TLG 2062 130 :: JOANNES CHRYSOSTOMUS :: De precatione (orat. 1–2) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De precatione (orat. 1–2) [Sp.] Citation: Vol — pg — (ln) | ||
50.775(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ. | |
2t | Λόγος αʹ. | |
---|---|---|
3 | Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θερά‐ ποντας μακαρίζειν καὶ θαυμάζειν· ὅτι τὴν ἐλπίδα | |
5 | τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λα‐ τρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπά‐ | |
10 | σασθαι δυνηθῶσιν. Διαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνε‐ σθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρό‐ νον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ | |
15 | καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς. Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ προσευχή. Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν | |
20 | τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχε‐ σθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν; Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαρι‐ | |
25 | ζόμενος, ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ; Θεῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ καιρῷ τῆς προσευχῆς, δι’ ἧς καὶ τοῖς ἀγγέλοις συναπτό‐ μεθα, καὶ τὴν πρὸς τὰ ἄλογα κοινωνίαν πολὺ φαινό‐ μεθα διαφεύγοντες. Ἀγγέλων γὰρ ἔργον ἡ προσευχὴ, | |
30 | ὑπεραίρουσα καὶ τὴν ἐκείνων ἀξίαν, εἴπερ κρεῖττόν ἐστι τῆς ἀγγέλων ἀξίας τὸ Θεῷ διαλέγεσθαι. Καὶ ὅτι γε κρεῖττόν ἐστιν, αὐτοὶ διδάσκουσιν ἡμᾶς, σὺν πολλῷ μὲν φόβῳ τὰς εὐχὰς προσφέροντες, παρέχον‐ τες δὲ ἡμῖν εἰδέναι καὶ μανθάνειν, ὅτι προσήκει τῷ | |
35 | Θεῷ προσιόντας σὺν χαρᾷ καὶ φόβῳ τοῦτο ποιεῖν· φόβῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φα‐ νῶμεν, χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας ἀπολαύειν ὁμιλίας | |
40 | συνεχῶς, δι’ ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι δια‐ φεύγομεν, φύσει μὲν ὄντες θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες. Ἀνάγκη γὰρ τὸν ὁμιλοῦντα Θεῷ καὶ κρείττονα γενέσθαι θα‐ νάτου καὶ πάσης διαφθορᾶς. Καὶ ὥσπερ ἀνάγκη πᾶσα | |
45 | τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπο‐ λαύοντα μηκέτι εἶναι θνητόν. Αὐτὸ γὰρ τὸ τῆς τιμῆς μέγεθος πρὸς ἀθανασίαν ἡμᾶς μεθίστησιν. Εἰ γὰρ τοὺς βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ’ ἐκείνου | |
50.775(50) | τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς· θάνατος γὰρ ψυχῆς ἀσέβεια καὶ βίος παράνομος. Οὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων· βίον | |
55 | δὲ ὅσιον καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ πρέποντα προσευ‐ χὴ συνάγει, καὶ θησαυρίζει θαυμαστῶς ταῖς ἡμετέ‐ | |
ραις ψυχαῖς. Εἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε | Column end | |
50.776(2) | τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, | |
5 | προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύ‐ την ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰ‐ τοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιο‐ σύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγ‐ | |
10 | χάνειν τῆς εὐχῆς. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθή‐ σεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγή‐ σεται. Καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστι, φησὶν, ἐξ | |
15 | ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄν‐ τες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώ‐ | |
20 | σει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν; Τοιούτοις μὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν ἐπὶ προσευχὴν παρ‐ εκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων Κύριος· ἡμᾶς δὲ προσ‐ ήκει τῷ Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσ‐ ευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ λατρείας ἐχομέ‐ | |
25 | νους, ἢ τῆς ἑαυτῶν ψυχῆς· οὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν. Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ, οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν. Αὐτὸ γὰρ τοῦτο μέγιστον ἀφρο‐ | |
30 | σύνης σημεῖον, τὸ μὴ ἐπίστασθαι τὸ μέγεθος τῆς τιμῆς, μηδὲ ἐρᾷν προσευχῆς, μηδὲ θάνατον ἡγεῖσθαι ψυχῆς τὸ μὴ προσκυνεῖν τῷ Θεῷ. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νε‐ κρόν ἐστι καὶ δυσῶδες· οὕτω ψυχὴ, μὴ κινοῦσα | |
35 | ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης. Ἀλλὰ μὴν ὅτι γε θανάτου παντὸς πικρό‐ τερον ἡγεῖσθαι προσήκει στερηθῆναι προσευχῆς, δι‐ δάσκει καλῶς ἡμᾶς Δανιὴλ, ὁ μέγας προφήτης, μᾶλλον δὲ ἑλόμενος ἀποθανεῖν, ἢ τρεῖς ἡμέρας μό‐ | |
40 | νας στερηθῆναι προσευχῆς. Οὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον σκοπούμενος εὑρεῖν. Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας ἔλθοι ψυχάς· Θεοῦ δὲ ῥοπὴ συνεφάπτεται τῶν πόνων | |
45 | ἡμῖν, καὶ τούτους ἐπικουφίζει καλῶς, ἂν ἴδῃ προσ‐ ευχὴν ἀγαπῶντας, καὶ συνεχῶς τοῦ Θεοῦ δεομένους, καὶ πάντα ἐκεῖθεν τὰ ἀγαθὰ καταβήσεσθαι προσ‐ δοκῶντας. Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσ‐ ευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφο‐ | |
50.776(50) | δρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται. Ὅταν δὲ ἴδω τινὰ τῆς τοῦ Θεοῦ λατρείας ἀκορέστως ἐχόμενον, καὶ τὸ μὴ προσ‐ εύχεσθαι συνεχῶς ἐν ταῖς μεγίσταις ἀριθμοῦντα ζημίαις, τεκμαίρομαι τὸν τοιοῦτον πάσης ἀρετῆς | |
55 | ἀσκητὴν εἶναι βέβαιον, καὶ τοῦ Θεοῦ ναόν. Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόν‐ των ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία | |
Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις | 775 | |
50.777 | οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πεί‐ | |
5 | θουσα τὸν Θεὸν, καὶ τὴν παρ’ αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν. Αὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς | |
10 | τὸν Χριστὸν σεβομένοις, τὸ μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ. Ὅτι μὲν οὖν παντελῶς ἀμήχανον ἄνευ προσευχῆς ἀρετῇ συζῇν, καὶ μετὰ ταύτης πορεύεσθαι τὸν βίον, | |
15 | οἶμαι δῆλον ἅπασιν εἶναι. Πῶς γὰρ ἄν τις ἀρετὴν ἀσκήσειε μὴ προσιὼν καὶ προσπίπτων συνεχῶς τῷ ταύτης χορηγῷ καὶ δοτῆρι; πῶς δὲ ἄν τις ἐπιθυμή‐ σειεν εἶναι σώφρων καὶ δίκαιος, μὴ ὁμιλῶν ἡδέως τῷ ταῦτά τε καὶ πλείω τούτων ἀπαιτοῦντι παρ’ | |
20 | ἡμῶν; Βούλομαι δὲ ἐπιδεῖξαι διὰ βραχέων, ὅτι κἂν ἁμαρτημάτων γέμοντας αἱ προσευχαὶ λάβωσιν ἡμᾶς, ταχέως ἀποκαθαίρουσι. Καίτοι τί μεῖζον γένοιτ’ ἂν προσευχῆς, ἢ θειότερον, ὅταν ἀλεξιφάρμακον φανῇ τι οὖσα τοῖς τὰς ψυχὰς νοσοῦσιν; Οὐκοῦν πρῶτοι Νι‐ | |
25 | νευῗται φαίνονται διὰ προσευχῆς ἀναλυσάμενοι τὰς πολλὰς πρὸς Θεὸν ἁμαρτίας. Ἅμα τε γὰρ ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην ἀκολασίᾳ καὶ πονηρίᾳ καὶ παρανόμῳ βίῳ συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖ‐ | |
30 | ζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ’ ἑαυτῆς καὶ σωφροσύ‐ νην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν. Οὐ γὰρ ἀνέχεται χωρὶς τούτων ἐνδιαιτᾶ‐ σθαι ψυχῇ· ἀλλ’ εἰς ἣν ἂν οἰκήσῃ διάνοιαν, πλήρη | |
35 | ποιεῖ δικαιοσύνης πάσης, παιδοτριβοῦσα πρὸς ἀρετὴν, καὶ κακίαν ἐξορίζουσα. Καὶ δὴ καὶ τότε εἴ τις εἰσ‐ ῆλθεν εἰς Νινευῆ τὴν πόλιν, καὶ πρότερον αὐτὴν ἀκρι‐ βῶς ἐπιστάμενος, οὐκ ἂν ἐπέγνω τὴν πόλιν· οὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν | |
40 | μετεπήδησεν. Ὥσπερ γὰρ γυναῖκα πτωχὴν, ῥάκια φοροῦσαν, μετὰ ταῦτά τις χρυσοῖς ἱματίοις κεκοσμη‐ μένην ἰδὼν, οὐκ ἂν ἐπιγνοίη τὸ γύναιον· οὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν ἔρημον οὖσαν θησαυρῶν, ἠγνόησεν ἂν | |
45 | ἥτις εἴη ἡ πόλις, ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβα‐ λοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν. Καὶ γυνὴ δέ τις ἐν ἀκολασίᾳ καὶ πορνείᾳ πάντα βε‐ βιωκυῖα τὸν χρόνον, ἅμα τε προσέπεσε πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ σωτηρίας ἔτυχεν. Οὐ τοίνυν | |
50.777(50) | ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους. Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος Δαυῒδ, τοὺς πολλοὺς καὶ χα‐ λεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων | |
55 | τοῖς ἑαυτοῦ στρατιώταις καθ’ ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης. Οἱ μὲν οὖν ἄλλοι βασιλεῖς, | |
ἐν τῇ τῶν στρατηγῶν ἐμπειρίᾳ καὶ τῇ τέχνῃ καὶ | Column end | |
50.778 | τοξόταις καὶ ὁπλίταις καὶ ἱππεῦσι τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον· ὁ δὲ μέγας Δαυῒδ ταῖς ἁγίαις εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρα‐ τηγῶν καὶ ταξιάρχων καὶ ἱππάρχων, οὐδὲ χρήματα | |
5 | συλλέγων, οὐδὲ ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν ἐξ οὐρανοῦ καταφέρων. Πανοπλία γὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ. Τὴν μὲν γὰρ τῶν ὁπλιτῶν ἰσχύν τε καὶ | |
10 | ἐπιστήμην, καὶ τοξοτῶν ἐμπειρίαν, καὶ προδοσίαν, πολλάκις ὑποφαίνει μάταιον καὶ βλέμματα πολεμικὰ, καὶ ἀντιπάλων εὐψυχία, καὶ ἄλλα πολλὰ πρὸς τούτοις· προσευχὴ δὲ ἄμαχον ὅπλον, καὶ ἀσφαλὲς φυλακτήριον, ὁμοίως μὲν στρατιώτην ἕνα, ὁμοίως | |
15 | δὲ πολλὰς ἀποκρουομένη μυριάδας· ἐπεὶ καὶ Δαυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ’ εὐχαῖς κατήνεγκεν. Οὕτως ἰσχυρὸν μὲν βασιλεῦσιν ἐν μάχαις ὅπλον ἡ προσευχὴ, ἰσχυρὸν δὲ καὶ ἡμῖν | |
20 | πρὸς δαίμονας. Οὕτω καὶ ὁ βασιλεὺς Ἐζεκίας περι‐ γίνεται τῷ πολέμῳ τῶν Περσῶν, στρατιὰν μὲν οὐχ ὁπλίσας, εὐχὰς δὲ μόνας ἀντιστήσας τῷ πλήθει τῶν ἀντιπάλων· οὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ | |
25 | προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ. Καὶ μήν γε ὅτι ψυχὴν ἡμαρτηκυῖαν ἡ προσευχὴ ῥᾳδίως ἀποκαθαίρει, διδάσκει ἡμᾶς ὁ τελώνης, δεηθεὶς τοῦ Θεοῦ τυχεῖν ἀφέσεως, καὶ τυχών· διδάσκει δὲ καὶ ὁ λεπρὸς, ἅμα τε προσπεσὼν τῷ Θεῷ, καὶ καθαρ‐ | |
30 | θεὶς εὐθέως. Εἰ δὲ σῶμα διεφθαρμένον ὁ Θεὸς ὀξέως ἰάσατο, πολλῷ μᾶλλον ψυχὴν νενοσηκυῖαν θεραπεύ‐ σει φιλανθρώπως· ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν. Καὶ μυρία ἄν τις | |
35 | ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινὰ, εἰ πάντας ἐξαρι‐ θμεῖσθαι βούλοιτο τοὺς διὰ προσευχῆς σεσωσμένους. Ἴσως δέ τις τῶν ῥᾳθυμοτέρων καὶ οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς | |
40 | ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς· ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις· | |
45 | ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα καὶ ῥίζαν τοῦ λυσιτελοῦντος βίου, μη‐ δεὶς ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις. Οὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ | |
50.778(50) | χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς· προσευχὴ δὲ ὥσπερ ῥίζα καὶ κρηπὶς ὑπόκειται. Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συν‐ έχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρα‐ | |
55 | τοῦσιν· ἄνευ δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο. Διὰ τοῦτο ὁ Παῦλος ἔγκειται συν‐ εχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων· Τῇ προσευχῆ | |
προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχα‐ | 777 | |
50.779 | ριστίᾳ· καὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν παντὶ εὐχαριστοῦντες· τοῦτο γάρ ἐστι θέλημα Θεοῦ· καὶ ἑτέρωθι πάλιν, Προσεύχεσθε ἐν παντὶ καιρῷ ἐν πνεύματι, εἰς αὐτὸ ἀγρυπνοῦντες, | |
5 | ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει. Οὕτω πολλαῖς καὶ θείαις φωναῖς ἐπὶ προσευχὴν ἡμᾶς καλεῖ συνεχῶς ὁ τῶν ἀποστόλων ἡγεμών. Προσήκει τοίνυν ὑπ’ ἐκεί‐ νου παιδευομένους, μετὰ προσευχῆς πορεύεσθαι τὸν βίον, καὶ ταύτῃ συνεχῶς τὴν διάνοιαν ἄρδειν· | |
10 | χρῄζομεν γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων. Οὔτε γὰρ ἐκεῖνα δύνανται ἐκφέρειν τοὺς καρποὺς, μὴ πίνοντα διὰ τῶν ῥιζῶν, οὔτε ἡμεῖς τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας δυνησόμεθα βρύειν, μὴ ταῖς προσευχαῖς ἀρδόμενοι. | |
15 | Δι’ ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ, καὶ τραπέζης ἁπτομένους, καὶ καθεύδειν μέλλοντας· μᾶλλον δὲ καὶ καθ’ ἑκάστην ὥραν μίαν προσευχὴν τῷ Θεῷ προσφέ‐ ροντας, ἴσον τῇ ἡμέρᾳ δρόμον τρέχοντας· ἐν δέ γε | |
20 | τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα | |
κάμπτοντας σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει προσ‐ | Column end | |
50.780 | έχοντας, μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λα‐ τρείᾳ. Εἰπέ μοι πῶς ὄψει τὸν ἥλιον, μὴ προσκυνήσας τὸν πέμποντα τοῖς σοῖς ὀφθαλμοῖς γλυκύτατον φῶς; πῶς ἀπολαύσεις τραπέζης, μὴ προσκυνήσας τὸν το‐ | |
5 | σούτων ἀγαθῶν δοτῆρα καὶ χορηγόν; μετὰ ποίας ἐλ‐ πίδος ἐπὶ τὸν τῆς νυκτὸς ἥξεις καιρόν; ποίοις προσ‐ δοκᾷς ὀνείρασιν ὁμιλῆσαι, μὴ τειχίσας σαυτὸν προσ‐ ευχαῖς, ἀλλ’ ἀφύλακτος ἐπὶ τὸν ὕπνον ἐλθών; Εὐ‐ καταφρόνητος καὶ εὐάλωτος τοῖς πονηροτάτοις δαίμο‐ | |
10 | σιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως. Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος | |
15 | ὁρῶντες κρεμάμενον. Ἂν δ’ ἄρα συμβῇ τινα γυμνὸν εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμό‐ νων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος καὶ συμφορὰς καὶ κακά. Ταῦτα δεῖ πάντα φοβουμένους ἡμᾶς, προσευχαῖς καὶ ὕμνοις ἀεὶ τειχίζειν ἑαυτοὺς, ἵνα πάντας | |
20 | ὁ Θεὸς ἐλεήσας, ἀξίους ἀπεργάσηται τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ ἡ δόξα | |
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
50.779(23t) | ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ | |
24t | Λόγος βʹ. | |
25 | Ὅτι μὲν παντὸς ἀγαθοῦ κεφάλαιόν ἐστιν ἡ προσ‐ ευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου πρόξενος, ἀγνοεῖ τῶν ἁπάντων οὐδείς· ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ | |
30 | Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται· οἱ δὲ ῥᾳθυμότερον βεβιωκότες, καὶ προσευχῆς ἔρημον τὴν ψυχὴν ἀφέντες, τήν τε τοῦ παρελθόντος χρόνου ζημίαν μάθωσιν, καὶ μὴ προσ‐ αποστερήσωσιν ἑαυτοὺς τῆς σωτηρίας τὸ λειπόμενον | |
35 | τοῦ βίου μέρος. Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστον περὶ προσευχῆς εἰπεῖν ἔχομεν, ὅτι πᾶς προσευχόμενος τῷ Θεῷ διαλέγεται· ὅσον δέ ἐστιν ἄνθρωπον ὄντα τῷ Θεῷ λαλεῖν, ἀγνοεῖ μὲν οὐδείς· παραστῆσαι δὲ λόγῳ τὴν τιμὴν οὐκ ἄν τις δυνηθείη. Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν | |
40 | τῶν ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν· ὃ κα‐ λῶς ἐκεῖνοι ἐπιστάμενοι, πάντες φαίνονταί που παρὰ τοῖς προφήταις σὺν πολλῷ τῷ φόβῳ τοὺς ὕμνους καὶ τὰς λατρείας τῷ Δεσπότῃ προσάγοντες, καλύπτοντες μὲν καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ὑπὸ πολλῆς εὐλα‐ | |
45 | βείας, τῇ δὲ πτήσει καὶ τῷ μὴ δύνασθαι μένειν ἐν ἡσυ‐ χίᾳ τὸν πολὺν ἐνδεικνύμενοι φόβον· παιδεύοντες, οἶ‐ μαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι μὲν τῆς ἀνθρωπίνης φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους, μηδὲν τῶν παρόντων ὁρᾷν, ἀλλ’ | |
50.779(50) | ἐν μέσῳ τῶν ἀγγέλων ἑστάναι νομίζειν, καὶ τὴν αὐ‐ τὴν ἐκείνοις λατρείαν ἐπιτελεῖν. Τὰ μὲν γὰρ ἄλλα πάντα πολὺ κεχωρισμένα, τά τε ἐκείνων λέγω καὶ τὰ ἡμέτερα, καὶ φύσις, καὶ δίαιτα, καὶ σοφία, καὶ σύν‐ εσις, καὶ πᾶν, ὅ τι ἂν εἴπῃ τις· προσευχῆς δὲ κοινὸν | |
55 | ἔργον ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων· καὶ οὐκ ἔστι μέ‐ σον οὐδὲν ἑκατέρας φύσεως, τά γε εἰς προσευχήν. Αὕτη σε χωρίζει τῶν ἀλόγων, αὕτη συνάπτει τοῖς ἀγ‐ | |
γέλοις· ταχέως δέ τις εἰς τὴν ἐκείνων μεταστήσεται | Column end | |
50.780(24) | πολιτείαν, καὶ βίον, καὶ δίαιταν, καὶ τιμὴν, καὶ εὐγέ‐ | |
25 | νειαν, καὶ σοφίαν, καὶ σύνεσιν, πάντα τὸν βίον ἐν προσ‐ ευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ σπουδάζων ἐσχολακέ‐ ναι. Τί γὰρ ἂν ὁσιώτερον γένοιτο τῶν ὁμιλούντων Θεῷ; τί δὲ δικαιότερον; τί δὲ κοσμιώτερον; τί δὲ σοφώτερον; Εἰ γὰρ οἱ σοφοῖς ἀνδράσι λαλοῦντες, ὑπὸ τῆς συνεχοῦς | |
30 | ὁμιλίας εἰς ὁμοιότητα τῆς ἐκείνων φρονήσεως καθ‐ ίστανται ταχέως, τί προσήκει λέγειν περὶ τῶν λαλούν‐ των Θεῷ καὶ προσευχομένων; Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σω‐ φροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς | |
35 | ἡ προσευχὴ καὶ ἡ δέησις! Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσ‐ ευχῆς καὶ δεήσεως ἔρημον· ἀλλ’ ὥσπερ ἀτείχιστος | |
40 | πόλις ῥᾳδίως ἂν ὑπὸ τοῖς πολεμίοις γένοιτο, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν· οὕτω δὴ καὶ ψυ‐ χὴν μὴ τετειχισμένην προσευχαῖς ῥᾳδίως ὁ διάβολος ὑφ’ ἑαυτὸν ποιεῖται, καὶ πάσης ἁμαρτίας εὐχερῶς ἀναπίμπλησι. Πρῶτον μὲν γὰρ ὅταν ἴδῃ ψυχὴν πε‐ | |
45 | φραγμένην προσευχαῖς, οὐ τολμᾷ γενέσθαι πλησίον, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευ‐ χαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχὴν, ἢ τὰ σώματα σῖτος· ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, | |
50.780(50) | ἀλλ’ αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ’ ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ | |
55 | παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦ‐ ναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι | |
Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν ἐμ‐ | 779 | |
50.781 | βατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν. Καὶ ὅπως, ἄκουσον· Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύ‐ | |
5 | ματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομέ‐ νης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι. Ἐπειδὴ γὰρ κρεῖττον ἢ κατὰ ἄνθρωπον λαλῆσαι Θεῷ, δεῖ τὴν χά‐ ριν τοῦ Πνεύματος ἐλθοῦσαν εἰς ἡμᾶς ἐπιῤῥῶσαι, καὶ | |
10 | θαῤῥῦναι, καὶ διδάξαι τῆς τιμῆς τὸ μέγεθος. Ὅταν οὖν μάθῃς ὅτι καὶ Θεῷ λαλεῖς, καὶ Πνεύματος ἐνέρ‐ γειαν ἐδέξω, διαλέγεσθαι μέλλων, οὐδεμίαν δώσεις τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν ψυχὴν τὴν ἡγιασμένην ὑπὸ τοῦ Πνεύματος. Ὥσπερ γὰρ οἱ βασιλεῖ διαλεχθέντες, | |
15 | καὶ λόγων ἡμέρων καὶ τιμῆς ἀπολαύσαντες, οὐκ ἀξιοῦσιν ἐλθεῖν εἰς ὁμιλίαν τῶν προσαιτῶν καὶ ἀπεῤ‐ ῥιμμένων· οὕτως ὁ Θεῷ λαλήσας καὶ προσευξάμενος, οὐκ ἂν ἀξιώσειε τοῦ πονηροῦ καὶ ἀσεβοῦς ὁμιλίαν παραδέξασθαι. Καὶ γὰρ ὡς ἀληθῶς ὁ δουλεύων ἡδο‐ | |
20 | ναῖς, δαίμοσιν ὁμιλεῖ, καὶ τὴν ἐκείνων μανίαν ἐζή‐ λωσεν· ὥσπερ ὁ σωφρονῶν, καὶ δικαιοσύνην ἀσκῶν ἀγγέλοις συνδιαιτᾶται, καὶ τὴν ἐκείνων ζηλοῖ μεγαλο‐ πρέπειαν. Δοκεῖ δέ μοί τις ἂν εἰπὼν, ὅτι νεῦρα τῆς ψυχῆς εἰσιν αἱ προσευχαὶ, τἀληθὲς εἰπεῖν. Ὥσπερ γὰρ, | |
25 | οἶμαι, τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται, καὶ τρέχει, καὶ ἵσταται, καὶ ζῇ, καὶ πέπηγεν· ἂν δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν τὴν ἁρμονίαν διαλύει τοῦ σώματος· οὕτως αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζον‐ ται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας | |
30 | τρέχουσιν εὐχερῶς. Ἂν δὲ τῆς προσευχῆς ἀποστερή‐ σῃς σαυτὸν, ταυτὸν ποιήσεις, ὥσπερ ἂν εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες· ὥσπερ γὰρ ἐκείνῳ ζωὴ τὸ ὕδωρ, οὕτω σοὶ προσευχή. Διὰ ταύτης ἔστιν, ὥσπερ δι’ ὕδατος, ἀναπτῆναι, καὶ τοὺς οὐρανοὺς ὑπερβῆναι, | |
35 | καὶ τοῦ Θεοῦ γενέσθαι πλησίον. Ἱκανὰ μὲν οὖν καὶ τὰ ῥηθέντα, δεῖξαι τὴν ἰσχὺν τῆς ἁγίας προσευχῆς· βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς | |
40 | πάντα τὸν βίον σχολάζειν. Ἔλεγε δὲ, φησὶ, καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσ‐ εύχεσθαι. Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς | |
45 | αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου· καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, | |
50.781(50) | ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς; | |
55 | Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Μάθωμεν, ἀδελφοὶ, τὴν κεκρυμμένην σοφίαν ἐν τοῖς λόγοις τοῦ Πνεύματος, διερευνώμενοι κατὰ δύναμιν ἡμετέραν, οὐχ ὅση ἐστὶν, ἀλλὰ ὅσον ἡμῖν ἐφικτόν. Οἱ μὲν ἐν τῇ θαλάττῃ ποιούμενοι τὸν | |
60 | βίον, ἐπ’ αὐτὸν κατιόντες τὸν βυθὸν, τοὺς πολυ‐ τιμήτους λίθους τοῖς ἐν τῇ γῇ κομίζουσιν· ἡμεῖς δὲ | |
τὸ πέλαγος τῶν θείων Γραφῶν ἱστορήσαντες, εἰς | Column end | |
50.782 | αὐτὸν τὸν βυθὸν τῆς πνευματικῆς σοφίας, ὅσον οἷόν τε καταδράμωμεν, ἵνα κομίσωμεν ὑμῖν θησαυρὸν ἀγαθὸν κοσμοῦντα τὰς ψυχὰς βέλτιον, ἣ τὰς κεφαλὰς τῶν βασιλέων οἱ λιθοκόλλητοι στέφανοι. Τὸ μὲν | |
5 | γὰρ ἐκείνων κάλλος τῷ βίῳ τούτῳ συναπαρτίζεται· ὁ δὲ τοῖς λόγοις τοῦ Πνεύματος στεφανῶν τὴν ψυχὴν, καὶ νῦν μετὰ ἀσφαλείας πάσης διαπερᾷ τὸν χρόνον, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν, θαῤῥῶν προσέρχεται τῷ βήματι τοῦ Χριστοῦ, γέμων ἀρετῆς, καὶ καθα‐ | |
10 | ρεύων πάσης κακίας. Τίνα οὖν ὑμῖν θησαυρὸν ἐκ τοῦ βυθοῦ τῶν Γραφῶν κομίζομεν, οὐκ αὐτοῦ τοῦ βάθους ἁπτόμενοι τῆς σοφίας, ἀλλὰ τοσοῦτον κατιόντες, ὅσον ἐγχωρεῖ; Ἐπὶ τὴν προσευχὴν ἄγων τοὺς ἀνθρώπους ὁ Χριστὸς, καὶ τὴν ἀπὸ ταύτης ὠφέλειαν παραστῆσαι | |
15 | βουλόμενος ταῖς ἡμετέραις ψυχαῖς, κριτὴν εἰσάγει πονηρόν τινα καὶ σκαιὸν, πᾶσαν αἰδῶ τῶν ὀφθαλμῶν ἀποῤῥίψαντα, καὶ τὸν τοῦ Θεοῦ φόβον ἐκ τῆς ψυχῆς ἐξελάσαντα. Καίτοι γε ἤρκει δικαίου καὶ ἐλεήμονος ὑποθέσθαι πρόσωπον, καὶ παρεξετάσαντα τὴν ἐκείνου | |
20 | δικαιοσύνην τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ, δεῖξαι τὴν ἰσχὺν τῆς δεήσεως. Εἰ γὰρ ἄνθρωπος χρηστὸς καὶ πρᾶος ἡμέρως δέχεται τοὺς ἱκετηρίαν προσάγοντας, πόσῳ μᾶλλον ὁ Θεὸς, οὗ τὸ μέγεθος τῆς φιλανθρω‐ πίας οὐ μόνον τὴν ἡμετέραν ὑπερβαίνει διάνοιαν, | |
25 | ἀλλὰ καὶ τοὺς ἀγγέλους αὐτούς; Ἤρκει μὲν οὖν, ὅπερ ἔφην, δικαίου πρόσωπον ὑποθέσθαι κριτοῦ· νῦν δὲ ὠμὸν καὶ ἀσεβῆ καὶ μισάνθρωπον εἰσάγει κριτὴν, ἐπὶ μὲν τῶν ἄλλων ἀνήμερον, ἐπὶ δὲ τῶν δεομένων χρηστὸν καὶ πρᾶον, ἵνα μάθῃς, ὅτι πᾶσα δέησις καὶ | |
30 | φύσιν πονηρὰν εἰς οἶκτον καὶ ἔλεον ἐπισπᾶται ῥᾳδίως. Τίνος οὖν ἕνεκα τοῦτο πεποίηκεν ὁ Χριστός; Ἵνα μη‐ δεὶς ἀγνοῇ τῶν ἁπάντων τῆς προσευχῆς τὴν ἰσχύν. Διὰ τοῦτο τῷ πονηροτάτῳ πάντων παραστήσας τὴν χήραν, καὶ δείξας αὐτὸν παρὰ φύσιν φιλάνθρωπον, ἀπὸ τοῦ πο‐ | |
35 | νηροῦ πρὸς τὸν ἑαυτοῦ Πατέρα μετέστησε τὸν λόγον, τὸν ἀγαθὸν, τὸν πρᾶον, τὸν ἥμερον, τὸν φιλάνθρωπον, ὑπερβαίνοντα ἀνομίας, συγχωροῦντα ἁμαρτίας πολλὰς, βλασφημούμενον καθ’ ἑκάστην ἡμέραν, καὶ φέροντα, ἀνεχόμενον ὁρᾷν τιμὴν εἰς δαίμονας, ὕβριν εἰς αὐτὸν, | |
40 | εἰς τὸν Υἱὸν βλασφημίας; ῥητὰ καὶ ἄῤῥητα μυρία δεινά· εἶτα βλασφημούμενος μὲν οὕτω πράως ἀνέχε‐ ται, ἐὰν δὲ ἴδῃ μετὰ τοῦ προσήκοντος φόβου προσπί‐ πτοντας ἡμᾶς, οὐκ ἐλεήσει ταχέως; Ἀκούσατε, φησὶ, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· Εἰ καὶ τὸν Θεὸν οὐ | |
45 | φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπους, ἐκδικήσω αὐτήν. Τί λέγεις; ὅπερ οὐκ ἴσχυσε φόβος, τοῦτο δέησις ἴσχυσε; Καὶ ἀπειλὴ μὲν, καὶ τιμωρίας ἐλπὶς οὐ προσήγαγε τῷ δικαίῳ τὸν ἄνθρωπον· μεθ’ ἱκετηρίας δὲ φανεῖσα χή‐ | |
50.782(50) | ρα, τὸν ἄγριον ἡμέρωσε. Τί οὖν εἰκάζειν προσήκει περὶ τοῦ φιλανθρώπου Θεοῦ, εἰ τὸν ὠμὸν οὕτω πρᾶον πεποίηκεν ἡ χήρα προσπίπτουσα; πόσην χρηστότητα, πόσην φιλανθρωπίαν ἐφ’ ἡμῶν ὁ Θεὸς ἐπιδείξεται, ὁ μόνον ἐλεεῖν ἐθέλων ἀεὶ, κολάζειν δὲ οὐδεπώ‐ | |
55 | ποτε, ὁ καὶ τὰς τιμωρίας διὰ πολλὴν φιλανθρωπίαν ἀπειλήσας ἡμῖν, καὶ μεγάλας ἑτοιμάσας τιμὰς, ἵνα καὶ φόβος καὶ τιμῆς ἐλπὶς, ἡ μὲν ἐπεγείρῃ πρὸς ἀρε‐ τὴν, ὁ δὲ κωλύσῃ πονηρευμάτων! Οὐ δύναμαι τοῦ κριτοῦ τῆς ἀδικίας ἀποστῆσαι τὴν διάνοιαν, θεωρῶν | |
60 | ἐν τῇ ἐκείνου παρὰ φύσιν πραότητι τὴν ἀμύθητον τοῦ | |
Θεοῦ φιλανθρωπίαν. Εἰ γὰρ ὁ μηδέποτε μηδὲν χρη‐ | 781 | |
50.783 | στὸν ἐπιδείξασθαι βουληθεὶς, ἄφνω μεταθέμενος, τὴν δεομένην ἠλέησε, πόσην ἡμῖν ἐξ οὐρανοῦ κηδεμονίαν οἱ προσευχαὶ κομίσουσι; Γνοίη δ’ ἄν τις τὴν ἰσχὺν καὶ τὴν δύναμιν τῶν ἁγίων προσευχῶν, σκοπῶν καὶ | |
5 | θεωρῶν ὅσων ἀγαθῶν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἀπολαύουσιν οἱ πάντοτε τῷ Θεῷ προσπίπτοντες. Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυ‐ | |
10 | ρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλ‐ ανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς; Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ’ ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι | |
15 | τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολα‐ κότας; Φέρε δὴ καὶ ὅσοις τῶν δικαίων ὑπῆρξε διὰ προσευχῶν σῶσαι καὶ ἔθνη, καὶ πόλεις, καὶ τὴν οἰ‐ κουμένην ἅπασαν, εἴπωμεν πρὸς ὑμᾶς. Ἐν δὲ μνήμῃ προσευχῆς Παῦλος πρῶτος ἄξιος μνήμης, Παῦλος ὁ | |
20 | τῆς τοῦ Θεοῦ λατρείας ἀκόρεστος, ὁ κοινὸς πατὴρ, καὶ πρόγονος τῶν δούλων τοῦ Χριστοῦ. Ἐκεῖνος τοί‐ νυν ὁ φύλαξ τῆς οἰκουμένης, διὰ προσευχῆς, καὶ τῆς συνεχοῦς δεήσεως πάντα τὰ ἔθνη διέσωσε, λέγων ἀεὶ πρὸς ἡμᾶς· Τούτου χάριν κάμπτω τὰ γόνατά μου | |
25 | πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον, κατοι‐ | |
30 | κῆσαι τὸν Χριστὸν διὰ πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὁρᾷς, ὅσον ἰσχύει προσευχὴ καὶ δέησις; Ναοὺς Χριστοῦ τοὺς ἀνθρώπους ἐργάζεται· καὶ ὥσπερ χρυσὸς, καὶ λίθοι πολυτίμητοι, καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων· οὕτω προσευχὴ | |
35 | ναοὺς τοῦ Χριστοῦ. Κατοικῆσαι, φησὶ, τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν. Τί μεῖζον ἂν γένοιτο προσ‐ ευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ; Ὃν οὐ χωροῦσιν οὐρανοὶ, οὗτος εἰς ψυχὴν εἰσέρχεται ζῶσαν ἐν προσευχαῖς. Ὁ οὐρανός μοι θρόνος, φησὶν, | |
40 | ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Ἀλλ’ ὅμως οἶκον ὁ Παῦλος οἰ‐ κοδομεῖ διὰ τῶν ἁγίων εὐχῶν. Κάμπτω, φησὶ, τὰ γό‐ νατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν | |
45 | Ἰησοῦ Χριστοῦ, ἵνα κατοικήσῃ ὁ Χριστὸς διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτε‐ ρος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας | |
50.783(50) | ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγεί‐ ρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤ‐ ῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσ‐ ευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ | |
55 | τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρε‐ χεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στε‐ φάνου. Καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός· καὶ εἰ‐ κότως· ἣν γὰρ ἐπὶ τῶν δένδρων ἰσχὺν ἔχει τὰ | |
60 | ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων αἱ προσευχαί. | |
Ἐν τῇ νυκτὶ ταύτῃ ἄρδων τὴν ψυχὴν ὁ Παῦλος, | Column end | |
50.784 | πάντα ὑπέμενεν εὐχερῶς τὰ δεινὰ, παρέχων τὰ νῶτα ταῖς πληγαῖς ὥσπερ ἀνδριάς. Οὕτως ἐν Μακεδονίᾳ τὸ δεσμωτήριον ἔσεισεν· οὕτω τὰ δεσμὰ διέῤῥηξεν ὥσπερ λέων ταῖς προσευχαῖς· οὕτω τὸν τοῦ δεσμω‐ | |
5 | τηρίου φύλακα τῆς πλάνης ἐξήρπασεν· οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε. Καὶ μὴν κἀκεῖνά γε ἴσμεν, ἃ γράφει πρὸς πάντας ἀνθρώπους· Τῇ προσ‐ ευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἐμοῦ, | |
10 | ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, λαλῆσαι τὸ μυστήριον τοῦ Εὐαγγε‐ λίου. Τί λέγεις; τοσαύτην ἡμῖν παῤῥησίαν αἱ προσ‐ ευχαὶ διδόασιν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν; τίς τολμᾷ στρατιώτης ὑπὲρ τοῦ μεγάλου | |
15 | στρατηγοῦ τὸν βασιλέα παρακαλεῖν; Καίτοι γε οὐ‐ δεὶς οὕτω στρατηγὸς τῷ βασιλεῖ φίλος, ὡς Παῦλος τῷ Θεῷ· ἀλλ’ ὅμως εἰς τοσαύτην ἄγουσιν ἡμᾶς αἱ προσ‐ ευχαὶ τιμὴν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκε‐ τεύειν. Οὕτω καὶ Πέτρος ὁ μέγας, ὁ τοῦ οὐρανοῦ | |
20 | λαμπρότερος, τὸ δεσμωτήριον διέφυγε, μάλιστα μὲν διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ τὴν κοινὴν τῶν ἀνθρώ‐ πων σωτηρίαν, ἔπειτα μέντοι καὶ ἡ προσευχὴ τῆς Ἐκκλησίας κεκλεισμένας τοῦ δεσμωτηρίου τὰς θύ‐ ρας ταχέως ἀνέῳξεν. Οὐ γὰρ εἰκῆ προσέγραψεν ὁ | |
25 | Λουκᾶς, ὅτι Προσευχὴ δὲ ἦν ἐκτενὴς ὅλης τῆς Ἐκ‐ κλησίας ὑπὲρ τοῦ Πέτρου, ἀλλ’ ἵνα μάθωμεν ἡμεῖς, ὅσην ἰσχὺν ἐν οὐρανοῖς αἱ προσευχαὶ κέκτηνται, ὡς Παῦλον καὶ Πέτρον κινδύνων ἀπαλλάττειν, τοὺς στύ‐ λους τῆς Ἐκκλησίας, τοὺς κορυφαίους τῶν ἀποστό‐ | |
30 | λων, τοὺς περιβοήτους ἐν οὐρανῷ, τὸ τεῖχος τῆς οἰ‐ κουμένης, τὸ κοινὸν φυλακτήριον πάσης γῆς καὶ θα‐ λάττης. Εἰπέ μοι, πῶς ὁ Μωσῆς τὸν Ἰσραὴλ ἐν πο‐ λέμοις διέσωσεν; οὐ τὰ μὲν ὅπλα καὶ τὴν στρατιὰν τῷ μαθητῇ παρέδωκεν, αὐτὸς δὲ τὰς εὐχὰς ἀντέστησε | |
35 | τῷ πλήθει τῶν ἀντιπάλων; διδάσκων ἡμᾶς, ὅτι καὶ ὅπλων, καὶ ἵππων, καὶ χρημάτων, καὶ στρατοπέδων πολλῷ μείζονα δύναμιν ἔχουσιν αἱ προσευχαὶ τῶν δι‐ καίων. Διὰ τοῦτο καὶ πᾶς ὁ στρατὸς, καὶ πολλαὶ μυ‐ ριάδες, ἐν τῇ προσευχῇ τοῦ προφήτου τὴν ἐλπίδα τῆς | |
40 | σωτηρίας εἶχον· προσευχομένου μὲν γὰρ τοῦ Μω‐ σέως, ἐκράτουν Ἰουδαῖοι, πεπαυμένου δὲ τῆς προσ‐ ευχῆς, ἔλαττον εἶχον τῶν ἀντιπάλων. Οὕτω δὴ καὶ ἡμεῖς προσευχόμενοι μὲν, ῥᾳδίως τοῦ διαβόλου κρα‐ τήσομεν, ῥᾳθυμοῦντες δὲ, καθ’ ἑαυτῶν ἀσκοῦμεν τὸν | |
45 | Πονηρόν. Καὶ μὴν καὶ τὸν λαὸν ἀσεβήσαντα, διὰ προσευχῆς μόνης διέσωσε Μωσῆς, καὶ τῶν θείων ὄψεων καὶ μυρίων ἀγαθῶν διὰ ταύτης ἔτυχε μόνης. Αὕτη γὰρ αὐτῷ καὶ τὸν βίον παραπλήσιον ἐποίησε τοῖς οἰκοῦσι τὸν οὐρανόν. Προσευχὴ πυρὸς | |
50.784(50) | δύναμιν ἤλεγξε, καὶ λέοντας ἡμέρωσε· τὸ μὲν ἐπὶ τοῦ Δανιὴλ, τὸ δὲ ἐπὶ τῶν τριῶν ἐργασαμένη παίδων. Δι’ ὧν, οἶμαι, καὶ δῆλον πεποίηκεν ἅπασιν, ὅτι πάν‐ τας, ὅσους ἂν λάβῃ κινδυνεύοντας, ῥᾳδίως ἐξαρπά‐ ζει τῶν ἐπηρτημένων δεινῶν. Προσευχὴ σωτηρίας | |
55 | ἀφορμὴ, ἀθανασίας πρόξενος ψυχῆς, τῆς Ἐκκλη‐ σίας τεῖχος ἀῤῥαγὲς, φυλακτήριον ἄσειστον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήριον δὲ τοῖς εὐσεβέσιν ἡμῖν. Αὕτη τὸν ἅγιον προφήτην τὸν Σαμουὴλ ἐγέννησεν· ἐπειδὴ γὰρ ἡ φύσις ἠναντιοῦτο τῇ μητρὶ πρὸς γο‐ | |
60 | νὰς, ἡ προσευχὴ φανεῖσα ταχέως ἐπανώρθωσε τὸ τῆς φύσεως ἐλάττωμα. Τοιοῦτος τῆς προσευχῆς ὁ καρ‐ | |
πὸς, τοιοῦτον ἐφύτευσεν ἡ προσευχὴ προφήτην. Δι’ | 783 | |
50.785 | ὃ περιβόητος ἐν οὐρανοῖς ὁ Σαμουὴλ ἐγένετο, κρείτ‐ των ἢ κατ’ ἄνθρωπον ζηλωτὴς τῶν ἀγγέλων· ἔδει γὰρ, οἶμαι, τοιοῦτον φανῆναι τῆς προσευχῆς τὸν ἄσταχυν, νικῶντα τοὺς ἄλλους τῇ καλοκαγαθίᾳ, καὶ | |
5 | ταῖς ἀρεταῖς τῶν τρόπων, καὶ τοσοῦτον τοὺς πρὸ αὐ‐ τοῦ νικᾷν ἁγίους, ὅσον ἐν τοῖς ληΐοις ὑπερέχουσιν οἱ τῶν ἀσταχύων εὖ πράττοντες. Μετὰ ταύτης ὁ Δαυῒδ τοσούτους καὶ τοιούτους πολέμους ἀπώσατο, οὐχ ὅπλα κινῶν, οὐδὲ δόρυ σείων, οὐδὲ ξίφος ἕλκων, ἀλλ’ εὐ‐ | |
10 | χαῖς τειχιζόμενος· μετὰ ταύτης Ἐζεκίας τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὀξέως ἔτρεψε. Καὶ οἱ μὲν μηχανήματα τῷ τείχει προσῆγον, ὁ δὲ ταῖς προσευ‐ χαῖς τὸ τεῖχος ἐτείχισε· καὶ κατελύθη πόλεμος ἄνευ ὅπλων ἀπὸ τῆς προσευχῆς, σάλπιγγος μὲν οὐκ ἠχού‐ | |
15 | σης, στρατιᾶς δὲ ἡσυχαζούσης, ὅπλων δὲ οὐ κινουμέ‐ νων, γῆς δὲ οὐ φοινισσομένης, προσευχῆς δὲ ἀρκού‐ σης εἰς φόβον τῶν ἀντιπάλων. Προσευχὴ καὶ Νι‐ νευΐτας διέσωσε, καὶ τὴν ἐξ οὐρανοῦ φερομένην | |
ὀργὴν ἀπεκρούσατο ταχέως, καὶ βίον διεφθαρμένον | Column end | |
50.786 | ἐπανώρθωσεν ὀξέως. Τοσαύτην γὰρ ἰσχὺν καὶ δύ‐ ναμιν ἔχει, ὥστε ἔζησαν μὲν οἱ Νινευῗται πάντα τὸν βίον αἰσχρῶς καὶ πονηρῶς, εἰσελθοῦσα δὲ εἰς τὴν πόλιν ἡ προσευχὴ ταχέως πάντα μετέβαλε, καὶ σωφροσύνην, | |
5 | καὶ δικαιοσύνην, καὶ φιλίαν, καὶ ὁμόνοιαν, καὶ πτω‐ χῶν πρόνοιαν, καὶ πάντα τὰ ἀγαθὰ συνεισήγαγεν ἑαυτῇ. Ὥσπερ γάρ τινος βασιλίδος εἰσιούσης εἰς πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰς ψυχὴν εἰσιούσης, πᾶσα ἀρετὴ | |
10 | συνεισέρχεται. Ὅπερ γάρ ἐστιν ἐν οἰκίᾳ θεμέλιος, τοῦτο ἐν ψυχῇ προσευχή. Καὶ δεῖ ταύτην πρώτην, ὥσπερ κρηπῖδα καὶ ῥίζαν τινὰ ἐν τῇ ψυχῇ πήξαντας πάντας ἐποικοδομεῖν σπουδαίως καὶ σωφροσύνην, καὶ πραότητα, καὶ δικαιοσύνην, καὶ πρόνοιαν πτωχῶν, | |
15 | καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ, [ἵνα καὶ κατ’ αὐτοὺς λοιπὸν ζήσαντες τύχωμεν τῶν ἐν οὐρανοῖς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,] δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας | |
20 | τῶν αἰώνων. Ἀμήν. | 785 |