούτων χωρὶς τὸ βραβεῖον τῆς
ἀρετῆς ἥρπασε τῷ πάντα γενναίως ἐνεγκεῖν, τῷ τὸνColumn end

55

.

368

μὲν ὠμὸν καὶ ἀπάνθρωπον εὐδοκιμοῦντα καὶ ἐντρυ‐ φῶντα ὁρᾷν, ἑαυτὸν δὲ ἐν τοσούτοις κακοῖς, καὶ μηδὲν ἀπηχὲς ῥῆμα φθέγξασθαι. Διὰ δὲ τοῦτο τοὺς κόλπους ἀπελάμβανε τοῦ Ἀβραὰμ ὁ νεκροῦ οὐδὲν ἄμεινον δια‐
5κείμενος, ἀλλ’ ἀργὸς ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε ἐῤῥιμμένος, καὶ μετὰ τοῦ τοσαῦτα κατωρθωκότος πατριάρχου ἐστεφανοῦτο· καὶ ἀνηγορεύετο, καὶ τῶν κόλπων ἀπέλαυε τῶν ἐκείνου, οὐκ ἐλεημοσύνας ποιή‐ σας, οὐκ ἀδικουμένῳ χεῖρα ὀρέξας, οὐ ξένους ὑποδε‐
10ξάμενος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἐπιδείξασθαι δυνηθεὶς, ἀλλ’ ἐν πᾶσι μόνον εὐχαριστήσας, καὶ τὸν τῆς ὑπομονῆς λαμπρὸν ἀπενεγκὼν στέφανον. Μέγα γὰρ ἔργον εὐχαριστία καὶ φιλοσοφία, καὶ καρτερία ἐν τοσούτοις κακοῖς γυμναζομένη· καὶ πάντων μεῖζον
15κατόρθωμα τοῦτο. Ὅθεν καὶ ὁ Ἰὼβ ἐστεφανοῦτο, διὸ καὶ ὁ διάβολος ἔλεγε· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Οὐ γὰρ μικρὸν, ὀδυνω‐
20μένην χαλινῶσαι ψυχὴν, πρὸς τὸ μηδὲν ἁμαρτεῖν. Τοῦτο μαρτυρίου ἴσον, τοῦτο κολοφὼν τῶν ἀγαθῶν. γʹ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πολλάκις ὑπὸ νόσου κατεχόμενος, ἢ πυρετῶν, ἢ ἀλγηδόνων τῆς ὀδύνης σε ἀναγκαζούσης εἰπεῖν τι βλάσφημον, ἐὰν κατάσχῃς
25σαυτὸν, καὶ εὐχαριστήσῃς, καὶ δοξολογήσῃς τὸν Θεὸν, τὸν αὐτὸν λήψῃ μισθόν. Τίνος γὰρ ἕνεκεν βλασφη‐ μεῖς, εἰπέ μοι, καὶ πικρὸν ῥῆμα ἐκφέρεις; Μὴ κου‐ φότερόν σοι γίνεται τὸ ἄλγος; Μάλιστα μὲν γὰρ εἰ καὶ κουφότερον ἐγίνετο, οὐδὲ οὕτως ἔδει τολμᾷν, οὐδὲ
30ψυχῆς σωτηρίαν ἀποδόσθαι, τῷ σώματί σου τὴν πα‐ ραμυθίαν ἐπινοοῦντα· νῦν δὲ οὐ μόνον οὐ κουφί‐ ζεταί σου τὸ ἄλγος, ἀλλὰ καὶ χαλεπώτερον γίνεται. Ὁ γὰρ διάβολος ὁρῶν ὅτι ἴσχυσέ τι, καὶ εἰς βλασφη‐ μίαν σε ἐξήγαγεν, ἐπιτείνει τὴν κάμινον, ἀνάπτει τὴν
35ὀδύνην, ὥστε αὐτῷ πληρῶσαι τὴν ἐπιθυμίαν. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἐκουφίζετο, οὐκ ἔδει τοῦτο ποιεῖν· ὅταν δὲ μηδὲ κερδαίνῃς τι, τίνος ἕνεκεν σαυ‐ τὸν κατασφάττεις; Ἀλλ’ οὐκ ἀνέχῃ σιγᾷν; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ· οὐκοῦν δοξολόγει τὸν δοκιμά‐
40ζοντα ἐν τῇ καμίνῳ. Ἀντὶ τῆς βλασφημίας δοξο‐ λογίαν εἰπέ. Ὧδε καὶ μέγας ὁ μισθὸς, καὶ κουφότερον γίνεται τὸ ἕλκος. Οὕτω καὶ ἐκεῖνος ὁ μακάριος φθεγ‐ γόμενος ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφεί‐ λετο. Καὶ πάλιν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ
45Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀλλ’ ἐμοὶ, φησὶν, οὐκ ἔδωκε πλοῦτον. Οὐκοῦν ἔλαττον τὸ ἕλκος. Οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν ἀπὸ τοῦ πλούτου γυμνωθῆναι τούτου, καὶ μηδὲ πεῖραν λαβόντα ἐν πε‐ νίᾳ ζῇν. Εἰ γὰρ τὰ τῶν ἄλλων ὁρῶντες κακὰ, καὶ τοῖς

55

.

368

(50)

ἑαυτῶν ἀντεπεξάγοντες λυπηροῖς, χαλεπώτερα τῇ συγκρίσει τὰ ἑαυτῶν νομίζουσι πολλοὶ τῶν πενομέ‐ νων· ὅταν μὴ ἑτέρωθεν, ἀλλ’ ἐξ αὐτῶν ποιῶνται τὴν σύγκρισιν, ἐννόησον πῶς χαλεπώτερα τὰ τῆς ἀθυμίας, ὅσῳ καὶ ἡ πεῖρα πλείονα παρασκευάζει τῆς ἀφαιρέσεως
55τὴν αἴσθησιν. Ταύτῃ καὶ ἡ ἀπαιδία κουφοτέρα ἡ ἐξ
ἀρχῆς τῆς μετὰ τὴν εὐπαιδίαν. Οὐ γάρ ἐστιν ἴσον μὴ

55

.

369

λαβεῖν, καὶ μετὰ τὸ λαβεῖν ἀφαιρεθῆναι. Φέρε τοίνυν τὰ συμπίπτοντα πάντα γενναίως· τοῦτο γάρ σοι μαρ‐ τύριόν ἐστιν. Οὐ γὰρ τὸν κελευόμενον θῦσαι, τὸ μὴ θῦσαι, ἀλλὰ καταξανθῆναι μᾶλλον, ἢ τοῦτο ποιῆσαι,
5ποιεῖ μαρτύριον μόνον· ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἰς βλασφημίαν ἐξαγούσης, ἑλέσθαι ἐγκαρτερῆσαι τῷ πόνῳ, καὶ μηδὲν ἀπηχὲς εἰπεῖν, μάρτυρα ἐργάζεται. Ἐπεὶ καὶ ὁ Ἰὼβ, οὐκ ἐπειδὴ κελευόμενος θῦσαι οὐκ ἔθυσε, διὰ τοῦτο ἐστεφανώθη, ἀλλ’ ἐπειδὴ γενναίως
10ἤνεγκε τὰς ὀδύνας. Καὶ Παῦλος δὲ ἐντεῦθεν ἀνεκη‐ ρύττετο, ἀπὸ τῶν μαστίγων, ἀπὸ τῶν θλίψεων, ἀπὸ τῶν ἄλλων ὧν ὑπέμεινε μετὰ εὐχαριστίας. Τοὺς πό‐ νους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ καὶ καλῶς σοι ἔσται. Τίνος ἕνεκεν διπλασιάζει τὸν μα‐
15καρισμόν; Ἐπειδὴ οἶδεν αὐτοῦ τὸ μέγεθος, ἐντρυφᾷ τῇ φαντασίᾳ τοῦ πράγματος. Καὶ τί τὸ, Καλῶς; εἰπέ μοι. Ἡ γυνή σου ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλί‐ τεσι τῆς οἰκίας σου. Ἄλλος φησὶν, Ἐν τοῖς ἐσωτά‐ τοις. Ἄλλος, Ἐν τοῖς μηροῖς. Υἱοί σου ὡς νεόφυτα
20ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλο‐ γηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Τί λέγεις; εἰπέ μοι· τοῦτο ὁ μακαρισμός; τοῦτο τὸ κέρδος; οἰκίας εὐθηνία, καὶ τὸ τῶν οἰκείων ἀπολαῦσαι πόνων, καὶ παίδων πλῆθος, καὶ γυνή; Οὐ τοῦτο, ἀλλὰ τοῦτο
25ἐκ περιουσίας. Ζητεῖτε γὰρ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ οὖν ἀτελεστέροις ἔτι διελέγετο, ὥσπερ παιδία μικρὰ ἀπὸ τῶν αἰσθητῶν ἐνάγει. Καὶ μὴ θαυ‐ μάσῃς. Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ ἐν τῷ καιρῷ τῆς
30τοσαύτης φιλοσοφίας πρὸς τοὺς ἔτι χαμαὶ βαδίζοντας ἀπὸ τούτων διαλεγόμενος· πολλῷ μᾶλλον ὁ Προφήτης. Καὶ ποῦ τοῦτο ὁ Παῦλος ποιεῖ; Πολλαχοῦ. Καὶ γὰρ ὅταν περὶ παρθενίας διαλέγηται, οὐδὲν περὶ τῶν μελ‐ λόντων αὐτοῖς λέγει· ἀλλὰ τὴν ἀπαλλαγὴν τῶν ἀπὸ
35τοῦ γάμου προσγινομένων λυπηρῶν μόνον τίθησι· καὶ ὅταν δὲ περὶ τῆς εἰς γονέας τιμῆς, τῷ αὐτῷ κέχρηται τρόπῳ, οὕτω λέγων· Ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ταῖς ἐπαγγελίαις. Τίς δέ ἐστιν ἡ ἐντολή; Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακρο‐
40χρόνιος ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ ὅταν περὶ τῆς εἰς τοὺς ἐχθροὺς φιλοσοφίας γράφῃ, πάλιν αἰσθη‐ τὸν τίθησιν ἔπαθλον, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄν‐ θρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἀλλ’ ὁ Χριστὸς οὐχ οὕτως· οὐδὲ γὰρ αὐτὸς ἀσθε‐
45νέσι διαλέγεται· ἀλλ’ ἐπὶ μὲν τῇ παρθενίᾳ τὴν βα‐ σιλείαν τίθησιν, ἐπὶ δὲ τῷ τοὺς ἐχθροὺς ἀγαπᾷν, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους ὄντας ὁμοίους γενέσθαι ἔνι. Ὥσπερ οὖν καὶ ἐν τῇ Παλαιᾷ, ἔνθα διὰ τῶν αἰσθητῶν ἤγοντο, τοὺς φιλοσοφεῖν εἰδό‐

55

.

369

(50)

τας ἀπὸ τῶν μειζόνων ὀψόμεθα ἐναγομένους. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤ‐ ῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Οὐ τοίνυν ὁ μισθὸς τῶν φοβουμένων τὸν Θεὸν οὗτος μόνος, τῶν
55οἰκείων ἡ ἀπόλαυσις, καὶ γυνὴ, καὶ παῖδες, καὶ εὐθη‐ νία οἰκίας· ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας καὶ ἐν τάξει προσθήκης· τὰ δὲ κεφάλαια καὶ μεγάλα, πρῶτον μὲν αὐτὸ τὸ φοβεῖσθαι τὸν Θεὸν, ἐν ἑαυτῷ
τὴν ἀμοιβὴν ἔχον· ἔπειτα δὲ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα,Column end

55

.

370

Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ. Ἕτερος, Καὶ ὅρα ἐν ἀγαθοῖς Ἱερουσαλήμ. Ἀγαθὰ
5τὴν πόλιν λέγει, τὸν πλοῦτον, τὴν εὐπρέπειαν, τὰς νίκας, τὰς τιμὰς, τὴν εὐθηνίαν, τὴν εὐετηρίαν, τὴν ἀσφάλειαν, τὴν εἰρήνην. δʹ. Πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καλῶς τῇ προσθήκῃ τῶν ἡμερῶν κέχρηται. Καὶ γὰρ καὶ τοῦτο
10μάλιστα σημεῖον ἦν τοῦ παρὰ τοῦ Θεοῦ ταῦτα δί‐ δοσθαι, καὶ τῆς προνοίας αὐτοῦ δεῖγμα, τὸ μὴ πά‐ σχειν τι ἀνθρώπινον, μηδὲ μεταπίπτειν, καὶ μετα‐ βολὴν ὑπομένειν, πλὴν εἴποτε ὀργισθεὶς αὐτὰ διέκο‐ ψε. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Καὶ μὴν πολλοὶ,
15φησὶ, φοβούμενοι τὸν Θεὸν ἐν ἀπαιδίᾳ διετέλεσαν. Καὶ τί τοῦτο; Οὐ γὰρ ἐπὶ τοῖς παροῦσιν ἀπεδυσάμεθα, ἀλλὰ προηγουμένως μὲν ἐπὶ τῷ ἀρέσκειν τῷ Θεῷ ἔπειτα δὲ ἐπὶ ταῖς μελλούσαις ἐλπίσι. Καὶ τότε μὲν ταῦτα ἦν τὰ ἔπαθλα· νῦν δὲ οὐρανὸς καὶ τὰ ἐν οὐρα‐
20νοῖς ἀγαθά. Εἰ δὲ μὴ ἔσχες παῖδας, ὁ φοβούμενος τὸν Θεὸν, πόθεν οἶσθα, εἰ μὴ τῆς εὐπραγίας ταύτης ἕτερα μείζονα ἔδωκεν; Οὐ γὰρ ἑνὶ τρόπῳ πάντας εὐεργετεῖ, ἀλλὰ διαφόρως, πλούσιος ὤν. Πόσοι παῖδας ἐσχηκότες, τοὺς οὐκ ἔχοντας ἐμακάρισαν; πόσοι πλοῦτον κτησά‐
25μενοι, τῶν πενήτων ἀθλιώτερον κατέλυσαν; πόσοι δό‐ ξης ἀπολαύσαντες, καθάπερ μαχαίρᾳ ταύτῃ περι‐ επάρησαν, καὶ τὰ ἀνήκεστα πεπόνθασι; Μὴ δὴ τὰ πράγματα ζήτει, μηδὲ ἀπαίτει τὸν Θεὸν εὐθύνας, ἀλλὰ πάντα φέρε γενναίως καὶ μετὰ εὐχαριστίας·
30μᾶλλον δὲ μηδενὶ τῶν παρόντων προσήλωσο. Διὰ γὰρ τοῦτο τοιαύτην ἐκελεύσθης εὔχεσθαι εὐχὴν, ἐν ᾗ μόνον ἓν αἴτημα αἰσθητὸν αἰτεῖς, καὶ πλέον οὐδέν. Ἀλλὰ καὶ τοῦτο τῷ μέτρῳ πάλιν γίνεται πνευ‐ ματικόν. Τὰ μὲν γὰρ ἄλλα πάντα περὶ οὐρανῶν καὶ
35τῆς ἐκεῖ βασιλείας, καὶ τῆς ἀκριβοῦς πολιτείας, καὶ τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἡμῖν εἴρηται· ὑπὲρ δὲ αἰσθητῶν μίαν λέξιν κελευόμεθα λέγειν. Ποίαν δὲ ταύτην; Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ πλέον οὐδέν. Ἐπειδὴ γὰρ πρὸς
40ἑτέραν λοιπὸν καλούμεθα πατρίδα, καὶ πρὸς μείζονα μετεταξάμεθα ζωὴν, καὶ τὰς αἰτήσεις καταλλήλους ἐκείνῃ δεῖ ποιεῖσθαι· ταῦτα δὲ κἂν ἐπιῤῥέῃ, μετὰ πολλῆς τῆς ἀκριβείας διακρούεσθαι. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἄλλος, Καὶ ἴδε τοὺς
45υἱοὺς τῶν υἱῶν σου, εἰρήνην ἐπὶ τὸν Ἰσραήλ. Κατὰ κοινοῦ ἡ εὐχή. Τοῦτο γὰρ μάλιστα ποθοῦσιν, ἅτε μακρῷ τεταριχευμένοι πολέμῳ. Τί γὰρ ὄφελος αὐτοῖς τῶν ἄλλων, εἰρήνης οὐκ οὔσης; Τὸ τοίνυν κε‐ φάλαιον τῶν ἀγαθῶν τῶν τότε, καὶ τὴν ἀσφάλειαν

55

.

370

(50)

αὐτῶν ἐπαγγέλλεται, τὴν εἰρήνην, καὶ ταύτην διηνε‐ κῆ· ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον, τὸ καὶ δοῦναι καὶ μὴ ἀφεῖναι διαπεσεῖν. Ἐπειδὴ γὰρ αὐτὴ τῶν ἀνθρωπίνων ἡ φύσις ῥευστή τίς ἐστι καὶ οὐ διαρκὴς, δεικνὺς ὅτι οὐχ ἁπλῶς αὐτοῖς ἔπεισι ταῦτα
55ἀλλ’ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, καὶ νεύοντος τοῦ Θεοῦ, Πάσας τὰς ἡμέρας εἶπε, καὶ εἰρήνην ἐπηγγείλατε διαρκῆ. Καὶ γέγονε τοῦτο, τὸ γοῦν εἰς τὸν Θεὸν ἧκον. Εἰ δὲ διεκόπη, πάλιν ἀπὸ τῆς ἐκείνων πονηρίας γέ‐
γονε καὶ τοῦτο. Ὥσπερ γὰρ ὅταν ἀπειλῇ κολάσεις

55

.

371

τισὶ, καὶ διὰ τῆς μετανοίας ἀποκρούωνται τὴν ὀργὴν, ἵσταται τὰ τῆς τιμωρίας· οὕτω κἂν ἀγαθὰ ἐπαγ‐ γείληται, ἀνάξιοι δὲ φανῶσιν οἱ τῆς ἐπαγγελίας μέλ‐ λοντες ἀπολαύειν, ἀναχαιτίζεται τὰ τῆς ὑποσχέσεως.
5Τὸ μὲν οὖν εἰς αὐτὸν ἧκον, πάσας τὰς ἡμέρας αὐ‐ τοῖς ἐπηγγείλατο· τῇ δὲ ἑαυτῶν πονηρίᾳ διέκοψαν τὴν δωρεάν. Ταῦτα δὲ λέγω, ἵνα μήτε ἀπειλοῦντος αὐτοῦ ἀπογινώσκωμεν, ἀλλὰ τῇ μετανοίᾳ τὴν ὀργὴν ἀποκρουώμεθα, μηδὲ χρηστὰ ἐπαγγελλομένου ἀναπί‐
10πτωμεν, ἀλλὰ τῇ σπουδῇ καὶ τῇ κατὰ τὸν βίον ἐπι‐ μελείᾳ προκαλῶμεν εἰς ἔργον τὰς ὑποσχέσεις. Ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, οὐκ ἀρκεῖ ἡ ἐπαγγελία σῶσαι μόνη. Ἐπεὶ καὶ τῷ Ἰούδᾳ ἐπηγγείλατο, ὅτι καθιεῖται ἐπὶ τοῦ θρόνου μετὰ τῶν ἕνδεκα μαθητῶν· καὶ οὐκ
15ἐκάθισεν· ἡ δὲ αἰτία οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὸν ἀνάξιον τῆς ὑποσχέσεως φανέντα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες βασιλείας ἐπαγγελίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, ἵνα δυνηθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ
20τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22tΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ.
23Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰ‐ πάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με
25 ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ’ οὐκ ἠδυ‐ νήθησάν μοι. Καὶ οὗτος τοῦ πρὸ αὐτοῦ ἔχεται ὁ ψαλμός. Ἐπει‐ δὴ γὰρ διεκόπτετο τὰ τῆς οἰκοδομῆς, καὶ πρὸς τέλος
30τὸ ἔργον οὐκ ᾔει, ἄγων αὐτοὺς εἰς χρηστὰς ἐλπίδας, ἵνα μὴ ἀπογινώσκωσιν, ἐκ τῶν παρελθόντων περὶ τῶν μελλόντων θαῤῥεῖν αὐτοὺς παρασκευάζει, καὶ παιδεύει αὐτοὺς λέγειν ταῦτα τὰ ῥήματα. Ποῖα δέ; Ὅτι πολλάκις ἐπιθέμενοι, περιγενέσθαι οὐκ ἴσχυσαν,
35οὐδὲ ὁλοσχερῆ νίκην ἤραντο. Καὶ μὴν ἔλαβον αἰχμα‐ λώτους, φησὶ, καὶ πρὸς τὴν ἀλλοτρίαν μετέστησαν, καὶ πολλοὺς πολέμους ἐνίκησαν. Μάλιστα μὲν καὶ τότε οὐκ ἐκ τῆς οἰκείας ἰσχύος, ἀλλ’ ἐκ τῆς τῶν Ἰουδαίων ἁμαρτίας περιεγένοντο. Ἄλλως δὲ οὐ μέχρι τέλους
40ἔμειναν ὡς περιγεγονότες. Οὐδὲ γὰρ ἴσχυσαν παντε‐ λῶς ἀφανίσαι τὸ γένος, οὐδὲ ἐξαλεῖψαι τὴν πόλιν, οὐδὲ εἰς τέλος ἀπολέσαι τὸ ἔθνος· ἀλλὰ πρὸς ὀλίγον, ἐνδιδόντος τοῦ Θεοῦ, περιγενόμενοι, πάλιν ἡττῶντο. Πῶς δὲ ἡττῶντο; Τῶν Ἰουδαίων ἐπὶ τὴν προτέραν
45εὐπραγίαν ἐπανιόντων. Ὃ καὶ δηλῶν ἕτερος ἑρμηνευ‐ τὴς, Ἀλλ’ οὐχ ὑπερίσχυσάν μου, εἶπεν. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστι τοῦτο; Οὐχ ὡς ἔτυχεν ἐπεβούλευον, φησὶν, ἀλλὰ πολλὰ ἐμηχανῶντο καὶ

55

.

371

(50)

ἐπραγματεύοντο, δόλους ῥάπτοντες, λάθρᾳ ἐπιτιθέμε‐ νοι. Τὸ γὰρ, Ἐπὶ τὸν νῶτόν μου, ἢ τὸ δολερὸν καὶ ὕπουλον δηλοῖ, ἢ τὸ κατὰ κράτος καὶ μετὰ πολλῆς τῆς σφοδρότητος. Τουτέστιν, αὐτὴν τὴν δύναμίν μου
συνθλάσαι ἐπεχείρουν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐτέ‐Column end

55

.

372

κταινον, Ἠροτρίασαν, εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἔρ‐ γον ἐποιοῦντο τὴν κατὰ τοῦ δικαίου ἐπιβουλήν. Ἐμά‐ κρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστιν ὃ λέγει; Δεί‐ κνυσιν ὅτι οὐ μετὰ σφοδρότητος ἐπῄεσαν μόνον, ἀλλὰ
5καὶ μετὰ πολλῆς τῆς προσεδρίας, πολὺν δαπανῶντες χρόνον, καὶ ἔργον ποιούμενοι τὴν ἐπιβουλὴν, καὶ ἐπι‐ μένοντες διηνεκῶς. Ἀλλ’ οὐδὲν αὐτοῖς ἐγίνετο πλέον. οὐ παρὰ τὴν ἡμετέραν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ δύναμιν. Διόπερ δεικνὺς τὸν ἱστῶντα τὸ τρόπαιον,
10καὶ τὴν νίκην ἐργαζόμενον, ἐπήγαγε· Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Ἕτερος δὲ ἀντὶ τοῦ, Αὐχένας, Βρόχους εἶπε, δηλῶν τὰς ἐπιβουλὰς, τὰς ἐφόδους, τὰς μηχανάς. Καλῶς δὲ οὐ, διέλυσε, εἶπεν, ἀλλὰ, Συνέκοψεν, ἵνα μᾶλλον ἐμφήνῃ ὅτι
15τοῦτο εἰργάσατο, ἄχρηστα εἰς τέλος ποιῶν αὐ‐ τῶν τὰ βουλεύματα. Καὶ γὰρ ἀρχομένης τῆς πόλεως κτίζεσθαι πάλιν, πολλοὶ πανταχόθεν ἐπιτιθέμενοι ἦσαν τῷ φθόνῳ τηκόμενοι, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τοῦτο ἐποίουν. Τοῦτο γέγονε καὶ
20ἐπὶ τῆς Ἐκκλησίας. Ἀρχομένης γὰρ αὐτῆς φύεσθαι, συνεχῶς ἐπετίθεντο πάντες· παρὰ μὲν τὴν ἀρχὴν βασιλεῖς, καὶ δῆμοι, καὶ τύραννοι· μετὰ δὲ ταῦτα τῶν αἱρέσεων αἱ ἐπιβουλαὶ, καὶ πολὺς πανταχόθεν ὁ πόλεμος καὶ ποικίλος ἀνεῤῥιπίζετο· ἀλλ’ ὅμως οὐδὲν
25ἴσχυσεν· ἀλλὰ τὰ μὲν τῶν πολεμίων ἐλύθη, τὰ δὲ τῆς Ἐκκλησίας ἀνθεῖ. Αἰσχυνθήτωσαν καὶ ἀποστρα‐ φήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Ἄλλος, Ἀνατραπήτωσαν εἰς τὰ ὀπίσω. Γενηθή‐ τωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπα‐
30σθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων. Ἕτερός φησι, Τὴν δράκα αὐτοῦ. Καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπαν οἱ παράγοντες, Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς. Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
35Εἰς εὐχὴν κατακλείει τὴν παραίνεσιν ἀπό τε τῆς διη‐ γήσεως τῶν παρελθόντων, ἀπό τε τῆς εὐχῆς θαῤῥεῖν παρασκευάζων τὸν ἀκροατὴν, καὶ δεικνὺς τοῦ πολέμου τὴν ὑπόθεσιν ἄδικον. Ἀπὸ γὰρ φθόνου καὶ μίσους τὰ τῆς μάχης ᾔρετο· διό φησιν, Αἰσχυνθήτωσαν καὶ
40ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦν‐ τες Σιών. Μὴ μόνον ἡττηθείησαν, ἀλλὰ καὶ αἰσχρῶς καὶ καταγελάστως. Εἶτα εἰπὼν, Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ἐνδιατρίβει τῇ εἰκόνι, οὐχ ἁπλῶς χόρτῳ παραβάλλων, ἀλλὰ τῷ ἐπὶ δωμάτων. Καίτοι
45γε καὶ ὁ ἐν πεδίῳ λιπαρῷ, ταχέως διαῤῥεῖ, ἀλλ’ ἐκεῖνος πλείονα δεικνὺς τῶν ἐναντίων τὴν εὐτέλειαν, τῷ ἐπὶ τῶν δωμάτων αὐτοὺς παραβάλλει· ὥστε ἑκα‐ τέρωθεν δεῖξαι αὐτῶν τὸ εὐκατάπτωτον, καὶ ἀπὸ τῆς φύσεως τοῦ χόρτου, καὶ ἀπὸ τῆς φύσεως τοῦ τόπου.

55

.

372

(50)

Τοιαῦται, φησὶ, τῶν ἐναντίων αἱ ἔφοδοι, οὐκ ἔχουσαι ῥίζαν, οὐδὲ ὑπόστασιν· ἀλλὰ πρὸς ὀλίγον μὲν δοκοῦ‐ σιν ἀνθεῖν, ὕστερον δὲ ἐλέγχονται, καὶ ἑαυτοῖς περι‐ πίπτουσι. Τοιαύτη καὶ τῶν ἐν ἀδικίᾳ ζώντων ἡ εὐη‐ μερία, τῶν βιωτικῶν ἡ φαιδρότης· ὁμοῦ τε γὰρ φαί‐
55νεται καὶ ἀπόλλυται, οὔτε ὑπόστασίν τινα, οὔτε δύνα‐ μιν ἔχουσα. Διόπερ οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τὸ εὐκατάλυτον αὐτῶν ἐννοοῦντας, τῶν ἀθανάτων ἐφίε‐ σθαι καὶ ἀκινήτων πραγμάτων, καὶ οὐκ ἐχόντων με‐ ταβολήν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
60καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

55

.

373

(1t)

ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ.
2Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκου‐ σον τῆς φωνῆς μου. αʹ. Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος,
5οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ, ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυ‐ μίας, ἐξ αὐτῶν τῆς διανοίας τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν ὁλό‐
10κληρον τὴν καρδίαν, μετὰ πολλῆς τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες· διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν, οὐ περιτρεπό‐ μεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ. Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ
15κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον τὴν ῥί‐ ζαν, καὶ τοὺς κόλπους αὐτῆς περισφίγγον, πρὸς ἅπα‐ σαν πνευμάτων ῥύμην ἀνθίσταται, τὸ δὲ περὶ τὴν ἐπιφάνειαν κείμενον, μικρᾶς προσπεσούσης αὔρας διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ τῆς γῆς κεῖ‐
20ται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι, κἂν μυρίοι προσέλ‐ θωσι λογισμοὶ, κἂν ἅπασα ἡ τοῦ διαβόλου παράταξις, ἐκτενεῖς μένουσι καὶ ἀνένδοτοι, μὴ περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι,
25καὶ μὴ ἀνερχόμεναι κάτωθεν, οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος. Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρε‐ ψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας· καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος.
30Ἀλλ’ οὐχ οἱ ἅγιοι οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύ‐ της τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ σῶμα κατακάμ‐ πτειν. Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος, πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν ἀνακαίων τῆς
35θερμότητος, οὕτω τὰς εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτετα‐ μένον πρὸς τὸν οὐρανὸν, καὶ οὕτως ἐκτεταμένον, ὡς καὶ πῦρ ἄνωθεν κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντεί‐
40νας, τὴν ἀνάστασιν ἐκείνην εἰργάζετο, οὐ διακλώμε‐ νος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερ‐ μαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν καὶ τοὺς ἁγίους ἐκείνους; Γυναῖκας εἶδον πολλάκις δι’ ἀπόδημον ἄνδρα καὶ
45παιδίον ἀῤῥωστοῦν οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται γυναῖκες ἐν εὐ‐ χαῖς, ποίαν ἕξει συγγνώμην ὁ ἀνὴρ τῆς ψυχῆς νενε‐

55

.

373

(50)

κρωμένης μαλακιζόμενος; Διά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας ἠφίει πη‐ γὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς. Ὁ γὰρ οὕτως εὐχόμενος, καὶ πρὶν ἢ λαβεῖν ἅπερ
55αἰτεῖ, μεγάλα ἀπὸ τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα, θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν τήκων, τῶν βιωτικῶν τὸν ἔρωτα
καταμαραίνων, ἐν πολλῇ γαλήνῃ τὴν ψυχὴν καθι‐Column end

55

.

374

στὰς, εἰς αὐτὸν λοιπὸν τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον,
5καὶ ὑετοῦ μᾶλλον καταμαλάσσει καὶ διαβρέχει. Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ’ ὅπερ τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυ‐ μῷ πετρούμενον, τοῦτο καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη
10καὶ λίθος γινομένη. Δεῖ τοίνυν ἡμῖν πολλῆς θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον, ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν.
15Καὶ γὰρ καὶ τοῦτο ἔργον εὐχῆς. Ὁ οὕτως εὐχόμενος, ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ δια‐ νοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Δύο ἐνταῦθα τίθησι, καὶ τὸ, Ἐκ βαθέων, καὶ τὸ κράξαι·
20κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φω‐ νῆς μου. Ἐντεῦθεν δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ’ ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων
25ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ’ αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύ‐
30ριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διά‐
35θεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρ‐ τωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προσ‐ ιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν φησίν· Ἐὰν ἀνομίας παρατη‐
40ρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ. βʹ. Καὶ ταῦτα λέγομεν, οὐκ εἰς ῥᾳθυμίαν τὰς ψυχὰς
45ἐμβάλλοντες, ἀλλὰ παραμυθούμενοι τοὺς εἰς ἀπόγνωσιν πίπτοντας. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ τί λέγω τοὺς ἄλλους; Εἰ γὰρ Παῦλον εἰς μέσον ἀγάγω, καὶ βουληθείην ἀπαι‐

55

.

374

(50)

τῆσαι αὐτὸν ἀκριβῆ τῶν γεγενημένων ἐξέτασιν, οὐ δυνήσεται ὑποστῆναι. Τί γὰρ καὶ δυνήσεται ἐρεῖν; Προφήτας ἀνέγνω κατὰ ἀκρίβειαν, τοῦ πατρῴου νό‐ μου ζηλωτὴς ὑπάρχων, σημεῖα εἶδεν ἐπιτελούμενα, καὶ ὅμως ἔμενε διώκων, καὶ οὐ πρότερον μετέστη,
55ἕως τῆς θαυμαστῆς ἐκείνης ἀπέλαυσεν ὄψεως, καὶ τῆς φρικτῆς ἤκουσε φωνῆς· πρὸ δὲ τούτου ἔμενε
πάντα φύρων καὶ συγχέων. Ἀλλ’ ὅμως πάντα ἐκεῖνα

55

.

375

παραδραμὼν ὁ Θεὸς καὶ ἐκάλεσε, καὶ χάριτος ἠξίωσε πολλῆς. Τί δὲ τὸν κορυφαῖον ἐκεῖνον τὸν Πέτρον; οὐ μετὰ μυρία θαύματα καὶ σημεῖα, καὶ τοσαύτην πα‐ ραίνεσιν καὶ συμβουλὴν, ἤλεγξε εἰς τὸ πτῶμα ἐκεῖνο
5τὸ χαλεπὸν πεσόντα; Ἀλλ’ ὅμως κἀκεῖνο παρέδραμε, καὶ πρῶτον τῶν ἀποστόλων κατέστησε. Διὸ ἔλεγε· Σίμων, Σίμων, ἰδοῦ ἐζήτησεν ὁ σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ μετὰ ταῦτα δὲ, εἰ μὴ
10ἐλέῳ καὶ φιλανθρωπίᾳ ἔλθῃ κρῖναι, ἀλλ’ ἀκριβῆ ποιήσασθαι τὴν ἐξέτασιν, πάντας ὑπευθύνους εὑρήσει πάντως. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε. Ὁ διπλασια‐
15σμὸς οὐχ ἁπλῶς, ἀλλὰ θαυμάζοντος, καὶ ἐκπληττο‐ μένου τὸν πολὺν τῆς φιλανθρωπίας ἐστὶν ὄγκον, καὶ τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀπέραντον, καὶ τὸ ἀχα‐ νὲς πέλαγος τῆς ἀγαθότητος. Τίς ὑποστήσεται; Καὶ οὐκ εἶπε, τίς διαφεύξεται; ἀλλὰ, Τίς ὑποστή‐
20σεται; Οὐδὲ στῆναι δυνήσεται, φησίν. Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι. Τί ἐστιν, Ὅτι παρὰ σοὶ ὁ ἱλα‐ σμός ἐστιν; Οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν, ἀλλ’ ἐν τῇ ἀγαθότητι τῇ σῇ ἐστι τὸ διαφυγεῖν τὴν κό‐ λασιν. Τὸ γὰρ διαδρᾶναι τὴν δίκην ἐν τῇ σῇ κεῖται
25φιλανθρωπίᾳ. Κἂν μὴ ταύτης ἀπολαύσωμεν, τὰ ἡμέτερα οὐκ ἀρκεῖ τῆς μελλούσης ἡμᾶς ἐξαρπάσαι ὀργῆς. γʹ. Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο
30ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρω‐ πίας. Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ
35ψυχή μου εἰς τὸν λόγον σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν, Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλ‐ ανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σω‐
40τηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων, πάλαι ἂν ἀπήλπισα· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας. Ποίῳ λόγῳ; Τῷ τῆς φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς
45γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ’ ὅσον

55

.

375

(50)

ἀπέχουσιν αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Τουτέστιν, οὐ κατορ‐ θώσαντας ἔσωσα μόνον, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφει‐ σάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν ἐπεδειξά‐
55μην. Ἄλλος φησὶν, Ὅπως ἐπίφοβος ἔσῃ, προσεδό‐ κησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς, τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πά‐ λιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ὅτι εἰ καὶ ἁμαρ‐ τωλὸς ἐγὼ, καὶ μυρίων γέμων κακῶν, φησὶν, ἀλλ’
60ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ
ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷColumn end

55

.

376

Ἰεζεκιὴλ λέγει· Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν. Τουτέστιν, ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν
5χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζε‐ σθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα Κύριον. Ἄλλος, Ἕνεκεν νόμου ὑπέμεινα Κύριον. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἄλλος, Προσεδό‐
10κησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκα‐ ραδόκησα. Τουτέστιν, ἀπὸ τῶν ἐπαγγελιῶν καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν περὶ φιλανθρωπίας καὶ χρη‐ στότητος ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον
15τὰ κατὰ ἐμαυτόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυ‐ κτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί· τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν. Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμ‐
20πίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα. Τοῦτο τεῖχος ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο πύργος ἄμαχος. Κἂν τὰ πράγματα τοίνυν θάνατον ἀπειλῇ, καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ’ αὐτοῦ σωτηρίαν.
25Ῥᾴδια γὰρ αὐτῷ πάντα καὶ εὔκολα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν φερο‐ μένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμ‐ μαχίας μόνον· ἀλλὰ καὶ τότε μάλιστα, ὅταν κλυδώ‐ νιον ᾖ καὶ χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέ‐
30μαται κίνδυνος. Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσε‐
35ται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας
40ἄπειρον πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ ἀπαγο‐ ρεύειν. Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικά‐ ζοντος διὰ τὸν πολὺν ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν
45ἐπιῤῥεπὲς, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς καὶ συγγνώμην διδόναι ἐπιῤῥεπὲς καὶ πρόχειρον. Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ τῆς φιλ‐

55

.

376

(50)

ανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μό‐ νον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ’ οὖν εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι, καὶ μηδέποτε ἀποστῶμεν, κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ
55τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι κύριός ἐστι,

55

.

377

καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες αὐτοῦ τῷ ἐλέει καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν
5εἰσφέρωμεν, καὶ πάντως ἕψεται τὰ παρ’ ἐκείνου, ἐπειδὴ ἄφατον παρ’ αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλ‐ ανθρωπία· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐ ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύ‐
10ματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11tΕΙΣ ΤΟΝ ΡΛʹ ΨΑΛΜΟΝ.
12Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρί‐ σθησαν οἱ ὀφθαλμοί μου. Ἄλλος· Οὐδὲ ὑψώ‐ θησαν. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν
15 θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Ἐν μεγαλωσύναις. Ἄλλος, Ἐν μεγαλειότησιν, οὐδὲ ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Τί τοῦτο; Ὁ Παῦλος, καὶ ἀνάγκης οὔσης, τὸ ἑαυ‐ τὸν ἐγκωμιάζειν ἀφροσύνην φησί· διὸ καὶ ἐπήγαγε
20λέγων· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Πῶς οὖν τοῦτο ἠγνόησεν ὁ Προφήτης καὶ καυχᾶται νῦν οὐκ ἐπὶ δύο, καὶ τριῶν, καὶ δέκα, ἀλλ’ ἐπὶ τῆς οἰκουμένης ἁπάσης, καὶ καυχᾶται λέ‐ γων, Ταπεινός εἰμι καὶ μέτριος, καὶ ταπεινὸς καθ’
25ὑπερβολὴν, καὶ ἁπλοῦς; Τοῦτο γάρ ἐστι τὸ, Ὡς ἀπο‐ γεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ὅτι οὐ πανταχοῦ τὸ πρᾶγμα κεκώλυται, ἀλλ’ ἔστιν ὅπου καὶ ἀναγκαῖόν ἐστι, μᾶλ‐ λον δὲ ἔστιν ὅπου οὐ καυχώμενοι, ἀλλὰ μὴ καυχώμε‐
30νοι, ἄφρονες γινόμεθα. Διὸ καὶ ὁ Παῦλος λέγει· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ γὰρ ὁ ἐπὶ τῷ σταυρῷ μὴ καυχώμενος πάντων ἐστὶν ἀφρονέστα‐ τος καὶ παρανομώτατος· ὁ ἐπὶ τῇ πίστει μὴ καυχώμενος πάντων ἐστὶν ἀθλιώτερος· ὁ ἐπὶ τούτοις
35μὴ καυχώμενος καὶ παῤῥησιαζόμενος ἀπολεῖται πάν‐ τως. Διὰ τοῦτο θαῤῥῶν ὁ Ἀπόστολος ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν· Μὴ καυ‐ χάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ
40σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχά‐ σθω, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Πῶς δὲ κακὸν τὸ καυχᾶσθαι; Ἐὰν ὡς ὁ Φαρισαῖος αὐτὸ ποιῶμεν. Καὶ διὰ τί, φησὶν, ὁ Παῦλος εἶπε, Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε; Ὅτι
45τὰ κατορθώματα αὐτοῦ διηγεῖτο τὰ ἐπὶ τοῦ βίου καὶ τῆς πολιτείας, ἅπερ οὐκ ἔδει προφέρειν ἀνάγκης μὴ οὔσης. Ἀλλαχοῦ δέ φησιν· Ἐὰν καὶ θελήσω καυ‐ χήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Ὥστε ὁ τὰ ἀληθῆ λέγων, τοῦ καιροῦ καλοῦντος, οὐκ

55

.

377

(50)

ἔστιν ἄφρων. Οὐκ ἄρα οὐδὲ ὁ Προφήτης ἄφρων καυ‐ χώμενος· καὶ γὰρ ἀληθῆ ἔλεγεν. Ἀλλὰ τίς ἡ αἰτία, δι’ ἣν εἰς τοῦτο κατήγαγε τὸν λόγον; Ὥστε παιδεῦ‐ σαι τοὺς ἀκροατὰς μὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν κα‐ κῶν εἰς ἀπόνοιαν ἐπανελθεῖν, μηδὲ ἐλευθερωθέντας
55τοῦ δεσμοῦ ἀποσκιρτῆσαι πάλιν, καὶ εἰς ἀνάγκην ἐμ‐ πεσεῖν ἑτέρας αἰχμαλωσίας. Διὰ δὴ τοῦτο ἐν τῷ τὰ οἰκεῖα διηγεῖσθαι διορθοῖ τὸν ἀκροατήν· καὶ οὐ λέγει, ὅτι Ὑψώθην μὲν, κατέσχον δὲ τοῦ πάθους, ἀλλὰ τί;
Οὐχ ὑψώθη ἡ καρδία μου· τουτέστιν, οὐδὲ ἥψατόColumn end

55

.

378

μου τῆς ψυχῆς ἡ πονηρία. Οἷον γάρ τις λιμὴν ἀκύ‐ μαντος ἦν ἡ διάνοια, οὐ δεχομένη τὰ κύματα τοῦ νο‐ σήματος, ὃ πάντων αἴτιον τῶν κακῶν, καὶ ῥίζα παρα‐ νομίας ἐσχάτης. Τί ἐστιν ὃ λέγει, Κύριε, οὐχ ὑψώ‐
5θη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλ‐ μοί μου; Οὐκ ἀνέσπασα, φησὶ, τὰς ὀφρῦς, οὐδὲ ἀνέτεινα τὸν αὐχένα. Ἀπὸ γὰρ τῆς ἔνδοθεν πηγῆς τοῦ πάθους ὑπερβλύζον τὸ νόσημα καὶ τὸ σῶμα συσχη‐ ματίζει πρὸς τὴν ἔνδοθεν φλεγμονήν. Οὐδὲ ἐπορεύ‐
10θην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Τί ἐστιν, Ἐν μεγάλοις; Τοῖς ὑπερόγκοις ἀνδράσι, τοῖς πλουτοῦσι, τοῖς ἀλαζόσι, τοῖς ὑπερηφάνοις. Εἶδες ἀκρίβειαν ταπεινοφροσύνης; Οὐ μόνον αὐτὸς ἦν ἐκτὸς τοῦ νοσήματος, ἀλλὰ καὶ τοὺς οὕτω φλεγμαίνοντας
15ἔφευγε, καὶ τῶν τοιούτων ἀπεπήδα συλλόγων διὰ τὸ πολὺ πρὸς τὴν ἀλαζονείαν μῖσος. Ἐπειδὴ γὰρ ἀπε‐ χθῶς εἶχε πρὸς τὴν κακίαν ταύτην, οὐ μόνον αὐτῆς ἀπεπήδα, οὐδὲ ἄβατον αὐτῇ τὸ χωρίον τῆς διανοίας ἐποίει μόνον, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὴν ἐκ πολ‐
20λοῦ τοῦ διαστήματος ἔφευγεν, ὥστε μηδὲ ἐκεῖθέν τινα δέξασθαι λύμην. Οὐ μικρὸν δὲ τοῦτο κατόρθωμα τὸ φεύγειν τοὺς ὑπερόγκους, τὸ μισεῖν τοὺς ἀλαζόνας, τὸ ἀποστρέ‐ φεσθαι καὶ βδελύσσεσθαι· μεγίστη ἀρετῆς ἀσφά‐
25λεια, μεγίστη ταπεινοφροσύνης φυλακή. Οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Ἄλλος, Οὐδὲ ὑπερβάλλου‐ σιν ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν καρδίαν μου, ὡς τὸ ἀπογεγαλακτισμέ‐ νον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις
30ἐπὶ τὴν ψυχήν μου. Ἄλλος, Οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Καθ’ ὑπερβατόν ἐστι τὸ εἰρημένον, οἷον, Εἰ μὴ ἐταπεινοφρόνουν, ὡς τὸ ἀπογεγαλακτισμέ‐ νον ἐπὶ τὴν μητέρα αὐτοῦ, ἀλλ’ ὕψωσα τὴν καρδίαν μου, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Ὃ δὲ λέγει,
35τοιοῦτόν ἐστιν· οὐ μόνον τῆς κακίας καθαρὸς ἤμην, τῆς ἀλαζονείας λέγω, οὐδὲ μόνον τῶν ἐχόντων αὐτὴν ἀλλότριος, ἀλλὰ καὶ τὴν ἀρετὴν τὴν ἐναντίαν αὐτῇ μετὰ πολλῆς ἐδεξάμην τῆς ὑπερβολῆς, τὴν ταπεινο‐ φροσύνην, τὸ μετριάζειν, τὸ συντετρίφθαι. Τοῦτο
40ἐκεῖνο ὃ τοῖς μαθηταῖς ὁ Χριστὸς ἐκέλευσε λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τοιαύτην, φησὶν, ἐκτησάμην ταπεινοφροσύνην, ὡς τὸ ὑπομάζιον παιδίον. Ὥσπερ γὰρ ἐκεῖνο ἔχεται τῆς
45μητρὸς, τεταπείνωται, ἀλαζονείας ἁπάσης ἐστὶ κα‐ θαρὸν, ἀφελείᾳ συζῇ καὶ ἁπλότητι· οὕτω καὶ ἐγὼ πρὸς τὸν Θεὸν ἤμην, ἐχόμενος αὐτοῦ διηνεκῶς. Οὐχ ἁπλῶς δὲ τοῦ ἀπογεγαλακτισμένου ἐμνήσθη, ἀλλὰ τὴν θλίψιν θέλων παραστῆσαι, τὴν στενοχωρίαν, τὴν

55

.

378

(50)

ὀδύνην, τὸ μέγεθος τῶν κακῶν. Καθάπερ οὖν τὸ παι‐ δίον ἄρτι τοῦ μαστοῦ ἀποσπασθὲν, οὐδὲ οὕτως ἀφ‐ ίσταται τῆς μητρὸς, ἀλλ’ ὀδυνώμενον, θρηνοῦν, δυσ‐ χεραῖνον, ἀλῦον, κλαυθμυριζόμενον, ὅμως ἔχεται τῆς τεκούσης, καὶ οὐκ ἂν ἀποσταίη· οὕτω κἀγὼ, φησὶ,
55καὶ ἐν θλίψει, καὶ ἐν στενοχωρίᾳ, καὶ ἐν πολλαῖς ὢν

55

.

379

συμφοραῖς, εἰχόμην τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως ἤμην, ἀνταποδοθείη, φησὶν, ἐπὶ τὴν ψυχήν μου, τουτέστι, δίκην δοίην τὴν ἐσχάτην. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
5Ὁρᾷς, ὅπερ ἔφην ἐξ ἀρχῆς, ὅτι ἐν μὲν τοῖς περὶ πί‐ στεως καὶ δογμάτων, καὶ αἰτίας οὐκ οὔσης, διηνεκῶς δεῖ καυχᾶσθαι, καὶ ὁ μὴ καυχώμενος ἀπόλωλεν· ἐν δὲ τοῖς κατορθώμασι τοῦ βίου, τοῦ καιροῦ καλοῦντος οὐδέποτε παραιτεῖσθαι δεῖ τὸ καυχᾶσθαι. Ποῖος δὲ
10καιρός; Πολλοὶ καὶ διάφοροι, ὧν καὶ εἷς ἐστι τὸ παιδεῦσαι τὸν ἀκροατήν. Ὃ δὴ καὶ οὗτος εἰδὼς, καὶ δεικνὺς, ὅτι διὰ τοῦτο λέγει αὐτοῦ τὰ κατορθώματα, ἵνα τὸν ἀκροατὴν ἐπισπάσηται πρὸς τὸν αὐτὸν ζῆλον, ἐπήγαγε λέγων· Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύ‐
15ριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Κἂν συμ‐ φοραὶ, φησὶ, κἂν ἀθυμίαι, κἂν πόλεμοι, κἂν αἰχμα‐ λωσίαι, κἂν ὁτιοῦν τῶν ἀδοκήτων περισταίη δεινῶν, σὺ τῆς ἐλπίδος ἔχου τῆς εἰς τὸν Θεὸν, καὶ τῆς προσ‐ δοκίας ἐκείνης, καὶ πάντως ἐπιτεύξῃ χρηστοῦ τοῦ
20τέλους, τοῦ Θεοῦ τῇ λύσει τῶν δεινῶν ἀμειβομένου σε τῆς καλῆς ταύτης ἐλπίδος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
24tΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ.
25Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. αʹ. Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν προγόνων μόνον ἀξιοῦσι σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώ‐ ματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν,
30ἐπιείκειαν, ταπεινοφροσύνην, πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο καὶ Μωϋσῆς. Ἦν γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ
35λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰου‐ δαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν γῆν εὐχῇ διελὼν, καὶ κεραυνοὺς ἄνωθεν ἐνεγκὼν, καὶ τοὺς μὲν καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος
40εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώ‐ πων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ’ ἀπ’ αὐτῶν τούτων τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐ‐
45τοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετη‐ ρίαν, ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ, καὶ τῶν οὐρανῶν ἄξια, τὴν ἐπιείκειαν μεθ’ ἧς τῷ δήμῳ διελέγετο. Ἐνῆν καὶ

55

.

379

(50)

ταῦτα λέγειν, καὶ ἕτερα τούτων πλείονα ἀπαριθμεῖν· ἀλλ’ εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ’ αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ’ ὧν βαρὺν καὶ σκλη‐
ρὸν καὶ ὀργίλον αὐτὸν εἶναι νομίζουσί τινες. Πῶς οὖνColumn end

55

.

380

δείξομεν; Εἰ πρότερον διακρίναιμεν, καὶ ὁρισαίμεθα, τί ποτέ ἐστι πραότης, καὶ τί τραχύτης. Οὐδὲ γὰρ τὸ πλήττειν, τραχύτητος ἁπλῶς, οὐδὲ τὸ φείδεσθαι, πραότητος· ἀλλὰ πρᾶος ἐκεῖνός ἐστιν, ὁ τὰ εἰς ἑαυτὸν
5πλημμελήματα φέρειν δυνάμενος, καὶ ὁ τοῖς ἀδικου‐ μένοις ἀμύνων, καὶ σφοδρὸς ἔκδικος τῶν ἐπηρεαζο‐ μένων γινόμενος· ὡς ὅ γε μὴ τοιοῦτος, νωθὴς, καὶ ὑπνηλὸς, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενος, οὐ πρᾶος, οὐδὲ ἐπιεικής. Τὸ παρορᾷν ἀδικουμένους, τὸ
10μὴ ἀλγεῖν ὑπὲρ τῶν ἀδικουμένων, μηδὲ θυμοῦσθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἀρετῆς, ἀλλὰ κακίας· οὐκ ἄρα πραότητος, ἀλλὰ νωθείας. Ὥστε αὐτὸ δὴ τοῦτο δεί‐ κνυσιν αὐτοῦ τὴν πραότητα, καὶ ὅτι οὕτως ἦν θερμὸς, ὡς καὶ προπηδᾷν, ἐν οἷς ἑτέρους ἀδικουμένους ἑώρα,
15κατέχειν οὐ δυνάμενος τὴν ὑπὲρ τοῦ δικαίου ἀγανά‐ κτησιν· ἡνίκα γοῦν αὐτὸς κακῶς ἔπασχεν, οὔτε ἠμύ‐ νατο, οὔτε ἐπεξῄει, ἀλλ’ ἔμεινε φιλοσοφῶν διηνεκῶς. Εἰ δὲ τραχὺς ἦν, καὶ ὀργίλος, οὐκ ἂν ὑπὲρ ἑτέ‐ ρων ὁ οὕτω ζέων καὶ διαθερμαινόμενος, ὑπὲρ τῶν αὐ‐
20τοῦ ἂν κατεδέξατο ἡσυχάσαι, ἀλλὰ πολὺ μᾶλλον τότε ἂν ἐξηγριώθη. Ἴστε γὰρ, ὅτι μᾶλλον ἐπὶ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις ἀλγοῦμεν. Ἐκεῖνος δὲ τῶν μὲν ἄλ‐ λων πασχόντων κακῶς, αὐτῶν οὐκ ἔλαττον τῶν πα‐ σχόντων ἠμύνετο· τὰ δὲ εἰς αὐτὸν γινόμενα πλημμε‐
25λήματα μετὰ πολλῆς παρέτρεχε τῆς καρτερίας, ἐν ἑκατέροις ἄκρος ὢν, καὶ τῷ μὲν τὸ μισοπόνηρον, τῷ δὲ τὸ μακρόθυμον ἐπιδεικνύμενος. Ἀλλὰ τί ποιεῖν ἐχρῆν, εἰπέ μοι; περιορᾷν τὴν ἀδικίαν γινομένην, καὶ εἰς τὸ πλῆθος ἐκβαῖνον τὸ κακόν; Ἀλλ’ οὐκ ἦν
30τοῦτο δημαγωγοῦ, οὐδὲ μακροθύμου τινὸς καὶ ἀνεξι‐ κάκου, ἀλλὰ νωθροῦ καὶ ἀναπεπτωκότος. Σὺ δὲ ἰατρῷ μὲν οὐκ ἐγκαλεῖς τὴν σηπεδόνα βαδίζουσαν κατὰ παντὸς τοῦ σώματος προαναστέλλοντι τῇ τομῇ, ἐκεῖ‐ νον δὲ τραχύτατον εἶναι φῂς, τὸν νόσον πολλῷ σηπε‐
35δόνος χαλεπωτέραν κατὰ παντὸς ῥέουσαν τοῦ δήμου βουληθέντα ἀναχαιτίσαι πληγῇ τραχυτέρᾳ; Ἀλλὰ ταῦτα ἀγνώμονος δικαστοῦ. Τὸν γὰρ προστάτην δήμου τοσούτου, καὶ ἔθνος οὕτω σκληρὸν ἄγοντα, καὶ τραχὺ καὶ δυσήνιον, ἐν προοιμίοις ἀναστέλλειν ἐχρῆν, καὶ
40ἐκ προθύρων ἀνακόπτειν, ὥστε μὴ περαιτέρω προ‐ βαίνειν τὸ δεινόν. Ἀλλὰ κατέδυσε, φησὶ, Δαθὰν, καὶ Ἀβειρών. Τί λέγεις; καὶ ἔδει περιιδεῖν ἱερωσύ‐ νην πατουμένην, καὶ Θεοῦ νόμους ἀνατρεπομένους, καὶ τὸ συνέχον ἅπαντα διαλυόμενον, λέγω δὴ τὸ τῆς
45ἱερωσύνης ἀξίωμα, καὶ πᾶσι βατὰ ποιῆσαι τὰ ἄδυτα, καὶ ἀπὸ τῆς περὶ τούτους ῥᾳθυμίας προθεῖναι τοῖς βουλομένοις τοὺς ἱεροὺς καταπατεῖν περιβόλους, καὶ πάντα ἄνω καὶ κάτω γίνεσθαι; Ἀλλὰ ταῦτα μάλιστα πραότητος οὐκ ἦν, ἀλλὰ ἀπανθρωπίας καὶ ὠμότητος,

55

.

380

(50)

τὸ περιιδεῖν τοσοῦτον κακὸν αὐξόμενον, καὶ φειδόμε‐ νον διακοσίων, ἀπολέσαι μυριάδας τοσαύτας. Εἰπὲ γάρ μοι, ὅτε ἐκέλευσε σφάξαι τοὺς προσήκοντας, τί ποιῆσαι ἐχρῆν, ὀργιζομένου Θεοῦ, τῆς ἀσεβείας αὐ‐ ξομένης, οὐδενὸς ὄντος τοῦ δυναμένου τῆς ὀργῆς αὐ‐
55τοὺς ἐξαρπάσαι; ἀφεῖναι τὴν ἐκ τῶν οὐρανῶν πληγὴν ἐπὶ τὰς φυλὰς ἁπάσας ἐνεχθῆναι, καὶ πανωλεθρίᾳ παραδοῦναι τὸ γένος, καὶ μετὰ τῆς κολάσεως περι‐
ιδεῖν καὶ τὴν ἁμαρτίαν ἀνίατον γινομένην; ἢ τιμωρίᾳ

55

.

381

καὶ φόνῳ σωμάτων ὀλίγων τό τε ἁμάρτημα ἀνελεῖν, τήν τε ὀργὴν ἀναχαιτίσαι, τόν τε Θεὸν ἵλεω κατα‐ στῆσαι τοῖς τὰ τοιαῦτα πεπλημμεληκόσιν; Ἂν οὕτως ἐξετάζῃς τὰ τοῦ δικαίου, ὄψει μάλιστα ἐντεῦθεν ὄντα
5αὐτὸν πραότατον. βʹ. Ἀλλὰ ταῦτα ἐκ τῶν εἰρημένων τοῖς φιλομαθέσιν ἀφέντες ἀναλέγειν, ἵνα μὴ τὸ πάρεργον τοῦ μετὰ χεῖ‐ ρας μεῖζον ποιήσωμεν, ἐπὶ τὸ προκείμενον ἴωμεν. Τί δὲ ἦν τὸ προκείμενον; Μνήσθητι, Κύριε, τοῦ
10Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμο‐ σε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Προθεὶς εἰπεῖν περὶ πραότητος, ἀφεὶς διηγήσασθαι τὰ κατὰ τὸν Σαοὺλ, τὰ κατὰ τοὺς ἀδελφοὺς, τὰ τοῦ Ἰωνάθαν, τὴν μακροθυμίαν τὴν ἐπὶ τοῦ στρατιώτου τοῦ μυρίοις αὐ‐
15τὸν περιβαλόντος ὀνείδεσιν, ἕτερα πλείονα τούτων, ἐφ’ ἕτερον κεφάλαιον ἄγει τὸν λόγον, ὃ ζήλου μάλιστα ἦν πολλοῦ. Τίνος δὲ ἕνεκεν τοῦτο ποιεῖ; Δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἐπειδὴ τούτῳ μάλιστα ἐπιτέρπεται ὁ Θεός· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ’ ἢ ἐπὶ τὸν
20πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λό‐ γους; ἑτέρου δὲ, ἐπειδὴ τὸ κατεπεῖγον τοῦτο μάλιστα ἦν, ἀνάστασις ναοῦ, καὶ οἰκοδομὴ πόλεως, καὶ ἡ τῆς παλαιᾶς πολιτείας ἀπόδοσις, πρὸς τοῦτο μάλι‐ στα ἐπείγει τὸν λόγον, καὶ τὸ μὲν ὡς δῆλον καὶ ὡμο‐
25λογημένον παρίησι· τὸ δὲ πᾶσι καταφανὲς, τὸ τῆς πραότητος· οὗ δὴ μάλιστα ἐδεῖτο εἰς τὸ προκείμε‐ νον, τοῦτο εἰς μέσον φέρει. Τί γὰρ ἐπεθύμουν ἰδεῖν; Τὸν ναὸν ἀναστάντα, καὶ τὴν παλαιὰν ἁγιαστίαν ἀπο‐ δοθεῖσαν. Ἐπεὶ οὖν ἐν τούτῳ μάλιστα ἔλαμψεν ὁ
30Δαυῒδ, ὥσπερ ἀμοιβὴν τῆς ἐκείνου σπουδῆς ἀπαιτεῖ τὸν Θεὸν τοῦ ναοῦ τὴν οἰκοδομὴν, καί φησι· Μνή‐ σθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραό‐ τητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου
35μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Καὶ τί τοῦτο πρὸς σέ;
40Ὅτι ἐκείνου, φησὶν, ἔκγονός εἰμι, καὶ ἐπεὶ ἐκεῖνον ἀποδεξάμενος τῆς σπουδῆς, ἔφησας στήσειν αὐτοῦ τὸ γένος καὶ τὴν βασιλείαν, διὰ τοῦτο ταύτας ἀπαιτοῦ‐ μεν τὰς συνθήκας νῦν. Καὶ οὐκ εἶπεν, ἕως οὗ οἰκοδο‐ μήσω (τοῦτο γὰρ αὐτῷ οὐκ ἐφεῖτο), ἀλλ’, Ἕως οὗ
45εὕρω τόπον τῷ Κυρίῳ καὶ σκήνωμα. Εἶτα τὸν μὲν οἰκοδομήσαντα παρατρέχει· τὸν δὲ ἐπαγγειλάμενον εἰς μέσον τίθησιν, ἵνα μάθῃς πόσον ἐστὶ γνώμη ὀρθὴ ἀγαθὸν, καὶ πῶς ἀεὶ τῇ προαιρέσει τὸν μισθὸν ὁ Θεὸς ὁρίζειν εἴωθε· διὰ δὴ τοῦτο αὐτοῦ μέμνηται μᾶλλον,

55

.

381

(50)

ἐπειδὴ καὶ αὐτὸς μᾶλλόν ἐστιν ὁ ᾠκοδομηκὼς, ἢ ὁ παῖς. Ὁ μὲν γὰρ ἐπηγγείλατο, ὁ δὲ ἐπετάγη. Καὶ ὅρα αὐτοῦ τὴν προθυμίαν. Οὐ μόνον εἰς οἰκίαν φησὶν οὐκ εἰσελεύσεσθαι, οὐδὲ εἰς κλίνην ἀναβήσεσθαι, ἀλλ’ οὐδὲ ἃ ἀπὸ τῆς φυσικῆς ἀνάγκης ἦν, οὐδὲ τού‐
55των ἀπολαύσεσθαι μετὰ ἀδείας, ἕως οὗ εὕρῃ τό‐ πον καὶ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὧν τὰ ἐναντία
αὐτοὶ ἐνεκαλοῦντο παρὰ τοῦ Θεοῦ, λέγοντος· ὙμεῖςColumn end

55

.

382

μὲν Οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκός μού ἐστιν ἔρημος. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὅρα πάλιν καὶ ἐντεῦθεν τὴν σπουδὴν, καὶ τὴν μεμεριμνημένην ψυχήν.
5Ὁ βασιλεὺς λέγει, Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ, ὁ πάντων κρατῶν. Οὐ γὰρ ἁπλῶς οἰκοδομῆσαι ἐβούλετο, ἀλλ’ ἐν ἐπιτηδειο‐ τάτῳ χωρίῳ, καὶ σφόδρα τῷ ναῷ πρέποντι, καὶ ζη‐ τήσεως ἐδεῖτο· οὕτως ἦν ἄγρυπνος τῇ ψυχῇ. Ἰδοὺ
10ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὰ παλαιὰ διηγεῖται νῦν, δεικνὺς ὅτι καὶ ἔμπροσθεν πολὺν περιῄει χρόνον ἡ κιβωτὸς, τόπον ἐκ τόπου ἀμείβουσα· διὰ τοῦτό φησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά· τουτέστι,
15ταῦτα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, ταῦτα ἐξ ἀκοῆς κατέχομεν, ὅτι καὶ τότε περιιοῦσα πανταχοῦ, ἐν πεδίοις καὶ ἀγροῖς, ἡδράσθη μετὰ ταῦτα· τοῦτο δὴ γενέσθω καὶ νῦν. Ἐφραθὰ ἐνταῦθα τὴν Ἰούδα λέγει φυλὴν, εἰς ἣν μετὰ τὴν πολλὴν περίοδον εἰσηνέχθη.
20Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσ‐ κυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Εἶδες πόσῃ παχύτητι κέχρηται τῆς λέξεως διὰ τὴν πολλὴν τῶν ἀκουόντων ἀναισθησίαν, σκηνώ‐ ματα λέγων τοῦ Θεοῦ, καὶ πόδας, καὶ τόπον, ἔνθα
25ἔστησαν οἱ πόδες. Ταῦτα δὲ πάντα τὸν τόπον λέγει τῆς κιβωτοῦ, ἐπειδὴ ἐκεῖθεν αἱ φρικταὶ φωναὶ ἐφέ‐ ροντο περὶ τῶν ἐν τοῖς Ἰουδαίοις πραγμάτων λύου‐ σαι τὰ ἀσαφῆ, καὶ περὶ τῶν μελλόντων προλέγου‐ σαι. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
30σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἕτερος. Τῆς ἰσχύος σου. Ἄλλος, Τοῦ κράτους σου· ἀμφό‐ τερα δὲ ἀληθῆ. Καὶ γὰρ ἡ ἁγιωσύνη ἐκεῖθεν ἐδίδοτο, καὶ ἁγιωσύνης ἦν ποιητικὰ τὰ γράμματα τὰ ἐπι‐ κείμενα, καὶ ἰσχύος.
35 γʹ. Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς ἐνε‐ δείξατο δι’ αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ
40τῶν ἄλλων δὲ, δι’ ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς σου ἐνδύσονται
45δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος, Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰ‐ τοῦντος τὴν τῆς ἀρετῆς κτῆσιν. Δικαιοσύνην δὲ ἐν‐ ταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην, τὴν λα‐

55

.

382

(50)

τρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα οἰκοδομὴν, οὐκ ἀφθονίαν ὠνίων, οὐ
55τὴν ἄλλην εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων πλή‐ ρωμα, τὴν ἁγιαστίαν, τὴν λατρείαν, τὴν ἱερωσύνην. Εἶτα ἐπειδὴ ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρ‐ τήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει
60πάλιν λέγων· Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου; Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον, φησὶν, οὐδ’ ὅτι το‐
σαύτην σπουδὴν ἐποιήσατο πρὸς τὸ τὸν ναὸν ἀνα‐

55

.

383

στῆσαι, ἀλλ’ ὅτι καὶ συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος
5τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ Δαυῒδ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ διηγή‐
10ματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ φανῆναι πολιτείας, ὅπερ μέγιστον ἔχει κεφάλαιον, τοῦτο προβάλλεται, τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοι‐ λίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ’ οὐχ
15ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ
20τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσο‐ μεν καὶ ἀκουσόμεθα. Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον ἄγει τὸν
25λόγον, πανταχόθεν κινῶν λόγους παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετί‐ σατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατά‐ παυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος
30τὸν τόπον ἐξελέξατο, ἀλλ’ ὁ Θεὸς αὐτὸν ἐψηφίσατο, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω
35ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕτερος, Τὸν ἐπισιτισμόν. Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται
40πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν ἀναγκῶν, εἴ ποτε τὸν Θεὸν ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν παρ’ αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν
45τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴω‐ θεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἀσθένειαν διορθουμένης. Τοῦτο οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν αὐτῆς εὐλογήσειν,

55

.

383

(50)

τουτέστι, τὴν τῶν ἀναγκαίων ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς χορ‐ τάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτη‐ ρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιά‐ σονται. Ἐκεῖ ἐξανατελῶν κέρας τῷ Δαυΐδ· ἡτοί‐
55μασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθή‐
σει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίανColumn end

55

.

384

συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐν‐ δεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ. Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντί‐
5ληψιν, ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ τούτων τὸ μέγι‐ στον τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ μηδένα εἶναι τὸν λυ‐ μαινόμενον τοῖς καλοῖς τούτοις. Καὶ οὐκ εἶπεν ἀπώ‐ λειαν ἁπλῶς, ἀλλ’ αἰσχύνην, βουλόμενος ὥστε ζῶντας
10ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι, καὶ μαρτυρεῖν δι’ ὧν πάσχουσι τὴν ἰσχὺν καὶ τὴν εὐημερίαν τῷ ἔθνει τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμα ἕτερος Τὸ κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ.
15Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ’ οὖν ἐστι τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν. Ἅπερ ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ, ταῦτα μενεῖ ἀν‐ θοῦντα, φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ κατα‐
20πίπτοντα· ἀλλὰ ταῦτα πάντα ἔσται, τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τού‐ του; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις τοῦ Θεοῦ παρ‐ έχουσιν ἡμῖν τὰ ἀγαθὰ, ἂν μὴ καὶ ἡμεῖς τὰ παρ’
25ἑαυτῶν ποιῶμεν, οὐδὲ χρὴ τούτοις προσέχοντας ἀναπεπτωκέναι, καὶ ὑπτίους εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει,
30τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων. Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ κατα‐ πέσωμεν, μήτε διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόν‐
35των ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
38tΕΙΣ ΤΟΝ ΡΛΒʹ ΨΑΛΜΟΝ.
39Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν (ἄλλος, Ἰδοὺ τί
40 ἀγαθὸν, καὶ τί καλόν), ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πολλὰ τῶν πραγμάτων ἐστὶ μὲν καλὰ, τὸ δὲ τερ‐ πνὸν οὐκ ἔχει· ἕτερα ἡδονὴν μὲν ἔχει πάλιν, τοῦ καλλίστου δὲ ἀπεστέρηται· ἀμφότερα δὲ συνελ‐
45θεῖν, οὐ σφόδρα εὔπορον. Ἀλλ’ ἐπὶ τούτου τοῦ εἰρη‐ μένου ἀμφότερα ταῦτα συνδεδράμηκε, καὶ ἡδονὴ, καὶ τὸ κάλλιστον. Τοῦτο γὰρ μάλιστα ἡ ἀγάπη κέκτηται· μετὰ τῆς ὠφελείας καὶ τὸ ῥᾷστον ἔχει, καὶ ἡδύ. Ταύτην γοῦν καὶ ἐνταῦθα ἀνυμνεῖ. Οὐ γὰρ ἁπλῶς

55

.

384

(50)

τὴν οἴκησιν εἶπεν, οὐδὲ τῷ ἑνὶ συνέχεσθαι οἰκίσκῳ, ἀλλ’ ἐπὶ τὸ αὐτὸ κατοικεῖν, τουτέστι, μετὰ ὁμοφωνίας καὶ ἀγάπης· τοῦτο γὰρ ποιεῖ ψυχὴν εἶναι μίαν. Εἶτα εἰπὼν καλὸν καὶ τερπνὸν, σαφέστερον ποιῶν τὸν λό‐ γον, καὶ εἰς παράδειγμα ἐκφέρει τὸ εἰρημένον, καὶ
55σωματικὰς εἰκόνας τίθησι, δυναμένας σαφεστέραν τῷ ἀκροατῇ παραστῆσαι τὴν ὄψιν. Τίνες δέ εἰσιν αἱ εἰκόνες ὅρα. Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖ‐ νον ἐπὶ τὸν πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, τὸ
καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ.

55

.

385

Οὗτος γὰρ ἀρχιερεὺς ὢν, ἐχρίετο τῷ μύρῳ τούτῳ, καὶ κατεστάζετο πάντοθεν, καὶ σφόδρα ἐπίχαρις ἦν τοῖς ὁρῶσι, καὶ ἡδὺς, καὶ ἐπέραστος ἀπὸ τῆς ἀλεί‐ ψεως ταύτης. Ὥσπερ οὖν ἐκεῖνος, φησὶν, ὁ ἠλειμ‐
5μένος τῷ μύρῳ τούτῳ, ἐμπρέπει τῷ σχήματι, φαι‐ δρός ἐστι τῷ προσώπῳ, πολλῆς εὐωδίας ἐμπέπλη‐ σται, χάριν παρέχει τοῖς ὁρῶσιν ὀφθαλμοῖς· οὕτω καὶ τοῦτό ἐστι καλόν· καὶ ὥσπερ ἐκεῖνο τὸ θέαμα οὐ μόνον ὡραῖόν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ τέρπει τὰς
10ὄψεις· οὕτω καὶ τοῦτο τῇ ψυχῇ τὴν ἡδονὴν ἐντίθησιν. Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Καὶ ἑτέραν εἰκόνα παρήγαγε πολλὴν τὴν ἡδονὴν ἔχουσαν, καὶ τῷ θεατῇ τὴν τέρψιν παρεχο‐ μένην. Ταῦτα δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἐπειδὴ
15πρὸ τῆς αἰχμαλωσίας αἱ δέκα φυλαὶ καὶ αἱ δύο διε‐ σπαρμέναι ἦσαν, καὶ τοῦτο πολλῆς παρανομίας αἴτιον γέγονε, καὶ εἰς στάσεις, καὶ φιλονεικίας, καὶ πολέ‐ μους αὐτοὺς ἐνέβαλεν, ἵνα μὴ ταῦτα γένηται παραι‐ νεῖ, καὶ συμβουλεύει μηκέτι διεσπάσθαι τὸν δῆμον,
20ἀλλ’ ὁμοῦ κατοικεῖν, καὶ συνῆφθαι, καὶ ὑπὸ ἑνὶ τάττεσθαι δημαγωγῷ καὶ βασιλεῖ, καὶ τὴν ἀγάπην εἶναι ῥέουσαν ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους, ὥσπερ οὖν καὶ τὴν δρόσον διὰ πάντων διαβαίνουσαν. Καὶ παραβάλλει τὴν ἀγάπην μύρῳ καὶ δρόσῳ, δι’ ἐκεί‐
25νου μὲν τὴν εὐωδίαν, διὰ τούτου δὲ τὴν ἀνάπαυσιν καὶ τὸ τερπνὸν τῆς ὄψεως παραστῆσαι βουλόμενος. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ποῦ, Ἐκεῖ; Ἐν τῇ τοιαύτῃ κατοικήσει, ἐν τῇ τοιαύτῃ συμφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοφωνίᾳ, ἐν τῇ τοιαύτῃ
30ὁμοσκηνίᾳ. Καὶ γὰρ εὐλογία τοῦτό ἐστιν, ὥσπερ οὖν τὸ ἐναντίον ἀρά. Διὸ καί τις ἐπαινεῖ τοῦτο λέγων· Φιλία ἀδελφῶν, καὶ ὁμόνοια τῶν πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἀλλήλοις συμπεριφερόμενοι. Καὶ ἕτερος αἰνιγματωδῶς αἰνιττόμενος τὸ ἰσχυρὸν αὐτοῦ,
35λέγει· Ἐὰν κοιμηθῶσιν οἱ δύο, καὶ θέρμη αὐτοῖς, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀποῤῥαγή‐ σεται. Καὶ γὰρ καὶ τὴν ἡδονὴν ἐνταῦθα καὶ τὴν ἰσχὺν ἐνδείκνυται, καὶ ἐμφαίνει ὅτι καὶ ἡσυχάζουσι πολλὴ ἔσται ἡ ἡδονὴ, καὶ ἐνεργοῦσι πολλὴ ἡ ἰσχύς. Καὶ πά‐
40λιν, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Καὶ ὁ Χριστὸς δέ φησιν, Οὗ ἐὰν ὦσι δύο, ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ αὕτη δὲ ἡ φύσις τοῦτο ἀπαιτεῖ. Διὸ καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον διαπλάττων
45ἔλεγεν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· καὶ ποιῶν τὸ ζῶον τοῦτο, τὴν γυναῖκα λέγω, τῇ τῆς χρείας ἀνάγκῃ συνέδησεν ἀνδρὶ, διὰ μυρίων τρόπων ἡμᾶς πρὸς ἀλλήλους συνάγων. Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Καλῶς τοῦτο προσέθηκεν. Ἔνθα γὰρ ἡ ἀγάπη, πολλὴ

55

.

385

(50)

ἡ ἀσφάλεια, πολλὴ ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Αὕτη γὰρ μήτηρ τῶν ἀγαθῶν, αὕτη ῥίζα καὶ πηγὴ, αὕτη πο‐ λέμων ἀναίρεσις, φιλονεικίας ἀφανισμός. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγε, Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ὥσπερ γὰρ ἡ στάσις καὶ ἡ φιλονεικία θανάτους
55ἐργάζεται, καὶ θανάτους ἀώρους· οὕτω καὶ ἡ ἀγάπη καὶ ἡ ὁμοφωνία εἰρήνην καὶ ὁμόνοιαν· ὅπου δὲ εἰρήνη καὶ ὁμόνοια, τὰ τῆς ζωῆς μετὰ ἀδείας ἐστὶ καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τί δεῖ λέγειν τὰ παρόντα;
Τὸν γὰρ οὐρανὸν ἡμῖν αὕτη χαρίζεται, καὶ τὰ ἀπόῤ‐Column end

55

.

386

ῥητα ἀγαθὰ, καὶ βασιλίς ἐστι τῶν ἀρετῶν. Ταῦτ’ οὖν εἰδότες, μετὰ ἀκριβείας αὐτὴν διώκωμεν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελ‐ λόντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
5καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8tΕΙΣ ΤΟΝ ΡΛΓʹ ΨΑΛΜΟΝ.
9Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι
10 Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου. Ἐνταῦθα κατέλυσε τοὺς περὶ τῶν ἀναβαθμῶν ψαλμοὺς, εἰς καλὸν τέλος κατακλείσας τὸν λόγον, εὐφημίαν τε καὶ εὐλογίαν. Δούλους δὲ Κυρίου βού‐ λεται εἶναι οὐ κατὰ τὰ δόγματα μόνον, ἀλλὰ καὶ κατὰ
15τὴν τῆς πολιτείας ἀκρίβειαν· διὸ καὶ προσέθηκεν, Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν. Τὸν γὰρ ἀκάθαρτον καὶ βέβηλον οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν περιβόλων θέμις. Ὥστε εἴ τις ἄξιός ἐστιν ἐπιβαίνειν, καὶ εὐλογεῖν ἄξιός ἐστιν. Ὁ
20γὰρ οἶκος τοῦ Θεοῦ τῷ οὐρανῷ ἔοικε· καὶ καθάπερ ἐκεῖ τῶν ἀντικειμένων δυνάμεων μηδεμίαν ἐπιβῆναι θέμις, οὕτως οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννόησον ἡλίκης ἀπολαύεις τῆς ἀξίας, ἄνθρωπε, ὅπου γε καὶ αὐτὸς ἐγένου ναὸς, ὅσην δίκαιος ἂν εἴης
25παρέχειν καθαρότητα. Πῶς δὲ ἂν παράσχοις τὴν καθαρότητα; Εἰ πάντα λογισμὸν πονηρὸν ἐκβάλοις, εἰ διαβολικαῖς ἐνεργείαις ἄβατον ποιήσῃς τὸ χωρίον τῆς διανοίας, εἰ καθάπερ ἐν ἀδύτοις ἁγίοις μένεις καλλωπίζων τὴν διάνοιαν τὴν σαυτοῦ. Εἰ γὰρ ἐπὶ τοῦ
30ναοῦ τοῦ Ἰουδαϊκοῦ οὐ πᾶς τόπος ἅπασιν ἦν βατὸς, ἀλλὰ πολλοὶ καὶ διάφοροι διορισμοὶ, καὶ ὁ μὲν τοῖς προσηλύτοις, ὁ δὲ τοῖς ἐξ ἀρχῆς Ἰουδαίοις, ὁ δὲ τοῖς ἱερεῦσιν, ὁ δὲ τῷ ἀρχιερεῖ μόνῳ, καὶ οὐδὲ τούτῳ ἀεὶ, ἀλλ’ ἅπαξ τοῦ ἐνιαυτοῦ· πόσης ἐννόησον
35ἁγιωσύνης σοι δεῖ τῷ πολλῷ μείζονα σύμβολα δεξα‐ μένῳ, ὧν ἐδέξατο τὰ ἅγια τῶν ἁγίων τότε. Οὐ γὰρ Χερουβὶμ ἔχεις, ἀλλ’ αὐτὸν τὸν τῶν Χερουβὶμ Δεσπό‐ την ἔχεις ἐνοικοῦντα, οὐδὲ στάμνον, καὶ μάννα, καὶ πλάκας λιθίνας, καὶ τὴν ῥάβδον τὴν Ἀαρὼν, ἀλλὰ
40σῶμα καὶ αἷμα δεσποτικὸν, καὶ Πνεῦμα ἀντὶ τοῦ γράμματος, καὶ χάριν ὑπερβαίνουσαν λογισμὸν ἀν‐ θρώπινον, καὶ δωρεὰν ἀνεκδιήγητον. Ὅσῳ δὲ μειζόνων ἠξιώθης συμβόλων καὶ φρικτῶν μυστηρίων, τοσούτῳ μείζονος εἶ ὑπεύθυνος τῆς ἁγιωσύνης, καὶ πλείονος
45κολάσεως, εἰ παραβαίης τὰ ἐπιτεταγμένα. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἕτε‐ ρος, Ἁγίως. Ἄλλος, Ἡγιασμένως. Καὶ εὐλογεῖτε τὸν Κύριον. Διὰ τί φησιν, Ἐν νυξί; Παιδεύων ἡμᾶς μὴ τὴν πᾶσαν αὐτὴν εἰς ὕπνον δαπανᾷν, καὶ δεικνὺς

55

.

386

(50)

τότε καθαρωτέρας εἶναι τὰς εὐχὰς, ὅτε καὶ κουφότε‐ ρος ὁ νοῦς, καὶ πλείων ἡ σχολή. Εἰ δὲ ἐν νυκτὶ πα‐ ραγίνεσθαι εἰς τὰ ἅγια δεῖ, ἐννόησον ποίας τεύξεται συγγνώμης ὁ μηδὲ οἴκοι κατὰ τὸν καιρὸν ἐκεῖνον εὐχὰς ἐπιτελῶν. Ὁ μὲν γὰρ Προφήτης ἀνίστησί σε ἀπὸ
55τῆς κλίνης, καὶ πρὸς τὸν ναὸν ἄγει, κελεύων ἐνταῦθα διανυκτερεύειν· σὺ δὲ οὐδὲ οἴκοι καθήμενος τοῦτο ποιεῖς. Καλῶς δὲ εἶπεν, Ἁγίως, δηλῶν ὅτι χωρὶς διαλογισμῶν πονηρῶν εὔχεσθαι δεῖ, χωρὶς μνησικα‐ κίας, χωρὶς πλεονεξίας, χωρὶς ἄλλης τινὸς τοιαύ‐
60της ἁμαρτίας, λυμαινομένης τὴν διάνοιαν. Καὶ
εὐλογεῖτε τὸν Κύριον. Τοῦτο γὰρ μάλιστά ἐστιν

55

.

387

εὐλογία ἠκριβωμένη, ὅταν μετὰ τῶν ῥημάτων καὶ ὁ βίος σύμφωνα φθέγγηται, καὶ διὰ τῶν ἔργων δοξά‐ σῃς τὸν ποιήσαντά σε Θεὸν, κατὰ τὸ Εὐαγγέλιον τὸ λέγον· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐
5θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Τουτέστιν, ἂν ταῦτα ποιῇς, τεύξῃ καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας, ἂν διανυκτε‐
10ρεύῃς, ἂν εὔχῃ ἁγίως, ἂν ἄξιος ᾖς τοῦ ἑστάναι ἐν τῷ οἴκῳ Κυρίου, ἂν σαυτὸν ναὸν ἐπιτήδειον παράσχῃς. Παραινέσας τοίνυν ὡς ἐχρῆν, λοιπὸν εἰς εὐχὴν κα‐ τακλείει τὸν λόγον. Τοῦτο γὰρ ἀρίστου διδασκάλου, καὶ τῇ συμβουλῇ διορθοῦν τὸν ἀκροατὴν, καὶ ταῖς
15εὐχαῖς νευροῦν. Τί βούλεται δηλοῦν διὰ τοῦ εἰπεῖν, Ἐκ Σιών; Ποθεινὸν αὐτοῖς τὸ ὄνομα ἦν, καὶ ἐκεῖ τῆς ἁγιαστίας ἁπάσης ἡ ὑπόθεσις ἐτελεῖτο. Διὰ δὴ τοῦτο ἐπεύχεται αὐτοῖς ἀπολαβεῖν τὴν προτέραν πολιτείαν, καὶ ἐν ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ, καὶ
20ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα, καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐ‐ τὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ
25τὴν γῆν. Ἀλλ’ ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν παν‐ δοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ
30τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ συμβαίνων. Τοῦτο τοίνυν κατορ‐ θώσαντες, πανταχοῦ τὸν Θεὸν καλῶμεν, καὶ παρα‐ στήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελ‐
35λόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39tΕΙΣ ΤΟΝ ΡΛΔʹ ΨΑΛΜΟΝ.
40Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύ‐ ριος. αʹ. Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ
45τὴν διὰ τῶν αἴνων. Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. Διὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέ‐ σει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Συνεχῶς δὲ μέμνηται τοῦ

55

.

387

(50)

οἴκου καὶ τῶν αὐλῶν, προσηλῶν αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν. Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο αὐτὸν ἐνομοθέτησεν ἀνεγείρειν, ὥστε πάσης ἀσεβείας τε καὶ εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ
55μὴ ἀπαυθαδιαζομένους καὶ ἐλευθεριάζοντας πανταχοῦ πλανᾶσθαι, καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς, καὶ ὄρη ὑπόθεσιν λαμβάνειν εἰς ἀσεβείας ἀφορμὴν, θύον‐ τας ἐκεῖ, καὶ σπένδοντας ἐπὶ τῶν ὑψηλῶν. Διὰ δὴ τοῦτο καὶ φόνῳ κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ,
60λέγων· Ὃς ἂν μὴ ἐνέγκῃ εἰς τὴν σκηνὴν καὶ θύσῃ,
αἷμα αὐτῷ λογισθήσεται. Τούτου χάριν πανταχόθενColumn end

55

.

388

αὐτοὺς εἰς τὸν τόπον ἐκεῖ συνάγει, ἵνα καὶ ἀκούον‐ τες σωφρονῶσιν, καὶ τῆς πεπλανημένης ἀπέχωνται διανοίας. ᾌδειν δὲ καὶ ψάλλειν παρακελεύεται καὶ αἰνεῖν, ὅτι οἱ αἶνοι οἱ εἰς τὸν Θεὸν γινόμενοι καὶ εὐ‐
5σεβείας ἦσαν ὑποθέσεις αὐτοῖς, τὰ παλαιὰ ἔχοντες διηγήματα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας, τὰ περὶ τοῦ νόμου, τὰ ἐν τῷ Σινᾷ ὄρει, τὰ τῶν πολέμων· καὶ τὸ αὐτὸ ὁμοῦ τε εἰς τὸν Θεὸν εὐφημία ἐγίνετο, ὁμοῦ τε τοῖς ᾄδουσι διδασκα‐
10λίας ὑπόθεσις, καὶ τὸν βίον ῥυθμίζουσα, καὶ πρὸς δογμάτων ἀκρίβειαν χειραγωγοῦσα. Αἰνεῖτε τὸν Κύ‐ ριον, ὅτι ἀγαθὸς Κύριος. Ἄλλος φησὶν, Ὅτι χρη‐ στός. Ὅπερ μάλιστα τοῖς ἀκούουσι ποθεινὸν, τοῦτο συνεχῶς τίθησι, τὴν φιλανθρωπίαν, τὸν ἔλεον, τὴν
15χρηστότητα. Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τοῦτό φησι δεικνὺς ὅτι ἔχει τινὰ καὶ καθ’ ἑαυτὸ ἡδονὴν τὸ πρᾶγμα μετὰ τῆς ὠφελείας. Τὸ μὲν γὰρ κέρδος αὐτοῦ τὸ προηγούμενον, τὸ εἰς τὸν Θεὸν ὕμνους
20λέγειν, τὸ τὴν ψυχὴν ἐκκαθαίρειν, τὸ μετάρσιον ποιεῖν τὸν λογισμὸν, τὸ παιδεύεσθαι δόγματα ἀκριβῆ, τὸ φιλοσοφεῖν περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Ἔχει δὲ μετὰ τούτων διὰ τῆς μελῳ‐ δίας καὶ ἡδονὴν πολλὴν καὶ παραμυθίαν τινὰ καὶ
25ἄνεσιν, καὶ σεμνὸν ποιεῖ τὸν ᾄδοντα. Καὶ ὅτι τοιού‐ τους ἐργάζεται, δῆλον ἐκ τοῦ τὸν μὲν τῶν ἑρμηνευ‐ τῶν εἰπεῖν, Ὅτι εὐπρεπὲς, τὸν δὲ, Ὅτι ἡδύ. Ἀμφότεροι δὲ τὰ ἀληθῆ λέγουσι. Κἂν γὰρ μυριάκις ἀσελγὴς ὁ ψάλλων ᾖ, αἰδούμενος τὸν ψαλμὸν, κατα‐
30κοιμίζει τῆς ἀσελγείας τὴν τυραννίδα· κἂν μυρίοις ᾖ κακοῖς βεβαρημένος, καὶ ὑπὸ ἀθυμίας κατεχόμε‐ νος, κατακηλούμενος ὑπὸ τῆς ἡδονῆς, κουφίζει τὸν λογισμὸν, πτεροῖ τὴν διάνοιαν, καὶ μετάρσιον ἐργά‐ ζεται τὴν ψυχήν. Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ
35ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Οὐ λέγει τὰς κοινὰς εὐεργεσίας, ἃς μετὰ τῶν ἄλλων ἔχου‐ σιν, ἀλλὰ τὴν ἰδίαν καὶ ἐξαίρετον αὐτῶν. Τίς δὲ αὕτη ἦν; Τὸ τὸν λαὸν ἐκλέξασθαι, καὶ ἑαυτῷ ἀναθεῖναι, καὶ ἰδιάζουσάν τινα παρὰ τοὺς ἄλλους εἰς αὐτοὺς
40πρόνοιαν ἐπιδείξασθαι. Καὶ πανταχοῦ τοῦτο ποιοῦσιν οἱ προφῆται, ἀπὸ τῶν εἰς ἑαυτοὺς εὐεργεσιῶν τὰ πολλὰ τῶν λόγων ὑφαίνοντες. Τί δέ ἐστιν, Εἰς περι‐ ουσιασμὸν ἑαυτῷ; Εἰς πλοῦτον, εἰς περιουσίαν. Εἰ γὰρ καὶ ὀλίγον τὸ ἔθνος, ἀλλὰ τοῦτο ὡς πλοῦτον
45ἑαυτῷ ἐξελέξατο, οὐ τῇ ὀλιγότητι, ἀλλὰ τῇ ἀρετῇ προσέχων, πρὸς ἣν αὐτοὺς χειραγωγῆσαι βουλόμενος ἐκλέγεται, ὡς τῶν ἄλλων ἀνθρώπων οὐ τοσοῦτον αὐτῷ ποιούντων πλοῦτον, ὅσον οὗτος ὁ δῆμος, ὡς τοῦτο καὶ γέγονεν ἀπό τε τῆς εὐνοίας τοῦ ἑλομένου, ἀπό

55

.

388

(50)

τε τῆς παιδαγωγίας αὐτῶν. Οἶδε γὰρ πλοῦτον ὁ Παῦ‐ λος τὴν σωτηρίαν τῶν ἀνθρώπων καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ γὰρ αὐτὸς Κύριος πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Καὶ πάλιν· Τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Ὁρᾷς πῶς τὴν ἀγάπην
55ἐνεδείξατο τοῦ Θεοῦ τὴν περὶ αὐτοὺς, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν διάθεσιν, ὅπου γε περιουσιασμὸν αὐτοὺς ἐκάλεσε. Δι’ ἀμφοτέρων τοίνυν τούτων δείκνυ‐ σιν αὐτοῦ τὴν ἐξαίρετον περὶ αὐτοὺς πρόνοιαν, ὅτι τε
ἐξελέξατο, ὅτι τε εἰς περιουσιασμὸν ἑαυτῷ. Εἶδες πῶς

55

.

389

παρέστησεν αὐτοῦ τὴν φιλανθρωπίαν; Διὰ τοῦτο ἀρ‐ χόμενος ἔλεγεν· Αἰνεῖτε αὐτὸν, ὅτι ἀγαθὸς Κύριος. Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος. Ἰδοὺ καὶ ἄλλην αἰτίαν τίθησι τοῦ ὑμνεῖν. Εἰπὲ δή μοι· σὺ
5ἔγνωκας, οἱ δὲ ἄλλοι οὐκ ἴσασι; Ἴσασι μὲν, οὐχ οὕ‐ τως δὲ ὡς ἐγώ. Τῶν γὰρ μάλιστα ἁγίων καὶ ἀναβε‐ βηκότων ἐστὶ τὸ ἀκριβέστερον εἰδέναι αὐτοῦ τὴν με‐ γαλωσύνην, οὐ πᾶσαν, ἥτις ἐστὶ (τοῦτο γὰρ ἀδύνα‐ τον), ἀλλὰ τῶν ἄλλων σαφέστερον. Καὶ ὁ Κύριος
10ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἰδοὺ, φησὶν, ὁ εἰπὼν ὅτι μέγας Κύριος, καὶ ὅτι σὺ ἔγνωκας, προϊὼν ἐλατ‐ τοῖ τὸν λόγον, καὶ συγκρίνει αὐτὸν τοῖς ἄλλοις, καὶ κατὰ σύγκρισιν αὐτῷ δίδωσι τὴν ὑπεροχήν. Οὐδα‐ μῶς, φησὶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων
15τότε διελέγετο, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων ἐπὶ τοῦτο. Οὐ σφόδρα γὰρ παραστατικὸν τοῦτο τοῦ μεγά‐ λου, τὸ μείζονα τὸν Θεὸν λέγεσθαι, καὶ ὑπὲρ ἐκείνους εἶναι μέγαν· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, συμμετρεῖ τὸν λόγον ἐν τῇ εὐτελείᾳ τῶν ἀκροατῶν, κατὰ μικρὸν
20αὐτοὺς ἀνάγων. Καὶ γὰρ ἀγαπητὸν ἦν αὐτοὺς τέως τοῦτο ἀκοῦσαι, καὶ πεισθῆναι. βʹ. Ἐπεὶ ὅτι πάντων ἀσυγκρίτως ὑπερέχει, διὰ τῶν ἑξῆς δηλοῖ, τεκμήριον αὐτοῦ τῆς δυνάμεως τιθεὶς μέγιστον, καὶ δηλῶν, ὅτι καὶ τὰ πρότερα διὰ τὴν
25ἀσθένειαν τῶν ἀκροατῶν εἴρηται· διά τοι τοῦτο ὅταν μὲν ἀποφαίνηται, μικρὰ λέγει· ὅταν δὲ κατασκευάζῃ καὶ ἀποδεικνύῃ καὶ παρέχῃ τῆς μεγαλωσύνης αὐτοῦ τὴν ἀπόδειξιν, τὰ μεγάλα τίθησι. Τί τοίνυν τίθησι μετὰ ταῦτα ἄξιον αὐτοῦ, καὶ ὃ Θεοῦ μόνον ἐστίν;
30Ὅρα· ἐπάγει γάρ· Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσ‐ σαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Εἶδες παναρκῆ δύναμιν; εἶδες πηγὴν ζωῆς; εἶδες ἰσχὺν ἄμαχον; εἶδες ἀσύγκριτον ὑπεροχήν; εἶδες ἐξουσίαν οὐδαμοῦ
35κωλυομένην; εἶδες πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα; Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν, ἐποίησεν. Εἰπὲ καὶ ποῦ; Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Τουτέστιν, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ. Οὐκ ἐν τῷ οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ. Οὐκ ἐν τῇ γῇ
40μόνον, ἀλλὰ καὶ Ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Διὰ γὰρ τῆς ἀβύσσου τὰ ὑποκάτω λέγει τῆς γῆς, ὥσπερ διὰ τοῦ εἰπεῖν, Ἐν τῷ οὐρανῷ, τὰ ὑπεράνω τῶν οὐρανῶν. Ὑφ’ ὧν καὶ τοσούτων ὄν‐ των οὐδαμοῦ τὸ θέλημα αὐτοῦ ἐμποδίζεται, ἀλλὰ
45πάντα ἔπεισι, καὶ τὸ δὴ θαυμαστὸν, ὁ ποιήσας, οὐ πόνῳ, οὐ μόχθῳ, οὐκ ἐπιτάγματι, ἀλλὰ θελήματι ἐποίησε· μόνον γὰρ ἐβουλήθη, καὶ τὸ ἔργον εἵπετο. Εἶδες πῶς καὶ τὴν εὐκολίαν παρέστησε, καὶ τὴν ἀφθονίαν τῶν δημιουργημάτων, καὶ τὴν ἐξουσίαν

55

.

389

(50)

τὴν ἀκώλυτον; Εἶτα ἀφεὶς εἰπεῖν τὸν οὐρανὸν καὶ τὴν θάλασσαν, τὰ ἐν αὐτοῖς τίθησι, καὶ οὐδὲ τὰ ἐν αὐτοῖς πάντα, ἀλλὰ παραδραμὼν τὰ ἐν τῷ οὐρανῷ, καίτοι θαυμαστότερα ὄντα, λέγει τὰ περὶ τὸν οὐρα‐ νόν. Τί δήποτε; Ὅτι τὰ μὲν, εἰ καὶ μεγάλα ἦν,
55ἀλλ’ ἄδηλα ἦν τοῖς πολλοῖς· ταῦτα δὲ, εἰ καὶ ἐλάτ‐ τονα, ὅμως φαινόμενα, καὶ πάντας ἔχοντα θεωρούς. Ἐπεὶ οὖν πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ, οὐ τοσ‐ οῦτον πίστει παιδευομένους τῶν ἀφανῶν ἔχειν ἔν‐
νοιαν, ὅσον ἀπὸ τῶν φαινομένων χειραγωγουμένους.Column end

55

.

390

ἐντεῦθεν ὑφαίνει τὸν λόγον, καὶ τῆς διδασκαλίας ἄρ‐ χεται, ὃ τοῖς ἄλλοις παρῄνεσε ποιεῖν, τοῦτο καὶ αὐτὸς ποιῶν. Ποῖον δὴ τοῦτο; Τὸ αἰνεῖν τὸν Θεὸν ἀπὸ τῶν ἔργων αὐτοῦ, καὶ εὐφημίας ἀναφέρειν αὐτῷ, ἕκαστον
5τῶν γενομένων καταμανθάνοντα, καὶ ὑπὲρ ἑκάστου δοξολογοῦντα. Ἐπειδὴ γὰρ περὶ τοῦ τὸν Θεὸν αἰνεῖν παραινῶν, συνεχῶς εἶπεν, Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, τὸν Κύριον· δείκνυσι καὶ πῶς δεῖ αἰνεῖν, ἐπιόντα τὸ σῶμα τῆς κτίσεως,
10καὶ θαυμάζοντα, καὶ ἐκπληττόμενον τὴν σοφίαν, τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν κηδεμονίαν. Ἐν‐ τεῦθεν μανθάνομεν, ὅτι οὐ μία τίς ἐστι θάλασσα αὕτη ἡ καθ’ ἡμᾶς, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ πελάγη ἄπειρα. Ἔφη γὰρ, Ἐν ταῖς θαλάσσαις
15καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Ἥ τε γὰρ Κασπία, ἥ τε Ἰνδικὴ, ἥ τε Ἐρυθρὰ διῃρημέναι σχεδὸν ταύ‐ της εἰσὶ, καὶ ἔξωθεν περικείμενος ὁ Ὠκεανός. Ἀν‐ άγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Ἄλλος, Ἀνα‐ βιβάζων. Ἕτερος, Ἀνασπᾷ ἀπ’ ἄκρων. Ἄλλος,
20Ἐκ τελέσματος. Τοῦτο καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Καὶ ὁ Σολο‐ μῶν· Συνέχων ὕδωρ ἐν ἱματίῳ. Οὗτος δὲ οὐ τοῦτό φησιν, ἀλλ’ ἕτερον θαυμαστόν. Ποῖον δὴ τοῦτο; Ὅτι παχύτερος ὢν ὁ ἀὴρ, τὴν ἄνω φέρεται φορὰν, καὶ δια‐
25βαστάζεται, καὶ ἄνεισι τὸ βαρὺ, τὴν ἐναντίαν ἐρχό‐ μενον ὁδόν. Θαυμαστὸν μὲν οὖν καὶ τὸ στέγεσθαι τὸ ὕδωρ ἐν αὐτῷ, πολὺ δὲ θαυμαστότερον τὸ φέρεσθαι στεγόμενον ἐπὶ τοῦ κούφου· καὶ τὸ δὴ ἔτι παραδο‐ ξότερον, ὅτι τὸ στεγόμενον ὑπ’ ἐκείνου τοῦ ἀέρος,
30ἐπειδὰν ἐκρυῇ τοῦ νέφους, οὐκέτι κατέχεται τῷ μετ’ αὐτὸν ἀέρι, καὶ στέγεται, ἀλλὰ διαῤῥεῖ πανταχόθεν, καὶ εἰς τὴν γῆν φέρεται. Καὶ μὴν εἰ κατὰ φύσιν ἐστέ‐ γετο τοῦτο, ἔδει καὶ ἐν τῷ ἀέρι στέγεσθαι. Ὥσπερ γὰρ ἀσκὸν εἴ τις εἴασεν εἰς τὸν ἀέρα πεπληρωμένον
35ὕδατος, εἶτα ἐφέρετο ὑπὸ τοῦ ἀέρος, ἠνέχθη ἂν καὶ τὸ ἔνδον στεγόμενον ὕδωρ διαῤῥυὲν ἐκ τοῦ ἀσκοῦ· οὕτως ἀκόλουθον καὶ ἐνταῦθα γίνεσθαι. Ἀλλ’ ἐπειδὴ πάντα θαύματος γέμει, καὶ παράδοξα τὰ γινόμενα, ὑπὲρ ἀκολουθίαν, ὑπὲρ λόγον ἅπαντα ταῦτα γίνεται.
40Καὶ γὰρ τὸ στεγόμενον ἐν τῷ ἀέρι τῆς νεφέλης, οὐ στέγεται ἐν τῷ ἀέρι τῷ μετὰ ταῦτα. Εἶδες τὸ πα‐ ράδοξον, καὶ πῶς ὃ δοκεῖ τῶν ἄλλων εἶναι καταδεέ‐ στερον, τοῦτο θεὶς, ἔδειξεν ὂν θαυμαστόν; Εἶτα καὶ ἄλλο δείκνυσι θαυμαστὸν, Ἐξ ἐσχάτων, λέγων, τῆς
45γῆς, ἢ, Ἀπ’ ἄκρων τῆς γῆς. Οὐ γὰρ δὴ μόνον ἀνιᾶ‐ σιν, ἀλλὰ καὶ βαδίζουσιν, οὐδ’ ἔνθα ἂν φανῶσιν, ἐκεῖ καὶ τὸν ὑετὸν ἀφιᾶσιν, ἀλλὰ πολλὰ πολλάκις παρα‐ δραμόντα χωρία ἀλλαχοῦ τὸν ὑετὸν ἐργάζονται, καὶ πόλεις καὶ ἔθνη παρελθοῦσαι. Οὐ τοῦτο τοίνυν τὸ θαυ‐

55

.

390

(50)

μαστὸν μόνον, ὅτι ἀνάγονται, ἀλλ’ ὅτι καὶ βαδίζουσι καθάπερ ἐν ὑπερῴοις, ὄγκον φέρουσαι τοσούτων ὑδά‐ των. γʹ. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Ὅρα παράδοξον ἕτερον πάλιν, καὶ ἐναντίας φύσεις συνιούσας. Οὔτε
55γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὑδάτων ψυχρό‐ τερον, ἀλλ’ ὅμως ἀναμίγνυνται αὗται, καὶ οὐ συγ‐ χέονται, οὐδὲ κεράννυνται, ἀλλὰ τοὺς οἰκείους ἑκά‐
στη διατηρεῖ ὅρους. Μένον γὰρ τὸ πῦρ ἐν τῷ ὕδατι,

55

.

391

καὶ τὸ ὕδωρ ἐν τῷ πυρὶ, οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσε. Καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον, φανότερον, τομώτερον. Καὶ μαρτυροῦσιν αἱ ὄψεις αὐταῖς ἀκτῖσι διηνεκῶς
5προσβάλλουσαι· ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέ‐ ρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν· καθάπερ καὶ ὁ Χρι‐ στὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ πορεύεται
10ἐξ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Αὕτη πάλιν ἑτέρα φύ‐ σις, χρείαν οὐ μικρὰν ἡμῖν παρέχουσα, ἀλλὰ τοσαύτην, ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν, καὶ κε‐ κμηκότα ἀνακτᾶσθαι τὰ σώματα, καὶ καταψύχειν,
15καὶ τὸν ἀέρα κουφότερον ποιεῖν. Τοῦτο γὰρ ἔργον ἀνέ‐ μων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τοὺς καρποὺς, τρέφειν τὰ σώ‐ ματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, τοὺς καιροὺς, καθ’ οὓς τεταγμένως ἐφίστανται, καὶ
20παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει, καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; Καὶ ὁ μὲν παρέ‐ πεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται, καὶ ἡ μάχη αὐτῶν τῷ βίῳ πάλιν γίνεται χρήσιμος. Καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν
25ἀνέμων ἔργα. Ἀλλ’ ὅμως ταῦτα πάντα παραδραμὼν ὁ Προφήτης, καὶ καταλιπὼν τῷ ἀκροατῇ ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέ‐ στησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων,
30ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιστατοῦντος, τὸ ἕτοιμον τῆς κτίσεως, τὸ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἐν θη‐ σαυρῷ ἔχων, μετ’ ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βού‐ λεται· οὕτω καὶ ὁ τοῦ παντὸς δημιουργὸς πάντα εὐ‐ κόλως ἐποίησε, καὶ τῇ φύσει παρέδωκεν. Εἶδες πόση
35καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ, πολλαὶ ἐναλλαγαί; Καὶ γὰρ τοῦ ὕδατος τὸν μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ οὐράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον. Καὶ ἐν τῷ πυρὶ, τὸ μέν ἐστιν ἐν
40ἡλίῳ, τὸ δέ ἐστιν ἐν σελήνῃ, τὸ δέ ἐστιν ἐν ἄστροις, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύ‐ λων, τὸ περὶ ἡμᾶς, καὶ τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆς· καὶ γάρ ἐστι πολλαχοῦ τοιοῦτον ἀπὸ γῆς ἀνα‐ διδόμενον, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων· τὸ δὲ ἐν
45λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων, καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς. Οὕτω δὴ καὶ ἐν ἀέρι, ὁ μέν ἐστι παχύτερος, ὁ περὶ ἡμᾶς· ὁ δὲ λεπτότερος, ὁ δὲ ἀνώτερος πάλιν πυρω‐ δέστερος. Καὶ τῶν ἀνέμων πολλαὶ αἱ διαφοραί· ὁ μὲν

55

.

391

(50)

γὰρ λεπτότερος, ὁ δὲ παχύτερος· ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος· ὁ μὲν ὑγρότερος, ὁ δὲ θερμότερος. Ἀὴρ δὲ καὶ νέφος, τὸ μὲν σχολαιότερον, τὸ δὲ ταχύτε‐ ρον χωρεῖ, καθάπερ ἐφ’ ἵππων. Οὕτω δὴ καὶ ἐπὶ νεφε‐ λῶν καὶ ἀνέμων αἱ μὲν ἐοίκασιν ὑδροφόροις σκεύεσι,
55ποτὲ μὲν ὑδάτων ἐμπεπλησμέναι, ποτὲ δὲ κεναὶ φε‐ ρόμεναι· αἱ δὲ ῥιπίδι ἐοίκασι. Σὺ δὲ ταῦτα ὁρῶν καὶ τὴν διαφορὰν καὶ τὴν ποικιλίαν αὐτῶν, θαύμαζε τὸν δημιουργόν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου.
Εἰπὼν τὰ καθόλου, καὶ δείξας τοῦ Θεοῦ τὴν πρό‐Column end

55

.

392

νοιαν τὴν περὶ τὴν οἰκουμένην ἅπασαν, διὰ τῶν ἀστραπῶν, διὰ τῶν ἀνέμων, διὰ τῶν ἀέρων, διὰ τῶν νεφελῶν, διὰ τῶν ὑετῶν, καὶ ἐλέγξας τὴν ληρωδίαν τῶν μέχρι σελήνης πρόνοιαν λεγόντων εἶναι, ἐπὶ τὸ
5μερικὸν ἔρχεται τὸ περὶ Ἰουδαίους μέρος. Ὅτι μὲν γὰρ γῆ, καὶ οὐρανὸς, καὶ τὰ ὁρώμενα πάντα τῆς αὐτοῦ φιλανθρωπίας ἀπολαύει, ἔδειξε διὰ τῶν εἰρη‐ μένων· ἵνα δὲ εὐγνωμονεστέρους Ἰουδαίους ἐργά‐ σηται, καὶ τὰ μερικὰ διηγεῖται, δεικνὺς ὅτι ὁ καθό‐
10λου Θεὸς, καὶ τῶν ἁπάντων προνοῶν, ἰδικὰς αὐτοῖς τινας εὐεργεσίας ἐχαρίσατο. Καίτοι καὶ τὰ εἰς ἐκεί‐ νους γινόμενα, καθολικὰ πάλιν ἦν. Τό τε γὰρ ἐκ τῶν ἄλλων αὐτοὺς ἐξειλέχθαι, παραζηλοῦν ἐκείνους ἐποίει· ὅπερ καὶ ὁ Παῦλος δεικνὺς λέγει· Τῷ αὐτῶν παρα‐
15πτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζη‐ λῶσαι αὐτούς. Καὶ γὰρ ὥσπερ πατὴρ ἐπὶ παιδίων ἀφισταμένων αὐτοῦ, λαβὼν ἓν ἐξ αὐτῶν ἐπὶ τῶν γο‐ νάτων καθίζει, καὶ οὐ δι’ ἐκεῖνο τοῦτο ποιεῖ, ἀλλὰ πολλῷ μᾶλλον διὰ τὰ ἄλλα, ὥστε δηχθέντα αὐτὰ τῇ
20τιμῇ προσδραμεῖν πρὸς τὸν πατέρα τῆς αὐτῆς ἀπο‐ λαύσοντα θεραπείας· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν Ἰου‐ δαίων ἐποίησε. Λαβὼν γὰρ αὐτοὺς οὐκ ἐπὶ τῶν γονά‐ των, ἀλλ’ ἐπὶ τῶν βραχιόνων (καθάπερ ὁ προφήτης φησὶ), καὶ ἐπὶ τῶν μεταφρένων ἀνέλαβεν αὐτοὺς,
25χαρίζεται τὰ ἐκείνοις ποθεινὰ, ναὸν, θυσίας, ἃ μάλι‐ στα ἐζήτουν μετὰ πλείονος τῆς ἀκριβείας, προστα‐ σίας τὰς ἐν πολέμοις, νίκας, τρόπαια, τὴν ἀπὸ τῆς γῆς εὐθηνίαν, τὴν τῆς φύσεως εὐετηρίαν, τούτοις τε τούτους καλλωπίζων, καὶ τοὺς ἄλλους εἰς ζῆλον
30ἄγων. Ἀλλ’ ἐπειδὴ ἔμελλον φαῦλοι γίνεσθαι διαπαν‐ τὸς κολακευόμενοι, καὶ διὰ τῶν τιμωριῶν αὐτοὺς ῥυθμίζει. Πολλὴ γὰρ ἡ τοῦ Θεοῦ σοφία, καὶ ἐξ ἀμη‐ χάνων εὑρίσκει πόρους. δʹ. Καὶ ὅρα Προφήτου σύνεσιν· ἀπὸ τῶν καθόλου εἰς
35ταῦτα τὸν λόγον ἐξαγαγὼν, ἵνα μή τις τῶν ἀνοήτων μερικὸν νομίσῃ τὸν Θεὸν εἶναι, ὅτε ἐπὶ τὰ καθόλου ἦλθε, τότε τούτων ἅπτεται τῶν λόγων, καί φησιν· Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἆρα οὐ δο‐ κεῖ μᾶλλον ὑμῖν διὰ τοὺς Ἰουδαίους γεγενῆσθαι
40ταῦτα; Ἂν τοίνυν δείξω, ὅτι καὶ δι’ ἑτέρους ταῦτα ἐγένετο, τί ἐροῦσιν οἱ μὴ καθόλου τοῦ Θεοῦ τὴν πρό‐ νοιαν λέγοντες; Πῶς οὖν ἔστι δεῖξαι; Μάλιστα μὲν γὰρ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἀπόφασις, ἡ σαφῶς αὐτὸ δηλοῦσα, καὶ λέγουσα· Ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν
45δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶδες εὐαγγέλιον τὸν θάνατον γι‐ νόμενον, καὶ κήρυγμα τὴν θεήλατον πληγὴν ἐκείνην, πανταχοῦ περιιοῦσαν, καὶ ἀνακηρύττουσαν τὴν τοῦ Θεοῦ δύναμιν; Προνοεῖ τοίνυν τῆς οἰκουμένης ἁπά‐

55

.

392

(50)

σης, καὶ ἡνίκα τὰ Ἰουδαίων διοικεῖ. Καίτοι γε ἐγνώ‐ ρισε τὴν δύναμιν αὐτοῦ καὶ πάλαι, οἷον ἐπὶ τοῦ Ἰω‐ σὴφ, ἐπὶ τοῦ Ἀβραὰμ, ἀλλ’ ὅμως νῦν σαφέστερον. Πῶς; Τότε μὲν δι’ εὐεργεσίας· ὕστερον δὲ καὶ διὰ πληγῆς· καὶ οὐ διαλιμπάνει, ὃ καὶ πολλάκις ἔφθην
55εἰπὼν, συνεχῶς καὶ καθ’ ἑκάστην γενεὰν ἀναδεικνὺς ἑαυτὸν διὰ τῶν πραγμάτων, καὶ γνωρίζων. Οὐχ ὁμοίως δὲ ἀεὶ τοῦτο ποιεῖ, ἀλλὰ ποικίλως καὶ δια‐ φόρως· τότε μὲν γὰρ διὰ τῆς γυναικὸς τοῦ Ἀβραὰμ,
πηρώσας τὰς ὠδῖνας τῆς φύσεως, ὕστερον δὲ διὰ λι‐

55

.

393

μοῦ, καὶ δι’ εὐετηρίας· μετὰ δὲ ταῦτα διὰ τῶν πλη‐ γῶν τῶν ἐπαλλήλων. Ἐπειδὴ οὖν ἀσθένειαν τοῦ Θεοῦ κατεψηφίζοντο, καὶ ἀνῄρουν αὐτοὶ τὰ πρωτό‐ τοκα, καὶ τὸν ποταμὸν ἐφοίνιξαν· δείκνυσι μὲν αὐ‐
5τοῖς καὶ παρ’ αὐτὸν τὸν καιρὸν δι’ ἀμυδροτέρων αὐτοῦ τὴν ἰσχύν. Αἱ γὰρ μαῖαι τῶν Αἰγυπτίων κατα‐ φρονήσασαι τῶν ἐπιταγμάτων τῶν ὠμῶν ἐκείνων, καὶ παραλογισάμεναι τὸ ἀπηνὲς τοῦ βασιλέως δόγμα, πολλῆς ἀπέλαυσαν τῆς εὐετηρίης. Ταῦτα δὲ ἀμφότερα
10τῆς τοῦ Θεοῦ προνοίας ἦν· τό τε γὰρ γυναῖκας ἀν‐ δρειοτέρας ἀποφῆναι τῶν τὰ διαδήματα φορούντων, τό τε ἀμοιβὰς ταύταις ἀποδιδόναι, καὶ εἰς πλῆθος αὐ‐ τὰς ἐκτεῖναι πολύ. Τὸ γὰρ, Εὖ ἐποίει ταῖς μαίαις, τοῦτό ἐστιν, ἐξετάθη αὐτῶν ἡ συγγένεια· δι’ ὧν γὰρ
15εὐηργέτουν τοὺς Ἰουδαίους, διὰ τούτων ἐλάμβανον παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοίνυν οὐκ ἀνῄρουν αὐτῶν τὰ τέκνα, καὶ αὐταῖς πολυπαιδίαν ὁ Θεὸς ἐχαρίσατο. Ἐπειδὴ δὲ ἐπέμενον ἀναισθήτως διακείμενοι, ὀξυτέραν ἐπήγαγε τὴν πληγὴν, καὶ ἐμάν‐
20θανε μὲν ἡ οἰκουμένη, ἐμάνθανον δὲ καὶ οἱ Αἰγύπτιοι· καὶ ἐκεῖνοι μὲν ἐξ ἀκοῆς, οὗτοι δὲ ἐν τοῖς οἰκείοις πά‐ θεσι, καὶ ὄψει, καὶ πείρᾳ τοῦ Θεοῦ τὴν δύναμιν ἑώρων. Διὰ γὰρ τοῦτο καὶ προέλεγεν αὐτοῖς, ἵνα μὴ συντυχίας τινὸς εἶναι νομισθείη ἡ πληγὴ καὶ αὐτομά‐
25του θανάτου. Ὅπερ οὖν ἀλλαχοῦ εἴρηται περὶ τοῦ Σωτῆρος, τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ποῖον δὴ τοῦτο; Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐ γὰρ εἰς ἔρημον αὐτοὺς ἐξαγαγὼν, οὐδὲ ἀλ‐ λαχοῦ που, ἀλλ’ ἐν αὐτῇ τῇ πόλει τὴν πληγὴν ἐπήγαγε.
30Καὶ ὅρα καὶ ἐν τῇ πληγῇ φιλανθρωπίαν. Ἀπὸ γὰρ κτηνῶν πρότερον ἤρξατο, καὶ τότε ἐπὶ τοὺς ἀνθρώ‐ πους ἐχώρησε. Τίς οὖν οὐκ ἂν ἀγάσαιτο τὴν δύναμιν, πῶς ἅπαντα ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκε, τὴν φει‐ δὼ, τὴν σοφίαν τὴν ἀπόῤῥητον; Οὔτε γὰρ πρώτην
35αὐτὴν ἐπήγαγε πληγὴν, δι’ ἑτέρων αὐτοὺς διορθῶ‐ σαι βουλόμενος, οὔτε ἐπειδὴ ἐπήγαγε, χωρὶς προῤ‐ ῥήσεως ἐπήγαγε. Τί δήποτε; Ἵνα τοῖς ῥήμασιν αὐτοὺς σωφρονίσῃ, καὶ μὴ ἔλθωσιν εἰς πεῖραν τῶν πραγμάτων· οὔτε πάλιν ἐπειδὴ οὐ διορθώθησαν, ἀφῆ‐
40κεν ἀμφίβολον γενέσθαι τὴν πληγήν. Ἵνα γὰρ μή τις αὐτόματον αὐτὴν νομίσῃ ἢ νόσον, ἢ λοιμὸν αὐτὴν ἐπιοῦσαν, ὅρα πόσα γίνεται. Πρῶτον ὅτι ἐν μιᾷ νυκτὶ πάντες. Δεύτερον ὅτι τὰ πρωτότοκα πάντα. Εἰ γὰρ λοιμὸς ἦν, οὐκ ἂν τῶν πρωτοτόκων πάντων μόνον
45ἥψατο, καὶ τῶν δευτέρων ἐφείσατο· ἀλλ’ ἀδιακρίτως ἂν ἐπὶ πάντας ἦλθε. Τρίτον, ὅτι εἰ λοιμὸς ἦν, οὐκ ἂν τῶν Ἰουδαίων ἀπέσχετο καθόλου, καὶ τῶν Αἰγυπτίων ἥψατο μόνον, ἀλλ’ ἐκεῖνα πολλῷ πλέον ἂν κατειργά‐ σατο τὰ σώματα, τὰ πόνῳ καὶ ταλαιπωρίᾳ καὶ το‐

55

.

393

(50)

σούτοις κατειργασμένα κακοῖς, τὰ ἐν πενίᾳ καὶ λιμῷ ἐπὶ τοσοῦτον ταριχευθέντα· οὐχὶ τὰ βασιλικὰ, οὐδὲ τὰ ἐν ἀξιώμασι, τὰ πολλῆς ἀπολαύοντα ἀδείας, καὶ πολλῆς μετέχοντα τῆς θεραπείας. Εἰ λοιμὸς ἦν, οὐκ ἂν ἀθρόον ἐπῆλθεν, ἀλλὰ πάντα τὰ προοίμια ἐπιδει‐
55κνύμενος τῆς ἐλεύσεως πρότερον. Νῦν δὲ ὁμοῦ ταῦταColumn end

55

.

394

γίνεται, ἵνα ἐλέγχηται τῶν Αἰγυπτίων ἡ ἀγνωμοσύνη. Καὶ γὰρ μετὰ τὴν πληγὴν ταύτην, καὶ τὸ σαφῶς μα‐ θεῖν, ὅτι θεήλατος ἦν ἡ πληγὴ, ἀπελθόντας κατεδίω‐ κον τοὺς Ἰουδαίους, ὅπερ τῆς ἐσχάτης ἦν αὐτῶν
5ἀγνωμοσύνης σημεῖον, καὶ ὑπὲρ τοῦ Θεοῦ μεγίστη ἀπολογία. Ἐπειδὴ γὰρ ἔμελλε παύεσθαι τὰ σημεῖα, ἐν τοιούτῳ αὐτὰ σημείῳ ἔπαυσεν, ἐν ᾧ καὶ περὶ τῶν ἔμπροσθεν ἀπελογήσατο τοῖς βουλομένοις προσέχειν. Ἵνα γὰρ μή τις λέγῃ, Τί δήποτε πάντες κολάζονται,
10τοῦ βασιλέως κατέχοντος τοὺς Ἰουδαίους καὶ διαμαρ‐ τάνοντος; διὰ τοῦ ἐσχάτου λύει τὴν ἀπορίαν ταύτην. Πῶς διὰ τοῦ ἐσχάτου; Ὅτι ἡνίκα τὰ πρωτότοκα αὐτῶν ἐπλήγη, καὶ ἄκοντος τοῦ βασιλέως τοὺς Ἰου‐ δαίους ἐξέβαλλον. Ὥστε εἰ καὶ ἐκ προοιμίων ἐβού‐
15λοντο, ἴσχυσαν ἂν περιγενέσθαι ἐκείνου. Οὐκ ἄρα παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι, οὐκ ἐκράτουν τοῦ βασιλέως. Καὶ ἡ δίωξις δὲ ἡ μετὰ ταῦτα κατηγορίας ἐπίτασις. εʹ. Τοῦτο δὴ καὶ ἐπὶ Σαοὺλ συνέβη. Ὅτε μὲν γὰρ
20ἔδει τὸν υἱὸν ἐξελέσθαι, πάντες κοινῇ κολακεύοντες τὸν βασιλέα, καὶ παρανομήσαντα ἐξείλοντο· ὅτε δὲ ἱερέας ἐβούλετο σφάξαι τοσούτους, οὐδὲ φωνὴν ἔῤῥη‐ ξαν, οὐδὲ προέστησαν. Εἰ δὲ τότε τὴν φύσιν εἶχον συμπράττουσαν, ἀλλὰ καὶ ἐνταῦθα τοῦ δικαίου τὴν
25φύσιν. Ἱερεῖς γὰρ ἦσαν, καὶ ἡ σφαγὴ παράνομος ἦν, καὶ θυμὸς κρίσεως οὐκ ὀρθῆς. Ἀλλ’ αἴτιον ἦν ἡ ῥᾳθυμία, καὶ τὸ μὴ σφόδρα ἀλγεῖν ὑπὲρ τῶν ἱερέων. Ὅρα γοῦν οἷα αὐτοὺς μετὰ ταῦτα κατελάμβανε κακά· τῆς γὰρ ὀλιγωρίας ἐκείνης οὐ τὴν τυχοῦσαν ἔτισαν
30δίκην. Ὅταν οὖν τι παράνομον γένηται, μηδεὶς ἔστω νωθὴς, ἀλλὰ πυρὸς θερμότερος, καὶ τῶν ἀδικουμένων μὴ ἔλαττον ἀλγείτω, καὶ οὕτω τὰ πλείονα στήσεται τῶν κακῶν. Ἀπὸ ἀνθρώπου ἕως κτήνους. Τί δή ποτε καὶ τὰ κτήνη; Ἐπειδὴ δι’ ἀνθρώπους ταῦτα ἐγί‐
35νετο, δι’ ἄνθρωπον καὶ κολάζει αὐτὰ, ὥστε αὐξῆσαι τὸν φόβον, ὥστε ἐπιτεῖναι τὴν συμφορὰν, ὥστε δεῖξαι θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐκ τῶν οὐρανῶν τὸν πόλεμον ἥκοντα. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Τί ἐστι τὸ, Ἐν μέσῳ σου;
40τὸν τόπον φησὶν, ἢ τὸ φανερῶς. Τὸ γὰρ, Ἐν μέσῳ, πανταχοῦ τὸ φανερῶς δηλοῖ, ὡς ὅταν ἀλλαχοῦ λέγῃ· Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς· ἐπειδὴ τὸ μέσον ἅπασι κατάδηλον. Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἰκότως· πρὸς γὰρ
45διόρθωσιν τὰ γινόμενα ἐγίνετο, καὶ πρὸς ἐπίδειξιν τῶν ὀφειλόντων κερδαίνειν· οὐ γὰρ ἁπλῶς συνέβαινεν, ἀλλὰ μετὰ πολλῆς τῆς παραδοξοποιίας, ὥστε καὶ τῷ πλήττειν, καὶ τῷ παραδόξως, διπλῆν ἐμποιεῖν τὴν ὠφέλειαν. Ἐν Φαραὼ, καὶ ἐν πᾶσι τοῖς δούλοις

55

.

394

(50)

αὐτοῦ. Εἶδες τὴν δύναμιν τὴν ἄφατον; πῶς ὁμοῦ πάν‐ των ὄντων, τούτους ἐπεγίνωσκεν ἡ τιμωρία, καὶ ἔπασχον μὲν ἐκεῖνοι, ἐκέρδαινον δὲ ἕτεροι; Πῶς δέ φη‐ σιν, Ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ; Καίτοι γε οὐ πάν‐ τες εἶχον πρωτότοκα· ἀλλὰ περὶ τῶν ἄλλων σημείων
55λέγει, καὶ ἐν μὲν Αἰγύπτῳ πληττομένων τούτων ἐκέρ‐ δαινον οἱ Ἰουδαῖοι· ἐν δὲ τῇ ἐρήμῳ εὐεργετουμένων Ἰουδαίων, ὠφελοῦντο ἕτεροι· καὶ τὰς μὲν πληγὰς τοῖς
πολεμίοις ἐπήγαγε, τὰς δὲ εὐεργεσίας τούτοις, δι’

55

.

395

ἑκατέρων πάντας ὠφελῶν. Καὶ τίνος ἕνεκεν οὐκ εὐερ‐ γετεῖ καὶ τούτους; Ὅτι εἰώθασιν οἱ πλείους τῶν ἀν‐ θρώπων πληττόμενοι μᾶλλον ἢ εὐεργετούμενοι τὸν Θεὸν ἐπιγινώσκειν. Ἐπεὶ ὅτι γε αὐτὸς οὐκ ἐβούλετο
5κολάζειν, ὅρα αὐτὸν συνεχῶς ἀνέχοντα τὰς πληγὰς, καὶ δι’ ἑκατέρων αὐτοῦ δεικνύντα καὶ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν. Καίτοι γε ἤρκει μετὰ μίαν, καὶ δευτέραν, καὶ τρίτην, ὡς ἀνίατα νοσοῦντας ἀπο‐ λέσαι πάντη· ἀλλ’ οὐκ ἐβούλετο, ἀλλὰ καίτοι τὰ μέλ‐
10λοντα προειδὼς, καὶ ὅτι οὐδὲ πέμπτῃ, οὐδὲ ἕκτῃ, οὐδὲ δεκάτῃ γενήσονται βελτίους, τὰ αὐτοῦ ποιῶν οὐκ ἐπαύετο· ὅθεν μάλιστα καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τὴν κηδεμονίαν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα ἔστι θαυμάσαι. Τὴν δύναμιν, ὅτι ἔπληξε· τὴν κηδεμο‐
15νίαν, ὅτι ἀνέσχε· τὴν σοφίαν, ὅτι εἰδὼς τὰ μέλλοντα τὸ αὐτοῦ ἐποίει· ὃ μάλιστα καὶ αὐτὸ φιλανθρωπίας ἐστὶ, τὸ ἀπὸ τῶν μικροτέρων ἄρχεσθαι, τὸ ἀπὸ τῶν ἀλογωτέρων. Καὶ προϊὼν δὲ καὶ τοῦ βασιλέως ἥπτετο, ὃ καὶ μάλιστα ἐκκηρυχθῆναι ἐποίει τὰ συμβαίνοντα.
20Τὰ μὲν γὰρ ἐπὶ τῶν ἰδιωτῶν γινόμενα, εἰκὸς καὶ λα‐ θεῖν· ὅταν δὲ ὁ δεχόμενος τὴν πληγὴν περιφανὴς ᾖ, τὸ κωλύον οὐδὲν πανταχοῦ τὰ πράγματα ἐξηχηθῆναι. Εἰπὼν τοίνυν τὴν αἰτίαν, δι’ ἣν ἐπάταξε, λέγει καὶ τὰς πληγὰς, καὶ οὐδὲ ταύτας καταλέγει πολλάκις, οὐ‐
25δὲ κατ’ εἶδος, ἀλλ’ ἑνὶ ῥήματι πάσας αὐτὰς αἰνιξά‐ μενος παρέδραμε τῷ εἰπεῖν, Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε. Εἶτα πά‐ λιν ἐξ Αἰγύπτου τὸν λαὸν ἐξάγει εἰς τὴν ἔρημον, πανταχοῦ δεικνὺς ὅτι οὐ μερικὸς ὁ Θεὸς, οὐδὲ εἰς
30μίαν χώραν κρατῶν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης. Διὸ ἐπήγαγε λέγων· Ὃς ἐπάταξεν ἔθνη πολλὰ, καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς· διὰ πάσης τῆς ὁδοῦ ἐνέχυρα ποικίλως τῆς δυνάμεως αὐτοῦ διδοὺς, καὶ ἐν τῷ διδάσκειν αὐτοὺς διὰ τῶν πραγμάτων στρατηγῶν.
35Καὶ γὰρ διὰ τῶν πολέμων καὶ τὰ πρότερα ἐδίδασκεν, ὅτι οὐκ ἀέρος φύσις, οὐ στοιχείων δύναμις, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἡ στρατηγοῦσα αὐτῶν ἐπο‐ λέμει χείρ· καὶ δι’ ἑκατέρων ἑκάτερα ἐδείκνυτο, διὰ τῶν ἐν Αἰγύπτῳ τὰ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τῶν ἐν
40ἐρήμῳ, τὰ ἐν Αἰγύπτῳ. Ὅτε γὰρ αὐτοὶ χωρὶς ὅπλων, καὶ παρατάξεως, καὶ μάχης, ἔβαλλον τοὺς πολε‐ μίους, δῆλον αὐτοῖς ἐποίει, ὅτι καὶ ἐν Αἰγύπτῳ οὐ στοιχείων δεόμενος ταῦτα ἐκίνησε κατ’ αὐτῶν, ἀλλὰ ποικίλως καὶ διαφόρως τὴν ἑαυτοῦ δύναμιν ἐνδείξα‐
45σθαι θέλων, τοῖς οὖσιν εἰς ταῦτα ἐκέχρητο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Οὐκ ἔπεισι τὰς πόλεις, οὐδὲ κατὰ μικρὸν λέγει τὴν παράταξιν, ἀλλὰ πάλιν μεγαλοψύχως πα‐ ρατρέχει μυρίας νιφάδας θαυμάτων. Δυνάμενος γὰρ

55

.

395

(50)

ἐνδιατρῖψαι, καὶ τὴν τραγῳδίαν ἐκείνην ἐξογκῶσαι, τοῦτο οὐ ποιεῖ· ἀλλὰ καὶ ἐν πλήθει ὢν καὶ περιουσίᾳ τῶν ἔργων τοῦ Θεοῦ, ἐκ παραδρομῆς ἅπαντα ἔπεισι. Καίτοι γε οἱ μὲν ὡπλισμένοι ἦσαν, καὶ τειχήρεις πό‐ λεις οἰκοῦντες, καὶ τὰ τακτικὰ μεμελετηκότες· οἱ δὲ
55φυγάδες, πολέμων ἄπειροι, δουλείας μακρᾶς ἀπηλ‐ λαγμένοι καὶ τυραννίδος χρονίας, λιμῷ ἀναλωθέντες
καὶ τιμωρίᾳ, πᾶσι προκείμενοι πρὸς τὸ κακῶς πά‐Column end

55

.

396

σχειν· ἀλλὰ πάντων ἦσαν δυνατώτεροι διὰ τὴν στρα‐ τηγοῦσαν αὐτῶν χεῖρα. ϛʹ. Εἶχε δὲ καὶ τὸ δίκαιον ὁ πόλεμος. Οὐ γὰρ αὐτοὶ ἐπῄεσαν, ἀλλ’ ἐκείνων τὰς αἰτίας παρεχόντων, ἀποτει‐
5χιζόντων αὐτοῖς τὴν ὁδὸν, ὅπερ ἐσχάτης ἀπανθρωπίας ἦν· τούς τε Ἰδουμαίους οὐκ ἀφῆκεν εἰς πόλεμον εἰσελ‐ θεῖν. Ἵνα γὰρ μὴ τῇ σιγῇ θαῤῥοῦντες μετὰ ταῦτα πάλιν ἐπίωσιν, ἀλλ’ εἰδῶσι τίσι μὲν πολεμεῖν, τίνων δὲ φεί‐ δεσθαι χρὴ, ἐν τῇ ἐρήμῳ τοῦτο ποιεῖ, διὰ τῶν πρα‐
10γμάτων νόμον αὐτοῖς τιθεὶς, πῶς δεῖ κεχρῆσθαι τοῖς ἀπαντῶσι. Καὶ πάσας τὰς βασιλείας Χαναάν. Εἶδες τὴν οἰκουμένην ἅπασαν ἐντεῦθεν παιδευομένην; Κα‐ θάπερ γὰρ πῦρ ἀκάνθαις, οὕτως ἐπῄεσαν ἅπασι, καὶ οὐδεὶς αὐτοὺς φέρειν ἐδύνατο. Ἄκουε γοῦν τί φησιν
15ὁ Βαλαὰμ, οὐκ ἀπὸ τῶν προφητῶν, οὐκ ἀπὸ Μωϋ‐ σέως μαθὼν, ἀλλ’ ἀπὸ τῶν πραγμάτων· Τὸ ἔθνος τοῦτό ἐστι τὸ ἐκλεῖχον πᾶσαν τὴν γῆν. Εἶδες τὴν μεταφορὰν κυρίως εἰρημένην; Οὐκ εἶπε, Τὸ πολεμοῦν, τὸ καταβάλλον, ἀλλὰ, Τὸ ἐκλεῖχον τὸ ἀπονητὶ τῆς
20νίκης παραστῆσαι βουλόμενος, καὶ τὰ ἀναιμωτὶ γινόμενα τρόπαια, καὶ τὴν ἐξ ἐπιδρομῆς κράτησιν. Οὐδὲ παρατάξεως δέονται, φησὶ, καὶ συμβολῆς, ἀλλ’ ἀρκεῖ μόνον ἐπελθεῖν, καὶ ἅπαντα ἐξίσταται καὶ παρα‐ χωρεῖ. Οὐ γὰρ δὴ μόνον νόμῳ πολέμου καὶ παρατά‐
25ξεως κρατεῖν αὐτοὺς ἐποίει, ἵνα μή τις αὐτοῖς λογίσηται τὰ γινόμενα, ἀλλὰ τὰ στοιχεῖα τῆς οἰκου‐ μένης κατ’ αὐτῶν ἐκίνει· διὸ καὶ προκατέβαλλεν αὐτῶν τὰς διανοίας, καὶ χάλαζα κατενεχθεῖσα πολ‐ λοὺς ἀπώλεσε, καὶ ἥλιος ἔστη, καὶ τῷ πολέμῳ μῆκος
30ἔδωκε, καὶ πολλὰ παράδοξα τοιαῦτα ἐγίνετο, καὶ ἠχὴ σαλπίγγων πυρὸς σφοδρότερον τοῖς πύργοις προσ‐ βάλλουσα τὰ τείχη κατήνεγκε. Τοῦτο δὲ ἑκατέρους ὠφέλει. Ἐκεῖνοί τε γὰρ ἐμάνθανον, ὡς οὐ παρ’ ἀν‐ θρώπων ἐστὶν ὁ πόλεμος· καὶ οὗτοι ἐπαιδεύοντο πρὸς
35τὸν Θεὸν βλέπειν, καὶ μηδέποτε ἐπὶ τοῖς κατορθώμασι μεγαλοφρονεῖν, ἀλλὰ καὶ καλλωπίζεσθαι καὶ μετριά‐ ζειν. Τοῦ γὰρ κρατῆσαι τὸ οὕτω κρατῆσαι μᾶλλον αὐτοὺς ἐκόσμει, ὅπερ καὶ σεμνοὺς ἐποίει, καὶ μετριά‐ ζειν ἐδίδασκε· σεμνοὺς μὲν, ὅτι τοιοῦτον εἶχον στρα‐
40τηγόν· μετριάζειν δὲ, ὅτι οὐκ οἰκείοις ἐφυσῶντο κα‐ τορθώμασι. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονο‐ μίαν, κληρονομίαν Ἰσραὴλ λαῷ αὐτοῦ. Καὶ τοῦτο μέγιστον θαῦμα, τὸ μὴ μόνον ἐκβάλλειν, ἀλλὰ καὶ δυνηθῆναι κατασχεῖν τὴν γῆν, καὶ πόλεις νείμασθαι·
45ὃ καὶ πολλὴν παρεῖχεν αὐτοῖς τὴν ἡδονήν, πολὺν τὸν κόσμον, πολλὴν τὴν φαιδρότητα. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ μικρὸν κατασχεῖν πολεμίων χώραν, ἀλλὰ πολλῆς καὶ ἐνταῦθα χρεία ῥοπῆς. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν

55

.

396

(50)

σου εἰς γενεὰν καὶ γενεάν. Ἄλλος, Ἡ ἀνάμνησίς σου. Ἐνταῦθα τῇ δοξολογίᾳ τὸ συνεχὲς διακόπτει τοῦ λόγου, ὅπερ τοῖς ἁγίοις ποιεῖν ἔθος ἀεί. Ἐπειδὰν γὰρ ἀρξάμενοί τι λέγειν τῶν τοῦ Θεοῦ θαυμάτων. πυρω‐ θῶσιν, οὐ πρότερον ἐπὶ τὸ τέλος ἔρχονται, ἕως ἂν
55ὑπὲρ τῶν εἰρημένων δοξάσωσι τὸν Θεὸν, καὶ εὐφημή‐ σωσι, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσωσι τὴν ἑαυτῶν.
Ὅπερ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ· καὶ ἐν προοι‐

55

.

397

μίοις δὲ μάλιστα τῶν Ἐπιστολῶν, ὡς ὅταν λέγῃ ταῖς Ἐκκλησίαις τῆς Γαλατίας· Χάρις ὑμῖν, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χρι‐ στοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν
5ἡμῶν κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους· Ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ λατρεία, καὶ ἡ ἐπαγγελία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ
10πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν ἀλλαχοῦ· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὕτω δὴ καὶ ὁ προφήτης ἐνταῦθα ἐννοήσας τὴν πρόνοιαν τὴν καθ‐
15όλου, τὴν ἐν Αἰγύπτῳ πληγὴν, τὰς ἐπὶ τῇ ἐρήμῳ γενομένας εὐεργεσίας, τὰς ποικίλας καὶ διαφό‐ ρους, τὰς εἰς Ἰουδαίους, τὰς ὑπὲρ ἐκείνων εἰς τοὺς πολεμίους, καὶ πυρωθεὶς ἀπὸ τῆς ἀφάτου αὐτοῦ φι‐ λανθρωπίας, δοξολογίαν ἀνήνεγκε, λέγων· Κύριε, τὸ
20ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τουτέστιν, ἡ δόξα σου διη‐ νεκής. Οὐδὲν γὰρ αὐτὴν λυμαίνεται, οὐδὲν αὐτὴν διακόπτει, ἀλλ’ ἔστιν ἀεὶ, καὶ μένει ἄτρεπτος, ἀμε‐ τάβλητος, ἀνθοῦσα, ἀκμάζουσα. Τί δέ ἐστι, Τὸ μνη‐
25μόσυνόν σου εἰς γενεὰν καὶ γενεάν; Ἡ μνήμη, φησὶν, ἡ περὶ σοῦ, ἀτελεύτητος καὶ πέρας οὐκ ἔχουσα. Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. Ἢ ἀμφότερα ταῦτα περὶ τοῦ λαοῦ ἔστιν εἰπεῖν, ὅτι δίκην ἀπαιτή‐
30σει, καὶ μετὰ ταῦτα παύσεται καὶ ἀνακτήσεται αὐ‐ τούς· ἢ διελόντας, τὸ μὲν Παρακληθήσεται, περὶ τοῦ λαοῦ· τὸ δὲ Κρινεῖ, περὶ τῶν πολεμίων. Τουτέστι, τοὺς μὲν ἀνακτήσεται· τοῦτο γάρ ἐστι τὸ, Παρακλη‐ θήσεται· Κρινεῖ δὲ τοὺς πολεμίους, τουτέστι, δίκην
35ἀπαιτήσει ὑπὲρ αὐτῶν. ζʹ. Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων. Εἰπὼν δὲ, Παρακληθήσεται, δείκνυσι τῆς τοῦ Θεοῦ φιλαν‐
40θρωπίας τὴν καταλλαγὴν, οὐ τῆς ἐκείνων ἀξίας. Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία· ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων, ἀλλὰ φι‐ λανθρωπίας καιρός. Ἐπειδὴ τοίνυν εἶπεν ἀνωτέρω· Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι
45δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο τότε, τοιοῦτόν τι αἰνίττεται διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ σωτηρία ἐπὶ τὸν λαὸν τὴν δόξαν τὴν παρὰ τοῖς πολ‐ λοῖς περὶ σοῦ οὖσαν δείκνυσιν. Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων ᾖ,

55

.

397

(50)

μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος· ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων ἡμῶν τὴν πόλιν, καὶ τὸ ἱερὸν, καὶ τὸν ναὸν, καὶ ἐπὶ τῆς προτέρας γενομένων πολιτείας πάλιν.
55 Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅρα τοῦτο πῶς ἐπιτείνει
60τῷ λόγῳ. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνά‐Column end

55

.

398

μεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰ‐ κείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων. τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν χρηστότητα,
5τὴν φιλανθρωπίαν, τὴν κηδεμονίαν, τὴν σοφίαν, τὴν δύναμιν, καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰ‐ κουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν καὶ τῶν εἰδω‐ λικῶν θεῶν τὴν ἀσθένειαν, καὶ εὐθέως ἀπὸ τῆς φύσεως αὐτῆς καταφορικῶς κέχρηται τῷ λόγῳ· μᾶλ‐
10λον δὲ καὶ τὸ ὄνομα αὐτῶν εἰς κατηγορίαν παράγει. Τὸ γὰρ εἴδωλον οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀδρανές τι καὶ εὐτελὲς, καὶ ἀσθενείας ὄνομα ἐπιτεταμένης. Διόπερ ἐντεῦθεν ἄρχεται λέγων· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Πρῶτον, ὅτι εἴδωλον· δεύτε‐
15ρον, ὅτι ἄψυχος ὕλη καὶ κωφή· τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ’ ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν ἀνθρώ‐ πων. Διὸ καὶ ἐπήγαγεν, Ἔργα χειρῶν ἀνθρώπων, ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων αὐτούς·
20ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν αὐτοῖς τῆς σωτηρίας τὰς ἐλπίδας ἔχουσι. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθή‐ σονται. Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐ‐
25τῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Στόμα, φη‐ σὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν. Εἶδες πῶς ἐπιτεί‐ νει τὴν κωμῳδίαν, καὶ διελέγχει τὴν ἀπάτην; Ἐπειδὴ γὰρ πολλάκις αὐτὰ δαίμονες κινοῦσιν, ἀπαμφιέννυσι
30τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Καὶ τίνος ἕνεκεν ὁ πο‐ νηρὸς δαίμων οὐ χωρὶς ἐκείνων δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων, παιδεύων τοὺς
35ἀπατωμένους διὰ τῆς ὄψεως τῶν ξοάνων μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσε‐ δρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν. Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐν‐
40νόησον ἡλίκοι θεοὶ, ὧν ἡ ὁμοίωσις ἐν τάξει κεῖται ἀρᾶς. Ἀλλ’ οὐ τὰ παρ’ ἡμῖν τοιαῦτα. Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν, τὸ πρὸς τὸν Θεὸν ὁμοιωθῆναι, κατὰ τὸ ἐγχωροῦν ἡμῖν. Παρὰ δὲ ἐκείνοις ἡ λατρεία,
45φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης. Ὥστε καὶ δι’ ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι’ ὧν παρὰ τῶν θερα‐ πευόντων γίνονται, καὶ δι’ ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι’ ὧν ἀναίσθητα κεῖται, καὶ δι’ ὧν ἐν τάξει

55

.

398

(50)

ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν· διὰ πάν‐ των γὰρ δείκνυται τῆς πλάνης ἡ ὑπερβολή. Εἰπὼν τοίνυν αὐτῶν τὴν ἀσθένειαν, τὴν ἀπάτην, τὴν τῶν δαιμόνων πονηρίαν, τὴν τῶν ποιούντων αὐτὰ ἄνοιαν, καὶ ταχέως αὐτῶν ἀπαλλαγεὶς, ἐπὶ τὴν δοξολογίαν
55κατακλείει τὸν λόγον, οὐκέτι διηγούμενος τὰ περὶ τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀποδείξας σαφῶς, ἐπὶ ὡμολογημένοις πᾶσι τὴν εὐφημίαν ἀπαιτῶν παρὰ τῶν τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ· διὸ καὶ καλεῖ πάντας εἰς δοξο‐ λογίαν, οὕτω λέγων· Οἶκος Ἰσραὴλ, εὐλογήσατε
60τὸν Κύριον. Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύ‐

55

.

399

ριον. Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον. Οἱ φο‐ βούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱε‐ ρουσαλήμ.
5 Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ’ εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλο‐ γίας. Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως ὁ Λευίτης, ἄλλως ὁ λαϊκὸς, ἄλλως ὁ πολὺς λαὸς εὐλογεῖ. Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος ἐστὶ τὴν μακαρίαν καὶ ἀκή‐
10ρατον φύσιν ἐκείνην. Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν ἐπέγνωτε. Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν, οὐ δεόμενος τῆς παρ’ ἑτέρων εὐφημίας·
15πλὴν καὶ ὑμεῖς εὐλογεῖτε, οὐχ ὡς ἐκείνῳ τι προστι‐ θέντες, ἀλλ’ ὡς αὐτοί τι μέγα καρπούμενοι. Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ’ ἡμῶν εὐλογεῖσθαι. Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται, καὶ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ
20γὰρ ἐκεῖ τὰ τῆς πολιτείας αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο, βούλεται ποιῆσαι τοὺς τόπους σεμνοὺς τῇ ἐπωνυμίᾳ τοῦ Θεοῦ, ἵνα αἰ‐ δέσιμοι ὄντες, μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι,
25περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ, προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ, εἰς μείζονα ἄγωσιν ἀρετὴν, δι’ ἢν πάντα ἐγένετο Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Τούτῳ δὴ καὶ ἡμεῖς
30ὦμεν, παρακαλῶ, προσηλωμένοι, ἵνα καὶ τῶν μελ‐ λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
34tΕΙΣ ΤΟΝ ΡΛΕʹ ΨΑΛΜΟΝ.
35Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. αʹ. Εἰπὼν ἄνω περὶ τῆς εὐεργεσίας τοῦ Θεοῦ τῆς εἰς ἀνθρώπους γενομένης, καὶ περὶ τῆς ποσότητος τοῦ ἐλέους αὐτοῦ διαλέγεται, οὐ μετρῶν (οὐδὲ γὰρ δυνα‐
40τὸν), ἀλλὰ τῷ ἀπείρῳ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βουλόμενος, καὶ παρακαλεῖ πρὸς δοξολογίαν ἅπαντας, καλῶν καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Κυρίῳ· του‐ τέστιν, εὐχαριστεῖτε, εὐφημεῖτε αὐτόν. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί δέ ἐστιν, Εἰς τὸν
45αἰῶνα; Οὐ ποτὲ μὲν, φησὶν, εὐεργετεῖ, ποτὲ δὲ ἀφί‐ σταται, οὐδὲ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ παύεται, ὅπερ ἐπ’ ἀνθρώπων συμβαίνει, καὶ πάθει κωλυομένων, καὶ εὐτελείᾳ διακοπτομένων, καὶ θεραπείᾳ ἐμποδιζο‐ μένων, καὶ περιστάσει πραγμάτων οὐ συγχωρουμέ‐

55

.

399

(50)

νων· ἀλλ’ ὁ Θεὸς οὐ τοιοῦτος, ἀλλὰ διηνεκῶς ἐλεεῖ, καὶ οὐδέποτε παύεται τοῦτο ποιῶν, κἂν διαφόρως καὶ ποικίλως ἐπιτελῇ. Ἀεὶ οὖν ἐλεεῖ, καὶ οὐδέποτε ἵστα‐ ται τοὺς ἀνθρώπους εὐεργετῶν. Εἶτα εἰπὼν, ὅτι ἐλεεῖ διαπαντὸς, δείκνυσι καὶ τὰ δείγματα τοῦ ἐλέους,
55καὶ τοῦ διαπαντὸς μένειν αὐτοῦ τὸν ἔλεον, ἐκ τῶν ὁρωμένων ποιούμενος τὴν ἀπόδειξιν· καὶ ἐπειδὴ πρὸς εὐσέβειαν αὐτοὺς ἐχειραγώγει, ὅρα πῶς πάλιν πρὸς τοὺς τῶν Ἑλλήνων θεοὺς ἀποτείνεται, πάλιν τῇ αὐτῇ
συγκαταβάσει κεχρημένος. Τί γάρ φησιν; Ἐξομο‐Column end

55

.

400

λογεῖσθε τῷ Θεῷ θεῶν, καθ’ ἕκαστον ἐπιλέγων, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ, Τῷ Κυρίῳ τῶν κυρίων. Ἐν μὲν οὖν τῷ προτέρῳ ψαλμῷ ἔλεγεν, ὅτι παρὰ πάντας τοὺς θεούς ἐστιν· ἐνταῦθα δὲ ἔτι
5πλέον, ὅτι καὶ Κύριος αὐτῶν καὶ Δεσπότης αὐτῶν ἐστιν, ἄν τε τῶν εἰδώλων λέγῃς, ἄν τε τῶν δαιμόνων. Εἰ γὰρ καὶ ἠτιμωμένοι, καὶ προσκεκρουκότες οἱ δαί‐ μονες, ἀλλὰ δοῦλοι καὶ ὑποκύπτοντες. Διὰ τοῦτο οὖν ἐξομολογεῖσθε, φησὶν, ὅτι Θεὸν ἔχετε πάντων ἀνώτε‐
10ρον, οὗ ὅμοιος οὐδεὶς, πάντων Δεσπότην, πάντων Κύ‐ ριον. Καίτοι τῶν εὐαρεστούντων καλεῖται Θεὸς, ὡς ὅταν λέγῃ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Πῶς οὖν ἐνταῦθα τῶν δαιμόνων φησίν; Ἀλλ’ ἑτέρως ἐκεῖνο, καὶ ἑτέρως
15τοῦτο. Ἐκεῖ μὲν γὰρ ἵνα τὴν οἰκείωσιν παραστήσῃ, καὶ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην· ἐνταῦθα δὲ, ἵνα τὴν ὑπεροχὴν γνωρίσῃ. Τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐπειδὴ ἀπεφήνατο, ὅτι Κύ‐
20ριός ἐστι τῶν θεῶν, καὶ Δεσπότης, τῇ ἀποφάσει πα‐ ρέχει λοιπὸν τὴν ἀπόδειξιν, καὶ κατασκευάζει τὸ εἰ‐ ρημένον, ἀπὸ τῆς δυνάμεως αὐτὸν πάλιν ἀνακηρύτ‐ των. Καὶ οὐκ εἶπε, Τῷ ποιήσαντι, ἀλλὰ, Τῷ ποιοῦντι, δεικνὺς αὐτὸν διηνεκῶς εὐεργετοῦντα, καὶ θαυματο‐
25ποιοῦντα, καὶ παράδοξα ἐργαζόμενον. Καὶ δύο ταῦτα αὐτοῦ τίθησιν ἐξαίρετα, ὅτι τε ποιεῖ, καὶ ὅτι μόνος ποιεῖ· μᾶλλον δὲ καὶ τρία, καὶ τέσσαρα· καὶ γὰρ ὅτι ποιεῖ, καὶ ὅτι θαύματα, καὶ μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ Παιδὸς,
30ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα, ἴδωμεν, τὰ μεγάλα, ἃ μόνος ποιεῖ. Καίτοι γε ἀρχόμενος οὐ περὶ δυνάμεως διελέχθη ἡμῖν, ἀλλὰ περὶ φιλανθρωπίας καὶ ἀγαθό‐ τητος. Ἐξομολογεῖσθε γὰρ, φησὶ, τῷ Κυρίῳ, ὅτι
35ἀγαθός. Πῶς οὖν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τίνα δέ ἐστι τὰ θαύματα δεικνὺς, ἐπάγει λέγων· Τῷ ποιή‐ σαντι τοὺς οὐρανοὺς ἐν συνέσει, τῷ στερεώσαντι
40τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἕτερος, Τῷ πιλήσαντι τὴν γῆν παρ’ ὕδασι, τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυ‐ κτός. Ταῦτα εἰ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν σο‐
45φίαν ἐμφαίνει, ἀλλ’ ὅμως καὶ πολλὴν τὴν φιλανθρω‐ πίαν δείκνυσι. Τὸ μὲν γὰρ οὕτω μεγάλα γενέσθαι, καὶ καλὰ καὶ διαρκῆ, τὴν ἰσχὺν ἀνακηρύττει, καὶ τὴν σοφίαν· τὸ δὲ δι’ ἡμᾶς αὐτὰ γενέσθαι, καὶ τὴν χρείαν τὴν ἡμετέραν, τὴν φιλανθρωπίαν καὶ τὴν ἀγα‐

55

.

400

(50)

θότητα τὴν διηνεκῆ. Ὁρᾷς πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Οὐ γὰρ πρὸς δέκα καὶ εἴκοσι ἔτη πεποίηκεν αὐτὰ, οὐδὲ πρὸς ἑκατὸν, καὶ διακόσια, καὶ χίλια, ἀλλὰ παρὰ πᾶσαν τὴν ζωὴν ἡμῶν ἐξέτεινεν αὐτά. Διὸ καὶ τοῦτο δηλῶν, ἐν ἑκάστῳ στίχῳ ἐπιλέγει, Ὅτι
55εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸ δὴ ἐκπλῆττον, ὅτι ἐποίησε μὲν, καὶ ἔδωκεν ἐξ ἀρχῆς γενόμενα· ἐπειδὴ δὲ παρέβη ὁ ἄνθρωπος, οὐδὲ οὕτως αὐτὸν ἐξέ‐
βαλεν· ἀλλὰ ἅπερ ἔδωκεν οὐχ ἁμαρτόντι, τούτοις

55

.

401

ἀφῆκε καὶ μετὰ τὴν ἁμαρτίαν ἐνδιαιτᾶσθαι, καὶ οὐκ ἐκώλυσεν αὐτῶν τὴν χρῆσιν μετὰ τὴν ἁμαρτίαν ἐκεί‐ νην. Καὶ οὐκ ἐποίησεν οὐρανὸν ἕνα μόνον, ἀλλὰ καὶ ἕτερον, ἐκ προοιμίων δεικνὺς, ὅτι οὐκ ἐναφίησιν ἡμᾶς
5τῇ γῇ, ἀλλ’ ἐκεῖ μεταστήσει. Εἰ γὰρ μὴ ἔμελλεν ἐκεῖ μεθιστᾷν, τίνος ἕνεκεν καὶ οὐρανὸς παρήγετο; Οὐ γὰρ δὴ αὐτῷ χρήσιμον τοῦτο τὸ στοιχεῖον· οὐδενὸς γὰρ δεῖται· ἀλλὰ τοὺς ἀπὸ γῆς ἐκεῖ μεθιστᾷν βουλό‐ μενος, παρεσκεύασε τὰ οἰκήματα.
10 βʹ. Διὸ καὶ ὁ Προφήτης ταῦτα εἰδὼς, ἐφ’ ἑκάστῳ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐπιλέγει, ἐκπληττόμενος αὐτοῦ τὴν φιλανθρωπίαν. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ὅρα πάλιν κἀνταῦθα τὴν φιλαν‐ θρωπίαν. Ἐπειδὴ γὰρ ἐγενόμεθα θνητοὶ, καὶ ἐν πολ‐
15λαῖς χρείαις κατέστημεν, οὐδὲ οὕτως ἐγκατέλιπεν, ἀλλὰ καὶ ἐνταῦθα κατάλληλον ἡμῖν καταγώγιον δέ‐ δωκε τὸν μεταξὺ χρόνον, καὶ τοσούτων τὴν γῆν δει‐ γμάτων τῆς αὐτοῦ φιλανθρωπίας ἐνέπλησεν, ὡς μηδὲ λόγῳ παραστῆναι δύνασθαι. Ὁ γοῦν προφήτης ἐμπε‐
20σὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων, καὶ ἰδὼν τὸ πέλαγος ἀχανὲς, ἀπεπήδησε μέγα βοήσας καὶ εἰπών· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ τὸν ἥλιον δὲ εἴ τις κατίδοι, καὶ τὴν σελήνην, καὶ τὴν διάταξιν τῶν και‐
25ρῶν, πάλιν ὄψεται αὐτοῦ τὴν φιλανθρωπίαν ἅπασαν. Οὐ γὰρ μικρὸν ἡμῖν εἰς εὐταξίαν ζωῆς, καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖ τὰ στοιχεῖα, τρέφοντα, καρ‐ ποὺς πεπαίνοντα, ὧν ἄνευ ζῆσαι οὐκ ἦν, καιροὺς ἡμῖν δεικνύντα, ὥρας χαρακτηρίζοντα, δρόμους ἡμέ‐
30ρας καὶ νυκτὸς διαστέλλοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχό‐ μενα. Εἶδες πῶς εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ πῶς καθ’ ἕκαστον τῶν στίχων τοῦτο ἐπιλέγει ὁ Προ‐ φήτης; Ἕτερος δὲ ἑρμηνευτὴς, Εἰς ἐξουσίαν τῆς
35ἡμέρας, Ἐπικρατεῖν εἶπε τῆς ἡμέρας. Ἄλλος, Εἰς ἐξουσίαν ἐν νυκτί. Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν· καὶ ἐξαγαγόντι τὸν Ἰσ‐ ραὴλ ἐκ μέσου αὐτῶν. Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. Συνεχῶς περιστρέφει τὸ θαῦμα τὸ
40ἐν Αἰγύπτῳ, διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην, καὶ τὸ ἀεὶ τούτων ἀκούοντας ἐπιλανθάνεσθαι. Οὐ μικρὸν δὲ καὶ τὸ ἔλεος σημεῖον· τοῦτο γὰρ ἀπήλλαξεν αἰχμαλωσίας ἐκείνους, δουλείας, καὶ τοῖς μετὰ ταῦτα γέγονε θεογνωσίας ὑπόθεσις. Καὶ ἕτερον δὲ ἐνταῦθα
45αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ μετὰ τὴν πλη‐ γὴν ἐκείνην τῆς αὐτοῦ δυνάμεως γέγονε τὸ ἀπαλλάξαι αὐτοὺς τῆς δουλείας, κατασείσαντος αὐτοὺς τῷ φόβῳ, καὶ καταποντίσαντος τῇ θαλάσσῃ. Ταῦτα δὲ λέγει, ἵνα μή τις τῶν ἀνοητοτέρων νομίσῃ, ὅτι κελεύων αὐ‐

55

.

401

(50)

τοῖς τὸ χρυσίον λαβεῖν, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ, δι’ ἀσθένειαν ἐκέλευε. Καὶ γὰρ καὶ τοῦτο ἐποίησε παν‐ ταχόθεν βουλόμενος εἶναι φοβερὸς τοῖς πολεμίοις, καὶ δεῖξαι ὅτι καὶ δυνάμει καὶ μετὰ αὐθεντίας ἅπαντα δύναται ἐργάζεσθαι, καὶ ἀπατᾷν αὐτοὺς, καὶ παρα‐
55κρούεσθαι. Ἅ τε γὰρ φανερῶς ἐποίησεν, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος ἀπατῆσαι· ἅ τε ἀπατήσας, οὐ διὰ τοῦτο ἐποίησεν, ὡς οὐ δυνάμενος φανερῶς λα‐ βεῖν, ἀλλ’ ἐν ἑκατέρῳ τῷ μέρει τὴν ἰσχὺν τὴν ἑαυτοῦ
δεικνύς. Ὅτι γὰρ καὶ τοῦτο μέγαν φόβον ἐνέθηκεColumn end

55

.

402

τοῖς ἀλλοφύλοις, ἄκουσον τί φασι μετὰ ταῦτα οἱ μάν‐ τεις οἱ Ἀζωτίων· Οὗτος ὁ Θεὸς ὁ σκληρὸς, ὃς ἐπάταξε τὴν Αἴγυπτον, καὶ ὅτε ἐνέπαιξεν αὐ‐ τοῖς, τότε ἐξήγαγεν αὐτούς. Ὁρᾷς αὐτοὺς καὶ διὰ
5τοῦτο τρέμοντας αὐτὸν, διὰ τὴν κλοπὴν, διὰ τὴν ἀπά‐ την, διὰ τὸ ἀποχρήσασθαι αὐτούς; Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Ἕτερος, Εἰς τομάς. Ἄλλος, Εἰς τμή‐ ματα. Τινὲς γάρ φασιν, ὅτι οὐ μία γέγονεν ἡ ὁδὸς,
10ἀλλὰ καθ’ ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις. Ἀλλὰ ταῦτα πάντα εἰ καὶ πολλὴν τὴν ἰσχὺν ἐπεδείκνυτο, καὶ φοβερὸν αὐτὸν ἀπέφαινε καὶ μέγαν, ἀλλ’ οὖν πολλὴν καὶ τὴν φιλαν‐ θρωπίαν εἶχεν, οὐχὶ τοῖς ἀπολαύουσι μόνον, ἀλλ’, εἰ
15προσέχειν ἐβούλοντο, καὶ τοῖς ἐναντίοις. Οὐ γὰρ ἁπλῶς κατεπόντισεν αὐτοὺς, ἀλλὰ μετὰ τοσαύτην θαυμα‐ τουργίαν βουλομένους κατατολμῆσαι τῶν ὑδάτων· ἔδει δὲ αὐτοὺς, εἰ καὶ πάντων ἦσαν ἀναισθητότεροι, τά τε πρότερα ἐννοήσαντας, τά τε παρόντα καὶ πρὸ
20τῶν ὀφθαλμῶν, ἐκπλαγῆναι αὐτοῦ τὴν ἰσχὺν, καὶ προσκυνῆσαι, καὶ παύσασθαι τῆς ἀκαίρου φιλονεικίας. Οἱ δὲ τὴν κτίσιν ἅπασαν ὁρῶντες πρὸς τὸ δοκοῦν αὐτῷ μεταστοιχειουμένην, καὶ πολεμοῦσαν αὐτοῖς, οὐδὲ οὕτως ἔληξαν τῆς μανίας, ἀλλὰ καὶ τὸ παράδοξον
25ἐκεῖνο θαῦμα βλέποντες, κατετόλμησαν τῆς ξένης ἐκείνης καὶ καινῆς ὁδοιπορίας. Διὸ καὶ τάφος αὐτοῖς τὸ πέλαγος γίνεται· οὐδὲ γὰρ φύσεως ἦν ἔργον, ἀλλὰ θεηλάτου πληγῆς τὸ γενόμενον· διὰ δὴ τοῦτο ἐν βρα‐ χείᾳ καιροῦ ῥοπῇ τὰ ἐναντία εἰργάζετο· καὶ οὐ καθ’
30ἓν ἐτέμνετο μέρος, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπασῶν. Καθ’ ἕκαστον δὲ τῶν σημείων ἐλέους μνη‐ μονεύει, ὅτι τοῦτο μάλιστα ἦν τῷ Θεῷ περισπούδα‐ στον, ἐπειδὴ διὰ τῶν στοιχείων ἐγίνετο τὸ θαύματα, μὴ φυσικῆς τινος ἀκολουθίας εἶναι νομισθῇ τὰ γινό‐
35μενα, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς παραδοξοποιού‐ σης τὰ θαύματα. Ὃ δὴ καὶ ἐπὶ τῆς θαλάττης συνέ‐ βαινε, καὶ δῆλον ἐγίνετο, οὐκ ἐκ τοῦ συμβῆναι τότε, ἀλλ’ ἐκ τοῦ μετ’ ἐκεῖνο μηκέτι γενέσθαι· πάλιν δὲ τὰ φυσικῶς γινόμενα, συνεχῆ καὶ πυκνὰ, καὶ κατὰ
40καιρὸν ἐπιτελεῖσθαι πέφυκε. Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. γʹ. Ὁρᾷς πῶς δικαίως καθ’ ἕκαστον στίχον λέγει τὸ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Ταῦτα γὰρ ἅπαντα
45τὴν διηνεκῆ κηδεμονίαν ἐδείκνυ. Εἰ γὰρ καὶ τὰ γενό‐ μενα τέλος εἶχεν, ἀλλ’ αἱ μνῆμαι αὐτῶν τοῖς μετὰ ταῦτα πολλὴν θεογνωσίας παρεῖχον ὑπόθεσιν. Καὶ γὰρ τῇ μνήμῃ εἰς ἐγγόνους παραπεμπόμενα ἐχειραγώγει πρὸς φιλοσοφίαν πολλήν. Ἄλλως δὲ οὐκ ἐκεῖνα ἐπρά‐

55

.

402

(50)

χθη μόνον, καὶ ἐπαύσατο ἡ τοῦ Θεοῦ κηδεμονία, οὐδὲ μέχρι τῶν Αἰγυπτιακῶν ἔστη τὰ τῆς φιλανθρωπίας, ἀλλ’ ἕκαστος καιρὸς καὶ χρόνος ἅπας ἔχει παρατεινό‐ μενα τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὰ δείγματα. Ὑπὲρ ὧν καὶ αὐτὸς ἐκπληττόμενος, συνεχῶς ἐπιλέγει
55τὸ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ καλῶς

55

.

403

ἐπήγαγε, Τῷ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ἐπεὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ ἤρκει τὸ τὴν θάλασσαν ὑπονοστῆσαι, καὶ ῥᾳδίαν αὐτοῖς ποιῆσαι τὴν δίοδον· ἀλλ’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα
5ἂν αὐτοὺς ἐξέπληξε, καὶ ἐφόβησε, καὶ ἀπεῖρξε τολ‐ μᾷν, τῷ παραδόξῳ πολλὴν δειλίαν ἐμποιοῦν· ἀλλὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐγένετο τὸ καὶ μετὰ τὴν ἀνα‐ χώρησιν τῆς θαλάσσης θάρσος αὐτοῖς ἐνθεῖναι, καὶ πεῖσαι διαβῆναι τὴν καινὴν ἐκείνην καὶ ξένην ὁδόν.
10Καὶ γὰρ ἐν ἑκατέρῳ τμήματι κορυφουμένων τῶν ὑδάτων, ὑψηλῆς τινος καὶ γενναίας ἔδει ψυχῆς αὐτοῖς, ὥστε μὴ δεῖσαι τὴν διάβασιν, μηδὲ ὑποπτεῦσαι, ὅτι κορυφούμενα ἑκατέρωθεν τὰ πελάγη ἐπελεύσεται αὐ‐ τοῖς, καὶ καταποντίσει τὸ στρατόπεδον ἅπαν. Καὶ
15ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θά‐ λασσαν Ἐρυθράν. Τὴν εὐκολίαν βουλόμενος δεῖξαι τοῦ καταποντισμοῦ, τῇ λέξει ταύτῃ ἐχρήσατο. Σὺ δέ μοι σκόπει, πῶς μετὰ τῆς δυνάμεως καὶ τῆς ἀγανα‐ κτήσεως καὶ τὴν μακροθυμίαν ἐπεδείξατο, οὐ πρότε‐
20ρον αὐτοὺς ἀνελὼν, καίτοι οὕτως ἀναισχύντως καὶ φιλονείκως διακειμένους, ἕως ὅτε φέροντες αὐτοὶ ἑαυ‐ τοὺς ἑκόντες κατεκρήμνισαν. Οὐδ’ εἰκῆ δὲ καὶ τὸ στρατόπεδον κολάζεται· ἀλλ’ ἐπειδὴ τῶν ἁμαρτημά‐ των ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον, κοινω‐
25νοῦσι καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο οὐκ ἔλαττον τοῦ διὰ τῆς θαλάττης διαγαγεῖν. Εἰ γὰρ καὶ ξηρὰ ὑπέκειτο γῆ, δυναμένη στέγειν τὸ στρατόπεδον, ἀλλ’
30ὅμως πολλὰ ἕτερα ἦν τὰ λυποῦντα. Καὶ γὰρ ἱκανὰ πάντα καταναλῶσαι, καὶ θανάτῳ παραδοῦναι χαλε‐ πωτάτῳ, καὶ λιμὸς, καὶ αὐχμὸς, καὶ δίψος, καὶ ἀκτὶς θερμοτέρα τοῦ δέοντος ἐπικειμένη, καὶ θηρίων πλήθη, καὶ ἡ τῶν ἐπιτηδείων ἁπάντων ἐρημία. Οἶ‐
35δας δὲ ὅσων ὁ ἄνθρωπος δεῖται. Ἀλλ’ ὅμως ἁπάν‐ των ἐκείνων γυμνωθέντες, καὶ οὐ στέγην ἔχοντες, οὐ τροφὰς, οὐκ ἐνδύματα ἀρκοῦντα, οὐχ ὑποδήματα, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ὡς ἐν μέσαις χορεύον‐ τες πόλεσιν, οὕτω διὰ τῆς ἐρήμου πάσης ἐκείνης
40ἐβάδιζον. Σὺ δέ μοι σκόπει, πόσα παρέδραμε θαύ‐ ματα τὰ ἐν τῇ ἐρήμῳ γινόμενα, καὶ πόσων ἐτῶν δημαγωγίαν· καὶ δύο τινῶν μέμνηται θαυμάτων, τῶν ἐπὶ τῶν βασιλέων ἐκείνων γεγενημένων. Καὶ γὰρ παρεὶς εἰπεῖν τὴν καινὴν τράπεζαν ἐκείνην, τὴν
45στέγην τὴν παράδοξον, τὴν λαμπάδα τὴν μηδέποτε μὴ φανεῖσαν, τῶν ἱματίων τὸ διαρκὲς, τῶν ὑποδημάτων τὸ ἀνένδοτον, τὰς ἀπὸ τῶν πετρῶν πηγὰς, τὰ ἄλλα τὰ καινὰ καὶ παράδοξα, δι’ ὧν ῥᾳδίαν ἐποίει τὴν ὁδοι‐ πορίαν αὐτοῖς, δύο μόνον μέμνηται, πῶς τοὺς βασι‐

55

.

403

(50)

λέας τῶν βαρβάρων ἀνεῖλε, καὶ πῶς τὸ τρόπαιον ἔστησε, καὶ τὴν νίκην αὐτοῖς ἐχαρίσατο, τὰ λοιπὰ παραχωρῶν τῷ ἀκροατῇ μετὰ ἀκριβείας ἀναλέγειν· διό φησι· Τῷ πατάξαντι βασιλεῖς μεγάλους. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς· τὸν Σηὼν βα‐
55σιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Καὶ ἐφ’ ἑκάστῳ τούτων ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, δεικνὺς ὅτι εἰ καὶ ἀπὸ πολε‐ μίων πολέμιοι διεδέχοντο, ἀλλ’ οὐδεὶς αὐτοὺς ἐχει‐
ροῦτο. Διὰ τί; Ὅτι διηνεκῶς τῆς φιλανθρωπίας αὐ‐Column end

55

.

404

τοῦ ἀπέλαυον. Τοῦτο γὰρ αἰνίττεται λέγων συνεχῶς, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. Διπλᾶ τὰ τῆς εὐεργεσίας, καὶ τὸ κρα‐
5τῆσαι τῶν πολεμίων, καὶ τὸ γενέσθαι κυρίους τῶν ἐκείνων. Καὶ γὰρ καὶ τοῦτο δυνάμεως πολλῆς ἦν, οὐ τὸ ἐκβαλεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ καὶ τὸ δυνηθῆναι κατασχεῖν καὶ περιγενέσθαι τῆς ἀλλοτρίας. Εἶτα πάλιν σαφέστερον τοῦτο δεικνὺς, ὅτι οὐκ ἀπ’
10ἀξίας τούτων γεγόνασι κύριοι, ἀλλ’ ἀπὸ τῆς ἀγαθό‐ τητος αὐτοῦ μόνης, ἐπήγαγεν· Ὅτι ἐν τῇ ταπεινώ‐ σει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος· δηλῶν ὡς οὐκ ἐν τοῖς κατορθώμασιν, οὐκ ἐν τῇ εὐπραγίᾳ, ἀλλ’ ἐν τῇ ταπεινώσει ἡμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἤρκε‐
15σεν ἡ συμφορὰ ἐπικάμψαι αὐτὸν, καὶ τὸ κακῶς πά‐ σχειν ἡμᾶς. Ἐπεὶ καὶ ἐξ ἀρχῆς, ὅτε αὐτοὺς ἀπήλ‐ λαττεν Αἰγύπτου, οὐκ εἶπεν, Ἰδὼν εἶδον τὴν καταβο‐ λὴν αὐτῶν τὴν ἐπὶ τὸ βέλτιον· ἀλλ’, Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Καὶ ἐλυ‐
20τρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἵνα μὴ κατὰ μικρὸν καταλέγῃ τοὺς πολέμους, τὰς ἐφόδους, τὰς νίκας, τὰ τρόπαια, πάλιν ἑνὶ ῥήματι κατορθωμάτων ὁρμαθὸν παραδραμὼν, καὶ τὰ μερικὰ ἀφεὶς τὰ εἰς Ἰουδαίους γινόμενα, ἐπὶ τὴν καθολικὴν αὐτοῦ πρό‐
25νοιαν ἔρχεται λέγων· Ὁ διδοὺς τροφὴν πάσῃ σαρ‐ κί. Ἄλλος, Ὃς δίδωσιν ἄρτον. Ἄλλος, Διδοὺς ἄρ‐ τον. Οὐκ ἄρα γῆς, οὐδὲ ὑδάτων, οὐδὲ ἀέρων, οὐδὲ ἀκτῖνος, οὐδὲ ἄλλου τινός εἰσι τῶν καρπῶν αἱ γοναὶ, ἀλλ’ αὐτοῦ τὸ πᾶν. Καὶ ὅρα κἀνταῦθα οὐ τὴν δύναμιν
30μόνον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ὅπερ γὰρ ὁ Χριστός φησιν, Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· τοῦτο καὶ οὗτος ἐνταῦθα ᾐνίξατο, εἰπών· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί·
35τουτέστιν, οὐχὶ τοῖς δικαίοις, οὐδὲ τοῖς κατορθοῦσι μόνον, ἀλλὰ καὶ ἁμαρτωλοῖς καὶ ἀσεβέσι, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει· ὃ καὶ μάλιστα αὐτοῦ τὴν δεσποτείαν ἀνακηρύττει. Εἶδες ὅτι διὰ τοῦτο μάλιστα ὁ ψαλμὸς σύγκειται, ὥστε πρὸς θεογνωσίαν χειραγω‐
40γῆσαι; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος ἀπὸ τῶν καθόλου ἤρξατο, καὶ τελευτῶν εἰς ταῦτα κατέληξεν· ἀνωτέρω μὲν εἰπὼν ἥλιον καὶ σελήνην, καὶ ἀστραπὰς καὶ ὑε‐ τοὺς, ἅπερ οὐκ ἐν μέρει γίνεται τῆς οἰκουμένης· ἐν δὲ τῷ τέλει εἰς τὴν κοινὴν ἁπάντων καταλήξας τρο‐
45φήν. Εἶτα ἀπὸ τούτων κατασκευάσας τὴν καθόλου πρό‐ νοιαν, ἐπήγαγεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐ‐ ρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τούτων κἀκεῖνο δῆλον, ὅτι καὶ τῶν ἄνω καὶ τῶν κάτω πάντων αὐτός ἐστι Δεσπότης, καὶ πανταχοῦ τὰ

55

.

404

(50)

τῆς προνοίας αὐτοῦ καὶ τῆς κηδεμονίας ἐκτέταται. Ὑπὲρ ἁπάντων τοίνυν αὐτῷ τὴν εὐχαριστίαν ἀναφέ‐ ρωμεν, τῶν κοινῶν, τῶν ἰδικῶν, ὑπὲρ τῆς ἀγαθότη‐ τος, ὑπὲρ τῆς φιλανθρωπίας, ὑπὲρ τῆς δυνάμεως, ὑπὲρ τῆς κηδεμονίας, καὶ διηνεκῶς τοῦτο ποιοῦντες
55διατελῶμεν, καθὼς καὶ ὁ Ψαλμῳδός φησιν, Ἐξομο‐ λογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶ‐ να τὸ ἔλεος αὐτοῦ. Τοῦτο γὰρ θυσία, τοῦτο προσ‐ φορὰ, τοῦτο μάλιστα ἡμῖν ἵλεων αὐτὸν καθίστησι, καὶ τῆς εὐνοίας ἀπολαῦσαι ποιεῖ τῆς ἐκείνου· ἧς γένοιτο
60πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

55

.

405

(1t)

ΕΙΣ ΤΟΝ ΡΛϛʹ ΨΑΛΜΟΝ.
2Ὑπὲρ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.
5 αʹ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως, πολὺς ὁ ἔρως τῆς ἐπανόδου. Ἕως μὲν γὰρ εἶχον τὰ ἀγαθὰ ἐν χερσὶν, ἀκκιζόμενοι καὶ ὑβρίζοντες διετέλουν· ἐπειδὴ δὲ ἐξεβλήθησαν αὐτῶν, τότε λοιπὸν ἐν ἐπιθυμίᾳ κατ‐ έστησαν. Διὰ γὰρ τοῦτο αὐτοὺς καὶ ἐξέβαλεν, ἵνα
10αὐτοὺς εἰς πόθον ἀναγάγῃ μείζονα. Καὶ τοῦτο πολ‐ λαχοῦ ποιεῖν ὁ Θεὸς εἴωθεν. Ὅταν γὰρ ἐντρυφῶντες αὐτοῦ τοῖς ἀγαθοῖς μὴ αἰσθανώμεθα, ἐν ἐρημίᾳ αὐτῶν ἡμᾶς καθίστησιν, ὥστε τῇ στερήσει σωφρονισθέντας ζητῆσαι πάλιν τὴν ἀπόλαυσιν. Τίνος δὲ ἕνεκεν παρὰ
15τοὺς ποταμοὺς ἐκάθηντο; Ἅτε αἰχμάλωτοι ὄντες, καὶ ἀπὸ πολεμίας εἰλημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. Ἕτερος, Κιθάρας ἡμῶν. Ἄλλος, Λύρας. Καὶ τίνος ἕνεκεν τὰ ὄργανα
20ἐπήγοντο εἰς αἰχμαλωσίαν ἀπιόντες, καὶ οὐ μέλλον‐ τες αὐτοῖς χρῆσθαι; ᾨκονόμητο καὶ τοῦτο ὑπὸ Θεοῦ, ὥστε καὶ ἐπὶ τῆς ἀλλοτρίας ἔχειν ὑπομνήματα τῆς πολιτείας τῆς προτέρας, καὶ μᾶλλον αὐτοὺς δάκνεσθαι ὁρῶντας τὰ σύμβολα τῆς θρησκείας ἐκείνης. Ὅτι
25ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. Οὐ μικρὰ καὶ ἐν‐ τεῦθεν ἐκέρδαινον ἐν τῷ τοὺς βαρβάρους ἐπικεῖσθαι, καὶ τῶν ᾀσμάτων ἐπιθυμεῖν ἀκούειν τῶν παρ’ αὐτῶν.
30Ὅρα δὲ κἀντεῦθεν πόσην ἀπὸ τῆς αἰχμαλωσίας ἐδέ‐ ξαντο τὴν διόρθωσιν. Οἱ γὰρ ἐξορχησάμενοι, καὶ τῆς οἰκείας ἀποσκιρτήσαντες λατρείας, καὶ παντὶ τρόπῳ τὰ νόμιμα καταπατήσαντες, τοσαύτῃ ἀκριβείᾳ κέ‐ χρηνται ἐπὶ τῆς ἀλλοτρίας, ὡς καὶ τῶν βαρβάρων
35ἐπικειμένων, καὶ ἀπειλούντων, καὶ πανταχόθεν περι‐ στοιχιζόντων αὐτοὺς, καὶ ἐπιθυμούντων ἀκοῦσαι, μη‐ δὲ οὕτως χαρίσασθαι αὐτῶν τῇ ἐπιθυμίᾳ, ἀλλὰ προ‐ τιμῆσαι τὸν νόμον, καὶ διατηρῆσαι μετὰ ἀκριβείας. Τὸ δὲ, Οἱ ἀπαγαγόντες, ἕτερος εἶπεν, Οἱ καταλα‐
40ζονευόμενοι ἡμῶν, μονονουχὶ τοῦτο δηλῶν· Οἱ πρὸ τούτου ἐπεμβαίνοντες, καὶ κατεξανιστάμενοι, οὕτω τῷ χρόνῳ γεγόνασι πρᾶοι καὶ ἐπιεικεῖς καὶ ἥμεροι, ὡς καὶ τῶν ᾠδῶν ἐπιθυμεῖν ἀκούειν τῶν ἡμετέρων. Ἀλλ’ ὅμως οὐκ ἐνέδωκαν οὗτοι. Εἶδες πῶς ἰσχυροὺς
45ἡ θλίψις ἐργάζεται; πῶς κατανενυγμένους ποιεῖ; πῶς συντρίβει τὴν διάνοιαν; Καὶ γὰρ ἔκλαιον, καὶ τὸν νόμον διετήρουν, καὶ οἱ τῶν προφητῶν δακρυόν‐ των γελῶντες, καὶ κωμῳδοῦντες, καὶ χλευάζοντες, οὗτοι νῦν μηδενὸς ὑπομιμνήσκοντος αὐτοὺς πρὸς δά‐

55

.

405

(50)

κρυα ἐτρέποντο, καὶ ἐθρήνουν. Ἐκ τούτου καὶ οἱ πο‐ λέμιοι τὰ μεγάλα ἐκέρδαινον. Καὶ γὰρ ἑώρων αὐτοὺς οὐ τῇ αἰχμαλωσίᾳ πιεζομένους, οὐδὲ τὴν δουλείαν θρηνοῦντας, οὐδὲ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν, ἀλλὰ τὸ τῆς οἰκείας ἐκπεσεῖν λατρείας. Διὰ τοῦτο προστίθη‐
55σιν· Ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Καὶ γὰρ οὐχ ἁπλῶς θρηνοῦσιν, ἀλλ’ ἔργον τοῦτο ποιοῦνται. Διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγεν, Ἐκαθίσαμεν, καὶ
ἐκλαύσαμεν, δηλονότι, διὰ τοῦτο συνηδρεύσαμεν,Column end

55

.

406

ὥστε κινῆσαι θρήνους καὶ ὀλολυγάς. Τίνος δὲ ἕνεκεν οὐκ ἐφεῖτο ᾄδειν ἐπὶ τῆς ἀλλοτρίας; Ὅτι οὐκ ἔδει βέ‐ βηλα ὦτα ἀκούειν τῶν ἀποῤῥήτων ἐκείνων. Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας,
5Τουτέστιν, οὐκ ἐφεῖται ἡμῖν ᾄδειν. Εἰ γὰρ καὶ τῆς πατρίδος ἐξεπέσομεν, ἀλλὰ τὸν νόμον μένομεν διατη‐ ροῦντες, καὶ τὴν ἀκρίβειαν αὐτοῦ διαφυλάττοντες. Ὥστε κἂν τῶν σωμάτων κρατῆτε, τῆς γνώμης οὐ περιέσεσθε. Εἶδες φιλόσοφον ψυχὴν γινομένην ἀπὸ
10τῆς θλίψεως, καὶ ὑψηλοτέραν τῶν δεινῶν; Ἐὰν ἐπι‐ λάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου. Ὅρα κἀντεῦθεν πολλὴν τὴν μεταβολήν. Καὶ γὰρ οἱ καθ’ ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι τῆς πόλεως ἐκ‐
15πεσοῦνται, καὶ οὐ φροντίζοντες, ἑαυτοῖς ἐπαρῶνται νῦν, εἰ ἐπιλάθωνται αὐτῆς. Τί δέ ἐστιν, Ἐπιλησθείη ἡ δεξιά μου; Ἡ ἰσχύς μου, φησὶν, ἡ δύναμίς μου ἐπιλάθοιτό μου, καὶ γενοίμην ἄφωνος ἀπὸ τοῦ με‐ γέθους τῶν κακῶν, Ἐὰν μή σου μνησθῶ· ἐὰν
20μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τί ἐστιν, Ἐὰν μὴ προανα‐ τάξωμαι τὴν Ἱερουσαλήμ; Οὐχ ἁπλῶς σου μνημο‐ νεύσω, φησὶν, ἐν τοῖς ἄλλοις, ἀλλὰ καὶ ἐν τοῖς ὕμνοις, καὶ ἐν ταῖς ᾠδαῖς. Τὸ δὲ, Προανατάξωμαι, προ‐
25ανακρούσωμαί ἐστι· σφόδρα ποθούντων ῥῆμα φθεγγό‐ μενοι, μᾶλλον δὲ ἐρώντων, καὶ ἐκκαιομένων περὶ αὐτήν. Ἀκούωμεν πάντες ταῦτα, καὶ παιδευώμεθα. Καθάπερ γὰρ οὗτοι ἐκπεσόντες, τότε ζητοῦσιν αὐ‐ τήν· οὕτω καὶ ἡμῶν πολλοὶ τοῦτο πείσονται ἐν ἐκείνῃ
30τῇ ἡμέρᾳ τῆς ἄνω Ἱερουσαλὴμ ἐκπίπτοντες. Ἀλλ’ οὗτοι μὲν ἐκπεσόντες ἐλπίδας ἔσχον ἐπανόδου, ἡμᾶς δὲ ἐκπεσόντας οὐκ ἔνι πάλιν ἐπανελθεῖν. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησὶ, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Διὸ δὴ ἀκριβέστερον δεῖ
35τοῖς καθ’ ἡμᾶς αὐτοὺς προσέχειν, καὶ τὸν παρόντα βίον οὕτως οἰκονομεῖν, ὥστε μὴ γενέσθαι αἰχμαλώ‐ τους μηδὲ ἀλλοτρίους, μηδὲ ξένους τῆς μητροπόλεως ἐκείνης. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε,
40ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. Ἕτερος, Τοῖς υἱοῖς Ἐδώμ. Καὶ τοῦτο τὸ ῥῆμα ἐκκαιομένων περὶ τὴν πόλιν. Ὃ δὲ λέγουσι, τοῦτό ἐστιν· Ἀπαίτη‐ σον δίκην τοὺς οὐ βουληθέντας στῆναι μέχρι τῆς ἁλώ‐ σεως, μηδὲ κορεσθέντας τῇ κατασκαφῇ, ἀλλ’ ἐφ‐
45ισταμένους καὶ λέγοντας· Κατασκάπτετε ἕως ἂν ᾖ θεμέλιος ἐν αὐτῇ. Ἐπεθύμουν γὰρ μηδὲ τὰ βάθρα αὐτὰ μεῖναι τῆς πόλεως, ἀλλὰ καὶ τοὺς θεμελίους αὐτῆς ἀνασπασθῆναι. βʹ. Οὗτοι δὲ ἦσαν Ἀράβιοι, οἱ συνεπιθέμενοι τοῖς

55

.

406

(50)

Ἰουδαίοις τότε μετὰ τῶν Βαβυλωνίων, ὧν καὶ συν‐ εχῶς μέμνηται ὁ προφήτης, καὶ σφόδρα αὐτῶν κατ‐ ηγορεῖ, ὅτι καὶ δικαίας συγγενείας ἔχοντες πρὸς αὐ‐ τοὺς, τῶν πολεμίων ἐγένοντο πικρότεροι. Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Ἕτερος, Ἡ προνενο‐
55μευμένη. Ἕτερος, Ἡ διαρπασθησομένη. Ἐνταῦθα
δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν, οὐκ ἐν τῇ τῶν κακῶν

55

.

407

ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν πολεμησάντων ἐπι‐ βουλῇ, προλέγει τὰ συμβησόμενα τῇ Βαβυλῶνι κακὰ ὁ προφήτης, καὶ ἀθλίαν αὐτὴν ἀπὸ τῶν καταληψομέ‐ νων κακῶν καλεῖ, κἀν τούτῳ παιδεύων τοὺς Ἰου‐
5δαίους, καὶ δεικνὺς τοῦ Θεοῦ τὴν ἰσχὺν πανταχοῦ τῆς γῆς ἐκτεταμένην. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Ἄλλος, Ὃ προεποίησας ἡμῖν. Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.
10 Ταῦτα εἰ καὶ πολλοῦ γέμει θυμοῦ καὶ πολλῆς κολά‐ σεως καὶ τιμωρίας, ὅμως τοῦ πάθους τῶν αἰχμαλω‐ τισθέντων ἐστι τὰ ῥήματα, πολλὴν ἀπαιτούντων τὴν τιμωρίαν, καὶ ξένην τινὰ καὶ παράδοξον κόλασιν. Πολλὰ γὰρ οἱ προφῆται οὐκ οἴκοθεν φθέγγονται, ἀλλὰ
15τὰ ἑτέρων πάθη διηγούμενοι, καὶ εἰς μέσον φέρον‐ τες. Ἂν μὲν γὰρ τὴν αὐτοῦ γνώμην ζητῇς, ἀκούσῃ λέγοντος, Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, καὶ τὴν παρὰ τῶν νόμων δεδομένην αὐτῷ συμ‐ μετρίαν ὑπερβαίνοντος. Ὅταν δὲ τὰ ἑτέρων διηγῆται
20πάθη, τὸν θυμὸν ὑπογράφει, τὴν ὀδύνην· ὃ δὴ καὶ νῦν πεποίηκε, τὴν ἐπιθυμίαν τὴν τῶν Ἰουδαίων εἰς μέσον ἄγων, οἳ καὶ μέχρι τῆς ἀώρου ἡλικίας τὴν ὀργὴν ἐξέτεινον. Ἀλλ’ οὐ τὰ τῆς Καινῆς τοιαῦτα· ἀλλὰ καὶ ποτίζειν καὶ τρέφειν τοὺς ἐχθροὺς κελευό‐
25μεθα, εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς. Τοῦτο δὲ ποιοῦμεν διὰ τὴν ὡρισμένην νομοθεσίαν. Ποίαν δὲ ταύτην; Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶ, πλέον τῶν γραμματέων καὶ Φαρι‐ σαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
30οὐρανῶν. Πολλὴν τοίνυν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ μετὰ περιουσίας ἅπασαν φυλάξωμεν, ἅτε λοιπὸν ὡς ἐν οὐρανῷ πολιτευόμενοι ἐπὶ γῆς, καὶ μετὰ ἀγγέ‐ λων χορεύοντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπι‐ τευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐
35χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
38tΕΙΣ ΤΟΝ ΡΛΖʹ ΨΑΛΜΟΝ.
39Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
40 αʹ. Πολλάκις ὑμῖν περὶ τούτου διελέχθην. Διόπερ αὐτὸ παρελθόντες, ἐπὶ τὸ ἐχόμενον αὐτοῦ ἥξομεν. Τί δὲ τοῦτό ἐστι, Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι; Ὅπερ ἕτερος εἶπεν ἑρμηνευτὴς, Παῤῥησίᾳ, ὁ Θεὸς, ᾄσω σε. Ἄλλος, Ἔναντι θεῶν μελῳδήσω σοι. Ἂν
45μὲν οὖν τοὺς ἐν οὐρανοῖς ἀγγέλους λέγῃ, τοιοῦτόν ἐστι τὸ λεγόμενον, ὅτι Μετὰ ἀγγέλων ᾄδειν βιάσομαι, καὶ φιλονεικήσω τὴν ἅμιλλαν πρὸς αὐτοὺς θέσθαι, καὶ συγχορεῦσαι ταῖς ἄνω δυνάμεσιν. Εἰ γὰρ καὶ τῇ φύ‐ σει διέστηκα, ἀλλ’ ὅμως τῇ προθυμίᾳ ἁμιλλήσομαι

55

.

407

(50)

μετ’ ἐκείνων στῆναι. Εἰ δὲ κατὰ τὴν ἑτέρων ἔκδοσιν ἐκλάβωμεν τὸ εἰρημένον, δοκεῖ μοι περὶ τῶν ἱερέων τοῦτο εἰπεῖν. Ἔθος γὰρ τῇ Γραφῇ καὶ ἄγγελον καλεῖν τὸν ἱερέα καὶ θεόν· νῦν μὲν λέγουσα· Θεοὺς οὐ κα‐ κολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς
55κακῶς· νῦν δὲ, Χείλη ἱερέων φυλάξεται κρίσιν, καὶ ἐκ στόματος αὐτοῦ ζητήσουσι δικαιοσύνην, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Ἂν τοίνυν τοῦτο ἐκλαβεῖν ᾖ, ἐκεῖνο νοεῖν δεῖ, ὅτι Μετὰ
τῶν ἱερέων, παρόντων αὐτῶν, μετὰ τῆς προσηκούσηςColumn end

55

.

408

εὐταξίας καταρχομένων ἐκείνων προηγουμένων ἕψο‐ μαι, καὶ ἀκολουθήσω, καὶ ᾄσω σοι· Ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου. Εἶδες εὐχα‐ ριστίαν πολλήν; εἶδες προσοχὴν ἐπιτεταμένην; Οὐ
5καθάπερ ἔνιοι τῶν χαύνων καὶ διαλελυμένων, πρὶν ἢ μὲν λαβεῖν σφοδροί τινές εἰσι, μετὰ δὲ τὸ λαβεῖν ἀναπεπτωκότες· ἀλλ’ οὗτος καὶ πρὶν ἢ λαβεῖν ἐπίκει‐ ται, καὶ μετὰ τὸ λαβεῖν μένει διηνεκῶς εὐχαριστῶν. Ἐντεῦθεν δὲ δείκνυται, ὅτι καθαρὰν καὶ ἀρίστην
10ἐποιεῖτο τὴν εὐχὴν, ἐκ τοῦ ἀκουσθῆναι παρὰ τοῦ Θεοῦ. Τοῦτο γὰρ μάλιστα ἀκούεσθαι ποιεῖ, ὅταν κατὰ γνώμην αὐτῷ ἡ εὐχὴ γένηται. Ὥστε καὶ τοῦ ἀκουσθῆναι ἡμεῖς κύριοι. Ὅταν γὰρ ταῦτα αἰτῶμεν, ἃ τὸν Θεὸν ἄξιον δοῦναι, ὅταν μετὰ
15προθυμίας, ὅταν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν παρέχω‐ μεν, ἀκούει καλούμενος, καὶ τὸ αἰτούμενον πληροῖ. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ τὸ δύνασθαι ἐπιβαίνειν ναοῦ, καὶ ἐπι‐ βαίνοντα μετὰ καθαροῦ συνειδότος προσκυνεῖν. Οὐ
20γὰρ δὴ τὸ κάμψαι γόνατα, οὐδὲ τὸ εἰσελθεῖν τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλὰ τὸ μετὰ διανοίας θερμῆς καὶ γνώμης συντεταμένης, τὸ μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ ἔνδον εἶναι· ὥσπερ οὐδὲ μικρὸν ἀξίωμα τὸ προσκυνεῖν τὸν ἐπὶ πάντων Θεὸν, ὡς χρὴ
25προσκυνεῖν. Εἰ γὰρ ἐπὶ τῶν βασιλέων ἐν ἀξιώματος τοῦτο κεῖται μέρει, πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τί ἐστι τοῦτο; Εὐχαριστήσω σοι, φησὶν, ὅτι πολλῆς ἀπέλαυσα τῆς
30κηδεμονίας. Οὐ γὰρ ἀπὸ τῶν οἰκείων κατορθωμάτων ἔλαβον τὸ ἀπολαβεῖν τὴν πατρίδα, καὶ τὸν ναὸν ἰδεῖν, ἀλλ’ ἀπὸ τοῦ ἐλέους σου καὶ τῆς φιλανθρωπίας σου. Ἐπὶ τούτοις σε προσκυνήσω, ἐπὶ τούτοις ἐξομολογή‐ σομαί σοι, ὅτι ἄξιον ὄντα κολάσεως καὶ τιμωρίας,
35καὶ διηνεκῶς ἐν ἀλλοτρίᾳ διατρίβειν ὄντα δίκαιον, ταχέως ἐπανήγαγες. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐ διὰ τὰς εὐεργεσίας εὐχαριστήσω μόνον, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν δόξαν τὴν ἄφατον, καὶ τὴν μεγαλωσύνην
40τὴν ἄπειρον, καὶ τὴν φύσιν τὴν ἄῤῥητον. Ἐμεγά‐ λυνας γὰρ, φησὶν, ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου· τουτέστι, διὰ τῶν εὐεργεσιῶν, διὰ τῶν στοιχείων, διὰ τῶν ἐν οὐρανοῖς, διὰ τῶν ἐν γῇ, διὰ τῶν κολάσεων, διὰ τῶν εἰς τοὺς πολεμίους, διὰ τῶν εἰς τοὺς οἰκείους.
45Οὐκ ἔστι γὰρ οὐδὲν μέρος τῆς κτίσεως τῆς ἄνω, τῆς κάτω, ὃ μὴ φωνὴν ἀφίησι σάλπιγγος λαμπροτέραν, ἀνακηρύττουσαν τοῦ ὀνόματός σου τὴν μεγαλωσύνην. Κἂν ἀγγέλους τοίνυν εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν δαίμονας καὶ τὰ ἀναίσθητα στοιχεῖα, κἂν λίθους,

55

.

408

(50)

κἂν σπέρματα, κἂν ἥλιον, κἂν σελήνην, κἂν γῆν, κἂν πελάγη, κἂν νηκτὰ, κἂν πετεινὰ, κἂν λίμνας, κἂν πηγὰς, κἂν ποταμοὺς, διὰ πάντων μέγα τὸ ὄνομά σου δείκνυται. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου, εἶπεν· Ἐμεγάλυνας
55γὰρ ὑπὲρ πάντα τὰ ὀνόματά σου τὴν ῥῆσίν σου. Ἄλλος, Τὸ λόγιόν σου, Ἐν ᾗ ἂν ἡμέρα ἐπικαλέσομαί σε, ταχὺ ἐπάκουσόν μου. Ἄλλος, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπεκαλεσάμην σε, ἐπηκουσάς μου. Τοῦτο γὰρ καὶ ὁ Θεὸς ἐπηγγείλατο, λέγων· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπι‐
60καλέσῃ με, εἰσακούσομαί σου, καὶ ἐρῶ, Ἰδοὺ λα‐ λοῦντός σου πάρειμι. Καὶ αὐτὸς δὲ τοῦτο αἰτεῖ. Τοιαῦται γὰρ αἱ ὀδυνώμεναι ψυχαί· ταχίστην βού‐ λονται τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἰδεῖν. Πολυωρή‐
σεις με ἐν ψυχῇ μου δυνάμει σου. Ἄλλος, Συν‐

55

.

409

έστης τῇ ψυχῇ μου δυνάμεις. Καὶ γὰρ τὸ πρό‐ τερον, ἀντὶ τοῦ, Εἰσάκουσόν μου, Ἐπήκου‐ σάς μου, ἕτερος ἔφη. Τί οὖν ἐστι τὸ εἰρημένον; Μετέωρα λέγεται τὰ ὑψηλὰ, παρὰ τὸ αἴρεσθαι, καὶ
5μετεωρισμοὶ θαλάττης τὰ κύματα αὐτῆς καὶ τὰ ὑψώ‐ ματα, παρὰ τὸ αἴρεσθαι. Τὸ τοίνυν, Πολυωρήσεις, ἐστὶν, Ἐπαρεῖς με, ὑψώσεις με. Τοῦτο καὶ ἀλλαχοῦ τέθεικε, λέγων· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· τουτέστιν, Ἐπῆρας,
10ὕψωσας. Οὕτω καὶ τὸ, Πολυωρήσεις με, εἶπεν, ἵνα δηλώσῃ, ὅτι Ἐμπλήσεις με εὐφροσύνης πολλῆς, καὶ μετέωρον ἐργάσῃ μου τὴν ψυχὴν, καὶ τὸ πάντων μεῖζον, οὐκ ἀφήσεις μου τὸν μετεωρισμὸν τοῦτον καὶ τὴν εὐφροσύνην ταύτην σαθρὰν γενέσθαι, ἀλλὰ δυνα‐
15τὴν καὶ ἰσχυρὰν, βεβαίαν τε καὶ ἀκίνητον. Τοῦτο γάρ ἐστι τὸ, Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. βʹ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Δυνάμει με πολυωρήσεις, ἰσχύϊ ὑψώσεις, καὶ βοηθήσεις μοι. Διὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ ἐμφαίνων, εἶπε, Συνέστης τῇ
20ψυχῇ μου δυνάμεις. Καλῶς δὲ εἶπε, Ψυχῇ μου, ὅπερ μάλιστα Θεοῦ ἴδιόν ἐστι, καὶ ἐν ταῖς θλίψεσιν ἀνακτᾶ‐ σθαι τὰς ψυχὰς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε. Μαστιζόμενοι γὰρ ἐπανῄεσαν χαίροντες, οὕτως ἐπολυωρεῖτο αὐτῶν ἡ ψυχή. Τοῦτο μάλιστα τῆς
25τοῦ Θεοῦ δυνάμεως ἔργον· τοῦτο μάλιστα δείκνυσι αὐτοῦ τὴν ἰσχὺν, τὸ ἐν μέσοις τοῖς δεινοῖς μὴ ἐᾷν καταφέρεσθαι τὴν ψυχήν. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκου‐ σαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Ὅρα εὐ‐
30γνωμοσύνην. Οὐ γὰρ ἀρκεῖται τῷ μόνος εὐχαρι‐ στῆσαι, ἀλλὰ καὶ τοὺς κρατοῦντας ἅπαντας εἰς κοι‐ νωνίαν λαμβάνει τῆς εὐχαριστίας, καὶ αὐτοὺς τὰ διαδήματα ἔχοντας. Εἰ γὰρ καὶ μεγάλη αὐτῶν, φησὶν, ἡ ἐξουσία καὶ δύναμις, ἀλλά σοι πάντες ὀφείλουσιν
35εὐχαριστεῖν καὶ ὑπὲρ τῶν εἰς ἑτέρους γεγενημένων. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν, Ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. Εἰ τοίνυν εὐχαριστοῖεν, τὰ μεγάλα ἐντεῦθεν καρπώσονται καὶ κερδανοῦσι. Τοιαῦτα γάρ σου τὰ δῶρα πᾶσιν ἐν τῷ μέσῳ πρόκει‐
40ται, ὥστε τοὺς βουλομένους, μετέχειν τε καὶ ἀπολαύειν αὐτῶν. Οὐδὲν οὖν αὐτοὺς ἡ βασιλεία ὀνῆσαι δύναται τοιοῦτον, οἷον τὸ τῶν σῶν ἀκούειν ῥημάτων. Τοῦτο αὐτοῖς ἀσφάλεια, τοῦτο ἰσχὺς, τοῦτο κόσμος, τοῦτο εὐπρέπεια, τοῦτο βασιλεία, τοῦτο τῆς ἀρχῆς ἡ φαι‐
45δρότης τε καὶ δύναμις. Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου. Ἕτερος δὲ, ᾈδέτωσαν τὰς ὁδοὺς Κυρίου. Ἂν μὲν οὖν, Ἐν ταῖς ὁδοῖς σου, τουτέστι τὸ εἰρη‐ μένον, Ἐν τοῖς νόμοις σου, ἐν τοῖς προστάγμασί σου. Ἂν δὲ, Τὰς ὁδούς σου, Τὰ κατορθώματά σου ταῦτα,

55

.

409

(50)

φησὶ, λεγέτωσαν, ὑμνείτωσαν, ἀνακηρυττέτωσαν· τοῦτο γάρ ἐστι τὸ, ᾈδέτωσαν. Ὅτι μεγάλη ἡ δόξα Κυ‐ ρίου· τουτέστι, πᾶσι κατάδηλος, πᾶσι σαφὴς, πᾶσι δήλη, περὶ τὰς ἁπάντων εὐεργεσίας παρεσκευασμένη, πάντας ὑπευθύνους ἔχουσα χάριτος. Ὅτι ὑψηλὸς
55Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Ὑψηλὸς τὴν φύσιν, φησὶν, ὑψηλὸς τὴν οὐσίαν. Ἀλλ’ ἐνταῦθα τέως συγκα‐
ταβατικώτερον εἴρηται πρὸς τὴν θεραπείαν τὴν Ἰου‐Column end

55

.

410

δαϊκὴν, καὶ τροπικώτερον. Τὸ δὲ ἑξῆς καὶ τοῦτο διορ‐ θοῦται, καὶ εἰς μεγάλην διάνοιαν ἀνάγει καὶ τὸν τα‐ πεινὸν ἀκροατήν. Τί δὲ τοῦτό ἐστι, Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει; Ἐνταῦθα γὰρ περὶ προγνώσεως
5ὁ λόγος, ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεώς ἐστιν ἴδιον· διὸ καὶ ἐν τοῖς προφήταις πολλάκις διαλεγό‐ μενος, ἐντεῦθεν ἀποτείνεται πρὸς τοὺς τῇ πλάνῃ τῶν εἰδώλων κατεχομένους. Ἄλλος, Καὶ ἐπηρμένον μακρόθεν διαγινώσκει, Ἄλλος, Καὶ μετέωρον.
10Ἐπειδὴ γὰρ εἶπεν, Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, ἐπήγαγεν, ὅτι Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει, δηλῶν, ὅτι τὰ ὑψηλὰ οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ διαστήματος, τουτέστι, πρὶν ἢ ἐκβῆναι, πρὶν ἢ τελεσθῆναι, πρὶν ἢ εἰς ἔργον
15ἐλθεῖν. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Οὐκ εἶπεν, ὅτι Τὴν θλίψιν ἀπελάσεις, ἀλλ’, Ἐν αὐτοῖς μένοντα τοῖς δεινοῖς ζήσεις με· τουτέστι, διασῶσαι δυ‐ νήσῃ εἰς αὐτοὺς ἐμπεσόντα τοὺς κινδύνους· ὅπερ δὴ θαυμαστὸν καὶ παράδοξον, περιεστώτων τῶν λυπη‐
20ρῶν καὶ τῶν ἐπιβουλευόντων, ἐν ἀσφαλείᾳ καταστῆ‐ σαι τὸν περιστοιχιζόμενον ὑπ’ αὐτῶν. Καὶ ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου. Ἕτερος, Κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς. Εἶδες ἐφ’ ἑκάτερα τὰ μέρη μεγίστην οὖσαν τὴν δύναμιν;
25Ἐμέ τε γὰρ, φησὶν, ἐν μέσοις ὄντα τοῖς δεινοῖς δια‐ σῶσαι δυνήσῃ, ἐκείνους τε μαινομένους καὶ λυττῶν‐ τας καὶ πῦρ πνέοντας ταπεινῶσαι καὶ καταστεῖλαι. Καὶ ἔσωσέ με ἡ δεξιά σου. Ἄλλος, Καὶ σώσει με ἡ δεξιά σου, τουτέστιν, ἡ δύναμίς σου, ἡ ἰσχύς
30σου. Εὔπορος γὰρ ὁ Θεὸς, καὶ εὐμήχανος, καὶ ἐξ ἀπεγνωσμένων ἱκανὸς εἰς σωτηρίαν ἀναγαγεῖν. Κύ‐ ριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Ἕτερος, Συντελέ‐ σει. Ἄλλος, Ἐπιτελέσει, τουτέστιν ἀμυνεῖται τοὺς ἐχθρούς. Καὶ οὐκ εἶπεν, Ἀμυνεῖται, ἀλλ’, Ἀνταπο‐
35δώσει, δηλῶν, ὅτι Κἂν ὑπεύθυνος ὦ, αὐτὸς καταβαλεῖ καὶ καταθήσει· φιλάνθρωπος γάρ ἐστι. Δυνατὸν δὲ τοῦτο καὶ εἰς τὰ παρὰ τοῦ Χριστοῦ γινόμενα εἰς ἡμᾶς λέγεσθαι. Αὐτὸς γὰρ ἀνταπέδωκεν ὑπὲρ ἡμῶν. Κύ‐ ριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα. Τὰ ἔργα τῶν χει‐
40ρῶν σου μὴ παρίδῃς. Δύο ταῦτα τίθησι δικαιώματα τοῦ τυχεῖν φιλανθρωπίας· ἓν μὲν, τὸ ἐλεήμονα αὐτὸν εἶναι, καὶ ἀγαθὸν, καὶ ἐλεήμονα διηνεκῶς, ὡς μηδέ‐ ποτε αὐτοῦ διακόπτεσθαι καὶ λήγειν τὴν φιλανθρω‐ πίαν, μηδὲ ἐνδιδόναι· ἕτερον δὲ, τὸ Δημιουργὸν αὐτὸν
45εἶναι καὶ Ποιητήν. Ἀλλ’ ὥσπερ ἀπὸ τούτων ἀξιοῦμεν σώζεσθαι, οὕτω καὶ τοῦ ἐλέους ἄξιόν τι ἐπιδειξώμεθα. Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ. Οὐ γὰρ ἁπλῶς ὁ ἔλεος ἔπεισιν, ἀλλ’ ἔχει τινὰ καὶ αὐτὸς διάκρισιν. Εἰ γὰρ δὴ ἁπλῶς

55

.

410

(50)

ἐπῄει, οὐδεὶς ἂν ἐκολάσθη. Διὸ μὴ μόνον διὰ τὸ ἐλεεῖ‐ σθαι ἄξια πράττωμεν, ἀλλὰ καὶ διὰ τὸ παρὰ τοῦ Θεοῦ γεγενῆσθαι. Τὸν γὰρ ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντα, καὶ τοιοῦτον ἐσχηκότα ποιητήν τε καὶ βασιλέα, ἀξίαν τῆς κηδεμονίας αὐτοῦ καὶ τῆς τοιαύτης προνοίας πο‐
55λιτείαν ἐπιδείκνυσθαι χρή. Ἂν ταῦτα ποιῶμεν, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

55

.

411

(1t)

ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ.
2Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. αʹ. Τί λέγεις; μετὰ τὸ δοκιμάσαι οἶδεν ὁ Θεὸς, πρὸ δὲ
5δοκιμάσαι οὐκ οἶδεν; Οὐχὶ, μὴ γένοιτο! Πῶς γὰρ, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; ἀλλὰ τὸ, Ἐδο‐ κίμασάς με, Ἀκριβῶς ἐπίστασαί με, ἐστίν. Ὥσπερ γὰρ ὁ Ἀπόστολος, ὅταν λέγῃ, ὅτι ἐρευνᾷ τὰς καρδίας, οὐκ ἄγνοιαν ἐμφαίνων, ἀλλὰ τὴν ἀκριβῆ εἴδησιν, λέγει·
10οὕτω δὴ καὶ οὗτος λέγων, Ἐδοκίμασάς με, τὴν γνῶ‐ σιν τὴν σαφεστάτην δηλοῖ, τουτέστιν, Ἀκριβῶς ἐπί‐ στασαί με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Καθέδραν καὶ ἔγερσιν τὸν βίον ἅπαντά φησιν· ἐν γὰρ τούτοις ἡμῖν ὁ βίος· τὰς πράξεις,
15τὰς ἐνεργείας, τὰς εἰσόδους, τὰς ἐξόδους. Εἶτα ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ἐδοκίμασάς με, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι ἀπὸ δοκιμῆς οἶδεν, ἢ ἀπὸ πείρας πραγμάτων, διὰ τὸ εἰπεῖν, Ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, ὅρα πῶς αὐτὸ διορθοῦται
20διὰ τῆς ἐπαγωγῆς, ἧς ἐπήγαγε λέγων, Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. Δείκνυσι γὰρ διὰ τούτου, ὅτι οὐχὶ δοκιμασίᾳ οἶδεν, οὐδὲ δεῖται τοῦ δοκιμάσαι, ἀλλὰ προγνωστικῇ δυνάμει πάντα ἐπίσταται. Ὁ γὰρ λογισμοὺς εἰδὼς ἐν τῷ νῷ κει‐
25μένους, οὐ δεῖται τῆς διὰ τῶν ἔργων δοκιμασίας. Ἄλλως δὲ οὐδὲ κινουμένους μόνον ἐν τῷ νοῒ οἶδεν, ἀλλὰ καὶ πρὶν ἢ κινηθῆναι· καὶ οὐδὲ ἁπλῶς πρὶν ἢ κινηθῆναι, ἀλλὰ καὶ πρὸ πολλοῦ τοῦ χρόνου. Διὸ ταῦτα δηλῶσαι βουλόμενος, ἐπήγαγε τὸ, Σὺ συνῆκας τοὺς
30διαλογισμούς μου ἀπὸ μακρόθεν. Εἰ τοίνυν οἶδεν ὁ Θεὸς καὶ τοὺς διαλογισμοὺς, τίνος ἕνεκεν ἐπάγει τὴν διὰ τῶν ἔργων δοκιμήν; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ’ ἵνα τοὺς ὑπομένοντας δοκίμους ἐργάσηται. Ἐπεὶ καὶ τὸν Ἰὼβ ᾔδει πρὸ τῆς πείρας· διὸ καὶ ἐμαρτύρει
35λέγων· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβής. Ἀλλ’ ἐπήγαγε τὴν πεῖραν, ὥστε ἐκεῖνόν τε καρτε‐ ρικώτερον ἐργάσασθαι, καὶ τοῦ διαβόλου τὴν πονη‐ ρίαν ἐλέγξαι, καὶ τοὺς ἄλλους σπουδαιοτέρους διὰ τοῦ παραδείγματος ποιῆσαι. Καὶ τί θαυμάζεις, εἰ
40ἐπὶ τοῦ Ἰὼβ τοῦτο πεποίηκεν, ὅπου γε καὶ ἐπὶ τῶν ἁμαρτωλῶν τὸ αὐτὸ ἐργάζεται; Τοὺς γὰρ Νι‐ νευΐτας ᾔδει σαφῶς οὐκ ἀξίους ὄντας ἀπολέσαι, ἀλλὰ διὰ τῆς μετανοίας βελτίους ἐσομένους· ἀλλ’ ὅμως ἐπάγει καὶ τὴν διὰ τῶν πραγμάτων πεῖραν· καὶ
45πανταχοῦ πολλὰς ἀποδείξεις παρέχεται τῆς αὑτοῦ κηδεμονίας καὶ τῆς φιλανθρωπίας, οὐκ ἀρκούμενος τῇ αὑτοῦ γνώσει. Διὰ τοῦτο καὶ ὁ Μονογενὴς ἔλεγεν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ

55

.

411

(50)

ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύ‐ σατε. Ἐπειδὴ γὰρ πολλοὶ παχύτεροι τὴν γνώμην ὄντες, καὶ ἀναίσθητοι, πολλὰ τοιαῦτα φθέγγονται, ὅτι τὸν δεῖνα ἐξελέξατο, καὶ τὸν δεῖνα ἐφίλησε, καὶ τὸν δεῖνα ἐμίσησε, διὰ τοῦτο ὁ μὲν πονηρὸς, ὁ δὲ φαῦλος
55ἐγένετο· ἀπὸ τῶν πραγμάτων πείθει, τὴν ἑκάστου
τούτων διορθούμενος γνώμην, καὶ παράγων εἰς μέσονColumn end

55

.

412

τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ ἀποφαίνεται μὲν, καὶ πρὸ τῶν πραγμάτων, ὅτι ἐνάρετος ὁ δεῖνα, ἵνα μάθωσιν αὐτοῦ τὴν προγνωστικὴν δύναμιν· ἐπάγει δὲ καὶ τὴν διὰ τῶν πραγμάτων πληροφορίαν, ἵνα μή
5τις τῶν ἀνοήτων εἴπῃ, ὅτι διὰ τὴν πρόῤῥησιν ὁ δεῖνα τοιοῦτος ἦν. Ὅρα γοῦν καὶ ὁ Παῦλος πῶς τοῦτο δηλοῖ, λέγων· Μήπω γὰρ γεννηθέντων, μηδὲ πρα‐ ξάντων τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ
10τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι ὁ μείζων δου‐ λεύσει τῷ ἐλάσσονι. Οὐδὲν γὰρ δεῖται ἀναμεῖναι τῶν ἔργων τὸ τέλος, ἀλλὰ καὶ πρὸ τούτων οἶδεν αὐ‐ τὸς τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον ἐσόμενον. Τὴν τρί‐ βον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ
15πάσας τὰς ὁδούς μου προεῖδες. Ὥσπερ καθέδραν καὶ ἔγερσιν τὰς πράξεις λέγει ἀπὸ τῆς κοινῆς συν‐ ηθείας· καὶ γὰρ πολλάκις καὶ ἡμεῖς λέγομεν, Οἶδεν ὁ δεῖνα, πῶς κάθηται, πῶς ἐγείρεται, τὴν ἀκριβῆ αὐτοῦ γνῶσιν μαρτυροῦντες· οὕτω τρίβον καὶ σχοῖνον
20ἐνταῦθα τὴν ζωὴν αὐτοῦ πᾶσαν λέγει. Διὸ καὶ ἐπάγει· Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Καὶ τὸ Ἐξ‐ ιχνίασας δὲ, οὐ ζητοῦντός ἐστιν, οὐδὲ ἐρευνῶντος, ἀλλ’ ἀκριβῶς ἐπισταμένου. Καὶ τοῦτο δεικνὺς ἐπήγα‐ γε, Προεῖδες· τουτέστι, Πρὶν ἢ γενέσθαι οἶδας πάσας
25τὰς πράξεις τὰς πονηρὰς καὶ τὰς ἀγαθάς. Ὅτι οὐκ ἔστι δόλος, ἐν γλώσσῃ μου. Ἄλλος, Ἑτερολογία. Τοῦτο μέγιστον τεκμήριον ἀρετῆς, τοῦτο κεφάλαιον τῶν ἀγαθῶν, τοῦτο ὃ μάλιστα ὁ Χριστὸς ἐπιζητεῖ λέγων· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ
30παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ ἄκακον, τὸ ἄδολον, τὸ ἄπλαστον καὶ ἀφελὲς αἰνιττόμενος. Διὸ καὶ ἰδιώτας ἐξελέξατο, καὶ ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, ὅτι ἀπέκρυ‐ ψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυ‐
35ψας αὐτὰ νηπίοις. Ὅρα· οὐκ εἶπεν, ὅτι Ἐδεξάμην, καὶ ἀπέβαλον τὸν δόλον· ἀλλ’, ὅτι Οὐδὲ ἐγένετό ποτε, οὐδὲ ἐπέβη τῆς γλώττης τῆς ἐμῆς τουτὶ τὸ νόσημα, ἀλλ’ ἄβατος ἡ πονηρία ἀπ’ ἐμοῦ αὕτη γέγονεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ ἀρχαῖα.
40Οὐ τοὺς λογισμοὺς μόνον οἶδας, φησὶν, οὐδὲ τὰς πρά‐ ξεις μου, οὐδὲ τὰς ὁδούς μου, ἀλλὰ πάντα τὰ γενό‐ μενα καὶ ἐσόμενα. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ἀπὸ τῆς προγνωστικῆς δυνάμεως ἐπὶ τὴν δημιουργικὴν μετέβη, καὶ ἀπὸ τῆς δημιουρ‐
45γικῆς πάλιν ἐπὶ τὴν προγνωστικήν. Οὐ γὰρ δὴ μόνον οὐκ ὄντας ἐποίησεν, ἀλλὰ καὶ γενομένους διακρατεῖ. βʹ. Ταῦτα ἑκάτερα καὶ ὁ Παῦλος μαρτυρεῖ τῷ Χριστῷ, λέγων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις,

55

.

412

(50)

ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων. Εἶτα ἐπάγων λέγει καὶ τὴν δημιουργίαν· Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ περὶ τῆς οὐσίας αὐτοῦ διαλεχθεὶς, καὶ εἰπὼν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς
55ὑποστάσεως αὐτοῦ, δείκνυσι καὶ τὴν προνοητικὴν αὐτοῦ δύναμιν, λέγων· Φέρων τε τὰ πάντα τῷ ῥή‐ ματι τῆς δυνάμεως αὐτοῦ. Καὶ Κολοσσαεῦσιν ἐπι‐ στέλλων τὰ αὐτὰ ταῦτα πάλιν ἔλεγεν, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ
60τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ,
εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν

55

.

413

ἔκτισται, αὐτός ἐστι πρὸ πάντων. Τοῦτο τῆς δη‐ μιουργίας αὐτοῦ. Εἶτα τὴν προνοητικὴν δηλῶν, ἐπ‐ άγει· Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Ταῦτα πάλιν ὁ Ἰωάννης ἀμφότερα ἐνδεικνύμενος, ἔλεγε· Πάντα
5δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοῦτο τὴν δημιουργίαν εἶπεν ἐμφαίνων. Εἶτα τὴν πρόνοιαν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν‐ θρώπων. Τοῦτο καὶ ἐνταῦθα ὁ προφήτης αἰνιττόμε‐ νος λέγει· Σὺ ἔπλασάς με. Τοῦτο τῆς δημιουργίας.
10Εἶπε καὶ τὸ τῆς προνοίας· Καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Τί ἐστιν, Ἔθηκας; Διακρατεῖς, συγκρο‐ τεῖς, διαβαστάζεις. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, Ὅτι ἐν αὐτῷ, εἶπε, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ γὰρ δὴ μόνον ἐν τῷ γενέσθαι, ἀλλὰ καὶ ἐν τῷ
15εἶναι καὶ μένειν δεόμεθα αὐτοῦ τῆς δυνάμεως. Ἐθαυ‐ μαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἄλλος, Ὑπερβάλλει με. Ἀντὶ δὲ τοῦ, Ἐκραταιώθη, ἕτερος, Ὑπερεπήρθη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι Καὶ προνοίας ἀπολαύω τῆς
20σῆς, καὶ εἰδὼς ὅτι πάντα πρόοιδας, καὶ ὅτι ἐξ οὐκ ὄντων με ἐποίησας, ὅμως τὴν περὶ σοῦ γνῶσιν ἀκριβῆ καὶ σαφῆ πᾶσαν ἔχειν οὐ δύναμαι, ἀλλ’ Ἐθαυμαστώθη, τουτέστιν, ὑπερέβαλεν, ἐπήρθη ὑπὲρ ἐμὲ, ἰσχυροτέρα ἐγένετο, ἢ ὥστε καταληφθῆναι τοῖς ἐμοῖς λογισμοῖς·
25οὕτως ἐστὶ θαυμαστὴ, οὕτως ἐστὶ μεγάλη. Τί οὖν εἰ θαυμαστὴ μέν ἐστι καὶ μεγάλη, δύναται δὲ κατα‐ ληφθῆναι; Οὐδαμῶς. Διὰ γὰρ τοῦτο ἐπήγαγεν, Οὐ δύναμαι πρὸς αὐτὴν, ἵνα μὴ τοῦτο λέγῃς. Ὅταν δὲ εἴπῃ γνῶσιν, οὐ τοῦτο λέγει, ὅτι Ἀγνοῶ τὸν Θεὸν,
30ἀλλ’ ὅτι Παντελῆ καὶ σαφῆ τὴν περὶ αὐτοῦ γνῶσιν οὐκ οἶδα. Ὅπερ φησὶν ὁ Παῦλος· Ὅτι μὲν γὰρ ἔστιν, ἴσμεν· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἀγνοοῦμεν· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Καὶ οὐκ εἶπε τὸ τί τὴν οὐσίαν ἐστί· τοῦτο
35γὰρ οὐδενὶ γνώριμον. Ὅτι φιλάνθρωπος, οἴδαμεν, ὅτι χρηστὸς, ὅτι ἀγαθός· τὸ δὲ πόσον, ἀγνοοῦμεν. Ἀλλ’ οὗτος ταῦτα πάντα παραδραμὼν, ἕτερον δοκοῦν εὐκολώτερον εἶναι προβάλλεται, καὶ αὐτό φησιν ἀγνοεῖν. Οὐ γὰρ δὴ λέγω τὸ τί τὴν οὐσίαν ἐστὶ, φησὶν,
40οὐδὲ τὸ πόσον ἀγαθός· ὡμολόγηται γὰρ, ὅτι ταῦτα ἀκατάληπτα· ἀλλὰ καὶ πῶς πανταχοῦ ἐστιν, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ τοῦτο ἀνώτερον τῆς ἡμετέρας κατα‐ λήψεως. Διὸ εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύ‐
45ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύ‐ γω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ

55

.

413

(50)

γὰρ ἐκεῖ (ἄλλος, Ἔτι ἐκεῖ) ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρόσ‐ ωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ’ ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω,
55πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ αὐτὸν παρ‐
εῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολου‐Column end

55

.

414

θήσεις μοι, καὶ καθέξεις με· ἀλλ’, Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά με. Διὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς
5οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογι‐ σμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι’ αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν· οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως· οὔτε καθόλου αὐτὴν
10ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρω‐ πος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πό‐ σον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ, τοῦτο ἀγνοοῦ‐ μεν. Εἰπὼν τοίνυν ἀφ’ ὧν Ἐθαυμαστώθη ἡ γνῶσίς
15σου, καὶ ἀνακηρύξας αὐτοῦ τὸ προγνωστικὸν, τὸ δημιουργικὸν, τὸ προνοητικὸν, τὸ ἀκατάληπτον, τὸ ἀνερμήνευτον τῆς οὐσίας· πάλιν ἑτέραν αὐτοῦ δι‐ ηγεῖται δύναμιν, καὶ αὐτὴν πολλῆς ἀπορίας γέμουσαν, εἰ λογισμοῖς ζητοῖτο. Καὶ γὰρ καὶ αὕτη ἀκατάλη‐
20πτος. Τί οὖν ἐστιν αὕτη; Τὸ, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τουτέστι, δυνατὸν ἐμπεσόντας ἀνθρώπους εἰς τὰ δεινὰ, μὴ ἀφεῖναι ἁλῶναι τοῖς δεινοῖς, ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς.
25 γʹ. Τοῦτο οὖν ἑρμηνεύων, ἐπήγαγε· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Εἰπὼν ἄνω
30ταῦτα, ἅπερ ἀπηριθμησάμην, καὶ μετ’ ἐκείνων οὐ μόνον, ὅτι πάρεστι πανταχοῦ, ἀλλ’ ὅτι καὶ ποδηγεῖ καὶ ἀσφαλίζεται καὶ τειχίζει, ἐπάγει λοιπὸν καὶ ἐν τούτῳ δεικνὺς τὸ παράδοξον, οὐ μόνον ὅτι τειχίζει καὶ ἀσφα‐ λίζεται, ἀλλ’ ὅτι καὶ ὑπὲρ αὐτὴν τῶν πραγμάτων τὴν
35φύσιν. Εἰπὼν γὰρ, ὅτι Καθέξει με ἡ δεξιά σου, καὶ ὅτι Ὁδηγήσει με, ἐπήγαγεν· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με. Ἄλλος, Ἐὰν εἴπω, Ἴσως σκότος ἐπισκεπάσει με. Ἄλλος, Καλύψει με. Σκότος ἐνταῦθα τὴν θλίψιν σημαίνει. Ὃ δὲ λέγει,
40τοῦτό ἐστι· Περιεστοιχίσθην ὑπὸ τῶν δεινῶν, καὶ εἶπον ἐν ἐμαυτῷ, ὅτι περιέσται μου τὰ δεινά. Τοῦτο γάρ ἐστι τὸ, Σκότος καταπατήσει με. Ἕτερός φησι, Σκότος καλύψει με. Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ἕτερος, Νὺξ φωτεινὴ περὶ ἐμέ. Τί δὲ
45τοῦτό ἐστιν; Ἐγὼ, φησὶ, ταῦτα μὲν εἶπον, ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ἀναλογιζόμενος· ἀθρόον δὲ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη· μᾶλλον δὲ οὐ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη, ἀλλὰ μενόντων τῶν δεινῶν ἐγὼ πολλῆς ἀπέλαυον τῆς χρηστότητος. Οὐ

55

.

414

(50)

γὰρ εἶπεν, ὅτι Ἡ νὺξ ἠφανίσθη· ἀλλ’, ὅτι Ἡ νὺξ φω‐ τεινὴ ἦν· τουτέστι, μένουσα νὺξ ἡ νὺξ, δῆλον δὲ, ὅτι τὰ δεινὰ καὶ αἱ συμφοραὶ (ταῦτα γὰρ τῷ τῆς νυκτὸς ὀνόματι δηλοῖ) οὐκ ἴσχυσάν με καταπατῆσαι, ἀλλ’ ἐγένετο ἐν τῇ νυκτὶ φῶς, τουτέστιν, ἀντίληψις
55περὶ ἐμέ. Τὰ γὰρ ἐναντία ἐν τοῖς ἐναντίοις καὶ γί‐
νεται καὶ φαίνεται, ὅταν ὁ Θεὸς βούληται. Ἢ οὐκ

55

.

415

εἶδες καὶ κάμινον ἀναπτομένην, καὶ δρόσον διασυρί‐ ζουσαν, καὶ οὔτε ἐκείνην σβεννυμένην, οὔτε ταύτην ξηραινομένην, καὶ χάλαζαν καὶ φλόγα ὁμοῦ; Πόθεν οὖν τοῦτο γέγονεν; εἰπέ μοι. Πῶς δὲ ἐγένετο, βούλο‐
5μαι μαθεῖν. Μᾶλλον δὲ οὐδὲ μαθεῖν βούλομαι τὸν τρόπον· οὐδὲ γὰρ δυνατόν· πιστεύω δὲ τῷ γεγενη‐ μένῳ, καὶ προσκυνῶ τὸν ποιήσαντα. Τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. Οὐκ εἶδες, ὅτι ἡμέρας οὔσης ἐψηλάφουν οἱ Αἰγύπτιοι ὡς ἐν σκότει,
10καὶ σκότους πάντα κατέχοντος ἑώρων οἱ Ἰσραηλῖται, καὶ παρὰ τὴν ἀρχὴν πάλιν σκότους ὄντος τὸ φῶς ἔλαμψεν ἐν τῷ μέσῳ; Πανταχοῦ γὰρ τῆς τῶν πρα‐ γμάτων φύσεως Κύριος ὁ ποιήσας, οὐχ ὥστε παρα‐ γαγεῖν οὐκ ὄντα, ἀλλ’ ὥστε μένοντα ἐν τῇ φύσει
15ἑτέρως παρασκευάζειν αὐτὰ δείκνυσθαι. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Ἕτερος, Παρὰ σοί. Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται. Ἕτερος, Ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖ. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ἕτερος, Ὅμοιον τὸ σκότος
20καὶ τὸ φῶς αὐτῆς. Καλῶς εἶπεν, Ἀπὸ σοῦ, τουτ‐ έστι, Παρὰ σοί· δηλῶν, ὅτι Ἂν βουληθῇς, τὸ σκότος οὐκ ἔσται σκότος, ἀλλὰ τὰ φωτὸς ἐπιδείξεται. Διὸ ἐπήγαγε, Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται, σαφέ‐ στερον τὸ πρότερον ποιῶν, καὶ δείκνυσιν ὅτι τὰ
25ἡμέρας ἐπιδείξεται ἡ νὺξ, ὡς τὰ ἴδια. Ὅταν γὰρ ὁ Θεὸς βουληθῇ, πρὸς τὰ ἐναντία μεθίσταται τῶν στοιχείων ἡ ἐνέργεια, οὕτως ἀκριβῶς πρὸς τὰ ἐναντία, ὡς πρὸς τὰ οἰκεῖα παρὰ τὴν ἀρχὴν συγ‐ κεκλήρωτο. Ἐὰν γὰρ σὺ βουληθῇς, τοιαύτη ἔσται ἡ
30νὺξ, καὶ οὕτως ἕξει τὸ φῶς συγκεκληρωμένον, ὥσπερ τὸ σκότος. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ταῦτα εἴρηται μὲν κυρίως ἐπὶ τῶν στοιχείων, μετα‐ φορικῶς δὲ ἐπὶ τῶν πραγμάτων. Ἀφ’ ὧν δείκνυται,
35ὅτι δύναται ὁ Θεὸς ἐν ταῖς θλίψεσι τοσαύτην ἄνεσιν ποιῆσαι τοῖς ἐμπίπτουσιν, ὅσην ἂν τοῖς ἐν ἀνέσει οὖσι, προνοῶν τῆς θλίψεως. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτο, ὅπερ δὴ καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν. Οὐ γὰρ τοσαύτης ἀπέλαυσεν ἐκεῖνος ἀν‐
40έσεως καὶ τιμῆς τὴν πατρῴαν οἰκίαν οἰκῶν, ὅσην πραθεὶς, καὶ ἐν βαρβαρικῇ τρεφόμενος οἰκίᾳ. Καὶ δι’ αὐτῶν τῶν ἐπιβούλων αὐτῷ τὸ διάδημα ὑφαίνετο, καὶ ἡ ἁλουργὶς κατεσκευάζετο, καὶ ἡ τῆς ἀτιμίας ὑπόθεσις αὕτη τιμῆς αὐτῷ καὶ βασιλείας ἀφορμὴ
45γέγονεν. Εἶδες πῶς ἡρμηνεύσαμεν, ὅτι Νὺξ ὡς ἡμέρα φωτισθήσεται; Πρὸς δὲ τὸ, Ὡς τὸ σκότος αὐῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς, πάλιν ἀνάγκη τὸ αὐτὸ εἰπεῖν· ὥσπερ ἐκεῖνο, οὕτω καὶ τοῦτο αὐτῆς ἔσται, οὐ φαντασίᾳ, ἀλλὰ σοῦ τοῦ Κυρίου τῶν φύ‐

55

.

415

(50)

σεων τὰ πράγματα μετατιθέντος. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε· ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ μὲν οὖν καὶ σφόδρα συνημμένη. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δυνάμεως αὐτοῦ τῆς
55τοσαύτης, δείκνυσι λοιπὸν, ὅτι τῇ δυνάμει ταύτῃ εἰς τὸ τοῖς ἀνθρώποις χρήσιμον κέχρηται καὶ πρὸς τὴν εὐεργεσίαν. Ἵνα γὰρ μή τις λέγῃ τῶν ἀνοήτων, Καὶ τί ταῦτα
πρὸς ἐμὲ, εἰ μέγας, καὶ δυνατὸς, καὶ προγνωστικός;Column end

55

.

416

δεῖξον εἴ τι κερδαίνομεν ἐντεῦθεν· ἐπήγαγε τὸ, Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, ἀπὸ μέρους τὸν πάντα λέγων ἄνθρωπον. Οὐ μικρὸν δὲ τοῦτο εἰς ἐγ‐ κωμίου μέρος καὶ προνοίας, τὸ κτῆμα εἶναι Θεοῦ.
5Ὁ γὰρ κτώμενος καὶ κήδεται καὶ προνοεῖ. Διὸ καὶ τοῦτο δηλῶν, προστίθησι τὸ ἑξῆς, λέγων· Ἀντελά‐ βου μου ἐκ γαστρὸς τῆς μητρός μου. Τουτέστι, διὰ παντός με ἐτείχισας, προενόησας, ἠσφαλίσω ἐκ πρώτης τῆς ἡλικίας, ἐξ αὐτῶν τῶν σπαργάνων, καὶ
10ταῦτα διὰ τῶν ἔργων αὐτῶν ἐπαίδευσας ἅπερ εἶπον. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώ‐ θης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Τί ἐστι τοῦτο; Ἔπλασάς με, φησὶν, ἀλλ’ οὐκ οἶδα πῶς ἔπλασας· προνοεῖς, ἀλλ’
15οὐ δύναμαι πᾶσαν ὁμοῦ περιλαβεῖν τὴν πρόνοιαν τοῖς λογισμοῖς. Πανταχοῦ ὑπάρχεις, ἀλλ’ οὐδὲ τοῦτο ἐπίσταμαι. Τὰ μέλλοντα πρόοιδας, καὶ τὰ προγε‐ γενημένα, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας τῶν ἀνθρώ‐ πων· ἀλλ’ οὐδὲ τοῦτο τοῖς λογισμοῖς καταλαβεῖν δύ‐
20ναμαι. Μεταβάλλεις γὰρ τῶν πραγμάτων τὰς φύ‐ σεις, καὶ μενούσας τὰ ἐναντία ἐπιδείκνυσθαι παρα‐ σκευάζεις, καὶ τὰ ἐναντία οὕτω πάλιν ἐξάγεις, ὡς οἰκεῖα καὶ κατὰ φύσιν συγκεκληρωμένα. δʹ. Ταῦτα δὴ πάντα πάλιν συναγαγὼν, καὶ γενόμενος
25ἔνθους, ἀνέκραξε μέγα, λέγων· Ἐξομολογή‐ σομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης, τουτέστι, θαυμαστὸς ἐφάνης, καὶ θαυμαστὸς εἶ. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Καὶ τί λέγω, φησὶ, περὶ σοῦ, ὅπου γε καὶ τὰ ὑπὸ σοῦ
30γινόμενα πολὺ τὸ θαῦμα ἔχει; Εἶτα ἀφεὶς ἅπαντα ἐπεξελθεῖν, ἀρκεῖται τῇ οἰκείᾳ γνώσει, λέγων· Καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Οὐχ ἁπλῶς γινώ‐ σκει, ἀλλὰ μετὰ ἐπιτάσεως, φησὶ, μετὰ σφοδρότη‐ τος. Καὶ εἰ γινώσκει, πῶς ἔλεγεν ἔμπροσθεν, ὅτι
35Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώ‐ θη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Μάλιστα μὲν οὖν ἐκεῖνο περὶ αὐτοῦ εἴρηται, τοῦτο δὲ περὶ τῶν ἔρ‐ γων. Εἰ δὲ καὶ περὶ αὐτοῦ τοῦτο, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι γινώσκει, ὅτι θαυμαστὸς, ὅτι μέγας, ὅτι ὑψηλός·
40τὸ δὲ τί τὴν οὐσίαν (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), καὶ πῶς ἡ μεγαλωσύνη, καὶ τίς ὁ τρόπος τῶν εἰρημέ‐ νων, ἀγνοεῖ· ἀλλ’ ἡ ἄγνοια αὕτη γνώσεώς ἐστιν ἀπόδειξις, εἰ καὶ θαυμαστὸν τὸ εἰρημένον. Ἐπεὶ καὶ τὴν θάλατταν πηλίκη τίς ἐστιν ἀγνοοῦμεν, καὶ ὅμως
45δι’ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἴσμεν θάλασσαν, ὅτι ἀγνοοῦμεν αὐτῆς τὸ μέτρον. Εἰ δέ τις λέγει εἰδέναι αὐτῆς τὴν ποσότητα, οὗτος μάλιστά ἐστιν ὁ ἀγνοῶν αὐτήν. Ὥστε ἔστιν ἀπαγγελία γνώσεως ἄγνοιαν ἐλέγχουσα, καὶ ἔστιν ἄγνοια γνῶσιν ἡμῖν μαρτυ‐

55

.

416

(50)

ροῦσα. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ· καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάλιν περὶ τῆς γνώσεως αὐ‐ τοῦ διαλέγεται, καὶ ταῦτα πάντα εἰδέναι δείκνυσιν αὐτόν. Ἢ οὖν πάντα αὐτοῦ τὰ ἀπόῤῥητα λέγει, ἢ
55ἕτερόν τι αἰνίττεται, τὴν δημιουργίαν, καὶ τὴν διά‐ πλασιν· καὶ οὐδὲ πλαττομένου τι ἠγνόησας, ἀλλὰ πάντα ἠπίστασο κατὰ μικρὸν τῆς φύσεως ὑφαινού‐ σης, καίτοι ἐν ἀποῤῥήτῳ αὐτῆς ἐργαζομένης, καὶ ὡς ἐν κατωτάτοις τῆς γῆς· ἀλλ’ ὅμως σοὶ, φησὶ, πάντα
60γυμνὰ καὶ τετραχηλισμένα. Ἕτερος δὲ ἑρμηνευτὴς

55

.

417

οὕτως εἶπεν· Οὐκ ἐπεκαλύφθη τὰ ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύφῳ. Ἕτερος, Οὐκ ἔλαθέ σε ἡ κραταίωσίς μου, ἣν ἐποιήθην ἐν τῷ κρυπτῷ· ἐποικίλθην ὡς ἐν τοῖς κατωτάτοις τῆς
5γῆς. Ἄλλος, Οὐκ ἔλαθέ σε ἡ δύναμίς μου, ἢ τὰ ὀστᾶ μου ἀπὸ σοῦ, ὅτι καὶ ἐποιήθην ἐν κρυφῇ, ἐξεικονίσθην ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάντες μὲν οὖν τὰ αὐτὰ λέγουσιν, ὅτι ἀκριβῶς καὶ πλαττό‐ μενόν με ἐπίστασαι κατὰ μέρος, καὶ μέχρι τῶν με‐
10λῶν ἕκαστον οἶδας, καὶ τῆς αὐξήσεως. Ὥσπερ καὶ ὁ Χριστὸς λέγει· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κε‐ φαλῆς ἠριθμημέναι εἰσίν. Ὁμοῦ δὲ καὶ περὶ προ‐ νοίας καὶ γνώσεως ἐμφαίνων ὁ λόγος ἐστί. Τὸ ἀκατ‐ έργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Ἢ τὸ
15αὐτὸ πάλιν φησὶν, ὅτι Καὶ ἀμόρφωτόν με ᾔδεις· καὶ γὰρ ἕτερος οὕτως εἶπεν, Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· ἢ ἐπὶ τῶν πράξεων αὐτῶν, ὅτι καὶ τὸ μηδέπω πραχθὲν εἶδον οἱ ὀφθαλμοί σου. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἡμέρας
20πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς. Ἀσαφὲς τὸ εἰρημένον, ἀλλὰ δεῖ ἐκ τῆς ἀκολουθίας καὶ τοῦ ἑτέρου ἑρμηνέως αὐτὸ θηρεῦσαι. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι, συμφωνοῦν τῷ προτέρῳ. Τί δὲ ἦν τὸ πρότερον; Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι,
25μηδέπω λαβόντα τύπον, ἔτι πλαττόμενον, ἔτι ὑφαι‐ νόμενον, καὶ οὕτω με εἶδον σαφῶς, ὡς ἐκεῖνον τὸν μεμορφωμένον, ὡς ἐκεῖνον τὸν τετυπωμένον, ὡς ἐκεῖνον τὸν πεπληρωμένον, καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον πρὸς τὴν ἀπάρτισιν. Καὶ ἵνα μάθῃς ὅτι
30τοῦτό ἐστι, ἄκουσον τῆς ἑρμηνείας τοῦ ἑτέρου· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις, οὐκ ἐνδεούσης οὐδεμιᾶς. Σὺν ἐκείνοις με εἶδες, φησὶν, ὁμοίως ἐκείνοις με εἶδες,
35τοῖς πλασσομένοις ἐν ταῖς ἡμέραις αὐτῶν, ἡμέραις, αἷς οὐκ ἐνέδει οὐδεμία ἡμέρα. Ταῦτα δὲ λέγει, οὐχ ὡς βιβλίου ὄντος ἄνω, οὐδὲ ὡς ἐγγραφομένων τινῶν, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν διὰ τοῦ βιβλίου σημαίνων, ὥσπερ ὅταν φησίν· Ἤκουσε Κύριος, καὶ ἔγραψεν
40ἐν βίβλῳ. Καὶ πάλιν, Βίβλοι ἀνεῴχθησαν. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἄλλος, Τίμιοι ἐγένοντο οἱ ἑταῖροί σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ, τὸ τοὺς τοῦ Θεοῦ φίλους διὰ πολλῆς ἄγειν τιμῆς. Προενόησάς μου, φησὶν, οὐκ ὄντα
45παρήγαγες, διακρατεῖς, καὶ ἐγὼ ταύτην δίδωμι τὴν ἀμοιβὴν τοὺς φίλους σου τιμῶν. Λίαν ἐκραταιώθη‐ σαν αἱ ἀρχαὶ αὐτῶν. Τουτέστιν, αὐτοὶ ἐκραταιώ‐ θησαν. Ἄλλος φησί· Τί παμπληθεῖς αἱ κεφαλαὶ αὐτῶν; Ὅπερ καὶ σαφέστερον· ἐπάγει γάρ· Ἐξ‐

55

.

417

(50)

αριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθή‐ σονται. Ἐγὼ μὲν αὐτοὺς τιμῶ, σὺ δὲ πολλοὺς ποιεῖς, καὶ ψάμμου πλείους· οὐ μόνον δὲ πολλοὺς, ἀλλὰ καὶ ἰσχυρούς. Τὸ γὰρ, Ἐκραταιώθησαν, τοῦτό ἐστι. Καὶ διπλῆν λέγει τὴν εὐημερίαν, τήν τε εἰς
55πλῆθος, τήν τε εἰς ἰσχύος ἐπίδοσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. Ἄλλος, Ἐξυπνώσω, καὶ εἰς ἀεὶ ἔσομαι παρὰ σοί. εʹ. Οὐ μικρὸν τοῦτο ἀρετῆς σημεῖον, τὸ ἐν εὐημερίᾳ μένειν τὴν ἀρετὴν διατηροῦντα. Πολλοὶ γοῦν ἀπο‐
60λαύσαντες εὐπραγίας, ἐπελάθοντο. Ἀλλ’ οὐκ ἐγὼ,Column end

55

.

418

φησὶν, ἀλλὰ καὶ ἀναστὰς, τουτέστιν, ἀπαλλαγεὶς τῶν δεινῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν ἀπο‐ κτείνῃς, τότε ἔσομαι· ἀλλ’ ἐκεῖνο μὲν καὶ χωρὶς
5τούτου ἐπήγγελται· αἰτεῖ δὲ τοῦτο γενέσθαι, οὐχ ἵνα ἀφανίσῃ τὴν οὐσίαν τὴν τῶν ἀνθρώπων, ἀλλ’ ἵνα μεταβάλῃ αὐτοὺς ἐκ τῆς ἁμαρτίας ἐπὶ δικαιοσύνην. Οὐ γὰρ εἶπεν, ἐὰν ἀποκτείνῃς ἀνθρώπους, ἀλλὰ, Ἁμαρτωλούς. Ἕτερος δὲ ἀντὶ τοῦ Ἁμαρτωλοὺς,
10Παραβάτην εἶπε, περὶ τῶν πολεμίων λέγων τῶν εἴδωλα προσκυνούντων. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ. Αἱμάτων ἄνδρας τοὺς φονικούς φησι, τοὺς σφαγαῖς χαίροντας. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἐπίδοσιν
15ἀρετῆς ἡ ὁδὸς, τὸ φεύγειν καὶ ἀποπηδᾷν τὰς τῶν τοιούτων συνουσίας. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Ἄλλος, Οἵτινες ἀντελά‐ λησάν σοι διαλογισμόν. Ἄλλος, Ὅτι παρεπί‐ κρανάν σε ἐν κακοβουλίᾳ. Ὅρα μὴ τὰ ἑαυτοῦ
20ζητοῦντα, ἀλλὰ διὰ τὴν εἰς τὸν Θεὸν ὕβριν ἀποπη‐ δῶντα, καὶ φεύγοντα τὴν πρὸς ἐκείνους συνουσίαν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἀπωλείας τοῖς Ἰουδαίοις αἴ‐ τιον γέγονε, τὸ τοῖς πονηροῖς ἀναμίγνυσθαι. Διὰ τοῦτο καὶ νόμον ἐλάμβανον, καὶ νόμῳ διετειχί‐
25ζοντο ἀπ’ αὐτῶν, καὶ τὰς πρὸς αὐτοὺς ἐπιγαμίας φεύγειν ἐκελεύοντο, καὶ ἀπὸ τῆς Αἰγύπτου τότε ἐξελθόντες, ἐπὶ τῆς ἐρήμου τεσσαράκοντα ἔτη καθ’ ἑαυτοὺς ἐπλάττοντο. Διὰ τοῦτο καὶ φραγμὸς ὁ νόμος ἐλέγετο, ἅτε πανταχόθεν αὐτοῖς περι‐
30κείμενος, καὶ τὰς πρὸς τοὺς πονηροὺς ἀναστέλ‐ λων συνουσίας· εὐεξαπάτητον γὰρ αὐτῶν τὸ ἦθος, εὐάλωτον καὶ εὐπερίτρεπτον. Λήψονται εἰς μα‐ ταιότητας τὰς πόλεις σου. Ἕτερος, Ἐπήρθη‐ σαν ματαίως ἀντίζηλοί σου. Ἄλλος, Οἱ ἐχθροί
35σου. Διὰ τοῦτο φεύγει καὶ ἀποπηδᾷ, ὅτι ἐπήρθησαν κατὰ τῆς τοῦ Θεοῦ δόξης, ὅτι παρηνόμουν, ὅτι βλά‐ σφημα ἐφθέγγοντο ῥήματα. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς
40ἐχθροὺς ἐγένοντό μοι. Οὕτω καὶ ὁ Θεὸς ἐπηγγεί‐ λατο, ἐχθραίνειν τοῖς ἐχθροῖς, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς. Ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. Καὶ αὐτὸς τοίνυν ἀμείβεται τὸν Θεὸν δι’ ἑκατέρων. Ἀνωτέρω μὲν γὰρ ἔφη, Ἐμοὶ δὲ λίαν
45ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· ἐνταῦθα δὲ, Τοὺς μισοῦντάς σε ἐμίσησα· κἀκεῖ μεθ’ ὑπερβολῆς, καὶ ἐνταῦθα μεθ’ ὑπερβολῆς. Οὐ γὰρ, Ἐμίσησα, φησὶ μόνον, ἀλλὰ καὶ, Ἐξετηκόμην. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου. Ἔτασόν με,

55

.

418

(50)

καὶ γνῶθι τὰς τρίβους μου, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Καίτοι γε ἀρχόμενος ἔλεγεν· Ἐδοκίμασάς με, καὶ ἔγνως με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα‐
55κρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξ‐ ιχνίασας. Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Πῶς οὖν ἐνταῦθα πάλιν, ὡς μήπω δοκιμασθεὶς, Δοκίμασόν με, λέγει; Ὁρᾷς ὅτι ἀνθρωπίναις κέχρηται λέξεσιν,
60οὐχ ἵνα τῇ εὐτελείᾳ παραμένωμεν, ἀλλ’ ἵνα διὰ πάντων συναγαγόντες τὴν θεοπρεπῆ ἔννοιαν εἰς ὑψηλὰ ἀναβῶμεν νοήματα. Δοκιμασθῆναι γὰρ καὶ ἐτασθῆναι αἰτεῖ, οὐχ ἵνα γνῷ τὴν καρδίαν αὐτοῦ ὁ πρὸ τούτου εἰδὼς πάντα, καὶ πρὸ γενέσεως, ἀλλ’ ἵνα
65γνῶμεν ἡμεῖς οἱ ἀπὸ τῆς ἐκβάσεως τῶν πραγμάτων

55

.

419

μανθάνοντες. Τὸ γὰρ, Δοκίμασόν με, ἐνταῦθα τοῦτό ἐστι. Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὀδῷ αἰωνίᾳ. Ποία δέ ἐστιν αἰωνία ὁδὸς, ἀλλ’ ἢ ἡ πνευματικὴ,
5καὶ πρὸς οὐρανὸν ἀνάγουσα, καὶ ἧς τὸ τέλος οὐκ ἔνι; Ὡς τά γε ἄλλα πάντα ἐπίκηρα γέγονε, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Διὸ δὴ πάντα παραδραμὼν ἐκείνην ζητεῖ, τὴν ἀθάνατον, τὴν ἀπέ‐ ραντον, τὴν εἰς τέλος οὐκ ἀπαντῶσαν. Πῶς δ’ ἄν
10τις ὁδηγηθείη πρὸς ἐκείνην; Τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύων, καὶ τὰ παρ’ ἑαυτοῦ συνεισφέρων, ἀρετὴν μετιὼν, φιλοσοφίας ἐπειλημμένος, ὑψηλότερος τῶν βιωτικῶν γινόμενος. Τὰ γὰρ ἐκ τῆς ὁδοῦ ἐκείνης οὐκ ἔστιν ἐφήμερα, οὐδὲ πρόσκαιρα. Τοιοῦτον γὰρ ἡ
15ἀρετή· διηνεκεῖς ἔχει τοὺς καρποὺς ἀνθοῦντας, καὶ μηδέποτε μαραινομένους, καὶ τὰ ἀγαθὰ ἀθάνατα, καὶ ἀκήρατα, καὶ ἀτελεύτητα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά‐
20τος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22tΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ.
23Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
25 αʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Διὰ τί θηρία; διὰ τί σκορπίοι; διὰ τί ἔχεις; Ἰδοὺ γὰρ εὕρηται ζῶον πλείονα κακίαν ἐπιδεικνύμενον, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην, ὁ ἄνθρωπος. Διά τοι τοῦτο καὶ ὁ προφή‐ της παρεὶς πάντα ἐκεῖνα, ἀπὸ τούτου ἀξιοῖ ῥυσθῆναι.
30Τί οὖν, εἰπέ μοι; ἐπεὶ τοιοῦτος, οὐκ ἐχρῆν ἀνθρώ‐ πους γενέσθαι; Ἀλλ’ ἐσχάτης ἀνοίας τοῦτο λέγειν· οὐδὲν γάρ ἐστι τὸ βλάπτον ἄνθρωπον, ἀλλ’ ἢ ἡ ἁμαρτία μόνη· καὶ ταύτης ἀνῃρημένης, ἅπαντα ῥᾴδια, καὶ εὔκολα, καὶ γαληνά· ὥσπερ οὖν, ταύτης παρούσης,
35πάντα σκόπελοι, καὶ χειμῶνες, καὶ ναυάγια. Μηδεὶς δὲ ἡμῶν καταγινωσκέτω, εἰ θηρίου πονηρότερον ἄν‐ θρωπον εἶναι τὸν ἐν κακίᾳ εἰρήκαμεν· τὸ μὲν γὰρ, εἰ καὶ μὴ ἐν τῇ φύσει τὸ πρᾶον ἔχει, ἀλλ’ ἀπατηθῆ‐ ναι δύναται ῥᾳδίως, καὶ ὅπερ ἐστὶ φαίνεται· ὁ δὲ
40ἄνθρωπος μελετῶν τὴν πονηρίαν, καὶ πολλὰ τὰ προσ‐ ωπεῖα περικείμενος, δυσφυλακτότερόν ἐστι θηρίου, δορὰν προβάτου πολλάκις προβαλλόμενος, καὶ ἔνδον τὸν λύκον ἀποκρύπτων. Διὸ καὶ ἀφυλάκτως πολλοὶ τοῖς τοιούτοις περιπίπτουσιν. Ἐπεὶ οὖν δυσφώρατα
45τὰ τοιαῦτα θηρία, ἐπ’ εὐχὴν ὁ προφήτης τρέπεται, καὶ τὴν παρὰ τοῦ Θεοῦ καλεῖ ῥοπὴν, ὥστε τῆς τοιαύ‐ της ἀπαλλαγῆναι ἐπιβουλῆς. Τοῖς γὰρ τοιούτοις πολ‐ λάκις καὶ ὁ διάβολος ὑποδύεται, καὶ οὕτω βάλλει. Πολλὰ τοίνυν πανταχόθεν τὰ ἐπιβουλεύοντα. Καὶ γὰρ

55

.

419

(50)

ἄνθρωπος πονηρὸς τοῦτο ποιεῖ, καὶ δαίμων ἄγριος πολεμεῖ, καὶ πειρασμὸς ἀφόρητος ἐνοχλεῖ. Διὸ καὶ διδασκόμεθα εὐχόμενοι λέγειν· Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ποικίλαι αἱ μάχαι, καὶ πολυσχιδεῖς αἱ παρατάξεις,
55καὶ δεῖ πρὸς ἅπαντα παρεσκευάσθαι. Καθάπερ γὰρColumn end

55

.

420

ὁ μέλλων εἰς πέλαγος ἀφιέναι, καὶ ὑδάτων ἀτάκτων ῥύμην, καὶ πνευμάτων ἀγρίων ἐμβολὴν, καὶ νεφῶν συνδρομὴν, καὶ ὑφάλους πέτρας καὶ σπιλάδας, καὶ θηρίων ἐπανάστασιν, καὶ πειρατῶν παράταξιν, καὶ
5λιμὸν, καὶ δίψος, καὶ θάλατταν, καὶ ὅρμον ἀλί‐ μενον, καὶ ναυτῶν φιλονεικίαν, καὶ ἐφοδίων σπάνιν, καὶ πάντα τὰ τοιαῦτα προορᾷν ὀφείλει, καὶ πρὸς ἅπαντα παρατάττεσθαι· οὕτω δὴ καὶ εἰς τὸν εὔρι‐ πον τοῦ παρόντος ἐλθὼν βίου, καὶ πρὸς πάθη σώ‐
10ματος, καὶ πρὸς νοσήματα ψυχῆς, καὶ πρὸς ἀνθρώ‐ πων ἐπιβουλὰς, καὶ πρὸς ἐχθρῶν ἐπαναστάσεις, καὶ πρὸς φίλων ὑπούλων δόλους, καὶ πρὸς πενίαν, καὶ πρὸς βασάνους, καὶ πρὸς ἐπήρειαν, καὶ πρὸς δαιμόνων φάλαγγας, καὶ πρὸς διαβόλου μανίαν παρεσκευάσθαι
15ἂν εἴη δίκαιος, εἴ γε μέλλοι πρὸς τὴν βασιλίδα ἀπαν‐ τᾷν πόλιν, καὶ πεπληρωμένος τῶν φορτίων εἰς τὸν λι‐ μένα καταίρειν. Ἐνταῦθα μὲν οὖν πονηρὸν ἄνθρωπον καλεῖ· ὅταν δὲ περὶ τοῦ διαβόλου διαλέγηται, ἁπλῶς πονηρόν. Τί
20δή ποτε; Ὅτι αὐτὸς πατὴρ τῆς πονηρίας ἐγένετο· διὰ τοῦτο καὶ κατ’ ἐξοχὴν λέγεται πονηρὸς, καὶ ἀντὶ τοῦ κυρίου τὸ ἐπίθετον ἤρκεσεν ὄνομα διὰ τὴν ὑπερ‐ βολὴν τῆς κακίας, οὐκ ἔμφυτον οὖσαν, ἀλλὰ προσγε‐ νομένην αὐτῷ. Εἰ δὲ βούλει καὶ αὐτῆς τῆς πονηρίας
25τὸ ὄνομα μαθεῖν πόθεν εἴρηται, καὶ ἐντεῦθεν μεγάλα καρπώσῃ. Πονηρία γὰρ εἴρηται, ἐκ τοῦ πόνον ἐπ‐ άγειν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ. Διὸ καί τις σοφὸς τοῦτο παραδηλῶν λέγει· Ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά· ἐὰν δὲ ἀγαθὸς, σαυτῷ
30καὶ τοῖς πλησίον. Καὶ πῶς, φησὶ, μόνος ἀντλεῖ τὰ κακὰ ὁ πονηρός, καίτοι γε πολλοὺς ἐπηρεάζει, Ἀλλ’ οὐδένα τῶν μὴ χαύνων καὶ ῥᾳθύμων; Καὶ εἰ βούλει, τὸν πονηρὸν ἄνθρωπον ἀφέντες, αὐτὸν τὸν πονηρὸν δαίμονα εἰς μέσον ἀγάγωμεν. Εἰπὲ δή μοι,
35οὐχὶ πᾶσαν αὑτοῦ ἐξέχεε τὴν κακίαν; μή τι τὸν Ἰὼβ ἔβλαψεν; οὐχὶ ἐκεῖνον μὲν καὶ λαμπρότερον ἐποίησεν, ἑαυτῷ δὲ χαλεπώτερον τὸ πτῶμα εἰργά‐ σατο; Τί δὲ Κάϊν; οὐχὶ μόνος ἤντλησε τὰ κακά; Οὐχὶ, φησὶν, ἀλλὰ καὶ ὁ Ἄβελ. Πῶς καὶ τίνι τρόπῳ;
40Ὅτι ταχέως εἰς τὸν ἀκύμαντον παρεπέμφθη λιμένα. Ἀλλὰ τοῦτο μέγιστον εὐεργεσίας εἶδος ἦν, ὅτι μετὰ κατορθώματος κατέλυσεν, ὅτι τὸ κοινὸν τῆς φύσεως χρέος ἐπραγματεύσατο. Καὶ γὰρ ὃ τοῖς ἄλλοις ἦν κοι‐ νὸν καὶ κατὰ ἀνάγκην παραγινόμενον, τοῦτο μετ’
45ἐμπορίας τούτῳ παρεγένετο. Ταῦτα οὐχὶ κακὸν ἦν ὑπομεῖναι, ἀλλὰ στέφανον ἀναδήσασθαι λαμπρότερον. Τί δὲ τὸν Ἰωσὴφ ἔβλαψαν οἱ ἀδελφοί; οὐκ αὐτοὶ μόνοι τὰ κακὰ ἤντλησαν; Ἀλλὰ δοῦλος ἐγένετο, φησί. Καὶ τί τοῦτο; Ἐγὼ δὲ λέγω, ὅτι καὶ δεσμώ‐

55

.

420

(50)

της· ἀλλ’ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ δοῦλος γέ‐ γονε καὶ δεσμώτης, ἀλλ’ εἰ βλάβην τινὰ ἐντεῦθεν ὑπέμεινε. Τοὐναντίον γὰρ εὑρίσκομεν, ὅτι καὶ ἐκέρ‐ δανε τὰ μέγιστα, πλείονα παρὰ τῷ Θεῷ παῤῥησίαν κτησάμενος, καὶ δι’ αὐτῶν τῶν δοκούντων ἐναντίων
55εἶναι τὴν παροῦσαν εὐημερίαν λαβών. Μὴ δὴ φοβώμεθα πονηροὺς, ἀλλ’ ἐλεῶμεν. Τότε μὲν γὰρ εἰκότως ἦσαν φοβεροὶ, ἅτε οὐδέπω τῆς ὑψη‐
λῆς ὁδοῦ τετμημένης τῆς ἐπὶ φιλοσοφίαν ἀγούσης·

55

.

421

νυνὶ δὲ οὐκέτι, τῶν οὐρανῶν ἡμῖν λοιπὸν ἠνεῳγμέ‐ νων, καὶ τῶν ἀνθρώπων ἀγγέλων γενομένων. Ἐπεὶ καὶ θηρίον μετὰ πολλῆς ἐμπῖπτον τῆς ῥύμης τῇ τοῦ δόρατος αἰχμῇ, δοκεῖ μὲν τὸν κατέχοντα τὸ δόρυ ἀμύ‐
5νεσθαι, ἑαυτὸν δὲ περιπείρει χαλεπωτέρᾳ πληγῇ· καὶ ὁ πρὸς κέντρα λακτίζων, ὁμοίως τοὺς πόδας αἱ‐ μάττει. βʹ. Τοιοῦτόν ἐστιν ἡ ἀρετὴ, κέντρα καὶ ξίφος ἠκονη‐ μένα· οἱ δὲ πονηροὶ πάντες τῶν θηρίων χείρους καὶ
10ἀλογώτεροι. Ὅταν τοίνυν ἐπίωσι τοῖς ἀγαθοῖς, ἑαυ‐ τοὺς χαλεπώτερον περιπείρουσι, τοὺς μὲν εἰς χρή‐ ματα πολλάκις ἢ σώματα ζημιοῦντες, αὐτοὶ δὲ εἰς ψυχὴν παραβλαπτόμενοι τὴν ὄντως ζημίαν. Εἰ γὰρ ἔβλαπτεν ἡμᾶς εἰς τὴν οἰκείαν ἀρετὴν ἡ τῶν χρημά‐
15των ζημία, οὐκ ἂν ἐκέλευσεν ὁ Παῦλος ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν. Εἰ κακὸν τὸ ἀδικεῖσθαι ἦν, οὐκ ἂν ὁ τῶν ἀγαθῶν νομοθέτης κακὰ ἐπέταξε. Πλὴν ἀλλὰ καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, οὐ δεῖ τοῖς πονηροῖς ἐπιπηδᾷν, οὐδὲ ὁμόσε χωρεῖν, ἀλλὰ φεύγειν
20καὶ ἐκκλίνειν αὐτῶν τὰς συνουσίας· ἐπιόντας δὲ μετὰ ἀνδρείας δέχεσθαι. Διὰ γὰρ τοῦτο κελευόμεθα εὔχε‐ σθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὸ καὶ οὗτος εἰ‐ πὼν, Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἐπ‐ άγει τὸ, Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· πάλιν γενικὸν
25ὄνομα τῆς κακίας τιθείς. Οὐ γὰρ ἁπλῶς τὸν περὶ τὰ χρήματα ἄδικον, ἀλλὰ τὸν περὶ πάντα ἐνταῦθα λέγει. Ἀξιοῖ δὲ ῥυσθῆναι, ὥστε μήτε περιπεσεῖν, μήτε κατ’ ἐκεῖνον γενέσθαι. Καὶ οὐχ ἁπλῶς αἰτεῖ, ἀλλὰ τὰ παρ’ ἑαυτοῦ συνεισενεγκών. Διά τοι τοῦτο ἐν τῷ τέλει τοῦ
30προτέρου ψαλμοῦ φυγὼν αὐτοὺς καὶ τὴν πρὸς αὐ‐ τοὺς συνουσίαν, ἐνταῦθα τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν αἰτεῖ. Ἐκεῖ μὲν γὰρ τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκε λέγων, Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· ἐνταῦθα δὲ τὸν Θεὸν παρα‐
35καλεῖ ῥυσθῆναι ἀπὸ τῆς πονηρίας αὐτῶν. Οὐ γὰρ τὸ τυχὸν εἰς ἀσφαλείας λόγον, καὶ ἀδείας, καὶ ἐλευθε‐ ρίας, καὶ ἡδονῆς ἁπάσης, τὸ τῶν τοιούτων ῥύεσθαι συλλόγων, καὶ ὡς ποῤῥωτάτω κατασκηνοῦν τῆς τῶν πονηρῶν συνουσίας, ἀλλ’ ἡ μεγίστη τοῦτο εὐημερία.
40Εἶτα ὑπογράφων αὐτῶν τὴν πονηρίαν, ἐπάγει καὶ λέ‐ γει· Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ· ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Εἶδες πῶς δυσφύλακτα τὰ θηρία, κατὰ διάνοιαν τυρεύοντες τὰ κακὰ, καὶ κατακρύπτοντες ἐν τοῖς ἀποῤῥήτοις τὰς
45ἐπιβουλάς. Ἐλογίσαντο γὰρ, φησὶν, ἐν τῇ καρδίᾳ· τουτέστιν, οὐκ ἔξω προήνεγκαν τέως, ἀλλ’ ἔστρεφον ἔνδον ὠδίνοντες τὴν πονηρίαν, καὶ τὸ δὴ χαλεπώτε‐ ρον, οὐχὶ συναρπασθέντες, οὐδὲ περιτραπέντες, ἀλλὰ μελέτῃ τὸ πρᾶγμα ποιούμενοι. Τοῦτο γάρ ἐστι τὸ,

55

.

421

(50)

Ἐλογίζοντο, μετὰ σπουδῆς, μετὰ προθυμίας ἁπάσης. Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέ‐ μους. Τὸν βίον ἅπαντα διὰ τούτου δηλοῖ. Πολέμους δὲ ἐνταῦθα οὐ τούτους τοὺς ἐπὶ τῶν παρατάξεων καὶ διὰ τῶν ὅπλων, ἀλλὰ τοὺς διὰ τῶν ἐπιβουλῶν αἰνίτ‐
55τεται, οὓς καὶ ἐν ἀγοραῖς καὶ ἐν οἰκίαις πολεμοῦσιν
ἄνθρωποι, οὐ θώρακα ἐνδυόμενοι, οὐδὲ ἀσπίδα προ‐Column end

55

.

422

βαλλόμενοι, ἀλλ’ ἀντὶ παντὸς ὅπλου τῇ πονηρίᾳ κε‐ χρημένοι, καὶ ῥήματα βελῶν πικρότερα ἀκονῶντες. Τὸ μέγιστον δὲ αὐτῶν τῆς κακίας, οὐχ ὅτι δολεροὶ μόνον, οὐδ’ ὅτι ὕπουλοι, οὐδ’ ὅτι πρὸς πολέμους
5ἕτοιμοι καὶ μάχας, ἀλλ’ ὅτι καὶ διὰ παντὸς τοῦ βίου, καὶ οὐδέποτε ἀνακωχὴν ἔσχον τῆς χαλεπῆς ταύτης παρατάξεως. Καίτοι γε εἴ γε ἐβούλοντο πολεμεῖν, ἑτέραν εἶχον δικαίαν ὑπόθεσιν. Κατὰ γὰρ τῶν ἁμαρ‐ τημάτων ἵστασθαι ἔδει, καὶ πρὸς τὸν διάβολον παρα‐
10τάττεσθαι, καὶ πρὸς τὰ νοσήματα τῆς ψυχῆς μάχε‐ σθαι, καὶ κατὰ τῶν δαιμόνων ἀκονᾷν τὰ ξίφη. Οἱ δὲ ἐκείνῃ μὲν οὐδὲ προκύπτουσι τῇ παρατάξει, κατὰ δὲ ἀλλήλων βάλλουσι τὰ βέλη. Ἠκόνησαν γλῶσσαν αὐ‐ τῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν
15ἀεί. Εἶδες τῆς κακίας τὴν δυσγένειαν; Ἐξ ἀν‐ θρώπων θηρία ποιεῖ, ἀσπίδας καὶ ὄφεις, καὶ τὴν γλῶτταν τὴν λογικὴν πρὸς ἐκείνην καταφέρει τὴν θηριωδίαν. Ὅπερ δὲ ἀνωτέρω ᾐτιάσατο, τοῦτο πάλιν καὶ ἐνταῦθα κατηγορεῖ. Ποῖον δὴ τοῦτο; Ἰὸς ἀσπί‐
20δων ὑπὸ τὰ χείλη αὐτῶν, φησὶν, ἀεὶ, τουτέστι, διηνεκῶς. Ὥσπερ γὰρ ἀνωτέρω εἶπεν, Ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· οὕτω καὶ ἐνταῦθα, Ἠκόνησαν γλῶτταν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπί‐ δων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Τὸ γὰρ Διάψαλμα
25τοῦτο δηλοῖ πανταχοῦ. Καὶ Ἑβραϊστὶ Σὲλ εἴρηται τὸ διάψαλμα, ὅπερ ἐστὶν, ἀεί. Καίτοι γε καὶ ἐν βρα‐ χεῖ καιρῷ φορτικὸν ἡ κακία, ὅταν δὲ καὶ διηνεκῶς αὐτὴν μετίωσι, καὶ μηδὲ κόρον λαμβάνωσι, ποίαν ἂν σχοῖεν συγγνώμην; ποίαν ἀπολογίαν; Φύλαξόν με,
30Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ· ἀπὸ ἀνθρώπων ἀδί‐ κων ἐξελοῦ με. Οἵτινες διελογίσαντο τοῦ ὑποσκε‐ λίσαι τὰ διαβήματά μου. Ἔκρυψαν οἱ ὑπερήφανοι παγίδα μοι· καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι.
35Οὐδὲν ἀδικώτερον τῶν κακίαν μετιόντων, οἳ πρὸ τῶν ἄλλων τὰς ἑαυτῶν ἀδικοῦσι ψυχάς. Ὅταν γὰρ αὐτοὶ σκανδάλου γίνωνται αἴτιοι, ὅταν τοῦ Θεοῦ τὴν δόξαν παρὰ τῶν ἀνοήτων λοιδορεῖσθαι παρασκευάζωσι, ὅταν τὰ ὀφειλόμενα οὐ κατατιθῶσιν, ἀλλὰ καὶ ψυχὴν
40καὶ σῶμα λαβόντες παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀγνωμονῶσι περὶ τὰς ἀμοιβὰς, καὶ κόσμου τοσούτου καὶ τηλικούτου ἀπολαύοντες ἀγαθοῦ, τοῖς ἐναντίοις ἀμείβωνται τὸν εὐεργέτην, τί τούτων γένοιτ’ ἂν ἀδι‐ κώτερον; τί δὲ ἀγνωμονέστερον; καὶ τὸ δὴ μεῖζον
45καὶ πλέον εἰς κακίας ὑπερβολὴν, ὅτι καὶ ἑτέροις ἐπηρεάζειν ἐπιχειροῦσι. Διελογίσαντο γὰρ, φησὶ, τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Εἰ δὲ μὴ εἰς ἔργον ἐξῆλθεν ὁ λογισμὸς, τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας γέγονεν ἔργον. Αὐτὸς γὰρ διέκοψε

55

.

422

(50)

τὰ πονηρὰ αὐτῶν βουλεύματα. γʹ. Καὶ ὅρα πῶς ἦν μεμελετημένη ἡ πονηρία, καὶ μετὰ σπουδῆς ἡ ἐπιβουλή. Καὶ γὰρ ἔκρυψαν, καὶ δι‐ έτειναν, καὶ ἐχόμενα τρίβου, ὥστε καὶ τῷ μήκει, καὶ τῷ λανθάνειν, καὶ τῷ πλησίον τείνειν, ἑλεῖν καὶ χει‐
55ρώσασθαι. Δημιουργοὶ γὰρ ἐγένοντο τῆς κακίας, πανταχόθεν ἐκτείνοντες τὰς πάγας, ἓν ἔργον τιθέμε‐ νοι, τὸ καθελεῖν. Βούλει μαθεῖν πῶς καὶ ὁ διάβολος τοιαῦτα τίθησι σχοινία; Ὅρα πάλιν ἐπὶ τοῦ Ἰὼβ τὸ πρᾶγμα συμβαῖνον. Τί γὰρ πλατύτερον ἐκείνων; τί
60δὲ μακρότερον; τί δὲ ἐγγύτερον, ὅπου γε οὐκ ἐν συγ‐

55

.

423

γενέσι μόνον, οὐδὲ φίλοις, οὐδὲ ἐν γυναικὶ, ἀλλ’ ἐν αὐτῷ τῷ σώματι τὴν παγίδα ἔθηκεν; Εἶπα τῷ Κυ‐ ρίῳ· Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σω‐
5τηρίας μου. Ἄλλος, Κράτος τῆς σωτηρίας μου. Εἰπὼν τὸν πόλεμον καὶ τὰς ἐπιβουλὰς, καὶ δείξας ἀφόρητα τὰ δεινὰ, καταφεύγει λοιπὸν ἐπὶ τὴν ἀχεί‐ ρωτον συμμαχίαν, ἀπὸ τοῦ οὐρανοῦ καλῶν τὸν βοηθὸν ταῦτα λῦσαι δυνάμενον.
10 Τοῦτο ψυχῆς γενναίας δεῖγμα, τοῦτο φιλοσόφου δια‐ νοίας, ἡνίκα ἂν ταῦτα πανταχόθεν περίκεινται, μὴ καταφεύγειν εἰς ἀνθρωπίνην συμμαχίαν, μηδὲ εἰς λο‐ γισμοὺς θνητοὺς, ἀλλὰ πρὸς τὸν οὐρανὸν ὁρᾷν, καὶ πανταχοῦ παρόντα καλεῖν τὸν Θεὸν, μηδὲ τῆς ἀθυ‐
15μίας γίνεσθαι, καὶ τοῦ θορύβου, καὶ τῆς ταραχῆς. Καὶ ὅρα πῶς ἀξίως ἑαυτοῦ τὸν λόγον κατασκευάζει. Οὐ γὰρ εἶπε, Τὸ καὶ τὸ κατώρθωσα, καὶ τήνδε τὴν δικαιοσύνην εἰργασάμην· ἀλλὰ τί; Θεός μου εἶ σὺ, μέγιστον δικαίωμα συμμαχίας προβαλλόμενος τὸ
20πρὸς Δεσπότην καταφεύγειν, καὶ Δημιουργὸν, καὶ Βασιλέα. Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεή‐ σεώς μου, Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Δύναμις τῆς σωτηρίας εἶπε, δεικνὺς ὅτι ἔστι καὶ δύναμις κολάσεως καὶ τιμωρίας. Ἀλλ’ ἐμοὶ τὴν
25δύναμιν τῆς σωτηρίας, φησὶ, παρέσχες. Δύνασαι μὲν γὰρ καὶ κακῶς ποιεῖν καὶ ἀναιρεῖν· ἀλλ’ ἀεὶ πρὸς σωτηρίαν τὴν ἐμὴν ἐχρήσω τῇ δυνάμει σου. Καὶ ὅρα τὸν πόθον τοῦ λέγοντος. Τῷ γὰρ διπλασιασμῷ καὶ τῷ προσθεῖναι, Τῆς σωτηρίας μου, πολλὴν δεί‐
30κνυσι τὴν διάθεσιν. Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Εἶδες τὴν εὐχάριστον ψυ‐ χήν; Τῶν προτέρων ἀναμιμνήσκει ἑαυτὸν, ὅτι ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν. Τοῦτο γάρ ἐστι τὸ, Ἐπεσκίασας. Καὶ ὅρα τὸ εὔκολον τοῦ Θεοῦ πῶς δεί‐
35κνυσιν. Οὐ γὰρ εἶπε, Πρὸ τούτου, ἀλλ’, Ἐν αὐτῇ τῇ ἡμέρᾳ, φησὶν, ὅτε τὰ δεινὰ ᾔρετο, ὅτε ἡ παράταξις ἦν, ὅτε περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε με ἐν ἀσφαλείᾳ κατέστησας. Οὐ γὰρ παρασκευῆς ἢ παρα‐ κλήσεως δεῖται ὁ Θεὸς πάντα εἰδὼς, τά τε παρόντα,
40τά τε μέλλοντα, τά τε γεγονότα, καὶ πάντα δυνάμε‐ νος, καὶ ἀεὶ παρεστὼς ἕτοιμος εἰς βοήθειαν. Εἶτα δη‐ λῶν τὴν ὑπερβολὴν τῆς νίκης καὶ τῆς ἀσφα‐ λείας, οὐκ εἶπεν, Ἔσωσάς με ἀλλὰ τί; Ἐπεσκίασας· τουτέστιν, οὐδὲ τὸ τυχὸν λυπηρὸν ὑπομεῖναι ἐποίησας,
45οὐδὲ ὅσον ἀπὸ καύματος· ἀλλ’ ἐν τοσαύτῃ κατέστη‐ σας ἀσφαλείᾳ, καὶ μετὰ τῆς ἀσφαλείας ἐν ἡδονῇ καὶ ἀνέσει, ὡς μηδὲ τυχεῖν θέρμης τινὸς λυπούσης, ἀλλὰ σκιᾷ ἐντρυφᾷν, τουτέστι, τῇ τῶν δεινῶν ἀπαλλαγῇ καὶ ἐλευθερίᾳ. Διὰ τοῦτο ἐπήγαγε τὸ, Ἐπεσκίασας,

55

.

423

(50)

τοῦτό τε αὐτὸ δηλῶν, καὶ τὸ εὔκολον τῆς βοηθείας τοῦ Θεοῦ δεικνὺς, διὰ τοῦ τῆς σκιᾶς ὀνόματος, ὡσανεὶ ἔλεγεν, Ἀρκεῖ παρεῖναί σε μόνον, καὶ πάντα λέλυται. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἄλλος, Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας
55τοῦ παρανόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ δῷς ἀπὸ τῆς ἐπιθυμίας τῆς κατ’ ἐμοῦ, τουτέστιν, ἃ ἐπιθυμεῖ κατ’ ἐμοῦ, ταῦτα μὴ ἀφῇς αὐτὸν πληρῶσαι. Καὶ οὐκ
εἶπεν, Ἃ ἐπιθυμεῖ, ἀλλ’, Ἀπὸ τῆς ἐπιθυμίας μου,Column end

55

.

424

τοιοῦτόν τι βουλόμενος δηλῶσαι· Μηδὲ μικρόν τι δῷς ὧν ἐπιθυμεῖ. Τοιοῦτοι γὰρ οἱ πονηροί· μετὰ πολλῆς τῆς ἐπιθυμίας τὴν κατὰ τῶν πλησίον ἐργάζονται ἐπι‐ βουλὴν, καθάπερ καὶ ὁ διάβολος, περὶ οὗ φησιν, ὅτι
5Περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα κατα‐ πίῃ. Οὕτω μετ’ ἐπιθυμίας προσέβαλε τῷ Ἰώβ· οὕτως ἐβουλεύετο τῷ Πέτρῳ προσβαλεῖν· διὸ καὶ ἔλεγε· Ποσά‐ κις ἐξῃτήσατό σε ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον; Εἶδες πόσην εἶχεν ἐπιθυμίαν; Εἰσὶ καὶ ἄν‐
10θρωποι ἐκείνου ζηλοῦντες κακίαν ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τοῦ χαίρειν ἐπὶ κακοῖς. Οὓς καὶ ταλανίζει ἡ Γραφὴ λέγουσα, Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κα‐ κοῖς, οἱ χαίροντες ἐπὶ διαστροφῇ κακῶν· καὶ μάλα εἰκότως· διεφθαρμένης γὰρ τοῦτο διανοίας. Εἰ γὰρ
15καὶ ἀλγεῖν δεῖ, καὶ στένειν, καὶ θρηνεῖν ἐπὶ τοῖς ἀπολ‐ λυμένοις, τίνα ἂν σχοῖεν συγγνώμην, ποίαν δὲ ἀπολο‐ γίαν, οἱ μὴ μόνον οὐ συναλγοῦντες, ἀλλὰ καὶ χαίρον‐ τες; Οὐκ εἶδες, ὅτι καὶ αὐτὸς ὁ κολάζειν μέλλων Χρι‐ στὸς δακρύει τὴν Ἱερουσαλὴμ ἀπολλυμένην; οὐχ ὁρᾷς
20καὶ Παῦλον στένοντα καὶ θρηνοῦντα ταῖς ἑτέρων ἀπωλείαις καὶ πενθοῦντα; Ἀλλ’ εἰσί τινες οὕτω δι‐ εφθαρμένοι, ὡς τῶν ἰδίων κακῶν παραμυθίαν ἡγεῖσθαι τὰς ἀλλοτρίας συμφοράς. Διελογίσαντο κατ’ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν ἀεί. Τὸ
25γὰρ Διάψαλμα τοῦτό ἐστιν. Ἄλλος, Μὴ ἀποβαίης, μήποτε ὑψωθῶσι. Τοῦτο τῆς μιαρᾶς καὶ ἐφθαρμένης γνώμης, ὅταν καὶ βουλῆς καὶ σχολῆς καὶ μελέτης δέωνται πρὸς τὴν κακίαν. Οὐ γὰρ ἀρκεῖ τὰ ἀπὸ συναρπαγῆς γινόμενα·
30οὐ γὰρ ἱκανὰ τὰ κατὰ προπέτειαν ἡμᾶς ἀπολέσαι, ἀλλὰ καὶ βουλῆς σοι καὶ χρόνου καὶ σκέψεως δεῖ πρὸς τὴν κακίαν. δʹ. Ποίαν οὖν ἕξεις ἀπολογίαν, μελέτην ποιούμενος τὴν πονηρίαν, καὶ βουλὴν τιθέμενος ὑπὲρ τῆς τῶν
35κακῶν ἐργασίας, καὶ κοινωνοὺς λαμβάνων; Ἀλλ’ ὅρα τὴν τούτου ταπεινοφροσύνην. Οὐ γὰρ εἶπε· Μὴ ἐγκαταλίπῃς με, ὅτι ἄξιός εἰμι, μὴ ἐγκαταλίπῃς με διὰ τὴν τοῦ βίου ἀρετήν. Ἀλλὰ τί; Μήποτε ὑψωθῶ‐ σιν, ὥστε μὴ ἀλαζονικωτέρους γενέσθαι, καὶ εἰς
40πλείονα ἀπόνοιαν ἀρθῆναι διὰ τῆς ἐμῆς ἐγκαταλεί‐ ψεως. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Ἄλλος, Ὁ πικρα‐ σμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Κύκλωμα ἐνταῦθα τὸν
45σύλλογον λέγει, τὸ συνέδριον, τὸ πονηρὸν ἐργαστήριον, τὰ διεφθαρμένα βουλεύματα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὰ τὰ πονηρὰ βουλεύματα, καὶ τὸ κεφάλαιον τῆς πονηρίας καὶ διεφθαρμένης γνώμης, αὐτὸ αὐτοὺς καταδύσειε καὶ ἀπολέσειε. Κόπος τῶν χειλέων αὐ‐

55

.

424

(50)

τῶν. Κόπον ἐνταῦθα τὴν πονηρίαν καλεῖ. Καὶ γὰρ τοιοῦτον ἡ πονηρία· αὐτῷ τῷ κεκτημένῳ γίνεται ὄλεθρος, καὶ ὑποβρύχιον αὐτὸν ἐργάζεται. Τοῦτο γέγονεν ἐπὶ τοῦ Δαυΐδ. Μυρίοις γὰρ αὐτὸν προσεδό‐ κησαν περιβαλεῖν κινδύνοις· ὁ δὲ λαμπρότερος ἦν.
55Ναὶ, φησὶν, ἀλλ’ οὐ τοῦτο ζητῶ· ἀλλὰ πῶς τῇ οἰκείᾳ

55

.

425

αὐτῶν βουλήσει βουλευσάμενοι περιεπάρησαν καὶ ἀπώλοντο, δεῖξον, καὶ ποῦ αὐτὸ τοῦτο συνέβη, εἰπέ. Ἐπὶ τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Βουλόμενοι γὰρ αὐτὸν ποιῆσαι δοῦλον καὶ ἀπολέσαι, περὶ τῶν ἐσχάτων
5αὐτοὶ ἐκινδύνευσαν. Καίτοι καὶ εἰς δουλείαν καὶ εἰς θάνατον τό γε αὐτῶν ἐνέπεσε μέρος. Καὶ ὁ Ἀβεσ‐ σαλὼμ βουλόμενος διὰ τῆς τυραννίδος ἀπολέσαι τὸν πατέρα, διὰ ταύτης αὐτὸς ἑάλω. Πεσοῦνται ἐπ’ αὐ‐ τοὺς ἄνθρακες πυρός· ἐν πυρὶ καταβαλεῖς αὐτούς.
10Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἱκανὴ μὲν καὶ αὐτὴ ἡ πονηρία διαφθεῖραι τοὺς κυκλοῦντας αὐτήν· μετὰ δὲ ταύτης καὶ τὴν θεήλατον ὑποστήσονται ὀργήν. Ἄν‐ θρακας δὲ πυρὸς ἐνταῦθα καὶ πῦρ τὴν ἄνωθεν λέγει φερομένην τιμωρίαν. Πολλάκις δὲ καὶ ἐπ’ αὐτοῦ τοῦ
15πυρὸς γέγονεν, ὡς ἐπὶ τοῦ Δαθὰν, καὶ Κορὲ, καὶ Ἀβειρὼν, καὶ ἐπὶ τῶν κυκλωσάντων τὴν κάμινον τὴν Βαβυλωνίαν. Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑπο‐ στῶσιν. Ἕτερος, Πεσοῦνται εἰς βοθύνους, μήποτε ἀναστῶσιν. Ἄλλος, Ἐσπευσμένως, καὶ οὐ μὴ
20ἀνασταῖεν. Κατὰ μὲν οὖν τὸν ἕνα ἑρμηνευτὴν τοιοῦ‐ τόν τί ἐστι τὸ λεγόμενον· οὕτως αὐτοὺς ἀπόλε‐ σον, ὥστε μηκέτι ἀναστῆναι. Κατὰ δὲ τὸν ἄλλον, Μετὰ πολλοῦ τοῦ τάχους· τοῦτο γάρ ἐστι τὸ, Ἐσπευ‐ σμένως.
25 Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Εἰπὼν περὶ τῆς ὀργῆς τοῦ Θεοῦ, πάλιν δείκνυ‐ σιν, ὅτι καὶ αὐτὴ καθ’ ἑαυτὴν ἡ κακία ἱκανὴ διαφθεῖ‐ ραι τοὺς ἔχοντας. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἶδος πο‐ νηρίας, τὸ προπετῆ εἶναι, καὶ τῆς γλώττης μὴ κρα‐
30τεῖν. Γλωσσώδη γὰρ ἐνταῦθα τὸν ὑβριστὴν λέγει, τὸν φλύαρον, τὸν λοίδορον, τὸν συνεχῶς ὑλακτοῦντα, τὸν οὐδὲν κυνὸς ἄμεινον διακείμενον. Εἰπὲ, καὶ τίς ὁ τούτου καρπός. Οὐ κατευθυνθήσεται, φησὶν, ἐπὶ τῆς γῆς. Ἄλλος, Οὐχ ἑδρασθήσεται τουτέστι, περι‐
35τραπήσεται, κατενεχθήσεται, ἀπολεῖται. Οὗτος ὁ τοῦ λοιδόρου καρπός· πᾶσι πολέμιος, πᾶσιν ἀηδὴς, πᾶσιν ἐπαχθὴς καὶ φορτικὸς ὁ τοιοῦτος. Ὥσπερ οὖν ὁ μακρόθυμος, καὶ ἐπιεικὴς, καὶ σιγᾷν ἐπιστάμε‐ νος, ἀσφαλὴς καὶ βεβηκὼς καὶ πᾶσιν ἐπίχαρις· οὕτως
40ὁ τοιοῦτος σφαλερὸν μέτεισι βίον, μυρίους πανταχόθεν ἐχθροὺς ἐπισπώμενος, καὶ πρὸ τῶν ἄλλων τὴν ψυ‐ χὴν ταράττων τὴν ἑαυτοῦ, καὶ οὐκ ἀφιεὶς εἶναι ἐν ἡσυχία, ἀλλὰ καὶ μηδενὸς ἐνοχλοῦντος, μυρίους πο‐ λέμους καὶ θορύβους ἔνδον ἐγείρων. Ἄνδρα ἄδικον
45κακὰ θηρεύσει εἰς διαφθοράν. Οὕτω καὶ ἄλλος σο‐ φὸς λέγει· Παρανομίαι ἄνδρα ἀγρεύουσιν. Ὅρα πάλιν τὴν κακίαν ἀρκοῦσαν εἰς διαφθορὰν τοῦ ἔχοντος. Ἀλλὰ τίνος ἕνεκεν τὸ τῆς θήρας ἔθηκεν ὄνομα; Ἵνα τὸ ἄφευκτον ἴδῃς, ἵνα, κἂν μὴ παραυτίκα ἐμπέσῃς ἀδι‐

55

.

425

(50)

κῶν, μὴ θαῤῥήσῃς. Τοιαύτη γὰρ ἡ ἄγρα· οὐκ ἀεὶ ἐπιτυγχάνει, οὐδὲ εὐθέως· ἀλλ’ ὅμως κἂν μὴ ἁλῷ τὰ ἄγρια ζῶα καὶ τὰ θηρευόμενα, οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ τυγχάνει, κἂν μηδέπω τῶν δικτύων ἔνδον γένηται. Οὕτω τοίνυν μηδὲ ψυχὴ θαῤῥείτω ἄδικα
55πράττουσα, καὶ μηδέπω ἁλοῦσα· ὁτὲ γὰρ δήποτε ἁλώσεται. Εἰ γὰρ βούλει ἐν ἀσφαλείᾳ εἶναι, παῦσαι ταῦτα πράττων, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀδείας. Τί δήποτε δὲ εἶπεν, Εἰς διαφθοράν; Ὅτι πολλοὶ καὶ εἰς σωτηρίαν ἐθηρεύθησαν· ὡς οἱ παρὰ τῶν ἀποστόλων,
60ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν. Ἀλλ’ οὐχ οἱ πονηροὶ,Column end

55

.

426

ὅταν ὑπὸ τῆς κακίας θηρεύωνται· ἀλλ’ ἐπ’ ἀπωλείᾳ καὶ διαφθορᾷ. Καὶ διὰ τί οὐ παρὰ πόδας τῆς κακίας ἕπεται τὰ τῆς τιμωρίας; Διὰ τὴν τοῦ Δεσπότου φιλαν‐ θρωπίαν. Εἰ γὰρ ἐβούλετο τῶν ἁμαρτανόντων ἕκαστον
5εὐθέως ὑπὸ τὴν τιμωρίαν ἄγειν, προανηρπάσθη ἂν τὸ πλέον γένος τῶν ἀνθρώπων. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ
10προσώπῳ σου. Ἄλλος, Παρὰ τῷ προσώπῳ σου. Ἀντὶ δὲ τοῦ Κατοικήσουσι, Διαμενοῦσιν ἕτερος λέγει, καὶ ἄλλος, Καθεδοῦνται· ἀντὶ δὲ τοῦ Ἔγνων, Οἶδα, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι θηρεύσει, καὶ ὅτι ἀπολοῦνται, καὶ οὐκ εὐθέως δείκνυσι τὴν τιμω‐
15ρίαν ἐπαγομένην· ἵνα μηδεὶς διὰ τοῦτο τῶν παχυ‐ τέρων ῥᾳθυμότερος γένηται, ἐπήγαγε τὸ, Οἶδα, δεικνὺς ὅτι πάντως ἔσται τοῦτο. Οὐ γὰρ μενεῖ τὰ τῶν ἀδικουμένων ἀνεκδίκητα. Πτωχοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς πένητας καλεῖ, ἀλλὰ τοὺς σφόδρα ταπει‐
20νοὺς, τοὺς συντετριμμένους. Ταῦτα δὲ λέγει, καὶ τοὺς ἀδικουμένους παραμυθούμενος, καὶ τοὺς ἀδι‐ κοῦντας σωφρονίζων, ἵνα μήτε ἐκεῖνοι τῇ μελλήσει ἀπογνῶσι, μήτε οὗτοι διὰ τὴν ἀναβολὴν ῥᾳθυμότε‐ ροι γένωνται. Ἡ γὰρ ἀναβολὴ εἰς μετάνοιαν ἄγει·
25τὸν δὲ ἐπιμένοντα χαλεπώτερον κολάζει· καὶ μάλα δικαίως. Διὰ τί; Ὅτι τοσαύτης ἀπολαύσαντες ἀγα‐ θότητος, οὐκ ἐγένοντο βελτίους. Ἐννόησον γὰρ ὅση τοῦ Θεοῦ φιλανθρωπία, ὅταν τοὺς ἀνακειμένους αὐτῷ ἀνέχηται πάσχειν κακῶς, καὶ μὴ ἐπεξίῃ, τῇ
30μετανοίᾳ σε βελτίω ποιῆσαι βουλόμενος. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου. Τί ἐστιν ὃ λέγει; Ὅπερ ἂν γένηται, φησὶν, ἐκεῖνοι εὐχαριστήσουσι· κἂν τοὺς ταπεινοὺς ἴδωσιν ἐπηρεαζομένους, καὶ τοὺς πονηροὺς ἐπαιρομένους,
35οὐκ ἀπαιτήσουσιν εὐθύνας τῶν γινομένων. Τοῦτο γὰρ δικαίων μάλιστα, τὸ διαπαντὸς καὶ ἐν ἅπασιν εὐχα‐ ριστεῖν. Καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου· τουτέστι, Τῆς βοηθείας ἀπολαύσαντες τῆς παρὰ σοῦ, τὴν ἔννοιαν ἔχοντες τὴν περὶ σοῦ, ἀεὶ μετὰ σοῦ
40ὄντες, οὐδέποτε ἀποστήσονται· ὅπερ ἂν γένηται, οὐ‐ δέποτε δυσχερανοῦσιν, οὐδέποτε μέμψονται τοῖς γινο‐ μένοις. Τοῦτο γὰρ ψυχῆς ἀπεριτρέπτου, τοῦτο γνώ‐ μης ἀκλινοῦς, μὴ ἀπαιτεῖν τὸν Δεσπότην εὐθύνας. Διὸ καὶ Παῦλος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ
45τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ταύτην τοίνυν καὶ ἡμεῖς διαπαντὸς τηρῶμεν τὴν εὐγνωμοσύνην, ὑπὲρ πάντων εὐχαριστοῦντες τῷ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ εὐχαριστία, καὶ ἡ προσκύνη‐

55

.

426

(50)

σις, νῦν καὶ ἀεὶ, καὶ εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
52tΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ.
53Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρό‐ σχες τῇ φωνῇ τῆς δεήσεώς μου.
55 αʹ. Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες, ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλ‐
λοντες· τὴν δὲ διάνοιαν τῶν εἰρημένων ἀγνοοῦσιν.

55

.

427

Ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, τὸ καθ’ ἑκά‐ στην ἡμέραν ψάλλοντας, καὶ διὰ στόματος τὰ ῥή‐ ματα προφέροντας, μὴ ζητῆσαι τῶν νοημάτων τὴν δύναμιν τῶν ἐναποκειμένων τοῖς ῥήμασιν. Ἀλλ’
5ὕδωρ μέν τις διαυγὲς καὶ καθαρὸν ὁρῶν, οὐκ ἂν ἀνά‐ σχοιτο μὴ προσελθεῖν, καὶ ἅψασθαι, καὶ πιεῖν· καὶ εἰς λειμῶνά τις συνεχῶς εἰσιὼν, οὐκ ἂν ὑπομείνειε μὴ συλλέξας τι τῶν ἀνθῶν ἐξελθεῖν· ὑμεῖς δὲ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τοῦτον μελετῶντες τὸν
10ψαλμὸν διατελεῖτε, τὰ ῥήματα εἰδότες μόνον, καὶ παρακάθησθε θησαυρῷ συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρετε ἐσφραγισμένον, καὶ οὐδὲ ὑπὸ πολυπρα‐ γμοσύνης παρωξύνθη τις μαθεῖν, τί ποτέ ἐστι τὸ λε‐ γόμενον· οὐκ ἐζήτησεν, οὐκ ἠρεύνησε. Καίτοι γε οὐδὲ
15ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν ὁ ψαλμὸς πάν‐ τας εἰς ὕπνον ἤγαγε, καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προ‐ χείρως κείμενον. Καὶ γάρ ἐστιν ἀσαφὴς, καὶ ἱκανὸς διεγεῖραι τὸν μὴ σφόδρα καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. Τί γάρ ἐστι τὸ, Μὴ ἐκκλίνῃς τὴν καρ‐
20δίαν μου εἰς λόγους πονηρίας; τί δὲ τὸ, Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με; Τὸ δὲ μετὰ τοῦτο, εἰπέ μοι, οὐκ ἔστι παντὸς ζόφου ζοφωδέστερον; Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐ‐
25τῶν. Ἀλλ’ ὅμως τοσούτων ὄντων ἀσαφῶν, ὥσπερ τινὰ ᾠδὴν ἁπλῶς παρατρέχουσιν οἱ πολλοί. Ἀλλ’ ἵνα μὴ τὴν κατηγορίαν ἐπὶ πλεῖον ἐπιτείνοντες, φορτικὸν τὸν λόγον ἐργασώμεθα, φέρε δὴ πρὸς τὴν ἔρευναν τῶν εἰρη‐ μένων βαδίσωμεν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας·
30οὐδὲ γὰρ ἁπλῶς οἶμαι τὸν ψαλμὸν τοῦτον τετάχθαι παρὰ τῶν πατέρων καθ’ ἑκάστην ἑσπέραν λέγεσθαι, οὐδὲ διὰ τὴν μίαν λέξιν τὴν λέγουσαν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἐπεὶ καὶ ἄλλοι ψαλμοὶ ταύτην ἔχουσι τὴν λέξιν, ὥσπερ ἐκεῖνος ὁ λέγων,
35Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Καὶ πάλιν, Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Καὶ πάλιν τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις· καὶ πολλοὺς ἂν εὕροις τις ψαλμοὺς ἐπιτηδείους τῷ καιρῷ τῆς ἑσπέ‐
40ρας. Οὐ διὰ τοῦτο γοῦν τοῦτον τὸν ψαλμὸν ἐτύπω‐ σαν οἱ πατέρες, ἀλλ’ ὥς τι φάρμακον σωτήριον καὶ ἁμαρτημάτων καθάρσιον ἐνομοθέτησαν λέγεσθαι, ἵν’ ὅσαπερ ἂν προστριβώμεθα δι’ ὅλου τοῦ μήκους τῆς ἡμέρας, ἢ ἐν ἀγορᾷ, ἢ ἐν οἰκίᾳ, ἢ ὅπου δήποτε δια‐
45τρίβοντες, ταῦτα ἐλθόντες εἰς τὴν ἑσπέραν, διὰ τῆς ἐπῳδῆς ταύτης ἀποδυσώμεθα τῆς πνευματικῆς. Φάρ‐ μακον γάρ ἐστιν ἁπάντων τούτων ἀναιρετικόν. Τοιοῦ‐ τός ἐστι καὶ ὁ ἑωθινὸς ψαλμός· οὐδὲν γὰρ κωλύει ἐν βραχεῖ κἀκείνου ἐπιμνησθῆναι. Τὸν πόθον γὰρ ἀνά‐

55

.

427

(50)

πτει τὸν πρὸς τὸν Θεὸν, καὶ διεγείρει τὴν ψυχὴν, καὶ σφόδρα πυρώσας, καὶ πολλῆς ἐμπλήσας ἀγαθότη‐ τος καὶ ἀγάπης, οὕτως ἀφίησι προσελθεῖν. Ἴδωμεν δὲ καὶ πόθεν ἄρχεται, καὶ τί διδάσκει ἡμᾶς· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή
55μου. Ὁρᾷς πῶς πεπυρωμένης δείκνυσι ψυχῆς ῥή‐ ματα; Ἔνθα δὲ ἀγάπη Θεοῦ, πάντα οἴχεται τὰ πο‐ νηρά· ἔνθα μνήμη Θεοῦ, ἐνταῦθα ἁμαρτημάτων λήθη,
καὶ κακῶν ἀναίρεσις. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθηνColumn end

55

.

428

σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου. Τί ἐστιν, Οὕτως; Μετὰ τοῦ πόθου, φησὶ, τού‐ του, μετὰ τῆς ἀγάπης ταύτης, ὥστε ἰδεῖν σου τὴν δόξαν, ἢν πανταχοῦ τῆς γῆς ἔστιν ἰδεῖν. Ἀλλ’ ἵνα μὴ
5τὸ ἐν χερσὶν ἀφέντες, τὸ πάρεργον ἐπεισαγάγωμεν, παραπέμψαντες τὸν ἀκροατὴν εἰς τὰ ὑπὲρ ἐκείνου εἰρημένα, τῶν προκειμένων νῦν ἁψώμεθα. Τί δέ φησιν οὗτος; Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσά‐ κουσόν μου. Τί λέγεις; εἰπέ μοι· ἐπειδὴ ἐκέκραξας,
10ἀκουσθῆναι ἀξιοῖς, καὶ ταύτην τίθης αἰτίαν, ὡς εὔλογον τοῦ ἀκουσθῆναι; Οὐκοῦν μεγαλοφώνων νῦν χρεία, καὶ τόνον ἐχόντων; Ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον. Τί γὰρ ἥμαρτεν ὁ μικρόφωνος καὶ ἰσχνόφωνος καὶ βραδύ‐ γλωσσος; Οὐχὶ τοιοῦτος ἦν ὁ Μωϋσῆς, καὶ πάντων
15μᾶλλον ἠκούετο; οὐχὶ πλείω πάντων οἱ Ἰουδαῖοι ἐβόων, ἀλλ’ οὐκ ἐπένευσεν αὐτῶν ταῖς δεήσεσιν ὁ Θεός; Τὸ γὰρ μέγα φωνῆσαι καὶ μικρὸν, φύσεως πλεονέκτημα καὶ ἐλάττωμα. Ταῦτα δὲ οὔτε ἀκούε‐ σθαι, οὔτε παρακούεσθαι ποιεῖ· οὔτε γὰρ ἐγκωμίων,
20οὔτε κατηγορημάτων ἄξια. Πολλὰ γὰρ τῶν τῆς φύσεως πλεονεκτημάτων καὶ μιαροῖς πρόσεστιν. Οὐχὶ καλὸς ἦν, καὶ εὐειδὴς, καὶ μέχρι τῶν βοστρύχων αὐτῶν εἷλκε τοῦ σώματος τὴν ὥραν ὁ Ἀβεσσαλώμ; Τί δαί; οὐχὶ φαλακρὸς ἦν ὁ Ἐλισσαῖος, ὡς καὶ σκώπτεσθαι
25παρὰ τῶν παιδίων; Ἀλλ’ οὐδὲν οὐδὲ ἐκεῖνον ἡ ὥρα ὠφέλησεν, οὔτε τοῦτον ἡ ἀμορφία παρέβλαψε. Καὶ τί λέγω τὸν ἰσχνόφωνον, ἢ βραδύγλωσσον, ὅπου γε καὶ σιγῶν ἠκούετο ὁ Μωϋσῆς, καὶ μηδὲ φθεγγομένη ἡ Ἄννα; Ἰουδαίοις δὲ διαλεγόμενος ὁ Θεὸς ἔλεγε· Ἐὰν
30πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Τί οὖν οὗτος λέγει, Ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου; Κραυγὴν ἐνταῦθα τὴν ἔνδον φησὶν, ἢν ἡ καρδία ἔτικτεν ἡ πεπυρωμένη, καὶ ἡ διάνοια ἡ συντετριμ‐ μένη, ἣν καὶ Μωϋσῆς βοῶν ἠκούετο. Ὥσπερ γὰρ ὁ
35βοῶν πᾶσαν τὴν δύναμιν αὐτοῦ κενοῖ, οὕτω καὶ ὁ καρδίᾳ βοῶν πάντα τὸν νοῦν συστρέφει. βʹ. Τοιαύτην οὖν κραυγὴν ζητεῖ ὁ Θεὸς, τὴν συστρέ‐ φουσαν τὴν καρδίαν, τὴν οὐκ ἐῶσαν χασμᾶσθαι, καὶ ἀνακλᾶσθαι τὸν ψάλλοντα. Οὐ μόνον δὲ κραυγὴν τοι‐
40αύτην ζητεῖ, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν εὔχεσθαι. Εἰσὶ γὰρ πολλοὶ οἳ ἑστήκασι μὲν, οὐ βοῶσι δὲ πρὸς τὸν Θεὸν, ἀλλὰ τὰ μὲν χείλη πρὸς τὸν Θεὸν βοᾷ, καὶ τὸ ὄνομα τοῦ Θεοῦ περιφέρει, ἡ δὲ διάνοια οὐδενὸς ἐπαι‐ σθάνεται τῶν λεγομένων. Ὁ τοιοῦτος οὐ κράζει, κἂν
45μέγα βοᾷ· ὁ τοιοῦτος οὐδὲ πρὸς τὸν Θεὸν εὔχεται, κἂν δοκῇ πρὸς αὐτὸν εὔχεσθαι. Ἀλλ’ οὐχ ὁ Μωϋσῆς οὕτως, ἀλλ’ ἐβόα, καὶ ἠκούετο· διὸ καὶ παρὰ τοῦ Θεοῦ, Τί βοᾷς πρός με, ἀκούει. Οὐ μόνον δὲ βοῶν, ἀλλὰ καὶ σιγῶν ἤνυσεν ἅπερ ἤθελεν, ἄξιον παρασχὼν

55

.

428

(50)

ἑαυτὸν τοῦ ἀκούεσθαι. Εἰ δὲ βούλει καὶ ἁμαρτωλοὺς ἐκτενῶς ἰδεῖν εὐχομένους, καὶ ἀνύοντας καὶ κράζοντας μεγάλα, ὅρα τὴν πόρνην τὴν σιγῇ βοῶσαν· ὅρα τὸν τελώνην ἀπὸ εὐχῆς δικαιωθέντα μόνης. Τοιαύτην κραυγὴν καὶ οὗτος ποιεῖται, διὸ καὶ λέγει· Κύριε,
55ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· καὶ διὰ τοῦτο
ἀκουσθῆναι ἀξιοῖ.

55

.

429

Ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ὅρα καὶ ἄλλην ἀρετὴν εὐχῆς. Οὐ γὰρ ἀπὸ τοῦ σπουδαίως εὔχεσθαι ἀξιοῖ ἀκουσθῆναι, ἀλλὰ καὶ ἐκ τοῦ τοιαύτην παρα‐ στῆσαι τὴν εὐχὴν, ὥστε ἀξίαν εἶναι τῶν ἀκοι‐
5μήτων ὀφθαλμῶν ἐκείνων. Ποία δέ ἐστιν αὕτη; Ὅταν μὴ κατ’ ἐχθρῶν τις εὔχηται, ὅταν μὴ ὑπὲρ πλούτου καὶ πλεονεξίας, ὅταν μὴ ὑπὲρ δυναστείας καὶ δόξης, μηδὲ ὑπέρ τινος τῶν ἐπικήρων τούτων, ἀλλ’ ὑπὲρ τῶν ἀκηράτων καὶ ἀθανάτων ἐκείνων.
10Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, φησὶ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐν τῷ κεκρα‐ γέναι με πρὸς σέ. Ὁρᾷς πῶς βούλεται καὶ ἡμᾶς μετὰ σπουδῆς καλεῖν, μετὰ προθυμίας; Καὶ γὰρ ὁ διάβο‐ λος τότε μάλιστα ἐφεδρεύει. Ἐπειδὴ γὰρ οἶδεν
15ὅτι μέγιστον ὅπλον ἡ εὐχὴ, καὶ, κἂν ἁμαρτωλοὶ ὦμεν καὶ κατῃσχυμμένοι, ὅμως μετὰ ἀκριβείας καὶ κατὰ τοὺς τοῦ Θεοῦ νόμους εὐξάμενοι ἀνύομεν μεγάλα· τότε ἐμβάλλειν ἐσπούδακεν εἰς ῥᾳθυμίαν, καὶ λογι‐ σμοὺς ἀνακινεῖν, ὥστε ἀκάρπους ποιεῖν ἡμᾶς ἀπὸ τῆς
20εὐχῆς ἀπελθεῖν. Διὸ δεῖ ταῦτα εἰδότας ἐπιτειχίζειν αὐτῷ τὴν ἡμετέραν σπουδὴν, καὶ μηδέποτε κατ’ ἐχθρῶν εὔχε‐ σθαι, ἀλλὰ τοὺς ἀποστόλους μιμεῖσθαι. Καὶ γὰρ ἐκεῖνοι μυρία παθόντες δεινὰ, εἶτα εἰς δεσμωτήρια
25ἐμπεσόντες, καὶ τὸν περὶ τῶν ἐσχάτων ὑπομείναντες κίνδυνον, εἰς εὐχὴν καταφυγόντες ἔλεγον· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Καὶ τί μετὰ ταῦτα; Μὴ, Κατάῤῥαξον αὐτοὺς, ἢ ἀπόκτεινον, ἔλεγον, ὃ πολ‐ λοὶ πολλάκις ἐπαρώμενοι λέγουσιν; Οὐδαμῶς. Ἀλλὰ
30τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λα‐ λεῖν τὸν λόγον σου. Πῶς καὶ τίνι τρόπῳ; ἐν τῷ ἀποκτεῖναι τοὺς ἐπιβουλεύοντας, ἐν τῷ ἀφανίσαι καὶ πανωλεθρίᾳ παραδοῦναι; Οὐδαμῶς. Ἀλλὰ πῶς, Ἐν τῷ σημεῖα καὶ τέρατα ποιεῖν διὰ τοῦ ἁγίου Παιδός
35σου Ἰησοῦ. Εἶδες εὐχὴν φιλοσοφίας γέμουσαν, καὶ μετὰ τοσαῦτα δεινὰ οὐδεμίαν αἰτοῦσαν τῶν ἐχθρῶν τιμωρίαν; Ἀλλ’ οὕτω μὲν αὐτοὶ, ἔτι ζῶντες καὶ ἐμ‐ πνέοντες· ὁ δὲ Στέφανος καὶ ἀποῤῥήγνυσθαι μέλλων τῆς παρούσης ζωῆς, οὐ μόνον οὐδὲν αὐτοῖς κακὸν ᾔτη‐
40σεν, ἀλλὰ καὶ τοὺς λιθάζοντας καὶ ἀναιροῦντας σπου‐ δάζει διὰ τῆς εὐχῆς ἐξαρπάσαι τῆς ὀργῆς τῆς ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ, καί φησι, Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι, ποίας ἀπολογίας, οἱ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι;
45πῶς δ’ ἡ τοιαύτη ἀκουσθείη εὐχὴ, ὅταν ἀπεναντίας τοῖς τοῦ Θεοῦ νόμοις ἀναφέρηται; Μὴ δὴ τοιοῦτον μηδὲν λέγωμεν. Οὐ γὰρ δὴ μόνον οὐκ εὔχεσθαι δεῖ κατὰ τῶν ἐχθρῶν, ἀλλὰ καὶ τὴν ὀργὴν ἀναιρεῖν τὴν κατ’ αὐτῶν· διό φησι· Βούλομαι τοὺς ἄνδρας

55

.

429

(50)

προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τουτέστι, κἂν ἐχθρὸν ἔχῃς, σβέσον τὴν ὀργὴν, καὶ οὕτω πρόσ‐ ιθι τῷ Δεσπότῃ, καὶ μὴ μόνον διὰ τοῦ στόματος μη‐ δὲν εἴπῃς κατ’ αὐτοῦ, ἀλλὰ καὶ τὴν διάνοιαν ἀπάλ‐
55λαξον τοῦ ἰοῦ. Ἂν τοιαύτη ἡ εὐχὴ ᾖ, καὶ μετὰ σπου‐ δῆς καλῇς τὸν Θεὸν, καὶ πρὶν ἢ τελέσαι τὴν εὐχὴν ἀκουσθήσῃ. Τοῦτο καὶ αὐτὸς αἰτεῖ λέγων· Πρόσχες τῇ
φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸςColumn end

55

.

430

σέ. Καὶ γὰρ αὐτοῦ τοῦ Θεοῦ ἐστιν ὑπόσχεσις λέγουσα, Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Κατευ‐ θυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου. Ἕτερος, Ταχθήτω ἡ προσευχή μου, ὡς θυ‐
5μίαμα ἔμπροσθέν σου. Ἄλλος, Ἑτοιμασθήτω. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Ἄλλος, Δῶρον ἑσπέρας. Ἕτερος, Προσφορὰ ἑσπερινή. Τί διδάξαι βουλόμενος ἡμᾶς ὁ προφήτης περὶ θυσίας ἑσπερινῆς διαλέγεται; Δύο βωμοὶ τὸ παλαιὸν
10ἦσαν, εἷς μὲν ἀπὸ χαλκοῦ κατεσκευασμένος, ἕτερος δὲ χρυσοῦς. Καὶ ὁ μὲν πάνδημος ἦν σχεδὸν, προκείμε‐ νος τοῖς ἱερείοις τοῖς τοῦ πλήθους παντὸς, ὁ δὲ ἐν τοῖς ἀδύτοις ἀπέκειτο καὶ τοῦ καταπετάσματος ἔνδον. Μᾶλλον δὲ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα
15ἡμῖν, εἰς ἀρχὴν τὸν λόγον ἀναγαγεῖν πειρασόμεθα. Ναὸς ἦν παρὰ Ἰουδαίοις τὸ παλαιὸν τεσσαράκοντα μὲν πηχῶν τὸ μῆκος, τὸ δὲ πλάτος εἴκοσι. Τούτου τοῦ μήκους δέκα ἀφελὼν πήχεις ἀπέλαβεν ἔνδον διὰ τοῦ καταπετάσματος, καὶ τὸ ἀπειλημμένον ἐκαλεῖτο
20Ἅγια ἁγίων, τὸ δὲ ἔξω, Ἅγια μόνον. Καὶ χρυσῷ πάντα κατελάμπετο. γʹ. Τινὲς δὲ καὶ τὴν δοκὸν ἐκείνην τὴν ἄνω χρυσήλα‐ τον ἔλεγον εἶναι. Ἔνθα ὁ ἀρχιερεὺς μόνος εἰσῄει ἅπαξ τοῦ ἐνιαυτοῦ, ἐκεῖ καὶ ἡ κιβωτὸς ἔκειτο, καὶ τὰ
25Χερουβίμ· ἐκεῖ καὶ ὁ βωμὸς εἰστήκει ὁ χρυσοῦς, ἔνθα τὸ θυμιατήριον προσεφέρετο, εἰς οὐδὲν ἕτερον παρ‐ εσκευασμένος, ἀλλ’ ἢ πρὸς τὸ θυμίαμα μόνον. Τοῦτο δὲ ἐγίνετο ἅπαξ τοῦ ἐνιαυτοῦ. Ἐν τῷ ναῷ οὖν τῷ ἔξω ὁ χαλκοῦς ἦν βωμὸς, καὶ καθ’ ἑκάστην ἑσπέραν ἐφέ‐
30ρετο ἀμνὸς καὶ κατεκαίετο. Τοῦτο ἐκαλεῖτο θυσία ἑσπερινή· ἦν γὰρ καὶ ἑωθινὴ, καὶ δὶς τῆς ἡμέρας εἰς τὸν ναὸν τὸν βωμὸν καίεσθαι ἔδει, ἐκτὸς τῶν ἄλλων ἱερείων τῶν παρὰ τοῦ λαοῦ προσαγομένων. Τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐπίταγμα καὶ νόμος ἦν, ὥστε οἴκοθεν
35καὶ παρ’ ἑαυτῶν, ὅταν μηδεὶς προσέφερεν, ἕνα ἑωθινὸν καὶ ἕνα ἑσπερινὸν ἀμνὸν καταθύειν καὶ κα‐ τακαίειν· καὶ ἡ μὲν ἐκαλεῖτο θυσία ἑωθινὴ, ἡ δὲ ἑσπε‐ ρινή. Τοῦτο δὲ ὑπὸ τοῦ Θεοῦ νενομοθέτητο γίνεσθαι, δηλοῦντος διὰ τοῦ γινομένου, ὅτι διηνεκῶς αὐτὸν
40θεραπεύεσθαι χρὴ, καὶ ἀρχομένης καὶ τελευτώσης ἡμέρας. Αὕτη τοίνυν ἡ θυσία εὐπρόσδεκτος ἦν ἀεὶ, καὶ τὸ θῦμα τοιοῦτον· τὸ δὲ ὑπὲρ ἁμαρτημάτων ποτὲ μὲν εὐπρόσδεκτον ἦν, ποτὲ δὲ οὐκ εὐπρόσδεκτον, ἀπὸ τῆς
45διαθέσεως τῶν προσφερόντων πρὸς ἀρετὴν ἢ κακίαν τοῦτο κἀκεῖνο γινόμενον· ὅπερ δὲ οὐχ ὑπὲρ ἁμαρτη‐ μάτων ἑτέρων προσεφέρετο, ἀλλ’ ἱερουργίας νόμος ἦν καὶ θεραπείας τρόπος, πάντως εὐπρόσδεκτον ἦν. Ἀξιοῖ τοίνυν οὗτος οὕτω γενέσθαι αὐτοῦ τὴν εὐχὴν

55

.

430

(50)

ὡς ἐκεῖνο τὸ θῦμα τὸ οὐδεμιᾷ κηλῖδι τοῦ προσάγον‐ τος μολυνόμενον, ὡς ἐκεῖνο τὸ θυμίαμα τὸ καθαρὸν καὶ ἅγιον. Διὰ δὲ τὸ ἀξιοῦν καὶ παιδεύει καθαρὰς ἡμᾶς ποιεῖσθαι τὰς εὐχὰς καὶ εὐώδεις. Τοιοῦτον γὰρ ἡ δι‐ καιοσύνη· ὥσπερ οὖν ἡ ἁμαρτία δυσώδης. Διὸ καὶ
55τὴν δυσωδίαν αὐτῆς παραδηλῶν αὐτὸς οὗτος ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσ‐ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.
Ὥσπερ οὖν τὸ θυμίαμα καὶ καθ’ ἑαυτό ἐστι καλὸν

55

.

431

καὶ εὐῶδες, τότε δὲ μάλιστα ἐπιδείκνυται τὴν εὐ‐ ωδίαν, ὅταν ὁμιλήσῃ τῷ πυρί· οὕτω δὴ καὶ ἡ εὐχὴ καλὴ μὲν καὶ καθ’ ἑαυτήν· καλλίων δὲ καὶ εὐωδεστέρα γίνεται, ὅταν μετὰ θερμῆς καὶ ζεούσης ψυχῆς
5ἀναφέρηται, ὅταν θυμιατήριον ἡ ψυχὴ γένηται καὶ πῦρ ἀνάπτῃ σφοδρόν. Οὐδὲ γὰρ τὸ θυμίαμα τῆς ἐσχάρας μὴ προαναφθείσης ἐπετίθετο, ἢ τῶν ἀνθρά‐ κων μὴ διακαιομένων. Τοῦτο καὶ σὺ ἐπὶ τῆς διανοίας ποίησον· πρότερον ἄναψον αὐτὴν τῇ προθυμίᾳ, καὶ
10τότε ἐπιτίθει τὴν εὐχήν. Εὔχεται τοίνυν τὴν μὲν εὐχὴν αὐτοῦ γενέσθαι ὡς θυμίαμα, τὴν δὲ ἔπαρσιν τῶν χει‐ ρῶν ὡς θυσίαν ἑσπερινήν. Ἀμφότερα γὰρ εὐπρόσδεκτα. Πῶς δ’ ἂν γένοιτο τοῦτο; Εἰ ἀμφότερα εἴη καθαρὰ, εἰ ἀμφότερα εἴη ἄμωμα, ἥ τε γλῶττα καὶ αἱ χεῖρες,
15αἱ μὲν πλεονεξίας καὶ ἁρπαγῆς ἐκκεκαθαρμέναι, ἡ δὲ πονηρῶν ῥημάτων ἠλευθερωμένη. Ὥσπερ γὰρ θυμια‐ τήριον οὐδὲν ἔχειν ἀκάθαρτον χρὴ, ἀλλ’ ἢ πῦρ καὶ θυμίαμα· οὕτω καὶ τὴν γλῶτταν μὴ προφέρειν κεκη‐ λιδωμένον ῥῆμα, ἀλλ’ ἢ ἁγιωσύνην, καὶ εὐφημίαν·
20οὕτω καὶ τὰς χεῖρας θυμιατήριον γίνεσθαι. Ἔστω τοί‐ νυν θυμιατήριόν σου τὸ στόμα, καὶ σκόπει μὴ κό‐ πρου αὐτὸ ἐμπλήσῃς. Τοιοῦτοι οἱ τὰ αἰσχρὰ φθεγγό‐ μενοι καὶ ἀκάθαρτα ῥήματα. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν Ἑωθινὴ, ἀλλ’ Ἑσπερινή; Ἐμοὶ μὲν ἀδιαφόρως
25εἰρῆσθαι καὶ τοῦτο δοκεῖ. Καὶ γὰρ εἰ εἶπεν ἑωθινὴν, ὁ περίεργος ἠρώτησεν ἂν, τίνος ἕνεκεν οὐκ εἶπεν ἑσπε‐ ρινήν; Εἰ δέ τις ἀπολυπραγμόνως βούλοιτο ἀκούειν, ὅτι ἡ μὲν ἑωθινὴ ἀναμένει τὴν ἑσπερινήν· ἡ δὲ ἑσπε‐ ρινὴ γενομένη τὴν ἱερουργίαν ἐπλήρωσε, καὶ οὐκ
30ἔστιν ἀτελεστέρα πως ἔτι τῆς ἡμέρας λοιπὸν ἡ λατρεία, ἀλλὰ ἀπηρτίσθη, καὶ τέλος ἔλαβεν. Ἀλλὰ γὰρ τί βού‐ λεται καὶ τῶν χειρῶν ἡ ἔκτασις ἐν τῇ εὐχῇ; Ἐπειδὴ πολλαῖς πονηρίαις διακονοῦνται αὗται, οἷον πληγαῖς, φόνοις, ἁρπαγαῖς, πλεονεξίαις, δι’ αὐτὸ μὲν οὖν τοῦτο
35κελευόμεθα αὐτὰς ἀνατείνειν, ἵνα ἡ τῆς εὐχῆς δια‐ κονία δεσμὸς αὐταῖς γένηται τῆς κακίας, καὶ ἀπαλ‐ λαγὴ τῆς πονηρίας, ἵν’ ὅταν μέλλῃς ἁρπάζειν ἢ πλεονεκτεῖν ἢ τύπτειν ἕτερον, ἀναμνησθεὶς ὅτι ταύ‐ τας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν,
40καὶ διὰ τούτων τὴν θυσίαν ἀναπέμπειν ἐκείνην τὴν πνευματικὴν, μὴ καταισχύνῃς αὐτὰς, καὶ ἀπαῤῥη‐ σιάστους ἐργάσῃ τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας. Κάθαιρε τοίνυν αὐτὰς ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, προστασίᾳ δεομένων, καὶ οὕτως αὐτὰς εἰς εὐχὴν ἄγε.
45Εἰ γὰρ ἀνίπτους αὐτὰς οὐκ ἐπιτρέπεις εἰς εὐχὴν ἐπαίρεσθαι, πολλῷ μᾶλλον ἁμαρτήμασιν οὐκ ἂν εἴης δίκαιος αὐτὰς μιαίνειν. Εἰ τὸ ἔλαττον δέδοικας, πολ‐ λῷ μᾶλλον τὸ μεῖζον φρῖξον. Τὸ μὲν γὰρ ἀνίπτοις χερσὶ προσεύχεσθαι, οὐ τοσοῦτον ἄτοπον· τὸ δὲ καταῤ‐

55

.

431

(50)

ῥυπωθείσας αὐτὰς μυρίοις ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν φέρει τὴν ὀργήν. δʹ. Τοῦτο καὶ ἐπὶ στόματος καὶ γλώττης λογιζώ‐
μεθα, καὶ ἄβατον αὐτὸ τῇ πονηρίᾳ τηροῦντες, οὕτωColumn end

55

.

432

τὴν προσευχὴν προσάγωμεν. Εἰ γὰρ χρυσοῦν τις σκεῦος ἔχων, οὐκ ἂν ἕλοιτο εἰς ἄτιμον αὐτῷ χρήσασθαι δια‐ κονίαν διὰ τὸ πολύτιμον τῆς ὕλης· πολλῷ μᾶλλον οἱ χρυσοῦ καὶ μαργαρίτου τιμιώτερα στόματα ἔχοντες,
5οὐκ ἂν εἴημεν δίκαιοι ταῖς ἀναισχύντοις αὐτὰ καταῤ‐ ῥυπαίνειν αἰσχροῤῥημοσύναις, καὶ λοιδορίαις, καὶ ὕβρεσιν. Οὐκ ἐν χαλκῷ προσάγεις βωμῷ τὸ θυμιατή‐ ριον, οὐδὲ ἐν χρυσῷ, ἀλλ’ ἐν τῷ τούτου τιμιωτέρῳ, ἐν ναῷ πνευματικῷ. Ἐκείνῳ μὲν γὰρ ἄψυχος ἡ ὕλη·
10ἐν σοὶ δὲ ὁ Θεὸς ἐνοικεῖ, καὶ μέλος εἶ τοῦ Χριστοῦ καὶ σῶμα. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Παρακαλέσας τὸν Δεσπότην ἀκουσθῆναι αὐτοῦ τὴν εὐχὴν καὶ εὐπρόσδεκτον γενέσθαι, ὅρα ποίαν προσ‐ άγει πρώτην αἴτησιν, ποίαν ἱκετηρίαν. Οὐ γὰρ εἶπε,
15Δός μοι χρήματα, δός μοι τιμὰς παρὰ ἀνθρώποις, δός μοι κρατῆσαι τῶν ἐχθρῶν, δός μοι παιδία· οὐδὲν τούτων, ἀλλὰ πάντα ἀφεὶς ἐπὶ τῆς γῆς ἐῤῥῖφθαι, αἰτεῖ παρὰ τοῦ Θεοῦ ταῦτα ἃ παρὰ τοῦ Θεοῦ αἰτεῖν δίκαιον. Τί οὖν; οὐ δεῖ, φησὶν, αἰσθητὰ αἰτεῖν;
20Δεῖ μὲν, μετὰ μέτρου δὲ, ὡς ὁ Ἰακὼβ λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέ‐ σθαι· ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι λέγοντας· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· πρὸ δὲ πάντων τὰ πνευματικά. Ὃ καὶ αὐτὸς ποιεῖ
25λέγων· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Εἶδες σύνεσιν; εἶδες φιλοσοφίαν; πόθεν ἄρχεται τῆς αἰτήσεως; Ἀπὸ τοῦ μεγίστου τῶν κατορθωμά‐ των, καὶ ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, ἀμελού‐ μενον· ὥσπερ τῶν ἀγαθῶν, σπουδαζόμενον. Τὰ γὰρ
30μυρία κακὰ τῆς γλώττης ἡ εὐκολία ἐργάζεται, ὥσπερ οὖν τὰ ἀγαθὰ ἡ ἀσφάλεια. Ὥσπερ οὖν οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ τειχῶν, οὐ πυλῶν, οὐ θυρῶν, ἂν μὴ ὦσιν οἱ φυλάττοντες, καὶ εἰδότες πότε μὲν δεῖ κλείειν, πότε δὲ ἀνοίγειν· οὕτως οὐδὲ γλώττης ὄφελος,
35οὐδὲ στόματος, ἂν μὴ λογισμὸς ᾖ τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν μετὰ ἀκριβείας καὶ πολλῆς τῆς ἐπιστή‐ μης ἐπιτετραμμένος, καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ ἔνδον κατέχειν. Οὐ τοσοῦτοι γὰρ, φησὶν, ἔπεσον ἀπὸ μαχαίρας, ὅσοι ἀπὸ γλώττης. Καὶ πάλιν
40ὁ Χριστός· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοι‐ νοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἀπὸ τοῦ στόματος. Καὶ πάλιν ἕτερος· Ποίησον τῷ στό‐ ματί σου θύραν καὶ μοχλόν. Οὗτος δὲ ἐπειδὴ σφό‐ δρα δύσκολον ὂν οἶδε τὸ πρᾶγμα, καὶ εὐχὰς προστί‐
45θησι, καὶ τὸν Θεὸν εἰς τὴν συμμαχίαν ταύτην καλεῖ. Μᾶλλον δὲ καὶ ἐκεῖνος τὸ αὐτὸ τοῦτο αἰνίττεται, ὡς ὅταν λέγῃ· Τίς δώσει ἐπὶ τῶν χειλέων μου σφρα‐ γῖδα πανοῦργον; Δεῖ μὲν γὰρ καὶ τὰ παρ’ ἡμῶν εἰσφέρειν· διὸ δὴ καὶ ἐν τάξει προστάγματος αὐτὸ

55

.

432

(50)

τέθεικε λέγων· Ποίησον θύραν καὶ μοχλόν. Δεῖ δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν καλεῖν, ἵνα καὶ ἡ ἡμετέρα σπουδὴ εἰς ἔργον γένηται. Φυλάτ‐ τωμεν τοίνυν τὸ στόμα διηνεκῶς, κλεῖν αὐτῷ τὸν λο‐ γισμὸν ἐπιτιθέντες, οὐχ ἵνα διηνεκῶς ᾖ κεκλεισμέ‐
55νον, ἀλλ’ ἵνα κατὰ καιρὸν ἀνοίγηται τὸν προσήκοντα. Ἔστι γὰρ ὅτε ἡ σιγὴ μᾶλλον ὠφέλησε λαλιᾶς, ὥσπερ καὶ λαλιὰ μᾶλλον σιγῆς. Διὰ δὴ τοῦτο καὶ ὁ σοφώ‐
τατος ἐκεῖνος ἔλεγε· Καιρὸς τοῦ σιγῆσαι, καὶ και‐

55

.

433

ρὸς τοῦ λαλῆσαι. Εἰ γὰρ διαπαντὸς ἀνεῷχθαι ἔδει, οὐκ ἂν ἐγένοντο θύραι· εἰ δὲ διαπαντὸς κεκλεῖσθαι ἐχρῆν, οὐκ ἔδει φυλακῆς. Τὸ γὰρ κεκλεισμένον τί ἄν τις φυλάξειεν; Ἀλλὰ διὰ τοῦτο θύρα καὶ φυλακὴ, ἵνα
5καιρῷ ἐπιτηδείῳ ἕκαστα ἐργαζώμεθα. Ἕτερος δέ φησι, Ζυγὸν καὶ σταθμὸν ποίησαι τῇ σαυτοῦ γλώττῃ, πλείονα ἀκρίβειαν ἀπαιτῶν, ἵνα μὴ μό‐ νον ἐκφέρωμεν ῥήματα ἃ δεῖ, ἀλλὰ καὶ μετὰ τῆς προσηκούσης ἀκριβείας σταθμίζοντες, ὡς ἂν εἴποι
10τις, καὶ διερευνώμενοι. Εἰ γὰρ ἐπὶ χρυσοῦ τοῦτο ποιοῦμεν, καὶ ὕλης ἀπολλυμένης, πολλῷ μᾶλλον ἐπὶ ῥημάτων ποιεῖν δεῖ, ὥστε μηδὲν ὑστερεῖν, ἢ περιτ‐ τεύειν. Διὸ καί τίς φησι· Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἶδες καιρὸν ἐξόδου; Ἕτερος δὲ
15καιρὸν σιγῆς λέγων, φησίν· Εἰ ἔστι σοι λόγος, ἀποκρίθητι· εἰ δὲ μὴ, ἔστω ἡ χείρ σου ἐπὶ τῷ στόματί σου. Καὶ πάλιν, Ὁ πλεονάζων ἐν λόγῳ, μισηθήσεται. Καὶ, Κρείσσων ἄνθρωπος ἀποκρύ‐ πτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύ‐
20πτων τὴν σοφίαν αὐτοῦ. Ἤκουσας λόγον; Ἐν‐ αποθανέτω σοι. Θάρσει, οὐ μή σε ῥήξει. Καὶ πά‐ λιν, Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Εἶτα καὶ περὶ μέτρου· Λάλησον, νεανίσκε, εἰ χρεία σοι,
25μόλις δίς· ἐὰν ἐπερωτηθῇς, κεφαλαίωσον ἐν ὀλί‐ γοις πολλά. Πολλῆς γὰρ χρεία ἐπιστασίας τῶν λογισμῶν, ὥστε τῇ ἐξουσίᾳ τῆς γλώττης μετὰ πολλῆς κεχρῆσθαι τῆς ἀσφαλείας. Διὸ καὶ πάλιν ἔλεγεν· Ἔστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ
30ἔστι τις σιγῶν καὶ εὑρισκόμενος σοφός. Οὐ γὰρ δὴ μόνον σιγᾷν δεῖ, καὶ φθέγγεσθαι εὐκαίρως, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς χάριτος. Διὸ καὶ Παῦλος ἔλε‐ γεν, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἐπὶ ἑκάστῳ
35ἀποκρίνεσθαι. Ἐννόησον ὅτι τοῦτό ἐστι τὸ μέλος, δι’ οὗ ὁμιλοῦ‐ μεν τῷ Θεῷ, δι’ οὗ τὴν εὐφημίαν ἀναφέρομεν. Τοῦτό ἐστι τὸ μέλος, δι’ οὗ τὴν φρικτὴν θυσίαν ὑποδεχό‐ μεθα. Ἴσασιν οἱ πιστοὶ τὸ λεγόμενον. Διὸ καὶ κατ‐
40ηγορίας ἁπάσης αὐτὸ καθαρὸν εἶναι χρὴ, καὶ λοιδο‐ ρίας, καὶ αἰσχρολογίας, καὶ συκοφαντίας· κἂν ἀσελ‐ γής τις λογισμὸς ἐκβιάζηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ, καὶ μὴ ἐᾷν εἰς ῥήματα ἐκφέρεσθαι· κἂν μικρο‐ ψυχία τις ἀποδυσπετεῖν σε παρασκευάζῃ, καὶ
45ταύτην ἀναξηραίνειν τὴν ῥίζαν, καὶ ἀσφαλῆ τὴν θύ‐ ραν ἔχειν, καὶ ἀκριβῆ τὴν φυλακήν· καὶ τὰ πονηρὰ βουλεύματα μήτε ἐᾷν τίκτεσθαι, καὶ τικτόμενα ἀπο‐ πνίγειν ἔνδον, καὶ καταξηραίνειν τὴν ῥίζαν. εʹ. Τοιαύτην εἶχε φυλακὴν ὁ Ἰώβ· διὰ τοῦτο οὐδὲν

55

.

433

(50)

ἐξήνεγκε ῥῆμα ἀπηχὲς, ἀλλ’ ἐπὶ πλέον μὲν ἐσίγα·Column end

55

.

434

ὅτε δὲ καὶ φθέγξασθαι ἔδει πρὸς τὴν γυναῖκα, ἐφθέγ‐ ξατο τὰ φιλοσοφίας γέμοντα ῥήματα. Τότε γὰρ δεῖ φθέγγεσθαι μόνον, ὅταν τῆς σιγῆς τὰ λεγόμενα χρη‐ σιμώτερα ᾖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Πᾶν
5ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν ἄνθρωποι, δώσου‐ σιν ὑπὲρ αὐτοῦ λόγον. Καὶ ὁ Παῦλος· Λόγος σα‐ πρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Πῶς δ’ ἂν γένοιτο ἀσφαλὴς αὕτη ἡ θύρα, καὶ ἡ φυ‐ λακὴ ἀκριβὴς, ἄκουσον ἑτέρου λέγοντος· Πᾶσα δι‐
10ήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Ἐὰν γὰρ παιδευθῇς μηδὲν περιττὸν λαλεῖν, ἀλλὰ διαπαντὸς τῇ τῶν θείων Γραφῶν διηγήσει τειχίζῃς σου καὶ τὴν διάνοιαν καὶ τὸ στόμα, ἀδάμαντος ἔσται ἀσφαλεστέρα ἡ φυλακή. Καὶ γὰρ πολλαὶ ὁδοὶ ἀπωλείας διὰ τοῦ
15στόματος, οἷον ὅταν τις αἰσχρολογῇ, ὅταν εὐτραπε‐ λεύηται, ὅταν κενοδοξῇ, ὅταν μεγαλαυχῇ, ὡς ὁ Φα‐ ρισαῖος, ὃς ἐπεὶ οὐκ ἔσχε θύραν ἐπὶ τοῦ στόματος, πάντα ἐξεχύθη τὰ ἔνδον δι’ ὀλίγων ῥημάτων· διὸ καὶ ὥσπερ οἰκία ἀθύρωτος οὐκ ἰσχύσας κατασχεῖν τὸν
20θησαυρὸν τὸν ἐναποκείμενον, ἀθρόον ἐγένετο πένης. Σκόπει μοι καὶ ἄλλον διὰ μεγαληγορίας ἀπολλύμενον ὁμοίως. Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Ἰουδαῖοι δὲ διὰ τὸ ἐφήδεσθαι τοῖς τοῦ πλησίον κακοῖς νῦν μὲν ἀκούου‐
25σιν· Ἀνθ’ ὧν εἶπας, Εὖγε, γέγονεν ὡς τὰ λοιπὰ ἔθνη Ἰσραήλ· νῦν δὲ ὀνειδίζονται, διὰ τὸ ἀποδυσ‐ πετεῖν, καὶ λέγειν· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικο‐
30δομοῦνται ποιοῦντες ἀνομήματα. Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βίβλῳ; Ἕτεροι διὰ γογγυσμὸν, καθώς φησιν ὁ Παῦλος· Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλεθρευτοῦ. Καὶ πότε ἐγόγγυσαν; Ὅτε ἔλεγον·
35Ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ἕτεροι διὰ παι‐ διὰν καθάπερ φησίν· Ἔφαγον καὶ ἔπιον, καὶ ἀν‐ έστησαν παίζειν. Ἄλλοι διὰ λοιδορίας. Πᾶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ
40κρίσει. Καὶ ἕτεροι τούτων πλείους δι’ ἄλλα ἀπ‐ ώλοντο, μὴ φυλάξαντες τὰ ἑαυτῶν στόματα. Εἰ δὲ βούλει καὶ ἀπὸ σιγῆς ἀκαίρου ἀκοῦσαι ἀπολ‐ λυμένους τινὰς, ἐγώ σοι δείξω. Ἐὰν γὰρ μὴ δια‐ στείλῃς, φησὶ, τῷ λαῷ, ἐκεῖνος μὲν ἀποθανεῖ‐
45ται τῇ ἁμαρτίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἄλλος, ἐκ τοῦ ἀδιακρίτως τισὶ διαλέγεσθαι, καὶ τὰ ἐμπιστευθέντα ἐκχεῖν. Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μήτε ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν

55

.

434

(50)

χοίρων. Ἄλλος, ἐκ τοῦ γελᾷν· διό φησιν· Οὐαὶ ὑμῖν οἱ γελῶντες, ὅτι κλαύσετε. Εἶδες πῶς ἀπόλ‐
λυσι στόμα; Ὅρα καὶ πῶς σώζει στόμα ἀπὸ τῶν

55

.

435

ἐναντίων. Εἶδες τὸν Φαρισαῖον ἀπολλύμενον δι’ αὐ‐ τοῦ; Ὅρα τὸν τελώνην σωθέντα δι’ αὐτοῦ. Εἶδες τὸν μεγαλήγορον βάρβαρον δίκην δόντα; Ὅρα τὸν δίκαιον μετριάζοντα καὶ λέγοντα, Ἐγώ εἰμι γῆ καὶ σπο‐
5δός. Εἶδες τὸν ἐφηδόμενον ἐγκαλούμενον καὶ κολα‐ ζόμενον; Ὅρα τὸν συναλγοῦντα σωζόμενον. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυνωμένων. Διὸ καὶ Παῦλος ἔλεγε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ
10κλαιόντων. Εἰ καὶ μηδὲν ἕτερον δύνασαι, φησὶν, οὐ μικρὸν τοῦτο εἰσοίσεις τῷ ἀλγοῦντι, τὸ συναλγῆσαι. Εἶδες τὸν γελῶντα θρήνῳ παραδιδόμενον; Ὅρα τὸν πενθοῦντα παρακλήσεως ἀπολαύοντα. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσον‐
15ται. Εἶδες τοὺς ἀποδυσπετοῦντας κολαζομένους; Ὅρα τοὺς εὐχαριστοῦντας σωζομένους. Εὐλογητὸς εἶ, Κύριε, καὶ αἰνετὸν τὸ ὄνομά σου, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. Καὶ μετ’ ὀλίγα, Πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει
20ἐποίησας. Ἐκεῖνοι ἔλεγον, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίον· οὗτοι ἀπεναντίας, Κα‐ θαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά. Ἐκεῖνοι ἐμακάριζον ἀλλοτρίους, ὅτι ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα· οὗτος τοὺς ὑπὸ Θεοῦ βοηθου‐
25μένους. Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Καὶ πάλιν, Μὴ παραζήλου ἐν πονη‐ ρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνο‐ μίαν. Εἶδες τοὺς ἁγίους καὶ ἑτέροις παραινοῦντας, καὶ αὐτοὺς ἀπεριτρέπτους ἐν τοῖς πειρασμοῖς μέ‐
30νοντας; Ἄκουσον γοῦν τοῦ Ἰακὼβ λέγοντος· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβα‐ λέσθαι. Καὶ τοῦ Ἀβραάμ· Οὐ μὴ λάβω ἀπὸ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Καὶ ἡνίκα δὲ ἡ γυνὴ διαφθείρεσθαι ἔμελλε, καὶ ὁ λιμὸς
35ἐπέκειτο, οὐδὲν ἐφθέγξατο ῥῆμα ἀπηχές. Καὶ ὅτε ὁ παῖς εἶπεν, Πάτερ, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ τὸ πρόβατον; ὅρα πῶς μετὰ ἐπιεικείας καὶ φι‐ λοσόφου διανοίας ἀποκρίνεται, καὶ λέγει· Ὄψεται ἑαυτῷ ὁ Θεὸς πρόβατον, τέκνον· οὔτε ὑπὸ τῆς
40φύσεως, οὔτε ὑπὸ τῆς συμπαθείας ἐπιστραφεὶς πρὸς τὰ τοῦ παιδὸς ῥήματα, μόνος πρὸς μόνον ἃ ἐποιεῖτο, ὅτε μάλιστα καὶ τὰ τοῦ πόθου σφοδρότερον ἀνάπτε‐ σθαι εἰκὸς ἦν. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι ἑτέρους αἰ‐ δούμενος οὐκ ἐπένθησε, χωρισθεὶς αὐτῶν καὶ μόνος
45ὢν ἔδειξε τῆς φιλοσοφίας τὸν τόνον. ϛʹ. Εἶδες τοὺς διὰ γέλωτος κολαζομένους; Ὅρα τοὺς διὰ θρήνων καὶ νηστειῶν σωζομένους, τοὺς Νινευίτας ἐννοήσας. Εἶδες τοὺς διὰ λοιδορίας τιμωρουμένους; Σκόπει τοὺς δι’ εὐφημίαν μισθὸν λαμβάνοντας.

55

.

435

(50)

εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώμε‐ νός σε, ἐπικατάρατος. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς ὅτι οὐδὲ κεκλεῖσθαι δεῖ δι’
55ὅλου, οὐδὲ ἀνεῷχθαι εἰς πάντα, ἀλλ’ εἰδέναι τὸν
καιρὸν ἑκάστου; Ταῦτα καὶ ὁ προφήτης εἰδὼς ἔλεγε,Column end

55

.

436

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Τίς δ’ ἂν γένοιτο φυ‐ λακὴ ἄλλη, ἢ λογισμὸς φοβερῶς ἐφεστὼς, μετὰ χεῖρας ἔχων τὸ πῦρ τὸ μέλλον κατακαίειν τοὺς
5ἁπλῶς τῷ στόματι κεχρημένους; Τοῦτον στῆσον πυ‐ λωρὸν καὶ φύλακα ἀπειλοῦντα τῷ συνειδότι, καὶ οὐ‐ δέποτε ἀνοίξει τὴν θύραν ταύτην ἀκαίρως, ἀλλ’ εἰς καιρὸν, καὶ ἐπὶ κέρδει καὶ μυρίοις ἀγαθοῖς. Διό τις ἔλεγε· Διὰ παντὸς μιμνήσκου τὰ ἔσχατά σου,
10καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Εἶδες πῶς καὶ οὗτος τοῦτον ἐπέστησε τὸν λογισμόν; Ἐγὼ δὲ καὶ φοβερώτερον ἐποίησα αὐτὸν, οὐχὶ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν, εἰπὼν αὐτὸν μετὰ χεῖ‐ ρας ἔχειν. Ἂν τοῦτο ᾖ, οὐδὲ τεχθήσεταί τι πονηρὸν
15ἐν τῇ διανοίᾳ. Μετὰ τούτου καὶ ἕτερον αὐτῷ παράστησον τὸν λέγοντα, ὅτι παντὸς ῥήματος ἀργοῦ λόγον ἀποδώσεις ἐν ἡμέρᾳ κρίσεως. Ἐννόησον ὅτι καὶ ὁ θάνατος ἐν‐ τεῦθεν εἰσῆλθεν. Εἰ γὰρ μὴ διελέχθη ἡ γυνὴ πρὸς τὸν
20ὄφιν ἐκεῖνα ἃ διελέχθη, εἰ μὴ προσήκατο τὰ ῥήματα, οὐκ ἂν ἐδέξατο τὴν βλάβην, οὐκ ἂν ἔδωκε τῷ ἀνδρὶ, οὐκ ἂν ἔφαγεν ἐκεῖνος. Καὶ ταῦτα λέγω, οὐ γλῶτταν καὶ στόμα αἰτιώμενος· ἄπαγε· ἀλλὰ τὴν ἄκαιρον αὐ‐ τῶν χρῆσιν, ἣ παρὰ ῥᾳθυμίαν γίνεται τοῦ λογισμοῦ.
25Ἔστι δὲ καὶ ἄλλη ὁδὸς ἀπωλείας διὰ στόματος γινο‐ μένη, ὅταν φιλήματα αἰσχρὰ ᾖ καὶ ἀκάθαρτα, ὅταν δολερὰ καὶ ὕπουλα. Καὶ τούτοις τίθει φυλακήν. Τοιοῦ‐ τον φίλημα ἦν τὸ τοῦ Ἰούδα, δόλου γέμον· ἀλλ’ οὐ τὸ τοῦ Παύλου τοιοῦτον, ᾧ φιλεῖν ἀλλήλους ἐκέλευσε,
30λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· ὥσπερ οὐδὲ τοῦ Δαυῒδ τὸ πρὸς τὸν Ἰωνάθαν, ἀλλὰ ἅγιον καὶ σεμνὸν, καὶ γνησίας ἀγάπης γέμον, καὶ οἷον ἦν τὸ τῶν ἐπιπεσόντων τῷ τοῦ Παύλου τρα‐ χήλῳ, καὶ καταφιλούντων αὐτόν. Διὰ τοῦτό φησι·
35Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν· οὐχ ἁπλῶς Θύραν, ἀλλὰ Περιοχῆς ἐπαγαγὼν, ὥστε περιέχειν τὸ πᾶν καὶ ἀσφαλίζεσθαι. Ἔστι καὶ ἕτερον εἶδος ἀπωλείας διὰ γλώττης, τὸ λέγειν. Διὰ τί τοῦτο; εἰς τί τοῦτο γέγονε; Διὰ τοῦτο καθαπτόμενος ὁ
40Παῦλος τῶν οὕτω φθεγγομένων ἀπερισκέπτως· Μεν‐ οῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινό‐ μενος τῷ Θεῷ; Οὐ στόμα δὲ δεῖ φυλάττειν μόνον, ἀλλὰ καὶ διάνοιαν πρὸ τοῦ στόματος. Διὸ καί τις ἔλεγε· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μά‐
45στιγας, ἵνα ἐν τοῖς ἀγνοήμασί μου μὴ φείσων‐ ται; Διὸ καὶ ὁ Χριστὸς ἔνδοθεν αὐτοὺς ἀναιρεῖ τοὺς πονηροὺς λογισμοὺς, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι,

55

.

436

(50)

οὐδὲ ἀρχὴν λαβεῖν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Καὶ γὰρ Ὁ ὀργιζόμενος, φησὶ, τῷ ἀδελφῷ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Οὐ μικρὸν δὲ καὶ τὸ μὴ πολλὰ φθέγγεσθαι εἰς ἀσφάλειαν· διό φησιν, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν·
55φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Μὴ ἐκκλί‐ νῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Ἄλλος, Μὴ παρατρέψῃς τὴν καρδίαν μου εἰς λόγους
πονηροὺς, ἐννοεῖν ἐννοίας παρανόμους. Τί δή‐

55

.

437

ποτε ἐναντίαν τὴν τάξιν ἐποιήσατο, καὶ πρότερον περὶ στόματος διαλεχθεὶς, τότε ἐπὶ τὴν καρδίαν ἦλ‐ θεν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τοῦτο ποιεῖ. Καθά‐ περ γὰρ ἐπὶ τῶν δεσμωτῶν τῶν βουλομένων ἐκφυ‐
5γεῖν ἔργον προηγούμενον οἱ τὴν ἐπιμέλειαν ἔχοντες ποιοῦνται προκαταλαβεῖν τοῦ δεσμωτηρίου τὰς θύρας καὶ τοῦτο πάντες ἐσπουδάκασι, κἂν τοῦτο γένηται, τὸ λειπόμενον εὐδιόρθωτον· οὕτω δὴ καὶ οὗτος ἐνταῦθα ποιεῖ, καὶ δι’ ὧν παραινεῖ, τοῦτο μονονουχὶ λέγει·
10Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, καὶ οἱ πονηροὶ λο‐ γισμοὶ ταχέως χειρωθήσονται. Διὰ τοῦτο οὐδὲ τὴν ἀρχὴν συγχωρεῖ ἔξωθεν εἰσελθόντας, καὶ τὴν πονη‐ ρὰν ἀνασπᾷ ῥίζαν, λέγων· Μὴ ἐκκλίνῃς τὴν καρ‐ δίαν μου εἰς λόγους πονηρίας. Οὐχ ὅτι ὁ Θεὸς
15ἐκκλίνει· μὴ γένοιτο· ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· Μὴ ἀφῇς κλιθῆναι, μὴ ἀφῇς περιτραπῆναι εἰς ἐν‐ νοίας πονηράς. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς ἀρετῆς καὶ τῆς κακίας, ἀπὸ τῆς καρδίας. Τίνες δὲ οἱ λόγοι τῆς πονηρίας; Πολλοὶ καὶ
20διάφοροι. Καὶ γὰρ οἱ ἐπιβουλὰς ῥάπτοντες, οἱ τὸν Θεὸν διαβάλλοντες, οἱ ἀρετὴν ἀποστρεφόμενοι, οἱ κακίαν διώκοντες, οἱ περὶ δογμάτων διεφθαρμένων καὶ βίου ἠμελημένου ἡδέως ἀκούονται λόγοι, καὶ τὰ τοιαῦτα, ἐκ πονηρίας πολλῆς προϊέμενοι· ὥσπερ δέ
25εἰσιν ἔννοιαι καὶ ῥήματα πονηρίας, οὕτω καὶ ζωῆς. Διὸ καὶ ἔλεγον οἱ μαθηταὶ τῷ Χριστῷ, Ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Λέγεται δὲ ῥήματα ζωῆς, τὰ ζωὴν παρέχοντα· λέγε‐ ται δὲ καὶ ῥήματα σωτηρίας, τὰ σωτηρίαν περιποι‐
30οῦντα. Διὸ καί τις σοφὸς λέγει, Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Λόγοι πονηρίας καὶ οἱ πονηροὺς ποιοῦντες τοὺς λέγοντας. ζʹ. Ὥσπερ γάρ εἰσιν ἀέρες λοιμώδεις καὶ νοσοποιοὶ, οὕτω καὶ λόγοι. Ὅπερ γὰρ ἐργάζονται ἐν σώματι
35ἐκεῖνοι, τοῦτο οὗτοι τῇ παραδεχομένῃ ψυχῇ. Εὔχεται τοίνυν καὶ οὗτος δι’ ὧν ἐπήγαγε, καὶ λέγει· Μὴ ἀφῇς τὴν καρδίαν μου δέξασθαι λόγους τοιούτους, μὴ ἀφῇς ἐκεῖ κλιθῆναι. Εἶδες πῶς δείκνυσι τὸ αὐτεξούσιον, καὶ ὅτι οὐκ ἐν ἑαυτῇ τὴν πονηρίαν ἡ φύσις ἔχει, ἀλλ’
40ἀπὸ ῥᾳθυμίας κλινομένη δέχεται; Τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Αὕτη μάλιστά ἐστιν ἡ τῆς ἀπωλείας ὁδὸς, ὅταν ἢ αὐτὴ ἡ ἁμαρτοῦσα ψυχὴ τὸν φόβον ἐκλύσῃ, καὶ προφάσεις τινὰς εἰς ῥᾳθυ‐ μίαν ἐπινοῇ· ἢ καὶ ὅταν, μοιχεύσαντός τινος, βουλό‐
45μενος ἕτερος ἐκλῦσαι αὐτοῦ τὴν κατάνυξιν, λέγῃ· Μὴ γὰρ σὺ αἴτιος; ἡ ἐπιθυμία αἰτία. Κακὸν γοῦν τὸ ἁμαρ‐ τεῖν, χαλεπώτερον δὲ αὐτὸ ποιεῖ τὸ ἀρνεῖσθαι μετὰ τὸ ἁμαρτεῖν. Τοῦτο μάλιστα ὅπλον τοῦ διαβόλου. Τοῦτο καὶ ἐπὶ τῶν πρωτοπλάστων ἐγένετο. Δέον γὰρ ὁμολο‐

55

.

437

(50)

γῆσαι τὸν Ἀδὰμ τὰ πεπλημμελημένα, ὁ δὲ ἐφ’ ἑτέραν μεταφέρει τὴν αἰτίαν, κἀκείνη πάλιν ἐπὶ τὸν διάβο‐
λον. Δέον εἰπεῖν, Ἡμάρτομεν, ἠνομήσαμεν, οἱ δὲ οὐColumn end

55

.

438

μόνον οὐχ ὁμολογοῦσιν, ἀλλὰ καὶ ἀπολογίαν συντι‐ θέασιν. Ὁ γὰρ διάβολος εἰδὼς, ὅτι ἡ ὁμολογία τῆς ἁμαρτίας λύσις ἐστὶ τῆς ἁμαρτίας, πείθει τὴν ψυχὴν ἀναισχυντεῖν. Ἀλλὰ σὺ, ἀγαπητὲ, ὅταν ἁμάρτῃς,
5εἰπὲ, ὅτι Ἥμαρτον· ταύτης τῆς ἀπολογίας οὐδὲν δι‐ καιότερον. Οὕτω τὸν Θεὸν ἵλεων ποιεῖς· οὕτω καὶ σεαυτὸν ὀκνηρότερον εἰς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Ὅταν δὲ μέλλῃς προφάσεις οὐκ οὔσας ζητεῖν, καὶ ἀπαλλάττειν τὴν ψυχὴν τοῦ δέους, προθυμοτέραν
10αὐτὴν ἐργάσῃ πρὸς τὸ πάλιν ἐμφύρεσθαι τοῖς αὐτοῖς, καὶ τὸν Θεὸν μειζόνως παροξυνεῖς. Οὐδένα γὰρ τῶν ἁμαρτανόντων πρόφασις λείπει ἀναίσχυντος. Καὶ γὰρ ὁ ἀνδροφόνος τὸν θυμὸν αἰτιάσασθαι ἔχει, καὶ ὁ κλέ‐ πτης τὴν πενίαν, καὶ ὁ μοιχὸς τὴν ἐπιθυμίαν, καὶ
15ἕτερος τὴν δυναστείαν· ἀλλὰ ταῦτα προφάσεις εἰσὶν ἄλογοι, οὐδεμίαν ἀπολογίαν εὔλογον ἔχουσαι. Οὐδὲ γὰρ ἐκεῖνα ποιεῖ τὰς ἁμαρτίας, ἀλλ’ αἱ γνῶμαι τῶν ἁμαρτανόντων. Καὶ ὅτι αὗται, ἀπὸ τῶν προσεχόντων τοῦτο ποιήσω φανερόν. Ὅταν γὰρ φαίνηται ἕτερος
20ἄνθρωπος, καὶ πενίᾳ συζῶν, καὶ ἐπιθυμίαν ἔχων, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενος, καὶ ταῦτα μὴ ἁμαρτάνων, ποίαν ἕξουσιν οὗτοι ἀπολογίαν; Διὰ τοῦτο σοφός τις καλῶς οὕτως εἶπε· Τίς δώσει ἐπὶ διανοίας μου μάστιγας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί
25μου μὴ φείσωνται; Ὅρα τὸν Δαυῒδ οὐ προφασιζόμενον ἡνίκα ἥμαρτεν, ἀλλὰ λέγοντα· Ἡμάρτηκα τῷ Κυρίῳ. Καίτοι γε εἶχεν εἰπεῖν· Τί γὰρ ἐγυμνοῦτο ἡ γυνή; τί γὰρ ἐλούετο πρὸ τῶν ὀφθαλμῶν τῶν ἐμῶν; Ἀλλ’ ᾔδει ὅτι ταῦτα πρόφασις ἦν ἄλογος· καὶ διὰ τοῦτο
30ἦλθεν ἐπὶ τὴν σαφῆ ἀπολογίαν, τῷ εἰπεῖν, Ἥμαρτον. Ἀλλ’ οὐχ ὁ Σαοὺλ οὕτως, ἀλλ’ ἐγκαλούμενος περὶ τῆς ἐγγαστριμύθου, ἔλεγε, Θλίβομαι, καὶ οἱ ἀλλό‐ φυλοι πολεμοῦσιν ἐν ἐμοί. Διὰ δὴ τοῦτο μάλιστα ἐκο‐ λάζετο. Δέον γὰρ εἰπεῖν, Ἥμαρτον, καὶ, Παρηνόμησα·
35ὁ δὲ τοῦτο μὲν οὐκ εἶπε, περιήρχετο δὲ προφάσεις ἀλόγους ζητῶν. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Τοῦτο ἐπήγαγε δεικνὺς, ὅτι ἐκείνων ἐστὶ μάλιστα τὸ προφασίζεσθαι, τὸ ἀναισχυντεῖν. Διὰ δὴ τοῦτο καὶ ὁ Δαυῒδ συνεχῶς ἀντὶ ἀρετῆς τοῦτο προ‐
40βάλλεται, τὸ φεύγειν τοὺς τοιούτους συλλόγους, μᾶλ‐ λον δὲ καὶ ἐντεῦθεν τοῦ βιβλίου παντὸς ἄρχεται λέ‐ γων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε. Δι’ αὐτὸ δὲ τοῦτο
45εὑρίσκεις αὐτὸν ἀεὶ ἐν τοῖς ἁμαρτήμασιν εὐγνώμονα. Ὅτε γοῦν ἠρίθμησε τὸν λαὸν, ἔλεγεν· Ἐγὼ ἥμαρ‐ τον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα. Οὐκ εἶπε· Τί γάρ ἐστι, ὅτι ἠρίθμησα; ἀλλ’ ἑαυτὸν καταδικάζει, διὸ καὶ συγγνώμης τυγχάνει. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν

55

.

438

(50)

ἵλεων ποιεῖ, ὡς τὸ τὰ οἰκεῖα ὁμολογεῖν ἁμαρτήματα. Τοῦτο γένοιτ’ ἂν ἐκ τοῦ φεύγειν τοὺς συλλόγους τοὺς ἐκλύοντας τὸν ἐκ τῶν ἁμαρτημάτων φόβον, καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλοντας. Διὸ καὶ Παῦλος καὶ Ἱερεμίας πολὺν ὑπὲρ τούτου ποιοῦνται λόγον, φεύγειν κελεύον‐
55τες ἑκάτεροι τῶν πονηρῶν τὰς συνουσίας, καὶ τῶν οὕτω ῥᾳθύμων. Καὶ ὁ Ἰὼβ δὲ ἐν τάξει ἀρετῆς καὶ τοῦτο τίθεται λέγων· Εἰ ἤμην πορευόμενος μετὰ
γελοιαστῶν. Οὗτος δὲ μηδὲ καθίσαι δείκνυσιν ἑαυτὸν

55

.

439

μετὰ τοιούτων, λέγων· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων. Διά τοι τοῦτο καὶ Παῦλος οὐκ ἀφίησι συνεσθίειν τοῖς πονηροῖς, οὐδὲ ἁπλῶς συγγίνεσθαι, λέγων· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ
5τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συν‐ αναμίγνυσθε αὐτῷ. Καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἕτερος, Μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Ἄλλος, Μὴ συναυλισθῶ ἐν ταῖς τερπνότησιν αὐτῶν. Τὸ ἀποστολικὸν ἐνταῦθα λέγει,
10ὅτι καὶ τρυφὰς αὐτῶν καὶ συμπόσια φεύγειν δεῖ, ἔνθα μάλιστα τὰ τῆς ἁμαρτίας αὔξεται, ἔνθα πλείων ἡ ἄδεια γίνεται. ηʹ. Οὐ μικρὸν δὲ τοῦτο ἀρετῆς σημεῖον, οὐ μικρὰ διορθώσεως ὁδὸς, τὸ φεύγειν τὰ τοιαῦτα συμπόσια
15καὶ τοὺς συλλόγους, καὶ μήτε φιλίαν αἰδεῖσθαι, μήτε γαστρὶ δουλεύοντας τὸν τόνον ἐκλύειν τῆς ψυχῆς, καὶ τὸ τῆς φιλοσοφίας εὔτονον παραλύειν. Οὕτω πολλοὶ φιλίαν αἰδεσθέντες εἰς τὸ τῆς μέθης κατεκυλίσθησαν κλυδώνιον, οὕτως ὑπὸ πορνείας ἑάλωσαν, καὶ πῦρ
20ἡδονῆς ἀνῆψαν, συμπόσια διώξαντες καὶ θέατρα πολ‐ λὴν ἔχοντα παρανομίαν. Τοῦτο καὶ αὐτὸς δείκνυσιν ἑαυτὸν πεποιηκέναι, ὡς μηδὲ μετασχεῖν τῆς τοιαύτης τραπέζης. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγ‐ ξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
25κεφαλήν μου. Ἄλλος, Κατελεησάτω με δίκαιος ἐλέους, καὶ ἐλεγξάτω. Καὶ τοῦτο οὐ μικρὸν ἀρε‐ τῆς εἶδος μετὰ τοῦ προτέρου, τὸ μὴ φεύγειν ἐλέγχους, μηδὲ ἐπιτιμήσεις τὰς παρὰ τῶν δικαίων γινομένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν μὲν πρὸς χάριν δια‐
30λεγομένων ἐπὶ βλάβῃ μηδέποτε μεταλάβοιμι, φησὶ, τῶν συλλόγων· τοὺς δὲ ἐπιστύφοντας καὶ διορθουμέ‐ νους, τούτους ἑλοίμην, τοὺς ἐλέγχοντας, τοὺς ἐγκα‐ λύπτοντας τὰ πεπλημμελημένα, τοὺς ἐπιτιμῶντας. Τοῦτο γὰρ μάλιστα ἐλέους καὶ φιλανθρωπίας, τὸ τὰ
35τραύματα διορθοῦν. Ἔλαιον δὲ, φησὶν, ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Εἶδες ψυχὴν συγ‐ κεκροτημένην ἀρετῇ; Τῶν μὲν δικαίων καὶ τὰς ἐπι‐ τιμήσεις μεθ’ ἡδονῆς φέρει, τῶν δὲ παρανόμων καὶ τὰ πρὸς χάριν λεγόμενα διακρούεται. Τί δήποτε; Ὅτι
40ἐκεῖνοι μὲν ἐλεοῦντες πολλάκις ἀπώλεσαν· οὗτοι δὲ ἐπιτιμῶντες καὶ ἐπιστύφοντες διώρθωσαν· καὶ τῷ μὲν ἐλέγχῳ τούτων συγκεκλήρωται ἔλεος, τῷ δὲ ἐλέῳ ἐκείνων θάνατος. Διὸ καί τις ἔφησεν· Ἀξιοπι‐ στότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα
45ἐχθρῶν. Καὶ σκόπει πῶς τὸ ἀποστολικὸν ἐνταῦθα δη‐ λοῖ, τὸ, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Τοιοῦ‐ τος γὰρ καὶ ὁ ἔλεγχος τῶν ἁγίων. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· οὐ τέμνουσι μόνον, ἀλλὰ καὶ ἐπιδεσμοῦσι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εὐπαράδεκτον ποιῶν γίνε‐

55

.

439

(50)

σθαι τὸν ἔλεγχον, οὐκ ἀφίησι δημοσιεύεσθαι ἐκ προοι‐ μίων τὴν ἐπιτίμησιν, λέγων· Ὕπαγε, ἔλεγξον αὐ‐ τὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Οὕτω καὶ Παῦ‐ λος ἐποίει, μετὰ ἐλέους τὸν ἔλεγχον ἐπιδεικνύμενος, καὶ νῦν μὲν λέγων· Ὦ ἀνόητοι Γαλάται· νῦν δὲ,
55Τεκνία μου, οὓς πάλιν ὠδίνω. Πολλὰ γὰρ δεῖ τὸν ἐλέγχοντα ἐπινοεῖν, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν ἔλεγχον, καὶ πολλῆς χρεία συνέσεως τῷ τοῦτο ἐπ‐ άγοντι τὸ φάρμακον· μᾶλλον μὲν οὖν, πλείονος ὁ
ἐλέγχων δεῖται συνέσεως, ἢ ὁ σῶμα τέμνων. Πῶς;Column end

55

.

440

Ὅτι ἐκεῖ μὲν ἕτερον τὸ τέμνον, καὶ ἕτερον τὸ ὑπο‐ μένον τὴν ὀδύνην· ἐνταῦθα δὲ αὕτη καὶ ἡ τεμνομένη καὶ ἡ φέρουσα τὴν ἀλγηδόνα. Ἔλαιον δὲ ἁμαρτω‐ λοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Τί ἐστι τοῦτο;
5Ἐκεῖνος, φησὶν, οὐ τὸ χρήσιμον ζητεῖ τοῦ ἀκούοντος, ἀλλὰ τὸ ἑαυτοῦ, ἵνα ἡδὺς φαίνηται, ἵνα προσφιλής· οὗτος δὲ πρὸ τῆς ἑαυτοῦ χάριτος τὸ ἐκείνου συμφέ‐ ρον σκοπεῖ. Ὥστε ἀλλήλων καὶ ταύτῃ μάλιστα δι‐ εστήκασιν. Εἰ δὲ ἐλεοῦντας ἀποστρέφεσθαι χρὴ τοὺς
10πονηροὺς, πότε αὐτοὺς δεῖ προσίεσθαι; Οὐδέποτε. Ὥστε κἂν χρήματα παρέχῃ, κἂν τρυφὴν ἐπαγγέλλη‐ ται καὶ τιμὰς, διακρούου καὶ φεῦγε· τὸν δὲ δίκαιον, κἂν σκώπτῃ λόγοις, κἂν ἐπιτιμᾷ, δίωκε· ἐκεῖνος γάρ ἐστι ὁ φιλῶν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν
15ταῖς εὐδοκίαις αὐτῶν. Ἄλλος, Ἔτι γὰρ καὶ ἡ προσ‐ ευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Ἄλλος, Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς πονηρίαις αὐτῶν. Τὰ μὲν ᾔτησε, τὰ δὲ παρ’ ἑαυτοῦ παρέχεται· ἐντεῦθεν δείκνυσιν, ὅτι εὐχῇ οὐ δεῖ θαῤῥεῖν μόνον
20αὐτοὺς ἀναπεπτωκότας καὶ καθεύδοντας, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρειν. Τί οὖν οὗτος ἐξ ἑαυτοῦ παρέχεται; Οὐ πρόβατα, καὶ βόας, καὶ χρήματα, ἀλλὰ τρόπων ἐπιείκειαν, καὶ τὸ μεθ’ ὑπερβολῆς ἀποστρέφεσθαι αὐτῶν τὴν πονηρίαν. Οὐ μόνον, φησὶ,
25φεύξομαι τὴν ἐκείνων χάριν τὴν ἐπιβλαβῆ, οὐδὲ αἱρή‐ σομαι τὴν τούτων ἐπιτίμησιν, ἀλλὰ καὶ κατὰ τῶν ἐπιθυμιῶν αὐτῶν στήσομαι· τοσοῦτον ἀπέχω ἑλέσθαι τὸν ἐκείνων ἔλεον, ὅτι καὶ εὔχομαι κατὰ τῶν ἐπιθυ‐ μιῶν αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν ταῖς εὐδοκίαις
30αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἄλλος, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἐνταῦθα δείκνυσι τὸ τῆς ἁμαρτίας εὐχείρωτον, καὶ τὸ ἀπόκρημνον τῆς κακίας. Αὐτοὶ, φησὶν, οἱ δυνά‐ σται, οἱ πάντα ἄγοντες καὶ φέροντες, ἀπώλοντο.
35Καὶ οὐκ εἶπεν, Ἀπώλοντο, ἀλλὰ, Κατεπόθησαν, δηλῶν ὅτι οὕτως, ὡς μηδὲ ἴχνος αὐτῶν φαίνεσθαι, ὃ καὶ περὶ τοῦ ἀσεβοῦς λέγει, ὅτι Παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Τί ἐστιν, Ἐχόμενα; Ἐγγύς. Ὃ δὲ λέγει,
40τοῦτό ἐστιν· Ὥσπερ ἡ πέτρα τις κατὰ πόντου βλη‐ θεῖσα οὐκ ἂν φανείη, οὕτω δὴ καὶ αἱ ἐκείνων εὐημερίαι καταδυόμεναι λοιπὸν ἀφανεῖς γίνονται, ὁλοσχερῆ τὴν ἀπώλειαν ὑπομένουσαι. Ἢ τοῦτο τοίνυν φησὶ, τὸ ἀνώνυμον, τὸ πρόῤῥιζον, ἢ τὸ ἰσχυρὸν, καὶ
45δυνατὸν, καὶ κραταιόν. Τοῦτο γὰρ τὸ, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν. Ἕτερος, Ὅτι ἐδορυφορήθησαν. Ἄλλος, Ὅτι εὐπροσωπίσθησαν. Τουτέστι, διὰ τῆς πείρας εἴσονται τῶν πραγμάτων τὴν ἡδονὴν τῆς ἐμῆς

55

.

440

(50)

παραινέσεως καὶ συμβουλῆς. Καὶ πῶς; Ὁ ἔλεγχος τῶν δικαίων τοῦτον φέρει τὸν καρπὸν, καὶ ἡ παιδεία αὐτῶν πολλὴν ἔχει τὴν ἡδονήν. θʹ. Τοιοῦτον γὰρ ἡ ἀρετή· πρόσκαιρον μὲν ἔχει τὸν πόνον, διηνεκῆ δὲ τὴν εὐφροσύνην. Ὡσεὶ πάχος γῆς
55ἐῤῥάγη ἐπὶ τῆς γῆς· διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν

55

.

441

παρὰ τὸν ᾅδην. Ἕτερος, Ὥσπερ γεωργὸς, ὅταν ῥήσσῃ τὴν γῆν· οὕτως ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς στόμα ᾅδου. Ἄλλος, Ὁμοίως εἰ ἀποκλῶντι καὶ διασχίζοντι τὴν γῆν, ἐσκορπίσθη τὰ ὀστᾶ
5ἡμῶν εἰς τὸν ᾅδην. Ἄλλος, Ὡς καλλιεργῶν καὶ σκάπτων ἐν τῇ γῇ, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Εἰπὼν ὅτι πολλὴν ἔχει αὐτοῦ τὰ ῥήματα τὴν ἡδονὴν, λέγει καὶ τὰς παλαιὰς συμφο‐ ράς. Ὅτι καίτοι γε τὰ ἔσχατα ἐπάθομεν, καὶ ὥσπερ
10γῆ διαῤῥαγεῖσα, καὶ ἀροτριωμένη, ἢ διασκαπτομένη, οὕτω πάντες διεσπάρημεν, καὶ ἀπωλόμεθα, καὶ πρὸς αὐτὰς τοῦ θανάτου τὰς πύλας ἤλθομεν· ἀλλ’ ὅμως καὶ οὕτω διακείμενοι μᾶλλον ἂν ἑλοίμεθα τὴν ἀπὸ τῶν δικαίων παίδευσιν καὶ διόρθωσιν, ἢ τὸν ἀπὸ τῶν
15ἁμαρτωλῶν ἔλεον. Καὶ γὰρ, ὅπερ ἂν γένοιτο, τῆς πρὸς σὲ ἐλπίδος ἐκκρεμάμεθα, καὶ οὐκ ἄν ποτε ἐκ‐ πέσοιμεν τοῦ πρὸς σὲ ὁρᾷν. Διὸ καὶ ἐπήγαγε λέγων, Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς
20τὴν ψυχήν μου. Κἂν μυρία, φησὶν, ἐπέλθῃ δεινὰ, κἂν πόλεμοι, κἂν μάχαι, κἂν θάνατοι, κἂν πύλαι ᾅδου, οὐκ ἀφιστάμεθα τῆς ἱερᾶς ἀγκύρας, ἀλλ’ ἐχόμεθα τῆς ἐλπίδος τῆς ἐπὶ τὴν σὴν συμμαχίαν, καὶ ὅπλα καὶ παρατάξεις ἀφέντες, ἐντεῦθεν τὴν ἀπαλλαγὴν
25προσδοκῶμεν, ἀπὸ τῆς σῆς ῥοπῆς. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ἄλλος, Μὴ ἐκκε‐ νώσῃς. Τουτέστι, μὴ ἄπρακτόν με ἀφῇς ἀπελθεῖν. Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνο‐
30μίαν. Οὐχ ἁπλῶς ἐνταῦθα ἐπιβουλὰς λέγει, ἀλλὰ τὰς λαθραίους, τὰς κεκρυμμένας, αἵπερ εἰσὶ καὶ δυσ‐ φύλακτοι καὶ δυσφώρατοι, διὸ μάλιστα καὶ τῆς ἄνω‐ θεν δέονται ῥοπῆς. Διὰ δὴ τοῦτο εἰς εὐχὴν κατακλείει τὸν λόγον, ἐντεῦθεν προοιμιασάμενος, καὶ
35ἐνταῦθα τελευτῶν· δεικνὺς, ὅτι τὰ μὲν παρ’ αὐτοῦ ταῦτά ἐστιν, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεὸν, τὸ διαπαντὸς πρὸς τὸν Θεὸν βλέπειν, τὸ φεύγειν αὐτῶν τοὺς συλ‐ λόγους, τὸ μισεῖν αὐτῶν τὰς πονηρὰς ἐπιθυμίας· τὰ δὲ παρὰ τοῦ Θεοῦ, ἡ βοήθεια, ἡ συμμαχία, τὸ τῶν
40δυσφορωτάτων αὐτὸν ἀνώτερον ποιεῖν. Οὕτω γὰρ ἡ ἀρετὴ ὑφαίνεται, καὶ τῆς ἡμετέρας σπουδῆς εἰσαγο‐ μένης, καὶ τῆς τοῦ Θεοῦ βοηθείας συμμαχούσης. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρτωλοί· καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω Τίνος ἐν
45ἀμφιβλήστρῳ πεσοῦνται; Αὐτοῦ τοῦ Θεοῦ. Τουτ‐ έστιν, ἁλώσονται, χειρωθήσονται. Τὰ μὲν γὰρ τῶν δικαίων, μέχρι διορθώσεως καὶ τοῦ διεγεῖραι αὐτῶν τὴν φιλοσοφίαν· τὰ δὲ τῶν ἁμαρτωλῶν, ἅτε ἀνίατα νοσούντων, μέχρι κολάσεως καὶ τιμωρίας. Καταμό‐

55

.

441

(50)

νας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω. Ἕτερος, Ἅμα ἐγώ εἰμι, ἕως οὗ παρέλθω. Ἄλλος, Ἐπὶ τὸ αὐτό. Τουτ‐ έστι, συνημμένος, συγκεκροτημένος, οὐ διεσπαρμένος· ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀπηλλαγμένος τῶν πο‐ νηρῶν, καθαρεύων τῆς ἐκείνων συνουσίας, καὶ ὡσ‐
55ανεὶ μόνος οἰκῶν· ὅπερ καὶ μέγιστόν ἐστιν ἀρετῆς εἶδος. Καὶ οὐ μίαν δὲ καὶ δύο καὶ τρεῖς φησιν ἡμέ‐ ρας τοῦτο ποιεῖν, ἀλλὰ πάντα τὸν βίον. Τοῦτο ἀσφά‐ λεια, τοῦτο τεῖχος, τοῦτο ἀρετῆς ἐπίδοσις, τὸ φεύ‐ γειν τοὺς πονηροὺς, καὶ πρὸς ἑαυτὸν συγκεκροτη‐
60μένον καὶ συνηγμένον εἶναι ἅπαντα τὸν βίον, καὶ
καταμόνας οἰκεῖν τῶν διαφθειρόντων. Οὐ γὰρ ἐρημίαColumn end

55

.

442

ποιεῖ τὸ μόνον εἶναι, ἀλλὰ γνώμη φιλόσοφος. Οὕτω καὶ πόλεις μέσας οἰκοῦντες, καὶ θορύβους, καὶ ἀγο‐ ρὰς, δύναιντ’ ἂν εἶναι καταμόνας ἄνθρωποι, ὅταν τοὺς διεφθαρμένους φεύγωσι συλλόγους, καὶ τοῖς
5τῶν δικαίων συνεδρίοις ἑαυτοὺς ἐκδιδῶσιν. Αὕτη ἀσφαλὴς ὁδός. Ὁ μὲν οὖν ἀρκῶν καὶ ἑτέρους διορ‐ θῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θερα‐ πείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ’ ἐκείνων
10δέξασθαι λύμην. Καὶ οὕτω καὶ τὸν παρόντα βιώ‐ σεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπι‐ τεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ,
15καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
16tΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ.
17Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. αʹ. Ὁρᾷς πῶς πανταχοῦ τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύ‐
20της προοιμιάζεται τῆς ἀρχῆς, καὶ δεύτερον ἐνταῦθα Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ὥστε διδάξαι ἡμᾶς δύο ταῦτα διὰ τοῦ διπλασια‐ σμοῦ, τό τε εὔτονον τῆς προθυμίας, τό τε συντετα‐ μένον τῆς διανοίας· καὶ πρὸς τούτοις ἔτι τὸ αὐτοῦ
25εἶναι τὴν φωνήν. Οὐ γὰρ πάντες οὔτε φωνῇ βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ. Δεῖ δὲ ἅπαντα ταῦτα συνελθεῖν. Ὁ κατ’ ἐχθρῶν βοῶν, οὐκ ἀνθρώπου φωνὴν προΐεται, ἀλλὰ θηρίου καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν
30Θεὸν βοᾷ, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ φθέγγεται. Ὁ μὴ διεγείρων τὴν διάνοιαν, κἂν μεγάλα κράζῃ, πάλιν οὗτος οὐ βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις ἔφθην εἰπὼν, οὐ τὸν τόνον δηλοῖ τοῦ πνεύματος, ἀλλὰ τὴν συντε‐ ταμένην διάνοιαν. Ἀλλ’ οὐχ οὗτος οὕτως· ἀλλὰ τρία
35ταῦτα συνάγει, καὶ δείκνυσιν, ὅτι τε φωνῇ βοᾷ, καὶ πρὸς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ φωνῇ. Διὰ τοῦτο δεύ‐ τερόν φησι, Φωνῇ μου καὶ Φωνῇ μου. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Εἶδες ψυχὴν τῶν βιωτι‐
40κῶν ἀπηλλαγμένην; Οὐδὲ γὰρ πρὸς ἀνθρώπους κατ‐ έφυγεν, οὐδὲ τὰς παρὰ τούτων ἐξῄτησε συμμαχίας, ἀλλὰ πρὸς τὴν ἀχείρωτον βοήθειαν, καὶ τὴν ἄνωθεν ῥοπήν. Εἶτα τὸ συντεταμένον τῆς διανοίας, καὶ τὴν θερμότητα, ἣν εἶχεν ἐναποκειμένην, διὰ τῆς λέ‐
45ξεως ταύτης ἐμφῆναι βουλόμενος, Ἐκχεῶ, φησὶ, μετὰ πολλῆς τῆς δαψιλείας. Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐ μικρὸν καὶ αἱ θλί‐ ψεις εἰς φιλοσοφίαν συμβάλλονται· τοῦτο γὰρ τῆς θλίψεως ὁ καρπός· μηδεὶς τοίνυν φευγέτω αὐτήν.

55

.

442

(50)

Δύο γὰρ ταῦτα ἔχει τὰ κέρδη· ἓν μὲν, ὅτι τε σπου‐ δαιοτέρους ἐργάζεται καὶ προσεκτικωτέρους· ἕτερον δὲ, καὶ ὅτι οὐ μικρὸν ἡμῖν δικαίωμα εἰς τὸ ἀκου‐ σθῆναι γίνεται. Διά τοι τοῦτο καὶ αὐτὸς οὐκ εἶπε, Τὴν δικαιοσύνην μου, οὐδὲ, Τὰ κατορθώματά μου,
55ἀλλὰ, Τὴν θλίψιν μου, ὡς οὐ μικρᾶς καὶ ταύτης οὔσης αὐτῷ συνηγορίας. Διὰ τοῦτο καὶ ὁ Ἡσαΐας, Παρακαλεῖτε, φησὶ, τὸν λαόν μου, ἱερεῖς· λαλή‐ σατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
60Καὶ ὁ Παῦλος· Παράδοτε τὸν τοιοῦτον τῷ Σα‐

55

.

443

τανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ Κορινθίοις ἐπιστέλλων, ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς, καὶ ἄῤῥωστοι, καὶ κοι‐ μῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ
5ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου παι‐ δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ τῷ πλουσίῳ ὁ Ἀβραὰμ ἔλεγε· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν μὲν οὗτος παρακαλεῖται, σὺ δὲ
10ὀδυνᾶσαι. Καὶ ὁ Δαυῒδ δὲ ἡνίκα αὐτὸν κατηράσατο ὁ Σεμεεὶ, ἔλεγεν· Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος αὐτῷ ἐνετείλατο, ὅπως ἂν ἴδῃ τὴν ταπεί‐ νωσίν μου. Καὶ πανταχοῦ τῶν Γραφῶν εὑρήσομεν, ὅτι οἱ τὰς θλίψεις εὐχαρίστως φέροντες, οὐ μόνον
15πολλὰ τῶν ἁμαρτημάτων διαλύονται, ἀλλὰ καὶ οὐ μικρὰν ἐντεῦθεν κτῶνται πρὸς τὸν Θεὸν τὴν παῤ‐ ῥησίαν. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ὅτε μάλιστα οἱ μικρόψυχοι τῶν ἀνθρώπων ἀναπίπτουσι, πολλοὶ δὲ
20καὶ δύσφημα ῥήματα φθέγγονται, τότε οὗτος μά‐ λιστα φιλοσοφεῖ, διδάσκαλον ἔχων τῆς σπουδῆς τὴν θλίψιν. Ὅταν οὖν ἴδῃς τινὰ ἀπογινώσκοντα ἀπὸ θλίψεως, ἢ πικρόν τι ῥῆμα φθεγγόμενον, μὴ τὴν θλίψιν
25αἰτίαν ἡγοῦ, ἀλλὰ τὴν μικροψυχίαν τοῦ ταῦτα λα‐ λοῦντος. Τῆς γὰρ θλίψεως ἡ φύσις τὰ ἐναντία κα‐ τασκευάζειν εἴωθε, προσοχὴν, συντριβὴν διανοίας, συντεταμένην γνώμην, εὐλαβείας ἐπίτασιν. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργά‐
30ζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Εἰ δὲ Ἰουδαῖοι θλι‐ βόμενοι ἐγόγγυζον, οὐ τῆς θλίψεως, ἀλλὰ τῆς ἐκεί‐ νων ἀνοίας ἦν τὰ τοῦ γογγυσμοῦ ῥήματα· ἐπεὶ οἱ ἅγιοι θλιβόμενοι, λαμπρότεροι καὶ φιλοσοφώτεροι ἐγίνοντο. Διὸ καὶ ἔλεγεν αὐτὸς οὗτος· Ἀγαθόν μοι,
35Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Καὶ ὁ Παῦλος· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκά‐
40λεσα, καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι χάρις μου. Ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται· διὸ εὐδοκῶ ἐν θλίψεσιν, ἐν ἀσθενείαις, ἐν διωγμοῖς. Ὅτε γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Ὁρᾷς καὶ τοῦτον ἐν τῇ θλίψει μᾶλλον διεγειρόμενον, καὶ πρὸς
45τὸν Θεὸν καταφεύγοντα, καὶ μειζόνως ἀντεχόμενον αὐτοῦ μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἐν αὐτῷ τῷ πυθμένι τῶν κακῶν (τοῦτο γάρ ἐστιν, Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου), καὶ τότε μά‐ λιστα σπουδαιότερον γινόμενον; Τὸ δὲ, Σὺ ἔγνως

55

.

443

(50)

τὰς τρίβους μου, ἕτερος ἑρμηνευτὴς εἶπε, Σὺ γὰρ οἶδας. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλε‐ πον· καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἐνταῦθα τὴν ἐπίτασιν τῆς συμφορᾶς καὶ τὰ δεινὰ αὐξόμενα δεί‐
55κνυσι, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς, πῶς προσ‐ ῄεσαν καὶ ἐγγυτέρω ἐγίνοντο, βουλόμενοι ὑποσκε‐ λίσαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ μόνον οὐκ ἦσαν αὐτῷ τινες βοηθοὶ ἢ σύμμαχοι, ἀλλ’ οὐδὲ ἐπεγίνω‐ σκον.
60βʹ. Τοῦτο ἡ ἐπίτασις τῆς ἐρημίας, ἡ ὑπερβολὴ τῆςColumn end

55

.

444

ἀλλοτριώσεως· ὀλίγων γάρ ἐστι τὸ ἐν συμφοραῖς παρεῖναι καὶ βοηθεῖν, καὶ μάλιστα ὅταν αἱ συμφοραὶ κινδύνους ἀπειλῶσιν. Ἀλλὰ τοῦτο οὐ μόνον αὐτὸν οὐκ ἔβλαψεν, ἀλλὰ καὶ μειζόνως ὠφέλησε, πρὸς τὸν
5Θεὸν αὐτὸν οἰκειῶσαν. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἴδῃς αὐξόμενα τὰ δεινὰ, μὴ ἀναπέσῃς, ἀλλὰ νῆφε μειζόνως. Διὰ γὰρ τοῦτο ἀφίησιν ὁ Θεὸς αἴρεσθαι αὐτὰ, ἵνα σου τὴν ῥᾳθυμίαν ἀποτινάξῃ, ἵνα σε ἀφ‐ υπνίσῃ καθεύδοντα. Τότε γὰρ πάντα τὰ περιττὰ πε‐
10ρικόπτεται, τότε πάντα ἐκφυσᾶται τὰ βιωτικὰ, τότε ἐν προσευχῇ σπουδαιότερος γίνεται, πρὸς ἐλεημοσύ‐ νην προθυμότερος, πρὸς ὑπεροψίαν γαστρὸς, καὶ ἕκαστον πάθος εὐκαταγώνιστον γίνεται, ὑπὸ τῆς θλίψεως φυγαδευόμενον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν
15οὐχὶ κολάσαι βουλόμενος, λύπαις ἡμᾶς συνέδησε καὶ πόνοις, εἰ καὶ ἐν τάξει κολάσεως τὴν ἀπόφασιν τέθεικεν, ἀλλὰ σωφρονίσαι καὶ βελτίους ἐργάσα‐ σθαι. Εἰ γὰρ καὶ λύπης ἐπικειμένης, καὶ τοῦ βίου ἐπιμόχθου ὄντος, τοσαύτη κρατεῖ κακία· εἰ μηδὲν
20τούτων ἦν, ποῦ οὐκ ἂν ἐξέβη τὰ τῆς πονηρίας; Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῆς ψυχῆς, ὅπου γε καὶ ἐν τοῖς σώμασιν ἀγαθὸν ἡ θλίψις; Καὶ γὰρ τὸ εἰς ἄκραν εὐπάθειαν ἐξάγεσθαι τὴν σάρκα ἐπιβλαβές· ἄλλως τε καὶ τὸ πολλαχόθεν ἐπιβουλὰς συνίστασθαι,
25νήφειν ποιεῖ· κἂν προσέχωμεν, οὐδὲν βλαπτόμεθα. Διὸ καί τίς φησιν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς· καὶ οὗτος, Ἐν ὁδῷ, ᾗ ἐπορευόμην, ἔκρυψαν πα‐ γίδα μοι. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκ‐
30λάβοι, ὄψεται τὸν διάβολον αὐτὸ ποιοῦντα, οὐ πόῤῥω‐ θεν, ἀλλὰ πλησίον κρύπτοντα τὰς ἐπιβουλάς. Διὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς νήψεως. Κρύπτει γὰρ παγίδα, ἐν ἐλεημοσύνῃ τὴν κενοδοξίαν, ἐν νηστείᾳ τὴν ἀλαζονείαν, οὐκ ἐν ἑτέροις, ἀλλὰ ἐν αὐταῖς ταῖς
35ὁδοῖς, αἷς βαδίζομεν, ὅπερ ἐστὶ καὶ χαλεπώτερον. Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ. Ὅρα πάλιν ἑτέραν προσ‐ θήκην τῶν δεινῶν. Δείκνυσι γὰρ οὐ μόνον ὅτι ἐν ταῖς ὁδοῖς αἱ παγίδες, οὐδ’ ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν, οὐδὲ ὁ ἐπιγινώσκων· ἀλλ’ ὅτι οὐδὲ τὸ λειπόμενον αὐτῷ
40πρὸς ἀπαλλαγὴν, τὸ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ῥᾴδιον καὶ εὔκολον ἦν. Οὕτως ἐν μέσοις ἀπείληπτο τοῖς κακοῖς, καὶ ἐν ἀφύκτῳ συμφορᾷ ἦν, ἀλλ’ ὅμως καὶ οὕτως οὐκ ἀπεγίνωσκε. Καὶ οὐκ ἔστιν ὁ ἐκζη‐ τῶν τὴν ψυχήν μου, τουτέστιν, ὁ ἀμύνων, ὁ βοη‐
45θῶν. Τί οὖν αὐτός; ἆρα ἐν τοσαύτῃ ἀπορίᾳ καὶ ἀμηχανίᾳ ὢν ἀπέγνω τὴν σωτηρίαν; Οὐδαμῶς· ἀλλὰ πρὸς τὸν Θεὸν καταφεύγει εὐθέως, καὶ λέγει· Ἐκέ‐ κραξα πρὸς σὲ, Κύριε, εἶπα, Σὺ εἶ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. Ὁρᾷς νῆψιν ψυχῆς;

55

.

444

(50)

Οὐκ ἐβάπτισεν αὐτὸν τὰ δεινὰ, ἀλλὰ μᾶλλον ἐπτέ‐ ρωσε, καὶ ἐν ἀπόροις ὢν, ἔγνω τὴν ἄμαχον χεῖρα καὶ τὴν παναλκῆ δύναμιν, καὶ τὴν ἐν ἀμηχάνοις εὐκο‐ λίαν. Εἶπα, σὺ εἶ ἐλπίς μου. Τὰ ἀνθρώπινα, φησὶ, πάντα ἐλήλεγκται, καὶ ὁ χειμὼν μείζων συμμαχίας
55οὕτως ἁπάσης, ὡς οὐδεμιᾷ τέχνῃ οἷόν τε εἶναι περι‐ γενέσθαι τοῦ ναυαγίου. Ἀλλ’ ὅμως εἰ καὶ παρὰ ἀν‐ θρώποις ταῦτα ἀπέγνωσται, καὶ πάντες ἀπηγορεύ‐
σαμεν, ἀλλὰ σοὶ πάντα ῥᾴδια· ὅθεν καὶ ἐλπίζοντες

55

.

445

οὐκ ἀποναρκῶμεν. Μερίς μου εἶ ἐν γῇ ζώντων. Τουτέστιν, ὁ κλῆρός μου, ὁ θησαυρός μου, ὁ πλοῦ‐ τός μου, τὰ πάντα αὐτὸς εἶ. Ἐν γῇ ζώντων. Γῆν ζώντων ἐνταῦθα τὴν οἰκείαν πατρίδα καλεῖ. Οἶδε γὰρ
5πολλάκις τὴν αἰχμαλωσίαν τὴν εἰς Βαβυλῶνα ᾅδην καὶ θάνατον καλεῖν. Εἶτα ἐπειδὴ ἐν μὲν ἀλλοτρίᾳ ὢν, οὐδεμίαν λατρείαν ἐπετέλει τὴν εἰωθυῖαν, ἐκεῖ δὲ τὰ τῆς ἁγιαστίας ἅπαντα ἐπληροῦτο, διὰ τοῦτό φησι, Μερίς μου εἶ ἐν γῇ ζώντων. Ἀεί μου προ‐
10έστης, φησὶ, καὶ ᾠκειώσω με ἐν γῇ ζώντων, καὶ πολλή μοι πρὸς σὲ γέγονε κοινωνία. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώ‐ θην σφόδρα. Ὁρᾷς πῶς ὅπερ ἀνωτέρω ἔλεγε, τοῦτο καὶ ἐνταῦθα ἀντὶ συνηγορίας τίθησι, τὸ τα‐
15πεινωθῆναι λέγω, τὸ δίκην δοῦναι τῶν ἡμαρτημένων μεθ’ ὑπερβολῆς. Τὸ δὲ, Σφόδρα, οὐ τῆς τῶν γενο‐ μένων κατηγορίας ἐστὶν, ἀλλὰ τῆς λύπης καὶ τῆς ἀσθενείας τοῦ πάσχοντος. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν τῶν ἁμαρτημάτων ἴδῃς, οὐ σφοδρὰ ἡ ταπεί‐
20νωσις· ἂν δὲ πρὸς τὴν ἀσθένειαν τοῦ φέροντος, σφο‐ δρὰ μεθ’ ὑπερβολῆς. Οὐδαμοῦ γὰρ ὁ Θεὸς ἀξίαν ἀπαι‐ τεῖ τῶν πλημμελημάτων τιμωρίαν. Εἰ δὲ τοῖς πά‐ σχουσιν ἀφόρητος εἶναι δοκεῖ, οὐ παρὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ὑπο‐
25μενόντων. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ἰδοὺ καὶ ἄλλη αἰτία πάλιν, ἡ ἄδικος ἐπιβουλὴ τῶν ἐπηρεαζόντων, καὶ τὸ εἶναι αὐτὸν ἐν ἀσθενείᾳ πολλῇ· Ἐξάγαγε ἐκ φυ‐ λακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ
30ὀνόματί σου. Τὸ ἐξομολογήσασθαι ἐνταῦθα ἀντὶ τοῦ εὐχαριστῆσαί ἐστιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπάλ‐ λαξόν με τῶν δεινῶν. Φυλακὴν γὰρ τὴν τῶν συμφο‐ ρῶν ὑπερβολὴν αἰνίττεται. γʹ. Ὥστε εὐχαριστῆσαι τῷ ὀνόματί σου. Οὐ μι‐
35κρὸν καὶ τοῦτο, τὸ ἐν εὐημερίᾳ γενομένους μὴ εἰς λή‐ θην ἐμπεσεῖν τῆς εὐεργεσίας. Πολλοὶ γὰρ τῶν ἀνθρώ‐ πων ἐν θλίψεσι μέν εἰσι σπουδαιότεροι, ἐν ἀνέσει δὲ ῥᾳθυμότεροι· ἕτεροι πάλιν ἐν ἀνέσει ῥᾴθυμοι, καὶ ἐν θλίψεσιν ἀπογινώσκοντες ἑαυτῶν, ὑπτιώτεροι γινό‐
40μενοι. Ἀλλ’ οὗτος ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν δια‐ φορᾷ μένει τὴν αὐτὴν εὐλάβειαν διατηρῶν· οὔτε γὰρ ἡ θλίψις αὐτὸν ἀναπεσεῖν ἐποίησεν, ἀλλὰ μᾶλλον συνήγαγε πρὸς τὴν δέησιν καὶ τὴν εὐχήν· οὔτε ἡ ἄνεσις ὕπτιον κατεσκεύασεν, ἀλλὰ καὶ τότε πρὸς εὐχα‐
45ριστίαν παρασκευάζεται. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Ἕτερος, Στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με. Τί ἐστι τοῦτο; Καὶ τοὺς δικαίους, φησὶ, τοῦτο ὠφελήσει. Καὶ γὰρ καὶ ἐκεῖνοι εὐφρανθήσονται, χαρήσονται, σκιρτήσουσιν,

55

.

445

(50)

ἰδόντες μου τὴν ἀπαλλαγὴν τῶν δεινῶν. Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαί· καὶ τοῖς πάσχουσι κακῶς συν‐ αλγοῦσι, καὶ εὐθηνουμένοις οὐ βασκαίνουσιν, ἀλλὰ καὶ χαίρουσι, καὶ συνευφραίνονται καὶ συνήδονται τοῖς εὐεργετουμένοις. Ὃ καὶ Παῦλος ἐκέλευσε λέγων,
55Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόν‐ των. Οὐ μικρὰ δὲ αὕτη ἀρετή. Πολλοὶ γὰρ καὶ κει‐ μένοις ἐφήδονται, καὶ ἀνισταμένοις βασκαίνουσιν, ἐξ ὠμότητος καὶ ἀπανθρωπίας πολλῆς ἑκάτερα τὰ
πάθη τίκτοντες. Ἀλλ’ οὐχ οἱ δίκαιοι οὕτως, ἀλλ’Column end

55

.

446

ἑκατέρας ταύτης τῆς κακίας ἀπηλλαγμένοι, καὶ ἐλεή‐ μονες ὄντες καὶ φιλάνθρωποι, τὰς ἀρετὰς ταύτας κτῶνται. Ὥσπερ οὖν ἐκεῖνοι ἐξ ὠμότητος ἀμφότερα πάσχουσιν, οὕτως οὗτοι ἀπὸ φιλανθρωπίας, τῷ τε
5συμπάσχειν ἀλγοῦσι, τῷ τε συγχαίρειν εὖ πά‐ σχουσι. Διὰ τί δὲ εἶπεν, Ἀνταποδῷς μοι; Ὁ μὲν ἕτερός φησιν, Ὅταν εὐεργετήσῃς με. Οἱ δὲ ἄλλοι, Ἀνταπο‐ δῷς καὶ ἀμείψῃ με. Καίτοι γε ἀνωτέρω θλίψιν καὶ
10ταπείνωσιν εἶπεν, οὐ κατορθώματα, καὶ παῤῥησίαν τὴν ἀπὸ τῶν ἔργων. Ἀντὶ τίνος δὲ καὶ ἀνταπόδοσιν αἰτεῖ; Ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. Οὐ γὰρ μικρὸν καὶ τοῦτο κατόρθωμα, τὸ θλίψιν ἐνεγκεῖν μετ’ εὐχαριστίας. Διὸ καὶ ἀνταπόδοσιν καλεῖ τὴν
15μετὰ ταῦτα ἀμοιβήν. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀλύω‐ μεν ἐν ταῖς θλίψεσιν, ἀλλ’ εὐχώμεθα μὴ εἰσελθεῖν εἰς πειρασμόν· ἐπιόντα δὲ δεχώμεθα. Τά τε γὰρ ὄντα ἁμαρτήματα ἀποτιθέμεθα, καὶ εἴ τινα δικαιο‐ σύνην ἔχομεν, κἀκείνην λαμπροτέραν ἐργαζόμεθα.
20Καὶ τοῦτο δείκνυσιν ὁ Ἰὼβ, τότε μειζόνως διαλάμ‐ ψας. Τοῦτο καὶ ἐν σώμασιν ἀγαθόν· τοῦτο οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἐν ἀλόγοις· οὐκ ἐν ἀλό‐ γοις μόνον, ἀλλὰ καὶ ἐν φυτοῖς. Διὰ δὴ τοῦτο οὐδὲ ταῖς ἀμπέλοις συγχωροῦσιν οἱ γηπόνοι ὑπὲρ τὸ μέτρον
25κομᾷν, οὐδὲ ἑτέροις δένδροις, ἀλλὰ κωλύουσι τὴν εἰς τὸ πρόσω φορὰν, τῇ δρεπάνῃ ἅπασαν αὐτῆς τὴν δύναμιν εἰς τὴν ῥίζαν περιστρέφοντες, ὥστε μὴ ἐν τοῖς φύλλοις ἀναλωθεῖσαν αὐτὴν ἐξίτηλον ἐνεγκεῖν τὸν καρπόν. Ὅπερ καὶ ἐπ’ ἀνθρώπων συμ‐
30βαίνει. Τῆς γὰρ σπουδῆς εἰς τὰ περιττὰ ἀναλισκομέ‐ νης, ἀτονωτέρα γίνεται ἡ ψυχὴ πρὸς τὸ τῆς εὐσεβείας καρπὸν ὥριμον ἐνεγκεῖν καὶ ἀκμάζοντα. Τοῦτο καὶ ἐπὶ ὑδάτων ἴδοι τις ἄν. Τὸ μὲν γὰρ ἑστηκὸς καὶ ἀπόρευτον, βλαβερόν· τὸ δὲ κινούμενον καὶ ἐξαντλού‐
35μενον καὶ μετοχετευόμενον, οὐ μόνον ὑγιεινὸν, ἀλλὰ καὶ ἰδεῖν καὶ ἅψασθαι καὶ πιεῖν ἥδιόν ἐστι. Πολλάκις δὲ καὶ τὴν φύσιν ἐνίκησεν ἡ θλίψις. Τὸ γὰρ κατωφε‐ ρὲς τοῦτο καὶ ῥυτὸν θλιβόμενον πρὸς τὴν ἄνω φορὰν ἐξακοντίζεται. Ὃ δὴ καὶ ἐπ’ ἀνθρώπων συμβαίνει.
40Οἱ γὰρ εὐκόλως τὰς θλίψεις φέροντες, ὑψηλότεροι καθίστανται, κἂν σφόδρα ὦσι χαμαίζηλοι, καὶ σφό‐ δρα γήϊνοι, καὶ ταπεινοὶ, μεγάλα ἐντεῦθεν κερδαί‐ νουσι. Ταῦτ’ οὖν εἰδότες, φέρωμεν μετ’ εὐχαριστίας τὰ ἐπαγόμενα δεινὰ, ἵνα κἀκεῖνα εὐκολώτερα ἡμῖν
45γένηται, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50tΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ.
51Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. αʹ. Ἔστι μὲν προσευχὴ καὶ ἡ διὰ ῥημάτων δέησις,
ἔστι δὲ καὶ ἡ ἐπαγγελία. Διὰ τοῦτο καί τις σοφὸς

55

.

447

παραινεῖ, λέγων· Μὴ δευτερώσῃς λόγον ἐν προσευ‐ χῇ σου. Οὐχ ἵνα μὴ δεύτερον τὰ αὐτὰ λέγωμεν, πα‐ ρακαλοῦντες τὸν Θεὸν καὶ δεόμενοι, τοῦτο παραι‐ νεῖ καὶ συμβουλεύει, ἄπαγε· καὶ γὰρ κελευόμεθα
5προσκαρτερεῖν ταῖς προσευχαῖς· ἀλλ’ ἵνα μὴ ἀναβαλλώμεθα ὅταν τι ὑποσχώμεθα τῷ Θεῷ, ἀλλ’ ἵνα ἐπειγώμεθα. Διὸ καὶ ἀλλαχοῦ φησι· Μὴ χρονίσῃς ἀποδοῦναι τὴν προσευχήν. Καὶ γὰρ ἄδηλον τὸ μέλ‐ λον. Ἢ γὰρ νόσος, ἢ πραγμάτων ἀδόκητοι ἀσχο‐
10λίαι συμπεσοῦσαι ἐκώλυσαν. Εἰ δὲ καὶ θάνατος ἐπελ‐ θὼν διακόψειε, συγγνώμην οὐκ ἔχεις. Ἐνταῦθα μέντοι προσευχὴν τὴν δέησιν λέγει καὶ τὴν ἱκετηρίαν. Διὸ ἐπήγαγεν αὐτὸ τοῦτο δηλῶν, Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. Ἕτερος, Ἐν τῇ πίστει
15σου. Ἄλλος, Ἐν τῇ βεβαιότητί σου. Τουτέστιν, Ἐπί‐ νευσον τῇ αἰτήσει, καὶ εἰς ἔργον αὐτὴν ἐξάγαγε, βε‐ βαιῶν τῇ ἀληθείᾳ σου· χρῆσαι τῇ δυνάμει πρὸς τὸ πληρῶσαι ἅπερ αἰτῶ. Ἀλλ’ ἴδωμεν οἵα ἐστὶν ἡ δέη‐ σις. Ἐπ’ ἀνθρώπων, ὅταν τις δέησιν προσαγάγῃ,
20τοῦτο σκοποῦσιν οἱ δεχόμενοι, κἂν τὸ δίκαιον καὶ ἔννομον ἔχῃ, ἀκούεται. Ἀλλὰ παρὰ μὲν ἀνθρώποις ὑπὲρ ἀξιωμάτων γίνε‐ ται καὶ χρημάτων ἡ δέησις, πολλάκις δὲ καὶ ὑπὲρ κωλύματος ἀδικίας· ἔνιοι δὲ καὶ τὰ ὑπερβαίνοντα
25τοὺς δικάζοντας ἀξιοῦσιν· ἀλλ’ ἡμεῖς ὑπὲρ ἁμαρτη‐ μάτων δεόμεθα συγχωρήσεως, καὶ τότε ἐρχόμεθα ἐπὶ δέησιν, ὅταν ὁ δικαστὴς ἡμῖν μὴ ἀφῇ ὁ ἔνδον, τὸ συν‐ ειδὸς λέγω τὸ ἡμῖν ἐγκαθήμενον. Οὐδὲ γὰρ ἐξου‐ σίαν ἔχει τοῦ ἀφιέναι. Καὶ καθάπερ βασιλεῖ οὐδεὶς
30ὑπὲρ ἱματίου διαῤῥαγέντος, οὐδὲ ὑπὲρ δέκα ὀβολῶν ἀφαιρεθέντων τολμᾷ προσελθεῖν· οὕτω καὶ σὺ, μᾶλλον δὲ καὶ πολλῷ πλέον εὐλαβούμενος, μὴ προσέλθῃς Θεῷ ὑπὲρ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν, οἷον εἴ τίς σε ἐν χρήμασιν ἠδίκησεν, ἢ καὶ ὕβρισεν· ἀλλ’ ἐν οἷς σε ὁ
35διάβολος ἀδικεῖ, ἔνθα μάλιστα τῆς ἄνωθεν χρεία ῥο‐ πῆς. Ἀλλ’ οὐκ ἔχεις τὸν προϊστάμενον καὶ εἰσάγοντά σου τὴν δέησιν; Προϊόντος τοῦ βασιλέως φώνησον, καὶ καιρὸν ἐπιτήδειον ζήτησον. Πότε οὖν πρόεισιν ὁ βα‐ σιλεύς; Ἀεὶ καὶ διαπαντός. Πότε δὲ καὶ ἐπιτήδειος
40ὁ καιρός; Ὅταν σὺ θέλῃς, ὅταν ἄξιον σαυτὸν παρα‐ σκευάσῃς. Ἰουδαῖοι μὲν οὖν ἐκελεύοντο ὑπὲρ τὴν ὑπ‐ ώρειαν ἑστάναι, τῷ Θεῷ φαινόμενοι, καὶ τὰ ἱμάτια ἔχειν λευκὰ, καὶ μὴ προσιέναι γυναικί· σὺ δὲ ἀντὶ τῶν ἱματίων τὴν ψυχὴν ἀπόσμηξον, καὶ μετὰ σωφρο‐
45σύνης καὶ ἐπιεικείας πρόσελθε, καὶ μετὰ πολλῆς τῆς σχολῆς, καὶ ἀποδήμησον πρὸς τὸν βασιλέα, εἰ βού‐ λει δεόντως ἀνύσαι. Οὐ δεῖται ἀναλωμάτων πολλῶν ἡ ἀποδημία· λάβε ἐφόδια τὴν ἀρετήν. Καὶ ποῦ οὗτος ὁ βασιλεὺς διατρίβει; Ἐγγὺς τῶν συντετριμμένων τῇ

55

.

447

(50)

καρδίᾳ. Ἐκείνην ἔπελθε τὴν ὁδόν. Ἐγγὺς, φησὶ, Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀλη‐ θείᾳ. Ἐκεῖ αὐτὸν εὑρήσεις, ἐκεῖ συντεύξῃ. Ἐγγύς ἐστι τῶν διαθρυπτόντων πεινῶσι τὸν ἄρτον καὶ ἐλεη‐ μοσύνην ἐργαζομένων. Ἐὰν ταύτην ἔλθῃς, εὑ‐
55ρήσεις αὐτὸν ἕτοιμον, ἐπινεύοντά σου τῇ αἰτήσει. Ἔτι
γὰρ λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· καὶ οὐ δεήσῃColumn end

55

.

448

μεσίτου, ἀλλὰ διὰ σεαυτοῦ τὴν δέησιν ἐπιδώσεις. Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Τί ποιεῖς, ἄνθρωπε; Προϊὼν μέλλεις ἐρεῖν, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσε‐
5ται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐνταῦθα ἀξιοῖς κατὰ τὸ δίκαιον ἀκουσθῆναι; Τί οὖν ἐστι τὸ λεγόμενον; Δικαιοσύνην ἐνταῦθα τὴν φιλανθρωπίαν λέγει, καὶ πολλαχοῦ τῆς Γραφῆς ἴδοι τις ἂν ἐπὶ τοῦ σημαινομέ‐ νου τούτου τὴν δικαιοσύνην λαμβανομένην, καὶ μάλα
10εἰκότως· παρὰ μὲν γὰρ τοῖς ἀνθρώποις τὸ δίκαιον ἀπεστέρηται τοῦ ἐλέους, παρὰ δὲ τῷ Θεῷ οὐχ οὕτως, ἀλλὰ ἀναμέμικται τῷ δικαίῳ καὶ ἔλεος, καὶ τοσοῦτον, ὡς καὶ αὐτὴν τὴν δικαιοσύνην φιλανθρωπίαν καλεῖ‐ σθαι. Σκόπει γοῦν ἐπὶ τοῦ κατακλυσμοῦ, πόσος μὲν
15ἦν ὁ ἔλεος, πόσον δὲ τὸ δίκαιον. Εἰ γὰρ καὶ ἐκολάσθη‐ σαν ἁμαρτάνοντες οἱ τότε, ἀλλὰ οὐ τὴν ἀξίαν ἔδοσαν δίκην. Μὴ γάρ μοι τὸν ὄγκον ἴδῃς τῶν ὑδάτων, μηδὲ τὸ πλῆθος τῶν ἡμερῶν, ὧν τὸ ναυάγιον ἐκεῖνο παρ‐ ετείνετο, μηδὲ τὴν οἰκουμένην ἄβυσσον γινομένην.
20Τί γὰρ τοῦτο πρὸς τοὺς ἀπολωλότας; Ταῦτα γὰρ φόβον μὲν δύναιτ’ ἂν ἔχειν ὑπέρογκον, τιμωρίαν δὲ τοῖς τετελευτηκόσιν οὐδεμίαν ἐπάγει. Οἱ γὰρ οὐκ αἰσθανόμενοι τῶν γινομένων πῶς ἐκολάζοντο; ὧν καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ τῆς ἀπωλείας ἐγίνετο, καὶ
25τὸν σύντομον καὶ κουφότατον ὑπέμειναν θάνατον, καὶ πυρὸς καὶ ξίφους καὶ ἀγχόνης καὶ βασάνων εὐκολώ‐ τερόν τε καὶ ἀλυπότερον; Ὥστε ὄψιν μᾶλλον τιμω‐ ρίας, ἢ πεῖραν εἶχε τὰ γινόμενα. Παρὰ πάντα τοίνυν τὸν χρόνον μέχρι γήρως ἐσχάτου τοιαῦτα παρανομή‐
30σαντες, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν τιμωρίαν ἔδοσαν, εἴ γε τιμωρίαν δεῖ καλεῖν τὸ τῆς φύσεως χρέος. βʹ. Εἶδες πόση ἡ φιλανθρωπία; Βούλει καὶ ἑτέρωθεν αὐτὴν ἰδεῖν; Οὐκ εὐθέως αὐτὴν ἐπήγαγεν, ἀλλὰ προ‐ εῖπε καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. Καὶ γὰρ διὰ τῆς
35λάρνακος αὐτοῖς διελέγετο· οἱ δὲ οὐδὲ οὕτως ἐνέδοσαν, καίτοι οὐδὲ παραγγελίας ἐδεῖτο ἡ παρανομία. Ἀλλ’ οὐδὲ ἡ φύσις αὐτοὺς ἐπαίδευσεν, οἱ δὲ ὡς χοῖροι, μᾶλλον δὲ καὶ χοίρων χαλεπώτερον ἁπάντων ἐν ἀλλή‐ λοις φθειρόμενοι, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ
40βάθρων αὐτῶν ἀνασπάσαντες, καὶ μηδεμιᾷ παραινέ‐ σει, μηδὲ συμβουλῇ ἐνδόντες, μηδὲ τὴν ἀπὸ τῆς τοῦ δικαίου γειτνιάσεως ὠφέλειαν καρπωσάμενοι, ἐν βρα‐ χείᾳ καιροῦ ῥοπῇ μόνον τὴν δίκην ἔδοσαν, μᾶλλον δὲ φθορᾶς ἀπηλλάγησαν, καὶ δίκης ἠλευθερώθησαν. Τοῦ
45γὰρ κατακλυσθῆναι πολλῷ χαλεπώτερον τὸ τοιαῦτα ποιεῖν. Τοῦτο οὖν, εἰπέ μοι, τιμωρία τὸ κακίᾳ φθει‐ ρομένους, καὶ ἀλλήλοις φυρομένους παρανόμως, καὶ καταισχύνοντας, καὶ καταισχυνομένους ἀπαλλάξαι τῆς τοσαύτης λύμης; Εἶτα ἰατρὸν μὲν τὰ σεσηπότα

55

.

448

(50)

ἐκτέμνοντα οὐ φήσομεν τιμωρεῖσθαι τὸ σῶμα, ἀλλ’ ὡς φιλάνθρωπον ἀποδεξόμεθα· τὸν δὲ Θεὸν οὐ πολλῷ μᾶλλον ἐκπλαγησόμεθα καὶ τῆς σοφίας καὶ τῆς φιλανθρωπίας, οὕτω τοὺς ἑαυτοῦ κολάζοντα; Δια‐ παντὸς μὲν οὖν καὶ θαυμάζειν αὐτὸν καὶ δοξάζειν
55χρή· ταύτης δὲ ἕνεκεν τῆς ὑποθέσεως μηδέποτε ἀπο‐ στῶμεν αὐτοῦ τὴν κηδεμονίαν ἐκπληττόμενοι, οὐδὲ παυσώμεθα αὐτὸν καὶ διὰ ταῦτα ἀνυμνοῦντες, ὅτι τε
τομὴν ἔδωκε σύντομον, καὶ τὴν νομὴν ἀπέκοψε, καὶ

55

.

449

τὴν ἰατρείαν ἀνώδυνον ἐπέθηκε. Μὴ δὴ οὖν τοῦτό σε θορυβείτω, ὅτι ἀθρόον καὶ πάντες κατεποντίσθησαν. Τί γὰρ διαφέρει τοῦτο τοῦ κατὰ μικρόν; τί τὸν ἀπελ‐ θόντα ὠφελεῖ τὸ καθ’ ἑαυτὸν, ἢ βλάπτει τὸ μετὰ
5πάντων; Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, τουτέστιν, ἐν φιλανθρωπίᾳ. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο καὶ ὁ Ἰὼβ αἰτεῖ, οὕτω Δίκαιος ὢν, καὶ ἀληθινὸς, καὶ θεοσεβὴς, καὶ ἀπεχόμενος
10ἀπὸ παντὸς πονηροῦ πράγματος· Εἴθε ἦν ὁ δια‐ κρίνων καὶ διελέγχων μεταξὺ ἀμφοτέρων, λέγων· τοῦ δὲ Θεοῦ φανέντος, Χεῖρα θήσω ἐπὶ στόματί μου· καίτοι τοῦ Θεοῦ προκαλουμένου καὶ λέγοντος· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ
15Ἰουδαίοις τοῦτο ὀνειδίζει λέγων· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι οἱ ἄρχον‐ τες ὑμῶν ἠνόμησαν εἰς ἐμέ; Ποιεῖ δὲ τοῦτο, οὐ χαλεπωτέραν θέλων τὴν ψῆφον ἐργάσασθαι, ἀλλ’ εἰς αἴσθησιν αὐτοὺς ἐμβαλεῖν καὶ
20ὁμολογίαν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τότε δοῦ‐ ναι τὴν συγχώρησιν, ἵνα οὕτως ἴδωσι τῆς εὐεργεσίας τὸ μέγεθος. Διό φησι, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος· οὐχ, Ἵνα κατακριθῇς, ἀλλ’, Ἵνα δικαιωθῇς. Διά τοι τοῦτο οὐδὲ αὐτὸς αὐτὰς λέγει, ἀλλ’ ἐκεῖνον
25παρασκευάζει. Εἰ μὲν γὰρ κολάσαι ἐβούλετο, αὐτὸς ἂν κατηγόρησε· νυνὶ δὲ ἐπειδὴ ἐλεῆσαι θέλει, παραχωρεῖ τῷ ἡμαρτηκότι, ὥστε αὐτὸν εὐγνωμοσύνης λαβεῖν στέφανον, καὶ διὰ τῆς ὁμολογίας ἐπισπάσασθαι τὸν ἔλεον. Τί ταύτης τῆς φιλανθρωπίας γένοιτ’ ἂν ἴσον;
30Οὐδέν. Εἰπὲ, φησὶ, καὶ οὐδὲν πλέον ζητῶ· ὁμολόγη‐ σον, καὶ ἀρκεῖ μοι· εἰπὲ, καὶ τὸ πᾶν ἀπέχω. Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο ἀπὸ τοῦ μέλλειν δικάζεσθαι τὸν Θεὸν παρὰ πολλοῖς κατώρθωται. Οἱ μὲν γὰρ εὐγνώμονες καὶ πρὸ τούτου
35ἴσασι τοῦτο· οἱ δὲ ἀγνώμονες ἀπὸ τοῦ συνεχῶς λέγειν τοὺς προφήτας, Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διαλεχθήσεται· καὶ πάλιν, Ἀκούσατε, φάραγγες καὶ θεμέλια τῆς γῆς· καὶ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἀπὸ
40τοῦ συνεχῶς οὖν αὐτὸν λέγεσθαι δικάζειν, καὶ παρὰ τοῖς ἀναισθήτοις κατωρθοῦτο. Καὶ γὰρ ἔλεγόν τινες τῶν Ἰουδαίων· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου· καὶ, Ἀνοικοδομοῦνται ποιοῦντες ἀνομή‐
45ματα, καὶ μακαρίζομεν ἀλλοτρίους· καὶ, Οὐκ εὐ‐ θεῖα ἡ ὁδὸς Κυρίου. Καὶ ὁ μακάριος δὲ Ἰὼβ, ἐπειδὴ εἰς τὸν πειρασμὸν ἐνέπεσεν ἐκεῖνον, οὐκ ἀπὸ τοιαύτης γνώμης ἧς οἱ Ἰουδαῖοι, οὐδὲ τὰ τοιαῦτα, μὴ γένοιτο· ἔλεγε δ’ οὖν ὅμως· Εἴθε ἦν ὁ μεσίτης, καὶ

55

.

449

(50)

διακρίνων καὶ ἐλέγχων μεταξὺ ἀμφοτέρων. Ἀπαλλαξάτω τὴν ῥάβδον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. Διὰ δὴ τοῦτο λέγει αὐτῷ· Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Εἶτα ἐπειδὴ κατεπλάγη, καὶ ἔλεγε· Τί ἔτι κἀγὼ
55κρίνομαι νουθετούμενος, καὶ ἐλέγχω Κύριον; καὶColumn end

55

.

450

πάλιν, Ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ οἱ ὀφθαλμοί μου ἑωράκασί σε· διὸ ἐφαύ‐ λισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν· χεῖρα θήσω ἐπὶ τῷ στόματί μου·
5λέγει πρὸς αὐτὸν, Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, μονονουχὶ αὐτὸν ἀναμιμνήσκων αὐτοῦ τῶν ῥημάτων καὶ λέγων· Ἐπεὶ ἐβούλου κρίνε‐ σθαι πρὸς ἐμὲ, ἰδοὺ πάρειμι δικασόμενος. Εἶδες Θεοῦ φιλανθρωπίαν ἄφατον, εἶδες ἀγαθότητα πέρας οὐκ
10ἔχουσαν; Διὰ δὴ τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς ἔλεγον. Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀναισθήτων τὰ ἑαυτῶν ἁμαρτήματα ἐπὶ τὸν Θεὸν ἐπάγουσι, τοῦτο τοῦ διαβόλου κατασκευά‐ σαντος, πρόῤῥιζον ταύτην ἀνασπῶν τὴν συνήθειαν
15ὁ Θεὸς, συνεχῶς λέγει κρίνεσθαι πρὸς αὐτούς. γʹ. Τοιοῦτον γοῦν τι καὶ ὁ πρωτόπλαστος ἥμαρτε· διὸ καὶ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Καὶ Ἰουδαῖοι δὲ πολλὰ τοι‐ αῦτα ἡμάρτανον. Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
20σου πᾶς ζῶν. Τί δαὶ λέγω ἐμαυτὸν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; φησίν. Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς, ὃς κρινόμενος πρὸς τὰ ἐπηγγελμένα παρὰ σοῦ, δικαιωθῆναι δύναται· οὕτως ἐκ περιουσίας τὰ νικη‐ τήρια παρὰ σοί. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν
25ψυχήν μου. Ἔστι μὲν τοῦτο νοεῖν καὶ διὰ τὸν Σαοὺλ εἰρῆσθαι, ἐχθρὸν ὄντα, καὶ αὐτὸν τότε διώκοντα· ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ἐχθρὸν τὸν διάβολον εἰπεῖν· οὐ παύεται γὰρ ἐκεῖνος διώκων τοὺς τοῦ Θεοῦ. Πῶς οὖν ἂν ἀπαλλαγείημεν τοῦ διώκεσθαι; Εἰ τόπον
30εὕροιμεν, ἔνθα εἰσελθεῖν οὐ δύναται. Καὶ ποῖος, φησὶν, οὗτός ἐστιν ὁ τόπος; Ποῖος δὲ ἕτερος, ἀλλ’ ἢ ὁ οὐρανός; Πῶς δὲ δυνατὸν εἰς τὸν οὐρανὸν ἀναβῆ‐ ναι; Ἄκουσον Παύλου λέγοντος καὶ δεικνύντος, ὅτι καὶ σαρκὶ συμπεπλεγμένοι δυνάμεθα διατρίβειν ἐκεῖ·
35Τὰ ἄνω γὰρ φρονεῖτε, φησὶν, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ πάλιν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐταπεί‐ νωσεν εἰς γῆν τὴν ζωήν μου. Πολλὰ σημαίνει τῆς ταπεινώσεως τὸ ὄνομα. Ἔστι
40γὰρ καὶ ἀρετῆς ταπείνωσις, ὡς ὅταν λέγῃ· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἔστι καὶ ἀπὸ συμφορῶν ταπείνωσις· ἔστι καὶ ἀπὸ ἁμαρτημάτων. Ἐνταῦθα μέντοι τὴν ἀπὸ τῶν συμφορῶν λέγει. Διὸ καὶ ἐπήγαγε τοῦτο δεικνύς·
45Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἔστι καὶ ταπείνωσις ἐξ ἀπονοίας, ὡς ὅταν λέγῃ, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Ἔστι καὶ ἑτέρα ταπείνω‐ σις, ἡ ἀπὸ τῆς ἀπληστίας. Τί γὰρ ταπεινότερον τῶν κατορυττόντων ἑαυτοὺς ἐν πλούτῳ καὶ δυναστείαις

55

.

450

(50)

καὶ δόξαις; Διπλῶς γάρ εἰσι ταπεινοὶ οἱ τοιοῦτοι, ὅτι τε χαμαὶ σύρονται, καὶ ὅτι μεγάλα ταῦτα νομί‐ ζουσιν, ὡς τὰ παιδία τὰ μικρὰ ἀστραγάλους καὶ σφαίρας καὶ τὰ τοιαῦτα ἀθύρματα μεγάλα τίθενται. Ἀλλὰ τοῦτο οὐ τοῦ μεγάλα εἶναι ἐκεῖνα σημεῖόν
55ἐστιν, ἀλλὰ τοῦ τῶν θαυμαζόντων τὴν διάνοιαν ἀτελῆ τυγχάνειν καὶ ταπεινήν. Ἀλλ’ ἐκεῖνο μὲν ἡλικίας καὶ φύσεώς ἐστιν ἐλάττωμα, τοῦτο δὲ προαιρέσεως
ἔγκλημα. Καὶ γὰρ ἀνὴρ ὢν, καὶ ἐν ἡλικίᾳ τελείᾳ

55

.

451

γεγονὼς, τραπέζας καὶ πόρνας καὶ τρυφὴν μεγάλα εἶναι νομίζει· οὗ τί γένοιτ’ ἂν ταπεινότερον; Καίτοι πολλοὶ τοὺς τοιούτους μεγαλοψύχους καλοῦσιν· ἀλλ’ οὗτοι ἐκείνων πολλῷ ταπεινότεροι πάλιν. Μάθωμεν
5τοίνυν ὅπερ ἐστὶν ὕψος ἀληθὲς, καὶ τί εὐτέλειαν ἐρ‐ γάζεται. Οὐδὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸ τούτων ὑπερορᾷν, ποιεῖ. Νῦν οὖν ὁ προφήτης τὴν ἀπὸ τῶν συμφορῶν λέγει ταπείνωσιν· Ἐκάθισέ με ἐν σκο‐ τεινοῖς ὡς νεκροὺς αἰῶνος. Διπλῆν λέγει τὴν συμ‐
10φορὰν, καὶ ὅτι ἐν σκοτεινοῖς, καὶ ὅτι ὡς νεκροὺς αἰῶ‐ νος, δι’ ἑκατέρων αἰνιττόμενος τὴν τότε αἰχμαλωσίαν. Ἐπεὶ γάρ ἐστι καὶ ἐν σκοτεινοῖς ὄντα πράττειν τι, λύχνον ἅψαντα, μετ’ ἐπιτάσεως βουλόμενος δεῖξαι τὴν ὑπερβολὴν τῶν κακῶν, τῷ ὀνόματι τῶν νεκρῶν ὤγ‐
15κωσε τὴν τραγῳδίαν. Τοιοῦτοί εἰσι καὶ οἱ ἐν ἁμαρτή‐ μασι ζῶντες. Ὡς γὰρ ἐν σκότῳ νεκροὶ, οὕτως εἰσί· κἂν μυρίας οὖν περιφέρωσι λαμπηδόνας, κἂν πρὸς τὸν ἥλιον βλέπωσι, κἂν φαιδροὶ γίνωνται ἀπὸ τῶν ἐσθημάτων καὶ τῆς ἄλλης θεραπείας, τῶν νεκρωθέν‐
20των ἅπαξ καὶ ἐν σκότῳ ὄντων οὐδὲν ἄμεινον διάκειν‐ ται, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον, ὅσῳ τὸ μὲν φύ‐ σεως πρᾶγμα, τὸ δὲ προαιρέσεως κατηγορία. Ἔστι σκότος καὶ τὸ μέλλον περὶ οὗ φησιν, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἔστι καὶ
25σκότος τὸ τῆς κακίας. Καθημένους ἐν σκότει, φησὶ, καὶ σκιᾷ θανάτου. Καὶ ὁ Παῦλος, Οὐκ ἐσμὲν υἱοὶ σκότους. Καὶ πάλιν, Ἐματαιώθησαν ἐν τοῖς δια‐ λογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐ‐ τῶν καρδία.
30 Διὰ δὴ τοῦτο καὶ ὥσπερ οἱ ἐν σκότῳ οὐκ ἴσασι τῶν πραγμάτων τὴν φύσιν, καὶ καθάπερ οἱ ἐν ἁμαρ‐ τίαις ζῶντες πεπήρωνται, καὶ οὐ διαγινώσκουσι τὰ φαινόμενα, ἀλλὰ πρὸς τὰς σκιὰς ὡς πρὸς τὴν ἀλή‐ θειαν τρέχουσι, πλοῦτον καὶ τρυφὰς καὶ δυναστείας
35διώκοντες, καὶ ἀγνοοῦσιν ἐχθροὺς, καὶ ἀγνοοῦσι φί‐ λους, τοῖς μὲν ἐχθροῖς ὡς φίλοις θαῤῥοῦντες, τοῖς δὲ φίλοις ὡς πολεμίοις συῤῥηγνύμενοι. Οὐχ ὁρᾷς καθ’ ἑκάστην ἡμέραν πένητας βοῶντας, ὀδυνωμένους, καὶ οὐδένα ἀκούοντα; Διὰ τί οὖν οὐκ ἀκούουσιν; Ὅτι ἐκάθ‐
40ισεν αὐτοὺς ὁ διάβολος ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Ὅπερ γὰρ ἑτέροις τὸ σκότος καὶ ἡ νεκρότης, τοῦτο τούτοις ἡ ἀπανθρωπία. Τῶν ἐν σκότῳ καθημέ‐ νων ἐστὶ τὸ μὴ ὁρᾷν τὰ ἐπιόντα κακά. Τοῦτο καὶ οὗτοι πάσχουσι, παρακειμένας σχεδὸν τὰς συμφορὰς οὐ βλέ‐
45ποντες, καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταφερό‐ μενοι. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὰ αἰσχρὰ μετὰ πάσης ἀδείας τολμᾷν. Τοῦτο καὶ οἱ ἐν πονηρίᾳ ζῶντες πράττουσιν, ὥσπερ ἐν σκότῳ καθήμενοι, καὶ μηδενὸς ὄντος ἀνθρώπων τοῦ βλέποντος τὰ πραττόμενα, οὕτω

55

.

451

(50)

μετὰ ἀδείας ἅπαντα τολμῶσιν ἐν μέσαις πόλεσιν ὡς ἐν ἐρημίᾳ παρανομοῦντες. δʹ. Οἱ ἐν σκότῳ καθήμενοι ἐν φόβῳ εἰσὶ διηνεκεῖ· τοῦτο καὶ οὗτοι. Οὐδεὶς γὰρ πλεονέκτης καὶ ἅρπαξ ἐκτὸς δέους ἐστὶ, κἂν μυρία κομπάζῃ, καὶ φαιδρὸς
55ἔξωθεν φαίνηται. Τοιαύτη γὰρ τοῦ συνειδότος ἡ φύσις. Καὶ ἔμπροσθεν μὲν οὖν ἦσαν ἀπεστερημένοι συγγνώ‐ μης ἁπάσης οὗτοι, πολλῷ δὲ μᾶλλον νῦν, διότι τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, ἔτι ἐν σκότῳ κάθ‐ ηνται. Καὶ πῶς ἡλίου λάμψαντος, ἔτι ἐν σκότῳ κάθ‐
60ηνται; Παρὰ τὴν τῶν οἰκείων ὀφθαλμῶν ἀσθένειαν.
Πρὸς γὰρ καταδύσεις ἢ φωλεοὺς ἢ καὶ χηραμοὺςColumn end

55

.

452

ἑαυτοὺς κατορύττοντες τῆς πονηρίας, διαβλέψαι οὐ δύνανται πρὸς τὴν ἀκτῖνα, διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἕτερος, Καὶ πε‐
5ριειλεῖτο ἐπ’ ἐμὲ ἡ ψυχή μου. Πολλὴν τὴν ὑπερ‐ βολὴν τῆς θλίψεως διὰ τοῦ θορύβου τῆς διανοίας ἐμ‐ φαίνει. Τί δέ ἐστιν, Ἐν ἐμοί; Οὐδὲ εἰς ἄλλους ἐξ‐ ενεγκεῖν εἶχον, φησὶ, καὶ λαβεῖν τινα παραμυθίαν. Τοιαῦται αἱ τῶν πονηρῶν ἀνθρώπων ψυχαί· οὐκ
10ἔστιν ὅτε οὐ ταράττονται, οὐ μόνον παρόντων, ἀλλὰ καὶ προσδοκωμένων τῶν δεινῶν. Οὐκ ἔστι παρ’ αὐ‐ τοῖς οὐδέποτε γαλήνη, οὐκ ἔστιν ἄδεια τῆς ψυχῆς, ἀλλὰ παντὸς πελάγους διακόπτονται μειζόνως· οὐ νὺξ, οὐχ ἡμέρα ἀτέλειαν δίδωσιν αὐτοῖς τοῦ χειμῶ‐
15νος, ἀλλ’ ἐλαύνονται πανταχόθεν, κἂν μηδεὶς ὁ ἐν‐ οχλῶν ᾖ, τὸν πόλεμον σύνοικον ἔχοντες, καὶ τῶν ἤδη ληφθέντων οὐκ ἀπολαύουσι, ταῖς φροντίσι τῶν μηδέπω προσγενομένων τρυχόμενοι, κοπτόμενοι, τὰ πάντων μεριμνῶντες πράγματα, τὰς ἁπάντων περιουσίας
20περιεργαζόμενοι, ἀναλογιζόμενοι πῶς τὸν μὲν πεί‐ σουσι, τὸν δὲ φοβήσουσι, τὸν δὲ κολακεύσουσι, τὸν δὲ βιάσονται, τὸν δὲ θεραπεύσουσι, συκοφαντίας, ὠνὰς, ἀπεμπολήσεις, διαθήκας, ἐγγύας, τόκους, κεφάλαια, τὸν φορυτὸν τῶν κακῶν τούτων παρ’ ἑαυτοῖς ἀνελίτ‐
25τοντες· καὶ ὅταν κατὰ ῥοῦν αὐτοῖς τὰ πράγματα ἔλθῃ, τότε μάλιστα θορυβοῦνται. Ὅρα γοῦν τὸν πλούσιον ἐκεῖνον ταραττόμενον, ὅταν εὐθήνησεν αὐτοῦ ἡ χώρα, καὶ διαπορούμενον, καὶ ἐν ἀμη‐ χανίᾳ καθεστῶτα, καὶ λέγοντα· Τί ποιήσω; Καθ‐
30ελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἀλλ’ ὁ πένης οὐδὲν πάσχει τοιοῦτον. Ἐμνήσθην ἡμερῶν ἀρχαίων· ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐ μικρὰ αὕτη παράκλησις, τὸ τὰ πρό‐ τερα εἰδέναι, καὶ τὰ παρόντα. Ἐπειδὴ γὰρ, ὡς εἰπεῖν,
35τοῖς αὐτοῖς νόμοις ὁ Θεὸς διοικεῖ καὶ τὰ νῦν καὶ τὰ ἔμπροσθεν, μεγίστη παράκλησις εἰς τὰ παρόντα τῶν παρελθόντων ἡ μνήμη. Διὸ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; Καὶ ἄλλος, Ἐμβλέψατε
40εἰς τὰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον καὶ ἐγκατελείφθη; Καὶ ὁ Παῦλος, Ταῦτα δὲ πάντα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Οὐ τὰ ἀλλότρια δὲ, ἀλλὰ καὶ τὰ οἰκεῖα
45πολλάκις ἀναμιμνησκόμενοι κερδαίνομεν. Καὶ τοῦτο δείκνυσιν ὁ Ἀποστόλος λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Καὶ ἀπὸ τοῦ ἐναντίου· Τινὰ οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν

55

.

452

(50)

ἐπαισχύνεσθε; Καὶ ἄλλος σοφὸς, Ἀναμιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Τοῦτο γὰρ εἰ καὶ μέλλον ἐστὶν, ἀλλ’ ὅμως ἀπὸ τοῦ παρ‐ ελθόντος ἔχει τὴν ἀρχὴν ὁ θάνατος ὁ κοινός. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ ἀπὸ τῶν μελλόντων καὶ παρελθόντων,
55καὶ ὅταν παρακαλέσαι δέῃ, καὶ ὅταν σωφρονίσαι· Οὐ θέλω, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέ‐ ρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάν‐
τες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες τὸ

55

.

453

αὐτὸ βρῶμα τὸ πνευματικὸν ἔφαγον· ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Ποτὲ δὲ ἀπὸ τῶν μελλόντων· Οἵτινες δίκην τίσουσιν, ὄλε‐ θρον αἰώνιον ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς
5δόξης τῆς ἰσχύος αὐτοῦ. Καὶ πάλιν· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν τῷ πυρὶ ἀποκαλύπτεται. Καὶ πάλιν· Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἀλλὰ ταῦτα μὲν ὅταν σωφρονίσαι·
10ὅταν δὲ παρακαλέσαι δέῃ, ἀφ’ ἑκατέρων παρακαλεῖ· ἀπὸ μὲν τῶν παρελθόντων, λέγων οὕτως· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, καὶ πατὴρ πάσης πα‐ ρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλί‐
15ψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ἀπὸ δὲ τῶν μελλόντων, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλ‐ λουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Διὰ τοῦτο καὶ οὗτος λέγει, Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέ‐
20τησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐχ ἁπλῶς εἶπεν, Ἐμνήσθην, ἀλλ’, Ἐμελέτησα· τουτέστιν, Ἔργον ἐποιησάμην καὶ πολλὴν τὴν μελέτην, τὰ τοῖς παλαιοῖς συμβεβηκότα αὐτὸς ἀνελίττειν παρ’ ἐμαυτῷ. Μεγάλη γὰρ ἀπὸ τῆς τῶν Γραφῶν ἱστορίας ἐγγίνεται ἡμῖν καὶ
25παράκλησις καὶ φιλοσοφία. Διὸ καὶ ἔλεγεν ὁ Παῦλος· Διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γρα‐ φῶν τὴν ἐλπίδα ἔχομεν. Καὶ πάλιν· Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν.
30 εʹ. Καὶ οὗτος γοῦν ἐντεῦθεν ἤδη παρεκλήθη ἐν τοσ‐ αύτῃ θλίψει ὢν καὶ ταραχῇ τῷ τὰ παλαιὰ ἀνελίττειν παρ’ ἑαυτῷ, καὶ τοῦ Θεοῦ τὰς οἰκονομίας τὰς διαφόρως γεγενημένας ἀναμιμνήσκεσθαι. Ἕτερος γοῦν φησι, Καὶ ἐμελέτησα πάσας τὰς πράξεις σου. Ἐν
35τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Ἄλλος, Τὰ ἔργα τῶν χειρῶν σου ἐμελέτων. Δείκνυσι διὰ τού‐ του, ὅτι ταῦτα ποιῶν, πολλὴν ἐκαρποῦτο τὴν παράκλη‐ σιν, καὶ οἰκειότερος πρὸς τὸν Θεὸν ἐγίνετο. Διὸ καὶ ἐπήγαγε τοῦτο ἐμφαίνων, Διεπέτασα πρὸς σὲ τὰς
40χεῖράς μου. Οὐκ εἶπεν, Ἐξέτεινα, ἀλλὰ, Διεπέτασα, πολλὴν δεικνὺς τὴν διάθεσιν τῆς καρδίας, μονονουχὶ ἐξάλλεσθαι τοῦ σώματος ἐπειγομένης καὶ πρὸς αὐτὸν ἀνατρέχειν. Ἔνθους οὖν γενόμενος ὑπὸ τῆς μνήμης τῶν κατορθωμάτων, καὶ τὴν φιλανθρωπίαν ἀναλογισά‐
45μενος ἅπασαν, καὶ τὴν ἀπὸ τῶν συμφορῶν παίδευσιν, καὶ τὴν ἀπὸ τῆς ἀπαλλαγῆς ἐλευθερίαν, πρὸς σὲ πάλιν κατέφυγον. Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ἕτερος, Ὡς γῆ διψῶσα πρὸς σὲ ἀεί· τοῦτο γάρ ἐστι τὸ, Διά‐ ψαλμα. Καὶ ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς εὐημερίαις

55

.

453

(50)

καὶ ἐν πάσῃ καιρῶν διαφορᾷ τὴν ἴσην ἐπεδεικνύμην σπουδὴν, φησί. Τί δέ ἐστιν, Ὡς γῆ ἄνυδρός σοι; Ὥσπερ γῆ διψῶσα τοῦ ὑετοῦ ἐφίεται, οὕτω κἀγὼ τοῦ παρὰ σοὶ εἶναι διηνεκῶς. Μάλιστα δὲ ταύτην ἐπέτεινε τὴν ἐπιθυμίαν τῶν θλίψεων ὁ ὄγκος· διὸ καὶ ἀφῆκεν
55αὐτὰς ὁ Θεὸς αὐξηθῆναι, τὴν πολλὴν πρόνοιαν ἐπιδει‐ κνύμενος. Οὐ γὰρ ἐποίησε τὰ κτίσματα μόνον, ἀλλὰ καὶ γενομένων ἐπιμελεῖται, καὶ ἀνθρώπων, καὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γοῦν καὶ ὁ Παῦλος εἰδὼς ἔλε‐
γεν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶColumn end

55

.

454

ἐσμέν. Καὶ πάλιν· Ἐν αὐτῷ τὰ πάντα συνέστηκε. Καὶ ὁ Δαυΐδ· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐ‐ τοῖς, συλλέξουσιν· ἀνοίξαντός σου τὴν χεῖρα, τὰ
5σύμπαντα πλησθήσεται χρηστότητος· ἀποστρέ‐ ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Καὶ πάλιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ ὁ Ἡσαΐας· Ὁ κατέχων τὸν γῦρον τῆς γῆς. Καὶ περὶ ἀρετῆς· Ἐὰν μὴ Κύριος, φησὶν, οἰ‐
10κοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο‐ μοῦντες αὐτόν. Καὶ πάλιν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Διὰ τοῦτο καὶ σείει τὴν γῆν, καὶ καπνίζει τὰ ὄρη ἁπτόμε‐ νος, τὴν δεσποτείαν αὐτοῦ δηλῶν. Σκοτοῖ δὲ τὸν ἥλιον,
15καὶ ἐκλείπειν ποιεῖ, διὰ τούτου πάλιν τὴν δημιουργίαν αὐτοῦ ἀνακηρύττων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ ὁρᾷς ἥλιον ἀναποδίζοντα, καὶ σελήνην μετ’ αὐτοῦ πάλιν ἱσταμένην, καὶ πολλὰ ἕτερα θαύματα. Ὅτε μὲν γὰρ αὐτοῦ ἡ γνῶσις οὔπω ἐκ‐
20τέτατο, ταῦτα ἐγίνετο· νυνὶ δὲ οὐκ ἔστι χρεία ταύτης τῆς διδασκαλίας, τῶν πραγμάτων βοώντων καὶ δει‐ κνύντων τὸν Δεσπότην. Εἶδες ἐν Αἰγύπτῳ σκότος, καὶ στοιχείων μεταβολάς; Εἰ δὲ λέγοιέν τινες, ὅτι ἡ ἔκλει‐ ψις φυσικῶς, ἀλλ’ οὐ τοῦ Θεοῦ κελεύσαντος συνέβη, εἰ‐
25πάτωσαν πῶς ἐν τῷ καιρῷ τοῦ σταυροῦ γέγονεν. Οὐ γὰρ δὴ τῷ ὡρισμένῳ τότε καιρῷ, ἀλλ’ ὅτε μάλιστα οὐκ ἦν ἀκόλουθον, ἢ κατὰ δρόμον φύσεως, τότε συνέβη, τεσσαρεσκαιδεκαταίας καὶ πλήρους οὔσης· αἱ δὲ ἐκλείψεις οὐχ οὕτω γίνονται. Ἀλλ’ οὐκ ἂν ἔχοιεν
30Ὥστε δῆλον ὅτι καθάπερ τὰ ἄλλα τῇ τοῦ Δημιουργοῦ προστάξει, οὕτω καὶ ἐκλείψεις ἅπασαι γίνονται. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Τί λέγεις; ἐπείγεις τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν; Οὐδαμῶς· ἀλλ’ ἔθος καὶ τοῦτο ταῖς θλιβομέναις ψυχαῖς,
35ὥσπερ καὶ τοῖς κάμνουσι τῶν ἀνθρώπων, παρακαλεῖν τοὺς ἰατροὺς, κἂν ὁ καιρὸς μὴ ἀπαιτῇ, καὶ ταχέως ἐπάγειν τὴν λύσιν. Διὸ καὶ ὁ αὐτὸς τὴν αἰτίαν προστι‐ θεὶς ἔλεγεν· Ἐξέλιπε τὸ πνεῦμά μου. Καίτοι ὁ Θεὸς καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὢν, πολλῷ μᾶλλον πρὸ
40τελευτῆς. Ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, ἡ ἀσθένεια τῆς φύ‐ σεως ἐντεῦθεν ἐλέγχεται. ᾜδει μὲν γὰρ, ὅτι αὐτῷ πάντα ῥᾴδια, ἀλλ’ οὐ φέρει τὴν ἐπαγωγὴν τῶν δεινῶν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
45Ἕτερος, Μὴ κρύψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Καὶ πόθεν ἡ ἀποστροφὴ γίνεται; Αὐτὸς ὁ Θεὸς διὰ τοῦ Ἡσαΐου λέγει· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου; Ἀλλ’ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὅταν οὖν τι πράξωμεν πονηρὸν, ἀποστρέφεται.

55

.

454

(50)

Καθαρὸς γὰρ, φησὶν, ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά· καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ. Διὰ τοῦτο ἀποστρέφεται καὶ τοὺς ἀπονενοημένους. Διό φησιν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύ‐
55την τοίνυν διώκωμεν τὴν ἀρετὴν, ἵνα ἐπισπασώμεθα

55

.

455

αὐτοῦ τὸ πρόσωπον, ἵνα μὴ καταπέσωμεν εἰς τὰ βάρα‐ θρα τῆς κακίας, πολλοῦ τοῦ σκότους κατέχοντος. Ἔστι καὶ πεσόντας ἀνελθεῖν. Δεῖ τοίνυν τοὺς καταπίπτοντας μὴ μένειν κάτω κειμένους.
5 Λάκκος δέ ἐστι χαλεπὰ θηρία ἔχων καὶ σκότους γέ‐ μων, τῆς ἁμαρτίας ἡ φύσις. Οὐκοῦν χαλάσωμεν τῶν Γραφῶν τὰ σχοινία, καὶ τὴν προαίρεσιν ἐπιδῶμεν· καὶ ταχέως ἀναστησόμεθα, κἂν καταπέσωμεν. Πῶς δ’ ἂν γένοιτο ἀρχὴ ὁδοῦ; Ἂν καταπεσόντες μὴ καταφρονή‐
10σωμεν, μηδὲ ἀπογνῶμεν, ἀλλ’ ἐπᾴδωμεν ἑαυτοῖς τὰ προφητικὰ ταῦτα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ πάλιν· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκού‐ σητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ τούτοις τοῖς λογισμοῖς δήσαντες
15ἑαυτοὺς ἀνελκύσωμεν. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἕτερος, Ἀκουστὸν ποίησόν μοι ἐξ ὄρθρου τὸ ἔλεός σου, τουτέστι, ταχέως. ϛʹ. Εἶδες θλιβομένην ψυχὴν καὶ θορυβουμένην; Πρὸ
20γὰρ τῆς πείρας ἀκοῦσαι βούλεται, ὥστε ταῖς ἐλπίσιν ὀρθωθῆναι καὶ τῇ προσδοκίᾳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀνάστησόν με ἀπὸ τῆς ἐπαγγελίας. Εἶτα καὶ τὴν δι‐ καιολογίαν τοῦ τυχεῖν προστίθησι, λέγων· Ὅτι ἐπὶ σοὶ ἤλπισα. Οὐδὲν γὰρ ὁ Θεὸς οὕτως ἐπιζητεῖ, ὡς τὸ
25διηνεκῶς πρὸς αὐτὸν κεχηνέναι. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι· ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Τί λέγεις; καὶ τῆς φύσεως ἐχούσης τὸν νόμον τὸν ἐξ ἀρχῆς ὑπὸ τοῦ Θεοῦ ἐντεθέντα, καὶ τῶν γραμμάτων αὐτὸν ἀνανεούντων τῶν Μωσαϊκῶν,
30πῶς ἀξιοῖς λέγων πάλιν, Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι; Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν· Ἐπεὶ ὑπὸ τῆς κακίας κατεχώσθη μου τὸ συνειδὸς, ἀξιῶ αὐτὸ ἀνανεωθῆναι. Ἢ ὁδὸν ἐνταῦθα τὰ πολλὰ τῶν ἀγνοουμένων ἀνθρώποις λέγει, ὥσπερ καὶ Παῦλος δεί‐
35κνυσι, λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν. Εἰ δὲ Παῦλος ἀγνοεῖ μετὰ τοσαύτην γνῶσιν, τί θαυμάζεις εἰ οὗτος ταῦτα λέγει; Ὅρα δὲ αὐτὸν οὐδὲν αἰσθητὸν ἐνταῦθα ζητοῦντα, ἀλλὰ τὴν ὁδὸν τὴν πρὸς Θεὸν φέρουσαν, καὶ οἴκοθεν παρέχοντα τὰς
40ἀρχάς. Οὐ γὰρ ἁπλῶς εἶπε· Γνώρισόν μοι, Κύριε, τὴν ὁδὸν τὴν πρὸς σὲ φέρουσαν, ἀλλὰ τί; Ἐπει‐ δὴ πρὸς σὲ ἦρα τὴν ψυχήν μου· τουτέστι, Πρὸς σὲ κέχηνα, πρὸς σὲ βλέπω. Τούτοις γὰρ μάλιστα ὁ Θεὸς γνωρίζει. Διὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος
45διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα πρὸς σὲ [τὴν] ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Ὅρα πανταχοῦ τὰς αἰτίας καὶ

55

.

455

(50)

παρὰ τοῦ δεομένου προσφερομένας. Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν, ὅτι πρὸς σὲ ἦρα τὴν ψυ‐ χήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
55σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, Δίδαξόν με τὸ
θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ θέλημάColumn end

55

.

456

σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκα‐ λίας, ὥστε βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ παρ’ ἑαυτῶν
5εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός μου. Ὁρᾷς τὰς αἰτή‐ σεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας, καὶ δόξης, ἀλλ’ ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, προσάγει τὴν αἴτησιν· ὅπερ ἐστὶ θη‐ σαυρὸς τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς,
10καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐ‐ θείᾳ. Ὁρᾷς πῶς μανθάνομεν, πῶς διδασκόμεθα ἀνύειν τὴν ὁδὸν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου; Διὸ καὶ ὁ Παῦ‐ λος ἔλεγεν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ
15Πνεύματος αὐτοῦ. Ἐν γῇ εὐθείᾳ. Κατὰ μὲν τὴν ῥῆσιν, τὴν πατρίδα αὐτοῦ φησι· κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Ἄλλος δέ φησι· Διὰ γῆς ὁμαλῆς. Οὐδὲν γὰρ λειότερον ἀρετῆς, θορύ‐ βων ἀπηλλαγμένης καὶ ταραχῆς. Ἕνεκεν τοῦ ὀνό‐
20ματός σου, Κύριε, ζήσεις με. Ὁρᾷς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγοντα, οὐ παῤῥησίᾳ βίου θαῤ‐ ῥοῦντα; Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλί‐ ψεως τὴν ψυχήν μου. Ἄλλος φησίν· Ἐν τῇ ἐλεη‐
25μοσύνῃ σου. Ὁρᾷς πῶς ἀληθὲς, ὅπερ ἔμπροσθεν ἔλε‐ γον, ὅτι πολλαχοῦ τὴν δικαιοσύνην αὐτοῦ φιλανθρωπίαν καλεῖ; Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Εὔ‐ χεσθε γὰρ, φησὶ, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς
30μου. Οὐκ ἐπειδὴ, φησὶν, ἐγὼ ἄξιος, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν ἀπάλλαξόν με τῶν πολεμούντων με, ἐλευθέρωσον τῶν ἐπιβουλευόντων, δὸς ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς θλίψεως. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου
35εἰμί. Ὅρα πάλιν τὴν αἰτίαν κειμένην. Οὐ γὰρ ἔστιν ἁπλῶς ἐπιτυγχάνειν τῶν αἰτήσεων, ἀλλὰ πανταχοῦ παρασκευάζειν ἑαυτοὺς ἀξίους χρὴ τοῦ λαμβάνειν ἅπερ αἰτοῦμεν, καὶ τὰ παρ’ ἑαυτῶν συνεισφέρειν, καὶ οὕτω προσιέναι. Οὐ γὰρ ἀρκεῖ μόνον τῆς εὐχῆς ἡ
40φύσις· ἐπεὶ καὶ Ἰουδαῖοι ηὔχοντο, καὶ ἤκουον· Κἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Καὶ τί θαυμάζεις, εἰ οἱ Ἰουδαῖοι οὐκ ἠκούοντο, ὅπου γε καὶ Ἱερεμίας ὑπὲρ αὐτῶν παρακαλῶν ἐπετιμᾶτο, καὶ ἅπαξ καὶ δὶς ἀκούει· Μὴ προσεύχου ὑπὲρ τοῦ
45λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Καὶ τί θαυμάζεις εἰ Ἱερεμίας οὐκ εἰσακούσηται; Κἂν Νῶε, φησὶ, κἂν Ἰὼβ, κἂν Δανιὴλ στῶσιν, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Ταῦτα τοίνυν εἰ‐ δότες, μὴ μόνον εὐχώμεθα, ἀλλὰ μετὰ τῶν εὐχῶν

55

.

456

(50)

ἀξίους ἑαυτοὺς παρασκευάζωμεν τοῦ λαβεῖν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγα‐ θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
55Ἀμήν.

55

.

457

(1t)

ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ.
2Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.
5 αʹ. Τί λέγεις; πολέμων διδάσκαλος ὁ Θεὸς, καὶ μά‐ χης, καὶ παρατάξεως; Μάλιστα μέν· οὐκ ἄν τις ἁμάρ‐ τοι καὶ τὴν ἐν τούτοις νίκην αὐτῷ λογιζόμενος. Τοῦτο γάρ ἐστιν, Ὁ διδάσκων τὰς χεῖράς μου. Τουτ‐ έστιν, ὁ ποιῶν περιγενέσθαι τῶν πολεμίων, κρατεῖν,
10τρόπαιον ἐγείρειν. Καὶ γὰρ ἡνίκα τὸν Γολιὰθ κατ‐ έβαλεν, ἐκεῖνος ὁ τῆς νίκης αἴτιος· καὶ ἡνίκα πολ‐ λοὺς πολέμους κατώρθωσε, καὶ τρόπαια ἔστησε, καὶ αὐτάνδρους εἷλε πολεμίας τινὰς πόλεις, οὗτος αὐ‐ τὸν κρατῆσαι ἐποίησεν. Διὸ καὶ ᾄδων ἔλεγε· Κύ‐
15ριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Καὶ ἐπὶ τοῦ Μωϋσέως δὲ πολλὰ τοιαῦτα εἰργάσατο. Πλὴν ἀλλ’ ἔστι καὶ ἕτερος πόλεμος τούτου χαλεπώ‐ τερος, ἔνθα ἡμῖν μάλιστα τῆς ἄνωθεν ῥοπῆς δεῖ, ὅταν
20πρὸς τὰς ἀντικειμένας παραταττώμεθα δυνάμεις. Ὅτι δὲ πρὸς ταύτας ἡμῖν ἐστι πόλεμος, ἄκουε Παύλου λέγοντος. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξ‐ ουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους
25τοῦ αἰῶνος τούτου· διὰ τοῦτο καὶ χαλεπώτερος, ὅτι ἐξ ἑτέρας φύσεως αἱ φάλαγγες, καὶ ταύτης ἀοράτου, καὶ ὅτι οὐ περὶ μικρῶν ὁ ἀγὼν, ἀλλὰ περὶ σωτηρίας καὶ ἀπωλείας. Ἐνταῦθα οὐκ ἔστι τοὺς σφαττομένους ἰδεῖν, οὐ τὸν καιρὸν προμαθεῖν, οὐ δυσκολίαν, οὐ τό‐
30πον, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ παιζόντων καὶ ῥᾳθυμούντων ἐπιτίθενται αὗται αἱ φάλαγγες· ὥστε πεφραγμένους καὶ διαπαντὸς δεῖ εἶναι. Οὐ γὰρ οἶδεν ἀνακωχὴν ὁ πόλεμος, οὐδὲ ἔχει κήρυκας, οὐδὲ πρέσβεις, οὐδὲ
35ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἀκήρυκτός ἐστιν ἡ μά‐ χη· διὸ δὴ μάλιστα πάντοθεν φράττεσθαι καὶ τρέφε‐ σθαι εὐτόνως χρή. Τροφὴ δὲ τοῦ πολέμου τούτου, καὶ ὅπλα τῶν τοιούτων στρατιωτῶν, τῶν θείων Γραφῶν ἡ ἀκρόασις. Ταύτης ὁ μὴ ἀπολαύων, λιμῷ τήκεται.
40Δώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἐνταῦθα τοίνυν, ὥσπερ καὶ ἐν τοῖς αἰ‐ σθητοῖς πολέμοις, τῆς ἄνωθεν χρεία ῥοπῆς. Οὐ σώ‐ ζεται γὰρ, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ
45γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευ‐ δὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Οὕτω γοῦν οἱ πολλοὶ τοὺς πο‐ λεμίους ἐτροποῦντο, τὸ πρότερον εὐχῶν προηγουμέ‐ νων, καὶ τὰς πολεμίας φάλαγγας καταβαλουσῶν.

55

.

457

(50)

Ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὁρᾷς πάλιν ἀπὸ φιλανθρωπίας ἀξιοῦντα σώζεσθαι; Μᾶλλον δὲ καὶ ἕτερόν τι ἐνταῦθα αἰνίττεται. Δείκνυσι γὰρ διὰ τούτου καὶ λέγει, ὅτι Οὐδὲ αὐτοῦ τοῦ ἐλέους ἄξιος ἤμην, εἰ μὴ αὐτὸς ἐπ‐
55ένευσεν. Αὐτὸς οὖν ἐστιν Ὁ ἔλεός μου, φησίν· οὐκ ἐγὼ ἔσχον αὐτὸν ἐν τοῖς ἔργοις. Εἰ γὰρ καὶ ἔλεός ἐστιν, ἀλλ’ οὐκ ἀκρίτως ἅπασιν ἔπεισιν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν
οἰκτείρω. Δεῖ τοίνυν, εἰ καὶ ἐλεεῖσθαι μέλλο‐Column end

55

.

458

μεν, παρέχεσθαι τὰς ἀφορμὰς οἴκοθεν τῆς τοιαύτης φιλανθρωπίας. Οὗτος δὲ καὶ αὐτὸ τὸ ἐλεηθῆναι παρ’ αὐτοῦ ἔχειν λέγει. Εἶδες συντετριμμένην ψυχήν; εἶ‐ δες γνώμην εὐγνώμονα, καὶ πῶς τὸ πᾶν ἀνατίθησι
5τῷ φιλανθρώπῳ Θεῷ; Ἀντιλήπτωρ μου, καὶ ῥύστης μου, ὑπερασπιστής μου· καὶ ἐπ’ αὐτῷ ἤλπισα. Συνεχῶς περιστρέφει τὴν ἐλπίδα τὴν εἰς αὐτὸν, παι‐ δεύων ἅπαντας μὴ βαπτίζεσθαι τοῖς δεινοῖς, ἀλλὰ καὶ ἐν μέσαις ταῖς· συμφοραῖς ἐκεῖ κεχηνέναι, μηδὲ
10ἀπαγορεύειν καὶ ἀναπεπτωκέναι. Αὐτὸς γάρ ἐστιν ὁ ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὥστε κἂν μὴ παρ’ αὐτὰ τῶν δεινῶν τὰ προοίμια ἀντιλάβηται, μηδὲ ῥύ‐ σηται, δεῖ θαῤῥεῖν. Εἰ τοίνυν αὐτός ἐστιν ἀντιλήπτωρ, πάντας ἀπαλλάξει τῶν δεινῶν. Ἐλπὶς γὰρ μάλιστα
15τότε ἐστὶν, ὅταν τῶν ὁρωμένων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, αὕτη θαῤῥεῖν ὑπὲρ μέλλοντος παρα‐ σκευάζῃ. Ὁ ὑποτάσσων λαόν μου ὑπ’ ἐμέ. Καλῶς οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς ἄνωθεν χρεία βοηθείας, ὥστε εἴκειν τοὺς ὑπηκόους, καὶ μὴ στασιά‐
20ζειν, μηδὲ κατεξανίστασθαι. Οὐκ ἄρα ἐν τῇ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων ὑποταγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων πολλῆς ἡμῖν τῆς ἄνωθεν δεῖ ῥοπῆς. Καὶ γὰρ καὶ τοῦτο μέγα ἐστὶ, τὸ τοὺς οἰκείους εὖ διαθεῖ‐ ναι, καὶ οὐκ ἔλαττον τοῦ τῶν ἐχθρῶν περιγενέσθαι.
25Πολλοὶ γοῦν πολλάκις ἐν πολέμοις μὲν τρόπαια ἔστη‐ σαν, ἐν εἰρήνῃ δὲ κατεκόπησαν, τῶν ἀρχομένων οὐκ εἰδότες φέρειν τὰς ἡνίας. Οὐκ ἄρα ἐν τῇ δυνάμει τῆς βασιλείας ἐστὶ τὸ ὑποτετάχθαι τὰ στρατόπεδα, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ. Ὥσπερ δὲ ἀπὸ ταύτης αἱ τῶν
30πολεμίων νῖκαι, οὕτω καὶ αἱ τῶν οἰκείων ὑποταγαί. Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Ἕτερος. Τί ἄνθρωπος, καὶ γνώσῃ αὐτόν; Ἕτερος, Ὅτι γνωρί‐ ζεις αὐτόν; Ἄρα μέγαν τινὰ εἶναι χρὴ τὸν μέλλοντα
35τὸν Θεὸν γνωρίζειν, μᾶλλον δὲ τὸν μέλλοντα γνωρί‐ ζεσθαι παρ’ αὐτοῦ· οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ ἐκεῖνον, ᾧ μέλλει γνωρίζειν ἑαυτὸν ὁ Θεός. Διὸ καὶ ἄριστα εἰρήκασιν οἱ Ἑβδομήκοντα τὸ, Ἐγνώσθης αὐ‐ τῷ, δεικνύντες ὅτι οὐχ ἡμεῖς αὐτὸν εὕρομεν, ἀλλὰ
40αὐτὸς εὑρέθη. Οὐ γὰρ εἶπε, Τί ἐστιν ἄνθρωπος ὁ γνωρίσας σε, ἀλλὰ, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώ‐ σθης αὐτῷ; βʹ. Διὸ καὶ Παῦλος ἄνω καὶ κάτω συνεχῶς τοῦτο περιστρέφει λέγων· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ
45ἐπεγνώσθην. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ἑτέρωθι δὲ πάλιν ὁ Παῦλος· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. Διὰ δὴ τοῦτο καὶ συνεχῶς ἑαυτὸν ἄνω καὶ κάτω κλητὸν λέγει, δεικνὺς

55

.

458

(50)

ὅτι οὐκ αὐτὸς ἐπέδραμεν, ἀλλὰ πρότερον ἐκλήθη. Οὕτω καὶ ἀλλαχοῦ φησι· Διώκω δὲ, εἰ καὶ καταλά‐ βω, ἐφ’ ᾧ καὶ κατελήφθην. Οὐκ εἶπε, Κατέλαβον, ἀλλὰ, Καὶ κατελήφθην. Πῶς δὲ λέγει οὗτος, Τί ἐστιν ἄνθρωπος; Καί τοι ἄλλος φησὶ, Μέγα ἄνθρωπος,
55καὶ τίμιον ἀνὴρ ἐλεήμων. Καὶ ἄλλος, Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ γὰρ τῆς κτίσεως ἁπάσης
τὴν ἐπιστασίαν ἔλαχεν. Εἰσὶ δέ τινες, ὧν οὐδὲ ὁ κό‐

55

.

459

σμος ἀντάξιος. Ἀλλ’ ἐκεῖνα μὲν περὶ ἀρετῆς, καὶ ὅταν τινὲς αὐτὴν ἐπιδείξωνται· τὸ δὲ, Τί ἐστιν ἄν‐ θρωπος; περὶ τῆς φύσεως εἴρηται. Καὶ μὴν καὶ ἡ φύσις μεγάλη· μεγάλη μὲν, ἀλλὰ ἐὰν τὴν γνῶσιν
5ἴδῃς ἧς κατηξιώθη, πολὺ καταδεεστέρα ταύτης. Ἀκουέτωσαν αἱρετικῶν παῖδες, ὅτι τοσαύτην μα‐ νίαν μαίνονται, τὰ μέτρα ὑπερβαίνοντες ἑαυτῶν, καὶ ἄγνοιαν ἐσχάτην νοσοῦσι, τὰ ὑπὲρ αὐτοὺς εἰδέναι φάσκοντες. Ἔστι γὰρ καὶ ἐν ἀγνοίᾳ γνῶσιν, καὶ ἐν
10γνώσει ἄγνοιαν εἶναι· καὶ εἰ βούλεσθε, ἐπὶ τῶν αἰσθητῶν αὐτὸ γυμνάσωμεν. Εἰπὲ γάρ μοι, ἄν τις λέγῃ τὴν θάλασσαν δύνασθαι ἐκμετρεῖν, καὶ εἰδέναι πόσους ἔχει κυάθους, ἆρα οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν, τί ποτέ ἐστι θάλασσα; Ὁ δὲ λέγων μὴ εἰδέ‐
15ναι, ἀλλ’ ἄπειρον αὐτῆς τὸν ἀριθμὸν διατεινόμενος, οὗτος μάλιστά ἐστιν ὁ εἰδὼς τί ποτέ ἐστι θάλασσα. Τί δὲ ἐπὶ τοῦ Θεοῦ; Ἂν εἴπῃ τις, Εἶδον τὸν Θεὸν, καὶ κατέλαβον τῇ ὄψει τῇ ἐμῇ, ἆρ’ οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν τὸν Θεὸν, ὁ τὸ ἀόρατον ὁρατὸν εἶναι λέγων,
20καὶ ἐν προσθήκῃ γνώσεως καὶ τὴν δυνατὴν ἀφαιρού‐ μενος; Ἂν δέ τις ἀόρατον αὐτὸν εἴπῃ, καὶ μηδένα δύνασθαι ὁρᾷν, οὐχ οὗτος μάλιστά ἐστιν ὁ εἰδώς; Τί δὲ πάλιν ἄν τις ἀκατάληπτον αὐτὸν εἴπῃ, ἕτερος δὲ καταληπτόν· ἆρ’ οὐχ οὗτος μέν ἐστιν ὁ ἀγνοῶν,
25ἐκεῖνος δὲ ὁ εἰδώς; Οὐχ ὁρᾷς καὶ Παῦλον ταύτην ἐρ‐ χόμενον τὴν ὁδὸν, καὶ λέγοντα, Ἐκ μέρους γινώ‐ σκομεν, καὶ ἐκ μέρους προφητεύομεν; Λόγισαι πόσα γέγονεν, ἵνα μάθωμεν τὸν Θεὸν, οὐ τίς ἐστι τὴν οὐσίαν, ἀλλ’ ὅτι ἔστι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος λέγει·
30Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν. Ἡ κτίσις ἅπασα αὐτὸν ἀνακηρύττει (Ἐκ γὰρ μεγέθους, φησὶ, καὶ καλλονῆς κτισμάτων ἀνα‐ λόγως ὁ γενεσιουργὸς θεωρεῖται), τοῦ ἀνθρώπου αὐτὴ ἡ κατασκευὴ, αἱ τιμαὶ αἱ παρ’ αὐτοῦ δεδομέναι,
35αἱ κολάσεις, αἱ εὐεργεσίαι, αἱ οἰκονομίαι, τὰ διὰ τῶν προφητῶν προαναπεφωνημένα, τὰ θαύματα τὰ διά‐ φορα. Μετὰ ταῦτα ἦλθεν αὐτὸς ὁ Μονογενὴς, καὶ τὴν οἰκονομίαν τὴν θαυμαστὴν ἐκείνην καὶ φρικτὴν ἐπλή‐ ρωσε. Καὶ ὅμως εἰσί τινες, οἱ μηδέπω τὸ σαφὲς μα‐
40θόντες· καὶ σὺ λέγεις ἐξ οἰκείων λογισμῶν δύνασθαι καταλαμβάνειν τὸ τί τὴν οὐσίαν ἐστίν; Οὐκοῦν ἀγνοεῖς τὸν Θεόν; φησίν. Ἄπαγε· ἀλλ’ οἶδα μὲν, ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι προνοῶν, καὶ τὰ ἄλλα ἅπαντα ὅσα εἶπον αἱ
45Γραφαί· τὸ δὲ τί τὴν οὐσίαν, οὐκ οἶδα. Ἐνόμισε καὶ ὁ Ἀδὰμ πλέον εὑρίσκειν, τῷ διαβόλῳ πεισθεὶς, καὶ διὰ τῆς πλεονεξίας ταύτης καὶ ὃ εἶχεν ἀπώλεσεν. Ὅπερ καὶ οὗτοι πάσχουσιν ἀπὸ τῶν ἀνθρωπίνων λο‐ γισμῶν ἐναγόμενοι, καὶ οὐκ ἀκούοντες ὅτι Κύριος

55

.

459

(50)

δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὐκ ἀκούουσι Παύλου λέγοντος, Διὰ τοῦ Πνεύματος ἀπεκάλυψεν ἡμῖν, καὶ τοὺς λογισμοὺς ἐκβάλλοντος; Λογισμοὺς, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ
55Θεοῦ. Καὶ ἄλλος σοφὸς, Λογισμοὶ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Τί ἐστιν ἄν‐
θρωπος, ὅτι ἐγνώσθης αὐτῷ. Ἐννόησον τὸ ἄπει‐Column end

55

.

460

ρον ἐκεῖνο μέγεθος· μᾶλλον δὲ οὐδὲ τοῦτο λέγων, ἀξίως Θεοῦ λέγω· ἀλλ’ οὐκ οἶδα πῶς λαλήσω· οὐδὲ γὰρ μέγεθος ἐπὶ Θεοῦ λέγοντες, κυρίως λέγομεν· ἀλλ’ ἐπειδὴ οὐκ ἔστιν ἑτέρως φθέγγεσθαι, τοῖς
5ἐγχωροῦσι κέχρημαι ῥήμασιν. Ἐπεὶ καὶ Ὕψιστον αὐτὸν καλῶν, οὐ τόπῳ αὐτὸν περιορίζω· ἀλλὰ καὶ τὸ ὑψηλὸν καὶ μεγαλεῖον αὐτοῦ τῆς φύσεως δηλῶ, καὶ διεστηκὸς, καὶ πάντων ἀνακεχωρηκός. Διὰ δὴ τοῦτο ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης
10αὐτῷ; Διὰ γὰρ τοῦτο καὶ ταπεινὸν ἐποίησε καὶ με‐ γάλα ἐχαρίσατο, ἵνα μὴ ἐπαρθῇ, ἔχων μεγίστην ἀνά‐ γκην τοῦ μετριάζειν, τὴν ἀπὸ τῆς φύσεως εὐτέλειαν. Ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Εἶδες πόσον τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Θεοῦ; Ἄνθρωπος ματαιό‐
15τητι ὡμοιώθη. Ἕτερος δὲ ἑρμηνευτὴς τὸ, Ματαιότητι, Ἀτμῷ εἶπεν. Οὐκ ἄλλο δὲ τὸ Ματαιότητι δηλοῖ, ἢ ὅτι ἐπίκηρος, πρόσκαιρος, βραχύς. Ἐνταῦθα τὸν περὶ τοῦ σώματος γυμνάζει λόγον. Δι’ ὃ καὶ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὁ δὲ Ἡσαΐας, Πᾶσα
20σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δέ ἐστι, Ματαιότητι ὡμοιώθη; Τῷ μη‐ δενὶ, φησίν· ἐπειδὴ τῶν ἀνθρωπίνων οὐδὲν βέβαιον, οὐδὲ στάσιμον, ἀλλὰ πάντα παράγει καὶ παρέρχεται. Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι· τουτέστιν,
25οὐδὲ ἡνίκα πάρεισιν, ἰσχύν τινα ἔχουσιν, ἀλλὰ καὶ ταχέως ἀφίπτανται. γʹ. Καὶ σκόπει τοῦτο ἐπὶ τῶν πραγμάτων αὐτῶν, τοὺς ἐν ἀξιώμασι λογιζόμενος, τοὺς ἐπὶ τῶν ὀχημάτων, τοὺς ἐν ταῖς δυναστείαις, τοὺς εἰς τὸ δεσμωτήριον
30ἐμβάλλοντας καὶ μαστιγοῦντας. Τί γὰρ σκιᾶς διαφέ‐ ρουσιν οὗτοι, οὐκ ἐν τῷ καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ πρὸ τῆς τελευτῆς; Ὅταν γὰρ ἀρχῆς παραλυ‐ θῶσι, πάντα ἐκεῖνα οἴχεται καὶ ἐκποδὼν γίνεται· τὰ δὲ ἀληθῆ πράγματα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν·
35τότε καὶ εὐθῦναι καὶ κολάσεις ἀληθεῖς, καὶ τὰ ἀγαθὰ ὁμοίως, καὶ ὁ δικαστὴς ἀνεξαπάτητος. Τὰ δὲ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων, ἕστηκεν αὔριον δικαζόμενος, καὶ πυκναὶ αἱ μεταβολαὶ, καὶ ἀνώμαλοι αἱ μεταβάσεις. Κύριε, κλῖνον οὐρα‐
40νούς σου, καὶ κατάβηθι. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. Ἕτερος. Κλίναντός σου οὐρα‐ νοὺς, καὶ καταβάντος, καὶ ἁψαμένου τῶν ὀρέων ἐκαπνίσθησαν. Καὶ ποία αὕτη ῥημάτων ἀκολουθία; Πολλὰ μὲν οὖν, καὶ σφόδρα ἐχομένη τῶν προτέρων.
45Ἐπειδὴ γὰρ περὶ τῆς εὐτελείας τῆς ἀνθρωπίνης δι‐ ελέχθη, καὶ τὸ οὐδαμινὸν τῆς φύσεως παρέστησε, καὶ ἐνταῦθα πάλιν καταστέλλει τῶν φλεγμαινόντων τὴν ἀπόνοιαν, μονονουχὶ τοῦτο δι’ ὧν ἐπήγαγε λέγων· Ἔδει μὲν αὐτοὺς οἴκοθεν συνιδεῖν τῆς φύσεως τὸ εὐτελὲς,

55

.

460

(50)

καὶ μὴ μέγα φρονεῖν· ἐπειδὴ δὲ οὐ βούλονται, δεῖξον ἀπὸ τῶν σῶν ἔργων ποῦ ταπεινότητός εἰσιν ἀπῳκι‐ σμένοι. Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Τοῦτο λέγει, οὐκ ἐπειδὴ ὁ Θεὸς καταβαίνει· πῶς γὰρ ὁ παν‐
55ταχοῦ παρών; ἀλλ’ ἵνα διὰ τῶν ἀνθρωπίνων τούτων λέξεων τοὺς παχυτέρους ἐκπλήξῃ τῶν ἀκροατῶν,
ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγεται. Ἐπεὶ καὶ τὸ

55

.

461

τῆς ἁφῆς, εἰ καὶ δοκεῖ μέγα εἶναι, ἀλλὰ πολὺ τῆς τοῦ Θεοῦ ἀξίας καταδεέστερον. Οὐδὲ γὰρ ἁφῆς ὁ Θεὸς χρείαν ἔχει, ἵνα καπνίσῃ τὰ ὄρη, μᾶλλον δὲ οὐδὲ νεύματος, ἀλλὰ βουλῆς καὶ θελήσεως. Εἰπὼν τοίνυν
5περὶ τῆς εὐτελείας τοῦ ἀνθρώπου, λέγει καὶ περὶ τῆς δυνάμεως τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν εἰπεῖν· ἐπεὶ καὶ ταῦτα πολὺ ἀποδέοντα τῆς μεγαλωσύνης ἐκείνης. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐ‐ τούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συντα‐
10ράξεις αὐτούς. Ἀστραπὴν ἐνταῦθα καὶ βέλη οὐ τὴν ἀστραπὴν ταύτην φησὶν, οὐδὲ ταῦτα τὰ βέλη, ἀλλὰ τὰς τιμωρίας οὕτω καλεῖ, ἀπὸ τῶν ἤδη γνωρίμων τὸν καταφρονητὴν πείθων καὶ τὸν ἀναπεπτωκότα τρέμειν καὶ δεδοικέναι καὶ ὑποκύπτειν. Εἰ γὰρ ἀστραπήν τις
15οὐκ ἂν ἐνέγκοι, καίτοι οὐκ ἐπὶ κολάσει πεμπομένην, εἰ βουληθείη κινῆσαι τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν, τίς ὑποστήσεται; Βέλη δὲ Θεοῦ λιμοὶ, καὶ λοιμοὶ, καὶ σκη‐ πτοὶ, καὶ πολυειδεῖς τιμωρίαι. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδά‐
20των πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Οὐ γὰρ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ σώζειν ἀπηρ‐ τισμένη ἡ δύναμις τοῦ Θεοῦ. Χεῖρα δὲ ἐνταῦθα τὴν βοήθειαν, τὴν συμμαχίαν λέγει· διὸ οὐδὲ Ἔκτεινον, εἶπεν, ἀλλ’ Ἐξαπόστειλον, τοῦτο δηλῶν· εἰ δέ που
25καὶ, Ἔκτεινον, λέγοι, τὸ αὐτὸ πάλιν αἰνίττεται. Καὶ ὕδατα δὲ τὴν ἄτακτον τῶν πολεμίων ἔφοδον καλεῖ, καὶ συγκεχυμένην, καὶ πολλῇ τῇ ῥύμῃ φερομένην. Ὅτι γὰρ οὐ περὶ ὑδάτων ὁ λόγος, δῆλον διὰ τῆς ἐπαγωγῆς· Ἐκ χειρὸς γὰρ, φησὶν, υἱῶν ἀλλοτρίων.
30Υἱοὺς δὲ ἀλλοτρίους ἐνταῦθά μοι δοκεῖ λέγειν τοὺς τῆς ἀληθείας ἀπεξενωμένους. Ὥσπερ γὰρ τοὺς πιστοὺς οἰκείους ἡγούμεθα καὶ ἀδελφοὺς, οὕτω τοὺς ἀπίστους ἀλλοτρίους· καὶ τούτῳ μάλιστα τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον ἐπιγινώσκομεν. Οἰκεῖος γὰρ οὗτος
35ὁ τὸν αὐτόν μοι πατέρα ἐπιγραφόμενος, καὶ τῆς αὐτῆς κοινωνῶν τραπέζης, μᾶλλον ἢ ὁ γένει προσ‐ ήκων· καὶ γὰρ ἀκριβέστερος οὗτος τῆς συγγενείας ὁ νόμος, ὥσπερ οὖν καὶ ἀλλοτριότης ἡ ἀπὸ τῶν ἐναντίων τρανοτέρα τῆς κατὰ γένος. Μὴ τοίνυν τοῦτο ἴδῃς, ὅτι
40ὑπὸ τὸν αὐτόν ἐσμεν οὐρανὸν καὶ τὴν αὐτὴν οἰκου‐ μένην· ἄλλην γὰρ ἐγὼ κοινωνίαν ἐπιζητῶ, καὶ ὑπὲρ τὸν οὐρανόν. Ἐκεῖ ἡμῶν τὸ πολίτευμα καὶ ἡ ζωή· Ζωὴ γὰρ ἡμῶν, φησὶ, κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Οὐδὲ γὰρ γῆν οἰκοῦμεν, ἀλλὰ μετέστημεν
45πρὸς τὴν ἄνω μητρόπολιν. Ἕτερον φῶς ἀληθινὸν ἔχομεν, ἑτέραν πατρίδα, καὶ πολίτας ἄλλους καὶ συγγενεῖς. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Πῶς οὖν, φησὶ, τὸν Σαμαρείτην πλησίον ἔφησεν εἶναι

55

.

461

(50)

ὁ Χριστὸς, καίτοι πολὺ τὸ μέσον ὄν; Ἀλλ’ οὐ κατὰ τὸν τῆς φύσεως λόγον. Ὅταν οὖν εὐποιεῖν δέῃ, πᾶς ἄνθρωπός σοι ἐγγὺς ἔστω· ὅταν δὲ ὁ τῆς ἀληθείας γυμνάζηται λόγος, ἐπιγίνωσκε τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον. Κἂν ἀδελφὸν ἔχῃς ὁμοπάτριον καὶ
55ὁμομήτριον, καὶ μὴ κοινωνήσῃ σοι κατὰ τὸν τῆς ἀλη‐ θείας νόμον, ἔστω σοι τοῦ Σκύθου βαρβαρικώτερος· κἂν Σκύθης, κἂν Σαυρομάτης ᾖ, τῶν δογμάτων δὲ εἰδῇ τὴν ἀκρίβειαν, καὶ πιστεύῃ τοῦτο ὃ καὶ αὐτὸς σὺ, αὐτοῦ τοῦ τὰς αὐτὰς ὠδῖνας σοὶ λύσαντος οἰκειότερος ἔστω καὶ
60ἐγγύτερος· καὶ τὸν βάρβαρον καὶ τὸν οὐ τοιοῦτον ἐν‐ τεῦθεν διακρίνωμεν, μὴ ἀπὸ τῆς γλώττης, μηδὲ ἀπὸ
τοῦ γένους, ἀλλ’ ἀπὸ τῆς γνώμης καὶ τῆς ψυχῆς.Column end

55

.

462

Τοῦτο γὰρ μάλιστα ἄνθρωπος, ὅταν δογμάτων ἀκρί‐ βειαν ἔχῃ καὶ πολιτείαν φιλόσοφον. δʹ. Ἀλλ’ ἴδωμεν λοιπὸν τοὺς ἀλλοτρίους, πῶς αὐ‐ τοὺς ὑπέγραψε καὶ ὁ προφήτης, εἰπών· Ἐξελοῦ με
5ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Εἶδες τίνας φησὶν ἀλλοτρίους; Τοὺς ἐν πονηρίᾳ ζῶν‐ τας, τοὺς ἀδικίας ἐρῶντας, τοὺς τὰ ἀνόητα φθεγ‐ γομένους, τοὺς οὐδὲν χρήσιμον λέγοντας. Ἐπιγίνωσκε
10τοίνυν τοὺς ἀλλοτρίους ἀπὸ τοῦ στόματος, ἀπὸ τῶν ἔργων· ὥσπερ καὶ ὁ Χριστός φησιν· Ἀπὸ τῶν καρ‐ πῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καθάπερ γὰρ ἐν τοῖς στρατοπέδοις πολλά τινα δίδονται συνθήματα καὶ σημεῖα, ἵν’ εἴποτε ἡ νυκτομαχία γένοιτο, ἢ κό‐
15νις ἀρθεῖσα τὰ τῆς νυκτὸς ἐπιδείξαιτο, ἢ καὶ ἑτέρα τις γένοιτο σύγχυσις καὶ ταραχὴ, μὴ τὸν οἰκεῖον ὡς τὸν πολέμιόν τις ἴδῃ, μηδὲ τὸν ἐναντίον ὡς οἰκεῖον· οὕτω καὶ ἐνταῦθα δίδωσί σοι συνθήματα ὁ προφήτης, δι’ ὧν δυνήσῃ τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον γνωρί‐
20ζειν, οἷον ἀφ’ ὧν φθέγγεται, ἀφ’ ὧν ποιεῖ, λέγων· Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Καὶ γὰρ καὶ νῦν πόλεμός ἐστι καὶ μάχη, καὶ νυκτομαχία χαλεπωτάτη, δαιμόνων βαλλόντων, ἐπιθυμιῶν ἐπιβουλευουσῶν, λογισμῶν
25ἐπανισταμένων. Ἔστι καὶ ἐν τοῖς μεμυημένοις συν‐ θήματα καὶ σύμβολα· κἂν βουληθῶμέν τινα, ἀμφι‐ βάλλοντες εἴτε ἀμύητός ἐστιν, εἴτε μεμυημένος, ἐπι‐ γνῶναι, ταῦτα ἐρωτῶντες μανθάνωμεν. Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τί τοίνυν τούτου
30χαλεπώτερον γένοιτ’ ἂν, ὅταν τὴν εἰς βοήθειαν δεδο‐ μένην, εἰς ἐπιβουλὴν τρέπωμεν; Διὰ γὰρ τοῦτο ἔχομεν δεξιὰς, ἵνα καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀδικουμέ‐ νοις ἀμύνωμεν, ἵνα ἀναιρῶμεν παρανομίας, ἵνα λιμὴν γενώμεθα καὶ καταφυγὴ τοῖς ἐπηρεαζομένοις. Τίνα
35οὖν ἂν ἔχοιεν συγγνώμην οἱ μὴ πρὸς σωτηρίαν ἑτέρων χρώμενοι τῷ ὅπλῳ τούτῳ, ἀλλὰ πρὸς ἀπώλειαν τὴν ἑαυτῶν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Ποία αὕτη πάλιν ἡ ἀκολουθία; Πολλὴ μὲν οὖν καὶ ἐνταῦθα. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξαπόστειλον τὴν χεῖρά σου,
40καὶ, Ἐξελοῦ με, καὶ σκόρπισον ἐκείνους, ἐπαγγέλ‐ λεται καὶ ἀμείβεσθαι τῆς συμμαχίας αὐτὸν ἀμοιβὴν, ἐκείνῳ μὲν οὐδὲν πλέον ποιοῦσαν, τῷ δὲ εἰσφέροντι τὴν ἀμοιβὴν τὸ κέρδος φέρουσαν. Τί δὲ αὕτη ἐστίν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Εἰ δὲ
45μικρὸν τοῦτο πρὸς τὸ μέγεθος τῆς εὐεργεσίας, ἀλλ’ ὅπερ ἔσχεν. Ἐπεὶ καὶ ἡμεῖς παρὰ τῶν πενήτων καὶ οὐδὲν κεκτημένων οὐδὲν ἕτερον ἐπιζητοῦμεν, ἀλλ’ ἢ εὐφημίαν καὶ εὐγνωμοσύνην. Ἀλλ’ ἡμεῖς μὲν, ἵνα λαμπρότεροι γενώμεθα· ὁ δὲ Θεὸς, οὐκ ἐπειδὴ δεῖται,

55

.

462

(50)

ἀλλ’ ἵνα αὐτοὺς τοὺς ᾄδοντας λαμπροτέρους ἐργάση‐ ται, καὶ ταύτῃ πάλιν αὐτοὺς εὐεργετήσῃ. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· τουτέστιν, Εὐ‐ χαριστήσω σοι. Ἀλλὰ τότε μὲν ὄργανα ἦν, δι’ ὧν τὰς ᾠδὰς ἀνέφερον· νυνὶ δὲ ἀντὶ ὀργάνων κεχρῆσθαι
55ἔστι τῷ σώματι. Ἔστι γὰρ καὶ δι’ ὀφθαλμῶν ᾄδειν, οὐ διὰ γλώττης μόνον, καὶ διὰ χειρῶν, καὶ διὰ πο‐
δῶν, καὶ διὰ ἀκοῆς. Ὅταν γὰρ ἕκαστον τούτων

55

.

463

ταῦτα πράττῃ, ἃ τῷ Θεῷ φέρει δόξαν καὶ αἶνον, οἷον ὅταν μὴ ἀκόλαστα ὀφθαλμὸς βλέπῃ, ὅταν μὴ πρὸς ἁρπαγὰς αἱ χεῖρες, ἀλλὰ πρὸς ἐλεημοσύνην ὦσι τεταμέναι, ὅταν πρὸς ψαλμῶν καὶ πνευματικῶν
5ἀκουσμάτων ὑποδοχὴν ὦσιν αἱ ἀκοαὶ παρεσκευα‐ σμέναι, ὅταν πρὸς ἐκκλησίαν οἱ πόδες τρέχωσιν, ὅταν ἡ καρδία δόλους μὴ ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ, γίνεται ψαλτήριον καὶ κιθάρα τοῦ σώματος τὰ μέλη, καὶ ᾄδει καινὴν ᾠδὴν, οὐ τὴν διὰ ῥημάτων, ἀλλὰ
10τὴν διὰ πραγμάτων. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν. Οὐ γὰρ στρατόπεδα καὶ πλήθη στρατιω‐ τῶν, οὐδὲ σωματοφύλακες, ἀλλ’ ἡ τοῦ Θεοῦ ῥοπὴ σώζειν εἴωθε. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ. Εἰπὼν τὸ κοινὸν, λέγει καὶ τὸ καθ’ ἑαυτὸν, καὶ
15οὐκ εἶπε, Τῷ λυτρωσαμένῳ, ἀλλὰ, Τῷ λυτρουμένῳ, διηνεκῆ δεικνὺς αὐτοῦ τὴν πρόνοιαν. εʹ. Εἶτα πάλιν αἰτεῖ ἅπερ ἔμπροσθεν ᾔτησε, συνε‐ χῶς προσπίπτων καὶ παρακαλῶν, ὥστε ἀπαλλαγῆναι πονηρῶν ἀνθρώπων, οὕτω λέγων· Ἐκ ῥομφαίας πονη‐
20ρᾶς ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλο‐ τρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τὰς εὐπραγίας ἐνταῦθα διαγράφει
25τὰς κοσμικὰς καὶ τὸν πλοῦτον, καὶ τίθησιν ὅπερ ἐστὶ πρῶτον, τὸ παῖδας ἔχειν σφριγῶντας καὶ ἀκμάζοντας, καὶ ἐξ ἑκατέρας τῆς φύσεως. Ἐπήγαγε γοῦν· Αἱ θυγα‐ τέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Μετὰ τῆς νεότητος τὴν πολλὴν χλιδὴν
30ἐνδείκνυται, καὶ τὰ κρήδεμνα αὐτῶν καὶ τὸν γυναικεῖον ὑπογράφει κόσμον, ἅπερ ἐκ πολλῆς εὐημερίας γίνεται. Ἔπειτα ὃ δεύτερον εἶναι δοκεῖ, τάχα δὲ νῦν ἐστι πρῶτον, πάλιν τὸν πλοῦτον ὑπογράφει λέγων· Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου
35εἰς τοῦτο. Τί ἐστιν, Ἐξερευγόμενα; Στενοχωρού‐ μενα. Ἀχώρητός ἐστι τοῖς ταμιείοις ὁ πλοῦτος, φησί. Τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Οἱ βόες αὐτῶν παχεῖς. Καὶ αὕτη δὲ οὐ μικρὰ εὐπραγία ἐδόκει εἶναι. Παρὰ
40γὰρ τοῖς παλαιοῖς ἐν τούτοις ὁ πλοῦτος ἦν, ἐν βου‐ κολίοις καὶ ποιμνίοις καὶ σπέρμασι, πρὶν ἢ τὴν βλα‐ κείαν εὑρεθῆναι τὴν νῦν. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος. Τουτέστι, πολλῆς ἀπο‐ λαύει καὶ τὰ γεώργια φυλακῆς, πολλῆς τῆς ἐπι‐
45μελείας, πολλῆς τῆς σπουδῆς, κομώντων τῶν καρ‐ πῶν, τῶν φραγμῶν ἑστώτων, τῆς ἀμπέλου φυτευομέ‐ νης πάντοθεν καὶ περιτειχιζομένης. Οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἄλλος, Ἐν ταῖς ἐπαύ‐ λεσιν αὐτῶν. Ἄλλο εὐημερίας εἶδος, ὅπερ οὐ παντὶ

55

.

463

(50)

συγκεκλήρωται πλούτῳ· τουτέστιν, εἰρήνη καὶ ἄδεια καὶ ἀσφάλεια· οὐδεὶς ὁ ἐπιβουλεύων, οὐδεὶς ὁ πολε‐ μῶν, ἀλλ’ οὐδὲ θόρυβος, οὐδὲ ταραχή. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι. Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Εἶδες ἀρετὴν ἀνδρός; Θεὶς γὰρ ἅπαντα τὸν
55πλοῦτον, καὶ ἐπελθὼν αὐτὸν τῷ λόγῳ, εἶτα τὴν ψῆφον τῶν πολλῶν προσθεὶς τὴν περὶ αὐτὸν, αὐτὸς οὐδὲν
ἐκ τούτων ἀνθρώπινον πάσχει, οὐδὲ ζηλωτοὺς εἶναιColumn end

55

.

464

νομίζει τοὺς ταῦτα κεκτημένους, ἀλλὰ ταῦτα πάντα παραδραμὼν ἐπὶ τὸν ἀληθῆ θησαυρὸν τὸν μακαρι‐ σμὸν ἐκτείνει. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐμακάρισαν τοὺς ταῦτα ἔχοντας· ἐγὼ δὲ μακαρίζω τὸν λαὸν, Οὗ
5Κύριος ὁ Θεὸς αὐτοῦ· ἑνὶ τούτῳ πᾶσαν αὐτῶν τὴν εὐπορίαν ἐνδειξάμενος, τὴν εὐθηνίαν τῶν ἀγαθῶν, τὸν πλοῦτον. Ἐκεῖνα μὲν γὰρ παραῤῥεῖ καὶ παρέρ‐ χεται, οὗτος δὲ ὁ μακαρισμὸς μένει διηνεκῶς, ἀντὶ προβάτων καὶ παίδων καὶ βοῶν καὶ φραγμοῦ καὶ
10ἀμπελῶνος, ὁ τοῦ Θεοῦ μακαρισμὸς μέλλων εἶναι καὶ πλοῦτος καὶ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώ‐ νιστον. Ταῦτα τοίνυν ἀκούοντες, μηδενὶ τούτων θορυ‐ βεῖσθε, ἀλλὰ τὰς σκιὰς παρατρέχοντες, τῆς ἀληθείας ἀντέχεσθε. Καὶ γὰρ προλαβὼν εἶπεν, ὅτι Ἄνθρωπος
15ματαιότητι ὡμοιώθη, καὶ, Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν. Ἂν τοίνυν ἅπασι τούτοις ἴδῃς τινὰς περιῤῥεομένους καὶ πονηρίᾳ συζῶντας, κἂν ἡ οἰκουμένη αὐτοὺς μακαρίζῃ, ταλάνιζε, καὶ ἀθλίους εἶναι νόμιζε σύ· τοὺς δὲ ἀνακειμένους τῷ Θεῷ ζη‐
20λωτοὺς ἡγοῦ καὶ μακαρίους. Καὶ τοῦτον ἀεὶ πάντες ζητήσωμεν τὸν πλοῦτον, καὶ τοῦτον τὸν μακαρισμόν· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύ‐ χωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς
25τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
26tΕΙΣ ΤΟΝ ΡΜΔʹ ΨΑΛΜΟΝ.
27Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου· καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
30 αʹ. Μετὰ ἀκριβείας τούτῳ μάλιστα προσέχειν ἄξιον τῷ ψαλμῷ. Οὗτος γάρ ἐστιν ὁ τὰ ῥήματα ἔχων ταῦτα, ἅπερ οἱ μεμυημένοι συνεχῶς ὑποψάλλουσι, λέγοντες· Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ὁ γὰρ γενόμε‐
35νος υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, δοξά‐ ζειν δίκαιος ἂν εἴη τὸν πατέρα. Υἱὸς γὰρ, φησὶ, δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. Γέγονας υἱὸς καὶ τραπέζης ἀπολαύων πνευματικῆς, σιτούμενος τὰς σάρκας καὶ τὸ αἷμα τὸ
40ἀναγεννῆσάν σε· ἀποδίδου τοίνυν τῆς τοσαύτης εὐερ‐ γεσίας τὴν ἀμοιβὴν, καὶ δόξαζε τὸν τοιαῦτα παρεσχη‐ κότα, καὶ ἀναγινώσκων τὰ ῥήματα ῥύθμιζέ σου τὴν γνώμην πρὸς τὰ λεγόμενα· καὶ λέγων, Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου, πολλὴν ἐπιδείκνυσο τὴν
45οἰκείωσιν, ἵνα καὶ περὶ σοῦ λέγῃ ὁ Θεὸς, ὥσπερ καὶ περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακώβ· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἂν γὰρ σὺ λέγῃς, Ὁ Θεός μου, ὁ βα‐ σιλεύς μου, καὶ μὴ λέγῃς μόνον, ἀλλὰ καὶ τὴν

55

.

464

(50)

ἀγάπην ἐπιδεικνύῃς τοιαύτην, καὶ αὐτὸς τὰ αὐτὰ ἐρεῖ περὶ σοῦ, Ὁ δοῦλός μου, καὶ Ὁ θεράπων μου· ὃ καὶ περὶ τοῦ Μωϋσέως εἴρηται. Καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἶδες καὶ τῆς μελλούσης ζωῆς τὰ προοίμια
55πῶς ἐνδείκνυται; Εὐλογίαν δὲ ἐνταῦθα λέγει, οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν πραγμάτων. Οὕτω γοῦν καὶ ὑψοῦται Θεὸς, οὕτω καὶ εὐλογεῖται. Τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἁγιασθήτω τὸ ὄνομά σου, τουτέστι, δοξασθήτω. Καθ’ ἑκάστην
60ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου

55

.

465

εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερος, Εἰς αἰῶνα διηνεκῶς. Τοῦτο μάλιστα ψυχῆς εὐλαβοῦς, τὸ τῶν βιωτικῶν ἀπαλλαγεῖσαν πραγμάτων τοῖς ὕμνοις ἀνακεῖσθαι. Καὶ γὰρ αἰσχρὸν
5ἂν εἴη τὸν λογικὸν ἄνθρωπον, καὶ τῶν ὁρωμένων ἁπάν‐ των τιμιώτερον, ἔλαττον τῆς κτίσεως φέρειν κατὰ τὸν τῆς εὐφημίας λόγον· οὐκ αἰσχρὸν δὲ μόνον, ἀλλὰ καὶ ἄτοπον. Πῶς δὲ οὐκ ἄτοπον, εἴ γε αὐτὴ μὲν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἀναπέμπει τῷ Δεσπότῃ
10δοξολογίαν, Οἱ γὰρ οὐρανοὶ, φησὶ, διηγοῦνται δό‐ ξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἥλιός τε καὶ σελήνη, καὶ ὁ ποικίλος τῶν ἄστρων χορὸς, καὶ τῶν
15ἄλλων ἁπάντων ἡ εὐταξία τὸν οἰκεῖον κηρύττει δη‐ μιουργόν. Ὁ τοίνυν ἁπάντων τούτων τιμιώτερος, μὴ ποιῶν τοῦτο, ἀλλὰ καὶ βίον παρέχων δι’ ὃν βλασφημία προστρίβεται τῷ ποιήσαντι αὐτὸν Θεῷ, ποίας ἄρα ἔσται συγγνώμης ἄξιος ὁ τοιοῦτος; τίνος δὲ ἀπολογίας,
20ὅταν διὰ τοῦτο γενόμενος, ἵνα ἀρέσῃ τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς βασιλείας ἀπολαύσῃ τῶν μελλόντων, τούτου μὲν μὴ πολὺν ποιῆται τὸν λόγον, πραγματείαις δὲ βιωτικαῖς καὶ μερίμναις ἑαυτὸν κοσμικαῖς περι‐ βάλλῃ; Ἀλλ’ οὐχ οὗτος τοιοῦτος, ἀλλὰ διὰ παντὸς
25τοῦ βίου αἶνον ἀνέφερε τῷ Θεῷ, τὸν διὰ τῶν ῥημά‐ των, τὸν διὰ τῶν πραγμάτων. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι τε οὐκ ὄντας ἐποίησεν, καὶ ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, καὶ ὅτι καθ’ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ
30ἰδίᾳ, καὶ λάθρᾳ καὶ φανερῶς καὶ εἰδότων καὶ οὐκ εἰδότων. Τί γὰρ ἄν τις εἴποι τὰ ὁρώμενα, ἃ δι’ ἡμᾶς ἐποίησε; τὴν διακονίαν αὐτῶν, ἣν παρέχεται, τοῦ σώματος τὴν διάπλασιν, τῆς ψυχῆς τὴν εὐγένειαν, τὴν καθ’ ἑκάστην ἡμέραν οἰκονομίαν, τὴν διὰ τῶν
35θαυμάτων, τὴν διὰ τῶν νόμων, τὴν διὰ τῶν τιμωριῶν, τὴν ποικίλην αὐτοῦ πρόνοιαν καὶ ἀκατάληπτον, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὅτι οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο δι’ ἡμᾶς, τὰ δοθέντα ἤδη διὰ τοῦ βαπτίσμα‐ τος, διὰ τῶν μυστηρίων, τὰ μέλλοντα δοθήσεσθαι, τὰ
40ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, τὴν βασιλείαν, τὴν ἀνάστα‐ σιν, τὴν λῆξιν τὴν πάσης μακαριότητος γέμουσαν; Ἂν γὰρ ἕκαστόν τις τούτων καταλέγῃ, εἰς πέλαγος ἄφατον ἐμπεσεῖται εὐεργεσιῶν, καὶ ὄψεται πόσων ἐστὶν ὑπεύθυνος τῷ φιλανθρώπῳ Θεῷ· οὐ διὰ ταῦτα
45δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ καὶ διὰ ταύτην ὀφείλεται αὐτῷ παρ’ ἡμῶν αἶνος, καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συν‐ εχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν καὶ ὁ προφήτης, Μέγας

55

.

465

(50)

Κύριος, φησὶ, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγα‐ λωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἐπειδὴ γὰρ εἶπεν, Εὐλογήσω καὶ αἰνέσω, δείκνυσιν ὅτι οὐ χρείαν ἔχει τῶν παρ’ ἡμῶν αἴνων, οὐδὲ τῶν εὐλογιῶν, οὐδὲ προσ‐ τίθεται αὐτοῦ τι τῇ δόξῃ παρὰ τῆς τῶν διακονουμέ‐
55νων εὐφημίας. Ἀκήρατος γὰρ αὐτοῦ ἡ οὐσία καὶ ἀνενδεὴς οὖσα, οὐδενὸς ἑτέρου προσδεῖται. Οἱ δὲ
αἰνοῦντες αὐτὸν, αὐτοὶ λαμπρότεροι γίνονται. Οὐ διὰColumn end

55

.

466

τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ ὑπερέχον αὐτοῦ τῆς δόξης ὀφείλεται αὐτῷ εὐφημία παρ’ ἡμῶν. Διὸ καὶ τοῦτο δηλῶν εἶπε, Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα τουτέστιν, οὐδενὸς δεόμενος. Τί ἐστιν,
5Αἰνετός; Εὐφημιῶν ἄξιος, ἐγκωμίων καὶ ὕμνων· οὐχ ἁπλῶς, Αἰνετὸς, ἀλλὰ καὶ, Σφόδρα· διὸ καὶ τοῦτο προσέθηκε· πόσον δὲ αἰνετὸς οὐ δυνάμενος παραστῆ‐ σαι τῷ λόγῳ, ἐπήγαγε· Καὶ τῆς μεγαλωσύνης αὐ‐ τοῦ οὐκ ἔστι πέρας· ὅπερ ἕτερος ἑρμηνευτὴς,
10Ἐξεύρεσις, εἶπεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπεὶ μέγαν ἔχεις Δεσπότην, γενοῦ καὶ σὺ ὑψηλὸς, καὶ τῶν βιωτικῶν ἀπαλλάγηθι πραγμάτων. Λάβε φρόνημα ἀνώτερον τῆς ταπεινότητος τῶν παρόντων, οὐχ ἵνα ἀπονενοημένος γένῃ καὶ ἀλαζὼν, ἀλλ’ ἵνα
15μεγαλόφρων καὶ μεγαλόνους. Ἕτερον γὰρ ἀλαζο‐ νεία, καὶ ἕτερον μεγαλοψυχία. Ἀλαζὼν μὲν γάρ ἐστιν ὁ ἐπὶ τοῖς μικροῖς κομπάζων, καὶ τῶν ὁμο‐ δούλων ὑπερορῶν· ὑψηλὸς δὲ ὁ ταπεινὸς τὴν διάνοιαν. καὶ τὰς φαντασίας τοῦ παρόντος βίου οὐδὲν εἶναι νο‐
20μίζων. βʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· Ἀκουέτωσαν τοῦ προφήτου λέγοντος, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέ‐ ρας, καὶ αἰσχυνέσθωσαν ἐπὶ τῇ οἰκείᾳ μανίᾳ.
25 Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Ὅπερ ἔθος αὐτῷ ποιεῖν, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Ὅταν γὰρ αὐτοῦ θαυμάσῃ τὴν μεγαλωσύνην, τὴν δόξαν, ἔρχεται καὶ ἐπὶ τὴν τῶν ἔργων ἀπόδειξιν. Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα ποιεῖ, καὶ λέγει· Γενεὰ καὶ γενεὰ
30ἐπαινέσει τὰ ἔργα σου, δεικνὺς ἀπὸ τῶν ἔργων αὐτοῦ τὴν μεγαλωσύνην. Τουτέστιν, οὐκ ἐν ἑνὶ χρόνῳ γέγονε μόνον καὶ παρῆλθεν, οὐδὲ ἐν δύο καὶ τρισὶν ἔτεσιν, ἀλλὰ παντὶ παρεκτείνεται τῷ παρόντι αἰῶνι, ὥστε ἑκάστην γενεὰν θεωρεῖν αὐτοῦ τὰ δημιουργή‐
35ματα. Τοῦτο γάρ ἐστι, Γενεὰ καὶ γενεά· ἥ τε οὖσα, φησὶν, ἥ τε ἐπιοῦσα, ἥ τε μετ’ ἐκείνην, καὶ ἡ μετὰ ταύτην πάλιν, καὶ ἑκάστη τῶν ἐπιουσῶν· ἥ τε κτίσις πάλιν παντὶ ὁμοίως τῷ χρόνῳ παρεκτείνεται τούτῳ, οἷον οὐρανὸς, γῆ, θάλασσα, ἀὴρ, λίμναι, πηγαὶ, πο‐
40ταμοὶ, σπέρματα, φυτὰ, βοτάναι, καὶ ἡ ἐκ τούτων εὐεργεσία, φύσεως δρόμος μηδέποτε διακοπτόμενος, ὑετοὶ, τροπαὶ διηνεκῶς χορεύουσαι, νὺξ, ἡμέρα, ἥλιος, σελήνη, τὰ ἄστρα, τὰ ἄλλα πάντα, ἔτι τε τὰ τούτων χωρὶς, ἃ καὶ καθ’ ἑκάστην γίνεται γενεὰν, καὶ ἰδίᾳ
45καὶ κοινῇ, πρὸς διόρθωσιν, πρὸς εὐεργεσίαν τοῦ κοινοῦ τῶν ἁπάντων ἀνθρώπων γένους, οἷα ἐπὶ τῶν Ἰουδαίων γέγονε συνεχῶς θαύματα, σημεῖα, πρόνοια ἡ ἐν εὐετηρίᾳ, ἡ ἐν ταῖς νίκαις τῶν πολέμων, ἡ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷα ἐπὶ τῆς παρουσίας τοῦ Χρι‐

55

.

466

(50)

στοῦ, ἐπὶ τῶν ἀποστόλων, ἐπὶ τοῦ καιροῦ τῶν διω‐ γμῶν, πλείονα καὶ πολὺ τῶν παλαιῶν διαφέροντα κατὰ μέγεθος, οἷα καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας. Καὶ γὰρ οὐκ ἔστι χρόνος οὐδεὶς, καὶ τούτων ἐκτὸς τῶν κοινῶν, ὁ μὴ φέρων τῆς αὐτοῦ προνοίας σημεῖον. Καὶ
55τὴν δύναμίν σου ἀπαγγελοῦσι. Καὶ διὰ τῶν εὐερ‐ γεσιῶν, φησὶ, καὶ διὰ τῶν κολάσεων. Οὐ γὰρ δια‐ λιμπάνει παντὶ τρόπῳ τὰ ὑπὲρ τῆς φύσεως τῆς
ἡμετέρας οἰκονομῶν ὁ Θεὸς διὰ παντὸς τοῦ χρόνου.

55

.

467

Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσον‐ ται. Ἕτερος, Ὡραιότητα τοῦ ἐπαίνου σου, καὶ τοὺς λόγους τῶν παραδόξων σου διηγήσονται.
5Ἐπειδὴ εἶπε δύναμιν, δείκνυσι καὶ αὐτὴν μεθ’ ὑπερ‐ βολῆς οὖσαν δύναμιν. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ τὰ τυχόντα εἰργάζετο, ἀλλ’ οὕτω πάντα θαυματουργοῦσα, καὶ παραδοξοποιοῦσα διετέλει, ὑπὲρ τὴν φύσιν ἐργαζομένη τὴν ἀνθρωπίνην, ὡς καὶ θαύματος καὶ δόξης πλήρη
10τὰ γινόμενα εἶναι. Ἐννόησον γοῦν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰωσήφ· πάλιν τὰ ἐν Αἰγύπτῳ, τὰ ἐπὶ τοῦ Μωϋσέως, τὰ ἐν τῇ ἐρήμῳ, τὰ μετὰ τὴν εἴσοδον· πάλιν τὰ ἐν τῇ αἰχμαλωσίᾳ, τὰ ἐπὶ τοῦ
15Ναβουχοδονόσορ, τὰ ἐπὶ τῆς καμίνου, τὰ ἐπὶ τῶν λεόντων, τὰ ἐπὶ τῆς ἐπανόδου, τὰ ἐπὶ τῶν προφη‐ τῶν. Ταῦτα γὰρ πάντα ἀνεκήρυττε τοῦ ποιοῦντος τὴν ἰσχὺν, τὴν δόξαν, τὴν μεγαλωσύνην, πολλήν τε τὴν ἔκπληξιν καὶ πολὺ τὸ θαῦμα παρεχόμενα.
20 Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Δείκνυσι διὰ τούτου, ὅτι πρὸς ἑκάτερα ἀπηρτισμένη ἡ ἰσχὺς αὐ‐ τοῦ, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τιμωρίαν, καὶ ὅτι τὰ ἀπαριθμηθέντα ἅπαντα ἑκάτερα τούτων εἶχε.
25Πλὴν τοῦτο οὐκ ἐπὶ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν, καὶ ἑκατέρας τῆς εὐεργεσίας πολλὰ ὄντα τὰ ὄργανα, οἷον τῶν μὲν φοβερῶν, ἀστραπὰς, βροντὰς, σκηπτοὺς, πρηστῆ‐ ρας, λοιμοὺς, χιόνας, χάλαζαν, ἐρυσίβην, πάγον,
30πυρώσεις, ἐπικλύσεις· ἐν τοῖς ἑρπετοῖς δὲ δράκοντας, σκορπίους, ὄφεις, καὶ ἐν τοῖς πετεινοῖς ἀκρίδα, καὶ ἐν τοῖς εὐτελέσι κυνόμυιαν, κάμπην· ἅπερ δὴ μάλιστα καὶ αὐτὰ προνοίας ἐστὶν, ἐπιστρέφοντα τοὺς ἀνθρώ‐ πους, ἀπαλλάττοντα ῥᾳθυμίας, ἀφυπνίζοντα τοῦ
35βαθέος ὕπνου, ἀπὸ τοῦ κάρου πρὸς νῆψιν ἄγοντα. Οὐκ ἐν τούτοις δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις ἡ δύναμις αὐτοῦ ἀπηρτισμένη. Διὸ καὶ περὶ τούτων ἡμᾶς διδάξαι βουλόμενος, εἰπὼν, Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν, καὶ τὴν μεγαλωσύνην σου
40διηγήσονται, ἐπήγαγε· Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. Ἄλλος, Ἀγα‐ θωσύνης σου, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιά‐ σονται. Ὅπερ ἕτερος ἑρμηνευτὴς εἶπε, Καὶ τὰς ἐλεημοσύνας σου εὐφημήσουσιν. Ἡμεῖς δὲ ὥσπερ
45ἀπηριθμησάμεθα ἐκεῖνα τὰ φοβερὰ, οὕτω καὶ τὰ ἐναντία τούτων ἀναγκαῖον εἰπεῖν· οἷον ἐπὶ τῶν ὁρω‐ μένων καὶ περὶ ἡμᾶς, τροπὰς ἐτησίους, ἡμέρας, παραδείσους, λειμῶνας, ἄνθη ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ, καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς

55

.

467

(50)

τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα, τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα, καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν
55ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς ἴδοι τις ἂν οὐ
κολάζοντα μόνον, ἀλλὰ καὶ εὐεργετοῦντα πολλῷColumn end

55

.

468

πλεῖον ἢ κολάζοντα. Τὰ μὲν οὖν φόβου ἕνεκεν ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν πολλὴν ἀναισθησίαν τῶν οὐ διορθουμένων τῷ φόβῳ. Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας
5αὐτὰ προάγει οὐκ εἰς ἀξίους μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους. γʹ. Ποικίλλων τοίνυν ἡμῶν τὴν σωτηρίαν, ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα ἐργάζεται, πλεονάκις δὲ ἐκεῖνα, ἐπειδὴ καὶ ἐκεῖνα βούλεται μόνα. Διὰ γὰρ τοῦτο καὶ
10γέενναν ἠπείλησεν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ’ ἵνα μὴ ἐπαγάγῃ· καὶ τὴν μὲν τῷ διαβόλῳ παρεσκεύασε· Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμέ‐ νον τῷ διαβόλῳ· τὴν δὲ βασιλείαν ἀνθρώποις, δεικνὺς ὅτι οὐ βούλεται ἄνθρωπον εἰς γέενναν ἐμβαλεῖν.
15Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ὁρᾷς καὶ τὸν προφήτην τούτοις ἐνδιατρίβοντα τοῖς χρηστο‐ τέροις, καὶ ἐπιδαψιλευόμενον τῷ λόγῳ. Καὶ γὰρ οἶδε
20σαφῶς ἐν τούτοις ὄντα μάλιστα τοῦ Θεοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ ἦν σωθῆναι, μὴ πολλῆς οὔσης αὐτοῦ τῆς φιλανθρωπίας· οὐκ ἦν μεῖναι μὴ πολλῆς ἀπολαύον‐ τας τῆς ἀγαθότητος. Διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίος σου, καὶ ἐν
25ταῖς ἁμαρτίαις σου προέστην σου. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ὅρα πῶς δείκνυσιν αὐτοῦ ἄφατον τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἐλεεῖ μόνον ἁμαρτάνον‐ τας, ἀλλὰ καὶ ἕτερον εἶδος τῆς φιλανθρωπίας οὐ μικρὸν ἐπιδείκνυται, τὸ μακρόθυμον, ὥστε αὐτοὺς εἰς με‐
30τάνοιαν ἐλθεῖν, καὶ μετὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀπὸ τῆς οἰκείας σωθῆναι σπουδῆς, καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων παῤῥησίαν ἔχειν. Οὐχ ἁπλῶς δὲ, Ἐλεήμων, ἀλλὰ καὶ, Πολυέλεος εἶπε, δεικνὺς ὅτι τὸ πολὺ τοῦτο μετρηθῆναι οὐκ ἔνι, ἀλλὰ πάντα ὑπερ‐
35βαίνει λόγον. Διὰ γοῦν τῶν ἑξῆς κατὰ τὸ ἐγχωροῦν αὐτῷ ἐνεδείξατο ἐπαγαγὼν καὶ εἶπε· Χρηστὸς Κύ‐ ριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Τί ἐστι, Τοῖς σύμπασι; Καὶ τοῖς ἁμαρτωλοῖς,
40φησὶ, καὶ τοῖς ἐν παρανομίαις ζῶσιν. Οὐ γὰρ δὴ μόνον οἱ δίκαιοι, οὐδὲ οἱ κατορθοῦντες, οὐδὲ οἱ μετα‐ νοοῦντες, ἀλλὰ καὶ πάντες, δι’ ὧν πάσχουσιν, ἀνακη‐ ρύττουσιν αὐτοῦ τὸν ἔλεον καὶ τὴν χρηστότητα. Κἂν μέ τις ἔρηται, τίνι χρηστὸς ἐγένετο, ἐρῶ· Οὐχὶ τῷ
45Ἄβελ μόνον, ἀλλὰ καὶ τῷ Κάϊν· οὐχὶ τῷ Νῶε μόνον καὶ τοῖς ἐκείνου παισὶν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ κατα‐ ποντισμοῦ κατακλυσθεῖσι. Πάντα γὰρ ἀπὸ φιλανθρω‐ πίας ἐργάζεται. Καὶ ἵνα μάθῃς, πῶς πᾶσίν ἐστιν χρηστὸς, σκόπει ἐντεῦθεν· Πόσης χρηστότητος ἦν,

55

.

468

(50)

εἰπέ μοι, τὸ τὸν ἀδελφοκτόνον ἐκεῖνον, καὶ τοιαύτην τολμήσαντα σφαγὴν, καὶ τὴν δεξιὰν μολύναντα, καὶ τοῦ Θεοῦ καταπατήσαντα τοὺς νόμους, παραδοῦναι τιμωρίᾳ, νουθεσίᾳ μᾶλλον ἢ κολάσει οὔσῃ, ὥστε καὶ αὐτὸν ἐκεῖνον καθᾶραι διὰ τοῦ μήκους τοῦ κατὰ τὸν
55χρόνον τῆς ἁμαρτίας τῆς ἐγγενομένης, καὶ τοὺς ἄλλους παιδεῦσαι δι’ ὧν ἔπασχεν ἐκεῖνος; πόσης δὲ ἦν χρηστότητος, εἰπέ μοι, τὸ τοὺς ἀνίατα νοσοῦντας ἐπὶ τοῦ κατακλυσμοῦ, καὶ μήτε ἀπειλαῖς, μήτε λό‐
γοις, μήτε ἄλλῳ μηδενὶ διορθωθέντας στῆσαι τῆς

55

.

469

κακίας, καὶ τῷ κοινῷ χρέει τῆς φύσεως ἀντὶ φαρμάκου χρήσασθαι, καὶ τὸν κουφότατον αὐτοῖς ἐπαγαγεῖν θάνατον τὸν διὰ τῶν ὑδάτων; Τὸ δὲ, Σύμ‐ πασιν, οὐκ ἐπὶ τούτου μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ
5ἐπὶ τῶν ὁρωμένων ἁπάντων, ἐπὶ τῶν ζώων, ἐπὶ τῶν ἀλόγων· κἂν εἰς αὐτοὺς δὲ ἄν τις ἀναβῇ τοὺς ἀγγέ‐ λους, τοὺς ἀρχαγγέλους, πολλὴν ὄψεται τὴν χρη‐ στότητα, πολλοὺς τοὺς οἰκτιρμούς· ἕκαστον γὰρ ἔργον πολλῆς ἀπολαύει φιλανθρωπίας. Ὅπερ δὴ καὶ
10αὐτὸς συνιδὼν, ἐπήγαγεν· Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε· τουτέστιν, Εὐχαριστείτωσάν σοι, ἀναπεμπέτωσάν σοι ὕμνους, οἵ τε λόγῳ τετιμημένοι, τά τε φωνὴν οὐκ ἔχοντα. Καὶ γὰρ καὶ τῶν ἀφώνων
15ἕκαστον οὕτω γέγονεν, ὥστε εὐλογίαν ἀναπέμπειν διὰ τῆς οἰκείας φύσεως, κἂν ἄφωνα ᾖ, διὰ τῶν ὁρώντων καὶ ἀπολαυόντων ἀνθρώπων. Καὶ ἐκεῖνα μὲν διὰ τῆς οὐσίας τῆς αὑτῶν, ἄνθρωποι δὲ καὶ διὰ τῆς διαγωγῆς, καὶ διὰ τῆς πράξεως. Διὸ καὶ τοῦτο δῆλον ποιεῖ διὰ
20τῆς ἐπαγωγῆς τοῦ, Οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Ὁσίους δὲ ἐνταῦθα τοὺς ἁγίους καλεῖ τοὺς τὰ τοῦ Θεοῦ προστάγματα πληροῦντας, τοὺς ἀβάτους ἁμαρ‐ τήμασι καὶ πονηρίᾳ. Δόξαν τῆς βασιλείας σου ἐροῦσι. Τί ἐστι, Δόξαν ἐροῦσι; Τὸ ἀνενδεὲς, τὸ φιλ‐
25άνθρωπον, φησὶν, τὸ κηδεμονικὸν, τὸ μὴ δεόμενον τῶν ἀρχομένων, τὸ τοσαύτην περὶ αὐτοὺς ἐπιδείκνυσθαι πρόνοιαν, τὸ ἀπρόσιτον τοῦ φωτὸς, τὸ ἄῤῥητον τῆς οὐσίας, τὸ ἀκατάληπτον. Καὶ τὴν δυναστείαν σου λαλήσουσι· τουτέστιν, Τὴν δύναμιν τὴν ἄμαχον, τὴν
30ἀχείρωτον ᾄσονται· οὐκ ἐπειδή σοι χρεία τούτων τῶν ὕμνων καὶ τῶν εὐφημιῶν, ἀλλὰ δι’ αὐτούς τε τοὺς λέγοντας, καὶ ὥστε καὶ ἑτέρους διδάξαι, καὶ ποιῆσαι τῆς εὐφημίας κοινωνούς. Διὸ ἐπήγαγε· Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυνα‐
35στείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Δείκνυσι διὰ τούτων, ὅτι διὰ τὸ μαθεῖν ἑτέρους τὴν δυναστείαν αὐτοῦ τὰς εὐφημίας προσίεται. Πολλὴ τοίνυν ἡ δύναμις, πολλὴ ἡ δόξα, πολλὴ ἡ εὐπρέπεια, πολλὴ καὶ ἄφατος, οὐ μόνον πάντα
40ὑπερβαίνουσα λόγον, ἀλλὰ καὶ πάντα νικῶσα νοῦν. Ἀλλ’ ἡ πολλὴ καὶ ἄφατος αὕτη χρείαν ἔχει τῶν δι‐ δασκόντων αὐτὴν διὰ τὴν ἄνοιαν τῶν πολλῶν. Ἐπεὶ καὶ ἥλιος φανότατόν ἐστιν ἄστρον, καὶ ὅμως οἱ τὰ ὄμματα νοσοῦντες οὐχ ὁρῶσιν αὐτοῦ τὸ φῶς· οὕτω δὴ
45καὶ ἡ τοῦ Θεοῦ πρόνοια ἡλίου μὲν παντός ἐστι φαι‐ δροτέρα, ἀλλ’ οἱ τοῖς λογισμοῖς διεστραμμένοι, καὶ βεβυσμένοι τὰς ἀκοὰς, πολλῆς δέονται τῆς ἐπιμε‐ λείας, ὥστε ἀνοιγῆναι αὐτῶν τὴν διάνοιαν. δʹ. Δεῖ τοίνυν συνεχῶς αὐτοῖς ἐνηχεῖν καὶ ἐνιέναι

55

.

469

(50)

τὴν περὶ τούτων διδασκαλίαν. Εἶτα ἐπειδὴ εἶπε δόξαν βασιλείας καὶ μεγαλοπρέπειαν, καὶ μὴ διασαφήσας παρέδραμε, πάλιν ἀναλαμβάνει, καὶ λέγει κατὰ τὸ ἐγχωροῦν αὐτῷ, τί ἐστιν ἡ δόξα, ἐπαγαγών· Ἡ βα‐ σιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Οὐ τῶν
55παρόντων μόνον, φησὶν, ἀλλὰ καὶ τῶν ἐρχομένων· ἀτελεύτητος γὰρ καὶ ἄπειρος, καὶ μόνη τὸ ἀΐδιον ἔχουσα. Καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ
γενεᾷ. Ὅρα αὐτῆς καὶ ἐντεῦθεν τὸ ἀτελεύτητον. Παν‐Column end

55

.

470

ταχοῦ τῆς οἰκουμένης, πανταχοῦ τῶν αἰώνων, παν‐ ταχοῦ τῶν χρόνων ἐκτέταται. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· εἰπὼν τῆς βασιλείας τὸ ἀτελεύτητον, τὸ βε‐
5βηκὸς, τὸ πάγιον, τὸ ἀκίνητον, λέγει καὶ τῶν λόγων αὐτοῦ τὸ στεῤῥόν. Τὸ γὰρ, Πιστὸς, τοῦτό ἐστιν, βέ‐ βαιος, ἀληθής. Εἰ δὲ πιστὸς, πάντως ἔσται τὰ εἰ‐ ρημένα παρ’ αὐτοῦ. Ὥσπερ δὲ ἡ βασιλεία αὐτοῦ ἀδιάπτωτος, καὶ πέρας οὐκ ἔχουσα· οὕτω καὶ οἱ λό‐
10γοι αὐτοῦ στεῤῥοὶ, βεβηκότες. Οὔτε οὖν ἐκείνη ποτὲ διακόπτεται, οὔτε οὗτοι διαπίπτουσιν. Εἰ δὲ οὐ δια‐ πίπτουσι, δεῖ πάντως ἀκολουθῆσαι τὰ ἔργα. Εἰ δέ πού τι καὶ εἶπε, καὶ οὐ γέγονε, καὶ τοῦτο τῆς ἀλη‐ θείας αὐτοῦ ἀπόδειξις· Πέρας γὰρ λαλήσω ἐπὶ ἔθνη
15καὶ βασιλείαν, τοῦ κατασκάπτειν καὶ ἐκριζοῦν· καὶ ἐὰν μετανοήσωσιν ἐπὶ τῇ κακίᾳ, μετανοήσω κἀγὼ ἐφ’ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Καὶ ἐπὶ τῶν ἀγαθῶν ὁμοίως· Χρηστὰ διαλέξομαι, φησὶ, κἂν μεταβάλωνται, κἀγὼ μεταβαλῶ τὰ περὶ αὐτῶν
20εἰρημένα. Καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμω‐ μος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βα‐
25σιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων, ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων, ὅτι ἄληπτοι, περὶ τῆς δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλ‐ ανθρωπίας· ὃ καὶ αὐτὸ μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ
30καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο παθεῖν, καὶ κειμένους ἀνιστᾷν, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάν‐ τας, οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάν‐ των γάρ ἐστι Δεσπότης, καὶ οὐδὲ κειμένους παρα‐
35τρέχει, οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο καὶ ἐπὶ τῆς κοινῆς φύσεως ἐποίησε· τοῦτο καὶ ἐφ’ ἑκάστου ἐργάζεται. Εἰ δέ τινες τῶν κειμένων οὐκ ἀνίστανται, οὐ παρ’ αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ’ ἐκείνους τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν
40Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ’ ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν Δαυῒδ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν ἐποίησε. Τὸν Πέτρον μέλλοντα καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς· Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξ‐
45ῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Εἶτα λέγει καὶ ἕτερον εὐεργεσίας εἶδος· ποικίλη γὰρ αὐτοῦ καὶ παντοδαπὴ ἡ κηδεμονία. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν

55

.

470

(50)

εὐκαιρίᾳ. Εἶδες πῶς ἔδειξεν, ὅτι Χρηστὸς τοῖς σύμ‐ πασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ; Ὅπερ ἐν τοῖς Εὐαγγελίοις εἴρηται, Ὅτι ἀνα‐ τέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγα‐ θοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τοῦτο
55καὶ ἐνταῦθα οὗτος ᾐνίξατο τῷ εἰπεῖν· Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Οὐ γὰρ ὑετοὶ καὶ γῆ καὶ ἀὴρ, ἀλλὰ τὸ ἐπίταγμα αὐτοῦ τοὺς καρποὺς τε‐ λεσφορεῖν εἴωθεν.
Τὸ δὲ, Ἐν εὐκαιρίᾳ, τοῦτο δηλοῖ, ὅτι καιροῖς

55

.

471

πάντα διώρισται, καὶ τροπαῖς διαφόροις ἐξάγεται. Καὶ τοῦτο γὰρ μάλιστα αὐτοῦ δείκνυσι τὴν σοφίαν, τὸ μὴ ὁμοῦ πάντα, μηδὲ ὑφ’ ἓν, ἀλλὰ παρὰ πάντα τὸν ἐνιαυτὸν διελεῖν τὰ τῆς τροφῆς, ὥστε καὶ τὸν γη‐
5πόνον ἀναπαύεσθαι, καὶ τὰ γινόμενα μὴ διαφθείρε‐ σθαι. Τὸ τοίνυν, Ἐν εὐκαιρίᾳ, ἢ ὅπερ ἔμπροσθεν εἴπομεν τοῦτό ἐστιν, ὅτι καιροῖς μεμέρισται ἕκαστα· ἢ ὅτι Δεομένοις καὶ χρῄζουσι τὴν τροφὴν δί‐ δως. Καὶ πῶς, φησὶν, Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ
10ἐλπίζουσιν, εἶπε; Καίτοι πολλοί εἰσιν αὐτόματα τὰ ὄντα λέγοντες, οἱ ἐν ἀσεβείᾳ ζῶντες. Τοῦ πράγμα‐ τος αὐτοῦ λέγει τὴν φύσιν ἐνταῦθα, ὥσπερ καὶ ἀλ‐ λαχοῦ ὅταν λέγῃ· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· καίπερ ἀλόγιστα τὰ ζῶά
15ἐστι. Καὶ πάλιν· Σκύμνοι ὠρυόμενοι, τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Καί‐ τοι καὶ οὗτοι ἀλόγιστοι, καὶ οὐκ αὐτοὶ ζητοῦσιν· ἀλλὰ καὶ ἐνταῦθα πάλιν τοῦ πράγματος λέγει τὴν φύσιν· οὐ γὰρ ἀπὸ τῆς ἐκείνων προαιρέσεως, ἀλλ’ ἀπὸ τῆς
20τῶν γινομένων φύσεως τοῦτο ῥητέον ἐστίν. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδο‐ κίας. Χεῖρα τὴν ἐνέργειαν λέγει, καὶ τὴν χορηγητι‐ κὴν δύναμιν, διὰ πάντων σε παιδεύων εἰδέναι, ὡς οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ’ ἐν τῇ τοῦ Θεοῦ προνοίᾳ τῶν
25καρπῶν αἱ γοναί. Ἢ καὶ τὸ εὔκολον δεικνὺς, εἶπε τὸ, Ἀνοίγεις σὺ τὴν χεῖρά σου. Ἐπειδὴ γὰρ οἱ τότε μάλιστα [τὸν] πάντων αἴτιον ἀφέντες προσεκύνουν καὶ ἀέρα καὶ ἥλιον, καὶ ταῦτα ἐνόμιζον εἶναι τὰ παρ‐ έχοντα τοὺς καρποὺς, ἀνάγων αὐτοὺς ἐπὶ τὴν ἀρχὴν
30τὴν ἄνω καὶ τὸν τούτων αἴτιον καὶ Δεσπότην, συν‐ εχῶς ταῦτα ἐπιλέγει, δεικνὺς ὅτι ἐκ τῆς ἐκείνου χειρὸς πάντα, ἐκ τῆς ἐκείνου κηδεμονίας ἐπιῤῥεῖ τὰ ἀγαθά. εʹ. Εὐδοκίας δὲ ἐνταῦθα ἐμπιπλᾷν λέγει, τουτέστιν εὐαρεστήσεως, διότι ἕκαστον ζῶον πληροῖ τοῦ θε‐
35λήματος αὐτοῦ, τοῦ ἀρέσκοντος αὐτῷ. Οὐ γὰρ ἁπλῶς δίδωσι τροφὴν, ἀλλὰ κατὰ τὸ χρήσιμον ἑκάστῳ, κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, κατὰ τὸ πλῆρες. Ὃ δὲ λέ‐ γει, τοῦτό ἐστι· Καὶ ἀλόγοις δίδως, καὶ ἀνθρώποις, καὶ πᾶσιν, ὡς ἑκάστῳ ἡδὺ, ὡς ἑκάστῳ ἀρεστόν· καὶ
40οὐ δίδως μόνον, ἀλλὰ καὶ πληροῖς, ὡς μηδὲν εἶναι ἐνδέον. Διό φησιν, Ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁδοὺς ἐνταῦθα τὰς οἰκονομίας λέγει, τὴν πρόνοιαν, τὴν κηδεμονίαν,
45δι’ ἧς ἅπαντα διετύπωσε. Πάντα γὰρ, φησὶ, τὰ ἔργα αὐτοῦ ἐγκώμια, θαυμάτων γέμει, οὐδεμίαν οὐδενὶ παρέχοντα λαβὴν, κἄν τινες μαίνωνται καὶ λυσ‐ σῶσι. Τὰ τοίνυν ἔργα φύσει τοιαῦτα, ὡς ἀπολάμπειν, ὡς ἀποστίλβειν, ὡς ἀνακηρύττειν τοῦ πεποιηκότος

55

.

471

(50)

τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν φιλανθρωπίαν, τὴν δικαιοσύνην, τὴν ὁσιότητα. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλου‐ μένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἰδοὺ καὶ ἕτερον προ‐ νοίας μέρος, τὸ κεφάλαιον τῶν ἀγαθῶν. Εἰπὼν γὰρ
55τὰ κοινῇ καὶ τοῖς ἀπίστοις δεδομένα, τὴν τροφὴν,
τοὺς ὑετοὺς, λέγει καὶ τὰ ἰδιαζόντως τοῖς πιστοῖςColumn end

55

.

472

παρεχόμενα. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐγγὺς αὐτῶν εἶναι, τουτέστιν, ἀντέχεσθαι, κήδεσθαι, προνοεῖν πολὺ μειζόνως ἐκείνων, εὔνουν αὐτοῖς εἶναι καὶ ἵλεων καὶ εὐμενῆ, μᾶλλον αὐτοῖς ἀποκαλύπτειν τὰ ἀγαθά.
5 Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Καὶ μὴν, φησὶν, ὁ Παῦλος ἐβούλετο τὸν ἄγγελον τοῦ Σατᾶν ἀποστῆναι ἀπ’ αὐτοῦ, τουτέστι, τοὺς πειρα‐ σμοὺς, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, καὶ οὐκ ἐποίησε.
10Καὶ μὴν ἐποίησεν· ἐπειδὴ γὰρ ἔγνω ὅτι τὰ μὴ συμφέ‐ ροντα ᾔτει, πάλιν θελῆσαι καὶ σφόδρα θελῆσαι Θεοῦ ἔργον ἦν. Διὸ καὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς. Εἰ δὲ τὰ ἐναντία πρότερον ἐβούλετο, δι’ ἄγνοιαν ἐβούλετο· ἐπειδὴ δὲ ἔμαθεν, ὅτι
15τοῦτο ὁ Θεὸς βούλεται, καὶ αὐτὸς λοιπὸν εὐδοκεῖ. Οὐ γάρ ἐστιν ἄλλο τὸ θέλημα Θεοῦ, καὶ ἄλλο τῶν φοβου‐ μένων αὐτόν· εἰ δέ τινα καὶ αὐτοὶ ὡς ἄνθρωποι βού‐ λονται, ἀλλ’ ὕστερον διορθοῦνται. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς
20ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ τοῦτο μέρος προ‐ νοίας οὐ μικρὸν, τὸ τηρεῖν, τὸ ἀσφαλίζεσθαι, τὸ τὴν παρ’ αὐτοῦ πρόνοιαν παρέχειν. Ἁμαρτωλοὺς δέ φησι τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς οὐ βουλομένους διορ‐ θωθῆναι. Εἰ δέ τινας καὶ τῶν ἀγαπώντων αὐτὸν ἀφ‐
25ίησιν εἰς θανάτους ἐμπεσεῖν, καὶ τοῦτο φυλάσσοντός ἐστιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἄβελ γέγονε. Εἰ γὰρ καὶ τὰ σώματα αὐτῶν διεφθάρη, ἀλλ’ ὅμως τῇ ψυχῇ λαμ‐ πρότεροι γεγόνασιν· ἀπολήψονται δὲ καὶ τὰ σώματα ἄφθαρτα. Ἐπεὶ οὖν εἶπε τῆς προνοίας αὐτοῦ τὰ εἴδη,
30ὅσα δυνατὸν ἦν εἰπεῖν αὐτῷ, τὰ κοινὰ, τὰ ἰδιάζοντα, τὰ ἐξαίρετα τῶν ἁγίων, τὴν περὶ τοὺς σαλευομένους κηδεμονίαν, τὴν περὶ τοὺς κειμένους πρόνοιαν, τὴν μακροθυμίαν, τὴν τῶν ἁμαρτωλῶν διόρθωσιν, τὴν τῶν ἁγίων φυλακὴν, πάλιν εἰς αἶνον κατακλείει τὸν λόγον,
35καὶ τὴν οἰκουμένην ἅπασαν εἰς κοινωνίαν τῆς εὐφη‐ μίας καλεῖ λέγων· Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁρᾷς πῶς ἀπὸ τῆς χρηστῆς διαθέσεως οὐ
40τοὺς εὐεργετουμένους μόνον, ἀλλὰ καὶ τοὺς κολαζομέ‐ νους καλεῖ (καὶ γὰρ τοῦτο κηδεμονίας), οὐκ ἀνθρώ‐ πους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, καὶ τὰ στοιχεῖα, καὶ τὰ ἀναίσθητα ἅπαντα· πάντα γὰρ ἐμπέπλησται αὐτοῦ τῆς ἀγαθότητος. Μὴ τοίνυν μηδὲ ἡμεῖς διαλείπωμεν
45τὸν οὕτω χρηστὸν, τὸν οὕτω φιλάνθρωπον, τὸν παν‐ ταχοῦ ἐκτείνοντα αὐτοῦ τὴν εὐεργεσίαν συνεχῶς ἀνυμνοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχω‐ μεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου

55

.

472

(50)

ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
52tΕΙΣ ΤΟΝ ΡΜΕʹ ΨΑΛΜΟΝ.
53Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου. Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
55 αʹ. Ἔνθα κατέλυσεν, ἐντεῦθεν ἄρχεται πάλιν, ἀπὸ αἴνου καὶ εὐφημίας. Οὐ γὰρ μικρῶς ἐκκαθαίρει ψυ‐ χὴν τὸ τοιοῦτον. Αἶνον δὲ λέγει, ὃ συνεχῶς λέγω, διὰ τῶν ἔργων· ὅπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι
60τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα

55

.

473

ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ Παῦλος· Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ ὥσπερ ἐν τῷ πρὸ τούτου ἔλεγε, Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε· οὕτω
5καὶ ἐνταῦθα, Ψαλῶ τῷ Θεῷ μου, φησὶν, ἕως ὑπάρχω. Εἶτα βουλόμενος πάλιν λαβεῖν κοινωνοὺς τῆς εὐφημίας ἀνθρώπους, εἰς τὰ διηγήματα αὐτοῦ τῆς φιλανθρωπίας ἐμπίπτει, καιόμενος, θερμαινόμενος τῷ πόθῳ, περι‐ τρέχων τὴν οἰκουμένην ἅπασαν, ἅπαντας συνάγων
10εἰς τὸν οἰκεῖον χορόν. Καὶ γὰρ καὶ τοῦτο μάλιστα αἶ‐ νος, τοῦτο μάλιστα δόξα εἰς Θεὸν, ὅταν πολλοὺς ἐπι‐ ζητῇ τοὺς μέλλοντας τῆς αὐτοῦ ἀπολαύειν σωτηρίας. Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἕτερος, Τῷ οὐκ ἔχοντι
15σῶσαι. Ἀκουέτωσαν τῆς παραινέσεως ταύτης καὶ συμβουλῆς οἱ πρὸς τὰς ἀνθρωπίνας κεχηνότες προστα‐ σίας τὰς ἐπικήρους καὶ διεφθαρμένας. Τί δέ ἐστιν, Οἷς οὐκ ἔστι σωτηρία; Οὐδὲ τῆς ἰδίας, φησὶ, σωτη‐ ρίας εἰσὶ κύριοι, οὐδὲ ἑαυτῶν προστῆναι δύνανται.
20Εἰ γὰρ ἐπέλθοι ἡ τελευτὴ, κείσονται λίθων ἀφωνότε‐ ροι. Τοῦτο γάρ ἐστιν ὃ ἐπιφέρει λέγων· Ἐξελεύσε‐ ται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ἕτερος, Αἱ προθέσεις αὐ‐
25τοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὁ ἑαυτοῦ προστῆναι μὴ δυνάμενος, πῶς ἑτέρους ἐξαρπάσεται; Οὐδὲν γὰρ οὕ‐ τως ἐπισφαλὲς καὶ σαθρὸν, ὡς ἡ τοιαύτη ἐλπίς. Καὶ δείκνυσι τῶν πραγμάτων ἡ φύσις. Διὸ καὶ Παῦλος περὶ τῆς εἰς Θεὸν ἐλπίδος διαλεγόμενος ἔλεγεν· Ἡ δὲ
30ἐλπὶς οὐ καταισχύνει. Ἀλλ’ οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλὰ σκιᾶς ἀσθε‐ νέστερα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἄρχων ἐστί. Καὶ γὰρ καὶ ὁ ἄρχων οὐδὲν ἔχει πλέον τοῦ τυχόντος ἀνθρώπου· τῇ αὐτῇ ἀδηλίᾳ ὑπόκειται. Εἰ δέ τι χρὴ καὶ θαυμαστὸν
35εἰπεῖν, ἐπειδὴ ἄρχων ἐστὶ, καὶ διὰ τοῦτο μάλιστα οὐ χρὴ θαῤῥεῖν. Ἀκροσφαλεῖς γὰρ αἱ τοιαῦται δυνα‐ στεῖαι. Κἂν μὴ μεταπέσῃ, πρὸς ὀργήν ἐστιν ὀξυῤῥε‐ πὴς, καὶ τῇ ἐξουσίᾳ πρὸς ἀγνωμοσύνην ἀποκέχρηται, ὡς οὐ μέλλων ὑπεύθυνος εἶναι τῷ τὴν ὑπόσχεσιν δεξα‐
40μένῳ· κἂν εὐγνώμων φανῇ, εὐκολωτέρας ἕξει τὰς μεταπτώσεις τῶν ἰδιωτευόντων, ὅσῳ καὶ μείζοσι καὶ πλείοσιν ἐπιβουλαῖς ὑπόκειται· καὶ μᾶλλόν ἐστιν εὐχείρωτος οὗτος, ὅσῳ καὶ πλείους ἔχει τοὺς ἐπιβου‐ λεύοντας. Τί γὰρ βούλονται οἱ σωματοφύλακες; τί δὲ αἱ
45πολλαὶ προφυλακαί; Πῶς οὖν ὁ ἐν πόλει εὐνομουμένῃ μηδὲ περὶ τοῦ σώματος αὐτοῦ θαῤῥῶν, ἀλλ’ ὡς ἐν μέ‐ σοις ἀναστρεφόμενος πολεμίοις, οὕτως ὢν ἐναγώνιος, ἑτέρους σῶσαι δυνήσεται; Ὁ εἰρήνης οὔσης τῶν ἐν πο‐ λέμοις χαλεπώτερον δεδοικὼς, πῶς ἑτέρους ἐν ἀσφα‐

55

.

473

(50)

λείᾳ καταστήσει καὶ ἐξαρπάσεται τῶν κινδύνων; Πολ‐ λοῖς δὲ δυναμένοις καθ’ ἑαυτοὺς ζῇν μετὰ ἀδείας τοῦτο αὐτὸ γέγονεν ἐπιβουλὴ, τὸ τοιούτοις θαῤῥῆσαι· καὶ καταπεσόντων ἐκείνων καὶ οὗτοι συγκατηνέχθησαν· ἑτέροις δὲ οἱ φύλακες προδόται γεγόνασιν. Ἀλλ’ ὅμως
55ὁ προφήτης ταῦτα ἅπαντα παραδραμὼν, ἐπειδὴ πολ‐ λοὶ διέφυγον, τὸ ἀναμφισβήτητον τίθησι, τὸ τῆς τε‐ λευτῆς. Κἂν γὰρ ἅπαντά σοι κατὰ ῥοῦν φέρηται, κἂν εὔνους ᾖ, κἂν χάριν εἰδὼς, φησὶ, κἂν μέλλῃ ἀποδιδό‐ ναι, ἐν μέσαις ταῖς ὑποσχέσεσι καταλύσας τὸν βίον,
60ἀφῆκέ σε ἐν ἐλπίσι κεναῖς, διὰ τὸ τὴν ζωὴν μὴ ἀρκέ‐Column end

55

.

474

σαι πρὸς τὸ τῆς ὑποσχέσεως τέλος. Ὅταν δὲ μηδὲ ζωὴν ἀρκοῦσαν ἔχῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ προ‐ καταλύηται τοῦ τέλους ὁ βίος, ἐπὶ σαθρὰν καταφεύ‐ γεις συμμαχίαν. Ἢ οὐκ ἴστε πολλοὺς τοῦτο πεπονθό‐
5τας, καὶ τοῦ συμμάχου πεσόντος, τοῦ προστάτου γυμνωθέντας, ἐντεῦθεν μᾶλλον κατενεχθέντας; Καὶ τί λέγω περὶ τῆς ἐπαγγελίας, ὅτι διαχεῖται καὶ ἀπόλ‐ λυται, ὅταν καὶ ὁ ταύτης κύριος ὢν μηδὲ αὐτὸς μένῃ; Ἐπιστρέφει γὰρ, φησὶν, εἰς τὴν γῆν αὐτοῦ. Εἰ δὲ
10ἐκεῖνος ἀπόλωλε, πολλῷ μᾶλλον καὶ ταῦτα. Διὸ καὶ ἐπήγαγε τὸ, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάν‐ τες οἱ διαλογισμοὶ αὐτοῦ· δεικνὺς ὅτι οὐ μόνον εἰς τέλος οὐχ ἥξει τὰ τῆς ἐπαγγελίας, ἀλλὰ καὶ αὐτὸς οἰχήσεται ὁ ἐπαγγελλόμενος. Τί οὖν ἐντεῦθεν ποιεῖ;
15Ἐπεὶ τῶν ἀνθρωπίνων ἀπήγαγεν ἐλπίδων, δείκνυσι λοιπὸν τὸν ἀσφαλῆ λιμένα καὶ τὸν ἀχείρωτον πύργον, καὶ συμβουλεύει. Οὗτος γὰρ μάλιστα παραινέσεως ἄριστος τρόπος, ἀπάγειν τῶν σαθρῶν, καὶ ἐνάγειν πρὸς τὰ ἰσχυρά· καθαιρεῖν τὰ μάταια, καὶ ἱστᾷν τὰ
20ἀληθινά· διελέγχειν τὰ ἀπατῶντα, καὶ δεικνύναι τὰ ὠφελοῦντα. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Εἶδες περιουσίαν συμβουλῆς καὶ παραινέσεως; Ὅταν δὲ μακαρισμὸν εἴπῃ, πάντα λέγει τὰ ἀγαθὰ, καὶ δεί‐
25κνυσι τὴν ἀσφάλειαν τῆς ἐλπίδος. Μακαρίσας τοίνυν τὸν ἐλπίζοντα ἐπ’ αὐτὸν, λέγει λοιπὸν τοῦ βοηθοῦ τὴν δύναμιν, δεικνὺς ὅτι ὁ μὲν ἄνθρωπος, ὁ δὲ Θεός· ὁ μὲν ἀπολλύμενος, ὁ δὲ μένων· οὐκ αὐτὸς δὲ μένων μόνος, ἀλλὰ καὶ τὰ ἔργα αὐτοῦ. Διὸ καὶ οὕτως ἐπ‐
30ήγαγε· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. βʹ. Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός· καὶ ὅτι τοιοῦτος, δείκνυσιν αὐτοῦ τὰ γενόμενα τὴν ἰσχύν. Τί οὖν, εἰ
35καὶ διαρκής ἐστι καὶ δυνατὸς, οὐ βούλεται δέ; Πολ‐ λοὶ γὰρ τῶν ἀνοήτων ταῦτα λέγουσιν Ἀλλ’ ὅρα πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασ‐ σαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἐπήγαγε· Τὸν φυ‐
40λάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐ‐ τοῦ ἐστιν ἔργον, τοῦτο σύνηθες, τοῦτο μάλιστα Θεοῦ ἴδιον, τὸ μὴ περιορᾷν ἀδικουμένους, τὸ μὴ παρατρέ‐ χειν ἐπηρεαζομένους, τὸ χεῖρα ὀρέγειν τοῖς ἐπιβου‐
45λευομένοις· καὶ τοῦτο εἰς τὸ διηνεκές. Διὸ καὶ ἔφη‐ σεν, Εἰς τὸν αἰῶνα, τοῦτο δηλῶν· οὐ τοῦτο δὲ μό‐ νον, ἀλλὰ καὶ τὸ ἑξῆς ἐχόμενον· Διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Ἄλλος, Φωτίζει. Κύριος ἀνορθοῖ

55

.

474

(50)

κατεῤῥαγμένους. Κύριος ἀγαπᾷ δικαίους. Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Εἶδες πῶς διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν πρόνοιαν τετα‐ μένην, καὶ ὅτι τοῦτο ἔργον αὐτῷ, λύειν συμφορὰς,
55λιμὸν διορθοῦσθαι, δεσμῶν ἐλευθεροῦν. Ἀλλὰ ταῦτα μὲν ἐκ μέρους καὶ ἄνθρωποι δύνανται· τὰ δὲ ἑξῆς οὐκέτι. Καὶ γὰρ τῆς φύσεως αὐτῆς τὴν πήρωσιν
διορθοῦται, τοὺς πεπτωκότας ἀνιστᾷ, φησὶ, τοὺς ἐν

55

.

475

ἀρετῇ λάμποντας ἐπαινεῖ, τοὺς ἀπροστατεύτους σώ‐ ζει, τοὺς δι’ ὀρφανίαν ἢ χηρείαν δυσχεραίνοντας καὶ ὀδυνωμένους παραμυθεῖται καὶ ἀνακτᾶται. Εἶτα ἐπειδὴ εἶπεν, Ἀγαπᾷ δικαίους, δείκνυσιν ὅτι πολ‐
5λοῖς καὶ ἀπὸ συμφορᾶς μόνης ἐπήρκεσε. Καὶ γὰρ οὓς διατρέφει, διὰ τὸ πεινῇν τρέφει, ὅπερ οὐκ ἔστιν ἀρετῆς· καὶ τοὺς πεπεδημένους, διὰ τὰ δεσμὰ λύει· οὐδὲ αὐτὸ δὲ ἀρετῆς, ἀλλὰ συμφορᾶς· καὶ τοὺς τυ‐ φλοὺς δὲ διὰ τὴν πήρωσιν φωτίζει· οὐδὲ τοῦτο δὲ κατ‐
10ορθώματος, ἀλλὰ καὶ αὐτὸ συμφορᾶς. Ὁμοίως καὶ τὸ κατεῤῥάχθαι, καὶ τὸ προσήλυτον εἶναι, καὶ ὀρφανὸν, καὶ χήραν. Εἰ δὲ τοὺς ἐν συμφοραῖς, πολλῷ μᾶλλον τοὺς ἀρετῆς ἐπιμελουμένους. Ὅταν οὖν καὶ δύνηται καὶ βούληται, καὶ διαρκῆ τυγχάνῃ τὰ παρ’ αὐτῷ
15πάντα, καὶ ἀρετὴν ἀποδέχηται, καὶ διὰ συμφορὰς ἐλεῇ, τίνος ἕνεκεν οὐκ ἀφίης τὸν ἀπολλύμενον, τὸν ἀσθενῆ, τὸν ἐπίκηρον, καὶ ἐπὶ τὸν ἰσχυρὸν καὶ ἄμα‐ χον καταφεύγεις, τὸν οὐκ ὀνειδίζοντα τὰς συμφορὰς, ἀλλὰ διορθούμενον, τὸν πάντα ὅσα βούλεται δυνάμε‐
20νον; Σκόπει δὲ καὶ τὸ ἔσχατον πῶς μετὰ ἀκριβείας εἴρηκεν. Οὐ γὰρ εἶπε, Ἁμαρτωλοὺς ἀφανιεῖ, ἀλλὰ, Τὴν ὁδὸν αὐτῶν, τουτέστι, τὴν πρᾶξιν αὐτῶν. Οὐ γὰρ τὴν φύσιν ἀποστρέφεται, ἀλλὰ τὴν κακίαν μισεῖ. Βα‐ σιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου,
25Σιὼν, εἰς γενεὰν καὶ γενεάν. Εἰ τοίνυν βασιλεύει διὰ παντὸς καὶ μένει διὰ παντὸς, οὐκ ἔστιν ὑποπτεῦσαι, ἀλλὰ κἂν μὴ ἐνταῦθα δῷ τὴν ἀντίδοσιν, ἐπὶ μείζοσιν αὐτὴν φυλάττει. Μὴ τοίνυν μήτε ἐν πειρασμοῖς θορυ‐ βώμεθα καὶ ταραττώμεθα, ἂν μὴ παρὰ πόδας ἡ λύ‐
30σις γένηται, ἀλλ’ αὐτῷ παραχωρῶμεν τὸν καιρὸν τῷ Κυρίῳ τῆς λύσεως· μήτε ἂν ἀγαθόν τι κατορθώσω‐ μεν, εὐθέως ἀπαιτῶμεν τὰς ἀμοιβὰς, ἀλλὰ καὶ οὕτω πάλιν ἀναμένωμεν τὸ αὐτοῦ βούλημα· μετὰ γὰρ πλείονος δίδωσι τῆς ἀμοιβῆς, ὅταν ἀναβάλληται· καὶ
35διὰ πάντων εὐχαριστῶμεν, καὶ μένωμεν αἰνοῦντες. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ πολλῆς βιώ‐ σομεν τῆς ἀδείας, καὶ τῶν ἀποῤῥήτων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ
40ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
42tΕΙΣ ΤΟΝ ΡΜϛʹ ΨΑΛΜΟΝ.
43Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. αʹ. Ἀνωτέρω ἐν μὲν τῷ τεσσαρακοστῷ τετάρτῳ καὶ
45ἑκατοστῷ ψαλμῷ ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ δείκνυσι καὶ αὐτὸ τὸ αἰνεῖν ὅτι καλὸν, καὶ μυρίων ἀγαθῶν αἴτιον ὁ ψαλμός. Ἀφίστησι γὰρ τὴν διάνοιαν τῆς γῆς, καὶ πτεροῖ τὴν ψυχὴν, κουφίζει καὶ

55

.

475

(50)

μεταρσίους ποιεῖ. Διὸ καὶ Παῦλος λέγει, ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλλη‐ λούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις; Εὐπρόσδεκτος γένοιτο,
55φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυν‐ θῆναι τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. Δοκεῖ
δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δεί‐Column end

55

.

476

κνυσι διὰ τῆς ἐπαγωγῆς. Ἐπάγει γὰρ λέγων Οἰκο‐ δομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν, ἀλλ’ οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ
5Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ δια‐ σπορὰς, Τοὺς ἐξωσμένους εἶπε. Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν πάντες, ἀλλὰ μετὰ τὴν ἐπ‐ άνοδον κατὰ μικρὸν συνήγοντο.
10 Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ κατεαγμένα αὐτῶν. Ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παῤ‐ ῥησίαν οὐκ εἶχεν εἰπεῖν, προβάλλεται πάλιν τὴν συμ‐ φορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ
15τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμ‐
20μένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλεί‐ ψει, τὸ εἰωθὸς αὐτῷ οὐκ ἀφήσει. Οὕτω καὶ Παῦλος, Ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλε‐ σεν ἡμᾶς. Καὶ πάλιν· Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις
25μακροθυμίαν. Καὶ ὁ αὐτὸς οὗτος προφήτης ἀλλαχοῦ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρα‐ κλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν σου τὴν διάνοιαν. Τοῦτο μὲν οὖν περὶ τῆς βουλήσεως αὐ‐
30τοῦ, περὶ τῆς χρηστότητος καὶ τῆς φιλανθρωπίας, ὅτι ἔργον αὐτοῦ τοῦτο, τὸ τοὺς ἐν συμφοραῖς παραμυ‐ θεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς. Ἐπειδὴ γὰρ περὶ πλήθους ἦν διασπαρέντος ὁ λόγος καὶ οὐδαμοῦ
35φαινομένου τέως, εἰκότως τοῦτο τὸ ὑπόδειγμα εἰς μέ‐ σον ἤγαγε, δεικνὺς διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρ‐ μένους δυνήσεται συναγαγεῖν. Τούς τε γὰρ συντετριμ‐ μένους ἔθος αὐτῷ διορθοῦν καὶ παραμυθεῖσθαι, τά τε ἄπειρα πλήθη τῶν ἀστέρων μετὰ ἀκριβείας ἐπίστα‐
40ται. Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο κατὰ τὸ πλῆ‐ θος ἐκείνων ἔσεσθαι, μετὰ ἀκριβείας συνάξει. Καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἄλλος, Τοῖς πᾶσιν ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰ‐
45ρῆσθαι, καὶ ταὐτὸ λέγειν τὸν προφήτην, ὅπερ καὶ Ἡσαΐας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει; Οὐδεὶς αὐτῶν, φησὶν, ἀπολεῖται, ἀλλ’ ὥσπερ οἱ κατ’

55

.

476

(50)

ὄνομα καλοῦντες, οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης δια‐ σπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοι‐
55πὸν διαλέγεται, καὶ τοὺς σφόδρα θορυβουμένους τῶν Ἰουδαίων εἰς πίστιν ἄγων. Καὶ τῆς συνέσεως αὐ‐ τοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν πῶς καὶ
τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος.

55

.

477

Διὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ’ ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. Διὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν, ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ
5ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή.
10 βʹ. Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου, πῶς ταῦτα ἔσται. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ
15τὴν ἐπ’ ἀνθρώπων κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ’ ὃ πολλῷ μεῖζον, Ἀναλαμβάνων· ὡς περὶ πατρὸς φιλοστόρ‐ γου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων; Ἀνακτώμενος, φέρων, διαβαστάζων. Εἶδες πάλιν ἐφ’
20ἑκάτερα τὴν δύναμιν αὐτοῦ ἀπηρτισμένην, ἐπί τε τὸ αἴρειν τοὺς ταπεινοὺς, καὶ ταπεινοῦν τοὺς ἀπονενοη‐ μένους; Οὐχ ἁπλῶς δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολ‐ λῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ἄλλος,
25Καταλέξατε. Εἰπὼν αὐτοῦ τὰ κατορθώματα, πάλιν ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ἄλλος, Διὰ λύρας. Τῷ περιβάλλοντι
30τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς διὰ τῆς ἐπαγωγῆς, καὶ τίνος ἕνεκεν περιβάλλει τὸν οὐρανὸν ἐν νεφέλαις. Διὰ σὲ,
35φησὶν, ἵνα σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθ‐ ολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρη‐ ται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν, καὶ ὑετὸν
40πινεῖν, καὶ γῆν διεγείρειν, πολλῷ μᾶλλον ὑμῖν, οἳ αὐτῷ λαὸς περιούσιος ἐχρηματίσατε. Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον. Ὅρα περιου‐ σίαν τῆς προνοίας, ὅταν μὴ μόνον ἐν ἀροσίμῃ γῇ, ἀλλὰ καὶ ἐν τοῖς ὄρεσι δαψιλῆ αὐτοῦ παρέχῃ τὴν
45τράπεζαν, τὴν διατροφὴν τῶν κτηνῶν τῶν πρὸς ὑπηρεσίαν τῶν ἀνθρώπων γεγενημένων. Διὸ καὶ ἐπ‐ άγει· Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἑτέραν πάλιν λέγει φιλοτιμίαν, ὅταν μὴ μό‐

55

.

477

(50)

νον τοῖς ὑπηρετουμένοις ἀνθρώποις κτήνεσι τροφὴν παρέχῃ, ἀλλὰ καὶ ἑτέροις ἀλόγοις· Καὶ τοῖς νεοσ‐
σοῖς γὰρ, φησὶ, τῶν κοράκων τοῖς ἐπικαλουμέ‐Column end

55

.

478

νοις αὐτόν. Εἰ δὲ ἐν τοῖς ἀλόγοις, καὶ ἀλόγοις ἀγρίοις καὶ οὐ παρέχουσιν ἀνθρώποις διακονίαν, τοσαύτη ἡ πρόνοια· πολλῷ μᾶλλον ἐν ἀνθρώποις, καὶ ἀνθρώποις ὑμνοῦσιν, οὓς καὶ λαὸν περιούσιον
5καὶ μερίδα αὐτοῦ ἐκάλεσεν. Εἶτα ἐπειδὴ ἀσθενεῖς ἦσαν καὶ ὅπλων ἔρημοι, καὶ πάντων γεγυμνωμένοι, ἵνα μηδὲ ἐντεῦθεν θορυβῶνται, ὅρα πῶς καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, λέγων· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνή‐
10μαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ἕτερος, Τοῖς ἀναμένουσι τὸ ἔλεος αὐτοῦ. Ἂν ταῦτα ἔχητε, φησὶ, τὸν φόβον καὶ τὴν ἐλ‐ πίδα τὴν εἰς αὐτὸν μετὰ ἀκριβείας, ἐπισπάσεσθε αὐ‐
15τοῦ τὴν εὔνοιαν· ἐπισπασάμενοι δὲ, πάντων τῶν ἵπ‐ πους καὶ ὅπλα ἐχόντων ἔσεσθε δυνατώτεροι. Ἓν τοίνυν ἐστὶ τὸ ζητούμενον, ὥστε μὴ ἀσχάλλειν, μηδὲ θορυβεῖσθαι, ἀλλ’ ἀναμένειν τὸ ἔλεος αὐτοῦ· τοῦτο γὰρ μάλιστα ἐλπὶς, τὸ καὶ παραυτίκα μὴ λα‐
20βόντας μὴ ἀπογινώσκειν, μηδὲ ἀπαγορεύειν. Καὶ καλῶς εἶπε, Τὸ ἔλεος αὐτοῦ. Οὐδὲ γὰρ εἶχον τὴν ἀπὸ τῶν ἔργων παῤῥησίαν. Ἀλλ’ ὅμως, φησὶ, κἂν ἀπὸ τῶν ἔργων ἦτε προδεδομένοι, ἐλπίζητε δὲ ἐπὶ τὸν ἔλεον αὐτοῦ, τεύξεσθε τῆς προνοίας καὶ τῆς βοηθείας
25αὐτοῦ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
29tΕΙΣ ΤΟΝ ΡΜΖʹ ΨΑΛΜΟΝ.
30Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. αʹ. Οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐνοικοῦντας ἀποτείνει τὸν λόγον, ὃ διὰ παντὸς τοῦ βιβλίου ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ποιῶν. Παραινεῖ δὲ συνεχῶς καὶ
35συμβουλεύει, ὥστε τὰς ὑπὲρ τῶν εὐεργεσιῶν εὐχα‐ ριστίας ἀναφέρειν τῷ Θεῷ, καὶ μήτε οἰκοδομήμασι, μήτε ἀσφαλείᾳ περιβόλων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ θαῤῥεῖν. Τοῦτο δὴ προκατασκευάσας, ἐπάγει, καὶ λέ‐ γει· Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου,
40εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Τί ἐστι, Τοὺς μοχλοὺς ἐνίσχυσεν; Ἐν ἀσφαλείᾳ σε, φησὶ, κατ‐ έστησεν, ἀχείρωτον ἐποίησεν. Εὐλόγησε τοὺς υἱούς σου, τουτέστιν, εἰς πλῆθος ἐπιδοῦναι ἐποίησεν. Ἓν μὲν τοῦτο εἶδος εὐεργεσίας· ἕτερον δὲ τὸ καὶ Ἐν σοί.
45Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐ διεσπαρμένους, οὐδὲ διεσκορπισμένους, ἀλλὰ συναχθέντας, καὶ ἐν σοὶ ὄντας ἐπιδοῦναι ἐποίησεν. Εἶτα καὶ ἄλλο προνοίας εἶδος δεικνὺς λέγει· Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Ἔστι γὰρ καὶ ἐν ἀσφαλείᾳ εἶναι, καὶ πολλοὺς εἶναι,

55

.

478

(50)

καὶ πολεμεῖσθαι· ἀλλ’ ἐνταῦθα καὶ ταύτης ἀπηλλα‐ γμένους δείκνυσι τῆς ἐπιβουλῆς, τῷ οὕτως εἰπεῖν, καὶ δεῖξαι οὐ τὴν πόλιν μόνον ἀπαλλαγεῖσαν τῶν ἐπιβου‐ λευόντων, ἀλλὰ καὶ αὐτὰς τὰς ἐσχατιάς. Εἶδες πόσας
εὐεργεσίας ἀπαριθμεῖ; Καὶ πρώτην καὶ μείζονα πάν‐

55

.

479

των, τῷ εἰπεῖν, Τὸν Θεόν σου. Διὰ γὰρ τοῦ ῥήματος τούτου πάντα ταῦτα λέγει, ὅτι ᾠκειώσατό σε, ὅτι κλη‐ ρονόμον σε ἐποίησεν ἑαυτοῦ, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, ἐξαιρέτως σός ἐστιν· ὅπερ κεφάλαιον πρῶ‐
5τον τῶν ἀγαθῶν. Δεύτερον, ὅτι ἐν ἀσφαλείᾳ τὴν πό‐ λιν κατέστησε. Τρίτον, ὅτι πολλοὺς αὐτοὺς εἶναι ἐποίη‐ σε. Τέταρτον, ὅτι πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς
10τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ’, Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκα‐ ταλιμπάνοντος, ἀλλ’ αὐτῶν ἀποπηδώντων· ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι πάσης ταραχῆς
15καὶ πολέμου. Εἶτα καὶ ἑτέραν μετ’ ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λο‐
20γίζεσθαι. Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ὅρα· οὐκ εἶπεν ἁπλῶς, Πυρὸν, ἀλλὰ, Στέαρ πυροῦ, πολλὴν ἐνδεικνύμενος τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα καὶ εὐ‐
25θαλῆ. Τὸν κάλλιστον οὖν πυρὸν ἐνταῦθα λέγει ἐμπι‐ πλᾷν μετὰ δαψιλείας. Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, Διδοὺς, ἀλλ’, Ἐμπιπλῶν σε. Ὁ ἀποστέλλων τὸ λό‐ γιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ
30πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐν‐ ταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ τῶν Ἰουδαίων μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται,
35ἀπὸ τῶν ἰδιαζόντων ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. Διὸ καὶ εἰπὼν, Ὁ ἀπο‐ στέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς ὅτι οὐ μόνον τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς
40οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν. Εἶτα τὴν εὐ‐ κολίαν παριστὰς, οὐ τῷ ὀνόματι τοῦ λόγου, ἀλλὰ καὶ τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προσ‐
45έθηκεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς γίνεται τῆς ταχυτῆτος. Ἐπιτάττει γὰρ πανταχοῦ τῆς οἰκουμένης. Τί δὲ ἐπιτάττει; Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν καὶ τῶν

55

.

479

(50)

μεταβολῶν. Διὸ καὶ ἐπάγει λέγων· Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην ὡσεὶ σποδὸν πάσσον‐ τος. Τοῦτο ἕτερος ἑρμηνευτὴς, Δρόσον πεπηγμένην. Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύ‐ σταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον
55ψύχους αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσε‐ ται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐ‐
60τοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσαςColumn end

55

.

480

παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει. βʹ. Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Εἰ
5γὰρ καὶ φύσεως ἀκινήτοις ὅροις πεπέδηνται, ἀλλ’ ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλ‐ λει τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατί‐ θησιν ἐνέργειαν, καὶ τὴν μὲν οἰκείαν αὐτῷ καὶ συγ‐
10κεκληρωμένην ἀφίησιν ἡσυχάζειν, ἑτέραν δὲ τὴν ἐναντίαν ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες ἀπέλαυον. Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε τὰ ὕδατα, ἀλλὰ
15πέτρας στεῤῥότερον διεβιβάζοντο. Γῆ ἦν ἐπὶ τοῦ Δα‐ θὰν καὶ Ἀβειρὼν, καὶ ὅμως οὐκ ἔστεγεν αὐτῶν τὰ σώματα, ἀλλὰ θαλάσσης εὐκολώτερον κατεποντίζοντο. Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν
20τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ Δανιὴλ, καὶ προβάτων ἡμερότητα ἐπεδείξαντο, οὐ τῆς φύσεως αὐτῶν ἀφανισθείσης, ἀλλὰ τῆς ἐνεργείας μεταβλη‐
25θείσης. Πολλὰ ἕτερα τοιαῦτα θαύματα καὶ ἐπὶ τῆς κτίσεως ἔστιν ἰδεῖν. Μὴ οὖν, ἐπειδὴ καθ’ ἕκαστον γίνεται ἐνιαυτὸν, καὶ ἐν ὄψεσιν ἡμῶν συμβαίνει, μι‐ κρὸν νομίσῃς τὸ θαῦμα· ἐπεὶ ἐννόησον ἡλίκον ἐστὶ, νῦν μὲν χιόνα φαίνεσθαι, νῦν δὲ ὕδωρ, καὶ ἐν βραχείᾳ
30καιροῦ ῥοπῇ τοσαύτας γίνεσθαι μεταβολάς. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων λογίζηται τῇ φυσικῇ τῶν στοι‐ χείων ἐνεργείᾳ, καὶ τούτων ἁπλῶς αἴτια ταῦτα νο‐ μίζῃ, ἀλλ’ εἰδῇ τίς ἐστιν ὁ ἐπιτάττων, ἐπὶ τὸ πρό‐ σταγμα αὐτοῦ πάντων τούτων ἀνάγει τὸν λόγον, καί
35φησιν· Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· τουτέστι, τὸ πρόσταγμα· οὐ γὰρ τῶν ἀνέμων ἡ φύσις προηγουμένως τοῦτο ἐργάζεται, ἀλλ’ ὁ τοὺς ἀνέμους ποιήσας Θεός. Ἐξήγαγε δὲ ἐπὶ τὰ στοιχεῖα τὸν λόγον, καὶ τὰς ἐν τοῖς στοιχείοις μεταβολὰς, πεί‐
40θων τὸν Ἰουδαῖον τὸν παχὺν καὶ ἀναίσθητον ἀπὸ τῶν καθ’ ἕκαστον ἐνιαυτὸν γινομένων εἰδέναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι καὶ τὰ κατ’ αὐτὸν ῥᾴδιον αὐτῷ δια‐ θεῖναι πάντα, ὡς ἂν ἐθέλῃ, καὶ ἀπὸ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν. Ὥσπερ γὰρ κρυμοῦ γινομέ‐
45νου καὶ πάγου ἀνυποίστου, ῥᾴδιον αὐτῷ γαλήνην ἐρ‐ γάσασθαι καὶ πάντα διαλῦσαι· οὕτω δὴ καὶ αὐτοὺς ἐν αἰχμαλωσίᾳ γενομένους καὶ ἐν πολέμοις εὐκολώτε‐ ρον αὐτῷ πρὸς εἰρήνην καὶ τὴν ἑαυτῶν ἐπαναγα‐ γεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν χειραγωγῆ‐

55

.

480

(50)

σαι. Οὐ τοῦτο δὲ μόνον δηλοῖ, ἀλλὰ καὶ ἕτερον κεκρυμ‐ μένως αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι καθάπερ ταῦτα καὶ λυποῦντα πολλάκις χρησίμως τε καὶ ὠφε‐ λίμως γίνεται, οὕτω καὶ τὰ κατ’ αὐτοὺς συμφερόντως γέγονε, καὶ ἐργασάμενα πολλὴν τὴν ὠφέλειαν.
55Ἵνα μὴ ἐπὶ πλέον λυπήσῃ, πάλιν εἰς μεταβολὴν μετ‐ έστη τὴν εὐδιεινοτέραν. Τί δὲ αὐτῷ βούλεται καὶ τὰ παραδείγματα; Οὐ γὰρ εἶπε, Διδόντος χιόνα, μόνον, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ ἔριον· οὐδὲ, Ὁμίχλην πάσ‐
σοντος, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ σποδόν· οὐδὲ, Βάλ‐

55

.

481

λοντος κρύσταλλον, ἀλλ’ ἐπήγαγεν, Ὡσεὶ ψωμούς. Ἐμοὶ δοκεῖ κἀντεῦθεν τὴν εὐκολίαν τοῦ ἐργαζομένου δηλοῦν καὶ τὴν εὐπορίαν. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Ἕτερος, Ἀκριβασμούς. Ἄλλος,
5Προστάγματα. Δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Ἄλλος, Ὅμοια. Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐ‐ τοῖς. Ὅρα πῶς πάλιν ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον, καὶ τῶν Ἰουδαίων τὰ ἐξαί‐
10ρετα, βουλόμενος διεγεῖραι αὐτοὺς πρὸς πλείονα σπου‐ δήν. Ἀρχόμενος οὖν τοῦ ψαλμοῦ περὶ τῶν αἰσθητῶν διελέχθη καὶ σῶμα ὠφελούντων, οἷον ἀσφαλείας, εὐ‐ ετηρίας, εἰρήνης· ἐνταῦθα δὲ ἐπὶ τὰ ὑψηλότερα ἀν‐ άγει τὸν λόγον, τὸν περὶ τῆς νομοθεσίας λόγον ἀναπλῶν,
15ὅπερ μάλιστα εἶδος εὐεργεσίας, ἀπάγειν κακίας, χειραγωγεῖν πρὸς ἀρετὴν, φωτίζειν διάνοιαν. Διὸ καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοῦτο στρέφων ἔλεγε· Ποῖος ὡς οὗτος λαός; τὸ ἔθνος τὸ μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς, ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ἐπὶ
20πᾶσιν οἷς αὐτὸν ἐπικαλεσώμεθα; Καὶ ὁ Δαυῒδ πάλιν· Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ ὁ Ἰερεμίας· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ
25λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοι‐ ποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει; Ὅτι μὲν γὰρ
30κολάζει καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς πανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας, δῆλον ἐξ ὧν ὁ Χριστός φησι· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατα‐ κρινεῖ τὴν γενεὰν ταύτην. Καὶ πάλιν· Ἄνδρες Νινευῗται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν
35γενεὰν ταύτην. Πάντως γὰρ διὰ τοῦτο οὕτως εἴρη‐ ται, ὡς κἀκείνων λόγον ὑπεχόντων, καὶ τῶν μὲν ἐπαι‐ νουμένων, τῶν δὲ κολαζομένων. Εἰ δὲ μὴ ἦν δῆλα αὐ‐ τοῖς τὰ πρακτέα, πῶς ἤμελλον κατακρίνειν τούτους; Πῶς δὲ πάλιν ἔλεγεν, ὅτι Τὸ αἷμα ἐκδικηθήσεται
40ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵμα‐ τος Ζαχαρίου; πῶς δὲ καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας; Τῷ γὰρ εἰπεῖν, Ἀνεκτό‐ τερον, οὐ τελείαν ἀπαλλαγὴν, ἀλλὰ κουφοτέραν τι‐ μωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ
45κολασθέντες οὕτω χαλεπῶς πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων διαφεύξεται; γʹ. Ὁρῶμεν δὲ καὶ τοὺς ἐπὶ τοῦ κατακλυσμοῦ δίκην δεδωκότας, καὶ ἑτέρους πολλοὺς, καὶ αὐτὸν δὲ τὸν Κάϊν. Καὶ ὁ Παῦλος δέ φησι, τὸ αὐτὸ τοῦτο δηλῶν·

55

.

481

(50)

Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶ‐ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλή‐ θειαν ἐν ἀδικίᾳ κατεχόντων· διότι τὸ γνω‐
στὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ γὰρColumn end

55

.

482

Θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ‐ ορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Εἶτα τὸν περὶ
5τοῦ βίου κινῶν λόγον, οὐδὲ ἐνταῦθα ἀφίησιν αὐτοὺς ἀνευθύνους, οὕτω λέγων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Λογίζῃ
10δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότη‐ τος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς
15μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δι‐ καιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου
20ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυ‐ χὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν,
25Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος. Ὁρᾷς διὰ πάντων τῶν εἰρημένων πῶς ἅπαντες ὅσοι γεγόνασιν ἄνθρωποι, καὶ πρὸ τοῦ νόμου, δίκην διδόασι, καὶ ὅσοι τῆς ἀρετῆς ἐπεμελήσαντο καὶ ἀσε‐ βείας ἀπηλλάγησαν, ἀγαθῶν ἀπολαύουσι; Πῶς οὖν ἢ
30τοῦτο ἔσται, ἢ ἐκεῖνο, εἴπερ οὐκ ᾔδεισαν τὸ πρα‐ κτέον; Εἰ δὲ καὶ ᾔδεισαν τὸ πρακτέον, φησὶ, πῶς λέγει, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρί‐ ματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς; Τί οὖν ἐστι τὸ εἰρημένον, καὶ τί ποτε δηλοῦν βούλεται; Ἄκουε. Γρα‐
35πτὸν νόμον οὐδενὶ τῶν ἄλλων ἔδωκε· τὸν μὲν γὰρ φυ‐ σικὸν ἔνδοθεν εἶχον ἅπαντες ἐνηχοῦντα, τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Ὁμοῦ γὰρ πλάττων τὸν ἄνθρωπον ὁ Θεὸς, τοῦτο αὐτῷ ἐνέθηκε δικαστήριον ἀδέκαστον, τὴν ἐν ἑκάστῳ τοῦ συνειδότος ψῆφον. Τοῖς δὲ Ἰουδαίοις
40ἐξαίρετόν τι ἐπραγματεύσατο, τὸ καὶ διὰ γραμμάτων δηλῶσαι τὰ νόμιμα. Διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Οὐκ ἐποίησεν ἐν παντὶ ἔθνει, ἀλλ’, Οὕτως οὐκ ἐποίησε. Τουτέστιν, οὐ πλάκας αὐτοῖς ἔπεμψεν, οὐ γράμματα, οὐ νομοθέτην Μωϋσέα, οὐ τἄλλα τὰ ἐπὶ
45τοῦ Σινᾶ ὄρους· ἀλλὰ τούτων ἁπάντων ἐκ περιου‐ σίας Ἰουδαῖοι μόνοι ἀπήλαυσαν· ἡ μέντοι πᾶσα φύσις ἡ ἀνθρωπίνη ἀρκοῦντα εἶχε τὸν ἀπὸ τοῦ συνειδότος νόμον. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου

55

.

482

(50)

ποιῇ οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νό‐ μος. Διὸ καὶ μείζονος τῆς κατακρίσεως Ἰουδαῖοι ἄξιοι, ὅτι μετὰ τοῦ φυσικοῦ καὶ τὸν γραπτὸν λαβόντες, τοσαῦτα παρηνόμησαν. Ὥστε ἡ πολλὴ τοῦ Θεοῦ εὐερ‐
γεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται

55

.

483

ἐῤῥᾳθυμηκόσι. Κατὰ μὲν οὖν τὸ ῥητὸν ἀρκεῖ τὰ εἰρη‐ μένα· εἰ δέ τις ἐπιθυμίαν ἔχει καὶ κατὰ ἀναγωγὴν τὸν ψαλμὸν ἐκλαβεῖν, οὐ παραιτησόμεθα καὶ ταύτην ὁδεῦσαι τὴν ὁδὸν, οὐ λυμαινόμενοι τὴν ἱστορίαν, μὴ
5γένοιτο, ἀλλὰ μετ’ ἐκείνης καὶ ταῦτα προστιθέντες τοῖς φιλοπονωτέροις, καθὼς ἂν οἷόν τε ᾖ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Οἶδεν Ἱερουσαλὴμ τὴν ἄνω ὁ Παῦλος, περὶ ἧς λέγει· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ
10μήτηρ ἡμῶν· ὥσπερ καὶ Σιὼν οἶδε τὴν Ἐκκλησίαν, ὅταν λέγῃ· Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφω‐ μένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, ἀλλὰ προσεληλύθατε Σιὼν πόλει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα‐
15νοῖς. Δυνατὸν οὖν κατὰ ἀναγωγὴν καὶ περὶ ταύτης λέ‐ γεσθαι τὸ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Καὶ γὰρ τῆς Ἱερουσαλὴμ ἀσφαλέστερον αὐτὴν
20ἐτείχισεν, οὐ μοχλοῖς καὶ θύραις, ἀλλὰ τῷ σταυρῷ περιφράξας, καὶ τῇ ἀποφάσει τῆς οἰκείας δυνάμεως, δι’ ἧς ἀνέστησεν αὐτῆς πανταχοῦ τὸν περίβολον, εἰ‐ πὼν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. δʹ. Ἐν γοῦν προοιμίοις βασιλεῖς ἅπαντες, καὶ δῆμοι
25καὶ πόλεις, καὶ τῶν δαιμόνων αἱ φάλαγγες, καὶ αὐτὴ τοῦ διαβόλου ἡ τυραννὶς, καὶ μυρία πράγματα ἐπ‐ έθεντο τῇ Ἐκκλησίᾳ· καὶ ὅμως πάντα μὲν ἐκεῖνα δι‐ ελύθη καὶ ἀπώλετο· αὕτη δὲ αὐξομένη πρὸς ὕψος ἤρθη τοσοῦτον, ὅτι καὶ αὐτοὺς ὑπερέβη τοὺς οὐρα‐
30νούς. Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Ὥσπερ ἐξ ἀρχῆς εἶπεν, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ διὰ τῆς γῆς ἁπάσης ὁ λόγος διέδραμεν· οὕτω μετὰ ταῦτα, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὅτι Κηρυχθή‐
35σεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατέλαβε τὸ ἐπίταγμα. Διὸ καὶ ἔλεγεν· Ὁ κόκ‐ κος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀπο‐ θάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν
40καρπὸν φέρει. Καὶ πάλιν, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἐξ ἑνὸς ἐγένοντο πολλοὶ, νόμῳ φύσεως τοῦ πλήθους αὐ‐ ξομένου· διὸ καὶ σχολαιότερον τὸ πρᾶγμα προῄει· ἐπὶ δὲ τῶν ἀποστόλων οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι
45τὸ πλῆθος ἐπεδίδου· διόπερ εὐθέως ἐν μιᾷ ἡμέρᾳ τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη διὰ τῆς καλῆς ταύτης ἀναγεννή‐ σεως τεχθέντες, ηὐξήθησάν τε καὶ ἐπληθύνθησαν, καὶ τὴν εὐλογίαν διὰ τῶν ἔργων ἣν ἔλαβον ἐπεδείξαντο·

55

.

483

(50)

Οὐ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐγεννήθησαν. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Τοῦτο μάλιστα περὶ τῆς Ἐκ‐ κλησίας ἄν τις εἴποι κυρίως· καὶ τὸ δὴ θαυμαστότε‐ ρον, ὅτι πολεμουμένη εἰρήνης ἀπέλαυε, καὶ
55πάντων ἐπιβουλευόντων τῇ ἀδείᾳ ἐνετρύφα. Διὸ καὶ ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ στέαρ πυροῦ ἐμπι‐
πλῶν σε. Δυνατὸν καὶ ἐπὶ τῆς Ἐκκλησίας τοῦτοColumn end

55

.

484

λαμβάνεσθαι ἑτέρως εἰς πνευματικὴν τροφὴν, ὅτι ἄρτον ἡμῖν δέδωκε τὸν τῆς ζωῆς. Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ· ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Ποῖος λόγος, εἰπέ μοι. Ὁ διὰ τῶν ἀπο‐
5στόλων, ὁ πτεροῦ κουφότερον πάντα περιδραμών. Διὸ καὶ ὁ Δαυῒδ τοῦτο ἀλλαχοῦ αἰνιττόμενος λέγει· Κύ‐ ριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἰ δέ τις ἀμφιβάλλοι τῶν ἀνοήτων, ἀπὸ τῶν κατὰ τὰ στοιχεῖα γινομένων λαμβανέτω τὴν ἀπόδει‐
10ξιν, καὶ μανθανέτω πῶς ἡ χιὼν ἀθρόον ἔπεισι, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν καλύπτει τὴν γῆν, οὐκ ἐκ περιόδου ἐπιοῦσα τῷ προσώπῳ ταύτης, ἀλλ’ ἀθρόον αὐτὴν περιστέλλουσα. Ἐπειδὴ τοίνυν προφήτης ἦν, καὶ εἰκὸς αὐτὸν τὰ μέλλοντα προαναφωνοῦντα καὶ αἰ‐
15νιττόμενον κατὰ ἀναγωγὴν ταῦτα λέγειν, ἀκολούθως τῷ περὶ τῶν στοιχείων ἐνδιατρίβει λόγῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μέλλει πᾶσα ἡ γῆ τῷ λόγῳ τοῦ Θεοῦ κατηχεῖσθαι, καὶ μετὰ πολλοῦ τοῦ τάχους, καὶ ἐν βραχεῖ καιρῷ. Εἶτα ἵνα μή τις ἀμφιβάλλῃ, εἰ Ἰου‐
20δαῖοι ἔθνος ἓν τοσούτῳ χρόνῳ τοσαύτης ἀπολαῦσαν ἐπιμελείας οὐ γέγονε δόκιμον, πῶς τοὺς τὴν οἰκουμέ‐ νην οἰκοῦντας ἐν βραχεῖ καιρῷ δυνατὸν μεταῤῥυθμι‐ σθῆναι, εἰς βεβαίωσιν τοῦ λόγου τὰ ἀπὸ τῶν στοι‐ χείων παραδείγματα παραλαμβάνει, τὴν χιόνα, τὴν
25ὁμίχλην, τὸν κρύσταλλον, ἅπερ μάλιστα ἐν μιᾷ και‐ ροῦ ῥοπῇ γίνεται. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ καὶ τὰ τῆς γνώμης αὐτῶν μέλλοι μεταβάλλεσθαι εὐκόλως. Ἀλλὰ πολλοὶ οἱ ἀνθιστάμενοι; Ἀλλὰ καὶ οὗτοι ἐκστή‐ σονται καὶ παραχωρήσουσιν. Εἰ γὰρ ψῦχος ὀλίγον
30σφοδρότερον γινόμενον οὐδεὶς ἐνεγκεῖν δύναται, ἀλλ’ εἴκουσιν αὐτῷ πάντες καὶ παραχωροῦσι· πολλῷ μᾶλ‐ λον τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι αὐτοῦ πάντα ἐκστή‐ σεται τὰ ἐναντιούμενα. Καὶ γὰρ τὰς οὐσίας ἱκανὸς μεταθεῖναι, καὶ μὴ οὔσας παραγαγεῖν, καὶ εἰς το‐
35σαύτην αὐξῆσαι δύναμιν, ὡς πᾶσι καὶ ἀνύποιστα ταῦτα γίνεσθαι. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Ἐνταῦθα καὶ τὸν Ἰακὼβ οὐκ ἄν τις ἁμάρ‐ τοι τὸν πνευματικὸν εἰπὼν, καὶ τὸν Ἰσραὴλ, ὃν καὶ
40Παῦλος οἶδε λέγων, Εἰρήνη ὑμῖν καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
43tΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ.
44Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν
45 ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ. αʹ. Ἔθος τοιοῦτον τοῖς ἁγίοις διὰ πολλὴν εὐγνωμο‐ σύνην, ἐπειδὰν μέλλωσιν εὐχαριστεῖν τῷ Θεῷ, πολ‐ λοὺς καλεῖν κοινωνοὺς τῆς εὐφημίας, καὶ παρακαλεῖν

55

.

484

(50)

συνεφάπτεσθαι τῆς καλῆς ταύτης λειτουργίας αὐτοῖς. Τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς πεποιήκασι, τὴν κτίσιν ἅπασαν, ἡνίκα ἦσαν ἐν τῇ καμίνῳ, πρὸς τὴν εὐφη‐ μίαν τῆς ὑπὲρ αὐτῶν εὐεργεσίας καλέσαντες καὶ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν. Τοῦτο καὶ οὗτος ἐνταῦθα
55ποιεῖ, ἑκάτερον τὸν κόσμον καλῶν, τὸν ἄνω, τὸν κάτω, τὸν αἰσθητὸν, τὸν νοητόν. Τοῦτο καὶ ὁ προφήτης
Ἡσαΐας, ὡς ὅταν λέγῃ· Εὐφραινέσθωσαν οἱ οὐρα‐

55

.

485

νοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Καὶ αὐτὸς δὲ οὗτος πάλιν, ὅταν λέγῃ· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν
5ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Καὶ ἀλλαχοῦ πάλιν ὁ Ἡσαΐας· Νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἅτε γὰρ οὐκ ὄντες ἱκανοὶ μόνοι πρὸς τὴν εὐφημίαν τοῦ Δεσπότου, περιέρχονται πάντας κοινωνοὺς λαβεῖν τῆς ὑμνῳδίας. Καὶ τοῦτο συνεχῶς
10μάλιστα οὗτος ποιεῖ, ὡς ὅταν λέγῃ, Καὶ προσκυνη‐ σάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πάλιν, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ ἕτερον δέ τι πάλιν ἐκ τούτων κατασκευάζει. Ποῖον δὴ τοῦτο; Τὸ μηδένα τῶν ἀλογωτέρων νομίσαι
15δύο δημιουργοὺς εἶναι. Ἐπειδὴ γὰρ αἱ κτίσεις διά‐ φοροι, καὶ διεστήκασιν ἀλλήλων ταῖς οὐσίαις (ἡ μὲν γάρ ἐστιν αἰσθητὴ, ἡ δὲ νοητή· ἡ μὲν ὁρατὴ, ἡ δὲ ἀόρατος· ἡ μὲν σωμάτων ἐμπέπλησται, ἡ δέ ἐστιν ἀσώματος), ἵνα μή τις ἐκ τῆς διαφορᾶς τῶν ἔργων
20διαφόρους δημιουργοὺς ἐπεισαγάγῃ, ἕνα χορὸν ἵστη‐ σιν, ἐξ ἁπάντων μίαν ἀνάγων αὐτῷ τὴν μελῳδίαν, καὶ τὸν αὐτὸν λέγων δεῖν ὑπό τε τῆς ἄνω, ὑπό τε τῆς κάτω κτίσεως ἀνυμνεῖσθαι Θεὸν, δηλῶν καὶ ἐντεῦθεν, ὅτι εἷς ἑκατέρας ὁ δημιουργός. Καὶ πρότερον ἄνωθεν
25ἄρχεται, λέγων· Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἕτερος, Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ· τὰ Χερουβὶμ λέγων, τὰ Σεραφὶμ, τὰς Κυριότητας, τὰς Ἀρχὰς, τὰς Ἐξουσίας. Τοῦτο σφόδρα ἐκκαιομένης ψυχῆς, τοῦτο
30φίλτρου πεπυρωμένου, τὸ πάντας διεγείρειν πρὸς τὴν εὐφημίαν τοῦ ποθουμένου· τοῦτο συνεχῶς ἐντρυφώ‐ σης διανοίας τῇ περὶ τοῦ Θεοῦ ἐννοίᾳ, ἐκπληττομένης, θαυμαζούσης τὴν δόξαν αὐτοῦ, ἀνακειμένης αὐτῷ. Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτὸν,
35πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ἕτερος, Ἀστέρες φωτός. Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρα‐ νῶν· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνε‐ σάτωσαν τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτί‐
40σθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄλλος, Ἔστησεν αὐτὰ δια‐ μένειν αἰωνίως. Πρόσταγμα ἔθετο, καὶ οὐ παρ‐ ελεύσεται. Τίνος ἕνεκεν ὀλίγα περὶ τῶν οὐρανίων δυνάμεων εἰπὼν, ταχέως ἀπεπήδησεν ἐκεῖθεν, καὶ ἐν
45τοῖς ὁρωμένοις τὸν λόγον ἀγαγὼν, ἐνταῦθα αὐτὸν μη‐ κύνει, πάντα καθ’ ἕκαστον ἐπεξιὼν, τὰ ἄνω, τὰ κάτω; Ὅτι ταῦτα τοῖς τότε ἀκούουσι σαφέστερα ἦν, ὁρώμενα καὶ πρὸ ὀφθαλμῶν κείμενα. Διὸ καὶ Μωϋσῆς ἀρχό‐ μενος τῆς δημιουργίας, καὶ μηδὲν περὶ τῶν ἄνω δια‐

55

.

485

(50)

λεχθεὶς, μὴ μικρὸν, μὴ μέγα, ἀπ’ οὐρανοῦ καὶ γῆς ποιεῖται τὴν ἀρχὴν, καὶ διαβαίνει λοιπὸν διὰ ἡλίου καὶ σελήνης, καὶ βοτανῶν, καὶ νηκτῶν, καὶ τετραπόδων, καὶ εἰς τὸν ἄνθρωπον καταλύει τὸν λόγον. Οὐρανοὺς δὲ οὐρανῶν ἐνταῦθα λέγων, οὐ πλῆθος ἐνδείκνυται, ἀλλ’
55οὐρανὸν οὐρανοῦ τὸν αὐτὸν λέγει. Τῇ γὰρ Ἑβραίων φωνῇ
τὸν οὐρανὸν ἔθος οὐρανοὺς καλεῖν· καθάπερ καὶ ἑτέ‐Column end

55

.

486

ρωθί φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Ἤκουες καὶ Μωϋσέως λέγοντος, ὅτι τῶν ὑδάτων τὰ μὲν εἴασε κάτω, τὰ δὲ
5ὑπὲρ τῶν νώτων τῶν οὐρανίων μετεωρίζεσθαι παρ‐ εσκεύασεν, ἐν τῷ μέσῳ τῆς ἀβύσσου πήξας τὸ στε‐ ρέωμα, καὶ ὑπὲρ τῶν νώτων ἀφεὶς τὰ ὕδατα μένειν. Καὶ πῶς ταῦτα αἰνεῖ, ἴσως εἴποι τις ἂν, οὐ φωνὴν ἔχοντα, οὐ γλῶτταν, οὐ ψυχὴν, οὐ λογισμὸν, οὐ νοῦν,
10οὐ φωνητικὸν ὄργανον, οὐ διάνοιαν; Ὅτι δύο δοξο‐ λογίας τρόποι· εἷς μὲν, ὁ διὰ ῥημάτων, ἕτερος δὲ, ὁ δι’ ὄψεως, καὶ τρίτος δὲ μετὰ τούτων, ὁ διὰ βίου καὶ ἔργων. Καὶ γὰρ καὶ ἀνθρώπων οὐ φθεγγομένων μό‐ νον, ἀλλὰ καὶ σιγώντων, δόξα ἀναφέρεται τῷ Θεῷ·
15ὥσπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Τοὺς δοξάζοντάς με δοξάσω. Ἔστι καὶ διὰ γλώττης δοξολογία, ὡς καὶ
20Μωϋσῆς ἐδόξασε μετὰ τῆς Μαρίας λέγων· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἔστι καὶ ἡ διὰ τῆς κτίσεως αὐτῆς, ὡς αὐτὸς οὗτός φησιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χει‐ ρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οὕτω καὶ
25ἐνταῦθα αἰνεῖ αὐτὸν ἡ κτίσις τῷ κάλλει, τῇ θέσει, τῷ μεγέθει, τῇ φύσει, τῇ χρήσει, τῇ διακονίᾳ, τῇ δια‐ μονῇ, τῇ λυσιτελείᾳ τῇ ἐξ αὐτῶν γινομένῃ. Ὅταν οὖν λέγῃ, Αἰνεῖτε τὸν Κύριον, ἄγγελοι, δυνάμεις, οὐρα‐ νοὶ, σελήνη, ἥλιος, ἀστέρες, τὸ ὕδωρ τὸ ὑπεράνω τῶν
30οὐρανῶν, τοῦτο λέγει, ὅτι ἕκαστον τῶν γινομένων ἄξιον τῆς τοῦ πεποιηκότος σοφίας, καὶ πολλοῦ γέμει τοῦ θαύματος· ὅπερ συντόμως ὁ Μωϋσῆς ἐν προοι‐ μίοις ἔλεγε· Καὶ εἶδεν ὁ Θεὸς ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· οὕτω καλὰ, ὡς δοξάζειν τὸν πε‐
35ποιηκότα, καὶ τὸν θεατὴν ἐνάγειν εἰς εὐφημίαν τοῦ τεκτηναμένου. βʹ. Αἶνον οὖν τοῦτόν φησι, τὸ κάλλος τῶν γενομένων τίκτον ὑμνολογίαν τῷ πεποιηκότι. Ὅπερ καὶ ὁ Παῦλος δηλοῖ· Τὰ γὰρ ἀόρατα ἀπὸ κτίσεως κόσμου
40τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ ὁ προφήτης δὲ οὗτος, εἰπὼν τὰ κτίσματα, καὶ τῇ ὄψει τῶν θεωμένων καταλιπὼν τὸ κάλλος αὐτῶν καταμανθάνειν καὶ τὸ μέ‐ γεθος καὶ τὴν χρείαν, αὐτὸς ἑτέραν τίθησιν αἰτίαν,
45λέγων, ὅτι Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσ‐ ταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅτι μὲν οὖν καλὰ καὶ θαυμάσια, καὶ αὐτὴ ἡ ὄψις

55

.

486

(50)

δηλοῖ· ὅτι δὲ καὶ δημιουργὸν ἔχει, καὶ οὐκ αὐτόματα ταῦτα, οὐδὲ ἀγένητα, ἱκανὸν μὲν καὶ τοῦτο ἀπὸ τῆς ἑρμηνείας αὐτῆς κατιδεῖν. Εἰ δέ τις ἀμφιβάλλοι, παρ’ ἐμοῦ μανθανέτω, ὅτι δημιουργὸν ἔχει καὶ ποιητὴν, καὶ προνοητὴν καὶ κηδεμόνα. Δύο γὰρ ἐνταῦθα τίθησι,
55μᾶλλον δὲ τρία· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, καὶ τέσ‐

55

.

487

σαρα· ὅτι τε ἐποίησε, καὶ ἐξ οὐκ ὄντων ἐποίησε, καὶ μετ’ εὐκολίας ἐποίησε, καὶ γενόμενα διακρατεῖ. Τὸ μὲν γὰρ εἰπεῖν, Αὐτὸς εἶπε, τὴν εὐκολίαν δηλοῖ· ὡς καὶ Παῦλος δηλῶν ἔλεγε· Τοῦ ζωοποιοῦντος τοὺς
5νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· τῷ ὀνόματι τῆς κλήσεως τὴν εὐκολίαν ἡμῖν αἰνιττόμενος. Ὅτι δὲ καὶ γενόμενα διακρατεῖ, αὐτὸς ὁ προφήτης πάλιν δείκνυσιν ἐπαγαγὼν, Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα
10ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅρα καὶ ἐνταῦθα πά‐ λιν τὴν ἐξουσίαν, τὴν αὐθεντίαν πῶς παρεδήλωσεν, οὐ τῷ στῆναι μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Πρόσ‐ ταγμα, ταῖς ἀνθρωπίναις λέξεσι τὴν ἐνέργειαν αὐτοῦ παραδηλῶν. Ὥσπερ γὰρ σοὶ τὸ εἰπεῖν εὔκολον, καὶ
15τὸ προστάξαι ῥᾴδιον· οὕτω τῷ Θεῷ τὸ ποιῆσαι οὐκ ὄντα, καὶ γενόμενα διακρατῆσαι· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ δυνατὸν πα‐ ραστῆσαι τῆς εὐκολίας τὴν ὑπερβολὴν, μεθ’ ἧς ταῦτα ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι διακρατεῖ
20μόνον, οὐδὲ ὅτι ἑστήκασιν ἀκίνητοι οἱ νόμοι τῆς φύ‐ σεως, ἀλλ’ ὅτι καὶ χρόνον οὕτως ἄπειρον. Ἐννόησον γοῦν πόσος αἰὼν, καὶ οὐδὲν συνεχύθη τῶν ὄντων· οὐ θάλαττα τὴν γῆν ἐπέκλυσεν, οὐχ ἥλιος τόδε τὸ ὁρώ‐ μενον κατέκαυσεν, οὐκ οὐρανὸς παρεσαλεύθη, οὐ νυ‐
25κτὸς, οὐδὲ ἡμέρας ὅροι συνεχύθησαν, οὐχ ὡρῶν τρο‐ παὶ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ’ ἕκαστον καὶ τῶν κάτω καὶ τῶν ἄνω μετὰ πάσης ἕστηκε τῆς ἀκρι‐ βείας τοὺς ἅπαξ τεθέντας ὅρους ἐξ ἀρχῆς αὐτῷ δια‐ τηροῦν. Εἰπὼν τοίνυν περὶ τῆς ἄνω κτίσεως καὶ τῶν
30κατ’ οὐρανὸν, κάτεισιν ἐπὶ τὴν γῆν. Ὅπερ δὲ ἐποίησεν ἐπὶ τῶν ἄνω, ἀρξάμενος μὲν ἀπὸ τῶν ὑπερουρανίων, καταβὰς δὲ εἰς τὰ οὐράνια, τοῦτο καὶ ἐνταῦθα ποιεῖ ἀπὸ τῶν οὐρανίων ἐπὶ τὴν γῆν μεταπηδῶν. Ἐπειδὴ γάρ τινές εἰσι λέγοντες τὰ μὲν κατ’ οὐρανὸν
35τῆς τοῦ Θεοῦ δημιουργίας ἄξια εἶναι, τῶν δὲ ἐπὶ γῆς ἐπιλαμβάνονται, διὰ τὸ ἐν αὐτῇ εἶναι σκορπίους λέ‐ γοντες, ἔχεις, δράκοντας, καὶ τὸ λοιπὸν τῶν θηρίων γένος, καὶ τὰ ἄκαρπα τῶν δένδρων, πρὸς τούτους ὥσπερ ἀπολογούμενος, ἑτέρως πάλιν μεταχειρίζει
40τὸν λόγον. Καὶ ὅρα τί ποιεῖ· Τὰ ὡμολογημένα καλὰ ἀφεὶς, πρόβατα καὶ βόας, ὧν καὶ ἡ πεῖρα τὴν χρείαν δείκνυσιν, ὄνους, καμήλους, καὶ ὅσα πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν μετακομιδὴν ἐπιτήδεια, ἐν τοῖς δο‐ κοῦσιν ἀχρήστοις εἶναι περιάγει τὸν λόγον, δράκοντας
45εἰς μέσον ἄγων, καὶ τὸ ἄπλωτον τοῦ πελάγους μέ‐ ρος, καὶ τὰ δοκοῦντα λυπεῖν, οἷον τὸ πῦρ, τὴν χάλα‐ ζαν, τὴν χιόνα, τὸν κρύσταλλον· εἶτα τὰ ἄκαρπα τῶν δένδρων, τὰ ὄρη· καὶ πάλιν τὰ πεδία καταλιπὼν, τὰ ὕπτια καὶ πρὸς γεωργίαν ἐπιτήδεια καὶ καρπῶν ἡμέ‐

55

.

487

(50)

ρων φορὰν, ἐπὶ τὰ ὄρη μεταβαίνει καὶ τοὺς βουνοὺς καὶ τὰ ἐρημότερα τῶν χωρίων, καὶ τῶν ἑρπετῶν μέ‐ μνηται πάντων. Ὥστε δὲ σαφέστερον ταῦτα μαθεῖν, ἄξιον ἐπακοῦσαι αὐτῶν τῶν ῥημάτων. Μετὰ γὰρ τὸ εἰπεῖν, Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται,
55ἐπήγαγεν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δρά‐Column end

55

.

488

κοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα; χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἕτερος, Ἄνεμος τυφῶνος. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι
5κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Τίνος ἕνεκεν οὕτω μεταχειρίζει τὸν λόγον; Ἐκ περιουσίας δεικνὺς τοῦ Θεοῦ τὴν πρό‐ νοιαν. Εἰ γὰρ τὰ δοκοῦντα ἄχρηστα εἶναι, καὶ πολέ‐ μια τῷ γένει τῶν ἀνθρώπων, οὕτως ἐστὶ καλὰ, οὕτω
10χρήσιμα, ὡς καὶ αὐτὰ ὕμνον ἀναφέρειν τῷ Θεῷ καὶ δοξολογίαν διὰ τῆς οἰκείας δημιουργίας· ἐννόησον οἷα τὰ ἄλλα. Καὶ εἰ δοκεῖ, ἐπέλθωμεν ἕκαστον τῶν εἰρη‐ μένων. Δράκοντες, φησὶ, καὶ πᾶσαι ἄβυσσοι. Δρά‐ κοντας ἐνταῦθα τὰ κήτη λέγει, ὡς καὶ ἀλλαχοῦ, ὅταν
15λέγῃ, Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ πολλαχοῦ ἴδοι τις ἂν τὸ ζῶον τοῦτο οὕτω καλού‐ μενον. γʹ. Καὶ πῶς τοῦτο αἰνεῖ τὸν ποιήσαντα; φησί. Καὶ πῶς οὐκ αἰνεῖ; Ὅταν γὰρ ἴδῃς τὸ μέγεθος, τὴν σύμ‐
20πηξιν τοῦ σώματος, ἣν ἐν τῷ Ἰὼβ ἡ Γραφὴ διηγεῖται μετὰ πλείονος τῆς σαφηνείας· πῶς οὐ θαυμάσεις τὸν δημιουργήσαντα, ἡλίκον ζῶον παρήγαγεν; Οὐ διὰ τὸ μέγεθος δὲ μόνον, ἀλλ’ ὅτι καὶ χωρίον αὐτῷ τῆς θα‐ λάσσης τὸ ἄπλωτον ἀπεκλήρωσε μέρος. Καὶ ἄξιον
25θαυμάζειν, πῶς οὐχ ὑπερβαίνει τοὺς οἰκείους ὅρους, ζῶον ἄγριον ὂν καὶ σφόδρα μέγιστον, ἀλλὰ μένει τοῖς οἰκείοις τόποις ἐνδιαιτώμενον, καὶ οὐ μόνον οὐκ ἔξ‐ εισι πρὸς τὴν γῆν, οὐδὲ πρὸς τὴν οἰκουμένην χώραν, ἀλλ’ οὐδὲ τῆς θαλάττης τὸ πρὸς ναυτιλίαν ἐπιτήδειον
30λυμαίνεται μέρος· οὐ δαπανᾷ τῶν ἰχθύων τὰ γένη, ἀλλ’ εἴσω τῆς οἰκείας ἐνδιαιτᾶται χώρας. Καὶ οὐ ταῦτα μόνον ἄξιον θαυμάζειν, ἀλλὰ καὶ τὴν ἄβυσ‐ σον, ὅση τὸ βάθος ἐστίν. Ὅπερ δὲ ἐπὶ τοῦ θηρίου, τοῦτο καὶ ἐπὶ τῆς θαλάσσης ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ
35αὕτη ταῖς τῶν πνευμάτων βίαις οὖσα ἀφόρητος, καὶ τοσοῦτον πλῆθος ὑδάτων ἔχουσα, οὐκ ἐκρήγνυται τῶν οἰκείων ὅρων, οὐκ ἐπικλύζει τὴν γείτονα γῆν, ἀλλὰ καὶ αὐτὴ δεσμοῖς ἀκινήτοις πεπέδηται· καίτοι γε ἄτακτος ἡ τῶν ὑδάτων φύσις. Ὅταν δὲ καὶ πλῆθος
40τοσοῦτον ᾖ, καὶ ὑπὸ τοσούτων πνευμάτων ὠθῆται, ἐννόησον ἡλίκου θαύματος τὸ μήτε κατὰ τὴν ἀταξίαν μήτε τὸν ὄγκον μήτε τὴν βίαν ἐκπίπτειν τῆς οἰκείας χώρας, ἀλλὰ πᾶσαν ἐν ἀταξίᾳ τοσαύτῃ διατηρεῖν εὐταξίαν. Ταῦτα τοίνυν ἀναλογιζόμενος δυνήσῃ καὶ
45ἐντεῦθεν ὕμνον ὑφαίνειν τῷ Θεῷ, καὶ θαυμάζειν αὐ‐ τοῦ τὴν δύναμιν, τὴν σοφίαν, τὴν ἰσχὺν, τὴν ἐξουσίαν. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι ἀπόῤῥητοι τούτων, οὓς ὁ ποιήσας οἶδεν αὐτός. Διὸ καί τις ἔλεγε· Μὴ εἴπῃς, Διὰ τί τοῦτο; Εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν

55

.

488

(50)

αὐτοῦ ἐγένετο. Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐ‐ τοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι μετὰ τῶν εἰρημένων προστίθησιν. Ἐν μὲν γὰρ τῷ προτέρῳ ψαλμῷ τοῦτο ἐθαύμαζεν, ὅτι ἐν βραχείᾳ καιροῦ ῥοπῇ πᾶσαν ἔπεισι
55τὴν γῆν ἡ χιὼν, ὁ κρύσταλλος, ὅτι πήγνυται, ὅτι με‐ ταβάλλεται, ὅτι πρὸς τὰ ἐναντία μεθίσταται· ἐνταῦθα
δὲ, ὅτι τε οὐκ ὄντα γέγονε, καὶ ὅτι γενόμενα μένει,

55

.

489

καὶ ὅτι μένοντα διακόνων τάξιν ἀναπληροῖ, καίτοι γε ἄλογα ὄντα, καὶ τὸ πρόσταγμα αὐτοῦ μετὰ πολλῆς τῆς ὑπακοῆς εἰς ἔργον ἐξάγει. Μᾶλλον δὲ καὶ ἐναντία τῇ φύσει ἓν πολλάκις ἐπίταγμα ἤνυσεν, ὥσπερ ἐπὶ
5τῆς Βαβυλωνίας καμίνου τό τε καῖον τὸ πῦρ καὶ δρο‐ σίζον, ἑκάτερα πρᾶττον ἐδείκνυτο. Τοῦτο οὖν, φησὶν, εὐχαριστίας ἄξιον; Καὶ πολλῆς μὲν οὖν. Τὸν γὰρ Θεὸν ὁμοίως ἀνυμνεῖν χρὴ, καὶ κολάζοντα καὶ ἀνιέντα κολάσεως. Ἀμφότερα γὰρ κηδεμονίας, ἀμφότερα
10ἀγαθότητος. Ἄνθρωποι μὲν γὰρ τὸ μὲν ἀγαθότητι ποιοῦσι, τὸ δὲ πονηρίᾳ καὶ θυμῷ· ὁ δὲ Θεὸς ἀμφό‐ τερα φιλανθρωπίᾳ. Ὁμοίως γοῦν αὐτὸν ἀνυμνεῖν δεῖ, καὶ ὅτι ἔθηκεν ἐν παραδείσῳ τὸν Ἀδὰμ, καὶ ὅτι ἐξ‐ έβαλε, καὶ χάριν εἰδέναι οὐχ ὑπὲρ τῆς βασιλείας μό‐
15νον, ἀλλὰ καὶ ὑπὲρ τῆς γεέννης. Καὶ γὰρ καὶ ταύτην ἐποίησέ τε καὶ ἠπείλησεν, ὥστε κακίας ἀπαλλάξαι. Ὥσπερ οὖν ἰατρὸν οὐ τρέφοντα μόνον, ἀλλὰ καὶ ἄγχοντα λιμῷ, οὐκ εἰς ἀγορὰν μόνον ἐξάγοντα, ἀλλὰ καὶ ἐν οἴκοις που κατακλείοντα, οὐκ ἀλείφοντα μόνον,
20ἀλλὰ καὶ καίοντα καὶ τέμνοντα θαυμάζομεν· εἰ γὰρ καὶ ἐναντία τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ὁρᾷ τέλος· οὕτω καὶ τὸν Θεὸν ὑπὲρ ἁπάντων ἀνυμνεῖν χρὴ, καὶ πολλῷ πλέον, ὅσῳ ὁ μὲν Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὅτι τὰ μὲν τούτων πολλάκις καὶ εἰς τοὐναντίον
25ἐξέβη, τὰ δὲ τοῦ Θεοῦ μετὰ τῆς προσηκούσης γίνεται σοφίας καὶ κηδεμονίας. Οὐ τιμωρεῖται δὲ μόνον χά‐ λαζα καὶ πῦρ, ἀλλὰ καὶ τιμωρίας ἀπήλλαξε, καὶ πο‐ λέμους ἔστησε, καὶ ἐχθροὺς ἐπιόντας ἀπεκρούσατο. Ἢ οὐκ οἶσθα ἐν Αἰγύπτῳ ὅσα διὰ τούτων ἐθαυματουργή‐
30θη τῶν στοιχείων, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας; Καὶ τοσαύτη ἡ τοῦ κελεύοντος δύναμις, ὅτι ἅπερ δι’ ἀγγέλων ἐποίει, τῶν νοερῶν ἐκείνων καὶ μεγάλων δυνάμεων, ταῦτα πολλάκις καὶ διὰ τῶν στοιχείων ἐθαυματούργει, ἵνα ὅταν καὶ ἄγγε‐
35λος ταῦτα ἐργάσηται, μηδεὶς τῶν ἀνοητοτέρων ἐκείνῳ λογίζηται, ἀλλὰ τῷ ἐπιτάξαντι. Ἔστησεν οὖν ἄγγε‐ λος πόλεμον; Ἔστησε καὶ χάλαζα. Ἀνεῖλε τὰ πρω‐ τότοκα ἄγγελος; Ἀνεῖλε καὶ καταιγὶς θαλάττης τὸν δῆμον ἅπαντα. Ὑπὲρ ἁπάντων τοίνυν εὐχαρίστει τῷ
40φιλανθρώπῳ Θεῷ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ, καὶ πετεινὰ πτερωτά. Ὅρα πῶς τοῖς ἀχρηστοτέροις μᾶλλον ἐμφιλοχωρεῖ, ὄρεσι καὶ νάπαις, καὶ βουνοῖς, καὶ θηρίοις ἑρπετοῖς, καὶ ξύ‐
45λοις ἀκάρποις. Τὰ μὲν γὰρ καρποφόρα αὐτόθεν δή‐ λην ἔχει τὴν χρείαν, ὥσπερ καὶ τὰ ὕπτια πεδία καὶ τὰ ἥμερα ζῶα· τὰ δὲ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ ὄρη, καὶ τὰ ἄκαρπα δένδρα ποίαν ἀνύει χρείαν; φησί. Πολλὴν μὲν οὖν, καὶ σφόδρα τὴν ζωὴν

55

.

489

(50)

συνέχουσαν τὴν ἡμετέραν. Καὶ γὰρ πρὸς οἰκοδομίας
ὄρη καὶ βουνοὶ καὶ ξύλα ἄκαρπα σφόδρα ἡμῖν ἐπιτή‐Column end

55

.

490

δεια, καὶ εἰ μὴ τούτων ἀπελαύομεν, οὐδὲν ἐκώλυε διαφθείρεσθαι τὸ γένος τὸ ἡμέτερον. Ὥσπερ οὖν ἐπι‐ δεόμεθα τῶν ἡμέρων χωρίων εἰς τὸ τρέφεσθαι, οὕτω δεόμεθα καὶ τῶν ἀκάρπων ξύλων καὶ λίθων εἰς τὸ
5τὰς οἰκίας οἰκοδομεῖν, καὶ μυρία ἕτερα ἐντεῦθεν κα‐ τασκευάζειν. δʹ. Ἀλλ’ οἱ ὄφεις, φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δρά‐ κοντες, καὶ οἱ λέοντες, τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν τὸ κέρδος; Πολὺ καὶ ἄφατον,
10καὶ τῶν ἡμέρων οὐκ ἔλαττον. Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει, καὶ σωφρονεῖν παρασκευά‐ ζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει σε τῆς ἐν τῷ παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας, καὶ
15δείκνυσιν ὅσων κακῶν αἰτία ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα ἦν πρὸ τούτου τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ, ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθη‐ κεν αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ δια‐
20λέγεται, καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρ‐ εβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ τῆς τιμῆς. Ὅταν τοίνυν ἴδῃς λέοντα, ὅταν ἴδῃς ὄφιν, ἀναμιμνήσκου τῶν διηγημάτων, καὶ οὐ μικράν σοι παρ‐ έξει ταῦτα φιλοσοφίας ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ
25καὶ τοῦ Δανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν ἐπαν‐ ῆλθεν εἰκόνα, εὐκαταφρόνητα ἦν αὐτῷ τὰ φοβερὰ θη‐ ρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν ἐντεῦ‐ θεν καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν
30οἰκονομίαν τὴν ἐπ’ αὐτοῖς καὶ τὴν διάταξιν. Ποίαν δὲ ταύτην; Ὅτι καὶ τούτοις ἀφώρισε χωρία ἀπῳκισμένα τῶν πόλεων, τὰς ἐρημίας· καὶ οὕτω φοβερὰ ὄντα οὐκ ἐμφιλοχωρεῖ ταῖς πόλεσιν, οὐδὲ κατατρέχει τοὺς ἔν‐ δον οἰκοῦντας, ἀλλὰ στέργει καὶ ἀγαπᾷ τὴν ἔρημον,
35ἄνωθεν τοῦ Θεοῦ τοῦτο αὐτοῖς συγκληρώσαντος, καὶ τόπον ἐπιτήδειον ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν. Ὅπερ καὶ ἀλλαχοῦ δείκνυσιν ὁ προφήτης, οὕτω λέ‐ γων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ δι‐
40ελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτη‐ ριασμένα, ἀλλ’ ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα, οὕτως ἀπῴκισται καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ· κἂν μὴ σὺ τούτοις ἐπέλθῃς,
45αὐτὰ οὐκ ἔπεισιν, ἀλλ’ ἐνδιαιτᾶται ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς καὶ δυσχεραίνεις, τίνος ἕνεκεν γέγονε θη‐ ρία, σφόδρα ἀνοηταίνεις. Ἂν γὰρ σὺ τὰ κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀν‐

55

.

490

(50)

θρώπων πολλάκις χαλεπωτέραν ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προ‐
φανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονη‐

55

.

491

ρίαν τῷ τῆς ἐπιεικείας προσωπείῳ, ὅθεν καὶ πολλάκις ἐστὶ δυσφύλακτος. Ἀλλ’ ἐὰν νήφῃς, οὔτε θηρίον, οὔτε ἄνθρωπός σε δεινόν τι ἐργάσεται, ἀλλὰ καὶ τὰ μέγι‐ στα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος,
5ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων στεφάνων αὐτῷ γέγονεν ἀφορμή; τί λέγω θηρίον καὶ ἄνθρωπον, ὅπου γε καὶ ὑπὸ τῶν ἐν σοὶ κειμένων στοιχείων ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγμα‐
10τος, ἂν ἀμετρίᾳ τινὶ τὴν τούτων πλεονεξίαν περιίδῃς; Οὕτω πανταχόθεν νηφούσης χρεία διανοίας. Ἀλλ’ ὥσπερ ῥᾳθυμῶν μεγίστην ἐντεῦθεν ὑποστήσῃ βλάβην, οὕτω νήφων καὶ ἐγρηγορὼς οὐ τὴν τυχοῦσαν καρ‐ πώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται
15γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή. Καὶ δεῖ μετὰ ἀρίστου λόγου ταῦτα οἰκονομεῖν, ὡς καρποῦσθαί τι παρ’ αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος,
20ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ, ἅπερ ἐὰν ἀφῇς εἰς ἀμετρίαν ἐξελθεῖν, νοσήματα γίνεται, κολαζόμενα δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέ‐ γονεν ἀπωλείας ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέ‐
25τρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν καὶ μοιχείαν σε καταβάλλει πολλάκις. Μὴ δὴ τὰ πράγματα αἰτιῶ, ἀλλὰ πανταχοῦ τὴν σὴν γνώμην, ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ
30βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων, οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων, πείσῃ τι δεινὸν καὶ ἀηδές. Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί. Ἄλλος, Πάντα
35φῦλα. Ἄρχοντες καὶ πάντες κριταὶ γῆς. Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων, Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Πάλιν ἕτερον ἐνταῦθα κινεῖ προνοίας εἶδος, τὸ τῶν ἀρχόντων· ὃ καὶ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους
40τίθησι, μετὰ πολλῆς τῆς συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολ‐
45λῶν ἐν αὐτοῖς διεφθαρμένων, τοσαύτη τοῦ πράγματός ἐστιν ἡ χρεία, ὡς καὶ κακῶς διακειμένων πολλὴν γί‐ νεσθαι τὴν ὠφέλειαν, ἐννόησον εἰ καλῶς μετεχείριζον οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι, πόσης ἂν τὸ γένος ἀπ‐ ήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρ‐

55

.

491

(50)

χὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας. εʹ. Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας
55ἀναφέρειν τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώ‐ πων ἐπιμελούμενος, καὶ τοῦ μὴ θηρίων ἀλογώτερον διακεῖσθαι τοὺς πολλοὺς, ὥσπερ ἡνιοχείαν καὶ κυβερ‐
νητικὴν, οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. ΚἂνColumn end

55

.

492

ἄρχων τοίνυν ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμε‐ νος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον, καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν πονηρῶν ἐπιβουλεύε‐
5σθαι. Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων ὁ ψαλμὸς οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν αὐ‐ τὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. Διὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φη‐
10σὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἄλλος, Ὅτι ὑπερ‐ έχον. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρα‐ νοῦ. Ἄλλος, Καὶ ὁ ὕμνος αὐτοῦ. Καὶ ὑψώσει κέ‐ ρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ,
15τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ὃ δὲ λέ‐ γει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμέ‐ νων ἁπάντων αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν αἰνεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων χωρίς. Καὶ γὰρ καὶ πρὸ τούτων,
20καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντως θεῶν εἶ‐ πεν. Εἶτα ἀνάγων ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν, πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν μετατίθη‐
25σιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν ὁρωμένων ἁπάντων ἀν‐ άγει πάλιν αὐτὸν ὑπὲρ τὸν οὐρανὸν, λέγων· Ἡ ἐξ‐ ομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτ‐ έστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ νοεραὶ
30οὐ παύονται εὐχαριστοῦσαι καὶ ἀνυμνοῦσαι, ἀλλ’ ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν αὐτοὺς
35ἐπισπώμενος πρὸς μείζονα αὐτοῦ θεραπείαν, δεικνὺς ὅτι οὐ τῆς παρ’ αὐτῶν δεόμενος θεραπείας, (πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην ἔχων τὴν δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην;) ἀλλὰ δι’ ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς ἐποίησε καὶ
40λαμπροὺς πανταχοῦ τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες
45τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς εἶπε, Τοῖς ἀνθρώποις, ἀλλὰ, Τοῖς ὁσίοις αὐτοῦ· καὶ πάλιν εἰπὼν, Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι αὐτῷ. Ἕτερος δὲ ἑρμη‐ νευτὴς, ἀντὶ τοῦ Ὕμνος, Ἔπαινος εἶπεν. Ὃ τοίνυν

55

.

492

(50)

λέγει, τοιοῦτόν ἐστιν· ἐὰν ἦτε ὅσιοι, Ἐὰν ἐγγίζητε αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ
πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύ‐

55

.

493

την δόξαν ἔχοντος. Δεῖ δὲ καὶ τὰ παρ’ ἡμῶν λοιπὸν ἀκολουθεῖν, καὶ πολλῆς ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς
5τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6tΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ.
7 ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. αʹ. Κατὰ μὲν ἀναγωγὴν τὸ τῆς Καινῆς Διαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. Δια‐
10θήκη· Διαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄν‐ θρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν ἄν‐ θρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαι‐ νούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαν‐
15τος αὐτόν. Διὰ τὴν καινὴν τοίνυν ζωὴν, καὶ τὰ ἄλλα πάντα, Διαθήκη Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον.
20αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν ἔργων εὐχαριστίαν ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν ὑμνούντων; Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥη‐ μάτων εὐχαριστεῖν μόνον, ἂν μὴ καὶ ἡ διὰ τῆς πρά‐
25ξεως ἀρετὴ συμβαίνῃ. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκ‐ κλησίᾳ ὁσίων. Καὶ ἕτερόν τι ἐνταῦθα παιδεύει. Δεί‐ κνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ
30τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τί‐ θησι τὴν καθολικὴν, μονονουχὶ τοῦτο, δι’ ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι
35δείκνυσιν. Οὐ γὰρ ἁπλῶς τὴν δημιουργίαν, ἀλλὰ τὴν οἰκειότητα ἐμφαίνει τῷ οὕτως εἰπεῖν· καὶ εὐχαριστεῖν παρακελεύεται, οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ’ ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν αὐτὸν τῷ Θεῷ καὶ συν‐ άπτων οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ
40ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον τὴν διάνοιαν; Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο. Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα ἐκκαίηται τῷ πόθῳ, ἵνα διεγείρηται τῷ φίλτρῳ, ἵνα ὅλος ἀνακέηται τῷ ὑμνουμένῳ Θεῷ· καθάπερ καὶ
45ἀλλαχοῦ τὸ αὐτὸ δηλῶν ἔλεγεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπι‐ ποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Καὶ πάλιν, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυ‐ ρὸν, τὸν ζῶντα. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή

55

.

493

(50)

μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ· ὅπερ ἕτερος ἑρμηνευτὴς, Ὡς ἐν γῇ διψάδι, εἶπε. Βουλόμενος γὰρ τὴν διάθεσιν τῆς ἑαυτοῦ παραστῆσαι ψυχῆς καὶ τὸν πόθον, γῇ παρα‐ βάλλει διψάδι, ἐλάφῳ διψώσῃ. Καὶ διὰ ῥημά‐
55των δὲ πάλιν τὸν αὐτὸν πόθον ἐνδείκνυται, λέγων· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Τοιαῦται γὰρ αἱ τῶν ἁγίων ψυχαὶ, ὥσπερ καὶ ἡ
Παύλου στενάζουσα ἐποίει τῇ μελλήσει τῆς ἐντεῦθενColumn end

55

.

494

ἀποδημίας. Καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Ὁρᾷς ὅτι τοῦτο, ὅπερ ἔφθην εἰπὼν, ἐνταῦθα αἰνίττεται, τὴν οἰκείωσιν, τὸ ἐξαίρετον αὐτοῦ εἶναι λαόν; Διὰ δὴ τοῦτο καὶ ἐπήγαγε τὸ, Ἐπὶ τῷ
5βασιλεῖ αὐτῶν, τοῦτο δηλῶν. Οὐ γὰρ δὴ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἦν βασιλεὺς, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ. Ὅρα πάλιν καὶ ταύτην τὴν συμφω‐ νίαν διαλάμπουσαν. Διὰ γὰρ τοῦτο χοροὶ, ἵνα κοινῇ
10πάντες καὶ ὁμοθυμαδὸν ἀναφέρωσι τὰς εὐφημίας. Τοῦτο καὶ Παῦλος δηλοῖ λέγων, Μὴ καταλιμπάνον‐ τες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Καὶ αὐτὴ δὲ ἡ εὐ‐ χὴ τοῦτο αἰνίττεται, ἀπὸ τοῦ κοινοῦ πάντων ἀναφε‐ ρομένη· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· καὶ, Ἄφες
15ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· τῷ πληθυντικῷ ὀνόματι κεχρημένους. Οὕτω καὶ τὸ παλαιὸν ἐπαιδεύοντο μετὰ συμφωνίας ψάλλειν καὶ ᾄδειν τῷ Θεῷ, πανταχόθεν εἰς ἀγάπην
20ἀλειφόμενοι καὶ ὁμόνοιαν· Ἐν τυμπάνῳ καὶ ψαλ‐ τηρίῳ ψαλάτωσαν αὐτῷ. βʹ. Τινὲς μὲν καὶ τούτων τῶν ὀργάνων τὸν λόγον κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες, λέγουσιν ὅτι τὸ μὲν τύμ‐ πανον τὴν νέκρωσιν τῆς σαρκὸς ἡμῶν ἐπιζητεῖ, τὸ δὲ
25ψαλτήριον τὸ πρὸς τὸν οὐρανὸν βλέπειν. Καὶ γὰρ ἄνω‐ θεν τὸ ὄργανον τοῦτο κινεῖται, οὐ κάτωθεν, ὥσπερ ἡ κιθάρα. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι τὸ παλαιὸν οὕτως ἤγοντο διὰ τῶν ὀργάνων τούτων, διὰ τὴν παχύ‐ τητα τῆς διανοίας αὐτῶν, καὶ τὸ ἄρτι ἀπεσπάσθαι ἀπὸ
30τῶν εἰδώλων. Ὥσπερ οὖν τὰς θυσίας συνεχώρησεν, οὕτω καὶ ταῦτα ἐπέτρεψε, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ἀπαιτεῖ τοίνυν ἐνταῦθα τὸ μεθ’ ἡδονῆς ᾄδειν· τοῦτο γάρ ἐστι τὸ, Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, τὸ μετὰ συμφωνίας, τὸ μετὰ βίου
35καθαροῦ. Εἶτα πάλιν εἰς πλείονα προθυμίαν αὐτοὺς διεγείρων, λέγει καὶ τοῦ ὑμνουμένου τὴν εὔνοιαν τὴν περὶ αὐτούς. Ἐπάγει γάρ· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ. Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς εὐημε‐ ρίας, ὅταν ὁ Θεὸς ἵλεως ᾖ; Καὶ ὑψώσει πραεῖς ἐν
40σωτηρίᾳ. Ὅρα πάλιν πῶς καὶ τὰ τοῦ Θεοῦ τίθησι, καὶ τὰ τῶν ἀνθρώπων. Ὥσπερ οὖν ἄνω τὴν εὐχαρι‐ στίαν παρ’ αὐτῶν ἀπαιτῶν, καὶ τὰ τοῦ Θεοῦ εἰσῆγε, λέγων· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ· οὕτω καὶ ἐνταῦθα πάλιν ἐπαγγελλόμενος τὰ παρὰ τοῦ
45Θεοῦ, ἀπαιτεῖ καὶ τὰ παρὰ ἀνθρώπων, λέγων· Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τὸ μὲν γὰρ ὑψῶσαι, τοῦ Θεοῦ· τὸ δὲ πρᾶον εἶναι, τῶν ἀνθρώπων. Οὐ γὰρ γί‐ νεται τὰ παρὰ τοῦ Θεοῦ, ἐὰν μὴ τὰ παρὰ ἀνθρώπων προηγήσηται. Καὶ ὅρα τῆς δωρεᾶς τὸ μέγεθος. Οὐκ

55

.

494

(50)

εἶπε, Σώσει, ἁπλῶς, ἀλλ’, Ὑψώσει ἐν σωτηρίᾳ Τουτέστιν, Οὐκ ἀπαλλάξει τῶν δεινῶν μόνον, ἀλλὰ καὶ περιβλέπτους ποιήσει καὶ περιφανεῖς, μετὰ τῆς σωτηρίας καὶ τὴν δόξαν αὐτοῖς παρέχων. Τοῦτο γοῦν καὶ διασαφῶν ἐπήγαγε πάλιν, λέγων· Καυχή‐
55σονται ὅσιοι ἐν δόξῃ. Ὥσπερ ἐκεῖ πραεῖς ἐπιζητεῖ, οὕτως ἐνταῦθα ὁσίους. Πανταχοῦ γὰρ ὁ Θεὸς μετὰ θαυμάτων τὰ ἑαυτοῦ πάντα ἐπιδείκνυται. Οὕτως αὐ‐ τοὺς ἀπήλλαξεν Αἰγύπτου, οὕτως ἐπανήγαγεν ἀπὸ Βαβυλῶνος, οὐκ ἐν τῇ τῶν δεινῶν ἀπαλλαγῇ, ἀλλὰ καὶ
60ἐν τῷ θαύματι τῶν γινομένων λαμπροτέρους αὐτοὺς

55

.

495

ἐργασάμενος. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ ὧν οὕτως ἐπ‐ ήγαγε, πολλὴν τὴν ἄνεσιν, πολλὴν τὴν εὐφροσύνην, πολλὴν τὴν ἡδονήν. Ταῦτα δὲ λέγει, ὥστε εἰδέναι αὐ‐
5τοὺς, ὅτι οὐκ οἰκείοις ὅπλοις, οὐδὲ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν γέγονε, καὶ ὅτι ταύ‐ την ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης καὶ πραότη‐ τος. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ αἱ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν·
10τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσον‐ ται. Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας λέγει. Διὸ καὶ ἕτερος τὰς Ὑψώσεις,
15Ὑμνολογίας εἶπε. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται, καὶ δεῖ‐ ξαι διὰ τῶν ἔργων αὐτῶν, ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθέ‐
20νεια, ἀλλ’ αἱ αὐτῶν ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆ‐ σαι. Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν, ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν ἦλθε μεταβολήν. Καὶ ὅρα τῆς νίκης τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς
25αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Εἶδες περιουσίαν ἰσχύος; Οὐ γὰρ ἀπήλασαν τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπι‐ δεικνύμενοι τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐ‐
30τοῖς κρῖμα ἔγγραπτον. Τί ἐστι, Κρῖμα ἔγγραπτον; Φανερὸν, ὡμολογημένον, οὐ δυνάμενον λήθῃ παραδο‐ θῆναι. Τὰ γὰρ τοῦ Θεοῦ τοιαῦτα· καὶ τῷ μεγέθει τῶν κατορθωμάτων, καὶ τῇ τῆς θαυματουργίας ὑπερβολῇ εἰς πάντα διατείνεται τὸν χρόνον. Τοιαύτη οὖν ἔσται
35ἡ νίκη, φησὶ, καὶ τοιοῦτον τὸ τρόπαιον, ὡς ἅπασιν εἶ‐ ναι δῆλον, οὕτω σαφὲς, καθάπερ ἐν στήλῃ γεγραμμέ‐ νον, καὶ μηδέποτε ἐξαλειφόμενον. Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆ‐
40σαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν ῥοπῆς. Ὅρα δὲ πῶς τῶν ὁσίων μέμνηται, διεγεί‐ ρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέ‐ λειαν. Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει δό‐ ξαν, ἀλλὰ καὶ τὸν αἶνον, καὶ τὰς μελῳδίας, καὶ τοὺς
45ὕμνους, παιδεύων διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες, μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
50tΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ.
51Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ. Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα τοῦτο λέγει, ἢ περὶ
55βίου ἁγίου καὶ ἀνδρῶν ἁγίων. Ὅρα δὲ πῶς τὸ βιβλίον
κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτιColumn end

55

.

496

τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμά‐ των καὶ τῶν ῥημάτων ἡμῶν. Διὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι’ αὐτοῦ. Οὕτω
5καὶ τῆς εὐχῆς ἡμῶν τὸ προοίμιον ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Τὸ γὰρ λέγειν, Πάτερ ἡμῶν, εὐχαριστούντων ἐστὶν ἐπὶ ταῖς γεγενημέναις δωρεαῖς, καὶ πάσας αὐ‐ τὰς διὰ τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθε‐
10σίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν ἀνεκήρυξε. Δεῖ γὰρ ταῦτα πάντα προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ
15ἕτερον δοκεῖ αἰνίττεσθαι λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ. Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην πολιτείαν εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Διὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰ‐
20νεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμ‐ φαίνων ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέ‐
25τῳ εἶπε. Καὶ ἄλλος, Ἐν στερεώματι κράτους αὐ‐ τοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι αὐτοῦ· οὕτω καὶ ἐνταῦθα, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι αὐτοῦ· τουτέστιν, οἱ ὄντες ἐν
30στερεώματι αὐτοῦ. Οὐ γὰρ παύεται συνεχῶς κοινω‐ νοὺς λαμβάνων τῆς εὐφημίας τὰς ἄνω δυνάμεις. Αἰ‐ νεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, Διὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐ‐
35τὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων ἐπιδείκνυται, τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ’ ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ πῶς
40τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγα‐ λωσύνης αὐτοῦ αἶνον ἀναγαγεῖν; Οὐ τοῦτο λέγει, ὅτι ἀντίῤῥοπον, ἀλλ’ ὅσον, φησὶ, δυνατὸν ἐκτείνειν, ἐννοῶν τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ με‐
45γάλῳ Θεῷ καὶ μεθ’ ὑπερβολῆς μεγάλῳ ἀναφέρειν ὕμνον ἄνθρωπον ὄντα· καὶ γὰρ ἄξιον οὐδεὶς ἀνενεγ‐ κεῖν δύναται. Εἶδες πόθον ψυχῆς; εἶδες ἐκκαιομένην διάνοιαν, βιαζομένην, φιλονεικοῦσαν καὶ τὴν οἰκείαν ἀσθένειαν ὑπερβῆναι, καὶ ἀναπτῆναι λοιπὸν πρὸς αὐ‐

55

.

496

(50)

τὸν τὸν οὐρανὸν, συνδεδεμένην τῷ Θεῷ, ἀνακειμένην αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλ‐ πιγγος. Ἄλλος, Δι’ ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄλλος, Διὰ νάβλας καὶ λύρας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰ‐
55νεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, Διὰ χορδῶν καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Ἄλλος, Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰ‐

55

.

497

νεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνα‐ κινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀνα‐ φέρεσθαι παρακελεύεται, διαθερμαίνων τὴν διάνοιαν αὐτῶν καὶ ἀνεγείρων.
5 Ὥσπερ οὖν Ἰουδαίοις διὰ πάντων τῶν ὀργάνων, οὕ‐ τως ἡμῖν παρακελεύεται διὰ πάντων τῶν μελῶν ἀν‐ υμνεῖν τὸν Θεὸν, δι’ ὀφθαλμοῦ, διὰ γλώττης, δι’ ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν,
10ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην
15βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν, ἀλλ’ ἐπὶ ἀγαθῶν ἔργων οἰκονομίαν· καὶ χεῖρες, ὅταν μὴ ἐπὶ ἁρπαγὴν καὶ πλεονεξίαν καὶ πληγὰς, ἀλλ’ ἐπὶ ἐλεημοσύνην καὶ τὴν τῶν ἀδικουμένων προστα‐ σίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ
20ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευμα‐ τικὴν ἀναφέρων τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν, καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν μεθ’
25ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν παρεχόμενα, καὶ εἰς πολλὴν βούλεσθαι αὐτοὺς ἄγειν σπουδὴν διὰ τῆς τοιαύτης ψυχαγωγίας. Τὸ γὰρ βάναυσον αὐτῶν καὶ
ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφ‐Column end

55

.

498

υπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακε‐ ράσας τῷ πόνῳ τῆς προσεδρίας τὸ ἡδὺ τῆς μελῳδίας. Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς
5ἐκιθάριζον, ἀλλ’ ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβά‐ λων, καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν τὰς σημασίας ἐνδεικνύμενοι· καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ
10γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ διήγειρε τὸν δῆμον, ἐπειδὴ τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας,
15καὶ ἐντεῦθεν ἤδη προκαταβαλλόμενος τῆς Καινῆς Διαθήκης τὰ σπέρματα τοῖς πανταχοῦ γῆς ἐκτετα‐ μένοις. Αἰνῶμεν τοίνυν τὸν Θεὸν διηνεκῶς, μὴ δια‐ λείπωμεν ὑπὲρ ἁπάντων εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ ἡμῶν
20θυσία καὶ προσφορὰ, αὕτη λειτουργία ἀρίστη καὶ ταῖς ἀγγελικαῖς πολιτείαις ἐοικυῖα. Κἂν διαμείνωμεν οὕτως αὐτὸν ἀνυμνοῦντες, καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυ‐ σόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,
25χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.