TLG 2062 125 :: JOANNES CHRYSOSTOMUS :: In proditionem Judae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In proditionem Judae [Sp.]

Citation: Vol — pg — (ln)

50

.

715

(45t)

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ.
46 Νῦν Δάφνη τερπνὴ καὶ θεοφιλὴς, οὐ μόνον διειδέ‐ στατα βλύζουσα νάματα, οὐ κόμας δένδρων χαριεστά‐ τας ἐκτρέφουσα, ἀλλὰ προσλαβοῦσα ξένον φυτὸν τὸν σταυρόν· νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ

50

.

715

(50)

δαίμονι φοβερά. Οὐκ ἔτι ποσὶν ἀνδρῶν ἀσεβῶν ἀνα‐Column end

50

.

716

(46)

πεταννῦσα τὸ ἔδαφος, ἀλλ’ ὑμῖν τοῖς εὐσεβέσι παρ‐ έχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τε‐ τόλμηται, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἐφυτεύθη

50

.

716

(50)

τὰ πράγματα. Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν715

50

.

717

παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ πανήγυρις πρὸς κατ‐ ηγορίαν τοῦ Ἰούδα τὴν ἐμὴν γλῶσσαν κινεῖ, ἡ δὲ φιλ‐ ανθρωπία τοῦ Σωτῆρος ἐπιστρέφει μου τὸ στόμα πρὸς αὐτήν. Καὶ δύο τούτοις συνέχομαι, μίσει προδότου,
5πόθῳ Δεσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρ‐ χων καὶ δυνατώτερος. Διὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ’ ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ. Πῶς ἔκλινεν οὐρανοὺς καὶ κατ‐ έβη πρὸς τὴν γῆν; πῶς ὁ πᾶσαν κτίσιν πληρῶν
10ἦλθε πρός με, γενόμενος δι’ ἐμὲ, κατ’ ἐμέ; πῶς ὃν ᾔδει προδότην ἐσόμενον τοῦτον ἔλαβεν μαθητὴν, καὶ τὸν πολέμιον ὡς φίλον ἐνεκελεύσατο ἀκολουθεῖν αὐτῷ; πῶς οὐκ ἔμελεν αὐτῷ περὶ τῆς προδοσίας, ἀλλὰ περὶ τῆς τοῦ προδιδόντος σωτηρίας ἐφρόντιζεν; Ὀψίας
15γὰρ, φησὶ, γενομένης, ἀνέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Προεῖπεν τὴν προδοσίαν, ἵνα κωλύσῃ τὸ παρανόμημα· ἀπρόσωπον τὴν πρόῤῥησιν ἐποιή‐
20σατο μὴ δυναμένην θριαμβεῦσαι τοῦ μαθητοῦ τὴν παρανομίαν τοὺς συνανακειμένους λανθάνουσαν. Τίς Δεσπότου τοιαύτην φιλανθρωπίαν ἐθεάσατο; Καὶ προδίδοται καὶ τὸν προδότην φιλεῖ. Τίς καταφρονεῖ‐ ται καὶ ἐλεεῖ; πιπράσκεται καὶ λαμβάνει τὸν κακὸν
25ἔμπορον ὁμοτράπεζον, καὶ τοῦ ἐπιβουλεύσαντος φεί‐ δεται; Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ὡς ἄν‐ θρωπος ἤσθιεν, καὶ ὡς Θεὸς τὸ μέλλον ἐφώνει· τὰ τῇ ἐμῇ φύσει πρέποντα μετέρχεται δι’ ἐμέ. Πάντων δὲ
30τῶν μαθητῶν πληγέντων ὑπὸ τοῦ ῥήματος, καὶ τὰς ἑαυτῶν συνειδήσεις μαστιζόντων δεινῶς, καὶ τὸν τοῦ δείπνου καιρὸν ποιουμένων ἀθυμίας καιρὸν, ἑκάστου λέγοντος, Μήτι ἐγώ εἰμι, Κύριε; καὶ βουλομένων τῷ διὰ τῆς ἐρωτήσεως ῥήματι τὴν ἀμεριμνίαν τῆς κακῆς
35ὑπονοίας εὑρεῖν, θεραπεύων τὰς τῶν ἀκαίρως πλητ‐ τομένων ψυχὰς ὁ Σωτὴρ, φανερὸν τὸν ἀγνοούμενον διὰ τῆς ἀποκρίσεως καθίστησιν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ, φησὶν, τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει· καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει,
40καθὼς γέγραπται περὶ αὐτοῦ. Οὐαὶ δὲ τῷ ἀνθρώ‐ πῳ ἐκείνῳ, δι’ ὃν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδί‐ δοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρω‐ πος ἐκεῖνος. Ἐλεεῖ τὸν ἑαυτοῦ ἐλεεῖν μὴ ἐθέλοντα, φείδεται τοῦ μὴ φεισαμένου τῆς οἰκείας ψυχῆς. Παρ‐
45ῃτεῖτο γυμνῶσαι τὸν ἑαυτὸν πάλαι γυμνώσαντα, κἀκείνῳ καιρὸν μετανοίας διδοὺς, καὶ τοὺς λοιποὺς μαθητὰς ἀθυμοῦντας ἰώμενος· ἀλλ’ οὐδὲν ἐκ τούτων βελτίων ὁ προδότης ἐγένετο. Δέον γὰρ ἦν αὐτῷ εὐθέως ἐξαναστῆναι τοῦ δείπνου μετ’ ἐκεῖνα τὰ φρικωδέστατα

50

.

717

(50)

ῥήματα, δέον τοὺς συμμαθητὰς παραλαβεῖν πρεσβευ‐ τὰς, δέον περιπλακῆναι τοῖς γόνασι τοῦ Σωτῆρος, καὶ τοιούτοις αὐτὸν ἐκμειλίξασθαι ῥήμασιν. Ἥμαρτον, φιλάνθρωπε, ἥμαρτον, ἠνόμησα, τοῖς ἀνθρώποις πω‐ λήσας ὀλίγου τιμήματος τὸν ἀτίμητον μαργαρίτην,
55ἠνόμησα τὸν ἀδαπάνητον πλοῦτον ὀλίγων χρημάτων προϊέμενος. Συγχώρησόν μοι τῷ τῆς ζημίας καὶ τῆς ἀπωλείας ἐμπόρῳ, συγχώρησόν μοι τῷ παρὰ τοῦ χρυσοῦ κλαπέντι τὸν λογισμόν· σύγγνωθι τῷ παρὰ τῶν Φαρισαίων ἐξαπατηθέντι κακῶς. Τούτων μὲν
60τῶν ῥημάτων οὐκ εἶπεν οὐδὲν, οὔτε ἐνενόησεν, διὰ δὲ ταχυτέρας φωνῆς ἐδήλου τὴν τῆς ψυχῆς ἰταμότητα βοῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ γλώττης ἀναιδοῦς! ὢ ψυχῆς ἀτεράμονος! Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλ‐
65μόν. Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰColumn end

50

.

718

τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν· τῇ διανοίᾳ τὴν προδοσίαν κατειργάσατο, καὶ τῷ στόμα‐ τι, ὡς ἐνόμισε, τὴν ἁμαρτίαν ἔκρυπτεν. Τοῖς ῥήμα‐ σιν ὁμοίως τοῖς ἄλλοις μαθηταῖς ἐχρήσατο, ὁμοίῳ
5τρόπῳ μὴ χρώμενος· λύκος ὢν τῇ γνώμῃ, ἀπεκρίνατο τῇ τῶν προβάτων φωνῇ. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ; Σὺ εἶπας. Μακροθύμῳ φωνῇ διήλεγξεν τοῦ πονηροῦ τὴν σκηνήν. Ἠδύνατο μὲν γὰρ εἰπεῖν πρὸς αὐτόν· Τί λέγεις, βδελυρὲ καὶ πονηρέ; τί λέγεις, δοῦλε χρημά‐
10των καὶ τοῦ διαβόλου γνήσιε κοινωνέ; τολμᾷς ἄγνοιαν ὑποκρίνεσθαι; τολμᾷς κρύπτειν τὰ κρύπτεσθαι μὴ δυνάμενα; μὴ γὰρ οὐ παρήμην κακουργοῦντί σοι τῇ θεότητι; μὴ γὰρ οὐκ εἶδόν σε τῷ τῆς θεότητος ὀφθαλ‐ μῷ προσιόντα τοῖς ἀρχιερεῦσιν; μὴ γὰρ οὐκ ἤκουον
15ἀπὼν λέγοντός σου, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; μὴ γὰρ οὐκ οἶδα καὶ πόσου πέπρακας; Τί οὖν; μετὰ τὸν ἔλεγχον οὕτως ἀναι‐ σχυντεῖς; τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν; ἐμοὶ γυμνὰ τὰ πάντα. Οὕτως ἀποκριθῆναι δυνάμενος
20ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ’ ἁπλῶς καὶ ἀν‐ εξικάκως καὶ πράως· Σὺ εἶπας· διδάσκων ἡμᾶς τοῖς ἐχθροῖς ἡμῶν οὕτω προσφέρεσθαι. Ὅμως, μετὰ τοσ‐ αύτην περιοδείαν, ἔμεινεν Ἰούδας νοσῶν, ἀλλ’ οὐ παρὰ τὴν τοῦ ἰατροῦ ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τοῦ
25κάμνοντος. Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός. Καὶ προσελθὼν
30Ἰούδας εἶπε τῷ Χριστῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφί‐ λησεν αὐτόν. Ξένος οὗτος προδοσίας τρόπος, ἀπὸ φιλήματος καὶ προσηγορίας ἐρχόμενος. Ὁ δὲ Ἰη‐ σοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ᾧ πάρει; τί μοι χαίρειν ἐπιτάττεις, λυπεῖν προαιρούμενος; τί τῷ ῥή‐
35ματι θεραπεύεις, πλήττων τῷ πράγματι; καλεῖς δι‐ δάσκαλον, μὴ ὢν μαθητής; τί παρατιτρώσκεις τῆς ἀγάπης τὰ δίκαια; τί σημεῖον προδοσίας ποιεῖς τῆς εἰρήνης τὸ σύμβολον; τίνα μιμησάμενος τοῦτο πε‐ ποίηκας; Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου
40τοὺς πόδας; οὕτως ἐθεάσω γονυπετοῦντα τὸν ἑκατόν‐ ταρχον; οὕτως εἶδες τοὺς δαίμονας ὑποπίπτοντας; Οἶδα τίς σου τοῦ δολεροῦ φιλήματος ὑπέδειξε τὴν ὁδόν· ὁ διάβολος τῆς περιπτύξεως ταύτης τὸν τρόπον ὑπέθετό σοι, σὺ δὲ κακῷ συμβούλῳ πεισθεὶς, ἐκείνου
45τὸ βούλημα πληροῖς. Ἑταῖρε, ἐφ’ ᾧ πάρει; πλήρω‐ σον τὰς κακὰς συνθήκας ἃς πρὸς τοὺς Φαρισαίους πεποίησαι· συντέλεσον τὸ γραμματεῖον τῆς πράσεως· ὑπόγραψον ὅπερ ὑπηγόρευσας· παράδος τὸν παραδο‐ θῆναι βουλόμενον· κτῆσαι λοιπὸν μετὰ τοῦ γλωσσο‐

50

.

718

(50)

κόμου καὶ τὸ τῆς ἀδικίας βαλάντιον· ὑποχώρησον τῷ λῃστῇ μέλλοντι διὰ τῆς ὁμολογίας λαμβάνειν τὴν τά‐ ξιν, ἥν σοι διὰ προδοσίας ἀπώλεσας. Τότε προσελ‐ θόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον
55πέρας ἐλάμβανεν· Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις· καὶ πάλιν, Ἐκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἀλλ’ ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ
60τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλ‐ λουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο. Εἴδετε ποίου μακροθύμου καὶ φιλανθρώπου Δεσπότου
65καθεστήκατε δοῦλοι; Γίνεσθε οὖν τοιοῦτοι περὶ τοὺς717

50

.

719

ἐχθροὺς τοὺς συνδούλους ὑμῶν, οἷον ἐθεάσασθε περὶ τοὺς πολεμίους γεγενημένον τὸν Κύριον. Μέλλετε γὰρ καὶ ὑμεῖς ἐπὶ δεῖπνον συγκαλεῖσθαι πνευματικόν· μέλλετε συνανακλίνεσθαι τῷ Δεσπότῃ· μήτις Ἰούδας
5τὸν τρόπον ἐν ὑμῖν εὑρεθῇ· πάντες μετὰ γαλήνηςColumn end

50

.

720

καὶ εἰρήνης προσέλθητε, πάντες μετὰ καθαροῦ συνει‐ δότος τῷ Σωτῆρι προσδράμωμεν. Οὗτος γάρ ἐστι νη‐ στεία τῶν πιστῶν καὶ ἑστίασις, οὗτος ὑπάρχει τρο‐ φεὺς καὶ τροφὴ, οὗτος ὑπάρχει ποιμὴν καὶ ἀμνός.
5Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.719