TLG 2062 128 :: JOANNES CHRYSOSTOMUS :: De beato Abraham [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De beato Abraham [Sp.] Citation: Vol — pg — (ln) | ||
50.737(1t) | ΛΟΓΟΣ | |
2t | ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΑΒΡΑΑΜ. | |
---|---|---|
3 | Εἴδετε πολιὰν σφριγῶσαν, καὶ γῆρας ἀκμάζον; εἴδετε ἀθλητὴν γενναῖον πρὸς φύσιν καὶ σπλάγχνα | |
5 | παραταξάμενον; εἴδετε ἄνδρα ἐν ἐσχάτῃ πολιᾷ ἀδά‐ μαντος στεῤῥότερον; Κεχάλαστο μὲν αὐτοῦ ὁ τόνος τῶν σαρκῶν, νενεύρωτο δὲ αὐτοῦ ὁ τόνος τῆς πίστεως. Τοιαῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κατορθώματα, ὅτι ἡ ἀτονία τοῦ σώματος οὐδὲν λυμαίνεται τὴν προθυμίαν | |
10 | τῆς πίστεως· κόσμος γὰρ Ἐκκλησίας πολιὰ κατεσταλ‐ μένη, καὶ πίστις ἐπτερωμένη, καὶ ἐν τούτῳ χαίρει ἡ Ἐκκλησία μᾶλλον. Ἐπὶ μὲν γὰρ τῶν ἔξω πραγμάτων ὁ γέρων ἄχρηστος, εἰς οὐδὲν ἐπιτήδειος, ἀλλὰ παν‐ ταχοῦ συγγνώμης ἀπολαύει, διὰ ἀτονίαν μὴ δυνάμενος | |
15 | χρησιμεῦσαι τοῖς ἀναγκαίοις. Οἷόν τι λέγω· Οὐ δύνα‐ ται ὁ γέρων εἰς πόλεμον παρατάξασθαι, οὐχ ἵππῳ ἀναβῆναι, οὐ δόρυ κινῆσαι, οὐκ ἀσπίδα σεῖσαι, οὐχ ἡλίου θερμότητα ὑπενεγκεῖν, οὐχ ὁδοιπορίας μέγεθος βαστάσαι, οὐ λιμοῦ δεινότητα ὑπομεῖναι, οὐ θορύβων | |
20 | ὄγκον· ἀλλ’ ἐν ἡσύχῳ τόπῳ καθέζεται, συνήγορον ἔχων τὴν πολιάν. Τοῦτο δὲ καὶ ἐπὶ τῶν πλοίων ἴδοι τις ἄν· Οὐ δύναται ὁ γέρων ἐπὶ τῶν οἰάκων καθεσθῆ‐ ναι, οὐ πελάγη τεμεῖν, οὐ κώπην ἐλάσαι, οὐχ ἱστίον κρεμάσαι, οὐκ ἐναντίοις ἀνέμοις παρατάξασθαι, οὐ | |
25 | κρύους δριμύτητα ὑπομεῖναι, οὐκ ἄλλο τι τῶν τοιού‐ των δύναται ποιῆσαι· ἀλλὰ καθέζεται ἐν τῇ νηῒ τὴν ἐπὶ τῆς ἡλικίας ἔχων συγγνώμην. Τοῦτο δὲ καὶ ἐπὶ τῶν γηπόνων ἔστιν ἰδεῖν· οὔτε γὰρ ἄροτρον ἑλκύσαι δύναται, οὔτε αὔλακα ἀνατεμεῖν, οὔτε πωλο‐ | |
30 | δάμνης γενέσθαι, οὔτε βοῶν ἰσχυρῶν ὑπενέγκαι ἰσχὺν, οὔτε καύματος πόλεμον, οὔτε θερμότητος ὄγκον, οὔτε σκαπάνης βάρος, οὔτε ἄλλο τι τῶν πρὸς τὴν γῆν χρησιμευόντων· ἀλλὰ καθέζεται ἐν τῷ οἴκῳ, συνήγορον ἔχων τὴν πολιάν. Ἀλλ’ οὐ τὰ τῆς Ἐκκλη‐ | |
35 | σίας τοιαῦτα, ἀλλ’ ὅταν γηράσωσιν οἱ ἐν ἀρετῇ διά‐ γοντες, τότε μᾶλλον χρήσιμοι καθίστανται· οὐ γὰρ σαρκῶν εὐτονία, ἀλλὰ πίστεως ἐπίτασις ζητεῖται. Τοιοῦτος ἦν Ἀβραὰμ, κεχαλασμένος μὲν τῷ τόνῳ τῶν σαρκῶν, νενευρωμένος δὲ τῷ τόνῳ τῆς πίστεως. | |
40 | Γέρων ἦν, ἀλλ’ ἐν ἐσχάτῃ πολιᾷ πρὸς φύσιν ἐμάχετο, τρόπαια νίκης μεγάλα στήσας· γέρων ἦν, ἀλλὰ σιδήρου εὐτονώτερος, καὶ ἀδάμαντος στεῤῥότερος. Καὶ ὅτε μὲν ἐν νεότητι ἦν, οὐδὲν τούτων κατώρθω‐ σεν· ὅτε δὲ παρέδραμεν ὁ χρόνος τῆς ἡλικίας, τότε τὸ | |
45 | τρόπαιον τῆς νίκης ἔστησεν· ἐν ἐσχάτῃ ἦν πολιᾷ, ἀλλ’ ἐμπόδιον ἡ πολιὰ οὐκ ἐγένετο. Διὸ καὶ ὁ Θεὸς, εἰδὼς τὴν εὐτονίαν αὐτοῦ, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγ‐ γενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ | |
50.737(50) | δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ὑπήκουσεν | |
Ἀβραὰμ τῷ λόγῳ, καίτοι γέρων ὢν λοιπὸν, καὶ ἄτο‐ | Column end | |
50.738(3) | νος τῷ σώματι, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Ποῦ ἀπέρχωμαι ἐν ἐσχάτῃ πολιᾷ; καταλίπω τὸν οἶκον τοῦ | |
5 | πατρός μου, καὶ τὴν γῆν ἐν ᾗ ἐγεννήθην, ὅπου πε‐ ριουσία χρημάτων, καὶ περιφάνεια γονέων· ὅπου κτῆσις πολυτελὴς, καὶ φίλων εὐημερία; ἀλλ’ ἐλυ‐ πεῖτο μὲν πρὸς τὸ παρὸν, οὐ παρήκουε δέ· ὡς φιλό‐ τοπος γὰρ ἠγωνιᾶτο καταλιπεῖν, ὡς φιλόθεος δὲ ἐπεί‐ | |
10 | θετο καὶ ὑπήκουε· καὶ τὸ θαυμαστὸν, οὔτε εἶπεν αὐτῷ ὁ Θεὸς εἰς ποῖον τόπον, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὀνόματος ἐγύμνασεν αὐτοῦ τὴν προαίρεσιν. Εἰ γὰρ εἶπεν αὐτῷ, ὅτι εἰς γῆν σε ἔχω ἀπαγαγεῖν ῥέουσαν γάλα καὶ μέλι, εὑρίσκετο ὁ Ἀβραὰμ οὐ φωνῇ Θεοῦ | |
15 | ὑπακούσας, ἀλλὰ γῆν γῆς προκρίνας. Ἐξῆλθεν οὖν Ἀβραὰμ μὴ ἐπιστάμενος ποῦ ἀπέρχεται. Εἶδες πολιὰν σεμνυνομένην ἐν κατορθώμασι; Τοιαῦτα γὰρ, ὡς προεῖπον, τὰ ἡμέτερα· οὐκ ἀτονία γήρως αὐτὰ καταβάλλει, οὐ χρόνος αὐτὰ μαραίνει· οὐ γὰρ | |
20 | ἐν σώμασίν ἐστιν ἡ πολιὰ, ἀλλ’ ἐν ψυχῇ· διὸ καὶ ἀγήρατά ἐστιν. Ἐξῆλθεν οὖν Ἀβραὰμ μηδὲν εἰλη‐ φὼς, ἀλλ’ ἔτι ἐν σκηναῖς κατοικῶν· καὶ οὐκ ἠπίστη‐ σεν, οὐδὲ ἠγωνίασεν· εἶχε γὰρ ἐνέχυρον ἀξιόπιστον τοῦ καλέσαντος τὴν φωνήν. Ἦν δὲ αὐτὸς ἄγονος, καὶ | |
25 | οὐκ ἐτέκνου, ἀλλ’ οὔτε Σάῤῥα ἡ τούτου γυνή· ἔλαβε δὲ ἐξ ἐπαγγελίας υἱὸν τὸν Ἰσαάκ· ὅτε δὲ ἡ φύσις ἀπηγόρευσε, τότε ἡ χάρις ἐδωρήσατο· ἔλαβεν ἀξιό‐ πιστον μισθὸν ὑπακοῆς, ἀλλὰ τοῦτο μὴ εἰδώς· εἰ γὰρ ᾔδει, οὐδὲν ἀξιόπιστον ἦν ποιήσας. Καὶ ἵνα μάθῃς, | |
30 | ὅτι οὐ διὰ τοῦτο ὑπήκουσε, βλέπε πῶς καὶ αὐτὸν κελευόμενος ἀνελεῖν οὐ παρακούει, ἀλλὰ τὴν φύσιν ῥίπτει, καὶ τὴν φιλοθεΐαν ἀσπάζεται, τὰ σπλάγχνα καταπατεῖ, καὶ τοῦ καλέσαντος οὐκ ἀφίσταται. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ | |
35 | εἶπεν· Ἰδοὺ ἐγώ· καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Οὔτε τὸ ὄρος αὐτῷ ἐδήλω‐ σεν, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὄρους εἰς πλείονα αὐτὸν | |
40 | ἀθυμίαν ἐνέβαλεν. Ἀλλ’ ὅμως τούτων οὐδὲν τὸν Ἀβραὰμ ἐθορύβησε· μᾶλλον δὲ καὶ ἐθορύβησεν· ἔπασχε μὲν γὰρ τὰ τοῦ ἀνθρώπου, οὐκ ἔπασχε δὲ τὰ τῆς ἁμαρτίας· ἐκλυδωνίζετο μὲν ὡς πατὴρ, οὐ κα‐ τεποντίζετο δὲ ὡς φιλόθεος· τὰ σπλάγχνα ἀνήπτετο, | |
45 | ἀλλ’ ἡ πίστις ἐνίκα. Μὴ γὰρ εἴπῃς, ὅτι οὐδὲν ἔπα‐ σχεν ὁ Ἀβραάμ· ἐννόησον πῶς ἐπυρπολεῖτο ὑπὸ τῶν σπλάγχνων ἐλαυνόμενος, καὶ βλέπε τὴν φιλοσοφίαν αὐτοῦ. Οὐδὲ τῇ Σάῤῥᾳ λέγει· ἐδεδοίκει γὰρ, μή ποτε ἐμποδίσῃ τῷ μυστηρίῳ τῷ ἐπιτελουμένῳ. Εἰ γὰρ | |
50.738(50) | εἶπεν, εἰκὸς αὐτὴν ἐπιστομίζειν, καὶ λέγειν· Ποῦ ἀνάγεις τὸν υἱόν σου, ὃν παρ’ ἐλπίδας ἔλαβον, ὃν κατ’ ἐπαγγελίαν ἐδεξάμην, ὃν ἀντὶ τῆς φιλοξενίας ἔλαβον, ὃν ἐν ἐσχάτῳ γήρᾳ ἐχαρίσατό μοι ὁ Θεός; | |
ποῦ αὐτὸν ἀνάγεις; ποῦ αὐτὸν λαμβάνεις; οὐδείς σοι | 737 | |
50.739 | ὤφθη; πῶς γὰρ Θεός σοι εἶχεν ὀφθῆναι, καὶ ζητεῖν τὸν υἱὸν, ὃν παρ’ ἐλπίδα μοι ἔδωκεν; αὐτὸς ἐχα‐ ρίσατο, καὶ αὐτὸς λαμβάνει; εἰ διὰ τὸ λαβεῖν αὐτὸν ἔδωκε, βέλτιον, εἰ μὴ ἔδωκεν· οὐ γάρ ἐστι τοσοῦ‐ | |
5 | τος πόνος τὸ μὴ ἔχειν, ὅσον τὸ λαβεῖν καὶ ἀπολέσαι. Ἐννόησον τὴν Σάῤῥαν ἀναπτομένην καὶ πυρπολου‐ μένην, καὶ ὑπὸ τῆς φύσεως ἐλαυνομένην, καὶ τὴν μήτραν αὐτῆς διαστρεφομένην, καὶ τὰ σπλάγχνα αὐ‐ τῆς ἀλλοιούμενα· συμπαθεῖς γὰρ αἱ γυναῖκες περὶ | |
10 | τὰ τοιαῦτα· ὅσον γὰρ μαλακωτέρα καὶ συμπαθεστέρα, τοσοῦτον ἔμελλε διισχυρίζεσθαι πρὸς τὸν Ἀβραὰμ, καὶ ἐνεποδίζετο ἡ θυσία, καὶ τὸ μυστήριον κατηρ‐ γεῖτο. Τί γὰρ ἂν οὐκ ἐποίησεν ἡ Σάῤῥα πρὸς τὸ ἀπο‐ σπάσαι τὸν υἱὸν αὐτῆς; οὐ γὰρ ἠδύνατο βαστάσαι τὸ | |
15 | γινόμενον, τὸν παρ’ ἐλπίδας υἱὸν μέλλοντα ἀναιρεῖ‐ σθαι, καὶ ἐν αὐτῷ τῷ γήρᾳ δεδωρημένον αὐτῇ μέλ‐ λοντα σφάζεσθαι, πατρὸς χεῖρας τεκνοφονίαν μελ‐ λούσας ἐργάζεσθαι· οὐκ ἂν ἐβάσταζε τοιαῦτα ἡ Σάῤῥα, ἀλλὰ πολλὴν ἂν εἰργάσατο μάχην μετὰ τοῦ Ἀβραὰμ, | |
20 | τῆς δὲ μάχης γινομένης ἀνάγκη ἐνέδραν τινὰ παρα‐ κολουθῆσαι, ἐνέδρας δὲ παρακολουθούσης ἐνεποδίζετο τὸ μυστήριον. Οὐκ εἶπεν οὖν Ἀβραὰμ τῇ γυναικὶ, ἵνα μὴ φιλονεικία γένηται, ἵνα μὴ, γενομένης τῆς φιλονεικίας, εἰς μάχην προέλθῃ τὸ πρᾶγμα, ἵνα μὴ, | |
25 | εἰς μάχην προελθόντος τοῦ πράγματος, εἰς μερισμὸν περὶ τοῦ υἱοῦ προχωρήσῃ, ἵνα μὴ, εἰς μερισμὸν προ‐ χωροῦντος τοῦ υἱοῦ, χρονίσῃ ἡ ἐπαγγελία, ἵνα μὴ, χρονισάσης τῆς ἐπαγγελίας, τὸ πρᾶγμα ἐνεδρευθῇ, ἵνα μὴ, τοῦ πράγματος ἐνεδρευθέντος, ἀτέλεστον | |
30 | μένῃ τὸ μυστήριον. βʹ. Ἀλλ’ ὁ φιλόσοφος Ἀβραὰμ, ὁ ἀθλητὴς, καὶ πρὸς φύσιν ἀγωνιζόμενος, καὶ πρὸς σπλάγχνα πυκτεύων, καὶ κατὰ τῆς φύσεως ὁπλιζόμενος, οὐ παρήκουσεν, ἀλλ’ ἐπιτάγματι τοῦ Θεοῦ εἴκων, ἤκουσε τῆς ἀγγε‐ | |
35 | λίας, καὶ εὐθὺς λαμβάνει τὸν υἱόν. Ἡδέως ἐνδια‐ τρίβω τοῖς ῥήμασι τούτοις· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀν‐ ένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω· καὶ λαβὼν ὁ Ἀβραὰμ τὸν | |
40 | Ἰσαὰκ, καὶ τὴν ὄνον, καὶ τοὺς δύο παῖδας, ἀπῄει· εἶτα φθασάντων αὐτῶν ἔν τινι τόπῳ, λέγει τοῖς παισί· Καθίσατε, φησὶν, ὑμεῖς ὧδε· ἐγὼ δὲ καὶ τὸ παι‐ δάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαν‐ τες πάλιν ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἄκων προ‐ | |
45 | εφήτευσεν ὁ Ἀβραὰμ, τῆς θείας χάριτος αὐτῷ συν‐ εργούσης. Σφάξαι ἀνέρχῃ τὸν υἱόν σου, καὶ λέγεις, Ἀναστρέψομεν; Ὡς ζητεῖ κρύψαι τοὺς παῖδας, προφήτης καθίσταται. Καὶ ἔθηκε τὰ ξύλα ἐπὶ τοὺς ὤμους τοῦ Ἰσαὰκ, καὶ λαβὼν πῦρ καὶ μάχαιραν | |
50.739(50) | ἀνέβη ἐπὶ τὸ ὄρος. Καὶ τί φησιν ὁ Ἰσαὰκ πρὸς τὸν πατέρα; Πάτερ. Ὁ δὲ, τί ἐστι, τέκνον; Καί φησιν· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ δὲ πρὸς αὐτόν· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἰδοὺ καὶ | |
55 | δευτέρα προφητεία· οὐ στέγω οὔτε τὰ ῥήματα παρ‐ ελθεῖν, οὔτε παραδραμεῖν τὰ γεγενημένα. Ἐννόησον ὀνόματα μέλλοντα πραγμάτων ἐρημοῦσθαι. Οὕτως ἐκεῖνος τὸν πατέρα καλεῖ, κἀκεῖνος πάλιν τὸν υἱὸν, | |
καὶ πρὸς ὥραν μὲν ἦν τὰ ὀνόματα, ἤμελλον δὲ γυ‐ | Column end | |
50.740 | μνοῦσθαι. Ἐννόησον γὰρ, τί ἔπασχεν ὁ Ἀβραὰμ καλούμενος ὑπὸ τοῦ Ἰσαὰκ, ὃν ἤμελλε σφάττειν, πάτερ. Πῶς οὐ διεθρύβη τὰ γόνατα; πῶς οὐ συνεκλάσθη τὰ μέλη; πῶς τὴν διάνοιαν οὐκ ἔπαθε | |
5 | ταῦτα ἀκούσας παρὰ τοῦ υἱοῦ Ἰσαάκ; Ὅμως ἀν‐ ήνεγκε, καὶ συνεπόδισε τὸν Ἰσαὰκ, καὶ ἔλαβε τὴν μάχαιραν τῇ δεξιᾷ χειρὶ, ἵνα σφάξῃ τὸν υἱὸν αὐτοῦ. Ὢ τῆς δεξιᾶς ἐκείνης τῆς κατὰ τοῦ υἱοῦ ὁπλιζο‐ μένης· οὐκ ἔχω πῶς παραστήσω τῷ λόγῳ τὰ γεγενη‐ | |
10 | μένα. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἔπεσε τὸ ξίφος ἀπὸ τῆς χειρός; πῶς οὐ διελύθη ὅλος, καὶ διεθρύ‐ βη; πῶς δὲ ἤρκεσε στῆναι καὶ ἰδεῖν τὸν Ἰσαὰκ δεδε‐ μένον; πῶς δὲ οὐκ ἔμεινε νεκρὸς ἄφνω; πῶς δὲ τὰ νεῦρα αὐτῷ ὑπηρέτησαν; πῶς δὲ ἡ γνώμη ἤρκεσεν, | |
15 | Οὐκ ἔχω, πῶς παραστήσω τῷ λόγῳ τὸ γεγενημένον. Ὅσοι πατέρες ἢ μητέρες, συνέλθετε, χεῖρα ὀρέξατε, βοηθήσατε τῷ λόγῳ· ἀτονῶ γὰρ πρὸς τὰ πράγματα· σύγγνωτε, ἀλλ’ ὑμεῖς συμμαχήσατε. Πολλάκις πέντε ἢ καὶ ἓξ υἱοὺς ἔχει τις καὶ θυγατέρας· καὶ ἐπὰν εἷς | |
20 | ἐξ αὐτῶν ἀῤῥωστήσῃ, περιέρχεται ὅλην τὴν κλίνην ὁ πατὴρ, φιλῶν τοῦ παιδὸς τοὺς ὀφθαλμοὺς, τὰς χεῖρας περιπτυσσόμενος, τὴν ἡμέραν νύκτα λογιζόμενος, καὶ τὸ φῶς σκότος, οὐ τὰ στοιχεῖα μεταβάλλων, ἀλλὰ τῇ ἀηδίᾳ τῆς λύπης οὐκ εὐφραινόμενος ἐπ’ αὐ‐ | |
25 | τοῖς· κλῖναι ἐστρωμέναι ἁπαλαὶ, ἰατροὶ παρακαθεζό‐ μενοι, πολλὴ ἡ δορυφορία τοῦ ἀνωμαλοῦντος, τήκεται ὅλος δι’ ὅλου ὁ πατήρ· κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης | |
30 | μεθύων· καὶ ὁ πᾶς αὐτῷ κόσμος ἀνίατος τοῦ κακοῦ. Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμ‐ πυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον· μᾶλλον δὲ ἵνα καὶ ὅλον ἀναδέξηται, ἵνα τὸ κακούμενον τέκνον ἀπαλλαγῇ τῆς | |
35 | νόσου. Οὐδὲν αὐτῇ ὁ παρὼν βίος, οὐδὲν αὐτῇ ὁ μέλ‐ λων, ἀλλὰ πάντων τούτων τιμιώτερον ἡγεῖται τὸ πᾶσαν ἀναδέξασθαι τὴν νόσον τοῦ τέκνου. Οὐκ ἔχω πῶς παραστήσω τὸ πάθος τοῦτο. Ἐννόησον καὶ τὸν Ἀβραὰμ τὰ αὐτὰ πάσχοντα μὲν, φιλοσοφοῦντα δὲ, | |
40 | καὶ τῷ προστάγματι πειθόμενον· κατεπάτει τὴν φύ‐ σιν, καὶ ἡ ἐντολὴ τῶν σπλάγχνων ἐγίνετο μᾶλλον δυ‐ νατωτέρα. Ἔπασχε μὲν γὰρ ταῦτα, ὡς προεῖπον, ὡς ἄνθρωπος, ἐφιλοσόφει δὲ ὡς φιλόθεος. Καὶ ἦν ἰδεῖν τὸν Ἰσαὰκ μάρτυρα ζῶντα καὶ οὐ ζῶντα, ἀποθανόντα | |
45 | καὶ οὐκ ἀποθανόντα. Ὅσον μὲν γὰρ τῇ προθέσει τοῦ πατρὸς, ἀπέθανεν· ὅσον δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, οὐκ ἀπέθανε· τύπος γὰρ ἦν τοῦ Δεσπότου καὶ εἰκών· ἐχρησίμευσε δὲ ὁ τύπος, καὶ ἐκδέχεται τὴν ἀλήθειαν. Εἶτα συμποδίζεται ὁ Ἰσαὰκ, καὶ οὐ σφαγιάζεται· | |
50.740(50) | ἦλθε γὰρ ἄνωθεν φωνὴ ἐλέου καὶ φιλανθρωπίας γέ‐ μουσα, καὶ ἐπέχει τὸν πατριάρχην ὅλον ἐγκείμενον ὄντα καὶ ἕτοιμον πρὸς τὴν σφαγὴν, καί φησιν· Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Διὰ τί οὐχὶ ἐπὶ τὸν παῖδα, ἀλλ’ Ἐπὶ | |
55 | τὸ παιδάριον; διὰ τί εὐτελίζει; Ἄνθρωπος γὰρ ἦν· Υἱοῦ δὲ ἦν χρεία, οὐ παιδαρίου· οὐ δούλου, ἀλλ’ Υἱοῦ ἀληθινοῦ μονογενοῦς, παρὰ Πατρὸς ἀπεσταλμέ‐ νου πρὸς ἡμᾶς. Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ | |
παιδάριον. Ἠρκέσθης τῷ τύπῳ, ἐκδέχου τὴν ἀλή‐ | 739 | |
50.741 | θειαν. Καὶ προφητεύει μὲν Ἀβραὰμ παραλογιζόμενος τοὺς παῖδας· ὁρᾷ δὲ ἀποβαίνουσαν ἐν τοῖς ῥηθεῖσι τὴν ἀλήθειαν· τί γάρ φησι; Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως | |
5 | ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Εἶπεν οὐχ οὕτως ἔχων· ἀπέβαινε δὲ μᾶλλον ὡς ἔλεγεν, ἢ ὥσπερ ἐφρόνει. Τοὺς παῖδας δὲ καταλιμ‐ πάνει, ἵνα μὴ βιασθῇ θεομάχον βίαν· μὴ νομίσαντες πρεσβυτικόν τι πάθος ὑπομεμενηκέναι τὸν γέροντα, | |
10 | ἐπισχῶσιν αὐτοῦ τὴν πρὸς τὸ θῦσαι ὁρμὴν, εἰπόντες, τί ποιεῖς, ὦ δέσποτα; τὸν ἐξ ἐπαγγελίας θύεις, τὸν ἀγαπητὸν, τὸν θεοδώρητον, τὸν γηρώκομον, τὸν κλη‐ ρονόμον, τὸν σὸν διάδοχον, τὸν Σάῤῥας υἱόν; τί ποιεῖς σκόπησον, ἀνακοίνωσαι τῇ συμβίῳ, τῇ κοινωνῷ | |
15 | τῆς γονῆς, τῇ ἐπ’ αὐτῷ τὰς ὠδῖνας ὑπομεινάσῃ· ἡμᾶς σφαγίασον πρῶτον, καὶ οὕτως τὸν υἱόν. Ἀλλ’ ὁ σοφὸς πρεσβύτης οὐ παραλαμβάνει τοὺς ὀφείλοντας ἐμπο‐ δίζειν αὐτὸν, ἀλλὰ ποιεῖ βαστάζειν τὸ θῦμα τὰ ξύλα, ἵνα τὸν τύπον ἔχῃ τοῦ τὸν σταυρὸν βαστάζοντος Σω‐ | |
20 | τῆρος. Βαστάζων δὲ ὁ παῖς καὶ φθεγγόμενος, κινεῖ τὰ πατρῷα σπλάγχνα, ἀλλ’ οὐκ ἐξίστησι τοῦ πρὸς Θεὸν πόθου. Τί γάρ φησι; Πάτερ. Ἐννόει δὲ οἵα ἦν ἡ φωνὴ, Πάτερ. Καὶ γὰρ καὶ ἡμεῖς ὅτε θύειν μέλ‐ λομεν ἢ ἀρνίον ἢ ἄλλο τι τῶν ζώων, καὶ εἴδομεν βλη‐ | |
25 | χώμενον, καὶ ἠρεμαίᾳ φωνῇ πρὸς ἡμᾶς φθεγγόμενον, ἐλεοῦμεν, οἰκτείρομεν ἄναρθρον προφέρον τὴν φω‐ νήν. Ἐννόησον οὖν τοῦτο τὸ πρόβατον τί ἐποίησεν ἂν, εἰ πρὸς ἀσθενῆ διελέγετο· Πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρ‐ | |
30 | πωσιν; αὐτὸς δὲ ἦν κατὰ τὴν τοῦ πατρὸς γνώμην ὁ λαλῶν τὸ πρόβατον ἐρεθίζον τὸν ἱερέα εἰς εὐσπλαγχ‐ νίαν. Οὐκ ἐμαθήτευσε γὰρ Χριστῷ τῷ λέγοντι· Ὁ φιλῶν πατέρα ἢ μητέρα, ἢ υἱὸν ἢ θυγατέρα, ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἐμιμεῖτο δὲ Πατέρα περὶ | |
35 | οὗ εἴρηται· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Ποῦ ἐστι τὸ πρόβατον; νουνεχῶς ὁ παῖς. Τί οὖν ὁ πα‐ τήρ φησιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλο‐ κάρπωσιν, τέκνον· οὐκ οἰκέτην, ἀλλ’ Υἱόν. Ἐκεῖνος | |
40 | μονογενὴς, καὶ ὁ Θεὸς μονογενής· ἐκεῖνος ἐπὶ τῶν ὤμων τὰ ξύλα, καὶ ὁ Χριστὸς ἐπὶ τῶν ὤμων τὸν σταυρόν· ἐκεῖνος μηδὲν ἁμαρτήσας ἤμελλε σφάζεσθαι, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ μηδὲν ἁμαρτήσας ἐσταυρώθη· ἐκεῖνος καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ὁ Υἱὸς τοῦ | |
45 | Θεοῦ ὁ μονογενὴς καὶ ἐσφάγη καὶ οὐκ ἐσφάγη, καὶ ἀπέθανε καὶ οὐκ ἀπέθανεν· ὅσον μὲν γὰρ εἰς προαί‐ ρεσιν, ἀπέθανεν, ὅσον δὲ εἰς ἔκβασιν πραγμάτων, οὐκ ἀπέθανεν [ἐκεῖνος]· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ τῇ σαρκὶ ἀπέθανεν, ἀλλ’ ἡ θεότης ἀπαθὴς ἔμεινεν. | |
50.741(50) | γʹ. Ἀεὶ γὰρ ὁ Θεὸς, ὅταν μέλλῃ πρᾶγμα μέγα διοι‐ κεῖν παρὰ τοῖς ἀνθρώποις, προλαμβάνει, καὶ τὴν σκιὰν αὐτοῦ προζωγραφεῖ, ἵνα ὅταν ἔλθῃ ἡ ἀλήθεια, μὴ ἀπιστήσωσι περὶ αὐτῆς, ἵνα, τῆς εἰκόνος προλαβούσης, μὴ ἀπιστήσωσι τῇ ἀληθείᾳ. Οἷόν τι λέγω· ἔμελλεν ἡ | |
55 | παναγία παρθένος γεννᾷν, καὶ ἄπιστον ἦν τὸ πρᾶγμα· πῶς παρθένος γεννήσει παρὰ τὸν νόμον τῆς φύσεως; τὸ γὰρ γεγεννημένον παρ’ ἀκολουθίαν φύ‐ σεως. Τίς ἐξ αἰῶνος εἶδε παρθένον γεννήσασαν; Ἵνα | |
οὖν μὴ εἰς ἀπιστίαν πολλὴν χωρήσωσιν οἱ Ἰουδαῖοι, | Column end | |
50.742 | προλαμβάνει καὶ σκιαγραφεῖ ἐν τῇ Σάῤῥᾳ τὴν ἀλή‐ θειαν, ἵνα ὅταν ἀπορήσωσιν, πῶς ἡ παρθένος ἐγέν‐ νησε, μᾶλλον ἀναμνησθέντες εἴπωσι, πῶς ἡ Σάῤῥα ἐγέννησε; μᾶλλον δὲ ἐκείνῳ τῷ λόγῳ, πῶς ἡ γῆ παρ‐ | |
5 | θένος οὖσα ἐγέννησε; Σκαπάνη οὐκ ἦν, ὁ γεωργῶν αὐτὴν οὐχ ὑπῆρχεν, ὑετὸς οὐ κατῆλθε, βοτάνη εἰς αὐτὴν οὐκ ἀνῆλθεν, αὖλαξ αὐτῆς οὐκ ἀνετμήθη, χέρσος ἦν, σπερμάτων καταβολὴν οὐκ ἐδέξατο, ψεκὰς οὐκ ηὔφρανεν αὐτήν. Εἰπέ μοι οὖν, πῶς παρθένος | |
10 | οὖσα τὰ μυρία γένη τῶν βοτανῶν ἐβλάστησεν; Ἀλλ’ οὐκ ἔχεις ἑρμηνεῦσαι τὸ γεγενημένον, ἀλλὰ λέγεις, ὡς ἠθέλησεν ὁ Θεός. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς παρθένου, ἐπειδὴ ἀπορεῖς, μάθε μὴ περιερ‐ γάζεσθαι ὅταν Θεὸς ἐργάζηται· μὴ ἐρώτα τὰ κατὰ | |
15 | φύσιν, ὅταν ὁ τῆς φύσεως τεχνίτης ἐργάζηται· μὴ πολυπραγμόνει. Εἶπε, Βλαστησάτω ἡ γῆ, καὶ εὐ‐ θέως εἰσῆλθεν ὁ λόγος εἰς τὰς λαγόνας τῆς γῆς, καὶ διήγειρεν αὐτῆς τὰς ὠδῖνας, καὶ ἡ παρθένος ἐγέννα. Λόγος εἷς ἦν ὁ προελθὼν, καὶ μυρία γένη τῶν βο‐ | |
20 | τανῶν ἐβλάστησε, καὶ ἡ γῆ τὸν ἴδιον ἀνελάμβανε κόσμον διὰ τοῦ λόγου· Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινο‐ μένην, τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λει‐ μῶνας, τὰ ἄνθη, τὰ δένδρα, τὴν ἄμπελον, τὴν ἐλαίαν, τὰ μυρία γένη τῶν δένδρων, τὰ ἄωρα, τὰ ὥριμα, | |
25 | τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, τὰ παρὰ λίμνας, τὰ παρὰ ποταμοὺς, τὰ παρὰ πηγὰς, τὰ ἐν τοῖς ὄρεσι. Λόγος εἷς ἦν ὁ ἐργαζόμενος, καὶ ἡ γῆ τὴν οἰκείαν εὐπρέπειαν ἀπελάμβανεν. Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, πῶς τοῦτο· ἀλλ’ οὐκ ἔχεις. Ὁρᾷς πῶς ἡ | |
30 | πλάνη παρ’ ἑαυτῆς ὑποσκελίζεται; Πρόσεχε ἀκριβῶς. Ὡς γὰρ ἔλεγον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν τι πρᾶγμα ἄπιστον δοκοῦν εἶναι τοῖς ἀνθρώποις, προλαμβάνει τὸν τύπον καὶ τὴν σκιὰν, ἵνα μὴ αἰφνίδιον ἐλθοῦσα ἡ ἀλήθεια εἰς ἀπιστίαν αὐτοὺς ἐμβάλῃ. Ἔδει κατ‐ | |
35 | ελθεῖν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ βαπτίσαι τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποπνῖ‐ ξαι, καὶ τὸν ἀνανεῶσαι θέλοντα τὴν ἁμαρτίαν κα‐ ταποντίσαι, καὶ τὴν εὐλογίαν ἐπαναγαγεῖν, καὶ τὴν κατάραν ἀφανίσαι, καὶ τὴν δικαιοσύνην χαρίσασθαι, | |
40 | καὶ τοὺς ἀνθρώπους ἀγγέλους ποιῆσαι· μοιχὸν ἔμελλε λαμβάνειν, καὶ υἱὸν ποιεῖν· ὅπερ οὖν καὶ ἐποίησε· μὴ ὄντα ἄξιον γῆς ἤμελλε λαμβάνειν, καὶ ἄξιον οὐ‐ ρανοῦ ποιεῖν. Ἐπεὶ οὖν τοῦτο μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον τοῖς πολλοῖς, πῶς ἡ αὐτὴ φύσις τὸν ἕνα | |
45 | ἄνθρωπον πνίγει καὶ δικαιοῖ, τὴν ἁμαρτίαν ἀφανί‐ ζει, καὶ τὴν ἀλήθειαν ἐπανάγει· ἵνα οὖν μὴ λέ‐ γωσιν Ἰουδαῖοι, μῦθος τὰ τῶν Χριστιανῶν, πῶς οἷόν τε τὸ αὐτὸ ὕδωρ τὸν μὲν πνίγειν, τὸν δὲ ζωοποιεῖν; ἕν ἐστι τὸ ὕδωρ, καὶ πῶς δύναται δύο ἐνεργείας ἔχειν; | |
50.742(50) | Τί οὖν προδιοικεῖ ὁ Θεὸς, ἵνα ἡ ἀναισχυντία τῶν Ἰου‐ δαίων ἐλέγχηται; Οἱ υἱοὶ Ἰσραὴλ κατεπονοῦντο ἐν Αἰ‐ γύπτῳ, ἐν τοῖς ἔργοις, καὶ τῇ πλίνθῳ προσηλωμένοι καὶ τοῖς ἄλλοις πονήμασι· καὶ ἐβόων κλαίοντες καὶ λέγοντες, τίς ἡμᾶς ῥύσεται ἐκ τῆς δουλείας | |
55 | τῶν Αἰγυπτίων; ἀπολώλαμεν, ἐξολώλαμεν ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Τί οὖν; εἰσήκουσεν αὐτῶν ὁ Θεὸς, καὶ πέμπει τὸν Μωϋσέα, σημείοις καὶ τέρασιν αὐτὸν ὁπλίσας. Ἦλθεν ὁ Μωϋσῆς φέρων τὰς κατὰ τοῦ Φαραὼ τιμωρίας· στρατόπεδον πονηρῶν ἀκρίδων | |
60 | ἐπήγαγε, βροῦχον ἐκέλευσε, καὶ παρεγένετο· τὸ ὕδωρ | |
εἰς αἷμα μετέβαλε, φλυκτίδας ἐποίησεν ἀναζέσαι ἐν | 741 | |
50.743 | τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. Εἶτα ὡς μετὰ τὰς πληγὰς ταύτας οὐκ εἶξεν ὁ Φαραὼ, λοιπὸν ὁ Θεὸς θάνατον τῶν πρωτοτόκων ἐπάγει· εἶτα, ἵνα ἐπιτέμω τὸν λόγον (χρὴ γὰρ ἐπιτεμεῖν, ἵνα μὴ περὶ τὰ αὐτὰ | |
5 | εἱλούμενοι μὴ πληρώσωμεν τὴν ὑπόσχεσιν), ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, καὶ ἦλθον παρὰ τὴν θάλασσαν. Ἐστρατοπέδευσε Φαραὼ ὀπίσω αὐτῶν μετὰ πλήθους ἁρμάτων καὶ ἵππων· ὡς δὲ εἶδεν Ἰσραὴλ τὴν παρά‐ ταξιν, ἐφοβήθη. Ἦλθον δὲ ἐπὶ τοῦ χείλους τῆς θα‐ | |
10 | λάσσης· καί φησιν ὁ Θεὸς τῷ Μωϋσεῖ, Τί βοᾷς πρός με; καὶ μὴν οὐδὲν ἔλεγε Μωϋσῆς. Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ’ ἐν τῇ γνώμῃ. Τί βοᾷς πρός | |
15 | με; Τὰ μὲν γὰρ χείλη αὐτοῦ οὐκ ἐλάλει, ἡ δὲ καρδία ἐβόα· εὐχὴ γὰρ ἀπὸ γνώμης ἀγαθῆς ζητεῖται, οὐκ ἀπὸ κραυγῆς ἰσχυρᾶς. Τί βοᾷς πρός με; Ἔκτεινον τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου ἐπὶ τὸ ὕδωρ, καὶ δίελθε σὺ καὶ πᾶς Ἰσραήλ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν | |
20 | ῥάβδον τὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων ἐχερσώθη, καὶ τῆς ἰδίας φύσεως ἐπελάθετο. Τοιοῦτον γὰρ τὸ στοιχεῖον, ὅταν νεύσῃ ὁ Θεὸς, καὶ αὐτὰ τῆς οἰκείας φύσεως ἐπιλανθάνεται, καὶ τὴν ἐνέργειαν χαλινοῖ. Καθάπερ | |
25 | γὰρ θεραπαινὶς εὐγνώμων ἡ θάλασσα, Δεσπότου δοῦ‐ λον ἰδοῦσα, ἐπείθετο καὶ ὑπήκουσεν· ὑπήκουσε δὲ οὐ ξύλον τὸ ξηρὸν αἰδουμένη, ἀλλὰ διὰ τὸν μέλλοντα ἐν τῷ ξύλῳ σταυροῦσθαι. Εἶδεν οὖν τὴν εἰκόνα, καὶ εὐ‐ θὺς ἐνενόησε τὴν ἀλήθειαν, καὶ ὑπεχώρησε. Πάρελθε, | |
30 | φησὶ, σὺ καὶ πᾶς ὁ λαὸς Ἰσραήλ. Εἶτα παρῆλθεν αὐτὸς καὶ πᾶς Ἰσραήλ· ἐπηκολούθησαν δὲ καὶ οἱ Αἰγύπτιοι καταδιώκοντες ἐκείνους, ὅ τε Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ καὶ οἱ ἱππεῖς. Εἶτα τῶν υἱῶν Ἰσραὴλ παρελθόντων ἐπῆλθε τὸ ὕδωρ καὶ ἐκάλυψε | |
35 | τοὺς Αἰγυπτίους. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, πῶς τὸ ὕδωρ τὸ ἐπὶ τοῦ βαπτίσματος δύο ἐνεργείας ἔχει, καὶ τὸν μὲν πνίγει, τὸν δὲ ζωοποιεῖ; εἰπέ μοι, πῶς ἡ θάλασσα ἐκείνη, μία οὖσα τῇ φύσει, τοὺς μὲν ἐζωο‐ ποίησε, τοὺς δὲ ἀπέκτεινε, τοὺς μὲν ἀπέπνιξε, τοῖς | |
40 | δὲ ὁδὸς ἐγένετο, καίτοι μία ἦν ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων; καὶ πῶς τοὺς μὲν δούλων δίκην ᾐδέσθη, ἐν ἐκείνοις δὲ βαρβάρων τρόπον ἐμιμήσατο; Ἑρμήνευ‐ σόν μοι τοῦτο, ὦ Ἰουδαῖε, ὁ ἀπιστῶν τῷ σταυρῷ, πῶς τὸ αὐτὸ ὕδωρ ἐκείνους ἔπνιξε, καὶ τούτους ἔσω‐ | |
45 | σεν. Ἓν ἦν τὸ ὕδωρ, μία ἡ θάλασσα, καὶ τῶν μὲν οὔτε πόδα ἔβρεξε, τῶν δὲ οὔτε ἴχνος ἀφῆκεν, ἀλλ’ ἅπαντας λαβοῦσα ἐκάλυψε τῷ ὕδατι, καὶ κοινὸν τάφον εἰργάσατο ἡ θάλασσα παντὶ τῷ δήμῳ τῶν Αἰγυπτίων. Εἰπέ μοι οὖν τοῦτο πῶς ἐγένετο. Ὁρᾷς πῶς ἡ σκιὰ | |
50.743(50) | προῆλθεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια; πῶς ἐκεῖνα μὲν σκιὰ, ταῦτα δὲ ἀλήθεια; ἐκεῖνα σκιὰ, ταῦτα δὲ πράγματα; Ὁρᾷς, ὡς εἶπον, ὅταν μέλλῃ ὁ Θεὸς διοι‐ κεῖν πρᾶγμά τι ξένον, προδιατυποῖ πρῶτον καὶ σκια‐ γραφεῖ, ἵνα οὕτως προελθοῦσα ἡ ἀλήθεια εὐπρόσδε‐ | |
55 | κτος γένηται; Ἀνάγκη γὰρ τὴν εἰκόνα ὑποδεεστέ‐ ραν εἶναι τῆς ἀληθείας· εἰ δὲ αὐτοτελὴς ἦν, οὐκ ἔτι σκιὰ, ἀλλὰ ἀλήθεια. Προέλαβέ τε ἡ σκιὰ, καὶ ἦλθεν ἡ ἀλήθεια τῶν χρωμάτων καὶ ἔδειξε καθαρὰν | |
τὴν εἰκόνα. Ἐκεῖνα τύποι, ταῦτα πράγματα· οἷον | Column end | |
50.744 | καὶ ἐπὶ τοῦ προβάτου γέγονεν. Ἤμελλε τῷ αἵματι τοῦ Χριστοῦ ἐλευθεροῦσθαι ἡ οἰκουμένη καὶ κατάρας ἀπαλλάττεσθαι. Ἐπεὶ οὖν τοῦτο πάλιν μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον παρὰ τῇ ἀγνώμονι ψυχῇ τῶν | |
5 | Ἰουδαίων, προδιοικεῖ ὁ Θεὸς καὶ προδιατυποῖ διὰ τοῦ προβάτου· τῶν γὰρ Αἰγυπτίων τὰ πρωτότοκα μέλ‐ λων ἀπολλύειν, ἵνα μὴ συναναιρεθῶσι καὶ τὰ τῶν υἱῶν Ἰσραήλ· τί οὖν· ἵνα γένηται, φησὶν ὁ Μωϋσῆς, μήποτε ὁ ὀλοθρεύων ἄγγελος συνολοθρεύσῃ τὰ τῶν | |
10 | υἱῶν Ἰσραὴλ πρωτότοκα· τί οὖν; λέγει πρὸς αὐτὸν ὁ Θεός· παράγγειλον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτω‐ σαν πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, κατὰ συγγε‐ νείας αὐτῶν· κἂν μὴ εὐπορῶσι, φησὶ, γείτων γείτονα συγκαλέσει, καὶ συγγένεια συγγένειαν συγκαλέσει, | |
15 | καὶ οὕτω λαβόντες τὸ πρόβατον, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, θύσατε, φησὶ, κατὰ συγγενείας καὶ κατ’ οἴκους πατριῶν. Καὶ τὰ μὲν κρέα αὐτοῦ φάγεσθε ὀπτὰ πυρί· μηδὲν ἐξ αὐτῶν καταλείψεται· τὸ δὲ αἷμα αὐτοῦ χρίσατε εἰς τὰς φλιὰς ὑμῶν. Φάγεσθε δὲ αὐτὸ | |
20 | φησὶ, περιεζωσμένοι τὴν ὀσφύν· τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν· καὶ τοῦτο ὡς ὁδοιπόρου σχῆμα· οἱ λύχνοι ὑμῶν καιόμενοι· διὰ τί; Ἑσπέρα γὰρ ἦν καταλαμβάνουσα. Καὶ διὰ τί οὕτως ἔδεσθε ὡς ὁδοι‐ πόροι; Διὰ τί; ἐγὼ λέγω. Καὶ διὰ τὸν τύπον, καὶ διὰ | |
25 | τὴν ἀλήθειαν· ἐπειδὴ πολλάκις ἐπλήγη ὁ Φαραὼ, καὶ οὐκ ἀπέλυσεν αὐτούς· καὶ ἔλεγεν αὐτοῖς Μωϋσῆς· πλήττεται σήμερον καὶ ἀπολύει· ἐπλήσσετο καὶ οὐκ ἀπέλυεν· ἔννατον ἐπλήγη καὶ οὐκ ἀπέλυσεν αὐτούς· τῇ δεκάτῃ δὲ ἤμελλεν αὐτοὺς ἀπολύειν· ὁδοιπόρων, | |
30 | λέγει, λάβετε σχῆμα· μετὰ γὰρ τὸ φαγεῖν ὑμᾶς, οὐδὲν κοινὸν ὑμῖν πρὸς τὴν Αἴγυπτον· λάβετε οὖν, φησὶ, πρόβατον ἄμωμον, ἄρσεν, ἐνιαύσιον, καὶ θύ‐ σατε αὐτό· καὶ χρίσατε τὸ αἷμα αὐτοῦ ἐπὶ τὰς φλιὰς ὑμῶν, ἵνα ἐλθὼν ὁ ἄγγελος, κἂν δι’ ἐκείνους | |
35 | μὴ φείσηται, διὰ τὸν τύπον τοῦ αἵματος φείσηται. Ταῦτα οὐ διὰ τὸν ἄγγελον ἐγένετο, ἀλλὰ διὰ τὸ αἷμα τὸ ἐμὲ σῶσαν· οὐ γὰρ ἠδύνατο ὁ ἄγγελος τὸ παράλ‐ ληλον τῶν Αἰγυπτίων καὶ Ἰουδαίων διαγνῶναι; ὁ τὰ πρωτότοκα εἰδὼς, Αἰγυπτίους καὶ Ἑβραίους δια‐ | |
40 | γνῶναι οὐκ ἴσχυσεν; Ὅταν οὖν ὀνειδίσῃ σε λέγων, εἰς αἷμα ἐλπίζεις; εἰπὲ αὐτῷ, καὶ σύ· οὖκ αἰσχύνῃ, ἀναίσχυντε; σὺ εἰς αἷμα προβάτου ἐσώθης, κἀγὼ εἰς αἷμα Δεσπότου οὐ σώζομαι; Ἰουδαῖος οὖν ἐσθίων, ἐπείγεται ἀπαλλαγῆναι Αἰγύπτου· Χριστιανὸς ἐσθίων, | |
45 | ἐπειγέσθω ἀπαλλαγῆναι τοῦ κόσμου. Καὶ γάρ σοι ὁ Παῦλος οὕτω χρηματίζει· Ἐνδύσασθε θώρακα δι‐ καιοσύνης· ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Ἐκεῖ ὑποδήματα, καὶ ἐνταῦθα ὑποδήματα· ἐκεῖ | |
50.744(50) | βακτηρία, ἐνταῦθα θώραξ· ὁ Μωϋσῆς ὡς ὁδοι‐ πόροις, ὁ Παῦλος ὡς στρατιώταις· ἐκεῖνοι ἀπὸ γῆς εἰς γῆν, διὰ τοῦτο ὁδοιπόροι· ἐγὼ ἀπὸ γῆς εἰς οὐρανὸν, διὰ τοῦτο στρατιώτης· διὰ τί; Ὅτι ἡ ὁδός μου λῃστεύεται κατὰ τὸν ἀέρα, δαίμονές | |
55 | μοι ἀπαντῶσι. Διὰ τοῦτο ἔχω τὴν παῤῥησίαν γε‐ | |
γυμνωμένην, διὰ τοῦτο τὸν θώρακα τῆς δικαιο‐ | 743 | |
50.745 | σύνης, διὰ τοῦτο τὴν ζώνην τῆς ἀληθείας· οὐ γάρ εἰμι ὁδοιπόρος μόνον, ἀλλὰ καὶ στρατιώτης. Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὅρα οὖν πῶς χρηματίζει Παῦλος καὶ πῶς | |
5 | σχηματίζει Μωϋσῆς, πῶς τὰ αἰσθητὰ, πῶς τὰ πνευ‐ | Column end |
50.746 | ματικά. Σπουδάσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, τὸν Ἀβραὰμ μιμήσασθαι, ἵνα ξενισθῶμεν ἐν τοῖς τούτου κόλποις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, | |
5 | καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 745 |