TLG 2062 137 :: JOANNES CHRYSOSTOMUS :: De occursu domini, de deipara et Symeone [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De occursu domini, de deipara et Symeone [Sp.]

Citation: Vol — pg — (ln)

50

.

807

(33t)

ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ
34tΤοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα, λόγος.
35 Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα πε‐ ριέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν. Ἔρχε‐ ται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου· καὶ λαμβά‐
40νει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων. Ἐκοι‐ νώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς· ἐβεβαίω‐ σε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμε‐ νον ἐκ σπέρματος Δαυῒδ Χριστὸν, ὃν καὶ προσεδό‐ κων· ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας. Εἰ γὰρ
45καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον· Οὐκ οἴδαμεν πό‐ θεν ἐστίν· εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ

50

.

807

(50)

ὀργάνου. Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι ὀκτώ· κε‐ λεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην· καὶ ἀργεῖ τὸ σάββατον διὰ τὴν περιτομήν.
55Ἐρωτήσωμεν τοίνυν Ἰουδαίους· Ἄνεσις τὸ σάββατον· ἀργία τελεία ἡ ἡμέρα· τίνος ἕνεκεν ἐκβάλλει ἡ ὀγδόη τὴν ἑβδόμην; διὰ τί ἡ ὀγδόη γίνεται ἐπάνω τῆς ἑβ‐ δόμης; Ἀλλὰ Ἰουδαῖοι μὲν τὰ Ἰουδαϊκὰ οὐκ οἴδασιν· ἡ δὲ Ἐκκλησία τοῦ Χριστοῦ τὸν Χριστὸν οἶδε καὶ τὰ
60Ἰουδαϊκὰ μαθήματα. Περιτέμνεται γὰρ τὸ παιδίονColumn end

50

.

808

(35)

τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου. Διὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ; διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ; Φανερὰ τοίνυν ἡ ὀγδόη καθ’ ἣν ἀνίσταται ὁ Κύριος. Εἴ τις οὖν μὴ
40πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ. Ἡ δὲ πε‐ ριτομὴ, τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθη‐ σις. Διὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται· τὸ δὲ ἅγιον
45βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως. Με‐ τάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑ‐ ρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευ‐ ματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν. Ὀγδόη δέ

50

.

808

(50)

ἐστιν ἡ περιτομή· ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις· τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα· ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικώτερα. Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν· δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν,
55καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι. Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη, Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐπληρώθησαν αὐτῷ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνο‐
60μα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι· ἦν γὰρ πρὸ τοῦ
συλληφθῆναι. Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε807

50

.

809

τὸ ἔργον. Καὶ ὅτε ἐπληρώθησαν. φησὶν, αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως. Τίνος καθαρισμοῦ; Τῆς Μαρίας καὶ τοῦ Ἰωσήφ· ἐκέλευσε γὰρ ὁ νόμος τὴν νεοτόκον γυναῖκα καθα‐
5ρίζεσθαι, καὶ τηρεῖν τὰς ἡμέρας, καὶ ἀπρόϊτον εἶναι. Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωϋσέως (καίτοι οὐκ ἀνάγκην εἶχεν ἡ Παρθένος, ἀλλ’ ὅμως ὁ νόμος ἐπληροῦτο), ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα,
10παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου. Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως· ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου· οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου· ὅσα γὰρ
15λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ ἀλλ’ ὁ Κύριος ὑποβάλλει· ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον· ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον·
20Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται. Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο. Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων
25οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ’ ἦν πρωτότοκα μό‐ νον· ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν. Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύ‐ πωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶ‐ σθαι. Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν;
30σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευμα‐ τικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆ‐ σαι. Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Ἐγένετο δὲ καὶ ταῦτα
35τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμ‐ πλήρωσιν τοῦ νόμου. Ταῦτα αἰνίγματά εἰσι νομικά· ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν· Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής· καὶ ἦν
40Πνεῦμα Θεοῦ ἐπ’ αὐτόν. Οὗτος ἦν κεχρηματι‐ σμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότε‐ ρον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν· ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων
45παρ’ ἑαυτῷ· Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ. Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν κατ’ ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον. Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ’ ἰδίαν πρόφασιν· τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειρ‐

50

.

809

(50)

αγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας. Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε· Νῦν ἀπο‐ λύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμμα‐
55τος· λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος. Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν· εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέ‐ λειός ἐστιν τὴν πίστιν. Ὅμως ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν
60εἰρήνῃ. Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο· ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε. Συ‐ μεὼν βοᾷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέ‐
65σποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί. Τί ἐστιν ὃ λέγει; Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον· νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλ‐ μοί μου· καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον
70οἱ ὀφθαλμοί μου τετελειωμένον. Τί δέ; Εἶδον, φησὶ, τὸ σωτήριόν σου. Ποῖον; Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν· καθολικῶς γὰρ ὁ τεχθεὶς διδάσκαλος. Φῶς
75εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Διὰ τί φῶς; Ἐπειδήπερ τὰ ἔθνη ἐν
σκότει ὑπῆρχον· ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτί‐Column end

50

.

810

ζετο. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις· ἐκεῖ δι‐ δασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις. Δόξαν λαοῦ σου Ἰσραήλ. Ἀλλὰ πάντως ἐρεῖ τις· Καὶ
5ποῦ εἰσὶν οἱ Ἰσραηλῖται; Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλη‐ σίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας· ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος. Εἰ μὴ γὰρ ὁ Κύριος
10σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Καὶ γὰρ λέγει ὁ Θεός· Εἶτα κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως ἐν τῷ λαῷ ἐφυλάττετο τὸ
15σπέρμα τῆς πίστεως, καὶ οὐκ ἀπώλετο ὅλος ὁ λαός· μὴ γένοιτο! οὐδὲ διεφθάρησαν πάντες οἱ Ἰουδαῖοι· ἐπειδὴ καὶ νῦν ἐν ταύτῃ τῇ μακαρίᾳ καταστάσει καὶ κλήσει πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Ἐκά‐ λεσε γὰρ ὁ Χριστὸς πᾶσαν τὴν οἰκουμένην, καὶ παρ‐
20εσκεύασε τὴν ἁγίαν τοῦ Εὐαγγελίου ἑστίασιν. Ἀλλ’ ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ παρουσίᾳ, εἰσέρχεται καὶ ποιεῖ ἐκλογὴν, καὶ περιεργάζεται τοὺς ἀνακειμένους· κἂν εὕρῃ τῶν ἀνακειμένων τινὰ μὴ ἔχοντα ἔνδυμα γάμου, λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε,
25μὴ ἔχων ἔνδυμα γάμου, Καὶ ἀποβαλεῖ αὐτὸν, καθὼς ἠκούσαμεν ἐν τοῖς Εὐαγγελίοις. Ὥστε κἀκεῖ γέγονεν ἐκλογὴ, καὶ ἐνταῦθα γενήσεται ἐκλογή. Μὴ γὰρ ἐπειδὴ ἐκλήθημεν, ὀφείλομεν ἀπεντεῦθεν ἤδη αὐθα‐ διάζεσθαι, ὡς δὴ τὸ τέλειον κατεσχηκότες; τῶν
30γὰρ πρώτων τὸ πτῶμα, ἡμῶν ἀσφάλεια γενέσθω. Οὕτως, ἀγαπητὲ, καὶ ὁ λαὸς οὐχ ἅπας ἀπώλετο, οὐδ’ ὅλος διεφθάρη, οὐδ’ ὅλος ἠπίστησεν, οὐδ’ ὅλος ἐδίωξε τοὺς ἀποστόλους, ἀλλ’ ἐπίστευσαν διὰ τῶν ἀποστόλων ἅμα τρισχίλιοι χωρὶς γυναικῶν καὶ παι‐
35δίων· καὶ ἐγένετο ἐν Ἱερουσαλὴμ μυρίανδρος Ἐκ‐ κλησία μηδέπω τοῦ ναοῦ καταστραφέντος, μηδέπω τῶν Ἰουδαίων ἐκβληθέντων, μηδέπω τῆς Ἱερουσαλὴμ κατενεχθείσης. ᾨκοδομήθη Ἐκκλησία, καὶ ἐγένετο τοῦ Ἰωάννου τὰ ῥήματα ἀλήθεια ἐναργής· Ἐκεῖνον
40δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ τοίνυν Συ‐ μεὼν προφήτης. ὑπάρχων λέγει· Δόξαν λαοῦ σου Ἰσραήλ. Δόξα γὰρ ἦν τῶν προσδοκώντων ἡ ἀπάν‐ τησις τοῦ προσδοκωμένου· καὶ δοξάζουσιν ὅ τε Ἰωσὴφ καὶ ἡ Μαρία τὰ λεγόμενα· ἄγγελος εὐηγγελίσατο,
45μάγοι ἐπέγνωσαν, ποιμένες ἤκουον, στρατιαὶ ἀγγέλων ἐχόρευον, ἀστὴρ ἐμήνυσεν ἄνωθεν, Συμεὼν προφη‐ τεύει, Ἄννα θυγάτηρ Φανουὴλ προφητεύει, ἡ γῆ ἠγάλλετο, ὁ οὐρανὸς δι’ ἀστέρος ἐφθέγξατο, μάγοι τὸν τύραννον ἠρνήσαντο, οἱ ποιμένες τὸν ἀρχιποιμένα

50

.

810

(50)

προσεκύνησαν, τὰ πάντα ἐπέγνω, ἡ μήτηρ ᾔδει, ὁ Ἰωσὴφ ἤκουσεν, ἔτρεμον ἐπὶ τοῖς πράγμασι, συν‐ ῆκαν δὲ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν. Καὶ εὐλό‐ γησεν αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ
55ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς ση‐ μεῖον ἀντιλεγόμενον. Τίνων εἰς πτῶσιν; Δηλονότι τῶν ἀπιστούντων, τῶν ἀντιλεγόντων, τῶν σταυρούν‐ των. Τίνων εἰς ἀνάστασιν; Τῶν ἐπιγινωσκόντων καὶ εὐγνωμόνως ὁμολογούντων. Καὶ εἰς σημεῖον ἀντι‐
60λεγόμενον. Ποῖον σημεῖον ἀντιλεγόμενον; Τὸ ση‐ μεῖον τοῦ σταυροῦ, ὃ οἶδεν ἡ Ἐκκλησία σωτήριον τοῦ κόσμου, ᾧ ἐχθραίνουσιν οἱ Ἰουδαῖοι, ὅπερ πολλάκις καὶ ὁ οὐρανὸς ἐκήρυξεν. Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα νικήσῃ ἡ ἀλήθεια· ἄνευ γὰρ ἀντιλογίας ὁλόκληρος
65οὐ γίνεται νίκη. Ἔδει τοίνυν τὴν ἀντιλογίαν εἰσαχθῆ‐ ναι, ἵνα ὁ δικαστὴς μακροθυμίᾳ τὴν ψῆφον δι’ ὅλου τοῦ αἰῶνος προσενέγκῃ. Διό φησι· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον· ἀντιλέγουσι δὲ οἱ ἀπιστοῦντες. Καὶ σὺ δὲ, φησὶ, δοκεῖς εἶναι μήτηρ· ἆρα οὖν σὺ ἀπεί‐
70ραστος γενήσῃ, ἐπειδὴ ὡμολόγησας εἶναι μήτηρ, ἐπειδὴ ἔτεκες αὐτὸν, ἐπειδὴ ἔδοξας αὐτῷ κιχρᾷν σου τὴν μήτραν; ἐγένετο γάρ σου ἡ κοιλία ἄγγος τῆς
ἐνεργείας τοῦ Πνεύματος. Ἆρα οὖν ἀπείραστος γε‐809

50

.

811

νήσῃ, ἐπειδὴ γέγονας Θεοτόκος, ἐπειδὴ ἀπειρόγαμος οὖσα συνέλαβες, ἐπειδὴ κατεσκευάσθης μήτηρ τοῦ σοῦ δημιουργοῦ; ἆρα σὺ ἀπείραστος γενήσῃ; Οὐδὲ σὺ ἀπείραστος ἔσῃ, ἀλλὰ Καὶ σοῦ αὐτῆς τὴν
5ψυχὴν διελεύσεται ῥομφαία. Διὰ τί, ὦ Κύριε; τί γὰρ ἐγὼ ἥμαρτον; Ἥμαρτες μὲν οὐδέν· ὅταν δὲ ἴδῃς αὐτὸν ἐν σταυρῷ κρεμάμενον, ὅταν ἴδῃς αὐτὸν πά‐ σχοντα ὑπὲρ τοῦ κόσμου, ὅταν ἴδῃς αὐτοῦ τὰς χεῖρας ἡπλωμένας ἐν τῷ σταυρῷ, καὶ ἐν τῷ ξύλῳ προσηλω‐
10μένας, τότε ἄρχῃ ἀμφιβάλλειν καὶ λέγειν· Οὗτός ἐστι περὶ οὗ ἄγγελός μοι διελέχθη; οὗτός ἐστιν ἐφ’ οὗ γέγονε τῆς ἐμῆς συλλήψεως τὸ θαῦμα; Παρθένος ἤμην καὶ τέτοκα καὶ ἔμεινα παρθένος. Διὰ τί οὗτος σταυροῦται; Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ‐
15σεται ῥομφαία. Ὥστε οὐδεὶς ἀπείραστος γέγονε, κατὰ τὴν προφητείαν τοῦ δικαίου Συμεών. Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τρὶς ἠρνήσατο· οἱ ἄλλοι μα‐ θηταὶ καταλιπόντες αὐτὸν ἔφυγον. Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκ‐
20διώκων· οὐδὲ ὁ ἀγωνιστὴς εἶχε χρείαν τῶν βοηθούν‐ των, ἀλλὰ πάντες ἀνεχώρησαν· Χριστὸς δὲ μόνος ἦν ὡσεὶ κριὸς κρεμάμενος. Διῆλθε τοίνυν καὶ αὐτῆς τὴν ψυχὴν ῥομφαία· τὸ πειρατήριον, καὶ ἡ ἀμφιβολία· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομ‐
25φαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρ‐ διῶν διαλογισμοί. Ὥστε πάσχει ὁ Ἰησοῦς εἰς ἔλεγχον τῆς ἀπιστίας, εἰς σύστασιν τῆς τῶν πι‐ στευόντων εὐγνωμοσύνης. Ἀντιλέγεται δὲ τὸ ση‐ μεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέ‐
30γοντες. Εἰ γὰρ πάντα τρόπον ἀναντίῤῥητος ἦν παρὰ ἀνθρώποις ἡ ἀλήθεια, ἀδόκιμος ἔμελλεν εἶναι καὶ ἡ εὐσέβεια· ἡ δὲ συγχώρησις τῆς ἀντιλογίας δοκι‐ μὴν ποιεῖ τῇ αἱρέσει τῆς ἀληθείας. Ἀντιλέγεται τὸ σημεῖον· ἐπεὶ πῶς ἂν ἐδοκιμάσθησαν μάρτυρες
35ἐν διωγμοῖς; πῶς ἂν ἠγωνίσαντο, νικηταὶ διὰ τῆς καρτερίας ἀναδεικνύμενοι; Ὅρα ὅσον ὠφέλησεν ἡ ἀντιλογία, ὅτι κατεσκεύασεν οὐ πιστοὺς ἁπλῶς, ὡς
ἄν τις εἴποι, ἀλλὰ καὶ μάρτυρας ἕως βασάνων καὶColumn end

50

.

812

θανάτου προελθόντας, καὶ δεῖγμα τῆς τοῦ Χριστοῦ χάριτος διὰ τῆς αὐτῶν καρτερίας παρασχόντας. Ὅταν οὖν Συμεὼν λέγῃ· Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς ση‐
5μεῖον ἀντιλεγόμενον, νοητέον, ὅτι οὔτε τὴν πτῶσιν ἐργάζεται, οὔτε τὴν ἀνάστασιν βίᾳ προσάγει· ἀλλὰ κεῖται μὲν εἰς πτῶσιν τοῖς προσκόπτουσι τῷ λίθῳ τοῦ προσκόμματος· εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαι‐ ρέσεως πιστεύουσι· κεῖται γάρ· ὥσπερ ἄν τις εἴποι·
10Τὸ φῶς ἀνατέλλει, ἵνα οἱ ὑγιαίνοντες βλέπωσιν· οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀλγοῦντες, ἐπὶ πλεῖον φύγωσι τοῦ φέγγους τὰς αὐγάς. Πῶς δ’ ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον
15ἀντελέγετο; Πῶς λέγει Συμεὼν, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ἵνα μὴ ξενίσῃ τοὺς πιστεύοντας ἡ ἀντιλογία. Ὅτι δὲ καὶ ἡ κατὰ Θεὸν ἀλήθεια ἀντιλέ‐ γεται, δῆλον ὅτι τοῦ Θεοῦ συγχωροῦντος· οὐδεὶς γὰρ ἂν ἠδύνατο ἀντειπεῖν, εἰ μὴ Θεὸς συνεχώρει· ἀναγ‐
20καία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γέ‐ νωνται. Ἔσται γὰρ καιρὸς ὅτε οὐκ ἔτι ἀντίῤῥησις· ὅταν γὰρ τὸ σημεῖον προλάμψῃ ἀπ’ οὐρανῶν, τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ κατα‐ χθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Χρι‐
25στὸς Κύριος εἰς δόξαν Θεοῦ Πατρός. Ἕως μὲν γὰρ τὸ σημεῖον αὐτὸ μόνον ὑποφαίνεται, καὶ σημεῖον αὐτὸ μόνον ἐστὶν, καὶ τοῦ σημαινομένου ὁρωμένου οὐδα‐ μοῦ, ἀντιλέγεται τὸ σημεῖον· ἐπειδὰν δὲ αὐτὸς ὁ σημαινόμενος ἀποκαλυφθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρ‐
30ουσίᾳ, οὐκ ἔτι τολμᾷ τις ἀντειπεῖν τῷ σημείῳ, τοῦ σημαινομένου τρανεῖ τῇ θεότητι παραγενομένου κατὰ τῶν ἀντειπόντων. Τότε οἱ μὲν δεξάμενοι τὸ σημεῖον δοξασθήσονται ὑπὸ τοῦ σημανθέντος. οἱ δὲ ἀντει‐ πόντες τῷ σημείῳ κατακριθήσονται ὑπὸ τοῦ δηλω‐
35θέντος· καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπι‐ στίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν
40αἰώνων. Ἀμήν.811