TLG 2062 138 :: JOANNES CHRYSOSTOMUS :: In sancta et magna parasceve [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sancta et magna parasceve [Sp.]

Citation: Vol — pg — (ln)

50

.

811

(41t)

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ
42tΠαρασκευῇ.
43 Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ
45τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ‐ ρός· ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι’ ἓν ἅγιον αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα‐

50

.

811

(50)

μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί‐ πονος, ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ’ ἐκείνοις, ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρ‐
55θένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ’ εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις
60χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν τῇ Γαλιλαίᾳ, ἀλλὰ πάλιν ἀπέθανεν· ἐγὼ δὲ διὰ σταυροῦ ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν. Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν· ἐγὼ δὲ ἔλα‐
65βον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα‐Column end

50

.

812

(43)

λίου, τὰ πνευματικὰ τῆς πονηρίας ἀπωθοῦμαι κύ‐ ματα. Ἐτράφησαν πεντακισχίλιοι ὑφ’ ἑνὶ τῷ τοῦ
45σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς ὁ μὴ παρὼν, τὰ τῶν παρόντων λείψανα λάβω; Δώδεκα γὰρ ἦσαν περισσεύσαντες κλασμάτων κό‐ φινοι· σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ ἀεὶ τρεφόμεθα· καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν,

50

.

812

(50)

καὶ πλέον τὸ λειπόμενον· ἀζήμιος γὰρ ἡ χάρις. Ἐπαινείσθω ἡμέρα φωτὸς γεννητικὴ, δι’ ἣν αἱ λοιπαὶ ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε· Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ
55συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμο‐ νεύων· σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ
60πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα‐ δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ
65ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό‐811

50

.

813

νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν‐ δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί‐ νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι‐ θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα
5δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει· ἐδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα· κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον. Ἐπειδὴ δὲ τοῖς Εὐαγγελίοις ἐνέτυχον, καὶ ἐλαβόμην
10ταύτης τῆς ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη), ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· Ἀπέδρα ὀδύνη, λύπη, στεναγμός· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις
15πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά‐ θους τὸ πάθος πολεμοῦντες· οὕτως ὁ Σωτὴρ πάσαις ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν
20μεταβαλὼν, τὸ τοῦ θανάτου κέντρον κατ’ αὐτοῦ πε‐ ριστρέψας, τὴν τοῦ ξύλου βλάβην εἰς σωτηρίαν με‐ τατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς· βλέπε τὴν
25παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί‐ ζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυ‐
30ροῦ δυνάμεως θαύματα· βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσ‐ σαι· οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου
35δυνάμει τὰ πάθη σταυρώσαντες· καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ νῦν τί συνήλθομεν πάντες ἀκοῦσαί τι περὶ σταυροῦ, καὶ πληροῦμεν ἐκκλησίαν, καὶ ἀλλήλους ὠθοῦμεν, ἱδροῦντες, πονοῦντες, ἐπὶ μὲν δικαστῶν πολλάκις
40ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες; Ὅτι καὶ Ἰησοῦς ἔστη δι’ ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσ‐
45άγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πι‐ λάτου. Χεῖρας ποίας; Τυφλῶν ἰατικὰς, χωλῶν θερα‐ πευτικάς. Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μὴ τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον. Ταῦτα

50

.

813

(50)

Κυρίῳ ἀνταποδέδοται. Ἐδέθη ὁ δεσμεύων νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμα‐ λώτοις ἄφεσιν χαριζόμενος· ἐδέθη ὁ Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν· ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος. Παρέστη τῷ Πι‐
55λάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων· καὶ ἠνείχετο ἑλκό‐ μενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον
60ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα. Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον‐ ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κρι‐
65τήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινε μάρτυρας, ὁ τῶν ψυχῶν μάρτυς· πλάσας, καὶ κρι‐ νόμενος· καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες, Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρό‐ θυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν
70Δεσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων φι‐ λανθρωπότερος. Τί λέγω τάχα; Δείξει τὰ πεπρα‐ γμένα τὴν ἀλήθειαν· Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς
75γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴColumn end

50

.

814

τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον. Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων, ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι; χρημά‐ των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης
5γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ. Εἴπατε πρόφασιν, πλάσατε, δικαίως ἀνέλετε. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Μεγάλη πραγμάτων ἀπόδειξις,
10ἀόριστος ἀπόφασις· εἰπὲ τὴν κακίαν, καὶ μὴ περι‐ πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν Ἰουδαίων κεφαλῆς· ὑμεῖς λάβετε τῆς κακίας κοινω‐
15νόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα. Πῶς οὖν ἀνείλετε Ἡσαΐαν, πῶς Ζαχαρίαν, πῶς ἕκαστον τῶν προφητῶν; Ἀλλ’ οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι· ἤδη γὰρ ἦσαν τῆς τοιαύτης
20ἐξουσίας παρὰ Ῥωμαίων ἀφῃρημένοι. Λέλυται τοίνυν ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέ‐ λανι κείμενος· ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ’ οὐδὲ Ἰουδαῖοι,
25ἀλλ’ οὐδὲ τυφλοὶ, ἀλλ’ οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες προ‐ φῆται καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δι‐
30καίαν φέροντες ψῆφον· μόνοι μάχονται Ἰουδαῖοι, κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν ἀλήθειαν ἐπι‐ σκιάζειν φιλονεικοῦντες, καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦν‐ τες· Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐν
35ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν σύμμικτον ταραχὴν, καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μη‐ δὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, λέγουσα· εἰ μὲν
40δύνασαι, σῶσον αὐτόν· εἰ δὲ οὐ δύνασαι, σαυτὸν διάσωσον· μονονουχὶ λέγουσα τὸ τοῦ Δαυῒδ λόγιον, Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον κατ’
45ὄναρ δι’ αὐτόν. Ἄλλος Ἰωσὴφ, διὰ τῶν ἐνυπνίων τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντι‐ μαρτυροῦσα· ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν ἡτ‐ τᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία· καὶ

50

.

814

(50)

νῦν πάλιν γυνὴ κατ’ αὐτῶν. Στενοῦνται· ἀπεκρί‐ θησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. Ποῖον νόμον; ποίαις λέξεσι βεβαιούμενον; τάχα ταῖς σή‐ μερον ἀναγνωσθείσαις; Ὡς πρόβατον ἐπὶ σφαγὴν
55ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐ‐ τὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνα‐ τον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλ‐ λαβάς· ἀλλαχοῦ δὲ οὐδαμῶς Ἰησοῦν δικαίως σφατ‐
60τόμενον. Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐν‐ διδοὺς τὸν Ἰουδαίων θυμὸν, σβέσαι φιλονεικῶν ἄσβε‐ στον φλόγα. Εἰσῆλθε, καὶ ἐξῆλθε· μᾶλλον τὸ πῦρ ἐξῆψεν. Ἐξῆλθε γὰρ ἔχων τὸν Ἰησοῦν ἐστεφανωμέ‐ νον, ἀβούλητον Ἰουδαίοις θαῦμα, δεικνὺς τὸν πολέ‐
65μιον αὐτοῖς ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν γενόμενον ἐφ’ ὕβρει, αἴνιγμα δὲ ἦν τῆς κατὰ φύσιν βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται, τῷ οἰ‐
70κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο813

50

.

815

πυρίκαυστοι), ἐπῆραν αὐτῶν τὴν Σοδομιτικὴν κραυ‐ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω; Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, φασίν. Ἄρ‐
5νησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα; Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων· Κύριος
10βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἔτι; Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν ἑαυτῶν βασιλέα, μείνατε λοιπὸν ἀβασίλευτοι, ζυγὸν δουλείας αἰώνιον ἕλκοντες. Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα γάρ ἐστιν
15ἁγία. Ἔλαβον αὐτὸν ἐστεφανωμένον· τίσιν; Ἀκάν‐ θαις, τοῖς Ἰουδαίων δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· ἐῤῥαπίσθη, ἐτυπτήθη, μάστιγας ἔλαβεν· ἀλλὰ μηδὲν ἐπαισχυνθείς. Στῆθι μετὰ Ἡσαΐου, καὶ βλέπε Θεὸν τοῖς ἐκείνου
20βλεφάροις. Τί οὖν ἐκεῖνός φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖ‐ πον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης· ἐθρή‐
25νει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός· ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος. Τίς οὖν οὗτος ὁ πολύπονος καὶ πολυώδυνος καὶ ὑπὸ πάν‐ των βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ;
30Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς. Το‐ σαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύ‐ σθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντι‐
35μος, ἔνδοξος, τῶν πεπληγμένων ὥς τις, φησὶν αὐτὸς ὁ Ἡσαΐας· Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμα‐ λακίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Οὐκοῦν καὶ αὐτὸς
40καὶ ἡμεῖς τραυματίαι κείμεθα. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρὸς νεκρῶν ἰατρός· τραυματίας πολυπόνων ἀνθρώπων ἀντιφάρμακον. Ἀλλ’ ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφα‐
45γὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος. Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδο‐ θέν· εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ’ αὐτοῦ κακοῦργοι δύο.

50

.

815

(50)

Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ.
Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν ἱστορίαν, διὰ τὸColumn end

50

.

816

πολλάκις αὐτὴν εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν ἀεί με βια‐ ζόμενον. Καὶ οὐ μέγα· καὶ γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν τέχνην εἰς σωτηρίαν μεταβαλών. Εἱ‐ στήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι· ἀλλ’
5ὁ μὲν ἔμεινεν ἐπὶ τῆς γῆς γνώμη· ὁ δὲ ἤδη μετ‐ εβάλλετο, Μνήσθητί μου, λέγων, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης ἀπὸ σταυροῦ κηρύσσων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί
10γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ’ οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα· ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον φεύγοντα, καταπέτασμα ῥηγνύμενον, τὴν
15γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας· Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδε‐ κάτην ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον· Ἀμὴν λέγω σοι (λάβε καὶ σὺ τὸ ἀμὴν, ὦ λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ πα‐
20ραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι. Δεῦρο, ὦ λῃστὰ, τὸν διάβολον λῃστεύσας, καὶ κατ’ αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσ‐
25εκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πί‐ στεως ἀναλαβών. Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς
30στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προ‐ χυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν ἄφεσις; Ἕλλησιν, Ἰου‐ δαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ
35εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πο‐ λεμίων μόνον, Ἄφες, εἶπε· καθ’ ἕκαστον ἔτος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον Πιλάτου· τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ
40τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως μέμνη‐ σαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν τάφον· ἐμοὶ γὰρ ἀσφαλίζῃ· φρούρησον νεκρὸν, μὴ φύγη. Ἔχετε φησὶ, κουστωδίαν, ὑπάγετε· ἀσφαλίσασθε ὡς οἴδατε· ἀπο‐ κλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε
45φρουρήσατε· εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λό‐ γον καταλιμπάνετε. Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ’ ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα. Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς

50

.

816

(50)

ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν,
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.815