TLG 2062 127 :: JOANNES CHRYSOSTOMUS :: In sanctos Petrum et Heliam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctos Petrum et Heliam [Sp.] Citation: Vol — pg — (ln) | ||
50.725(14t) | ΛΟΓΟΣ ΕΙΣ ΠΕΤΡΟΝ ΤΟΝ ΑΠΟΣΤΟΛΟΝ | |
15t | Καὶ Ἠλίαν τὸν προφήτην. | |
---|---|---|
16 | αʹ. Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι· ἆρα τί τὸ αἴτιον; Μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐ‐ δεὶς ἡμῖν ἀπήντησεν· ἆρα τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν ἐνέβαλε; μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς | |
20 | ὁδοῦ, ἀλλ’ ἡ ῥᾳθυμία αὐτοὺς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι, οὕτω δὴ τὸν ῥᾴθυμον καὶ ἀνα‐ πεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεαν ὑπὲρ τῆς ἀληθείας, σὺ δὲ | |
25 | οὐδὲ βραχείας ὁδοῦ καταφρονεῖς; Ἐκεῖνοι τὴν κε‐ φαλὴν ἀπέθεντο διὰ τὸν Χριστὸν, σὺ δὲ οὐδὲ ἔξω τῆς πόλεως ἀπαντῆσαι θέλεις διὰ τὸν Δεσπότην; ὁ Δεσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι’ αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτω‐ | |
30 | κας; Δέον ἐστί σε παραγενέσθαι, καὶ ἰδεῖν τὸν διά‐ βολον ἡττώμενον, καὶ μάρτυρα νικῶντα, καὶ Θεὸν δοξαζόμενον, καὶ Ἐκκλησίαν στεφανουμένην. Ἀλλ’ ἡ πρόφασις αὐτῶν αὕτη· Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι ἀπαντῆσαι. Αὐτὸ γὰρ τοῦτο ὅτι ἁμαρ‐ | |
35 | τωλὸς εἶ, ἀπάντησον ἵνα μὴ ἐκπέσῃς τῆς δικαιο‐ σύνης. Τίς δὲ τῶν ἀνθρώπων ἄνευ ἁμαρτίας, εἰπέ μοι; Ἀλλὰ διὰ τοῦτο θυσία καὶ Ἐκκλησία, διὰ τοῦτο εὐχαὶ καὶ νηστεῖαι, ἐπειδὴ πολλὰ τὰ τραύματα τῆς ψυχῆς· διὰ τοῦτο καὶ τὰ φάρμακα κατ’ αὐτῶν εὕρην‐ | |
40 | ται, καὶ πρὸς ἕκαστον τῶν τραυμάτων τῆς ψυχῆς κατάλληλον φάρμακον κατεσκευάσθη. Ἔχεις Ἐκ‐ κλησίαν θυσίας ἐπιφερομένην, εὐχὰς Πατέρων, Πνεύ‐ ματος ἁγίου χορηγίαν, μαρτύρων μνήμας, συναθροι‐ σμὸν ἁγίων, καὶ πολλὰ τοιαῦτα δυνάμενά σε ἀπὸ | |
45 | ἁμαρτίας ἀνακαλέσασθαι εἰς δικαιοσύνην· οὐκ ἀπήν‐ | Column end |
50.726(16) | τησας εἰς εὐχὴν μαρτύρων, ποίαν ἔχεις συγγνώμην; Οὐδὲν τῶν δεινῶν ἐν τῷ μέσῳ, καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντίς σε βιω‐ τικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν | |
20 | ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε· ἢ οὐκ οἶδας, ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρ‐ | |
25 | τίαις εἰσὶ προσηλωμένοι; Σάρκας γάρ εἰσιν ἐνδεδυ‐ μένοι, καὶ αἵματι συμπεπλεγμένοι, [καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς, οἱ ἐπὶ τοῦ θρό‐ νου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπε‐ πλέγμεθα. Ἀλλ’ οὐκ ἀπογινώσκομεν τῆς τοῦ Θεοῦ | |
30 | φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν αὐτῷ περιάπτομεν· πάντες γὰρ ἄνθρωποί ἐσμεν ἐκ τῶν αὐτῶν συμπε‐ πλεγμένοι·] καὶ οὐ παραιτούμεθα τὴν διδασκαλίαν, εἰς τὸ πέλαγος ἀφορῶντες τῆς τοῦ Θεοῦ φιλανθρω‐ πίας. Καὶ ὑμεῖς ἁμαρτήσαντες ἐὰν εἰσέλθητε, οὐ το‐ | |
35 | σοῦτον τὸ ἔγκλημα· ὑπὸ γὰρ διδασκαλίαν ἐστέ· ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα· ἄλλο γάρ ἐστι τὸν δι‐ δασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα· ἀλλ’ ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφά‐ | |
40 | σει ταπεινοφροσύνης εἰς ῥᾳθυμίαν ἐμπέσωμεν. Καὶ τοῦτο κατὰ θείαν διοίκησιν γέγονε, τὸ τοὺς ἱε‐ ρεῖς καὶ αὐτοὺς ἁμαρτίαις ὑποπεσεῖν. Καὶ ἄκουσον πῶς ἐστιν· Οἱ διδάσκαλοι αὐτοὶ καὶ οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, | |
45 | ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι· ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς | |
πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας, | 725 | |
50.727 | ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώ‐ μην διδῶσι. Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεὸς, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπι‐ στεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτους συν‐ | |
5 | εχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλ‐ λους. Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, οὐδεμίαν συγ‐ γνώμην εἶχον δοῦναι τοῖς ἁμαρτάνουσιν, ἀλλ’ ἀπάν‐ θρωποι γενόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκ‐ | |
10 | κλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς θεωρίας εἴπωμεν· Πέτρος ἔμελλε πιστεύεσθαι τὰς κλεῖς τῆς Ἐκκλησίας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ἤμελλε πιστεύεσθαι τὸ πλῆ‐ | |
15 | θος τοῦ λαοῦ. Τί γάρ φησι πρὸς αὐτὸν ὁ Δεσπότης; Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως καὶ ἀπότομος· εἰ δὲ καὶ ἔσχε τὸ ἀν‐ | |
20 | αμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ’ αὐτοῦ διδα‐ σκόμενοι ἐλάμβανον; Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους. Καὶ βλέπε τίνα συγχωρεῖ περιπεσεῖν ἁμαρ‐ | |
25 | τίᾳ· Πέτρον ἐκεῖνον, τὴν κορυφὴν τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν πρῶτον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀκατα‐ μάχητον, τὸν πύργον τὸν ἀσάλευτον. Πέτρος ἐκεῖνος ὁ λέγων τῷ Χριστῷ· Κἂν δέῃ με σὺν σοὶ ἀποθα‐ | |
30 | νεῖν, οὐ μή σε ἀπαρνήσομαι· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· οὗτος εἰσελ‐ θὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς πυρκαϊᾶς θερμαινόμενος, καί τις, φησί, | |
35 | κόρη προσελθοῦσα λέγει αὐτῷ, Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ἄρτι ἔλεγες· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν· νῦν ἀρνῇ καὶ λέγεις, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ | |
40 | ἐπηγγείλω; οὔπω βασάνους, οὔπω μάστιγας εἰδὼς, ἀλλ’ ἁπλῶς μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῇ, Πέτρε; οὔπω βασανιστήρια, οὔπω μάστιγες, οὔπω πληγαὶ, οὔπω θυμοὶ, οὔπω ἄρχον‐ τες, οὔπω ξίφη ἠκονημένα, οὔπω διατάγματα κεί‐ | |
45 | μενα, οὔπω βασιλεῖς ἀπειλοῦντες, οὔπω θάνατοι προσδοκώμενοι, οὔπω φυλακαὶ καὶ κρημνοὶ καὶ θά‐ λασσα, οὔπω οὐδὲν τῶν τοιούτων, καὶ ἤδη ἠρνήσω, Οὐκ οἶδα τὸν ἄνθρωπον; Πάλιν ἡ κόρη πρὸς αὐ‐ τόν· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς. | |
50.727(50) | Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον ὃν λέ‐ γεις. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῇ; Οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμ‐ μένη, αἰχμάλωτος, μηδενὸς λόγου ἀξία, αὕτη λέγει, καὶ σὺ ἀρνῆσαι; Ὢ καινῶν πραγμάτων! κόρη τὸν | |
55 | Πέτρον ἐκεῖνον, πόρνη προσελθοῦσα τοῦ Πέ‐ τρου τὴν πίστιν ἐτάραξε· Πέτρος, ὁ στῦλος, ὁ πρό‐ βολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη, καὶ αὐτὸς ὁ πρό‐ βολος ἐχειμάζετο Τίνα εἶδες, Πέτρε, ὅτι ἀρνῇ; | |
60 | κόρην εὐτελῆ, καὶ εὐκαταφρόνητον θυρωρόν· ταῦτα εἶδες καὶ ἀρνῇ; Πάλιν οὖν τὸ τρίτον· Καὶ σὺ χθὲς | |
μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὅμως ἠρνήσατο | Column end | |
50.728 | τὸ τρίτον. Καὶ οὕτω λοιπὸν ἐμβλέψας ὁ Ἰησοῦς εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκε τῶν λεχθέντων· ὁ δὲ συνιεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ. Ἀλλ’ ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρ‐ | |
5 | τίαν· ᾔδει γὰρ ὅτι ὡς ἄνθρωπος ἀνθρώπινόν τι ὑπ‐ έστη· ἀλλ’, ὡς προεῖπον, διὰ τοῦτο ᾠκονομήθη. καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πι‐ στεύεσθαι λαὸν πολὺν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀνα‐ μάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς | |
10 | ᾖ. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρ‐ τημα καὶ τὸ τοῦ Δεσπότου συγχώρημα, συγχω‐ ρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν. Αὐτὸς γὰρ συνεχω‐ ρήθη ἁμαρτῆσαι ὁ τὴν Ἐκκλησίαν μέλλων πι‐ | |
15 | στεύεσθαι, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως, Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης συν‐ εχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπό‐ θεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς οἱ ἐπὶ | |
20 | θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συνδε‐ δέμεθα. Διὰ τοῦτο γὰρ οὐκ ἄγγελος, οὔτε ἀρχάγγε‐ λος ἐπιστεύθη ἱερατεύειν (ἀναμάρτητοι γάρ εἰσιν), ἵνα μὴ διὰ ἀποτομίαν τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοβολῶσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου | |
25 | ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρ‐ τάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλαν‐ θρωπότερος γένηται πρὸς ἐκεῖνον τὸν ἁμαρτήσαντα. Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύ‐ | |
30 | σαντα, εὐθὺς ἀνῄρει αὐτὸν, αὐτὸς τῷ πάθει τούτῳ οὐ συμπεπλεγμένος. Διὰ τοῦτο εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν τοῦ ἱερατεύειν, οὐκ ἐδίδασκεν, ἀλλ’ εὐ‐ θέως ἀνῄρει διὰ τὸ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀρ‐ γὴν αὐτὸν ἔφερε κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τοῦτο | |
35 | ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυ‐ τοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρ‐ τάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχο‐ λάζῃ ἡ Ἐκκλησία διὰ τῆς συναγωγῆς. βʹ. Τί δὲ μέχρι Πέτρου ἑστὼς τὴν ὑπόθεσιν ταύτην | |
40 | τοιαύτην εἴρηκα, καὶ οὐκ ἀνέρχομαι μικρῷ τῷ λόγῳ ἐπὶ ἄλλο πρόσωπον; Φέρε μοι εἰς τὸ μέσον· λέγω δὴ Ἠλίαν, τὸν προφήτην ἐκεῖνον, τὸν ἐπίγειον ἄγγε‐ λον καὶ ἐπουράνιον ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον | |
45 | καὶ ὑψηλοβατοῦντα, καὶ εἰς αὐτὰς ἀναπετασθέντα τοῦ οὐρανοῦ τὰς ἁψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν· ὁ πένης καὶ πλούσιος, ὁ ἰδιώτης καὶ φιλόσοφος· πένης μὲν, ὅτι μηδὲν ἐκέκτητο, πλούσιος | |
50.728(50) | δὲ, ὅτι τὰ νέφη τοῦ ὑετοῦ ἐν τῇ γλώττῃ κατεῖχε. Καὶ αὐτὸς ἀπότομος ἦν περὶ τοὺς ἁμαρτάνοντας οὕτως ὡς εὔξασθαί ποτε ὑετὸν μὴ δοῦναι· καὶ τί λέγει; Ζῇ Κύριος, φησὶν, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Τί ποιεῖς, | |
55 | Ἠλία; τί ἀποφαίνῃ; κἂν εὖξαι τὸν Δεσπότην, καὶ οὕτω πλήρωσον τὸν λόγον· Ζῇ Κύριος, εἰ ἔσται ὑε‐ τὸς, εἰ μὴ διὰ στόματός μου. Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ εὔχεται; Ἄθλιε καὶ ταλαίπωρε καὶ ἀναίσχυντε· Ἠλίας ἀποφαίνεται, καὶ | |
60 | ὁ Υἱὸς εὔχεται; ὁ δοῦλος κελεύει, καὶ ὁ Δεσπότης | |
παρακαλεῖ; οὐδὲ ὡς τῷ Ἠλίᾳ χαρίζῃ αὐτῷ τὴν τι‐ | 727 | |
50.729 | μήν; οὐ θέλεις ὡς τῷ δούλῳ οὕτω καὶ τῷ Δεσπότῃ τὴν ἰσομοιρίαν χαρίσασθαι; Οὐκ εὔχεται ἐκεῖνος, οὐ‐ δὲ παρακαλεῖ, ἀλλὰ λόγον ἀληθείας προέβαλε, καὶ τὸν οὐρανὸν ἔκλεισεν. Εὖξαι πρῶτον, Ἠλία. Ἀλλὰ τί | |
5 | Ἠλίας; Οἶδα τὸν ἐμὸν Δεσπότην, ὅτι ὑπακούει μου· ἀπὸ γὰρ ζήλου τοῦτο ποιῶ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! εἶδες Δεσπότην ὑπὸ εὐνοίας δούλου νενι‐ κημένον; Καὶ γὰρ ὁ Ἠλίας ἀπὸ ζήλου πολλοῦ τοῦτο ἐποίησεν. Ἔβλεπε γὰρ πολλὰ ἄτοπα γινόμενα· ἔβλεπε | |
10 | πορνείαν μετὰ πολλῆς τῆς κακίας πολιτευομένην. Νὺξ γὰρ ἦν, δι’ ὃ καὶ κατεῖχε τὴν οἰκουμένην ἅπασαν· νεφέλη πυκνοτάτη ἐκάλυπτε τὰ σύμπαντα. Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυά‐ γιον, οὐχ ὑδάτων, ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκ‐ | |
15 | ποδὼν, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο· βουνοὶ καὶ ὄρη, καὶ νάπαι, καὶ ὁδοὶ, καὶ ταμεῖα καὶ ὁ ἀὴρ ἐμολύνετο· ὁ ἥλιος ἐκα‐ πνίζετο, ἡ γῆ ἐμιαίνετο, ὁ οὐρανὸς ἐξουθενεῖτο, ἡ κτίσις, πᾶσα ἐνόσει ἀπὸ εἰδωλολατρείας· ὡς ἐν νυκτὶ | |
20 | πάντες περιεπάτουν, οὐδενὶ προσέχοντες τῶν κτισμά‐ των, λίθον ἔβλεπον, καὶ ὡς θεὸν προσεκύνουν· ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως θεὸν ἐνόμιζον. Νὺξ αὐτοὺς εἶχε πυκνοτάτη· τὸν κτίστην ἔβλεπον, καὶ τοῖς κτί‐ σμασι προσεκύνουν. Ἠλίας μόνος ἦν τὸν λύχνον ἔχων | |
25 | τῆς ἀρετῆς, καθάπερ ἐπὶ κορυφῆς ὄρους τῆς φιλο‐ σοφίας καθεζόμενος καὶ ἀσκῶν, μόνος μὲν ἔχων τὸν λύχνον τῆς εὐσεβείας, οὐδένα δὲ ὠφέλει τὸ φώτισμα διὰ τὸ κάρῳ αὐτοὺς κατακεῖσθαι, καὶ εἰδωλολατρείᾳ αὐτοὺς κατέχεσθαι. Ἐμαίνετο οὖν ὁ Ἠλίας, ἐπρίζε‐ | |
30 | το, ὠδύρετο, ῥήματα ἐλάλει, οὐδεὶς ἤκουε· παρεκά‐ λει, οὐδεὶς ἠνέσχετο· λοιπὸν ἀπὸ ζήλου προσαγαγεῖν αὐτοὺς θέλει καὶ παιδεῦσαι, ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν Δημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ’ οὐ‐ | |
35 | δὲν δύναται αὐτοὺς, φησὶ, παιδεῦσαι ὁ λιμός· οὕτω γὰρ πανταχόθεν στενούμενοι ἐπὶ τὸν πάντων κτίστην χωρήσουσι. Τί οὖν Ἠλίας; Ζῇ, φησὶ, Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, | |
40 | ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου, καθάπερ πυρετὸς, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάν‐ τα εὐθὺς ἐξηραίνετο, πάντα ἐρημοῦτο, πάντα ἐξηφα‐ | |
45 | νίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πε‐ δίοις, τὰ παρὰ θάλασσαν· πάντα ἀθρόως ξηραινό‐ μενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολ‐ | |
50.729(50) | λήν. Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῶα, τὰ πε‐ τεινὰ ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμ‐ φορὰ πᾶσαν ὁμοῦ κατέλαβε τὴν γῆν· οὐδεὶς ἀνεσώζε‐ | |
55 | το, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαὶ, ποταμοὶ, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι’ ὕδατος, ἀλλὰ δι’ ἀβρο‐ χίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν | |
60 | φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐ‐ δενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. Πᾶσα οὖν ἄωρος | |
ἡλικία ἐτελεύτα. Τί ποιεῖς, Ἠλία; ἔστω, οἱ νεα‐ | Column end | |
50.730 | νίσκοι ἥμαρτον· τί τὰ παιδία παιδεύονται; ἔστω, οἱ ἄνθρωποι ἥμαρτον, τί τὰ κτήνη συναποθνήσκουσι; τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ | |
5 | παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Ἄπελθε, φησὶν, ἐπὶ τῷ ποταμῷ Χοῤῥὰθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν σε ἐκεῖ. Πάλιν ἂν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέ‐ σον ἀγαγὼν, ἵνα δείξω αὐτῷ ὅτι ὁ νόμος τὰ τοῦ νό‐ | |
10 | μου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιὰ, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα. Ὃν σέβῃ Ἠλίαν, ὃν προσδοκᾷς ἔρχεσθαι, περὶ οὗ πολὺν ἔχεις τὸν λόγον, καὶ προφήτην αὐτὸν | |
15 | καλεῖς, οὗτος πῶς ὑπὸ κόρακος ἐτρέφετο; ὁ γὰρ κό‐ ραξ κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ οὕτως ὁ νόμος διηγόρευσεν ἀκάθαρτον εἶναι τὸν κόρακα. Καὶ πῶς οὖν ὁ προφήτης ἐτρέφετο ὑπὸ τοῦ ἀκαθάρτου κόρα‐ κος; εἰ γὰρ ὁ νόμος ἀκάθαρτον τὸν κόρακα ἔλεγε, | |
20 | πάντως ὁ ἐκ τοῦ κόρακος τρεφόμενος ἀκάθαρτος ἂν εἴη. Ἀλλὰ τοῦτο οὐκ ἦν, ἄπαγε, μὴ γένοιτο! ἀλλ’ ὁ Ἠλίας ὑπὸ κόρακος ἐτρέφετο, οὐδὲν ἀκάθαρτον τῶν ὑπὸ Κυρίου κτισθέντων νομίζων. Εἶτα ἐκεῖθεν, ἐπει‐ δὴ χρόνος διῆλθε, καὶ λοιπὸν ὁ ποταμὸς ἐξηράνθη, | |
25 | ἐγείρει τὸν προφήτην εἰς τροφήν. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι γυ‐ ναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ· τοῦτο δὲ κατά τινα οἰκονομίαν ὁ Θεὸς ἐποίει. Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ | |
30 | ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξη‐ ράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν | |
35 | τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυ‐ γμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγεί‐ ρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦ‐ σαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας | |
40 | τὰ γινόμενα, ἀξιώσῃ τὸν Δεσπότην αὐτοῦ δοῦναι ὑετόν. Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ’ ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφο‐ ρὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. Ἠδύνατο | |
45 | μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ’ οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν ἑαυτόν· ἀλλ’ ἐξεδέχετο τὴν τοῦ δούλου παράκλησιν. Εἶτα οὐδὲ οὕ‐ τως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρη‐ | |
50.730(50) | μένος οὕτως ἐβάδιζε τὴν ὁδὸν, ἀσπλαγχνίαν περιβε‐ βλημένος, οὐδενὸς λόγον ποιούμενος· ὥσπερ εἶπον γὰρ ἀπὸ ζήλου ἐμέθυε. Τί ἀπονενόησαι, Ἠλίᾳ; τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν; ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτίαν ὤν. Διὰ τὴν | |
55 | ἁμαρτίαν τῶν ἐνοικούντων αὐχμὸν ἐκάλεσας, καὶ οὐ‐ ρανὸν ἔκλεισας, καὶ γῆν ἐχαλίνωσας, καὶ τὸν δρόμον τῆς φύσεως ἐκράτησας, καὶ οὐδὲ ἀξιῶσαι βούλει περὶ τῶν γεγενημένων; μετ’ οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτίαν ὢν, καὶ φιλανθρωπίας τυχὼν παρὰ τοῦ | |
60 | Δεσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς | |
συνδούλους σου. | 729 | |
50.731 | γʹ. Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεὺς, ἀλλ’ ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ | |
5 | ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεὺς, τοὺς ἁμαρτά‐ νοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄν‐ θρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμο‐ φύλοις. Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, | |
10 | οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ‐ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν‐ θρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον τὸν τοιοῦτον ἀπόστολον, συγχωρηθέντα μὲν ἁμαρτῆσαι, | |
15 | μετανοίᾳ δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ Δεῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλ‐ θωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορ‐ θωμάτων, ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ ἐφιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι | |
20 | ὑετὸν, ἀλλ’ ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδὸν, καὶ ἦλθεν εἰς Σα‐ ρεφθὰ τῆς Σιδωνίας, καὶ εἶδε γυναῖκα χήραν τινὰ ξυ‐ λευομένην. Ἀλλ’ ὅμως βλέπε τοῦ Ἠλίου τὴν φιλοσο‐ φίαν καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος αὐτὸν δι‐ | |
25 | εδέξατο ἀρετῆς. Οὐκ εἶπε τῷ Θεῷ· Πρὸς τίνα με πέμπεις; τοσού‐ τους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν; μὴ γὰρ οὐκ εἰσὶν ἄλ‐ λοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι τὴν πενίαν μου | |
30 | παραμυθήσασθαι; ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων· ἐθάῤ‐ ῥει γὰρ τῷ ἑαυτοῦ Δεσπότῃ τῷ ἐκ τῶν ἀδυνάτων | |
35 | δυνατὰ ποιοῦντι. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη. Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; τί δὲ προστρέχεις τῇ χήρᾳ; εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μη‐ | |
40 | δὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ, Ἠλία; εἶδες ξυλευομένην, καὶ τραφῆναι ζητεῖς παρ’ αὐτῆς; Ἀλλ’ ὅμως ἔχων ἐνέχυρον τοῦ Δεσπότου τὸν λόγον, ἀπῄει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; Δός μοι μικρὸν ὕδωρ, ἵνα πίω. Ὁρᾷς σοφίαν τοῦ | |
45 | Ἠλίου; πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλ‐ θεν, ἀλλ’ ἐπὶ τὸ εὐτελέστερον; οὐκ εἶπε, Δός μοι ἄρτον, ἀλλὰ Δός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στο‐ χαζόμενος, ὅτι ἂν εὐπορήσῃ ὕδατος, δύναται καὶ ἄρτου εὐπορῆσαι. Δός μοι, φησὶ, μικρὸν ὕδωρ· | |
50.731(50) | Ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν αὐτῷ, καὶ ἔπιε· καὶ οὕτω θαρσήσας φησί· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρ‐ του, καὶ φάγομαι. Ἡ δὲ εἶπε πρὸς αὐτόν· Ζῇ Κύ‐ ριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ | |
55 | καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν ὁ Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν κατα‐ μόνας, καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις | |
σου, καὶ φάγονται. Τί ποιεῖς, Ἠλία; ἔστω, ἄρτον | Column end | |
50.732 | θέλεις, τί καὶ καταμόνας καὶ ἐν πρώτοις ζητεῖς; οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φά‐ γῃς; σὺ θέλεις φαγεῖν μόνος, καὶ λιμῷ τὰ τέκνα πνῖξαι; [Πνῖξαι οὐ θέλω, ἀλλ’ εὐεργετῆσαι θέλω·] | |
5 | οἶδα τὴν ἀφθονίαν τοῦ ἐμοῦ Δεσπότου. Ἀλλ’ ὅμως ἡ χήρα οὐκ ἐταράχθη οὐδὲ ἐνενόησέ τι τοιοῦτον ἀτό‐ πημα, οὔτε εἶπε· Σὺ εἶ ὁ τὸν λιμὸν τοῦτον ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι θέλεις παρ’ ἐμοῦ; οὔτε εἶπεν, ὅτι Τοσοῦτον κόσμον παρ‐ | |
10 | ῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες λιμῷ καταφθεῖραι τὰ παι‐ δία μου, αὐτὸς αἴτιος τοῦ λιμοῦ γενόμενος; ἀλλ’ Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ | |
15 | εὔπορος ὢν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν τὴν φύσιν καταφρονουμένην, καὶ φιλοξενίαν τιμωμένην· ἦν ἰδεῖν σπλάγχνα ῥιπτόμενα, καὶ προ‐ φήτην δεχόμενον· ὁλόκληρον δῆμον τέκνων τάφον | |
20 | εἰργάσατο· ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν, ὅσον δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρω‐ πίαν, ἔζων καὶ ἐκρατύνοντο. Οὐκ οἶδα πῶς ἐγκω‐ μιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησεν καὶ φιλοξενίαν ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρ‐ | |
25 | κησε, πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη, πῶς τὰ σπλάγχνα οὐ διελύθη βλέποντα δῆμον ὁλόκληρον τέκνων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι. Ἀλλ’ ἀνωτέρω πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς ἔλαβε δὴ ὁ προφήτης, καὶ ἔφαγε, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδω‐ | |
30 | σιν· ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν στά‐ χυν κομῶντα τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύ‐ ρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, | |
35 | καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ προφήτου τὴν χήραν διατρέφοντα. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας· οὐ βροχὴ, οὐχ ὑετὸς, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν | |
40 | ἀλλαγαὶ, ἀλλὰ μόνον εἷς λόγος προελθὼν, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας γνώμης ἐξενεχθεὶς, χορηγεῖ τὴν ἀφθονίαν τῇ χήρᾳ. Εἶτα ἐκεῖθεν, ἵνα συντέμω τὸν λόγον, ἀπῆλθε πρὸς Ἀχαὰβ τὸν βασιλέα. Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδης αὐτὸν ἁμαρ‐ | |
45 | τήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλαν‐ θρωπίαν. Τί οὖν πρὸς αὐτὸν ὁ Ἀχαάβ; Σὺ εἶ ὁ δια‐ στρέφων τὸν Ἰσραήλ; Ὁ δὲ πρὸς αὐτόν· Οὐχὶ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Εἶδες παῤ‐ ῥησίαν προφήτου, πῶς τὸν βασιλέα ἤλεγξεν; Εἶτα | |
50.732(50) | ὅτε ἐν τῷ ὄρει ἐκαθέζετο, καὶ ἦλθε πρὸς αὐτὸν πεν‐ τηκόνταρχος λέγων· Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεύς σε καλεῖ· ὁ δὲ πρὸς αὐτόν· Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά | |
55 | σου. Εἶτα ἐκ δευτέρου ἄλλος πεντηκόνταρχός φησιν· Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεὺς χρείαν σου ἔχει. Καὶ τί πρὸς αὐτὸν ὁ Ἠλίας; Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρα‐ νοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά | |
60 | σου. Εἶτα πάλιν ὅτε ἦλθεν εἰς συμβολὴν τῆς εὐχῆς | 731 |
50.733 | ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βαὰλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε· Ποιήσατε ὑμεῖς θυσιαστή‐ ριον καταμόνας, καὶ ἐκλέξατε δύο βόας, καὶ ἐπί‐ θετε ξύλα κατὰ τὸν ἕνα βοῦν, καὶ πῦρ μὴ ἐπίθετε, | |
5 | κἀγὼ ποιήσω οὕτω· καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται, ὃς ἂν θεὸς ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεὸς ἀληθινός. Εἶτα ἐποίησαν οἱ ἱερεῖς τῆς αἰσχύνης θυ‐ σιαστήριον, καὶ ἤρξαντο ἐπικαλεῖσθαι τὴν Βαὰλ λέ‐ | |
10 | γοντες· Ἐπάκουσον ἡμῶν, Βαὰλ, ἐπάκουσον ἡμῶν. Ὡς δὲ πολλῆς εὐχῆς γενομένης οὐδεὶς ἦν ὁ ἐπ‐ ακούων (Οὐκ ἦν γὰρ φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων ἐκεί‐ νων· ὡς δὲ εἶδεν ὅτι πολλὴ μὲν αὐτῶν ἡ διάτασις, | |
15 | οὐδεὶς δὲ ὁ ὑπακούων, κωμῳδεῖ αὐτοὺς λέγων· Βοή‐ σατε μέγα, μή ποτε καθεύδῃ ἡ θεὸς ὑμῶν. Εἶτα ὡς μεσημβρία γέγονε, καὶ προέκοψεν ἡ ὥρα, λέγει αὐτοῖς· Μετάστητε ἀπὸ τοῦ νῦν, ἵνα ποιήσω κἀγὼ τὸ ὁλοκαύτωμά μου· καὶ ἐποίησε θυσιαστήριον, καὶ | |
20 | ἐπέθηκε τὰ ξύλα, καὶ εἶπε· Φέρετε ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ ἔφερον· Δισσώσατε, καὶ ἐδίσσωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν. Ἀλλ’ ὅρα καὶ τοῦτο διὰ τί ποιεῖ ὁ Ἠλίας. Ἐπειδὴ ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν, ὅπερ αἱ γυναῖ‐ | |
25 | κες αἱ πόρναι ποιοῦσι, καὶ προλαμβάνουσι, καὶ τὰς ἐλευθέρας πόρνας καλοῦσιν, ἵνα μὴ ἔχωσιν ἐκεῖναι τί ἀνθυβρίσωσιν. Ἀλλ’ ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; ἀλλ’ ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· Ἐν | |
30 | τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσια‐ στηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, | |
35 | καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκῃ γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ, οὐ στήκει, ἀλλὰ κατέρχεται. Ἐν‐ έπλησεν οὖν τὸ θυσιαστήριον, καὶ εὔχεται λέγων· | |
40 | Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπ‐ ήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί. Καὶ ἰδοὺ, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ | |
45 | τί φησι τῷ λαῷ; Συλλάβετε τοὺς ἱερεῖς τῆς αἰσχύ‐ νης· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτοὺς, τετρακοσίους τε καὶ πεντήκοντα ἱε‐ ρεῖς τῆς Βαὰλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν. Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, | |
50.733(50) | καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· Τάδε ποιησά‐ τωσάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; σκοπὸς γάρ μοι δεῖξαι, | |
55 | ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατ‐ ηγορῶν τοῦ δικαίου, ἀλλ’ ὑπόθεσιν σωτηρίας πραγμα‐ τευόμενος, ἵν’ ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρω‐ πίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν | |
60 | ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν μοι, | |
εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν | Column end | |
50.734 | ἑνὸς ἐξ αὐτῶν, ἤκουσεν Ἠλίας, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ δειλίας ὑπερβολή! γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, | |
5 | ἀλλ’ ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην, καὶ ἀπὸ τῆς δειλίας οὐκ οἶδε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος. Τί ἐστί σοι, Ἠλία; σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλι‐ νώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν καλέ‐ | |
10 | σας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν τῷ βασιλεῖ Ἀχαάβ· Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· ὁ εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, [ὁ τοῖς στοιχείοις ἐπι‐ | |
15 | τάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτή‐ μασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. | |
20 | Ποῦ ἔστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου; ὅτε τὸν βασιλέα ἤλεγχες,] ὅτε τὸ πῦρ ἐκάλεσας; τοσαῦτα ἐποίη‐ σας, καὶ μιᾶς γυναικὸς λόγον οὐκ ἐβάστασας; Ποῦ ἔστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν Δεσπότην | |
25 | ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; ἔλεγε γάρ σοι δι’ ἐναργῶν ἀποδείξεων· Ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ’ οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν ἄρ‐ χων γένῃ. Εἰργάσω γὰρ, Ἠλία, ἔργον ἀσπλαγχνίας | |
30 | μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐ‐ τὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάν‐ των κηδεμὼν, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπ‐ ανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυ‐ | |
35 | θμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ’ οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε. Ὢ Δεσπό‐ | |
40 | του φιλανθρωπία εὐνοίᾳ δούλου νενικημένη! Ἀλλ’ ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκὼς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος, ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας ἔτυχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς | |
45 | ἄλλους μὴ ἀπάνθρωπος. Καὶ ἔφυγε, φησὶν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπὼν, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; Θέλων οὖν δεῖξαι ὁ Θεὸς, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐ‐ | |
50.734(50) | τὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ’ ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη ὁ Θεὸς, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ’ ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας | |
55 | τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ | |
ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ Δεσπότης πρὸς τὸν | 733 | |
50.735 | δοῦλον, ὁ κηδεμὼν καὶ φιλάνθρωπος· καὶ τί φησιν; εἰδὼς μὲν διὰ τί ἦλθεν ἐκεῖ, ὅμως δὲ ἐρωτῶν· Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; αἰνιττόμενος αὐτοῦ τὴν φυγὴν, ἀντὶ τοῦ. Ἔφυγες ποῦ ἔστιν ἡ παῤῥησία | |
5 | ἐκείνη; Ἵνα μάθῃς, μὴ σαυτῷ θαῤῥεῖν. Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; Ἀλλ’ ὅμως ὁ Ἠλίας ἀπο‐ κρίνεται, ἄλλα μὲν ἔχων ἐν τῇ γνώμῃ, ἄλλα δὲ λέ‐ γων. Τί γὰρ ὁ Ἠλίας πρὸς ταῦτα; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά | |
10 | σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζη‐ τοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; εὐθὺς αὐτὸν ἐλέγχει. Οὐ διὰ τοῦτο ἔφυγες, φησὶν, Ἠλία· οὐ γὰρ σὺ μόνος εἶ ὁ μὴ προ‐ σκυνήσας τῇ Βαάλ· εἶτα ἐπάγει ἐλέγχων αὐτόν· Κατ‐ | |
15 | έλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ. Ἤλεγξε τοίνυν αὐτὸν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα | |
20 | μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ φόβου ἐπί‐ τασις! ὢ δειλίας ὑπερβολή! οὐ μίαν ἔφυγεν ἡμέραν, | |
25 | οὐ δευτέραν, οὐ τρίτην, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ αὐτὸς τὰς πανερήμους κατέλαβεν, οὐ τροφὴν ἔχων, οὐ σιτηρέσιον ἐπαγόμενος· μεθύων γὰρ ἀπὸ τοῦ φόβου, τούτων οὐκ ἐφρόντιζεν, ἀλλὰ τὰς ἀοικήτους ἐδίωκεν. Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προ‐ | |
30 | φήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει· οὕτως ὁ λό‐ γος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην, μετὰ | |
πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε. Ποῦ | Column end | |
50.736 | ἔστιν, Ἠλία, τὰ τῆς παῤῥησίας ἐκείνης; ποῦ τὸ στόμα τὸ φοβερόν; ποῦ ἡ γλῶττα ἡ ἡνίοχος τῶν ὄμβρων· ποῦ ὁ ἑκατέροις ἐπιτάττων τοῖς στοιχείοις, ποτὲ μὲν οὐρανὸν κλείων, ποτὲ δὲ πῦρ καλῶν ἐπὶ τὴν | |
5 | θυσίαν; Ἀλλ’ ὅμως, ὡς προεῖπον, ταῦτα ἐποίει τῆς χάριτος ἐνεργούσης· διὸ καὶ ἐλέγχεται ὑπὸ Θεοῦ. Ὁρᾷς πῶς μικρῷ ἁμαρτήματι συνεχωρήθη πεσεῖν ἵνα ὁλόκληρον χιτῶνα φιλανθρωπίας ἐνδύσηται; Λοιπὸν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ | |
10 | Δεσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ Δεσπότου σου. Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκεί‐ νους, τοὺς προβόλους, τοὺς πύργους; ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς Ἐκκλη‐ | |
15 | σίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν ἐνδείξασθαι εἰς αὐτὸν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυ‐ χήκασι παρὰ τοῦ Δεσπότου. Ταῦτα εἰρήκαμεν οὐ τῶν | |
20 | δικαίων κατηγοροῦντες, ἀλλ’ ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσητε, μὴ ἀπογνώ‐ σητε τῆς ἑαυτῶν σωτηρίας τῇ μνήμῃ τῶν πεπλημ‐ μεληκότων δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων. Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρε‐ | |
25 | τὰς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς τῆς ἐκ‐ κλησίας· κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυ‐ λον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ | |
30 | τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 735 |