TLG 2062 135 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Joannem praecursorem [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum Joannem praecursorem [Sp.] Citation: Vol — pg — (ln) | ||
50.801(1t) | ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΩΑΝΝΗΝ | |
2t | Τὸν Πρόδρομον. | |
---|---|---|
3 | αʹ. Ἰωάννου τοῦ Βαπτιστοῦ πανήγυριν ἄγωμεν· πόθῳ στεφανώσωμεν τοῦτον, οὗ μείζων ἐν γεννητοῖς γυ‐ | |
5 | ναικῶν οὐκ ἐγήγερται, κατὰ τὴν τοῦ Δεσπότου φω‐ νήν. Οὐδὲν γὰρ οὕτω τὸν προφήτην ἐσέμνυνεν, ὡς τὸ βαπτίσαι τὸν Κύριον. Ἴωμεν τοίνυν ἐπὶ τὸ Δεσποτι‐ κὸν βάπτισμα, τὸ μάλιστα λαμπρῦναν τὸν πρόδρομον τοῦ βασιλέως τῶν οὐρανῶν· καὶ διαγενώμεθα πόθῳ | |
10 | τῶν τῆς Ἰουδαίας τόπων ἐντὸς, ἐξ ὧν ἐκαρπωσάμεθα τὴν πρόσοδον τῶν ἀγαθῶν· μᾶλλον δὲ γράψωμεν τῷ λόγῳ τὰ πράγματα, καὶ τῶν ἀνεγνωσμένων ἐνταῦθα τρυγήσωμεν τὸν καρπόν. Ὑποθώμεθα τὸν Ἰορδάνην ἐκεῖνον, τὸν ὑποδεξάμενον τὸν ἑαυτοῦ δημιουργὸν | |
15 | παραγενόμενον ἐν σαρκὶ, ῥέειν διὰ μέσου ἡμῶν· καὶ νομίσωμεν Ἰωάννην τὸν Βαπτιστὴν ἐφιστάναι τοῖς χείλεσι τοῦ ποταμοῦ, καὶ θεασώμεθα τὸν Δεσπότην Χριστὸν προσερχόμενον τῷ οἰκείῳ θεράποντι, καὶ βαπτιζόμενον ὑπ’ αὐτοῦ, καὶ δακτυλοδεικτούμενον | |
20 | ὑπ’ αὐτοῦ οὐρανόθεν τῇ τοῦ Πνεύματος ἐπιπτήσει· καὶ προσκυνήσωμεν οἱ τῆς ὁμοουσίου Τριάδος προσ‐ κυνηταὶ τὸν μαρτυρήσαντα Πατέρα, καὶ μαρτυρη‐ θέντα Υἱὸν, καὶ μαρτυρῆσαν Πνεῦμα ἅγιον. Ἀκο‐ λουθήσωμεν τῇ βίβλῳ τῶν Εὐαγγελίων ὁδηγούσῃ | |
25 | ἡμᾶς πρὸς τὰ ποθούμενα, καὶ ταῖς θείαις λέξεσιν ὡς ἴχνεσιν ἐπιβαίνοντες, ἐπιδράμωμεν ἐπὶ τὸ παν‐ ηγυριζόμενον τῆς οἰκουμένης μυστήριον. Τότε παρα‐ γίνεται, φησὶν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆ‐ | |
30 | ναι ὑπ’ αὐτοῦ. Πρὸς τὸν Ἰορδάνην ὁ Δεσπότης ἀφ‐ ίκετο· οὐδὲν γὰρ ἀκαίρως οὐδὲ ἀλόγως εἰργάσατο ὁ τῆς σοφίας θησαυρὸς, ἀλλ’ ἕκαστον, ὧν δι’ ἡμᾶς ᾠκο‐ νόμησεν, εὐκαίρῳ καιρῷ διεπράξατο. Θεὸς γὰρ ὢν καὶ δημιουργὸς παντὸς χρόνου καὶ παντὸς διαστήμα‐ | |
35 | τος, ἔπραξε τὸν χρόνον, καὶ ταῖς ἐκεῖ τότε συγκατα‐ βάσεσιν ὡς ἄνθεσι κατέβαλε τῶν παρ’ αὐτοῦ γεγενη‐ μένων τὰς ἀφορμάς. Τότε παραγίνεται ὁ Ἰησοῦς. Τότε· πότε; Ὅτε πάντας τῆς ἡλικίας ἀνέδραμε τοὺς βαθμούς· ὅτε πᾶσαν τῆς φύσεως ἀνέβη τὴν κλίμακα· | |
40 | ὅτε τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἡ τελειότης διέλαμψεν· ὅτε τριάκοντα περιόδοις ἐνιαυτῶν ἄνθρω‐ πος τέλειος γενόμενος, ἀψευδῶς τότε τὸν Ἰορδάνην κατέλαβε, καὶ μετὰ τῶν ἁμαρτωλῶν ἀναμάρτητος προσῆλθε τῷ βαπτίσματι, καὶ τὴν ἑαυτοῦ κεφαλὴν | |
45 | ὑποκλίνας τῇ τούτου χειρὶ, τὸ βάπτισμα λαμβάνειν ἠπείγετο. Ὁ δὲ Βαπτιστὴς Ἰωάννης καταμαθὼν ἀκριβῶς, ὃν ἐμεμαθήκει παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν συστείλας ἀπὸ τῆς κεφαλῆς, | |
50.801(50) | Τί τοῦτο, φησὶν, ὦ Δέσποτα; τί τοῦτο τὸ παράδοξον θαυματούργημα βούλεται; τί τῆς προόδου ταύτης τὸ ταπεινὸν τοῦτο καὶ πρᾶον θεώρημα; Ἐμοὶ τὴν κεφα‐ λὴν ὑποκλίνεις, τῆς Ἐκκλησίας ἡ κεφαλή; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κλίνας τοὺς οὐρανοὺς, καὶ κατελ‐ | |
55 | θὼν ἐπὶ γῆς, ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κεκτη‐ μένος κεφαλὴν τὸν Θεόν; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ἣν τὰ Χερουβεὶμ προσκυνεῖ; ἐμοὶ τὴν κεφαλὴν ὑπο‐ κλίνεις, ἣν τὰ Σεραφεὶμ σέβει καὶ τρέμει; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐν | |
60 | τῷ παραδείσῳ, καθάπερ ἐν θαλάμῳ, νυμφοστολήσας, καὶ ταῖς ἐκείνων κεφαλαῖς τῇ φωνῇ τὸν στέφανον ἐπι‐ θεὶς, καὶ τῆς εὐπαιδίας τὴν εὐλογίαν προσθεὶς, καὶ εἰπὼν πρὸς αὐτούς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν; ὁ λόγῳ μεθοδεύων ἐξ ἐκεί‐ | |
65 | νου τὴν φύσιν, τῆς φύσεως τὴν συγκρότησιν, ὁ στρα‐ τεύσας κατὰ τοῦ θανάτου τὸν τόκον, ἵνα φυτεύῃ πλείο‐ νας οὗτος, ὡς ἐκεῖνος κλαδεύῃ· ὁ τοῦ βίου τὸν τροχὸν κυλίων ὡς βούλει· ὁ παντὸς ἁγιασμοῦ πληρῶν τὰς κλινομένας σοι κεφαλάς· ὁ μὴ χωρούμενος μηδαμοῦ· | |
70 | ὁ βλύζων ποταμοὺς οἰκτιρμῶν, εἰς τοῦτον θέλεις συγ‐ καταδῦναι τὸν ποταμόν; καὶ τῶν ναμάτων ὁ ποιη‐ τὴς, τούτοις προσομιλῆσαι προῄρησαι; καὶ τὸ βά‐ πτισμα αἰτεῖς, ὅπερ σύ μοι δέδωκας εἰς τὸ διδόναι τοῖς δεομένοις; Καὶ ποῦ χρείαν ἔχεις βαπτίσματος | |
75 | μετανοίας, αὐτὸς μετανοοῦντας ἐλεῶν; ποῦ χρείαν | Column end |
50.802(3) | ἔχεις τοῦ τοιούτου φαρμάκου, προστάγματι μόνῳ θεραπεύων τὰς τῶν ἄλλων πληγάς; ποῦ σοι δεῖ με‐ | |
5 | τανοίας, εὐφημίας ἄξια πράττοντι; οὐ συγκατέβης τοῖς ἀνθρώποις, ὡς μόνος φιλάνθρωπος; Σὺ τὴν τοῦ δούλου μορφὴν φορεῖς, ἣν ἔπλασας σεαυτῷ· καὶ διὰ ταύτης ἡγίασάς σου τὴν εἰκόνα, ἣν συνέτριψεν ὁ διάβολος, ἀνακαινίσας ὡς ἠθέλησας· σὺ γεννήτωρ | |
10 | γέγονας πάντων ἡμῶν. Οὐκ ἐν σοὶ ὁ ἐξόριστος Ἀδὰμ ἀνακέκληται; οὐκ ἐν σοὶ βασιλεύει τό ποτε κατάκρι‐ τον φῦλον; οὐ διὰ τῆς Μαρίας τὴν πεσοῦσαν Εὔαν ἀνέστησας; οὐ περιέρχῃ, τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῆσαι βουλόμενος; οὐ τὴν ἀνομίαν ὡς ἐπίβουλον | |
15 | τοῦ γένους ἐκδιώκεις τῆς γῆς; οὐ τὴν εὐνομίαν ὡς τροφὸν τῆς ἀνθρωπότητος ἐπεισάγεις τῷ βίῳ; οὐ τὴν ζοφερὰν νύκτα τῆς ἀπάτης ἀποσοβεῖς; οὐ τὴν ἡμέραν τῆς θεογνωσίας ἀνατέλλεις τοῖς βουλομένοις τὸ ταύτης κάλλος ὁρᾷν; οὐ τὸ φῶς τῆς ἀληθείας ἐφ‐ | |
20 | απλοῖς ταῖς πάντων ψυχαῖς; οὐ τὰ νέφη τῆς δυσσε‐ βείας ὡς καπνὸν διαλύεις; οὐχ ὡς ἥλιος δικαιοσύ‐ νης περιβεβλημένος τὸ λευκὸν νέφος τοῦ σώματος, σπείρεις πανταχοῦ τῆς θεότητος τὰς ἀκτῖνας; οὐ παρθένος εἶ τὸ βλέμμα, καὶ τὸ βῆμα, καὶ τὸ σχῆμα, | |
25 | καὶ τὸν λογισμὸν, καὶ τὸν νοῦν, καὶ τὴν ψυχήν; οὐκ ἐκ παρθένου παρθένον σῶμα σαυτῷ κατεσκεύασας; Μὴ ταῦτα διανοίας δεῖται καὶ κατανύξεως; Τίνος οὖν ἕνεκα βαπτίσω σε νῦν, τοῦ ποταμοῦ δημιουργὲ, καὶ τοῦ βαπτίσματος χορηγὲ, καὶ διὰ φιλανθρωπίαν | |
30 | ἄνθρωπε; Ἀνομίας ἴχνος οὐκ ἔστιν ἐν σοὶ, οὔτε κηλὶς ἁμαρτίας ἔχρανέ σου τὴν ἄχραντον σάρκα, οὔτε τῷ στόματί σού ποτε δόλος παρήδρευσεν. Ἰὸς ἀσπίδων τοῖς Ἰουδαϊκοῖς ἐπικρύπτεται χείλεσι· γεννήματα γάρ εἰσιν ἐχιδνῶν, καὶ τούτων αἱ γλῶσσαι τυγχάνουσι | |
35 | δόλιαι· σοῦ δὲ ἐν τῷ στόματι ζωῆς ἀεννάου βρύουσι πηγαί· ζωὴ γὰρ ὑπάρχων, ζωὴν φθέγγῃ καὶ χορηγεῖς. Πῶς οὖν ὁ χορηγὸς τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς, τῶν πτωχῶν ἐπιβαίνεις ῥευμάτων; Οἱ ἄλλοι πάντες ὑπ’ ἐμοῦ βαπτιζόμενοι ταῦτα ἀκούουσι παρ’ | |
40 | ἐμοῦ· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐ‐ ρανῶν· καὶ πιστεύσατε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Ἐπὶ σοῦ δὲ βαπτι‐ ζομένου τί λαλήσω; τί φθέγξομαι; εἴπω, Μετανόη‐ σον; ἵνα τίς σου τὴν μετάνοιαν δέξηται; τίς γὰρ | |
45 | ἄλλος ἐστί σου μείζων Θεός; Εἴπω, Μετανόησον· Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν; καὶ τῇ βασι‐ λείᾳ τὴν βασιλείαν εὐαγγελίσομαι; καὶ σοὶ διαλεχθῶ περὶ σοῦ; ἀγνοεῖς γὰρ ὃ πέφυκας; οὐκ ἐπίστασαι τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν φέρων τοῖς ἀνθρώ‐ | |
50.802(50) | ποις οὐρανόθεν ἐλήλυθας; Εἴπω πρὸς σέ· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν; σὲ σοὶ πιστεῦσαι παρεγγυήσω; καὶ τίς ποτε νενουθέτηται αὐτὸς ἑαυτῷ πιστεῦσαι; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον, ὅτι ἔστι Θεός· σὺ δὲ Θεὸς εἶ, καὶ Υἱὸς τοῦ Θεοῦ, | |
55 | εἰ καὶ ἄνθρωπος εἶ τὸ φαινόμενον, καὶ πιστεύεσθαι δίκαιος εἶ παρὰ πάντων. Ἀλλ’ εἴπω πρὸς σέ· Πί‐ στευσον εἰς τὸν Πατέρα τὸν σόν; Πότε γὰρ ὤφθης ἄπιστος καὶ πολέμιος τῷ Πατρί; πότε δὲ τῆς τοῦ Θεοῦ γεγεννηκότος ἐχωρίσθης θεότητος; Τί οὖν εἴπω | |
60 | πρὸς σέ; Πίστευσον εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ’ ἐν σοὶ, καὶ σὺν σοὶ τοῦτο καθέστηκεν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ πρὸς τὸν υἱὸν τοῦ Ζαχαρίου; ὁ ἐκ τῆς παρθένου πρὸς τὸν ἐκ τῆς στεί‐ | |
65 | ρας; ὁ μὴ λύσας τὴν παρθενίαν τῆς μητρὸς, πρὸς τὸν λύσαντα τῆς τεκούσης τὴν στείρωσιν; ὁ ἐκ γαστρὸς προσκυνηθεὶς πρὸς τὸν ἐκ κοιλίας ἐπιγνόντα τὴν σὴν δεσποτείαν; ὁ ἐνανθρωπήσας πρὸς τὴν τῆς ἐρή‐ μου φωνήν; ὁ τοσοῦτος ὑψηλὸς πρὸς τὸν τοσοῦτον | |
70 | εὐτελῆ; ὁ Κύριος πάσης τῆς κτίσεως πρὸς τὸν ἀνάξιον τῆς σῆς ἀγαθότητος ὑπηρέτην; ὁ πλούσιος κατὰ φύσιν πρὸς τὸν πένητα κατὰ φύσιν, διὰ μό‐ νην δὲ τὴν σὴν χάριν εὔπορον; ὁ οὐράνιος καὶ ἐπί‐ γειος πρὸς τὸν ἐπίγειον μόνον; ὁ ἄνωθεν ἔχων τὴν | |
75 | θεότητα, κάτωθεν δὲ τὴν ἀνθρωπότητα, πρὸς τὸν | 801 |
50.803 | κάτωθεν μόνον βλαστήσαντα; ὁ τοσοῦτος Δεσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην; Ἀλλὰ δοῦλος δεσπό‐ την οὐκ ἐλευθεροῖ, λύχνος ἥλιον οὐ φωτίζει, πη‐ λὸς οὐ διορθοῦται κεραμέα, πρόβατον οὐ ποιμαίνει | |
5 | ποιμένα, πρόδρομος οὐ σεμνύνει βασιλέα. Ποταμὸς τὴν σὴν οὐ βαστάζει θεότητα· ποταμὸς οὐ μετρεῖ, ὃν οὐρανὸς οὐ χωρεῖ· ὁ Ἰορδάνης οὐ λούει τὸν ἑαυτοῦ ποιητήν· τὸ ὕδωρ ἐπιγινώσκει τὸν πλάσαντα· τὰ ῥεύματα ταῦτα οὐκ οἶδε τὸ φῶς, κἀγὼ τολμήσω πρὸς | |
10 | τὴν λειτουργίαν; Ἡ ψυχή μου ἰλιγγιᾷ, ἡ χεΐρ μου τρέμουσα φοβεῖται πλησιάσαι τῷ παναγίῳ σου σώματι. Τί ποιήσω; τί διαπράξομαι; Καὶ τρέμω σε, Δέ‐ σποτα, καὶ ποθῶ· καὶ φεύγειν οὐ τολμῶ, καὶ προσελ‐ θεῖν οὐ θαῤῥῶ· καὶ δοῦναι τὸ βάπτισμα φρίττω, καὶ | |
15 | λαβεῖν ἁγιασμὸν ἐπιποθῶ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· ἐγώ σε προσκυνεῖν, οὐ βαπτίζειν δεδίδαγμαι· ἐγὼ μᾶλλον ὑποκλίνω τὸν ἐμὸν αὐχένα τῇ σῇ δεξιᾷ. Εὐλόγησόν με. ὁ εὐλογῶν ἔτη δικαίων· ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σή‐ | |
20 | μερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μη‐ τρῴοις ἐμβρύοις. Ναὶ, φησὶν ὁ Δεσπότης, ὦ βαπτι‐ στὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπεί‐ θειαν ἐπιζητῶ. Γέγονας τῆς ἐμῆς βασιλείας συνήγο‐ ρος, ἀλλ’ ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας | |
25 | διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέ‐ ρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται πρὸς ἐμέ· κατῆλ‐ θον ἐκ τῶν οὐρανῶν, καὶ ὅλος ἐν τοῖς κόλποις εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον | |
30 | ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώ‐ πους θεοὺς ἀπεργάσωμαι· ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος | |
35 | τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω· περιεβλήθην σπαργάνοις παιδικοῖς, ἵνα διαῤῥήξω τοὺς τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ’ ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν | |
40 | λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν· ἀνήνεγκα τὴν νενομισμένην θυσίαν ὡς πρωτότοκος ὁ Μονογε‐ νὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ | |
45 | ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι. Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ’ οὐκ ἀπέστην τοῦ εἶναι πάντων κα‐ ταφυγή· ἐγενόμην βρέφος νέον, τέλειος ἀνὴρ, ὡς ὁρᾷς, ἵνα τὸ τέλειον τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ | |
50.803(50) | κατὰ μικρὸν προκοπῇ. Ἐπέβην καὶ ποταμῷ, ἵνα ποιήσω τοὺς γηγενεῖς ἐπιβαίνειν τοῦ οὐρανοῦ· καὶ δέχομαι τὸ βάπτισμα τοῦτο, ἵνα παράσχω τοῖς ἐμοῖς μαθηταῖς τῆς παλιγγενεσίας τὸ βάπτισμα. Ἀνέχο‐ μαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα | |
55 | γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δί‐ καια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοή‐ θημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι. | |
60 | Σταυρὸν διὰ τοὺς ἁμαρτωλοὺς καταδέχομαι, καὶ λου‐ τρὸν ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν ὑπομένειν μέλλω τριήμερον, καὶ κατάδυσιν ἄλυπον οὐ ποιήσο‐ μαι; εἰς αὐτὸν καταβῆναι ἐπείγομαι τὸν τοῦ ᾄδου βυθὸν, καὶ ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι; | |
65 | Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτι‐ σμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον κάτω, τὸν ἄνω παρὰ τῶν ἀγγέλων ὑμνούμενον ὡς | |
70 | Θεόν. Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ τοῦ σοῦ φυράματος διὰ σέ· κέρδανον ἐκ τοῦ βα‐ | |
75 | πτίσματός μου καὶ σὺ τὸ Βαπτιστὴς ὀνομάζεσθαι. Ἄφες ἄρτι· τέως βάπτισον, καὶ τότε θεολόγησον· τέως βάπτισον, καὶ τότε προσκύνησον· Οὕτω γὰρ | |
πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. | Column end | |
50.804 | Οὐδὲν οὕτω σεμνύνει τὸν ὑψηλὸν, ὡς ἡ ἐθελούσιος συγκατάβασις· ὕψος γὰρ ἀληθὲς οὐ σεμνύνει πράξεις ἐπιεικεῖς. Τότε ἀφίησιν αὐτὸν ὁ Ἰωάννης, βοῶν πρὸς αὐτόν· Ἰδοὺ διακονῶ τῷ σῷ προστάγματι, Δέσποτα· | |
5 | ἃ γὰρ ἀγνοῶν ἔμαθον, ταῦτα χαίρων ἐπιτελῶ. Ἰδοὺ προσάγω τὴν ἐμὴν δεξιάν σου τῇ κεφαλῇ, ἐπειδὴ σὺ τοῦτο προσέταξας· κἀγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ἡ χείρ μου δημιούργημα σὸν, καὶ ὁ ποταμὸς οὗτος τῆς σῆς δεσποτείας ἀπόῤῥοια, καὶ τὰ | |
10 | νάματα ταῦτα ποιήματα σὰ, καὶ τὸ βάπτισμα τοῦτο δῶρον σόν· καὶ σὺ μόνος ἐπίστασαι ὃ κατεργάζῃ μυ‐ στήριον. Βαπτίσθητι, βαπτίσθητι, δέομαι· καὶ σῶσον, ὡς θέλεις, οὓς ἔπλασας. Μακάριος ἐγὼ, διὰ σὲ πα‐ ραδόξως τεχθεὶς, καὶ ξένως ἐν ἐρήμῳ τραφεὶς, καὶ | |
15 | νῦν τῆς διακονίας ταύτης ἀξιωθείς· μακάριος ἐγὼ παρὰ σοῦ δοκιμασθεὶς τηλικούτῳ ὑπουργῆσαι μυστη‐ ρίῳ. Ὦ δεξιὰ, πόσον ὑψώθης! ὦ πήλινον ὄργανον, πόσον τετίμησαι! Φιλάνθρωπε καὶ μεγαλόδωρε Κύ‐ ριε, μετὰ τὸ κεράσαι τὴν χάριν τοῖς ὕδασι, καὶ δοῦ‐ | |
20 | ναι τούτοις ὥσπερ τινὰ ζύμην ἁγιασμοῦ τὴν κατάδυ‐ σιν, ἀνελθὼν τῶν ὑδάτων (γονυπετῶ, Δέσποτα), ἀνά‐ δραμε καὶ κατάλαβε τὴν ἀνθρωπότητα ψυχοῤῥαγοῦ‐ σαν καὶ κάμνουσαν, ἐπίσκεψαι τὴν ἑκουσίως πυρέτ‐ τουσαν, ἀνάστησον τὴν ἐπὶ τῆς γῆς ὡς ἐπὶ κλίνης | |
25 | ἐξηπλωμένην, καὶ νοσοῦσαν πάθει διαφόρῳ· ὡς ἰατρὸς τὰς νόσους ἀπέλασον. Σὲ περιμένουσιν οἱ χωλοὶ, ἵνα σοῦ λαλήσαντος δράμωσι· σὲ περιμένουσιν οἱ τυφλοὶ, πρὸς ἀνάβλεψιν· τὴν σὴν προσδέχονται φωνὴν οἱ νε‐ κροὶ πάντες, πρὸς ἀνάστασιν· τὴν σὴν παρουσίαν δι‐ | |
30 | ψῶσιν οἱ φλεγόμενοι τῷ καύσωνι τῶν συμφορῶν· ἐπίστηθι πᾶσιν ὡς δρόσος ἰάσεως. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴ‐ χθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ ἐρχόμε‐ | |
35 | νον ἐπ’ αὐτόν. Ὢ ξένων καὶ παραδόξων μυστηρίων! ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ, ὃν ὁ ποταμὸς πρὸ βρα‐ χέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογεῖ, ὃν ὁ δοῦλος ἐβάπτισε. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν | |
40 | ᾧ ηὐδόκησα. Οὗτός ἐστιν ὁ βαπτισθεὶς, οὐ διὰ χρείαν ἰδίαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν, ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος, ὁ παρ’ ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος· ὁ πρὸ τῶν αἰώ‐ νων ἐξ ἐμοῦ γεννηθεὶς, καὶ νῦν ἐκ Μαρίας σαρκὶ τε‐ | |
45 | χθεὶς, ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν· ὁ συναΐδιος ἐμοὶ, καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς· ὁ ποιητὴς τοῦ Ἀδὰμ, καὶ ἀπόγονος τοῦ Δαυΐδ· ὁ δημιουργὸς τῆς Παρ‐ θένου, καὶ υἱὸς τῆς Παρθένου· ὁ νοούμενος καὶ φαινό‐ μενος· ὁ πίστει καὶ ὄψει κατοπτευόμενος· ὁ τέλειος ἐν | |
50.804(50) | θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Οὗτος, καὶ θαυματουργῶν ὡς Θεὸς, καὶ πάσχων ὡς ἄνθρωπος, Υἱός ἐστιν ἐμός· σταυ‐ ρὸς γὰρ οὐ χωρίζει μου τὸν κατὰ φύσιν ἀχώριστον. Οὗτος καὶ τοῖς ἥλοις κεντούμενος, Υἱός ἐστιν ἐμός· | |
55 | ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν. Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα πάθος οὐκ ἰσχύει καταλαβεῖν. Οὗτος καὶ νεκρούμε‐ νος ἑκουσίως, κατὰ τὸ νεκροῦσθαι πεφυκὸς Υἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν, οὔτε | |
60 | βούλεται, οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ, καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται. Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν, ὃν λυθῆναι παρὰ τῶν ἐχθρῶν αὐτοῦ συν‐ | |
65 | εχώρησεν. Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς, ὧν οὐκ ἀπέστη, Υἱός ἐστιν ἐμός. Τοῦ‐ τον ὁ δεχόμενος, ἐμὲ δέχεται σὺν αὐτῷ· τοῦτον ὁ προσκυνῶν, ἐμὲ προσκυνεῖ· εἰς τοῦτον ὁ πιστεύων, εἰς ἐμὲ πιστεύει· τοῦτον ὁ σμικρύνων, ἐμὲ σμικρύνει· | |
70 | ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος, καὶ μὴ πολυπραγμονῶν, ἀλλὰ σέβων ἀπεριέργως, μακάριος. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οἱ ἁμαρτωλοὶ, δράμετε πρὸς τὸν αἴ‐ ροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ κατάκριτοι, κα‐ | |
75 | ταλάβετε τὸν φιλάνθρωπον δικαστήν· οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις, σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα | |
δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι’ ἡμᾶς ἐπι‐ | 803 | |
50.805 | φανεὶς Δεσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτῷ ἡ δόξα | |
καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ | Column end | |
50.806 | ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 805 |