TLG 2062 132 :: JOANNES CHRYSOSTOMUS :: In laudem conceptionis sancti Joannis Baptistae [Sp.] (fort. sub auctore Proclo)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In laudem conceptionis sancti Joannis Baptistae [Sp.] (fort. sub auctore Proclo)

Citation: Vol — pg — (ln)

50

.

787

(52t)

Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ.
53 αʹ. Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κε‐ φάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος,
55ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξά‐ μενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ’ ὃν ἐν τῷ ὄρει παρὰ
60Θεοῦ ἐδιδάχθη τύπον. Καὶ πάντα μὲν ἅγιά τε καὶ ἱερὰ τὰ καθ’ ἕκαστον ἐποίησεν, ὅσα τῷ περισχοινί‐ σματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον
τούτοις ἄδυτόν τε καὶ ἀνεπίβατον ἦν, Ἅγιον ἁγίωνColumn end

50

.

788

(53)

λεγόμενον. Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς
55ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐπὶ γῆς ναοὺς ἀποκρύπτοντα· ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπι‐ θυμίαν ἐλθεῖν τῶν παρὰ Αἰγυπτίοις. Καὶ ποιεῖ τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε
60αἰσθητοῦ καὶ τοῦ νοητοῦ. Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι ὁ Θεὸς, καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώ‐
65ρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον, ἄβατον πᾶσι καὶ ἀθέα‐
τον, πλὴν τοῦ ἀρχιερέως μόνου, ὡς ὁ ἄγγελος ἐν‐787

50

.

789

ετείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν τοῖς υἱοῖς Ἰσραήλ· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μη‐ νὸς, ταπεινώσατε τὰς ψυχὰς ὑμῶν· τοῦτ’ ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ
5ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ τὴν ἐφημερίαν αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον ἑστῶτα ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ
10ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ κα‐ λέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται σοι
15χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννή‐ σει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναν‐ τίον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. Καὶ αὐτὸς προπορεύσεται ἐν πνεύ‐
20ματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πα‐ τέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δι‐ καίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Εἶδες ἐπαγγελίαν, προφητικὴν ὑπερβαίνουσαν δύνα‐ μιν; Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ
25ἔλυσε τὴν γλῶτταν· ἔδησε γὰρ, ἀπιστηθέντος τοῦ τόκου· ἔλυσε δὲ αὐτὴν, γενομένου τοῦ τόκου. Ὢ τοῦ θαύματος! Ἰωάννης ἐκ κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος, ὁ μετὰ τὸν νόμον ἐν προ‐
30φήταις, δεύτερος Ἠλίας, καὶ ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχα‐ ρίου υἱὸς, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῶν
35εὐχῶν τοῦ λαοῦ τέλειον αὐτούργημα· ὁ τῆς μετα‐ νοίας γνήσιος εἰσηγητὴς, καὶ πιστῶν συνήγορος ἐξ‐ ομολογουμένων· ὁ τοῦ νόμου πλήρωμα, καὶ τῆς χάρι‐ τος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας τῶν Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς
40ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ’ ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς τῶν ἁμαρτωλῶν καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλή‐
45πτου μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ’ ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βα‐ θυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα, ἃ

50

.

789

(50)

ἐμήνυσεν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυ‐ κλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τι‐
55κτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ Πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας βάπτισμα, βαπτίζει τὸν Δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν μαρτυρεῖ τῇ ἀλη‐
60θείᾳ, βοῶν ὑποδείκνυσι τὸν προφητευθέντα, Δεσπό‐ την ὁμολογῶν, καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις· νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ
65μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λό‐ γοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τού‐ των παραλείπομεν, καὶ τί εἰπεῖν περὶ τούτων ἰσχύ‐ σομεν; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πέλαγος, μέγα καὶ τῶν κατορθωμάτων τὸ πλάτος· ἐκπλήττει τοὺς
70λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα. Ἀλλ’ ἔλθοι καὶ νῦν Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ τρανότατα διηγήσεται, πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώσσης, πῶς Ἰωάν‐
75νης γεννᾶται, καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον τοῦ Ζαχαρίου καὶ
Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα,Column end

50

.

790

πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει· ἔπειτα δὲ πολιτείας ἔπαινον καὶ εὐποιίας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κα‐ τάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας τὴν λύσιν
5γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στείρα, καὶ ἀμ‐ φότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων ἀτεκνίαν ὁρῶ,
10ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων ἐννοῶ, Ἀβραὰμ λέγω καὶ Σάῤῥας· καὶ μανθάνω καὶ στεί‐ ρωσιν τίκτουσαν ἑτέραν, καὶ παιδοποιίαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης. Ὤφθη δὲ
15αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσια‐ στηρίου τοῦ θυμιάματος· καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου
20Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβρα‐ μιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ ἡ σύλληψις τῆς Σάῤῥας, οὕτω καὶ τούτῳ προκατήγγελται τῆς Ἐλι‐
25σάβετ ἡ κύησις. Ἀλλ’ ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις. Τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινὸν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται, πιστῷ ἀγγέλῳ μὴ πιστεύσας, καὶ σιωπῇ τὴν τιμωρίαν δεξά‐
30μενος. Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί τοῦτο, Δέσποτα; ἐγὼ τὰς ἱκεσίας προσάγω τῷ Θεῷ ὑπὲρ παντὸς τοῦ λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι
35τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτη‐
40ρία δι’ ἐκείνου τῷ λαῷ, καὶ πᾶσι τοῖς ἔθνεσιν· αὐτὸς γὰρ ἐπιστρέψει πάντας ἀπὸ τῆς πλάνης, καὶ ὑπο‐ δείξει αὐτοῖς τὴν ὁδὸν τῆς σωτηρίας, μεσίτης γενό‐ μενος Θεοῦ καὶ ἀνθρώπων· Καὶ γὰρ προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, καὶ προφήτης
45Ὑψίστου κληθήσεται. Οὗτος προπορεύσεται πρὸ προσώπου Κυρίου, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. βʹ. Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ

50

.

790

(50)

ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, λάβε ἐνέχυρον ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν,
55καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γέ‐ νηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐ‐ τῶν. Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ
60ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιά‐ ματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδο‐
65ποιεῖ, καὶ εὔπιστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λό‐
70γοις. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλ‐ λον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖ‐ σαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐ‐
75τοῖς, καὶ διέμενε κωφός. Καλῶς γὰρ καὶ τὸ ἔμενεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάν‐
νην, ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος!789

50

.

791

λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων
5φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμε‐ νος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη[μμένος], κηρύγματι τὴν τοῦ Δεσπότου βοᾷ παρουσίαν· Ἐγέ‐
10νετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι’ ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν
15προκηρύττει. Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντιπαρετάττοντο τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος
20ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν προσ‐ ήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ’ ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶ‐ νος εὐαγγελιζόμενος ὁ Ἰωάννης, δεδεμένος ἔτι τοῖς
25σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως· βραδυτοκοῦσαν γὰρ τὴν Ἐλισάβετ ἐσόβει· ἐσκίρτα ὁμοῦ τε χορεύων καὶ δυσχεραίνων ἐφ’ οἷς ἐπὶ τῆς
30νηδύος κεκράτητο· τῆς περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα πρὸς τὴν Ἐλισάβετ φθεγ‐ γόμενος· Ἀδικεῖς, ὦ μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον
35κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὸ μέλλον, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ ὁ ἥλιος, ὁ ἑωσφόρος
40προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ· αἵματος χρεία ἐξαγοράζοντος τὸν κόσμον, καὶ χρή με πόῤῥωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Σπαργανοῦται τὸ γένος ταῖς ἁμαρτίαις, ἦλθεν ὁ λύων
45τοὺς πεπεδημένους. Χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσι τῷ Δεσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὐκοῦν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα

50

.

791

(50)

τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. Διὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν τῇ μήτρᾳ ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται ὁ διά‐
55βολος ἐν τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν μήπω τεχθεὶς ὁ
Ἰωάννης πρὸς τὴν Ἐλισάβετ διὰ τῶν σκιρτημάτωνColumn end

50

.

792

ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκου‐ σαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμε‐ γάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ
5συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέ‐ ρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Ἰωάννης κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί
10ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλά‐ λει εὐλογῶν τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται,
15καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δεί‐ κνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνο‐ μα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυ‐ ρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Δεξά‐
20μενος γὰρ τὴν ἔλλαμψιν τοῦ ἁγίου Πνεύματος, ὑπ‐ εδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό‐ σμου. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετα‐
25νοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος; Ἐπίσχω‐
30μεν, εἰ δοκεῖ, νῦν τέως τὴν γλῶσσαν, ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ συμμετρεῖν τῷ καιρῷ τὴν ἐξήγησιν, καὶ ἐντρυφᾷν μὲν τοῖς εἰρημέ‐ νοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιά‐
35σατο τῷ σκιρτήματι, ἀλλ’ ἔμενε καὶ αὐτὸς τὸν προσ‐ ήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτο δι’ ἡμᾶς μετ’ αὐτὸν πληρώσει ὁ Δεσπότης, βοῶν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ, κατα‐ καλύψαι θαλάσσας καὶ ἀπὸ ἀνατολῶν ἡλίου
40μέχρι δυσμῶν δεδόξασταί μου τὸ ὄνομα, καὶ ἐν παντὶ τόπῳ προσφέρεται τῷ ὀνόματί μου θυσία καθαρά. Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαι εἰλι‐
45κρινῶς τῷ Θεῷ δόξαν ἀναπέμπουσιν. Ἐκεῖ ἱερεὺς ἦν εἷς τοῦ ἐνιαυτοῦ, θνητὸς, καὶ πάσης ἁμαρτίας πεπληρωμένος· νῦν ἐλάβομεν τῶν ἡμετέρων ψυ‐ χῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν, Ὃς ἁμαρτίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι

50

.

792

(50)

αὐτοῦ. Ἔχομεν γὰρ, φησὶν, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
55Ἀμήν.791