TLG 2062 141 :: JOANNES CHRYSOSTOMUS :: De angusta porta et in orationem dominicam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De angusta porta et in orationem dominicam [Sp.] Citation: Vol — pg — (ln) | ||
51.41(1t) | Περὶ τοῦ κατὰ Θεὸν πολιτεύεσθαι, καὶ εἰς τὸ, Στενὴ ἡ πύλη, καὶ τὰ ἑξῆς· καὶ ἑρμηνεία | |
2t | τῆς προσευχῆς τοῦ, Πάτερ ἡμῶν. | |
---|---|---|
3 | αʹ. Πάσης μὲν θεοπνεύστου Γραφῆς ἡ ἀνάγνωσις γί‐ νεται τοῖς προσέχουσιν εὐσεβείας ἐπίγνωσις· ἡ δὲ | |
5 | σεπτὴ τῶν Εὐαγγελίων γραφὴ ὑψηλοτέρων ἐστὶ διδα‐ γμάτων ὑπεροχή· τὰ γὰρ ἐν αὐτοῖς ἐμφερόμενα λόγια ὑψίστου Βασιλέως ὑπάρχει θεσπίσματα. Διὸ καὶ φοβερά τις ἠπείληται κόλασις τοῖς μὴ φυλάττου‐ σιν ἀκριβῶς τὰ ὑπ’ αὐτοῦ εἰρημένα. Εἰ γὰρ τῶν ἐπὶ | |
10 | γῆς ἀρχόντων ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πόσῳ μᾶλλον ἀφορήτοις ἐκδοθήσε‐ ται βασάνοις ὁ τοῦ ἐπουρανίου Δεσπότου ἀθετῶν τὰ προστάγματα; Ἐπεὶ οὖν μέγας ἐστὶν ὁ τῆς ἀπροσε‐ ξίας κίνδυνος, μετὰ πολλῆς ἀκριβείας προσέχωμεν | |
15 | τῇ ἀκροάσει τῶν ἀρτίως ἀναγνωσθέντων ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥημάτων. Τίνα δὲ ταῦτά ἐστι; Στενὴ, φησὶν, ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγου‐ σα εἰς τὴν ζωήν· καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ πάλιν· Πλατεῖα ἡ πύλη, καὶ εὐρύχω‐ | |
20 | ρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς. Τούτων ἐγὼ συνεχῶς ἀκούων τῶν λόγων, καὶ τῶν ἀνθρώπων τὴν ἐπὶ τὰ μάταια βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν. Πάντες | |
25 | γὰρ διὰ τῆς πλατείας βαδίζουσιν ὁδοῦ, πάντες εἰς τὰ παρόντα κεχήνασι πράγματα, καὶ τῶν μελλόντων οὐ‐ δέποτε λαμβάνουσιν ἔννοιαν· ἀλλ’ εἰς μὲν τὰς σωμα‐ τικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπείγονται, τὰς δὲ ψυχὰς ἐῶσιν ἐν λιμῷ κατατήκεσθαι· καὶ μυρία καθ’ | |
30 | ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν ἔχουσι τῶν ἐν οἷς εἰσι κακῶν· καὶ τῶν μὲν τοῦ σώματος ἕνεκα παθημάτων, φοιτῶσι πρὸς τοὺς ταῦτα θεραπεύοντας· καὶ αὐτοὺς δὲ τούτους οἴκαδε παραπέμπονται, καὶ μισθοὺς παρέχουσιν ὅτι μάλιστα | |
35 | πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται πολλὴν, καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται, ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται· τῆς δὲ ψυχῆς κακῶς διακειμένης παντελῶς ἀμελοῦσι, καὶ τὴν ἀξιέραστον αὐτῆς ὑγείαν λαβεῖν οὐ σπουδάζουσι, καίτοι σαφῶς ἐπιστάμενοι, | |
40 | ὅτι τὸ μὲν σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον, καὶ τοῖς ἐαρινοῖς προσέοικεν ἄνθεσιν· ὁμοίως γὰρ ἐκείνοις μαραίνεται καὶ σβέννυται, καὶ φθορᾷ παραδίδοται· τὴν δὲ ψυχὴν ἴσασιν ἀθανασίᾳ τετιμημένην, καὶ κατ’ εἰκόνα θείαν γεγενημένην, καὶ τοῦ ζώου πεπιστευμέ‐ | |
45 | νην τοὺς οἴακας. Ὅπερ γάρ ἐστιν ἡνίοχος ἅρματι, καὶ κυβερνήτης πλοίῳ, καὶ μουσικὸς ὀργάνῳ, τοῦτο εἶναι τῷ γηΐνῳ τούτῳ σκεύει τὴν ψυχὴν ὁ πλάστης ἐνομοθέτησεν. Αὕτη γὰρ κατέχει τὰς ἡνίας, καὶ κινεῖ τὰ πηδάλια, καὶ τὰς χορδὰς ἀνακρούεται, καὶ εὖ μὲν | |
51.41(50) | τοῦτο πράττουσα, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνα‐ κρούεται μέλος· ὅταν δὲ ἢ χαλάσῃ τοὺς φθόγγους, ἢ διατείνῃ πέρα τοῦ δέοντος, καὶ τῇ τέχνῃ καὶ τῇ ἁρμονίᾳ λυμαίνεται. Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν | |
55 | ἐπιμελείας ἀξιοῦσιν, ἀλλ’ ἅπαντα τῆς ζωῆς αὐτῶν | Column end |
51.42(3) | τὸν χρόνον εἰς τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας· Καὶ οἱ μὲν τὸν τῶν ναυτίλων ἀσπάζονται βίον, καὶ | |
5 | κύμασι καὶ πνεύμασι μάχονται, τὴν ζωὴν καὶ τὸν θάνατον μεθ’ ἑαυτῶν περιφέροντες, καὶ τὰς τῆς σω‐ τηρίας ἐλπίδας ἐν ὀλίγαις σανίσι κατέχοντες· οἱ δὲ τὸν τῆς γεωπονίας ἀναδέχονται ἱδρῶτα, βοῦς ἀροτῆ‐ ρας ζευγνύντες, καὶ τὴν γῆν ἀροτριῶντες, καὶ νῦν | |
10 | μὲν σπείροντες καὶ θερίζοντες, νῦν δὲ φυτεύοντες καὶ τρυγῶντες, καὶ ἅπας αὐτοῖς ὁ χρόνος μετὰ τῆς τοιαύ‐ της ὁδεύει ταλαιπωρίας· οἱ δὲ τὰς ἐμπορίας ἐπέρ‐ χονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν | |
15 | προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους, καὶ ὁμοζύγους μετὰ παίδων καταλιμπάνοντες, ὀλίγων ἕνεκα κερδῶν τὴν ξένην ἀσπάζονται. Καὶ τί δεῖ πά‐ σας καταλέγειν τὰς τέχνας, ἃς ταῖς χρείαις τοῦ σώ‐ ματος ἐξεῦρον οἱ ἄνθρωποι, ἐν αἷς διημερεύοντες καὶ | |
20 | διανυκτερεύοντες, τὴν μὲν ἐκείνου θεραπείαν ἑαυτοῖς περιποιοῦνται, τὴν δὲ ψυχὴν ὑπερορῶσι πεινῶσάν τε καὶ διψῶσαν καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν, καὶ ὑπὸ μυρίων ἐνοχλουμένην κακῶν; Καὶ μετὰ πολλοὺς ἱδρῶτας καὶ πόνους οὐδὲ τὸ θνητὸν σῶμα θανάτου | |
25 | κρεῖττον ἐργάζονται, καὶ τὴν ἀθάνατον μετὰ τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις. βʹ. Διὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄγνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικει‐ μένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην μὲν | |
30 | εὑρεῖν σκοπιάν τινα ὑψηλὴν ὑποδεικνύουσάν μοι πάν‐ τα τὰ τῶν ἀνθρώπων γένη· ἐβουλόμην δὲ καὶ φωνῆς τυχεῖν, πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ τῆς γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ τὴν Δαυϊδικὴν ἐκείνην ἀνακράξαι φωνήν· Υἱοὶ | |
35 | ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, προτιμῶντες τῶν οὐ‐ ρανίων τὰ φθειρόμενα; Ἕως πότε τοὺς ὀφθαλμοὺς μύετε, καὶ τὰ ὦτα βύετε, καὶ τῆς θείας φωνῆς οὐκ ἀκούετε, τῆς καθ’ ἑκάστην ἡμέραν βοώσης· Αἰτεῖτε, | |
40 | καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσε‐ ται; Ἐπειδὴ δέ τινες ἀτελέστερον διακείμενοι καὶ πρὸς τὰ βιωτικὰ μᾶλλον ἐπιῤῥεπῶς ἔχοντες, καὶ τοῖς | |
45 | φιλοσάρκοις ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόν‐ τως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς Δεσπότης εὐχῆς ἡμῖν διδασκαλίαν ὑπέδειξεν, εἰπών· Ὅταν προσεύχησθε, μὴ βαττολογεῖτε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν | |
51.42(50) | εἰσακουσθήσονται· βαττολογίαν ὀνομάζων τὴν φλυα‐ ρίαν, τὴν διὰ πολλῶν μὲν λόγων προσφερομένην, ὠφελείας δὲ πάσης ἐστερημένην. Ὑπαινίττεται τοίνυν, ἀπαγορεύων τὴν βαττολογίαν ὁ Κύριος, μὴ χρῆναι τοὺς προσευχομένους αἰτεῖν τὰ | |
55 | ῥέοντα καὶ ἀπολλύμενα· μὴ σώματος ὡραιότητα, τὴν ὑπὸ χρόνου μαραινομένην, καὶ ὑπὸ νόσου δαπανωμέ‐ νην, καὶ ὑπὸ θανάτου καλυπτομένην· τοιοῦτον γὰρ | |
τὸ σωματικὸν κάλλος. Ἄνθος ἐστὶν ὀλιγοχρόνιον, | 41 | |
51.43 | πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος. μετ’ ὀλίγον δὲ φθειρόμενον ὑπὸ τῆς χρόνου πα‐ λαιότητος. Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ τις ἐξετά‐ ζειν ἐθέλοι, τότε πλέον αὐτοῦ διαπτύειν δυνήσεται. | |
5 | Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦ‐ μα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει πάντως καὶ τοῦ | |
10 | προσώπου ἡ εὐμορφία. Μὴ πλοῦτον χρημάτων τὸν καθ’ ὁμοιότητα τῶν ποταμίων ὑδάτων ἐπιῤῥέοντά τε καὶ μεταῤῥέοντα, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ’ ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον, καὶ | |
15 | μυρίους ἐπιβούλους ἔχοντα, καὶ σῆτας, καὶ λῃστὰς, καὶ συκοφάντας, καὶ ἐμπρησμοὺς, καὶ ναυάγια, καὶ πο‐ λέμων ἐφόδους, καὶ δήμων ἐπαναστάσεις, καὶ κακουρ‐ γίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσ‐ θήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρη‐ | |
20 | μάτων ὑπὸ τῆς φιλοπλουτίας ἐπιφύεται δεινά. Μὴ δυναστείαν ἀξιωμάτων· πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συν‐ εχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευ‐ | |
25 | γλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον. Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰ‐ τοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι | |
30 | λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ’ αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος· καὶ τὸν κυβερνήτην οἱ πλέον‐ τες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ | |
35 | τὸ σκάφος ἰθύνειν, ἀλλ’ ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μό‐ νον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπο‐ μένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κα‐ | |
40 | κῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ’ αἰ‐ τοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤ‐ ῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ’ ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ’ οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ | |
45 | κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλο‐ φυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπεί‐ θειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομά‐ ζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς | |
51.43(50) | ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ· οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πα‐ | |
55 | τέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην δόσιν· τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, | |
60 | καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα | |
τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ‐ | Column end | |
51.44 | τοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βού‐ λονται. Ταῦτα τοίνυν ὁ Δεσπότης προαναστέλλων, παρεγγυᾷ μὲν μὴ βαττολογεῖν· διδάσκει δὲ τίνα χρὴ | |
5 | λέγειν ἐν τῇ προσευχῇ, καὶ ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἀρετὴν ἐκπαιδεύει· οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία. γʹ. Τίνα δέ ἐστι ταῦτα, καὶ τίς ἡ τούτων ἔννοια, μετὰ πολλῆς ἀκριβείας ἐξετάσωμεν, καὶ ὡς θείους νόμους | |
10 | ἀσφαλῶς τηρήσωμεν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρα‐ νοῖς. Ὢ πόση τῆς φιλανθρωπίας ἡ ὑπερβολή! ὢ πόση τῆς φιλοτιμίας ἡ ὑπεροχή! ποῖος ἀρκέσει λόγος πρὸς εὐχαριστίαν τοῦ τοσαῦτα πηγάζοντος ἡμῖν ἀγαθά; Σκόπησον, ἀγαπητὲ, τῆς σῆς καὶ τῆς ἐμῆς φύσεως | |
15 | τὴν εὐτέλειαν, ἐρεύνησον τὴν συγγένειαν, τὴν γῆν, τὸν χοῦν, τὸν πηλὸν, τὴν πλίνθον, τὴν σποδόν· ἀπὸ γὰρ τῆς γῆς διαπλασθέντες, πάλιν εἰς τὴν γῆν μετὰ τέλος ἀναλύομεν. Ταῦτα οὖν ἐννοήσας ἐκπλάγηθι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ | |
20 | ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν ἀθάνατον, ὁ φθαρ‐ τὸς τὸν ἄφθαρτον, ὁ πρόσκαιρος τὸν αἰώνιον, ὁ χθὲς καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων Θεόν. Ἀλλ’ οὐ μάτην ἐδιδάχθης ταύτην ἀφιέναι τὴν φωνὴν, | |
25 | ἀλλ’ ἵνα τὴν ὑπὸ τῆς γλώττης σου προφερομένην τοῦ Πατρὸς ὀνομασίαν αἰδούμενος, μιμῇ αὐτοῦ τὴν ἀγαθότητα, ὡς καὶ ἀλλαχοῦ φησι· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ | |
30 | βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον· οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τοὺς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότη‐ τος, ἀλλ’ εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, | |
35 | καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσε, κατὰ τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦ‐ ρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, | |
40 | καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύ‐ κος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ Πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν | |
45 | ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· οὗ‐ τος δὲ πάντα συναγαγὼν ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων ἀλογίας γέγονεν ἀλογώτερος. Καὶ τί λέγω θηρίον; Θηρίου παντὸς χαλεπώτερός ἐστιν ὁ τοιοῦτος. Ἐκεῖνα | |
51.44(50) | μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ, ἄνθρωπος ὢν, καὶ τὴν ἐκείνων ἀγριότητα τὴν κα‐ τὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβαλὼν τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα | |
55 | τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύ‐ σιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον; καὶ λέοντα μὲν τιθασσεύων, καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καίτοι | |
60 | ἐκεῖ δύο ἐστὶ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων εἶναι θυμωδέστερον· ἀλλ’ ὅμως διὰ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοφίας, καὶ τῆς θηριώδους περιγίνεται φύσεως. Καὶ ὁ ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, ἐφ’ ἑαυτοῦ μετὰ τῆς φύσεως | |
65 | καὶ τὸ τῆς προαιρέσεως ἀπόλλυσι καλόν· καὶ λέοντα | 43 |
51.45 | μὲν ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χα‐ ρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Πῶς τοίνυν ὁ τοιοῦτος δυνήσεται Πατέρα καλεῖν τὸν Θεόν; | |
5 | Ὁ μέντοι περὶ τοὺς πλησίον ἥμερος καὶ φιλάνθρω‐ πος, καὶ τοὺς εἰς αὐτὸν πλημμελοῦντας οὐκ ἀμυνό‐ μενος, ἀλλ’ εὐεργεσίαις τὰς ἀδικίας ἀμειβόμενος, οὐ κατακρίνεται Πατέρα καλῶν τὸν Θεόν. Πρόσεχε δὲ τῇ ἀκριβείᾳ τοῦ λόγου, πῶς ἡμῖν νομοθετεῖ τὸ φιλάλλη‐ | |
10 | λον, καὶ εἰς ἀγαπητικὴν ἅπαντας συνάπτει διάθεσιν. Οὐ γὰρ ἐκέλευε λέγειν, Πάτερ μου, ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἵνα κοινὸν Πατέρα ἔχειν διδαχθέντες, ἀδελφικὴν πρὸς ἀλλήλους δεικνύωμεν εὔνοιαν. Εἶτα διδάσκων ἡμᾶς καταλιπεῖν | |
15 | τὴν γῆν καὶ τὰ περὶ γῆν, καὶ μὴ κεχηνέναι κάτω, ἀλλὰ τῆς πίστεως λαβεῖν τὰ πτερὰ καὶ ἀναπτῆναι τὸν ἀέρα, καὶ διαβῆναι τὸν αἰθέρα καὶ ζητῆσαι τὸν καλούμενον Πατέρα, προσέταξε λέγειν· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· οὐκ ἐπειδὴ ἐν τοῖς οὐρανοῖς μό‐ | |
20 | νον ἐστὶν ὁ Θεὸς, ἀλλ’ ἵνα ἡμᾶς κάτω περὶ γῆν κα‐ λινδουμένους ἀνανεῦσαι εἰς οὐρανοὺς παρασκευάσῃ, καὶ τῷ κάλλει τῶν ἐπουρανίων ἀγαθῶν περιλάμψας, τὴν ἐπιθυμίαν ἡμῶν πᾶσαν ἐκεῖ μετενέγκῃ. δʹ. Εἶτα δευτέραν προσέθηκε ῥῆσιν, εἰπών· Ἁγια‐ | |
25 | σθήτω τὸ ὄνομά σου. Καί μοι μηδεὶς ἀνοήτως ὑπο‐ λαμβανέτω ἁγιασμοῦ προσθήκην χαρίζεσθαι τῷ Θεῷ ἐν τῷ λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· ἅγιος γάρ ἐστι, καὶ πανάγιος, καὶ ἁγίων ἁγιώτατος. Καὶ ταύτην αὐτῷ τὴν ὑμνῳδίαν προσφέρει τὰ Σεραφεὶμ | |
30 | ἀσιγήτοις βοῶντα κραυγαῖς, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἀλλ’ ὥσπερ οἱ τοῖς βασιλεῦσι τὰς εὐφημίας προσφέροντες, καὶ βασιλέας καλοῦντες καὶ αὐτοκράτορας, οὐχ ὃ μὴ ἔχουσι χαρίζονται, ἀλλ’ ὅπερ | |
35 | ἔχουσιν εὐφημοῦσιν· οὕτω καὶ ἡμεῖς οὐ τὴν οὐκ οὖ‐ σαν ἁγιωσύνην προσφέρομεν τῷ Θεῷ, λέγοντες, Ἁγιασθήτω τὸ ὄνομά σου, ἀλλὰ τὴν οὖσαν δοξά‐ ζομεν· τὸ γὰρ ἁγιασθήτω, ἀντὶ τοῦ δοξασθήτω, εἴρηται. Διδασκόμεθα τοίνυν διὰ τῆς φωνῆς ταύτης | |
40 | τὸν κατ’ ἀρετὴν μετιέναι βίον, ἵνα τοῦτον ὁρῶντες οἱ ἄνθρωποι, τὸν οὐράνιον ἡμῶν Πατέρα δοξάζωσιν· ὃ καὶ ἀλλαχοῦ φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμ‐ προσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν | |
45 | ἐν τοῖς οὐρανοῖς. Μετὰ τοῦτο λέγειν ἐδιδάχθημεν· Ἐλθέτω ἡ βασιλεία σου· τυραννούμενοι γὰρ ὑπὸ τῶν τοῦ σώματος παθημάτων, καὶ μυρίας πειρασμῶν δεχόμενοι προσβολὰς, τῆς τοῦ Θεοῦ χρῄζομεν βασιλείας, ἵνα μὴ βασιλεύσῃ ἡ ἁμαρτία ἐν τῷ θνητῷ | |
51.45(50) | σώματι ἡμῶν εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυ‐ μίαις αὐτοῦ, μηδὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ’ ἵνα παραστήσωμεν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ στρατευώμεθα τῷ βα‐ σιλεῖ τῶν αἰώνων. Διδασκόμεθα δὲ πρὸς τούτοις, μὴ | |
55 | σφόδρα τῷ παρόντι βίῳ προστετηκέναι, ἀλλὰ κατα‐ φρονεῖν μὲν τῶν παρόντων, ἐπιθυμεῖν δὲ τῶν μελ‐ λόντων ὡς μενόντων, καὶ τὴν βασιλείαν ἐκείνην ζη‐ τεῖν τὴν οὐράνιον καὶ αἰώνιον, καὶ τοῖς ἐνταῦθα τερ‐ πνοῖς μὴ κατέχεσθαι, μὴ σωμάτων εὐμορφίᾳ, μὴ | |
60 | χρημάτων εὐπορίᾳ, μὴ κτημάτων εὐθηνίᾳ, μὴ λί‐ | |
θων πολυτελείαις, μὴ οἴκων μεγαλουργίαις, μὴ ἡγε‐ | Column end | |
51.46 | μονίαις καὶ στρατηγίαις, μὴ ἁλουργίδι καὶ διαδήματι, μὴ ὀψοποιίαις καὶ καρυκείαις καὶ παντοδαπαῖς χλι‐ δαῖς, μὴ ἄλλῳ τινὶ τῶν τὰς ἡμετέρας δελεαζόντων αἰσθήσεις, ἀλλὰ πᾶσι τούτοις ἐῤῥῶσθαι φράσαντες, | |
5 | τῆς τοῦ Θεοῦ βασιλείας ἀδιαλείπτως ὀρέγεσθαι. Οὕ‐ τως ἡμᾶς καὶ ταύτην διδάξας τὴν ἀρετὴν, ἐκέλευσε λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐντεθεικὼς γὰρ ἡμῖν τῶν μελλόν‐ των τὸν ἔρωτα, καὶ τῆς ἐπουρανίου βασιλείας τὴν | |
10 | ἐπιθυμίαν, καὶ τρώσας ἡμᾶς ἐκείνῳ τῷ πόθῳ, παρα‐ σκευάζει λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Δὸς ἡμῖν, φησὶ, Δέσποτα, τὴν ἐν οὐρανῷ μιμεῖσθαι πολιτείαν, ἵν’ ἃ θέλεις αὐ‐ τὸς, καὶ ἡμεῖς θέλωμεν. Ἐπάρκεσον τοίνυν προαιρέ‐ | |
15 | σει καμνούσῃ, καὶ ποιεῖν μὲν ἐπιθυμούσῃ τὰ σὰ, ὑπὸ δὲ τῆς τοῦ σώματος ἀσθενείας κωλυομένῃ· ὄρεξον χεῖρα τοῖς τρέχειν μὲν ἐπειγομένοις, χωλεύειν δὲ ἠναγκασμένοις. Ὑπόπτερος ἡ ψυχὴ, ἀλλὰ βαρύνει ταύτην ἡ σάρξ· ὀξεῖα ἐκείνη πρὸς τὰ οὐράνια, ἀλλὰ | |
20 | βραδεῖα αὕτη πρὸς τὰ ἐπίγεια· τῆς δὲ σῆς βοηθείας παρούσης, ἔσται δυνατὰ καὶ τὰ λίαν ἀδύνατα. Γενη‐ θήτω τοίνυν τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. εʹ. Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ | |
25 | αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄρτον ἐκέλευσεν αἰ‐ τεῖν ἐπιούσιον, οὐ τρυφὴν, ἀλλὰ τροφὴν, τὴν τὸ ἐλ‐ | |
30 | λεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας, οὐδὲ ὄψων ποικιλίας, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἀρτοποιῶν ἐπινοίας, καὶ οἴνους ἀνθοσμίας, καὶ τἄλλα ὅσα τὸν μὲν λαιμὸν ἡδύνει, τὴν δὲ γαστέρα φορτίζει, | |
35 | τὴν δὲ διάνοιαν σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται. Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ’ Ἄρτον ἐπιούσιον, τοῦτ’ ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆ‐ | |
40 | σαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γὰρ, φησὶν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάντως ὀψόμενος, | |
45 | ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρε‐ πόμενος; Θάῤῥησον τῷ Θεῷ τῷ διδόντι τροφὴν πάσῃ σαρκί. Ὁ τὸ σῶμά σοι δεδωκὼς, καὶ τὴν ψυ‐ χὴν ἐμφυσήσας, καὶ ζῶόν σε λογικὸν κατασκευάσας, καὶ πάντα σοι τὰ ἀγαθὰ πρὸ διαπλάσεως ἑτοιμάσας, | |
51.46(50) | πῶς σε διαπλασθέντα παρόψεται, Ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέ‐ χει ἐπὶ δικαίους καὶ ἀδίκους; Τούτῳ τοίνυν θαῤ‐ ῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφὴν, τῆς δὲ αὔ‐ ριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακά‐ | |
55 | ριος ἔλεγε Δαυΐδ· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέ‐ ριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Οὕτω διὰ τῶν εἰρημένων τὴν ἄκραν ἐκπαιδεύσας φιλοσοφίαν, εἰδὼς ὅτι τῶν ἀδυνάτων ἐστὶν, ἀνθρώπους ὄντας καὶ θνητὸν σῶμα περικειμένους μὴ πταίειν, ἐδίδαξε λέγειν· Καὶ | |
60 | ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τρία κατ’ αὐτὸν | |
ἀγαθὰ διὰ τοῦδε τοῦ λόγου πραγματεύεται· τοὺς μὲν | 45 | |
51.47 | ἄκρους τὴν ἀρετὴν μετριότητα διδάσκει φρονήματος, καὶ παρακελεύεται μὴ θαῤῥεῖν τοῖς κατορθώμασιν, ἀλλὰ δεδιέναι καὶ τρέμειν καὶ τῶν προτέρων ἁμαρ‐ τημάτων μνημονεύειν· ὡς καὶ ὁ θεσπέσιος ποιεῖ Παῦ‐ | |
5 | λος, μετὰ μυρία κατορθώματα λέγων· Ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶ‐ σαι, ὧν πρῶτός εἰμι ἐγώ· οὐκ εἶπεν, ἤμην, ἀλλ’, εἰμι, δεικνὺς ὅτι ἄπαυστον εἶχε τῶν εἰργασμένων τὴν μνήμην. Τοῖς μὲν οὖν ἄκροις τὴν ἀρετὴν ἀπὸ | |
10 | τῆς ταπεινοφροσύνης ἀσφάλειαν διὰ τούτων τῶν λό‐ γων ἐμηχανήσατο· τοὺς δὲ πταίσαντας μετὰ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν οὐκ ἀφίησιν ἀπογινώσκειν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ αἰτεῖν διδάσκει παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν τῆς ἀφέσεως τὰ φάρμακα. Πρὸς | |
15 | δὲ τούτοις, καὶ φιλανθρωπίας διδασκαλίαν ὁ λόγος ὑποτίθεται. Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυ‐ τοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισ‐ | |
20 | φέρειν τῆς φιλανθρωπίας τὰ μέτρα. Τοσοῦτον γὰρ αἰτοῦμεν λαβεῖν, ὅσον τοῖς πλησίον παρέχομεν, καὶ τοσαύτης ἀξιοῦμεν συγγνώμης τυχεῖν, ὅσην τοῖς ὀφείλουσι δωρούμεθα. Πρὸς τούτοις ἐκελεύσθημεν λέγειν, Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, | |
25 | ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Πολλὰ μὲν γὰρ ἡμῖν ἐκ διαβολικῆς ἐνεργείας προσγίνεται λυ‐ | |
πηρὰ, πολλὰ δὲ καὶ ἐξ ἀνθρώπων, ἢ προφανῶς | Column end | |
51.48 | ἐπηρεαζόντων, ἢ ἀφανῶς ἐπιβουλευόντων. Καὶ τὸ σῶμα ποτὲ μὲν ἐπανιστάμενον τῇ ψυχῇ, χαλεπὴν ἐργάζεται βλάβην· ποτὲ δὲ παντοδαποῖς ἀῤῥωστή‐ μασι περιπῖπτον ὀδύνας ἡμῖν ἐπιφέρει καὶ ἀχθη‐ | |
5 | δόνας. Ἐπειδὴ τοίνυν πολλὰ καὶ διάφορά ἐστι πολ‐ λαχόθεν προσπίπτοντα λυπηρὰ, ἐδιδάχθημεν παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτεῖν τὴν τούτων ἀπαλλαγήν. Αὐτοῦ γὰρ ἐπαμύνοντος, πᾶσα μὲν κατασβέννυται ζάλη, ὁ δὲ κλύδων εἰς γαλήνην μεθίσταται, καὶ ὑπο‐ | |
10 | χωρεῖ κατῃσχυμμένος ὁ πονηρὸς, καθάπερ ποτὲ τοὺς ἀνθρώπους καταλείπων κατὰ τῶν χοίρων ἐχώρησεν, οὐδὲ ἐκεῖνο ποιῆσαι τολμήσας δίχα τοῦ κελεύσαντος. Ὁ δὲ κατὰ χοίρων ἐξουσίαν οὐκ ἔχων, πῶς ἀνθρώ‐ πων ἐγρηγορότων καὶ νηφόντων, καὶ ὑπὸ Θεοῦ φυ‐ | |
15 | λαττομένων, καὶ βασιλέα οἰκεῖον ἡγουμένων αὐ‐ τὸν κρατῆσαι δυνήσεται; Διὰ τοῦτο καὶ τῷ τέλει τῆς προσευχῆς, τοῦ Θεοῦ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν ὑπέδειξεν, εἰπών· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶ‐ | |
20 | νας. Ἀμήν. Ταῦτα γὰρ, φησὶν, αἰτῶ παρὰ σοῦ, ὅτι οἶδά σε βασιλέα πάντων, αἰώνιον κεκτημένον κράτος, καὶ πάντα δυνάμενον ὅσαπερ ἂν θέλῃς, καὶ δόξαν κεκτημένον ἀναφαίρετον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ τοσούτων ἡμᾶς ἀξιώσαντι ἀγα‐ | |
25 | θῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν | |
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 47 |