TLG 2062 140 :: JOANNES CHRYSOSTOMUS :: In triduanam resurrectionem domini [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In triduanam resurrectionem domini [Sp.]

Citation: Vol — pg — (ln)

50

.

821

(1t)

ΕΙΣ ΤΗΝ ΤΡΙΗΜΕΡΟΝ ΑΝΑΣΤΑΣΙΝ
2tΤοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Ὁμιλία.
3 Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί· πάλιν ἐρῶ, χαίρετε· ὁ Κύριος ἐγγὺς, μηδὲν μερι‐
5μνᾶτε· ὁ Κύριος ἐκ νεκρῶν ἐγήγερται, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς ἁγίων. Ἑορτάσωμεν οὖν ἡδέως τε καὶ σωφρόνως· Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον
10δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν. Διὰ γὰρ τῆς ἀναστάσεως τοῦ Χρι‐
15στοῦ σβέννυται μὲν γέεννα πυρὸς, σκώληξ δὲ ἀκοίμητος τελευτᾷ· ᾅδης ταράττεται, πενθεῖ διάβολος, ἁμαρτία νεκροῦται, πνεύματα πονηρὰ διώκεται, οἱ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσιν, οἱ ἐν τῷ ᾅδῃ ἐλευθε‐ ροῦνται τῶν δεσμῶν τοῦ διαβόλου, καὶ Θεῷ προσ‐
20φεύγοντες, λέγουσι τῷ διαβόλῳ· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον, Αἴτιος δὲ ἡμῖν τῆς ἁγίας ταύτης ἑορτῆς τε καὶ πανηγύρεως ὁ Χρι‐ στὸς, ὁ καὶ πάντων ἡμῖν τῶν καλῶν πρόξενος. Οὗτος μὲν γὰρ ἡμᾶς καὶ ἐξ ἀρχῆς ἐποίησε, καὶ ἐκ τοῦ μὴ
25ὄντος εἰς τὸ εἶναι παρήγαγεν· οὗτος καὶ νῦν ἀπολ‐ λυμένους ἔσωσε· νεκρωθέντας ἐζωοποίησε· καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀφείλετο· οὗτος δούλους ὄντας ἡμᾶς τῇ ἁμαρτίᾳ, ἐλευθέρους ἐποίησεν, ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον· Χριστὸς ἡμᾶς ἐξηγόρα‐
30σεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐφ’ οἷς ἄξιον καὶ ἡμᾶς εἰπεῖν· Τί ἀντ‐ αποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδω‐ κεν ἡμῖν; Θεὸς ὢν μονογενὴς, ἄνθρωπος δι’ ἡμᾶς γενέσθαι ηὐδόκησε, καὶ γέγονε ὑπήκοος μέχρι θανά‐
35του, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται· δούλου μορφὴν ἐφόρεσεν ὁ τῶν ἀγγέλων Δεσπότης· σάρκα προσέλαβεν ὁ Θεὸς Λόγος, καὶ ἄνθρωπος ἐφαίνετο, ὁ σύμμορφος καὶ ὁμοούσιος τῷ Πατρί· καὶ ταῦτα ὑπέμεινεν, ἵνα ἡμᾶς τῆς ἀδίκου δουλείας ἐξέληται,
40καὶ τῆς ἀτιμίας λυτρώσηται· διὰ τοῦτο παθεῖν ἠνέ‐ σχετο σαρκὶ ὁ τῆς ζωῆς ἡμῶν χορηγός· διὰ τοῦτο καὶ ἐτάφη τῆς ἀθανασίας ἡ πηγὴ, ἵνα τοῖς θνητοῖς ἀΐδιον χαρίσηται ζωήν. Καὶ παρῆν μὲν ἐπὶ γῆς εὐεργετῶν, καὶ ἰώμενος τῶν ἀνθρώπων τὰ πάθη· ἀναξίας δὲ ὑπὸ
45τῶν θεομάχων Ἰουδαίων ἀπελάμβανε τὰς ἀμοιβάς. Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν ἀγαθότητα λεπροὺς ἐκαθάριζε, τυφλοῖς τὸ βλέπειν ἐχαρίζετο, χωλοὺς ἐθεράπευε, δαίμονας ἀπήλαυνε, τὸν Λάζαρον τετραήμερον ἐκ νεκρῶν ἤγειρε, ἐκ

50

.

821

(50)

πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, ἐπὶ θαλάσ‐ σης περιεπάτησε, τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, τὴν αἱμοῤῥοοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώ‐ γου θανοῦσαν ἀνεζωοποίησε, καὶ ἄλλα πολλὰ μυστήρια θαύματος ἄξια πεποίηκεν· Ἰουδαῖοι δὲ ὑπὸ φθόνου
55καὶ βασκανίας κινηθέντες, ποτὲ μὲν ἐλίθαζον τὸν Κύριον, ποτὲ δὲ κατακρημνίζειν ἐπειρῶντο, τελευ‐ ταῖον δὲ καὶ ἐπὶ τὸν σταυρὸν ἤγαγον. Ἀλλ’ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐμιμήσατο τὴν κακίαν τῶν βλασφήμων Ἰουδαίων· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ
60ἐδίδου εἰς μάστιγας, κατὰ τὸν προφήτην, καὶ τὰς σιαγόνας αὐτοῦ εἰς ῥαπίσματα· καὶ οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ τὸ τελευταῖον ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὐκ ἀν‐
65τιτασσόμενος, οὐκ ἀντιλέγων. Βλασφημούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ ἑαυτὸν τῷ κρίνοντι, δικαίως. Οὐ γὰρ ἦλθεν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ κολάσαι καὶ τιμωρήσασθαι τοὺς ἀπίστους, ἀλλ’ ἠθέλησε διὰ μακροθυμίας καὶ ὑπομο‐
70νῆς ὁδηγῆσαι τοὺς πεπλανημένους ἐπὶ τὴν ἀλήθειαν.
Καὶ μάθε τοῦ Κυρίου τὴν ἀγαθότητα καὶ τὴν χρηστό‐Column end

50

.

822

(3)

τητα τὴν μεγάλην. Ἐβλασφήμουν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον πρὸς αὐτόν· Δαιμόνιον ἔχεις· ὁ δὲ Κύριος
5μακρόθυμος ὢν, τοὺς δαίμονας ἐκ τῶν ἀνθρώπων ἤλαυνεν. Ἰουδαῖοι εἰς τὸ πρόσωπον ἐνέπτυον τοῦ Σω‐ τῆρος, αὐτὸς δὲ τοὺς τυφλοὺς αὐτῶν ἐθεράπευεν· Ἰουδαῖοι τὸν Χριστὸν ἐλίθαζον, ὁ δὲ Χριστὸς τοῖς χωλοῖς αὐτῶν τὸ τρέχειν ἐχαρίζετο· καὶ διόλου διετέ‐
10λεσεν εὐεργετῶν τοὺς ὑβρίζοντας, καὶ ἀντὶ κακῶν ἀγαθὰ δωρούμενος τοῖς ἀχαρίστοις ἐκείνοις καὶ μια‐ ροῖς ἀνθρώποις· ἀνεξικάκως δὲ φέρων λοιδορίας, ἴσως καὶ ἀσθενὴς ἐνομίζετο ὁ ὑπ’ ἀγγέλων δορυφορούμε‐ νος. Καὶ ἵνα μὴ πολλὰ λέγοντες δόξωμεν μηκύνειν
15τὸν λόγον, ἔλθωμεν εἰς αὐτὰ τὰ κεφάλαια τῶν πρα‐ γμάτων. Τέλος γοῦν ἤγετο ἐπὶ τὸν σταυρὸν καὶ θά‐ νατον ὁ τῆς δόξης βασιλεὺς, καὶ προσηλοῦται τῷ ξύλῳ ὁ ὑπὸ τῶν Χερουβὶμ καὶ Σεραφὶμ δοξολογούμε‐ νος, καὶ ὑπὸ πασῶν δυνάμεών τε καὶ ἀγγέλων προσ‐
20κυνούμενος· ταῦτα δὲ πραέως ὑπέμεινέ τε καὶ ἔπα‐ σχεν, ἡμῖν ὑπογραμμὸν παρέχων, καὶ διδάσκαλος ἐπιεικείας γενόμενος. Διὰ τοῦτο οὖν καὶ ἡμεῖς ὀφεί‐ λομεν γενναίως φέρειν τὰς τῶν πονηρῶν ἀνθρώπων ἀπειλάς. Ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς
25μείζονα ἔργα καὶ πλείονα θαύματα ἐπεδείξατο, ἵνα κἂν οὕτως παύσῃ τῶν θεοστυγῶν τὴν μανίαν, ὥστε μὴ ἔχειν αὐτοὺς πρόφασιν τῆς ἀπιστίας, μήτε λέγειν, ὅτι ψιλὸν ἄνθρωπον ἐσταύρωσαν. Πρῶτον μὲν οὖν ἠνέσχετο ὁ Χριστὸς σταυρωθῆναι καὶ εἰς τὸν ἀέρα
30ἐπαρθῆναι, ἵνα τοὺς ἐν τῷ ἀέρι δαίμονας φυγαδεύσῃ· ἐκρεμάσθη ἐπὶ ξύλου, ἵνα τὴν πάλαι διὰ ξύλου προσ‐ γενομένην τοῖς ἀνθρώποις ἁμαρτίαν ἰάσηται· ἐνύγη δὲ καὶ τῇ λόγχῃ τὴν πλευρὰν, διὰ τὴν ἐκ τῆς πλευ‐ ρᾶς τοῦ Ἀδὰμ ληφθεῖσαν γυναῖκα. Ἐπειδὴ γὰρ ὁ
35ὄφις τὴν Εὔαν ἠπάτησεν, ἡ δὲ Εὔα τὸν Ἀδὰμ παρα‐ βῆναι παρεσκεύασεν (ἐξῆλθε δὲ ἀπόφασις κατ’ αὐτῶν ἀμφοτέρων, καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας), διὰ τοῦτο τιτρώσκεται ἡ πλευρὰ, ἵνα μάθωμεν, ὅτι οὐ
40μόνον ἀνδράσιν ἤνεγκε σωτηρίαν τὸ πάθος τοῦ Χρι‐ στοῦ, ἀλλὰ καὶ γυναιξίν. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα. Καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ποίας τεκνογονίας, εἰ μὴ διὰ τῆς
45τεκνογονίας Μαρίας; αὕτη γὰρ τὸν Σωτῆρα Χριστὸν ἐτεκνώσατο, οὐκ ἀνδρὶ συνελθοῦσα, ὡς Ἡσαΐας μαρ‐ τυρεῖ, ἀλλὰ Πνεύματος ἁγίου ἐπισκιάσαντος αὐτῇ, καθὼς Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο Διὰ ταύτην οὖν τὴν πρόφασιν καὶ ἡ πλευρὰ πλήσσεται τοῦ Χρι‐

50

.

822

(50)

στοῦ, ἵνα καὶ τὰ προειρημένα οἰκονομηθῇ, καὶ τὸ μυστήριον τοῦ βαπτίσματος κηρυχθῇ, καὶ ἡ χάρις ἡ μέλλουσα λάμψῃ. Πηγάζει γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ, ἵνα καὶ τὸ καθ’ ἡμῶν χειρόγρα‐ φον τῆς ἁμαρτίας ἀπαλείψῃ, καὶ τῷ αἵματι αὐτοῦ
55καθαρισθῶμεν, καὶ τὸν παράδεισον ἀπολάβωμεν. Ὢ μυστηρίου μεγάλου! μετενόησεν ὁ λῃστὴς, χρεία ἦν ὕδατος, ἵνα βαπτισθῇ· ἐπὶ τοῦ σταυροῦ ἐκρέματο, οὐκ ἦν ἕτερος τόπος βαπτίσματος, οὐ πηγὴ, οὐ λίμνη, οὐκ ὄμβρος, οὐχ ὁ τὴν μυσταγωγίαν ἐκτελῶν· πάντες
60γὰρ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἔφυγον οἱ μαθηταί· ἀλλ’ οὐκ ἠπόρησεν ὁ Ἰησοῦς ναμάτων, ἀλλὰ καὶ ἐπὶ σταυροῦ κρεμάμενος δημιουργὸς ὑδάτων γέγονεν. Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰσελθεῖν εἰς τὴν βασι‐ λείαν τὸν λῃστὴν δίχα βαπτίσματος, ἐχρῆν δὲ τὸν
65μετανοήσαντα μὴ ἀμοιρῆσαι τοῦ βαπτίσματος, ὕδωρ καὶ αἷμα προήκατο τῆς νυγείσης αὐτοῦ πλευρᾶς ὁ Σωτὴρ, ἵνα καὶ τὸν λῃστὴν ἐλευθερώσῃ τῶν ἐπηρτη‐
μένων κακῶν, καὶ τὸ αἷμα αὐτοῦ λύτρον ἀποδείξῃ821

50

.

823

γενόμενον τῶν εἰς αὐτὸν τὰς ἐλπίδας ἐχόντων. Εἰ γὰρ τὸ αἷμα ταύρων, καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς κάθαρσιν· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ
5Χριστοῦ Σωτῆρος ἡμῶν καθάρσιον γέγονε πάντων ὁμοῦ τῶν Χριστιανῶν; Ἐὰν οὖν εἴπῃ σοί τις τῶν ἀπίστων, Διὰ τί ἐσταυρώθη ὁ Χριστός; εἰπὲ αὐτῷ· Ἵνα σταυρώσῃ τὸν διάβολον. Ἐὰν εἴπῃ σοι, Διὰ τί ἐκρεμάσθη ἐπὶ ξύλου; εἰπὲ αὐτῷ· Ἵνα τὴν διὰ ξύλου
10προσγινομένην ἁμαρτίαν ἐν τῷ παραδείσῳ ἀνακαλέ‐ σηται. Ἐὰν εἴπῃ σοι, Διὰ τί καὶ ἀκάνθας ἐφόρεσεν; εἰπὲ αὐτῷ· Ἵνα τὰς ἀκάνθας καὶ τοὺς τριβόλους τοῦ Ἀδὰμ ἐκριζώσῃ· ἐκεῖνος γὰρ στένειν καὶ τρέμειν κατεδικάσθη, καὶ ἀκάνθας καὶ τριβόλους γεωργεῖν.
15Ἰησοῦς οὖν φιλάνθρωπος ὢν, τοῦ ἰδίου ποιήματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι’ ἡμᾶς, ἵνα ἡμᾶς καταδίκης ἐλευθερώσῃ. Ὥσπερ γὰρ ἐγεννήθη διὰ γυναικὸς, ἵνα τὴν ἐκ γυναικὸς προσγενομένην ἁμαρ‐ τίαν τοῖς ἀνθρώποις ἀπαλείψῃ· οὕτω καὶ ταῖς ἀκάν‐
20θαις στεφανοῦται, ἵνα τὴν κακῶς γεωργηθεῖσαν ὑπὸ τῆς παρακοῆς γῆν διὰ τῆς ἰδίας ὑπακοῆς ἡμερωτέραν ἐργάσηται. Ἐὰν δὲ εἴπῃ σοι, Χολὴν καὶ ὄξος διὰ τί ἔπιεν; εἰπὲ αὐτῷ· Ἵνα ἡμεῖς τὸν θανατηφόρον ἰὸν ἐξεμέσωμεν τοῦ δράκοντος· ἡ γὰρ χολὴ ἐκείνη ἐμὸν
25γέγονε γλύκασμα, καὶ τὸ ὄξος ἐκεῖνο ἐμὸν γέγονεν ἴαμα. Ἐὰν δέ σοι εἴπῃ πάλιν ὁ ἄπιστος, Διὰ τί καὶ κοκκίνην ἐνεδύσατο χλαμύδα, καὶ διὰ τί ἐγονυπέτουν προσιόντες αὐτῷ, εἰπὲ αὐτῷ· Ἵνα καὶ μὴ θέλοντες αὐτῷ προσκυνήσωσιν οἱ Ἰουδαῖοι, καὶ τὴν βασιλείαν
30αὐτοῦ καὶ ἄκοντες ἐπὶ γῆς ὁμολογήσωσι. Νῦν μὲν χλευάζοντες προσεκύνουν οὐκ εἰδότες ἅπερ ἔπραττον· ἐν δὲ τῇ μελλούσῃ ἀναστάσει πᾶν γόνυ κάμψει ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς
35εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Ἔχει δὲ καὶ ἡ χλα‐ μὶς ἐκείνη καὶ ἕτερον αἴνιγμα· οὐ μόνον γὰρ τὴν βασιλείαν ὑπετύπου, ἀλλὰ γὰρ καὶ τὸ αἱμοβόρον καὶ φονῶδες τῶν Ἰουδαίων ἐπεδείκνυτο. Ἔδωκαν δὲ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, ἵνα γραφῶσιν αὐτῶν αἱ
40ἁμαρτίαι. Ταῦτα μὲν οὖν οἱ Χριστομάχοι ἐποίουν, ἀγνοοῦντες τὸν σταυρούμενον, μᾶλλον δὲ ἑκουσίως ἀπο‐ τυφλωθέντες· ἡ δὲ κτίσις οὐκ ἠγνόησε τὸν ἑαυτῆς Δεσπότην τε καὶ δημιουργόν. Ἔτι γὰρ τοῦ Σωτῆρος ἐπὶ τοῦ σταυροῦ κρεμαμένου, θεωρήσας ὁ ἥλιος ὁ
45αἰσθητὸς τὸν ἥλιον τῆς δικαιοσύνης Χριστὸν ὑπὸ τῶν παρανόμων ὑβριζόμενον, μὴ φέρων τὸ τόλμημα,
φεύγει σκοτίσας τὴν γῆν, καὶ ἄτοπον ἡγησάμενοςColumn end

50

.

824

συνεργεῖν, καὶ φωτίζειν ὀφθαλμοὺς τοὺς τὴν μεγίστην ἀσεβοῦντας ἀσέβειαν. Οὐ μόνον δὲ ὁ ἥλιος ἔφυγεν, ἀλλὰ καὶ ἡ γῆ ἐκλονεῖτο, μὴ φέρουσα τὴν ἀνομίαν τῶν δρωμένων, ἐνδεικνυμένη δὲ καὶ διδάσκουσα ὅτι
5Θεὸς ἦν ὁ σταυρούμενος· διὸ καὶ οὐκ ἠνείχετο, ἀλλ’ ἐχαλέπαινε, μὴ θέλουσα φέρειν ἐφ’ ἑαυτῆς τοὺς θεο‐ στυγεῖς Ἰουδαίους. Οὐχ οὕτω γὰρ ἀδελφοκτονήσας ἔχρανεν ὁ Κάϊν τὴν γῆν, οὐδ’ οὕτως ἐβάρησεν αὐτὴν ἡ τῶν γιγάντων πυργοποιία, οὐδ’ οὕτως αὐτὴν ἐμό‐
10λυναν ἀθεμιτουργήσαντες Σοδομῖται, οὐδ’ αὐτοὶ οἱ τὰ εἴδωλα πλάσαντες ἐξ αὐτῆς· οὐ τὸ αἷμα Ζαχαρίου καὶ Ἄβελ ἐκχυθὲν ἐβάρησεν αὐτὴν οὕτως ὅσον Ἰου‐ δαῖοι, τὸ μέγα τοῦτο τολμήσαντες ἀσέβημα. Διὰ γὰρ τοῦτο καὶ αἱ σκληραὶ πέτραι ἐσχίζοντο, ἵνα μάθωσιν
15ὅτι οὗτός ἐστιν ἡ πνευματικὴ καὶ ζῶσα πέτρα. Ἔπι‐ νον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέ‐ τρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὢ τῆς Ἰουδαίων ἀγνωμοσύνης! αἱ πέτραι ἐσχίσθησαν, καὶ οὗτοι ἀναι‐ σθητοῦσι· τὰ ἄψυχα κλονεῖται, καὶ οἱ ἔμψυχοι ἀπι‐
20στοῦσι· τὸ καταπέτασμα τοῦ ναοῦ ῥήγνυται, ἵνα λοι‐ πὸν ἡ ἐρήμωσις αὐτῶν δειχθῇ. Ἐσχίσθη γὰρ τὸ κατα‐ πέτασμα, καὶ ἐγυμνώθη τὰ ἐν τῷ ναῷ διὰ τὸν εἰπόντα Χριστόν· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ γὰρ καὶ ἠρήμωται μετὰ τὴν χριστοκτονίαν πάντα
25τὰ τῶν Ἰουδαίων σεμνὰ, καὶ οἱ παραμένοντες τῇ πό‐ λει καὶ τῷ ἱερῷ ἄγγελοι μετέβησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τὴν Ἐκκλησίαν. Πολλὰ δὲ σώματα τῶν κεκοιμη‐ μένων ἁγίων συνηγέρθη Χριστῷ, ἵνα μάθωμεν ἡμεῖς, ὅτι Χριστὸς ἀποθανὼν μόνος οὐκ ἀνίσταται, ἀλλὰ
30Πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας ἐκ νεκρῶν ἀν‐ ίστησιν. Αὕτη, ὡς ἐν κεφαλαίῳ, ἐστὶν ἡ σεμνὴ τοῦ Πάσχα ἑορτὴ, καὶ ταῦτα Χριστιανῶν τὰ μυστήρια, περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου πανηγυ‐ ρίζομεν. Τοιγαροῦν ἑορτάσωμεν μὴ ἐν ζύμῃ κα‐
35κίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, πιστεύοντες εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, εἰς Τριάδα ὁμοούσιον, ἄκτιστον· πιστεύοντες τῇ ἀναστάσει, προσδοκῶντες τὸν Κύριον πάλιν ἐρχόμενον, οὐκέτι μέντοι ταπεινῶς, ἀλλ’ ἐνδό‐
40ξως μετὰ λαμπρότητος οὐρανίου, μετὰ φωτεινῶν ἀγγέλων, μετὰ σάλπιγγος καὶ φόβου καὶ χαρᾶς· χαρᾶς μὲν τῶν ἁγίων καὶ δικαίων, φόβου δὲ τῶν ἀδίκων καὶ ἁμαρτωλῶν. Ὁ Θεὸς δὲ τῆς εἰρήνης πάντας ἡμᾶς καταξιώσειε τῆς μετὰ ἁγίων ἀναστάσεως, ἐν ἔργοις
45καλοῖς εὑρεθέντας, καὶ πίστει ὀρθοδόξῳ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ δόξα, τιμὴ καὶ προσκύνησις τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐
νας τῶν αἰώνων. Ἀμήν.823