TLG 2062 136 :: JOANNES CHRYSOSTOMUS :: In sanctam theophaniam seu baptismum Christi [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctam theophaniam seu baptismum Christi [Sp.]

Citation: Vol — pg — (ln)

50

.

805

(7t)

ΕΙΣ ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΙΑ.
8 Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμέ‐ νους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκεί‐
10νης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει.
15Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω
20μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστά‐ σαι. Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα
25βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται. Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον
30ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖ‐ σα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμε‐ νος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
35Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει
40εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ’ αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα; τί σεαυτὸν
45συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀν‐ θρώποις ποθητὸς, καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρό‐ τερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυ‐ ρότερος. Σὺ καὶ κατ’ ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώ‐

50

.

805

(50)

θης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται. Τί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου. Ὁ δὲ Ἰωάν‐ νης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν
55ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέ‐ γετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι’ ἐκεῖνον, ἐκεῖνος οὐ δι’ ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος
60βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος
65ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγια‐
στικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιο‐Column end

50

.

806

(8)

κρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν
10ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαν‐ τας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖ‐ νον προσμείνατε, παρ’ ἐκείνου τὸ τέλειον δέξασθε βά‐ πτισμα· ἐγὼ λύχνος ἐν μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ.
15Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος καὶ παραπλήσια τούτων, οἱ ὑπ’ αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον ἀντιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· Καρτερή‐ σωμεν καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν βασι‐
20λείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάν‐ νης καταπληκτικοῖς λόγοις· ἰσχυρότερον αὐτοῦ παρα‐ γενέσθαι λέγει, πτύον καὶ πῦρ καὶ Πνεῦμα φέροντα. Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βα‐ σιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεὸς
25ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ’ αὐτοῦ βαπτισθῆ‐ ναι. Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χρι‐
30στοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης παρὰ πολλὴν προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξ‐ επλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦ‐ σαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον
35λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, Δέσποτα; τί προ‐ δίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, Δέ‐
40σποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασι‐ λέως· καὶ οὐδαμῶς σκῆπτρον βασιλικόν; Δεῖξόν σου τὴν ἀξίαν· τί μόνος καὶ λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγ‐ μα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουρ‐
45γία; ποῦ τὸ πτύον; ποῦ τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν παρ‐ έστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ παρεσκεύα‐ σας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστρα‐ ψας, τὸν δοῦλον ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ

50

.

806

(50)

Δεσπότης ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος τὴν κεφαλήν μοι προσκλίνεις; Ἀνάνευσον, κεφαλὴ πάν‐ των ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων; Ὁ Ἰορδάνης
55οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται τὴν τάξιν. Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω; Εἰ θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτι‐ σον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθε‐
60σιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ
βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ,805

50

.

807

καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφα‐ λισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ
5φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι’ αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφά‐ λην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ
10σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶ‐ σαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός
15μου ζητεῖς ἀποκαλυφθῆναί σοι· οὐκ ἔχει ὁ καιρός· πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις, ἀλλ’ οὐ πιστεύῃ· ἄπιστον γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος· οὐ γεννήματα ἐχιδνῶν αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις ἀνακαλυφθῆναί με θέλεις; Οὐ δέχονταί σου
20τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕπ‐ οπτον, ὡς εἶναι πρόδρομον· Ἄφες ἄρτι, μείζονα μαρ‐ τυρίαν δέξονται. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· Πῶς, Δέσποτα; Καὶ ὁ
25Κύριος πρὸς αὐτόν· Ὥσπερ περιετμήθην, ἵνα τὸν νό‐ μον πληρώσω, βαπτίζομαι ἵνα τὴν χάριν κυρώσω. Ἐὰν μέρος πληρώσω, καὶ μέρος καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶ‐ σαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος· Πλήρωμα νόμου
30Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶ‐
σαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦColumn end

50

.

808

ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐσ‐
5τιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρα‐ νίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημ‐ μελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ,
10πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριά‐ κοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχό‐ μενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυ‐ ρίου ἐπὶ τῶν ὑδάτων. Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώ‐
15δη. Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατ‐ εσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσ‐ φοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστή‐
20κει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρι‐ νάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλή‐ λους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐσ‐ τιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐ‐
25τοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φι‐ λοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δού‐ λων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμε‐ νον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων
30τὸν ἔνδοξον. Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν,
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.807