TLG 2062 129 :: JOANNES CHRYSOSTOMUS :: De sancta Thecla martyre [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sancta Thecla martyre [Sp.] Cf. et 2062 488 Citation: Vol — pg — (ln) | ||
50.745(16t) | ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ | |
17t | Καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον. | |
---|---|---|
18 | Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ | |
20 | χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς δι‐ ηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζε‐ ται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι δοκῶ σήμερον τὴν μα‐ | |
25 | καρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ’ εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ’ ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέ‐ φανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων Δεσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν | |
30 | αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπου‐ μένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον. Αἱ γὰρ ἡδοναὶ δεινοί τινες τοῦ σώματος δήμιοι· μᾶλλον δὲ δημίων δεινότεροι· κατατείνουσι γὰρ ἀχειροποιήτοις δεσμοῖς· ξέουσι τὴν ψυχὴν δι’ ὀμμάτων· προσφέρουσι | |
35 | δι’ ἀκοῶν τῷ τῆς γνώμης ἀνενδότῳ φιληδονίας λαμ‐ πάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ’ ἄλλαις κυκῶσι καθ’ ἡμῶν παρατάξεις. Ὅταν τις τοῖς ὀφθαλμοῖς παραγγείλῃ τετυφλῶσθαι πρὸς κάλλη, | |
παρανοίγουσι τὸ κλεισθὲν ἡδοναὶ δι’ ὤτων ἀσελγέσιν | Column end | |
50.746(18) | ἐκλυόμενον ᾠδαῖς· ὅταν ἐντύχωσιν ὠσὶ πρὸς ᾠδὰς πορνικὰς κεκλεισμένοις, προσπαίζουσι τοῖς λογισμοῖς | |
20 | ἀσελγῶς κοσμηθεῖσαι· ὅταν αὐτὰς διὰ πάντων, συν‐ τόμως εἰπεῖν, ἐγρηγορότες νικήσωμεν, κοιμωμένοις σκιαμαχοῦσι· καὶ τῆς παρατάξεως οὗτος αὐταῖς ὁ κύκλος ἀΐδιος, οὐχ ἡλίῳ συνεξιστάμενος, οὐ συνησυ‐ χάζων νυκτί. Ἂν δὲ δὴ καὶ νεότητος λάβωνται, πυρὸς | |
25 | γέγονε πρὸς πῦρ συμπλοκὴ, καμίνου πρὸς καλάμην συνάφεια. Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύ‐ νης τρυφερωτέρα. Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο· πυ‐ | |
30 | κτευούσῃ ταῖς ἡδοναῖς, ὡς ὁ μάρτυς θηρίοις· πα‐ λαιούσῃ τοῖς λογισμοῖς, ὡς ἐκεῖνος βασάνοις· συμ‐ βαλλούσῃ φιληδονίας ἐννοίαις, ὡς ἀνάγκαις δημίων· νικώσῃ δὲ ὅμως τὸν πολύτροπον οὕτω καὶ σύνοικον πόλεμον· τοῦ γὰρ τῆς φύσεως πυρὸς τὸ τῆς γνώμης | |
35 | αὐτῇ πυρωδέστερον, καὶ ἅγιον. Ἀλλ’ ἡ μὲν φύσις παρεχώρει τῇ κόρῃ, καὶ τυραννοῦσα παρ’ ἄλλοις, καὶ λυττῶσα πρὸς μίξιν, παρὰ Θέκλᾳ παρθενίαν ἐξήσκει· οἱ γονεῖς δὲ τὰς πρὸς τὴν παρθενίαν τῆς παιδὸς οὐκ | |
εἰδότες συνθήκας, οὐδὲ τῆς πρὸς αὐτὴν νυμφαγωγίας | 745 | |
50.747 | τὸν Δεσπότην Χριστὸν ἐξ οὐρανοῦ δεδωκότα, πολλὰς αὐτῇ περὶ γάμων νουθεσίας ἐμακρολόγουν· ἡ Παύλου δὲ ἄρα ταῖς τῆς κόρης ἀκοαῖς ἐπῳδὴ προενήφει, Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία | |
5 | καὶ σώματι, καὶ πνεύματι. Στέφανος τῆς παρθενίας εὐθύς· αὐτὸς αὐτῇ πρῶτος τῆς μερίμνης ὁ τρόπος· μεριμνᾷ γὰρ εὐλογίας ἀνάμεστον μέριμναν, μερι‐ μνᾷ πάσης ἀμεριμνίας ἐλευθερωτέραν φροντίδα, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐδὲν αὐτῇ | |
10 | κοινὸν πρὸς τὴν γῆν, οὐδεμία πρὸς γαμικὰς ἀνάγκας συγγένεια, οἷον πορνεύοντος ἀνασχέσθαι νυμφίου, ὑποψίας ματαίας ὑπενεγκεῖν, ἐξουσίαν χρησίμων ἀφ‐ ῃρῆσθαι προόδων, περὶ τροφῆς διευθύνεσθαι, κοσμου‐ μένην ζηλοτυπεῖσθαι, διαπτύεσθαι πρὶν τέκῃ, καθ‐ | |
15 | άπερ οὔπω γαμετὴν γενομένην, τεκοῦσαν ὑπὲρ τῶν τόκων εὑρίσκειν ἐγκλήματα. Ἐτέχθη τις θήλεια; ὅτι μὴ ἄῤῥεν, ὁ ἀνὴρ σκυθρωπάζει. Προσετέθη καὶ ἄῤῥεν; ἐτέχθη τὸ τεχθὲν, ὡς οὐκ εὔμορφον. Χαρίεντα πρὸς κάλλος ἀμφότερα; ὡς ὑπὲρ καλῶν ἡ φροντὶς | |
20 | πικροτέρα. Ἀπηλλάγησαν γάλακτος; διεδέξατο πάλιν ἀνατροφῆς ἀγωνία· ὅταν ὑγιαίνωσι, μὴ νοσήσωσι φόβος· ὅταν νοσήσωσι, δειλία μὴ τελευτήσωσιν· ὅταν τελευτήσωσιν, ὡς ἐπ’ ἀτέκνῳ λοιπὸν ἔσεσθαι κατα‐ φρόνησιν φόβος· ὅταν μὴ τελευτήσωσιν, ὡς ὑπὲρ | |
25 | ζώντων ἡ φροντὶς βαρυτέρα, πόθεν εἰς παίδευσιν χορηγία τοῖς τέκνοις, πόθεν αὐτοῖς γαμικοῦ παρα‐ σκευὴ συναλλάγματος, πόθεν ἐσθημάτων εὐσχημο‐ σύνη, πόθεν οἰκετῶν ἑκάστῳ διανομὴ, ποῖα τῶν ὄντων προσνείμῃ τῷ μείζονι, πῶς τὸν μικρότερον θερα‐ | |
30 | πεύσει φθονοῦντα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυ‐ ρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐ τοῦ γάμου στηλιτεύω τὴν φύσιν· πρόνοια γὰρ οὗτος τοῦ γένους κοινή· ἀλλὰ τῶν ἐν γάμῳ δημοσιεύω τὴν μέριμναν, μερίμνης σαρκικῆς οὐράνιον προτίθημι | |
35 | μέριμναν, κάλλιον καλοῦ προτιμῶ. Κρείττων καὶ τῶν κατὰ τῆς Εὔας ἡ παρθένος προστίμων· τὸ γὰρ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει, ταῖς παρ’ ἀνδρῶν μὴ δεσποζομέναις ἀνίσχυρον· τὸ, Ἐν λύπαις τέξῃ τέκνα, ταῖς παρ‐ | |
40 | θενευούσαις ἀργόν· ἡ γὰρ μὴ τίκτουσα τῆς τῶν λυπηρῶν ὠδίνων ἐκτὸς ἀποφάσεως. Ἤδη τοῖς τῶν μελλόντων ἡ παρθένος ἐντρυφᾷς ἀῤῥαβῶσιν· ἤδη τῷ | |
τῆς ἀναστάσεως ἁγιασμῷ συνοικεῖς. Ἐν γὰρ τῇ | Column end | |
50.748 | ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκον‐ ται. Διὰ τοῦτο καὶ τὸ πτῶμα τοῦ πράγματος πάμ‐ μεγα, ἐπειδήπερ καὶ τὸ κατόρθωμα· διὰ τοῦτο τῆς πορνευομένης ἡ τῆς παρθενευομένης ἀσέλγεια μια‐ | |
5 | ρωτέρα· οὐ γὰρ ἴσον παρθενευομένης καὶ πορνευο‐ μένης φθορά· οὐκ ἴσον ἰδιώτιδος καὶ βασιλίδος φθο‐ ρά· οὐκ ἴσον σκεύους ἱερατικοῦ καὶ ἀγοραίου κλοπή. Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμό‐ | |
10 | σθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον. Ὢ μα‐ καρίων γάμων, ὧν ἡ στρωμνὴ παρθενία. Ὑπὲρ τού‐ των τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος· εἶδε γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τῆς θέας οὐκ ἀπεσπᾶτο· ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ | |
15 | πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ἐπεφοίτα μνηστὴρ διαλέξει γαμικῇ γαρ‐ γαλίζων, ἡ δὲ τῷ Χριστῷ καθ’ ἑαυτὴν συνετάττετο, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, λέγουσα· συν‐ | |
20 | έῤῥεον συγγενεῖς κολακεύοντες, ἡ δὲ διαμαρτυρόμε‐ νον ἐφαντάζετο Παῦλον· Ἡρμοσάμην σε ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ἱκέτευον οἰκέται σὺν δάκρυσιν, ἡ δὲ προσῇδεν ἐρωτικῶς τῷ νυμφίῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ | |
25 | Χριστοῦ; ἐφόβουν δικασταὶ τιμωρίαις, ἡ δὲ φρονή‐ ματι πάσας κατεπάτει βοῶντι· Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Ὡς δὲ ἔδει κἂν ταῖς ὁδοῖς παρθενίας ἀνδριάντας ἀνα‐ στῆναι τῇ μάρτυρι, γίνεταί τι τοιοῦτον τῇ παιδὶ | |
30 | πειρατήριον. Ἀφεμένη τῆς κρίσεως τὴν Παύλου μετ‐ εδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤ‐ ῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον. Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρα‐ τεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν | |
35 | ἐρημίᾳ λῃστήν. Καὶ δὴ πληρούσῃ τὴν ὁδὸν τῇ γενναίᾳ ἱππόπορνος κατόπιν ὁ μνηστὴρ ὀπιπεύων ἐπωλόλυζε σύλληψιν· ἄπορος πανταχόθεν στενοχωρία· ὁ πολεμῶν ἰσχυρὸς, ἡ πολεμουμένη σαθρά. Ποῦ τις ἐν ἐρημίᾳ καταφυγῆς καταφυγή; Στραφεῖσα δὲ πρὸς οὐρανὸν | |
40 | ἡ παρθένος, πρὸς τὸν πᾶσι πανταχοῦ τοῖς καλοῦσι παρόντα σὺν οἰμωγαῖς ἀνωλόλυζε· Κύριε ὁ Θεός | |
μου, ἐπὶ σοὶ ἤλπισα. *** | 747 |