TLG 2062 131 :: JOANNES CHRYSOSTOMUS :: In oraculum Zachariae redditum [Sp.] (fort. sub auctore Proclo) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In oraculum Zachariae redditum [Sp.] (fort. sub auctore Proclo) Citation: Vol — pg — (ln) | ||
50.785(31t) | Ὁμιλία εἰς τὸν χρηματισμὸν Ζαχαρίου, καὶ εἰς τὴν σύλληψιν τῆς Ἐλισάβετ. | |
32 | Οὐδὲν τοῖς Δεσποτικοῖς ἀνυπότακτον ὅροις· πάντα γὰρ εἴκει καὶ δουλεύει τῷ θείῳ προστάγματι. Πρόσ‐ ταγμα γὰρ, φησὶν, ἔθετο, καὶ οὐ παρελεύσεται· ὁ | |
---|---|---|
35 | γὰρ λόγῳ τὴν ἀρχὴν τὸ πᾶν συστησάμενος, καὶ αὖθις δύναται μεταποιῆσαι τὰ ποιήματα λόγῳ. Εἶπέ ποτε τὴν ἄνυδρον πέτραν γενέσθαι κατάῤῥυτον· ἡ δὲ ποταμοὺς ὕδατος εὐθέως ἐρεύγεται· Ἐπάταξε γὰρ πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ ποταμοὶ | |
40 | κατεκλύσθησαν· καὶ ἡ ξηρὰ πέτρα τὸ πρὶν καὶ ἄγευστος ὕδατος, πηγὴ ποταμῶν καὶ μήτηρ ὑδάτων ἐγίνετο· οὐδὲν γὰρ ἄγονον, ᾧ γονὴν ἐπιτάττει Θεός. Ὁ τότε τοίνυν τὴν ἄγονον πέτραν μεταβαλὼν εἰς λίμνην, καὶ νῦν τὴν στείραν Ἐλισάβετ παιδογόνον | |
45 | ἐκέλευσεν ἀναδειχθῆναι μητέρα, καὶ τὴν ἄκαρπον κατάκαρπον ἔδειξε, καὶ τὴν τῷ γήρᾳ βεβαρημένην ὡς νεόγαμον κόρην. Ὅτε πρὸς τάφον ἠπείγετο, τότε πρὸς τοκετὸν εὐτρεπίζετο· ὅτε τὸ σῶμα τὸ γῆρας ἐμάρανε, τότε τὴν μήτραν ὁ Θεὸς ἀνενέωσε· καὶ | |
50.785(50) | ὅπερ διὰ τὸν χρόνον ἀπέβαλε, διὰ τὸν Πλάστην ἀν‐ έλαβε· καὶ ὅπερ ἡ νεότης ἀπώλεσε, τὸ γῆρας ἀπ‐ ῃτεῖτο· ὅτε γείτων ἐγένετο τοῦ θανάτου, τότε παιδὸς ὠνομάζετο μήτηρ· καὶ τοὺς τῆς μάμμης ὑπερβαίνουσα χρόνους, εἰς μητρικὴν ἐνέπιπτε φρον‐ | |
55 | τίδα, καὶ βρέφος ἐπὶ τῆς ἀγκάλης ἐβάσταζεν, ἡ βακτηρίας διὰ τὸ γῆρας πρὸς ἐπίβασιν χρῄζουσα· καὶ πρωτότοκον ἡ γραῦς ἐψηλάφα παιδίον, καὶ στείρα παραδόξως ἐγέννησεν, ἵνα παρθένος τίκτουσα παρὰ φύσιν πιστευθῇ. Ἀμφότερα καινὰ καὶ παράδοξα· | |
60 | στείρα γὰρ καὶ παρθένος ἀπροσδόκητοι μητέρες. | |
Τούτου δὲ τοῦ παραδόξου τοκετοῦ μηνυτὴς τῷ γέ‐ | Column end | |
50.786(32) | ροντι Ζαχαρίᾳ ὁ ἀρχάγγελος ἐπέμφθη Γαβριήλ· καὶ στὰς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου ὤφθη αὐτῷ· Καὶ ἐταράχθη, φησὶ, Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπε‐ | |
35 | σεν ἐπ’ αὐτόν. Εἶδε γὰρ ὅπερ οὐκ εἶδέ ποτε, πῦρ φθεγγόμενον, ἀσώματον ἄνθρωπον, ἀψηλάφητον σχῆμα, ἀσυνείκαστον θέαν, ὄψιν ἀσύγκριτον, ἀεροβά‐ την δρομέα, πτηνὸν ἀνθρωπόμορφον· καὶ Ἰδὼν ἐταράχθη. Ἰδὼν δὲ αὐτὸν ταραττόμενον ὁ ἄγγελος, | |
40 | χρησταῖς ἐπαγγελίαις φυγαδεύει τὸν φόβον· Μὴ φο‐ βοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεν‐ | |
45 | νήσει αὐτοῦ χαρήσονται. Μὴ φοβοῦ, Ζαχαρία· οὐ φόβον ἐπισείων ἐλήλυθα, ἀλλὰ χαρᾶς σοι μηνυτὴς παραγέγονα· ποίας χαρᾶς; Ἡ γυνή σου Ἐλισάβετ γεννήσει σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· οὗτος ὡς ἑωσφόρος ἐπιφαύσει τῷ κόσμῳ, | |
50.786(50) | καὶ τὸ σκότος τῆς ἀγνωσίας διώξει, τὸν τῆς δικαιο‐ σύνης ἐπικαλούμενος ἥλιον. Ὁ ὀπίσω γάρ μου ἐρχό‐ μενος, ἔμπροσθέν μου γέγονεν· οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Καὶ αὐ‐ τὸς προελεύσεται ἐν πνεύματι καὶ δυνάμει τοῦ | |
55 | Ἠλίου. Τὸ πνεῦμα τοῦ Ἠλίου κατῴκησε καὶ εἰς τὸν Ἰωάννην· πνεύματα γὰρ προφητῶν προφήταις ὑπο‐ τάσσεται· καὶ σχεδὸν ἐν πᾶσιν εὑρίσκομεν ὅμοιον τῷ Ἠλίᾳ τὸν Ἰωάννην. Ἐκεῖνος ἐν ὄρεσι διῃτᾶτο, καὶ | |
οὗτος ἐν τῇ ἐρήμῳ διέτριβεν· ἐκεῖνον κόρακες ἔτρε‐ | 785 | |
50.787 | φον, καὶ οὗτος ἀκρίδας βοτανῶν ἤσθιεν· ἐκεῖνος μηλωτὴν περιεβάλλετο, καὶ οὗτος τρίχας καμήλων· ἐκεῖνος αὐστηρὸς ἦν καὶ ἐλεγκτικὸς, καὶ οὗτος ὁμοίως· ἐκεῖνος τὸν Ἀχαὰβ ἤλεγχε τὸν βασιλέα τῶν | |
5 | Ἰουδαίων, καὶ Ἰεζάβελ τὴν γυναῖκα αὐτοῦ· Σὺ εἶ, φησὶν, ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· καὶ ὁ Ἰωάννης τὸν Ἡρώδην καὶ Ἡρω‐ διάδα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου· καὶ αὐτὸς προπορεύσεται ἐν πνεύ‐ | |
10 | ματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πα‐ τέρων ἐπὶ τέκνα. Τί ἐστιν, Ἐπιστρέψαι καρδίας πα‐ τέρων ἐπὶ τέκνα; Οἱ πατέρες τῶν Ἰουδαίων, ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ δώδεκα πατριάρχαι, καὶ πάντες οἱ δίκαιοι, ὁρῶντες φιλαμαρτήμονα τὸν λαὸν, | |
15 | καὶ ἑτοίμως ἐκπορνεύοντα εἰς ἀλλοτρίους θεοὺς, ἀπ‐ εστρέφοντο αὐτοὺς ὡς τοιούτους. Ἀφ’ οὗ δὲ Ἰωάννης ἐκήρυξε τὸ βάπτισμα τῆς μετανοίας, πολλοὶ ἐπ‐ εστράφησαν πρὸς τὸν Θεόν. Ὁρῶντες οὖν οἱ πατέρες αὐτῶν ἐπιστρέφοντας αὐτοὺς πρὸς τὸν Θεὸν, καὶ | |
20 | αὐτοὶ ἐπέστρεψαν τὰς καρδίας αὐτῶν πρὸς αὐτούς· καὶ τοῦτό ἐστι τὸ, Ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμέ‐ νον, περιούσιον· περὶ οὗ Δαβὶδ ὁ προφήτης προ‐ εκήρυξε λέγων· Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσ‐ | |
25 | ωπον τοῦ Θεοῦ Ἰακώβ. Ἔτι τὸν γέροντα Ζαχαρίαν ἡ κύησις τοῦ παιδὸς ἡ παράδοξος ἐκπλήττει, ἔτι πρὸς τὸν ὑπερώριον τοκετὸν δυσχεραίνει, μὴ λογισάμενος συνετῶς, ὅτι ὁ κεραμεὺς τῆς γαστρὸς δύναται τὴν πεπαλαιωμένην ἀνακαινίσαι μήτραν. Διὸ καὶ πρὸς | |
30 | τὸν τῆς ἀπιστίας ἐξεκυλίσθη κρημνόν. Τοῦ γὰρ ἀγ‐ γέλου λέγοντος, Ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέ‐ ξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην, ὁ Ζαχαρίας ἀπομάχεται τῷ λόγῳ, καί φησιν· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι | |
35 | πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Πόθεν μοι, φησὶ, τὸ ἀσφαλὲς ὑπάρ‐ ξει; ποῖόν μοι τῆς ἐπαγγελίας δύνασαι παραστῆσαι τεκμήριον; Δεῖξόν μοι καὶ νῦν ῥάβδον, ὡς ἐπὶ Ἀαρὼν τοῦ ἀρχιερέως, ἀνθήσασαν, καὶ τότε σοι | |
40 | πιστεύσω ὅτι καὶ γῆρας δύναται καρποφορῆσαι παι‐ δίον. Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τὰ ῥήματά σου χρηστά· τὸ δὲ ἐπάγγελμα δύσπιστον. Παῖδά μοι προξενεῖς, μετ’ ἐλπίδας ἐλπίδα· ὁ τῆς | |
45 | ἀκμῆς μου παρελήλυθε χρόνος· τὸν τῆς νεότητος | Column end |
50.788 | ἀκάρπως κατανήλωσα βίον. Ὅτε ὡς ξύλον ἐγενόμην ξηρὸν, τότε καρποφορεῖν ἀναγκάζεις με· κυρτοβα‐ τῶν τὴν ἀγορὰν περιέρχομαι, οὐκ ἔτι πρὸς οὐρανὸν ἀνανεύειν ἰσχύω· πρὸς τὴν συγγενίδα γῆν κατασύρει | |
5 | με τὸ γῆρας· γῆ γάρ εἰμι, καὶ εἰς γῆν ἀπελεύσομαι· μόλις τὸ βῆμα τῶν ποδῶν μεταφέρω· οὐκ ἀρκοῦσιν οἱ δύο μοι πρὸς ἐπίβασιν πόδες· ἀντὶ τρίτου ποδὸς βακτηρίαν βαστάζω· χειραγωγοῦ γὰρ μέχρι νῦν οὐκ εὐπόρησα τέκνου· τάφος εἰμὶ κινούμενος, καὶ νεκρὸς | |
10 | ὁδοιπόρος. Πῶς οὖν ἀπὸ τοῦ νῦν ἐμὲ τέκνον ὀνομάσει πατέρα; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Ὅτε τῷ τάφῳ τὸ γῆράς με προσάγει, τότε νυμφικῆς ἐπιβήσομαι κοίτης, καὶ παῖδα φυτουργήσω τοῦ τῆς νεότητός μοι | |
15 | δεδυκότος ἡλίου; Κἀγὼ διὰ τὸν χρόνον ἐξίτηλος, καὶ τῆς Ἐλισάβετ ἡ μήτρα νενέκρωται. Κατὰ τί οὖν γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μοι προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ | |
20 | ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆ‐ σαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθή‐ | |
25 | σονται εἰς τὸν καιρὸν αὐτῶν. Καὶ ἰδοὺ ἔσῃ σιω‐ πῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Βούλομαί τι ποιῆσαι, καὶ πῶς ἐρωτᾷς; θαυματουργῆσαι προῄρημαι, καὶ τὸν τρόπον ζητεῖς; Ὅλως δὲ περιεργάζῃ τῶν ἐμῶν ἔργων τὴν ἀρχήν. Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν | |
30 | ῥῆμα; Εἰπέ μοι, πόθεν ὁ Ἰσαὰκ ἐτέχθη; οὐκ Ἀβραὰμ αὐτὸν ἐγέννησεν ὁ πρεσβύτης, καὶ Σάῤῥαν τὴν στείραν ἐκάλεσε μητέρα; εἰς τὴν αὐτὴν ἐμπε‐ σὼν προσδοκίαν, διὰ τί τοὺς ἐμοὺς ὡς ἐκεῖνος οὐ παρ‐ εδέξω λόγους; Διὸ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμε‐ | |
35 | νος λαλῆσαι, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου. Δήσω σου τὴν γλῶσσαν τὴν πρὸς ἄτακτον κινη‐ θεῖσαν ἀπόκρισιν· ἐν ᾧ τὴν ἁμαρτίαν ἐγέννησας ὀρ‐ γάνῳ, ἐν αὐτῷ καὶ παιδεύθητι· Δι’ ὧν γάρ τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Διὸ Ἔσῃ | |
40 | σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου· τοῖς ῥήμασί μου λα‐ λῶν οὐκ ἐπίστευσας, σιωπῶν τοὺς λόγους ἀνάμεινον, Οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν· τὰ γὰρ παρ’ ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυ‐ | |
45 | νατά. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 787 |