TLG 2062 134 :: JOANNES CHRYSOSTOMUS :: In illud: Exiit edictum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Exiit edictum [Sp.] Citation: Vol — pg — (ln) | ||
50.795(22t) | ΟΜΙΛΙΑ ΕΙΣ ΤΟ, | |
23t | «Ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου·» καὶ εἰς τὴν ἀπογραφὴν τῆς ἁγίας Θεοτόκου. | |
---|---|---|
24 | αʹ. Μέλλοντος, ἀγαπητοὶ, τοῦ κοινοῦ Σωτῆρος ἡμῶν | |
25 | Ἰησοῦ Χριστοῦ τίκτεσθαι, δόγμα παρὰ Καίσαρος Αὐγούστου ἐξέρχεται καθολικὸν εἰς πᾶσαν τὴν οἰκου‐ μένην. Ἐπειδὴ γὰρ καθολικὴ χάρις ἐκλάμπειν ἔμελ‐ λεν εἰς πᾶσαν τὴν γῆν, συνάπτεται τρόπον τινὰ τὰ δημόσια τῇ εὐσεβείᾳ· καὶ γίνεται ἓν πρόσταγμα καθ’ | |
30 | ὅλης τῆς οἰκουμένης, τικτομένου τοῦ Σωτῆρος. Ἐξῆλ‐ θεν οὖν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ὥστε ἀπο‐ γράφεσθαι πᾶσαν τὴν οἰκουμένην εἰς παρασκευὴν συμφωνίας τῆς εὐσεβείας, εἰς πάροδον τοῦ κηρύγμα‐ τος, εἰς ὁδοποίησιν τῆς διδασκαλίας. Πρότερον μὲν | |
35 | γὰρ αἱ τοπαρχίαι πυκναὶ ἐτύγχανον, ἐπειδὴ Καίσαρος οὐκ ἦν δόγμα τοῦ καθολικοῦ κηρύγματος· ἐπειδὴ δὲ ἔμελλε κήρυγμα καθ’ ὅλης τῆς οἰκουμένης τῆς εὐσε‐ βείας ἡ πίστις διαδίδοσθαι, συνάπτεται ἡ οἰκουμένη ὑφ’ ἑνὶ συνθήματι· καὶ οὐ μόνον ἡ οἰκουμένη, ἀλλὰ | |
40 | καὶ τὰ κάτω τοῖς ἄνω, καὶ δημοσιεύεται ἡ εὐσέβεια συμφερόντως ἀνθρώποις, ἵνα μηδένα διαλάθῃ ἡ κατὰ τὸν Θεὸν ἀλήθεια. Καῖσαρ Αὔγουστος κελεύει, καὶ πείθεται Ἰωσὴφ, καὶ λαμβάνει τὴν παρθένον. Ὅταν ἐρωτήσῃς Ἕλληνα ἢ καὶ αὐτὸν τὸν Ἰουδαῖον, διὰ τί | |
45 | Αὔγουστος πολλῷ χρόνῳ τῆς βασιλείας τετίμηται (ἐβασίλευσε γὰρ ἔτη πεντήκοντα ἓξ καὶ μῆνας τέσ‐ σαρας); ἀποκρίνονται μὲν οὐδὲν, νομίζουσι δὲ κατὰ ἀποκλήρωσιν αὐτῷ τὸν χρόνον γεγονέναι μακρότατον, οὐκ εἰδότες τὰς αἰτίας τῶν πραγμάτων, οὐδὲ πιστεύοντες | |
50.795(50) | τῇ τοῦ Θεοῦ χάριτι. Ἐπ’ αὐτοῦ γὰρ ἐτέχθη Ἰησοῦς ὁ Χριστός. Εἰ τοίνυν βασιλεὺς Ῥωμαίων Αὔγουστος καὶ πρῶτος, εἰκότως τῇ καταβολῇ τῆς Ῥωμαίων βασιλείας τὴν κατὰ σάρκα οἰκονομίαν ἀνεδέξατο ὁ Χριστός. Ἔμελλε γὰρ ἡ ῥάβδος εἰσάγεσθαι ἡ σιδηρᾶ, | |
55 | ἡ ῥάβδος περὶ ἧς ἔλεγεν ὁ Δαυΐδ· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ, Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· ὡσανεὶ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν διαλεγομένου, καὶ λέγοντος· | |
60 | Ἰουδαῖοι παρῃτήσαντο τὴν σὴν βασιλείαν, καὶ τὴν ἀρ‐ | Column end |
50.796(24) | χὴν ἠτίμασαν· εὐκαταφρόνητον τὸ ἔθνος, ὀλίγοι εἰσὶν | |
25 | οἱ ἀποστραφέντες· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐ τὴν γωνίαν τῆς Πα‐ λαιστίνης, οὐδὲ τὸ ἔθνος τὸ περιτετμημένον, τὸ μάταιον καὶ ἀκάρδιον τῇ ψυχῇ· ἀλλὰ, Δώσω σοι ἔθνη | |
30 | τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ποιμανεῖς δὲ αὐτοὺς ἐπειδὴ οὐκ ἠβουλήθησαν τῷ Εὐαγγελίῳ ὑπακοῦσαι· ἐπειδὴ οὐκ ἠβουλήθησαν εἶξαι τοῖς θαύμασι, ποιμανεῖς αὐτοὺς, οὐ λόγῳ, ἀλλ’ ἔργῳ καὶ ῥάβδῳ σιδηρᾷ, τῇ Ῥωμαίων | |
35 | ἀρχῇ· διὰ τοῦτο ὑπόκεινται τῇ ἀρχῇ τῆς ῥάβδου. Ἰησοῦς γὰρ ὅτε ἦλθεν εἰς Ἱεροσόλυμα, καὶ εἶδεν ἐν τῷ ἱερῷ ἐμπορίαν καὶ πραγματείαν αἰσχροκερδῆ· ἐπίπρασκον γὰρ ἔσω, καὶ ἠγόραζον, προφάσει τῶν θυσιῶν ἔνδον ἐμπορευόμενοι· ποιήσας οὖν ῥάβδον | |
40 | καὶ φραγέλλιον ἐκ σχοινίων, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ ἱεροῦ, λέγων· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. Καὶ εἰ ἦσαν ἀνασχόμενοι ἐκείνης τῆς ῥάβδου, οὐκ ἂν ἐποιμάνθησαν ῥάβδῳ σιδηρᾷ· ἐπειδὴ δὲ τὴν σωτήριον ῥάβδον ἠτίμασαν, | |
45 | γεγόνασιν οὐχ ὑπὸ τὸ φραγέλλιον, οὐδὲ ὑπὸ τὸν λόγον, τὸν μαστίζοντα τοὺς εὐαισθήτους, ἀλλ’ ὑπὸ τὴν ῥάβδον τὴν σιδηρᾶν· καὶ πολλάκις ἠθέλησαν πα‐ ρακινῆσαι, καὶ κατέλαβεν αὐτοὺς ἡ σιδηρᾶ ῥάβδος, οὐχ ἁπλῶς τύπτουσα, ἀλλ’ ἀναιροῦσα. Ὅτε τοίνυν ἡ | |
50.796(50) | σιδηρᾶ ῥάβδος ἀρχὴν ἔλαβε τοῦ κρατεῖν ἐπὶ Αὐγού‐ στου, τότε δὴ καὶ ὁ Χριστὸς ἐτέχθη. Ἀρχὴ Ῥωμαίων ἀρχὴ κηρύγματος, ἡ τετάρτη τῶν χρόνων βασιλεία. Ἔστι γὰρ ἰδεῖν μυστικῶς ταῦτα παρὰ τοῖς προφή‐ ταις τεταμιευμένα· οὐδὲν γὰρ ἄγραφον κεῖται | |
55 | οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ· ἀλλὰ προ‐ έλαβε τὴν Καινὴν ἡ Παλαιὰ, καὶ ἡρμήνευσε τὴν Παλαιὰν ἡ Καινή. Καὶ πολλάκις εἶπον, ὅτι δύο Διαθῆκαι, καὶ δύο παιδίσκαι, καὶ δύο ἀδελφαὶ, τὸν ἕνα Δεσπότην δορυφοροῦσι. Κύριος παρὰ προφήταις | |
60 | καταγγέλλεται· Χριστὸς ἐν Καινῇ κηρύσσεται· οὐ καινὰ τὰ καινά· προέλαβε γὰρ τὰ παλαιά· οὐκ ἐσβέσθη τὰ παλαιά· ἡρμηνεύθη γὰρ ἐν τῇ Καινῇ. Ἴδοις γὰρ ἂν τὸν Δανιὴλ ἐκεῖνον τὸν νεώτερον τῇ | |
ἡλικίᾳ, πολιὸν δὲ τῇ προφητείᾳ, ἐν τῇ Βαβυλῶνι | 795 | |
50.797 | προφητεύοντα. Διὰ τί ἐν Βαβυλῶνι, ᾘχμαλώτιστο γὰρ ὁ λαὸς εἰς Βαβυλῶνα, καὶ ἑβδομήκοντα ἔτη ἐν γῇ Ἀσσυρίων ἐπεποιήκει. Ἐκεῖ οὖν γεννᾶται ὁ Δανιὴλ, ἐκεῖ ἀνατρέφεται, οὐδὲν βλαβεὶς ἐκ τῆς | |
5 | ἀλλοφύλου γῆς. Εἶχε γὰρ τὸ φρόνημα τὸ πατρικόν· καὶ γίνεται ἐκ νεότητος προφήτης, καὶ κατέλαβεν αὐτοῦ τὸ ἅγιον Πνεῦμα τὴν ψυχὴν, καὶ ὀκτωκαιδε‐ καέτης γενόμενος, τῆς προφητείας ἀπήρξατο. Καὶ πολλὰ μέν ἐστιν ἃ προφητεύει, ἑρμηνεύει δὲ καὶ | |
10 | τέσσαρας βασιλείας. Εἶδε γὰρ ὁ Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐν εἰκόνι τέσσαρας διαφορὰς, ἓν μὲν σῶμα, τέσσαρα δὲ χρώματα. Ἡ γὰρ εἰκὼν εἶχε μὲν τὴν κεφαλὴν χρυσῆν, εἶχε δὲ τὸ στῆθος ἀργύρεον, εἶχε δὲ τὴν κοιλίαν χαλκῆν, εἶχε δὲ τοὺς | |
15 | πόδας σιδηροῦς, καὶ ἀπὸ τεσσάρων ὑλῶν συνέκειτο ἡ εἰκών. Καὶ εἶδε μὲν ὁ βασιλεύς· οὐκ ἦν δὲ ὁ ἑρμη‐ νεύων. Ἦλθον οἱ μάγοι, ἦλθον οἱ Χαλδαῖοι, οἱ μάντεις προεβλήθησαν, οἱ πλανῶντες ἀεὶ τὸν βασιλέα ἐκλήθησαν· καὶ τί φασιν; Εἰπὲ ἡμῖν τὸ ὄναρ, καὶ | |
20 | ἑρμηνεύομεν. Ὁ Θεὸς οὖν οἰκονομῶν, ἵνα μὴ συνήθως αὐτὸν ἀπατήσωσιν, ὑπεξαιρεῖ ἐκ τῆς μνήμης τοῦ βασιλέως τοῦ ὀνείρατος τὴν εἰκόνα· καὶ ἔλεγεν ὁ βα‐ σιλεύς· Εἴπατέ μοι τὸ ἐμὸν ὄναρ. Ἐκείνων δὲ σαφῶς ὁμολογούντων, ὄναρ ἄλλου διηγήσασθαι ἀδυνάτως | |
25 | ἔχειν, ἑρμηνεῦσαι δὲ μόνον ἐὰν ἀκούσωσιν, παρακα‐ λεῖται Δανιὴλ μηνυθεὶς ὅτι δυνατὸς εἴη πρὸς ταῦτα, καὶ εἰσέρχεται πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ, ἔχων διὰ τοῦ ἁγίου Πνεύματος τοῦ ὀνείρατος τὴν ἀπο‐ κάλυψιν, καὶ λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ, τάδε | |
30 | καὶ τάδε εἶδες. Καὶ ἅμα τοῖς λόγοις τοῦ προφήτου ἀνελάμβανε τὴν μνήμην τοῦ ὀνείρατος ὁ ἀκούων· καὶ γέγονεν ἡ ἀκοὴ ἀνάμνησις τῆς θέας. Ἑρμηνεύει τοί‐ νυν αὐτὸ ὁ προφήτης· ἦν γὰρ λοιπὸν ἀξιόπιστος ὁ ἑρμηνεύων μετὰ τὴν ἐπαγγελίαν αὐτοῦ τοῦ ὀνείρα‐ | |
35 | τος, καὶ λέγει· Ἡ εἰκὼν ἣν εἶδες, τέσσαρές εἰσι βα‐ σιλεῖαι· τέσσαρες γὰρ βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς. Ἐκείνη μέντοι ἡ εἰκὼν ὁλόκληρος ἦν· καὶ ἓν σῶμα εἱστήκει. Εἶδες δὲ, βασιλεῦ, ὅτι λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ συνέτριψε τὴν εἰκόνα, καὶ ὁ λίθος | |
40 | κατέσχε καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτ’ ἔστιν ὃ εἶδες· τέσσαρας βασιλείας εἶδες· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. Πρῶτοι γὰρ Ἀσσύριοι ἐβασίλευσαν, πλου‐ σιώτατοι λίαν καὶ λαμπρότατοι καὶ τρυφερώτατοι. Καὶ λέγει αὐτῷ· Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ· καὶ | |
45 | ὀπίσω σου ἀναστήσεται βασιλεία ἥττων σου. Μετὰ γὰρ τοὺς Ἀσσυρίους βασιλεύουσι Πέρσαι καὶ Μῆδοι· γεγόνασι δὲ φαιδρότατοι καὶ οὗτοι. Τρίτη βασιλεία ἀναστήσεται ἡ χαλκῆ, ἡ τῶν Ἑλλήνων βασιλεία καὶ Μακεδόνων· ὅπου Ἀλέξανδρος ὢν ἐν τῇ | |
50.797(50) | Ἑλλάδι, ζεύξας ἐπέδραμε τῇ Περσίδι, καὶ κατέλυσε μὲν τὸν Δαρεῖον, ὑπὸ δὲ τὴν ἰδίαν ἐξουσίαν ἤγαγε τὴν ἀρχήν. Χαλκῷ τοίνυν παρεβλήθη, διὰ τὸ εὔηχον τῆς ὁμιλίας καὶ τῆς γλώττης. Ἕλληνες γὰρ οἱ σὺν Ἀλε‐ ξάνδρῳ, καὶ αὐτὸς ὁ Ἀλέξανδρος, ὑπάρχοντες εὔ‐ | |
55 | γλωττοι τὴν ὁμιλίαν, χαλκῷ παρεβλήθησαν· χρυσὸς γὰρ λαμπρὸς μέν ἐστιν, οὐ μὴν εὔηχος· ὁμοίως δὲ καὶ ὁ ἄργυρος χαλκὸς δὲ τῇ μὲν ὕλῃ ἐλάττων, εὔ‐ ηχος δέ ἐστι κατὰ τὴν ἠχήν. Λέγει τοίνυν· Τρίτη βα‐ σιλεία ἡ διὰ τοῦ χαλκοῦ σημαινομένη· τετάρτη δὲ | |
60 | βασιλεία ἡ τελευταία σιδηρᾶ. Ποιμανεῖς τοίνυν αὐ‐ τοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Ὅρα συμφωνίαν τῆς προφη‐ τείας· εἶδε μέντοι, ὅτι ὁ λίθος ἐτμήθη ἐξ ὄρους ἄνευ χειρῶν. Πῶς ἐτμήθη; Οὐ σιδήρῳ, ἀλλ’ ἄνευ χειρῶν· αὐτομάτως γὰρ τίκτει ἡ Παρθένος· ὁ δὲ λίθος | |
65 | ἐπάταξε τὴν εἰκόνα, καὶ ἐγένετο εἰς ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην. Εἷς λίθος πληροῖ πᾶσαν τὴν γῆν· Ἐκεῖνος μὲν ὁ λίθος ἐτμήθη ἄνευ χειρῶν, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν οἰκουμένην. | |
70 | βʹ. Ποῖος οὗτος ὁ λίθος; Ἄκουε Ἡσαΐου λέγοντος· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων εἰς αὐ‐ τὸν οὐ μὴ καταισχυνθῇ. Οὐχ Ἡσαΐας δὲ λέγει μό‐ νος τοῦτον τὸν λίθον, ἀλλὰ καὶ Δαυῒδ προφητεύει· | |
75 | Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγέ‐ | |
νετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. | Column end | |
50.798 | Ποία ἐγένετο ἡ γωνία; Πᾶσα γωνία συνάπτει ἑαυτῇ δύο τοίχους· συνῆψε δὲ ὁ λίθος Καινὴν καὶ Παλαιὰν, δύο λαοὺς ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων· διὸ Παρὰ Κυ‐ ρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ‐ | |
5 | μοῖς ἡμῶν· οὐκ ἐν τοῖς πάντων ὀφθαλμοῖς, ἀλλ’ ἐν ὀφθαλμοῖς ἡμῶν τῶν πιστευόντων. Ὅταν τοίνυν ἴδῃς τὴν Ἐκκλησίαν διὰ τοῦ ἑνὸς λίθου κατεχομένην ἐξ Ἰουδαίων καὶ ἐξ Ἑλλήνων, νόει μάλιστα τὸ λεγόμε‐ νον. Ἀλλὰ πάντως εἴποι τις ἄν· Καὶ ποῦ ἐν ἡμῖν οἱ | |
10 | ἐξ Ἰουδαίων; ἐξ Ἑλλήνων μὲν γὰρ ὁρῶμεν. οἱ δὲ ἐξ Ἰουδαίων ποῦ τυγχάνουσι; Πόθεν ἦν ὁ Παῦλος; πό‐ θεν ἦν ὁ Πέτρος; πόθεν δὲ ὁ Ἀνδρέας; πόθεν δὲ ὁ Ἰωάννης; πόθεν δὲ ἡ μυρίανδρος ἐν τῇ Ἱερουσαλὴμ Ἐκκλησία; Πρῶτον ἀπὸ Ἰουδαίων, εἶτα ἐξ Ἑλλήνων. | |
15 | Ὅτε γὰρ ἐπίστευσαν οἱ παρ’ αὐτοῖς τὴν ἐλπίδα ἔχον‐ τες τῆς εὐσεβείας, τότε ἦλθεν ἡ ῥάβδος ἡ σιδηρᾶ, καὶ διεσκόρπισε τοὺς παραμείναντας τῇ ἀπιστίᾳ. Ποιμανεῖς γὰρ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Διὰ τί, Ὡς | |
20 | σκεῦος κεραμέως; Ἐὰν μὲν ὁ πηλὸς πέσῃ ἔτι ὑγρὸς ὢν, ἀναλαμβάνεται· ἐὰν δὲ γένηται σκεῦος, καὶ ἅπαξ πυρὶ προσομιλήσῃ, καὶ γένηται ξηρότατον ὄστρακον, ἐπειδὰν δὲ συντριβῇ, οὐκ ἔτι ἀνάληψιν ἐπιδέχεται. Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη | |
25 | κεραμέως συντρίψεις αὐτούς. Ἐν μέντοι τῇ βασι‐ λείᾳ τῇ σιδηρᾷ Χριστὸς γεννᾶται· ἐτμήθη λίθος ἄνευ χειρῶν. Βλέπε σύμφωνα τὰ πράγματα, καὶ ὅμοια τὰ ῥήματα· καὶ ἐπάταξε τὴν εἰκόνα, καὶ κατέπαυσε τὰς ἐπὶ γῆς βασιλείας· καὶ ἐγένετο εἰς ὄρος μέγα, | |
30 | καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. Τοῦτο Ναβουχοδονόσορ ὁ βασιλεὺς ἑωράκει τὸ ὄναρ· ἐπλήσθη δὲ τὸ ἐνύπνιον, ἵνα μὴ διηγήσηται τοῖς μάγοις, καὶ συνήθως ἀπατηθῇ ὑπ’ αὐτῶν, ἕτερα ἀνθ’ ἑτέρων ἀκούσας. Μετὰ χρόνον οὖν ὀλίγον αὐτὸς ὁ Δανιὴλ καθ’ ἕτερον τρόπον βλέπει | |
35 | τὸ ὄναρ· οὐκ ἦν δὲ ὄναρ, ἀλλ’ ἀποκάλυψις ὀπτασίας· ἐδόκει εἶναι παρὰ τὴν θάλασσαν· καὶ λέγει Δανιήλ· Τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσ‐ σης. Ἠρέμα δὲ καὶ κατὰ μικρὸν ἀκολουθήσωμεν τῷ τύπῳ τῆς προφητείας· Ἀνέβαινε, φησὶ, τέσσαρα | |
40 | θηρία μεγάλα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλ‐ λήλων, καὶ, φησὶ, πλείστη ἐν αὐτοῖς διαφορά. Τὸ πρῶτον, ὡσεὶ λέαινα· καὶ πτερὰ αὐτῆς ὡς ἀετοῦ. Ἔχεις ἐκεῖ χρυσὸν, ὧδε λέαιναν· διὰ τί λέαιναν ὧδε κἀκεῖ χρυσόν; Ἐκεῖ χρυσὸν διὰ τὸ τρυφηλὸν καὶ | |
45 | πλούσιον· ἐνταῦθα λέαιναν διὰ τὸ θηλυκὸν καὶ γυ‐ ναικῶδες, ὅμως δὲ θηρίον. Τὸ πρῶτον, ὡσεὶ λέαινα. Δεύτερον εἶδε θηρίον ὡσεὶ ἄρκτον, καὶ εἰς μέρος ἓν ἐστάθη· ἐκεῖ ἄργυρος, ἐνταῦθα ἄρκτος, διὰ τὸ βαρύ. Τρίτον, φησὶ, θηρίον εἶδον ὡσεὶ πάρδαλιν, ὀξύτατον | |
50.798(50) | τὸ θηρίον. Ἐπειδὴ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βα‐ σιλεὺς ὀξύτατα ἐπῆλθε τὴν Ἀνατολὴν, παρδάλει παρ‐ εβλήθη. Ἐκεῖ χαλκὸς διὰ τὸ εὔηχον τῆς Ἑλλάδος γλώσ‐ σης, ἐνταῦθα πάρδαλις διὰ τὸ ὀξύτατον τῆς ἐφόδου. Τὸ δὲ τέταρτον θηρίον μὲν ὀνομάζει, οὐ λέγει δὲ ὄνομα, | |
55 | ἀλλά φησι φοβερόν· φοβερώτατον περισσῶς· οἱ ὀδόν‐ τες αὐτοῦ μεγάλοι· περισσῶς ἐσθίον, καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ κατεπάτει· καὶ αὐτὸ δὲ διέφερε περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσ‐ θεν αὐτοῦ· καὶ ἦν φοβερὸν τὸ θηρίον· καὶ οὐκ εἶπεν | |
60 | αὐτοῦ τὸ ὄνομα. Ἐπειδὴ γὰρ ἔμελλε σαφὲς γίνεσθαι τὸ τῆς προφητείας χωρίον, ἐπὶ Ῥωμαίων αὐτὸ προφέρων, ἵνα μὴ ὑβρισθῇ ἡ βασιλεία, ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει. Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ | |
65 | λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συν‐ έτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος ἐτέθη, παλαιὸς ἡμερῶν ἐκάθισε, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ | |
70 | μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, τῷ παλαιῷ | 797 |
50.799 | τῶν ἡμερῶν. Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρ‐ χόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθα‐ σε. Καὶ τί εὐθέως ἐγένετο; Οὐκ ἔτι τὰ θηρία, οὐκ | |
5 | ἔτι ἡ θάλασσα, οὐκ ἔτι τοῦ θηρίου ὁ φόβος· ἀλλ’ ἔλαβε τὴν ἀρχὴν, καὶ αὐτὸς ἐδέσποζεν· Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαλυθήσεται· καὶ γὰρ ἡ ἀρχὴ αὐτοῦ ἕως γενεᾶς γενεῶν. Ἕως ὧδε, φησὶ, τὸ πέρας τοῦ λόγου· καὶ ὁ μὲν προφήτης οὕτω βλέ‐ | |
10 | πει τέσσαρας τὰς βασιλείας· ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν πραγμάτων· ὁ δὲ βασιλεὺς, ὡς ἥρμοττεν αὐτῷ, βλέπει ὡς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ τέσσαρας βασιλείας. Εἰ γὰρ εἶδεν ὁ βασιλεὺς ὡς θηρία τὰς βασιλείας, εἶτα ἡρμή‐ | |
15 | νευσεν αὐτῷ Δανιὴλ, ἄτοπον ἂν ἦν λέγειν αὐτῷ· Σὺ εἶ τὸ πρῶτον θηρίον· ἔδοξε γὰρ ἂν ὑβρίζειν τὸν ἀκούοντα· ἀλλὰ βλέπει βασιλεὺς ὡς βασιλεὺς, καὶ βλέπει προφήτης ὡς ἐν ἄλλῳ τύπῳ παραπλήσια. Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῆ | |
20 | ἀνειληφόσι τὴν παλαιὰν ἱστορίαν, ἀλλ’ ἵνα ὑμεῖς πλη‐ ροφορηθῆτε, ὅτι ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτι‐ μήθη, ἐπῃνέθη, πολυχρόνιος ὑπῆρξεν, ἐπειδὴ ἐπ’ αὐ‐ τοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ | |
25 | ἀξιώματος. Δεῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ· τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη, ὁ Χριστὸς τίκτεται· τὰ δεκαπέντε τοίνυν ἔτη αὐτοῦ βασιλεύοντος Χριστὸς ἀνατρέφεται. Διαδέχεται δὲ Τιβέριος τὸν Αὔγουστον, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ | |
30 | ἔτει Τιβερίου βασιλεύοντος, ἔρχεται εἰς τὸν σταυρὸν, καὶ πάσχει, καὶ ἀνίσταται, καὶ ἀναλαμβάνεται. Ὥστε εἶναι μὲν Αὐγούστου ἔτη πεντεκαίδεκα, Τιβερίου δὲ ὀκτωκαίδεκα· Ἰησοῦς δὲ ἐπὶ Τιβερίου Καίσαρος βα‐ σιλεύοντος τριακονταέτης γενόμενος, ἀπεκάλυψε τὴν | |
35 | ἑαυτοῦ θεότητα ἐπὶ τοὺς μαθητὰς, καὶ ἐπὶ τούτοις τρία ἔτη ἐπεκήρυξε· πανταχοῦ γὰρ τιμία ἡ Τριάς· διὸ τρία κηρύξας ἔτη, τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβε‐ ρίου ἀπαντᾷ εἰς τὸ πάθος, τελέσας τῆς σαρκὸς τὴν οἰκονομίαν. | |
40 | γʹ. Ἐγένετο τοίνυν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τὸ ἀνάγνωσμα ἀναλάβωμεν, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ σαφήνεια πραγμά‐ των, πρώτη γύμνωσις τῆς ἀληθείας, ἵνα μὴ ῥέμβη‐ | |
45 | ται τὸ γένος τῶν ἀνθρώπων· αὕτη πρώτη ἀπογραφή. Ἆρα καὶ αὐτοῖς σεσιώπηται τοῖς προφήταις; Ἀνα‐ δράμωμεν εἰς τὴν Παλαιὰν, ἐξετάσωμεν τὰ Ἰουδαϊκὰ καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀπιστίας. Καλῶ τὸν Δαυῒδ εἰς μαρτυρίαν, ἄνδρα ἀξιόπιστον, Ἰουδαίοις μὲν τί‐ | |
50.799(50) | μιον, ἕως ψιλῆς τῆς μνήμης, τῇ δὲ Ἐκκλησίᾳ πιστόν. Τί τοίνυν λέγει Δαυΐδ; Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων. Ταῦτα τὰ ῥήματα τοῦ προφήτου, ταῦτα τὰ πράγματα τοῦ Εὐαγγελίου. Αὕτη πρώτη ἀπογραφή· ἀνέβη δὲ, φησὶ, καὶ Ἰωσὴφ ἀπὸ | |
55 | τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰου‐ δαίαν εἰς πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ὥστε ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευ‐ μένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐπὶ γὰρ μόνοις | |
60 | τοῖς μνήστροις ἡ σύλληψις ἐγένετο. Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύ‐ | |
65 | ματι. Οὐδὲν εὐτελέστερον τούτου τοῦ πράγματος, οὐ‐ δὲν πτωχότερον τῆς Ἰησοῦ γενέσεως. Ἰησοῦς ἐπτώ‐ χευε δι’ ἡμᾶς, πλούσιος ὤν· ἔθηκεν ἐν φάτνῃ Μαριὰμ τὸν Σωτῆρα· οὐδὲν ἦν ὑποκείμενον, οὐδὲν ἐπικείμενον· οὐδὲ γὰρ χρείαν εἶχεν ὁ Σωτὴρ τῆς τοι‐ | |
70 | αύτης θεραπείας, οὐδὲ ἐπιμελείας τῆς ἔξωθεν ἐπεδέε‐ | Column end |
50.800 | το, ὥσπερ οὐδὲ νόμῳ φύσεως συλλαμβάνεται. Ἤρκει γὰρ ἡ πρόσχρησις ἡ τῆς Παρθένου· τὰ δὲ πάντα αὐ‐ τὸς ἦν ὁ οἰκονομῶν. Οὕτω, φησὶν, ἔθηκεν αὐτὸν ἐν φάτνῃ, καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ | |
5 | ἀγραυλοῦντες. Ὁ μὲν Ματθαῖος ἱστορεῖ, ὅτι μάγοι παρεγένοντο· ὁ δὲ Λουκᾶς, ὅτι καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ ἀγραυλοῦντες· ἐκεῖ μάγοι, ἐνταῦθα ποιμέ‐ νες. Καὶ ἦλθεν ἄγγελος πρὸς αὐτοὺς μεγάλα φωνῶν πράγματα· Χαρὰν μεγάλην ὑμῖν εὐαγγελίζομαι | |
10 | σήμερον, ὅτι Σωτὴρ ἐτέχθη τῷ κόσμῳ ἐν πόλει Δαυΐδ· καὶ τοῦ ἑνὸς λαλοῦντος ἀγγέλου, ἠνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ὤφθη μία συμφωνία ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρή‐ νη, ἐν ἀνθρώποις εὐδοκία. Πάντα γὰρ μέλλει συν‐ | |
15 | άπτεσθαι, ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς ἑνότητα ἔρχεσθαι, ἵνα τὰ κάτω γένηται ἄνω, ἵνα ὑπάρξῃ εἰρήνη τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Ποιμένες τοίνυν εὐαγγελί‐ ζονται· διὰ τί ποιμένες; Ἐπειδὴ ἦμεν πεπλανη‐ μένοι δίκην προβάτων, ἦλθε τῷ κόσμῳ ποιμὴν | |
20 | Χριστὸς Ἰησοῦς, ὁ Σωτὴρ τῆς οἰκουμένης, καὶ ποιμένες εὐαγγελίζονται διὰ τὸν ποιμένα, καὶ Δόξα ἐν ὑψίστοις Θεῷ. Ἔμελλον γὰρ ἄνθρωποι δοξά‐ ζειν, καὶ εὐχαριστεῖν τῷ πέμψαντι ἐπὶ γῆς εἰ‐ ρήνην· ἀπηλλάττοντο γὰρ οἱ ἄνθρωποι τῆς πρὸς | |
25 | τὸν Θεὸν ἔχθρας. Ἐν ἀνθρώποις εὐδοκία· ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν. Οἱ μὲν οὖν ποιμένες, εὐαγγελισθέντες καὶ ἀκούσαντες τὸν λόγον, εἶδον τὰ πράγματα· ἦλθον εἰς τὸ σπή‐ λαιον· οὐκ εἶδον στρωμνὴν, οὐκ εἶδον κλίνην, οὐκ | |
30 | εἶδον τραπέζης παρασκευὴν, ἀλλὰ καθημένην Μα‐ ριὰμ καὶ Ἰωσὴφ, καὶ τὸν παῖδα ἀνακεκλιμένον. Οὐ λέγει τοίνυν ὁ εὐαγγελιστὴς πρῶτον πατέρα, ἀλλὰ λέγει πρῶτον Μαριάμ· ἐκείνη γὰρ μήτηρ ἀληθῶς· μᾶλλον δὲ οὐδὲ αὐτὴ μήτηρ, ἐπειδὴ οὐδὲ ἔτεκε φυσι‐ | |
35 | κῶς, ἀλλὰ συνέλαβεν ὑπερφυῶς. Οὐ γὰρ ᾔδει τὸ γινό‐ μενον, ἀλλ’ ἐργαλεῖον ἦν τοῦ τεχνίτου. Εἶδον μέντοι τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸν παῖδα ἀκούσαν‐ τες τὸν λόγον εἶδον τὰ πράγματα, ἐθαύμασαν, ἀνεσώ‐ θησαν. Ἔκειτο μέντοι τὸ παιδίον ἀνεχόμενον τῆς τέως | |
40 | ἀτελοῦς κατασκευῆς τοῦ σώματος, καὶ φέρον τὴν αὔξησιν τούτου· καὶ ὥσπερ τεχνίτης ἐξεδέχετο καὶ κατεσκεύαζε τὸ ἐργαλεῖον, ἵνα ὥσπερ ὁ κιθαρῳδὸς χρήσηται τῇ κιθάρᾳ, καὶ ὥσπερ ὁ τοξότης χρήσηται τῷ τόξῳ καὶ τῷ βέλει εἰς δέον· οὕτω καὶ Ἰησοῦς, | |
45 | κοινωνῶν τοῖς πᾶσι, κατ’ ὀλίγον αὐξάνεται. Διὰ τί οὖν μὴ ἀθρόως; διὰ τί μὴ τέλειος ἅμα παρεγένετο; Ἦλθε μιμήσασθαι τὴν φύσιν ἡμῶν, ἵνα ἁγιάσῃ τὸ φύραμα διὰ τῆς ἀπαρχῆς. Εἰ μέντοι τέλειος ἐπεδή‐ μησε καθ’ ἡλικίαν, ἔμελλον οἱ αἱρετικοὶ φάσκειν· Οὐκ | |
50.800(50) | ἔτεκεν αὐτὸν παρθένος, οὐκ ἔλαβεν ἐκ τοῦ ἡμετέρου γένους τὸ φύραμα. Ἐτέχθη τοίνυν ἐκ παρθένου, ἐκ τοῦ κοινοῦ φυράματος λαβὼν, ἵνα ἁγιάσῃ τὸν Ἀδὰμ τὸ ἑαυτοῦ πλάσμα· καὶ διὰ τοῦτο κατ’ ὀλίγον αὐξά‐ νεται, καὶ ἀνθρώποις συναναστρέφεται μὲν ὡς ἄνθρω‐ | |
55 | πος, ἀλλὰ Κύριος ὢν τῆς φύσεως, ἀναμαρτήτως ἐπολιτεύσατο. Ὅταν τοίνυν ἀκούσῃς αὐτὸν παιδίον, ἀναλάμβανε ἐκείνην τὴν προφητείαν Ἡσαΐου, ἣν ἔλε‐ γεν· Παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, | |
60 | πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅταν ἀκούσῃς παι‐ δίον, μὴ καταφρόνει τοῦ ὀνόματος, ἀλλὰ θαύμασον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ θαύμασον τῆς οἰκονο‐ μίας τὴν σωτηρίαν, ἵνα γένῃ ἄξιος ἀκούειν τῶν εὐαγ‐ γελικῶν λόγων, διὰ πίστεως παρακολουθῶν, διὰ καρ‐ | |
65 | τερίας γυμναζόμενος, δι’ εὐλαβείας ἀγωνιζόμενος, δι’ ἀγάπης τελειούμενος, διὰ πάντων ὁλόκληρος γινό‐ μενος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
70 | Ἀμήν. | 799 |