TLG 2062 133 :: JOANNES CHRYSOSTOMUS :: In annuntiationem beatae virginis [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In annuntiationem beatae virginis [Sp.]

Citation: Vol — pg — (ln)

50

.

791

(57t)

ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ
58tΤῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου.
59Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύ‐
60ματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐ‐Column end

50

.

792

(59)

φροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή· ἄγγελος
60μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν791

50

.

793

ὁ ὄφις. Τῷ μηνὶ τῷ ἕκτῳ, φησὶν, ἀπεστάλη ὁ ἄγ‐ γελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς παρθένον μεμνη‐ στευμένην ἀνδρί. Ἀπεστάλη Γαβριὴλ τὴν παγκό‐ σμιον μηνῦσαι σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων
5τῷ Ἀδὰμ ὑπογραφὴν ἀνακλήσεως· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον εὐτρεπίσαι τῷ καθαρῷ νυμφίῳ τὸν θάλαμον· ἀπεστάλη Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη
10Γαβριὴλ πρὸς τὸ ἔμψυχον τοῦ βασιλέως τῶν ἀγγέ‐ λων παλάτιον· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν
15φθορᾶ, ἀνεπίδεκτον· ἀπεστάλη λύχνος μηνῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης· ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ
20καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσ‐ κυνούμενον, οὐ ζυγοστατούμενον· μυστήριον θεολο‐ γούμενον, οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμε‐
25νον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον. Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ’ οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ’ οὗ τὸν Ἰωάννην συνέλαβε. Πόθεν τοῦτο δῆλον; Ἑρ‐ μηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς τὴν παρθένον
30λέγων· Ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ. Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρ προφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυ‐
35φόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς Δεσπο‐ τικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρου‐ μένην δέ. Διὰ τί μεμνηστευμένην; Ἵνα μὴ τάχιον
40μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν, τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως παρετήρει τῆς παρθένου τὰ προφθέγματα, ἵν’, ὅπου
45νοήσει ὅτι πληροῦται τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. Διὰ τοῦτο ὁ Δεσπότης διὰ μεμνηστευμένης ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα

50

.

793

(50)

Ἰωσήφ. Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου ὁ προφήτης φησί. Δοθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα. Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυν‐ τος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν
55ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρό‐ τερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν ἐν σωφροσύνῃ, ἐκτρέφων τοὺς παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἀμέλει γοῦν
60παρελθὼν εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου· οὐχ ὡς ἐκ τῆς παρθένου Μαρίας, ἀλλ’ ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα. Ἐπεὶ οὖν
65οἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Μαρίαν, καὶ παρέθεντο αὐτὴν αὐτῷ, γάμου καιρὸν ἀναμένοντες· ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν παρθένον. Τοῦτο πόῤῥωθεν ὁ προ‐ φήτης προανεφώνησε· Δοθήσεται, φησὶ, τὸ βιβλίον
70τὸ ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα, τουτ‐ έστι, γάμοις προσομιλήσαντι, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι. Διὰ τί οὐ δύνασαι, ὦ Ἰωσήφ; Οὐ δύνα‐ μαι, φησὶν, ἀναγνῶναι· τὸ γὰρ βιβλίον ἐσφράγισται. Τίνι τηρούμενον; Τῷ δημιουργῷ τῶν ὅλων κατοικη‐
75τήριον φυλαττόμενον. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπαν‐
έλθωμεν. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ΓαβριὴλColumn end

50

.

794

πρὸς παρθένον· πάντως που τοιαύτας ἐντολὰς δεξά‐ μενος· Δεῦρο, φησὶν, ὦ ἄγγελε, ὑπουργὸς γενοῦ φοβε‐ ροῦ μυστηρίου· ἀποκεκρυμμένῳ διακόνησον θαύματι, εἰς ἀναζήτησιν τοῦ πλανηθέντος Ἀδὰμ κατελθεῖν ὑπὸ
5τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν κατ’ εἰκόνα τὴν ἐμὴν πλασθέντα ἐπαλαίωσε, τὸ τῶν ἐμῶν χειρῶν ἐσάθρωσε δημιούργημα, ἠμαύρωσεν ὅπερ ἔπλασα κάλλος· ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημόν ἐστι τοῦ παραδείσου τὸ οἰκητήριον. Τὸ ξύλον
10τῆς ζωῆς ὑπὸ τῆς φλογίνης ῥομφαίας φυλάττεται, καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον. Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι τὸν πολέμιον βούλο‐ μαι. Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ δυνάμεις, σοὶ μόνῳ θαῤῥῶ τὸ μυστήριον· πρὸς τὴν παρθένον
15Μαρίαν πορεύθητι, ἄπελθε πρὸς τὴν ἔμψυχον πύλην, περὶ ἧς ὁ προφήτης ἔλεγε· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις Θεοῦ. Ἄπελθε πρὸς τὸν λογικόν μου παράδεισον· ἄπελθε πρὸς τὴν ἀνατολικὴν πόλιν· ἄπελθε πρὸς τὸ ἄξιον ἐμοῦ τοῦ Λόγου κατοικητήριον·
20ἄπελθε πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν· ἄπελθε πρὸς τὴν κούφην νεφέλην· μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμοὶ ἡτοιμασμέ‐ νον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐμῆς ἐναν‐ θρωπήσεως· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς
25κατὰ σάρκα μου γεννήσεως· λάλησον εἰς τὰ ὦτα τῆς λογικῆς κιβωτοῦ, ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσ‐ όδους· ἀλλὰ μὴ θορυβήσῃς, μὴ ταράξῃς τὴν ψυχὴν τῆς παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματι φάνηθι· πρώ‐ την αὐτῇ φωνὴν χαρᾶς ἀναβόησον· σὺ εἰπὲ τῇ Μα‐
30ριὰμ, Χαῖρε, κεχαριτωμένη, ἵνα ἐλεήσω ἐγὼ Εὔαν τὴν κεκακωμένην. Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ’ ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο· Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον ἔννοιαν τὸ λαλούμενον· ὁ τοῖς χερουβὶμ φοβερὸς, ὁ τοῖς σεραφεὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς
35ἀγγελικαῖς δυνάμεσιν ἀκατανόητος, ἡλίκην συντυ‐ χίαν ἐπαγγέλλεται! Κόρῃ αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι’ ἀκοῆς ὑπισχνεῖται αὐ‐ τῇ! καὶ ὁ τὴν Εὔαν καταδικάσας, τὴν αὐτῆς θυγατέρα δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει. Ἑτοίμασαί μοι
40τῆς ἀκοῆς τὰς εἰσόδους! καὶ δύναται γαστὴρ χωρεῖν τὸν ἀχώρητον; Ὄντως φοβερὸν τὸ μυστήριον. Τοι‐ αῦτα τοῦ ἀγγέλλου ἐνθυμουμένου, ὁ Δεσπότης φησὶ πρὸς αὐτόν· Τί ταράττῃ καὶ ξενίζῃ. ὦ Γαβριήλ; οὐ πρώην ἀπεστάλης ἀπ’ ἐμοῦ πρὸς Ζαχαρίαν τὸν ἱερέα;
45οὐκ ἔδωκας αὐτῷ τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγ‐ γέλια; οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ τὸ τῆς σιωπῆς ἐπ‐ ήγαγες πρόστιμον; οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ; οὐχὶ σὺ ἀπεφήνω, ἐγὼ δὲ ἐκύρωσα; οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; οὐ συνέλα‐

50

.

794

(50)

βεν ἡ στείρα; οὐχ ὑπέκαυσεν ἡ μήτρα; οὐκ ἀνεχώ‐ ρησε τῆς ἀκαρπίας ἡ νόσος; οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα; Μὴ ἀδυνατεῖ παρ’ ἐμοὶ τῷ κτίσαντι πᾶν ῥῆμα; πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης; Τί οὖν
55πάλιν ὁ ἄγγελος; Δέσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χει‐ μῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσα‐ σθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς
60μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην Ῥεβέκκα,
65καὶ πάλιν Ἄννα, τῷ χαλεπῷ τῆς στειρώσεως δου‐ λεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν ἀνδρὶ ἀνώτερόν ἐστιν τῶν νόμων τῆς φύσεως. Ἀλλὰ καὶ τὴν σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρα‐
70νοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ Δεσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγε‐ λός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας τὸ πέλαγος. Εἶτα νόμισον, Δέσποτα, ἐκεῖ ὤφθης τῷ πατριάρχῃ
75ἐν τῇ παροδίῳ σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος,
καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος;793

50

.

795

Ναὶ μὴν, εἰ ἔβλαψε τὸ πῦρ ἐν ἐρήμῳ τὴν βάτον, βλάψει πάντως καὶ Μαρίαν ἡ ἐμὴ παρουσία· εἰ δὲ ἐκεῖνο τὸ πῦρ, τὸ σκιογραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ που παρουσίαν, ἤρδευσε μέντοι
5τὴν βότον, οὐ κατέφλεξε δέ· τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ’ ἐν σχήματι ὑετοῦ καταβαινούσης; Τότε λοιπὸν ὁ ἄγγελος ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ· καὶ πρὸς τὴν παρθένον πορευ‐ θεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων·
10Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Οὐκ ἔτι ὁ διάβολος κατὰ σοῦ· ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον ὁ ἰατρὸς ἐπιτίθη‐ σιν· ὅθεν τὴν ἀρχὴν τῆς ἐξόδου ὁ θάνατος ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτήνατο.
15Διὰ γυναικὸς ἐρύει [f. βρύει] τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε, κεχαριτωμένη· μὴ
αἰσχύνου ὡς αἰτία καταδίκης· μήτηρ γὰρ τοῦ κατα‐Column end

50

.

796

δικάσαντος γίνῃ. Χαῖρε, κεχαριτωμένη· χαῖρε, τοῦ χηρεύσαντος κόσμου νυμφοτόκε ἀμίαντε· Χαῖρε, κε‐ χαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσασα θάνατον· χαῖρε, ὁ ἔμψυχος ναὸς τοῦ Θεοῦ· χαῖρε,
5οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα· χαῖρε, τῆς ἀχω‐ ρήτου φύσεως χωρίον εὐρύχωρον. Ἀλλὰ τούτων οὕ‐ τως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπ‐ εφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος
10λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέ‐ σβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμου‐ μένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,
15ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύειν ἡμᾶς, χάριτι αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ
ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.795