TLG 2062 126 :: JOANNES CHRYSOSTOMUS :: In Bassum martyrem [Dub.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Bassum martyrem [Dub.]

Citation: Vol — pg — (ln)

50

.

719

(13t)

Εἰς τὴν μνήμην τοῦ ἁγίου Βάσσου. Ἐλέχθη εἰς τοὺς φόβους, καὶ εἰς τὸ, Μάθετε ἀπ’ ἐμοῦ,
14tὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.
15 αʹ. Ἔδει μὲν ἡμᾶς τοσαύτης λόγων πηγῆς συνήθως εἰς ὑμᾶς χεομένης, νῦν δὲ διὰ τῶν προλαβόντων ἡμῶν ἱερέων τε καὶ διδασκάλων πλουσίας ὑμῖν τῆς πνευμα‐ τικῆς παρατεθείσης τραπέζης, τὰς πενιχρὰς τῶν ἡμετέρων ῥημάτων ἀναστεῖλαι ψεκάδας, καὶ μάλιστα
20τῇ πολυχρονίῳ τοῦ σώματος ἀῤῥωστίᾳ, καὶ τῇ ἀσθε‐ νείᾳ τῆς φωνῆς, ἔτι γε μὴν καὶ ταῖς ὑπαλλήλοις φρον‐ τίσι κεκρατημένους, φιλόχριστοι, ἀλλ’ ἐπειδὴ καὶ ἡμᾶς πρὸς τὸ λέγειν ἐπιτρέπεσθε ἀκορέστῳ περὶ τὴν θείαν ἀκρόασιν κεκρατημένοι τῷ πόθῳ, φέρε τῇ χά‐
25ριτι τοῦ Σωτῆρος διὰ βραχέων τὰ πρόσφορα καὶ ἁρ‐ μόζοντα τῷ καιρῷ παραθώμεθα τῇ ὑμετέρᾳ χρηστό‐ τητι. Τοῦτο γὰρ, οἶμαι, καὶ ἡμῖν τοῖς λέγουσι καὶ ὑμῖν τοῖς ἀκούουσιν ὑπάρχει κατάλληλον, λογισμῷ ποριζομένοις ἑαυτοῖς τὰ βελτίω τε καὶ συμφέροντα.
30Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπί‐ σκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ’ ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν
35συνήθως πρὸς τὸν Δεσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαί‐ στρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρ‐ σίας παρ’ αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς
πιστοῖς ὁ Χριστὸς προευτρέπισεν. Ἄφθονα γὰρ,Column end

50

.

720

(15)

κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ τοῦ Δεσπότου χαρί‐ σματα, καὶ πάλαι τοῖς ἐπικαλουμένοις γνησίως αὐ‐ τὸν τὰς τῶν μαρτύρων δωρεὰς πρυτανεύων, καὶ μάλιστα νῦν, ὅταν ἡμᾶς ἡ δι’ ἐνιαυτοῦ μετὰ μικρὸν τῶν φόβων περιμένῃ ἀνάμνησις, καὶ τῆς φοβερᾶς
20ἐκείνης ἀπειλῆς ἡ φιλάνθρωπος ὀργὴ πρὸς δοξολο‐ γίαν καλῇ. Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλαν‐ θρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περι‐ εζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο,
25ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συν‐ εχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν
30ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρ‐ τητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐ‐ ποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον. καὶ ὁ Δεσπότης τοῖς οἰκτιρμοῖς ἐπεκάμπτετο· τῷ γὰρ βλέμματι κινῶν, τῇ χειρὶ τὴν ὑποτρέμουσαν
35κτίσιν ὑπέσφιγγε, Τί συντόμως οὐ λέγω; ὅτε εἰ μὴ Κύριος Σαβαὼθ ἐβοήθησεν ἡμῖν παραβραχὺ παρ‐ ῴκησε τῷ ᾅδῃ ἡ ψυχὴ ἡμῶν. Τίνα γὰρ οὐκ ἐκπλήτ‐
τει τῆς τοῦ Σωτῆρος φιλανθρωπίας τὸ μέγεθος;719

50

.

721

τίνας οὐχὶ κινεῖ λογισμοὺς πρὸς εὐχαριστίαν τὰ τότε γεγενημένα, καὶ οὐ μόνον τὰ τότε, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα, καὶ πρὸ βραχέως ἡμῖν ἀπαντήσαντα; Ἐσά‐ λευσε τῆς γῆς τὰ στηρίγματα, ἐκλόνησε τῶν οἰκιῶν
5τὰ θεμέλια, τὰ δώματα καθάπερ ὁλκάδες ἐν τοῖς τοῦ πελάγους ἀνεβράσσοντο κύμασι· μόνον ἔδειξεν ὄμμα δικαστικὸν, καὶ καθάπερ ἐν ὕδασιν ἑστῶτες ἐδονούμεθα πάντες. Πολὺς ὁ φόβος, καὶ τοῦ φόβου τὰ τῆς φιλανθρω‐
10πίας πολυπλασίονα. Τὴν κτίσιν γὰρ κλονῶν οὐ κατ‐ έστρεψε, συσσείων τὸ πᾶν οὐκ ἠδάφισε, τοῦ κάλλους τῶν κτισμάτων τὴν γῆν οὐκ ἐγύμνωσεν· ἐτίναξε τοὺς ὀρόφους μόνον πρὸς τὴν ἡμετέραν ὑπόμνησιν, καὶ φθορᾶς οὐδὲ γεῦσιν ἡμῖν ἐκόμισε. Τοσοῦτον παρ’
15αὐτοῦ τῆς εἰς ἡμᾶς εὐσπλαγχνίας τὸ πέλαγος. Καὶ τὸ τινάξαι δὲ τῆς γῆς τὰς βάσεις, ὡς κηδεμὼν, ὡς φιλεύσπλαγχνος. Εἶδε γὰρ ἀθετοῦντας καὶ παραπι‐ κραίνοντας, εἶδε φιλοῦντας ἁρπάγματα, εἶδε συν‐ άπτοντας οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν
20ἐγγίζοντας, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι· εἶδεν ὀρφανοὺς οὐκ ἐλεοῦντας, καὶ κρίσει χηρῶν οὐ προσ‐ έχοντας· εἶδε διδασκάλους ἀπεναντία ὧν λέγουσι πράττοντας· εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ
25καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτον‐ τας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυ‐ αγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην,
30ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπη‐ δῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δου‐ λεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο
35σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ’ ἵνα φοβήσῃ τὸ νήπιον· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Δεσπότης, ἣν ἐν τῇ χειρὶ
40οἰκουμένην βαστάζει, διατινάσσει οὐχ ἵνα κατα‐ στρέψῃ, ἀλλ’ ἵνα πρὸς σωτηρίαν ἐπιστρέψῃ τοὺς ἀτα‐ κτοῦντας. βʹ. Καὶ μεμφέσθω μηδεὶς, ἐπεὶ τὸν Κύριον φιλοστόρ‐ γῳ μητέρι παρεικάσαμεν, ὁπότε αὐτὸς ὁ Κύριος ἑαυτὸν
45ἀπείκασεν ὄρνιθι ἐν τοῖς Εὐαγγελίοις, εἰπών· Ἱερου‐ σαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προ‐ φήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς,

50

.

721

(50)

καὶ οὐκ ἠθελήσατε; Ἐκίνησε τοίνυν τὴν ἄψυχον γῆν ὁ φιλάνθρωπος, ἵνα στήσῃ τὴν ἔμψυχον ἀτάκτου κινήσεως· σαρκὸς ἠπείλησε θάνατον, ἵνα τὸν τῆς ψυχῆς φυλαξώμεθα ὄλεθρον. Εἶδες, φιλόχριστε, πόσου τοῦ κτίσαντος ἡ περὶ ἡμᾶς εὐσπλαγχνία; εἶδες ἀπει‐
55λὴν φιλανθρωπίαν ἀστράπτουσαν; εἶδες οἰκτιρμοὺς προλαμβάνοντας ἀγανάκτησιν; εἶδες νικωμένην ἀπό‐ φασιν ἀγαθότητι; Καὶ ξένον οὐδέν· αὐτός ἐστι καὶ νῦν ὁ πρᾶος καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὁ τῆς ἡμετέρας συνήθως κηδόμενος σωτηρίας, ὃς ἐν τοῖς
60Εὐαγγελίοις διαῤῥήδην βοᾷ, ὡς ἀρτίως ἡμῖν ἀνεγι‐ νώσκετο· Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι
καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὢ πόση τοῦ πλάσαντοςColumn end

50

.

722

συγκατάβασις, καὶ ὁ πλασθεὶς οὐκ αἰδεῖται! Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, πότε Δεσπότης εἰς παράκλησιν τῶν πταισάντων παρεγένετο δούλων. Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν
5τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα· Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ. Ὁ Θεὸς ταπεινὸς, καὶ ὁ ἄνθρω‐ πος ὑψηλός· ὁ δικαστὴς ἥμερος, καὶ ὁ κατάδικος
10ὑπερήφανος· ὁ τεχνίτης πενιχρὰν ποιεῖται φωνὴν, καὶ ὁ πηλὸς ὡς βασιλεὺς διαλέγεται. Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τὰ προλαβόντα οὐκ ἔπεισε, τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ βραχέος οὐκ ἐδυσώπησεν, ὅπως καὶ τότε καὶ νῦν
15τὴν κτίσιν κινήσας πάλιν ἐστήριξεν ἐλεήσας· Δεῦτε οὖν, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπει‐ νὸς τῇ καρδίᾳ. Οὐκ ἔχει μάστιγα πλήττουσαν, ἀλλ’ ἰατρεύουσαν φύσιν. Δεῦτε, ἴδετε φιλανθρωπίαν ἄφατον. Τίς οὐκ ἀγαπᾷ
20δεσπότην μὴ τύπτοντα; τίς οὐ θαυμάζει κριτὴν ἀξιοῦντα κατάκριτον; Ἐκπλήττει σε πάντως ἡ τῶν ῥημάτων εὐτέλεια· Δημιουργός εἰμι, καὶ φιλῶ μου τὸ ἔργον· πλάστης εἰμὶ, καὶ ὃν ἔπλασα φείδομαι. Ἂν χρήσωμαι τοῖς ἐμοῖς ἀξιώμασι, τὴν πεσοῦσαν ἀν‐
25θρωπότητα οὐ ῥύομαι, καὶ ἀῤῥωστοῦσαν ἀνίατα, ἂν μὴ προσηνέσι καταπλάσσω φαρμάκοις, οὐ ῥώννυται· ἂν μὴ ψυχαγωγήσω, νεκροῦται, ἂν ἀπειλήσω μόνον, ἀπόλλυται. Τούτου χάριν ἀγαθότητος ἔμπλαστρα αὐτὴν περιοδεύσω κειμένην· πολὺ ὑποκύπτω συμ‐
30πάσχων, ἵνα πεσοῦσαν ἐγείρω. Τὸν ἐῤῥιμμένον ὁ ἑστὼς, ἂν μὴ συγκαταγάγῃ τὴν χεῖρα, οὐκ ἐξεγείρει τοῦ πτώματος. Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἐπίδειξιν ῥημά‐ των ἐργάζομαι, πραγμάτων ὑμῖν παραδέδωκα πεῖ‐
35ραν· Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἀφ’ ὧν ἐγενόμην θεώρησον. Βλέπε μου τὴν μορφὴν, καὶ ἐννόει μου τὴν ἀξίαν, καὶ προσκύνει δέ μου τὴν διὰ σὲ συγκατάβασιν· λόγισαι πόθεν ἐλθὼν, ποῦ σοι συνδιαλέγομαι· οὐρανὸν ἔχων θρόνον, ἐπὶ γῆς σοι
40φθεγγόμενος ἵσταμαι· ἄνω δοξάζομαι, καὶ ὡς μα‐ κρόθυμος οὐκ ὀργίζομαι, Ὅτι πρᾶός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ. Εἰ μὴ ἤμην πρᾶος τοῦ Βασι‐ λέως Υἱὸς, οὐκ ἂν δούλην ἐπελεγόμην μητέρα· εἰ μὴ ἤμην πρᾶος ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας
45δημιουργὸς, οὐκ ἂν πρὸς ὑμᾶς ἐπεδήμουν· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὑπὸ σπαργάνων ἠνειχόμην ὁ τῶν αἰώνων πατήρ· εἰ μὴ ἤμην ταπεινὸς, οὐκ ἂν φάτνης ἐδεχόμην πενίαν ὁ τῆς κτίσεως ὅλης κεκτη‐ μένος τὸν πλοῦτον· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν συν‐

50

.

722

(50)

διῆγον ἀλόγοις ὁ μηδὲ τοῖς Χερουβὶμ θεωρούμενος· εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὁ φῶς ἐμπτύων τυφλοῖς ὑπὸ ἀνόμων ἐνεπτυόμην χειλέων· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν δούλους ἐλευθερῶν ἐγὼ τὸν δουλικὸν ὑπέμεινα
ῥαπισμόν· εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν νῶτόν μου721

50

.

723

παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τί δὲ τὸ μεῖζον οὐ λέγω; εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ πα‐ θεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον. Κατ‐
5εβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον· οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ νεκρῶν Δεσπότης. Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν. Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς,
10ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας δια‐ νείμω τὸ χάρισμα. Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια· οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν. Δεῦτε, μάθετε ἀπ’
15ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ· μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω· διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ· Δεῦτε, μά‐ θετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ
20καρδίᾳ. Οὐκ ἀφ’ ὧν ὑπάρχω, λαλῶ, ἀλλ’ ἀφ’ ὧν ἐλεῶ, διαλέγομαι. Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα. Βασιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί· μέ‐ γεθος ἔστι μοι δυνάμεως, ἀλλ’ οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν. Οὐ λέγω,
25Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ ὅτι Δεσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί· ἀλλὰ, Δεῦτε, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρ‐
30δίᾳ. Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστι‐ γώθην ἐγώ· οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ Δε‐ σπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς
35τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Δεῦτε οὖν, μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· δεῦτε, ἱκετεύω δεόμενος, ἱκε‐ τεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι
40παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ· δεῦτε, μά‐ θετε ἀπ’ ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φο‐ βερόν· δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω· νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι· νῦν φιλάν‐ θρωπος, μετ’ ὀλίγον δικαιοκρίτης φανήσομαι. Δεῦτε,
45μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. Δεῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ’ ἐμοῦ διώρισται μετριότητος.

50

.

723

(50)

γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστό‐ τητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν
55δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παρ‐ ιστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφο‐ ροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες
60τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια,
καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενοςColumn end

50

.

724

ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν
5ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον. Δεῦτε οὖν, πρὶν ἀποκλείσω μου τὰς θύ‐ ρας τῶν οἰκτιρμῶν, πρὶν φθάσῃ λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, πρὶν παρέλθῃ τοῦ βίου τὸ θέατρον· ἐπὶ θύραις γὰρ ἡ προθεσμία τοῦ τέλους. Δεῦτε
10πρὶν ἄρξωμαι κρίνειν· ἂν γὰρ φθάσω καθίσας δικά‐ ζειν, οὐκέτι χαρίζομαι. Διὰ ταῦτα κατάδηλον ἐποιη‐ σάμην τὸ τῶν μωρῶν παρθένων ὑπόδειγμα, ὧν αἱ λαμπάδες τῆς ζωῆς μὴ ἔχουσαι δικαιοσύνης ἔλαιον ἀπεσβέσθησαν, καὶ ὅπως ἀπεκλείσθησαν αὐταῖς τοῦ
15νυμφῶνος αἱ θύραι, ὅπως τε κρουούσαις ἀντέλεγον ἔνδοθεν, Οὐκ οἶδα ὑμᾶς τὴν πρὸς τοὺς ἁμαρτωλοὺς ἐν τῇ κρίσει φωνὴν αἰνιττόμενος. Εἰ ἐδιδάχθημεν τοι‐ γαροῦν, ἀδελφοὶ, ἐκ τῶν τοῦ Σωτῆρος λόγων Δεσπο‐ τικὴν ἀγαθότητα, μὴ καταφρονήσωμεν δικαστοῦ πρὸ
20τῆς κρίσεως φθεγγομένου φιλάνθρωπα, μὴ ἀπολέ‐ σωμεν μεταμελείας καιρόν· ἀγαθαῖς πράξεσι καὶ ἐλεημοσύναις τὰς ἑαυτῶν ψυχὰς ἀμφιάσωμεν· ἕκα‐ στος ἡμῶν ἤδη πραγματευσάσθω τὰ πρὸς τὴν αἰώνιον ζωὴν ἐπιτήδεια, τῶν χαλεπῶν πράξεων ἑαυ‐
25τοὺς ἀποστήσωμεν. Ἐὰν γὰρ ἡμεῖς τὴν πίστιν ἀσά‐ λευτον ἐν ἀγαθοῖς ἔργοις φυλάξωμεν, ἔσται σὺν ἡμῖν καὶ ἡ κτίσις ἀσάλευτος. Σωφροσύνῃ κοσμήσωμεν τὰς ψυχὰς ἡμῶν, καὶ τῆς καθαρᾶς πίστεως τὸν ἀτίμητον μαργαρίτην βεβαίως ἐπικτησώμεθα· πρὶν ὁ χρόνος
30τῆς ζωῆς σβεσθῇ τῆς ἡμετέρας, πρὶν τὸ σχῆμα τοῦ κόσμου, καὶ τὸ ἄνθος τῆς δόξης, καὶ πάντα τὰ τῆς ὅλης τερπνὰ διαφθαρήσηται, τὸν ἀδέκαστον κρι‐ τὴν θεραπεύσωμεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ
35ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ ἐφίετο τιμωρεῖσθαι τὸν ἁμαρτωλὸν, ἐσιώπα· ἐλεεῖν θέλει, διὰ τοῦτο παρακαλεῖ· φείδεται, διὰ τοῦτο προ‐ τρέπεται· φοβεῖ σε τῷ προειπεῖν, ἵνα τοῦ κινδύνου προαναστείλῃ τὴν πεῖραν. Θεὸς γὰρ ἀπειλῶν μὲν
40σώζειν βούλεται, σιωπῶν δὲ προαιρεῖται κολάζειν. Ἔχομεν ἀπὸ τῶν πραγμάτων τὴν μάθησιν. Ἠπεί‐ λησεν ἐπὶ Νινευϊτῶν, καὶ ἐφείσατο· ἐσίγησεν ἐπὶ Σοδομιτῶν, καὶ ἐκόλασεν· στεφάνους ηὐτρέπισεν, ἐὰν μὴ καθ’ ἑαυτῶν βασάνους ἐνέγκωμεν. Θέλει ἀρ‐
45γῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτή‐ ριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ’ ἵνα στεφανώσῃ πάντας. Ἔχοντες τοίνυν τοιοῦτον Δεσπότην, ἁρπάσωμεν φωνὴν ἀγαθό‐

50

.

724

(50)

τητος γέμουσαν, ὑπακούσωμεν λέγοντι· Δεῦτε, μά‐ θετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵνα καὶ τῆς εὐκταίας ἐκείνης καὶ μακαρίας φωνῆς ἀξιωθῶμεν ἀκοῦσαι τῆς λεγούσης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν
55ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἧς πάντες ἐν ἀπο‐723

50

.

725

λαύσει γενοίμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐
ρίον ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξαColumn end

50

.

726

ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
Ἀμήν.725