TLG 2062 142 :: JOANNES CHRYSOSTOMUS :: Homilia de capto Eutropio [Dub.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Homilia de capto Eutropio [Dub.]

Citation: Vol — pg — (ln)

52

.

395

(52t)

ΟΜΙΛΙΑ
53tὍτε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη, καὶ περὶ παραδείσου καὶ Γραφῶν, καὶ εἰς
54tτὸ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.»
55αʹ. Ἡδὺς μὲν λειμὼν καὶ παράδεισος, πολὺ δὲ ἡδύ‐
τερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γάρColumn end

52

.

396

(55)

ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμά‐ ζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος
αὔρα· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρό‐395

52

.

397

νοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ
5τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγ‐ καις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κο‐ μῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχω‐ μεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει
10σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ῥιζοῖ τὴν ἀρε‐ τὴν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυ‐ δωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν· τοῦτο γὰρ τὸ σχοινίον οὐ
15διαῤῥήγνυσι τῶν πραγμάτων ὁ πειρασμός. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα αὐτά. Ἐπολιορ‐ κήθη ἡ ἐκκλησία πρὸ ὀλίγων ἡμερῶν· ἦλθε στρα‐ τόπεδον, καὶ πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ τὴν ἐλαίαν οὐκ ἐμάρανε· ξίφη γεγύμνωντο, καὶ τραύ‐
20ματα οὐδεὶς ἐδέξατο· αἱ βασιλικαὶ πύλαι ἐν ἀγωνίᾳ, καὶ ἡ ἐκκλησία ἐν ἀσφαλείᾳ· καίτοι γε ὁ πόλεμος ἐνταῦθα ἔῤῥευσεν. Ἐνταῦθα γὰρ ἐζητεῖτο ὁ καταφυ‐ γὼν, καὶ παριστάμεθα μὴ δεδοικότες τὸν ἐκείνων θυ‐ μόν. Τί δήποτε; Εἴχομεν ἐνέχυρον ἀσφαλὲς τὸ, Σὺ
25εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς. Ἐκκλησίαν δὲ λέγω, οὐ τόπον μόνον, ἀλλὰ καὶ τρόπον· οὐ τοίχους ἐκκλησίας, ἀλλὰ νόμους Ἐκκλησίας. Ὅταν καταφεύγῃς ἐν ἐκκλησίᾳ, μὴ τόπῳ
30καταφύγῃς, ἀλλὰ γνώμῃ. Ἐκκλησία γὰρ οὐ τοῖχος καὶ ὄροφος, ἀλλὰ πίστις καὶ βίος. Μὴ λέγε, ὅτι προεδόθη ἀπὸ Ἐκκλησίας ὁ προδο‐ θείς· εἰ μὴ ἀφῆκε τὴν ἐκκλησίαν, οὐκ ἂν προεδίδοτο. Μὴ λέγε, ὅτι καὶ κατέφυγε καὶ προεδόθη· οὐχ ἡ Ἐκ‐
35κλησία αὐτὸν ἀφῆκεν, ἀλλ’ αὐτὸς τὴν ἐκκλησίαν ἀφῆ‐ κεν. Οὐκ ἔνδοθεν παρεδόθη, ἀλλ’ ἔξωθεν. Διὰ τί κατέ‐ λιπε τὴν ἐκκλησίαν; Ἐβούλου σώζεσθαι; Ὤφειλες κατέχειν τὸ θυσιαστήριον. Οὐκ ἦσαν ἐνταῦθα τοῖχοι, ἀλλὰ Θεοῦ πρόνοια ἡ ἀσφαλιζομένη. Ἁμαρ‐
40τωλὸς ἦς; Οὐκ ἀποπέμπεταί σε ὁ Θεός· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετά‐ νοιαν. Πόρνη ἐσώθη, ἐπειδὴ πόδας κατέσχεν. Ἠκού‐ σατε τοῦ σήμερον ἀνεγνωσμένου; Ταύτα δὲ λέγω, ἵνα μηδέποτε εἰς Ἐκκλησίαν καταφεύγων ἀμφιβάλῃς.
45Μένε εἰς Ἐκκλησίαν, καὶ οὐ προδίδοσαι ἀπὸ τῆς Ἐκ‐ κλησίας. Ἐὰν δὲ φύγῃς ἀπὸ Ἐκκλησίας, οὐκ αἰτία ἡ Ἐκκλησία. Ἐὰν μὲν γὰρ ᾖς ἔσω, ὁ λύκος οὐκ εἰσέρ‐ χεται· ἐὰν δὲ ἐξέλθῃς ἕξω, θηριάλωτος γίνῃ· ἀλλ’ οὐ παρὰ τὴν μάνδραν τοῦτο, ἀλλὰ παρὰ τὴν σὴν μι‐

52

.

397

(50)

κροψυχίαν. Ἐκκλησίας οὐδὲν ἴσον. Μή μοι λέγε τεί‐ χη καὶ ὅπλα· τείχη μὲν γὰρ τῷ χρόνῳ παλαιοῦνται, ἡ Ἐκκλησία δὲ οὐδέποτε γηρᾷ. Τείχη βάρβαροι κα‐ ταλύουσιν, Ἐκκλησίας δὲ οὐδὲ δαίμονες περιγίνον‐ ται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, μαρτυρεῖ τὰ
55πράγματα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο; αὕτη δὲ ὑπὲρ τῶν οὐρα‐ νῶν ἀναβέβηκε. Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ· ἐπιβουλευομένη περιγίνεται· ὑβρι‐ ζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα,
60καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἑλκῶν· κλυδωνίζεται, ἀλλ’Column end

52

.

398

οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὐχ ὑπομένει· παλαίει, ἀλλ’ οὐχ ἡττᾶται· πυκτεύει, ἀλλ’ οὐ νικᾶται. Διὰ τί οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξῃ λαμπρότερον τὸ τρόπαιον. Παρῆτε κατὰ τὴν
5ἡμέραν ἐκείνην, καὶ ἐβλέπετε ὅσα ἐκινεῖτο ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἐπειγόμεθα. Ἀλλὰ τί; Τοῦ Θεοῦ χάριτι οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε. βʹ. Ταῦτα δὲ λέγω, ἵνα καὶ ὑμεῖς μιμῆσθε. Διὰ τί δὲ
10οὐ κατεπλάγημεν; Ὅτι οὐδὲν τῶν παρόντων δεινῶν ἐδεδοίκαμεν. Τί γάρ ἐστι δεινόν; Θάνατος; Οὐκ ἔστι τοῦτο δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμε‐ θα τὸν ἀκύμαντον. Ἀλλὰ δημεύσεις; Γυμνὸς ἐξῆλ‐ θον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύ‐
15σομαι. Ἀλλ’ ἐξορίαι; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλή‐ ρωμα αὐτῆς. Ἀλλὰ συκοφαντίαι; Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἑώρων τὰ ξίφη, καὶ τὸν οὐρανὸν
20ἐλογιζόμην· προσεδόκων τὸν θάνατον, καὶ τὴν ἀνά‐ στασιν ἐνενόουν· ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα· ἔβλεπον τὰς ἐπιβουλὰς, καὶ ἐλογι‐ ζόμην τὸν ἄνω στέφανον· ἡ γὰρ ὑπόθεσις τῶν ἀγώνων ἀρκοῦσα ἦν εἰς παράκλησιν καὶ παραμυθίαν. Ἀπηγό‐
25μην δὲ, ἀλλ’ οὐκ ἦν ὕβρις ἐμοὶ τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον ἐστὶν, ἡ ἁμαρτία. Κἂν γὰρ ἡ οἰκου‐ μένη πᾶσά σε ὑβρίζῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος. Μὴ προ‐ δῷς σου τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν. Ἀπη‐
30γόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥή‐ ματά μου πράγματα γινόμενα, τὴν ὁμιλίαν μου, τὴν διὰ τῶν ῥημάτων, ἐπὶ τῆς ἀγορᾶς διὰ τῶν πραγμά‐ των κηρυττομένην. Ποίαν ὁμιλίαν; Ἣν ἔλεγον ἀεί. Ἄνεμος ἔπνευσε, καὶ τὰ φύλλα κατέβαλεν. Ἐξη‐
35ράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀπῆλ‐ θεν ἡ νὺξ, καὶ ἐφάνη ἡ ἡμέρα· ἠλέγχθη ἡ σκιὰ, καὶ ἐφάνη ἡ ἀλήθεια. Ἀνέβησαν ἕως τῶν οὐρανῶν, καὶ κατέβησαν ἕως τῶν πεδίων. Τὰ κύματα γὰρ ἄνω κατεστάλη διὰ τῶν ἀνθρωπίνων πραγμάτων. Πῶς;
40Διδασκαλία ἦν τὰ γινόμενα. Καὶ ἔλεγον πρὸς ἐμαυ‐ τόν· Ἆρα σωφρονίσονται οἱ μετὰ ταῦτα; ἆρα οὐ πα‐ ρέρχονται δύο ἡμέραι, καὶ λήθῃ τὰ γινόμενα παρα‐ δίδοται; Ἔναυλα τὰ ὑπομνήματα ἦν. Πάλιν εἴπω, πάλιν λαλήσω. Τί ὄφελος; Μᾶλλον δὲ ὄφελος. Κἂν
45γὰρ μὴ πάντες ἀκούσωσι, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις ἀκούσωσι, τὸ τρίτον μέρος· κἂν μὴ τὸ τρίτον, τὸ τέταρτον· κἂν μὴ τὸ τέταρτον, κἂν δέκα· κἂν μὴ δέκα, κἂν πέντε· κἂν μὴ πέντε, κἂν εἷς· κἂν μὴ εἷς, ἐγὼ τὸν μισθὸν ἀπηρτισμένον ἔχω.

52

.

398

(50)

Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. γʹ. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; εἴδετε τὸν πλοῦ‐ τον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον,
55ἀλλὰ καὶ ἀνδροφόνον; Οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας μόνον, ἀλλὰ καὶ σφάζει αὐτούς· ὅταν γάρ τις αὐτὸν θεραπεύῃ, τότε μάλιστα αὐτὸν παραδίδωσι. Τί θεραπεύεις τὸν πλοῦτον τὸν σήμερον πρός σε, καὶ αὔριον πρὸς ἄλλον; τί θεραπεύεις πλοῦτον, τὸν μη‐
60δέποτε κατασχεθῆναι δυνάμενον; Βούλει θεραπεῦσαι
αὐτόν; βούλει αὐτὸν κατασχεῖν; Μὴ κατορύξῃς αὐ‐397

52

.

399

τὸν, ἀλλὰ δὸς αὐτὸν εἰς τὰς χεῖρας τῶν πενήτων. Θηρίον ἐστὶν ὁ πλοῦτος· ἂν μὲν κατέχηται, φεύγει· ἂν δὲ σκορπίζηται, μένει. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς
5τὸν αἰῶνα. Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ ὁ πλοῦτος; ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας. Λέγω δὲ ταῦτα οὐκ ὀνειδίζων, μὴ γέ‐ νοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Ὅτε οἱ στρα‐
10τιῶται, καὶ τὰ ξίφη, ὅτε πόλις ἐκαίετο, ὅτε διάδημα οὐκ ἴσχυεν, ὅτε πορφύρα ὑβρίζετο, ὅτε μανίας πάντα ἔγεμε, ποῦ ὁ πλοῦτος; ποῦ τὰ ἀργυρώματα; ποῦ αἱ κλῖναι αἱ ἀργυραῖ; ποῦ οἱ οἰκέται; Πάντες ἐν φυγῇ. Ποῦ οἱ εὐνοῦχοι; Πάντες ἐδραπέτευσαν. Ποῦ οἱ φίλοι;
15Τὰ προσωπεῖα ἤλλασσον. Ποῦ αἱ οἰκίαι; Ἀπεκλείον‐ το· Ποῦ τὰ χρήματα; Ἔφυγεν ὁ ἔχων αὐτά. Καὶ τὰ χρήματα ποῦ; Κατωρύγη. Ποῦ ἐκρύβη τοῦτο ὅλον; Μὴ φορτικός εἰμι, μὴ ἐπαχθὴς, ἀεὶ λέγων, ὅτι ὁ πλοῦτος τοὺς κακῶς κεχρημένους προδίδωσιν; Ἦλθεν
20ὁ καιρὸς δεικνὺς τῶν ῥημάτων τὴν ἀλήθειαν. Τί κα‐ τέχεις αὐτὸν, ἐν πειρασμῷ σε μηδὲν ὠφελοῦντα; Εἰ ἔχει ἰσχὺν, ὅταν ἐμπέσῃς εἰς ἀνάγκην, παρέστω σοι· εἰ δὲ τότε φεύγει, τί χρείαν αὐτοῦ ἔχεις; Αὐτὰ τὰ πράγ‐ ματα μαρτυρεῖ. Τί τὸ ὄφελος; Ξίφη ἠκονημένα, θά‐
25νατος ἀπειλούμενος, στρατόπεδον μαινόμενον, προσ‐ δοκία ἀπειλῆς τοσαύτης· καὶ ὁ πλοῦτος οὐδα‐ μοῦ. Ποῦ ἔφυγεν ὁ δραπέτης; Αὐτός σοι κατεσκεύασε ταῦτα πάντα, καὶ ἐν καιρῷ ἀνάγκης φεύγει. Καίτοι πολλοὶ ἐγκαλοῦσί μοι ἀεὶ λέγοντες, Κεκόλλησαι τοῖς
30πλουσίοις· καὶ γὰρ καὶ ἐκεῖνοι ἀεὶ κεκόλληνται τοῖς πένησιν. Ἐγὼ δὲ κεκόλλημαι τοῖς πλουσίοις· οὐ τοῖς πλουσίοις δὲ, ἀλλὰ τοῖς κακῶς τῷ πλούτῳ κεχρημέ‐ νοις. Ἀεὶ γὰρ λέγω, ὅτι οὐ τὸν πλούσιον διαβάλλω, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο δὲ πλούσιος, καὶ ἄλλο ἅρ‐
35παξ· ἄλλο εὔπορος, καὶ ἄλλο πλεονέκτης. Διαίρει τὰ πράγματα, καὶ μὴ σύγχεε τὰ ἄμικτα. Πλούσιος εἶ; Οὐ κωλύω. Ἅρπαξ εἶ; Κατηγορῶ. Ἔχεις τὰ σά; Ἀπόλαυε. Λαμβάνεις τὰ ἀλλότρια; Οὐ σιγῶ. Θέλεις με λιθάσαι; Ἕτοιμός εἰμι τὸ αἷμά μου ἐκχέειν, μό‐
40νον τὴν ἁμαρτίαν σου κωλύω. Ἐμοὶ οὐ μέλει μῖσος, οὐ μέλει μοι πόλεμος· ἑνὸς δέ μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πλούσιοι ἐμὰ τέκ‐ να, καὶ οἱ πένητες ἐμὰ τέκνα· ἡ αὐτὴ γαστὴρ ἀμ‐ φοτέρους ὤδινεν· αἱ αὐταὶ ὠδῖνες ἀμφοτέρους ἔτε‐
45κον. Ἂν τοίνυν κεκόλλησαι τῷ πένητι, κατηγορῶ σου· οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου. Ὁ μὲν γὰρ πένης οὐδὲν μέγα ἀδικεῖται· εἰς χρήματα γὰρ βλάπτεται· σὺ δὲ εἰς ψυχὴν βλάπ‐ τῃ. Ὁ βουλόμενος ἀποτεμνέτω, ὁ βουλόμενος λιθαζέτω,

52

.

399

(50)

ὁ βουλόμενος μισείτω· ὑποθῆκαι γὰρ ἐμοὶ στεφάνων αἱ ἐπιβουλαὶ, καὶ ἀριθμὸς βραβείων τὰ τραύματα. δʹ. Οὐ δέδοικα τοίνυν ἐπιβουλήν· ἓν δέδοικα μόνον, ἁμαρτίαν. Μὴ μέ τις ἐλέγξῃ ἁμαρτάνοντα, καὶ ἡ οἰκουμένη πᾶσα πολεμείτω μοι. Ὁ γὰρ πόλεμος οὗτος
55λαμπρότερόν με ἐργάζεται. Οὕτω καὶ ὑμᾶς παιδεῦσαι
βούλομαι. [Μὴ φοβηθῆτε ἐπιβουλὴν δυνάστου, ἀλλὰColumn end

52

.

400

φοβήθητε ἁμαρτίας δύναμιν. Ἄνθρωπός σε οὐ βλάψει, ἐὰν μὴ σὺ σεαυτὸν πλήξῃς. Ἐὰν μὴ ἔχῃς ἁμαρ‐ τίαν, καὶ μυρία ξίφη παρῇ, ἁρπάζει σε ὁ Θεός· ἐὰν δὲ ἔχῃς ἁμαρτίαν καὶ ἐν παραδείσῳ ᾖς, ἐκπί‐
5πτεις. Ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἔπεσεν· ἐν κο‐ πρίᾳ ἦν ὁ Ἰὼβ, καὶ ἐστεφανώθη. Τί ὠφέλησεν ἐκεῖ‐ νον ὁ παράδεισος; ἢ τί ἔβλαψε τοῦτον ἡ κοπρία; Ἐκείνῳ οὐδεὶς ἐπεβούλευσεν, καὶ ὑπεσκελίσθη· τούτῳ ὁ διάβολος, καὶ ἐστεφανώθη. Οὐ τὰ χρήματα αὐτοῦ
10ἔλαβεν; Ἀλλὰ τὴν εὐσέβειαν οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρπασεν; Ἀλλὰ τὴν πίστιν οὐκ ἐσά‐ λευσεν. Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; Ἀλλὰ τὸν θη‐ σαυρὸν οὐχ εὗρεν. Οὐ τὴν γυναῖκα αὐτοῦ ὥπλισεν; Ἀλλὰ τὸν στρατιώτην οὐχ ὑπεσκέλισεν. Οὐκ ἔβαλε
15τόξα καὶ βέλη; Ἀλλὰ τραύματα οὐκ ἐδέξατο. Προσ‐ ήγαγε μηχανήματα, ἀλλὰ τὸν πύργον οὐκ ἔσει‐ σεν· ἐπήγαγε κύματα, ἀλλὰ τὸ πλοῖον οὐ κατεπόν‐ τισε. Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ, καὶ τῶν γονάτων ὑμῶν ἅπτομαι, εἰ καὶ μὴ χειρὶ,
20ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω. Τοῦτόν μοι τη‐ ρήσατε τὸν νόμον, καὶ οὐδεὶς ὑμᾶς βλάπτει. Μηδέ‐ ποτε μακαρίζετε πλούσιον μηδέποτε ταλανίζετε [εἰ μὴ τὸν] ἐν ἁμαρτίᾳ· μακαρίζετε τὸν ἐν δικαιοσύνῃ Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ’ ἡ γνώμη τῶν
25ἀνθρώπων καὶ τοῦτον κἀκεῖνον ποιεῖ. Μηδέποτε φο‐ βηθῇς ξίφη, ἐὰν μὴ τὸ συνειδός σου κατηγορήσῃ· μηδέποτε φοβηθῇς ἐν πολέμῳ, ἐὰν τὸ συνειδός σου καθαρὸν ᾖ] Ποῦ οἱ ἀπελθόντες; εἰπέ μοι. Οὐχὶ πάντες ὑπέκυπτον; οὐχὶ οἱ ἐν ἀρχῇ ὄντες μεῖζον
30ἔτρεμον αὐτούς; οὐκ ἐθεράπευον; Ἀλλ’ ἦλθεν ἡ ἁμαρτία, καὶ πάντα ἠλέγχθη· καὶ οἱ θεράποντες δι‐ κασταὶ ἐγένοντο, οἱ κολακεύοντες δήμιοι· οἱ τὰς χεῖρας καταφιλοῦντες, αὐτοὶ αὐτὸν εἷλκον ἀπὸ τῆς ἐκκλησίας, καὶ ὁ χθὲς τὴν χεῖρα καταφιλῶν, σήμε‐
35ρον πολέμιος. Διὰ τί; Ὅτι οὔτε χθὲς μετὰ ἀληθείας ἐφίλει. Ἦλθε γὰρ ὁ καιρὸς, καὶ ἠλέγχθη τὰ προσω‐ πεῖα. Οὐ χθὲς τὰς χεῖρας κατεφίλεις, καὶ σωτῆρα ὠνόμαζες, καὶ κηδεμόνα, καὶ εὐεργέτην; οὐκ ἐγ‐ κώμια ὕφαινες μυρία; Διὰ τί σήμερον κατηγορεῖς;
40Χθὲς ἐπαινέτης, καὶ σήμερον κατήγορος; χθὲς ἐγ‐ κώμια, καὶ σήμερον ἐγκλήματα μιγνύεις; Τίς ἡ με‐ ταβολή; τίς ἡ μετάστασις; εʹ. Ἀλλ’ οὐκ ἐγὼ τοιοῦτος· ἀλλ’ ἐγὼ ἐπιβουλευόμενος, προστάτης ἐγενόμην. Μυρία ἔπαθον δεινὰ, καὶ οὐκ
45ἠμειψάμην. Τὸν γὰρ Δεσπότην τὸν ἐμαυτοῦ μιμοῦ‐ μαι, ὃς ἐν τῷ σταυρῷ ἔλεγεν· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν Ταῦτα δὲ λέγω, ἵνα μὴ τῇ ὑπο‐ νοίᾳ τῶν πονηρῶν παραφθείρησθε. Πόσαι μεταβολαὶ γεγόνασιν, ἐξ οὗ τῆς πόλεως ἐπέστην, καὶ οὐδεὶς σω‐

52

.

400

(50)

φρονίζεται; Οὐδεὶς δὲ ὅταν εἴπω, οὐ πάντων κατα‐ γινώσκω· μὴ γένοιτο. Οὐ γὰρ ἔστι τὴν ἄρουραν ταύ‐ την τὴν λιπαρὰν, δεξαμένην σπέρματα, μὴ καὶ στά‐ χυν ἐνεγκεῖν· ἀλλ’ ἐγὼ ἀκόρεστός εἰμι, οὐ βούλομαι ὀλίγους σωθῆναι, ἀλλὰ πάντας. Κἂν εἷς ἀπολειφθῇ
55ἀπολλύμενος, ἐγὼ ἀπόλλυμαι, καὶ οἶμαι τὸν ποιμένα ἐκεῖνον μιμεῖσθαι, ὃς ἐνενήκοντα ἐννέα εἶχε πρόβατα, καὶ ἐπὶ τὸ ἓν πεπλανημένον ἔδραμεν. Μέχρι πότε χρήματα; μέχρι πότε ἄργυρος· μέχρι πότε χρυσός; μέχρι πότε οἶνος ἐκχεόμενος; μέχρι πότε κολακεῖαι
60οἰκετῶν; μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια σατανικὰ, καὶ διαβολικῆς γέμοντα
ἐνεργείας;399

52

.

401

Οὐκ οἶσθα, ὅτι ἀποδημία ὁ παρὼν βίος; Μὴ γὰρ πολίτης εἶ; Ὁδίτης εἶ. Συνῆκας τί εἶπον; Οὐκ εἶ πολίτης, ἀλλ’ ὁδίτης εἶ καὶ ὁδοιπόρος. Μὴ εἴπῃς· Ἔχω τήνδε τὴν πόλιν, καὶ ἔχω τήνδε. Οὐκ ἔχει οὐδεὶς
5πόλιν. Ἡ πόλις ἄνω ἐστί. Τὰ παρόντα ὁδός ἐστιν. Ὁδεύομεν τοίνυν καθ’ ἡμέραν, ἕως ἡ φύσις ἐπιτρέ‐ χει. Ἔστι τις ἐν ὁδῷ χρήματα ἀποτιθέμενος· ἔστι τις ἐν ὁδῷ χρυσίον κατορύττων. Ὅταν οὖν εἰσέλθῃς εἰς πανδοχεῖον, εἰπέ μοι, τὸ πανδοχεῖον καλλωπίζεις;
10Οὐχὶ, ἀλλ’ ἐσθίεις καὶ πίνεις, καὶ ἐπείγῃ ἐξελθεῖν. Πανδοχεῖόν ἐστιν ὁ παρὼν βίος. Εἰσήλθομεν, κατα‐ λύομεν τὸν παρόντα βίον· σπουδάζωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος, μηδὲν ἀφῶμεν ὧδε, ἵνα μὴ ἀπολέσωμεν ἐκεῖ. Ὅταν εἰσέλθῃς εἰς τὸ πανδοχεῖον,
15τί λέγεις τῷ παιδί; Βλέπε ποῦ ἀποτίθης τὰ πράγμα‐ τα, μή τι καταλείπῃς ἐνταῦθα, ἵνα μή τι ἀπόληται, μήτε μικρὸν, μήτε εὐτελὲς, ἵνα πάντα εἰς τὴν οἰκίαν ἀπενέγκωμεν. Οὕτω καὶ ἡμεῖς ἐν τῷ παρόντι βίῳ· βλέπωμεν ὥσπερ πανδοχεῖον τὸν βίον, καὶ μηδὲν ὧδε
20καταλείπωμεν ἐν τῷ πανδοχείῳ, ἀλλὰ πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Καὶ πῶς; ἐγὼ λέγω. Ὁ ὁδίτης οἶδε τὸ πότε εἰσέρχεται εἰς τὸ πανδοχεῖον, καὶ πότε ἐκβαίνει· κύριος γάρ ἐστι τοῦ
25ἐξελθεῖν, ὥσπερ καὶ τοῦ εἰσελθεῖν· ἐγὼ δὲ εἰσερχό‐ μενος εἰς τὸ πανδοχεῖον, τουτέστιν, εἰς τὸν παρόντα βίον, πότε ἐξέρχομαι οὐκ οἶδα. Καὶ ἐνίοτε παρα‐ σκευάζομαι πολλοῦ χρόνου διατροφὰς, καὶ ὁ Δεσπό‐ της παραχρῆμα καλεῖ με· Ἄφρων, ἃ ἡτοίμασας,
30τίνι ἔσται; Τῇ νυκτὶ γὰρ ταύτῃ λαμβάνουσι τὴν ψυχήν σου. Ἄδηλος ἡ ἔξοδος, ἄστατος ἡ κτῆσις, μυρίοι κρημνοὶ, πανταχόθεν κύματα. Τί μαίνῃ περὶ τὰς σκιάς; τί ἀφεὶς τὴν ἀλήθειαν κατατρέχεις ἐπὶ τὰς σκιάς;
35 ϛʹ. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, συνεχῆ τὴν ὀδύνην ἐργαζόμενος, καὶ τὰ τραύματα καταστέλ‐ λων, καὶ οὐ διὰ τοὺς πεσόντας, ἀλλὰ διὰ τοὺς ἑστῶ‐ τας. Ἐκεῖνοι γὰρ ἀπῆλθον, καὶ τέλος ἔλαβον· οἱ δὲ ἑστῶτες ἐν ταῖς ἐκείνων συμφοραῖς ἀσφαλέστεροι γε‐
40γόνασι. Καὶ τί, φησὶ, ποιήσομεν; Ἓν μόνον ποίη‐ σον, μίσησον χρήματα, καὶ φίλει σου τὴν ζωήν. Ῥῖ‐ ψον τὰ ὄντα, οὐ λέγω τὰ πάντα, ἀλλὰ τὰ περιττὰ περίκοψον. Τῶν ἀλλοτρίων μὴ ἐπιθύμει, τὴν χήραν μὴ γυμνώσῃς, τὸν ὀρφανὸν μὴ ἁρπάσῃς, τὴν οἰκίαν
45μὴ λάβῃς· οὐ λέγω πρόσωπα, ἀλλὰ πράγματα. Εἴ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτὸς αἴτιος, οὐχ ὁ ἐμὸς λόγος. Τί ἁρπάζεις, ὅπου φθόνος; Ἅρ‐ πασον, ὅπου στέφανος. Μὴ ἅρπαζε τὴν γῆν, ἀλλὰ τὸν οὐρανόν. Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐ‐

52

.

401

(50)

ρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Τί ἁρπά‐ ζεις τὸν πένητα τὸν ἐγκαλοῦντα; Ἅρπασον τὸν Χρι‐ στὸν τὸν ἐπαινοῦντα. Εἶδες ἀγνωμοσύνην καὶ μανίαν; Ἁρπάζεις πένητα τὸν ἔχοντα ὀλίγον; Ὁ Χριστὸς λέ‐ γει· Ἐμὲ ἅρπασον, χάριν σοι ἔχω τῆς ἁρπαγῆς· τὴν
55ἐμὴν βασιλείαν ἅρπασαι καὶ βίασαι. Τὴν κάτω βασι‐ λείαν ἐὰν θελήσῃς ἁρπάσαι, μᾶλλον δὲ κἂν θελήσῃς ἐννοῆσαι, κολάζῃ· τὴν ἄνω δὲ ἐὰν μὴ ἁρπάσῃς, τότε κολάσῃ. Ὅπου τὰ βιωτικὰ, φθόνος ὅπου δὲ τὰ πνευματικὰ, ἀγάπη. Ταῦτα μελέτα καθ’ ἑκάστην
60ἡμέραν, καὶ μὴ πάλιν ἰδὼν μετὰ δύο ἡμέρας ἄλλον ὀχήματι φερόμενον, σηρικὸν περιβεβλημένον ἱμάτιον, κορυφούμενον, θορυβηθῇς, ταραχθῇς. Μὴ ἐπαίνει
πλούσιον, ἀλλὰ τὸν ἐν δικαιοσύνῃ μόνον. Μὴ κάκιζεColumn end

52

.

402

πένητα, ἀλλὰ μάθε τῶν πραγμάτων τὴν κρίσιν ἔχειν ὀρθὴν καὶ ἀδιάπτωτον. Μὴ ἀπέχου Ἐκκλησίας· οὐδὲν γὰρ Ἐκκλησίας ἰσχυρότερον. Ἡ ἐλπίς σου ἡ Ἐκκλησία, ἡ σωτηρία
5σου ἡ Ἐκκλησία, ἡ καταφυγή σου ἡ Ἐκκλησία. Τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστὶ, τῆς γῆς πλατυτέρα ἐστίν. Οὐδέποτε γηρᾷ, ἀεὶ δὲ ἀκμάζει. Διὰ τοῦτο τὸ στεῤ‐ ῥὸν αὐτῆς καὶ ἀσάλευτον δηλοῦσα ἡ Γραφὴ ὄρος αὐ‐ τὴν καλεῖ· τὸ ἄφθορον, αὐτὴν καλεῖ παρθένον· τὸ
10πολυτελὲς, βασίλισσαν αὐτὴν καλεῖ· τὸ συγγενὲς τὸ πρὸς τὸν Θεὸν, θυγατέρα αὐτὴν καλεῖ· τὸ πολύγονον, στεῖραν αὐτὴν καλεῖ τίκτουσαν ἑπτά· μυρία ὀνόματα, ἵνα παραστήσῃ αὐτῆς τὴν εὐγένειαν. Ὥσπερ γὰρ ὁ Δεσπότης αὐτῆς πολλὰ ὀνόματα ἔχει· καὶ Πατὴρ κα‐
15λεῖται, καὶ ὁδὸς καλεῖται, καὶ ζωὴ καλεῖται, καὶ φῶς καλεῖται, καὶ βραχίων καλεῖται, καὶ ἱλασμὸς καλεῖται, καὶ θεμέλιος καλεῖται, καὶ θύρα καλεῖται, καὶ ἀναμάρτητος καλεῖται, καὶ θησαυρὸς καλεῖται, καὶ Κύριος καλεῖται, καὶ Θεὸς καλεῖται, καὶ Υἱὸς κα‐
20λεῖται, καὶ Μονογενὴς καλεῖται, καὶ μορφὴ Θεοῦ, καὶ εἰκὼν Θεοῦ καλεῖται· μὴ ἀρκεῖ ἓν ὄνομα παρα‐ στῆσαι τὸ ὅλον; Οὐδαμῶς· ἀλλὰ διὰ τοῦτο μυρία ὀνό‐ ματα, ἵνα μάθωμέν τι περὶ Θεοῦ, κἂν μικρόν. Οὕτω δὴ καὶ ἡ Ἐκκλησία πολλὰ καλεῖται. Παρθένος λέγε‐
25ται, καὶ μὴν πόρνη ἦν πρὸ τούτου· τὸ γὰρ θαυμα‐ στὸν τοῦ νυμφίου, ὅτι ἔλαβε πόρνην, καὶ ἐποίησε παρθένον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Γάμος παρ’ ἡμῖν παρθενίαν λύει, γάμος παρὰ Θεῷ παρθενίαν ἀνέστησε. Παρ’ ἡμῖν ἡ οὖσα παρθένος,
30γαμουμένη, οὐκ ἔστι παρθένος· παρὰ Χριστῷ ἡ οὖσα πόρνη, γαμουμένη, παρθένος γέγονεν. ζʹ. Ἑρμηνευέτω ὁ αἱρετικὸς τοῦτο μόνον, ὁ περιεργα‐ ζόμενος τὴν ἄνω γέννησιν, καὶ λέγων· Πῶς ἐγέννη‐ σεν ὁ Πατήρ; Εἰπὲ αὐτῷ· Πῶς ἡ Ἐκκλησία, πόρνη
35οὖσα, παρθένος ἐγένετο; πῶς δὲ ἡ γεννήσασα, παρ‐ θένος ἔμεινε; Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ὁ Παῦλός φησιν ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὢ σοφία καὶ σύ‐ νεσις. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί ἐστι τοῦτο;
40Ζηλῶ, λέγει. Ζηλοῖς, ὁ πνευματικός; Ζηλῶ γὰρ, λέγει, ὡς ὁ Θεός. Καὶ Θεὸς ζηλοῖ; Ναὶ, ζηλοῖ, οὐ πάθει, ἀλλὰ ἀγάπῃ, καὶ ζηλοτυπίᾳ. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Εἴπω σοι, πῶς ζηλοῖ; Εἶδεν ὑπὸ δαιμόνων διαφθει‐
45ρομένην τὴν γῆν, καὶ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκε. Τὰ γὰρ ῥήματα ἐπὶ τοῦ Θεοῦ λεγόμενα οὐ τὴν αὐτὴν ἔχει ἰσχύν· οἷον, ζηλεύει Θεὸς, ὀργίζεται Θεὸς, με‐ τανοεῖ Θεὸς, μισεῖ Θεός. Τὰ ῥήματα ταῦτα ἀνθρώ‐ πινα, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Πῶς ζηλεύει Θεός;

52

.

402

(50)

Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ὀργίζεται Θεός; Κύ‐ ριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Ὥστε καὶ κα‐ θεύδει Θεός; Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Μετανοεῖ Θεός; Μετενόησα, ὅτι ἐποίησα τὸν ἄν‐ θρωπον. Μισεῖ ὁ Θεός; Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς
55νεομηνίας μισεῖ ἡ ψυχή μου. Ἀλλὰ μὴ πρόσεχε τῇ εὐτελείᾳ τῶν λέξεων· ἀλλὰ λάβε θεοπρεπῆ τὰ νοήματα. Ζηλεύει ὁ Θεὸς, ἀγαπᾷ γάρ. Ὀργίζεται ὁ Θεὸς, οὐ πάθει, ἀλλὰ τιμωρίᾳ καὶ κολάσει. Ὑπνοῖ
Θεὸς, οὐ καθεύδων, ἀλλὰ μακροθυμῶν. Ἔκλεγε τὰς401

52

.

403

λέξεις. Οὕτω καὶ ὅταν ἀκούσῃς, ὅτι γεννᾷ Θεὸς, μὴ τμῆσιν νόμιζε, ἀλλὰ τὸ ὁμοούσιον. Τὰ γὰρ ῥήματα ταῦτα πολλὰ παρ’ ἡμῶν ἐχρήσατο ὁ Θεὸς, καὶ ἡμεῖς παρ’ αὐτοῦ, ἵνα τιμηθῶμεν.
5 ηʹ. Συνῆκας τί εἶπον; Πρόσεχε μετὰ ἀκριβείας, ἀγαπητέ. Ὀνόματά ἐστι θεῖα, καὶ ὀνόματα ἀνθρώπινα. Ἔλαβε παρ’ ἐμοῦ, καὶ ἔδωκέ μοι αὐτός. Δός μοι τὰ σὰ, καὶ λάβε τὰ ἐμὰ, λέγει. Τῶν ἐμῶν χρείαν ἔχεις· οὐκ ἐγὼ χρείαν ἔχω, ἀλλὰ σύ· ἐπειδὴ γὰρ ἡ οὐσία
10μου ἀκήρατός ἐστι, σὺ δὲ ἄνθρωπος εἶ, σώματι συμ‐ πεπλεγμένος, σωματικὰς ζητῶν καὶ λέξεις, ἵνα σὺ, ὁ σώματι συμπεπλεγμένος, λαβὼν ἀπὸ τῶν παρὰ σοὶ γνωρίμων ῥημάτων, νοήσῃς τὰ ὑπερβαίνοντά σε νοή‐ ματα. Ποῖα ἔλαβε παρ’ ἐμοῦ, ποῖα δὲ ἔδωκέ μοι ὀνό‐
15ματα; Αὐτὸς Θεός ἐστι, καὶ ἐμὲ θεὸν ἐκάλεσεν· ἐκεῖ φύσις πράγματος, ἐνταῦθα τιμὴ ὀνόματος· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ῥή‐ ματά ἐστιν ἐνταῦθα, ἐκεῖ δὲ πραγμάτων φύσις. Ἐκάλεσέ με θεὸν, ἐτιμήθην γάρ. Ἐκλήθη αὐτὸς ἄν‐
20θρωπος, ἐκλήθη αὐτὸς Υἱὸς ἀνθρώπου, ἐκλήθη αὐ‐ τὸς ὁδὸς, ἐκλήθη αὐτὸς θύρα, ἐκλήθη αὐτὸς πέτρα. Ταῦτα παρ’ ἐμοῦ ἔλαβεν, ἐκεῖνα παρ’ ἑαυτοῦ τὰ ῥή‐ ματά μοι ἔδωκε. Διὰ τί ἐκλήθη ὁδός; Ἵνα μάθῃς, ὅτι δι’ αὐτοῦ πρὸς τὸν Πατέρα ἀνερχόμεθα. Διὰ τί
25ἐκλήθη πέτρα; Ἵνα μάθῃς τὸ ἐπιτήδειον καὶ ἀσά‐ λευτον τῆς πίστεως. Διὰ τί ἐκλήθη θεμέλιος; Ἵνα μάθῃς, ὅτι πάντα βαστάζει. Διὰ τί ἐκλήθη ῥίζα; Ἵνα μάθῃς, ὅτι ἐν αὐτῷ ἀνθοῦμεν. Διὰ τί ἐκλήθη ποιμήν; Ὅτι ἡμᾶς νέμει. Διὰ τί ἐκλήθη πρόβατον; Ὅτι ὑπὲρ
30ἡμῶν ἐτύθη, καὶ ἱλασμὸς ἐγένετο. Διὰ τί ἐκλήθη ζωή; Ὅτι νεκροὺς ὄντας ἡμᾶς ἀνέστησε. Διὰ τί ἐκλήθη φῶς; Ὅτι σκότους ἡμᾶς ἀπήλλαξε. Διὰ τί ἐκλήθη βραχίων; Ὅτι ὁμοούσιός ἐστι τῷ Πατρί. Διὰ τί ἐκλήθη Λόγος; Ὅτι ἀπὸ τοῦ Πατρὸς ἐτέχθη.
35Ὥσπερ γὰρ ὁ λόγος ὁ ἐμὸς ἀπὸ τῆς ψυχῆς μου γεν‐ νᾶται, οὕτω καὶ ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. Διὰ τί ἐκλήθη ἱμάτιον; Ὅτι ἐνδέδυμαι αὐτὸν βαπτισθείς. Διὰ τί ἐκλήθη τράπεζα; Ὅτι ἐσθίω αὐτὸν ἀπολαύ‐ σας τῶν μυστηρίων. Διὰ τί ἐκλήθη οἶκος; Ὅτι οἰκῶ
40ἐν αὐτῷ. Διὰ τί ἔνοικος; Ὅτι ναὸς αὐτοῦ γινόμεθα. Διὰ τί ἐκλήθη κεφαλή; Ὅτι μέλος αὐτοῦ κατέστην. Διὰ τί ἐκλήθη νυμφίος; Ὅτι νύμφην με ἡρμόσατο. Διὰ τί ἐκλήθη ἁγνός; Ὅτι παρθένον με ἔλαβε. Διὰ τί ἐκλήθη Δεσπότης; Ὅτι δούλη αὐτοῦ εἰμι.
45 θʹ. Ὅρα γὰρ τὴν Ἐκκλησίαν, ὅπερ ἔλεγον, ὅτι ποτὲ νύμφη ἐστὶ, ποτὲ θυγάτηρ ἐστὶ, ποτὲ παρθένος ἐστὶ, ποτὲ δούλη ἐστὶ, ποτὲ βασίλισσά ἐστι, ποτὲ στεῖρά ἐστι, ποτὲ ὄρος ἐστὶ, ποτὲ παράδεισός ἐστι, ποτὲ πο‐ λυτόκος ἐστὶ, ποτὲ κρίνον ἐστὶ, ποτὲ πηγή ἐστι·

52

.

403

(50)

πάντα ἐστί. Διὰ τοῦτο ἀκούσας ταῦτα, μὴ νόμιζε σωματικὰ εἶναι, παρακαλῶ· ἀλλὰ σύντεινόν σου τὴν διάνοιαν· τὰ γὰρ σωματικὰ τοιαῦτα εἶναι οὐ δύναν‐ ται. Οἷόν τι λέγω· τὸ ὄρος παρθένος οὐκ ἔστιν· ἡ παρθένος νύμφη οὐκ ἔστιν· ἡ βασίλισσα δούλη οὐκ
55ἔστιν· ἡ Ἐκκλησία πάντα ἐστί. Διὰ τί; Ὅτι οὐκ ἐν σώματι ταῦτα, ἀλλ’ ἐν ψυχῇ. Ἐν μὲν γὰρ σώματι ταῦτα ἐστενοχώρηται· ἐν δὲ ψυχῇ πολὺ ἔχει τὸ πέ‐ λαγος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Βα‐ σίλισσα; Ἡ πεπατημένη, ἡ πτωχὴ, πῶς βασίλισσα
60ἐγένετο; καὶ ποῦ ἀνέβη; Ἄνω παρέστη ἡ βασίλισσα αὐτή. Πῶς; Ἐπειδὴ ὁ Βασιλεὺς ἐγένετο δοῦλος· οὐκ ἦν, ἀλλ’ ἐγένετο. Μάθε οὖν τὰ τῆς θεότητος, καὶ σο‐ φίζου τὰ τῆς οἰκονομίας· μάθε τίς ἦν, καὶ τίς ἐγέ‐
νετο διὰ σὲ, καὶ μὴ σύγχεε τὰ πράγματα, μηδὲ τὴνColumn end

52

.

404

ὑπόθεσιν τῆς φιλανθρωπίας ἀφορμὴν ποιοῦ βλασφη‐ μίας. Ὑψηλὸς ἦν, καὶ αὕτη ταπεινή· ὑψηλὸς οὐ τόπῳ, ἀλλὰ φύσει. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἦν ἡ φύσις, ἀπερινόητος, ἀόρατος, ἀκατάλη‐
5πτος, ἀεὶ ὢν, ὡσαύτως ὢν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων, νικῶν λογισμὸν, ὑπερ‐ βαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον. Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερου‐ βὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ. Ἐπέ‐
10βλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ ἐξήραινεν αὐτήν· ποταμοὺς ἐξ ἐρήμου· τὰ ὄρη ἔστησε σταθμῷ καὶ τὰς νάπας ζυγῷ. Πῶς εἴπω; πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ ἀριθμὸν οὐκ
15ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι. Ἀλλ’ οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, εἰ ἀσφαλὲς καὶ τοῦτο εἰπεῖν, τοσοῦτος καὶ τηλικοῦτος. Ἀλλὰ τί πάθω; ἄνθρωπός εἰμι, καὶ ἀνθρωπικῶς δια‐ λέγομαι· πηλίνην κέκτημαι γλῶσσαν, συγγνώμην
20αἰτῶ παρὰ τοῦ Δεσπότου. Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι’ ἀπορίαν τῆς ἀσθε‐ νείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἔσο, Δέσποτα, οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ’ οὐκ ἔχω ἄλλας· οὐ μὴν
25οὐδὲ ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλὰ ἀνα‐ βαίνω τῷ πτερῷ τοῦ νοήματος. Ὁ τοσοῦτος καὶ τη‐ λικοῦτος. Ταῦτα λέγω, ἵνα μὴ ταῖς λέξεσι παρα‐ μένων, μηδὲ τῇ πτωχείᾳ τῶν λεγομένων, μάθῃς καὶ αὐτὸς τοῦτο ποιεῖν. Τί θαυμάζεις, εἰ ἐγὼ τοῦτο ποιῶ,
30ὅπουγε καὶ αὐτὸς, ὅταν βούληταί τι παραστῆσαι ὑπερβαῖνον τὰ ἀνθρώπινα; Ἐπειδὴ ἀνθρώποις δια‐ λέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἰκόσιν, οὐκ ἀρ‐ κούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέ‐ ναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις
35δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων. ιʹ. Σύντεινον σαυτὸν, μὴ ἀπόκαμνε δὲ τοῦ λόγου μη‐ κυνομένου. Ὥσπερ γὰρ ὅταν φαίνηται, οὐχ ὅπερ ἐστὶ φαίνεται, οὐδὲ γυμνὴ ἡ οὐσία φαίνεται· (οὐδεὶς γὰρ εἶδε Θεὸν, αὐτὸ ὅ ἐστιν· τῇ γὰρ συγκαταβάσει, καὶ τὰ
40Χερουβὶμ ἔτρεμεν· συγκατέβη, καὶ τὰ ὄρη καπνίζε‐ ται· συγκατέβη, καὶ ἡ θάλασσα ξηραίνεται· συγκα‐ τέβη, καὶ ὁ οὐρανὸς σαλεύεται· καὶ εἰ μὴ συγκα‐ τέβῃ, τίς ἂν ἤνεγκεν;) ὥσπερ οὖν οὐ φαίνεται ὅπερ ἐστὶν, ἀλλ’ ὃ δύναται ὁ ὁρῶν ἰδεῖν· διὰ τοῦτο ποτὲ
45μὲν παλαιὸς φαίνεται, ποτὲ δὲ νέος, ποτὲ δὲ ἐν πυρὶ, ποτὲ δὲ ἐν αὔρᾳ, ποτὲ δὲ ἐν ὕδατι, ποτὲ δὲ ἐν ὅπλοις, οὐ μεταβάλλων τὴν οὐσίαν, ἀλλὰ σχηματίζων τὴν ὄψιν πρὸς τὴν ποικιλίαν τῶν ὑποκειμένων. Οὕτω δὴ καὶ ὅταν βούληταί τι περὶ αὐτοῦ εἰπεῖν, ἀνθρωπί‐

52

.

404

(50)

ναις εἰκόσι κέχρηται. Οἷόν τι λέγω· ἀνέβη εἰς τὸ ὄρος, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς τὸ φῶς, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡσεὶ χιών. Παρή‐ νοιξε, φησὶν, ὀλίγον τῆς θεότητος, ἔδειξεν αὐτοῖς
55τὸν ἐνοικοῦντα Θεὸν, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Λέγει, Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὰ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς, καὶ ἡ ὄψις ὡς ὁ ἥλιος. Ἐπειδὴ εἶπον, Τοσοῦτος καὶ τηλικοῦτος, καὶ
60εἶπον, Ἵλεώς μοι γενοῦ, Δέσποτα (οὐ γὰρ ἐναπο‐403

52

.

405

μένω τῇ λέξει, ἀλλ’ ἀπορῶ, καὶ οὐκ ἔχω ἄλλην λέξιν συντιθεμένην), θέλω σε μαθεῖν, ὅτι ἀπὸ τῆς Γρα‐ φῆς τοῦτο ἐπαιδεύθην. Ἠθέλησεν οὖν δεῖξαι τὴν λαμπηδόνα αὐτοῦ ὁ εὐαγγελιστὴς, καὶ λέγει,
5Ἔλαμψε. Πῶς ἔλαμψεν; εἰπέ μοι. Σφοδρῶς. Καὶ πῶς λέγεις; Ὡς ὁ ἥλιος. Ὡς ὁ ἥλιος, λέγεις; Ναί. Διὰ τί; Διότι οὐκ ἔχω ἄλλο ἄστρον φαιδρότερον. Καὶ λευκὸς ἦν Ὡς χιών; Διὰ τί, Ὡς χιών; Διότι οὐκ ἔχω ἄλλην ὕλην λευκοτέραν. Ὅτι γὰρ οὐχ οὕτως
10ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται. Καὶ ἔπεσον χαμαὶ οἱ μαθηταί. Εἰ ὡς ὁ ἥλιος ἔλαμψεν, οὐκ ἂν ἔπιπτον οἱ μαθηταί· ἥλιον γὰρ ἔβλεπον καθ’ ἡμέραν, καὶ οὐκ ἔπιπτον· ἀλλ’ ἐπειδὴ ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ ὑπὲρ τὴν χιόνα, διὰ τοῦτο μὴ φέροντες τὴν λαμπηδόνα, κα‐
15τέπεσον. ιαʹ. Εἰπέ μοι οὖν, ὦ εὐαγγελιστὰ, ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ σὺ λέγεις· Ὡς ὁ ἥλιος; Ναί· γνώριμόν σοι θέλων ποιῆσαι τὸ φῶς, οὐκ ἔχω ἄλλο ἄστρον μεῖ‐ ζον, οὐκ ἔχω ἄλλην εἰκόνα τὴν ἐν τοῖς ἄστροις βασι‐
20λεύουσαν. Ταῦτα εἶπον, ἵνα μὴ τῇ εὐτελείᾳ τῆς λέ‐ ξεως ἐναπομείνῃς. Ἔδειξά σοι τὸ πτῶμα τῶν μα‐ θητῶν. Ἔπεσον χαμαὶ, καὶ ἐκαρώθησαν καὶ κα‐ τεχώννυντο. Ἀνάστητε, λέγει, καὶ ἤγειρεν αὐτοὺς, καὶ ἦσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς
25λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ κάρος ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν· οὕτω τὸ φαινόμενον φῶς ὑπὲρ τὸν ἥλιον ἦν. Εἶπε δὲ ὁ εὐαγγελιστὴς, Ὡς ὁ ἥλιος, ἐπειδὴ τὸ ἄστρον τοῦτο γνώριμον ἡμῖν ἐστι, καὶ ἐν ὑπερβολῇ τῶν λοιπῶν ἄστρων ἁπάντων. Ἀλλ’,
30ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναὶ, πόρνης· τῆς φύσεως ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μὲν, ἐὰν ἐπιθυμήσῃ πόρ‐ νης, καταδικάζεται, Θεὸς δὲ πόρνης ἐπιθυμεῖ; Καὶ
35πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένη‐ ται πόρνος. Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένῃ. Ὁ τοσοῦτος καὶ τηλικοῦ‐
40τος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται ὁ νυμ‐ φίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει τὸν ἄγγελον πρὸς πόρνην, οὐ πέμ‐ πει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβὶμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ’ αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν
45ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοή‐ ματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφι‐ πταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα. Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς

52

.

405

(50)

τὸν οὐρανὸν ἀγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κα‐ τέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται, καὶ οὐκ αἰσχύ‐ νεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ,
55ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη. οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην, καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρὸν, καὶ
60ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰ‐ κονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφὴ,
οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκεί‐Column end

52

.

406

νου· αὔξεται κατὰ μικρὸν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἑλκῶν γέμουσαν, ἐκτεθηριω‐ μένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε. Καλεῖ
5μάγους. Τί φοβεῖσθε; Οὐκ εἰμὶ κριτὴς, ἀλλ’ ἰατρός· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Καλεῖ εὐθέως μάγους. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ
10ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναὸς, καὶ ἐνοικεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυ‐ νοῦσιν εὐθέως· ἔρχεται τελώνης, καὶ γίνεται εὐαγ‐ γελιστής· ἔρχεται πόρνη, καὶ γίνεται παρθένος· ἔρ‐ χεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο
15ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει αὐτὴν, ἁρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; Δακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν
20ὑμῖν Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Πνεῦμα αὐτῇ δίδω‐ σιν. Εἶτά φησιν· Οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει· Ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διά‐ βολος, καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης
25ἐν τῷ παραδείσῳ, καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγώ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ Δεσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει, καὶ ὁ λύ‐
30κος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσ‐ ελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσ‐ έρχεται ὁ διάβολος, καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. Διὰ τοῦτο λέγει, Ἐγὼ ἡ ῥίζα, ὑμεῖς τὰ κλήματα· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τί
35λοιπόν; Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀκάθαρτος. Μή σοι μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου, καὶ διεστράφη. Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενε‐ σίας, καὶ παραδίδωμι αὐτὸ τῷ πυρί. Ὅρα γάρ· ἔλαβε
40χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐποίησε τὸν ἄνθρωπον· ἔπλα‐ σεν αὐτόν. Ἦλθεν ὁ διάβολος, διέστρεψεν αὐτόν. Ἦλ‐ θεν αὐτὸς, ἔλαβε πάλιν, ἀνεφύρασεν αὐτὸν, ἀνεχώ‐ νευσεν αὐτὸν ἐν τῷ βαπτίσματι, ἀλλ’ οὐκ ἀφῆκεν αὐτῷ πήλινον εἶναι τὸ σῶμα, ἀλλ’ ἐποίησεν αὐτὸ
45ὀστράκινον. Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ τοῦ Πνεύ‐ ματος· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· ἐν ὕδατι, ἵνα ἀναπλασθῇ· ἐν πυρὶ, ἵνα στε‐ ρεωθῇ. Διὰ τοῦτο ὁ Προφήτης ἄνωθεν προαγορεύων ἔλεγεν· Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.

52

.

406

(50)

Οὐκ εἶπεν, ὡς σκεύη ὀστράκινα, ἃ ἕκαστος κέκτηται· ἔστι γὰρ σκεύη κεραμέως ἐκεῖνα, ἃ ἐργάζεται ὁ κε‐ ραμεὺς ἐν τῷ τροχῷ· ἀλλὰ τὰ σκεύη τοῦ κεραμέως πήλινα, τὰ δὲ ἡμέτερα ὀστράκινα. Προαναφωνῶν οὖν τὴν διὰ τοῦ βαπτίσματος ἀναχώνευσιν, Ὡς σκεύη,
55φησὶ, κεραμέως συντρίψεις αὐτούς. Ἀναπλάττει, λέγει, καὶ χωνεύει. Καταβαίνω εἰς τὸ βάπτισμα, καὶ ἀναπλάττεταί μου τὸ σχῆμα, καὶ ἀναχωνεύει τοῦ Πνεύματος τὸ πῦρ, καὶ γίνεται ὀστράκινον. Ὅτι δὲ οὐ κόμπος τὰ ῥήματα, ἄκουσον τοῦ Ἰώβ·
60Ἐποίησε δὲ ἡμᾶς πηλόν· ὁ δὲ Παῦλος· Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν.
Ἀλλὰ βλέπε ὀστράκου ἰσχύν. Οὐ γὰρ πυρὶ ὤπτηται,405

52

.

407

ἀλλὰ Πνεύματι. Πῶς ὀστράκινον; Πεντάκις τεσσα‐ ράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατε‐ κλάσθη. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἐν
5τῷ βυθῷ πεποίηκεν, καὶ τὸ ὀστράκινον οὐ διελύθη· ἐναυάγησε, καὶ ὁ θησαυρὸς οὐκ ἀπώλετο· τὸ πλοῖον ὑποβρύχιον, καὶ ὁ φόρτος ἔπλευσεν. Ἔχοντες δὲ τὸν θησαυρόν. Ποῖον θησαυρόν; Πνεύματος χορηγίαν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν. Ποῖον; εἰπέ
10μοι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Σοὶ λέγω, τὸ πονηρὸν πνεῦμα, ἄπελθε ἀπ’ αὐτοῦ. ιβʹ. Εἶδες θησαυρὸν βασιλικῶν θησαυρῶν λαμπρότε‐ ρον; Τί γὰρ τοιοῦτον δύναται ποιήσειν μαργαρίτης βα‐
15σιλέως, οἷον ῥήματα Ἀποστόλου; Ἐπίθες μυρία διαδή‐ ματα νεκρῶν, καὶ οὐκ ἐγείρεται· ἓν δὲ ῥῆμα ἐξῆλθεν Ἀποστόλου, καὶ στασιάζουσαν τὴν φύσιν ἐπανήγαγε, καὶ πρὸς τὸ ἀρχαῖον ἀποκατέστησεν. Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον. Ὢ θησαυρὸς οὐ τηρούμενος
20μόνον, ἀλλὰ καὶ τηρῶν τὸν οἶκον, ἔνθα ἀπόκειται. Συνῆκας τί εἶπον; Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχον‐ τες, ὅταν ἔχωσι θησαυροὺς, μεγάλους οἴκους κατα‐ σκευάζουσιν, οἷον τοίχους, μοχλοὺς, θύρας, φύλα‐ κας, κλεῖθρα, ἵνα τηρηθῇ ὁ θησαυρός· ὁ Χριστὸς
25δὲ τοὐναντίον ἐποίησεν· οὐκ ἐν λιθίνῳ, ἀλλ’ ἐν ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν ἔθηκεν. Εἰ μέγας ὁ θησαυρὸς, διὰ τί τὸ σκεῦος ἀσθενές; Ἀλλὰ μὴ διὰ τοῦτο ἀσθενὲς τὸ σκεῦος, ἐπειδὴ μέγας ὁ θη‐ σαυρός· οὐ γὰρ τηρεῖται ὑπὸ τοῦ σκεύους, ἀλλ’
30αὐτὸς τηρεῖ τὸ σκεῦος. Τίθημι ἐγὼ τὸν θησαυ‐ ρὸν, τίς δύναται λοιπὸν κλέψαι; Ἦλθεν ὁ διάβολος, ἦλθεν ἡ οἰκουμένη, ἦλθον μυρίοι, καὶ τὸν θησαυρὸν οὐκ ἔκλεψαν· ἐμαστίχθη, καὶ ὁ θησαυρὸς οὐ προεδόθη· κατεποντίσθη εἰς θάλασσαν, καὶ ναυάγιον οὐκ ἐποίη‐
35σεν· ἀπέθανε, καὶ ὁ θησαυρὸς μένει. Ἔδωκε τοίνυν τὸν ἀῤῥαβῶνα. Ποῦ εἰσιν οἱ τοῦ Πνεύματος τὴν ἀξίαν βλασφημοῦντες; Προσέχετε. Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν Θεὸς, ὁ καὶ δοὺς τὸν ἀῤῥα‐ βῶνα τοῦ Πνεύματος. Ἴστε πάντες ὑμεῖς, ὅτι ὁ
40ἀῤῥαβὼν μέρος ἐστὶ μικρὸν τοῦ παντός· ὅπως ἄκουε. Ἀπέρχεταί τις ἀγοράσαι οἰκίαν πολλῆς τιμῆς, καὶ λέγει· Δός μοι ἀῤῥαβῶνα, ἵνα θαῤῥῶ. Ἀπέρχεταί τις γυναῖκα ἀγαγέσθαι, προῖκα συντίθησι καὶ πρά‐ γματα, καὶ λέγει· Δός μοι ἀῤῥαβῶνα. Πρόσχες· καὶ
45ἐν πράσει δούλου ἀῤῥαβὼν, καὶ ἐν πᾶσι τοῖς συναλ‐ λάγμασιν ἀῤῥαβών. Ἐπεὶ οὖν ὁ Χριστὸς συνάλλαγμα μεθ’ ἡμῶν ἐποίει (καὶ γὰρ ὡς νύμφην με ἔμελλε λαμβάνειν), καὶ προῖκά μοι γράφει, οὐ χρημάτων, ἀλλ’ αἵματος. Προῖκα δέ μοι ταύτην γράφει τῶν ἀγα‐

52

.

407

(50)

θῶν τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἔγραψε τοίνυν εἰς τὴν προῖκα ἀθανασίαν, αἶνον μετὰ ἀγγέλων, ἀπαλλαγὴν θανάτου, ἐλευθερίαν ἁμαρτίας, κληρονομίαν βασιλείας (πολὺς ὁ πλοῦτος), δικαιοσύ‐
55νην, ἁγιασμὸν, ἀπαλλαγὴν τῶν παρόντων, εὕ‐ ρεσιν τῶν μελλόντων. Μεγάλη μοι ἦν ἡ προῖξ. Πρό‐ σχες μετὰ ἀκριβείας· βλέπε τί ποιεῖ. Ἦλθε λαβεῖν
τὴν πόρνην, λέγω γὰρ αὐτὴν, ὡς ἦν ἀκάθαρτος, ἵναColumn end

52

.

408

μάθῃς τοῦ νυμφίου τὸν ἔρωτα. Ἦλθεν, ἔλαβέ με, γράφει μοι προῖκα· λέγει· Δίδωμί σοι πλοῦτον τὸν ἐμόν; Πῶς; Ἀπώλεσας, λέγει, παράδεισον; λάβε αὐτόν. Ἀπώλεσας, λέγει, τὸ εὐειδές; λάβε αὐτό· λάβε
5ταῦτα πάντα. Ἀλλ’ ἡ προῖξ μου οὐκ ἐδόθη μοι ὧδε. ιγʹ. Πρόσεχε, διὰ τοῦτο εἰς τὴν προῖκα ταύτην προ‐ λέγει· ἔγραψέ μοι ἐν τῇ προικὶ ἀνάστασιν σωμάτων, ἀφθαρσίαν. Οὐ γὰρ ἀκολουθεῖ πάντως τῇ ἀναστάσει ἡ ἀφθαρσία, ἀλλὰ δύο ἦν ταῦτα. Καὶ γὰρ πολλοὶ ἀνέ‐
10στησαν, καὶ πάλιν ἔπεσον, ὥσπερ ὁ Λάζαρος, καὶ τὰ σώματα τῶν ἁγίων. Ἀλλ’ οὗτος οὐχ οὕτως, ἀλλ’ ἀνά‐ στασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τὸ, Οὕτω πάν‐ τοτε σὺν Κυρίῳ ἐσόμεθα, τὴν ἀπαλλαγὴν τοῦ θα‐
15νάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντι‐ σμὸν τῆς τελευτῆς. Ποῖον ἐκεῖνον; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀν‐ θρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν. Ἀγαθά μοι δίδως, ἃ οὐκ οἶδα; Λέγει,
20Ναί· ὧδε ἁρμόζω, ὧδέ με φίλει. Εἰς τί οὐ δίδως μοι τὴν προῖκα ὧδε; Ὅταν ἔλθῃς πρὸς τὸν Πατέρα μου, ὅταν ἔλθῃς εἰς τὰς βασιλικὰς αὐλάς. Ἐγὼ πρὸς σὲ ἦλθον, μὴ γὰρ σὺ πρὸς μέ; Ἦλθον οὐχ ἵνα μείνῃς, ἀλλ’ ἵνα λάβω σε καὶ ἀνέλθω. Μὴ ζήτει ὧδε τὴν
25προῖκα· πάντα ἐν ἐλπίδι, πάντα ἐν πίστει. Καὶ οὐ‐ δέν μοι δίδως ἐνταῦθα; Λέγει· Λάβε ἀῤῥαβῶνα, ἵνα μοι πιστεύσῃς περὶ τοῦ μέλλοντος· λάβε ὑπόβολα, λάβε καὶ μνῆστρα. Διὰ τοῦτο Παῦλος λέγει, Ἡρμο‐ σάμην γὰρ ὑμᾶς.
30 Ὡς μνῆστρα ἔδωκεν ἡμῖν τὰ παρόντα ὁ Θεός· μνῆστρά ἐστι τὰ παρόντα, ἀῤῥαβών ἐστιν· ἡ προῖξ ὅλη ἐκεῖ μένει. Πῶς; ἐγὼ λέγω· ὧδε γηρῶ, ἐκεῖ οὐ γηρῶ· ὧδε θνήσκω, ἐκεῖ οὐ θνήσκω· ὧδε λυποῦμαι, ἐκεῖ οὐ λυποῦμαι· ὧδε πενία, καὶ νόσος, καὶ ἐπιβου‐
35λαὶ, ἐκεῖ οὐδὲν τοιοῦτον· ὧδε σκότος, καὶ φῶς, ἐκεῖ φῶς μόνον· ὧδε ἐπιβουλὴ, ἐκεῖ ἐλευθερία· ὧδε νό‐ σος, ἐκεῖ ὑγίεια· ὧδε ζωὴ ἔχουσα τέλος, ἐκεῖ ζωὴ οὐκ ἔχουσα τέλος· ὧδε ἁμαρτία, ἐκεῖ δικαιοσύνη, ἁμαρτία δὲ οὐδαμοῦ· ὧδε φθόνος, ἐκεῖ οὐδὲν τοιοῦτον.
40Δός μοι, φησὶν, ταῦτα. Ἀνάμενε, ἵνα καὶ οἱ σύνδουλοί σου σωθῶσιν, ἀνάμενε. Ὁ βεβαιῶν ἡμᾶς, καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα. Ποῖον ἀῤῥαβῶνα; Τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Πνεύματος τὴν χορηγίαν. Ἀλλὰ λέγω περὶ τοῦ Πνεύματος. Ἔδωκε τοῖς ἀποστόλοις τὸν δακτύλιον,
45εἰπών· Λάβετε καὶ δότε πᾶσιν. Ὁ δακτύλιος μερίζε‐ ται; Μερίζεται καὶ οὐ διαιρεῖται· μερίζεται καὶ οὐκ ἀναλίσκεται. Μάθε Πνεύματος χορηγίαν· ἔλαβε Πέ‐ τρος, ἔλαβε καὶ Παῦλος Πνεῦμα ἅγιον. Περιῆλθε τὴν οἰκουμένην, ἁμαρτωλοὺς ἀπήλλαττεν ἁμαρτημάτων,

52

.

408

(50)

χωλοὺς διώρθου, γυμνοὺς ἐνέδυε, νεκροὺς ἤγειρε, λεπροὺς ἐκαθάριζε, διάβολον ἐπεστόμιζε, δαίμονας ἀπέπνιγε, τῷ Θεῷ διελέγετο, Ἐκκλησίαν ἐφύτευσε, ναοὺς κατέσκαψε, βωμοὺς ἀνέτρεψε, τὴν κα‐ κίαν ἔλυσε, τὴν ἀρετὴν ἐφύτευσε, τοὺς ἀνθρώπους
55ἀγγέλους ἐποίησε. ιδʹ. Ταῦτα πάντα ἦμεν. Ἀῤῥαβὼν ἐπλήρωσε τὴν οἰ‐ κουμένην ἅπασαν. Ἅπασαν δὲ ὅταν εἴπω, λέγω, ὅσην
ἥλιος ἐφορᾷ γῆν, θάλασσαν, νήσους, ὄρη, νάπας, καὶ407

52

.

409

βουνούς. Περιῆλθε καθάπερ ὑπόπτερος ὁ Παῦλος ἑνὶ στόματι παλαίων, ὁ σκηνοποιὸς, ὁ σμίλην μεταχει‐ ριζόμενος, καὶ δέρματα ῥάπτων· καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ’ ὁ σκηνοποιὸς
5δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων φιλοσο‐ φώτερος. Πόθεν; Ἔλαβε τὸν ἀῤῥαβῶνα, ἐβάσταζε τὸν δακτύλιον καὶ περιέφερεν. Ἔβλεπον πάντες, ὅτι Βασιλεὺς ἡρμόσατο τὴν φύσιν ἡμῶν· εἶδεν ὁ δαίμων, καὶ ἀνεχώρει· εἶδε τὸν ἀῤῥαβῶνα, καὶ ἔτρεμε, καὶ
10ὑπεχώρει· ἱμάτια ἔβλεπε, καὶ ἐδραπέτευεν. Ὢ δύ‐ ναμις Πνεύματος! οὐ ψυχῇ ἔδωκε τὴν ἐξουσίαν, οὐ σώματι, ἀλλὰ καὶ ἱματίῳ· οὐχ ἱματίῳ, ἀλλὰ καὶ σκιᾷ. Περιῄει ὁ Πέτρος, καὶ ἡ σκιὰ αὐτοῦ νόσους ἐφυγάδευε, καὶ δαίμονας ἀπήλαυνε, καὶ νεκροὺς
15ἤγειρεν. Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάν‐ θας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλ‐ λων τῆς εὐσεβείας, καθάπερ ἀροτὴρ ἄριστος τὸ ἄρο‐ τρον ἔχων τῆς διδασκαλίας. Καὶ πρὸς τίνας ἦλθε; Πρὸς Θρᾷκας, πρὸς Σκύθας, πρὸς Ἰνδοὺς, πρὸς Μαύ‐
20ρους, πρὸς Σαρδονίους, πρὸς Γοτθοὺς, πρὸς θηρία ἄγρια, καὶ μετέβαλε πάντα. Πόθεν; Ἀπὸ τοῦ ἀῤῥα‐ βῶνος. Πῶς διήρκεσεν; Ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Ἰδιώτης, γυμνὸς, ἀνυπόδετος· ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Διὰ τοῦτο λέγει· Καὶ
25πρὸς ταῦτα τίς ἱκανός; Ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύμα‐ τος. Ἴδε τί τὸ Πνεῦμα ἐποίησεν· εὗρε τὴν γῆν δαι‐ μόνων γέμουσαν, καὶ ἐποίησεν αὐτὴν οὐρανόν. Μὴ
30γὰρ τὰ παρόντα ἐννοῆτε· ἀλλὰ ἀναλάβετε τῷ λογι‐ σμῷ αὐτά. Τότε ἦν θρῆνος, τότε πανταχοῦ βωμοὶ, πανταχοῦ καπνὸς, πανταχοῦ κνῖσαι, πανταχοῦ πορ‐ νεῖαι, πανταχοῦ τελεταὶ, πανταχοῦ θυσίαι, πανταχοῦ δαίμονες βακχεύοντες, πανταχοῦ ἀκρόπολις τοῦ δια‐
35βόλου, πανταχοῦ πορνεία στεφανουμένη· καὶ εἷς ἦν ὁ Παῦλος. Πῶς οὐ κατεποντίσθη; πῶς οὐ διεσπάσθη; πῶς ἤνοιξε τὸ στόμα; Εἰσῆλθεν εἰς Θηβαΐδα, καὶ αἰχμαλώτους ἔλαβεν. Εἰσῆλθεν εἰς τὰς βασιλικὰς αὐ‐ λὰς, καὶ τὸν βασιλέα μαθητὴν ἐποίησεν. Εἰσῆλθεν
40εἰς τὸ δικαστήριον, καὶ λέγει αὐτῷ ὁ δικαστής· Παρ’ ὀλίγον με πείθεις Χριστιανὸν γενέσθαι· καὶ ὁ δι‐ καστὴς μαθητὴς ἐγένετο. Εἰσῆλθεν εἰς τὸ δεσμωτή‐ ριον, καὶ τὸν δεσμοφύλακα ἔλαβεν. Ἀπῆλθεν εἰς βαρ‐ βάρων νῆσον, καὶ τὴν ἔχιν διδάσκαλον ἐποίησεν.
45Ἀπῆλθεν εἰς τὸν δῆμον τῶν Ῥωμαίων, καὶ τὴν σύγ‐ κλητον ἐπέσπασεν. Ἀπῆλθεν εἰς ποταμοὺς, ἀπῆλ‐ θεν εἰς ἐρήμους τόπους πανταχοῦ τῆς οἰκουμέ‐ νης. Οὐ γῆ, οὐ θάλασσα ἄμοιρος αὐτοῦ ἐστι τῶν κατορθωμάτων· ἔδωκε γὰρ τὸν ἀῤῥαβῶνα τοῦ δακ‐

52

.

409

(50)

τυλίου, καὶ δοὺς τὸν ἀῤῥαβῶνα, λέγει· Τὰ μὲν ἤδη δίδωμί σοι, τὰ δὲ ἐπαγγέλλομαι. Διὰ τοῦτο λέγει αὐτῇ ὁ Προφήτης· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτιον λέγει, ἀλλ’ ἀρετήν. Διὰ τοῦτο ἡ Γραφὴ ἀλλαχοῦ λέ‐
55γει· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὥστε οὐκ ἔνδυμα λέγει, ἀλλὰ τὴν πορνείαν, καὶ τὴν ῥυπαρὰν πρᾶξιν καὶ ἀκάθαρτον. Ὥσπερ οὖν τὰ ῥυ‐ παρὰ ἱμάτια, ἁμαρτία· οὕτω τὰ διάχρυσα, ἀρετή. Ἀλλὰ τὸ ἱμάτιον τοῦτο τοῦ βασιλέως ἦν· αὐτὸς αὐτῇ
60καὶ ἱμάτιον ἔδωκεν· γυμνὴ γὰρ ἦν, γυμνὴ καὶ ἀσχη‐ μονοῦσα. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτια λέγει, ἀλλ’ ἀρετήν· οὐκ εἶπεν, ἐν χρυσῷ. Πρόσεχε· καὶ αὐτὴ ἡ λέξις πολ‐ λὴν ἔχει εὐγένειαν νοημάτων. Οὐκ εἶπε, ἐν χρυσῷ,
65ἀλλὰ, Διαχρύσῳ. Ἄκουε συνετῶς. Τὸ χρυσοῦν ἱμά‐Column end

52

.

410

τιον ὅλον ἐστὶ χρυσοῦν· τὸ δὲ διάχρυσον μέρη μὲν ἔχει χρυσᾶ, μέρη δὲ σηρικά. Διὰ τί οὖν μὴ χρυσοῦν ἱμάτιον εἶπε φορεῖν τὴν νύμφην, ἀλλὰ διάχρυσον; Πρόσεχε ἀκριβῶς. Τὴν πολιτείαν λέγει τῆς Ἐκκλη‐
5σίας, τὴν ποικίλην. Ἐπειδὴ γὰρ οὐ πάντες βίου ἑνός ἐσμεν, ἀλλ’ ὁ μὲν παρθενίαν, ὁ δὲ χηρείαν, ὁ δὲ εὐ‐ σέβειαν ἀσκεῖ· ἱμάτιον τῆς Ἐκκλησίας ἡ πολιτεία τῆς Ἐκκλησίας. ιεʹ. Ἐπειδὴ οὖν ᾔδει ὁ Δεσπότης ἡμῶν, ὅτι ἂν μίαν
10ὁδὸν τέμῃ, πολλοὶ ἔχουσιν ὀκνῆσαι, ποικίλας ἔτεμεν ὁδούς. Οὐ δύνασαι διὰ παρθενίας εἰσελθεῖν; Εἴσελθε διὰ μονογαμίας. Οὐ δύνασαι διὰ μονογαμίας; Κἂν διὰ δευτερογαμίας. Οὐ δύνασαι διὰ σωφροσύνης εἰσ‐ ελθεῖν; Εἴσελθε δι’ ἐλεημοσύνης. Οὐ δύνασαι δι’
15ἐλεημοσύνης; Εἴσελθε διὰ νηστείας. Οὐ δύνασαι ταύ‐ την; Δεῦρο ἐκείνην. Οὐ δύνασαι ἐκείνην; Δεῦρο ταύ‐ την. Διὰ τοῦτο οὐκ ἔδειξε τὸ ἱμάτιον χρυσοῦν, ἀλλὰ διάχρυσον. Ἢ σηρική ἐστιν, ἢ πορφυρᾶ ἐστιν, ἢ χρυσᾶ ἐστιν. Οὐ δύνασαι εἶναι χρυσοῦς; Γενοῦ ση‐
20ρικός. Δέχομαί σε, μόνον ἐν τῷ ἱματίῳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους. Οὐ δύνασαι εἶναι ὁ λίθος τίμιος; Γενοῦ χρυσός. Οὐ δύνασαι εἶναι χρυσός; Γενοῦ ἄργυρος, μόνον ἐν θε‐
25μελίῳ. Καὶ πάλιν ἀλλαχοῦ· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Οὐ δύνασαι εἶναι ἥλιος; Γενοῦ σελήνη. Οὐ δύνασαι εἶναι σελήνη; Γενοῦ ἀστήρ. Οὐ δύνασαι εἶναι μέγας ἀστήρ; Γενοῦ κἂν μικρὸς, μόνον ἐν τῷ οὐρανῷ. Οὐ δύνασαι
30εἶναι παρθένος; Γάμησον μετὰ σωφροσύνης, μόνον ἐν τῇ Ἐκκλησίᾳ. Οὐ δύνασαι εἶναι ἀκτήμων; Ἐλέησον, μόνον ἐν τῇ Ἐκκλησίᾳ, μόνον ἐν τῷ ἱματίῳ, μόνον ὑπὸ τὴν βασίλισσαν. Διάχρυσον τὸ ἱμάτιον, ποικίλον τὸ ἱμά‐ τιον. Οὐκ ἀποκλείω σοι τὴν ὁδόν· ἡ ἀφθονία γὰρ τῶν
35ἀρετῶν εὔκολον ἐποίησε τὴν οἰκονομίαν τοῦ βασιλέως. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλ‐ μένη. Ποικίλον ἐστὶν αὐτῆς τὸ ἱμάτιον· καὶ εἰ βού‐ λει, ἀνάπτυξον τὸ βάθος τοῦ λόγου τοῦ εἰρημένου, καὶ βλέπε τὸ ἱμάτιον τὸ διάχρυσον. Ἐνταῦθα μὲν γὰρ
40οἱ μὲν μονάζοντές εἰσιν, οἱ δὲ γάμον σεμνὸν ἀσκοῦσιν, οὐ πολὺ ἐκείνων ἀπολιμπανόμενοι· καὶ οἱ μὲν μονό‐ γαμοι, αἱ δὲ χῆραι ἀνθοῦσαι. Διὰ τί παράδεισος; διὰ τί ποικίλος; Ἔχων ἄνθη διάφορα, καὶ δένδρα, καὶ πολλοὺς τοὺς μαργαρίτας. Πολλοὶ οἱ ἀστέρες, ἀλλὰ
45εἷς ὁ ἥλιος· πολλοὶ οἱ βίοι, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοὶ, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοὶ, ἀλλὰ μία ἡ μήτηρ. Τὸ μὲν, σῶμα, τὸ δὲ, ὀφθαλμοὶ, τὸ δὲ, δάκτυλος, ἀλλὰ πάντες εἷς. Τὸ αὐτὸ γὰρ τὸ μικρὸν, καὶ τὸ μέγα, καὶ τὸ ἧττον. Ἡ παρ‐

52

.

410

(50)

θένος τῆς γεγαμημένης χρείαν ἔχει· καὶ γὰρ ἡ παρ‐ θένος ἀπὸ γάμου, ἵνα μὴ καταφρονῇ γάμου. Ἡ παρ‐ θένος ῥίζα τοῦ γάμου. Πάντα συνδεδεμένα, τὰ μικρὰ τοῖς μεγάλοις, καὶ τὰ μεγάλα τοῖς μικροῖς. Παρ‐ έστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ
55διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τὸ λοι‐ πὸν, Ἄκουσον, θύγατερ. Ὁ νυμφαγωγός φησιν ὡς μέλλεις ἐξέρχεσθαι πρὸς τὸν νυμφίον, ὑπερβαίνοντά σου τὴν οὐσίαν, ὑπερβαίνοντά σου τὴν φύσιν. Ἐγὼ νυμφαγωγός. Ἄκουσον, θύγατερ. Εὐθέως ἐγίνετο
60ἡ γυνή; Ναί· οὐδὲν γὰρ σωματικόν. Καὶ γὰρ ὡς γυναῖκα ἡρμόσατο, καὶ ὡς θυγατέρα φιλεῖ, καὶ ὡς
δούλης προνοεῖ, καὶ ὡς παρθένον τηρεῖ, καὶ ὡς409

52

.

411

παράδεισον τειχίζει, καὶ ὡς μέλος περιέπει, καὶ ὡς κεφαλὴ προνοεῖ, καὶ ὡς ῥίζα φυτεύει, καὶ ὡς ποιμὴν βόσκει, καὶ ὡς νυμφίος ἁρμόζεται, καὶ ὡς ἱλαστήριον συγχωρεῖ, καὶ ὡς πρόβατον θύε‐
5ται, καὶ ὡς νυμφίος διατηρεῖ ἐν κάλλει, καὶ ὡς ἀνὴρ προνοεῖ τῆς κηδεμονίας. Πολλὰ τὰ νοήματα, ἵνα κἂν μικροῦ μέρους τῆς οἰκονομίας ἀπολαύσω‐ μεν. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ βλέπε τὰ γαμικὰ πράγματα, καὶ πνευματικά. Ἄκουσον,
10θύγατερ. Θυγάτηρ ἦν τῶν δαιμόνων αὐτὴ πρῶτον, θυγάτηρ τῆς γῆς, ἀναξία τῆς γῆς, καὶ νῦν γέγονε θυγάτηρ τοῦ βασιλέως. Τοῦτο δὲ ἠθέλησεν ὁ ἐρῶν αὐτῆς. Ὁ γὰρ ἐρῶν οὐκ ἐξετάζει τρόπον· ὁ ἔρως οὐ βλέπει ἀμορφίαν· διὰ τοῦτο δὲ καλεῖται ἔρως, ὅτι
15πολλάκις καὶ ἄμορφον φιλεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἄμορφον εἶδεν (οὐ γὰρ ἂν αὐτὴν εἴποιμι εὔμορφον), καὶ ἠράσθη, καὶ ποιεῖ αὐτὴν νέαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ὢ νυμφίου καλλωπίζοντος ἀμορφίαν νύμφης! Ἄκουσον, θύγατερ, ἄκουσον,
20καὶ ἴδε. Δύο λέγει, Ἄκουσον, καὶ, Βλέπε, τὰ δύο ἀπὸ σοῦ, τὰ μὲν τοῖς ὀφθαλμοῖς, τὰ δὲ τῇ ἀκοῇ. Ἐπεὶ οὖν ἡ προῖξ αὐτῆς ἐν ἀκοῇ ἦν· εἰ καί τινες ὀξύτερον προεῖδον, ἀναμενέτωσαν τοὺς ἀσθενεστέρους· καὶ ὑμᾶς ἐπαινῶ προλαβόντας, καὶ ἐκείνοις συγγι‐
25νώσκω ἀκολουθοῦσιν· ἐπειδὴ ἡ προῖξ αὐτῆς ἐν ἀκοῇ ἦν (τί ἐστιν ἐν ἀκοῇ; Ἐν πίστει. Ἡ γὰρ πίστις ἐξ ἀκοῆς· ἐν πίστει, οὐκ ἐν ἀπολαύσει, οὐκ ἐν πείρᾳ πάσῃ), προεῖπον, ὅτι εἰς δύο μέρη διεῖλε τὴν προῖκα αὐτῆς, καὶ τὰ μὲν ἔδωκεν αὐτῇ ἀντὶ ἀῤῥαβῶνος, τὰ
30δὲ ἐπηγγείλατο αὐτῇ εἰς τὸ μέλλον. Τί αὐτῇ ἔδωκεν; Ἔδωκεν αὐτῇ ἁμαρτημάτων συγχώρησιν, κολάσεως ἄφεσιν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν, σῶμα δεσποτικὸν, τράπεζαν θείαν, πνευματικὴν, νεκρῶν ἀνάστασιν. Ταῦτα γὰρ πάντα εἶχον οἱ ἀπόστολοι.
35Οὐκοῦν τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο· καὶ τὰ μὲν ἐν πείρᾳ ἦν καὶ ἀπολαύσει, τὰ δὲ ἐν ἐλπίδι καὶ ἐν πίστει. Καὶ ἄκουε. Τί ἔδωκε; Τὸ βάπτισμα, τὴν θυσίαν. Ταῦτα ἐν πείρᾳ· βλέπε δέ. Τί ἐπηγγείλατο; Ἀνάστασιν, σωμάτων ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων
40ἕνωσιν, τὴν μετὰ ἀρχαγγέλων χορείαν, τὴν μετ’ αὐτοῦ πολιτείαν, τὴν ζωὴν τὴν ἀκήρατον, τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμα‐ σεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
45 ιϛʹ. Σύνετε τὸ λεγόμενον, μὴ ἀπολέσητε αὐτό· διὰ τοῦτο κάμνω, ἵνα νοήσητε. Εἰς δύο οὖν ἦν αὐτῆς ἡ προῖξ διῃρημένη, εἰς τὰ παρόντα, καὶ εἰς τὰ μέλ‐ λοντα· εἰς τὰ ὁρώμενα, καὶ εἰς τὰ ἀκουόμενα· εἰς τὰ δεδομένα, καὶ εἰς τὰ πιστευόμενα· εἰς τὰ ἐν πείρᾳ,

52

.

411

(50)

καὶ εἰς τὰ ἐν ἀπολαύσει· εἰς τὰ ἐν τῇ παρούσῃ ζωῇ, καὶ εἰς τὰ μετὰ τὴν ἀνάστασιν. Ταῦτα βλέπεις, ἐκεῖνα ἀκούεις. Βλέπε οὖν, τί λέγει αὐτῇ, ἵνα μὴ νομίσῃ, ὅτι ταῦτα μόνον ἔλαβε· καίτοι μεγάλα ἦν καὶ ἀπόῤῥητα καὶ πᾶσαν διάνοιαν ὑπερβαίνοντα. Ἄκου‐
55σον, θύγατερ, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα· ἵνα μὴ λέγῃς, Πάλιν ἐπ’ ἐλπίδι; πάλιν ἐν πίστει; πάλιν ἐν τῷ μέλλοντι; Καὶ βλέπε· τὰ μὲν δίδωμι, τὰ δὲ ἐπαγγέλλομαι· ἐκεῖνα μὲν οὖν ἐν ἐλ‐ πίδι, ταῦτα δὲ λάβε ἐνέχυρα, ταῦτα λάβε ἀῤῥαβῶνα,
60ταῦτα λάβε εἰς ἀπόδειξιν. Ἐπαγγέλλομαί σοι βασι‐Column end

52

.

412

λείαν· πίστευε ἀπὸ τῶν παρόντων, πίστευέ μοι. Βα‐ σιλείαν μοι ἐπαγγέλλῃ; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα, τὸν Δεσπότην τῆς βασιλείας, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρ‐
5έδωκεν αὐτόν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἀνάστασιν δίδως σωμάτων; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα. Ποῖον; Ἀπαλλαγῆναι ἁμαρ‐ τίας. Πῶς τὸ μεῖζον; Ὅτι τὸν θάνατον ἡ ἁμαρτία ἔτεκεν. Τὴν μητέρα ἔσφαξα, καὶ τὸν υἱὸν οὐ σφάξω;
10τὴν ῥίζαν ἐξήρανα, καὶ τὸν καρπὸν οὐκ ἀναιρῶ, Ἄκουσον, θύγατερ, καὶ ἴδε. Τί ἴδω; Νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυό‐
15μενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθέ‐ νου σεμνοτέραν τὴν πόρνην. Ἄκουσον, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα. Ἀπὸ τῶν παρόντων λάβε ἀπόδειξιν· καὶ περὶ ἐκείνων ἔδωκά σοι ἐνέχυρα·
20ταῦτα ἐκείνων ἀμείνω. Καὶ τί θέλεις λέγειν; Ταῦτα ἐμά. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Ταῦτα ἡ προῖξ. Τί εἰσφέρει ἡ νύμφη; Ἴδωμεν. Καὶ σὺ εἰσένεγκε τί ποτε, ἵνα μὴ ᾖς ἄπροικος; Ἐγὼ τί ἔχω, φησὶν, εἰσενεγκεῖν ἀπὸ βωμῶν, ἀπὸ κνίσσης, ἀπὸ δαιμόνων;
25τί ἔχω εἰσενεγκεῖν; Τί; Γνώμην καὶ πίστιν. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ τί θέλεις ποιήσω; Ἐπιλάθου τοῦ λαοῦ σου. Ποίου λαοῦ; Τῶν δαιμόνων, τῶν εἰδώ‐ λων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος. Καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου πατρός σου.
30Ἄφες τὸν πατέρα, καὶ δεῦρο πρός με. Ἐγὼ τὸν Πα‐ τέρα ἀφῆκα, καὶ ἦλθον πρὸς σὲ, καὶ σὺ οὐκ ἀφίης τὸν σὸν πατέρα; Ἀλλὰ τὸ, ἀφῆκα, ἐπὶ τοῦ Υἱοῦ, μὴ ἐγκατάλειψιν νόμιζε. Συγκατέβην, ᾠκονόμηκα, σάρκα ἀνέλαβον. Τοῦτο νυμφίου, τοῦτο νύμφης, ἵνα κατα‐
35λείψῃ τοὺς γονέας, καὶ ἀλλήλοις ἁρμοσώμεθα. Ἄκου‐ σον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ τί μοι δίδως, ἐὰν ἐπιλάθωμαι; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἔχεις ἐραστὴν τὸν Δεσπότην.
40Ἂν ἐκεῖνον ἐραστὴν ἔχῃς, τὰ ἐκείνου καὶ ἔχεις· ἐὰν δυνηθῆτε συνιδεῖν τὸ λεγόμενον· λεπτὸν γάρ ἐστι τὸ νόημα, καὶ βούλομαι ἀποῤῥάψαι Ἰουδαίων τὴν γλῶτταν. Ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν· ἄν τε γὰρ
45ἀκούῃ τις, ἄν τε μὴ ἀκούῃ, ἐγὼ σκάπτω, ἐγὼ ἀροτριῶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Κάλλος ἐνταῦθα τὸ αἰσθητὸν λέγει ὁ Ἰουδαῖος, οὐχὶ τὸ νοη‐

52

.

412

(50)

τὸν, ἀλλὰ τὸ σωματικόν. ιζʹ. Πρόσχες, μάθωμεν τί ἐστι σωματικὸν κάλλος, καὶ τί ἐστι νοητόν. Ἔστι ψυχὴ, ἔστι σῶμα, δύο οὐσίαι εἰσίν· ἔστι κάλλος σώματος, καὶ ἔστι κάλλος ψυχῆς. Τί ἐστι κάλλος σώματος; Ὀφρὺς ἐκτεταμένη, ὀφθαλ‐
55μὸς μειδιῶν, παρειὰ ἐρυθραινομένη, χείλη φοινικί‐ ζοντα, τράχηλος ἀνεστηκὼς, κόμη κραδαινομένη, δάκτυλοι εὐμήκεις, ἡλικία ἀνεστηκυῖα, λευκότης ἐπανθοῦσα. Τοῦτο τὸ κάλλος τὸ σωματικὸν ἀπὸ φύ‐ σεως γίνεται, ἢ ἀπὸ προαιρέσεως; Ὡμολόγηται, ὅτι
60ἀπὸ φύσεως. Πρόσεχε ἵνα μάθῃς φιλοσόφων νοήματα. Τοῦτο τὸ κάλλος, τὸ τῆς ὄψεως, τὸ τοῦ ὀφθαλμοῦ, τὸ
τῆς κόμης, τὸ τοῦ μετώπου, φύσεως γίνεται, ἢ ἀπὸ411

52

.

413

προαιρέσεως. Εὔδηλον ὅτι ἀπὸ φύσεως γίνεται. Ἡ γὰρ ἄμορφος, κἂν μυρία φιλοκαλήσῃ, εὔμορφος γε‐ νέσθαι οὐ δύναται κατὰ τὸ σῶμα· τὰ γὰρ τῆς φύ‐ σεως ἀκίνητα, ὅροις πεπέδηται, μὴ μεταβαίνοντα.
5Ἡ τοίνυν καλὴ, ἀεὶ καλὴ, κἂν μὴ ἔχῃ φιλοκαλίαν· ἡ δὲ ἄμορφος εὔμορφον ποιῆσαι οὐ δύναται, οὐδὲ ἡ εὔμορφος ἄμορφον. Διὰ τί; Ἐπειδὴ φύσεώς ἐστι ταῦτα. Εἶδες οὖν σωματικὸν κάλλος; Ἄγωμεν ἔσω εἰς τὴν ψυχήν· ἡ δούλη πρὸς τὴν δέσποιναν. Πρὸς
10τὴν ψυχὴν ἄγωμεν. Βλέπε ἐκεῖνο κάλλος, μᾶλλον δὲ ἄκουε ἐκεῖνο· οὐ γὰρ δύνασαι αὐτὸ ἰδεῖν· ἀόρατον γάρ ἐστιν. Ἄκουε ἐκεῖνο τὸ κάλλος. Τί οὖν ἐστι κάλ‐ λος ψυχῆς; Σωφροσύνη, ἐπιείκεια, ἐλεημοσύνη, ἀγάπη, φιλαδελφία, φιλοστοργία, ὑπακοὴ Θεοῦ, νόμου πλή‐
15ρωσις, δικαιοσύνη, συντριβὴ διανοίας. Ταῦτα κάλλη ψυχῆς. Ταῦτα τοίνυν οὐκ ἔστι φύσεως, ἀλλὰ προαι‐ ρέσεως. Καὶ ὁ μὴ ἔχων, δύναται ταῦτα λαβεῖν, ὁ δὲ ἔχων, ἐὰν ῥᾳθυμήσῃ, ἀπώλεσεν. Ὥσπερ γὰρ ἔλεγον ἐπὶ τοῦ σώματος, ὅτι ἡ ἄμορφος εὔμορφος γενέσθαι
20οὐ δύναται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἐναντίον λέγω, ὅτι ἡ ἄμορφος ψυχὴ εὔμορφος γενέσθαι δύνα‐ ται. Τί γὰρ ἀμορφότερον τῆς ψυχῆς Παύλου, ὅτε βλά‐ σφημος ἦν καὶ ὑβριστής· τί δὲ εὐμορφότερον αὐτοῦ, ὅτε ἔλεγε, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν
25δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα; Τί ἀμορ‐ φότερον τῆς ψυχῆς τοῦ λῃστοῦ; τί δὲ εὐμορφότερον αὐτοῦ ἐγένετο, ὅτε ὑπήκουσεν, Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Τί ἀμορφότερον τοῦ τελώνου, ὅτε ἥρπασε; τί δὲ εὐ‐
30μορφότερον, ὅτε τὴν οἰκείαν ἔδωκε γνώμην; Ὁρᾷς ὅτι τὴν εὐμορφίαν τοῦ σώματος οὐ δύνασαι μεταλ‐ λάσσειν· οὐ γάρ ἐστι προαιρέσεως, ἀλλὰ φύσεως. Ἡ δὲ τῆς ψυχῆς εὐμορφία ἐκ τῆς προαιρέσεως ἡμῖν πορίζεται. Ἔλαβες τοὺς ὅρους. Ποίους; Ὅτι τὸ κάλ‐
35λος τῆς ψυχῆς ἀπὸ ὑπακοῆς τοῦ Θεοῦ. Ἐὰν γὰρColumn end

52

.

414

ὑπακούσῃ, τῷ Θεῷ ἡ ἄμορφος ψυχὴ, ἀποτίθεται τὴν ἀμορφίαν, καὶ γίνεται εὔμορφος. Σαῦλε, Σαῦλε, τί με διώκεις; Ὁ δέ· Καὶ τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς. Καὶ ὑπήκουσε, καὶ ἡ ὑπακοὴ τὴν ἄμορφον
5ψυχὴν εὔμορφον ἐποίησε. Πάλιν τῷ τελώνῃ λέγει, Δεῦρο, ἀκολούθει μοι. Καὶ ἀνέστη ὁ τελώνης, καὶ ἐγένετο ἀπόστολος· ἡ ἄμορφος ψυχὴ ἐγένετο εὔμορ‐ φος. Πόθεν; Ἀπὸ ὑπακοῆς. Πάλιν τοῖς ἁλιεῦσι λέγει, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς
10ἀνθρώπων· καὶ ἀπὸ τῆς ὑπακοῆς ἐγένετο εὔμορφος αὐ‐ τῶν ἡ διάνοια. Ἴδωμεν ὧδε ποῖον λέγει κάλλος. Ἄκου‐ σον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βα‐ σιλεὺς τοῦ κάλλους σου. Ποῖον κάλλος ἐπιθυμήσει;
15Τὸ ψυχικόν. Πόθεν; Ὅτι ἐπελάθετο. Λέγει, Ἄκουσον οὖν, καὶ ἐπιλάθου. Ταῦτα προαιρέσεώς ἐστιν. Ἄκου‐ σον, εἶπεν. Ἄμορφος ἀκούει, καὶ ἡ ἀμορφία αὕτη οὑ λύεται ἡ τοῦ σώματος. Εἰπὲ τῇ ἁμαρτωλῷ, Ἄκουσον, καὶ εἰ ὑπακούσει, βλέπει οἵα ἡ εὐμορφία. Ἐπεὶ οὖν
20ἡ ἀμορφία τῆς νύμφης οὐκ ἦν φυσικὴ, ἀλλὰ προαι‐ ρετικὴ (οὐ γὰρ ἤκουσε τοῦ Θεοῦ, ἀλλὰ παρέβη), διὰ τοῦτο ἑτέρῳ φαρμάκῳ ἄγει αὐτήν. Ἄμορφος τοίνυν ἐγένου, οὐκ ἀπὸ φύσεως, ἀλλὰ προαιρέσεως· καὶ εὔμορφος ἐγένου ἀπὸ ὑπακοῆς. Ἄκουσον, θύγατερ,
25καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶτα ἵνα μάθῃς, ὅτι οὐδὲν λέγει αἰ‐ σθητὸν, ἀκούων τὸ κάλλος, μὴ ὀφθαλμὸν νομίσῃς. μὴ ῥῖνα, μὴ στόμα, μηδὲ τράχηλον, ἀλλ’ εὐλάβειαν, πίστιν,
30ἀγάπην, τὰ ἔνδον· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, τῷ δοτῆρι, ὅτι αὐτῷ πρέπει μόνῳ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.413